PG 136Eustathius Thessalonicensis Metropolita
Encomium of Saint Philotheus of Opsikion
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 141–142page 1 of 10
PG 136:141Τοῦ αὐτοῦ λόγος ἀπελευστικὸς βίου τοῦ κατὰ τὸν ἅγιον Φιλόθεον τὸν ὑψικιανόν, ἐκ προσώπου Φιλοθέου μοναχοῦ, ἀνδρὸς ἀξίου λόγου, τοῦ καὶ προκαλεσαμένου εἰς ταύτην την γραφήν. α'. Αἱ πρὸς αἴσθησιν μέλισσαι, ὅτε λύονται τὰ πτερὰ φοιτῶσιν εἰς λειμώνας, οὔτε πᾶσαι τοῖς ἄντ θεσιν ὅλοις ἐνασχολοῦνται, οὐδὲ μὴν εἶδος ἐν τι ἀπολεξάμεναι, τὴν σκευωρίαν ἐκεῖθεν τοῦ μέλιτος ερανίζονται, ἀλλὰ καὶ πᾶσιν ἄνθεσιν ἐμμελετῶσι καὶ αἱ μὲν ἐντεῦθεν, αἱ δ' ἐκεῖθεν τὸ χρήσιμον ἐπι λέγονται, φιληδοῦσαι μὲν τῇ πάντοθεν ἀνθολογίᾳ, συνάγουσα: δὲ ἄλλη ἄλλο, καὶ οὕτω ποικίλως πονούσ μεναι. Τὸν αὐτὸν δὴ λόγον καὶ αἱ πρὸς νόησιν μέλισσαι, αἱ τὸν ἀληθῶς ἔλλογον ἐργάτην τοῦ Θεοῦ μὴ ψευδόμεναι, σιμβλοποιοῦνται τὴν κατὰ πνεῦμα γλυκύτητα ἑαυτοῖς πανταχόθεν, τοὺς ἱερούς λειμῶνας περιπετόμεναι, καὶ τὸ καλὸν ἀπανθίζουσιν, οὐχ δπη τύχῃ, λόγῳ ζωϊκῆς φαντασίας ρεμβόμενοι, ἀλλὰ κατὰ σκέψιν σταθερὰν καὶ διάρθρωσιν δέουσαν ἀκρι δοῦντες τὸ ἀνθολόγημα. Καὶ οὕτω κατεργάζονται μελίσσειον κηρίον, δ φιλεῖ μὲν καὶ Θεὸς αὐτὸς, ἀποστολικῶς αὐτῷ παρατιθέμενον, φιλοῦσι δὲ καὶ ἄνθρωποι θεοφιλεῖς, εἰς ὑγίειαν προσφερόμενοι, βα σιλεῖς τε καὶ ἄλλως ἄρχοντες, καὶ μὴν καὶ πένητες οὗτοι μὲν, ὅσοι ἀπεριουσιάστως ἔχουσι τοῦ θείως γλυκάζεσθαι διὰ τὸ κατὰ νοῦν ἀπέριττον, ἀρχούμενοι ἀκροθιγῶς αὐτοὶ μέλιτος τοιοῦτοι γεύεσθαι, ο πρό χειρον μὲν καὶ εὐωνον, ἄλλως δὲ πολυτίμητον· ἄρ χοντες δέ γε καὶ βασιλεῖ;, οἷς καὶ ἄλλα μὲν πρόσεστι γλυκάσματα διὰ πολυμάθειαν καὶ περιουσίαν γνώ σεως, ὁποίαν ἡ συχνὴ μάθησις αὐτοῖς θησαυρίζει ἐς δαψιλές. Ποθεῖται δὲ ὅμως ὑπερμάλιστα τὸ εὐαγγελικὴν μέλι, τὸ καὶ ἀξιέραστον, καὶ βασιλείας ἄξιον τῆς ὄντως, ἐπεὶ καὶ ἡ κατ' αὐτὸ ὑγίεια καὶ εὐπάθεια εἰς βασιλείαν οὐράνιον βώννυσι. β'. Πρὸς ὁμοιότητα γοῦν μελίσσης ἐκείνῃς καὶ ἐγὼ, τῆς τοῦτο καὶ ἐκεῖνο συναγούσης ἄνθος, καὶ ἀπασχολούσης ἑαυτὴν εἰς ἄλλοτε ἄλλο, καὶ οὕτω σιμβλο ποιουμένης ἑαυτῇ τε καὶ ἑτέροις μέλι, οὗ κεφαλαιωδέστατον ἴδιον τὸ καὶ ὑγιάζειν καὶ φῶς παρέσχεσθαι ἄλυπον, καὶ τρέφειν πρός τε ἡδονὴν καὶ ἀβλαβῶς, ἔκρινα ἐκ τοῦ κατὰ πνεῦμα λειμῶνος καὶ τῶν ἐκεῖ μυρίων ἀνθέων, οἷς, καθὰ φίλον Θεῷ, ἐνεαρίζομεν οἱ ἀγαθοὶ Χριστιανοὶ, φυτὸν ἐπιλέξασθαι βρύον καλοί;, εἴ τί που καὶ δυναίμην· καὶ μέλι σκευάσας, παραθήσειν τοῖς φιλοκάλοις πρὸς ἥδυσμα τὸ κατὰ ἰσχύν ἀξιώσας ἐμαυτὸν θέσθαι εἰς τοιαύτην μέλισσαν διὰ μόνην πρόθεσιν ἔνθεον φιλεργόν, οὐ μὴν πρὸς αύχημα καὶ φιλενδειξίαν, ἧς οὐκ ἔχω ἐφικέσθαι. γ. Εστι δέ μοι τὸ φυτόν, ἐξ οὗ σιμβλοποιίαν θείαν
col. 143–144page 2 of 10
PG 136:143ἀποδρέψομαι, ὁ μέγας Φιλόθεος, οὗ τὴν κλήσιν (Μύρμηξ) ο βαστάζων ἐγώ. καὶ τοῦτό γε καὶ μόνον σεμνυνόμενος (ἔργοις γὰρ τίς ἂν εἴη τούτῳ ἐνάμιλλος;) εἰς τὸν λόγον τοῦτον ἐμαυτὸν καθῆκα· Φιλόθεος, ὁ τὴν ἐπων νυμίαν τῷ ὄντι ἐπαληθεύων· Φιλόθεος, ὁ ἐγγράψας μὲν ἑαυτὸν εἰς πιστὸν δοῦλον Θεοῦ καὶ ἀγαθὸν θεράποντα, κληρονομήσας δὲ, φίλος Θεῷ κληθῆναι προς ἐσοκληρίαν ἀποστολικὴν, καὶ ἀκούσας καὶ αὐτὸς ἐκεῖθεν τό· Οὐκέτι δοῦλόν σε καλῶ, ἀλλὰ φίλον, ὡς καὶ εἰδότα πᾶν, ὅπερ ἐγὼ ποιῶ, καὶ ἄλλους εἰς ἐμὴν καταρτίζοντα μίμησιν, καὶ τὰ ἐμὰ διδασκαλικῶς ἐγε καλύπτοντα μυστήρια· ὅτι μηδὲ ἔστι φθόνος, τῷ κρείττονι τὸν αὐτοῦ νοῦν προάγειν ἐκφαντορικῶς ἐν τῷ διανοίγειν Γραφάς. Φιλόθεος τὸ ἐμὸν θαῦμα καὶ μέλημα, μάλλον μὲν οὖν τὸ κοινόν. Οὐ γὰρ ἄν τις οὐκ ἂν, πάντως οὐδεὶς, μαθὼν τὰ ἐκείνου, ἀπόσχοιτο ἂν τοῦ θαυμάζειν τὸν ἅγιον τοῦτον, εἴ τι χρὴ καὶ ἐν τῶν περὶ γῆν