PG 136Eustathius Thessalonicensis Metropolita
On the Holy Martyrs Alpheus and His Companions
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 263–264page 1 of 13
PG 136:263και, ὅπως περὶ σὲ θερμότητος ἔχει, πεποιθὼς πάνω τως, εἰς ἀγαθὸν αὐτῷ ἔσεσθαι. Μὴ τοίνυν τὰς τοιαύτας ἐλέγξῃς ἐλπίδας, μηδὲ κάτω βάλῃς τὴν ἀπο βλεπομένην εύκλειαν. Με θελήσης ανερχόμενος μὲν Πάτερ, πάτερ ἀκούειν, καὶ «'Ανάβα, ἀνάβα, τὸ ὑμνοῦμενον, ἀνελθὼν δὲ θεωρηθῆναι κατὰ τοὺς οἷον ἀνεσκολοπισμένους ὡς ἐπὶ πανουργία τινί, και που καὶ πρὸς τῶν ἐν ἡμῖν θερμοτέρων ἀκούειν· Εταίρε, προσκατάβηθι· οὐκέτι γῆς ἄνθρωπος εἶ, αιθέριος δὲ καὶ οὐράνιος,» εἰπεῖν δὲ ἀληθέστερον, ο Θεοῦ, εἴπερ ἐθέλεις, ἄνθρωπος. Οὐδέν τι πρὸς σὲ οἱ λοιποῖ ἐὰν ἀξίως πολιτεύῃ τῆς ἀναβάσεως· ἀλλ᾽ αὐτοὶ μὲν κάτω, σὺ δὲ τῆς ἄνω μοίρας ἐπἄξιος, ὅτι καὶ τοῖ περὶ Θεὸν συνανιών τάγμασιν ἐγγίζειν προέθου Θεῷ. 9 π΄. ᾿Αλλὰ τούτων μὲν ἄλις· τί γὰρ δεῖ ἐπὶ πλέον μηκύνειν τὴν θεωρίαν; Τὸν δὲ ὄχλον ἀπόλυσον, καὶ δὴ ἐν εἰρήνῃ, τέως μὲν σκεδασθησομένους ἕκαστον οἴκαδε, οὐκ ἔστι δὲ ὅπως μὴ καὶ εἰσαὖθις ἀθροισθη σομένους εἰς τὸ περὶ σὲ φῶς, εἰ τὰ προτεθεωρημένα καλὰ ἐν σοὶ ἀναλάμπουσιν. Οπὸς γάρ τις καὶ δ ἀσκητικός βίος, οὐδένα διερρυηκέναι θέλων καὶ ἀποδιίστασθαι αὐτοῦ, ἀλλὰ τοὺς ἀγαθοὺς ἐπισυνάγων ἐνωτικῶς, καὶ εἰς ἑαυτὸν ἐπισωρεύων, καὶ ὄρος οἷον τοῦτο τετυρωμένον συνιστῶν, κορυφούμενον ἐκ τῶν ὅσοι γάλακτος δίκην ἀγαθῷ βίῳ ἐλλάμπονται, καὶ τὴν ἐν καθαρότητι λευκότητα εἰς τὸ πᾶν ἀνεπισκίαστον ἔχουσιν· εἴ τι δέ που οῤῥῶδες καὶ μὴ τρόφιμον, ἔῤῥειν ἀφιεὶς καὶ ῥέειν, όπη πέφυ κεν. Τοῦ αὐτοῦ λόγος ἐκθετικὸς τοῦ μαρτυρίου τῶν ἁγίων τριαθλοφόρων ἀδελφῶν, 'Αλφειον, Ζω σίμου καὶ 'Αλεξάνδρου, τῶν Καλυτηνῶν καὶ τοῦ συμμάρτυρος αὐτῶν Μάρκου. α'. Ἔθος ἔλλογον τοῖς ὁδοιποροῦσι παρακολουθεῖ, ἐπειδὰν ἐξανύοντες τὴν ὁδὸν συναντήσωσιν ανα θρώποις ἀξίοις θέας καὶ λόγου, οὓς ἡ μηδόλως ἢ μὴ πρὸς ἀκρίβειαν οἴδασιν, ἐκπυθάνεσθαί τινων εἴ πως εὑρήσουσιν, οι νινές ποτε οἱ ἀγαθῆς ἱστορίας ἄξιοι ἐκεῖνοι, καὶ οὕτω μανθάνειν, καὶ ἐγγράφεσθαι τοὺς τοιούτους δέλτῳ ψυχῆς μνήμονος, καὶ παρχές δόναι τοῖς ἀγνοοῦσιν εἰς εἴδησιν, εἴ που παραπέσοι καιρός. Καὶ ἔστι καὶ τοῦτο φιλομαθοὺς ἤθους καὶ ἀγαπῶντος τὸ καλόν, τὸ μὲν, οἷς ἀνερευνᾶται τὰ θαυμαστέα, τὸ δὲ, ὅτι παραδίδοται διὰ τῶν τοιού των σπουδαία διήγησις τοῖς προαιρουμένοις ἀκριά. σθαι. β'. Οὐκοῦν καὶ ἡμεῖς, βίου ὁδὸν ἐξανύτοντες, τὴν καὶ πολυσχιδῆ καὶ πολυέλικτον, καὶ οὐκ ὀλίγοις περιτετυχηκότες, ὧν τοὺς μὲν ἐθαυμάσαμεν, τοὺς δὲ οὐ διὰ θαύματος ἔχομεν, καὶ ἐκείνους μὲν ἀξιώ σαντες λόγου τοῦ δέοντος, ὡς ἐξισχύσαμεν, τοὺς δὲ δευτέρους ἀφέμενοι σιγᾶσθαι, οὐ μὴν καὶ κακολογήσαντες (αὐχοῦμεν γὰρ ἐν Θεῷ, μὴ κεντρῖναι
col. 265–266page 2 of 13
PG 136:265εἶναι καὶ σκορπιώδεις τὴν γλῶσσαν, ἀλλ' ὡς τὰ πολλὰ εὐλογητικού), παρετύχομεν καὶ ἐνταῦθα, ὅπου τὸ καὶ μέγα καὶ κάλλιστον ἡμῖν κατάλυμα τῆς βιωτικῆς ὁδοῦ ἀπεκληρώθη, Θεοῦ ἀνθρώποις, οἷς ἐν χρῷ μὲν ζωϊκῆς θέας καὶ τῆς ἐντεῦθεν ἐγγύτητος οὐ δέδωκεν ἡμῖν ὁ χρόνος γενέσθαι (ἀφ᾽ ἱκανοῦ γὰρ ήδη προχρόνιοι τῷ Θεῷ παρίστανται), ἡ δὲ Ιστορία διεβίβασε μὲν εἰς ἀκοὴν, πλὴν οὐκ εὐσύν γ. Καὶ ἐπειδὴ ἀναγκαῖον ἦν τεταγμένως ἐκμαθεῖν τοὺς τοιούτους, ὅθεν τε γεγόνασι καὶ ἐκ τίνων, καὶ οἷον τὸ κατ᾿ αὐτοὺς ὑπὲρ Θεοῦ ἀγώνισμα (εἰσὶ δὲ αὐτοὶ ᾿Αλέξανδρος, 'Αλφειός και Ζώσιμος ἀδελ φοί, μάρτυρες, οἱ ἐπιλεγόμενοι Καλυτηνοί), έμε ριμνήσαμεν ἐπιγνῶναι τὰ κατ' αὐτοὺς ἐκ τῶν περὶ αὐτοὺς, οὐκ ἀνθρώπων λέγω· πῶς γὰρ ἄν; ἐκ βι Ολιακῆς δὲ συγγραφῆς. Καὶ τέως πρῶτα ζητήσας ἐγώ, καὶ μηδέποτε μαθών, οποίῳ τρόπῳ ἅγιος οὗτοι οὐκ Εὐρωπαῖοι ἐν Θεσσαλονίκῃ διὰ σπουδῆς πολλῆς ἐγένοντο (ναός τε γὰρ αὐτοῖς ἐγήγερται ἀστεῖος καὶ οὐκ ἀνάξιος λόγου, καὶ ὁ τῆς μητροπόλεως οἶκος αὐτὴν ἀμφέπει), στοχασάμην, μετοίκους τινὰς ἐκ τῆς Ἀσίας, οἷς οἱ τοιοῦτοι ἅγιοι ἔγχωροι ἦσαν, καταρτίσαι ποτὲ εἰς τὴν λαμπράν ταύτην πόλιν, καὶ ἐνιδρύσαι ταύτῃ τὸ τῶν ἀθλητῶν ἐκείνων τίμιον όνομα εἰς ἐξεικόνισμα παρακλήσεως, ὡς ἂν οὕτω δοκεῖες με μετανάσται τῆς ἀνατολικῆς εἶναι παι τρίδος καὶ ἐπήλυδες, ἀλλὰ τὴν αὐτὴν καὶ πάλαι ο κεῖν, καὶ τοὺς αὐτοὺς θεομάρτυρας δεσπότας αὐτ χεῖν. δ. Καὶ τοῦτο μὲν οὕτως ἐκ τῶν εἰκότων κατέ στησα ἐν ἐμοὶ, καὶ ἐμακάρισα τοὺς ἄνδρας εκείν νους, δι' ὧν μετακομιδή τις καὶ αὕτη ἐσεμνύνατο ἁγιαστικὴ τῶν καθ᾿ ἡμᾶς· εἶτα καὶ τῶν ἱερῶν πτυ χίων γενόμενος, οἷς ἀνάγραπτα ἐντετύπωται τὰ τῶν τοῦ Θεοῦ ἁγίων τούτων καὶ ὀνόματα καὶ πολι τεύματα, καθ' ἓν μὲν αὐτῶν σκιαγραφίαν εὗρον οὐκ εὐδιάπτωτον, ἀλλὰ ἰσχνὴν πάντη καὶ ἀμυδράν· ἐτέ μῳ δὲ δευτέρῳ τὴν θέαν ἐπιβαλὼν ἔμαθόν τι εὐδια κριτώτερον. Ως δὲ καὶ τρίτον τι τεθεώρηκα, έπλα τόνατό μοι τὰ τῆς διακρίσεως, καὶ τοῦ λοιποῦ σπόρον τοῦτον πνευματικὸν ἐκεῖθεν ερανισάμενος, καὶ τὴν ψυχικὴν αύλακα νεύσας ὡς εἰς τρίπολον ἄρουραν, ἔρχομαι ἰδοὺ σπείρων, εὐαγγελικῶς εἰ πεῖν, τοῦ σπεῖρα: τὸν σπόρον ἐμοῦ, ὡς ὁ ἐπουράνιος γεωργὸς εἰς τέχνην ταύτην συνεβίβασε λόγους εν θείς μας σπερματικούς. ε'. Τοῖς εἰρημένοις τρισὶ μεγαλομάρτυσι πατρὶς Κάλυτος, ἡ κατὰ ἑτέρους Καλύτη· καὶ Καλυτὼ δὲ ἄλλοι τὴν τοιαύτην καλεῖσθαι θέλουσι, κώμην οὔ σαν Αντιοχείας, αὐτῆς δὲ οὔτε τῆς Συριακῆς, οὐδὲ μὴν ἄλλης τινός, αἱ δὴ πολλαὶ κοινοῦνται τὴν τοι αὐτην κλήσιν, ἀλλὰ τῆς περὶ Πισιδίαν, εἴτε μὴν Φρυγογαλατίαν. Ἔθνος δὲ οἱ Πισίδαι βάρβαρον μὲν, περίφημον δὲ, οὓς λόγος καὶ Σολύμους καλεῖσθαί κατε. Η τοιαύτη Καλύτη ἀγαθοὺς τούτους κωμή. της ἤνεγκεν, ἀστείως πεπολιτογραφημένους εἰς τὴν άνω μητρόπολιν. Καὶ τὸ πολιτογράφημα ἦν τοιο
col. 267–268page 3 of 13
PG 136:267ς'. Μάρκος ἦν τις ἐν τοῖς ἐκεῖ ἀνὴρ, εἰ καὶ μὴ κεχρισμένος ἱερατικῶς, ἄλλως δ' οὖν ἐν λαϊκοῖς τε τελεσμένος τῷ Θεῷ, καὶ χάριν ἐξ ἐκείνου σχὼν ἀποστολικήν· δι᾿ ἧς ἐπιθυμήσας ἀνακεχωρηκέναι ποτὲ ἁπάσης, ἧς ἡ φαυλότης πολίτην παράγει μισούμενον Θεῷ, ἐρήμοις τόποις ἐκδέδωκεν ἑαυτὸν, ἐν οἷς καὶ Θεοῦ φυτὰ πολλάκις κηπεύεται. Ορεσι γὰρ ἔχαιρεν, οἷς καὶ θεῖα ἐντρέφεσθαι ποίμνια οὐχ ἀπαξιοῦσιν, ἐν οἴοις καὶ οἱ τῆς πάλαι πρωτόγονοι, Αβελ καὶ οἱ προφῆται, Δαυίδ καὶ οἱ τῆς Νέας ἱεροὶ σπυρίδωνας, καὶ ὅσοι κατ᾿ αὐτοὺς τῇ κατ' αἴσθησιν ποιμαντικῆ τὴν κατὰ Πνεῦμα ἐνέφαινον καὶ παραδειγμάτιζον, διδασκαλικῶς αἰνιττόμενοι τοῖς κατὰ σάρκα τὰ πνευματικά, καὶ τῷ τοῦ ἔργου σώματι συμπαραδεικνύντες καὶ τὴν θείαν ἐν ψυχῇ τελειότητα. Καὶ οὕτως ἐποίμαινε πρόβατα Θεοῦ καὶ ἄρνια, βρέξεις αλογίστους εὐηθικῶς, ὅποι τύχοι, δεμδομένας, ὡς βόσκεσθαι, καὶ σκιρτήματα δὲ ἀπαλὰ διώχων (οὐκ ἐν καλῷ ἀρνευτῆρες, ὡς εἰπεῖν, πολλοὶ ἀπεκβαίνουσιν), ἔτι γε μὴν καὶ ἀνθρώπους ἀπλοϊκούς, ὡς εἰκὸς, καὶ οἴους ἐθέλειν διὰ βίου ποιμαίνεσθαι χάριν Θεοῦ. ζ'. Ἀλλὰ ταῦτα μὲν τροπολογικῶς, ὡς ἄν τις αναγάγῃ θεοφιλή ποιμένα προβάτων. Ὁ δὲ Μάρτ κος, ἄν οὐκ ἔστι διὰ βραχέος ἀγαγεῖν λόγου, καὶ προς αἴσθησιν καὶ αὐτὸς ποιμαίνων ἦν, καὶ οὕτω φιληδῶν ὄρεσι, καὶ θρεμμάτων τῶν αὐτοῦ μελόμενος, ἑαυτῷ δὲ οὔκουν ἐπιστρεφῶς ἔχων, ὅτι μηδὲ πρὸς κέρδος οἰκεῖον ἐποίμαινεν, ἀλλὰ τοῖς τοῦ Θεοῦ ἀδελφοῖς ἐπονεῖτο, καὶ δι' αὐτῶν ἐδάνειζε τῷ Θεῷ. Ούτε τοίνυν εὕστολος ἦν τὴν περιβολὴν, καὶ οὐδὲ την σάρκα θεραπεύειν ήθελε τρυφερῶς· διὸ καὶ τὴν κεφαλὴν ἀφῆκεν ἑαυτῆς εἶναι, καὶ περιουσιάζεσθαι κατά μόνας, ὅσα ἐθέλοι αὐτή. Λόχμη γοῦν ἐσχεδιάζετο κατ' αὐτὴν τριχών διαλεύκων, χαλω μένη ἕως καὶ εἰς πτέρνας αὐτάς. Εἰ δὲ καὶ ζῶα συχνά κεφαλῆς ἡ τοιαύτη λασιότης ἔτρεφεν, οὐκ ἂν ἀπεικός εἴη στοχάσασθαι. η. Καὶ ἦν τῷ Μάρκῳ παράσημον ἐν τοῖς τότε σωματικὸν ἡ τοιαύτη τῆς κεφαλῆς τρίχωσις τῆς καὶ ἐν ζωῇ θαυμασίας, καὶ οίας ἐκπλήττειν τού; θεατάς, καὶ μετὰ θάνατον τεραστίας ἄλλως διὰ τὸ καταπονεῖν δαίμονας. Τμηθεῖσα γὰρ κελεύσει τοῦ Μάγνου, καὶ ὡς εἰς πρωτόλειον πεμφθεῖσα τῷ ναῷ τῆς Ἀρτέμιδος, ἅμα γέγονεν ἐντὸς, καὶ αὐτίκα ἑτερατούργησε. Τὰ γὰρ εἴδωλα τὰ ἐκεῖ, ὡσεὶ καὶ έμψυχα ἦσαν, ἔκυψαν καὶ ἐταπεινώθησαν· καὶ αὐτὰ μὲν συνετρίβησαν, ἐξήγειραν δὲ ἀπὸ κατωτάτων ἀπιστίας ἀνθρώπους ἀγαθοὺς, καὶ παρέστησαν τῷ Θεῷ εἰς αἰσχύνην μὲν τοῦ ἀρχεκάκου διαβόλου, δόξαν δὲ τοῦ καλῶν αἰτίου Θεοῦ. θ'. Νίκων γάρ τις καὶ Νέων καὶ 'Ηλιόδωρος ἰδόντες τὴν συντριβὴν τῶν φαύλων ἐκτυπωμάτων ἐκείνων, καὶ ἐν αὐτῇ καταλαβόντες τὴν αὐτὰ ὠθή σασαν καὶ καταρρίψασαν καὶ συνθρύψασαν θείαν δύναμιν, κατεἶπον μὲν τοῦ πρωτοτύπου δαίμονος καὶ ἀπεστάτησαν προσεχώρησαν δὲ τῷ Θεῷ καὶ ἡγιάσθησαν, γῆς μὲν ἀπαναστάντες τῇ τῆς κεφαλῆς ἀποτομῇ, τῆς ἐν ἀνθρώπῳ, τῷ οὐρανίω φυτῷ, για
col. 269–270page 4 of 13
PG 136:269ζης, ἐν παραδείσῳ δὲ ῥιζωθέντες εἰς ἀείζων. ᾿Αλλὰ ταῦτα μὲν ὕστερον· ἡμῖν δὲ ἀφεμένοις τοῦ κατά κεφαλὴν παρασήμου, θεωρητέον τὸ κατὰ ψυ χὴν ὡς τῷ παντὶ μεῖζον καὶ θαυμασιώτερον. Αρε τῶν γὰρ ταμεῖον ἐτύγχανεν ὁ ἀνήρ, καὶ ἐξ αὐτῶν διεδείκνυτο, προκείμενος εἰς διδασκάλιον θεῖον τοῖς μανθάνειν ἐθέλουσιν, τ. Ὣς γὰρ οὐκ ἐν δυναστείᾳ ἵππου ἐθέλει ὁ Θεὸς, οὐδὲ ἐν κνήμαις ἀνδρὸς εὐδοκεῖ, οὐδὲ ἐν ἄλλοις τοι ούτοις· οὕτως οὐδὲ ἐν πλούτῳ καὶ περιουσιασμῷ καὶ λοιπῇ βίου λαμπρότητι, ἀλλὰ καρδίαν ἐπιζη τῶν καθαρὰν ἀεὶ, καὶ πνεῦμα συντετριμμένον, καὶ οἰκίαν τοιαύτην σεταρωμένην κηλίδος ἁπάσης. Καὶ εὑρὼν τὸ ζητούμενον ἐνοικεῖ ἐκεῖ καὶ ἐμπεριπατεί, καὶ πληρώσας τὴν τοιοῦτον αὐτοῦ οἶκον καὶ πλούτου παντὸς οἰκείου καὶ εὐωδίας φίλης αὐτῷ, τῇ μὲν @ δομῇ καταμηνύει, ὅπου μένει, καὶ ἐφέλκεται τοὺς τὴν νοημὰν