PG 136Eustathius Thessalonicensis Metropolita
On Dissimulation
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 373–374page 1 of 17
PG 136:373Τοῦ αὐτοῦ περὶ ὑποκρίσεως. α΄. Ο προθέμενος, χαρακτήρα τῆς οὔτε εὐτέχνου, ἀλλὰ καὶ φαυλοτάτης διατυπώσεσθαι ὑποκρίσεως, αὐτίκα πάντως καὶ κατὰ ψεύδους αὐτοῦ χωρεί, τοῦ καὶ πολυειδοῦς καὶ δι' αὐτὸ πολυσχιδούς, ὅπερ εἰς μέας πολλὰς διαβαῖνον καὶ κατ᾿ αὐτὰς διαιρούμενον, έχει τι στρεβλόν σκέλος καὶ τὸ ὑποκριτικόν· ὥστε κατά δύο κακιῶν ὁ τοιοῦτος ἀεθλεύει, δ καὶ ἡμεῖς ἄρτι ποιοῦμεν, τοῦ τε ψεύδους καὶ τῆς ὑποκρίσεως Αν ἡ μὲν παλαιὰ εὕρεσις ἐπ' ἀγαθῷ μεθώδευσε τεχνικῶς καὶ οὕτως ἐπαντελῶς τῷ βίῳ, οἱ δὲ τῆς ἀρετῆς ἐπίβουλοι δαίμονες ἐν ὑστέροις χρόνοις και πῶς τεχνησάμενοι, ἐς ψυχοβλαβὲς καὶ αὐτὴν ἐνέρ γημα μετεποίησαν. Ἦν μὲν γὰρ, ὅτε θεάτροις έναν δοκίμουν πρὸς ἔπαινον οἰκεῖον οἱ ὑποκριταί, σοφίαν αὐτοὶ ἐπικοσμοῦντες, ἣν ἐτέχνουν οἱ τῆς τραγῳδίας διδάσκαλοι, ἀνατρέχοντες εἰς παλαιγενεῖς ἱστορίας ἐκεῖνοι, δεξιὰς παιδεύειν σεμνῶς, καὶ τὰ κατ' εκεί νας πρόσωπα ὡς οἷον ἐξανιστῶντες, καὶ εἰς θέαν προάγοντες δι' ἀνδρῶν, ὡς οὕτως εἰπεῖν, ἐκπροσω τοποιούντων ὑποκριτικῶς ἐκείνοις ἔν τε πιθανότητι πλάσεως βητορικῆς καὶ εἰκονογραφία προσώπων, καὶ ἐν τοῖς ἐκείνων πάθεσι τε καὶ λόγοις, ὅσα και κατόπτρους, εὐθετίζοντας πρὸς ἀρετῆς καλλονήν τους καὶ θεωμένους καὶ ἀκροωμένους, καὶ τῇ τοιαύτῃ ἀνειδωλοποιήσει (δοτέον δὲ καὶ προσωποποιίᾳ εἰπεῖν, ἤδη δὲ καὶ ὑποκρίσει) διδασκάλια ἐν βιβλιογραφία ἐκκαλοῦντες, δι' ὧν καὶ αὐτῶν εἰσέτι καταρτίζεται βίας ὁ καθ' ἡμᾶς. οι β. Ην γοῦν ἐκ τῆς τοιαύτης τέχνης μανθάνειν τοὺς τότε ἀνθρώπους, ἔστι δὲ καὶ τοὺς νῦν, τύχης μεταβολὰς παντοίας καὶ ἠθῶν ποικιλίας καὶ βίων ἀμυθήτους διαφοράς. Ἐδίδαξαν, καὶ μὴν ἔτι διδά σκουσιν αἱ βασιλικαί δυσπραγίαι, &ς ἡ ὑποκριτική τέχνη λογογραφεί, μή χρῆναι πιστεύειν τῷ περιόπτῳ βίῳ, ἐστήξεσθαι διόλου ἐν περιωπῇ, ἀλλά που εὐλαβεῖσθαι καὶ κατακύλισμα. Εμπαλιν δὲ τούτων ἐγνώρισαν ἡμῖν αἱ τῶν χαμαιριφῶν προσώπων παρα υψώσεις, &; καὶ αὐτὰς ἡ ὑπόκρισις ἐκείνη διεχεια ρίσατο εἰς ἐπίδειξιν, οὐ φρενήρη ἄνθρωπον εἶναι, ὅς πεδινός ὧν ἀπογινώσκει τὴν σὺν Θεῷ οὐράνωσιν. ἔγνωμεν ἐκεῖθεν καὶ, ὁπόσα φαῦλα τοὺς ήρωας ο φθόνος διέθετο, εἰκόνα όντα διαβαίνειν τῷ χρόνῳ καὶ εἰς τοὺς ὕστερον. Καὶ ἡ τοιαύτη γνῶσις βελτιού τους εἰδήτας. Οὐκ ἀφῆκαν αἱ παλαιαὶ ὑποκρίσεις ἐκεῖναι δ οὐδὲ τὴν φιλίαν ἀπαρασήμαντον, ἀλλὰ διέστειλαν καὶ αὐτὴν ὀρθῶς, μὴ ἔχουσαν ἐν καλῷ καθισταν λιόμενος τοὺς περὶ βίον θαλαττεύοντας, εἰ δὲ καὶ στρεβλωθῇ, θανατοῦν πρὸς ὥραν τους αθλίους περι λημένους.
col. 375–376page 2 of 17
PG 136:375γ. Τί δέ μοι έπεξελθεῖν κατὰ μέρος τοῖς τοιού τοις εἰς πλέον ἀγαθοῖς, δέον ὃν ὑποκρούσασθαι τοῖς εὖ εἰδόσιν, ὡς τὸ τῆς τοιαύτης υποκρίσεως εἶδος παντοίαν ἱστορικῶς ἀρετήν τε καὶ κακίαν τοῖς ἀρχ χαίοις ἐξέθετο εἰς τε πρόοπτον καὶ εἰς ἐπήκοον, ὡς τὴν μὲν ἐκείνους αἱρεῖσθαι, τὴν δὲ ἀποπροσποιεῖσθαι; Ο δὴ καλὸν ἐκεῖθεν κατέβη καὶ εἰς τοὺς μετέπειτα, ἵνα μὴ μόνον ἐκ τῶν ζώντων ερανιζώμεθα τὴν τοῦ ἀγαθοῦ μάθησιν, ἀλλὰ καὶ νεκροῖς ὁμιλοῦντες δι' ύποκρίσεως ἐκείνης, τὴν κατ' ἀρετὴν ζωὴν προσεπι κτώμεθα. Καὶ τοιαύτη μὲν ἦν ἔτε ἡ ὑποκριτικὴ ἐπίσ δειξις, μίμησις οὖσα προσώπων τε καὶ πραγμάτων Ελλογος, καὶ ἀνθολόγημα τῆς ἐν ἐκείνοις ποιότητος ἐπὶ παιδεύσει τῶν ἐντυγχανόντων. Καὶ ἦν ὁ τότε υποκριτὴς ἀρετῆς ἁπάσης διδάσκαλος, παρεισάγων μὲν εἰς τὸ θέατρον καὶ τύπους κακιῶν, οὐχ ώστε μὴν μορφωθῆναι τινα πρὸς αὐτὰς, ἀλλ' ὡς ἐκτρέψασθαι· εἰπεῖν δὲ καὶ ἄλλως, ψευδόμενος ἐκεῖνος τὸ πρόσωπον, ἀληθιζόμενος ἦν τὸν διδάσκαλον· καὶ εἶχον οἱ θεαταὶ πορίζεσθαι τηνικαῦτα ψεῦδος καὶ ἐκεῖνο ἐπαινετόν, οὗ τὸ μὲν παχὺ καὶ πρὸς αἴσθησιν οὐδὲν οὐδόλως ἦν πρὸς ἀλήθειαν, τὸ δὲ πρὸς ἔννοιαν τὴν ἐκλαλουμένην ψυχῆς ἦν τι μόρφωμα. δ'. Εστι δὲ τὸν ὑποκριτὴν ἐκεῖνον εἰπεῖν καὶ ὡς οἷον λόγον αυτόχρημα. Τὸ γὰρ καθ᾽ ὑπόκρισιν σῶμα ψευδόμενος εἰς τὸ πᾶν, ταῖς γοῦν διδασκαλίαις οὐ σίωτο, και πως έχει κάτοχος ἐκεῖνος εἶναι ψυχαῖς ἡρωικαῖς, ὑφ' ὧν ψυχαγωγικῶς ἐμπνεόμενος ἐδί δασκε τοὺς ἀκροατάς. Τάξοι δὲ ἄν τις αὐτὸν καὶ ὡς εἰς ὑποβολέα, λόγους ἀλλοτρίους εὐθυβόλως πορθμεύ οντα τοῖς ἀκροωμένοις· ἢ καὶ ὡς οἷον διπρόσωπον θατέρῳ τοῖν προσώποιν ἐνεργοῦντα, εἰ καὶ μὴ κατὰ τὸν περιᾳδόμενον Ιαννον· ἢ καὶ διπλοῦν τινα, εἰ καὶ ἄλλως, ἤπερ οἱ Μολιονίδας. Φαντάσηται δ' ἄν τις ἐν τῷ τοιούτῳ καὶ τὸν τερατευόμενον μεταγγισμὸν μετεμψυχώσεως λόγῳ. Ο δὲ τὸν νοῦν ἀπέριττος καὶ ὡς εἰς ἐντολέα τὸν τοιοῦτον ἐγγράψεται, καθυπουρ γοῦντα προσώποις ἡρωϊκοῖς, ὡσεὶ καὶ λόγους έχει νων καὶ ἔργα προς μίμησιν ἐξεμάττετο· οὐ κρίνων μὲν κατ᾽ ἐκείνους, ταὐτὸν δ᾽ εἰπεῖν, διακρίνων ἢ ἐπικρίνων, καὶ οὕτω κριτικῶς ἐρίζων, αὐτὰ δὴ τὰ ἐκείνων, ἵνα καὶ ποιῇ καὶ λέγῃ, ὅπερ ἂν ἐκεῖνοι αὐτ τόχρημα. ε'. Η γὰρ ἂν κριτὴς ἀσυνθέτως ἐλέγετο. Νῦν δὲ, ὥσπερ ἐστὶ πρὸς τὸν δοῦκα καὶ πρὸς τὸν πρακτῆρα καὶ πρὸς τὸν ἐν μεγίστῃ ἀρχῇ ὁ ὑποπράκτωρ καὶ ὁ ὑποδοὺξ καὶ ὁ ὑπαρχος, τοῦτο καὶ πρὸς κριτὴν ἐκεῖν τον κορυφαίον οἷον ὄντα διὰ τὸ πρωτόθετον ὁ ὑπο κριτής· ἀναλεγόμενος μὲν καὶ αὐτὸς κριτικῷ τρόπῳ ἔργα καὶ λόγους, ἡρωικὰ καὶ ἄμφω, οὐ μὴν ἀναμφιλέκτως αὐτὰ ἐκεῖνα τὰ πρὸς ἀπηκριβωμένην ἀλή θειαν, ἀλλ' ἐοικότα, καὶ τάχα ἂν οὕτως ἔχοντα, καὶ ὑπαγόμενα τοῖς ἐκείνων ήθεσι, καὶ ὡς ὑπό γε κρίσει ὄντα τῇ κατ' ἐκείνους· ὡς ἔχειν πείθειν τοὺς ἀκρος τὰς οἴεσθαι, εἰ καὶ μὴ αὐτότατα, καθά τις ἔφη, ἀλλὰ γοῦν τοιαῦτα εἶναι ἂν καὶ τὰ πρωτότυπα ηρωϊκά, οἷς ἡ ὑποκριτικὴ ἐλλάμπεται μέθοδος, καὶ εἰς τοσοῦ τον, ὡς καὶ τολμῆσαι ἂν τὸν οὕτω ῥητορεύοντα φάναι, ψυχας ηρωϊκὰς ἀναγομένας λαλεῖν καὶ ποιεῖν
col. 377–378page 3 of 17
