PG 136Eustathius Thessalonicensis Metropolita
On the Obedience Due to a Christian Magistrate
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 301–302page 1 of 29
PG 136:301καταμόνας, καὶ θαμβουρίοις, καὶ αὐλοῖς, καὶ λύω ραις, καὶ ὅσοις μουσικοῖς ὀργάνοις ὕμνουν οἱ παλαιοί. Διὰ τί δὴ κάλλιον; Ὅτι δὴ νοῦς ἐκείνοις ἐπιστατεί Έντεχνος, ὁ κατ' ἐπιστήμην, καὶ ῥυθμίζει πρὸς τὸν σκοπόν· γλῶσσα δὲ ψαλμῳδὸς, ἧς ἀπάγει τὸν λογισμὸν ἡ τῶν ἐνθυμήσεων ατοπία, νοῦν οὐκ ἔχει ούτε συνάζοντα, οὔτε μὴν ἐμμελῶς ρυθμίζοντα. ις'. Ἐπὶ πᾶσι τούτοις εἶεν διὰ ζήλου ἡμῖν καὶ μια μήσεως τῶν ἐχερρόνων παίδων οἱ τὰ σπουδαιότερα τῶν μαθημάτων αποστηθίζοντες, οἷς πάνυ τι μέμηλε τὰ ἐξαγγελλόμενα. Ἔχουσι γὰρ τὸν νοῦν ὅλον πρός τε τῷ διδασκάλῳ καὶ πρὸς οἷς ἐξαγγέλλουσιν. Ο πάντως ποιητέον καὶ ἡμᾶς ἐν τῷ προσπηγνύειν τὸν νοῦν καὶ τοῖς ψαλλομένοις καὶ τῷ παμμεγίστῳ διδασκάλῳ ἡμῶν, ᾧ ψάλλομεν, ίνα οὕτω μακαρίσῃ ψάλλοντας ἡμᾶς ὁμοίως τοῖς ἀναγεγραμμένοις παι δίκς, καὶ στραφῆναι ἡμᾶς εἰς ἐκεῖνα τοῦτό γε, εἴπῃ, καὶ εἰς κληρονόμους τῆς κατ' αὐτὸν βασιλείας ἐγγράφηται, καὶ οἷα καὶ υἱοὺς αὐτοῦ. ιζ'. Εἰ δὲ καὶ Θεὸν ὑμνοῦντες, ἢ τῶν τινας θερα πίντων Θεοῦ αὐτοῖς, ἐκείνοις παρεστάναι δοξαζόμεθα, καὶ κατ' ὄψιν λαλεῖν, τί μὴ τὸν νοῦν ὅλον ἐκ τῆς ἔξω τύρβης τηνικαῦτα μετακαλούμενοι, καὶ εἰς ἐν συναγείροντες, νέες αυτόχρημα γινόμεθα, συνόντες τοῖς ὑμνουμένοις, καὶ κολλῶντες αὐτοῖς τὰς ψυχάς, καὶ οὕτω μηδενὸς τῶν βιωτικῶν ἐμπαζόμενοι, μὴ ὅτι γε τῶν ἀτόπων, ἀλλ' οὐδὲ τῶν διὰ σπου δῆς ἁπάσης; Κακομήχανος γὰρ ἡμῖν ἐχθρὸς ἐγκά ρηται, σοφιζόμενος, μὴ μόνον λογισμοῖς ἀτόποις ἀποδ' υπολεῖν ἡμᾶς τοῦ Θεοῦ, ἀλλά που καὶ ταῖς χρηστοτέραις τῶν ἐννοιῶν, ἵνα μόνον όπωσοῦν τὴν ἱκεσίαν ἡμῶν ἐγκόψῃ. καὶ μεθοδεύσῃ, ἄλλα μὲν ἡμᾶς λαλεῖν, ἑτεροίοις δὲ τὸ νοερόν τῆς ψυχῆς εὐκαίρως ακαίρως ἐνασχολεῖν. Ἡμεῖς δὲ ἀλλὰ καὶ ὕμνους ᾄδοντες, καὶ ἄλλως δὲ τῷ Θεῷ καὶ τοῖς αὐτοῦ ἐντυγχάνοντες, του ξεύοιμεν κατὰ σκοποῦ ἑνὸς, τοῦ εἰδέναι, ὅ τε λαλού μεν, καὶ οἷς λαλοῦμεν, ἵνα τὸν δεινὸν ἀντίπαλον οὕτω κατατοξεύοιμεν, ευστοχοῦντες τῆς ἄνω κλήσεως. τη'. Ενθυμώμεθα δὲ καὶ, ὡς, ε! βασιλεῖ ὁμιλοῦντες οὐκ ἔσθ᾽ ᾧ τινι τῶν ἔξω περιελκόμεθα, οὐδὲ ἄλλα μὲν λαλοῦμεν, εἰς ἄλλα δὲ τὸν νοῦν παραπέμπομεν, τῷ παντὶ πλέον ἐν ταῖς θειοτάταις ὁμιλίαις τοιάσδε στοχαστέον προσοχῆς καὶ συμφωνίας καὶ εἰς ἐν συν νεύσεως τῆς τε γλώσσης καὶ τῆς ψυχῆς. Ταῦτα, ὦ φίλοι ἀκροαται, ἀρέσκοντα μὲν ὑμῖν συναρέσκουσι καὶ ἐμοί· εἰ δὲ ἀντιφωνεῖτε, ζητητέον ἄλλοθεν λύσεις κρείττονας. Εὑρήσετε δὲ πάντως, Θεοῦ διδόντος, τοῦ ὑπεσχημένου εὑρίσκεσθαι τοῖς ζητοῦσι, καὶ ἀνοίγεσθαι τοῖς κρούουσιν. Τοῦ αὐτοῦ περὶ ὑπακοῆς καὶ εὐπειθείας προ πούσης πολιτεύματι Χριστιανικῷ. α. Υπομιμνήσκων ἔτι καὶ ἔτι, ναὶ δὲ καὶ διδά σκων τοὺς ἑκατέρου τοιούτου δεδδημένους ἀγαθοῦ ἐν ἡμῖν (τάχα γάρ τινες ουδετέρου δεήσονται, εί μὲν, ὡς μὴ ἐπιδεεῖς ὄντες διδασκαλίας, οἱ δὲ ὡς μόλου ἐμμελετῶντες ἅπασι τοῖς τοῦ Θεοῦ δικαιώμασί, καὶ δι' αὐτὸ πεπυκνωμένοι ἐς ἅπαν ἀπ...),
col. 303–304page 2 of 29
PG 136:303Λ τὴν παροῦσαν ὁμιλίαν ἐπὶ παρακλήσει, τῇ εἰς εὐη κειαν πνευματικὴν καὶ πειθὼ καὶ ὑπακοὴν, ἐνίστη μι, [ἀνα]δραμὼν εἰς ἀρχὴν σκοπιμωτάτην, ἐμοὶ καλῶς ἀρέσκουσαν. - "Ην πάντως χρόνος, ὦ ἀδελφοί, καθ' ἐν οὔπω μὴ μόνον οὐ νόμος, ἢ κανών, ἡ ποίμανσις ἔλλογος καὶ ἀνθρώποις πρέπουσα, η κατάστασι, ἔθους ἁπλῶ; ἐν ἀνθρώποις ἐκράτει, ἀλλ' οὐδὲ βίας ᾠκονομεῖτο, καθότι οὐδὲ ὁμήγυρις ἠθροίζετο, οὐδὲ πανήγυρις ήγετο, οὐδὲ σύλλογος ἐγνωρίζετο, τί με λέγω τὸ οἴκτιστον; οὐδὲ ἡμερότης ἐξεφαίνετο, καθ' ἣν χαρακτηρίζεται ἄνθρωπος· καὶ ἡ τοῦ λόγου τῷ τέως ἀπόδειξις, εἰ καὶ ἐκ τῶν ποῤῥωτάτω, ἀλλὰ τρόπον ἄλλον ἐγγυτάτω, λέγοιτο ἂν διὰ τὸ αὐτόθεν εὐ πόριστον καὶ οὕτω πρόχειρον. β'. Οἱ γενάρχαι τοῦ καθ᾿ ἡμᾶς καὶ γένους καὶ εἴ δους, οἱ πρῶτοι ἄνθρωποι, ἅμα πυθμενικὸν ἀριθμὸν ἐθεάσαντο τέκνα προβαλόμενοι, καὶ ἐκολοβώθησαν, ἐκείνου ταχὺ ἀπεληλυθότος τοῦ καλοῦ ᾿Αβελ, οὐ θανάτῳ ἁπλῶς, ἀλλὰ τῷ διὰ φόνου ἐκ διαβολικού φθόνου. Ἐκεῖθεν δὲ χρόνου κατασπείρων οὐ διέλειπεν ὁ ἀρχέκακος ὅμοια ζιζάνια κακοποιίας τοῖς ἐπι γόνοις καὶ ὀψιγόνοις, ὧν δὴ ζιζανίων φῦμα καὶ ἐπὶ τὸν Λάμεχ ἐξέπεσε, μεθοδείων· καὶ μετὰ τὸν δο λον, ὃς τοῦ παραδείσου τοὺς ἡμῶν προπάτορας ἀφώρισεν, ἑτεροῖα ἐκφαίνει δεινά, τὰ μὲν τῆς τοῦ Κάϊν μιμήσεως ἔργα, ἕτερα δὲ ἀλλοῖα, δοκοῦντα μὲν ἐλάττω εἶναι τῶν φονευτικῶν, ἀπονεύοντα δὲ πρὸς ἐκεῖνα, καὶ ὑπούλως κοριζόμενα δυσπραγίας θανα τηρὰς, ὁποίας οἴδαμεν ὡς μάλιστα καὶ τὰς ἐξ ἀδι κιῶν καὶ ἁρπαγῶν, ἃς ἤνυε παρασχεδόν, διαστρέψει τὴ λογικὸν ζῶον τὸ καλόν, τὸ βασιλικόν, τὸ ἔνθεον τὸ δευτερεύον μετὰ ἀγγέλους, τὸ θεόπλαστον, φιλο νεικών μεταστῆσαι αὐτὸ εἰς ἀλογίαν, οἷς οὐκ ἐπι γως οἱ τότε τὰ εἰς βίον διέκειντο, θηριώδη ζωή ἐπαναιρούμενοι. *Ην δὲ ἄρα ὅμοιον τὸ δυσπραγημα, ὡς εἰ μηδὲ κόσμος ἦν ἔτι. Ποῦ γὰρ κόσμος, ένθα μὴ ἄνθρωπος; ποῦ δὲ ἄνθρωπος, ἔνθα μὴ τὸ κάτ σμιον πολιτεύεται; γ'. Οτι δὲ οὐκ εἶχεν ὀρθῶς φύσεως, μὴ ἐν τοῖ; τοιούτοις ζιζανίοις παραμεμίχθαι καί τινας κόκκους χρηστούς, ἐξ ὧν ἐδύνατο χρόνῳ ποτὲ λήϊον ἀποτελεσθῆναι Θεοῦ εὐσταχυ καὶ πολύκαρπον (ᾠκονόμησε γὰρ ὁ καὶ τεχνίτης γεωργός και προνοητής τοῦ κόσμου, καθὰ οἰκονομεῖ καὶ εἰσέτι), ἐγκεχυμίσθαι φαύλαις ἐκείναις ποιότησι καὶ χρησίμους, και οίως διαρτίαν θεοφιλεστάτην ἀποτελεῖν, παρέκειντο τοῖ; τότε παρεξηυλημένοις ἀνθρώποις ἀναμὶς καί τινες ἐμμελεῖς, καὶ ἔθλιβεν αὐτοὺς τὰ κακὰ τῶν ἄλλων ἐκεῖνα, λογιζομένους, οἷος ὁ ᾿Αδὰμ καὶ ἡ κατ' αὐ τὸν προμήτωρ ἄνθρωπος ἐπλάσθησαν ὑπὸ τοῦ Θεοῦ, ἁπλοῖ πάντως ἐκεῖνοι, καὶ ἀπράγμονες, καὶ ἀποί κιλοι, καὶ πραεῖς, καὶ οὐδὲν ἀδικεῖν εἰδότες, καὶ ὡς ἐτάχθησαν τοιοῦτοι φυλαττόμενοι, αὐξάνεσθαι καὶ πληθύνεσθαι καὶ πληροῦν τὴν οἰκουμένην, καὶ ὡς γίνεται μὲν τὸ ἐκεῖθεν κελεύσεως ή αύξησις καὶ ἡ πληθυντική πλήρωσις, οὐ διαπεσόντος τοῦ θείου κελεύσματος. δ'. Ψεύδονται δὲ τὴν προπατορικὴν βιοτὴν αἱ τὸ καλὸν κελευσθέντες πάσχειν, οἷα μὴ περὶ γῆν, ὡς
col. 305–306page 3 of 29
PG 136:305ἐχρῆν, μοχθούντες καὶ τὰ κατ' αὐτὴν ἔργα, οὐδὲ ἐν Ιδρώτι προσώπου ποριζόμενοι ἄρτον, οὐδὲ πρὸς λόγο γον ζῶντες καὶ βιοῦντες, ὡς ὁ Θεὸς ὥρισεν, ἀλλὰ κατὰ σφῶν αὐτῶν ἀπανθρώπως ερεθιζόμενοι, καὶ ἀλλήλους ταράσσοντες καὶ ἀράσσοντες καὶ σπαράττοντες, καὶ πάντα δρώντες κακὰ εἰς τοὺς ὁμοίως αὐτοῖς ἀνθρώπους, δι᾽ ὧν ἂν ἐκεῖνοι τὴν τότε μα κροζωΐαν ἀπεύξωνται, ἂν αὐτοῖς παρέτεινεν ὁ Θεός. τα ε'. Τί οὖν οὐκ ἂν ἐποίουν εἰς διόρθωσιν οἱ καὶ τὴν ἢ ἀκρισιν καὶ τὸν ἀριθμὸν μέτριοι άνθρωποι τότε, οἱ πρὸς τῷ Θεῷ, οἱ κατὰ φύσιν, οἱ εὐγενῶς Αδα μαίοι, οὓς ἡ ἀγαθότης ἐδιδάξατο τὴν ἱλαρὰν ἀν θρωπότητα; τί δὲ οὐκ ἂν μεθώδευον θυμόσοφοι ἐς φιλαδελφίαν, μενοῦνγε θεόσοφοι ὄντες; πῶς δὲ οὐ μὴ ἐνεπυρίζετο τὰ σπλάγχνα ἐκείνοις, καὶ ἡ καρ δία ἐκαίετο, οὕτω τοῦ κατὰ ἄνθρωπον θείου πλάσμα της βραχύ τι παντελῶς ἡλαττωμένου θηριώδους κακεντρεχείας, μόνης τῆς ἐπὶ τεσσάρων βάσεως ἐπι λειπούσης αὐτοῖς εἰς γε τὴν πρὸς θηρία δεινὰ καὶ ἀνθρωποδόρα ἐξίσωσιν καὶ ὁμοίωσιν; ς'. Η πάντως ἔχομεν ἐκ τῶν εἰκότων συνεννοεῖσθαι, ὡς πρῶτα μὲν ἀπωδύραντο ἂν εγκάρδια κατά σφᾶς αὐτοὺς οἱ ἀγαθοὶ ἐκεῖνοι ἄνθρωποι, κορεσθέν τις καταμόνας δακρύων· εἶτα μέτριοι τινες, οὓς τὸ κατὰ φύσιν θεῖον ζώπυρον ἀνεθέρμανε φιλανθρωπεύσασθαι, εἰς ἐν συνελθόντες βουλῆς, ἐσκέψαντο ἂν, τί τεχνησάμενοι ἀνακαλέσονται τὸν παλαιὸν ἄνε θρωπον. Τὸ δὲ ἐντεῦθεν ἐντεθυμημένοι πρῶτα τὸν πλάστην Κύριον, καὶ θεοκλυτήσαντες, ἐπιβλέψειν ἐπὶ τὸν κόσμον αὐτοῦ περιτρεπόμενον εἰς ἀκοσμίαν καὶ ἀνασκευαζόμενον, καὶ μὴ ἀνασχέσθαι, πρόβατα μὲν καὶ βόας καὶ ἅπαν θηρίον διεξάγεσθαι κατά φύσιν, ὡς ἐτάχθησαν, τὸ δὲ θεοείκελον αὐτοῦ πλάσμα παραποιεῖσθαι ἀλογίστως εἰς ἀλλοφυές, παρεκλήτευ την ἂν μὴ παριδεῖν τὴν ἄνθρωπον, καὶ αὐτῶν ἀψύχων εἰς ἔλαττον διεκπίπτοντα, εἴπερ αὐτὰ μὲν ἠρεμεί, καὶ τῇ κτίσει λυμαίνεται εἰς οὐδὲν, ὁ δὲ τεταγμένος ἐπὶ πάντων, καὶ οὗ χάριν τὰ πάντα γέγονε, παράγει τὴν εὐκοσμίαν, οἷς ἑαυτὸν ἀπάγει ἐξαναλίσκων, καὶ φιλονεικεῖ, ἀπάνθρωπον καταστῆσαι τὸν κόσμον καὶ (τόγε εἰς αὐτὸν ἦκον) ἀδέσπο τον. Εδυσώπησαν δὲ ἂν τὸν ὑπεράγαθον Δεσπότην, καὶ μηδὲ πρὸς ἀκρίβειαν δίκης ἐπεξελθεῖν τοῖς ὑπὸ τῶν πλειόνων πλημμελουμένοις, μηδὲ ἀντιταλαντεῦσαι πληγὰς τὰς ἐξ αὐτοῦ ταῖς ἐκείνων, δι᾿ ὧν κατα θάλλουσι τοὺς ὁμοφυείς, μηδὲ ἐκδικήσαι τους φόνους, προβολὴν ἐπὶ καταδίκης ποιούμενον, ὡς αὐτὸς μὲν καίρια καὶ ἱλαρὰ καταβρέχων λιπαίνει τὴν γῆν εἰς ἀγαθὸν ἐκείνοις, οἱ δὲ χραίνουσι τὴν αὐτὴν ἐμφυλίοις αἷμασι, καὶ ἦν αἱ καθ' ἑκούσιον βροχαὶ πιαίνουσιν, αὐτοὶ λύθροις ὁμογνίοις μιαίνουσι, καὶ ὡς ἐς λάχανα βρώσεως τάσσοντες ἑαυτοὺς, ἄλλος ἄλλον ἀλληλο ψαγίας νόμῳ καταβροχθίζουσι. ζ. Ταῦτα δὲ ἐκεῖνοι εὐξάμενοι (οὐ γὰρ ἂν διέλιπεν ἡ τὰ νήπια καθὰ φυλάσσων, οὕτω καὶ σοφίζων Κύριος, καὶ χαίρων, εἰ καὶ ἐξ ἐκείνων ἔπαινον καταρτίζεται, μὴ καὶ ἀνδράσιν ἐκείνοις χρηστοί; καὶ ἐνεπερνισμένοις τὸ φιλάλληλον ἐπιπνέειν ἐν
col. 307–308page 4 of 29
PG 136:307νοίας, ὧν ταῖς μὲν ἄπτοιντο ἂν αὐτοῦ Θεοῦ ὑπερ. κοσμίως, ταῖς δὲ περὶ τὰ κάτω στρέφοιντο ἐγκοσμίως ἅμα καὶ θεοφιλῶς), καὶ τὸ ἐντεῦθεν κυρώσαντες βούλευμα φιλόθεον καὶ φιλάδελφον, ἀπετόλμησαν ἀθροῖσαι, εἴ που εύρισκον, ὁμοίαν λογάδα καὶ ὁμάδα συστήσασθαι, καὶ κηρύξαι σύνοδον πολυάνθρωπον ἐπὶ ἀγαθῷ κοινῷ τε καὶ ῥᾴονι. η'. ὡς δὲ ταχὺ συνῆξεν ὁ Θεὸς ἐκείνην καθοδηγήσας, ὁ τὴν ἀγάπην καὶ τὴν εἰρήνην φιλῶν, καὶ δι' αὐτὸ κατ᾿ εἰκόνα ἑαυτοῦ πλάσας τὸν Ἀδὰμ, καὶ πρὸς ὅμοιον τέλος ἐνδοὺς τὸν ἐν τῷ κόσμῳ δι' ἐκείν νου πληθυσμόν, πάντως ἂν ἐλάλησαν ἐκεῖνοι, ὅτα καὶ διδάσκαλοι ἔνθεοι, τὰ δέοντα, καὶ τῇ θεόθεν ἐπιπνοίᾳ σεσοφισμένοι· καὶ ἀναβάντες τῇ μνήμῃ. ἐς τοὺς προπάτορας, καὶ δι' ἐκείνων προθέμενος ἀναγαγεῖν τοὺς ἀκροωμένους εἰς βίου ὀρθότητα, προήγαγον ἂν εἰς χάριν πειθούς, οἷαν μὲν μίαν ένα τολὴν ἐκεῖνοι πρὸς Θεοῦ πρῶτοι ἐπιταγέντες, ῥᾳ δίαν ἐκείνην ἐξανυσθῆναι, ὡς καὶ θεοὺς εἶναι τοὺς ὑπακούσαντας, καὶ παραβεβηκότες αὐτήν, μονάδα τὸν σεπτὸν παράδεισον ἀφῆκαν εἶναι, ὡς ἔξω ἐκεί νου μένειν τοὺς καὶ ἐν αὐτῷ ἡνωμένους, τὴν ἀρχὴν, καὶ εἰς πληθυσμοῦ σπέρμα καὶ αὐξήσεως ἀφειμένους κατὰ τὴν τοῦ Θεοῦ κέλευσιν, οἷα δὲ οἱ ἐξ ἐκείνων καὶ ὅσα ποιοῦσιν ἀποτρόπαια, δι' ὧν καταξιοῦνται μὴ μόνον ἁπάσης γῆς ἐκβεβλῆσθαι, ἀλλὰ καὶ ζῶν τας εἰς αὐτὸν καταδύναι τάρταρον. Δριμυττόμενοι δὲ τὴν ἐπιχείρησιν ταύτην, καὶ τὴν κατηγορίαν ἐπαύξοντες, ἠπειλήσαντο ἂν τοῖς διδασκομένοις, καὶ, ὡς εἰ τὸν ἅγιον παράδεισον ἀοίκητον ὁ Θεός ἀφῆκε μένειν, πῶς ἂν τῆς λοιπῆς φείσαιτο γῆς, Αν ἔργοις ἀχρειοῦμεν αἰσχροῖς; πῶς δὲ οὐκ ἂν δυοῖν θάτερον, ἢ τὸν οὐρανὸν καταῤῥάξας ἐπιτρίψῃ τὸ πᾶν ἢ ἀνατρέψῃ αὐτὴν, ἐπικαταστρέψας τοῖς οἰκήσ τορσιν, ἢ ὄμβρῳ κατακλύσας, δ δήποτε καὶ ἀπο η, ἀφανιεῖ καὶ ἐκ καλλίστου εποφειλομένου κάτ κιστον ἄρτι γένος ἀνθρώπινον; θ'. Παρήγαγον δὲ ἂν οἱ αὐτομαθεῖς ἐκεῖνοι σοφοί διδάσκαλοι ἐς μέσον καὶ ἀνθρώπους βεβλαμμένους ἕλκεσι καὶ λοιπαῖς πληγαῖς καὶ ὑποδ [ειγματίζοντ]ες, ὡς δυνηθῆναι καὶ ἔλεον τοῖς ἐγηγερμένοις εἰσβαλεῖν, τοὺς μὲν τραυματίζοντες, τοὺς δὲ συγκόπτοντες, πολυ λοὺς δὲ καὶ κατακόπτοντες, τοὺς πλείους δὲ κακο ποιοῦντες εἰς πολύτροπον, ὡς ἐντεῦθεν τὴν ζωὴν ἡγεῖσθαι χείρονα τοῦ κατὰ τὸν ᾿Αβελ θανάτου, ἀνεμίμνησκον δὲ ἂν ἐκείνους καὶ τρόμου, τοῦ κατὰ τὸν Κάϊν, καὶ ἐκβολῆς ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ Ιδρώτων προσώπου, καταψηφισθέντων τοῦ προπάτορος, ἐφ᾽ οἷς βραχύ τι παρέβη· καὶ τριβόλους παρήγαγον εἰς ἐνθύμιον καὶ ἀκάνθας, αἱ Θεοῦ παροξύναν τις κεντοῦσι τὸν ἐργάτην ἄνθρωπον. ι. Καὶ τοιαῦτα πολλὰ ἐκεῖνοι ποριζόμενοι, καὶ τῆς φαύλης νόσου κατεπάδοντες, ἣν ἔπασχον οἱ κατ' ἀλλήλων ἐκθηριούμενοι, πάντως ἂν συλλαλοῦντος τοῦ Θεοῦ, καὶ συνεπιλαμβανομένου τῆς διδασκαλίας αὐτοῖς, εἶχον ἂν ἠρέμα ἐφ' ὑποσονοῦν πείθειν τοὺς ἀκούοντας· καὶ τὸ ἐκεῖθεν ἡμερῶν ἠλαττονούτο ή