δαφρησιν υγιαίνοντας, τῷ δὲ πλούτῳ καταντλεῖ τοὺς προσιόντας, καὶ ἀνθρώπους του οἰκείου λόγου είσποιεῖται αὐτούς. τα'. Οὐκοῦν καὶ τὸν Μάρκον τοιοῦτον εὑρηκώς οικήτορα εὐηρεστήθη, καὶ ἄραντα τοὺς ὀφθαλμοὺς ἰδὼν εἰς ὄρη ἐκείνῳ ἀρέσκοντα, ἦλθεν αὐτῷ εἰς βοήθειαν, καὶ ἐνοικήσας αὐτῷ ἐπλούτισεν ἀγαθοῖς, καὶ εὐωδίασε θείᾳ χάριτι, καὶ οὕτως ἐπαγωγὸν εἰρ γάσατο τοῖς ἐγνωκόσι τὰς ἐν αὐτῷ ἀρετὰς· οἱ καὶ τρέχοντες εἰς αὐτὸν καὶ ἀκροώμενοι τοῦ Θεοῦ λα λοῦντος δι' αὐτοῦ, καὶ βελτιούμενοι, οὐκ ἀνίεσαν θαμίζοντες καὶ τὸ τοῦ Μάρκου ποίμνιον πληθύνοντες, ἵνα μὴ μόνον ζῶα γῆς ποιμαίνῃ, ἀλλὰ καὶ η μᾶλλον τὰ τοῦ Θεοῦ. ιβ. Πολλοὶ οὖν ἐφοίτων παρ' αὐτῷ διδασκαλίας καὶ συμβιώσεως χάριν, ἐν οἷς καὶ παρθένει, γυα ναῖκες και νήπια· οἷς καὶ αὐτοῖς ὁ ἅγιος τὰ τῶν θείων διδασκαλιών ἐνθεὶς ἀγώγιμα, ως δύναντο χωρεῖν, εἰς τὴν ἐκεῖ σωτήριον ἐναυστολησε λιμένα, καὶ οὕτω περιετώσατο εἰς Θεόν. Καὶ εἴθε ἦν καὶ αὐτὰ ἐκεῖνα ἐξονομάζεσθαι, ὡς ἂν εἴχομεν καὶ δι' ονομάτων εκείνων ἁγιάζειν καὶ ψυχὴν καὶ γλῶσσαν καὶ τὸ λοιπὸν σῶμα, τὸ μὲν τῇ μνήμῃ, τὸ δὲ τῇ γλώττῃ, τὸ δὲ τρίτον τῇ διαδόσει! Ἐπεὶ δὲ ἡ συγκ γραφὴ ἀνωνύμους ἀφῆκε, καθὰ καὶ τοὺς ἄνδρας μαθητὰς, οὕτω καὶ τὰς παρθένους καὶ τὰ νήπια, θαυμαστέον τὸν μέγαν Μάρκον ἐν τῷ διορᾶσθαι, ὅπως θεοῦ σεπτοὺς τούτους ἀμνοῦς καὶ ἁγίας ἀμ νάδας καὶ καθαρὰ ἀρνια ποιμένας καλῶς, καὶ εἰς νηπιότητα πνευματικὴν ἐκθρέψας, εἶτα καὶ τε θυμένοις τῷ Θεῷ συγκατεσφάγη καὶ αὐτὸς, ἱερεῖον ἀνωφορηθὲν εἰς εὐπρόσδεκτον τῇ Ὑψίστου τραπέζῃ. Ἀλλ᾽ ἐπειδὴ καὶ τοῦτο ὕστερόν ἐστιν, ἐκθετέον τὰ πρὸ τῆς τοιαύτης θεοφιλεστάτης θυσίας· ὧν τοιαύτη τις ἡ διάθεσις. δ ιγ. Διοκλητιανῷ, πολυκεφάλῳ ἐκείνῳ θηρίῳ, τῷ βραχύ τι παρὰ δαίμονα ἠλαττωμένῳ τά γε εἰς μίσος χριστιανικών, κεφαλή μικρά παραπεφύκει ὁ ἡγεμὼν Μάγνο;, τί μὲν οὐ μηχανώμενος, τί δὲ οὐ λέγων, τί δὲ μὴ πράττων κατὰ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ; περί πυστος καὶ αὐτὸς τὴν κακίαν, δαίμονος μεγάλου ἐκείνου δαίμων αὐτὸς οὐκ ἐλάττων υπασπιστής,
col. 271–272page 5 of 13
PG 136:271φιλονεικῶν μὴ μόνον πρὸς ἰσότητα τῷ φαυλεπιφαύσ λῳ δεσπότῃ συντρέχειν, ἀλλὰ ὑπερβάλλειν ἐκεῖνον τῷ εἰς κακίαν συντόνῳ δρόμῳ. ιδ΄. Ουτος γυμναζόμενος «ἷον εἰς τὸ ἀγρεύειν Χρι στιανοὺς διὰ τὸ φιλεῖν τὰ θηρατικὰ (καθὰ ἔμπαλιν ὁ Μάρκος καὶ οἱ κατ' αὐτὸν εἰς ἡμερότητα διὰ τοῦ φιλοποίμενες είναι), προὐβάλετο ἐξηγητὴν θήρα; τοιαύτης Διομήδην τινά, κυνηγετεῖν δὲ δεξιὸν καὶ μισόχριστον, ἵνα κακῷ ἄρχοντι συνεξομοιοῖτο καὶ ὁ ἀρχόμενος. Ο δὲ τὰ μὲν κυνηγετικὰ ὅπως τὸν Μάγ νον ἐθεράπευεν, ᾔδεσαν ἐκεῖνοι· ὡς δὲ καὶ κατὰ Θεοῦ δεινὸς ἦν ἀγρεύειν, ἐντεῦθεν δῆλον. ιε'. Προσῆλθε ποτε θηρασάμενος παντοίαν ἄγραν, καὶ εἶχε περὶ ἑαυτὸν πολλοὺς ἱκανοὺς τὰ τοιαῦτα, διεσπαρμένους ἄλλους ἀλλαχοῦ κατὰ ζήτησιν ὧν ἤθελον· οἱ καὶ διερευνώμενοι τὰ ἐκεῖ παρατυγχάνουσι τῷ Μάρκῳ διδάσκοντι, καὶ ἅμα βλέπουσι καὶ ἐκπλήττονται. Ην γὰρ ἀληθῶς θεαθεὶς τότε μὲν τεράστιον θέαμα, τοῖς ὕστερον δὲ παράδοξον ἄκοι σμα. Ανθρωπον μὲν γὰρ ἰδεῖν νηστευτικὸν, καὶ κατεσκληκότα λιμῷ, καὶ σκιὰν ἀνδρὸς ἐμφαίνοντα, καὶ βεβριθήτα μαλλοῖς λευκοῖς ἐκ κεφαλῆς ἕως πιο δῶν, οὐκ ἐς τοσοῦτον ἐθαύμασαν· τὴν δὲ πρό που δῶν ἐκείνῳ κειμένην ἄρκτον, καὶ πράως λιχμωμέν νην αὐτούς, καὶ, ἐπεὶ μὴ λαλεῖν εἶχεν, ἀφοσιουμένην οὕτως τὸ λαλητικὸν λειτούργημα, υπερεξε πλάγησαν, καὶ 5 φόβος μὲν ἤθελεν ἀφιστῶν ἐκείνους τοῦ τε Μάρκου καὶ τῆς ἄρκτου, τὸ δὲ θαῦμα κατεῖχεν, ὥστε παραμένειν καὶ βλέπειν· μᾶλλον δὲ, εἰπεῖν, ίσταντο ἐννεοί, πεπηγότες τῷ δέει καὶ τῷ θαύματι, ἕως τεθαρρηκότες προσκαλουμένῳ τῷ ἁγίῳ ήγγισαν πρὸς αὐτόν. ις'. Καὶ τότε πυθόμενοι, καὶ τὰ κατ' αὐτὸν ἀκριβολογησάμενοι, καὶ μαθόντες, Χριστοῦ λατρευ τὴν αὐτὸν εἶναι, μετέβαλον καὶ τὸ θάμβος καὶ τὸ δέος εἰς μανίαν τὴν κατ' αὐτοῦ, καὶ μάλιστα τὸ κακὸν θηρίον, ὁ Διομήδης, ὃς καὶ αὐτίκα καταμης νύει τῷ Μάγνῳ τὸ φίλον έρμαιον, τὸν καλὸν Μάρτ κον, οὐκ αἰδεσθεὶς τὴν μαθήτριαν ἄρχτον· ἣν δια δαχθεῖσαν οἷον πρὸς τοῦ ἁγίου ἡμέρως ἔχειν ἰδὼν αὐτὸς, καὶ ὀφείλων μαθεῖν ἐξ ἐκείνη;, ὅσα καὶ διδασκάλου, τὸ ὅμοιον, ὅμως ἀθίτασσος ἀπέξη θερ κατὰ τοῦ θεοφιλεστάτου γέροντος. Οὐ γὰρ ἔστιν ὑπολαβεῖν, ὡς ἡ ἄρκτος πρὸ ποδῶν τῷ Μάρκῳ ἔχει το, τιθασὸς ἐς τοσοῦτον γενομένη δίχα γε πραγματ τείας θείας, ἵνα δηλαδὴ θεασάμενοι αὐτὴν οἱ ἀμφὶ τὸν Διομήδην μιμήσωνται, καὶ τὸν τοῦ Θεοῦ αἰδή σωντα: ἄνθρωπον. ιζ'. Ἀλλ' οὕτω μὲν κατεμηνύθη ὁ Μάρκος τῷ Μάγο νῳ· καὶ αὐτὸς ἁρπάσας τὴν εἴδησιν στέλλει στρα τιώτας τριάκοντα, οἳ καὶ συλλαβόντες αὐτὸν γλυκύ θήραμα, τῷ Μάγνῳ παρέστησαν, παρασπιζόμενον καὶ μαθηταῖς· ὃς ἀνακρίνας καὶ εὑρηκὼς τὸν ἀρι χηγέτην τῆς θήρας μὴ ψευσάμενον (ὡμολόγει γὰρ καὶ τῷ τυράννῳ εἰς κοινὴν ἀκρόασιν ὁ Μάρκος, Χριστιανὸς εἶναι, καὶ οὐ διεστρέφετο τῆς τοιαύτης ὁμολογίας ούτε θωπείαις, οὔτε ἀπειλεῖς), παραχρῆμα μὲν ἦρτο μετεωρισθείς. Καὶ ἀμυσσόμενος ἐφ' ἱκανὸν ἐξέστο, καὶ λοιπῶν δὲ βασάνων δεινῶν εἰ;
