PG 136Eustathius Thessalonicensis Metropolita
Invocations of Saint Demetrius the Martyr
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 161–162page 1 of 4
PG 136:161μετατιθέντων, καὶ στερεῶς δραξάμενος, καὶ οὕτως υπερεισάμενος, ἀνέστη τε εἰς ὄρθιον, καὶ βήματα τ ία διαβάς, καὶ τρισὶ ταύταις βάσεσι μετρήσας την κίνησιν, εἶτα κατέπεσε, τεθεὶς, ὅποι πεσεῖν κεκύρωτο. Καὶ οταν μὲν ἔπαθον ἔκπληξιν οι τηνικαῦτα παρόντες, καὶ μάλιστα ή μακαριστή διάς Ιερατική ἐκείνη (μακάριος γὰρ πάντως καὶ ὁ τοιοῦτον ἐπάρας βάσταγμα, καθά και τι φορτίον εὐαγγελικόν, οίδασιν οι τότε περιτετυχηκότες τῷ θαύματι. Ἐμὲ δὲ ἐκ πλήττει, πως ποτε οὐ παρελύθησαν φόβῳ οι βαστάσαντες, πῶς δὲ οὐκ ἐξέστησαν ἄλλως ἐπὶ οὕτω και νοτάτου πείρα πράγματος. Εγαγ' οὖν, εἰ παρῆν, οὐκ ἂν κατέσχον ἐμαυτὸν τοῦ ἐνεὸς μεῖναι, εἰ μή τι ἄρα καὶ διεφώνησα. Καὶ ἴσως μὲν ἐκεῖνοι ἔπαθον ἄν τι τοιοῦτον. Τί γὰρ ἀπεικός, οὕτω συμβῆναι, εἰ μὴ ἡ φερόμενος ἅγιος ἀνεζώου ἐκείνους, καὶ κατὰ φύσιν ἔχειν ἐδίδου; Ἐγὼ δὲ θαυμάζω, καὶ ὅτι μετ τατεθεὶς ἐπλημμύρει τοῖς μύροις εἰς πλέον, ήπερ πρότερον, δεικνὺς ἐντεῦθεν τοῖς φιλοθέοις, οἷον ἡ πρὸς τοὺς ἁγίους τοῦ Θεοῦ τιμή, καὶ ὅπως δι' αὐτῆς ἐπαύξεται ἡμῖν τὰ ἐκ Θεοῦ ἀγαθά. Τιμωμένου γάρ ἁγίου καὶ χαίροντος, ὡς τετίμηται, πλεονάζει καὶ τὸ ἐν ἐκείνοις θαῦμα, καὶ παραμένει διηνεκὲς εἰς Ιατρείαν ψυχῆς τε τῆς ποθούσης, καὶ σώματος τοῦ δεομένου. Οίδαμεν γάρ, τὰς ἐπὶ τοῖς ἁγίοις ἐκ τοῦ Θεοῦ χάριτας εἰς ἡμᾶς διαβαίνειν. Οὐκ ἀγνοοῦμεν, ἀλλ' ἡκριβώμεθα, ὡς ἐκείνων καταντλουμένων τοῖς ἐκ Θεοῦ καλοῖς, ἀποῤῥέει αὐτὰ καὶ εἰς ἡμᾶς, ἐπειδὴ καὶ ἄλλως οὐδέν τι τῶν τοιούτων οἱ τοῦ Θεοῦ θερά ποντες δέονται, ὅτι μὴ δι' ἡμᾶς αὐτούς. θαυματουργεῖν γὰρ συγκεχωρημένοι τιμώνται· τιμώμενοι δὲ ἀμείδονται ἡμᾶς τῶν χαρίτων. Αμειβόμενο: δὲ σω τηρίαν ἡμῖν ἐκ Θεοῦ πρεσβεύουσι, καὶ ἡ πρεσβεία εἰσακούεται, καὶ τὰ ποθούμενα καταπράττεται ἀγαθά· ὧν εἴημεν μετέχοντες ἐνταῦθά τε καὶ εἰς τὴν ἐκεῖσε ζωὴν, ἱκεσίαις μὲν τοῦ ὑμνηθέντος μετ γάλου Φιλοθέου, Θεοῦ δὲ ἐπινεύσει, ᾧ ὕμνος καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Τοῦ αὐτοῦ κανὼν εἰς τὴν ἅγιον μεγαλομάρτυρα & Δημήτριον. ΕΙΔΗ Α'. Ηχος πλαγίου τετάρτου. Σταυρὸν χα μάξας Μωσής. α'. Ο τῷ πελάγει τῶν σῶν ἐγχειρῶν ἄθλων, θαυ ματουργέ Δημήτρις, ὡς εὐθαρσης ἐλέγχεται, καὶ πλέον ὡς τολμηρός, ἐπεὶ τοῖς θαύμασι λιμνάζεις άπλετα, ὡς ἔχειν δυσεκπλεύστως, εἰ μὴ... νήσας ἰσχὺν αὐτῷ ἄνωθεν καταπέμψειας, ελλιμενίσαι ἐπὶ σέ. β. Παράδεισος ὡς τρυφῆς τὸ γενναῖον σῶμα τοῦ ἀθλητοῦ πεφύτευται τοῖς ἀπολαύειν θέλουσι. Καὶ
col. 163–164page 2 of 4
PG 136:163λόγχας μὲν ἐν αὐτῷ ζωηρὰ ἀστέλεχα ὡς δένδρα εὕρηνται, καρποὶ δὲ ψυχοτρόφοι, ἀρετῶν παγκορα πίαι, καὶ ποταμοὶ ἅμα τε αἱματόβρυτοι και γε μυρό βλυτοι. γ. Τὰ τῶν σῶν ἄθλων σεμνὰ ὁ Θεὸς φυλάττει, ταμειουχῶν σοι, ἅγιε, διηνεκές θησαύρισμα. Αιμά των χύσις ἐκεῖ, αιμοῤῥύτου χάριτος κανταῦθα προ χυσις, θαυμάτων, ὥσπερ τότε, οὕτω νῦν πολὺς πλοῦτος. Μάλλον δ' εἰπεῖν, πλεῖον ἐν τοῖς θαύμασι νῦν τεθαυμάστωσαι. δ'. Παρθένε μήτερ, ἁγνῶν ἐξ αἱμάτων σάρκα τῷ πλαστουργῷ ἐκτίσασα χρεωστικὴν ἀπίδομα, αἱμά των βαρβαρικών λιμνασμούς ἐκχέεσθαι ποιήσαις κράτιστα χερσὶ τοῦ βασιλέως. Δυσωποῦντα γάρ ἔχεις ἀεὶ σὺν σοὶ αἷμασι τὸν Δημήτριον, οἷς με μαρ τύρηκεν. ΟΙΔΗ Γ'. 'Ράβδος εἰς τύπον. ε'. Οἷα τις ἄλλη ἐπικαλεῖται ἄβυσσος ἄβυσσον τῶν θαυμάτων ή χύσις τῶν ἀναρίθμων τὰς μυροβλύτους ἀπλέτους διεκχύσεις, ὧν τὸ πέλαγος πᾶσαν τὴν γῆν λιμνᾶσαν εὐωδίασεν. ς'. Ωσπερ στελέχη τὰ τῶν Φοινίκων τὰ ἱστορούμενα θεωροῦνται αἱ λόγχαι, τοῦ ἀθλοφόρου πεφυτευμέναι εἰς σῶμα, ὡς πηγαὶ δὲ τὰν αἱμόρρυτα, οἷς Ἰσραὴλ οἷα ενετρύφησεν. ζ'. Μύρα, ὡς ῥῆσις Εὐαγγελίου, συνετηρήθησαν τῇ ταφῇ σου, παμμάκαρ. Οὐ γὰρ κρατεῖ σου ἡ ση πεδὼν, ἡ τῶν ἄλλων ἀπτομένη μετά θάνατον· μᾶλο λον δὲ πνεῖς εὐῶδες ὡς θεόπνευστος. η'. Λόγχη νυγέντα τὸν ζωοδότην ἡ θεωρήσασα, καὶ ῥομφαίᾳ τῆς λύπης διελαθεῖσα, σὺν λογχευθέντι λαλοῦσα Δημητρίῳ ὑπὲρ άνακτος, λόγχην αὐτοῦ καρδίαις ἐχθρῶν ἔμπηξον. ΟΙΔΗ Δ'. Εισακήκια, Κύριε. θ'. Ως