col. 309–310page 5 of 29
PG 136:309κακία τῷ συχνῷ τῆς διδασκαλικῆς ἐντυχία;, καὶ εἰς ὅσον καὶ ὅσον ἡ φαυλότης εῤῥάιζε, καὶ ἡ ἀδικία συνέστελλεν ἑαυτήν· καὶ δὴ συννεύων ἕκαστος εἰς ψυχὴν καὶ προβαλλόμενος αἰδὼ καὶ νέμεσιν, ἐσωφρονίζοντο, καὶ ὀνειδιζόμενοι ἐμάνθανον Θεοῦ εἶναι ἄν θρωποι, καὶ ὡς πρὸς ἐκεῖνον ὀφείλουσι γράφεσθαι, οὗ τὴν εἰκόνα φοροῦσιν, καὶ ὅτι βαλὴν τῶν ἐπὶ γῆς ἐτάχθη ὁ ἄνθρωπος εἶναι, καὶ ἐνετρέποντο, καθά ἐχρῆν, ἐὰν πεπλασμένοι τοιοῦτοι αὐτοὶ διαφέρωσε κατ' οὐδὲν μάργων τὴν γαστέρα θηρίων, ψευδόμενοι τὸν σκοπὸν τοῦ Θεοῦ, καὶ οὕτω προκαλούμενοι την σατανᾶν, κτήσασθαι αὐτοὺς εἰς οἰκεῖον λαόν. Καὶ τοίνυν ὡς ἐν ὑπαγωγή τινι ἀνέβαινον τῷ λογισμῷ ὑψοῦ, καὶ ἐφρόνουν οὐκέτι γήϊνα εἰς τὸ πᾶν, οὐδὲ περὶ τὰ κάτω ἐκύπταζον· εἰς οὐρανὸν δὲ ἀναβλέποντες ἐκ διαλειμμάτων οὐ μακρῶν, καὶ τὸν τοῦ κόσμου ποιητὴν ἐννοούμενοι, καὶ οὕτως ὑψηλὰ φρονεῖν ἀπαρ ξάμενοι, καὶ τῶν περιπεζίων υπεριπτάμενοι, τοῦ Θεοῦ ἐνήρξαντο γίνεσθαι· καὶ ἀρχὴν σοφίας τὸν ἐκείνου φόβον προκεντήσαντες, ἐγράφοντο εἰκονιζόμενοι πρὸς αὐτὸν, καὶ ἐπείγοντο εἰς ὅσον ἐξῆν πρὸς μεσότητα. Καὶ αἱ χεῖρες τοῖς πολλοῖς ἐγίνοντο ἔργου, καταῤῥιπτοῦσαι τὰ εἰς κακίαν ἔργανα, εἴτε λίθοι ἐκεῖνα, είτε ξύλα, εἴτε καὶ ξιφῶν προβολεί· καὶ ἤρεσκε τοῖς πλείοσιν ἡ τοιαύτη διαγωγή, τοῖς μὲν ὁδικουμένοις, ὅτι οὐκ ἔπασχον ἔτι ὅμοια, τοῖς δὲ ἐρχομένοις διὰ πάσης ἀδικίας, ὅτι οὐκέτι πράγματα οὔτε ἔχουσιν οὔτε παρέχουσιν, οὐδὲ μονίαν βίαν ἀσκοῦνται τὸν ἄγριον, ἀλλ᾽ εἰς ἀγέλας Θεοῦ ξυναγεί ρονται, καὶ ζῶσι πρὸς χάριτας, ούκουν ἐχθροὶ μένειν τεχναζόμενοι, ἀλλ᾽ εἰς ἀδελφοὺς ταττόμενοι. Καὶ γοῦν ἐλύετο ἡ ἄκρα σκυθρωπότης, καὶ ἐγαληνίων οἱ ὀφρυώμενοι, καὶ ἐθάῤῥουν συναγελάζεσθαι οἱ μου νάδες, καὶ οἱ σποράδες εἰς ἐγγύτητα καὶ φιλίας Ένωσ σιν ἤρχοντο, καὶ οἱ διεῤῥωγότες ἀκέστριαν ἐξεύρι σχον τὴν ὁμόνοιαν συρραπτόμενοι. ια. Καὶ ἔχαιρον μὲν πάντως καὶ οἱ λαοσυνάχται, οὺς πρώτους ὁ κατὰ Θεὸν ζῆλος εἰς τὸ τοιοῦτον κα τὸν ἠρέθισε· καθ᾽ ὑπερβολὴν δὲ μᾶλλον ἐξεγίνετο χαίρειν τοῖς τοῦ ἀγαθοῦ ἀπολαύουσιν, εἰπεῖν δὲ ἀκριβῶς, ἀμφοτέροις ἐπληθύνετο ἡ κατὰ Θεὸν ἡδονὴ, τοῖς τε ποιοῦσι τὸ ἀγαθὸν, καὶ οὕτω θείαι; ἀποφαινομένοις, καὶ τοῖς εὐπαθοῦσι κατ' αὐτὸ, καὶ ἀνθρω πιζομένοις πρὸς ἀλήθειαν. Καὶ τοίνυν συνερχόμενοι πανδαισίας εκάθιζον, καὶ ὁμιλίας ἐπαρρησίαζον, καὶ πανηγύρεις ἦγον, ἂς ἐσχεδίαζον οἱ καιροί, καὶ ἑώρταζον ώρια. Εἰ δὲ μήπω τὰ τρυφερά δέσματα, οὐδὲ μὴν οἶνος ἐπεχωρίαζεν, ὡς καὶ τραπεζοκομεῖν, καὶ εἰλαπινάζειν, καὶ ἡδέως οινοποτάζειν, ἀλλὰ ἐπι νοίαις ἑτέραις, ὡς ὁ χρόνος ἐδίδου, ἐξωσίουν τὰ Φιλοτησία· καὶ ἦσαν χορο. καί τινες ᾠδα, καί στίφος ἤθροιζον οἱ τὸ πρὶν μονήρεις, καὶ ἡ ἐκ κοινοῦ χάρις ἐκείνη πλείστη εξεφαίνετο, καὶ ἡ ἀγάπη κατεσπεί ρετο, ἀπαγγελλομένη μικρὸν ὅσον καὶ βλάστην καὶ αὔτην τὴν δέουσαν. ιβ. Ὡς οὖν ἡ διδασκαλικὴ ἐπιδὴ ἐπανῆγεν ἠρέμα κατά βραχὺ τοὺς καχέκτας ἐς ὑγείαν ἀληθῆ, εξ μάλα πεφυκότας αποκαθίστασθαι εἰς τὸ τοιοῦτον καλὸν, καὶ τὸ ἀγαθὸν ἐπηυξάνετο, καὶ ἀρετὴ ἐπλη
col. 311–312page 6 of 29
PG 136:311θύνετο, εισηνέχθη τὸ ἐντεῦθεν γνώμη πρὸς τῶν ἐν τέχνων καὶ σπουδαίων βουλευτῶν ἐκείνων, μεθοδευ ο θῆναι παραμονήν τινα, καὶ φυσικὴν καὶ ὡς οἷον ταμιευτικὴν συντήρησιν τοῦ θεοπέμπτου ευρήματος καὶ οἱ τὴν γνώμην εἰσδεδεγμένοι δι' ἀκοῆς, ὡς ἤδη τοῦ καλοῦ γεγευμένοι, εγλυκάνθησαν, καὶ πόθος ἀλλήλων εἰς πλέον εἷλεν αὐτοὺς, καὶ ἡ ψυχὴ ἑκάστων ἐφίλει τὸ παράμονον τοῦ γλυκασματος. Εὐηρεστήθη τοίνυν ἅπασι τὸ πρᾶγμα· καὶ ὑπακούσαντες εἰς ὑπακοὴν ὠτίου κατένευσαν κυρωθῆναι, γίνεσθαι τὸ εὑρημένον ἀγαθὸν καὶ εἰς τὸ ἑξῆς, ὡς οὕτως αὐτὸ καταπράττεσθαι, καὶ μὴ ἄλλως. Καί γε ἐκραταιοῦτο ἐπὶ πλέον καθ᾿ ἑκάστην ἡμέραν τὸ οὕτως ἀρέσαν, καὶ κοινὸν καθειστήκει τὸ ἔρμαιον, καὶ τὸ δόγμα τη συχνῇ τριβῇ ἐστήρικτο εἰς αὐτὸ δὲ τοῦτο ἔθος, ὅπερ εκφανθὲν εἰς πρόοπτον, καὶ τεθεαμένον ἡλίῳ, καὶ ἀναλάμψαν ἐποίησέ τινα περιουσιασμὸν κτήσεως, καὶ, ὡς οὕτως εἰπεῖν, βιότιον, καὶ αὐτὸ κόσμιον. ιγ'. Καὶ ἐπαρρησιάσατο ἐκεῖθεν χρόνου τεθαρρη μένη συμβιότευσις, καὶ παρήχθησαν ἀφελεῖς κοινωνίαι, καὶ ὑπηύγαζαν συναλλάγματα· ἐμελετᾶτο δε και τις θρησκεία ὀρθὴ μετὰ λογιότητος, ἐπεγνωσμέ νου τοῦ πάντων ποιητοῦ Θεοῦ, ὡς ἐξῆν, ἀρχαϊκώτερον, καὶ ἐπωφείλοντο χάριτες θεῖαί τέ τινες, καὶ ὅσαι δὲ κατ᾽ ἄνθρωπον· καὶ ἐφιλοσοφεῖτο δικαιοσύνη, τὸ πάμμεγα τοῖς ἐν βίῳ καὶ χαριέστατον ἀγαθόν καὶ οὐκέτι πνίγες ἦσαν, ἀλλὰ μερίδες, τὸ παροιμιαζόμενον· καὶ οἱ μὲν ἀδελφοὶ ἀνενόχλητοι ἔμενον ἡμερότητος λόγῳ, χαρακτηριζούσης ἄνθρωπον, χλεῖτο δὲ ἡ μήτηρ γῆ, βοθρευομένη καὶ λαχαιν μένη καὶ σκαπτομένη τὰ πλείω, καὶ ἀνεβλάστανε παντοίαν τροφὴν, ἅμα και τρυφήν, τὴν μὲν κατὰ τὸ αύταρκες, τὴν δὲ καὶ εἰς ὑπέρπλεον. ιδ'. Ἐπαύσατο δὲ καταδύσα ὡς εἰς πόντον λήθης καὶ ἡ ἀδιάφορος Κύπρις, και τις γάμου τύπος ἐπεισελθὼν ἐσέμνυνε τὴν κατ' ἄνθρωπον συζυγίαν· καὶ ὁ μὲν ἀγελαῖος Έρως ἑπτερύξατο, ἰδίαζον δέ τινες θάλαμοι, καὶ γνωρίζων έκαστος μίαν ἰδίαν, ἐδέσποζε καὶ τέκνων οὐκ ἀμφιβόλων, καὶ ἡ κατὰ τὴν 'Αδάμ καὶ τὴν Εὔαν σὰρξ μία ἦν αὐτοῖς, ὡς οἷα πρὸ ὀφθαλμῶν· καὶ τυπούμενοι πρὸς παράδειγμα τοιοῦτον ἐπίψιον, προεκέντουν αὐτοὺς εἰς ἰσότυπον ἐπὶ αἱ σχύνῃ τῶν ἐσύστερον κοινοποιησομένων τὰ γύναια καὶ εἶχεν ἑκάστη σκηνὴ καὶ ἅπαν κατάλυμα, καθά τι ἔθνος ἢ καὶ φυλὴν, τὸν ἄνδρα, τὴν γυναῖκα, τους παῖδας, καὶ ὁπόσοι ἄλλοι ξυνδιήγον αὐτοῖς θεσμῷ, τῷ ἐξ ἔθους καινοφανοῦς. Καὶ ὁ δαίμων; Αλλ' οὐκ ἂν εἶπες αὐτὸν ἐνταῦθά γε ζῇν· εἶχον γὰρ αὐτὸν τό ποι, οἷς οὐκ ἐπεσκόπει ὁ Κύριος· καὶ ἦν ὁ ἄνθρωπος ἄνθρωπος τῷ ὄντι. ιεʹ. Καὶ οἱ τὸ καλὸν τοῦτο ἐξανύσαντες θεογιλέ. στατοι πρωτοσύμβουλοι καὶ ἀρχιδιδάσκαλοι διὰ πάνω λίαν πολλοῦ λόγου εφέροντο, θαυμαζόμενοι, εύφη μούμενοι, εὐλογούμενοι, καθιστάμενοι ἐς ἄρχοντας, τιθέμενοι ὡς εἰς κεφαλὰς, καὶ οὕτω περιβλεπόμενοι, καὶ ἀξιούμενοι ἐπισκοπεῖν τὰ κατ' αὐτοὺς, καὶ προσεπιλαλεῖν τὰ ἐς πλείω βιώσιμον ἐξόρθωσιν
col. 313–314page 7 of 29
PG 136:313Ὅσοι δὲ πρὸς βαθεῖαν τόλμαν ἐπιβάλλοντες έτυχον τῷ θαύματι, καὶ θεοὺς ἐποιοῦντο τους τοιούτους, καὶ εἰς τινα κρείττω φύσιν αὐτοὺς ἐνέγραφον, ἐκπλητα τόμενοι τῆς ἐνθέου τέχνης, είπερ οὕτω πείθοντες διδασκαλικῶς ἐκ μικροῦ δεῖν ἀλόγων εἰς λογικούς καὶ λογίους τοὺς μὴ τοιούτους διεβίβαζον, καὶ τοὺς μηδ' αὐτὸ τοῦτο εἰδότας, ὅ τί ποτέ ἐστιν ὁ πρὸς ἀλή θειαν ἄνθρωπος, εἰς ἐνθύμιον καὶ αὐτοῦ Θεοῦ μετερ Εύθμισαν. ις'. Ἐπεγνωκότες οὖν οἱ πρῶτοι αὐτοδιάκονοι τοῦ καλοῦ ἐκεῖνοι, ὡς καὶ βελτιοῦσι τοὺς ἀνθρώπους, καὶ θαυμάζονται, καὶ οὕτως ἐς πλείω ζῆλον διαθερμαινόμενοι, καὶ οἷς ἐμακαρίζοντο, εἰς ἐπίδοσιν παρ αυξόμενοι, καὶ οὕτω πληθυνόμενοι προσθήκαις καὶ ἐξαχαῖς, καὶ δραστηριώτεροι αποτελούμενοι, ἀγεί. μουσι πλείονας πάλιν ἔχλους, καὶ καθίξουσιν αὖθις βουλάς, καὶ ὑπομιμνήσκουσι τοὺς ἤδη εὐμαθέστερον ἐπαίειν δεδυνημένους, ἐξ ὁποίων τῶν πάλαι ὁποῖοι αὐτοὶ ἀπετελέσθησαν διὰ μέσων τούτων ποδηγούν των αὐτοὺς ἐμβιβάζεσθαι εἰς ἀληθῆ ἀνθρωπότητα καὶ καταγίνονται μὲν τῆς προτέρας ἐν τοῖς τοιού τοῖς μαθηταῖς ἀγριότητός τε καὶ πλάνης, ὑπεξαί μουσι δὲ τὴν καινὴν καὶ πρόσφατον φιλαδελφίαν καὶ φιλαλληλίαν, καὶ ἐγγὺς παρὰ βραχὺ ἀδελφότητα, τὴν καὶ πεπαγιωμένην εἰς ἔθιμον παράδοσιν, καὶ βίου τριβὴν, καὶ πεῖραν καὶ ἐμπειρίαν δεδοκιμασμέ την καὶ ἐπεγνωσμένην ὠφέλιμον. ι. Αὐτίκα δὲ οἱ τοιοῦτοι καινισταὶ τῆς πραότη τοῦ καὶ τοῦ ἡμέρου βίου διδάσκαλος ἐξετίθεντο ἂν, ἐναργῶς ὑπὸ ὄψιν ἄγοντες, οπόσα μὲν τῶν ἀγαθῶν πρώην μὴ παρόντα νῦν ἐνδημοῦσι τοῖς ἀνθρώποις, ὁποῖα δὲ τῶν κακῶν καὶ πηλίκα τοῦ ἀνθρωπείου φύλου καταναιδευόμενα επαύσαντο καὶ ᾤχοντο, καὶ αὐτοὶ μὲν οὕτως ἐπιχειρηματικώτερον τὴν δημηγο μίαν διεχειρίζοντο. δὲ πρώην μὲν ἀγελαῖοι ὄχλοι, νῦν δὲ εὐλογιστοι δήμοι, χάριτάς τε ὡμολόγουν, καὶ εἰς ἀγαθότητα συνεσκευάζοντο, ἐπιτείνοντες τὴν σπουδήν. ιη. Ἐπεὶ δὲ ἐν τοσούτῳ καὶ γράμματα ἐξεύρητο, τὰ καλὰ τῆς μνημοσύνης κειμήλια, τὸ πρωτοφυές μουσεῖον, τὸ τῆς σοφίας ταμεῖον, τὸ τῆς λήθης ἀντίπαλον φάρμακον, οἱ σκιαγράφοι τῆς γνώσεως, ὁ τοῦ λέγειν ὑπογραμμός, οἱ τῶν ψυχικῶν βουλευμά των μηνυται, οἱ τῶν ἐγκαρδίων διανοημάτων ἐξάγγελοί, οἱ τῶν κρυφίων ἐκφάντορες, οἱ τὸ ἐν πράξεσι ξευστὸν πηγνύντες καὶ στερεοῦντες τύποι, καὶ τοῖς ἐπιγινομένοις ὀψὲ χρόνου ἀναστηλοῦντε; εἰς γνώρισμα, οι ζωγράφοι τῶν παλῶν καὶ πραγμάτων καὶ προσώπων, εἰδήσεώς τε χάριν καὶ μνήμης παντοδα τῆς, οἱ καλοὶ χαρακτῆρες ἁπάσης ἐμμεύσου παι δεύσεως, οἱ μηδὲν ἔλαττον ἀκοῆς τὸν ἄνθρωπον σου φίζοντες διὰ τῆς όψεως, ὅτε τοίνυν καὶ τὸ τοιοῦ τον καλὸν ἔβλαστεν ἤδη ἐν κόσμῳ, δι᾿ οὗ ἅπαν ἔθος ἀγράφως ἠκριβωμένον ἐπ᾽ ἀγαθῷ εἶχε μεταποιεῖσθαι εἰς χρηστότητα ἔγγραφον, ἣν δὴ νόμον καλοῦ μεν οἱ ὕστερον, καθὰ κεκύρωται, προέθεντο ἀξίωσιν οἱ τὴν ιον ἐκεῖνοι παύσαντες βίαν, καὶ τὸ ἔθος προεισηγησάμενοι καὶ εἰσαγαγόντες διδάσκαλοι και ασφαλίσασθαι στερεωθὲν τὸ νεοπαγὲς ἔθιμον εἰς
col. 315–316page 8 of 29