col. 273–274page 6 of 13
PG 136:273πεῖραν ἦλθεν, ἀγγέλου παρισταμένου, καὶ ἀοράτῳ δυνάμει ἐπιῤῥωννύντος, καὶ εἰς καρτερίαν στερεοῦντος. Εἶτα καὶ ἐν φυλακῇ τεθείς, καὶ μηδὲ κάματον. ιη'. ὡς γὰρ μὴ ἀρκούντων ὧν ἔπαθεν, ἠκολούθησε τῷ Μάγνῳ ἕως καὶ εἰς τὴν περιᾳδομένην Κλαυδιούπολιν, ἵνα μεταφυτευθεὶς ἐκ τῆς τῶν Πισιδῶν εἰς τὰ ἐκεῖ, φυτὸν Θεοῦ εὐγενές, κάρπι μας καὶ τῇ τοιαύτῃ χώρᾳ ἐπὶ σωτηρία γένηται όπου καταντήσας, καὶ τοῖς φθάσασιν ἐμπονήμασι προσεπιθεὶς καὶ τὴν ἐκ τῆς ὁδοιπορίας δυσκολίαν, καὶ μὴ πειθόμενος μεταβαλέσθαι κακὴν ἀλλοίωσιν, κερδαίνει καὶ ἐκεῖθεν ζηλωτὰ θρέμματα τοὺς ἐν γλώσσῃ κειμένους ἡμῖν ἄρτι μεγαλομάρτυρας Κα Αυτηνούς, ἐκ τῆς Πισιδικῆς, οἷα εἰκὸς, χώρας ἐκεῖ σε κατηντηκότας ή μετοικεσίας λόγῳ, ἢ ἐμπορίας, ἢ ἄλλως δπωσούν. ιθ. Ἔτυχον δὲ εἶναι αὐτοὶ χαλκέας μὲν τὴν τέχ νιν, δι' αὐτῆς ἀποζῶντες εἰς αὐτάρκειαν, ψυχῆς δὲ χρηστότητα, ὡς ἐκ τῶν ὕστερον ἔστι τεκμηριώσασθαι, θερμοὶ τὸν εἰς ἀγαθὰ ζῆλον, καὶ οἷοι ἅμα λαβεῖν ἀρχὴν καλοῦ, καὶ αὐτίκα γενέσθαι τοῦ τέτ λους. Τοιοῦτοι δὲ πάντως οἱ εὐφυεῖς τὰ ἐς χρησ στομάθειαν, ὁ δὴ ἀρχῶν ἡ καλλίστη τοῖς φιλοκάλοις προϋποβέβληται· χρὴ γὰρ ζώπυρον ἀγαθοῦ θελή ματος ἐγκεῖσθαί τινι ἐς ψυχήν, κἂν εἰ καὶ πονηροῖς ἐντρίβοντο ήθεσί τε καὶ πράγμασιν, ἵνα, ἐπηνίκα ἐπίπνοια θεία ειπίσῃ αὐτὸ, καὶ τὴν ἐπιπροσθοῦσαν ἀπαγάγοι βιωτικὴν τέφραν, εὐθὺς ἀναλάμψοι φῶς ἀληθείας, καὶ ἄνθρακες ἐξαναφθεῖεν ἀφανίζοντας τὴν φθάσασαν μοχθηρὰν ύλην, ἧς ὁ φορυτὸς ἀχρειοι τὸ ἐν ἀνθρώπῳ ἔνθεον καὶ ξύλον. Ταύτης τῆς εὐ φυΐας ὄντες καὶ οἱ Καλυτηνοὶ ἐξ αὐτῆς πρώτης πλάσεως, τέως μὲν ἐπλάζοντο περὶ τὰ τοῦ βίου, καὶ τοιούτῳ πελάγει ἐμπλέοντες ἀφέροντα εἰκῆ. καὶ μάτην, ἔνθα παρέσυρεν αὐτοὺς πνεῦμα, οὐ τὸ θεῖον, ἀλλὰ τὸ πονηρόν· εἰ δέ που καὶ κατῆραν εἰς γῆν, ἀλλὰ καὶ αὐτὴ οὐ σταθερὰ ἐν αὐτοῖς, ἀλλὰ κατέ σεις τὰς αὐτῶν βάσεις, καὶ οὕτω τῆς εἰς ὀρθὸν ἀπε στέρει στάσεως. οὕτως ὑπενδούς, παρεπέμφθη καὶ εἰς ἑτεροδου κ'. Οὐκ ἦν γὰρ ἐν τοῖς τότε καιροῖς οὔτε ἀσάλευτα πλέειν, οὔτε στερρὰ βαδίζειν, οἷα τῆς δαιμονικής ἐπιφορᾶς πᾶσαν καὶ θάλασσαν καὶ γῆν, τὴν μὲν κυμαινούσης, τὴν δὲ κατασειούσης, καὶ μὴ ἀφιείσης τὸ τοῦ Θεοῦ πλάσμα πρὸς αὐτῷ εἶναι, ἀλλ᾽ ἐξαρ παζούσης οὐκ εἰς ὄρος ἢ κῦμα θαλάσσης, κατα Ειδάζειν δὲ καὶ εἰς αὐτὸν βιαζομένης τάρταρον. Καὶ οὕτω μὲν ἄχρι καὶ τοῦ κατὰ τὸν Μάρκον μαρτυρίου βίουν οἱ Καλυτηνοί, πλουτοῦντες μὲν ἀγαθῇ μόνη διαθέσει, καὶ εὐμαθεί φύσει, καὶ ἐξυτάτῃ εἰς τὸ καλὸν ἀναβλέψει, καὶ ἐπαινετή προθέσει, άλλως δὲ πενόμενοι τοῦ τελείου, ἐπεὶ μὴ εὑρισκον τὸν κατάρξαντα καὶ οὕτω καθηγησόμενον εἰς αὐτό. 1 τί ἂν ἐποίουν ἐν σκότῳ μὲν οἷον βαθυτάτῳ ὄντες, ἔνπερ ἐκδύντες γένοιντο ἂν τοῦ φωτὸς, μὴ ἔχοντες δὲ τὸν προπορευόμενον, μάλιστα δὲ μηδὲ εἰδότες, ὅ τί ποτέ ἐστι φῶς; Ὣς εἶναι διὰ τοῦτο περὶ αὐτῶν οὐκ ἀφυῶς εἰπεῖν τής ; τὸ σκότος αὐτοῖς, οὕτω καὶ τὸ φῶς. κα'. Ἔχουσι δὴ οὕτω τοῖ; Καλύτηνοῖς, καὶ δεν
col. 275–276page 7 of 13
PG 136:2754 μένοις ἀφορμῆς ἀγαθῆς, ἵνα καὶ αὐτοὶ γένωντα. ἀγαθοὶ, καὶ τὸ κατὰ δύναμιν φύσει σοφόν μεταβάλωσιν εἰς τὸ ἐνεργείᾳ σοφώτατον, ἐπιφαίνεται θεό θεν ποδηγός, ἀπὸ σκότους εἰς φῶς ἐξάγων, ὁ εὐγή. ρως Μάρκος, ὁ τοῦ μεγίστου ἀρχιποιμένος καλός ποιμὴν, ὁ ἐν ἤθους απλότητι ἀγχίνους τὰ θεῖα, ὁ ἐν Ιδιωτεία θυμόσοφος καὶ θεόσοφος ᾧ γνῶσιν ἐλλάμ μας ὁ Θεὸς διδασκαλικὴν, καὶ τὴν ζωϊκὴν ποιμαντικὴν αὐτῷ τηρήσας μέχρι καὶ εἰς αὐτὸ τέλος ζωῆς, ἵνα μηδέποτε τοῦ φιλοθέως ποιμαίνειν ἀποστερηθείη, ἀπορίσατο δι' αὐτοῦ ἀμνούς φίλους, οὓς ἐκεῖ. νος πνευματικώς θρεψάμενος προσήγαγεν αὐτὸ εἰς ἅγιον σφάγιον, εἰς εὐώδη ὀσμὴν, εἰς προσφοράν δεκτὴν, εἰς θύμα φιλητὸν καὶ σωτήριον ἡμῶν, τῶν τοῦ Θεοῦ. κβ'. Ἐπεὶ γὰρ ὁ Μάρκος ὑπὲρ ἡλικίαν γεροντικὴν ἠνδρίζετο, καὶ ὁ Θεὸς οὐκ ἐνεδίδου αὐτῷ ἀπο κάμνειν, ὡς ἂν τῷ κατ' ἐκεῖνον ζήλῳ καὶ οἱ νεώ τεροι καὶ οἱ ἀκμάζοντες ἔχωσιν ἐκπυροῦσθαι εἰς τὰ βελτίονα, έταμιεύετο μὲν ὁ Μάγνος αὐτὸν ποιο ναῖς εἰς τὸ μέλλον· τῷ τέως δὲ κακῶσαι τοὺς πόδας διέκρινε τῷ ἁγίῳ γέροντι ἀφορήτῳ βαρύτητε κλοιῶν, ἵνα ταῖς ἤδη ἐκ τῆς ὁδοιπορίας κακώσεσι προσεπιλάβει καὶ τὰ ἐκ τῆς προσφάτου ποδοκάκης, καὶ δεινὰ πάσχοι, ὥσπερ προ βραχέων ὁδοιπορῶν, οὕτω καὶ νῦν ἀκινητίζων ἐν φυλακῇ. Καὶ μὴν φορ τικώτερον εἰς πλέον ἦν τὸ τῆς ὁδοιπορίας εκείνης ἐπιβούλευμα χρηπῖδες γάρ σιδηραῖ ἤλοις ἐντὸς ἐς ὀξύτατα φρίσσουσαι, καὶ οὕτω τοὺς πόδας κακο