PG 136:377διὰ μέσων τῶν ὑποκριτῶν τὰ εἰς πληθμόν, ως οδ. τως εἰπεῖν, τῶν θεατών. Οι ποιητικὸν ἴδιον παρ' ἄλλοις μὲν αἱ ἀοιδαὶ Μοῦσαι, παρὰ δὲ τῷ κορυφαίῳ ἐν μελικοῖς αἱ Κηληδόνες, άλλο τέρας αὐτοὶ παρά γε τὸ τῶν Σειρήνων. Ὁ δὲ οὕτω τολμηρός ῥήτωρ καὶ τὴν ἔντεχνον παλαιὰν ὑπόκρισιν ὁρίσηται ἂν ἀγοήτευτον ψυχαγωγίαν, βελτιοῦσαν τὸν βίον, καὶ τὸν αὐτὴν μετιόντα ὑποφήτην ψυχῶν ἡρωϊκῶν πρὸς βίου λυσιτέλειαν, ἢ βιβλίον ἱστορίας ζῶν καὶ λαλοῦν, ἢ καὶ ἡρώων ὑποδρηστήρα, οἷς καὶ τεθνεῶσιν ὁ νοῦς δι' αὐτοῦ περὶ γῆν σώζεται. ς'. Καὶ οὕτω μὲν ἀγαθὸν παλαιὸν καὶ ἡ ὑπόκρι εις, καὶ ὁ κατ' αὐτὴν τεχνίτης. Ἐπεὶ δὲ οὐκ ἦν μὴ καὶ τὸ καλὸν ἐκεῖνο καπηλευθῆναι, καὶ πρῶτα μὲν ἐχρειωθῆναι κατὰ παράμιξιν φαυλότητος, εἶτα καὶ παντελῶς ἀμαυρωθῆναι, ὡς ἀντὶ τέχνης εὐχρήστου εἰς ματαιοτεχνίαν, είτε κακοτεχνίαν διεκπεσεῖν, ἀνύει ταῦτα ὁ πολύτροπος βίος· καὶ κατά τι φθόνου τέχνασμα τῇ ἀγαθουργῷ ἐπιβουλευσάμενος ὑποκρί σες, πρῶτα μὲν ἐπινοείται τὰ Σατυρικά, μίγματα ἐκεῖνα πράξεων καὶ λόγων τῶν ἐν προσώποις ἡρωι τοῖς, ὧν τὸ κράμα γέλωτι καὶ σπουδῇ παραμέμικτο. Καὶ ἴσασιν αὐτὰ οἱ ἐντετυχηκότες παλαιοῖς πονή μασιν, ὧν ὀλίγα τινά περιφέρεται. ζ. Μετὰ δὲ τὰ Σατυρικά σπουδαιογελοία εὐδοχί μησε τὸ Κωμῳδικὸν ὑποκριτικὸν, οὐκέτι προσώπων ἡρωϊκῶν ἀντεχόμενον, εἰ μή που ἐν παρέργῳ· τὰ πολλὰ δὲ συρφετοῖς ἐγκαλινδούμενον, καὶ οὕτω και τεπατούμενον, καὶ ἂν κεισόμενον εἰς παρόραμα, μὴ καλλιῤῥημονούντες οἱ κωμῳδοὶ ἐπήγοντο τὰς τῶν θεατῶν ἀκοὰς, καὶ οὕτω πλατυνάμενοι περιεσώθησαν εἰς ἀνάγνωσιν τοῖς ἐλλόγως βιοῦσιν· οἱ τοῦ ἐκεῖθεν μυελοῦ κερδαίνοντες ἀποῤῥιπτοῦσι τὰ ὀστᾶ, καὶ ἄλλο δὲ πᾶν, ὅσον μὴ νόστιμον, εἰς ἐξουθένωσιν. η. Καὶ οὕτω μὲν τρεῖς αὗται παλαιαὶ ὑποκρίσεις, τῇ μὲν μεταχειρίσει διάφοροι, ελλόγιμοι δὲ ἄλλως καὶ ἐπαγωγοί, ἀνθήσασαι ἀνέκαθεν χρόνον, καὶ καρπὸν δὲ ἐνεγκοῦσαι πᾶσαι, ἡ μὲν παλαιὰ θαυμάσιον, ἡ δευτέρα δὲ καὶ τρίτη οὐδ᾽ αὐταὶ πάντῃ ἀπό βλητον, ἐξώλοντο. Ανεφάνη δὲ τετάρτη μετ' ἐκεί νας, οὔτε ἔλλογος, οὐδὲ μὴν ἀγαθὴ ὅλως εἰς ψυχήν, καὶ διὰ τοῦτο ἐρεθίζουσα τοὺς φιλοῦντας τὸ ἀληθὲς, ὁμέσα χωρεῖν τῷ κατ' αὐτῆς ψόγῳ, καθὰ πρώτην ἀράξαντες λόγου βαλβίδα υπεκρουόμεθα. Και ολα μὲν τὴν ἀρχὴν ἐν ἀνθρώποις ἐπολιτεύσατο, οὐκ ἂν εἰπεῖν ἔχοι μικρὸς ἀκρίβειαν. Ἐπολιτεύσατο δὲ ἂν πάντως, καθὰ οὐκ ἀγαπᾷ ὁ Θεός. θ'. Ετι θετέον εἰς ὑποκρίσεως τόπον καὶ τὴν κατὰ τὸν ἀρχέκακον ὄφιν ἐκεῖνον ψευδαπάτην, την Ψίθυρον. Νῦν δὲ ἀκμάζειν ἔοικεν, είτε σφριγᾶν καὶ όρο μὲν καὶ τεθηλέναι εἰς καρπὸν σαπρόν. Εμὲ τοίνυν αὐτὸν, τὸν ἄρτι τοῦδε τοῦ κακοῦ ξυγγραφέα, εξόλο λυσιν ἡ μιαρά. Καὶ γάρ τοι κατακώνιμος ὧν μυ ρίαις κακίαις, μήπου δὲ καὶ ἁπάσαις, διαλελώδημαι καὶ ὑπὸ ταύτης, ὡς οὐκ οἶμαι, εἴ τις ἄλλος τῶν κατ' ἐμέ. Δέον γοῦν ποτε χολᾷν, ἐφ᾽ οἷς πραγματικῶς διάκειμαι, ἀνακαγχάζω, ἐπικρύπτων ἐμαυτὸν, ὡς
col. 379–380page 4 of 17
PG 136:379ἐγὼ οἶδα. Δέον ἂν ἀφορίζειν τινὰς ἀπ' ἐμοῦ, ἀγχα λίζομαι τοὺς τοιούτους πραγματευτικώτερον· δέον δικαιολογήσασθαι, ἀλλὰ ἐχεμυθῶ εἰς κρῖμα ἐμοί. Τὸ πᾶν ἐν βραχυτάτῳ εἰπεῖν· ψεύδομαι τὸν ὀρθὸν ἄν θρωπον τὰ πολλά. Μη γάρ μοι γένοιτο ἐς τὸ παντελὲς, μή, ὦ Θεὸ Σῶτερ, ὁ καὶ εἰς ἐμὲ θεὶς τὴν χεῖρά σου. Εν γοῦν ἐκεῖνο οὐχ ὑποκρίνομαι, τὴν ἁγιό τητα, ἧς ἀφιστάμενος οὐ μόνον, ι ὅσον οὐρανό; ἐστ' ἀπὸ γαίης, ο ἀλλ᾽ εἴπερ ἦν εἰπεῖν, καὶ ὅσον ἐκ τῶν ὑπεργείων εἰς τοὺς ἐννοουμένους ἀντίποδας. Εκφαίνω ἐμαυτὸν ἰδοὺ περιπόνηρον. Οὔτε γὰρ εἰς ἀπλαστίαν ἐμαυτὸν ψευδογραφῶ κατὰ τοὺς πλείους τῶν περὶ ἡμᾶς, ὁ καὶ τοὺς ἀβαθεῖς ἀνθρώπους εἰς μαμμα κούθους καὶ πολυώρους καὶ μελιτίδας ἐγγράφων οὐδὲ μὴν ἐπίσης ἅπασιν ὡς ἐς φιλίαν αδιακρίτως προσφέρομαι ἀρέσκου δίκην. Αλλὰ στέργων ὀρθῶς ἀεὶ τὴν κατὰ Θεὸν ἀγάπην, ὅμως καιροῦ καλέσαντος καθυλακτῷ τοῦ κακοῦ, εἴποι ἂν ἐκεῖνος ὁ κακός, δς τὸν ἐπαινετὸν ἔλεγχον εἰς βαϊσμὸν τίθησι· καὶ οὐκ ἂν οὔτε συναλλάξαιμι, οὔτε ἀσπαζομένῳ προσενω θείην, κἂν διαρραγείη ἐπεκαλῶν μοι τὸ μνησίκακον. Κλαῦσαι δεἦσαν, οὐκ ἂν ἐκγελάσω σαρδόνιον. Εστι μοι καὶ χαρμονῆς ἑλλόγου καιρός, ὅτι οὐκ ἂν συν αγαγὼν τὰς ἀφρᾶς, καὶ τὰ χείλη συσφίγξας, πνίξω συστείλας τὴν χαρὰν ἐντὸς ὑποκριτικῶς. Οὐκ ἂν υποκρινάμενος ἐπαινέσαιμι, ὃν οὐ φιλῶ, ψευδόμενος γλώσσης χάριν κολακικώτερον, επεί τοι καὶ τὴν κοι λακείαν παραφυάδα οἶδα φαύλου στελέχους, τῆς ὑπο κρίσεως. Οὐ προσποιήσομαι οὐδὲ τὸ ἐγκρατευτικόν. Βέλτιον ἡγήσομαι κατάσχετος μέθῃ ἐκφανθῆναι, ήπερ ψευδογραφηθῆναι πρὸς νηστευτήν. πεπληροφορημένος τὴν χεῖρα θέρους τοῦ ἐκ Θεοῦ, οὐκ ἐπι κρύψομαι τὸν καρπόν. ι. Συνόλου δὲ ἀποφήνασθαι· ἀπεχθῶς ἐγὼ διάσ κειμαι περὶ τὴν ὑπόκρισιν, ὡς οὐκ οἶδ', εἴ τις ἀνα θρώπων. Λέγω δὲ αὐτὸ, οὐκ ἀποσεμνύνων ἐμαυτὸν Αστυδάμαντος δίκην, δ λέγεται, ἀλλὰ πρὸς ἀφίλαυ τον ἀκρίβειαν. Πάνυ γαρ μισώ τουτὶ τὸ κακὸν, καὶ εἰς ὅσον δύναμις, παρεκκλίνω ἀπ' αὐτοῦ. Εἰ δὲ τι χὸν ἐναντιοφωνίας ἐν τούτοις ἁλίσκομαι, πῇ μὲν κατηγορῶν ἐμαυτοῦ τὸ ὑποκριτικὸν ἦθος, ὡς φθάσας ἀνθωμολογησάμην, πῇ δὲ ἀπαρνούμενος τὸ αὐτὸ, ἀλλ' ἰδοὺ δικηγορῶν ἐμαυτῷ λέγω πρὸς ἀλήθειαν, ὅτι ἄλλως μὲν μεταδιώκων τὸν τῆς ἀνυποκρισίας ἥλιον, ἐκφεύγω τὸ τῆς ὑποκρίσεως σκοτεινόν· ὅσα δὲ διωμολογησάμην δρᾷν ὑποκριτικῶς, ἀλλ' ἐκεῖνα οἰκονομίας εἰσὶ καὶ παρ' ἐμοὶ μέθοδοι, ὁποίαν ὁ ὀρθὸς παραγγέλλει κανών, λόγους σε κριτικούς οίκ νομεῖν ἐκεῖνος διαταττόμενος, καὶ χείλη ἐν καιρῷ ἀνοίγειν, καὶ τὸ τῆς παῤῥησίας ἄκαιρον ἀπελέγε σθαι, καὶ ὅλως ταῖς περιπετείαις τῶν πραγμάτων εἰς δέον ἁρμόττεσθαι. "Οπερ εἴ τις ὑποβαλεί διαιρέ ματι ὑποκριτικῷ, οὐκ ἂν φθάνοι καὶ πᾶσιν σεμνότητα καὶ κοσμιότητα καὶ παίδευσιν, δι' ὧν τῇ τῶν κακῶν ἀποχῇ ἐνάγονται ἄνθρωποι, καθυπάγωνεὶς ὑπόκρισιν. Δῆλον γὰρ, ὡς ἡ μὲν κατ' ἄνθρωπον φύσις εὐόλισθος οὖσα, καὶ τὸ ἁμαρτητικὸν εὐπετῶς ἔχει καταρριπτεῖσθαι, ὅπη μὴ χρή· ὁ δὲ τῆς ὀρθότητος Κύριος
col. 381–382page 5 of 17
PG 136:381ὑπερείδων αὐτὴν, δύο ταῦτα ἐξανύει ἀγαθά, κατα τίπτειν τε κωλύων ἐν τῷ ὑπερείδειν καὶ συγκροτεῖν, καὶ πεσοῦσαν ἐξανιστῶν. Καὶ οὐ δήπουθεν ὁ ἄλλως μὲν ἔτοιμος εἰς κακίαν, τῇ δὲ κατὰ νοῦν διοι χήσει ἐξορθούμενος, λέγοιτο ἂν ὑποκριτής. κα'. Υποκριτὴν γὰρ οἴδαμεν εἶναι τὸν ἐν ἀγαθῇ προσποιήσει καὶ φαντασίᾳ τῇ ἔξωθεν εὐχρηστεῖσθαι ερχοῦντα, καὶ ὡς εἰς μύρον θεῖον καθεστάναι· τὰ δὲ ἐντὸς ἀχρεῖον καὶ ὀδωδότα· καὶ θεῖον μὲν δολίως προφαινόμενον, δαιμόνιον δὲ τὰ ἐς κρύφιον. Εἰ δὲ τοιοῦτος ὁ ὑποκριτὴς, πῶς ἂν εἴη ὅμοιος ὁ τῇ κακίᾳ παλαίων; καὶ πολεμούμενος μὲν ὑπ' αὐτῆς, νικῶν δὲ αὐτὴν ἐγκρατῶς· καὶ κολακευόμενος μὲν, ἀνα νεύων δὲ καὶ καταπτύων αὐτῆς, ὅτε φιλεῖν αὐτὸν ἐθέλει. ᾿Αλλὰ ταῦτα μὲν οὕτω καθιστάσθω μοι, τάχα μὲν ἀμεμφῶς ἔχοντα, ἴσως δὲ καὶ ἄλλως. ιβ. Οἱ δὲ ὑποκριταί, ὧν καὶ φθάσας πεπείραμαι καὶ εἰσέτι πειρῶμαι, τοιαύτην έχουσι καταγραφήν. Ὑποποιοῦνται πρὸ τῶν ἄλλων τὸ φίλιον, ποππύζον τις τὸν παρατυγχάνοντα, θώπτοντες, αικάλλοντες ὡς οἷα καί τινα κυνάρια σαίνουρα, κνυζώμενοι, προ κυλινδόμενοι ποδῶν, λείχοντες μικροῦ καὶ ἴχνη, πρὸ τῶν φιλουμένων βαΰζοντες εὐνοϊκῶς δῆθεν, πάντα τοιοῦντε;, πάντα λέγοντες, δι' ὧν ἂν ἐφελκύσωνται ἄνθρωπον, προσανέχειν αὐτοῖς ὡς ἑταίροις φίλοις κλαίοντες, οὐ μόνον, ὅτε δάκρυον ὁ φιλούμενος ἐχρή ξει θλιβερὸν, ἀλλὰ καὶ, ὅτε που χαίρων αὐτὸς πάθῃ, καὶ ὁπηνίκα δὲ οὕτω συμβὲν ὀφθαλμία ἐπιγενομένη λυπήσει τὴν ὄψιν ὡς εἰς δάκρυον, 8 πήγνυται καὶ εἰς λήμην. Πάντῃ γὰρ πάντως μεθοδεύουσι, τῷ γεα λωμένῳ συσχηματίζεσθαι, ἀκριβούμενοι τὴν πρὸς ἐκεῖνον εὐφυῶς τύπωσιν· καὶ οὕτω μὲν κλαίοντες, χαίροντες δὲ ἀστείως μὲν ἴσως, ὅτε χαρὰν ὁ θωπευόμενός ἔχει· τὸ δὲ καὶ ἄλλως, ἢ κέρχνειν ἢ βήχειν τρέμα ἐπέλθοι ἐκείνῳ. Υποποιησάμενοι γὰρ, δοκεῖν Εγχεσθαι γελῶντα ἐκεῖνον, συνδιατίθενται τῷ καγχασμῷ εἰς ὁμοιότητα· ψύλλης δὲ ἐνδικούσης, ὡς επισημήνασθαι, ή μυίας ἐπιπετασθείσης, έτοιμοι καὶ ὁπλοφορεῖν κατὰ τῶν ἐνδακόντων οἱ θῶπες. Εἰ Ο πως ἐνώπιον ἢ πρόσκομμα πάθοι βληχρόν τι καὶ ἀμυδρόν, σπένδουσιν Ασκληπιῷ καὶ Πανακείς, συν επικαλούμενοι καὶ τὴν Ἰασὼ πρὸς θεραπείαν. Οτε ἃ καὶ εἰς πταρμὸν ἐξανεμωθῇ, βαβαὶ τῶν προσκυ τημάτων καὶ τῶν εὐφημιών! ᾿Αγωνιῶσι, καὶ προσ πίδα ἢ ἄχνην τινὰ ἐφιζάνουσαν ἰδόντες τῇ τοῦ φίλου ἀναβολή. Καθημένῳ παρίστανται ἀτενεῖς, τὰς χεῖο μας ἐπαλλάξαντες πρὸ τοῦ κόλπου, ὡσεὶ καὶ βασι λέως ἔμπροσθεν, ἐθέλοντες οἶμαι καὶ ὀπίσω συνδή και περσικώτερον αὐτὰς, ἵνα τὸ δουλοπρεπὲς εἰς πλέον ἐμφήνωσιν. Ἐξαναστάντος αὐτοὶ σκύλλονται, ἀπορούμενοι, ὅ τι δράσαιεν ἢ ἐξ ἐπιταγής, ἢ ἄλλως. Οδεύοντι παρομαρτοῦσιν, ὅσα καὶ ἀτρηροί θεράποντες, φιλονεικοῦντες τὴν πρόοδον. Μακαρίζουσι τους γειναμένους τὸν ἄνθρωπον. Εἴ τι λαλήσει, φαντάζουσιν αὐτὸν, ὀλίγον μέν τί ἐστιν, ἐὰν εἰς Δημοσθέ την, οἱ δὲ καὶ εἰς αὐτὸν Ερμήν. Τοξεύων, εἰς βα ριν εἰκάζεται τὸν περίκλυτον· τρέχων, εἰς Βορεάδας ἀνάγεται· μικρὸν γὰρ, εἴπερ εἰς Περσέα, τὸν καθά τις ἔφη αρβυλόπτερον. "Αδων, Ορφέως ἐμ
col. 383–384page 6 of 17
PG 136:383μελέστερος εἶναι ἀκούει. Καλὸν εἶναι μανθάνει καὶ ὑπὲρ Νιρέα τὸν περιᾳδόμενον. Καὶ ἐπὶ πᾶσιν εὐδαιμονεῖν τὸν κόσμον φασίν, ὅτι τοιοῦτον είληχεν ἄνα δρα εἰς ἐπικόσμημα. Εν τι ἀφιᾶσιν εἶναι ἀσάλευτον εἰς ὑπερύψωσιν φιλικήν, τὸ θεοποιῆσαι, καὶ εἰς ἱερὰν στήλην ἀναστῆσαι τὸν ἄνθρωπον. Τὸ μέντοι θεῖον καὶ θειότατον καὶ θέσκελον καὶ θεοείκελον καὶ τὸ θεοειδὲς καὶ τὸ θεομίμητον, καὶ εἴ τι τοιοῦτον σεμνὸν ὄνομα, συχνά κατεπάδουσι τοῦ ἀνδρός. Ἔτι λουομένῳ παραστατοῦσιν· ὑπνοῦντος ἀποσοβοῦσι τὰς μυίας προμηθικῶς· πτύσαντος οὐκ ἀφιᾶσι παν τηθῆναι τὸν σίελον, μὴ σικχὸν αὐτὸν εἶναι φιλοσοφοῦντες, ἀλλ' ἡδὺν βλέπεσθαι. ᾿Αναβαίνοντα εἰς ὑποζύγιον ἀναβάλλουσι κουφίζοντες, καὶ παρακα λουθοῦντες ὅσα καὶ μυΐαι γλυκασμάτι, οὐκ ἐθέλουσι πείθεσθαι εἰς ἀνάκαμψιν. Ἀφηγοῦνται καὶ διαβολάς, ὧν δῆθεν ἐπιφερομένων τῷ φίλῳ αὐτοὶ προέστησαν ἀντίμαχοι καὶ ἀνέτρεψαν, καὶ αὐτὰς οὐκ ἀληθενού σας, ἀλλὰ πλαττομένας, οἱ ἐπίτριπτοι. Υβρίζοντες αὐτοὶ οὕτω πλαγίως τὸν κολακευόμενον, σοφίζονται καὶ βίου κοινωνίαν καὶ περιουσίας ἀπομερισμόν, βίκους οίνου περιφοροῦντες ἐκείνῳ, καὶ ὁπώραν δι λοτε ἄλλην, καὶ τρυβλία πεμμάτων μεστά. Καὶ ἐσθίοντα μὲν καὶ πίνοντα συνεπωθοῦσιν εἰς πλη σμονήν, τὸ μὲν φαινόμενον ἐπὶ συστάσει ζωῆς, ἀλ λως δὲ οἶμαι, ἵνα καταγελῷεν αὐτοῦ εἰς βορότητα καὶ οἰνοφλυγίαν. Μὴ ἐμφορουμένου δὲ δοκοῦσι μὲν ἄχθεσθαι, χαίροιεν δὲ ἂν μᾶλλον, ὅτι αὐτοὶ πλησθήσονται δαψιλῶς. Τὸ δὲ καινότερον· καὶ μυστηριά ζονται, καὶ κρύφια οἰκεῖα ἡ δράσαντες ἢ πλάσαντες, εκκαλύπτουσι, καὶ αὐτὰ χείριστα, καὶ ὡς οἷα τιθαρ ῥηκότες φίλῳ λαλεῖν καὶ παρατιθέναι τὰ ἐν ψυχῇ ἅπαντα, προκαλούμενοι τὸν ἐλεεινὸν κἀνταῦθα εἰς ὁμοιότητα, ἵνα καὶ ἐκεῖνος τῶν τινα παρ' αὐτῷ ἀπορ ῥήτων ἐκφήνῃ. Καὶ ταῦτα μὲν ποιοῦσιν αὐτοὶ, καὶ τούτων έτερα πλείω καὶ χείρω, ἕως ἂν καταγοητεύ σωσι τὸν δελεαζόμενον, πείσαντες θαῤῥεῖν ἐκείνοις, καὶ προσανέχειν ὅσα καὶ φίλοις ὀρθοῖς. Οτε δὲ θη ρασάμενοι ἔσω παγίδος τὸ οἰκτρὸν ἐκεῖνο στρουθίον κατάσχωσι, τότε δὴ τὸ τῆς ὑποκρίσεως ἀπαγαγόντες νέφος, ἐκλάμπουσι, τῇ πρὸς ἀλήθειαν φιλίᾳ καὶ οὕτω κακία περιφανέστατοι. ιγ'. Καὶ οἷα διατίθενται τὸν ἄνδρα, ἐγώ τε οἶδα, ὦ ἀδελφοὶ, καὶ ὑμεῖς οἴδατε, καὶ πρὸ ὑμῶν οίδασιν οι βιβλιογραφήσαντες, καὶ ὁ κόσμος δὲ ἅπας· διὸ καὶ περιττὸν ἂν εἴη, ἐκθέσθαι τὰ καὶ ἄλλως μηδὲ ἀκοῆς ἄξια. ᾿Αράχνης ἄν τις οὕτω κώνωπα περιλα Εὼν, οἷς δικτυοῦται, κακουργοίη περὶ τὸ ζωύφιον. ᾿Αλλὰ τοῦτο μὲν εἰς εὐτέλειαν πέφρασται. Λέων δὲ οὕτως ἂν ἐπιβρίσῃ προβάτῳ, καὶ συσχὼν διασπάση ται τὸ ζῶον, ὡς ἐκεῖνοι τὸν οἰκτρόν φίλον διασπαράττουσι χαίροντες, μενοῦνγε μέλποντες εὐφρόσυνα, ἵνα καὶ ἐπ' αὐτῶν ὅτα καὶ κυναρίων μέλπηθρά τινα θεωροῖντο. Οὐδὲ γὰρ ἐπαισχύνονται, ἀλλὰ καὶ φιλ ενδεικτοῦσιν ὡς ἐπὶ χορῷ καὶ μολπῇ, τὸ αῦτα πλημμελοῦντες οἱ καὶ θρασεῖς καὶ τάλανες· τὸ μὲν, ὅτι τολμῶσι κατὰ φιλίας, τὸ δὲ, ὅτι οὐδέν τι δρῶσι ματ καριστόν. ιδ'. Οὐκοῦν οὔτε σαίνουσι τοῦ λοιποῦ τὸ φίλιον,
col. 385–386page 7 of 17
PG 136:385ούτε κλαυθμοῦ καὶ χαρᾶς μερίται φαίνονται, οὐδὲ ἀμύνειν ἢ θεραπεύειν προσποιοῦνται, καὶ τοῦ τιμᾷν καὶ εὐλογεῖν τὸν πρώην φίλον καὶ εὐδαιμονίζειν ἀπ έχονται. Αἴρειν δὲ αὐτὸν ἐπὶ χειρῶν ἀναβολέων δίκην τοσοῦτον ἀπέχουσιν, ὥστε καὶ βοθρεύοντες κατα βάλλουσι, καὶ ἐπέχουσι δέ· καὶ εἴ τι ἐχορήγουν τῷ φίλῳ πρὸς δεξίωσιν, εἰ δὲ καὶ μυστήρια εκειμηλιώ σαυτό που φιλικά οἱ πρὸ τούτων εξερευγόμενοι μυσ στηριακά, καὶ αὖ πάλιν ἀντεισδεχόμενοι, οὐδ᾽ ἂν πηγαία χύσις ἡτισοῦν ἐκβράσο: ῥᾷον ἀναβάλλουσα τὸ κατ' αὐτὴν ἀρχικὸν ὕδωρ, ὡς ἐκεῖνοι ἐξεμοῦσι τὰ παρατεθειμένα κρύφια. Ταῦτα δὲ πάντα διατί καὶ τίνος ένεκα; Οτι φαυλότατόν τι παραπεσόν πράγμα, οὐδὲ ὀβολοῦ ἀξιούμενον, ἐλύπησε τὸν ὑπο κριτὴν παρεωραμένον, ὡς ἂν αὐτὸς εἶποι, ἀξιῶν δεσποτικῶς ἐς τὸ πᾶν τῷ κολακευομένω προσφέρεσθαι, καὶ μηδενὸς ἀποτυγχάνειν ἐξ ἐκείνου, ὧν ἐφίεται· δ πάντως οὐκ ἔστιν ἐν τῷ βίῳ πρὸς οὐδενὸς γίνεσθαι, όπου γε πᾶς ἄνθρωπος οὐδὲ τοῦ οἰκείου κρατεί διόλου βουλεύματος, αλλά τι κυρώτας ἐν σταθερῷ, τὴν σήμερον αὔριον μεταβαλών, ἀπεχει ρπόνησε τὴν οἰκείαν πρόθεσιν. Τί δέ φημι αὔριον; δέον εἰπεῖν, ὅτι αὐθωρόν, τά τε άλλα, καὶ διότι οὐ πάνω ἀπᾷδον πρὸς ἀλήθειαν, τὸ τὰς φρένας πρὸς εύχας κεκτῆσθαι ἡμᾶς. κ. Καὶ οὕτω μὲν τὰ ἐς φιλίαν κακουργοῦσιν οἱ τῆς ὑποκριτικῆς αἱ ρέσεως, ὅτε μεταχειρίσασθαι τὸ κατ' αὐτὴν πρόθωνται. Καὶ ἤρχει μὲν ἐνταῦθα φαύ λεως ἐληλεγμένους αὐτοὺς ἀφεῖναι βάλλειν ἐς κόραςτὰς. Ο γὰρ τηλικούτου καταπανουργευσάμενος ἀγαθοῦ, κατὰ ποίου ἑτέρου εὐλαβηθήσεται μὴ ἀν βρίσασθαι; Ἐπισκεψώμεθα δὲ ὅμως καὶ ἐπ᾿ ἄλλοις τὴν αὐτῶν μοχθηρίαν, ὅπὴ ἐπιτιμίας ἀφώρισται δπη ἐντυγχάνοντας· οὐδεὶς γὰρ τὴν τοιαύτην ἀγνοεῖ μου χθηρίαν, όπη επιτεμίας αφώρισται· ἀλλ᾿ ὥστε συν αγαγεῖν τι καὶ αὐτοὶ πρὸς κατάκρισιν, καὶ προσεπιβαλεῖν τῷ κατ' αὐτῆς μεγίστῳ κάδος ψῆφον μίαν γοῦν τινα μέλαιναν, τὴν διὰ γραφῆς ταύτης, ὅμοιον ὡς εἰ καί τινος αλιτηρίου λάϊνον ἀμφιεσαμένου χιτῶνα, ἂν αὐτῷ ἡ κακία εξύφαναν, εἰς ἐπίσημον ἐπάριον περίβλημα προσεπιρρίψει καὶ αὐτὸς ἐκ παρόδου λιθάριον εἰς ἀφοσίωσιν ἔθιμον. ις'. θεωρητέον οὖν τὴν ὑποκριτὴν, ὁποῖος ἐστι καὶ ἐν τῇ πολιτικῇ κοινωνίᾳ, ὅτε τάξεώς που περι φανοῦς ἐπιτεύξεται. Αμα εἶδεν αὐτὸν ἡ ἀγορὰ ἢ τὸ βουλευτήριον, καὶ εὐθὺς περιθέμενος τὸ τῆς εὐσχημοσύνης, εἶτ᾽ οὖν εὐλαβείας καὶ προσοχῆς καὶ ἀκρι δείας προσωπεῖον, βουλεύει μὲν βουλὰς ἀγαθὰς, ἀγορεύει δὲ τὰ συνοίσοντα· καὶ ὁμιλῶν μὲν ἐπιλέγεται νοῦν, ὃς προφερόμενος ὡς εἰς Θεοῦ φωνὴν ἀπηχεῖται· πράττων δὲ ἀφορίζει τὸν μῶμον ἐξ ἑαυτοῦ, ὡς καὶ φθονεῖσθαι τοῖς γε βασκάνοις. Καὶ καιτῶν μὲν οὐκ ἂν ἐς πρόσωπον ἀποβλέψῃ, οὐδ' ἂν κατακαυχήσηται αὐτοῦ δῶρον· μέσος δὲ ἄλλως για νόμενος πράγμασι, τὴν ἐνάρετον συντηρεί σύμβασιν λόγῳ τῷ κατ' ἀρετήν. Κρίνων δὲ ἀπορθοι τὴν γνώ μην εἰς εὐθύτητα θεοφιλή. Επανασώζει ἅπαν ἀφαί ρεμα, παρρησιάζει τὸ δίκαιον, περιγράφει τὸ ἄδικον, κολάζει δεόντως, ἐπιεικεύεται πρεπόντως, καθείρ
col. 387–388page 8 of 17
PG 136:387γνυσι κραταιῶς, ἀφίησιν ἐπιεικῶς. Είποις ἂν ἐκεῖ. νον ἀρετῆς ἀφίδρυμα. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις προσποιεῖται ὁ ἄνθρωπος τὴν ἀρχὴν καὶ τὸ ταπεινὸν καὶ ἀληθευτικόν· τὸ ταπεινὸν, οἷς θεραπεύει πρό παντας· τὸ ἀληθευτικόν, οἷς οὐκ ἂν φαίη τι ἀγαθόν, μὴ οὕτως ἔχον. Πραγματεύεται δὲ ἐπιμάλιστα τὴν καινὴνταύτην δυάδα, ἀποδυόμενος τοὺς ἐν μεγίστῳ βαθμῷ, καὶ ἐπιδειξάμενος αὐτὴν ἐν ἐκείνοις, καὶ τεθεραπευ χώς. Καὶ ἀνυψωθεὶς χρυσαν στα πτερύγοιν τῇ κατά τὴν ἀλήθειαν καὶ ταπείνωσιν, φιλεῖται πρός τε τῆς βουλῆς, πρός τε τοῦ δήμου. Κἀντεῦθεν ἅπαν πράγμα πολιτικὸν ἥκει εἰς χεῖρας αὐτῷ, οὐχ ἥκιστα δὲ καὶ τὰ ἰδιωτικά. Φιλεῖ γὰρ, εἰ καὶ μὴ ἐσαεὶ, ἐς γοῦν τὸ πολύ, τῷ ἐπιμελομένῳ τοῦ κοινοῦ προσεπιβάλλεσθαι καὶ ἡ τῶν ἰδίᾳ καὶ καθέκαστα επιστροφή. Φοιτῶσι γοῦν παρ' αὐτὸν μυρίοι ὅσοι, καὶ ὅσαι ὧραι, κοινων σόμενοι περὶ πραγμάτων παντοίων, τῶν κατὰ γὰ μους, τῶν κατὰ ἐμπορίας, τῶν κατά συναλλάγματα παντοδαπά. Καὶ ἔστιν αὐτοῖς ὁ ἐπέτειος ἀγαθό; οὗτος, ὃν οὐκ ἂν τὸ ἐπιὸν καταλάδοι ἔτος ἀγαθυνό μενον· εὔχρηστος ἐφ᾽ ἅπασι, μηδὲ μιᾶς φαυλότητος &λισκόμενος. Καὶ τοίνυν ἀναβαίνει ἐς ὅσον καὶ ὅσον τῇ εὐκλείᾳ, καὶ φήμης πτεροῖς κουφιζόμενος οὐκ ἀναῤῥιχᾶται πονήρως, ἀλλ᾽ εὐμαρῶς αιθέριος ἄνει σιν, ὡς οἷον πετόμενος. Επὰν δὲ πάντας ἐφελκύσηται τῷ κατὰ πονηρίαν μεθοδεύματι καὶ πρὸς αὐτῷ ἐκεῖνοι γένωνται, καὶ τὸ ᾿Αγαθὸς ὁ δεῖνα πανταχού τῶν ἐκεῖσε διαφημισθείη· τότε δὴ τὸν παλαιὸν Δημ τὴν ἐκεῖνον ἀναπολήσεις τάχα εἰς νοῦν, ὅς τοὺς εγχώρους θέλξας τῇ δικαιοπραγίᾳ καὶ τῇ τῶν κοινῶν ἐπιμελείᾳ, καὶ ἀποκαταστὰς οὕτως εἰς ἄρχοντα, εἶτα επέβαλε κρατερῶς, οἷς οὐκ ἔδει, μεταβάλλεται καὶ αὐτὸς ἐφ᾽ ὁμοίοις. Καὶ οἷα διατίθεται ἢ τὴν πόλιν, ἣν ἂν λάχοι περιέπειν, ἢ τὴν κώμην, καθ' ήν αὐλία ζεται, ἢ τὴν κωμόπολιν, ἧς ἀπότροφος ηύξηται, ἀναλεκτέον μὲν ἐκ τῶν ἱστοριῶν καὶ τῶν συγγράφων, προσεπιλεκτέον δὲ καὶ ἀπὸ τῶν ὡς ἐκάστοτε μυρία γὰρ καὶ τοιαῦτα προτεθεωρημένα, καὶ εἰσέτι νῦν βλέπεται. Ἡμῖν δὲ εἰπεῖν ἀρκέσει, ὡς ὀφθαλμῶν ὀξέων δέεται τοῦ λοιποῦ ὁ οὕτως ἀνειλημμέν νας, ἀναβλεπόντων τρανὲς ἐπ' αὐτὸν μετὰ τὴν ἀνά ληψιν, χρεία δὲ καὶ εὐχῶν, εἴ πως ἐκεῖθεν ἐφορεύει βλέπων τὰ ταπεινά. ιζ'. Μεταβατέον δὴ ἐκ τῆς κορυφαίας ταύτης περιωπής πάλιν ἐπὶ τὰ κατωτέρω καὶ ταπεινότερα, διαπλοκής χάριν ποικιλτικῆς τῆς ἐν λόγῳ, καὶ ἐνδιατριπτέον αὐτοῖς ἐφ᾽ ὁποτονοῦν ἐν τῷ καθόλου συλληπτικώς, ἵνα μὴ ἐς μακρὸν ἀγλευκεῖ πραγματ τείᾳ ἐνδιατρίβωμεν, ἐπείπερ καὶ φορτικοὶ, ὥσπερ τὰ μισητὰ, οὕτω καὶ οἱ περὶ αὐτῶν λόγοι. Εἰσὶν ἐν τοῖς ἑκασταχοῦ τόποις καὶ χειροτέχναι τοιοῦτοι. Οὐκ ἐθέλει γὰρ τὸ κακὸν οὐδὲ τῶν σμικροτάτων ἀπέχει σθαι, ἀλλὰ διὰ πάντων ἀνυποστόλως χωρεί. Υπο κρινόμενος γὰρ ὁ σοφιστὴς τῆς κακίας, μᾶλλον μὲν οὖν ὑποσυλῶν τὰ τοῦ Θεοῦ ῥήματα, παραποιεῖ ἐκ τῶν ἐκείνου τοῖς δαιμονοφορήτοις θεραπευταῖς τό
col. 389–390page 9 of 17
PG 136:389Οράτε, μὴ καταφρονήσητε μηδὲ γοῦν ἑνὸς τῶν Λ μικρῶν τούτων, ο εἴτε ἀνθρώπων, εἴτε καὶ τεχνυδρίων. Διὸ καὶ οἱ ταῖς τέχναις παρυφεστῶτες ὑπο κριταί, ἀγαθοπραξιών κατάρχοντες, ὅσα καὶ δελεασμάτων, καί τινας ἀγαθοὺς ἢ καὶ ἄλλως περιφανείς δι' αὐτῶν θηρασάμενοι, καὶ ἐπαγωγοί φανέντες, αὐτίκα συνεπάγονται καὶ τοὺς ἑτεραίους. Ειώθαμεν γὰρ οἱ ἄνθρωποι ταῖς τῶν χρηστῶν ἀνδρῶν χαίρειν μιμήσεσι, πολλοὶ δὲ καὶ ταῖς τῶν ἁπλῶς μειζόνων. Επειδὰν δὲ πλείους ἐπαγάγωνται, καὶ οὐδαμοῦ φαύλη περὶ αὐτοὺς ὑπόληψις προφαίνηται, μετα βάλλονται καὶ αὐτοί. Καὶ οἱ πρώην ἀληθευτικοί και ἀπράγμονες, καὶ ὅλως μὴ βαρύνοντες τὸ φυλετικόν, μηδὲ τοὺς μισθοὺς παρατείνοντες, καὶ τὰ τεχνικὰ δὲ ἀκριβοῦντες, καὶ οὕτω χρηστοί πιστευθέντες εἶναι, μισοῦσι μὲν ὄνομα κεκτήσθαι καλὸν ὑπὲρ πλοῦτον, γίνονται δὲ βδελυρίας ἁπάσης καὶ κέρδους αἰσχροῦ ἧττονες· καὶ μᾶλλον, εἴπερ ἀρχιτεκτονεῖν λάχωσι καὶ δημοσίων προΐστασθαι, άλλα τα πλημμελούντες ἀνόσια, καὶ τοὺς ὑπουργοὺς κολοβοῦντες, ὧν μισθοῦ και· οἱ φέρουσι μὲν βαρέως κολουόμενοι τοῦ μια σθοῦ, ὑπομένουσι δὲ τοὺς τοιούτους εργολάβους, δεν διότες οἷα βαρεῖς ἐργετείκτας, εἰ μὴ τοῦ κέρδους ἐκχωρούσιν αὐτοῖς. Καὶ μὴν καὶ οἱ ἐν τοῖς τοιού τοῖς εἰσέτι πλέον μικροϋποκριταί, οἱ τοὺς χάλικας δηλαδή παραφοροῦντες, καὶ τὸν πηλὸν ἢ τὴν τίτανον ὀργαζόμενοι, τὰς ἀρχὰς μὲν, ὅτε γνωρισθῶσι τοῖς θέαν, μικρὸν δὲ ὅσον ἐξαλλάσσουσιν ἑαυτοὺς εἰς τὰ . Οὕτω κἀνταῦθα σμικροπρεπής ή τοιαύτη κακία, ἵνα, ώσπερ ὑπὸ παντὶ λίθῳ σκορπίους κατα δαφθάνειν φαμὲν, οὕτω καὶ ὑπὸ παντὶ σχεδόν τι άν θρώπων ὑπόκρισιν ἐνδομυχεῖν λέγωμεν· ἦν εἴ τις ἐλλόγως δυσφημεῖν προσθήσεται, εἴποι ἄν, ὡς ἀρετὴ δαίμονός ἐστι, κακίας κάλλος ὕπουλον, πραγματεία αἰσχροπερδής, Εσθ' ὅπου δὲ καὶ ἀκερδής Θεού προς νείᾳ· βδελυρία παρακεκαλυμμένη, σκιαγραφία χρησ σιότητος, ἀγαθότης ψευδεπίγραφος, ἀπωλείας λάχω τις ἠνθισμένος, ὡς καὶ λανθάνειν· γελῶν θάνατος, πικρία μελιτόεσσα, σκότος ψηλαφητὸν μὲν ἄλλως τοῖς μὴ ἐχέφροσι, φευκτόν δὲ τοῖς βαθυγνώμοσι θήρ σαρκοβόρος προβάτου, περιτεθειμένος χώρ τον Αίδης, οὗ προλάμπει ζωή· φῶς ἐπιπολάζον βαθεῖ σκότῳ, ἀλώπηξ λόγῳ τὸ δύσνουν ἐπικοσμοῦσα Τὰς γλυκάζων μὲν τῇ προφορᾷ, πικράζων δὲ τῇ φθορά γλυκεία σφαγή, άλυπος όλεθρος, λόγος θα νατηρός, ἄοπλος, νύξ οὐκ ἀναπαύσιμος, σκιὰ θανά σιμος, έχιδνα ὑφειμένη αιμοχαρής· δράκων τάλλα μὲν βροτολοιγός, καὶ οὕτω σκληρός, μαλθακὸς δὲ τὰ εἰς χρυσὸν κατὰ τὸν θρυλλούμενον χρυσοφύλακα, Δίχα γὰρ ἄλλης φαυλότητος και χρυσομανὲς τὸ ὑπο κριτικὸν φύλον, καὶ λίαν πάνυ κερδαλέον· καὶ οὐκ ἂν οὐδενὸς ἑτέρου πραιτό τις τὴν αὐτοῦ εὔνοιαν, ὅτι μὴ χρυσοῦ, καὶ αὐτοῦ συνεχῶς ἐπαντλουμένου ώς, είπερ λείψοι ποτέ, συνεπιλέλοιπε καὶ ἡ εὔνοια καθὰ καὶ τῇ λυχνίᾳ ἐπιλειπούσης τῆς ἐξαπτούσης ύλης, συναπῆλθε καὶ τὸ δι' ἐκείνης λαμπρόν. ἐργοδοτοῦσιν, εὐήθεις καὶ ἁπλοῖκοὶ τυποῦνται τὴν ἔμπαλιν. Ο
col. 391–392page 10 of 17
PG 136:391εθ'. Τοῦτο τὸ κακὸν ἐνεδρεύει καὶ τοῖς τοῦ γάμου καλοῖς. Γυνὴ γὰρ ὑποκρινομένη τὸ τῆς συζυγίας εξάρμοστον, οιστρηλατεῖται εἰς μοιχικόν. κ. Τοῦτο τὰς προδοσίας ἐξεῦρε, τάς τε ἄλλας, καὶ τὰς τῶν πατρίδων. Ορθῶς μὲν γὰρ ἀγαπῶντες, ὁ φίλος, ὁ κοινωνὸς, ὁ ὁμογενῆς, ὁ πολίτης, σώζουσι τους φίλους, τοὺς συναλλάκτας, τοὺς τοῦ αὐτοῦ γένους, τους πατριώτας· νοθεύσαντες δὲ τὴν ἀγά την καπηλικῶς, τὰ πολλὰ μὲν ἐπὶ κέρδει, κατά το δέ που σπάνιον καὶ δόξης χάριν, καταγίνονται τῆς φιλίας, καὶ κοινωνίας ἁπάσης, καὶ γένους, καὶ τῶν τῆς αὐτῆς γῆς. κα'. Υποκρίσεως αποτέλεσμα καὶ τὰ εγκρυφ λῃστευτικά. Μὴ θαῤῥοῦντες γὰρ οἱ φονικοὶ τὴν ἀν τιμέτωπον μάχην, υποκάθηνται ἄλλως· καὶ ἐν προσ ποιήσει τοῦ μὴ φαύλου αίφνης γυμνοῦσιν ἑαυτοὺς μὲν τοῦ ὑποκριτικού προσωπείου, τὰ ὅπλα δὲ τῶν θηκῶν, καὶ ὁρῶσιν οὕτω τὰ σφίσι θελητά. κβ'. Υποκρίσεως νέφος καὶ τοὺς ἐπιβούλους πευ θῆνας ἐπηλυγάζον, μέγα κακὸν ἐπιπέμπει καὶ τοῖς στρατεύμασι καὶ ταῖς πόλεσιν. κγ'. Υπόκρισις φιλίας καὶ τὴν περίκλυτον Σεμίραμιν κατεπήρε τοῦ μηδὲν ἠδικηκότος Περσικού βασιλέως, ἀλλὰ καὶ ὑπερφιλήσαντος. Υπόκρισις ἡ τοῦ Σίνωνος τὸ μέγα κατὰ τῶν Τρώων κακὸν ἐκορύφωσεν. ᾿Αλλὰ μή τις ἐνταῦθα σεμνύνων τὰ κατὰ τὸν δούρειον ἵππον, σόφισμα, λεγέτω, οὐ μὴν κρυ ψίνοιαν ὑποκριτικὴν ἐξανῦσαι· τὸ ἔργον ἐκεῖνο· εὐκρινέστερον δὲ εἰπεῖν, μὴ σοφίαν αἰτιάσθω ἐκείνου τοῦ ἀριστεύματος, οὐ μὴν ὑπόκρισιν. Εἰ γὰρ οἶδεν ὁ ὄντως υποκρουσόμενος, ὅτι παντὶ ἔργῳ δεινῷ εξανυομένῳ, εἴτ' οὖν κατὰ πονηρίαν, είτε φρόνησιν, ὧν μήτηρ ἡ δεινότης πεφιλοσόφηται, παρέπεται και τις δόλος, ὁμοίως δὲ καὶ σόφισμα. Σοφίσματι δὲ καὶ δόλῳ οὐκ ἄν τις απισχυρίσηται μὴ οὐχὶ καὶ υπόκρισιν τά γε πλείω παρακολουθεῖν. Καὶ εἰ μὲν ἀγαθὸς ὁ δόλος, ἀγαθὸν καὶ τὸ καθ᾽ ὑπόκρισιν και ρακολούθημα· οὕτω δὲ καὶ ἐπὶ σοφίσματος. Εἰ δὲ φαῦλα καὶ ἄμφω, καθά που οἶμαι καὶ τὸ κατὰ Σί νωνα, εἴη ἂν τοιαύτη καὶ ἡ κατ᾿ αὐτὸν ὑπόκρισις, καθὰ καὶ ἡ κατὰ τὸν περίπυστον ἐν μεγαλοψυχία Μεγάβυζον. Εἰ δέ τις αὐτὰ εἰς φιλοτιμίαν καὶ ἀν δρικὴν τόλμαν ἐγγράψεται, ἵνα καὶ ἡ ἀκόλουθος ὑπόκρισις ἐνάρετος εἴη. ἔστω μὲν αὐτὸ οὕτως ἔχον. Ἐγὼ δὲ οὐκ ἂν κατ᾽ ἐκείνους ἐσινάμην ἐμαυτὸν, κατακόψας μικροῦ δεῖν, καὶ τῶν καιριωτάτων ἐκ προυσθείς, δόξης χάριν κενῆς. κδ'. 'Αλλὰ τί μοι πλείω επέρχεσθαι παραδείγματα υποκριτικά, ἐπιδέοντα συχνὰ ἐκ παλαιτάτων ἀκου σμάτων τοῖς ἱστορεῖν προτεθειμένοις; Δέον εἰπεῖν συνεπτυγμένως καὶ οὐδὲ μακρὰν ἀληθείας, πλήρη νῦν τὸν κόσμον εἶναι ὑποκρίσεως· ὅς γε καὶ αὐτὸ τοῦτο τὸ ο κόσμος» είναι ψεύδεται παρ' ἡμῖν διὰ τοὺς τοιούτους, ὡς βλασφημεῖσθαι, καθὰ τὸ τοῦ μεγάλου Θεοῦ ὄνομα διὰ τοὺς μὴ ἐνθέου;, οὕτω καὶ τὸ τοῦ κόσμου διὰ τοὺς ἀκόσμου;· ὁποῖοι καὶ τὸ ἔθνος τῆς ὑποκρίσεως, οἳ τὴν ἀκοσμίαν ὑπὲρ πᾶν ἄλλο φύ λον τεχνῶνται, παραποιοῦντες τὸ τῆς φύσεως κόστ μιον. Επ' ἄλλοις γὰρ πεπλασμένοι κοσμίως, ὡς ὁ κοστ
col. 393–394page 11 of 17
PG 136:393μοποιὸς Θεὸς ἀπεφήνατο, ἄλλως αὐτοὶ μεταπλάτ τουσιν ἑαυτοὺς, δῆλον, ὡς εἰς τὸ ἔμπαλιν. Ακοσμος αὐτοὶ ἄρα πρὸς ἀλήθειαν, καὶ δι' αὐτὸ ἔξω κόσμου ἄλλον τρόπον, ἤπερ οἱ πνευματικῶς ἀναχωρηταί. Αὐτοὶ μὲν γὰρ τῷ κατ' αὐτοὺς ἐξωτερικῷ εἰς ὑπερο κοσμίους υπερανοικίζονται· οἱ δὲ ὑποκριτικῶς ἔξω τοῦ κόσμου Αρπυΐαις ἑαυτοὺς παρατιθέασιν, ὡς ἐξωκεανίζεσθαι. ΕΧ κε'. Ἀλλ᾽ ἐνταῦθα μνησθεὶς τῶν ἁγίως καὶ θεο φιλῶς ἔξω τοῦ κόσμου ἀνδρῶν, τῶν ὑπερθεν γῆς καὶ πάντων τῶν κατ' αὐτὴν, τῶν ὑπερνεφέλων, τῶν αἰθε ρίων τὸν νοῦν, τῶν ἀειλαμπῶν τὴν νόησιν, τῶν φλο γέων ἀγγελικῶν, τῶν ἐκ Θεοῦ καὶ κατὰ Θεὸν φώτων, ὧν καὶ αἱ γλῶσσαι πύριναι ἀποστολικῶς καὶ ἡ λοιπὴ δὲ ἅπασα διαρτία, οἷς τὴν κακίαν καταναλίσκουσιν, ἐμπιπρῶντες ὡσεὶ καὶ ἄχυρα· οἱ κόσμον ἀφέντες καὶ τὰ ἐν κόσμῳ, πρὸς αὐτῷ θεῷ ἐγένοντο· διορῶ μαι στύλους μὲν ὀλίγους πυρὸς ἀσκητικοῦ ἐν ἡμῖν προφαίνοντας, γνόφου; δὲ μυρίους ὅσους υποκριτικούς, ἀποφραγνύντας καὶ διατειχίζοντας τους νεφε λουμένους, ὡς μὴ ἔχειν ποθὲν καταλάμπεσθαι, Προσεπιβλεπέτω δὲ καὶ καταιγίδας ἀποῤῥηγνυμένας ἐκεῖθεν, ἵνα καὶ τὸ φῶς ἐκείνων σβέσωσι, καὶ τὸ τῶν τοῦ ἐν ἡμῖν βίου ἐν ἀλαμπεῖ καταστήσων κς'. Ο κάκιστον θηρίον, ὑπόκρισις! τί δή ποτε πρὸς τῇ λαϊκῇ τοῦ Θεοῦ ἀγέλῃ ἐνάλλῃ καὶ τῇ ἱερᾷ, ἐξ αὐτοῦ Θεοῦ ἀφαρπάζειν πειρωμένη αὐτὴν, μᾶλ λον μὲν οὖν ἄλλως ἐπαπορῆσαι, οὐκ ἂν οἶμαι, μὴ δεόντως; Τί δή ποτε τὴν ὅλην φαρέτραν ἐκκενης, τοὺς ὡσιωμένους τῷ Θεῷ βάλλον; ὧν οἱ μὲν ἐν βίῳ δι' αὐτὸ δὴ τὸ βιωτικὸν οὐχ οὕτως ἐπιβουλεύονται οὐδὲ βάλλονται, οἱ δὲ τὸν βίον ἀπειπάμενοι φυλα δὲν, καὶ πάντων ὑπερπετασθῆναι τῶν κάτω προθέμενοι, ὧν μέρος καὶ ὁ πρὸς αἴσθησιν γάμος καὶ τὰ κατ' αὐτὸν σαρκικὰ (ὁ γάρ τοι λοιπὺς γάμος, ὁ κατὰ πνεῦμα, οὐκ ἔστιν ἀνδρὶ Χριστιανῷ οὐδενὶ ἀπόρβη της, οἶπερ ἐφίενται νοερώς οι φιλόκαλοι, τῷ τῶν ψυχῶν καθαρῷ νυμφίῳ ἑαυτοὺς παρθενικῶς ἀφοσιοῦντες) οἱ τοίνυν πρὸς ἀλήθειαν τοιοῦτοι ὅσιοι τοῦ Θεοῦ ἄσπονδον ἔχθραν ἐξανάπτουσι τῷ κοινῷ πολεμίῳ, γινομένῳ πρὸς αὐτοῖς ὡς μάλιστα, καὶ φιλοτιμουμένῳ τὸ ἀντίπαλον, καὶ οὕτως ἀνθάμιλλον. Καὶ τὸ αἴτιον, ὅτι γυμνωθέντες οἱ τοιοῦτοι τῶν τῆς παχυτέρας ζωῆς ῥακέων, ὃ δὴ λέγεται, ἀπαρακαλύπτως είλοντο κατὰ τοῦ ἀντικειμένου τοξάζεσθαι ὑπὲρ πάντα τὸν λοιπὸν ἄνθρωπον· καὶ τὴν τοῦ βίου παρεκδύντες τύρβην, καὶ ὡς ἐκ πόλεως ταύτης, καθ' ήν ἔστι πολεμικῶς πυργηροῦσθαι, προποδία σαντες οἷα καὶ εἰς πεδιάδα, ἐν ᾗ οὐκ ἂν ὑπίδοιτό τις λόχον αὐτόχρημα, στρατιῶται Θεοῦ εἶναι τάσ τονται, φύλακες τῶν ἄλλων πάντων ἀνθρώπων, ὀφειλόντων μὲν καὶ ἐκείνων μὴ ἀπονυστάξειν, οὐ κατ' αὐτοὺς δὲ, τοὺς ἤδη ταξαμένους τὰ ὑπὲρ τοὺς λοιπούς. Αὐτοὶ μὲν γὰρ τοῦ Θεοῦ κραταιοί, σφόδρα ἐξηρμένοι τῆς γῆς, καὶ διὰ τοῦτο φερέγγυοι, κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀνθίστασθαι, τῶν καὶ
col. 395–396page 12 of 17
PG 136:395', πολλῶν, ψαλμικῶς καὶ τοῦτο εἰπεῖν, καὶ ἐξ ὕψους πολεμούντων· οἱ δὲ ἄλλοι κάτω ἔτι βαροῦνται, καὶ οὐκ ἐς τοσοῦτόν εἰσιν ἀξιόμαχοι, κἂν ἄλλως τῷ κατά Θεὸν ζήλῳ καὶ τῷ οὕτως ἐνδομύχῳ πυρὶ ἀναπτή μενοι, οὐκ εἰς ἄνθρακας, οὐδὲ εἰς φλόγα τὴν τυχοῦσαν, ἀλλ᾽ ὡς εἰς ἀστραπάς, αἱ πληθυνόμεναι τα ράσσουσι τοὺς ἐχθροὺς τοῦ Θεοῦ, ὑπεραναβαίνωσιν οὐκ ὀλίγοι τοὺς διόλου μελαμφόρους, ἐξανύοντες καὶ κατορθοῦντες, ἃ μὴ ἐτάξαντο. Οὔς οἶμαι καὶ δεδιότες, ὅσοι τῶν μοναζόντων εἰς ὑπόξυλα ἑαυτούς ἀγάλματα κατ' ἀρετὴν ἀναστήλωσαν, καὶ μὴ φέροντες, εἴπερ αὐτοὶ μὲν ἐστρατεύσαντο, ἄλλοι δὲ ἀποφέρωνται τὰ ἔπαθλα (καὶ αὐτὴ πάντως ὀρθό τατα), εἴτε, αὐτῶν ἀποῤῥιψάντων μικροῦ τὴν παν οπλίαν τοῦ πνεύματος, ἐκεῖνοι αὐτὴν ἀντενεδύσαντο εἰς τε εὐπρέπειαν καὶ εἰς ἀχύρωμα, εκτρέπονται εἰς ὑπόκρισιν· καὶ περιβαλόμενοι ταύτην εἰς ἐπίσ κρυψιν ὡς οἷά τι ἐλαφρὸν ἁγιοποιὸν ὅπλον, φενακίζουσι τοὺς ἁπλουστέρους, ὅτι ἔνοπλοι τοῖς ἐχθροῖς δαίμοσιν ἀντικαθιστάμενοι, καὶ οὕτως ἀποσοβοῦντες ἐκείνους, ἀποσοβοῦσι τὴν ἀρετὴν,· καὶ πᾶσαν ἐκεί νην εἰσοικίζονται, ὡς εἰ καὶ ἀνέκαμψαν εἰς πρεσβυγενῆ ἀρχέγονον πλάσιν, δι' ἧς οἷα καὶ ἐν παρα δείσῳ διαιτώμενοι, ἀνενόχλητοι τῷ ἐπιβούλῳ τῶν ἀνθρώπων δαίμονι ἐκβεβήκασι. κζ'. Καὶ ἴδοις ἂν αὐτοὺς οὐκ ἂν μὴ οἴους τε ὄνο τας, ἀπατῆσαι πάντα ἄνθρωπον, πεπλασμένους όλους ἐκ ποδῶν ἕως κεφαλῆς. Οὐ μόνον γὰρ ἐπίτης δες νήλιποι καὶ ἀνιπτόποδες περιέρχονται, καὶ δύο που γέμοντες ἀπὸ ἄνωθεν ἕως κάτωθεν, ἀλλὰ καὶ λοιπήν κάκωσιν τεχνῶνται περὶ τοὺς πόδας, ὁποίαν εἰκὸς περινοεῖσθαι αὐτοὺς, κυρώσαντας καθάπαξ παραλλαγὴν τοῦ θείου πλάσματος. Βάδισμα δὲ περ ποιοῦνται μορφαστικῶς, ὁποῖον μυρμηκίζων τροχαλὸς πάσχοι ἂν γέρων, ἔμφασιν οὕτω πέμποντες, παραλελύσθαι τῆς κατὰ φύσιν τονώσεως τῇ ἐγκρατ τείᾳ, καὶ παρασχεδὸν ἥκειν τοῦ νενεκρῶσθαι. Καὶ μὴν αἱ χεῖρες ἐνταῦθά γε ἄλλα μαρτυροῦσι. Πέρυ σημέναι γὰρ ταῖς εἰς κόρον τροφαῖς, ἀντιφωνοῦσι τῷ οὕτως ἀρετῶντι. Τὰ μέν τοι περὶ τὸ πρόσωπον, ἀλλ᾿ αὐτὰ ἑτεροίᾳ τύρβῃ. ψεύδους. ἐμφαίνεται. Ο μὲν γὰρ πώγων ἢ ἀμελούμενος δυσπρόσοπτός ἐστι διὰ τὴν ἐγκρατευτικὴν ῥύπωσιν καὶ τὴν ἐκεῖθεν εἰ δεχθῆ πίλησιν, ἢ κτενιζόμενος εἰς εὐπρέπειαν, ἐκεῖ. δεν εκκρεμάμενον φέρει τὸ πᾶν τῆς ἀρετῆς, στεγά ζοντος αὐτὴν σεμνῶς τοῦ κατὰ τὸν μύστακα πάππου, οἷα καὶ ορόφου λαχνήεντος. Τὰ δὲ ὑπερθεν εξ που καὶ αὐτὰ κατὰ τὰς χεῖρας τέτρεψεν εἰς ὡραϊσμὸν, ἀλλ᾽ ἔχει καὶ κατὰ τούτων ὁ ἀσκητὴς τεχνητὸν ᾤχρον, δι' οὗ πολυειδῶς ἑαυτὸν ἀφανίζων βέδαπται. Οἱ δὲ ὀφθαλμοί, τὸ καλὸν τῆς ψυχῆς ἔγοπτρον, ὁ λύχνος τοῦ σώματος, ὁ ἐν τῷ κατ' ἄνθρωπον οὐρανῷ ἥλιος, αἱ τοῦ κατ' αἴσθησιν ἐν ἡμῖν φωτὸς πύλαι, ὁ τοῦ προσώπου κόσμος, ἀλλὰ καὶ αὐτοὶ ἀχρειοῦνται τῷ ὑποκριτῇ, κνυζόμενοι ἀκαίρῳ σκυθρωπότητι, συστέλλοντες τὸ ἱλαρὸν καὶ οὕτω νεφούμενοι, οὐ σχε δαννύντες τὰς ὀπτικὰς ἀκτῖνας, ὡς πανταχοῦ θέειν,
col. 397–398page 13 of 17
PG 136:397καὶ ἀκαρεῖ χρόνῳ τῶν ἄνω καὶ κάτω καὶ πέριξ &; δράττεσθαι θειότερον, καὶ οὕτω τὴν θέαν μὴ ψεύδεσθαι· ἀλλὰ κατὰ γῆς μόνης αὐτὰς βάλλοντες εἰς ἔνδειξιν ἀκουσίαν τοῦ μόνην γῆν εἶναι τὸ οὕτω και τὼ βλέπον. Καὶ μὴν ἐχρῆν, οὐρανοβάμονα ταξάμενον εἶναι ἄνω βλέπειν συμβολικῶς, καὶ οὕτως αἴρειν ὀφθαλμοὺς εἰς ὄρη, ὅθεν καταπέμπεται τοῖς ὀρθῶς Αναβλέπουσιν ή βοήθεια. κη'. Οὐκ ἀφίησι δὲ ὁ τοιοῦτος οὐδὲ τὸ στόμα εξ ἔχειν τοῦ κατὰ φύσιν ἐνεργεῖν, ἀλλὰ παραποιεῖ αὐτό, τὰ πολλὰ μὲν σιωπῶν κατὰ τὴν, ὡς ἄν τις πυθαγο ρίζων εἴποι, ἐκσίγησιν· ὅτε δὲ καὶ φθέγξασθαι αὐτ τῷ εὐαρεστηθείη, νυχτερίδων δίκην ὑποτρίζων, ὡς μὴ αἴσθησιν έμποιεῖν τινι τοῦ λαλεῖν· εἰ δὲ καὶ διαρθρούν δέει τὸ προφαινόμενον ηρέμα, καὶ τότε ὑποψοφῶν, ὡς εἰ καὶ εὐλαβεῖτο, μὴ συνεκπνεύσοι καὶ τὴν ψυχήν. Ενδειξις ταῦτα τῷ τοιούτῳ ἐναρέτῳ τοῦ πεπνίχθαι τὰ ἐντὸς αὐτῷ ἐν ἀσιτίᾳ καὶ λοιπῇ καχεξία, ὡς μὴ τόνον ἐντεῦθεν ἔχειν αὐτῷ μηδὲ τὴν ἐκπνοήν. Λαλιᾶς δὲ τοιαύτης ὁποῖος τις ἂν εἴη νοῦς; Πλατὺς μὲν γὰρ πως ἂν γένηται τῷ οὕτω δυσλάλῳ καὶ δι' αὐτὸ στενολεσχοῦντι, γλυκὺς δὲ οὐκ ἂν οὐδόλως ὁ καὶ δυσαίσθητος. Αφέλειαν δὲ ἡλίκην ἔχει ἀν, εἴσεται ὁ ἀκούσας, ὃς μὴ εἴην ἐγώ. Πραγματεύεται δὲ ἄρα ἐν τούτοις ο ψευδάνθρωπος τὴν τῆς ἰδιωτείας ἐπίκρυψιν. Αγροικοι γὰρ πάντη πάντως οἱ τοιοῦτοι πραγματευόμενοι τὸ σιγηλὸν καὶ τὸ ὀλιγοῤῥημονεῖν, διὰ τὸ ἐκεῖθεν ἀνεξέλεγκτον· ὡς οι γε σοφοί μοναχοί, καὶ γραμμάτων ἄνθρωποι, καὶ ἀρετῆς ἄνδρες, καὶ μύσται χρηστῆς παιδεύσεων, τήν τε φωνὴν τοροῦσι, τρανότερον λαλοῦντες, καὶ τὸ φθέγμα καλλύνουσιν, ἐννοίας ἐμμούσους ποταμῶν δίκην ἐξερευγόμενοι, ὧν τὰ ὁρμήματα εὐφραίνουσι πόλεις Θεοῦ· καὶ τοῖς ὀφθαλμοῖς λάμπουσι, καὶ τοῖς προσώποις εἰς ώρα σμὸν θεῖον ἐρεύβονται· καὶ τῷ ὅλῳ κατά φύσιν ἀνα στήματι τὸ θεῖον πλάσμα επαληθιζόμενοι, καὶ ταῖς πράξεσιν εἰς Θεοῦ μίμησιν εἰκονίζονται. Οὐ μὴν κατὰ τοὺς παρ' ἡμῖν ὑποκριτικῶς τυποῦνται, οἳ τὸ ἀκατάληπτον μεθοδεύοντες κομμωτικώς, ὑπογράφουσι τὴν ἔμπρακτον ἀρετὴν, εἰ καὶ μὴ ἔχουσι δι όλου αὐτὸ ἐξανύειν, ότι μηδὲ δυνατόν. κι. Πλεονάζουσα μὲν γὰρ ἡ ἀρετή, καὶ πραγματ τειώδης ἀληθῶς οὖσα, καὶ σπουδαζομένη κατὰ πάν τα τρόπον, ὡς ἄγχεσθαι δι' αὐτῆς ἀνδρικῶς ὁποῖα καὶ λέοντα τὸ κατὰ ψυχὴν ἄλογον, πνίγος ἂν ἐντὸς μοχθηρίαν, μὴ ἔχουσαν εκφανθῆναι, εἰ τίς που ένα δόμυχος κρύπτοιτο· καθὰ καὶ ὀδμὴ δυσαπόφορος ἀρωμάτων παραβεβλημένων εἰς πλῆθος οὐκ ἂν ἔχοι φιλενδεικτεῖν τὴν φαύλην ἔσφαν. "Οτε δέ τινι τὰ μὲν ἐντὸς ἁπάσης ἀκαθαρσίας γέμει τῆς διὰ και κίαν, ἔξωθεν δὲ ἀρετῆς προφαίνοιτο χάσμα ἐπίπλαστον, πῶς ἂν ἐκεῖ νικῴη τὸ ἀληθῶς ἐνάρετον, οὗ μηδόλως μέτεστι τῷ ἀνδρί; Ἀμέλει καλῶς ὁ τὴν ἐνάρετον πράξιν ψευδόμενος, καὶ ὡς οἷον ἐφιμυθιων μένος κατ' αὐτὴν, καὶ προσθέτῳ ἐρυθήματι καλλυνόμενος, οὐ κρύψεται τὴν αἰσχρίαν διὰ παντὸς, ἀλ λὰ ταχὺ ἐπιγνωσθεὶς ἐκφανεῖται, καὶ διαδείξει φαι