PG 136:315νόμιμον, ἵνα ὡς οἷον σφραγίδος τύπωμα τὸ ἐν τρόμο ο μασι κύρος προσεπιτεθῇ, καὶ τὸ πλανητεύον κατα σταθῇ ἐφ' ἑνὸς, καὶ συντηρῆται εἰς ἀμετάστατον. 10. Καὶ οἱ τοῦ ἀθροίσματος ἄνθρωποι καταδέχονται ἀσπάσιοι, καὶ τὴν τῆς βουλής ταύτης εἰσαγωγὴν καλῶς ἄρα προνοησάμενοι, καὶ εὐεπηβόλω; διεγνωκότες, οἶμαι δὲ καὶ ἐκλαλήσαντες, μηδὲν διαφέρον εἶναι, ἀσώματον περιφέρεσθαι τὸ καλόν, καὶ βιβλιακῷ ἐδάφει ἐπαναπαύεσθαι, ὅμοιον, φασίν, ὡς εἰ καὶ Θεοῦ λόγον ἢ διὰ στόματος προφέροι τις, ἢ ἐκ διφθέρας ἱερᾶς ἀναλέγοιτο. Αἱροῦνται γοῦν οὕτως οἱ τοῦ συνεδρίου καὶ τὸ εἰσενηνεγμένον ἐπὶ παραδοχῇ τῆς τῶν νόμων θέσεως βούλευμα· καὶ εὐθὺς ἑρμηνεύεται, ὁποῖόν τι ὁ νόμος ἐστὶ, καὶ και ταλαμβάνεται, θεόσδοτον καὶ αὐτὸς χρῆμα εἶναι καὶ στέργεται, καὶ ἐντίθεται δέλτας, εἶτ᾽ οὖν τους ξίοις καὶ κώδιξιν, ἡμαξευμένης δὲ φάναι, βιβλίοις, Στα καί τισιν οίκοις ἢ φυλακαῖς ἢ μάνδραις, μὴ καὶ διαδιδράσκοι τοὺς πολλοὺς φεμόμενος. κ'. Ἐξαυτίκα δὲ ὥρας ἐκαθίσθησαν ἐπιλεγέντες ἄνδρες βραβευταὶ δίκης, ἀδικίας διώκται, ὀρθότητος τα μίνι, πολιτείας ἀγαθῆς φύλακες, θεσμών τηρηταί, ἐθῶν ἐκείνων οὐκέτι ἀγράφων, ἀλλὰ γραπτῶν ἐπίσ σκοποι. Καὶ οὕτω εὑρημένης τῆς νομικῆς δια σεως, καὶ εἰς γνῶσιν ἐκτεθειμένης ἅπασιν. οἱ μὲν πρὸς νόμους ἀπευθύνοντες ἑαυτοὺς, καὶ διακυβερνώμενοι τὸν βίον, καὶ οὕτω κατ' εὐθὺ πλέοντες, τῶν τῆς θεόθεν γαλήνης καλῶν μετεῖχον· καὶ οὐδεμία βίου κύμανσις αὐτοὺς διεσάλευσεν. Οἱ δὲ ἀνάπαλιν διακείμενοι βαχίαις προσηράσσοντο καὶ ἀπώλλυντο, ποινὰς ὑφιστάμενοι, δ; οὐ τρόπος ἐκεῖνος παλαιές θηριώδης ὑπέβαλλε τοῖς ἀποτόμως διχάζουσιν, ἀλλὰ νόμος θεῖος ὑπηγόρευε, γλυκεία μαχαίρᾳ, καθά τις ἂν οὐκ ἀπροσφυώς είποι, διχοτομών. και. Καὶ ἡ τοιαύτη ἐκδίκησις ἀνακάμπτειν ἐποίει τοὺς κακοὺς ἀπὸ στρεβλώσεως εἰς ὀρθότητα, οὐκ ἔχοντας γλυκύπικρον τοῦτο στέγειν θεράπευμα· καὶ ἡ κατ' ἄνθρωπον φύσις εἰς τὴν ἀρχέγονον ἀνεποιεῖτο πλάσιν, τὴν ἐν ἁπλότητι καὶ ἀστασιάστῳ εἰρήνῃ καὶ γαληναίς καταστάσει καὶ ἱλαρότητι. κβ'. Ην οὕτω πάλαι ποτὲ ταῦτα, ἐξότου ἐᾳδίως οὐκ ἂν ὑπομνημονεύσῃ τις· καὶ ὁ βίος ἐκεῖνος ὁ πρώην, ὁ λεοντώδης, εἰ δέ τις μετριώτερον ἐθέλει φράσαι, ἀκόρητος καὶ εἰκῇ κείμενος, επιμεμέλητο, καὶ εἰς ἡμερότητα μετεβέβλητο, πρῶτα μὲν διὰ μετ τρίου συνοικισμοῦ, εἶτα βεβαιοτέρου συνεθισμού, μετὰ δὲ νόμου εἰσφορᾶς, καλῶς δὲ ἂν ἔχοι φάναι, καὶ συνεισφορᾶς· κοινὴ γὰρ ἀνδρῶν σοφῶν βουλὴ καὶ σκέψις καὶ τότε τοὺς νόμους εἰσήγαγε, καὶ ὁ φυσικὸς ἐκεῖθεν καὶ ἐθνικὸς νόμος ἐξέλαμψεν, εἰς ἔγγυον προδραμὼν αὐτὸς οἰκονομίᾳ πανσόφῳ καὶ θειότητι, τῇ κατὰ τὸν ἐν ἁγίῳ Πνεύματι. — "Οτι δὲ τὸ καλὸν ἐχρῆν γενέσθαι κάλλιον, καὶ τὸ θεῖον θετό τερον, καὶ τὸ κατὰ κόσμον ἀπολεπτυνόμενον πάγο:, ὡς ἐκφανθῆναι τὸ ἐν αὐτῷ ἀγαθὸν, καὶ ἐκ βιωτικοῦ εἰς ἔνθεον κατασταθῆναι, καὶ ἐξ ἐγκοσμίου εἰς ὑπερο κόσμιον, ἵνα, εἰς ὅσον πληθύνονται καὶ αὐξάνονται οἱ ἄνθρωποι, ἐς τόσον καὶ ἡ ἐξ ἐπιστροφῆς καλλονή
col. 317–318page 9 of 29
PG 136:317αὐτῶν καὶ ἡ ἐνάρετος ἀγωγὴ προσεπαύξηται, καὶ τὸ ἐκ τοῦ Θεοῦ καλὸν εἰς μάλιστα πρέπον αὐτῷ ἐκείνῳ ἀποκατασταίη (αὐτὸς γὰρ δοτήρ καὶ τοῦ πρωτοφανοῦς νεογράφου ἀγαθοῦ νόμου κατείληπται προσεξευρίσκεται νόμος μετ' ἐκεῖνον ἄλλος δεύτερος ὑπέρτερος και μεγαλοδύναμος, καὶ τοῦ προσε νώς τεθεωρημένου ἐς τοσοῦτον υπερηρμένος, εἰς ὅσον καὶ σῶμα καλὸν καὶ σφριγῶν ὑπερθεν τοῦ μὴ τοιούτου φέροιτο ἄν. κγ'. Καὶ ἦν ἐκεῖνος ὁ Μωσαϊκός, οὐ μόνον ὁ Σιναΐτης, ἀλλὰ καὶ ὅσοι πολλοὶ καὶ αὐτοὶ ἀκόλουθοι ἐκείνῳ καὶ σύντροχοι καὶ σύμφωνοι, οὐ περὶ γῆν ἔρπων αὐτὸς, καὶ τὰ κατ' αὐτὴν μόνα συντηρῶν, καὶ ἐξορθῶν καὶ ἐπανορθούμενος, ἀλλὰ καὶ αὐτὸς Θεοῦ ὡς ἐπὶ μᾶλλον ἐξαρτώμενος. Καὶ θεογνωσίαν γὰρ ἐκεῖνος ἐπραγματεύσατο καὶ φιλοσοφίαν θείαν, είτ' συν θεολογίαν, καὶ κόσμου ἐπίγνωσιν μὲν διὰ τῆς διδασκαλίας, ἣν ἡ κοσμοποιία παραδίδωσι, διάγνωσιν δὲ, οἷς ὁποβάλλει φυσιολογεῖν, κατάγνωσιν δὲ τὴν ἐφ᾽ οἷς χρή, δι' ὧν ρυθμίζει πρὸς ἦθος, ὡς ἐπιμελεῖσθαι μὲν κόσμου, καθ᾽ ἂν ὑπερλάμπει τὸ κόσμιον, περιφρονεῖν δὲ τἄλλα, ἐξ ὧν ὁ κατ' ἄνθρω των βίος ἀπεκβαίνει άκοσμος. κδ. Καὶ ἀπετέλεσεν ὁ τοιοῦτος νόμος οὐ μόνον ἀγαθοὺς ἄνδρας ἁπλῶς, ὁποῖοι δή τινες καὶ ἐν τοῖς πρὸ αὐτῶν ἐξεφάνησαν μέτριοι ἐκεῖνοι καὶ ῥᾷον ἀριθμητοί, καὶ μάλισθ' ὅτε ἡ ἀγριονομία τὴν γῆν ἀπεσκότου, ἀλλὰ καὶ ἁγίους, καὶ τὸ καινότατον, θεοπάτορας. Επεφάνη δὲ ἄρα ὁ τοιοῦτος νόμος τε λεύτερος μὲν καὶ εἰς πλέον ἐτιμάλα σεβάσμιος, καθότι καὶ θεόγραφος, μελετῶν δὲ ὅμως καὶ ὑπο κρουόμενος τὰ τελεώτατα. Εθεωρεῖτο γὰρ ὡς ἐν ὑπογραμμῷ σκιαγραφῶν καὶ ὑποχαράσσων θεία τυπώματα, προφήταις μὲν ὡς διορατικοῖς ἐποπτευό μενος, καὶ λεπτότερον κατανοούμενος, τοῖς δὲ λοι τοῖς παχύτερον προσφερόμενος, καὶ οὐδὲ ὡς ἐν ὑπονοίᾳ γοῦν ἐφικτὸς ὤν. Μεγάλα γὰρ καὶ θειότατα καὶ τοῖς τηνικάδε χρόνου ἀνθρώποις ἀκατάληπτα λαλῶν, ἐπέκρυπτεν αινιττόμενος, τὸ φῶς οὕτω σκιά. ζων τῆς γνώσεως, καὶ κατακαλύπτων τὴν ἀλήθειαν ὡς ἐν παραπετάσματι, τῷ προφαινομένῳ τῆς φρά σεως· καὶ εἶχον ὀλίγοι ἐμβαθύνειν τοῖς αἰνιγμοῖς, οἱ πλείους δὲ ἦσαν τῆς ἐπιπολῆς. κι'. Οὐκ ἠνέσχετο δὲ ἄρα ὁ καὶ ἐπιπέμψας τὸν νόμον τοῦτον Θεὸς, καὶ βαθέως τυπώσας, καὶ ἐν συμβάλλοις παραδούς, μὴ οὐχὶ καὶ διασαφῆσαι αὐτ τὰς ἐκεῖνον ἐναργέστατα, καὶ τελεσφορῆσαι εἰς πληρεστάτην χρῶσιν, καὶ οὕτω γνώσιν, τὸ σκιαγρά φημα. Εἰ γὰρ διδάσκαλος ἀποπειρώμενος μαθητών, πρὸς οἷς τὸν νοῦν ἔχει, καὶ γλαφυρά λαλήσας αύ τοῖς, καὶ εὑρηκώς οὐκ ἐμβαθύνοντας εἰς νόησιν, καὶ δι' αὐτὸ κατοκνοῦντας τὴν μάθησιν, καὶ τῇ ἀθυμίᾳ ἐκλείποντας, ἢ τῇ βαθυμίᾳ καταπίπτοντας, καὶ αποτελουμένου;, ὡς οὕτως εἰπεῖν, λειπογνώμονας, οὐκ ἀνέχεται μὴ ἐς φῶς ἀγαγεῖν διευκρινήσας τὸ δυσκατάληπτον, ἀλλὰ διερμηνεύει σαφῶς, καὶ οὕτω τὰς ἐκείνων κτᾶται ψυχάς. Τῷ παντὶ ἐπὶ πλέον δ καὶ προάρχων ἐνδιδασκάλως, καὶ ἄλλως δὲ παμμέ
col. 319–320page 10 of 29
PG 136:319γιστος, τὸν αὐτοῦ νόμον τὸν δεύτερον, τὸν γραπτόν δν Μωϋσῆς καὶ οἱ Μωσαϊκοὶ ἐξεγράψαντο, ἔμελλεν εὐσχύλως ἀνακαλύψαι τοῖς ἐν χάριτι θείᾳ καὶ ἀληθεία νομομαθέσι, καὶ διὰ τοῦ ὑστέρου καὶ πληρεστάτου νόμου ἀναδραμουμένοις ἐς αὐτὸν ἐν τῷ καλῶς καὶ δίχα μώμου ἐκτελέσαι τὰ ἐκείνου δικαιώματα. κς'. Οὐκοῦν καταβαίνει διὰ τῆς ἐνσάρκου οἰκονομίας ἐπὶ τὸν αὐτοῦ καὶ κόσμον καὶ ἄνθρωπον, καὶ ἐκλέγεται μαθητὰς ὀλίγους πάντως τὴν ἀρχὴν ἐκ τηλικῆσδε της τότε ὁλότητος, τεράστιόν τι καὶ τοῦτο ἐκφήνας ἐκεῖνος, εἰ μὴ ἀναμείνας ἐψηλαφήθη διδά ξαι τοὺς ἐπιθυμοῦντας, ἀλλὰ κατεδέξατο κενωθῆναι, ὡς καὶ ἐπιζητῆσαι τοὺς μαθησομένους ἐξ αὐτοῦ, καὶ τῇ ἐκείνων ἀσθενείᾳ συνεκδραμείν. κι'. Κάτεισι τοίνυν οὐρανόθεν ἡ ὑπέρφωτος λάμ ψις, ὁ ἀρχίφωτος, ὁ τῶν φώτων πατὴρ, καὶ καταυγάζει την σκιάν. Μάλιστα μὲν οὖν τὰ τοῦ σοφοῦ σκιαγράφου Μωσέως τυπώματα χρώζει πρὸς ἐντέ λειαν, καὶ τὰ συμβολικά διερμηνεύσας αἰνίγματα, καὶ τοὺς τυπικούς χαρακτῆρας εἰς πραγματικὴν ἐκβιβάσας ἀλήθειαν, τὸν καλὸν ἐκεῖνον νόμον έξω ράϊσεν εἰς κάλλος ἀνεκλάλητον, μενουν γε ἀκριβέστερον φάναι, λαλητὸν πρὸς πνευματικὴν ἀλήθειαν ἔθετο. Τύπος γὰρ οὐκέτι οὐδεὶς μετὰ τὴν συγκατάβασιν, σύμβολον οὐδὲν, σκιὰ οὐδεμία, πάντα ἐμφανή, προφανή πάντα· οἱ χαρακτῆρες διασεσάφηνται, ή ἀλήθεια ἐκπέφηνεν αιθριάζουσα, ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, καὶ συνήχθημεν ἀπὸ σκότους δια ηνεκοῦς εἰς ἄδυτον φωσφορίαν οἱ πρώην ἐσκιασμέν νοι παρὰ τὸ μήτε εἰδέναι, ποῖ πορευσόμεθα, μηδὲ μὴν ἐθέλειν τὸ δέον ψηλαφᾷν. Η νομική διπλόη παρῆλθεν, ἀντεισῆλθε δὲ ὁ βαθὺς μὲν τῷ ὄντι νούς, ἁπλοῦς δὲ ἄλλως, καθότι ἑρμηνεύει καὶ σαφῶς καὶ τρανῶς αὐτὴν τὴν ἀλήθειαν· οὐ προβέβληται κατα πέτασμα νομικὸν, οὗπερ ἐντὸς κέκρυπται τὰ σωτήρια, κη'. Οὐκ ἔχει τις λέγειν καὶ ἐν τοῖς ἄρτι, ὡς Ἐγὼ μὲν κατὰ τὸ σωματικόν γράμμα πολιτεύομαι, τάδε καὶ τάδε ποιῶν γραμματικώτερον. Εἰ δέ τι πνευ ματικὸν ἐν αὐτοῖς κέκρυπται, τις ἂν εἰδείη; Αλλά τα πάντα σαφή, καὶ τὰ τοῦ θεανθρώπου Λόγου παραγγέλματα εύληπτα· καὶ αὐτόθεν νοούμενος γυμνὸς ἅπαντος προκαλύμματος ἐλυτρώδους, ὁ ἐκεῖθεν ἔκκειται μάργαρο;. Τὸ χρυσίον καὶ τὸ ἀργύριον καθαρὸν προβέβληται καὶ ἀκίβδηλον, οὐδέν τι ρα σάνου δεόμενον· οἱ τίμιοι λίθοι οὐκ ἐθέλουσιν ἱδρῶ τας, ὡς ἀνιχνεύεσθαι, καὶ πόνους παρέχειν τοῖς μεταλλεύουσιν. Ο τούτων χορηγητὴς οὐχ ἁπλῶς μεγαλοπρεπέστατος ἔγνωσται, ἀλλὰ πλήσμιον τὸν αὐτοῦ προχέων Ελεον ενδίδωσι δωρεὰν ἀρύεσθαι τοῖς ἐθέλουσι· καὶ οὐδὲ ζητεῖ μεγαλεμπόρους, οἷς ἀπο δώσεται βαρεία τιμῇ τὰ ὑπέρτιμα, ὡς ἐκείνους απο θις ἀντιτιμᾶσθαι αὐτὰ ἐπὶ ἐμπολῇ κερδαλέᾳ, καὶ πράγματα παρέσχειν τοῖς αὐτῶν ἐφιεμένοις ἐμπο ρικώτερον· ἀλλὰ πτωχοὺς τῷ πνεύματι φίλους βαθυκόλπους ζητεί εὑρέσθαι, οὓς πλουτιεῖ, παραβύσας αὐτοῖς τὰ οἰκεῖα δῶρα, καὶ ὀλβίσας ἐπὶ μακαρισμῷ. κθ'. Αχθεται γὰρ αὐτὸς οἷον τῷ κατ' αὐτὸν μυρίῳ πλούτῳ, καὶ ἐπιποθεί μερίτας εὑρέσθαι τοῦ ἀγαθοῦ, παλαμναίους δή τινας καὶ οἴους ἀχθοφορεῖν ἀτλαν τικώτερον τὰ παρ' ἐκείνῳ τεθησαυρισμένα καλά
col. 321–322page 11 of 29
PG 136:321ἀνέχεται δὲ καὶ ἀρπαγας εὐσυνέτως ἐπερχομένους, βλέπων καὶ τὰ ἐκείνου φορτιζομένους, καὶ οὕτω βιαζομένους τὴν βασιλείαν τῶν οὐρανῶν. Φέρει δέ που καὶ ἐλλόγως κλεπτόμενο;· οὐ γὰρ δέδιεν, ἐπι λιπεῖν αὐτὸν τὰ κειμήλια, ὅτι μηδὲ πηγαία τις χύσις αὐτῶν ἐν ἐκείνῳ ἐστὶν, ἢ πλήθων ποταμὸς, ἢ κόλο πος θαλάσσιος· ἄβυσσος μὲν οὖν πολλὴ πλούτου, ἧς οὔτε ριζική τις νενόηται ὑποστάθμη, ἐπέχουσα πυθ. μένος τόπον, οὐδὲ μὴν μέτρον ῥητόν· ἀλλ' οὐδὲ γνῶσις τῆς αὐτοῦ ἀπειρία;, μὴ ὅτι γε καταληπτική ἐντελῶς, ἀλλ' οὐδὲ ἀκροθιγῶς ἐν ἐπιβολῇ κατα νοήσεως ψαύουσα. λ'. Τοιοῦτος, ὡς ἐν ὀλιγίστῳ καθυπεγράψαι, ὁ καὶ τοῦ τρίτου καὶ νέου νόμου δοτήρ Θεός, οὕτω παμπλούσιος, οὕτω μεγαλόδωρος, καὶ μὴν καὶ γνώσεων κύριος καὶ αὐτοσοφία. Διὸ καὶ ὁ νόμος αὐτοῦ ἐπάξιος τοιού του μεγάλου λογοθέτου καὶ νομοδύτου καὶ νομοθέτου πρὸς τῷ βάθει τῶν ἐννοιῶν, καὶ φῶς ἀποπάλλων ἄρ βητον σαφηνείας τοῖς ἐπαξίοις, καὶ ἀκροᾶσθαι αὐτοῦ, καὶ λύχνον τοῦτον τοῖς ποσὶ καὶ τῶς ταῖς οἰκείαις τφίβοις ἔχειν προπορευόμενον. α λα'. Εἰ δέ τινες καὶ τῶν αὐτοῦ παραδόσεων μυστη σιώδεις, οἷα τελεστικαὶ, καὶ ἄλλως δὲ ἀπόκρυφοι, καὶ δι' αὐτὸ βαθεῖαι, καὶ, ὡς οὕτως φάναι, νύκτεροι της μὴ ὀξὺ βλέπουσι (πολλαὶ δὲ καὶ τοιαῦταί εἰσιν), ἀλλ' αὐτὸς βιον ἀποκαλύπτει τοὺς ἡμῶν ὀφθαλμοὺς, εἶπερ ἐθέλομεν· καὶ ὡς ἐκ νυκτὸς ὀρθρίζοντες φωτ τιζόμεθα, και κατανοοῦμεν οὕτω τὰ θαυμάσια πάνταἐκ τοῦ νόμου αὐτοῦ, τὰ πλείω μὲν ἐξ ἀφορμῶν δι δασκαλικῶν, οὐκ ὀλίγα δὲ καὶ κατὰ ἔνθεον ἄλλως ἐπίπνοιαν. Ὅτε καὶ ἔστι τοῖς καθ' ἡμᾶς λέγειν, οὐχο ὅτι ἐς ὅσον τὸ σκότος ἡμῖν, ἐς τοσοῦτον καὶ τὸ ἐξ ἀποκαλύψεως ἀνασχὸν φῶς, ἀλλ' ὅτι πολλαπλάσιον, ὡς μηδὲ καθυποβάλλεσθαι ἀριθμῷ, καὶ ὅτι, ἀπελαθέντος τοῦ κατὰ ἄγνοιαν νεφώματος, ἢ καὶ ἑτέρως φάναι, ἀλλοιωθέντος καὶ διατεθέντος εἰς χρηστότητα γνώσεως, ἔφηναν ἐκεῖθεν αἱ ἀστραπαὶ τῆς θεογνωσίας τοῖς ἐν τῇ οἰκουμένῃ, ἐὰν μὴ κοιμώντας όπου νυστάξαντες, ή τυφλώττωσι. Τέως γε μήν, εἰ καὶ μυστήρια ὁ ἄλλως μὲν τελευταῖος, ἀληθῶς δὲ πρώτ ειστος κόσμος καὶ νόμος δυσανακάλυπτα έχει, καὶ οἷα Θεῷ μόνῳ καταληπτὰ εἶναι δοκεῖν, μὴ ἂν δέ τινι τῶν ἀνθρώπων, ἕως ἂν ἐκεῖνος τοῖς ἀξίοις ἐκρήνῃ αὐτά, ὅμως ἐν πολλοῖς τόποις, καὶ οὐχ ἁπλῶς πολ λεῖς, ἀλλὰ καὶ μάλα τοσούτοις πάνυ ἐξαστράπτει αὐτὰ πρὸς σαφήνειαν· καὶ οὐδέν τι ἐν αὐτοῖς δει ως περινενοημένον, καὶ, ὡς εἰπεῖν, ἐλικτὸν, οὐδὲ βαθὺ καὶ κρύφιον, οὐδὲ ἀνακαλύψεως εἰς μακρόν ἑρμηνευτικῆς ἐπὶ καταλήψει δεόμενον. . Αὐτίκα γοῦν χύδην προβεβλημένον ἔκκειται αὐτόθεν εὐμαθῶς ὑπὸ τῶν φιλοκάλων εἰσοικιζόμενον τό ο Αγαπᾶτε ἀλλήλους, καὶ μὴ ψεύδεσθε, καὶ μὴ συκοφαντεῖτε, ἀλλὰ πραγματεύεσθε εἶναι ἄνθρωποι μᾶλλον μὲν οὖν μηδὲ πραγματεύεσης τοῦτο.» Τί γὰρ πραγματειώδες, ποιεῖν εὐθέτως καὶ μετὰ ῥαστώνης ἀπράγμονος τὸ ἄτεχνον ἀγαθὸν, τὸ πρέπον, φημί, τοῖς ἀνθρώποις, ἀγελαῖον, φιλάλληλον, καὶ τὸ ἀλη θεύειν κοινότερον, περινοίας ἁπάσης δίχα, ἐν τῷ