παράδεισον βλέπομεν ἄλλον τὴν ναόν σου, μάρτυς Δημήτριε, οὗ πηγή μύρων εκτρέχουσα τὸ τῆς γῆς ποτίζει ἅπαν πρόσωπον. ι. Φωνὴ αίματος, ἅγιε, τῆς σῆς μαρτυρίας βολ πρὸς Κύριον. Οὐ γὰρ πέπαυται πλημύρουσα εἰς ἀει ζωΐας σου μαρτύριον. ια΄. Εἰς Θεοῦ θεῖον ἄρτον σε, δεῦτε οἱ μισόθεοι, ξύλα βάλωμεν. Τὰ τῆς λόγχης ἀνεκραύγαζον, θρύψαι δέ σε, μάρτυς, οὐκ ἐξίσχυσαν. ιβ. Η Θεῷ πορφυρώσασα σάρκα, πορφυρόβλαστον ἡμῶν ἄνακτα σκέπε μάρτυρος δεήσεσιν, ός θα νὼν πορφύρει ἀεὶ αἷμασιν. ΟΙΔΗ Ε'. "Ο τρισμακάριστον ξύλον. ιγ'. Ο τρισμακάριστοι λόγχαι, ὑφ' ὧν ὁ μάρτυς τρωθεὶς, τὸν πονηρὸν κατέτρωσε, δι᾿ ὧν αἵματος χυθέντος πολυβούτου, ὁ ἐν αἵματι τρυφῶν οἰκτρὸς ἀπετελέσθη νεκρός, χριστωνύμοις δὲ εὐζωΐα ἀνατέθηλεν. ιδ'. Νεύματι ἄνωθεν θείῳ προφήτης ήρθη ποτέ, ελαφρισθεὶς ἀέριος. Καὶ σὺ, ἄριστε, μυρίους αίχ. μαλώτους ἀναρπάζεις ἀπὸ γῆς καὶ ῥύῃ ἀπαγόντων ἐθνῶν, ἱππασίαν σου σωτηρίαν ἐνδειξάμενος. ιε'. Ωσπερ ἀβύσσου ἡ ῥίζα τὴν γῆν ἀνέχει στερ ῥὸς, ὑποβληθεὶς θε.. σήν, οὕτως ὑπανέχει πόλιν
col. 165–166page 3 of 4
PG 136:165ταύτην ἡ τῶν μύρων προχοὴ, ἀδύσσου βλύζουσα. Δι θέμεθλον σωτηρίας ἐξευρίσκει σε. ις'... δόξης, ὑψίστου σκηνὴ Θεοῦ ἀληθὴς, Αν περ κοσμεῖ τὸ κόκκινον Θεοῦ σκήνωμα βασίλειον ὑπὲρ κλάδου τῆς πορφύρας εὐθαλοῦς· δεήθητι συν μάρτυρι, οὗ τὸ κόκκινον τῶν αἱμάτων ναοῖς κάν σμημα. ΩΙΔΗ Γ'. Νοτίου θηρός. ι. Χύσει τῶν σῶν αἱμάτων λουτρῷ σε καθειργμένον νοερώς έλουσαν, μάρτυς. Τὰ δὲ ξύλα αἱ λόγχαι τὸν ἐν Θεῷ σου θερμὸν πόθον ἐξέκαυσαν σφο ὁρῶς. Τῆς δὲ καθείρξεως ή ζόφωσις καὶ στενοχώ ρησι; φωσφορεί, καὶ εἰς πλάτος ζωῆς ὁδηγεῖ τῆς ἐν Θεῷ ζωοδότῃ, τῷ κόσμον φωτίζοντι. ιη'. Σκορπίου φανεὶς ἐν εἴδει ὁ βρέμων φρικαλέον πονηρός, χείριστος δράκων, ταπεινότητος δείγμα καθυπεδείκνυε. Θὴρ γὰρ ὁ μέγιστα φυσῶν μικρο φυέστερον θηρίδων ἐπενεδύσατο, ἀδρανή παριστῶν τις αὐτὸν τοῦ Θεοῦ. Συμπατηθεὶς οὖν σοι πίπτει σταυροῦ τῷ τυπώματι. θ'. Ώ; ὄρος Σιὼν ὁ μάρτυς. Θεῷ γὰρ πεποιθὼς ἦν ψαλμικῶς τῷ οὐρανίω, ψυχοτρόφα φυτὰ μὲν τὰς ἀρετὰς, ἀναγκών, ὥσπερ ναμάτων δὲ πηγὰς ἐξανατέλλων τὴν τοῦ αἵματος καὶ μύρου Εκβλυσιν, εἰς πνιγμὸν μὲν δαιμόνων, παντὸς δὲ λαοῦ τοῦ χριστι νύμου ὑγείαν, ψυχῶν τε πιότητος. θεμένῳ ψυχήν. Οθεν πρεσβεύοντι αὐτῷ ὑπὲρο τρισάνακτος συμπρέσβευε βαρβαρονέτειραν κατ' έχε θρῶν ἀπευθύνειν αἰχμὴν τὴν αὐτοῦ, καὶ εἰρηναίας ἡμέρας ἡμῖν ἐναυγάζεσθαι. κ'. Οφείλεις, Κυρίου μήτερ, χαρίτων ἀνταπόδομα τῷ σῷ κήρυκι νέμειν, τοῦ Υἱοῦ καὶ Θεοῦ σου χάριν ΟΙΔΗ Ζ΄. Εκνοον πρόσταγμα. κα'. Εχει το γέλωτος Αυαῖος ὑποσχών τραῦμα ἐπάξιον, πίπτει δὲ σφαγεὶς ἐν μαρτυρία θεοφιλεί Νέστωρ, ο μέγας καὶ ὁ ὑμνούμενος· καὶ ἦν τῷ το ράννῳ θυμοῦ αὔξησις. Καὶ γὰρ ἐνενόει, ὡς ὁ τού των θάνατος νεκροῖ μὲν τοὺς ἁλάστορας, ζωὴν δὲ δίδωσι τοῖς βοῶσι πιστῶς· Θεέ, εὐλογητὸς εἶ. κβ'. Βότρυς ὡς πέπειρος ἀμπέλου νοητῆς ληνῷ καθείρξεως βίᾳ ἐντεθεὶς, καὶ λογχοφόροις συμπιε σθείς, γλεύκος προῤῥέεις τὸ θεοπρόσδεκτον, απο μάτων ἁγίων ἀεὶ ἄσχετα ἐξαναβλυζόντων εἰς καρ δίας ήδυσμα εὐφρόσυνον τοῖς ψάλλουσιν· Ὁ ὑπερύ. μνητος. κγ'. Σύμβολον γέγονεν εἱρκτῆς μὲν τὸ στενὸν ἰδοῦ, ἦν ἔτριψας, πόνοις σεαυτὸν ἐναποσφίγγων εἰς ἀρετήν. Αίματος λουμα καθυπέγραφεν αὐτὸ τὸ συν ἔχον λουτρόν, μάρτυς, σέ. Πάλιν αἱ καμάραι ούτ ρανῶν ἁψίδωμα, εἰς οὓς ἀνέβης, ψάλλων ἐκεῖ· Ο ὑπερύμνητος. κ. Σώτειρα, πρέσβευε Θεῷ, τῷ διὰ σοῦ σαρκὸς καὶ αἷματος φύσει τῇ ἡμῶν συμμετασχόντι άνθρω τικώς, σῶσαι κρατοῦντα Ῥωμαίων άνακτα, σα λευόμενον ἡμῶν ἕνεκα, καὶ αἱματοχύτοις βεβριθότα τραύμασι. Καὶ δὲ, μεγαλομάρτυς, πρέσβευε, ὁ ἐν τοῖς αἵμασι καὶ σαρκὸς ταῖς πληγαίς Θεὸν ἐκθεραπεύσας. Τα
col. 167–168page 4 of 4
PG 136:167ΩΙΔΗ Η'. Εὐλογεῖτε, παῖδες. κε'. Εἰς τοσοῦτον, μάρτυς, ἐκ θαυμάτων δεδόξασαι, ὡς καὶ βαρβάρους, αὐλῆς οὐκ ἔσω θεωνυμου μένης ὄντας, τὴν ἐν σοὶ κηρύττειν θαυματοποίησιν, καὶ λιτάζεσθαί σε, εἰρήνην ἐν σοὶ εὑρίσκειν. Οὕτω τεθαύμασαι εἰς πάντα κόσμον, κς'. Οἷσπερ πάσχων ἔτλης, ἐπαμύνειν δεδύνησαι ἐν πειρασμοῖς παντοίοις. Εἱρκτῆς γὰρ ἔσω τους ταλαιπωρούντας σώζεις, καὶ δεσμῶν ἀνέσεις τερα τουργοῦνταί