PG 136Eustathius Thessalonicensis Metropolita
Exposition of the Pentecostal Hymn of Damascenus, from the Roman Edition
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 717–718page 109 of 132
PG 136:717σή'. Τοὺς δὲ πνευματεμφόρους και πνευματοφόρου; φαμέν, ὡς δῆλον ἐκ τοῦ — Πνευματοφόροις μαθηταῖς νῦν συγχορεύσωμεν -- οὗ ἀναλογία κατὰ τὸ σημειοφόρος καὶ τροπαιοφόρος· ὧν τοῦ μὲν ἀντὶ λυσις ἱερὰ τὸ σήμα θεότητος φέρον, τοῦ δὲ ἑτέρου Εξωτερικὴ τὸ - Εἰσῆλθε Τραϊανός, ἐπὶ τῶν ὤμων φέρων τὰ τρόπαια τὸ δὲ στόμα τῶν προφητῶν καθολικόν τι ὂν ὡς προσηγορικόν, ἀντὶ πληθυντικοῦ είληπται· καὶ λέγει ὅτι Ελεξαν οἱ πνευματέμφοροι προφῆται, Σώτερ, τὴν παρουσίαν σου. Ιστέον δὲ ὡς ἐκ τῶν ἔξω εἰσωδιάσθη τοῖς ἁγίοις καὶ ὁ πνευματέμ φορος· πνεῦμα γὰρ ὑπόγειον ἐν Δελφοῖς ἀνέρπον διὰ τοῦ μαντικοῦ τρίποδος, ᾧ ἐπεκάθητο ή Πυθία προφῆτις, ἐν φορεῖτο ἐκείνου καὶ οὕτω καινῶς ἐν θεάζουσα ἐξελάλει χρησμούς. 208. Τοὺς πνευματεμφόρους πνευματοφόρους,: Πνευματοφόροις σημειοφόρος οι τροπαιοφόρος, πνευματέμφοροιπνευματέμφορος. 209. σωματωδώς σαρκικώς. σωμα τωδῶς οι σωματικῶς ὁ λέων τοῦ λέοντος, εἰ ὁ δράκων, εἰ ὁ θεράπων, εἰ ὁ οὐκ ἀλέγων τοῦ οὐκ ἀλέγοντος, εἰ ὁ εὐέλθων τοῦ εξελθόντος. ω Μέδων, Μέδων, σε. Τὸ δὲ σωματωδῶς ἀντὶ τοῦ σαρκικῶς· οὐ προσλογιστέον γὰρ ἐνταῦθα τὸ τῆς λέξεως μετουσιαστικὸν, ὡς ἐντεῦθεν δῆθεν μὴ ταυτὸν εἶναι σωματω δῶς εἰπεῖν καὶ σωματικῶς· ἀλλὰ τῇ τοῦ μέτρου εἶχειν κἀνταῦθα βίᾳ δοτέον τῷ μελικῷ· τὸ δὲ, ὦ μέ έων, μετοχή ἐστιν, οὐ μὴν μετοχικὸν κατὰ τὸ ὁ λέων τοῦ λέοντος, καὶ δράκων, καὶ ὁ θεράπων, καὶ ὁ οὐκ ἀλέγων τοῦ οὐκ ἀλέγοντος, καὶ ὁ εὐελθων τοῦ εὐελθόν το;· διὸ καὶ φυλάσσει τὸ ω τῆς εὐθείας ἐν τῇ κλητι χῇ· εἰ δὲ καὶ κύριον ὄνομα εὕρηταί τις Μέδων, οὐ δὲν ἡμῖν τοῦτο πρὸς τὸ παρόν γίνεται δὲ ὁ κατ᾽ ἄν θρωπον Μέδων, ἐκ τοῦ μήδω τὸ βουλεύομαι συστολή τοῦ ἡ εἰς σ· βουλευτικὴν γὰρ πάντως καὶ βουλευτήν μήδω, η καὶ τὸν βασιλέα ὅτι μάλιστα εἶναι χρεών. σι'. 'Η δὲ ἐνδημία οὐ δῆμον ἕνα δηλοῖ ὡς ἐπὶ κοι σμικοῦ μέδοντος γίνεται, ἀλλὰ δήμους εννόμους ὅσοι τὸν κόσμον ἀπαρτίζουσιν, οὗ μέδων ὁ παμβασιλεὺς θεός. Εἰ δὲ δῆμον φαμεν τον Χριστιανικόν λαόν, οὗ βασιλεύει ὁ Θεός, καινὸν οὐδέν· οὐ γὰρ δημοκρατίαν ἐντεῦθεν ἐξ ἀνάγκης εἰσάγομεν, ἧς ὁ παντάναξ με ναρχος ἄπεστιν, ἀλλὰ τὸ αὐτεξούσιον δηλοῦμεν· οὗ καλῶς φυλαττομένου ἐν ἡμῖν, οὐδὲν τι πολυπραγμο ναύμεθα ὑπὸ τοῦ βασιλέως Θεοῦ, ἀλλὰ φίλτατοι αὐτ τῷ ἐγκρινόμεθα· καὶ οὕτω βασιλεία καὶ δῆμος ἐν ἡμῖν πρὸς μακαρισμὲν διεκφαίνεται, κρατοῦντος ἄριστα ἡμῶν τοῦ λογιστικοῦ, ὅτι τῇ ἀντιλήψει τῆς ἀρχικωτάτης ἁγίας Τριάδος, καὶ τὰς τρεῖς περισώ ζομεν ἐπαινετὰς ἀρχὰς, τήν τε βασιλικὴν, καὶ δι' αὐτῆς τὴν ἐν ἀριστοκρατία, καθ' ἦν καὶ ὁ ἀδελφικός δῆμος ἐμφρόνως ἐξορθοῦται εἰς ἀγαθόν· 8 μόνοις ἄρτι σκιαγραφείται, ὡς ἐγχωρεῖ τοῖς πάλαι μέν ποτε κατ' Εὐπρώην Ενετοίς, νῦν δὲ Οὐενέτοις εἴτουν Βενέτοις, ὧν ἡ χώρα. Οὐενετία, εἰς Βενετίαν τετριμμένη κοινῶς, παρ' οἷς τὸ μὲν μοναρχικὸν σώ ζεται, διὰ τοῦ ἐν αὐτοῖς ὑπερκαθημένου Δουχή; διὰ δὲ τῶν κονσούλων, οἶπερ εἰσὶν ἐπίλεκτοι σύμ βουλοι, τὸ ἀριστοκρατικόν· οἱ δὲ παρ᾽ αὐτοὺς καὶ μετ' αὐτοῦ;, τὸ δημοτικών συμπληρούσι φῦλον· καὶ τριπλόκῳ σχοινίῳ τούτῳ εὐχρήστῳ διαπεπλεγμένῳ εἰς ἄῤῥηκτον, τὴν κατ᾿ αὐτοὺς κληροδοσίαν συνέ-, χουσι. Η ενδημία (δήμους) (δῆμον) (α)ν)
col. 719–720page 110 of 132
PG 136:719211.: κόλπων πατρικῶν, σια'. Τὸ δὲ κόλπων πατρικών περίφρασίς ἐστι τοῦ πατρός· περιττότερον μὲν ἐκείνου φρασθέν, ἐκπορευόμενον, προηγμένον τὸ προβεβλημένον, εκπορεύειν, προάγειν προβάλλειν. ἄκτιστον εἰ συμ πλαστουργόν, σέθεν σέο, σοῦ. ἐμοῦ Δι εμέο, ἐμέθεν οὗ ἔθεν αὐτοῦ. Τεὶς την ἱεὶς ἱέντος, ἀπὸ ἀφεὶς ἀφιέντος. Επ ιέναι σέλας, ενανθρωπήσεως τοῦ ἐνανθρωπεῖν 12 ὡσαύτως δὲ ἑρμηνευόμενον· ὅμοιον γὰρ Πνεῦμα εἰπεῖν κόλπων ἐκ Πατρὸς προηγμένον. Ο δὲ περι εργαζόμενος κόλπους Πατρὸς τούτου ὧν ὁ μὲν Υἱός πρόεισι, τὸ δὲ Πνεῦμα ἐκπορεύεται πρὸς ἀκρίβειαν ἐντελῆ, τότε τοὺς τοιούτους κόλπους ψηλαφήσει το χεῖρε καθεὶς ἐπ' αὐτούς· ἀῤῥήτου γὰρ κόλπου μετα φορικῶς προῆχθαι τὸ ἅγιον Πνεῦμα λέγεται, ὡς καὶ ἐκ τῆς αὐτοῦ καρδίας λόγον ἀγαθὸν ὁ αὐτὸς ἄναρχος Πατὴρ ἐξηρεύξατο· κόλπον δὲ θαλάσσης ἐπ' αὐτοῦ μετενεγκεῖν τροπικῶς ἐγχειροῦμεν, ὅτι τὸ ἄπειρον τῶν ἀγαθοχυσιῶν αὐτοῦ, καὶ τοῦ ἐλέους, καὶ τῆς σου φίας, καὶ ὅσα τοιαῦτα, ὡς δυνατὸν σκεπτόμεθα, ἐπ αφιέντες ἀπλέτῳ πελάγει τούτῳ ἁλιάδα τὴν κατ' ἄν θρωπον. σιβ'. "Ορα δὲ ὅτι, ἀντὶ τοῦ ἐκπορευόμενον, προηγο μένον εἶπεν ἀσφαλῶς. Ἐπεὶ οὖν εἰς ἴσον τούτοις ἔρχεται καὶ τὸ προβεβλημένον, ληπτέον ὅτι ὥσπερ ἐκπορεύειν ὁ Πατήρ τὸ Πνεῦμα λέγεται, οὕτω καὶ προάγειν καὶ προβάλλειν· ἐν δὲ τῷ τετάρτῳ στίχο ἐν ᾧ ἡ δεδηλωμένη σύνθεσις ἐπίτηδες ἢ κατὰ τὴν ὑφὲν, καλῶς καὶ τεχνικῶς ἐξώσθη διὰ τῆς συνθέσεως τὸ τελικὸν ἀμετάβολον ἐκ τοῦ ἄκτιστον καὶ συμπλαστουργό», ἵνα μὴ σὺν τῇ κακομετρίᾳ καὶ ὁ ἀναγνώστης ποιήται προσπεπίων τὴν γλῶτταν τῇ τῶν τοιούτων ἀμεταβόλων ἐπαλληλία. Τὸ δὲ σέθεν ποιητικόν ἐστιν, ὥσπερ καὶ τὸ σέο τὸ πρωτότυπον αὐτοῦ· λαμβάνονται δὲ ἄμφω ἀντὶ τοῦ σοῦ· οὕτω καὶ ἐκ τῆς ἐμοῦ ἀντωνυμίας διαλελυμένης τὸ ἐμίο γίνεται, καὶ ἐκεῖθεν τὸ ἐμέθεν, καὶ ἐκ τοῦ οὗ τὸ ἔο, καὶ ἔθεν ἀντὶ τοῦ αὐτοῦ. Τὸ δὲ ἱεὶς ἐκ τοῦ πρὸ ὑλι γων ρηθέντος ἵημι γίνεται, οὗ παρατατικός την, καὶ ἡ μετοχὴ ἱεὶς ἱέντος, δ' μετὰ τῆς ἀπὸ προθέσεως ἀφιεὶς ἀφιέντος λέγεται· ἐξ ἡλίου δὲ ὡς οἷα τοξότου κατὰ τοὺς παλαιοὺς εἴληπται τὸ ἰέναι σέλας τοῦ τινος δίκην ἢ ἐστιν οϊστοῦ· τὸ γὰρ ἐκτινοβολεῖν ἀπω θεν ἐκεῖνον εἰς γῆν, τοξείᾳ είκαζον ἐκεῖνοι ἀστεϊζόμενοι. Οθεν καὶ ἰήτον αλληγορικῶς ἐν τέσσαρσι συλ λαβαῖς ἐκάλουν αὐτόν· τῆς δὲ ἐνανθρωπήσεως καὶ τοῦ ἐνανθρωπεῖν οὐκ ἔστιν ἐπὶ τῆς κοσμοσωτηρίου οἰκονομίας ἐναργεστέραν καὶ κυριωτέραν λέξιν εύ ρέσθαι. δῆς ἐννάτης ειρμός. Χαίροις, άνασσα, μητροπάρθενον κλέος, "Απαν γὰρ εὐδίνητον, εὔλαλον στόμα Ρητρεῦον, οὐ σ' ένει σε μέλπειν ἀξίως Γλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν· ὅθεν σε σὺν πόθῳ δοξάζομεν. σιγ'. Ἐν μὲν ταῖς πρὸ ταύτης μολπαῖς ὁ ἀνὰ χεῖρας ἡμῖν τίμιος ἐποποιὸς ἄλλως παρενετίθει ἐννοίας καὶ ἱστορίας ἐκ τῶν ταλαιτάτων ἁγίων και ρυφαίων ᾠδῶν, πρὸς ὡς ἔμελψε τὰ ἐκτεθειμένα τρι πάρια· τὴν δὲ ἐνάτην ταύτην ᾠδὴν, ὡσιωμένην τῇ πανάγνῳ Θεομήτορι, ἐμέστωσεν ὡς ἑξὴν ἐννοίαις ταῖς εἰς ἐκείνην· καὶ ὁ μὲν εἱρμὸς ἀκράτως καὶ και ταμόνας ἐκείνην εὐφημεῖ ἀκολουθές συνήθει· τῷ δὲ μετ᾿ ἐκεῖνον τροπαρίῳ παραμίγνυσι πρὸς τῷ τέλει
col. 721–722page 111 of 132
PG 136:721βραχύ τι πνευματικόν, πρὸς ὄνομα μόνον μνησθεὶς τοῦ ἑορταζομένου Θεοῦ· τὸ δέ γε λοιπὸν τροπάριον ἐξ ὀρθοῦ ἐστι τριαδικόν· ἀνακόλουθον οὖν τοῦτο τῇ ἁρμονίᾳ τῶν ἄλλων κανόνων ἐν οἷς τὰ τριαδικὰ τῶν θεοτοκίων πρόκεινται. σιδ'. Έννοια δὲ τὸν ἐνταῦθα εἱρμὸν ἀπαρτίζει τοιαύτης Χαίροις, ὦ Ανασσα, μητροπάρθενον κλέος, ὅπερ ἐστὶ περιφραστικῶς μὲν, μήτερ καὶ παρθένε, ἄλλως δε, κλέος μητέρων τε καὶ παρθένων· τῶν μὲν διὰ τὸν γεννηθέντα Θεὸν ἀνωδύνως καὶ ἀλύπως διὰ τὴ δίχα ὠδίνων καὶ τῶν ἐντεῦθεν ὀδυνῶν τεκεῖν καθότι καὶ ἄνευ ἡδονῆς συνέλαβε τὸν αὐτὸν Θεόν, καὶ ἄνευ θελήματος σαρκικοῦ, ὧν οὐδὲν ταῖς ἄλλαις μητράσιν ἐνθεωρεῖται· καὶ οὕτω μὲν ἡ ὑπὲρ φύσιν τεκοῦσα, μητέρων κλέος τῶν καὶ ἐν λύπαις τικτουσῶν τέκνα καὶ τὴν λοιπὴν ἐπισυρομένων ἐμπάθειαν, ὁπόση φυσικῶς ταῖς τοιαύταις παρομαρτεί· παρθένων δὲ κλέος ἡ αὐτὴ διὰ τὸ προτιμηθῆναι καὶ ὑπερ τεθῆναι τοῦ ἄλλως μητρικοῦ αὐχήματος τὸ παρθενικὸν στάχυς τε γὰρ ἀρχέγονος ἐκεῖνος ὁ ἄσπαρτος καὶ γῆ ἀνήροτος, ἡ ἐκθρεψαμένη ἐκεῖνον, ἐς λίαν πάνυ πλέον θαυμάζονται τῶν ἐκ τῆς κατὰ φύσιν ἀκολουθίας καὶ γενέσεως, καὶ γῆ αὕτη ἀστιβὴς, καὶ ἀπάτητος, καὶ εἰς τὸ πᾶν ἀγεώργητος τὰ ἐς φύσιν εἰ καὶ ἄλλως ἐξ ἀρετῆς εἰς ὑποδοχήν Θεοῦ ἦν εύθετ της· καὶ ζωῆς δὲ στάχυς ὁ ἐξ αὐτῆς, δι' οὗπερ ἡμῖν ὁ οὐράνιος ἄρτος καὶ ἐφάνη καὶ ἐδόθη, καὶ παρα μένει ζῶν καὶ ζωοποιός, οὐκ ἔστι κλέος ὅπερ οὐκ ἂν ὑπερβαίνοιεν. μητροπάρθενον κλέος, σιε. Ετι δὲ κλέος μητέρων καὶ παρθένων ἡ αὐτὴ μήτρανδρος ή κατ' ἐξαίρετον ἀειπάρθενος καὶ ἀξι κόρη, ἐπεὶ ἂν σώας ἔχωσι φρένας καὶ πρὸς ἐκείνην μετροῦσαι ὡς δυνατόν παρεξάγωσιν ἑαυτάς· αἱ μὲν θυμούμεναι ὡς ἠξίωνται μητέρες εἶναι, καὶ αὐτα! πράγματος τούτου καὶ ὀνόματος ἐπιτυγχάνουσαι καλοῦ καὶ ἀγαθοῦ· αἱ δὲ παρθενίας ἔχουσαι κτῆμα ὅπερ ὁ Θεὸς ἀγαπήσας οκειώσατο, εύκλειαν ἑαυταίς ἐντεῦθεν περιποιοῦνται θαυμαστήν. Χαίροις οὖν, ὦ Βασίλεια, κλέος ὧν είπομεν γυναικῶν. Διὰ τί δέ χαι ροις ἄν; Τοῦτο δὴ τὸ τοῦ Γαβριὴλ ἦν ὅτε ἀγαλλιῶν προσφώνημα διότι πᾶν ἐγκώμιον ὑπεραναβέβηκας διὰ τὸ ὑπερβάλλον τῆς ἀρετῆς, καθ᾽ ἦν καὶ τῶν οὐρανίων ταγμάτων υπέρκεισαι· ἅπαν γὰρ στόμα βρότειον εὐδίνητον, ήγουν εύστροφον καὶ εὔλαλον, οὐχ ἁπλῶς, ἀλλὰ καὶ ῥητρεῦον, ἤτοι ῥητορεύον, οὐκ ἔχει ἀξίως μέλπειν σε· τοῦτο δὲ γίνεται παρὰ τὸν χορηγὸν τῆς ῥητορείας ναῦν. Ἐπεὶ γὰρ ἅπας νοῦς Ιλιγγια νοείν σου τὸν τόκον, πῶς ἂν τὸ στόμα ρητο ρεύειν ἐπ' αὐτῷ δύναιτο; Διὸ ἀμηχανοῦντες πλατι λογεῖν μόνον τὸ Δόξα σοι, ἀναβοῶμεν, οὗ πρὸς ἀφος σίωσιν καὶ μόνην, ἣν καὶ προσποίητον ἐν πολλοῖς οίδαμεν γίνεσθαι, ἀλλὰ σὺν πόθῳ πρέπον τι. σις'. Ιστέον δὲ ὅτι στόμα μὲν εἰπεῖν εὔλαλον κυριολεκτικόν ἐστιν· εὐδίνητον δὲ αὐτὸ φάναι οὐ κυριολεκτείται· ἀλλὰ ὡς ἀπὸ μέρους τῆς γλώσσης δινουμένης ὅτε λαλοῦμεν εὐδίνητον καὶ τὸ στόμα εύλαλον εὐδίνητον
col. 723–724page 112 of 132
PG 136:723εὐδίνητον. Εὐδίνητος & λέγεται. Εὐδίνητο; δὲ γλῶσσα ἡ συμμέτρως ἔχουσα κατ' έλλειψιν εὐδίνητον στόμα, εντορον είνῳ, τόρῳ, τέρνῳ, τορεύειν τηρεία, Τοῦ δίνου δίνῃ ἀργυροδίναι ποτάμοι, εύλαλον τοῦ ῥητρεύ μήτρας ἐξέφηνεν, μέλπειν σε ὑμνεῖν, ἐπαινεῖν. Αξίως ιλιγγιαν τοῦ μαθητιᾷν εἰ τυραννιᾶν τοῦ δινεῖσθαι· τοιαύτη δὲ ἡ μήτε, Αττικῶς εἰπεῖν, λίσπη, κατ' έλλειψιν· ἡ μὲν γὰρ μοχλοῦ ἂν δέοιτο κινήσεσθαι, ἡ δὲ γλωττοπέδης ἢ ἑτεροίας ἐποχῆς δύναται δὲ εὐδίνητον λέγεσθαι στόμα, καὶ τὸ φθεγ γόμενον τορῶς καὶ σαφῶς, καὶ ὡς εἰπεῖν εὔτορον ἐν τῷ καὶ τὴν γλῶσσαν εὖ στρέφεσθαι, καὶ τὰ χείλη εναρμονίως κινεῖσθαι· καὶ γίνεται τὸ τοιοῦτον ἀπὸ τοῦ δίνου ὅ ἐστι τόρου τοῦ καὶ τόρνου, ἐξ οὗ καὶ τορεύει», καὶ τορεία ἡ καὶ καθατούρα παρὰ 'Ρω μαίοις, ἣν διαχειρίζονται οἱ καθάτωρες· τοῦ δὲ δίνου, ὃς καὶ τὴν οὐράνιον στροφὴν σημαίνει ἐπὶ τοῖς που λαιοῖς, παράγωγον ή δίνη λεγομένη ἐπὶ ὑδάτων συστροφῆς, ὁποῖαι πολλαὶ κατ᾿ ἀντίκρουσιν καὶ ἐν θαλάσσῃ καὶ ἐν ποταμοῖς γίνονται· ἀπὸ δὲ τῆς τοιαύ της δίνης καὶ οἱ ἀργυροδίναι ποταμοί. σ:ζ'. Τὸ δὲ εὐλαλον καὶ ἁπλοϊκῶς μὲν κοινότερον, καλῶς νοείται κάλλιον δὲ νοῆσαι στόμα τοιοῦτον, τὸ Χριστιανικὸν καὶ εὖ λαλοῦν ὡς ὀρθόδοξον· τὰ γὰρ τοιαῦτα μέλπουσι τὴν Θεοτόκον, εἰ καὶ μὴ πρὸς ἀξίαν τοῦτο ποιεῖν δύνανται· οὐ μὴν τὰ ἁπλῶς μὲν εύστροφα καὶ ῥητορικά, μὴ εἰδότα δὲ ὀρθῶς τὸν ἐν Τριάδι ἕνα Θεὸν καὶ τὴν τοῦ ἁγιωτάτου Υἱοῦ κάθε δον ἐφ' ἡμᾶς, καὶ ἐκ παρθένου πρεπούσης αὐτῷ γέννησιν. Τῇ δὲ τοῦ μητρεύειν συγκοπῇ σύστοιχος καὶ ἡ κατὰ τὸ μῆτρας ἐξέφηνεν, ὡς ἐῤῥέθη, τοὺς ἀγραμμάτους. Τὸ δὲ μέλπειν σε μετὰ αἰτιατικῆς κἀνταῦθα