col. 323–324page 12 of 29
PG 136:323ἀγροικικῶς τὴν σκάφην σκάφην λαλεῖν, καὶ ἄμα μηδὲ συκοφαντεῖν, καὶ ἐνδιαβάλλειν, καὶ τἆλλα ἐξα μαρτάνειν, επίσα σύστοιχα κακίαις τοιαύταις; Αγ. Ούκουν πραγματευτέον, ἐξανύειν τὴν πρόχειρον ἀγάπην, καὶ τὴν εὔληπτον ἀλήθειαν, καὶ ὁπέσα λοιπὰ ἔργα τῆς ἀπραγματεύτου ἁπλότητος· ἀλλ' ἐκεῖνο σπουδαστέον καὶ μεθοδευτέον, ὡς δύναμις, τὸ μὴ προΐεσθαι τὴν ἀγάπην, μηδὲ προτίθεσθαι εἰς πραγματείαν καὶ σπουδαίαν τέχνην, αὐτὸ δὲ τοῦτο καὶ μόνον, τὸ ἐπιτηδεύεσθαι κακοποιεῖν τὴν ἀδελ φότητα, καὶ οὕτως ἐκφοβεῖν, καὶ τεχνᾶσθαι κυριά τητα δυσάντητον. Τοῦτο γὰρ οὐκέτι ἀνθρώπου αγα θοῦ, ἀλλὰ ἢ λῃστοῦ καὶ πειρατοῦ, εἴ τις καὶ τὸν τοιοῦτον ἐθέλει τύπτειν εἰς ἄνθρωπον, ἢ ἀλλὰ θηρίω ἀγρίου τε καὶ σθεναροῦ, ὁ συνθήσει τις ἂν εἰς θη ριανθρώπου ἐπίνοιαν· ὅτε καὶ ὡς ἐξ ἀνθρώπων για νεται ὁ τοιοῦτος, άτε καὶ ἀπανθρωπιζόμενος τὰ πολλά. Οντος δὴ οὐ μετὰ τὴν ἔνσαρκον ἁγιωτάτην οἰκονομίαν δεδομένου νόμου τοιοῦδέ τινος, ἀναγκαῖον πάνε τως, τοὺς ὑπ' αὐτῷ ταττομένους πάντας ἀνθρώπους ὑπερτερεῖν τῶν τε κατὰ τὴν προειρημένην τοῦ πα λαιοῦ ἁγίου νόμου τύπωσιν, καὶ μάλιστα τοῦ πρωτ τοφυοῦς. Πρωτόθετον γὰρ νόμον ἐκεῖνον εἰπεῖν οὐκ ἔχω, τὸν ἤδη μὲν ἐθάδα τότε, μηδαμοῦ δὲ τεθειμένον θεσμοῦ τρόπον καὶ θέμιδος, ἀλλὰ, ὡς εἰπεῖν, τ τόμενον, ὅπως ἂν αὐτὸν παραδέχοιντό τινες. λδ. Καὶ οὕτω μὲν ἀναγκαίως ἐχρῆν γίνεσθαι, ἵνα καὶ ὁ νομοθέτης έχαιρε τιμώμενος, οἷς τὸ ὑπ' αὐτοῦ δεδομένον ἀγαθὸν συνετηρεῖτο, καὶ αὐτοὶ ἐβελτιού. μεθα, ὡς καὶ ὁ Θεὸς ἂν ἐφίλει, καὶ ἡμεῖς ἀπεδεχόμεθα. Γίνεται δὲ ὅμως οὐχ οὕτως, ἀλλὰ διεκπίπτει τὰ καθ᾿ ἡμᾶς, ὅπου καὶ νοοῦντες βαρυνόμεθα, καὶ βλέποντες αιδούμεθα, καὶ λαλοῦντες ταχὺ ἀναστελλά μεθα. λε'. Φέρε γὰρ ἀνασκεπτώμεθα δια βραχέων ἐπιτεμόντες τὰ ὅλα πράγματα κεφαλαιωδῶς. Εξημέρωσαν τὴν μετὰ τοὺς προπάτορας ἐν τοῖς ἐπιγόνοις ἀπαν θρωπίαν καὶ ἀγριότητα χρηστοί τινε; καὶ ῥᾷον με. τρητοὶ ἄνδρες· ήνυσαν δὲ αὐτὸ, ζηλώσαντες φιλα δελφικῶς, λαλήσαντες εὐνοϊκῶς, παραινέσαντες διδασκαλικῶς, καὶ νοηθέντες εὐσυνέτως ἀγαθὰ λέγειν, καὶ οὕτω πείσαντες, καὶ τῷ ἐνδελεχεί τῆς ἀγαθῆς διδασκαλίας ἀλλοιώσαντες ἐκ φαυλότητος εἰς καλλονὴν ἀγαθότητος, ὅτε καὶ ἀφέμενοι τοῦ ἀνθρωποσφαγεῖν, μήπου δὲ καὶ ἀνθρωποφαγεῖν οἱ μαθητευσάμενοι, καὶ τοῦ ἁρπάζειν τὰ τῶν ἄλλων, ἐπέβαλλον τέχναις, ὡς εἶχον εὑρέσεως. Καὶ πρῶτα μὲν ἐξ ἀνα μνήσεως καὶ ἐνθυμήσεως τοῦ θεοφιλούς ᾿Αβελ ένα χείρησαν ποιμαίνειν ἐκεῖνοι καὶ βόσκειν ζῶα, ἐξ ὧν χρήσιμα ποριζόμενοι πολλὰ δαψιλῶς ἅμα, καὶ οὐδὲ σὺν πολλῷ πόνῳ, ἀπήλλαξαν τὰς χεῖρας τοῦ ληστεύειν ἀλλήλους καὶ πρὸ ὥρας ἐξάγειν τοῦ ζῆν. λζ'. Γευσάμενοι δὲ τοιούτου καλοῦ ῥᾴονος, ἔτρε ψαν τὸν νοῦν εἰς τὸ καὶ ἄλλως τεχνᾶσθαι τὰ καίρια καὶ σπηλαίων ἀφέμενο: καὶ λοιπῶν αὐτοσχεδίων
col. 325–326page 13 of 29
PG 136:325καταδύσεων, ἐν οἷς οὐ κατοικεῖν λέγοιντο ἂν, ἀλλὰ φυλεύειν θηριωδῶς, ἀνέστησαν οἴκους καὶ δώματα, ὡς καὶ καταμένειν ἀσφαλεῖς, καὶ τὰ εἰς χρείαν ἐν επιτίθεσθαι ἀνεπιβούλευτοι. Αὐτίκα δὲ καὶ γυναικι κὶν ζεῦγμα συνεπήξαντο, μονάσαντες τοὺς κήλωνας, ἀλόγοις ἐντρέχειν θηλείαις ἀφέντες, ὅτι οὐδ' ἂν ἐπισ βαίνεσθαι ταῖς κατ' οίκους γυναιξὶν ἔπειθον σφα; αὐτοὺς οἱ ἔξωθεν, αὐτόθεν, οἶμαι, μαθόντες, καὶ, δ φασιν, ἀφ' ἑστίας, ὅποι κακοῦ ὁ τοιοῦτος έρως ἀπο τελευτήσει, δαιμονίου ζήλου ἐρεθίζοντος καὶ ὑποκινοῦντος, ἀποσοδεῖν τῆς ἐμοζύγου, ὁποῖα καὶ λύκου, τὸν ἄρπαγα. λη'. ᾿Ακολούθως δὲ καὶ γεωργία; τὸ ἐντεῦθεν το χρασθείσης, ἡ μήτηρ γῆ ὀχλουμένη γάλα μελιτόεν ἐχορήγει ταῖς τέκνοις ἀνθρώποις, τὰ ἐξ αὐτῆς ἀγαθά. 2. δὲ εἰρηναία ἦν ἠρέμα τοῖς ἀνθρώποις ἐκ τοῦ τοιούτου καλοῦ, ἀπελέγοντο καὶ τὰ στασιωτικά ως ἐπιπολὺ καὶ τὴν εἰσαεὶ ἔριδα καὶ τὴν ἐπίμονον μάχην, καὶ μόνον ἐφίλουν τὸ σωτήριον αύταρκες ε; μέντοι ὁ κερδος ἐκνικῶν ὑπήγετο φιλοτιμότερον. 'Αλλ' ἐκεῖνοι τόλμαν καὶ θρασὺ μένος καὶ ἀλκὴν ἐνδυσάμενοι, θαλαττίαις τοῦ λοιποῦ παρέβαλλον σφάς αὐτοὺς κινδύνοις· καὶ τὸ γλυκὺ τῆς τραφερῆς ἀπει κάμενοι, τῆς ἀλμυρᾶς ἐγίνοντο μέτοικοι, αὐτοὶ τῶν ἰδίων ἀπεκβαίνοντες τρόπον τινά, ἢ "Αρπυίπις ἐκδόμενος ἑαυτοὺς, ἢ ἀλλὰ γοῦν ὡς εἰς ἀμφιβίους ἀποκαθιστάμενοι. Στ'. Οίκους τε οὖν ἐφ᾽ ὑδάτων τὰς νέας ἐτεκτήν να το παρακινδυνεύσαντες, καὶ φόρτους ἐν αὐταῖς Στα μετεύσαντο, καὶ περιφρονήσαντες τὴν τροφὴν γῆν, ἑτέραν εἰσεποιήσαντο τρέφουσαν, ἣν οὐκ ἂν ὀκνήσῃ τις μητρυιάν εἰπεῖν, ὑπεραυξήσαντες ἐκεῖνοι τὴν πρώην ἀγηνορίαν ἐν τῷ ναυτίλλεσθαι καὶ ὑπερόρια. θρασὺ μὲν γὰρ καὶ θερμόν, ἀπείπασθαι μὲν γαστρός χάριν τὸν ἀέρα, δύεσθαι δὲ κυβιστῶντα κατὰ βυθοῦ, καὶ ἐμβραδύνειν αὐτόθι τὸν τῆς χέρσου τρόφιμον ἄνθρωπον, καὶ ἄλλως δὲ ἀνέμοις ἐν θαλάττη δου λεύοντα πονεῖσθαι καὶ κατασαλεύεσθαι τροφῆς ἕνεκα, καὶ αὐτῆς ὡς τὰ πολλὰ δυσπορίστου. 20. Ὅτι δὲ καὶ ἡ χέρσος πράγματα δίδωσι τοῖς τε άλλως περιεργαζομένοις αὐτὴν, καὶ τοῖς θηρο. λέταις κυνηγέταις, καὶ ἄλλω; δὲ ἀγρευταῖς, καὶ ἀνάγεται αὐτὰ εἰς τέχνην τῷ βίῳ σύμφορον, ἐτέθη καὶ ἡ ἁλιευτικὴ ἐς τόπον τοιόνδε, καὶ ὡρίσθη τέχνη καὶ αὐτὴ, καὶ ἠγαπήθη, ὡς ἐκ τοῦ ἀνθρωπομαχείν συμμεταγαγοῦσα τὸ τοῦ Θεοῦ πλάσμα εἰς ἐπιτήδευσιν θηρολέτειραν καὶ αὐτὴν, δι' ἧς οὐκέτι φονεύς, ἀλλὰ παλαμναῖος τεχνίτης και ρωμαλέος καὶ ἄλκι μας εθέλει στηλιτεύεσθαι καὶ ὁ κατὰ θάλασσαν θη ματής. μ'. Καὶ οὕτω μὲν θαῤῥαλέος καὶ τολμητίας ὁ καὶ ἄλλως περὶ θάλασσαν ἄγων σχολήν· τὸ δὲ θρασύνασθαι, τῆς εὐσταθοῦς καὶ εὖ μάλα δρασμένης καὶ πεπηγυίας γῆς ὑπερόριον ἀπαναστῆναι, καὶ τοῦ ἀσφαλοῦς μὲν μεθέσθαι, σάλοις δὲ τοῖς ἐξ ἀνέμων αστάτων ἑαυτὸν ἐπιδοῦναι, καὶ ἄπτερον πεφυκότα μελετῆσαι πέτεσθαι, εἰ καὶ μὴ κηρίνοις πτίλοι;, κατὰ τὸν λογοποιούμενον Ικαρον, ἀλλὰ γοῦν λινέοις, δ θάττον ἂν κατασείσας καὶ ῥήξας ἄνεμος κάτω κάρα
col. 327–328page 14 of 29
PG 136:327σαλεύειν τοὺς αὐτῷ πεπιστευμένους βιάσεται, σκα φείου μὲν τοῦ κατὰ γῆν ἀφεμένους, καὶ σκάφος ἀκίνδυνον τὸ ἐν ἀμπέλοις περιφρονήσαντας, ξυλίνω δὲ ἐμβεβλημένους, δι᾿ οὗ ἀναβαίνοντες ἕως τῶν οὐ ρανῶν καὶ καταβαίνοντες ἕως τῶν ἀβύσσων, ὀλέθροις ἔκκεινται ἀλλὰ τοῦτο ἀνδρὸς ἀργαλέου τόλμα και ιτητικοῦ, καὶ παντὸς θάρσους τε καὶ θράσους ὑπέρ κειται. μα'. Καὶ ὅμως (κακοῦ μείζονος τοῦ ζῆν ἀλόγων καθὰ καὶ θῆρες, καὶ ἀλληλοφαγεῖν, καὶ πολλοῖς τρό ποις καὶ ἅπασιν ἀλγεινοῖς ἀπάγειν τοῦ βίου τους θεοπλάστους ἀδελφοὺς, καὶ οὕτω θεομαχεῖν) είλοντο καὶ τοιαύτην ἀλλόκοτον τέχνην οἱ ἐξημερωθέντες ἄνθρωποι, καθ' ἣν δῆλον, ὡς οἱ τὴν γῆν ἀπολεξάμενοι καὶ τὴν ζωὴν ἀπείπαντο. μβ'. Τέχνας δέ γε λοιπὰς ἑτέρας οὔτε κινδυνώδεις, ἀλλὰ καὶ ιλαράς, καὶ πρὸς χάριν ἐσκευασμένα;, καὶ ἡδονὴν πολλὴν ἐπισυρομένας, οὐκ ἂν οὐδὲ διαμετρήσασθαι δύναιτό τις, αἷς οἱ πρὶν θῆρε; ἄνθρωπο: τι θα σαὶ γεγόνασιν ὕστερον. Αλλ' οὕτω μὲν ὑποθήκη ἀγαθὴ ἐκείνη, καὶ ἔννους χρηστολογία, καὶ διδασκαλία εἰσύνετος τοῦ καλοῦ, καὶ ὑπακοὴ καὶ πειθώ τοὺς πάλαι ποτὲ σκαμβοὺς ἐξώρθωσε κανονίσασα, καὶ εἰς εὐθὺ ἀποξέσασα, καὶ τῆς ἐν ἤθει στρεβλότητος εἰς ἰθυτενές μετεσκεύασε. Καὶ περιᾴδονται τέχναι πολλαὶ καὶ σπουδαῖαι, τηνικαῦτα εὐθὺς ἐπισ νενοημέναι; καὶ εἰς πολιτικόν σχήμα τους πρώην καὶ ἀτέχνους καὶ ἀπολιτεύτους ἀποκαταστήσασα. μγ'. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ πόλεις ἐκεῖνοι περιγράψειν ἀπήρξαντο μηχανησάμενοι, ἀρχὰς ἀγαθάς καὶ τοῦδε τοῦ καλοῦ παρεσχημένοι τοῖς ὕστερον" οἱ δὲ μετ' αὐτοὺς, οἱ τοῦ παλαιοῦ δηλαδή νόμου, λαβῆς ἐκεῖθεν ἐνδεδομένης, τὸ καλὸν ἐκεῖνο ἐπιμά. λιστα ἐστερέωσαν, καὶ καλῷ θεμελίῳ ἐκείνῳ παρύ ψωσιν καὶ αὔξησιν μεθώδευσαν ἄλλως τε σεμνήν, καὶ Θεοῦ οἴκοις πρέπουσαν. Καὶ οἱ τῶν τοιούτων Επιστημονάρχαι καὶ ἀρχιτέκτοντες, ἐν οἷς καὶ εἰ πρέσβιστοι πατριάρχαι, δι' ἐγκωμίων ἄγονται καὶ θαύματος, καὶ εἰς μεγάλους ἁγίους ἐγγεγράφαται, καὶ οὐρανοπολῖται εἶναι πιστεύονται, δῆλον ὡς καὶ εἰς τοὺς οὐρανοφοίτας ἀποστόλους τὴν τοιαύτην ἀρετὴν κατάγοντες· οἱ καὶ ὄροφον τῇ καλῇ ἐκείνῃ ἐπέθεντο παλαιᾷ οἰκοδομῇ, καὶ οἰκητόρων αὐτὴν έπλησαν, καὶ ἐκκλησίαις ἁγιωτάταις ἐμέστωσαν, καὶ κήρυκας μακαριστοὺς ἐνέταξαν, καὶ κορυφαίους ἱεροὺς ἐπέστησαν, καὶ ποίμνια θεία καταρτίσαντες ἐπέτρεψαν πνευματικώς ποιμαίνεσθαι, καὶ νόμους ἔθεντο ποιμενικούς, καὶ τρόπους μεθώδευ σαν, καθ' οὔ; ποιμανεῖται χριστιανικῶς τὰ τοῦ Θεοῦ πρόβατα· καὶ νομάς περιηγήσαντο, ἐν αἶ; βοσκήσονται. μδ'. Καὶ ὧδε μὲν οἱ μεγάλοι ἐκεῖνοι καὶ τὸν ἐκ τοῦ ἀφελοῦς ἀγράφου ἐν τῇ ἁγίᾳ Παλαι, ἔγγραφον νόμον ἐτελείωσαν, ἀρτιώσαντες καὶ ἀποκαταστήσαντες, ἔνθα οὔτε προσθεῖναι ἦν ἔτι οὐδὲ ἰῶτα ἐν, οὐδὲ κεραία, γοῦν μίαν, οὔτε ἀφελεῖν. Οἱ δὲ νῦν ἡμεῖς μικροὶ ἄνθρωποι, καὶ πρὸ τῶν ἄλλων ἁπάντων ἐγώ, τὴν μὲν χρηστομαθῆ, καὶ τὴν τῶν ἀγαθῶν ἀνδρῶν,
col. 329–330page 15 of 29