ποιοῦσαι, εὐκταίαν, οἶμαι, τῷ ἁγίῳ τὴν εἰς ᾅδου ἐποιοῦντο πορείαν, διὰ τὸ τῆς ὀδύνης ἀφόρητον. κγ'. Κατακρίνας οὖν οὕτω δεσμοῖς οὐ φορητοῖς τὸν ἅγιον Μάρκον ἀναγής Μάγνος, ανεζήτει τεχνίτας χαλκευσομένους τὸ ποθούμενον· καὶ ταχὺ εὑρέ θησαν οι Καλυτηνοί πρός γε τῶν θερμῶν εἰς κακίαν. Οξεῖς γὰρ εἰς ἀνεύρεσιν κακοῦ οἱ πονηροί θερά ποντες, καὶ οὐχ οὕτως ὁ ἀγαθὸς εὐπορεῖ τοῦ πρὸς ἐπιθυμίαν, ὡς ὁ τῆς πονηρίας άνθρωπος. δυσπόριστον μὲν γὰρ ἅπαν ἀγαθὸν, διὸ καὶ πόνοις κτά ται· εὐπόριστον δὲ τὸ φαῦλον, ὅθεν καὶ εύληπτον. κδ'. Ὡς οὖν εὑρέθησαν οι χαλκεύσεντες, καὶ ἤχθησαν, καὶ μισθοῦ ἀρισθέντος ετάχθησαν πρὸς τῇ κατεργασία τῶν δεσμῶν, καὶ ἐσπεύδοντος αὐτοὶ μὲν, τῆς κατὰ φύσιν ἀγαθότητος επισπερχούσης, ἐποίουν τὰ τῆς τέχνης, ἵνα μὴ ψεύδαιντο τὸ ἐπάγ γελμα, και ψευδόμενοι ἀπεναντίας ἔρχειντο τῷ ἄρχοντι. Οὐδὲ γὰρ εἶχον ἢ νοεῖν, ἢ ὑπονοεῖν τὸ κατ' ἐκεῖνον κακόβουλον· οὐδὲ μὴν ἐπίσταντο, ὅστις ποτέ ἐστιν ὁ Μάρκος, ἢ ὁ τοῦ Μάρκου Θεός· ὡς, είπερ ἐγίγνωσκον, τάχα ἂν οὐδὲ τὴν ἀρχὴν ἐπεβάλοντο κατεργάζεσθαι κλοιὰ τοιαῦτα, ήρπασαν δὲ ἂν τὸ μαρτύριον πρωΐαίτερων. Καὶ ταγῦν τὰ μὲν πῦρ αὐτ τοῖς ἐντελῶς εἶχε, καὶ ὁ σίδηρος ἤδη πῦρ ἦν ἐκφ γούμενος. ὡς δὲ καὶ ὁ ἄκμων εἶχεν αὐτὸν, καὶ ἐχρῆν σφυρηλατεῖσθαι αὐτὸν εἰς δεσμά, εἰ μὲν αἱ χεῖρες αὐτοῖς νάρκην ἔπασχον (ἔπασχον δὲ ἀληθῶς), δόξοι ἂν αὐτὰ οὐ πάνυ πολλῆς ἐπισημασίας ἄξιον. Ἐκείνῳ δὲ ἐπιστῆσαι μάλιστα χρή, ὅτι τὴ χώνευμα οὐκέτι ἔστεγών είναι σίδηρος, ἀλλὰ τὴν συνίζησιν
col. 277–278page 8 of 13
PG 136:277ἀπηρνείτο, καὶ τρέχειν οἷον ἐθέλων, ὡσεὶ καὶ ὕδωρ συμποδίσαι τὸν εἰς ἀγαθὸν τρέχοντα. Καὶ τὸ πάθος ἐχέετο, καταῤῥυϊσκόμενος, καὶ διασκορπίζετο, καὶ συναγόμενος πάλιν ὡς ἐξ ὑπαρχῆς, καὶ ἀποκαθιστάμενος πρῶτα μὲν εἰς μέλανα σίδηρον, εἶτα καὶ εἰς ἀνθρακώδη τῇ ἐκφλογώσει· καὶ μηδὲ πάλιν φέρων σφύρα τύπτεσθαι, ἀλλ᾽ οἷον ὑποστελλόμενος τὰς τοιαύτας πληγάς, καὶ ἑαυτὸν συστέλλων ὡς εἰς ἄχνην. Καὶ οὕτω τὴν ἐκ φύσεως λύων συνέχειαν, οὐκ ἤθελε τοὺς τοῦ Μάρκου περιυβρίσαι πόδας, πρὸ ἐκείνου θνήσκων οἷον αὐτὸς, οἷς εὐλαβεῖτο ἐγίνετο πολλάκις κατὰ τὸ πάλιν καὶ πάλιν. πε'. Ὕπεισιν οὖν ἐπὶ τούτοις λογισμός έμφρων τοὺς χαλκευτάς, θεῖον εἶναί τι πράγμα το γινόμενον, καὶ ἀληθῶς τεράστιον, καὶ οὐκ ἂν μὴ σημαντικὸν μεγάλου ἀποτελέσματος· καὶ ὁ λογισμὸς οὗ τις ἐμβαθύνας καὶ ἐγκαθίσας ἐς ψυχήν, καὶ εἰς ο θεολογίαν ἀπολεπτύνας αὐτοὺς ἐποίησε φιλοσοφή. σαι, ὡς οὐκ ἄνευ ταῦτα θείας δυνάμεως οὐδὲ Θεοῦ δίχα. Πῶς γὰρ ὁ σίδηρος, ὁ εἰς ἐν συῤῥέων τῇ ἐκε πυρώσει, καὶ τῇ ἀναχωνεύσει την σκωρείαν ἐκτι νάσσων, καὶ οὕτως εἰς καθαρὸν ἀποκαθιστάμενος καὶ ῥᾷον τὸ ἐντεῦθεν συμπιλούμενος καὶ πυκνούμενος, εἰ τύπτεται πρὸς ἔλασμα, νῦν πλαδαροῦται, ὡς καὶ διαῤῥυΐσκεσθαι τρόπον ὕδατος, εἰ μὴ κατά τι θείον συγκύρημα ξένον τι ἐπεσκευωρείτο συνάντημα; Καὶ αὐτίκα συνεισήρχετο νοῦς αὐτοῖς, Θεοῦ ἄνθρωπον εἶναι τὸν δεσμησόμενον, καὶ διὰ τοῦτο τοῦ ἔργου αὐτῶν. ἐμποδὼν εἶναι τὸν τοῦ Μάρκου Θεὸν τῇ εὐοδώσει κς'. Πάντως γὰρ φήμης αναβιωμένης, οὐκ εἶχε λανθάνειν οὐδ᾽ αὐτοὺς ὁ Μάρκος, ὅτι θεοὺς μὲν ἀπωθούμενος καὶ ψέγων ὡς μὴ ἀληθεῖς, ἐνὶ δὲ Θεῷ προσανέχων, καὶ Θεὸν ὄντως αὐτὸν ἐπαγωνιζόμενος εἶναι, τετίμηται δεσμοῖς. Οθεν τοιαῦτα σοφι σθέντες ὑπὸ τοῦ ἐντὸς αὐτῶν διδασκάλου, ὑποφη τεύοντος δηλαδή Θεοῦ ταῖς τοῦ ἁγίου Μάρκου εύ χαῖς, τόν τε ἐκβοώμενον πιστότατον Μάρκον ἀπο δέχονται τῆς ὑπὲρ τοῦ φιλητοῦ Δεσπότου ἐνστάσεως, ἂν αὐτὸς κηρύττειν ἐθέλειν καὶ τῷ Θεῷ διὰ τῆς τοιαύτης ἀποδοχῆς ὁσιοῦνται, καὶ τὸν τύραν τὸν ἀποστυγοῦσι, καὶ γραφέντες εἰς τὸ καλῶς νοεῖν, πρὸς τῷ ἁγίῳ Μάρκῳ τὸν νοῦν ἔχουσι. κζ'. Τί δὲ οὐκ ἔμελλον ποιῆσαι οἱ πρὸς τῷ ἔσω μυσταγωγῷ, τῷ ἐξ ἑλλόγου φύσεως, καὶ τὴν ἐξ αὐτοῦ Θεοῦ διδασκαλίαν τρανῶς ἐνωτισάμενοι; Φωνὴ γὰρ οὐρανόθεν ἀπηχήθη καὶ αὐτοῖς, ὁποῖαι καὶ ἄλλαι μυρία έβρόντησαν θεοπαράδοτα νοήματα, θαῤῥύνουσα τοὺς Καλυτηνούς εἰς τὸ ἀθλῆσαι. Η κατακολουθοῦντες, τούς τε πυραγρικούς καρκίνους ρίπτωσι, καὶ συναποβάλλουσι δὲ καὶ τὰς σφύρας καὶ τὴν ἀσβόλην μὲν ἀπειπάμενοι, τὴν ἐκ τῆς τέχνης, καὶ τὸν ἐκεῖθεν ῥύπον, τὸ δὲ φῶς ἐγκρίναντες, τὸ καὶ ὄντως καὶ ἄῤῥητον, δ καὶ ἐκληρώσατο αὐτοὺς ὑπὲρ Θεοῦ ἀθλήσοντας, καὶ οὕτω διαφυγόντας, ὥσπερ τὸ κατὰ τέχνην πῦρ, οὕτω καὶ τὸ αἰώνιον, τρέχουσιν ἐπὶ τὸν Μάγνον. Καὶ τέως μὲν καὶ ἀπο στρέφουσιν, ὃν ἔλαβον μισθὸν τῆς κατὰ τοῦ Μάρ που σιδηροποιΐας, ἵνα καὶ τὸ ἀργύριον αὐτοῦ σὺν αὐτῷ εἰς ἀπώλειαν· εἶτα καὶ πληροφοροῦσε λόγοις
col. 279–280page 9 of 13