τέτακται διὰ τὸ λαμβάνεσθαι ἀντὶ τοῦ ὑμνεῖν, καὶ οὕτως ἐπαινεῖν. Τὸ δὲ ἀξίως ἀσφαλείας χάριν προτέθειται. Τίς γὰρ οὐ μέλπει τῇ Θεοτόκῳ τὰ εἰς ἔπαινον; Πλὴν εἰ καὶ πάντες ἐπιβάλλομεν οὕτω ποιεῖν, ἀλλὰ πρὸς ἀξίαν ἐπιτυγχάνειν τοῦ δέον τος οὐ δυνάμεθα, εἰ καὶ ἄλλως ἀξίως αὐτὴν μέλπο μεν ἤπερ τοὺς ἄλλους ἁγίους, διὰ τὸ ἄξιον καὶ δί καιον εἶναι οὕτω γίνεσθαι· καὶ ἑτέρως δὲ τὸ αὐτὸ φράσαι γοργότερον σθένουσι μὲν πολλοί, πάντες τε ἐπιβάλλουσι μέλπειν τὴν πανύμνητον καὶ παμμι κάριστον· τοῦ πρὸς ἀξίαν δὲ οὐδεὶς ἐφικέσθαι, οὔτε δύναται οὔτε δυνήσεται, σιη'. Τὸ δὲ ιλιγγιαν οὐ δηλοῖ ὄρεξιν Ιλίγγου πρὸς ἀναλογίαν τοῦ μαθητιῶν καὶ τυραννιᾷν καὶ τῶν όμοίων, ἀλλὰ πάθος ὂν σωματικὸν, ἄλλως μὲν οὐ εἰς ψυχὴν καὶ εἰς νοῦν καὶ εἰς διάνοιαν· ὅτι δὲ σω ματικὸν πάθος ὁ ίλιγγος, οὐκ ἂν εἴη ἀμφιβαλεῖν ἐπιγινόμενος αὐτὸς ὡς μάλιστα τοῖς τε συχνὰ εἰλου μένοις, ὅθεν καὶ τοὔνομα ἔχει· παρὰ τὸ εἰλεῖσθαι γὰρ ὁ ίλιγγος, καὶ τοῖς ἀφ᾽ ὑψηλοῦ καὶ κρημνώδους τόπου εἰς βάθος πολὺ καταβλέπουσιν· οἷς φόβῳ καὶ τὰ γόνατα κατασείονται, οὐ μόνον ὅτε ἡ θέα ἑνερ γεῖται, ἀλλὰ καὶ ὅτε μετὰ τὴν πεῖραν τὸ ὕψος ἐκεῖνο καὶ τὸ βάθος ἀναπολήσουσιν· ἀναγκαστικῶς δὲ καὶ τὸ ἱλιγγιᾷν κανταῦθα κεῖται, καθὰ καὶ ἐν τῷ ἐφεξῆς τροπαρίῳ τὸ ὕδειν ἀντὶ τοῦ ὑμνεῖν· διότι αἱ τῶν τοιούτων στίχων καταρχαί, τῇ τῆς ἀκροστιχίδης βία, ἡ μὲν τὸ ἰῶτα, ἡ δὲ τὸν ἀπαιτοῦσιν. προσφύεται τῷ νῷ, τροπικῶς δὲ μεταφέρεται καὶ λεῖσθαι, ὁ Γλιγγος, Ιλιγγιών βειν ὑμνεῖν;
col. 725–726page 113 of 132
PG 136:725σιν. Ιστέον δὲ ὡς οἱ λοιποὶ σοφο! δεξιῶς καὶ εὐμε- 219. ξόδως καὶ τὸ ὅλον εἰπεῖν, διδασκαλικῶς ὑποδεικνύντες τοῖς φοιτηταῖς, τὸν κατὰ σῶμα ίλιγγον γίνεσθαι κατὰ συστροφὴν ὑγροῦ, τοῦ μὲν περὶ τὴν κεφαλήν ὡς οἷον λιμνάζοντος, τοῦ δὲ ἀναδιδομένου ὡς εἰς ἐπιβολὴν, τὰς ἀνωτέρω ῥηθείσας δίνας τῶν ὑδάτων οὐκ ἔγραψαν μὲν, ἄλλως δὲ ἀγράφως παρέδοσαν, Ιλιγγας ἑρμηνεύοντες ιδιωτικῶς λέγεσθαι τύπῳ θη- (λιγγας λυκῷ, πρὸς δήλωσιν τοῦ καὶ τὸν ίλιγγον κατά τινα τοιαύτην εἰλεῖσθαι δίνησιν· καὶ κατὰ σπουδὴν μὲν τὸν ίλιγγον οὐδεὶς μὴ χυδαΐζειν προθέμενος τοιαύτην λέξιν ἐρεῖ σοφὸς δέ τις οὐ πρὸ πάνυ μακροῦ, ᾧ καὶ ἡμεῖς ἐφοιτήσαμέν ποτε, ἀστεῖζόμενος ἐπί τινι ρήτορι ἀγλευκεῖ τότε καιροῦ, σκηπτούχον τον Περικλέα φαμένῳ ἐγγράφως διὰ τὸν σκηπτον, ὃς ἐμπεσὼν τῇ ἐκείνου οἰκίᾳ, χιλίας ἀπεκάλυψε πανοπλίας, ὧν ἔνε. σκηπτούχον κεν τυραννίδα μελετὴν ἐκεῖνος ἐπεκλήθη· διὰ τοῦ τὸν σκηπτὸν τοιούτου ἐλίγγου ἔπαιξεν εἰς τὸν Σφαλτὸν σκηπτοῦχον· οὗτος ἀνέπλες διὰ τοῦ Βυζαντίου πορθμοῦ, λουσόμενος εἴ που εὑρήσει γλυκέα θερμά· καὶ ὡ; ίλιγγον, εἶδε περὶ τοὺς αἰγιαλοὺς εἰλουμένας δίνας, ὁποῖαι σκηπτούχον μυρίαι περὶ τοὺς τοιούτους δινοῦνται στρεφόμεναι, δάκτυλον ἀπευθύνας ὡς ἐπιστρέψαι τοὺς ἀκροατάς πρὸς τὴν καθ᾽ ὕδατος ἐκείνην είλησιν, εἶπεν ὡς Εἴπερ ὁ δεῖνα παρῆν ἐνταῦθα, ιλιγγιἂν εἶπεν ἂν τουτὶ τὸ ὕδωρ. Ἀλλὰ τοῦτο μὲν ὡς οἷον ήδυσμά τι πανηγυρικῆς ἐννοίας παρεντεθείσθω τῇ ᾠδῇ ταύτῃ, Ιλιγγιάν, κατὰ συγγνώμην ἀγαπητικὴν τὴν ἐν Θεῷ· ἐπεὶ τοι καὶ οἱ τὰ θεῖα ἑορτάζοντες ἐν σεμνοτάταις ἐννοίαις, κόπου περιεληλυθότος αὐτοὺς, ὡς καὶ ὀκλάζειν καθιζήσαντες ἐπὶ βραχύ, καὶ οὕτω παραμυθησάμενοι τὸν κόπον ἐν τῷ καὶ ἀλλοῖα μέλη παρεισκριθῆναι, ὧν οὐκ ὀλίγα καὶ ἡ σεμνὴ θυμέλη παρενοσφίσατο, αὖθις ἐξαναστάντες, τῆς ἀρχῆθεν σπουδῆς γίνονται, ὁποία τις ἐνταῦθα καὶ ἡμῖν πρόκειται. σχ'. Τὸ δὲ, νοῦς ἅπας ἐλιγγιᾷ τὸν τόκον σου νοεῖν, οὐκ ἂν ἀπεικότως λέγοιτο συμπεριλαμβάνειν καὶ τοὺς περὶ Θεὸν νόας, οὓς καὶ ἡ ἀκατανόητος έναν θρώπησις τοῦ Σωτῆρος Χριστοῦ λαβεῖν παραδέδοται· οὐκ ἂν γὰρ οὐδὲ ἐκεῖνοι προκύπτειν ἐς τὸ βάθος τοῦ μυστηρίου δύνανται. Ο Θεός πάντως ὁ τὴν ἀρ χὴν κρυβεὶς αὐτοὺς, ἀνεκάλυψεν ἑαυτὸν ἐκείνοις· ὁ καὶ τοὺς ὀφθαλμοὺς ἀποκαλύψας αίτησαμένῳ τῷ προπάτορι προφήτῃ καὶ μελῳδῷ, ἐφ᾽ ᾧ κατανοήσασθαι τὰ ἐκείνου θαυμάσια. Ιστέον δὲ καὶ ὅτι οὐ λέγει ὁ μελῳδὸς μηδένα νοῦν δυνηθῆναι ἂν τὸν τοῦ Σωτῆρος νοεῖν τόκον, ἀλλὰ ιλιγγιᾷν εἰς τὴν ἐκείνου φησί κατανόησιν· οὐκ ἐξ ἀνάγκης γὰρ ὁ ίλιγγος ἀπάγει τοῦ ἀνθρώπου τὸ νοεῖν. Εἰ δὲ καὶ δώσομεν τῷ ὀλίγγῳ τοιαύτην ἰσχὺν ἐφ' ἡμῶν ὡς ποιεῖν αὐτὸν ἀπρακτεῖν παντὸς νοῦν ἀνθρώπου εἰς τὴν κατανόησ σιν τοῦ κατὰ τὸν Σωτήρα Χριστὸν τοκετοῦ, ἀλλ᾽ οὐδ' οὕτως ἀληθεύει ὁ λέξων μηδόλως κατανενοή σθαι τὸν εἰρημένον ὑπὲρ φύσιν τόκον· πάνω γὰρ αὐτὸν οἱ ἅγιοι Πατέρες ελεπτολόγησαν· καὶ μάλιστα ἐν οἷς τὴν αἰτίαν αὐτοῦ ἐξέθεντο τὴν ἐπὶ σωτηρία ἡμῶν. 220.: νοῦς ἅπας ιλιγγιᾷ τὸν τόκου σου νοεῖν,
col. 727–728page 114 of 132
PG 136:727ρκα'. Εἰ δὲ τὸν τρόπον ἐκείνου περιερχομενοι τὸν παραδοξότατον τὸν ἐκ παρθένου ἀφθόρου καὶ ἀσπί ρου, ἀπηνήναντο ἐπιζητεῖν διὰ τέλους τὸ πῶς, οὐκ ἔστιν ἄγνοια τοῦτο εἴτουν στέρησις τοῦ νοεῖν, ἀλλά ίλιγγος ὁ προῤῥηθείς· ὃν σκοτοδίνην φασὶν οἱ ἐρε μηνεύοντες· οἱ γὰρ μαθόντες καὶ εἰδότες κάλλιον ἤπερ ἡμεῖς, ὡς καὶ ἐν τῇ γενέσει τῇ κατ' ἄνθρωπον τὸν ἁπλῶς, οὐ τὸ ὑλαῖον σπερματικὸν ὑγρὶν ἀπ τελεῖ τὸ τοῦ ἐμβρύου, πρῶτα μὲν ἀκατέργαστο, κατὰ τὸν μέγαν Δαβίδ, εἶτα εὐδιάρθρωτον, ὃ ἐπαγ γέλλεται τὸν ὕστερον ἄνθρωπον· ἀλλὰ δ, κατ' ἐκείν τους εἰπεῖν, σπερματικός λόγος ὁ νοητὸς καὶ ἀόρατος τὴν ἐμβρυοπλαστίαν ἐκτελεῖ· και μυστικώτερον ἔτι ἐ βαθύναντες καὶ θειότερον, πῶς λεχθεῖεν ἂν μὴ ἐπιβαλεῖν τῷ τρόπῳ τῆς θείας ἐνανθρωπήσεως ὑπ' αὐτοῦ Θεοῦ ἐναγόμενοι καὶ τὰ θεῖα μυούμενοι καὶ οὕτως ὑπὲρ ἄνθρωπον σοφιζόμενο:; Ενταῦθα δὲ θεωρητέον πραγματικώτερον, πῶς ἱλιγγιά νούς ἅπας νοεῖν τὸν ἐκ Παρθένου ἄῤῥητον τόπον τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ τέως προληπτέον ὡς ἐκ τοῦ εἰλεῖσθαι καὶ τοιαύτης δίνης καὶ στροφῆς τινος, εἴρηται ὁ ίλιγγο;" μεθ' δ ἐπιτμητέον ὅτι ὁ ἀνθρώπινος νους συστρέψας, καὶ οἷον εἰς ἑαυτὸν εἰληθεὶς, καὶ πολλὰ καὶ μακρὰ μελετήσας, καὶ πολλὰ μεριμνήσας εἴπου τοιαύτης εἰλήσεως δυνηθεὶς ἐξευρεῖν ἢ ταυτὸν ἢ ἀλλὰ ὅμοιόν τι, ἐπανακάμψας εἰς νόησιν καὶ κατά ληψιν ἀκριβῆ τὴν τοῦ μηδέν τι άλλο τοιοῦτον ἢ γενέσθαι ποτὲ ἡ γενήσεσθαι ἂν, πάσχει ἐκεῖθεν ίλιγγον ἔννουν καὶ κάρον ἔμφρονα· καὶ ἀνεθεὶ; τοῦ είλεῖσθαι Γλιγγος οὕτω σπουδάζει», παρίεται τῆς ζητήσεως, καὶ δο τὸ ὅθεν ξάζει τὸν ἀπειροδύναμον Κύριον, καὶ τὴν παραδό έως τεκοῦσαν αὐτόν. σκβ'. Τὸ δὲ, σὺν πόθῳ δοξάζομεν, ώς παράδοξόν τι & μελωδός παρεσημήνατο· οἱ γὰρ ὁλοψύχως δοξάζοντες τὸν Θεὸν, καὶ τὴν ἁγιωτάτην αὐτοῦ μητέρα καὶ τοὺς ἁγίους αὐτοῦ, κατά τινα τεραστίαν Εκπληξιν τοῦτο ποιοῦσιν, ἀναβοώμενοι αὐτίκα καὶ τὸ Δέξα κατὰ τὸ σύνηθες· οὔτε δὲ ταυτὸν ἀναντιῤῥήτως τῇ εκπλήξει ο πόθος, οὔτε συμπάρεστιν ἐξ ἀνάγκης ἅπασι τοῖς ἐκπληττομένοις τὸ καὶ ποθεῖν ἐκεῖνα δι' ὧν ἡ ἔκπληξις γίνεται· πολλοὶ γὰρ ἐκπλαγέντες μόνον, ἐπαύσαντο μηδέν τι ποθήσαντες· ἔστι δὲ οὗ καὶ μισήσαντες λίαν πάνυ. Ἡμεῖς δὲ, φησίν, ὦ παντάνασσα, σὺν πόθῳ δοξάζομέν σε· ὡς τοῦ πόθου τὴν ἔκπληξιν ἐκνικήσαντος, καὶ ἀντεισαχθέντος έκείνου, μάλιστα μὲν οὖν σὺν ἐκείνῳ μένοντος παρ' ἡμῖν καὶ συζυγοῦντος ἐν τῷ συνδυάζεσθαι· ἅμα γὰρ καὶ ποθοῦμεν, καὶ ἐκπληττόμεθα· διὸ καὶ σὺν πόθῳ σε δοξάζομεν· ἐν τούτοις δὲ τὸ ὅθεν αἰτιολογικόν ἐστιν, ἵνα ὁ νοῦς τοῦ πέμπτου ἔπους εἴη τοιοῦτο; Ἐπειδὴ ἅπασα ῥητορεία ἡττᾶταί σου, ὦ πάναγνε Θεοτόκε, καὶ νοῦς δὲ ἅπας ἐλιγγιᾷ τὸν τόπον σου νοεῖν, διὰ τοῦτο ἡμεῖς δοξάζομέν σε, οὐ πολυλογοῦν τες, καὶ οὕτως ἐγχειροῦντες τοῖς ὑπὲρ δύναμιν, ἀλλὰ ἢ αὐτὸ τοῦτο αναφθεγγόμενοι την Δόξα σοι, 1 ἄλλο τι γεραρόν, ἢ ἀλλὰ αὐτὸ τὸ Χαίροις ἢ Χαῖρε, τὸ ἀγγελικὸν προσφώνημα.
col. 729–730page 115 of 132
PG 136:729Τροπάριον πρῶτον τῆς ἐννάτης ᾠδῆς. Υδειν ἔοικε την φυσίζωον κόρην Μόνη γὰρ ἐν δίνῃσι κεκρύφει Λόγον, Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν, Ὣς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος Πατρὸς πέπομφε τὴν χάριν τοῦ Πνεύματος. σκγ'. Εἰς τὴν πανύμνητον Θεοτόκον ἀπονεῦον καὶ τὸ παρὸν τροπάριον, ὡς ἐῤῥέθη ἐν τοῖς περὶ τοῦ εἱρμοῦ, ἐπικρίνει δέον εἶναι ὑμνεῖσθαι αὐτὴν ὡς μόνην ἐκ πασῶν τῶν γενεῶν ἐμφορηθείσαν Θεοῦ, καὶ ἀγαπηθεῖσαν αὐτῷ· καὶ ἔνθεον καὶ θεοδόχον οὐ κατὰ διαγωγὴν ἐνάρετον, ἢ κατὰ τὸν πρεσβύτατον καὶ ἁγιώτατον Συμεών, ἀλλὰ ὡς ἀληθῶς ἐν γαστρὶ δεξαμένην ἐκεῖνον, ὅ ἐστι κυοφορήσασαν· ἔοικε γάρ, φησίν, ήγουν πρέπει, οὐδεμία γὰρ τῶν ἄλλων ση μασιῶν τοῦ ἔοικεν ἁρμοστέα ἐνταῦθα, ὕδειν ήτοι ᾔδειν καὶ ὑμνεῖν ὡς καὶ προεγράφη, τὴν φυσίζωση κόρην, ήγουν τὴν μητροπάρθενον, ὡς μετ' ὀλίγαεἰρήσεται· μόνη γὰρ κεκρύφει ήγουν ἔκρυψεν ἐν ταῖς, ὡς ὁ προηγησάμενος τὴν ἐξήγησιν λέγει, λαγόσιν αὐτῆς, ὡς δίνας, φησὶν, ὀνομάζει ὁ ποιητὴς, λόγον τὸν κυρίως, τὸν ἐνυπόστατον, τὸν τῷ Πατρὶ συγκαθήμενον, τὸν ἀλθαίνοντα ἤτοι θεραπεύοντα, καὶ ἰατρεύοντα τὴν καὶ νοσήσασαν τῶν ἀνθρώπων φύσιν καὶ νοσοῦσαν καὶ οὐδὲν παυσομένην νοσεῖν, ἕως τὰς ἁμαρτητικές καχεξίας κακῶς ποιοῦσα, προσίεται καὶ εἰσοικίζεται. τοῦ ἔοικεν ύδειν ᾄδειν, φυσίζωον κόρην, κεκρύφει είνα ἔκρυψεν, δίνας τὸν ἀλθαίνοντα, μόναις ἐν δίνῃσι κεκρύφει Λόγον, κλισμοῖ; ύδειν Χαίρας, άνασσα, σκδ. Ενθα σημείωσαι ὡς ἐπεὶ ἐν τῷ μόναις ἐν Οι γαι κεκρύφει Λόγον, οὐκ ἐδήλωσεν ὡς λόγον ἔφη τὸν Υἱὸν τοῦ Θεοῦ, ἐπήγαγε μὲν σαφηνείας χάριν τὸ αὐτὸν ἀλθαίνειν θεραπευτικῶς ἡμᾶς νοσοῦντας, σἷα ψυχῶν καὶ σωμάτων ἰατρόν. Επεὶ δὲ καὶ ἄλλως λόγοις θείοις ἰῶνται άνθρωποι, διὰ τοῦτο, πρὸς πλείω καὶ εἰλικρινεστάτην σαφήνειαν, επάγει καὶ ταῦτα Ο; ήγουν ὁ ῥηθεὶς Λόγος ιδρυμένος νῦν ἐν δεξιοῖς κλισμοῖς ὅ ἐστι θρόνοις μεγαλωσύνης τοῦ Πατρὸς, κατὰ τὸν Βκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ, πέπομφε την γάριν τοῦ Πνεύματος, οὗ τὴν ἑορτὴν σήμερον ἄγου μεν. Καὶ τὸ μὲν ὁλικὸν ἀγαθὸν τῆς τροπικῆς ἐννοίας. τοιοῦτον· τῶν δὲ κατὰ λέξιν τὸ μὲν ὕδειν ἦν μὲν εἰπεῖν κοινότερον ὑμνεῖν ἀλυμάντως τῇ ἀκροστιχίδι· ὁ με παροξύτονος μελωδικός τόνος του, Χαίροις, Αναστ σα, τὸ ὑμνεῖν ἀπαγαγών, τὸ ὕδειν ἀντεισήγαγεν ἵπερ ἀπὸ τοῦ ᾄδειν παρήχθαι κατά τινα γλώσσαν ὑμνεῖν, τὸ ὕδειν φασὶν οἱ παλαιοὶ δωρικώτερον. σκε'. Ἡ δὲ φυσίζωος κόρη, οὕτως ἂν συνθήσει τὴν ὡς ἐῤῥέθη μητροπάρθενον· τοῦ μὲν φῦσαι δ ἐστι γεννῆσαι, τῇ μητρὶ ἁρμοττομένου· τῆ; δὲ κόρη; εἰς ταυτὸν Ιούσης τῇ παρθένῳ· πάντως δὲ ἡ φύσασα ἐν τῷ μένειν τοιαύτη κόρη, την μητροπάρθενον σημαίνει τὸ δὲ φυσίζωος ὁ μὲν Ἑλληνικὸς γλυκύς ποιητὴς γῆς ἐπίθετον οἶδε, λεγομένης οὕτω ἢ παρὰ τὸ φύσιν ζεις, ἵνα ᾗ φυσίζωον γῆ ὡς ἀπὸ μέρους τῶν ζειῶν ἤτοι πανσπερμοί, ὅθεν ἡ πανσπερμία παράγεται· ἢ ἄλλως φυσίζωος ή φύουσα τὰ πρὸς ζωήν· γράφεται δὲ παρ᾽ ἐκείνῳ τῷ ποιητῇ διὰ τοῦ ο μικρού ή παραλήγουσα τῆς παρ' αὐτῷ φυσιζίου, 225. Η δὲ φυσίζωο; χάρη. φύσαι, κόρη φυσίζωο;, (φύει ζειάς), ζειῶν, φυσίζωνς, είνε πάνσπερμος; πανσπερμία; φυσίζωος, (ζωὴν)
col. 731–732page 116 of 132