σοι, καὶ λυθροφορήτους αἱμάτων τοὺς ξηραίνεις, δόρατα δὲ θραύεις τὰ τῶν βαρβάρων. κα. Αποστόλων πάλαι καὶ σκιαὶ ἐθεράπευον. ᾿Αλλὰ καὶ νῦν ἐνθάδε ταὐτὰ τελοῦνται. ᾿Απειρο πληθῆ γὰρ, μάρτυς, ἐκτελεῖς σημεῖα, καὶ ὀπτανό. ῇ μενος ἐν σκιαῖς ὀνείρων, καὶ λύεις δεινῆς ἀνάγκης ὕπνον θανάσιμον τοῖς ἐν κινδύνοις. κη'. ᾿Αγαθοὶ οἱ δύο συνηγμένοι, ὧν ἔστηκεν ὁ βασιλεὺ; ἐν μέσῳ Θεὸς αὐτούντων τοῦτον. Εξαιτεῖ τε νίκας τοῦ Θεοῦ ἡ Μήτηρ, καὶ σύ, Δημήτριο, τῷ τῆς οἰκουμένης κρατοῦντα. Συχναὶ γὰρ αὗται οὕτω δοθήσονται αὐτῷ ὑψήθεν. ΟΙΔΗ Θ'. 'Ο διὰ βρώσεως τοῦ ξύλου. κθ'. Ο διὰ τρώσεων μυρίων του, μάκαρ, προς γενόμενος θάνατος μακαριστὸς Θεῷ σε παρέστησεν, ὡς Σεραφείμ τινος πολυομμάτου φύσιν. Τὰ γὰρ τρώματα τῶν δοράτων πολλάς σοι υπήνοιξαν ὀμμά των διαφαύσεις, ἐν οἷς Θεὸς διοπτάνεται. λ'. 'Ο πανακήρατός σου βίος, κηλίδων καὶ ῥυπών σεων πόρρωθεν καθεστηκώς, Θεῷ σε ᾠκείωσε, καὶ ως θυμίαμα πολυμιγὲς αὐτῷ σε καθιέρωσεν εἰς δε κτὸν εὐωδίας ἀγλάϊσμα. Οὐκοῦν σοι ἀντεδόθη μυρο βλυτεῖν μετὰ θάνατον. λα'. Εντεθησαύρισαι μὲν τάφῳ, ἀλλ' ὅμως α ματόβρυτα χεύματα μυροβλυτείς. Καὶ ἔστι λογί σασθαι ὥσπερ ἀνάστασιν καινοπρεπῶς καὶ πτῶσιν τὸ γινόμενον. Καὶ θανὼν μὲν αὐτὸς φύσει πέπτωκας, αἱμάτων δὲ τῇ χύσει παραδηλοῖς τὴν ἀνάστασιν. λβ'. Τῷ αὐτοκράτορι, Παρθένε, βραβεύοις ἀριστεύματα πάντοτε, βαρβαρικὰς ἐκτρέπουσα φάλαγγας, τὸν παντοκράτορα καὶ τὸν Υἱὸν λιτοῖς σου εὐ. μενίζουσα, συμπρεσβεύοντός σοι καὶ τοῦ μάρτυρας, ὃς νοῦν αὐτοκρατοῦντα κατὰ παθῶν ἐνεδείξατο. ΗΧΟΣ πλαγίου τετάρτου· Τὴν σοφίαν τοῦ 16 γου. Τῶν αἱμάτων σου, μάρτυς, αἱ προχοαὶ καὶ τῶν μύρων ή βλύσις τὴν γῆν εὐφραίνει, Δημήτριε, καὶ ψυχὰς καὶ τὰ σώματα ἁγιάζει, μάκαρ, τῶν πίστει καὶ πόθῳ σοι προστρεχόντων πάντοτε, τῷ θείῳ τε μένει σου, ὥσπερ ἐξ ἀβύσσου ἐξανύτειν τὰ μέρα εἰ; ἴασιν, ἅγιε, νοσημάτων εκάστοτε. Διὰ τοῦτο βοῶμέν σοι, πρέσβευε τῷ Θεῷ, τῶν πταισμάτων άφεσιν δωρήσεσθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Page scan enlarged

Notebook

Full View