PG 135Nicholas of Methone
Nicholas of Methone, Metropolitan of the Peloponnese
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 507–508page 1 of 5
PG 135:507ματος εὑρισκομένην, καὶ παραστατικὴν μόνης τῆς ὑπάρξεως τοῦ παναγίου Πνεύματος οἱ θεοφόροι Πατέρες ἀεὶ καὶ νοοῦσι, καὶ ἐκλαμβάνουσι. Καθά περ ἄρα καὶ τὴν ἐκπόρευσιν αὐτὴν, καὶ τὴν προ βολήν. Οἱ γοῦν καινοτομοῦντες, καὶ ταύτην δὴ τὴν φωνὴν, καὶ δογματίζοντες ἅμα, καὶ γράφοντες, ὡς ποῦ μὲν τῶν Γραφῶν τῶν ἁγίων ὑπάρξεως ἐστὶν αὕτη παραστατική, ποῦ δὲ πάλιν φανερώσεως, καὶ ἐκφάνσεως, καὶ ἐκλάμψεως τῶν ὀρθῶν παραχαράκται καὶ οὗτοι δογμάτων λογίζεται, καὶ τῆς ἀληθείας πόῤῥω φερόμενοι, καὶ παρὰ τοῦτο μίσους τῷ ὄντι, καὶ ἀποστροφῆς ἄξιοι, Ταῦτα οὕτως οἶδεν ἄνωθεν ἢ τοῦ Θεοῦ ἁγία Εκκλησία φρονεῖν, οὕτω δογματίζειν, οὕτω διδάσκειν· οὕτως ὁμολογεῖν ταῦτα καὶ ἡμεῖς, οὕτω φρονεῖν, οὕτω δογματίζειν, οὕτω διδά σκειν, οὕτως ὁμολογεῖν ἀνέκαθεν, καὶ ἐς δεύρο παρ᾽ αὐτῆς παρελάβομεν. Ταῦτα καὶ οἱ μέχρι τῆς νῦν διαφερόμενοι πρὸς ἡμᾶς, εἰ οὕτως ὁμολογήσαιεν, ὁμοῦ μὲν, καὶ ἀπὸ στόματος, ὁμοῦ δὲ καὶ διὰ Γραμμάτων· τὰ μὲν ἐνστερνιζόμενοι ὡς ὀρθὰ δηλονότι, τὰ δὲ ὡς βλάσφημα τῷ ἀναθέματι παρα πέμποντες, καθαπερεί καὶ ἡμεῖς, γνήσιοι ἔσονται ἡμῖν τὸ ἀπὸ τοῦδε ἀδελφοὶ, καὶ ὀρθόδοξοι· καὶ τὴν μετ᾿ αὐτῶν ἐντελή καταλλαγήν, καὶ εἰρήνην ἔξουσιν ἀπὸ καρδίας ἀσπαζομένους ἡμᾶς· εἰ δὲ μὴ, ὅπερ μήποτε γένοιτο, οὐδαμῆ οὐδαμῶς. ρ. Ωμολόγηται ὅτι καὶ ὅλη ἡ Θεότης μονάς ἐστι καὶ τὸ ἕν. Εχρῆν μὲν μηδ' ἀπολογεῖσθαι τοῖς οὕτω καινοφώνοις καὶ καινοπίστοις. λόγον ἐποιησάμην, ὦ Λατινόφιλε, πρὸς σέ. Βασιλεῦ οὐράνιε, Παράκλητε ἀγαθὲ, Νικολάῳ λάμψαντι νέῳ Μεθώνης

On the Body and Blood of ChristDe corpore et sanguine Christi

col. 509–510page 2 of 5
PG 135:509Θεολογία περὶ τῆς ἁγίαις Τριάδος Τίς ὅλως ἀνάσχοιτο τῶν ἐν Χριστιανοῖς τελούντων ἐπὶ τῆς ἁγίας Τριάδος δύο εἰσάγειν αίτια. Πρὸς τοὺς διστάζοντας καὶ λέγοντας ὅτι ὁ ἱερουργούμενος, ἄρτος καὶ οἶνος οὐκ ἔστι σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΕΘΩΝΗΣ ΠΡΟΣ ΤΟΥΣ ΔΙΣΤΑΖΟΝΤΑΣ, ΚΑΙ ΛΕΓΟΝΤΑΣ ΟΤΙ Ο ΙΕΡΟΥΡΓΟΥΜΕΝΟΣ ΑΡΤΟΣ ΚΑΙ ΟΙΝΟΣ ΟΥΚ ΕΣΤΙ ΣΩΜΑ ΚΑΙ ΑΙΜΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Τὴν μυστικὴν ταύτην καὶ ἀναίμακτον ἱερουργίαν, καθ᾽ ἦν τὸν ἄρτον καὶ τὸ ποτήριον καθαγιαζόμενα, Εἰς τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου μεταποιεῖσθαι πιστεύομεν, παρὰ τίνος ἂν τὴν ἀρχὴν φαίης δοθῆς ναι; Αρ' οὐχὶ παρ᾽ αὐτοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος Τομῶν Ἰησοῦ Χριστοῦ, καθὼς ἡμᾶς τὰ ἱερὰ διδά σκουσιν Εὐαγγέλια; Παρ' αὐτοῦ πάντως. Οἷος δὲ καὶ ὁ λόγος τῆς παραδόσεως; Τοῦτο ποιεῖτε, φησίν, εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ ὁ θεῖος Παῦλος Οσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυ ρίου καταγγέλλετε. Πῶς καὶ τίνα τρόπον, παρ' αὐτοῦ τοῦ Σωτῆρος ἐμάθομεν. Δαβὼν γὰρ, φησί, τὸν ἄρτον, καὶ εὐχαριστήσας, έκλασε, καὶ ἔδω και τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ἐμῶν κλώμενον καὶ διδόμενον· ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνήσει, λέγων. Τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ αἵματί μου. Ταὐτὸν δὲ εἰπεῖν παρὰ τὸν θεῖον Ματθαῖον. Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνό
col. 511–512page 3 of 5
PG 135:511μενον. Ὁ δὲ σκοπὸς τίς, καὶ τὸ τέλος τῆς παραδό γιον σεως; Τί ἄλλο, ή μετουσία Χριστοῦ, καὶ ζωὴ ἐν Χριστῷ τῶν μετεχόντων αἰώνιος; Ἐὰν τις γάρ, φησί, φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα καί· Ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγώ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· καί· Ἐὰν μὴ φάγητε την σάρκα τοῦ Τἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώ καὶ πάλιν· Ο τρώγων μου την σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καί· Τρώγων με, κἀκεῖνος ζήσεται δι' ἐμέ. Τὴν γὰρ αὐτοῦ σάρκα ὡς δέλεαρ ἐν ἀγκί στον περιτιθέμενος, τῇ θείᾳ αὐτοῦ δυνάμει, τὸν μὲν ὅσιν καθέλκει, ἡμᾶς δὲ ἀνάγει. Βαβαὶ ὡς φρικτὸν καὶ φοβερὸν τὸ μυστήριον. Ὁ παραδεδωκώς τοῦτο, Θεὸς ἐστι διὰ φιλανθρωπίαν καὶ ἄνθρωπος γενόμενος, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν καὶ θάνατον προς ερχόμενος, ἵνα τὸν ὑπόδικον τῷ θανάτῳ διὰ τὴν ἁμαρτίαν ἄνθρωπον τοῦ θανάτου ἐξέληται. Αιτία δι τῆς παραδόσεως, ἡ τῆς μεγάλης ταύτης εὐεργεσίας ἀνάμνησις· νῶμα καὶ αἷμα Χριστοῦ, τὰ τελούμενα τῆς τελετῆς τέλος, μετουσία Χριστοῦ, καὶ ζωή αἰώνιος· ταὐτὸν δὲ εἰπεῖν, τῶν μετεχόντων ἐκθέω εις, ὡς καὶ θεσπέσιος Παῦλος μεγαλοφώνως βου Τὸ ποτήριον τῆς εὐλογίας ὁ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; Εἶτα ἐπάγει καὶ λογισμόν, πῶς γινόμεθα σῶμα Χριστοῦ, καί φησι· Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν ὅτι εἰς ἄρτος, ἓν σῶμα οι πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἐνὸς ἄρτου μετέχομεν. Τί γάρ ἐστι, φησίν, ὁ ἄρτος; δηλονότι σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; δηλονότι σῶμα Χριστοῦ· μετέχοντες γὰρ τοῦ σώματος τοῦ Χριστοῦ καὶ ἡμεῖς ἐκεῖνο γινό μεθα· ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν σὰρξ ἐφθάρη ὑπὸ τῆς ἁμαρτίας, ἐδέησεν ἡμῖν σαρκὸς νέας. Τίς οὖν οὕτω θρασὺς καὶ πάντολμος, ὡς καινοτομεῖν τὴν παράδοσιν, καὶ παραγράφεσθαι τὸ μυστήριον, καὶ ἀθετεῖν οὕτω τὸν παραδόντα τε καὶ μεή σαντα; ᾿Αθετήσας τις νόμον Μωϋσέως, φησὶν ὁ Απόστολος, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ δοκεῖς χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ πνεῦμα τῆς χάριτος καθυ βρίσας; ᾿Αλλὰ τίς ὁ καταπατῶν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τἆλλα τὰ εἰρημένα κατηγορούμενος; "Η δήλον, ὡς ὁ τὸ σῶμα αὐτοῦ διὰ τῆς ἀχαριστίας ἀθετῶν, καὶ μὴ ἀποδεχόμενος, καὶ τὴν τοῦ ἀψευδούς στό ματος παράδοσίν τε καὶ ἔνταλμα ἐξουθενίζων; Τοῦτό ἐστι τὸ σῶμά μου εἰπόντος· καὶ, Τοῦτό ἐστι τὸ αἷμά μου· καὶ, Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τί διστάζεις; Τί τῷ παντοδυνάμῳ ἀδυνατίαν περιάπτεις; Οὐκ
col. 513–514page 4 of 5
PG 135:513ὁ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα ὁ εἷς τῆς τρισυποστάτου θεότητος, ἐπ᾿ ν χρόνων σαρκωθείς, καὶ δ τὸν ἄρτον εἰς μα μεταβάλλεσθαι προστεταχώς; Τί πάλιν ν καὶ τάξιν φύσεως τῆς τοῦ ἄρτου μετα ἡ τοῦ Χριστοῦ σῶμα, καὶ τοῦ ὕδατος καὶ ἴμα· ἐπεὶ ὑπὲρ φύσιν καὶ λόγον καὶ νοῦν ἐκ Παρθένου ἐτέχθη; Απιστήσεις ἄρα νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανούς ηψιν, καὶ τἄλλα τοῦ Χριστοῦ θαύματα καὶ νοῦν καὶ ἔννοιαν όντα. Τοῦτό σοι ι τὸν Χριστὸν, οὐ Θεὸν ἀληθινὸν καὶ οὗ ὁμολογεῖς, ἀλλ' ἀρειανίζεις, μᾶλλον δὲ ως πάλιν ἀμφιβάλλεις καὶ ἀπιστεῖς, ὅτι σάρκα καὶ αἷμα, ἀλλ᾽ ἄρτον καὶ οἶνον. Εναι σε χρὴ, ἀχάριστε καὶ ἀγνώμων, περὶ ° την, ὅτι ὁ τὰ πάντα εἰδὼς Θεός, φιλαν ; ών, οἰκονομικῶς τοῦτο ἐποίησε, τῇ ἀσθενείᾳ συγκαταβαίνων, ἵνα μὴ ἀπο οἱ πολλοὶ τὸν ἀββαβῶνα τῆς αἰωνίου δυσχεραίνωσι, σάρκα καὶ αἷμα βλέποντες. συνηθεστέρων τῆς φύσεως τοῦτο γίνεσθαι συζεύξας αὐτοῖς τὴν αὐτοῦ θεότητα, τὸ σῶμά μου, καί. Τοῦτό ἐστι τὸ αἷμά ν· καὶ, Λάβετε, φάγετε, καὶ πίετε ἐξ τες εἰς ἄφεσιν ἁμαρτιῶν· καὶ πάλιν ἄν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστιν, ἣν ἐγὼ ο τῆς τοῦ κόσμου ζωῆς· καί· Ἐὰν μὴ σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ ῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. εἴτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Διὰ τοῦτο ύοντες, οὕτω προσφέρομεν ἄρτον τέλειον, ουν σῶμα Χριστοῦ τέλειον, καὶ μετὰ τὸ Δεμενηκὸς καὶ ὁλόκληρον οὐδὲ γὰρ ὁστοῦν ετρίβη· καὶ τῆς θείας ζωῆς ἀχώριστον, τον αὐτὸς ὁ πρῶτος ἡμῶν καὶ μέγας ἀρχιε θύτης καὶ θύμα τοῖς οἰκείοις μύσταις αὐτοί τε πάλιν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τῇ καθολικῇ Ἐκκλησίᾳ τεράτων έως περάτων τῆς οἰκουμένης, πάντες μὲν τῇ ἐν Ἱεροσολύμοις, ὅπου καὶ κωβος ὁ τοῦ πρώτου καὶ μεγάλου ἀρχιε νὸς, καὶ διάδοχος τὴν μυστικὴν καὶ ἀναί ιτουργίαν ἐξέθετο· Πέτρος δὲ καὶ Παῦλος τιοχεία Παῦλος δὲ ἰδίως, καὶ πάσῃ τῇ Μάρκος δὲ τῇ ᾿Αλεξανδρείᾳ· Ιωάννης ας τῇ ἐν Ἀσίᾳ καὶ Εὐρώπη· καὶ πάντες τοῦ Ἐκκλησίᾳ διὰ τῆς συγγραφείσης τῷ εντι λειτουργίας παραδεδώκασιν· ἐν ᾗ ταῦτα ις κεῖται μένοι οὖν ὧν δι' ἡμᾶς ὑπέμεινεν, εὐχα σοι, Θεὲ παντοκράτορ, οὐχ ὅσον ὀφείλο ὅσον δυνάμεθα, καὶ τὴν διάταξιν αὐτοῦ Ἐν ᾗ γὰρ νυκτὶ παρεδίδοτο, λαβὼν ; ἀγίαις καὶ ἀμώμοις αὐτοῦ χερσί, καὶ