PG 136:731φυσιζίου κατὰ δακτύλου ἀπηρτισμένον· καὶ τὴν αἰτίαν τῆς φυσίζοος. φυσίζωος φυσίζωος, φυσίζωον φυσίζωος, φιλόζωοι, τοιαύτης μικρογραφίας ζητητέον ἐν τοῖς ἐκείνου καὶ οὕτω μὲν ἡ Ἑλληνικὴ ἐκείνη ἔχει φυσίζιος· ἡ δὲ φυσίζωος θεοτόκος ζωῆς μήτηρ δηλούται εἶναι τῆς πρὸ πάντων, καὶ μεταδοτικῶς ἐν πᾶσι τοῦ Θεοῦ, οὗ ἐν τῷ ὀνόματι, καθὰ γέγραπται, ζωὴν ἔχομεν. σκς'. 'Ο δὲ φυσίζωος ὕπνος ὁ κυριακὸς, ὁ κείμενο; ἐν ᾄσματι τοῦ μακαριωτάτου μελῳδου Μάρκου, θαῦμα ἐθέλει πολύ, οὐκ ἔχων ἐκεῖνος ἐν ὅλῳ, οἶμαι, τῷ κόσμῳ ἢ συζυγοῦν ἄλλο ῥῆμα τοιοῦτον ἢ ἄλλως ἀντιπαρατεθῆναι δυνάμενον, καὶ ταλαντευθῆναι εἰς ἀντισήκωσιν ἐπιτυχίας θείας καὶ ἀστείας, καὶ γλυ κείας, καὶ ἐνθεαστικῆς· ἔμοιγ' οὖν ἐντεθυμημένῳ ἄρτι τὸν φυσίζωον ἐκεῖνον ὕπνον, ἐπῆλθεν ἀνεῖσθαι καὶ ὡς οἷον ὑπνοῦν ὑφ᾽ ἡδονῆς· καὶ τὸ στῆθος ήσθέ μην ὁρμώμενον ἐκθρώσκειν στηθέων ὡς πρὸς τῷ κυρίῳ ἐκείνῳ Μάρκῳ γενέσθαι, καὶ ἡ ἐφελκύσασθαι αὐτὸν πρὸς ἡμᾶς, ἡ ἀλλὰ παρ' ἐκείνῳ μεἶναι· καὶ κείσθω ὕπνο; ἐκεῖνος ὁ φυτίζωος, καὶ τὸ λεκτικὴν σῶμα, ᾧ ἡ κατ' ἐκεῖνον ἔννοια ἔγκειτα:, ἱκανῶς ἤδη τημεληθέντα ὑπὸ τῶν κατ' αὐτὸν φιλοζώων, ὡς οὔτ τως εἰπεῖν, καὶ δι' αὐτὸ φιλοκάλων, αὐτίκα δὲ καὶ ἀπειροκάλων ἀνδρῶν. σκζ'. Κόρη δὲ καθόλου πᾶσα παρθένος, ἢ παρὰ τὸ κορῶ τὸ καλλωπίζω· ἐπιρρεπής γὰρ φύσει ἐς ἐπισ μέλειαν καλλωπισμοῦ ἡ τοιαύτη κόρη, ὡς δηλοῖ καὶ ὁ ψέγων άνδρα χρυσοφόρον ἐν τῷ – Ηλθεν εἰς πόλε μον χρυσὸν ἔχων ήΰτε κούρη - ἢ ὡς καθαρὰ παρά τοῦ κορῶ τὸ καθαίρω, ἐξ οὗ καὶ νεωκόρος ὁ τὸν ναὸν καθαίρων· ὁ δ᾽ αὐτὸς καὶ σηκοκόρος διὰ τὴν αὐτὸν λόγον· καὶ ἄλλως δὲ κόρη ἡ τοιαύτη κατά ἀναφορὰν τὴν πρὸς κόρην ὀφθαλμοῦ, τὴν φιλτάτην ἡμῖν· φίλη γὰρ καὶ πᾶσα παρθένος κόρη τοῖς τε γεννησαμένοις, καὶ τοῖς περὶ ἔρωτας· καὶ φυλακής δὲ ἀξιοῦται, καθὰ καὶ παρ' ἡμῖν ἡ κόρη, θαλαμους μένη ἐκείνη ὥσπερ καὶ αὕτη ἐντὸς τῶν βλεφάρων ἅπερ συχνά κλειόμενα καὶ ἀνοιγόμενα κυρίως τῇ ἀναβάσει καὶ καταβάσει τὰς κόρας συντηρούσιν ἀνεπιβουλεύτους τοῖς ἔξωθεν φοβεροῖς, ἢ πληκτικούς, ἢ ἄλλως λυμαινομένοις ἐν τῷ παρεισδύεσθαι καθά συντηρεῖ καὶ τὰς κόρας παρθένους ή θαλάμευσις ἔσω θυρῶν ἐγκλειουσῶν αὐτὰς εἰς δυσόρατον· διὸ θαυμασίως τὸν τῆς ἁγιωτάτης κόρης μνηστῆρα τὸν νεωκόρος, σηκοκόρος ἅγιον Ἰωσήφ, ἔμελψέ τις γοργῶς ἅμα καὶ γλυκέως, φυλάξαι τὴν παρθένον ὡς κόρην ὀφθαλμοῦ. 228. μόνη γὰρ ἐντὸς κεκρύφει Λόγον, εν δίνῃσι, ἐν δίνοισιν, τὸ ἐν γλώσσῃσιν γλώσσαις;: κλισμοῖσιν 200 κλισμούς, σκη'. Τὸ δὲ - μόνη γὰρ ἐντὸς κεκρύφει λόγον - νολίτο μὲν ἂν καὶ ἀντὶ τοῦ μία αὐτή, μάλιστα δὲ ἀντὶ τοῦ μεμονωμένη τοῦ συζυγοῦντος, ὅς ἐστιν ἀνήρ᾽ ἵνα κατὰ τὸ, μόνου μονογεννήτορ μονογενούς Υἱοῦ Πάσ τερ, ὡς καὶ προγέγραπται, προσαρμόσῃ καὶ ὧδε τὸ, μόνου μονογεννήτρια μονογενοῦς Υἱοῦ μήτηρ τὸ δὲ, ἐν δίνῃσι, εἴ τις οὐ κατὰ τὴν εἰρημένην παλαιάν εξήγησιν ἐν γένει γράψει θηλυκῷ, ἀλλὰ μᾶλλον ἐν δίνοισιν, δ ταυτόν ἐστι τῷ σπλάγχνοισιν ἢ ἐγκάτοισι, ποιητικόν ἐστιν Ιωνικῶς· καθὰ πρὸ αὐτοῦ τὸ, ἐν γλώσσῃσιν ήγουν γλώσσαις, καὶ κατωτέρω τὸ κλιν
col. 733–734page 117 of 132
PG 136:733σμοΐσιν ήγουν κλισμοῖς· οὐδετέρου δὲ γένους τὸ ἐντὸ ἐνδίνοισιν, δίνοισιν, οὗ εὐθεῖα τὸ ἔνδίνον, τοῦ ἐνδίνου· ἔνδινα δὲ τινὲς μὲν τὰ ἔντερα εἶπον, ὡς οἷον ἔνδον ἶνας, διὰ τὸ κατ' αὐτὰ νευρώδες· οἱ δὲ ἀκριβέστεροι ἁπλῶς τὰ ἐντόσθια, ὧν καὶ ἡ νηδὺς καὶ ἡ γαστὴρ καὶ ἡ μήτρα· ἡ δὲ χρῆσις τῆς λέξεως ταύτης ἐπὶ τῷ ἐν Ελλησι σοφῷ ποιητῇ ἐν τῷ - ὃς δὲ ψαύσει ἐνδίνων ἤγουν ὅστις ἀκοντίσας ψαύσει τῶν ἐγκάτων, διελάσας ἕως ἐκεῖ τὸ δόρυ. σκθ'. Τὸ δὲ κεκρύφει Αττικώς εγράφη μετά μιας αὐξήσεως, ὡς εἴ τις εἴποι τετύφει· τὸ δὲ κοινῶς ἐντελὲς ἐκεκρύφει καθὰ καὶ ἐτετύφει· εἰ δὲ ἐκ τοῦ τοιούτου κεκρύφει ὁ κεκρύφαλος γίνεται γυναικεῖος κόσμος, οὐδὲν αὐτὸ πρὸς τὰ παρόντα, Αλθαίνειν δὲ λέγεται τὸ θεραπεύειν, ἀφ᾽ οὗ καὶ ἡ παναλθής „ τὸ καλὸν φάρμαχον· γίνεται δὲ παρὰ τὸ ἄλλεσθαι. Τοῖς μὲν γὰρ νοτοῦσι τηκόμενον τὸ σῶμα συμ πίπτει· τὰ δὲ τῶν ὑγιαινόντων ἐξάλλεται οἷον αὐξόμενα καὶ ἐξαιρόμενα ζωογόνῳ πνεύματι φυσικῷ διὰ ἀστείως οἱ παλαιοὶ σοφοί, καθὰ καὶ προείρηται, τὴν φύσιν παρὰ τὸ φυσᾷν ἀξιοῦσι παρήχθαι· ὅτι δὲ τὸ ἀλθαίνειν καὶ ἄλθεσθαι λέγεται, ὅθεν καὶ ἀλθαία τὸ φυτὸν, καὶ κύριον δὲ ὄνομα, δηλοῖ καὶ ὁ γράψας τὸ, ἄλθητος δὲ χείρ. Χρὴ δὲ παρασημήνασθαι νῦν ὅτι ἀλθαίνει τὴν βροτείαν φύσιν ὁ Κύριος, καὶ ἄλλως μὲν, μάλιστα δὲ εἶπερ αὐτὴ θεραπεύεσθαι σπεύδει, ὅτε καὶ παναλθὲς αὐτῇ φάρμακον ἐκεῖνό ἐστιν. στ'. Ιστέον δὲ ὅτι κρύψαι την παρθένον εἰπὼν ἐν δίνοισι Λόγον, διερμηνεύει ἐνταῦθα τίνα φησὶ Λόγον· οὔτε γοῦν λόγον τὸν κοινώς προαγόμενον ή ἄλλον τινὰ ὅμοιον αὐτῷ εἰπεῖν ἔστιν, ὡς οὐδὲ ἐν τῷ, Πνεῦμα ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις, κοινόν τι νοεί και πνεῦμα, οὐδὲ μὴν τὸν κατὰ γένεσιν σπερματι κ'ν, δν οἱ φυσικοὶ κατέλαβον, ἀλλὰ τὸν τοῦ Πατρὸς Θεοῦ τὴν ὑπερούσιον· οὗ ἔργον καὶ τὸ νοσοῦσαν ἀλθαίνειν τὴν φύσιν ἡμῶν· ἀλθαίνειν δὲ, προσφυώς αὐτῷ· προσφυὲς δὲ ἐκείνῳ, τὸ καθὼς ἀκούει, οὕτω καὶ ἰατρεύειν· ἀκούει δὲ τουτέστιν ὀνομάζεται Λόγος οὐκοῦν λόγῳ καὶ ἰατρεύει· ὡς ἐθάῤῥησεν ὁ φάμενος τὸ - Εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ νησῶν· - καὶ ὡς ἐπειράθη ὁ παράλυτος, καὶ ὡς ἀνέστη κληθεὶς ὁ Λάζαρος· ἰᾶται δὲ ὁ Σωτὴρ πάγκοινο; ἰατρὸς οὐ τούσδε ἢ ἐκείνους, ἀλλὰ τὴν ἀνθρωπίνην όλην φύσιν εἰς δὲ τὸ, Καθὼς ἀκούει οὕτω καὶ ἰπτρεύει, ἐνθυμητέον τὸ, Καθὼς ἀκούω, κρίνω, καὶ ἑξῆς. 'Ακούω δὲ δίκαιος, δικαίως ἄρα κρίνω· καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστί· δῆλον δὲ ὡς τὸ ἀλθαίνειν τὴν τῶν βρο τῶν φύσιν πρὸς διαστολὴν ἐῤῥέθη τῶν μερικῶς θεραπευόντων. σλα'. Περὶ δὲ θρόνου θείου δεξιοῦ ἀρκούντως ἐφιλοσόφησαν οἱ ἅγιοι· ἐξ ὧν καὶ αὐτῶν ἔχομεν φιλητὰ μὲν εὐαγγελικῶς τὰ δεξιὰ εἶναι, ἀνάπαλιν δὲ τὰ ἀριστερά ὅθεν λαιός τις καὶ ἐπαρίστερος ἔσκωπται εἰ δὲ ἀποδεκτέα εἶναι μᾶλλον τὰ δεξιά, χρήσιμον ἐκ τῶν παλαιῶν, καὶ τὸν Ἑπλήγη τ' ἐπιδέξια, ήγουν τὰ καίρια μέρη τοῦ σώματος· καὶ τὸ - Επίπονοί γε οἱ δεξιο!. Εἰ δέ τι χρὴ ἐνταῦθα καὶ χεῖρα ἐκείνην Ενδινον, ἐνδίνου. Ενδινα τὰ ἔντερα ἔνδον ίνας, το τὰ ἐντόσθια, ὃς δὲ ψαύσει ἐνδίνων, κεκρύφει τετύφει έκεκρυφες ἐτετύφει. κεκρύφει. κεκρύφαλος, αλθαίνειν, ἡ παναλθής, άλλεσθαι τὴν φύσιν φυσήν τὸ ἀλθαίνειν ἄλθεσθαι ἀλθαία, ἄλθητος δὲ χείρ. αλθαίνει επαρίστερος