col. 399–400page 14 of 17
PG 136:399τὸν ἀπατεῶνα καὶ ψευδεπίγραφον. Ἔχει δὲ διπλόην ὁ τοιοῦτος ἐκφάνσεως. "Η γὰρ ἀνύσας ἤδη τεχνικῶς τὴν ὑπόκρισιν, καὶ ἰσχύσας ἐξαπατῆσαι τοὺς τετι χηκότας, καὶ λογισθεὶς ἐν ἁγίοις, ἀπολούεται τὴν ὑπόκρισιν τοῦ λοιποῦ· καὶ καθαρός οὕτω γενόμενος ἐκφαίνει τὸ ἐν αὐτῷ δαιμόνιον, καὶ πληροφορήσας τοὺς θεαθέντας, ὅτι κατετάχθησαν ὑπ' αὐτοῦ σκηνο βατήσαντος, τὴν ἁγιωσύνην διαδείκνυται, ὅπερ ἦν ἐκφύσεως καὶ φαύλης βιώσεως. Ἡ ἀλλὰ εὐλα βηθεὶς τάχιον τὴν ὅλως ὑπόκρισιν τοῦ καλοῦ, ὡς καὶ αὐτὴν βαρείαν καὶ καταπονοῦσαν αὐτὸν πρὸς ὁμοιότητα τοῦ ἐν ἀγεννεῖ τῷ σώματι πρὸς ὁπλιτικὴν σκηνὴν ἐνδεικνυμένου τὰ τῶν καταφράκτων στρα τιωτῶν (οὐδὲ γὰρ οὐδὲ ἐκεῖνος εὐρύθμως διόλου έχει κινεῖσθαι, περιβεβλημένος βάρος ὁπλίσεως πολυτάλαντον), ἀποῤῥίπτει μὲν καὶ αὐτὸ τὸ πρόσχημα τῆς ἀρετῆς ὡς βαρὺ καὶ ἀβάστακτον, ἀποκαθίσταται δὲ δραπετεύσας ἐκεῖθεν ταχὺς εἰς τὸ προφανῶς ἐφάσ μαρτον. λ. Καὶ οὕτως ἑκάτεροι δοῦλοι τῆς ὑποκρίσεως, ὅ τε παράμονος καὶ ὁ φυγάς, ἀποσώζουσι καθαρὰν εἰκασίαν πρὸς τὸν πρωτοφανῶς ὑποκριτὴν, τὸν παλαίτατον δηλαδή. Εκείνός τε γὰρ ὁ τυχών, εἴ που καὶ λάχοι ἄνθρωπος ὢν καὶ μιμησάμενος ἡρωικά πρόσωπα, εἶτα μετὰ τὴν σκηνὴν εἰς τὸν πρῴην τα πεινὸν ἄνθρωπον ἀνέκαμπτε· καὶ ὁ καθ᾽ ὑπόκρισιν δὲ μοναχὸς τὴν ἀρετὴν παίξας ἐφ' ὑποσονοῦν, ἐκεῖ. νος αὖθις μένει ὁ καὶ πρὸ τῆς σκηνοβατήσεως ἁμαρτωλός. Αποκληρούσθωσαν δὴ καὶ οἱ τοιοῦτοι ἄνθρωποι τῇ παιγνήμονι θυμέλῃ, καὶ ὑποτακτικοὶ μὲν ὄντες τετάχθωσαν εἰς ἁπλῶς θυμελικούς, καὶ αὐτοὺς οὐκ ἐμμελεῖς· ὑπερκαθήμενος δὲ λογιζέσθων σαν ὡς εἰς θυμέλης προάρχοντας, οἱ καὶ γελάσθωσα σαν τῶν οὐ σπουδαίων ὑποκρίσεων, ἔννοιαν τοῖς περ πειραμένοις ὑποβάλλοντες, οἷοι μὲν ἅμα τῇ κουρά ἐξεφάνησαν, οἷοι δὲ μετὰ χρόνον οὐ πολὺν ἀπεδείχθησαν. Υπεκρίναντο μὲν γὰρ, τὸν βίον πρόπαντα φυγεῖν, ἀκολούθως δὲ καὶ τὰ παρεπόμενα, ἐν οἷς καὶ οἱ πρὸς γένους καὶ οἱ ἄλλοις γνωστοί. Ετάξαντο δὲ καὶ ἀτυφίαν καὶ ἐκτοπισμὸν καὶ τὸ ὅλως ἄβ:ον, διδ οὐκ ἂν καὶ μετάδωσιν. Τίνος γὰρ ἂν μεταδοῖεν οἱ μηδὲν ἔχειν προσποιησάμενοι, καὶ μηδὲ ἄνθρωπον βλέπειν ἄλλον κυρώσαντες, ὅτι μὴ μόνους ἑαυτούς; Μικρὸν δὲ τῇ σκηνῇ ταύτῃ ἐμμελετήσαντες, καὶ τὸ δράμα ἐπιδειξάμενοι, ὡς αὐτοὶ ἐχορήγησαν, ἑαυτοῖς καὶ τοῖς ἀβαθεστέροις θεαταῖς εὐηρεστηκότες ἐν μόνον τῆς δραματουργίας παρακατέσχον εἰς τέλος οἱ πλείους, την προφαινομένην πένθιμον μελανίαν τῶν δὲ λοιπῶν ἀπέσχοντο, μή, ὅπερ ἔπαιζον, μεί ναντες, καὶ μηδὲ εἰς τὰ πρότερα γοῦν ἀποκαταστάντες, ἀλλὰ μεταποιηθέντες εἰς χείρονας, τὸν κόσμον ἐς τοσοῦτον οἰκειωσάμενοι, ὡς ἐκείνου μᾶλλον εἶναι δοκεῖν, ἢ τοῦ ἁγίου φροντιστηρίου. λα. Τοπρὶν μὲν γὰρ ἡ βίου ζήτησις ἡτισοῦν ἀπῆγεν αὐτοὺς τῆς ἀγορᾶς, ἡ ἐντροπή προφάνσεως. Ωχνουν γὰρ τὴν ἐν τοῖς πολλοῖς θέαν· οἱ πλείους μὲν διὰ τὸ τῆς κατὰ κόσμον ἀναβολῆς οὐκ ἀξιοθέα τον, πολλοὶ δὲ καὶ διὰ κακουργίαν αἰσχύνουσαν, ὧν δή τινας καὶ κάθειρξις ἐπέκρυπτε κακουργοῦντας, καὶ οὕτω λαγχάνοντας τὸ οὕτω κρύπτεσθαι οὐ καθ'
col. 401–402page 15 of 17
PG 136:401ἑκούσιον, ὅτε οὔτε τῆς συγγενείας ἦσαν πάντως ἐπί στροφοι, οὔτε τῆς συνηθεία;· ἐπεὶ μήτε δ τέχνης σχολάζων ζωῆς χάριν ἄδειαν ἔχει τὰ τοιαῦτα ἐπισκέπτεσθαι, οὐδὲ μὴν ὁ κρυπτόμενος όπωσοῦν. Αλλ' ἐπει δὰν ἕκαστος αὐτῶν ὑποκρινόμενος, εἰς τὸ πρότερον ἦθος ἀποκατασταίη, ἐπιτείνει αὐτὸ εἰς ἐμμέλειαν εὐκ εὐάρμοστον. Επανελθών γὰρ τῆς κατὰ πνεῦμα φυγῆς, φανητιᾷ, καὶ ταῖς προόδοις ἐλλάμπεται· καὶ τὸ μονότροπον ὡσεὶ οὐδὲν λογισάμενος, πολιτεύεται πρὸς βίον ἀπόβλεπτον, φιλοτιμούμενος, καὶ τὴν συγ γένειαν πληθῆναι καὶ τὴν γνωριμότητα. Και γε πληθύνει αὐτὰ, ῥυθμίζων ἑαυτὸν οὐ καθ' ἑτέραν ἀναλογίαν, ἀλλὰ τὴν εἰς πολλαπλάσιον. λβ. Καὶ τοὺς τρόπους του πληθυσμοῦ τοῦδε προ φέρειν μυσάττομαι, ὧν εἰς πρὸ παντὸς ἔργου ἡ τῶν τέκνων ἐπίκτησις, ὧν τὰ μὲν σαρκικὰ ἐῤῥόντων ἐγώ δὲ λέγω τὰ κατὰ πνεῦμα, ὁποίοις ὁ μέγας μὲν Αβραὰμ ἄλλως χαίρει, ετεροίως δὲ ὁ ᾿Αβραμιαίος οὗτος γέρων, ὃς χάριν αὐτῶν δυσκολίαν ὑποκρινάμενος βιοτῆς, καὶ τὸν ἀρχιερέα ὑποποιησάμενος, καὶ γελάσας μὲν οὖν, καὶ εἰς ψυχῶν ἀνάδοχον ἐπικριθείς, καὶ οὕτω διαβὰς ἀδεῶς εἰς τὰ κατὰ βίον σωματικά, καὶ τῇ τῶν τέκνων εἰσποιήσει πλατυνάμενος, ἅπερ ὅσα καὶ μήτηρ ἡ γραῖς ὑπόκρισις ὑπὸ τῷ καλῷ γέροντι ἔτεκεν, εἶτα καὶ τὸν ἐνδόντα τεκνοποιεῖν ἀποπροσποιεῖται, ὡσεὶ οὐθὲν ἐνώπιον αὐτοῦ ἐκεῖνον λογισάμενος. Οὕτω δὲ μετὰ τὴν ἐκ φυγῆς ἐπανέλευσιν ἐκε κοσμίου λογικὴν ἀποκαταστὰς ἀκριβοῦται, καὶ τὸ μὴ ἄτυφον μένειν. Καὶ τοῦ γὰρ ἂν εἴη ατυφία πα τὰ τοῖς ἀπολεξαμένοις μὲν τὴν ταπεινότητα, καὶ δὴ τὴν αὐτῇ ὀπαδὸν ὑπακοὴν, ἑλομένοις δὲ τὸ αὐτ τόνομον καὶ προτακτικόν, λγ. Οὐκοῦν συχνὸν τοῖς ὁσίοις μετὰ τὴν ἐκ φυγής. κάθοδον εἰς τὰ κοσμικὰ πάτρια οὐ τὸ «Εὐλόγησον, ο οὐ τὸ ο Ὡς κελεύεις. ο οὐδὲ τὸ «Ναι, τίμιε Πάτερ, ο άλ λὰ τὰ τούτων ἀνάπαλιν. Τῆς γὰρ ὑποταγῆς ἀλλαξάμενος τὴν ἐπιταγήν, εὐλογεῖ μὲν, ἀλλὰ κατὰ πρόσω του τὰ πολλὰ διαβόλως· κελεύει δὲ τοῖς ὑπακούουσιν ὅσα καὶ τύραννος· ἀπαναίνεται δὲ προκαλούμενος εἰς τι ἐνάρετον, αὐτὸς ἑαυτὸν κανονίζων, αὐτὸς ἑαυ τῷ ἀρέσκων, ἑαυτοῦ καὶ μόνου τὸν κόσμον τιθέμενος, φάναι δὲ καὶ ἄλλως, ἑαυτὸν μόνον τῷ κόσμῳ προςλογιζόμενος· οἵπερ ἐκτοπισθεὶς εἰς βραχὺ ἐπαν έδραμε ταχὺ πρὸς αὐτὸν, ὅσα καὶ παῖς παρὰ φίλην τιθηνόν· ἄλλως, ἤπερ ἔξει, ἀναχωρήσας ὁ κοσμι» κὲς ἀσκητὴς, καὶ ἀντὶ τοῦ ἄνω χωρῆσαι ὡς εἰς αὐτ τὸν Θεὸν, ἀνόπιν χωρήσας, οἷα οὕτως ἑρμηνευομένας τὴν ἀναχώρησιν πρὸς τοῦ φαύλου διδασκάλου δαίμονος, και πως οὕτω φιλοσοφήσας κυνικός γενέ σθαι, οἷς κύνεον τρόπον ἀναλαβὼν εἰς τὸν οἰκεῖον έμειν ἐπανέστρεψε. Μή που δὲ καὶ ἀλλοτρίοις ἐμέ τοῖς ὁ τοιοῦτος προσανεχρώσθη μετὰ τὴν ἐπάνοδον, τήν τε πρώην φαυλότητα ἐξευρών, καὶ ἄλλην προσ επικτησάμενος. λά. Πρὸς γὰρ τοῖς ἄλλοις οὐκ ὀλίγοι καὶ τέχνας καὶ ἐμπολὰς μετὰ τὴν κουρὰν προσεπιλαβόντες, ἐπανέρχονται εἰς τὸν βίον, καὶ ἐκεῖθεν ἔμφορται, καὶ ἄλλα δὲ προσεπιφορτίζεσθαι δεξιοὶ διὰ τὸ ἐκ τέχνης ποριστικῶν. Οἱ δὲ τοιοῦτοι πῶς ἂν εἶεν ἄδιοι, ὅπερ ἐξ