PG 136:329μὴ ὅτι διδασκαλίαν, ἀλλὰ καὶ ἁπλῶς λαλιὰν ἀπο στυγοῦμεν, καὶ μᾶλλον ἂν ὠρυομένων θηρίων ἡδέω; ἀκροασώμεθα. ἤπερ ἀνδρὸς ἀπευθύνοντος πρὸς εὐαγ γελικὴν ὀρθότητα τὴν ἐν ἡμῖν στρεβλότητα. με'. Νομίζομεν γάρ, ὥσπερ τὸν τεχνικὸν κανόνα, τὴν κατὰ τοὺς τέκτονας, οὐκ ἂν ἄλλως δύνασθαι λεαίνειν σανίδας ἢ ξύλον ἑτεροῖον, εἰ μὴ ἀπαγάγοι ξέσας τὸ ἐπιπροσθοῦν, οὕτω καὶ τὸ θεῖον διὰ τῶν θεοκηρύκων ἀποστόλων κανόνισμα τῶν ἡμετέρων σαρχῶν ἀποτέμνειν τε καὶ ἀπάγειν ἐπωδύνω;, ὅτε ἡμῖν ἐπὶ διορθώσει ψυχική προσφέρεται. Οὕτως ἡμεῖς νωθρευόμεθα την ψυχικήν διόρθωσιν, οὕτω την καθαρότητα παρορώμεθα. Καὶ πέδιλα μὲν, & φοροῦμεν, ὑποπλησθέντα πηλού χαίρομεν εἴ τις φθάσας ἰδεῖν ἢ ἐκκαθαριεί πρὸ ἡμῶν, ἢ ἐνδειξάμε της ἡμῖν προκαλέσεται ἀποῤῥύψασθα: (τὸ δὲ ὅμοιον πάσχομεν καὶ ἐπὶ παντὶ ῥύπῳ, εἴτε σώματος εἴτε ίμα τισμού), ψυχῆς δὲ ἀχρειουμένης, ὡς οἷα διὰ σπιλώ ματος δευσοποιοῦ τινος, οὐδὲ ἀκοῦσαι ἐνεχόμεθα, ὡς οὕτως ἐκείνη πάσχει, μὴ ὅτι γε ἀπαλείψαι αὐτῆς, εἰ τί που εἰς αἴσχος ἀνάξιον κατακέχρωσται. μς'. Τάχα γὰρ λογιζόμεθα οὐδὲν ἂν δούλων δια φέρειν ἡμεῖς, οὐδὲ μὴν παιδαρίων, ἐὰν ἐπιτασσών μεθα, καὶ ὑπείκειν ἐναγώμεθα. Τάχα δέ που ὑπὲρ τὸ δέον μεγαλο τοιοῦντες ἡμᾶς αὐτοὺς, λέγομεν καὶ αὐτοὶ, ὡς οἱ τηλικοίδε, καὶ διδαξόμεθα δή. Παρα φαίνεται δὲ τοῖς οὐ φρονοῦσιν ὀρθά, καὶ ὡς ἀφρο σύνης ἔγκλημα ἐπικλᾶσθαι ἡμῖν, ὅτι ὁρῶντες, ἃ μὴ χρεών, μανθάνομεν οὐ καλὰ ποιεῖν, καὶ οὕτω δια κείμενοι καὶ κωφεύοντες, ἐφ᾽ οἷς δεόντως παραινού μεθα, καὶ ὑπεραχθόμενοι, εοίκαμεν οὐκ ἔχειν συνι δεῖν, ὅτι ἕκαστος ἄνθρωπος εἰς οὐδὲν ἀρετῆς ἔρχεται μόνος αὐτὸς καθ᾿ ἑαυτὸν, ἀλλὰ κατὰ τὴν ἐν πολλῷ μεγέθε: λελόγισται στιγμιαίαν ἀμέρειαν. Καὶ δῆλον αὐτὸ τοῖς ἐπάγουσιν ἐν τῷ διὰ μερικῶν ἀρετῶν ἰέναι φιλοσοφώτερον, και παροιμίαν μὲν προαγαγεῖν, ἧς ἀπόφανσις των Εἷς ἀνὴρ οὐδέν τι φόβου ἔχει, ὡς μορμολύττεσθαι, ἀλλ᾽ ἢ μόνον λαλεῖ τὸ ἀληθές. Ἐκεῖνο δὲ ὡς μάλιστα ἐκφοβεῖ τοὺς φρονοῦντας τὸ Οὐαὶ τῷ ἑνί ὂν τίς ἐγγυήσεται, ὡς οὐ συντριβήσεται, είποτε καταπέσοι; μζ'. Εστι δὲ ἡμᾶς ἀκούσεσθαι παρὰ τῶν εἰδότων συνετίζειν τοὺς εὐπειθεῖς, καὶ ὡς ἡ φύσις αὐτὴ ἐκείνη διδάσκει καὶ παιδεύει τὸν ἄνθρωπον, τὸν ήμερον, τὸν συναγελαστικὸν, τὸν βιωτικόν. τὸν πολιτικὴν, τὸν σπουδαῖον, τὸν θεοφιλή, πολλῶν, ὥς περ πραγμάτων, οὕτω καὶ ἀνθρώπων θέσθαι εἰς συγκρότησιν καὶ σύστασιν καὶ βίου ἐντέλειαν. Η γὰρ οὐδὲν μόνον δίχα γε τῶν ἄλλων, ὑφαντοῦ μὲν, ὡς ἐνδύσασθαι, σκυτοῤῥάφου δὲ, ὡς ὑποδήσασθαι, καὶ ἄλλων δὲ, πολλῶν δὲ ἐκείνων εἰς ἑτεροῖα τῷ σώματι χρήσιμα· εἰ δὲ σώματι, ὡς πλέον ψυχῇ, τῇ τὸ πᾶν ἐν ἡμῖν, καὶ οὗ ἄνευ οὐδεὶς ἄνθρωπος. μη'. Εἰ δὲ τοῦτο καὶ ἔγνωσται καὶ πρὸς δόξαν εὐηρέστηται πᾶσιν ἀνθρώποις, τί δήποτε, ἀνθρώπου μὲν περιϊόντος τὴν ἀγορὰν καὶ διεγνωσμένον, ὡς ἀγαθός ἐστι περὶ τέχνην όποιανοῦν, καὶ ἐπιστρων νύμεθα καὶ προκαλούμεθα οι χρήζοντες πορίσασθαι
col. 331–332page 16 of 29
PG 136:331ἀπ' αὐτοῦ τὸ ἐνδέον ἡμῖν, καὶ μὴ φα· ἐντα δὲ ἀνα ζητοῦντες κατά σπουδὴν πολλὴν ἐξευρίσκομεν, καὶ προσρυϊσκόμενοι ἔχομεν φιλητῶς ἐκεῖθεν τὸ πεποιημένον, καταβαλλόμενοι ἔστιν οὗ και τι ὑπέρτιμον, ἵνα τὴν δούλην σάρκα εἰς ὡραϊσμὸν τοῖς βλέπουσι παραστησώμεθα διὰ καλλωπισμοῦ τινος, οὗ τὰ πλείω οὐδὲ εἰς ὄψιν ἡμῖν ἔρχεσθαι δύναται Τὴν δὲ δέ. σποιναν ψυχὴν ἀφιέντες υποῦσθαι καὶ σκότον οὕτω περιδιδύσκεσθαι, ὡς ἂν ὁ ζοφερός δαίμων φιλοίη, οὔτε ζητοῦμεν, πῶς ἂν ἢ ἡμεῖς αὐτοὶ ἐξωραΐσωμεν ὡς εἰς νύμφην Θεοῦ, ἢ δι᾽ ἑτέρου νυμφοστολήσωμεν ἐπιστήμονος, ἀλλὰ καὶ εἴ τις ἐπιφανείη ἐπαγγελλόμενος καὶ προκαλούμενος εἰς θεοειδῆ καὶ θεοφεγ γῆ μόρφωσιν, εἴτ' οὖν μεταμόρφωσιν, οὐ προπηλα η κίζομεν, ἡ ὀστρακίζομεν, ἀλλὰ καὶ ξιφήρεις ἐπι τρέχοντες, ἀχρειοῦν, εἴπερ οἷόν τε ἦν, γλιχόμεθα Καὶ ἅπατα μὲν τέχνη στέργεται παρ' ἡμῖν καὶ ἐγκρίνεται, καὶ οὐ διακρίνομεν οὐδεμίαν· ἡ δὲ κατὰ διδασκαλίαν ψυχῇ πρέπουσαν ἀποκρίνεται βαλλομένη μακρὰν ἐξ ἡμῶν, εἰς εὐχὶ κόρακας ἢ πέτρας ἀποκρήμνους, ὅθεν ἐπανασωθείη ἂν ἴσως χρόνῳ ποτὲ, ἀλλὰ ἐς βυθὸν λήθης ἀφιεμένη βαπτίζεσθαι, ὡς μὴ ἔχειν ἔκφανσιν. μθ'. Βουλὴ δὲ ἅπασα καὶ συμβουλὴ καὶ διδασκαλική ἁρμονία, συνιστῶσα βίον ὀρθὸν, καὶ νόμοις ἐπικουροῦσα καὶ συλλαμβανομένη, κανότι κατήργηνται· ἀντιπράττεται δὲ πᾶν ἐπίβουλον καὶ ἡ σύσ ναξις, οὐχὶ, πῶς ἂν τὸ κοινὸν σωθείη, ἀλλὰ πῶς ἂν ὁ δίκαιος μὲν, δύσχρηστος δὲ, καταπονηθείη δεσμῷ, καὶ ὁ διδάσκαλος μεταμάθοι, ἃ καὶ αὐτὸς καλῶς δεδίδακται, καὶ ἑτέρους ὁμοίως διδάσκειν προβέβληται, καὶ ὁ κατὰ θεῖον πνεῦμα πατὴρ οὐ πρὸς υἱὸν εκστραφείη (οὔπω γὰρ τοῦτο μέγα κακόν), ἀλλ᾽ εἰς δοῦλον ἀχρεῖον ἐγγραφείη διὰ πονηροῦ πνεύματος, καὶ ὁ ἐπίσκοπος ἄσκοπόν τι πάθῃ καὶ ἀπαίσιον. ν'. Οὐκ ἄρα ὑπακούομεν, οὐδὲ ὑποταγὴν τηρού μεν πνευματικήν, οὐδὲ ὑπὸ πατράσιν ἐσμέν, οὓς τὸ ἅγιον Πνεῦμα δίδωσιν, οὐδὲ χρήζομεν τέχνης διδασκαλικῆς. Διὸ καὶ παροῦσαν μὲν ἐξωθοῦμεν, μὴ οὐ σαν δὲ οὐ ποθοῦμεν· δ δὴ πάσχει ἅπασα τέχνη παρά ἀνθρώποις, οἱ μηδὲν αὐτῆς προσδέονται. Διὰ ταῦτα γοῦν ὁ τῆς φαύλης ταύτης ἀκολουθίας εἱρμὸς παρ ῥησιάζει καὶ νῦν τὸν παλαιγενῆ θηριώδη βίον ἐκεῖ νον ὑπούλων καὶ ὡς οὐκ ἂν αἴσθοιτό τις μὴ κατακύπ των εἰς βάθος τοῦ νοεῖν. να΄. Καὶ ὁ λόγος τοῦ πάθους τοιοῦτός τις· τὰς μὲν τέχνας τὰς ὕστερον εὑρημένας μετὰ τὴν κατ' ἀνθρώπους ἐξημέρωσιν, στέργομεν ἀναγκαίως, οἷα μὴ ἐξὸν δν, ζῆν ἐκείνων δίχα χρησταῖς δὲ συμβουλίαις καὶ εὐνόμως εννόμοις ὀκνοῦμεν πείθεσθαι, περιέργους αὐτὰς, εἴτε καὶ παρέργους γνωματευό μενοι. Καί που ἐθέλομεν ὑπολαλεῖν καὶ αὐτοὶ, ὡς οὐδέν τι αὐταὶ πρὸς τἄλφιτα· καὶ πνίξ οὐ μερίς ἀναστρόφως παροιμιαζόμενοι, καλὸν εἶναι τὰ ἀλλό τρια γνωμολογοῦμεν, καὶ τὸν ξένον ἄρτον ἀποφαινόμεθα νόστιμον, καὶ τὴν ἁρπαγιμαῖον οἶνον γλυκύτατον, καὶ τὸ τῆς κλοπῆς ὕδωρ ἡδύτατον, καὶ τὴν ἐξ ἁρπαγῆς ἔνδυσιν φωτὸς ἀναβολὴν, καὶ παράδει
col. 333–334page 17 of 29
PG 136:333DEΒΙΤΑ. σαν τὸν ἀλλότριον οἶκον. Καὶ οὕτως ἀνατρέχομεν εἰς τὸ ἀρχαῖον κακόν, ἀδικοῦντες, ἁρπάζοντες, λοιδοροῦντες, βλασφημούντες, συκοφαντοῦντες, καὶ ἐπὶ πᾶσι τούτοις καὶ διὰ ταῦτα πάντα ψυχῆς κερδαίνοντες ἀπώλειαν, ὡς οὔτε αὐτοὶ ξυνιέντες εἰς ἐπιστροφὴν, μηδὲ τοῖς ἀδελφικῶς ἐν θεοφιλείᾳ ἐπιστρέφουσιν ἡμᾶς ἑπόμενοι, ὡς ἐντεῦθεν λείπεσθαι ἡμῶν ἑκάστῳ, ἀφιέναι καὶ τὰ τέκνα καὶ ἅπαν τὸ φίλτατον βόσκεσθαι ἀποίμαντον καὶ ἀνεξέταστον. Καὶ οὐκ ἀνακρίνομεν λογοπραγοῦντες ἡμᾶς αὐτοὺς, διατί κατὰ οἴκους μὲν ποιμαίνειν δῆθεν ἐθέλομεν ἀνθρωπικῶς τὸ συγγενές, τὸ δοῦλον, τὸ θετὸν, καὶ πᾶς, ὅστις οὖν, διδάσκαλος καὶ νομοθέτης τῶν ἑαυτοῦ αυτοχειροτόνητος, καθὰ ἐχρῆν, καθέστηκεν εἰς καὶ ὠφέλειαν σώματος καὶ ψυχῆς ἀνάπαυσιν· ὁ δὲ ἐκ Θεοῦ, καὶ κατὰ Θεὸν, καὶ θεοπαράδοτος καθηγητής, ὡς οὐκ ἄν τις ἔχοι ἀντειπεῖν, ἀποχειροτονεῖται, ὡς οἷον καθαιρεθείς, καὶ οὕτως ἀφαιρεθεὶς τὴν θεο πρόδη τον ενέργειαν; Ινατί δὲ πᾶς μὲν οἶκος φυλάτε τει τὴν ἐνδεχομένην διαδοχήν, αλύσει δουμένην θεσμῷ φύσεως εἰς ἀδιάρρηκτον, ὁ δὲ ἀποστολικός καὶ θεϊκὸς ἐξαργήσει, οὗ μᾶλλον ἔδει τὴν σειράν, οὐρανόθεν καθήκουσαν εἰς τὸν καθ᾿ ἡμᾶς κόσμον, μένειν ἀδιάσπαστον, καὶ συντηρεῖν τὸ θεόθεν καλὸν συνεχὲς καὶ ἄλυτον; να'. Οὐ καλὰ δὴ ταῦτα, οὐδ᾽ ὅσα τοιαῦτα, ὦ ἀδελφοί, οὐδὲ θεάρεστα, διαβολικῆς δὲ μεθόδου τύρ και προφανώς. Τί γὰρ ἔδει αὐτὰ γίνεσθαι, εἰ μὴ πρόθεσις ἦν φιλύκεινος τῷ ἀρχεκάκῳ δαίμονι, άλ λάξαι τὴν ἀγαθὸν σαββατισμὸν τὸν ψυχικὸν, τὴν ἐκ Θεοῦ, τὸν ἐπὶ ἀργίᾳ πάσης κακώσεως, καὶ μετα ποιῆσαι κακῶς τὸ τὰ ἀρχαῖα μὲν παρελθεῖν, καινὰ δὲ πάντα γενέσθαι κατὰ Θεὸν, εἰς τὸ λέγειν ἀνά παλιν, ὡς παρῆλθε μὲν τὰ καινὰ καὶ θεῖα, τὰ δὲ ἀρχαῖα φαῦλα λεληθότως ἀντιπαρελθόντα εἰς μέσον καταχορεύει τῆς ἐν ἡμῖν ὁμηγύρεως; νγ'. Καὶ οἶδα μὲν (μὴ γὰρ οὕτως ἢ μανείην, ἢ καθοίμην τοῦ δέοντος), ὅτι οὐ κοιμήσεται ὁ Θεὸς εἰς τέλος, ἀλλὰ δυνατὸς καὶ κραιπαλικὸς ὡς ἐξ οίνου ἀναστήσεται, καὶ ἐγκαταστήσει τὰ ἑαυτοῦ τοῖς αὐτοῦ, τῷ διδασκάλῳ τὸ διδάσκειν, τῷ πατρὶ τὸ ὑπηκόους ἔχειν τοὺς υἱοὺς, τῷ ποιμαίνοντι τὸ ἄγειν καὶ ἐπαy ἄγειν τὰ ποίμνια, ὡς χρεών· καὶ παντὶ, ὡς ἁπλῶς εἰπεῖν, ὑπερέχοντι καὶ ὑπερεχομένῳ ἐπανασώσεται τὸ πνευματικῶς καθήκον, καὶ τὸ οἰκεῖον καὶ προσ ἦχον κανονικῶς. νῦ. Καὶ οἶδα μὲν τοῦθ᾽ οὕτως ἐσόμενον· ήθελον δὲ ἄλλως αὐτίκα τοῦτο βλέπειν καὶ χαίρειν, καὶ μὴ δυσελπιστεῖν καὶ ἀγωνιἦν καὶ εὐλαβεῖσθαι παρά τοῖς εἰσέπειτα, καὶ συνοχλεῖν τὸν Κύριον, ἀναστῆναι καὶ ὑψῶσαι χεῖρα ὑψηλὴν εἰς ἐμβριθῆ ἐκδίκησιν, μηδὲ ἀποκείσθαι συγγράφειν, ὡς ἄρα καιρὸς ἦλθε, καὶ εὐφόρησε ζιζανίων καὶ ἀκανθῶν τὸ τοῦ Θεοῦ παρ' ἡμῖν καὶ πλήρωμα καὶ κλήρωμα, καὶ ὡς ἐθλίβησαν ἐντεῦθεν ἱκανοὶ, καθὰ οὐκ ἐχρῆν, καὶ ὅσους οὐκ ἔδει, καὶ ὡς οὐκ ἔτρεπε, καὶ νυγέντες οἱ πα θόντες ἐκεντρίσθησαν εἰς ὀδύνην. Οψὲ δέ ποτε μετά τοσάπληγον, εἴθε δὲ μὴ δεκάπληγον! εἰς εὔχρηστον
col. 335–336page 18 of 29
PG 136:335ἡ γῆ ἐκείνη εὐφορίαν ἀποκατέστη. Ες τοσοῦτον δέ μοι τὰ τῆς τοιαύτης Εφέσεως ἐντέτηκε, καὶ 5 τοῦ Θεοῦ ζῆλος ὑπεκκαίει με, ὥστε δι' εὐχῆς εἶναί μοι, αὐτομάτως ἀπὸ τῆς σήμερον καὶ τὰ ζιζάνια εἰ; καθαρὸν σῖτον ἀναθηλῆσας μεταμειφθέντα, ὡς μὴ ἂν τῷ δαίμονι σινιαθῆναί ποτε τοῦ λοιποῦ, καὶ τὰς ἀκάνθας δὲ ἀναβῆναι θεοφιλῶς, τὰς μὲν παρυψωθεί σας εἰς κέδρους καὶ κυπαρίσσους καὶ πεύκας, ὧν ὁ τοῦ Θεοῦ οἶκος ἐφίεται, τὰς δὲ ἀναδραμούσας εἰς ἑτεροῖα δένδρα εὐαυξή, καρποφοροῦντα τροφήν, ἣν ἀγαπᾷ ὁ Θεός. ο νε'. Εἰ δὲ ταῦτα λέγων, καὶ γοῦν, ὦ ἀδελφοὶ καὶ παραδεικνὺς φιλικά τραύματα, βαρὺς δοκῶ τοῖς ἴσως αἰσχυνομένοις, καθὰ καὶ εἴ τις μὴ ὢν ὡραῖος, ἐθέ λων δὲ τοιοῦτος δοκεῖν, κατατείνεται τοῦ ἀναδιδάσκοντος ἐκεῖνον, ὡς ψεύδεται τὴν εὐμορφίαν, ἣν ἑαυτῷ ἐπιγράφει ἀλλ᾽ ἐγὼ πληροφορῶ καὶ ἄρτι τοὺς ἀκούοντας, ὅτι κολακεύειν ὀκτῶ, καὶ οὐκ ἔχω εξ λέγειν ἅπαντα εἰς ἀδιάκριτον, καὶ οὕτω φανερῶς ψεύδεσθαι. Εἷς γὰρ καὶ μόνος εὐλογητὸς πάντη και πάντως καὶ πάντοτε ὁ Θεὸς, ὃς οὐκ οἶδε ἁμαρτίαν ποιεῖν, ὁ δικαιότατος, ὁ πανάγαθος, ὁ ἁγιώτατος, ἐν ᾧ οὐκ ἔστιν ἀδικία, οὗ πᾶς δόλος καὶ κακὸν ἅπαν ἐξώρισται· ἄνθρωπος δὲ, ὁποῖος ἂν ἐκεῖνος καὶ εἴη καὶ ὁπόσος τὸν τῆς ζωῆς χρόνον, μάτην καὶ ἐθέλει καὶ οἴεται καὶ πραγματεύεται, ἁπλῶς οὕτως εύλογης τὸς εἶναι διόλου. Πολλὰ γὰρ ἐνεργῶν κατὰ κόσμον, οὐκ ἂν ἐξανύσῃ, διὰ πάντων ἔρχεσθαι ἀλογοπράγη τος καὶ ἀμώμητος ἐν ὁδῷ· διόπερ, ἐφ᾽ οἷς μὲν εὐστα χεῖ καὶ ὀρθῶς βάλλει κατὰ σκοποῦ, εὐλογεῖται πάντως. νς'. Καὶ ἔστι τοῦτο ἀλειπτικός νόμος, δι' οὗ καὶ οἱ ἀεθλεύοντες καὶ οἱ ἀριστεύοντες προσαύξονται εἰς κραταίωσιν, οἱ μὲν ἐπαίνοις καὶ εὐλογίαις καὶ ἐγχων μίοις, οἱ δὲ καὶ δώροις ὑπαλειφόμενοι. Καὶ μὴν ἔστινὅτε οὐδὲ ὁ ἀγαθουργῶν εὐλογεῖται παρά γε τοῖς οι κονομοῦσι τὰ ψυχικά. Οἱ δὲ δεδιότες, μὴ τοῖς μαθη τευομένοις καὶ ἀλειφομένοις εἰς ἀρετὴν ἡ εὐλογία καὶ χρηστολογία εἰς τύφον ἀποτελευτήσῃ καὶ δόξαν κενὴν, δυσφημοῦσι τοὺς ἀγαθοὺς μύστας, οἷς καὶ γίνονται οἱ τοιοῦτοι διδασκαλικοὶ ὀνειδισμοὶ ἐρεθισμοὶ πρὸς τὰ κρείττονα, καὶ ὡς οἷα μάστιγες εἰς ἐργασίαν ἀγαθὴν ἐπισπέρχουσαι. νζ'. 'Αλλ' οὕτω μὲν εὐλογεῖται τις ἐν καιρῷ ἀγα θοπραγῶν. Οτε δέ που ἢ ὑπερβαλών, ὡς διεκδραμείν τὸν σκοπόν, ἢ ἐλλείψας αμάρτοι, τότε δὲ εὐλογητὸς μὲν οὐκ ἂν ἔσται πρὸς αὐτὴν ἀλήθειαν, ἀκούσει δέ ποθεν λαλιὰς, εἰ καὶ μὴ πάνυ τι πικρὰς καὶ ὡς οἷον ἀψινθιώδεις, ἀλλὰ γοῦν ἐπιεικῶς κεκραμένας μέλιτι διακρίσεως, ὅτε δηλαδὴ τὸ πρόσκομμα οὐ συντριβὴν ἀπειλεῖ τῷ καταπεσόντι, ὡς εἰς θάνατον, σχελισμῷ δαίμονος· ὡς, εἴ γε οὐ μέτρια, ὡς οὕτως εἰπεῖν, και κοπραγήσει, ἀλλὰ κατάκρας, καὶ φανεῖται ἀπαραμ θητος ἡ ὑπερβασία, τηνικαῦτα καὶ σκώψεται ὁ ἑπται κὡ;, καὶ ἐπιτιμήσεται, καὶ θεραπείαν τραύματος διὰ παραινέσεως ὁποῖα καὶ πικρᾶς τινος ρίζης δεξάμενος ἱλαρῶς προσήσεται, είπερ φρονεῖ ἐντελῶς. Μὴ φρο νῶν γὰρ οὕτως, ἀλλὰ ἐκφήνας δυσανασχετεῖν καὶ ἀποδυσπετεῖν πρὸς τὴν κατὰ πνεῦμα ιατρείαν, κακῶς τε ἀκούσεται ἀπεναντίας τοῖς εὐλογητοῖς ἀνθρώποις, καὶ μετὰ πολλὰ τὰ ἐν μέσῳ, καὶ οὐδὲ αὐτῷ φίλα,
col. 337–338page 19 of 29
PG 136:337σκορπισθήσεται, ὡς ὁ τοῦ Θεοῦ νόμο; καὶ ὁ ἐκεῖθεν θεραπευτικός κανών παραδίδωσι. νη'. Καὶ ὁ μὲν θλίψας τὸν οὕτως ἀθεράπευτον οὐκ ἂν ἴσως ἀποδεκτέος ἔσται οὐδενὶ τῶν τὰ ἐκείνου ζητ λούντων. Ὁ δὲ Θεὸς καὶ οἱ τοῦ Θεοῦ ἀποδέξονται τὸν ἀκριβῶς ἐατρεύοντα, πἂν οἱ τῶν ἀνθρώπων υἱοὶ, βαρυκάρδιος όντε; καὶ ἀγαπῶντες ματαιότητας καὶ ψεῦδος, εὐλογεῖσθαι τὸν ὅμοιον βούλωνται, καὶ οὐκ ἀνέχωνται ψόγον πάσχειν. Ἀλλ᾿ ὁ ἀρχιατρὸς Θεὸς ἀνθέξεται τοῦ ποιοῦντες τὸ ἀγαθὸν, καὶ ἐκδικήσει ἐκεῖνον βλαπτόμενον. Μηδεὶς γὰρ οιέσθω, ἀπορρᾳθυμεῖν ἐν τοῖς τοιούτοις τὸν ὕψιστον Κύριον· ἀλλὰ πεπληροφορήσθω, παντὸς κακοῦ καὶ ἀνδρὸς καὶ πράγματος αὐτὸν κατεξανίστασθαι, ὀψὲ μὲν διὰ τὸ μακρόθυμον αὐτοῦ καὶ φιλάνθρωπον, αὐστηρῶς δέ γε, καὶ, κατὰ τὸν μέγαν Δαυΐδ εἰπεῖν, ἕως σφόδρα, όπης νίκα καὶ τοῦτο διακρινεί. ν. Καὶ ἐνθυμητέον ἐνταῦθα, ὦ ἀδελφοὶ, ὅτι καθὰ διδάσκαλος μέγας, προσφυέστερον δὲ φάναι, διδασκάλων διδάσκαλος, καὶ φιλοσοφίας δὲ ἁπάσης, καὶ αὐτῆς τῆς ἀνυποθέτου προϊστάμενος (καλῶς δὲ εἰ πεῖν ἔχει τις, και προκαθήμενος), οὐκ ἂν ἐθέλοι αὐτὸς δι' ἑαυτοῦ καὶ μόνου μυσταγωγεῖν. ᾿Αλλὰ σου φίσας πολυειδῶς ἑτέρους, εἰ; ὅσον ἐγχωρεί, προβάλο λεται διδάσκειν τοὺς ὑποδεεστέρους ἐν φοιτηταίς. Αὐτὸ; μέντοι παρὼν ἐφ᾽ ἅπασι δόγμασι, καὶ διαρθρών, εἴ τί που δυσφραδᾶς ἔχει, καὶ δὲ καὶ ἐπιδιορθούμενος, ὅποι δεήσειε, τὰ διδασκαλεῖα, ἐπικοσμεί τα σεμνά, καὶ τὸ καλὸν ποιεῖ καὶ πλεῖον καὶ κάλλιον. Οὕτω καὶ ὁ τῆς σοφίας χορηγός Θεός, πληθύνων καὶ ἐπὶ γῆς πολυτρόπως διὰ ἐνσωμάτων θεραπόντων αὐτοῦ τὸ οἰκεῖον ἀγαθὸν, ἅμα ἔπλασεν ἄνθρωπον, καὶ σοφίαν ἐκείνῳ ἐνέθετο, πηγήν τινα ταύτην γλυ κείαν ὡς ἐκ πελάγους τοῦ κατ' ἐκεῖνον, λιβάδιον γλυκὺ ἐξ ἀβύσσου γλυκύτητος, ἀποῤῥοιαν ἐπιστήμης ἁγίας τε καὶ ἀρρήτου τῆς ἐν ἐκείνῳ, ἧς μέρος καὶ τὸ προγνωστικόν. 5. Προεφήτευσε γοῦν, καθὰ μαθόντες ἐσχήκαμεν, 60. ὁ πρῶτος άνθρωπος, αὐτίκα θεόθεν εμπνεόμενος. Καὶ τὸ ἐκεῖθεν ἀρξάμενος, οὐκ ἀνῆκεν ὁ πάνσοφος Κύριος, τοὺς ἐπιγόνους ὡς καὶ νῦν σοφίζων, ἀλλ' ἐπιπέμπειν τῷ κόσμῳ φιλοτιμείται θεότητι παρωνυμουμένους ἄνδρας. Θεῖοι γὰρ καὶ ἔνθεο: ἐκεῖνοι πάντως καὶ πάντες, ἐπόσοι ἐκ Θεοῦ αὐτοὶ ζωούμενοι καὶ ἐλλαμ τόμενοι, καὶ οὕτω φωτὸς καὶ ζωῆς λόγον ἐν κόσμῳ ἐπέχοντες, ζωογονοῦσι τοὺς ἐν Θεῷ φιλοζωους, καὶ περιλάμπουσι τοὺς μήτε ἀμβλυωποῦντας τὰ ἐς ἀμβο τὴν, καὶ μηδὲ ὀκνοῦντας ἐγρηγορέναι εἰς ἐργασίαν θεάρεστον. Καὶ ἐμπνέων τοῖς τοιούτοις ἀνθρώποις ἐκεῖνος τὰ διδασκαλικά, καὶ μεθοδεύων τὴν πνευματικὴν σοφιστείαν, συνεπιτρέχει καὶ ἐφορᾷ τους δι' αὐτὸν σχολαστάς· καὶ προσεπιβάλλων τοῖς μυσταγωγοῦσιν ἀναλόγως χάριν ἐπιστημονικήν, συνεπιλαμβάνεται αὐτοῖς τοῦ ἔργου, καὶ συγγράφει, καὶ συν επιμερίζει τὰ εἰς καταρτισμὸν, καὶ συλλαλεῖ διερ μηνεύων ἐξ ἁπάσης Γραφῆς, καθὰ τὰ ὑπὲρ ἑαυτοῦ, ὁμοίως καὶ τὰ ἐξ αὐτοῦ, ἀκολούθως δὲ καὶ συνεπου
col. 339–340page 20 of 29
PG 136:339τρύνει επιμελῶς, καὶ συνδιδάσκει καὶ συνωφελεῖ. Καὶ ἀκεφάλους καὶ ἀναύχενας οὕτω διὰ τῶν ὑπ' αὐτοῦ προβαλλομένων εἰς διδασκαλίαν, ἐν τῷ καὶ αὐτὸν ἄνωθεν ἀοράτῳ παρεῖναι (τοῦ Θεοῦ γὰρ ἅπας ὁ κόσμος γέμει), βελτίονες οἱ εὐφυείς τὰ εἰς ἀρετὴν γίνονται. ξα'. Τί δὲ λέγω οἱ εὐφυείς; που γε καὶ ἐκ λίθων, οὓς ἀναλέγονται οἱ ἁγίως μεταλλεύοντες, ἀνίστανται σπέρματα θεία, εἴτ᾿ οὖν Θεοῦ ἄνθρωποι. Τὸ δὲ καλὸν ἐκεῖνο καθήκει καὶ εἰς ἡμᾶς αὐτούς, τοὺς τῆς νῦν ἡμέρας. Τὸ γὰρ τοῦ ἐνθέου λόγου ῥεῦμα, τὸ διδασκαλικὸν, πλημμύρον θεόθεν ὡς εἰς κόλπους τινάς, τὰς τῶν ὀρθῶν διδασκάλων ψυχάς, καὶ αὖθις ἐκεῖθεν προῤῥέον καὶ εἰς ἡμᾶς, καὶ ὡς παραδείσους Θεού ἀρδεύει ἐπὶ παντοία καρποφορία, δι' ἧς ψυχαὶ τρέ φονται, καὶ ὡς αὐλακας μεθύσκει ἐπὶ βλάστῃ ψυχ τρόφῳ, καὶ ὡς ἀνθρώπους δὲ ῥυπουμένους ιλύϊ βιω τικῇ ἀπολούει ἐς καθαρότητα. Καὶ οὐκ ἔστιν ἄλλως τὰ ἐν ἡμῖν σωτήρια καταπράττεσθαι, ἢ τοῦτον καὶ μόνον τὸν τρόπον, κἂν εἰ καὶ πολλὰ κάμοι τις διερει νώμενος, μυρίαν ἑτεργίαν μέθοδον. α ξω. Οἱ τοίνον καλὸν τοῦτο ἐν καὶ μόνον αὐτὸ ἐν ὅλῳ τῷ κόσμῳ ἀποπροσποιούμενοι πληροφορείσθω. σαν, ὅτι τε ἐν σκότῳ ψηλαφητῷ τυφλοί πλανῶνται, τὸ διδασκαλικὸν φῶς οὔτε φέροντες πρὸ χειρῶν, ὡς ἐν τῇ κατὰ βίον ὁδηγεῖσθαι νυκτί, οὔτε ἄλλοθεν χρω ρηγούμενοι, καὶ ὅτι ἀντὶ φωτὸς τοιούτου ἱλαροῦ φλόξ τῆς αὐτῶν καταρραγήσεται κεφαλῆς, καὶ ἀντὶ ἀνα ψύχοντος ὕδατος, ἄνωθεν μὲν ἐπομβρουμένου, κάτω θεν δὲ ἀλλομένου εἰς αἰώνιον ζωήν, ὕδασι κατακλυσθήσονται πονηροῖς, οὐ μόνον ἄλλως πικροῖς, ἀλλὰ καὶ ἀτενουμένοις, είτ' οὖν ἀτεκνοῦσιν ἐπὶ ζημίαν, εἴ τι χρὴ οὕτω φράσαι, τοῦ κοινοῦ πάντων Πατρὸς ἀφαι ρουμένου πολλὴν πληθὺν τέκνων, ἣν παρέσυρε κατάρρους δαιμόνιος. Εγ΄. Ομολογουμένου γὰρ τοῖς ἐν τῷ κόσμῳ ἅπασιν ἀνθρώποις, κακὸν εἶναι ὀλεθρευτικὸν τὸ αὐτεξουσίως καὶ ἀδεσπότως ἄναρχον (τοιοῦτον δὲ τὸ αὐτόνομον καὶ ἰδιόῤῥυθμον καὶ πεισματικὸν, είτε πεισμονικόν, ὑπὸ τοιαύτην κεῖνται φαυλότητα καὶ κακίαν ἀναρχίας καὶ λαοὶ, ὅσοι μὴ ἔχουσι καθηγητάς, ὧν ὑπερανέχει ὁ μέγιστος ἡγούμενος, ὁ Θεός· καὶ περιάγει τοὺς τοιούτους λαούς ὁ κόσμος οἷα καί τινα ζῶα, οἷς οὐκ ἐπίκεινται κεφαλαί. Διὸ καλὸν μὲν, καὶ ἀκεφάλους καὶ ἀναύχενας τους τοιούτους, κατά τινα παλαιὰν λογοποιίαν, ἀποσκῶψαι', κάλλιον δὲ καὶ, ὡς εἰς φύσ σιν ἀδιαρθρώτων σκωλήκων ἀποτάξαι αὐτοὺς, όντας μὲν, ὁποῖοι τὰ ἐς βίον ἐκφαίνονται, δοκοῦντας δὲ υπερανέχειν ἀνθρώπου παντὸς, ἐγγίζοντας τῷ Θεῷ, καὶ συμπείθοντας ἀλλήλους εἰς τὸ οὕτω φρονεῖν, καὶ πείσμα φυλάττοντας, ἐφ᾽ οἷς οὐκ ἐχρῆν. Περὶ οὗ πείσματος πολλὰ καὶ πολλάκις εἰπὼν ἐθέλω κάνει θα μετρίως ἐπισημήνασθαί τι πρὸς ἀνάμνησιν. ξδ'. Τὸ πεῖσμα καὶ ἡ πεισμονή, τὸ καὶ εὐκταῖον ἐν καιρῷ χρῆμα, καὶ ἄλλως δὲ φευκτέον, ὡς οἴδαμεν, ἐξώρμηνται ὡς ἐπιπολὺ ὅσα καὶ ῥίζης τινὸς ἢ πηγῆς, ἁπλῶς δὲ εἰπεῖν, ἀρχῆς ἀμφότερα τῆς ὑποταγῆς Διττὴς δὲ οὔσης αὐτῆς (ἡ μὲν γὰρ ἀγαθὴ διεκφαίνεται, και ἣν δηλαδή θεοφιλέσιν ἀνθρώποις ἐπὶ
col. 341–342page 21 of 29
PG 136:341πράγμασι πάντως ὠφελίμοις ὑποτασσόμεθα· ἡ δὲ οὐ τοιαύτη, θεωρουμένη αὐτή, ὅτε φορτικοῖς ἀνθρώποις ὑπείχομεν, οὐκ εὐπαιδεύτως τυπούμενοι προς τοιοῦ τον φαῦλον παράδειγμα), διπλήν εἶναι ἀνάγκη καὶ τὴν ἐξ ἀμφοῖν πειθώ, ξε'. Πεπεισμένοι μὲν γὰρ ἀγαθοῖς διδασκάλοις, ἀγαθὴν πεῖσμα πάσχομεν· μή τοιούτοις δὲ ὑπείκον τε;, πείσματι ἀζήλῳ τῷ ἐκεῖθεν, ὅπως μὴ πρέπει ἀνα θρώποις, εκνεύομεν. Οὐκοῦν ὑποταγής προηγουμένης ἐπὶ ὑστεροῦντι πείσματι, καὶ δευτερεύοντος πάντως τά γε εἰς ὑποταγὴν τοῦ ὑπακούοντος, δ; μὲν Θεῷ προσανέχων πείθεται διδασκάλῳ ἐνθέῳ, καὶ τὰς ἐκεῖ. θεν εἰσδεχόμενος ὑποθήκας ποιεῖ τὰ καθήκοντα, Θεοῦ ἄνθρωπος ἐκεῖνος, καὶ σταθερὸς αὐτὸς ἐν ἀρετῇ, καὶ βέβαιος ἐν καλοῖς, καὶ ἀσφαλῆς τὴν ἀγαθότητα, καὶ ἀστεμφῆς, ὡς καὶ ἐπαινεῖσθαι, καὶ στῦλος ὀρθότης τὸς ἀστραβὴς, καὶ θεμέλιος ἀῤῥαγής, εἰ καί ποτε κατασείεται, καὶ παραδείσου δένδρον εὔριζον, καὶ οἷον μὴ διατινάσσεσθαι ὡς εἰς πτῶσιν δαιμονίοις πνεύ ματι, καὶ Θεοῦ οἶκος ἀκατάλυτος. Καὶ τὸ πείσμα το κατὰ τοιοῦτον ἄνθρωπον οὐχ ἁπλῶς ἐν ἐπαίνῳ κείμε τον θαυμάζεται, ἀλλὰ καὶ Θεῷ φίλον καὶ ἅγιον γνω ματεύεται. ξς'. Εἰ δέ τις ὑπὸ διδασκάλῳ μὴ οὕτω προηγουμένῳ εἰς εὐθὺ τάσσεται, ἀλλὰ κύκλῳ περιπατοῦντι, καὶ τὴν εὐθύτητα στρεβλοῦντι, ὃς οὐκ ἂν εἴη ἄμωμος ἐν ὁδῷ Κυριακῇ, κἀντεῦθεν ἀπ' ἐναντίας τῷ πρωτί. στῳ καὶ ἐπὶ θρόνου δόξης υπερτάτου καθημένῳ φερό μενος, τῆς διεστραμμένης πειθούς γίνεται· καὶ λαχὼν ἐκεῖθεν ἀρχὰς οὐ θεοφιλείας, οὐδὲ φρονήσεως, τὸ πᾶν δὲ συνῃρημένως φάναι, οὐκ ἐναρέτως πρὸς ἀλήθειαν, καὶ πείσας ἑαυτὸν, εἰς τέλος οὐκ ἀγαθὸν ἐνίσταται, καὶ ἀγωνιῶν ἀντιβαίνει, κοινότερον δὲ φράσει, πρὸς ἰδιωτείαν δι᾿ εὐμάθειαν, τὴν ἐν τοῖς πολλοῖς, πεισματίζει, ὡς καὶ κατὰ κράτος νικᾷν, καὶ συνιστῶν ὁ βούλεται· οὐκ ἔστιν, οὐδ᾽ ἂν εἰπεῖν τολμήσῃ τις ὀρθὰ φρονῶν καὶ λόγου μέτοχος, εναρές τως διακεῖσθαι τὸν οὕτω πεισμονικόν. Οὐ γὰρ δέδο ται, φαύλης ἀρχῆς ἀγαθὸν εἶναι συμπέρασμα. ξζ'. Εἰ δὲ καί τις ἐν διαλόγῳ τὰ ψευδή προτείνων παρασυνάγειν ἀλήθειαν φαίνεται, ἀλλὰ τὸ ἐφαμάρ πως προηγούμενον οὐκ οἶδα πῶς ἂν ἔχοι ἀποβαίνειν σωτήριον. Δῆλον δὲ, ὡς εἰς ταυτὸν ἥκει κακοῦ, φαύλῃ τε ἀρχῇ πεισθῆναι, καὶ κατ' ἐκείνην στρεβλωθῆναι η εἰς τὰ ἑξῆς λόγῳ ὑποταγῆς, καὶ εἴκοθεν παρεχνεῦ σαι τῆς ὀρθῆς, ὅπου οἱ ἀλιτήριοι καὶ κατὰ τῆς ἀρε τῆς αἱρετίζοντες, οἳ καὶ αὐτοὶ δαιμονίαις προθέσεσι καθυπείκοντες πείθονται εἰς κακόν. Οτι δὲ εἰς γα λήνην σωτήριον καθορμίζει τοὺς ἐν βίῳ σαλεύοντας τὸ θεοφιλὲς πεῖσμα τοὺς αὐτὸ ἔχοντα;, καὶ ἡ πρώτη λεκτικὴ θέσις αὐτοῦ δείκνυσι· πείσματα γὰρ εἰθίσμεθα λέγειν σπάρτα ναυτικά, οἷς δηλαδὴ ναῦς ἐλλι μενισθεῖσα πείθεται, μὴ ἀφιεμένη διασαλεύεσθαι, καὶ εἰς κίνδυνον κλύζεσθαι· ὅτε καὶ μένει ἐκεῖνο τὸ σκάφος ἤρεμον ἐπὶ τῇ σωτηρίᾳ ἑαυτοῦ τε καὶ τῶν ἐμπλέειν λαχόντων. Ἐνταῦθα δὴ πεποιθέτως πυνθάνομαι, πότε φιλοκινδύνως αὐθαδιάζεται ναῦς τοιαύτη, καὶ ἀποῤῥῆξαι τοῦ λιμένος ἑαυτὴν φιλονεικεῖ, μα (πεῖσμα) (πείσματα)
col. 343–344page 22 of 29
PG 136:343ἁπλῶς οὕτω μαγῆναι, καὶ τὸ πεπιστευμένον αὐτῷ πλοῖον ἀφεῖναι βάψαι εἰς κίνδυνον, ἢ ἀνέμοις ἐξώ σταῖς ἐκδοῦναι παράφορον, εἰ μὴ ἄρα ἢ κατατέσηπε τὸ σχοινίον ἐκεῖνο, ἢ ἄλλως εὐανάλυτον κέκλωσται. πότε δὲ τὸ ἀπόγαιον ἐκεῖνο πείσμα μεταπείθεται ξη'. Οὐκοῦν ἐν ἀνθρώποις πείσμα τὸ μέν τι ἀγιο θὸν ἀληθῶς, καὶ δι' αὐτὸ ζηλωτὸν ἁγίοις μάρτυσι, καὶ ἀνδράσιν ὁσίοις ἀγαπητόν, καὶ ὅλως ἅπασι τοῖς ὑποτεταγμένοις τῷ Θεῷ φιλητὸν, δι᾽ οὗ ἀρετὴ πρό πασα καὶ τέχνη καὶ ἐπιστήμη καὶ σύστασις πολιτείας ὀρθῆς· καὶ διδοίη ὁ Θεὸς αὐτὸ Χριστιανοῖ, ἅπασι, καὶ παραφυλάττοιτο τὸ τοιοῦτον καλὸν ἐν αὐτοῖς, ὥστε παραμένειν καὶ παρακατέχεσθαι καὶ ἐνεργεῖσθαι εἰς καίριον, ὡς ἐντεῦθεν ἀνδριάντας ἱ: ροὺς καὶ στήλας ἁγίας καὶ ναοὺς οἷον Θεοῦ ἀνιστᾷ, τοὺς αὐτοῦ θεράποντας ἐπὶ κοινῷ συμφέροντι. Καὶ τοιοῦτον μὲν ἐκεῖνο πείσμα, τὴ κατὰ Θεὸν, οὗ χωρὶς οὐκ ἔστι σώζεσθαι, οὗ μὴ παρὰ τοῖς ἀνθρώποις ὄντος, τί δή ποτε πεφύτευται παράδεισος, ἀοίκητος ἐσόμενος; Λοιπὸν δὲ ἕτερον πείσμα, τὸ ἀδιάκριτον, τὸ ἀλόγιστον, τὸ ξύλιναν, τὸ ἐκ πετρῶν, τὸ θηριώδες, τὸ θυμῶδες, τὸ ἀναπολόγητον, τὸ ἀνειδοποίητον, τὸ ἀγριοποιόν, τὸ ἀπάνθρωπον, τὸ μάχιμον, τὸ λῃστρικὸν, τὴ δαιμόνιον, τὸ μηδὲν ὑγιες, ὅπερ ἀπαγάγοι ὁ τῆς εἰρήνης Κύριος καὶ ἡμῶν καὶ παντὸς ἀνθρώπου ἑτεροίου τε καὶ μάλιστα Χριστιανοῦ! ξθ'. Είης ἐπακούων ἡμῶν, Σώτερ θεός, ὁ πρώτιστος ἐνηγούμενος, ὁ μέγιστος ἐν οἰκονόμοις, ὁ οἰκουμενικὸς διδάσκαλος, ὁ ἐπὶ τῶν ἱερῶν καταστάσεων, ὁ τῶν ἀρχόντων ἄρχων, ὁ τῶν κυρίων Κύριος, ὁ ὕπατος ἐν τοῖς ὑποτάσσουσιν, ὁ κατελθὼν οὐρανόθεν δι' ἡμᾶς ἐφ' ἡμᾶς, ἵνα καὶ σωματικῶς ὑποδείξῃς τὴν ἡγεμονείαν σου τοῖς ἀγνοοῦσι, καὶ ἐπιτάξας, καὶ ὑποτάξας, καὶ δοὺς ἀρχὰς ἐπὶ σωτηρία διδασκαλικῶς, καὶ ὑπακουσθεὶς, καὶ πείσας, καὶ τὰ ποιητέα ἐγκελευσάμενος, ἀποτελέσῃς μαθητὰς ἐψιμαθεῖς τοῦ καλοῦ, καὶ ἔτι μᾶλλον τοὺς ἐγγυτάτω λειτουργοῦντας σοι, οἱ κατὰ τὸν ἁγίως ψάλλοντα πορεύεσθαι ἄμωμοι ἐν ὁδῷ τῇ κατὰ σὲ ἀπαιτούμεθα. πορευόμενος γάρ, φησίν, ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει, οὐ μὴν παραστρῶν καὶ κατὰ φάραγγος ἀπω λείας τρέχων ἀκάθεκτος. Εὐξάμην δὲ οὕτως, ὦ φιλο άνθρωπε Κύριε, δι' αὐτὸ δὴ τοῦτο καὶ μόνον, ὅτι πᾶν ἀγαθὸν ἄνωθεν ἡμῖν διὰ σοῦ ἐπιγίνεται, οὐ μὴν διότι πάνω δυσχερὲς καὶ ἀδυνάτου ἐγγὺς, ἀπαρέῆξαι τὸ φαῦλον πεῖσμα καὶ διαλῦσαι καὶ ἀναλῦσαι ὡς εἰς τὸ μηδέν. Αμα γὰρ ἐβουλήθημεν οἱ τῆς σῆς ὑποταγῆς, καὶ ἡνύσαμεν, ἅμα ἐνενοησάμεθα, καὶ ἀπετελέσα μεν· ἵνα δὲ μεγαλείως φράσωμεν, ἅμα ωπλίσθημεν κατὰ κακοῦ τοιοῦδε οἱ τὴν ἐν ἡμῖν μέριμναν ἐπὶ σὲ μόνον ἐπιῤῥίπτοντες, καὶ νενικήκαμεν. ο. Καὶ ἡ μέθοδος τῆς νίκης τοιάδε τις· Ὑποτεθεί οθω τις πείσας ἑαυτὸν εὐχερῶς, καὶ κραγὲν πεῖσμα συμπλέξας, ἐπανατεῖνα: χεῖρας παλαμναίῳ πυγμάχω καὶ οἴῳ καταπολεμῆσαι τὸν ἀνθιστάμενον, ἀλλὰ με