col. 735–736page 118 of 132
PG 136:735ελεήμονα δεξιὰν σκέψασθαι, ἧς τὸ ἔργον οὐκ ἐπισ ἀριστερὰ ἀρίστῳ ευώνυμος, γνώσεται ἡ ἀριστερὰ, οὐ μόνον ἔστιν εἰπεῖν τὸ φθάσαν εὐφυῶς ἤδη παρ' ἄλλου σοφοῦ ῥηθῆναι συμβολικώς, ὅτι Αμφοτέραις ἐλέει καὶ ἐξάντλει τὸν πλοῦτον· οὕτω γὰρ οὐκ ἂν ἀριστερά σου ἐπιγνοίη ὅ τι ποτὲ ἡ δεξιά σου ποιεῖ· ἀλλὰ καὶ ὅτι Μόνῃ τῇ δεξιᾷ μεταδιδόσθω ἡ ἐλεημοσύνη, τῇ ἐργατικῇ, τῇ ἀνδρικῇ, τῇ συμ βυλογραφούσῃ θείαν πρᾶξιν, τῇ ὑπὸ τῆς φύσεως αὐτῆς τετιμημένῃ, ὡς θεωροῦσιν οἱ φυσικοί τουο!, τῇ πεφυκυίᾳ ὁρᾶν εὐμαρῶς, καὶ θερμότερον, τῇ καὶ δεκτικῇ, εὐαποδέκτῳ τὴν δὲ λαιὰν ἄφες ἀπρακτεῖν τά γε εἰς ἐλεημοσύνην, η χρεία σπουδῆς καὶ συντη μίας πολλῆς καὶ συντονίας εἴτουν συντάσεως, καὶ τὴ πᾶν καιρίως εἰπεῖν, δεξιότητος, ὧν ἀποστέρεται ἡ λαιά, πεφυκυία μὲν δεξιὰ γίνεσθαι καὶ αὐτή, όμ δέ ποτε τοιοῦτον εὐπραγοῦσα καλὸν, ὡς ἀμφιδέξιον ἀποτελεῖν τὸν ἄνθρωπον· νωθρεύεται γὰρ ὀκνοῦσα ἡ ἀριστερὰ, καὶ ἀποκωλύει τὴν δεξιὰν τοῦ καλοῦ ἐν τε ἄλλαις πράξεσι καθ᾽ ἂς ἀφυῶς ἐνεργεῖ, καὶ ὅτι δὲ τὴν ἐλεημοσύνην ἐκφαίνει θριαμβεύουσα και φιλενδεικτεῖν ποιοῦσα φαρισαϊκῶς. σλβ'. Ολως δὲ οὐ πρὸς ἀγαθοῦ τοῖς παλαιοῖς τὸ ἀριστερὸν ἐτίθετοι καὶ ὡς μὲν δυσοιώνιστα ἐνομία ζοντο τὰ λαιὰ, τί χρὴ καὶ λέγειν; Χειρὶ δὲ χειρός ἅψασθαι ἀριστερᾶς, ἀπώματον ἦν· ἐφιλεῖτο δὲ μά λιστα ἡ δεξιά· καὶ οἱ δεξιούμενοι ἐν συνθήκαις ὅτα καὶ ὅρκοις ἐπεποίθεσαν ταῖς δεξισῖς· καὶ μέχρι και ἐσάρτι πιστούμενοι ἄνθρωποι, δεξιὰς ἀλλήλοις ἐμ βάλλουσιν· εὖ δὲ ποιοῦσα ἡ φύσις καὶ τὸ γράφειν ἀποκληρώσασα τῇ δεξιᾷ, ὀλίγας ἀριστερὰς τοιούτῳ καλῷ ἀποσεμνύνειν ἐθέλει· καλὸν δὲ πλοίοις ἐμπορία κοῖς τοῖχος ὁ δεξιός· καὶ ἡ παροιμία τὸν τοιοῦτον ἐπιλέγεται τοῖς ἐθέλουσιν σώζεσθαι. Μέγα δὲ φιλο τίμημα δεξιότητος, καὶ ὅτι τὰ τοῦ κόσμου ἀνατολικὰ δεξιὰ τίθενται εἶναι οἱ σοφοί· εἰ δὲ ὑπερυψω σαι τὴν δεξιὰν χρὴ ἐπαινετικῶς, θεώρει μοι δεξιές Υψίστου ἀλλοίωσιν, καὶ ἄνδρα δεξιᾶς Θεοῦ ἂν ἐκεῖνος βασιλικῶς ἐκραταίωσεν ἑαυτῷ· καὶ δεξιάν χείρα Κυρίου δεδοξασμένην ἐν ἰσχύϊ καὶ θραύουσαν ἐχθρο; καὶ τῷ πλήθει τῆς δόξης αὐτοῦ συντρίβουσαν τους ὑπεναντίους. σάγ'. Εἰ δὲ καὶ τοὺς ἀνθεστηκότας τῇ τοῦ Κυρίου δεξιᾷ ἐννοησόμεθα, ἐξ ὧν φυλαχθῆναι ὑπ' αὐτοῦ ὁ μέγας Δαβὶδ εύχεται, καὶ ἀριστεροὺς αὐτοὺς θώμεθα ὡς ἡ τῶν πρός τι ἀπαιτεῖ ἀκολουθία, τίς ἂν ἕλοιτο ἀριστερὸς εἶναι, ἢ τάξιν καὶ θέσιν οὕτως ἀριστερὰν ἐπαινεῖν; Πιστώσεται δὲ καὶ ἀποστολικὴ ἄγρα τὸ ἐν τοῖς ἀριστεροῖς ἀκάρπωτον, οἱ ἐν δεξιοῖς δεσποτικῇ κελεύσει χαλάσαντες, ἄγρας τε δαψιλοῦς καὶ θαύματος πολλοῦ ἐπλήσθησαν. Εἰ δὲ κομμωτικῶς ἱσταλμένη πεφυκιωμένη τε ἡ λαιὰ, καὶ ἐψιμυθιω μένη ἀγαθοῖς βήμασιν οἷς ἀριστερὰ μὲν ἐκ τοῦ ἀρίστου ἐκλήθη· ἐκ δὲ τοῦ εὖ ὠνομάσθη εὐώνυμο;, ἀνατείνεται εἰς ἐξαρμα, ἐνθυμητέον σταφυλὴν χολῆς, καὶ βότρυν πικρίας, καὶ τάφον κεκονιαμένον, καὶ γεύσεις γλυκυπίκρους, καὶ βάραθρα περιηνθισμένα
col. 737–738page 119 of 132
PG 136:737καὶ παραβλητέον τοῖς τοιούτοις τὰς ἀγαθωνύμους τὴν ἀριστερὰν, καὶ τὴν ἐκεῖθεν εὐώνυμον. Οχνῶ εὐώνυμον. γὰρ καὶ ἑτεροίας παραθείναι λέξεις, ὧν τοὔνομα μὲν ἡδὺ, τὸ πρᾶγμα πικρὸν, καὶ ἡ προγραφή μὲν ζωή, θάνατος δὲ τὰ ἐντός· ὧν μία καὶ τὸ κατὰ κοι τὴν συνήθειαν ἔλεος τοῦ Θεοῦ παρὰ τοῖς πολλοῖς οἱ τὴν θεόθεν ὀργὴν διά χαλάζης, καὶ ὅσα δὲ τοιαῦτα, Θεοῦ φασιν ἔλεος, εὐφημότερον· οίδασι δὲ καὶ τρά χηλοι ἀνθρώπων ὑγρότητα πικραίνουσαν ἀλγήμασι κατά τι πάθος, δ καλοῦσι γλυκύ· καὶ οἶδα μὲν τὴν Σολομώντειον σοφίαν ἀγαθὰ φέρουσαν, ἀλλὰ μὲν ἐν τῇ δεξιᾷ μεγάλα ἐκεῖνα, ἑτεροῖα δὲ τινα ἐν τῇ ἀριστερᾷ ὀκνῶν δὲ πολυπραγμονεῖν ἐπὶ πλέον τὸ τοιοῦτον κεφάλαιον, καθιστῶ ἕως ὧδε τὸ φιλοδέξιον σκέμμα, γινόμενος τῶν ἐφεξῆς ἑορταστικῶν μελῶν. σλδ'. Καὶ δὴ λέγω ὡς ὁ κλισμός, ἐν θρόνον εἶπο μεν, εἰς ἀνάκλιντρον μᾶλλον κυριολεκτικῶς ἑρμη νεύεται, δ γίνεται ἐκ τοῦ ἀνακλίνειν. Εἰ δὲ γενό μένος ὁ κλισμὸς ἐκ τοῦ κλίνω, διὰ τοῦ σ προφέρεται, νοητέον ὡς οὕτω καὶ ἐκ τοῦ μολύνω γίνεται μολυσμό;. Ορα δὲ ὅτι ἐπικρίνας ὁ μελῳδὸς εἰπεῖν δ ἐν καταρχῇ τοῦ τροπαρίου ποιητικώτερον ὕδειν τὸ ὑμνεῖν, διέγνω χρῆναι καὶ ἄλλας παρασπείραι λέξεις ἐν αὐτῷ ποιητικάς· οὐκοῦν ἐπήγαγε τοιοῦτον ὄνομα σεμνὸν τὴν φυσίζωον, καὶ τὰ ἔνδινα, καὶ τὸ ἀλθαίνειν. Ἰδοὺ δὲ καὶ τοὺς κλισμού;· εὖ εἰδὼς αὐτὸς ὅπως ἐνδέχεται διαχειρίζεσθαι τὰ μελικὰ ὡς κοινοῖς μὲν ἀναπληροῦν τὰ κοινά, τοῖς δὲ μὴ τοιούτοις τὰ καθήκοντα. σλε΄. Ιδρυμένος δὲ καὶ ἐνταῦθα ἀντὶ τοῦ ἁπλῶ; καθήμενος· καὶ μετήνεκται ἡ λέξις ἐκ τῶν καθ᾿ ἡμᾶς εἰς τὸν Θεόν· προσαχθεῖσα ὑπ' ἐκείνου καθὰ καὶ τὰ ἄλλα ὅσα ἐκ τῶν ἡμετέρων προσήχθησαν αὐτῷ· ἵνα καὶ ἐντεῦθεν ἠθικῶς παιδενώμεθα έξι διοῦσθαι καὶ ἡμᾶς τὰ ἐκείνου θεομιμήτως καὶ φιλο θέως, καθάπερ ἐκεῖνος τὰ ἡμέτερα· εἰπεῖν δὲ μᾶλλον ἀκριβῶς, εἴπερ ἄλλοθί που ἱερὰ λέξις τὸ ἱδρύσθαι, καθὰ καὶ προδεδήλωται, ὧδε μάλιστα τοιαύτη ἐστὶ κατ' ἐπίτασιν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ νῦν οὐκ ἀφετέον συντετάχθαι τῷ ἱδρυμένος, ἀλλὰ μεθελκυστέον εἰς τὸ πέπομφεν, ἵνα ᾖ ὅτι Νῦν πέπομφεν ὁ Σωτὴρ Χριστὸς τὴν χάριν τοῦ Πνεύματος, οὐκ ἰδιάζων