χαρακτηρίσαι τὸν ταῖς ἀρεταῖς οὐρά γιου. 8. Ηνεγκε μὲν 'Ασιανή χώρα, ἣν ήρεσε τοῖς ὕστε ρον ονομάζουσι, καλὸν ὑψίκιον, γή πολυτενής εἰς μιλιασμοὺς καὶ πολυτελὴς καὶ εὐδαίμων, πάλαι μὲν καὶ λίαν περίπυστος, φέρουσα δὲ καὶ εἰσέτι νῦν τοῦ πρωτοθέτου ἐκείνου καλοῦ χαρακτῆρας πολλούς, καὶ οὐδὲ ἀγεννεῖς, καὶ μάλιστα τὸ τῶν ἐγχωρίων ἐμπειροπόλεμον. Καὶ οὕτω μὲν, ὡς ἐν στενῷ δηλῶσαι, σεμνότητα ὁ ἅγιος ἐπισύρεται τινα καὶ διὰ τὴν κατ' ἔθνος ἀρετὴν, δι' ήν οἱ ἐκεῖ ἀπολεοντιοῦσθαι δόξαιεν ἂν, ὅτε οἱ τῆς ᾿Αγαρ κύνες επιτρέχειν τοῖς τοῦ Θεοῦ ποιμνίοις προτίθενται. Ἐὰν δὲ ἡ προενεγκοῦσα τοῦ τον κώμη ἑτεροϊόν τι φαντάζῃ, Μύρμηξ ἐπικαλουμένη, καὶ διὰ τὸ τοιοῦτον ὄνομα ὑποβάλλῃ κατὰ τῶν πατριωτών μυρμηκολέοντος νόημα, ἀλλὰ τοῦτο μὲν ἐρεῖ τις ἕτερος κατὰ τὸ παρατυχόν· ἐμοὶ δὲ ὁ Μύρμηξ κώμη τὸ τοῦ ἁγίου πάτριον ἔδαφος εἰς σύμβολον τέ θεῖται πάνυ σεμνόν. Δοκῷ γὰρ ἐνταῦθα ὑποφωνοῦντος ἀκούειν καμοὶ τοῦ πανσόφου Σολομῶντος· «θε πρὸς τὸν τοιοῦτον μύρμηκα, ὦ ὀκνηρέ,» καὶ τὸν ἐκεῖσε Φιλόθεον ἱστορήσας καὶ τὴν ἐν ἐκείνῳ χρυσίτιν μυρμηκιὰν, μετάλλευε πλοῦτον Θεῷ φίλον, καὶ γίνου μακαριστὸς ἔμπορος· καὶ συλλέξας ἐκεῖθεν πλουτοποιὸν τι καλόν, διαδίδου τοῖς χρήζουσιν, οὐ μυρμη κίζων τὰ εἰς ἐδων, ἀλλὰ ταχὺς τρέχων εἰς τὸ εὐκταίον κατάντημα τοῖς ἐμπορευομένοις τὰ σπουδαιότατα ὅπως καὶ αὐτὸς πλοῦτον κερδήσῃς, ἂν ὁ ἀγαθὸς οἱ κοδεσπότης θεὶς θησαυρίζεσθαι φιλεῖ, καὶ τοῖς ἀγο ράζουσι πωλήσῃς τὰ πρόσφορα. ε'. Καὶ τοιαύτη μὲν τῷ θεοφιλτάτῳ Φιλοθέῳ καὶ ή πατριώτις γῆ, μνήμων αὐτῷ γινομένη τοῦ φιλοπή νως ἐργάζεσθαι τὰ πνευματικά· γεννήτωρ δὲ, οὐκ ἂν εἶποι τις, ὡς οὐκ ἦν αὐτῷ κατὰ λόγον τοιούτου γεν νήματος. Εἰ γάρ ποτε καὶ ἐξ οὐκ ἀγαθῶν ἀγαθοὶ φύονται, ἀλλ' ἐνταῦθα οὐκ ἂν διέλαθε τὴν τῆς ἱστορίας ἀκρίβειαν πατὴρ ἀνόμοιος προαπεκβάς υἱῷ οὕτω καλῷ· ἀλλὰ ἔπεσεν ἂν εἰς παράδειγμα καὶ ἐκεῖνος, καὶ παρεσημάνθη, ὁποῖος αὐτὸς ὢν, ὁποῖον ἀπέτεκεν, Σκανθα δηλαδὴ εἶδον, ἐοσκύαμος
col. 145–146page 3 of 10
PG 136:145ἐνεμώνην, θὰρ ἄγριος ἄνθρωπον ἱλαρόν, νὺξ ἡμέραν, & καὶ εἴ τι τοιοῦτον σεμνὸν ἀντίθετον. 5. Νῦν δὲ ἡ τῆς παλαιᾶς ἱστορίας ἐπιδρομάδην ἐπέλευσις ἀποσιωπήσασα τὸν πατέρα, νοεῖν ἡμῖν ἀφῆκεν ἐκ τῆς γεννησαμένης μητρὸς καὶ τὸν ἄνδρα. Καλὴ γὰρ ἐν γυναιξὶν ἐκείνη, καὶ ὁποίαν διατυποδ Σολομῶν, ἐν οἷς τὴν ἀνδρείαν γυναῖκα διαζωγραφεί. Κάλλος μὲν οὖν αὐτῆς ἱστορῆσαι καὶ δεξιότητα τὴν εἰς ἔργα, οἰκωφέλειαν, καὶ τὸ φίλανδρον, καὶ τὸ ἀκόλουθον σώφρον, καὶ ὅσα ἕτερα γυναίκα κοσμίαν απαρτίζει, πλατὺν ἂν διαπετάσοι λόγον, ἀποκναίοντα τὴν ἀκρόασιν· ἀρκεῖ δέ μοι, τὰ πάντα κεφαλαιώσασθαι, εἰπόντι συνεπτυγμένως, ὅτι πάντα, ὅσα Θεῷ φίλα, προεχειρίζετο· καὶ ἦν τρόπῳ τοιούτῳ φιλεργὸς, ταὐτὸν δὲ φάναι, ἀγαθουργός. Αμέλει, καὶ κατά τι θεῖον τοιαύτην ἔλαγε κλήσιν. Θεοφίλαν γὰρ οἱ τε χόντες αὐτὴν ὠνόμασαν, μεταδόντες τῇ θυγατρὶ τέως μὲν ὀνόματος προσφυοῦς αὐτοῖς, ἐξ ὧν εἰργάζοντο ὕστερον δὲ καὶ πράγματι τῷ ἐξ αὐτῆς τὸ τοιοῦτον ἐπισφραγίσαντες όνομα, οἷς τὴν παῖδα τρέφοντες θεοφιλῶς ἐξεπαίδευον. Τοιαύτη δὴ ἐκτραφεῖσα ἡ μήτηρ, καὶ ὡς Θεῷ φίλον διεσκευασμένη ταῖς ἀρεταῖς, καὶ τὴν τοῦ Θεοῦ φόβον ἐν γαστρὶ λαβοῦσα, πρότερον ἐκ διδασκαλικοῦ σπόρου, εἶτα καὶ ὠδινήσασα, οἷς ἐποιεῖτο κατὰ ἐγκράτειαν, καὶ ἐπὶ τούτοις τεκοῦσα πνεῦμα σωτηρίας, καὶ ἄλλως δὲ φύσεως ἀκολουθία παῖδα συλλαβομένη ἐν γαστρὶ ἐκείνη και θηγνισμένη πνευματικῶς, προήγαγεν ἀκολούθως καὶ παιδίον, Πνεύματι ἁγίῳ πρέπον εἰ; ἐνοίκησιν. Διδ προσφυῶς καὶ αὐτὸ Φιλόθεον παρωνόμασεν ἐξ ἑαυτῆς, ἐντεῦθεν ἀρξαμένη τὸν καθήκοντα μητρόθεν κλῆρον ἀποδιδόναι τῷ υἱῷ, ἵνα τοῦ κατὰ γῆς ἔρπειν ἀναφή λας, καὶ τὴν ἀνθρωπίνην διάλεκτον κατορθώσας, καὶ γνούς, οπου μετείληχεν ἐκποδῶν ὀνόματος, ἀποξέῃ φερωνύμως τὸν φυσικὸν ἀνδριάντα πρὸς τὸ θειότερον, αιδούμενος ὄνομα οὕτω καλὴν καὶ θεῖον ἀχρειοῦν φαυλότητι πράξεων. ζ. Καὶ τοίνυν οὐκ ἐνέλειπεν ἐξομοιῶν τῇ κλήσει τὴν πράξιν, καὶ σπεύδων θειότητος εἶναι κατ' άμφω, καὶ ὥσπερ ονόματι, οὕτω καὶ πράγματι φιλοσοφών τὴν θειότητα, καὶ ἐπιγραφόμενος οὕτως εἰς θείαν εἰκόνα, καὶ Θεῷ εἰς τὸ πᾶν ἀνακείμενος· οὗ πρὸς μίμησιν ἀνωφορεῖσθαι θέλων, καὶ τὸν κάτω ὑπεραναβαίνειν ἄνθρωπον, καὶ οὐράνιος είναι εἶχε μὲν αὐτό, καὶ διὰ θεωρίας ἰδίᾳ τε, πᾶσαν ἀγαθότητα τι βαιβώσσων δίκην μελίσσης, καὶ διὰ συνεχούς δὲ μαθήσεως καὶ ἀναγνώσεως κειμηλιούμενος ἀρετὴν ἅπασαν. Οὐκ ἔφερε γὰρ, μὴ συχνά ταῖς ἱεραῖς Γρα φαῖς ἐντρίβεσθαι, καὶ ἀδολεσχεῖν ἐν τοῖς τοῦ Θεοῦ δικαιώμασι, τὰ πολλὰ καὶ εἰς τὸ κοινὸν θαμίζων τῆς ἀρετῆς διδασκαλεῖον, καὶ ταῖς ἐθίμοις τῶν πανηγύρεων συγγενόμενος, καὶ ταῖς ἐκεῖ πανδαισίαις ἐντρυφῶν κατὰ πνεῦμα εἰς κόρον, καὶ τὰ μὲν σιτιζόμενος αὐτὸς, τὰ δὲ καὶ ἑτέροις ἀποφερόμενος, καθὰ καὶ ἐν εὐαγγελικῇ σπυρίδι περισσευμάτων, ἅπερ ὁ Θεὸς εὐ λογεί. Συνεπελαμβάνετο δὲ εἰ; πλέον αὐτῷ τοῦ κατὰ θεωρίαν, ὡς ἐβρέθη, φιλοσοφεῖν καὶ ἀνάγεσθαι εἰς τὸν Υψιστον, καὶ τὸ εὐεπήβολον ἔμπρακτον, οὗ μέρος εξεργὸν καὶ τὰ τῆς γαστρὸς ὑπόκενον. Ἐξαντλῶν γὰρ
col. 147–148page 4 of 10
PG 136:147ἀεὶ τοῦ κατὰ σῶμα κεραμείου πᾶν, ὅσον ἔνικμον καὶ ὑγρόν, δι' οὗ πλαδαροῦται ἄνθρωπος, καὶ οὕτω κου φίζων τὸ γήϊον βρίθος νηστείαις, ἐφιλονείκει τῆς γῆς ἀγγελικῶς ὑπερίπτασθαι, ἀνάξιον ἑαυτοῦ κρίνων, ἐγγράφεσθαι μὲν εἰς φίλον Θεοῦ, τοῦ τῶν φώτων ὑψίστου Πατρός, προστετηκέναι δὲ τῇ μητρὶ γῇ, καὶ τοῦ αἰθερίου ἀνθαιρεῖσθαι τὸ πεδινόν τε καὶ τα πεινόν. η'. Ο δὲ οὕτω τὴν γῆν περιφρονῶν, καὶ πρὸ; μη δέν τι τῶν κατ' αὐτὴν κεκυφώς, πῶς οὐκ ἂν καὶ δι' εὐχῶν εἰς τὸ ὅμοιον εὐοδοῖτο καλόν; Εσχόλαζε τοίνυν καὶ πιδῶν ὀρθίᾳ στάσει ἐφ᾽ ἱκανὸν, καὶ χειρῶν ἀνα τάσει πρὸς τὸν ἄνω δυνάμενον ἔλκειν τὸν καὶ ἀσφα λῶς βεβηκότα, καὶ στερεῶς ἑστῶτα, καὶ χεῖρας ἅμα καὶ ψυχὴν ὅλην πρὸς αὐτὸν ἀνατείνοντα. Καὶ οὕτω μὲν ὅλος ἦν τῆς ἀνωτάτω ὑψώσεως· εἰ δέ που καὶ τῆς γῆς διὰ τὸ φυλετικὸν συγγενές, ἐποίει μὲν καὶ αὐτό, οὐχ ὥστε μὴν καὶ ἀχρειῶσαι τὸ ἀνθρωπικών ὄρθιον, ἀλλὰ καὶ αὐτὸ φυλάξαι, καὶ τῇ μητρὶ γῇ χα ρίσασθαι. Ηνυς δὲ αὐτὸ, γόνατα κλίνων συνεχώς, καὶ ταχὺ ἐξανιστάμενος, ἐκεῖνο μὲν γῆς καὶ εἰς γῆν, τοῦτο δὲ οἷα καὶ φυτὸν πεφιλοσοφημένος οὐράνιον. Καὶ εἶχον αὐτὸν ἡ τοιαύτη πυκνὴ εὐκταία πτῶσίς τε καὶ ἀνάστασις καὶ σχεδόν τι καὶ δίχα πόνου· τὸ γὰρ ἐξ ἐγρατείας ὑπέρισχνον τῆς σαρκὸς ταχὺ τῆς γῆς ἀπανίστα τὸν ἅγιον, ὡς εὐπετέστερον εἶναι τοῦ και τακλιθῆναι τὸ ἀνανεῦσαι, καθά που καὶ θάλος εὐφυὲς βραχύ τι κύψαν ἐκ καταπνοῆς, εἶτα θάττον ἀνατρέχει πρὸς τὸ εὐθύ. θ. Τί δὲ ἀλλὰ τὴν σάρκα ὑποκενῶν, καὶ εἰς λαγα ρὰν ἀποκαθιστῶν, ἐχρηματίζετο ἄλλως ἐντεῦθεν κατά τοὺς κίμβικας, καὶ τὴν σύμφυτον ἀποθήκην διάκενον ἀφιεῖς, ἀνεπλήρου τὴν ἔξω καὶ πρόσθετον, και που καὶ καθελεῖν αὐτὴν ἐμελέτα καὶ ἀνεγεῖραι μεί. ζονα; Ούμενουν. Αλλ' ἡ μὲν γῆ καὶ ὁ ἐξ αὐτῆς πλοῦτος καὶ ἡ λοιπὴ κατὰ βίον μέθοδος, εὐλογουμένη παρὰ Θεοῦ, μεστὸν αὐτὸν ἐποίει πάντων, ὅσα μακα ριστὰ τοῖς περὶ γῆν· τὸ δὲ κοινωνικὸν καὶ φιλάλληλον καὶ φιλάνθρωπον, τῇ εὐαγγελική παραγγελία προσαυξόμενον δι' ἧς προκαλεῖται ὁ ἐχέφρων ἄνθρωπος, ἀποτίθεσθαι τὸν περιττὸν ἐν βίῳ φόρτον, καὶ ἀνατιθέναι πτωχοίς, καὶ οὕτω γινόμενον εὔζωνον εἰς ὀδὴν θείαν, καὶ ἀληθῶς εὐθεῖαν, εἰ καὶ ἄλλον τρόπον τραχεῖαν τὰ κατ' ἀρχὴν τοῖς ἑλομένοις ἀκολουθεῖν προηγουμένῳ τῷ Θεῷ εἰς τὰ κρείττονα, ἔπειθον τὸν ἅγιον, ἐξ αὐτοῦ κλίνειν εἰς ἑτέρους τὸ ἀγαθὸν, καὶ τὸ ἐκ Θεοῦ φιλοτίμημα μεταγειν εἰς τὸ ὁμόφυλον, καὶ τοιαύταις ἀποθήκαις (γαστέρες δὲ αὗται πενήτων) πιστεύειν, ὅσα ὁ Θεὸς ἐνεδαψιλεύετο. Καὶ ἦν τοῦτο πηγῆς ἀεννάου καὶ ἀποῤῥύτου μίμημα. Ανέβλυζε μὲν γὰρ τῷ ἁγίῳ ἐκ τῶν ἀβύσσων τοῦ Θεοῦ ταμείων τὰ λώονα· ὁ δὲ ὀλίγα τῇ περὶ αὐτὸν γῇ, τῇ σαρκὶ, ἐπιχέας, εἰς ὅσον ὑγράνασθαι τὸ ἱκανὸν, καὶ χλόην ἀναθῆλαι, ὁποίαν καὶ ὁ μακάριος Δαυὶὸ ἀγαπᾷ, σκη νοῦντος αὐτὸν τοῦ Θεοῦ εἰς τόπον τοιοῦτον χλοερὸν, τὸ λοιπὸν τῆς πηγῆς ἐξέπεμπε, πιαίνειν τὰ ἐφεξῆς, καὶ λύειν αὐχμεν, ὁποῖον ἡ πενία τοῖς ἐνδεέσιν επι ψηφίζεται. Καὶ ἡ τοιαύτη δύσις αὐτῷ ἐγίνετο οὔτε ὑποκριτικῶς (εἰ μή τι; καὶ τὸν ἐξελθόντα σπείραι τον
col. 149–150page 5 of 10
PG 136:149σπόρον αὐτοῦ εἰς ἐπόψιον ἐλπίδι συγκομιδῆς πλείονας τῆς διὰ Θεοῦ, προφάσει λέξει σπείρειν, οὐδὲ μὴν πεφεισμένῃ χειρί. Οὐκ ἐφίλει γὰρ οὐδὲ φλέβιον γῆς ἢ πέτρας ἰσχνὸν, εἰς ὅσον μὴ προῤῥέει θεραπείαν είψους. Απῆν δὲ ἐκείνου καὶ τὸ ἐν τοῖς τοιούτοις ἄγριον. Μετεδίδου γὰρ μετὰ ἱλαρότητος, ὁποίαν φιλεῖ θεὸς, ὁ καὶ ἐλεημοσύνην ἀγαπῶν καὶ δότην οὐ τὸν ἁπλῶς, ἀλλὰ τὸν ἱλαρόν. Καὶ ἦν καὶ αὐτὸς οὕτω που ταμὸς ἐλεημοσύνης, κροτῶν χειρὶ κατὰ τὸν Ψαλμῳ δέν. Ἔχαιρε γὰρ ἐλεῶν, καὶ ὡς οἷον ἐκράτει χαρμόσυνον, οὐ δαπανᾷν δοκῶν, καὶ τὸ ταμεῖον ἀφιέναι κενόν, ἀλλὰ πλουτίζεσθαι, καὶ μεστὸς εἶναι, οἷα ἀναπληροί τοὺς χρήζοντας, τὸ δὲ μεῖζον εἰπεῖν, Θεός γίνεσθαι, είπερ ὁ εὐεργετῶν Θεὸν μιμεῖται εἰς δύναμιν. Μᾶλλον μὲν οὖν αὐτὸς ἠγαλλιᾶτο διδούς, Υπερ άλλος τις λαμβάνων· καὶ ἦν ὄρος αὐτῷ πλούτου τὸ δανείζειν θεῷ, οι μυριότοκος ἡ ἀνταπόδοσις. ι. Καὶ οὕτω μὲν αὐτὸς βίου πορισμὸν τὸ ἀποδιούν 10. τοῖς ἀδελφοῖς ἔκρινεν, εἰς Θεοῦ κρίνον ἀποκαθιστών ἑαυτὸν γνωματεύων, εἴπερ ἐνδύει γυμνούς, καὶ πόσ δας εὐθετίζειν εἰς Εὐαγγελίου ὁδὸν μεθοδεύων, εἰ τοὺς ἀνυποδέτους περιστέλλει, καὶ βρῶμα λογιζόμενος οι κεῖον, εἰ χορηγεῖ τοῖς δεομένοις τὰ χρήσιμα, καὶ οὕτως ἐκπληρῶν καὶ αὐτὸς ἀποστολικῶς τὸ πᾶσι τὰ πάντα γίνεσθαι. Ἐπεὶ δὲ πολλαὶ ὁδοὶ πρὸς τὴν τῆς ἀρετῆς ἀκρόπολιν, εἰς ἦν ὁποῖα καὶ Θεοῦ ὄρος ὁ μέσ γας Φιλόθεος ἀνατείνων τοὺς ὀφθαλμούς, καὶ τὴν ἐκεῖθεν βοήθειαν προκαλούμενος, αὐτῆς ἐγλίχετο, καὶ τὴν ἐκεῖ ἀνάβασιν διὰ πάντων ἐπραγματεύετα (δοκεῖ δὲ τοῖς πλείοσιν ὑπερέχειν τῶν ἄλλων ὁ μονή ρης καὶ ἀπέριττος βίος, καὶ τὸ μηδὲν ἔχειν, ἀλλ' ἕκαστον άνθρωπον μόνον ἑαυτὸν ἐπισκέπτεσθαι· καὶ διὰ τοῦτο οἱ ἀνακεχωρηκότες τόποι ζητοῦνται καὶ ἐρημάζονται, πολλοὶ δὲ καὶ σπηλαίοις διὰ τοῦτο ἐαυ τοὺς παραβύουσι, κρυπτόμενοι τὸν ἄνθρωπον, καὶ εἰς γῆς ὁπὰς παραδύονται, καὶ ἄλλα ποιοῦσι, δι' ὧν ἐκφευξοῦνται τὰς ἀγορᾶς, καὶ τὸν ἐν βίῳ φανητια σμὸν, καὶ τὴν σύγχυσιν, τὰ πολιτικὸν καὶ σύμβιον ὀκνοῦντες φιλεῖν, ὡς μὴ δυνάμενον προσάγειν Θεῷ), αὐτὸς καὶ τἆλλα μὲν πολλὰ σκεψάμενος, ἐπέκρινε καὶ ἀπεδέξατο, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθε μένας εἶναι, καὶ αὐτὰ πρὸς τὴν ὕψιστον ἀρετὴν ἐθεώρησεν· οὐκ ἐξουδένωσε δὲ οὐδὲ τὴν προγονικὴν ζωήν, καθ' ἣν πατέρας ἔσχομεν τοὺς ἀρχεγόνους προπάτορας. Συνελογίσατο γὰρ, θέατρον εἶναί τι καὶ τὸν καθ᾿ ἡμᾶς βίον, θεαταῖς μὲν συγκροτούμενον τοῖς καθ᾽ ἕκαστον τῶν βιούντων ἀνθρώπων, ἀγωνοθέτῃ δὲ βραβευτῇ τῶν ἄθλων πρυτανευόμενον τῷ μεγάλῳ Θεῷ, ἀεθλευταῖς δὲ πονούμενον τοῖς ὅσοι ζῶσι κατ' άρε τὴν, οἷς ὁ ἀγὼν οὐ πρὸς σάρκας, ἀλλὰ πρὸς τὰ πνευ ματικὰ τῆς πονηρίας, ὧν σπούδασμα, προσβάλλειν ἀνθρώποις, καὶ καταβάλλειν, καὶ οὕτως αὐτοῖς ἀεὶ κατ θίστασθαι εἰς ἀντίπαλον. Διὸ καλὸν μὲν εἶναι, καὶ εἰ καταμόνας ἀποδυσάμενός τις πυγμαχεῖ καὶ νικᾷ κατὰ τοῦ δαιμονίου φύλου, μόνου τοῦ παμβασιλέως ἐφορῶντος Θεοῦ, εἰς ὃν ἅπας ἀθλητὴς ἀνατείνει τὸν νοῦν, τὸ πάντιμον στέφος ἐκεῖθεν ἐκδεχόμενος, δ