PG 136:279οὐ μακροῖς, ἑτοίμως ἔχειν θνήσκειν ὑπὲρ τοῦ Θεοῦ, ἂν ὁ Μάρκος κηρύσσει, καὶ μὴ ἂν ἐθέλειν τοῦ λοιποῦ μηδὲ ζῇν, εἰ συγχρᾶσθαι κινδυνεύουσιν ἀθέοις, μᾶλλον δὲ συγχραίνεσθαι. κηʹ. Καὶ τοίνυν κρατηθέντες αὐτίκα ήμειψαν καλάσεις ἐκ κολάσεων πολυειδεῖς, οὐ μόνον ὁποίας ὁ Μάγνος ἐνεθισθεὶς προεχειρίζετο αὐτὰς, καὶ ἐπὶ τούτοις τοῖς ἀθληταῖς οὐδὲν τῶν ἄλλοτε φθασαν των ἔλαττον, ἀλλὰ καὶ ἑτέρας καινοτέρας, ὁπέσαςφαυλοδιδάσκαλος δαίμων υπηγόρευεν. Ειώθασι γὰρ ὡς τὰ πολλὰ ἐν τοῖς τοιούτοις φιλοτιμεῖσθαι οἱ τυράννοι, καὶ προσεξευρίσκειν ἀεὶ τὰ ἐκπλήτο τοντα τοὺς παραπίπτοντας, καὶ οὕτω προσαύξειν τὸ ἐν αὐτοῖς φρικαλέον, πραγματειώδη ποιούμενοι τὴν ἀγριότητα, καὶ τοῦ κατ᾿ ἄνθρωπον ἡμέρου τὸ θηριώδες αλλαττόμενοι. Ἐπεὶ δὲ τὰ μὲν κολαστή μια παρ' οὐδὲν ἦσαν τοῖς ἀθληταῖς, λόγος δὲ ἅπας ἄπρακτος ἦν ἐν αὐτοῖς, ὅτι πρὸς ἀπειλὴν καὶ ὁ ἐπὶ παραινέσει, εὐτραπελεύεται ὁ χαιρέκακος οὐ πάντη ἀπροσφυὴ τοῖς μάρτυσι κόλασιν. κθ'. Βουλεύεται γάρ, τοὺς διὰ ἐργασίας βαναύσου ζώντας, τῆς ἐν πυρὶ, τρεῖς Καλυτηνούς, διὰ πυρὸς ἀγαγεῖν, καὶ τῆς τοῦ σιδήρου εργασίας εκεί νης, ἣν πῦρ οὐ κατειργάσατο, καταπαίξαι διά τινος ὁμοίας διαχωνεύσεως, ἵνα άπερ έζων, τούτῳ ἀπαλλαγεῖεν τοῦ ζῆν. Καὶ τήξας μόλιβδον ἀρκοῦντα, καὶ ζώνην ἐνθεὶς ἑκάστῳ τῶν μαρτύρων ἐπὶ τὸ στόμα, καθὰ καὶ ἀγγείοις ὑγροῦ τινος δεκτικοῖς, ζέοντα ἐκεῖνον ἐνέχει κατὰ τῶν τριῶν, εἴ πως ἐμπρησθέν Ο τες οὕτω τὰ ἐντὸς αὐθωρὸν ἀποῤῥήξωσι τὴν ζωήν. Εὐτυχήθη δὲ ἄρα οὐδὲ ἡ τοιαύτη τῷ Μάγνῳ ἐπίνοια πρὸς ἐντελῆ ἐνέργειαν, ἀλλ᾽ ἐξέβαινεν ὡσεὶ ἄπρακτος παιδιά. Ην γὰρ ὁ τοιοῦτος μόλιβδος ἀβλαβὴς ἐκείνοις, καθὰ καὶ τῷ ψαλμῳδῷ Προφήτη ὁ παραβολικός κηρός, ὁ τηκόμενος ἐν μέσῳ τῆς κοιλίας αὐτοῦ. Εἶχον δὲ ἂν αὐτὸν οἱ μάρτυρες καὶ οἷον τινὰ ὕδατα παρήγορα, εἰσελθόντα ἕως ψυχῆς αὐτῶν. Ψάλλος δὲ ἄν τις, καὶ ὅτι ὡσεὶ ὕδωρ εἰσῆλθεν εἰς τὰ ἔγκατα αὐτῶν· μή που δὲ ἀσφαλῶς ἂν ? εἴποι, καὶ ὅτι προσεπηύξησεν ὁ πυρόεις ἐκεῖνος μόλιβδος τὴν ἐν αὐτοῖς καρδιακήν ζέσιν, καὶ ζῆλον αὐτοῖς ἐνέκαυσε κατὰ τὸν τοῦ οἴκου τοῦ Θεοῦ, ; ἁγίου παλαιτάτου καρδίαν κατέφαγε. Προσθετέον δὲ καὶ, ὡς ἀναψυχῇ τῇ ἐκ Θεοῦ μόλιβδος ἐκεῖνο; ὁλογίσθη οὐ πυρὶ ὁμιλήσας, ἀλλ᾽ ὁποῖος ἐν ἱερᾷ παραβολῇ καταδύεται ἐν ὕδατι σφοδρῷ, οὐκ ἂν κατακαίων πάντως ἐκεῖνος, ἀλλὰ παρακύπτων ψυχρὸς αὐτὸς εἰς σῶμα ὅμοιον. λα. Τίνες ἂν ἦσαν ἐν τοῖς τοιούτοις οἱ ἀδελφοὶ οὗτος ἀθληταί, οἳ τὸν Θεὸν διψῶντες, τὸν τοιοῦτον ύγρὸν ὑπὲρ ἐκείνου μόλιβδον ἐξέπιον, ζέοντες πνεύματι; Αρα οὐκ ἂν ἐπολυπλασίασαν τὸ τῆς ψυχῆς θερμόν ὑπὲρ του Θεοῦ; οὐκ ἂν ἐξεπυρώ θησαν ὑπὲρ τῆς πίστεως; οὐκ ἂν εἶπον τῷ τύραννα μυρία ὅσα εἰς ἔλεγχον καὶ κατάγελον, Οὐκοῦν ἐπιμένων ἐκεῖνος τῇ αὐτῇ ἐνστάσει, καὶ κατὰ τῶν μαρτύρων λυσσῶν καὶ θεομαχῶν, ἑτέραν τρέπεται, δι' ἧς τάχιον ἑαυτὸν ἀπαλλάξει τῆς τῶν μαρτύρων ὁμιλίας. Οὐ γὰρ ἔφερεν ἔτι ἀντιπράττειν, οἷα μηδέ Ισοπαλὴς αὐτοῖς εἶναι ἰσχύων. Καὶ δὴ τὴν χαλκευτικὴν τέχνην ἑτέρωθεν προσλαβόμενο, εἰς ἐπιχούν
col. 281–282page 10 of 13
PG 136:281ρίαν, ὡς ἂν ἐξανύσῃ, κατ' αὐτῶν, ὅπερ αὐτοὶ κατὰ τοῦ Μάρκου δράσαι οὐκ ἔσχον, ήλους τε αδροὺς ἐπιτάττει, δι' ὧν καθηλοῦνται ἀνασκολοπιζόμενοί τινές, καὶ πέτραν παρατηρεῖται οἷαν στέξαι προσ ταγησομένους ἀνθρώπους. β. Καὶ ἦν μὲν τῷ Θεῷ δυνατόν, μήτε τους ξίους παγιωθῆναι εἰς στερέμνιον, ἀλλὰ παθεῖν ἀνάλυσιν, ὁποίαν ὁ σίδηρος, ὁ κατὰ τῶν δεσμῶν τοῦ Μάρκου μαλαττόμενος, καὶ τὴν πέτραν δὲ στερεωθῆναι εἰς ἀνύπεικτον, καὶ λαξευτικαῖς πληγαίς ἀνένδοτον καὶ διατρήσεσι, καθ' ὧν οἱ ἦλοι παρεισδύσονται. Οἰκτείρας δὲ τοὺς πολυπαθείς μάρτυρας, καὶ μεταναστεῦσαι τῆς ἀνθρωπίνης ζωῆς ἀποφηνάμενος (ἀρκούντως γὰρ ἐγυμνάσθησαν, ὡς ἐκεῖνος ἔκρινεν, ἐν οὐκ ἔστιν ἐκλογίσασθαι), τῷ σιδήρῳ τε ἐφῆκεν ἤλους καταρτιᾷν, καὶ τὴν πέτραν ἀφῆκε παθεῖν συνήθη διατήρησιν. Καὶ ὡς αὐτὸ ἐγένετο, ἀπαγορεύονται ζῆν ἐν γῇ πρὸς τοῦ Μάγνου οι μάρτ τυρες· καὶ ταχὺ ἀρθέντες προσπήγνυνται τῇ πέ τρα, ὅσα καὶ ξύλῳ σταυρώσεως· καὶ οὕτω τῇ μὲν προσηλώσει μιμούνται πως τὸν δι' ἡμᾶς ἐθελουσίως προσηλωθέντα σωτήρα Χριστόν, τῇ δὲ πέτρα τῆς μελιώσθαι τῇ πίστει τῇ εἰς τὸν Κύριον. γ. Ὁ δὲ ἀλείψας Μάρκος περιήν μὲν καὶ εἰσ ἐτι· σὺ γὰρ ἦγε σχολὴν ὁ Μάγνος επισκέψασθαι καὶ αὐτόν, ἀλλὰ τὸν νοῦν ὅλον εἶχε πρὸς ταῖς αὐτοῦ προσφοραίς, τοῖς Καλυτηνοίς, οὓς αὐτὸς προσήγαγε τῷ Θεῷ, οἷς δι' αὐτοῦ ἐκεῖνον ἐγνώρισαν, ἀναβάντας εἰς ὕψος γνώσεως ὅσα καὶ διά τινος κλίμακος, τῆς ἐπ' αὐτῷ ἐννοίας, ὅτε σίδηρος αὐτοὺς ἐμυσταγώγησε, καινότερον μαλαττόμενος. Καὶ ἐχρῆν οὕτω γενέσθαι δυοῖν ἔνεκεν· ἵνα καὶ ὁ ἅγιος γέρων ἀπέλθῃ θαῤῥῶν εἰς Θεὸν, ἐπεὶ καὶ τοιούτους τελευτ τῶν αὐτῷ κατήρτισε μάρτυρας, καὶ αὐτοὶ δὲ μὴ ἀπυκνοίεν όκνου λόγῳ, τὴν τοῦ Μάρκου μεμα θηκότες μετανάστασιν καὶ πρὸς Θεὸν ἀνάβασιν. λδ'. Ὁ δὲ Μάγνος, ὡς οἷα μὴ ἀρκέσαν εἰς κάκω σιν τοῖς Καλυτηνοῖς τὸν ὡς ἐῤῥέθη, προσηλωθῆναι (ίσως γὰρ καὶ μετάμελος εἶχεν αὐτὸν, εἰ μὴ κατέ χωσεν αὐτοὺς, ἀλλ' οὕτως εἰς πρόοπτον ἐξῆρεν, ὡ; καὶ περιβλέπεσθαι τοῖς θεοσεβέσιν· ἐξ οὗ συνέβαινεν, ἐκείνους μὲν θαυμάζεσθαι, τὸν δὲ τύραννον κατακραυγάζεσθαι), ἤθελε μὲν τάχα κατά τινα λυσσητῆρα κύνα τῶν σαρχῶν αὐτοῖς ἐμφαγεῖν. Ὅτι δὲ οὐκ ἦν αὐτῷ γενέσθαι, τὸ παμφάγον προκαλεῖται πῦρ κατὰ τῶν μαρτύρων, φθόνῳ τοῦ λείψανα περιλελείφθαι αὐτῶν, ἐξ ὧν ἁγιάζοιντο ἂν οἱ θεο φιλεῖς· καὶ οὕτω τελειοί, ἔργον αὐτοὺς πυρὸς θέμενος, ἐφ' οἷς ἐργαζόμενοι διὰ πυρὸς τὰ τοῦ Μάρτ που δεσμά, μαγίαν τοσαύτην ὑπανήψαν αὐτῷ. Καὶ οὕτω μὲν τοὺ; Καλυτηνοὺς ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ συνηγμένους, ὥσπερ φύσει, οὕτω καὶ πίστει τῇ ὄντως, Σεπτεβρίου μηνός. λε'. ᾿Αποπλήσας δὲ τὸν ἐπ' αὐτοῖς θυμὸν ὁ Μάγνος, εἶτα κατά σπουδήν προμηθείας, τοῦ μὴ καὶ ἑτέρους ὁμοίως ἀνδρίσασθαι ὑπὲρ τοῦ Θεοῦ, ἀπέ λυσε φροντίδων καὶ τὸν Μάρκον, οἷς μὲν ἄλλως ἐκόλαζεν ἐκεῖνον καὶ δριμέως καὶ ἐνδελεχῶς, οὐκ ἀναπαύσας. Καὶ γὰρ καὶ πληγαῖς ἀμυθήτοις αὐτὸν αὐτῶν προσερείσεως παραδηλοῦσι, στεῤῥῶς τεθε προσελάβετο ὁ Θεὸς, ὀγδόην ἐπὶ ταῖς εἴκοσι ἄγοντος
col. 283–284page 11 of 13
PG 136:283ἔστιξε, καὶ οβελίσκοις διέπειρε, καὶ τὴν διδάσκαλον συγχαίροντας καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνοντας τὰ τοῦ Θεοῦ, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. γλῶτταν ἐκτομῇ ἐδικαίωσε, καὶ κατά τινος πέτρας καὶ αὐτὸν ἥλοις ἐστερέωσε, κατὰ συνεχή διαδοχὴν δριμυτάταις παραπέμπων κολάσεσι τὸν εἰδότα φέρειν ἐγκρατῶς τὰ τοῖς ἄλλοις ἀφόρητα. Οτε μέντοι ξίφει τὴν αὐτοῦ κεφαλὴν ἀπήμαξε, τότε καὶ τοῦ πάσχειν ἀπήλλαξεν αναπαυσάμενον. λς'. Καὶ οὗτοι μὲν, ὁ Μάρκος δηλαδὴ καὶ οἱ Καλυτηνοί, τιμίᾳ καὶ ἁγίᾳ φατρίᾳ γῆθεν εἰς Θεὸν ἐν Κλαυδιουπόλει μετετάχθησαν. Τὸ δὲ λοιπὸν τῆς κατὰ τὸν Μάρκον φυλῆς, ἡ ἐκείνῳ φιλτάτη ἀγέλη, ὁ Νίκων, ο Νέων καὶ ὁ Ηλιόδωρος, ὧν τὰς σάρκας ἐκ τοῦ κατὰ Θεὸν φόβου προσήλωσεν ὁ Μάρκος καθηλωθείς, ἔτι γε μὴν καὶ αἱ παρθένοι, καὶ τὰ νήπια, ὧν ἀνόπιν ὁ λόγος μνείαν ἔθετο, τῶν μετ' οὐ πολὺ χρόνου παρά που τὸ Φρύγιον Φιλομήλιον ἠθληκότων καὶ ἐκπληξάντων τοὺς ἐκεῖ, ἀφ᾽ οἷς ὑπὲρ Χριστοῦ ἔπαθον, συνειλέχθησαν ὑπὸ Θεοῦ, ἔνθα καὶ ὁ Μάρκος καὶ οἱ Καλυτηνοί· πρὸς δὲ τούτοις καὶ οἱ μαθηταί, οὔς οἱ μὲν τοῦ Μάγνου τῷ Μάρκῳ τὴν ἀρχὴν συνεθηράσαντο, καθὰ ἐν τοῖς ἀνώτερον διὰ μνήμης ἦλθον, δήμιοι δὲ τοῦ καθ᾿ ἡμᾶς βίου παρέ λυσαν, τόποις μὲν διεστηκότας, ὡς ἡ συγγραφή λέγει, διαφόροις, ἐν οἷς τὸν βίον κατέλυσαν, παρε στῶτας δὲ εἰς ἐν τῇ προαιωνίῳ καὶ ἀειζώῳ Τριάδι, τῷ ἑνὶ καὶ μόνῳ Θεῷ, καὶ οὕτω συνόντας καὶ εἰς σωτηρίαν· ἧς καὶ τύχοιμεν, ἐλεηθέντες ὑπὸ Αμήν. Τοῦ αὐτοῦ Εὐσταθίου Θεσσαλονίκης εἰς τοὺς αὐτοὺς Καλυτηγοὺς ἁγίους ἀκολουθία έσπε ρινὴ καὶ ὀρθρινή, ὅτι ἡ τοῦ μακαριωτάτου Χούμνου παραπεσοῦσα μετὰ τὴν ἅλωσιν οὐκ εὑρίσκετο. Π λ Καχος π. Ἐλπὶς τοῦ κόσμου. α'. Τριάδος θείας λατρευταί, τρισμακάριον γένος, εἰς ἓν κραθέντες ἀκριβῶς εὐψυχίᾳ καὶ πίστει καὶ φύσεως γνησιωτάτῳ δεσμῷ, ἐνώθητε καὶ εἰς βοή θειαν ἡμῶν, βυόμενοι θερμῶς ἡμᾶς παντοίων πει ρασμῶν, ὅσους ὁ βίος φέρει. Κοντάκιον Τ· Τὴν ὑπὲρ ἡμῶν πληρώσας οίκο νομίαν. β. Ο τὰ καθ' ἡμᾶς ὡς ἄριστα διεξάγων δη μιουργική σοφία παντοδυνάμῳ, ἐκ τῶν κάτω κηλί των ἐξάρας ἡμᾶς, φωσφορίαις εγκατέστησεν ούρα νίαις παμμακάριστος, ἡλιῶδες ἀπαστράπτοντας. Και δου, ἀποδισκεύεται λαμπρὸν αἰθρίαν ἡμῖν, λυτική σκοτασμού. Στιχηρὸς ἦχος 7· Τὸν νοερὸν ἀδάμαντα. γ'. Τοὺς σεβασμίους μάρτυρας τῆς ἀληθείας οἱ πιστοὶ μελῳδικῶς ἀνυμνήσωμεν, Αλέξανδρον, 'Α φειὸν καὶ τὸν Ζώσιμον, οὓς ὑπὲρ Χριστοῦ ἀθλή σαντας ἐθαύμασαν ἄγγελοι, καὶ εὐφήμησαν ἄνθρωποι, καὶ Θεὸς ἐν ὑψίστοις κατέστεψε, πᾶσι τοῖς κάτω προσπτύσαντας. Εστοίχουν γὰρ τοῖς ἄνω καὶ μόνοις· διὸ καὶ πᾶσαν ἔφεσιν τῆς ψυχῆς ἀπησχόλουν πρὸς τὸν ποθούμενον Χριστὸν τὸν Θεὸν, τὸν σωτῆρα τῶν ψυχῶν ἡμῶν. δ. Την καρτερίαν, Δέσποτα, τῶν ἀθλησάντων
col. 285–286page 12 of 13