col. 515–516page 5 of 5
PG 135:515καὶ κλάσας ἔδωκεν ἡμῖν, εἰπών· Λάβετε ἐξ αὐτ τοῦ, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ περὶ πολ λῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας ἐξ οἴνου καὶ ὕδατος, καὶ ἀγιάσας ἔδωκεν ἡμῖν λέγων, Πίετε ἐξ αὐτοῦ πάν τες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Μεμνημένοι τοίνυν τοῦ πάθους αὐτοῦ καὶ τοῦ θανάτου, καὶ τῆς ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἐπανόδου, καὶ τῆς μελ λούσης αὐτοῦ δευτέρας παρουσίας, ἐν ᾗ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφερομέν σοι τῷ βασιλεῖ καὶ Θεῷ, κατὰ τὴν αὐτοῦ διάταξιν, τὸν ἄρτον τοῦ ἀναβλέψας πρός σε τὸν Θεὸν αὐτοῦ καὶ Πατέρα, τον, καὶ τὸ ποτήριον τοῦτο, εὐχαριστοῦντές σοι δι' αὐτοῦ, ἐφ᾽ οἷς κατηξίωσας ἡμᾶς ἐστάναι ἐνώπιόν σου καὶ ἱερατεύειν σοι· καὶ ἀξιοῦμέν σε, όπως εὐμενῶς ἐπιβλέψοις ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα ἐνώπιόν σου, σὺ ὁ ἀνενδεής Θεὸς, καὶ εὐδοκήσοις ἐπ᾿ αὐτοῖς εἰς τιμὴν τοῦ Χριστοῦ σου· καὶ καταπέμ ψοις τὸ ἅγιόν σου Πνεῦμα ἐπὶ τὴν θυσίαν ταύτην, τὸν μάρτυρα τῶν παθημάτων τοῦ Κυρίου Ἰησοῦ, ὅπως ἀποφήναι τὸν ἄρτον τοῦτον, σῶμα τοῦ Χριστοῦ σου, τὸ ποτήριον τοῦτο, αἷμα τοῦ Χριστοῦ σου, παρέδωκε μὲν αὐτὸν Ἰούδας, ἐπαρῴνησαν δὲ εἰς Καὶ πάλιν ὁ μέγας Παῦλος· Εγώ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ἡ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε καὶ εἶπε· Λάβετε, φάσ γετε, τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώ μενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὰ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίο καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ. Εἰ δὲ ὑπονος τοῦτο τὸ παρ' ἡμῶν ἐπιτελούμενον ἔλαττον εἶναι ἐκείνου, οὐκ οἶδας ὅτι ὁ Χριστὸς καὶ νῦν ἐνεργα τ καὶ νῦν πάρεστιν· Ἔσομαι γὰρ μεθ' ὑμῶν τὰς ἡμέρας ἀπάσας ἄχρι τῆς συντελείας τοῦ αἰῶνος, ἐπηγγείλατο. Τοῦτο τὸ μυστήριον πάλιν ὑπερεκπληττόμενος ὁ θεῖος ᾿Απόστολος, μετά φόβου Θεοῦ καὶ πίστεως ἀξίως ἡμᾶς αὐτοῦ μετέχειν παρακελεύεται, καὶ τιμωρίαν τοῦ παραβαίνοντος ἀφορίζεται ὓς ἂν ἐσθίῃ, λέγων, τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ταὐτὸν δὲ εἰπεῖν (κατὰ τὸν θεῖον Χρυσόστομον), καθάπερ αὐτὸν Ἰουδαῖοι, οὕτως ἀτιμάζουσιν αὐτὸν οἱ τὸ πανάγιον αὐτοῦ σῶμα ἀναξίως τῷ στόματι δεχόμενοι, καὶ ἐναγεῖ προσφέροντες σώματι. Διό φησι· Δοκι μαζέτω ἄνθρωπος ἑαυτὸν, οὐχ ἕτερος τὸν ἕτερον τοῦτο γὰρ κρῖναι ἔστιν· ἀλλὰ πρῶτον ἕκαστος ἑαυ τύν· Καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γαρ ἐσθίων καὶ πίνων ἀνα ξίως, κρίμα εαυτῷ ἐσθίει και πίνει, μὴ διακρίσ νων, τουτέστιν ἐξετάζων καὶ ἐννοῶν τὸ σῶμα τοῦ Κυρίου προκείμενον. Εἰ δὲ ὁ καθ᾿ ἑαυτὸν ἕν τινι ΧΙ,
Page scan enlarged

Notebook

Full View