col. 151–152page 6 of 10
PG 136:151τοὺς τοιούτους νικηφόρους κοσμεῖ· χρῆναι δὲ ἄλλως, καὶ ἐπὶ θεατῶν πάνυ πολλῶν παγκρατιάζειν τε, καὶ τοὺς λοιποὺς ἐξανύειν ἀγῶνας κατὰ πνεῦμα. Οὕτω γὰρ ὁ ἐπ' ὄψεσι μυρίαις καταῤῥιπτῶν τὸν ἀντίμαχον οὐκ ἂν ἐντρέποιτο τὸν μονάζοντα, ὑπεραναβαίνοι δὲ ἂν εἶμαι τῷ κατορθώματι. Ὁ μὲν γὰρ μονάζων ὡς ἐπὶ σταδίου λείου καὶ μηδὲν τὸ συμποδίζον ἔχοντος, καὶ παλαίει, καὶ θέει, καὶ πὺξ πονεῖται, καὶ τἆλλα τοῦ ἀγῶνος ποιεῖ· ὁ δὲ περὶ μέσας ἀγυιὰς κόσμου θεῖος ἀγωνιστής, τριβόλων υπεστρωμένων, ὃς καὶ ἀναφύει καὶ ὀξύνει συρφετώδης βίος, ἔτι δὲ καὶ λίθων ὑποκειμένων μυρίων προσκόμματος, ἀεθλεύει διὸ καὶ νικήσας ἔχει τι καὶ πλέον ἐπικόσμημα, τά τε ἄλλα, καὶ ὅτι καὶ ἄλλους εἰς τὸν ἔμοιον προκαλεί της ζῆλον, καὶ οὕτω πληθύνει τοὺς κατὰ Θεὸν αριστεῖς. Εἰ δὲ ὁ τὸν μονάζοντα ἀθλητὴν βλέπων ἐν τῷ κρυπτῷ, ἀποδίδωσιν ἐν τῷ φανερῷ, οὐκ ἂν τὸν ἐν τῷ φανερῷ ἀθλοῦντα, καὶ οὕτω διεκφυγόντα τὸν Οὐαὶ τῷ ἐνὶ, ο καὶ τὸ ἀνέγερτον ἐν τῷ καταπεσεῖν, ἀφήσει δικαίας ἔξω ἀνταποδόσεως; Οὕτω καὶ ἥλιος καλὸς μὲν (ἐπεὶ καὶ ἥλιος), ὅτι ὑπὸ γῆν ὁδεύει, καὶ οὐδεὶς αὐτῷ ἐπιβάλλειν ἔχει τὴν ὄψιν· τῷ παντὶ δὲ καλλίων, ὅτι ἀνατείλας ποιεῖ τὰ κατ' αὐτὸν καλὰ, οἷς αὐτὸν ὁ Θεὸς ἐνέλαμψε μέχρι καὶ δύσεως. Εἰσὶ δὲ καὶ Θεοῦ ἀόρατα· ἡμῖν δὲ ἀλλ᾽ ἀκατάληπτα καὶ θαυμαζόμενα τὰ ὁρατὰ τούτου, εἴτ᾿ οὖν θεωρητά. ια΄. Ταῦτα καὶ ἔτερα (εἰσὶ δὲ ἀληθῶς πολλὰ τοι αῦτα) καθ' ἑαυτὸν διαλογιζόμενος ὁ ἐκ παίδων τὰ θεῖα σεσοφισμένος Φιλόθεος, ἐπόθει μὲν καὶ τὴν ἀναχώρησιν, καὶ τὴν τοὺς πηλοὺς λανθάνουσαν ἄσκη σιν· ταλαντεύσας δὲ ὅμως ἐν ἀκριβεῖ σταθμώματι τὸν μονίαν βίον καὶ τὸν πολιτικόν, τοὺς κατὰ Θεὸν, ὡς αὐτὸς διεῖλε, καὶ διελὼν ἐπέκρινεν, ἐγένετο τοῦ κατὰ βίον ἐναρέτου πολιτεύματος· ὅ καὶ ὁ μακαριώτατος Ἰὼβ προελόμενος εὐδοκίμησεν, ὡς οὐκ οἶδ' εἰ τις τῶν πώποτε. Καὶ δὴ μεθοδεύσας εγκώμια γάμου μυρία ὅσα, καὶ ἐθελήσας, ὥσπερ αὐτὸν οἱ γεννήσαντες, οὕτω καὶ αὐτὸς ἀφεῖναι καλὸν ὅμοιον ἐν τῷ κόσμῳ, διαδοχήν τιμίαν, ἐπιγονὴν μακαρίαν, εύλο γητὸν σπέρμα, κοινοῦται τὸ σκέμμα τοῖς γειναμένοις· καὶ αὐτοὶ ἄσμενοι τὸν τοῦ υἱοῦ λόγον προσίευ ται, μεμφόμενοι μὲν ἑαυτοὺς, ὅτι μὴ προήρπασαν τὴν βουλὴν, χαίροντες δὲ, ὅτι καὶ ἐνταῦθα πατρώζει ὁ παῖς. Καὶ αὐτίκα μελετῶσι τὴν ἐκπεφωνημένην σύζευξιν· καὶ τὸν μόσχον αὐτοὶ ἔχοντες, ὃς ὑπὸ εὐα λογημένον ἔσται ζυγόν, ἐπεζήτουν τὴν δάμαλιν· καὶ ταχὺ εὑρηκότες, συνήγαγον τοῦτόν τε καὶ ἐκείνην ἀλλήλων ἀξίους· καὶ ζεῦγος Θεοῦ δι' αὐτῶν ἀπετέλεσαν, δεξιὸν καὶ ἀροῦν καὶ σπείρειν καὶ φορτηγεῖν τὰ σωτήρια. θεὸς δὲ ὁ τούτους ἐπιλεξάμενος, καὶ φυτὰ παραδείσῳ πρέποντα ἐνθέμενος τῇ τῶν ὑψι κιανῶν γῇ, οὐκ ἀφῆκε μὴ τελεσφορῆσαι αὐτὰ καὶ βίζωμα στερέμνιον, καὶ πρέμνου ἀναδρομήν, καὶ βλάστην αδράν, καὶ καρποὺς ἐν καιρῷ εὐγενεῖς ἀλλὰ θέλημα τῶν φοβουμένων αὐτὸν κἀνταῦθα ποιῶν, ἐπλήθυνε τὸν οἶκον τῷ Φιλοθέῳ ταῖς διὰ τέκνων
col. 153–154page 7 of 10
PG 136:153ἐπιγοναῖς, καὶ αὐτῶν οίων επισπᾶσθαι πατρός τε ἀγαθοῦ εὐλογίαν καὶ μητρὸς ἐπὶ τέκνοις εὐφραινομένης. ιβ. Τὸ δὲ ἐντεῦθεν (ἵνα μὴ τῷ καλῷ τῆς πρώην ἀρετῆς παραμιχθείη τι τῆς ἐν βίῳ φαυλότητος, μηδὲ ὁ κατὰ κόσμον κάματος τοῦ καλοῦ τούτου ζεύγους τὸν πρώην σίτον αχρειώσῃ ζιζανίου παραφυάδι), ἄλλη μέθοδος ἀρετῆς τῷ ἁγίῳ ἦν περισπούδαστος. Εαυτόν τε γὰρ ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἑτήρει, ὁ αὐτὸς ὢν τὰ εἰς ἀρετὴν, καὶ μὴ ἀλλοιούμενος, καὶ τὴν ὁμόζυγα εἰς ὅμοια εὔθυνε· καὶ κατώρθουν ἐπίσ σης τὸ τοῦ Θεοῦ ἔργον ἀμφότεροι. Καὶ οὐκ ἦν ζυγομαχεῖν αὐτοὺς, πολλῷ δὲ πλέον οὐδὲ παραστρεῖν. Ἐνεθυμοῦντο γὰρ τὰς παλαιὰς συζυγίας τῶν τοῦ Θεοῦ ἀνθρώπων, οι βοηθοὶ πρὸς Θεοῦ δεδομένοι ἀλ λήλοις, εργάται ἦσαν ἐκείνου ἄξιοι. ιγ΄. ὡς δὲ ταῦθ' οὕτως εἶχε, καὶ ἐχρῆν τὸν τοῦ Θεοῦ πελάτην ἐγγυτάτω πλέον ἐκείνου γενέσθαι (Έδει δὲ καὶ ἄλλως τὸν ἀεὶ θεωρητικὸν ἐπιτεῖναι τὴν διό βασιν, καὶ ἀντὶ νπεροῦ νοῦν ὡς ἐξὸν ἀποτελεσθῆναι, καὶ εἰς ἀγγελοειδὲς ἀναχθῆναι), γίνεται πρὸς ἐπι θυμίας αὐτῷ, καὶ εἰς ἱερωσύνης ὕψος ἀναπτῆναι, καὶ οὕτως ἐγκαταμίξαι τοῖς τοῦ Θεοῦ παραστάταις ἑαυτόν, τεχνησάμενος τὴν ἀρχὴν μὲν πρὸ πυλῶν ῥιπτεῖσθαι Θεοῦ, ὅτε τὰ κατ' ἀρετὴν εἰσαγωγικά ἐπονεῖτο· εἶτα καὶ ζητήσας εὐαγγελικῶς εἰς εὔρε σιν, καὶ κρούσας εἰς ἄνοιξιν· μετὰ δὲ εἰσελθὼν καὶ ἰδὼν τὸν ποθούμενον, καὶ ἀκολούθως ἐγγίσας, καὶ ἐπὶ πᾶσιν ἐνωθεὶς, εἴτε καὶ ἀνακραθείς, ὥσπερ τῷ πέθῳ αὐτοῦ, οὕτω καὶ ταῖς ἐκεῖθεν ἐλλάμψεσιν ιδ'. Ὡς οὖν καὶ τοῦτο καλὸν ἦλθεν αὐτῷ ἐπὶ νοῦν, καὶ ἐξεφάνθη, καὶ ἐκτελεῖσθαι ἤρξατο, καὶ ὁ ἱερὸς κανὼν ἐζήτει τὴν ἐκ μαρτυριῶν σύστασιν· ἦν ἰδεῖν ἐνταῦθα οὐ προσκαλουμένους τοὺς μαρτυρήσοντας ἀρετὴν παντοίαν αὐτῷ, οὐδὲ πρὸς ἀξίωσιν λαλοῦντας, ἢ ἄλλο τι ἐφολκὸν, ὁποῖα πολλὰ ἐν τοῖς τοιού τοῖς τεχνάζονται οἱ μὴ κατ' ἀρετὴν αὐτόθεν προλάμ ποντες, ἀλλὰ νόθον φῶς ἐπικτώμενοι. Οὐ τοίνυν κλητοὶ καὶ ὡρισμένοι παρήγοντό τινες μάρτυρες" ἀλλὰ ἅμα περιήλθε φήμη τους έγχωρίους, ὡς ὁ τοῦ Θεοφίλου βίος πολυπραγμονεῖται, εἰ ἐκλάμπει, καὶ προφανῆναι ζητεῖται εἰς ἱερωσύνην προκαλουμένου καὶ ὡς εἰς γλῶσσαν μίαν συντακέντες ἅπαντες καὶ ἐνθεάζοντες ἐμεγάλυνον τὸν ἄνδρα, οὐκ ἀγνοούμενον οὐδὲ τοῖς ἐρωτῶσι τὰ κατ' αὐτόν. Κανόνος γάρ εύο Ουτάτου ἐκεῖνοι ἐπλήρουν παράγγελμα· οὐ μὴν ἄλλως ἡκριβοῦντο πρὸς ἄγνοιαν. Ετελέσθη γοῦν καὶ τὸ ἱερώτατον οὕτως ἐπ' αὐτῷ χρίσμα, καὶ εἰς ἱερέα καταστὰς, οἷα καὶ φωτὸς ἄγγελος καὶ φλόγεος λει τουργός, οὐκέτι μιμητὸς ἦν, οὐδὲ οἷος ἔχειν ἀνθάμιλλον· ἀλλὰ διπλασιάσας τὴν, ὡς ἄν τις εἴπῃ, διὰ πασῶν ἀρετὴν μολπῶν, καὶ τὸ ὑπέρτονον ἁρμοσάμενος, ἀγγελικὴν ἐμμέλειαν ἀνεβάλλετο, ταῖς ἱεραῖς παραμένων εἰς πλέον συνάξεσι, θείοις ψαλμοῖς καὶ ὕμνοις προστετηκώς, ἀναγινώσκων τὰ μὲν ἐπ' ὠφε λείᾳ τῶν ἀκροωμένων, τὰ δὲ καὶ καταμόνας εἰς θησαύρισμα ψυχῆς, νῦν μὲν ἑαυτῷ ἀποτιθέμενον τα ο
col. 155–156page 8 of 10
PG 136:155λαύειν ἐθέλουσιν. μιευτικῶς, αὔριον δὲ προβλησόμενον καὶ τοῖς ἀπο οι αι ιε'. Οἶκος δὲ αὐτῷ ἦν ὡς τὰ πολλὰ ὁ τοῦ Θεοῦ οἶκος, ἐν ᾧ οἷον πεφυτευμένος κάρπιμον ἔθαλλεν. Ολίγα οὖν ὁ ἥλιος αὐτὸν ἑώρα ἐμφιλοχωροῦντα τοῖς πρώην συνήθεσιν, ὁπότε τυχὸν ἐπισκέψασθαί τι ἔδει τῶν ὅσα τοῖς κατὰ κόσμον ἀναγκαιότατα· ὁποῖον δή τι καὶ ἡ περὶ γῆν αὐτῷ ἐργασία. Ηγάπα γὰρ οὐ μόνον θητικαῖς χερσὶν ἀνασκάλλειν τὴν γῆν εἰς παντοδαπὸν φύτευμα, ἀλλὰ καὶ χερσὶ πονεῖσθαι περὶ αὐτὴν, εὐγενὲς τοῦτο ἐπικρίνας ἔργον εἶναι καὶ ἀν θρώπῳ προσῆκον. Δυεῖν γὰρ τούτων, γῆς τε καὶ θαλάσσης, ταύτης μὲν ἡ ἐργασία επείσακτος ὕστε ρον χρόνου, καὶ οὐδὲ πεφιλημένη τοῖς ἐθέλουσι μα κρά τε ζῆν καὶ ἀκίνδυνα· γῆ δὲ ποθουμένη, ὅσα καὶ μήτηρ, φιλεῖ τε καὶ ἀσπάζεται τοὺς κυπτάζοντας περὶ αὐτὴν, καὶ τὸν ᾿Ασφάλιον προϊσχομένη συντηρεῖ τοὺς γεηπονοῦντας εἰς καίριον. Καὶ ἔστιν ἡ γεωργία ή όπωσοῦν ἀγαθὸν ἀρχέγονον, πλουτοποιὸν ἔργον, ἀκίνδυνον καλόν, τέχνη συγγενὴς ἀνθρώποις. ις. Ταῦτά τε οὖν, καὶ ὅσα τοιαῦτα σεμνὰ τῆς γεωργικής, καθείλκε τὸν Φιλόθεον εἰς αὐτὴν, καὶ ὅτι τοῦ κατὰ σῶμα πηλοῦ ἐξικμάζει, καὶ οὕτω στι γανὸν ἐκεῖνον ποιεῖ καὶ καρτερικὸν εἰς ἔργα. ἐφιλοσόφησε τοίνυν, δέον εἶναι κανταῦθα ἐπικρἶναι τὸ κρεῖττον· καὶ εἰδὼς ὑπόσον ἱδρῶτα εἰς δέον ἐκβλύζει τῶν σαρκῶν ὁ γεωπονῶν, καθότι καὶ ἐν ἱδρῶτι προσ ώπου φαγεῖν τὸν ἄρτον ἡμῶν