PG 136:285ὑπὲρ σοῦ τριῶν δικαίων γεραίρομεν, μνημόνευμα ἐγκωμίοις ἐνώσαντες, ὧν τὴν ἀνδρικὴν στερρότητα οὐ φόβος ἐμάλαξεν, οὐδὲ πεῖρα κολάσεως, οὐδὲ πᾶσα τοῦ Μάγνου κακόνοια, θνήσκειν αὐτοὺς ἀναγκάζουσα. Δυνάμει γὰρ ἡνδρίζοντο θείᾳ, διὰ θανά του τρέχοντες εἰς ζωήν, προκειμένην τοῖς ἀγαπῶσί σε, τὸν μόνον Θεὸν καὶ σωτῆρα τῶν ψυχῶν ἡμῶν. ε'. Καθηλωθέντες μάρτυρες οἱ τρεῖς ἐν λίθοις, φαλμικὸν μέλι ἐκ πέτρας θηλάζετε, γλυκύτητα τὴν θεόθεν καρπούμενοι. Πῦρ δὲ τὸ συμφλέξαν στέξαντες, οὐράνιοι ἤρθητε ὡς πυρίνου ἐφ' ἄρμα της, Ηλίου τὴν πορείαν μιμούμενοι· πᾶσα δὲ βλάβη καιώσεως τρυφὰς ὑμῖν τὰς θείας ἐδίδου. Τοιούτοις γὰρ ἀμείβεται ὁ σωτὴρ τοὺς αὐτοῦ χάριν πάσχοντας, τοῦ μόνου Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. Ετερος στιχηρὸς ἦχος πβτης π. Τριήμερος Π ἀνέστης, Χριστέ. 5. Ανήμερος ὑμᾶς δικαστής πιστεύσαντας εἰς Κύριον ὑποβάλλει βαρυτάτοις αικισμούς, χαλάσαι δὲ τὸν τόνον ὑμῖν ὅλως οὐκ ἔσχε, συντεταγμένοις πρὸς τὰ κρείττονα. Τὸ στόμα γέμειν ὕμνων Θεοῦ αἰσθόμενος ὁ τύραννος, τοῖς χαλκεῦσι χώνην θεὶς περὶ αὐτὸ, μόλιβδον μὲν ἐγχέει πυρὶ σφοδρῷ τακέντα, τοὺς ὕμνους παύσαι δὲ οὐκ ἴσχυσεν. ζ. Ὠφέλει μὲν εἰς βίον τὸ πῦρ τοὺς μάρτυρας Χριστοῦ ἀδελφούς, χρησιμεύον εἰς ζωήν ταύτην φθαρτήν· ἐν δὲ τῷ μαρτυρίῳ χρηστότατον εὑρέθην μεταδιδάσαν εἰς τὰ ἄφθαρτα. Ευήμερος αιθρίας ὑμᾶς ἐκεῖσε περιέλαμψεν, ὡς φυγόντας σκότος πλάνης ἀφεγγέ;. Φωτίσατε γοῦν πάντας ἡμᾶς, ὦ ἀθλοφόροι, καὶ ζόφον λύπης ἀπελάσατε. Αν ήχος δ. Ύγραν διοδεύσας ὡσεὶ ξηράν. η΄. Ἰδοὺ δή, τί κάλλιον ἢ τερπνόν, ἀλλ᾽ ἡ κατοικίζειν ἀδελφοὺς ἐπιτοαυτό; ὡς τοὺς μεγαλάθλους δ παντάναξ καὶ ἀδελφοὺς ἐν Ἐδὲμ συγκατώκισεν. Γεννήσεως μέν ἐστι φυσικῆς τὸ κατ' ἀδελφότητα γνήσιον καὶ συμφυές· οἱ δὲ καὶ ἀθλήσει ἡνωμένος ὑπερφυὲς τὸ καλὸν ἐκληρώσαντο. Ο εἰς τῆς Τριά δος παμβασιλεὺς εὐρὼν τὴν τριάδα την γενναίαν τῶν ἀθλητῶν, Αλφειού, Ζωσίμου, Αλεξάνδρου, στρατολογήσας αὐτοὺς ᾠκειώσατο. Υγρὰν διοδεύων βιωτικῶς τῆς πολυκυμάντου πολιτείας διαγωγήν, μὴ ταῖς τρικυμίαις βυθισθείην, θεοκυῆτερ καὶ σω τηρία δέσποινα. Ωδή – Ουρανίας ἁψίδος. θ. Ἐπὶ πέτρας ἀῤῥήκτου οἱ στερεοὶ μάρτυρες θεμελιωθέντες, τῇ πίστει τῇ εἰς τὸν Κύριον πόνων ὑπέσχον ποινὴν, καθηλωθέντες ἐν πέτρᾳ, καὶ ἡμᾶς νῦν παύουσι τῶν ἀλγημάτων ἡμῶν. Ὄφειλέται χαρίτων οἱ τοῦ Θεοῦ μάρτυρες, Μάρκῳ τῷ ἁγίῳ ποίμνια απετελέσθησαν, οὗπερ εἰς βλάβην δεινήν δεσμὰ συγκόπτειν ταχθέντες, εἰς Θεοῦ ἀγάπησιν αὐτοὶ ἐδέθησαν. . Ἡ μὲν βία τοῦ Μάγνου φρενοβλαβώς ήθελε Μάρκον τὸν θαυμάσιον κλεῖσαι σιδήρῳ δήσαντος, ε φλογουμένου σφοδρῶς τῶν ἀδελφῶν τῇ τριάδι, ὁ
col. 287–288page 13 of 13
PG 136:287Θεὸς ἐπύρωσεν αὐτοὺς εἰς ἄθλησιν. Οὐρανίας ἁψι γηρούμεθα λάκκοις, οὓς καθ᾿ ἡμῶν ὁ ἀρχέκακος τελείαν ἀπώλειαν. δος οὐκ ἐκλιπὼν Κύριος θεῖον οὐρανόν, εὑρηκώς σε ἐν σοὶ ἐσκήνωσε, καὶ σὰρξ αὐτὸς γεγονώς γῆθεν ἡμᾶς ὑπεξῆρε. Δόξα σοι, πανάμωμε, τῇ ἀνυψώσει ἡμῶν. Ὠδὴ δ· Εισακήκοα, Κύριε. Ωδή ια΄. Προσηλούμενοι μάρτυρες, ήλους τῷ τυράννῳ πήγνυτε θλίψεων· τῇ δὲ πέτρᾳ τῆς ἡλώσεως ἐκλι θοῦτε θάμβει τὸν ἀτέραμνον χαλκοτύπον ἐν πνεύ ματι. Βέλη χαλκευσάμενοι επαφίετε, δι᾿ ὧν βάλλονται ἐχθροὶ τοῦ Θεοῦ καὶ ῥιπτοῦνται πτῶσιν τήν ἀνέγερτον. Εἰ καὶ σίδηρος ἔῤῥεεν ύδωρ τι καθάπερ σφυρηλατούμενος, ἀλλ' ὑμεῖς ἐστερεώθητε εὐαγῶς τῇ πίστει τῇ εἰς Κύριον. Εἰσακήκια, πάναγνε, μᾶλλον δὲ πεπείραμαι τῶν θαυμάτων σου. Κατε νόησα τὸ κράτος σου, καὶ ζητῶ φρουρεῖσθαι τῇ δυνάμει σου. Ὠδὴ. Φώτισον ἡμᾶς. ιβʹ. Ποίμνης μὲν πολλῆς προεστάτεις, Μάρκε ἅγιε· ἡ δὲ Θεῷ τυθεῖσα, ὡς διὰ σὲ, τριττή θυσία ὑπερῆρεν ἅπαν ποίμνιον. Εργον τοῦτο σῆς εὐχῆς, Μάρκε παμμακάριστε, τοὺς τῶν δεσμών σου χαλκευτὰς ἀδελφοὺς χαλκουργηθῆναι εἰς σκεύη Θεοῦ πανίερα. Χεῖρες μὲν ὑμῖν, ὦ μακάριοι, ἐνήρκεσαν σφυρηλατοῦσαι τὰ τοῦ Μάρκου δεσμά· φωνὴ δὲ θεία ὑψόθεν αὐχεῖν ἐπέῤῥωσεν. Φώτιζε ἡμᾶς νυχτός, ἡλίου μῆτερ ἁγνὴ, καὶ πᾶσαν σκότωσιν δει νῶν πειρασμῶν ἀπαγαγοῦσα, τὴν αἰθρίαν ἡμῖν βράβευε. Ὠδὴς· καὶ τὴν Εκκλησίαν. ιγ'. Ὁ πάλαι τοὺς ἁλιεῖς τῶν ἰχθύων ἁλιεῖς ἀπο τελέσας ἀνθρώπων, οὗτος ὑμᾶς, ἀθλοφόροι Κυρίου, ἐκ τοῦ χαλκεύειν δεσμὰ τοῖς ποθοῦσιν αὐτὸν μετή γαγε βελοποιεῖν κατὰ τῶν παλαμναίων ἐχθρῶν τοῦ Θεοῦ. "Ο χαλκέως μὲν ἐπειράθη ὁ Παῦλος παγκακίστου καὶ ἀξίου κατάρας· ὁ δὲ καλός ορεσίτροφος Μάρκος τρεῖς ἀδελφοὺς χαλκευτὰς ὑπηγάγετο, χαλκεύοντας μὲν κατ᾿ αὐτοῦ, δι᾿ αὐτοῦ δὲ Θεῷ προσχωρήσαντας. Αντέστρεφον τῷ τυράννῳ τὴν δόσιν ἡ πανόλβιος τριὰς, τὴν δοθεῖσαν ὑπὲρ μισθοῦ τῶν δεσμῶν τῶν τοῦ Μάρκου· ὁ δὲ Θεὸς ἑταμίευε κρείττονα, καὶ δέδωκεν εἰς δωρεάν οὐρανῶν βασι λείας ἀπόλαυσιν. Τὴν δέησιν ἐκχέομεν, πάναγνε, καὶ αιτούμεθα ἐκ σοῦ σωτηρίαν, ὅτι πολλοῖς πυρ ὤρυξεν· οὓς βοήθησον ὡς πανσθενής εἰς ἐκείνου Ὠδὴ ζ· Οἱ ἐκ τῆς Ἰουδαίας. ιδ΄. Τῇ τοῦ πνεύματος ζέσει πυρακτούμενοι, Σῶ τερ, οἱ ἀθλοφόροι σου ἐκ χειρώνακτος βίου και καύσεως καμίνων σοι προσέσχον, καὶ ἔλαβον ἀνα ψυχὴν καὶ πλοῦτον καὶ δόξαν αἰωνίαν. Τυραννίδος μὲν ἔργον, ἐκδιδόναι κολάσει τοὺς ἀγαπῶντας Θεόν Θεοῦ δὲ αὖθις θαῦμα, οἰκειοῦσθαι παντοίως τους αὐτοῦ χάριν πάσχοντας, ὧν τῆς μερίδος εἰσὶν οἱ τρεῖς ἡμῶν προστάται. Πυρακτούμενα βέλη καθ' ἡμῶν τοῦ Βελίαρ σβέσατε νῦν κραταιῶς οἱ τρεῖς, οἱ τῆς μεγίστης ισάριθμοι Τριάδος, καὶ ἀνάψυξιν Ενδροσον δότε ἡμῖν, τοῖς θερμῶς Θεὸν ὑμνολογοῦσιν.
Page scan enlarged

Notebook

Full View