col. 345–346page 23 of 29
PG 136:345χρὴν καὶ ἕτερος αὐτὸν ἀνῆκε θυμὸς, ἀφέσθαι ταχὺ τῆς τόλμης ἐκείνης, μὴ καὶ ἀποθραυσθῇ τῆς κεφα λής, και που καὶ σποδηθῇ κατὰ τὸν. οὕτως εἰπόντα, καὶ ἐπιτριβῇ φλώμενος καὶ πνιγόμενος· καὶ λογι σμὸν τοῦτον δεύτερον συνετὸν μωρῷ ἐκείνῳ πρώτῳ ἀντιστήσας, καὶ ἄμφω ταλαντεύσας ἐκ παραθέσεω;, καὶ ῥοπὴν εὑρηκὼς ἐν τῷ δευτερεύσαντι, ἔχει λέγειν ἀστείως πρὸς τὸν κατάρξαντα νοῦν ἐκεῖνο τὸ παι λαιόν· ὡς οὐ πείσεις, οὐδ' ἣν πείσῃς· ἔπεισας μὲν γὰρ, ὦ θυμε, χεῖρας ἀντήρεις ἀνασχεῖν κατὰ ἰσχυροτέρου ἤπερ ἐγώ· οὐ πείσῃς δὲ ὅμως εἰς τέλος, εἰ καὶ παρέπεισας. Εὐλαβοῦμαι γὰρ ἐλυσπάσθαι, ῥιφείς εἰς γῆν, καὶ οὕτω τὴν ἔρψιν ἀλλάξασθαι τῆς βαδί σεως. οα'. Πάλιν λογισμός παρέπλαγξέ τινα, ὁποῖα πολ ΠΙΟ νὰ φιλεῖ καὶ τοιαῦτα γίνεσθαι, γενναῖον εἶναι, παλα μᾶσθαι συμποδισμόν, εἴ τις εἰς παλαίστραν ἀντικα τισταίη αὐτῷ. Καὶ ἐπανηγυρίσθη ἀγὼν, καὶ ἐκηρύχθη παλαισμοσύνη, καὶ αὐτὸς παρεισέδυ ἐς μέσους, ἐθέλων συμπλοκὴν, καὶ θαῤῥῶν καταπαλαίειν, καὶ ἤδη εὖ μάλα συμπείσας ἑαυτὸν εἰς τοιαύτην ἄθλησιν. 'Αλλ' ἐπειδὰν ἀνταγωνιστὴν θεάσηται φανέντα, δν μὴ ἐνθυμούμενος, ἀλλὰ τότε κατίδοι ἐξανακύψαντα καὶ εἰς ἀντίπαλον προχωρήσαντα, οὐ πείσεις τῷ πρώην λογισμῷ, Εφη, κἂν φθάσας ἔπεισας· οὐ γὰρ ἀνέξομαι πεσὼν συντρίψεσθαι, καὶ καθόλου ἐν τοῖς φρονοῦσι καὶ μαθοῦσι βουλεύεσθαι, καὶ αὖθις εἰς λέον μεταβουλεύεσθαι. Πείθει μέν τις ἑαυτὸν ἐν πολλοῖς, καὶ εἰς τι ψεκτὸν καὶ κατατίθεται, και που ἐρεθίζεται, καὶ εἰς ἔργον ἐξορμᾷ. Μεταγνούς δὲ ἀφίησιν ἐκεῖνο, εἰς ὅπερ κατένευσε, καὶ χαίρει παυ σάμενος, καὶ λόγῳ τοιούτῳ, εἰ καὶ πέπεισται, ὅμως εὐκέτι πείθεται, ὅμοιον ὡσεὶ καὶ ὁρμηθεὶς κατὰ κρη μνοῦ, εἶτα μετάμελος επαναστρέψεται, καὶ ἔννους ἐκ δυσλογίστου γένηται. οβ'. Χρή τοίνυν οὕτως ἐπὶ πάντων τῶν ὁμοίων γίνεσθαι, ὡς ἀκολούθως καὶ ἡμᾶς, ἀναλαβομένους πείσμα όπωσοῦν, εἴτε ἐξ ἡμῶν αὐτῶν ἀβούλως, εἴτε κατὰ διδασκαλίαν κακόβουλον, πάντως δὲ ἀπὸ ἀρχε κάκου δαίμονος, καὶ ὡρμημένους ἐς πράξιν ἀποτε λευτῶσαν εἰς φαυλότητα, ἐνθυμεῖσθαι, εἶναι τινα ἡμῶν κρείττονα, καὶ εἰ μὴ ἄνθρωπον, ἀλλά γε τὸν θεόν, δς διδοὺς τὰ ἀγαθὰ καταγίνεται τῆς κακότητος, ἑαυτὸν πάντως ἐκδικῶν διὰ τῆς τοιαύτης ἐπεξελεύσεως. Ἐκεῖνος γὰρ καὶ νομοθέτης ἀγαθότητος ἀπά σης· καὶ αὐτοῦ ἐστιν, ὥσπερ ὁ κόσμος, οὕτω καὶ ἅπας κέσμιος ἡγούμενος, καὶ αὐτοῦ ἐστι παράγγελο μα, πείθεσθαι καὶ ὑπείκειν τοῖς ἡγουμένοις, οἱ ἐκείνου εἰσὶν εἰκονίσματα καὶ ἰνδάλματα. Διὸ καὶ ἡ αὐτῶν ὕβρις καὶ βλάβη καὶ ἡ κατ' αὐτῶν ἀδικία καὶ περιεργία καὶ περιφρόνησις εἰς ἐκεῖνον ἀναβαίνειν διαγινώσκεται, τὸν μισοῦντα μὲν καὶ ἅπαν κακὸν, οὐχ ἥκιστα δὲ τὴν κατ' αὐτὸ ἐπιμονήν. Ογ. Οὐ γὰρ ἔστιν ἀντειπείν, μὴ ἐπιμονήν τινα χειρίστην καὶ τὸ πείσμα εἶναι τὸ φαῦλον, καὶ ἰδιό τητα ζωϊκὴν δυσαπάλειπτον, πολλαχοῦ δὲ καὶ ἀνεξάλειπτον. Πλὴν ἀλλὰ ἐν ἀνθρώποις λογίμοις καὶ ἐπισταμένοις ὑποκλίνεσθαι λόγῳ καὶ ἐπιπείθεσθαι οὐκ ἔστι μὴ ἐξαλείφεσθαι καὶ τὴν τοιαὐτὴν οὐκ
col. 347–348page 24 of 29
PG 136:347νεται τὸ τοιοῦτον, ἀλλὰ διὰ οὐκ εὐπαιδεύτου συνεθισμοῦ καὶ φύεται καὶ ἀδρύνεται, σαφέστερον δὲ εἰπεῖ». διὰ φαύλης πειθούς, διπλῆς καὶ ταύτης. Η γὰρ οἴκαθεν πείθεταί τις, μοχθηρὸν αὐτὸς ἑαυτὸν διδάξας καὶ παιδεύσας καὶ στήσας πεισματικόν κακῶς εἶναι, ἢ ἑτέρωθεν παραλαχὼν ἀρχὰς, καὶ πειθανάγκῃ τῇ ἐκεῖθεν παρελκυσθείς, καὶ οὕτω διαμείνας κακό; ἐπιμονῆς λόγῳ, φιλτάτης αὐτῷ. Οὐ γὰρ ἄν τις, μή ὑπερφιλῶν πράγμα, παραμενεῖ ἐς αὐτό ἀλλὰ ταχὺ ἔχε πηδήσας ἀπαλλαγήσεται. Οὐ τοίνυν ιδιότου [αι. Ιδιότης ἀνθρώπου τὸ τοιοῦτον πάθος ἐστὶν, ἀλλὰ ἐπίκτητον εἶναι καὶ διδακτὸν ἔγνωσται, ἤτοι πεισθέντος τινός ποθεν ἔξωθεν, ἢ αὐτομαθῶς παθόντος τὴν κακίαν, καὶ μένοντος τοιούτου, καὶ ἐπαυξομένου καὶ στερεού μένου εἰς διηνεκές δαιμονία συναντιλήψει, καὶ κατά ἔθος εἰς δευτέραν οἷον φύσιν ἀποβεβηκός γεγενη. μένου πεισματικού. ἀγαθὴν ἰδιότητα, ὅτι μηδὲ ἐκ φύσεως αὐτοῖς αὐξά οδ'. Καὶ ἔστι τὸ πεῖσμα ἐν τῷ καθόλου ήθους ἐπι μονὴ διὰ προϋπαρξάτης φαύλης πειθοῦς, καὶ ἔνστασις ἀτενὴς καὶ ἀμετάβατος, ταυτὸν δ᾽ εἰπεῖν, ἀμετάθετος· διὸ καὶ ἰσχυρογνώμων λέγοιτ' ἂν ἀκριβῶς ὁ τοῦτο πάσχων ἄνθρωπος, καὶ ἐνστάτης ἀπαραίτητος, οὐ μέντοι κατὰ φύσιν ἀκράτως καὶ καταμόνας, ὡς οὕτως εἰπεῖν, ἀλλὰ κατὰ οἰκεῖον θέλημα καὶ ψυχικὴν ὁρμὴν, ἧς αὐτός ἐστι κύριος. Εἰ γὰρ καὶ τὸ κατά φύσιν μεταθέσθαι οὐκ ἔστιν, ἀλλὰ τὰ μετὰ φύσιν, καὶ μάλιστά τε τὰ κατ᾽ ἄνθρωπον ῥᾷον δύναται μετ τατίθεσθαι, καὶ ἐπιμᾶλλον τὰ εἰς ἀρετὴν ῥέποντα, ἧς πρὸς ἐξόρθωσιν αὐτὸς ὁ Θεὸς ἀντιλαμβάνεται, ἀπάγων ἡμᾶς τῆς εἰς τὸ ἐναντίον σπουδῆς, ὁποία τις καὶ ἐπὶ τοῦ πείσματος φαίνεται. οε'. Εἰ μὲν γὰρ τὸ δόξαν καὶ ὑποκινῆσαι καὶ παραπείσαν εἰς πράξιν τὸν ἄνθρωπον ἀπανθρωπόν ἐστι, καὶ εἰς οὐδὲν μαλθακὸν ἐνδίδωσιν, ἀλλὰ σκλη ρύνεται εἰς ὅσον καὶ ὅτον· ἰδιονομία πάντως ἡ τοιαύτη ἐστὶν ὄρεξις καὶ αὐτονομία καὶ θέσις παρά δοξος ἐπὶ φανητιασμῷ τοῦ τηροῦντος ταύτην ἀμε ταπείστου τὴν κακίαν σοφοῦ. Τάσσεται δὲ τὸ τοιοῦ τον πάθος καὶ εἰς ἰδιοτροπίαν καὶ δόξαν κενὴν, οἷς καὶ τὸ ὑπερήφανον συναναφαίνεται. Καὶ αὐτίκα χρή νοεῖν ἡμᾶς, ὅτι ἐναντίος ὁ τοῖς ὑπερηφάνοις ἀντι τασσόμενος κύριος ἔρχεται τῷ τοιούτῳ πείσματι, οὗ κατῆρξεν ὁ Εωσφόρος, ὃς ὑπερφαίνεσθαι φιλονει κήτας, άλλα τε δεινὰ ἑβρόντησε ποιῆσαι, καὶ τὴν αὐτοῦ θρόνον ἐφρυάξατο ἐν νεφέλαις καταστῆσαι, καὶ οὕτως ὅμοιος ἔσεσθαι τῷ Θεῷ. ος'. Εκείνου δὲ οὕτω πείσαντος ἑαυτὸν, λαβόντες ἐκεῖθεν ἀρχὰ; οἱ ἔκπαλαι δαιμονιώδεις, οὐκ ἔστιν Ο εἰπεῖν, ὁπόσα προς μίμησιν ετεχνάσαντο, τὴν μὲν ἔνθεον ὑπεροχὴν παρωσάμενοι, βεβήλοις δὲ καὶ ἀδοκίμοις δεσπόταις ἀγεννῶς πιστεύσαντες ἑαυτούς, καὶ εἰς τόσον ἐκστάντες ἑαυτῶν διὰ φαυλοτάτης πεισμονῆς, ἧς οὐκ εἶχε τις διδάσκαλος παραγίνεσθαι, ὡς καὶ μυκτηρίζεσθαι τῆς μιμήσεως. Θεὸν γὰρ ἀπειπάμενοι, τὴν ἄναρχον καὶ ὑπεράρχιον ἀρχὴν καὶ παντοδύναμον, αλλούροις ἐπέδωκαν ἑαυτοὺς, καὶ βοϊ
col. 349–350page 25 of 29
PG 136:349δίοις ἀπένειμαν σέβας, καὶ τοιαῦτα τινὰ ἐμωρά ναντο, ἀποσεμνύναντες διδασκαλίας δίχα πεισματι χῶς καὶ κυάμους καὶ κρόμυα. α. Καὶ οὕτω μὲν τοῖς πείθουσιν ἑαυτοὺς εἰς φαυλότητα ὑπερηφάνως ἐξ ἀποτελέσματος, καὶ τοι οὗτον πείσμα κατακλωσαμένοις ἀντιφέρεται ὁ Θεὸς, οἷς ἐν τοῦτο καὶ μόνον διὰ σκοποῦ, καταρρίψαι ἀδί πως ἄνθρωπον, καὶ ἐμπηδῆσαι πεπτωκότι, καὶ εἰ πεῖν· ι Κατάκεισο οὕτως ἀνέγερτος ο 'Αλλ' ὅτε τινὰ εὑρήσει κυρώσαντα ἐν ἑαυτῷ, οὐ πείσμα λέγειν ἐθέλω, ἢ πεισμονικήν, τὰ ξενόφωνα, πειθοῦς δὲ τύ Σωμα καλὴν ἐκεῖνο καὶ μακαριστὸν καὶ θεοφιλῶς ἀσφαλὲς καὶ βέβαιον, αὐτίκα πρὸς ἐκείνου γίνεται, καὶ πρὸς ἀρετὴν εὐοδοί, καὶ ἀσφαλίζεται τὰ διαβήματα τοῦ τοιούτου ἀνθρώπου, καὶ τὴν ἐν σχοινίοις άπτεινομένην παγίδα τοῖς ἐκείνου ποσὶ σχάσας εἰς ἀνενέργητον, κἂν βηματίζῃ, ὀρθὰ ποιεῖ προπορεύε τθα:, κἂν ἐθέλοι τρέχειν, ἐκπέτεσθαι ποιεῖ, ὡς ταχὺ λαμβάνεσθαι τοῦ ἐν ἐφέσει καλοῦ. Κἂν ἑστάναι δε ήσοι, οὐκ ἂν οὐδ᾽ αὐτὸς δαίμων ὑποσκελίσει τὸν τοι οὗτον, ὡς Θεοῦ ἄνθρωπον καὶ πεποιθότα εἰς ἐκεῖ γον, καὶ οὕτως ἀνεστηκότα ὡς εἰς ὄρος Σιών, καὶ ὡς οἶκον δὲ Θεοῦ τεθεμελιωμένον, καθὰ τὸ ἅγιον Εὐαγγέλιον βούλεται, καὶ οὐκ εἰδότα κατασείεσθαι, ἢ ἀνέμοις, ὡς οἷα καλάμινον, ή καταράσσουσι ποτα μοῖς, ὡς οἷα ἐπὶ ψάμμου ἢ πέτρας ἀστηρίκτου τε θεμελιωμένον, μετριώτερον δὲ φάναι, καὶ στύλου δίκην ἀνεσταμένον, οὔτε πλαγιάζειν οἷου τε ὄντος, πολλῷ δὲ μᾶλλον οὐδὲ καταπίπτειν, ἀλλὰ καὶ δυνα μένου ἰσχυρῶς ὑπανέχειν τὸ ἐπικείμενον. στ'. Προκείμενος δὴ ὁ Θεὸς ἅπασι τοῖς ἀνθρώποις εἰς αἰτίαν καὶ ἀρχὴν καὶ παράδειγμα (προσκυνητά δὲ ταῦτα ἐν αὐτῷ πάντα), καὶ ἔπεισε, καὶ πείθων οὐ διαλείπει τοὺς εἰς αὐτὸν ἀποβλέποντας, στερεούς εἶναι καὶ βεβαίους κατὰ τῆς κακίας, καὶ ἀμετάβατος τοῦ ἀγαθοπραγεῖν, καὶ εἴους ἄλλα τε ποιεῖν εὐαγγελικῶς, καὶ μιμεῖσθαι αὐτὸν εἰς ὅσον δύναμις, καὶ ὁμολογεῖν ἐκεῖνον ἐνώπιον τῶν ἀνθρώπων. Ο δέ γε Σατανάς, καθότι αντικείμενος, τῆς ἀνάπαλιν διαθέσεως καὶ αἴτιος καὶ ἐνστάτης ἐστὶ, κακοπραγεῖν τε πείθων τοὺς αὐτῷ προσανέχοντας, καὶ ἐς τὸ πᾶν γίνεσθαι κατὰ τοῦ Θεοῦ. εθ'. Καὶ ἰδοὺ, δύο τούτων ἰδιοτροπιῶν καὶ ἐνστάσεων ἡ μὲν φαύλη τους ποικιλοτρόπως δαιμονιώδεις τῷ βίῳ παρειστήγαγεν, ἡ δὲ δευτέρα τους ἡγιασμέν πως τῷ Θεῷ παρεστήσατο ἀσκητάς, τοὺς τῆς ἐρή μου, τοὺς στυλίτας, τοὺς χωστούς, τοὺς ἐγκλείστους, τοὺς πολιτικοὺς παιδευτὰς, τοὺς τῶν ψυχῶν ἀτενεῖς θεραπευτάς, τοὺς τῶν ἐξαγορευομένων ψυχικῶν τραυμάτων Ιατῆρας, οὓς ἀνάγκη καὶ ξυρῷ καὶ καυ τῆρι χρῆσθαι, ὅτι παραπέσοι καιρὸς, τοὺς τῶν ἔτι κρυπτομένων ερευνητὰς, τοὺς εἴτε ἀτέγκτους, εἴτε διακριτικοὺς τῶν ἀναιδευομένων κολαστές, τους ἐπανασώσαντας τοῖς ἡδικημένοις ἅπαν ἅρπαγμα, τοὺς καὶ φιλανθρώπως καὶ ἄλλως δὲ δικαίως ἐλέγ χοντας, ἐφ' οἷς ἐνδέχεται, τοὺς ὀνειδίζοντας, ἐφ' οἷς
col. 351–352page 26 of 29
PG 136:351χρεών, τοὺς εὐλογοῦντας, ὡς θαρτοποιεῖν τὰ εἰς ἀρετὴν, τοὺς ἐπιπλήττοντας εἰς διόρθωσιν, τοὺς ἐπιτηροῦντας, ὡς ἀνακόπτεσθαι τὰ ἁμαρτητικά, τους λογιστεύοντας πνευματικῶς τὰ πρακτέα, τὰ πᾶν ἐπιτόμως εἰπεῖν, τοὺς τῶν ψυχῶν ἐπιμελητάς, τούς τε κατὰ βίον, καὶ ὅσοι τε ἄλλως τοῦ πνεύματος, τὸ πάντων μεῖζον εἰπεῖν, τοὺς μακαρίως τῷ Θεῷ μαρτυρήσαντας, οὓς πεισθέντας τοῖς ἁγίοις ἀποστόλοις, καὶ πρό γε αὐτῶν τῇ ἁγίᾳ παλαια νομοδοσίᾳ, εἰ πεῖν δὲ τὸ σεμνότατον, τῷ πρωτομάρτυρι τῆς ἀλη θείας τῷ Θεῷ, τῷ σωτῆρι Χριστῷ, καὶ ἐμμείναντας τῇ ἁγιωτάτῃ πειθοί ᾠκειώσατο εἰς θεράποντας τῷ Θεῷ ἡ ὑπὲρ ἐκείνου ὁμολογία, καὶ μαρτυρία, καὶ ὁ δι' ἐκεῖνον θάνατος, το φρικτότατον ἐν ἀνθρώποις δεινὸν, καὶ τῷ ὄντι βίγιστον. τ'. Τοὺς τοιούτους εἴ τις μιμούμενος καὶ πείθων ἑαυτὸν ἐνίσταιτο ταῖς ὀρθοῖς δόξαις καὶ ὑπολήψεσ:, καὶ παραμένων αὐταῖς πράττει τὰ δεόντως καθή κοντα, χρηστὸν τέλος ἐπιτιθεὶς ἀρχαῖς ἀγαθαῖς, πρῶτα μὲν οὐκ ἂν λέγοιτο πεῖσμα φυλάττειν ἢ πει σμονὴν, ὀρθοδοξίαν δὲ καὶ ἐνστατικὴν προσοχὴν ἐπὶ τοῖς τοῦ Θεοῦ· αἱ γὰρ πεισμοναὶ καὶ τὰ πείσματα ἔδοξαν μὴ ἐπ' ἀγαθῷ τεθεῖσθαι τοῖς ἐν ἀγαθῇ μοίρα πλείοσιν, ἀλλὰ δυσώνυμόν τι χρῆμα εἶναι. Εἰ δὲ καὶ ἴσως θῶμεν, προσαρμόττειν αὐτὰ καὶ τοῖς δεόν τως πεπεισμένοις καὶ οὕτως ἐνστατικοῖς, ἔχω διελών ἐνταῦθα εἰπεῖν, ὡς οὐδὲ ὁ πνευματικός πεισματικές ἐπαινεῖται πάντοτε καὶ ἐπὶ πᾶσι, τοιοῦτος ὤν· ἀλλ ἔστιν ὅπου καὶ ἐν πολλοῖς μετακινηθήσεται τῆς οἰ κείας ενστάσεως, καὶ ὑπενδώσει καὶ αὐτοῦ δὴ τοῦ κατ' αὐτὸν δικαίου ὡς οἷόν τε, καὶ χαυνωθήσεται οὐ μόνον τοῦ ἄλλως φιλονεικεῖν, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐπὶ δικαίοις εἰς ἄκρον καὶ ὑπερλίαν μάχεσθαι. πα'. Ἐντεῦθεν γὰρ καλῷ τοιούτῳ μεθοδεύματι αἱ ἀνοχαὶ τῶν πολέμων ἐπινενόηνται, καὶ αἱ σπονδα!, καὶ ἔσα καλὰ τοιαῦτα. Καὶ τοίνυν οὕτω ποιῶν ἐκεῖ νος οὐκέτι πεισματικὸς ὀνομασθήσεται τὸ σύνολον, ἀλλὰ ὡς οἷον μεταβαφείς χρωσθήσεται χρηστοτέραις κλήσεσι, φιλάνθρωπος ἐπονομαζόμενος καὶ ἀφιλ νεικος, καὶ μισῶν μὲν τὸ ἀκράχολον, εὔκολος δὲ μᾶλ λον εἶναι προτιθέμενος, εἰπεῖν δὲ ἀκριβῶς, ἐπιεικής. Ο γὰρ ἐκ πείσματος ἀτενούς δικαίου ὑποκαταβάς, εἰς ἑτεροίαν πειθὼ ἐπὶ μετανοίᾳ μετέπεσεν ἐπιμηθευσάμενος ἐναρέτως, καὶ ἐκ φιλονείκου ενστάσεως μετεληλυθὼς εἰς ἐπιείκειαν· ἐπεί τοι, καθὰ ὁ κατά μετάμελον ἐκ πειθοῦς φαύλης καὶ ἁμαρτικῆς διὰ δευτέρας ἐναρέτου πειθούς μεταβαλλόμενος εἰς καλο λίονα μετέρχεται νοῦν, μετατιθέμενος, εἶτ᾽ οὖν μετ ταπειθόμενος, οὕτω πως καὶ ὁ ἐπιεικὴς ἑαυτὸν πεί σας τὰ πρῶτα τῷ οἰκείῳ δικαίῳ καλῶς ἐνίστασθαι, εἶτα δεόντως μεταβαλὼν ἐν καιρῷ, καὶ, ὡς εἰπεῖν, ἐπιείξας, καὶ καθὰ δοκεῖ τοῖς πάλαι σοφοῖς, καὶ παραθραύσας τῶν τινα δικαιούντων αὐτόν, ἀρετὴν ἐκφαίνει, τὴν, ὡς οἱ σοφοί ὀνομάζειν βούλονται, ἐπιείκειαν· καὶ οὕτως ὑπείκει τασσόμενος ὑπὸ τοῖς ἐνστάταις, καὶ αὐτὸ δὲ τοῦτο ὑποτασσόμενος. πβ΄. Οὕτω δὴ τούτων ἡμῖν τεθεωρημένων καὶ ἐπὶ τοσοῦτον εἰς πλέον γὰρ ἐπιτεῖναι τὸ τοιοῦτον σκέμμα, φιλοτιμίαν οἰήσεται τις ἄκαιρον), τί δήποτε οὐχ ὑποτασσόμεθα, ὦ σῶτερ κύριε, ὁ καὶ φθάσας εὐξά
col. 353–354page 27 of 29
PG 136:353μην, πειθόμενοι τοῖς διὰ σοῦ διδασκάλως ἡμῶν, καὶ Λ τὴν τοιαύτην πειθώ στερεοῦμεν ἐν ἡμῖν αὐτοῖς, καὶ τὰς ἐξ ἐκείνων συμπεραίνομεν ἀρχὰς εναρμονίως [ρ]μῷ ἀληθείας, ἀλλὰ τῷ ἀντικειμένῳ ὑποστρων. νύμεθα, πείθοντες ἡμᾶς αὐτοὺς, ἀλλήλοις ἀντιμ..... φρίσσειν ὅσα καὶ ὅπλοις ἀγχεμάχοις μὲν, ταῖς και κομηχάνοις ἐπιθέσεσι καὶ ταῖς ἐπι]β[ού][οις ἐπ] νοίαις καὶ περινοίαις καὶ πεισμοναίς, τηλεβόλοις δὲ, ταῖς συκοφαντίαις καὶ ταῖς ἀποσταδόν διαβολαῖς, ἐξ ὧν οὐδέν τι καλὸν ἐν ἡμῖν ἐκφανεῖται ποτέ, ἀλλὰ καὶ ὁ πολιτικὸς καὶ ὁ πνευματικός παράδεισο; οὐ μόνον ἀπανθήσουσι καὶ ἄκαρποι μενοῦσιν, ἀλλὰ καὶ αποψυγέντες εἰς ἐρημίαν ἀποκαταστήσονται, καὶ ὁ καθ' ἡμᾶς δὲ κόσμος καὶ βίος ἄκοσμος ἔσται, καὶ οὐ κατὰ τοὺς ἱστορουμένους δικαίους, τρόπον δὲ ἄλ λον ἄξιος; πω. Ἐγὼ δὲ ἐν τούτοις δοκῶ μοι πολλών τινων ἀκούειν αἰτιολογούντων εὐλογοφανῶς δῆθεν τὰ κατ' αὐτοὺς, καὶ ὑπολαλούντων, μὴ ἂν ἀγαθὸν εἶναι, μηδὲ πολιτικῶς ἐλευθέριον, τοὺς μὲν μείζονας ἐν ἀνθρώποις εἶναι, τοὺς δὲ ὑπάγεσθαι εἰς ἐλάττωσιν καὶ ὑπόπτωσιν, καὶ ταῦτα, ἔνθα ἡ φιλία ισότης είναι ν ίζεται, καὶ ἐποπολιτεία νενόμισται, καὶ κοινωνία πραγματεύεται. Νοοῦντες, οἶμαι, οἱ τοιοῦτοι, ἀνι τότητα φαύλην ἐμφαίνεσθαι τοῖς διδασκομένοις πρὸς τοὺς διδάσκοντας, καὶ τοῖς ποιμαινομένοις πρὸς τοὺς ταμείνοντας, καὶ τοῖς ὑπάρχοις πρὸς τοὺς ἐξάρ γοντας, καὶ δι' αὐτὸ φευκτέαν εἶναι τὴν ὑποταγὴν τοῖς ἐπακιρουμένοις ἐλευθέραν ζωήν — λανθάνον καὶ δὲ ἄρα οἱ οὕτω γνωματεύοντες, ὅτι καθυπάγου σιν ἑαυτούς, πατέρες μὲν ὄντες, τοῖς τέκνοις, δεν σπόται δὲ, τοῖς δούλεις, νηπίοις δὲ, εἰ τῷ μακρῷ χρόνῳ εἰς γῆρας ἐλάτουσιν. Ἐῶ τὰς γυναῖκας, αἷς αυτοί, τεταγμένοι κεφαλαὶ εἶναι, εἰς πόδας ὑποκείσονται κατὰ τὴν σφῶν αὐτῶν γνώμην, δι' ἧς τὸ ἐν ἀνθρώποις ὑπερέχον κολούεται. τ. Εἰ γὰρ καὶ ἐν τοῖς εἰρημένοις ανισότης ἐκ. πέφανται ἀναμφίλεκτος, τί μή, του αὐτοῦ τόπου, καὶ ἔργου καὶ ἀξιώματος πάντες γινόμενοι, διδά σκοντες μὲν πατρικῶς οι γεννησάμενοι, καὶ ῥυθμίζοντες τὰ τέχνα εἰς ἦθος, ἐν καιρῷ δὲ καὶ ἐπιπλήτο τοντε; καὶ πλήττοντες, ἀντιδιδάσκονται καὶ ἀντι πλήττονται καὶ ἀντιγεννῶνται, καὶ εἰς ἀγωγὴν επανέρχονται νηπιώδη; Οἷς δὲ οἰκοδεσποτεῖν δίδοται, διὰ τί μὴ καὶ αὐτοὶ τοῖς δούλοις ὑποβιβάζουσιν εαυ τοὺς ἐν μέρει, καὶ οὕτως ἀνισάζουσι τὸ τῆς τύχης ἕτεροῤῥεπές; Τί μὴ καὶ οἱ τῷ γήρᾳ πρέσβιστοι έπα ποτρέψουσιν εἰς παιδία, οὐχ ὡς κληρονομήσαι βα σιλείαν οὐρανῶν, ἀλλὰ ἐκκεῖσθαι ἀθύρμασι, καὶ παί ζειν καὶ παίζεσθαι; Οὕτω δὲ ἂν καὶ γυναῖκες διὰ τὴν τοιαύτην ἐξίσωσιν ἀντιτεθήσονται τοῖς ὁμοζύγοις καὶ δεσπόζουσιν αὐτῶν, καὶ τὸν ἀποστολικὸν ἅγιον κανόνα λύσουσι, καὶ ἀναλλα τρόπῳ τοιῷδε τὰ πάντα γενήσονται. Πῶς γὰρ καὶ ἀποκληρώσομεν, άλλως μὲν τὰς καὶ φυσικὰς καὶ πνευματικὰς ἀρχὰς και ταλύεσθαι, τὰς ἐπουδήποτε ἄλλοθι, τὰ δὲ οἰκειακὰ μόνα εὖ καθεστάναι, τὰ εἰς προταγὴν καὶ ὑποτα τήν;
col. 355–356page 28 of 29
PG 136:355Ο Ο Ο πε'. Οὐαὶ χώραις καὶ πόλεσι καὶ κώμαις καὶ ἀγροῖς, ἤδη δὲ καὶ ἐρήμοις, ἂς πολλοὶ τῶν κατὰ θεὸν ζώντων ἠγάπησαν καὶ ἀγαπῶσι, καὶ εἰς οἰκ σμὸν μετεβάλοντο Ναζιραίοις πρέποντα, ἔνθα μή εὑρίσκεται καὶ ἐπιλέγεται καὶ στέργεται, καὶ δὲ καὶ ζητεῖται καὶ τάσσεται στερεῶς ὁ μέν τις μείζων κατὰ Πνεῦμα ἅγιον καὶ νόμον ὀρθὸν καὶ ἔθος εὐη; και φύσει παραδεδομένον, ὁ δὲ ὑπ' ἐκεῖνον, οἷς ἐλάττων· ἐξ ὧν ἀμφοτέρων ἡ καλὴ καὶ ἐν ἰσότητι σοφὴ καὶ ἐπαινετή γεωμετρείται ισότης, καθ' ήν ἐναλλάξ τῶν πραγμάτων διοικονομουμένων ελλόγως θεόθεν καὶ μαθηταὶ πολλοὶ κρείττονες διδασκάλων ἐν ἀποτελέσματι γίνονται, καὶ δοῦλοι δὲ ἀγαθοὶ ὑπέρα τεροι δεσποτῶν μὴ τοιούτων, καὶ νήπια υπερφερή γερόντων ἐκ θείας ἀποκαλύψεως καὶ δυναμώσεως, καὶ γυναῖκες ἀνδρίζονται σοφίᾳ θείᾳ καὶ γά ρτι. τζ'. Ο τέχναι καὶ ἐπιστῆμαι, τί μὴ διὰ φθάνου καὶ ὑμεῖς ἀλλήλαις ἔρχεσθε, οἷς θεωροῦνται ὑπερο. γαὶ, καὶ ἐν ὑμῖν τὸ ἐπίφθονον ἐν τοῖς καθ' ἡμᾶς; Ο πεμπτὴν μέγα σῶμα, τὸ κατὰ παλαιὰν δόξαν, ὑποκατάβηθι χρόνῳ ποτέ, καὶ παραχώρησον ουρα νωθῆναι τὰ ὑπὸ σέ. Ω μέλη καὶ μέρη τὰ ἐν ὀν θρώποις, τί μὴ κατεξανίστασθε τῆς καλῆς κεφαλῆς, τοῦ ἐν ἡμῖν οὐρανοῦ, ἀλλὰ ἀνεκτὸν ὑμῖν δοκεῖ, ὅλο μελείας τοιαύτης ὑπερκεῖσθαι σφαιρίον πολύτρητον, οὗ τὸ πλεῖον ἀστῶδες καὶ οὐδὲ πλουτοῦν σαρκὸς περ ριουσιασμόν; Διά τί δὲ ὑμῶν μὲν ἔκαστον μοχθεί καὶ μᾶλλον τὰ μετὰ τὸν θώρακα, τὸ δὲ τῆς κεφαλῆς Εξαρμα μόχθου παντὸς ἀπείρατον ὑπερκάθηται, καὶ ὡς οἷά τις τύραννος ἐξαπόπτου τρυφᾷ, καὶ ὅσα και πεδινῆς τῆς λοιπῆς διαρτίας ἐθέλει κατατρυφάν; Ο παραδόται τῶν ἐν ἡμῖν καὶ δογμάτων ὀρθῶν καὶ πραγμάτων θείων, ἀπόστολοι καὶ λοιποὶ θεοκήρυκες, τί δήποτε κελεύετε ἡμᾶς ἔχειν τοὺς λογισμούς πρὸς ὑμῖν, καὶ μὴ ἀφίετε ἀντινομθετεῖν καὶ ἀντι γνωματεύειν; Η γὰρ οὐχὶ καὶ ἡμεῖς πάντες ἐπίση; ὑμῖν καὶ ὁμοίως ἀπὸ γῆς ἄνθρωποι πεπλάσμεθα; τζ'. Ταῦτα δὲ πάντα, καὶ ὅσοι τοιοῦτοι λόγοι καὶ ἠθικοί τρόποι, ποῦ ποτὲ ἀνατείνονται, παχὺς ἂν εἴη καὶ μὴ βάπτων εἰς νοῦν βαθὺν καὶ ὀρθὸν ὁ ἀγνοῶν. Δῆλον γὰρ, ὡς ὁ μὴ ἐνδιαθέτως προσπα ούμενος, καὶ οὕτω φιληδῶν τοῖς ἀποστολικοῖς καὶ πατερικοῖς, ἀλλ' ἀποπροσποιούμενος, ἐγγὺς ἤχει περιφρονεῖν καὶ τὰ ἐξ αὐτοῦ Θεοῦ, ἐξ οὗ ὁμολογηταὶ, ὥσπερ πᾶν ἀγαθὸν, οὕτω καὶ τὰ τῶν ἁγιωτά των ευαγγελίων παραδεδόσθαι, καὶ τὰ τῶν θείων δὲ ἀποστόλων καὶ λοιπῶν θεοκηρύκων καὶ διερμηνευ τῶν καθήκειν εἰς ἡμᾶς. Διὸ καὶ ὁ μὲν αὐτὸς οἰκειούμενος, καὶ δι' αὐτῶν εἰς βίον εὐθυνόμενος, καὶ ἑτέρους δὲ ἀπευθύνων, τοῦ Θεοῦ ἐστὶν ἄνθρωπος, ὁμοίους αὐτῷ ποιῶν τοὺς ὑπακούοντας, καὶ οὕτω θεραπεύων τὸν Θεὸν αὐτὸν, εἰς ὃν ἀναβαίνει ἀγαθουργίᾳ πᾶσα ἡ ἐν ἀνθρώποις, καθότι καὶ ἡ χάρι τοῦ πράττειν τὸ ἀγαθὸν ἐκεῖθεν καταβέβηκεν. Ο δέ γε ἀποδυσπετῶν, καὶ τὰς μὲν ἀκοὰς ἀποκλείων, του; δὲ πόδας καὶ τὰς χεῖρας εὐθετίζων εἰς τὸ ἀντιβαίνειν καὶ ἀντιπράττειν, τὸν μὲν διδάσκοντα καὶ κη
col. 357–358page 29 of 29
PG 136:357ρύττοντα τὸ καλὸν καὶ εἰς αὐτὸ προκαλούμενον στε φανοῖ· αὐτὸς δὲ τοῦ οὐρανίου πατρὸς ἀποστὰς τῇ ἀπωλείᾳ τίθεται εἰς υἱόν. πη. Καὶ, κύριε, βοήθει, μήποτε, ότε μετέρχη τὸν ἐν πολιτείᾳ τοιοῦτον ἄνθρωπον, συναπολεσθείεν καὶ ἕτεροι, οὐδὲν ἴσως αἴτιοι· ἀλλὰ τοῦτο μὲν οὐκ ἂν ποτε ποιήσῃς ὁ ἀγαθὸς, οὗ τῆς δικαιοσύνης καὶ ἅμα ἐλεημοσύνη; οὐκ ἔστιν ἀπαρίθμησις, ὅτι μηδὲ μάρπτειν ἐξείης ἐθέλεις, ὅς τε αἴτιος, ὅς τε καὶ οὐχὶ, κατὰ τὸν οὕτω φάμενον· ἀλλὰ πάντα μὲν ἀγα θὸν ἄνθρωπον φυλάττων, τοὺς δὲ μὴ τοιούτους φιλανθρώπως καὶ ἐπιεικῶς διοικονομούμενος καὶ κη δόμενος καὶ ἀνεχόμενος, κατακεράσεις διακρίσει τὴν κρίσιν, καὶ καταμελιτώσεις οὕτω τὴν πικρίαν τῆς καταδίκης, ὁ δὲ πάντοτε ποιεῖς, μερίζων τοῖς μὲν εὐεργεσίας, τοῖς δὲ εὐσπλαγχνίας, καὶ ἱλαρότητας, καὶ συμμετρίας ἐπεξελεύσεων πραγματευόμενος, καὶ οὐδέποτε θέλων ἀνθρώπου κάκωσιν, μόν τὴν δὲ μισῶν τὸ κατὰ δαίμονα, τὸν ἀρχέκακον ἀνεπίστροφον. ο πι. Κεφαλαιωτέον μοι τὸν λόγον, ὦ ἀδελφοί, καὶ συσταλτέον εὐροοῦντα εἰς πλείω διατριβὴν, καὶ δη λωτέον οὐ πρὸς ἀναφώνησιν ψιλήν, ἀλλ' αὐτὴν ἀλή. θειαν, ὡς, εἰ μὴ καὶ τοῦ πάλαι ποτὲ ἀνέκαθεν ἀπο λύτου κατὰ ἄνεσιν βίου ἀπανθίσομεν τὰ κάλλιστα ἐπὶ συστάσει βίου τοῦ καθ' ἡμᾶς, καὶ τοῦ δευτέρου τοῦ κατὰ τὴν ἁγίαν παλαιὰν ἐπιλεξόμεθα, ὅσα τε ὅμοια, καὶ ὁπόσα προς ισότητα συντρέχει, μάλιστα δὲ τοῦ ἁγιωτάτου τρίτου τὴν καὶ τελειοτάτην καὶ τελεστικὴν εἰσοικισόμεθα χάριν, οὐ συλλεξάμενοι, ὡς ἐν ἐπελεύσει, δίκην ἐράνου, ἀλλὰ εἰσδεξάμενοι, ὡς ὁ τῶν πατέρων πατὴρ καὶ πρωτοδιδάσκαλος παραγγέλλει, μετὰ διακρίσεως αὐτῷ τε πρεπούσης και ἡμᾶς βελτιούσης, καὶ οὕτω σκευασόμεθα πάντοθεν, καὶ συνεπιλαμβανομένης τῆς ἁγιωτάτης Τριάδος ἀποθώμεθα ἐν τῇ καρδίᾳ τὰ σωτήρια, τὰ μὲν αὐτοὶ φιλοπόνως ἀναλεγόμενοι, τὰ δὲ καὶ ὑπαγορευόντων ἀγαθῶν διδασκάλων ἐκδεχόμενοι, δακτύλῳ Θεοῦ γε γραμμένα, καὶ οὕτως ἀπονητὶ παραδεδομένα ἡμῖν, ο!χησόμεθα, ὡς οὐ θέλομεν. Ἰδού, εἴπωμεν ὑμῖν, ἀκούοντος καὶ τοῦ ἐπὶ πάντων καὶ πάντα εἰδότος καὶ δυναμένου Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View