κατακεκρίμεθα, καὶ ταλαντεύσας πρὸς ἐκεῖνον τὰ ἐξ αὐτοῦ καλά, καὶ καθέλκειν αὐτὰ ῥοπῆς λόγῳ διαγνούς, γίνεται τῆς τέχνης ταύτης εἰς βίου τε πορισμὸν καὶ τῆξιν σαρ κῶν· καὶ ἀρετὴν ἐν ταυτῷ καὶ βίον τεχνώμενος, καὶ οὕτω ποριζόμενος τὰ ἐκ γῆς ἀγαθὰ διαβαίνοντα καὶ ἐς ψυχὴν, τοῖς τε οἰκείοις ἐπεμέτρει τὸ ἀρκοῦν, καὶ τοῖς δεομένοις ἐκ δικαίων πονημάτων ἐσιτομέ τρει τὰ δέοντα. Οὐδέποτε γὰρ ἀνίει ἐξαντλῶν τὴν παρ' αὐτῷ περιούσιον δεξαμενὴν τοῖς διψῶσιν αὐτῆς, οὐ τοσοῦτον. ἑαυτῷ καὶ τοῖς αὐτοῦ πονούμενος, εἰς ὅσον τοῖς ἐν Χριστῷ ἀδελφοῖς. ιζ'. Ησαν δὲ ἄρα πάντα ταῦτα τῷ ἁγίῳ οὐ μόνον αἴτια τοῦ ἁπλῶς ἐν βίῳ σεμνύνεσθαι, καὶ εὐκλείαις ἐλλάμπεσθαι, καὶ ἐν λόγοις καὶ ἐν ἔργοις εἶναι περί βλεπτον, δι' ὧν θεωρία κατορθοῦται καὶ πρᾶξις ἀλλὰ καί τις μεγίστη προσθήκη ἐκ Θεοῦ, ὁποίαν αὐτὸς οἶδεν ἐπιμετρεῖν τοῖς ἄκρως ποθοῦσιν αὐτὸν, ἐξαριθμούμενος τὸν πόθον, καὶ ἀντάλλαγμα διδοὺς τὸ μεγαλεῖον τῆς δόσεως. Δίχα γὰρ τοῦ ἄλλως βοη θεῖν τοῖς χρήζουσι διά τε εὐχῶν καὶ ἀλοιφῆς (ἐλαίου ἀγαλλιάσεως, κατὰ τὸν Ψαλμῳδὸν), καὶ χειρῶν ἐπι θέσεως, καὶ τεράστια κατειργάζετο θαύματα, άρτους τε καὶ λοιπὰ σἶτα ἐξ ἀφορμῶν ὀλιγίστων εἰς πολὺν ἀριθμὸν πληθύνων, κατὰ τὸν ἀψευδῶ; ἐπαγγειλάμενον Κύριον, ὡς οἱ αὐτὸν θεραπεύσαντες, ὁ ἐκεῖνος ποιεῖ, καὶ αὐτοὶ ποιήσουσι, και που καὶ μείζονα
col. 157–158page 9 of 10
PG 136:157καὶ ταμιείων οὐδὲν ἐχόντων, ἀλλὰ παντελῶς διακένων, ἐκφορῶν τοῖς ἐν ἐνδείς τὰ χρήσιμα, καὶ οὐ μόνον αὐτό, ἀλλὰ καὶ οἶνον σχεδιάζων κατὰ τὸ ἐν Κανά θαῦμα τὸ εὐαγγελικὸν, καὶ οὕτως ἄρτῳ μὲν στηρίζων, οίνῳ δὲ εὐφραίνων τὰς τῶν δεδιημένων καρδίας. Λέγεται γὰρ καὶ πιστεύεται, ότι καιρός τις ἦν τότε, καὶ οἶνος οὐκ ἦν τοῖς αὐτοῦ ἐπι δεέπ. Καὶ αὐτοὶ μὲν ἐλάλουν τὰ πρὸς ἱκεσίαν, ὑπὲρ οὗ ἐλείποντο· ὁ δὲ Θεὸς ἐπήκουε, καὶ τῷ αὐτοῦ θεράποντι Φιλοθέῳ ἐπιτάξας, κατεπράξατο δι' αὐτοῦ τὸ καλόν. Ποτάμιον γάρ τι αὐτοῦ που παραῤῥέον, ἔνθα ή δέησις, εἰς οἶνον μετέβαλε, σταυρὸν τυπώσας καὶ ἐπευξάμενος. Εἰ δὲ πέτρα παλαιτάτη ἐκείνη βάσοῳ πληγείσα ὕδωρ εξέρρηξε, και τις γῆ μέλι καὶ γάλα θαυμασίαν ἔφηνε σύμβοιαν, καὶ ποταμοὶ δὲ, οἱ καὶ αὐτοὶ γραφικοί, εἰς αἷμα μετετράπησαν· πα ριπηκτέον ταῖς μεταβολαῖς ἐκείναις καὶ οἶνον τοῦτον ποταμῷ ρεύσαντα, οὐ σταφυλῆς αὐτὸν αἷμα, εἴποι ἂν ὁ μωσαϊκῶς ληνοβατῶν, δεξιᾶς δὲ Ὑψίστου βροχὴν ἐκούσιον, ἀφωρισμένην τοῖς δεομένοις αὐτοῖς. Καὶ δὴ θεωρητέον ἐνταῦθα, ὅτι Θεοῦ δεδωκότος, τοῦ τῶν θαυμασίων, τοῦ τῶν τεράτων, τοῦ τῶν δυνάμεων, τοῦ τῆς ἀληθείας, ἰδοὺ θαῦμα τοῦτο μείζόν τι τοῦ ἐν Κανᾷ, καθάπερ αὐτὸς ἐπηγγείλατο. Οὐ πίθοι γάρ, οὐδὲ πιθάκναι, οὐδὲ ἀμφορείς, οὐδὲ λάγυνοι, οὐδὲ βίκοι, ποτάμιον δὲ ὅλον οίνῳ βλύζον διὰ τοῦ Φιλο θέου, προῤῥέει τοῖς ἠξιωμένοις τοιούτου τέρατος. Καὶ τοῦτο μὲν οὕτω πρὸς χρηστότητα συμποσιακήν. ιη'. Ἐπεὶ δὲ πολλὴ καὶ ἐν ταῖς θαυματουργίαις διαφορὰ ταῖς ἐκ τῶν τοῦ Θεοῦ ἁγίων (αἱ μὲν γὰρ αὐτῶν ὑγιάζουσιν, αἱ δὲ τρέφουσι, τινὲς δὲ καὶ τὸ ἄλλως ἐνδέον ἀναπληροῦσιν, ὅτε τινὲς δέονται, τὰ μὲν ἀπάγουσαι, τὰ δὲ παράγουσαι, ἔστι δ᾽ ὅτε ἀπο τελούμεναι καὶ πρὸς φόβον καὶ ἔκπληξιν, ὁποία καὶ ἡ τῆς κατηραμένης συκῆς, δι' ἧς τὸ Ἰουδαϊκὸν φύσ λον, καὶ ὅσον δὲ ἄλλο τοιοῦτον, τὴν τοῦ Θεοῦ ἐξεπλάγη δύναμιν, ὡς μὴ μόνον ζωογονοῦντος, ἀλλὰ καὶ θανατοῦν δυναμένου, μηδὲ μόνον τὸ κατὰ ὑγίειαν ὑγρὸν χορηγοῦντος, ἀλλὰ καὶ ἀποξηραίνοντος), ἐνήρ γησε καιροῦ λαλοῦντος καὶ ὁ Φιλόθεος θαῦμα, σκοπού τινος τοιούτου ἐχόμενον· Λίθον γὰρ οὔτε χερσὶ λη πτὸν, οὔτε ώμοις φορητόν, οὔτε οἷον κυλίεσθαι, ἀλλὰ γῆς ἄχθος εἶναι, καί τι καὶ βλάπτειν, ὁποῖα πολλά γίνεται, λόγον ἐπιπέμψας, ὅσα καὶ μοχλὸν εὐμήχανον, οὐ μόνον