col. 403–404page 16 of 17
PG 136:403Α' ἀρχῆς προέθεντο; Βίος μὲν γὰρ ἅπας ὁ κατὰ κά σμον χρηματιστικός, ὡς ἐγχωρεῖ, ὁ μὲν οὕτως, ὁ δ' ἄλλως, καὶ οὕτω κτητικός. Ὁ δὲ ἀκτημονεῖν ἐπ' ἀληθείᾳ κυρώσας, καὶ ἀπραγμάτευτος εἶναι, καὶ ἀρκεῖσθαι τοῖς παραπίπτουσι, τι ἂν ὅλως δέοιτο κόσμου καὶ αὐτίκα βίου; Ακτημοσύνης ὄρεξις έρη μοῖ φροντιστήριον. λε'. ᾿Αλλὰ τούτοις μὲν περιττὸν ἐμπλατύνασθαι. Ικανῶς γὰρ αὐτὰ ἐν ἄλλοις περιειργασάμεθα πρὸς ἀλήθειαν συγγραφικήν. Ἐγὼ δὲ καί τι ἀρετῆς ἀνα ποκρίτου εἴδωλόν, εἴτε βρέτας, είτε κεράμβηλον (εἰκόνα γὰρ ἐπὶ τῆς ἐπαράτου εἰπεῖν κατοκνῶ) έχει θήσων ήκω θεομισές. Κατεπιχειροῦσι καὶ τῶν αἰ χείων σαρχῶν ἔστιν οὗ οι τὴν ἀρετὴν προσποίητοι, και πως οὕτω συμβολογραφοῦσιν οἱ ἐξώλεις, ἄξιοι κατακοπῆς εἶναι, ἀπάργματα οἷον μυσαρὰ ταῦτα τῇ κατὰ σφᾶς ὁσιοῦντες θεῷ, τῇ ὀρέξει, ὧν Θεὸς καὶ αὐτὴ λέγοιτ' ἂν, καθὰ καὶ ἡ κοιλία. Καὶ οἱ μὲν μαχαιριδίῳ ξέοντες ηρέμα τὴν ἐπιπολὴν τῆς σαρ κός, ὅποι διακρίνουσιν αὐτο!· οἱ δὲ ἐνύχων ὀξύτητα ἀποσύροντες, ἄλλοι δὲ καὶ ῥίνη κατακονώντες, πλάτω τονται τοῖς θεωμένοις, εἴτε ἰδίᾳ τέκνοις, εἴτε κοινή λαοίς, πληγάς ταύτας ἐκ δαιμόνων αὐτοῖς ἐπιτεθεῖσθαι νύκτωρ ευχομένοις. Τερατεύονται δὲ ταῦτα, ἵνα καὶ ἐκπλήξωσι τῇ θέᾳ εἰς ἁγιωσύνης ένδειξιν, καὶ οἶνον δὲ οἶμαι καὶ ἔλαιον οὕτως ἐφελκύσωνται εἰς ἰατρευτικὴν ἐπίθεσίν τε καὶ ἔνθεσιν. Φιλυτι μοῦνται δὲ οἱ αὐτοὶ καὶ φθειρῶν πληθυσμούς, ὡ; καὶ ἔξω τῶν ῥακέων Έρποντα προφαίνεσθαι τὰ ζωδ φια. Καί που καὶ ἑτέρωθεν ἐρανίζονται, τυχὸν μὲν καὶ δι᾿ ἐμπολῆς, ἴσως δὲ καὶ δωρεάν. Διὰ τί καὶ τοῦτο; Ἵνα τῆς ἀγέλης ταύτης τεθαυμαστωμένοι ζώοις περιουσιασθήσονται, δι' ὧν ἔσται κέρδος αὐτ τοῖς τὸ μάλιστα κατὰ σκοπὸν τοῖς ὑποκριταῖς. Επ τοὺς σιδηροφόρους, οι δι' ἡμέρας τεθωρακισμένοι μὲν ἔνδον, προφαίνοντες δὲ ὅμως τὸν θωρακισμέν εἰς ἐπίδειξιν, ἐν τῷ κνήθεσθαι καὶ τοὺς φθεῖρας πολυπραγμονεῖν, καὶ ἄλλως δὲ διασείεσθαι, καὶ που λυτρόπως μηχανάσθαι τὴν θέαν· ἀλλὰ νύκτωρ ἀπ βάλλονται τὸ τοιοῦτον βάρος, ὡς ἂν ἐλαφροὶ ὦσι και τακοιμᾶσθαι. Τοὺς δὲ καὶ αἵματι χρίοντας τὴν κοί λην του σιδηρέου κυκλώματος περιφάνειαν, ὡς διο κεῖν αὐτὸ παρατρώγειν τῶν τοῦ ἀσκητοῦ σαρκῶν, καὶ οὕτως αἷμα οἷον ἐξαποπτύειν, ἐξολέσοι ὁ Θεὸς, οἷα αἵματι χαίροντας· ὡσεὶ καὶ αἱμάτων ἦσαν ἄνδρες, ὧν ψάλλων ὁ Δαυτό ῥυσθῆναι εύχεται. λς'. Ἐμοὶ δὲ ἔπεισι μνησθέντι και τι γελοῖον εἰ; πλέον ἐκθέσθαι φάκτον τοιόνδε, εἰς πεῖραν ἐληλυθὸς πλατείαν ἦν ὅτε τοῖς Μεγαλοπολίταις, δ καὶ ἡμᾶς ἐκπλήξαν παρέμεινεν εἰς μνήμην διηνεκή. Εγένετό τις ἡσυχαστικῆς ἀρετῆς ἀνὴρ ἐπίτριπτος εραστής, Ιθύνοντος τὴν Ῥωμαϊκὴν λήξιν τοῦ παμμάκαρος Ιωάννου τοῦ Κομνηνού, σιδήρω μεσολαβούμενος σφίγγοντι, σπίλος ὅλος ἐκεῖνος, γλοιός μυσαρός, ρύπος ἀνέκπλυτος· διὸ καὶ ἐπωδὼς ἐκεῖνος εἰς δυσπρόσιτον, οἷς ἀκαθαρσίᾳ ἐστεγανοῦτα, άλλα τε βήματα εἰς ἐπωνυμίαν ἐκληρώσατο κωμωδούμενος, καὶ νηρούμενο; δὲ ἐπεκαλεῖτο· καὶ ἐξενίκα τοῦτο
col. 405–406page 17 of 17
PG 136:405εἰς κλήσιν. Ἐκεῖνος δὴ ὁ τῷ κατ' ἀρετὴν σχηματισμῷ τὴν ἀρχὴν μὲν ἄγγελος εἶναι πεφαντασμένος, τῇ δὲ ὕστερον πρὸς ἀλήθειαν ἀποδείξει δαίμων είναι διεγνωσμένος, ἤδη δὲ καὶ ὕπερθεν ἐκείνου ἐνηνεγμένος, οἷς παχύτερον ἐπλημμέλει πρὸς σάρκας, καὶ κρεάτων οικείων ἀπέλευσιν ἐσοφίζετο, τῇ τοῦ σιδήρου δῆθεν παρατρίψει διαβιβρωσκομένων εἰς βά θος, ὅσα καί τι ξύλον ὑπὸ πρίονος. Καὶ τὸ σόφισμα μικρὸν τῷ ὄντι, καὶ οὐ μόνον πραγματικῶς, ἀλλὰ καὶ τῷ τρόπῳ τοιῷδε δντι. Πνεύμονα ζωϊκὸν ἢ καὶ παρ ἀπολαμβάνων, καὶ εἰς λεπτότητα κατακνίζων χλιώδη, ὁποῖα τὰ μεμασημένα, καὶ προσπλάττων, ὅποι παρείχει τοῦ σιδήρου, εἰσεδέχετο τοὺς ὁμιλητὰς· καὶ μετὰ βραχεῖαν λαλιὰν διεσείετο ηρέμα, ὡς εἴπερ ὠδυνᾶτο δακνόμενος. Εἶτα τὴν χεῖρα καθιεὶς ἔνδον, ὅποι τὸν πνεύμονα ἐκεῖνον κατέχρισε, καὶ χρησάμενος ἐξῆγε τὴν ἐξάγιστον ὑπουργὸν εἰς φῶς, καὶ ἐπιφωνήσας οδυνηρῶς τὸ «Τα κρέατά μου, ο διετίνασσεν αὐτὴν πρὸς τέχνην· ὡς τὸ μὲν τοῦ μύ σους καταπεσεῖν εἰς γῆν, ὅτον ἤδη καὶ σήψεως, τὸ δὲ ἐναπομείναι τῇ περὶ τοὺς ὄνυχας σήραγγι Αν ἀποπλυνάμενος ὡσεὶ καὶ βορβορώδη χείμαρρον, ἔπεμπε πολὺ θαῦμα τοῖς μήπω εἰδόσιν ὁ μὴ μόνον τῶν ἐκεῖ ἐπάξιος. καταβρώσεως ἀληθοῦς τῆς ὧδε, ἀλλὰ καὶ σκωλήκων. ζ. Τίνος ἂν οἱ τοιοῦτοι φείδοιντο, εἰς τὸ οἰκεῖον σώμα κακουργοῦντες; Ποῖα ἀποπροσποιήσονται μου λυσμὸν οἱ οὕτως αἱμοχαρείς; Ποιος ἂν ἐφαρμόσοι ψόγος ἀνδράσιν, οἷς ἀγαθὸν αἱματηρά βαφή αὕτη, ὅσα καὶ γυναιξὶ φύκος; Τίς τὸ σιδήρεον τοῦτο γένος ἀξίως ἀποτρέψεται, οὗπερ ἡ πραγματεία χρυσωθή και δι' ὑποκρίσεως, καὶ οὕτως ἀποτελευτῆσαι εἰς χρύσεον λόγῳ ἀποπτώσεως κἂν γοῦν εἰς ἀργύ ρεον; λή. Έτι σεσημείωνται παρὰ τοῖς ἀνέκαθεν ἁγίοις ὀλίγοι μεγάλοι στυλίται, οἱ οὐρανοβάμονες, οἱ ὅσα καὶ διὰ κλιμάκων, τῶν στύλων, προσέσχον τῷ οὐ ρανῷ. Ἡ δὲ νῦν γενεὰ οἷα καὶ δένδρα συχνὰ ἐν ξυλόχῳ πολλαχοῦ γῆς τὸ στυλιτικὸν φῦλον ἀναδίνω σιν, οὐ ζωῆς ἐν αὐτὸ ξύλον, οὐδὲ γνώσεως ξύλον, ἀλλὰ παρά τι βραχὺ ξύλον αυτόχρημα, καὶ οὐδὲ κατὰ Δωδωναῖον ἐκεῖνο, οἵπερ ἦν τις λόγες, ἀλλὰ ἑτεροῖον καινόφωνον, ἐξ οὗ μόνον ἔστι τρυγᾶν τὸ Εὐλόγησον.» Εἰ δὲ καὶ διδασκαλίαν ἐν τοῖς ἄρτι στυ λίταις ἐπιζητοίη τις, πρόφασις τῷ ἰδιώτῃ στυλίτη γίνεται τοῦ μὴ ἔχειν λαλεῖν, ἢ καταπνέων ἄνεμος λιγυρὸς καὶ σκεδάζων τὸ τῆς φωνῆς ἔναρθρον, ἢ ἀσκητική τις ισχνότης, δι' ήν στενοχωρεῖται ἡ λαλιά. Τῆς δὲ κατὰ θεωρίαν ἀρετῆς οὕτω διεκπίπτων, ὅμως τὴν κατὰ χειρα κερδίαν πράξιν εν μάλα δ τοιοῦτος κατορθοί, δι' ἧς ἀνιμᾶται τὴν κάλαθον, ὅτε κατ' αὐτῆς κέρμα κτυπήσει. Καὶ τοιαῦτα μὲν αὐτῷ τὰ ἐν τῷ φανερῷ· τὰ δὲ ἐντὸς οἶδεν ὁ τὰ ἐν κρυ πτῷ βλέπων Πατήρ. Οὕτω δὲ ἔχοντες οἱ ἀνατετα γμένοι, τὰ τέκνα τῆς ὑποκρίσεως, οἱ μιμηταί τοῦ δαίμονος (τὰ γὰρ λοιπὰ τῶν κατ' αὐτοὺς ὑποκρίσεων εἴδη οὐκ ἂν, οὐδὲ εἰ μυρία κάμοι τις γράφων, δύναιτο περιηγήσασθαι), παράγουσι τοὺς ἁπλουστέρους εἰς πλατείαν κατάγνωσιν τῆς μοναχικής βιοτῆς, καὶ γίνονται ὑπόδικοι τῷ Θεῷ βαρείας κολάσεως,
Page scan enlarged

Notebook

Full View