διώχλισεν ὑποσαλεύσας, ἀλλὰ καὶ μετα έθηκε. Καὶ ἦν ἀναλάξευμά τι καὶ τοῦτο θαῦμα ἐκεί νου, ὃ δίδωσιν ὁ Θεὸς τοῖς αὐτοῦ μαθηταῖς, ἐπαγγειλάμενος, καὶ ὄρη μετακινεῖν αὐτοὺς ἐπιτάσσοντας, καὶ μεταβιβάζειν ἐκ τῆσδε βάσεως εἰς ἄλλην ἑλκόμενα πίστεως πείσμασι. Τίς οὐκ ἂν ἐνταῦθα ἐξεπλάγη τὸν μέγαν Φιλόθεον, οὕτω καὶ τοῖς ἀψύχοις ἐπιτάττειν δυνάμενον, καὶ τὴν ἐπιταγὴν βλέπων εἰς έργον προβαίνουσαν; Εγκοπή παντὸς κακοῦ τὸ τοιοῦτον θαῦμα. Οὐκ ἂν ὡρογλύφησεν, οὐκ ἂν οἰκίαν πρὸς οἰκίαν ἤνωσεν, οὐδὲ ἀγρὸν πρὸς ἀγρὸν, εἰ οὕτω δύναται ὁ Φιλόθεος διασπᾶν καὶ μεταβιβάζειν ἄχθη βαρύτητα, ἐν χρῷ γῆς κείμενα, καὶ ἀκριβῶς εἰπεῖν, ἀμετάθετα. Τὸ δὲ ὅλον φάναι ἄλλως· οὐδεὶς τοιοῦτον
col. 159–160page 10 of 10
PG 136:159ἡ ἰδὼν ἐνδύναμον ἀπειλητῆρα, ευρεύνατο ἂν ἁμαρ τίαις ἐπιβαλεῖν, αἵτινες εἰς ἀκοὴν τῷ ἐκδικητῇ Φιλο θέῳ ἐλεύσονται. ιθ'. Οσα δὲ καὶ ἄλλα ἔτι ζῶν ἀπετέλεσε, θαῦμα προκαλούμενα, ἔστιν ἐκ τῶν ἐκεῖσε κατὰ χώρα πορίζεσθαι τοὺς ἐναρέτως φιλακροάμονας, καὶ τὰ ἐς ψυχικὴν ἐμπορευομένους ὠφέλειαν, τὰ μὲν ἐξ ἱστο ρίας ἀναλεγομένων, τὰ δὲ καὶ εἰσέτι πειρωμένων τῆς τούτων θαυμασιότητος. Ἡμῖν γὰρ οὐ καιρὸς ενδιατρίβειν αὐτοῖς ἐπὶ πλέον, προθεμένοις ἐκ βραχυτάτων τινῶν ἐμφῆναι τὸ μεγαλεῖον τοῦ κατὰ τὴν Φιλόθεον πολιτεύματος. Διόπερ ενός τινος ἢ καὶ δευτέρου τῶν τούτου ποιησάμενοι μνείαν, καὶ αὐτῶν οὐχ οἴων ἐξ ἐπι ζωῆς τοῦ μεγάλου, ἀλλὰ μετὰ ἀπο βίωσιν, δι' ἧς ἀμέσως τῷ παμβασιλεῖ παρέστη Θεῷ, ψυχὴ ἀκραιφνής, νοῦς αὐτόχρημα, καταλύσομεν τὸν λόγον, συμμετρίας εστοχασμένοι, ὁποίαν προεθέμεθα. κ'. Ηδη μὲν ὁ κατὰ δαιμονίων πτηνών μέγας ἀετὸς ὁ Φιλόθεος ἑπτερύξατο πρὸς τὸν Ὕψιστον, εἰς πολλὰς κεφαλὰς τοιούτων ἀνόμων βαλὼν θάνατον. Καὶ εἶχεν αὐτοῦ τὸ μὲν θειότατον ὁ τοῦ Θεοῦ θρόνος, τὸ δὲ μὴ τοιοῦτον, ἀλλ' ἐκ τῶν κάτω καὶ γῆς αὐτῆς, ἡ γῆ, ἐξ ἧς είληπτο, χαίρουσα τῇ καταθέσει αὐτοῦ, καὶ οὐκ ἐπιχειροῦσα εἰς φθοράν, εἴτ' οὖν διαφθοράν, ἀλλὰ συντηροῦσα, καὶ θέλουσα μὲν ὅλον ἐκεῖνον δέ ξασθαι καὶ ἀμφέπειν ἀείζωον, ὅτι δὲ μὴ εἶχε περι σχεῖν τὸ ἀκατακράτητον, ἀρκουμένη τῷ καθεκτῷ σώματι οὐκ ἀχρειοῦντι τὴν μητέρα δυσώδεσιν ἀπο φοραῖς καὶ σηπεδόνος δριμύτησιν, ἀλλ᾽ εὐωδιάζοντι καὶ μυροῦντι, ὡς εἰ καὶ ἀρωμάτων καὶ θυμιαμάτων ἦν θήκη· ἵνα, οὗ ζῶντος αἱ εὐχαὶ εἰς Θεὸν κατευθύνοντο ὡς θυμίαμα, ἐκείνου καὶ τὸ σῶμα καθὰ καὶ θυτήριον, ταὐτὸν δ᾽ εἰπεῖν, θυμιατήριον ὀδμῆς πε πλησμένον εἴη, ὁποία χαίρειν οἶδε Θεός. "Ην τοῦτο εἰς ὅλον ἐνιαυτόν· καὶ ἐθαυμάζετο καὶ μετάμελος ἦν τοῖς τότε τὸν ἅγιον κρύψασιν ὑπὸ γῆν, ὅτι μὴ τῷ θησαυρῷ ἀνάλογον πεφιλοτίμηται θησαυροφυλάκιον, ὅτι μὴ κατὰ τὸ μύρον τιμία ἡ μυροθήκη, ὅτι μὴ καὶ τὸ ἀλάβαστρον ἄξιον τοῦ πολυτιμήτου ἐλαίου. Καὶ τοίνυν μελέτην ἔθεντο, μεταθέσθαι τὸν ἅγιον, ὅποι μᾶλλον ἐχρῆν, καὶ μνημεῖον αὐτῷ πρὸς ἀξίαν τεχνήσασθαι. Καὶ ὡς ἐγίνετο τοῦτο, καὶ ὁ πλοῦτος ἐκεῖνος μετακομίζετο εἰς ἕτερον τιμιώτερον γαζοφυλάκιον, ἤρεσε τῷ τῶν Χριστιανῶν παμβασιλεῖ, τῷ τοῦ Φιλοθέου Θεῷ, αὐτόν τε ἀποσεμνύναι θαυμασιώτερον, καὶ τύπον ἀναστάσεως καὶ αὐτῷ ἐνσημήνασθαι. Καὶ, ὦ θαύματος ἀῤῥήτου, καὶ οἷου ὑπερανίστασθαι συγκρίσεως! οἱ μὲν τῆς μεταθέσεως ἱεροὶ κηδεμόνες ηρέμα τὰς χεῖρας ὑπέβαλλον, καὶ πεφεισμένως τοῦ ἱεροῦ δράττοντο σώματος, καὶ ἐμφρόνως αὐτὸ ὑπολαμβάνοντες, ἐπιμελῶς ἀνεῖχον, εὐλαβούμενοι, μήποτέ τι συντριβὲν διαιρεθῇ τῆς ἱερᾶς ἐκεί νου διαρτίας. Ο δὲ δεικνύς, ὡς οὐ διαλέλυται, ἀλλ' ἐν Θεῷ ζῇ, ζῶντα δὲ οὐκ ἔστι παθεῖν συντριβήν, ἄμφω τώ χεῖρε διαπετάσας, ὡς εἴπερ ἔζη, ἔπειτα καμπύλας αὐτά, σχηματίσας, ὥστε περιλαβεῖν, καὶ τῶν ὤμων καταπετάσας αὐτά; ἱερέων ἐκείνων δύο
Page scan enlarged

Notebook

Full View