χωρίς, ἀλλὰ συνεδριάζων τῷ Πατρί πάντως δὲ νῦν πέμψας, ὅτε καὶ ἑορτάζομεν, καὶ πρὸ τούτου ἀεὶ ὡσαύτω; ἔπεμπε τὴν αὐτὴν χάριν τοῖς ἀξίοις αὐτῆς· καὶ οὐδὲ εἰς τὸ ἑξῆς παύσεταί ποτε οὕτω ποιῶν, ἵνα προσαρμόσῃ καὶ τῇ τοιαύτῃ θείᾳ δωρεᾷ τὸ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. σὶς'. Τὸ δὲ πέπομφε χαρακτήρα έχει διπλοῦν ὁριστικού παρακειμένου, ἐνεργητικοῦ τε δηλαδὴ καὶ μέσου· ἐνεργητικοῦ μὲν διὰ τὸ φῖ τὸ ἐκ τοῦ πέμπω πέμψω. Εἰ γάρ, φασὶν, ὁ μέλλων διὰ τοῦ ψί, ὁ παρα κείμενος διὰ τοῦ φί· μέσου δὲ διὰ τὸ ο' τὸ μικρὸν, ᾧ παραλήγεται μέσος παρακείμενος ο έχων δισύλλαβον μέλλοντα παραληγόμενον τῷ ε· εἰ γὰρ ἐν δισυλλάβῳ, φασι, μέλλοντι τὸ ε εὑρεθῇ, εἰς ο αὐτὸ τρέπει ὁ μέσος παρακείμενος· οἷον σπερῶ ἔσπορα· κατὰ ὁ κλισμός, ἀνάκλιντρον κλίνειν. ὁ κλισμός κλίνω, ύδειν ὑμνεῖν, σίζωον, εἰ τὰ ἔνδυνα, εἰ τὸ ἀλθαίνειν τοὺς κλισμούς, Ιδρυμένος τὸ ἱδρύσθαι, ιδρυμένος, τὸ πέπομφεν; πέπομφε πέμπω πέμψο; ψι, φί;
col. 739–740page 120 of 132
PG 136:739σπερῶ ἔσπορα. γοῦν τοὺς τοιούτους δύο κανόνας οριστικών παρακει πέμπω, πέμφα πέπομφα πέπομφα φτ, κέκλοφα κλέπτω, κεκλοφα, κέκλοπα, τὸ φί, τὸ τέτροφεν. εἰκὸς ἔοικεν, λελογχε εἰ ενήνοχε. Η χάρις τῷ χαίρειν τῇ χαρᾷ, κιθάρα κίθαρις, χαρά χάρις. μένων δύο γενομένων ἐκ τοῦ πέμπω· ὧν ὁ μὲν πρῶτος καὶ ἐνεργητικής πέπεμφα διὰ τοῦ ε, ὁ δὲ μέσος πέπομφα διὰ τοῦ οἱ ἄρα ὁ πέπομψα παρα κείμενος τὸν χαρακτῆρα ἔχει τῶν δύο, τὸν μὲν τοῦ Ενεργητικοῦ διὰ τὸ φί, τὸν δὲ τοῦ μέσου διὰ τὸ ο μικρόν. Τοιοῦτον δὲ καὶ τὸ κέκλοφα ἐκ τοῦ κλέπτω ἐνεστῶτος, οὗ καὶ αὐτοῦ δύο φύσει παρακειμένων ὄντων τοῦ κέκλοφα ενεργητικοῦ καὶ μέσου τοῦ κέκλοπα, τοῦ ἐνεργητικοῦ μέν ἐστι τὸ φί, τοῦ μέσου δὲ τὸ ο· ὅμοιον δὲ τούτοις ἀπαραλλάκτως καὶ τὸ τέτροφεν· ἐν ἄλλῃ δὲ συζυγία ῥηματικῇ καὶ τὸ εἰκὸς Ιωνικῶς, καὶ τὸ ἔοικεν Αττικῶς, καὶ τὸ λέλογχε, καὶ τὸ ἐνήνοχε· καὶ ἔστιν εἰπεῖν τρόπον ἄλλον μέσους τοὺς τοιούτους παρακειμένους, ὡς μεταξύ πως δντες τῇ προφορᾷ, τῶν ἰδίως ενεργητικών λεγομένων, ὅτι δὲ καὶ τῶν μέσων. Η χάρις δὲ τοῦ Πνεύματος ἐκ τοῦ χαίρειν παρῆκται, καὶ τῆς χαρᾶς ἦν χαίρουσιν οἱ πνευματικοί, τὸ ἐφετὸν ἔχοντε;, καὶ δι' αὐτὸ ἠξιωμένοι θεόθεν εὐαγγελικῶς ἀκούειν τὸν χαίρετε ὡς γάρ φασι κιθάρα κίθαρις, οὕτω καὶ χαρὰ χάρις. Τροπάριον δεύτερον τῆς ἐννάτης ώδης. ΧΧΥΙ. Οσεις Επνευσεν ή θεόβρυτος χάρις, Λάμποντες, ἀστράπτοντες, ηλλοιωμένοι, Οθνείαν ἀλλοίωσιν, εὐπρεπεστάτην, Ισοσθενοῦσαν, τὴν ἄτμητον εἰδότες Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν. σλζ'. Θεολογίας κράμα τὸ παρὸν τροπάριον καὶ ὑπομνήσεως ὕμνου τριαδικοῦ, εἰς ὃν καταλήγει ηθικῶς ἐκ τοῦ ὑψηλοτάτου ἀρξάμενον· λέγει γὰρ ὅτι ὅσοις ἔπνευσεν ή θεόφυτος χάρις ὡς λάμπειν καὶ ἀστράπτειν καὶ ἀλλοιῶσθαι ἐθνείαν ήγουν ξένην αλλοίωσιν εὐπρεπεστάτην δοξάζομεν, καὶ δοξάζειν πάντως ὀφείλομεν τὴν σοφὴν τρίφεγγον οὐσίαν, την τριαδικὴν δηλαδή, ἄτμητον εἰδότες αὐτὴν κατὰ τὸ μὴ τέμνεσθαι διαμπαξ ὡς καὶ χωρίζεσθαι ἀλλήλων ἀλλὰ εἰς μόνον ὅσον πιστώσασθαι καὶ νοῆσαι, καὶ διδάξαι τα τρία πρόσωπα τῆς μιᾶς θεότητος· ἐν τούτοις δὲ δύναται τὸ δοξάζομεν καὶ συμβουλευτικώς νοεῖσθαι· εἰ δὲ μὴ ἐκτείνει την παραλήγουσαν, Ιωνικῆς τοῦτο ἀδιαφορίας ἐστίν. Εἰς δὲ τὴν ὄντως άτμητον τριπρόσωπον οὐσίαν, καὶ τὸν εἰρημένον ἐπ' αὐτῇ νοῦν, ἐνθυμητέον καὶ τὴν μέγαν ἅγιον δς ἔφη, ἅμα τῷ τεμεῖν, ἐπισυνάπτειν τὰ ἄτομα, ήγουν τὰ μὴ ὀθνείαν δοξάζομεν τεμνόμενα τομῇ διαιρετικῇ, ὁποίαν ἔφαμεν, δι' ἧς τριούσιος φαντάζοιτο ἂν θεότης ἢ οὐσία τρίθεις καὶ οὕτω μὲν ὀρθῶς διάκειται ἡ τοιαύτη τοῦ τρο παρίου ἔννοια. σλη. Ἐπιβαλεῖν δὲ εἰσέτι κάλλιον· σεμνήν περιαυτολογίας & μελῳδὸς ἐνταῦθα ἐκτίθησι λανθάνουσαν εὐμεθόδως διὰ κοινοποιήσεως. Σεμνολογών γὰρ τοὺς τὴν ἁγίαν Τριάδα δοξάζοντας, συνεισάγει πάντως ἐν τῷ κοινῷ καὶ ἑαυτὸν, ὡς ἐμμέτρως αὐτὴν καὶ μεγαλείως ὑμνολογήσαντα καὶ οὕτω δοξάσαντα. Λέγει οὖν ὅτι ὅσοις ἐξ ἡμῶν ἔπνευσεν ἁγίου Πνεύ ματος" χάρις, αὐτοὶ πάντως λαμπρυνθέντες τῇ τοιαύτη χάριτι καὶ ξένως ήλλοιωμένοι, καὶ τὸ τῆς ἁγίας Τριάδος Ισοσθενὲς εἰδότες, ταυτὸν δ᾽ εἰπεῖν,
col. 741–742page 121 of 132
PG 136:741ἐγνωκότε, ὡς ἐν τῷ εἱρμῷ τῆς τρίτης ᾠδῆς δεδή λωται· ἥτις ἀγία Τριὰς οὐχ ἁπλῶς οὐσία ἐστὶν, οὐδὲ ἁπλῶς τρίφεγγος, ἀλλὰ κατά τινα τρίαξιν ἐπιθέτων, σοφὴ τρίφεγγος οὐσία· αὐτοὶ τοίνυν οὕτω λαμπροί ὄντες καὶ τὰ θεῖα σοφοί, δεόντως καὶ δοξάζομεν. Καλῶς δὲ ἄρα καὶ ἀποστολικῇ μεθόδῳ, ἐν Κυρίῳ καυχᾶται ὁ θεῖος οὗτος μελῳδὸς πεποιθὼς ἀληθεύειν καί γε ἀληθεύει Θεοῦ χάριτι· οὐκ ἀπορητέον δὲ πῶς ὁ μελῳδὸς ἠρκέσθη, οὐσίαν εἰπὼν τὴν ὑπὲρ πᾶσαν οὐσίαν ἁγίαν Τριάδα· ἀλλ' ἐνθυμητέον ὅτι κἂν μὴ ὑπερούσιον ῥητῶς εἶπεν αὐτὴν, ἀλλὰ τρόπον ἄλλον τὴν αὐτὴν ἔννοιαν ὑπεκρούσατο ἀσφαλῶς οὐσία γὰρ σοφὴ τρίφεγγος, ἡ ἁγιωτάτη μόνη καὶ ἀνωτέρω εξέθη Τριάς. σλθ'. Ορα δὲ τὸ ἔπνευσεν, σεμνότερον ἐν τοῦ ἔφανε καὶ ἔλαμψε καὶ πάντων τῶν τοιούτων, καὶ οἰκειότερον τῷ ἑορταζομένῳ ἁγίῳ Πνεύματι· οὗ τὴν χάριν θεόῤῥυτον ἐξ ὑγρᾶς κἀνταῦθα τροπῆς ἔφη ὡς καὶ ὀμβρουμένην ἄνωθεν ἐπὶ ἀναψυχῇ τῶν πιστῶν, καὶ πλύνουσαν ἁγίῳ τε βαπτίσματι καὶ λοιποῖς θείοις καθαρσίοις, καὶ ἀρδεύουσαν αύλακας θείας, καὶ αὔξουσαν πνευματικὰ σπέρματα, καὶ κατακλύ ζονταν ἁμαρτίας· καὶ ὅλως ἄνωθεν ἐκχεομένην προ φητικῶς ἐπ' ἀγαθῷ τῶν τοῦ τοιούτου Πνεύματος ἀξίων ψυχῶν· τοιούτοις δὲ λόγοις χυτή ἂν εἴη ἄνω δεν μεταφορικῶς ἡ θεία πνευματική χάρις, καὶ ὀμβρητὴ καὶ ῥυτή, ἤδη δὲ ὑγρὸν πνέουσα πνευματ τικῶς, εἴ τι χρὴ καὶ οὕτω φράσαι ἀρχαϊκῶς, ὥστε προσφυῶς τὸ ἔπνευσεν ἐπὶ τῆς θεοῤῥύτου χάριτος εἶπεν ὁ μελφδός· καὶ ἄλλως δὲ τὸ αὐτὸ σεμνύναι, ὥσπερ έρπει πρός τινα τὸ ἑρπτὸν, καὶ βαδίζει τὸ ποδωτὸν, καὶ ἐπιπετάννυται τὸ πτηνὸν, καὶ νήχεται που τὸ νηκτόν, οὕτω πάντως πνέει καὶ ἀερία πνοή, φυσικὴ μὲν αὕτη, συμβολογραφούσα δὲ ὡς οὐκ ἂν ἀντείπῃ τις τὸ ἅγιον Πνεῦμα, δ καὶ ἐκ τοῦ πνέειν καὶ τῆς κατ᾿ αὐτὸ πνοῆς ὠνόμασται. σμ'. Πνοήν δέ φημι ἐνταῦθα, οὔτε τὴν ἀπόγαιον ὁποῖα πολλὰ περὶ ἡμᾶς πνέουσιν ἀήματα, οὔτε τὴν ἐκ καπνώδους ἀτμοῦ, καὶ οὕτω ξηράν· ἀλλὰ τὴν ἀφ᾽ ὕψους καὶ φύσει ἔνικμον καὶ ὑγράν· τοιαύτη γὰρ νῦν χρησιμεύει τῷ μελωδῷ τροπικῶς, ἵνα δι' αὐτῆς φιλοσοφήσῃ θεολογικῶς· διὸ καὶ δυνάμενος εἰπεῖν ὅσοις ἔπνευσεν ἢ θεόόλυτον χάριν ἔφρασεν γῆθεν γὰρ τὸ βρόον καὶ τὸ βλύον, εἰ καὶ γενικῶς Αυτά εἰσι καὶ αὐτά. Προέκρινε δὲ τὸ θεόῤῥυτος χάρις, ἵνα ἐκ τοῦ ἔπνευσε καὶ ἐκ τοῦ θεόῤῥυτος ὡς ἐκ πνευματώδους ἐνύγρου νέφους υψηλοῦ πορίσηται καὶ ἀστραπαίαν ἔννοιαν τὴν ἐν τοῖς πνευματικῶς ἀστράπτουσι πιστοῖς, καὶ νόημα λαμπηδόνος τὸ ἐν τοῖς λάμπουσι μαθηταῖς, κοινὸν ὑπάρχον αὐτὸ καὶ ἀστραπῆς λαμπούσης καὶ ὑγρότητος ὀμέρηρᾶς ἀπο πλυνούσης καὶ λευκανούσης καὶ ποιούσης οὕτω λάμ πειν· καὶ κείσθω καὶ ἡ τοιαύτη σκέψις ἐπὶ σεμνώματι τοῦ ἔπνευσε καὶ ἑξῆς· ἔνθα ἐννοίας παρέφρασεν ᾶς φθάσας ἀπὸ τοιούτων μεταφορῶν ἐμελῴδησε, &ξ:; ὢν οὕτω ποικίλλεσθαι μεταφοραῖς καὶ παρα έπνευσεν, έφανε έλαμψε, έπνευσε ὅσοις ἔπνευσεν ἔφρασε θεόβλυτον βρύον βλύον, ῥυτά θεόῤῥυτος χάρις, ἔπνευσεν θεόῤῥυτος, ἔπνευσεν
col. 743–744page 122 of 132
PG 136:743ΤΗ φράσεσι, δι' ὧν ἡ τῶν νοημάτων ταυτότης ἐξαλλάσσεται. σμα'. Ιστέον δὲ καὶ ὅτι σεμνή λέξις ἡ χάρις ἡ χάρις; ῥυτή καί πως φυτὴ καὶ αὐτὴ καθ᾿ αὐτὴν μονήρης λεγο θεόρρυτος, μένη δίχα τοῦ θεόρουτος καθότι καὶ χυτὴ τρίπον χυτή; χέω τινά· εἴπερ ἐκ τοῦ χέω γίνεται χαίρειν, ὅθεν καὶ ἡ χαίρειν, χάρις, χαρᾷ χάρις ἡ τῇ χαρᾷ παρώνυμος· διάχυσις γάρ τις καὶ ἡ χαρὰ ἡ χαρὰ καὶ ἡ χάρις, καθὰ σύγχυσις τὸ ἐναντίον ή χάρις σύγχυσις αὐταῖς· διὸ καί τις παραβολή προσφυῶς τῇ τοιαύτη ἐννοίᾳ αἰτιολογοῦσα τὸ δάκρυον· πῆ μὲν ὑφ' ήδονῆς προϊὸν ἄκρας, πὴ δὲ ὑπὸ θλίψεω;, τὸν σπόγγον προφέρει ἐς ὁμοιότητα, ὃς ὑγρὸν στέγων, τῆ μὲν ἀναπεπταμένος εἰς πλήσμιον αὐτόῤῥυτον ἐκεῖνο προάγει χεόμενον δίχα πιεσμοῦ, τῆ δὲ δι᾽ ἔνδειαν σφιγγόμενος· ὡς καὶ ψυχή, πῆ μὲν ἠραιωμένη ἐν αὐτόῤῥυτας τῷ χαίρειν καὶ οὕτως ἀναπεπτάσθαι, προΐησι δύο κρυον, πῇ δὲ θλιβομένη, ταυτὸν δὲ φάναι, πιεζομένη δῆλον γὰρ ὡς ταυτίζεται ή θλίψις καὶ ὁ πιεσμός. Ιστέον δὲ ὅτι τῶν παλαιῶν θείαις λέξεσιν έντας σόντων τὴν χάριν, οι τολμηρότεροι καὶ ἐθεοποίησαν αὐτὴν, καὶ εἰς Τριάδα περιέστησαν, τρεῖς ἐλλόγως ἀναπλάσσοντες χάριτας, καὶ ὀνόματα σεμνὰ ἐπιτιθέντες αὐταῖς. Σεμνότατον δὲ αὐτῆς ἐκεῖνο ἐστιν, ὅτι οὐδεὶς οὔτε τῶν ἄλλων σοφῶν, οὔτε τῶν ἁγίων Πατέρων, ἀπηξίωσεν ἐπὶ Θεοῦ τὴν τοιαύτην λέξιν, ἀλλὰ πάντες ἐνέκριναν καὶ ἐπ' αὐτοῦ ταύτην ἁρμόττεσθαι· οὔκουν ἔστιν εἰπεῖν χάριν ἢ χαριτώνυμο ; ή κεχαριτωμένην ἢ ἄλλο τι τοιοῦτον, καὶ ἐξαθερίσαι ὅλως τὸ λεχθέν· διὸ καὶ ὁ χαρίσιος εἴτε πλακούς χαριτώνυμον, χαριτωμένην ἐκεῖνος εἴτε ἄνθρωπος ἐσεμνύνετο τῇ τοιαύτῃ λέξει ¿ καλὴν δὲ αὐτὴν οὖσαν εὑρὼν καὶ ὁ σοφὸς Ιωάννης χαρίσιος, οὗτος, ἐπλεόνασεν, ὡς ἐχρῆν, καταπάσας αὐτῇ τὸν μελῳδικὸν πέπλον ὅσα καὶ ποικίλματι ἀνθηρῷ. σμβ'. ᾿Αφειδέστερον μέντοι ὅσα καὶ μαργάρους, τὰς ὡς οὕτως εἰπεῖν φωσφόρους λέξεις, οἷα οἰκειοτέρας καὶ προσφυεστέρας τῇ ἁγίᾳ Τριάδι, ἐνέθετο εἰς καλλίονα τοῦ ὕφους ποικιλμόν· λέγω δὴ τὰς τοῦ φωτὸς, καὶ τοῦ φέγγους, καὶ τοῦ φάους, καὶ τῶν ἐξ αὐτῶν, δίχα γε τῶν τοῦ φρυκτοῦ, καὶ τοῦ πυρὸς, καὶ τῆς ἀστραπῆς, καὶ τοῦ σέλαος, καὶ τῶν κατὰ τὸ ὄνομα τῆς λάμψεως, ὡς ἐντεῦθεν ολόφωτον σχε δόν τι τὴν πνευματικὴν ψαλμῳδίαν εἶναι τῷ ὑψηλο φώνῳ μελῳδῷ· καὶ διὰ τὰ τοιαῦτα καὶ εἰς λογεῖον αὐτῷ ἐλλογεῖσθαι τὸ τοῦ κανόνος άπλωμα· οὐ λίθος μόνον κατεστρωμένον τιμίοις τοῖς κατὰ τὴν γλυ κεῖαν χάριν νοήμασιν, ἀλλὰ καὶ μαργάρων φαεινών ἐξαστράπτον, ὡς ἐῤῥέθη, φαεινότατα. σμγ'. Σέμνωμα δὲ χάριτος καὶ σύννας, οἷον αὐτῇ καὶ τὸ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, ἐν πνεύματι καὶ χάριτι λέγεσθαι, καὶ ὅτι τὰς κανονικῶς ἀποστολικές σφραγίδας, ἡ τοῦ Παναγίου στ μετοί Πνεύματος χάρι;· καὶ ὅτι ὁ ἐν Κυρίῳ καυχώμενος, ἀρκεῖται εἰπὼν Θεοῦ χάριτι ποιεῖν αὐτά καὶ ὅτι ἐς ταυτὸν ἥκει θεοῦ δωρεὰν καὶ χάριν εἰς πεῖν· καὶ ὅτι σωτηριώδες, χάριν καὶ εἰκτιρμούς καὶ φιλανθρωπίαν συνεκφωνήσαι Θεοῦ· καὶ ὅτι ὁ
col. 745–746page 123 of 132
PG 136:745μὲν ἔσω ταύτης καὶ μέτοχος, ἡδὺς ὅτι μάλα· ὁ δὲ τοῦ καλοῦ ἔκπτωτος τοῦδε, οὐδέν τι τοιοῦτος δοκεῖ ὡς ὁ ἄχαρις καὶ ὁ ἀχαρίστερος δόρπος ἢ λόγος· καὶ τὸ ἀχαρίστατον ήγουν ἀηδέστατον καὶ πάνυ ἄχαρι, καὶ μάλιστα ὁ ἐπάρατος ἀχάριστος. Ὅτι δὲ καὶ ἐπέ ραις ὑψηλαῖς ἐφίλησεν ὁ μελῳδὸς ἐγκροαίνειν λέ ξεσι λόγῳ ἐπιμονῆς, εὐχρήστοις καὶ ὑψηλαῖς εἰ καὶ μὴ κατὰ τὰς εἰρημένας λέξεις τὴν χάριν καὶ τὰς ἐκ τοῦ φωτὸς, καὶ τῶν κατ' αὐτὸ, ἡ περιοχὴ τοῦ κανόνος δηλοί τοῖς περιερχομένοις αὐτόν. σμδ΄. Ἀλλὰ γὰρ ἐς τοσοῦτον συμμέτρως τὴν χάριν περιεργασάμενοι, καὶ εὐξάμενοι τῷ Θεῷ μὴ ἀπό στερεῖν ἡμᾶς αὐτῆς, λέγομεν καὶ ὅτι τὸ λάμποντες ἀστράπτοντες ἠλλοιωμένοι ἀσυνδέτως προαχθέντα, γοργῶς καὶ γλυκέως πέφρασται· τῇ πνευματικῇ δὲ φωσφορίᾳ ὠκείωται πάντως καὶ τὸ λάμπειν καὶ τὸ ἀστράπτειν. Εστι δὲ τούτων τὸ μὲν ἐφετὸν φύσει, τὸ δ᾽ οὐ τοιοῦτον· διὸ ἱλαρὸν μὲν ἡ λαμπράς, διὰ τὸ κατ' αὐτὴν γλυκὺ φῶς· φρικτὸν δὲ ὡς πυρόεν, ἡ ἀστραπή - ἅπερ καὶ ἐπὶ τοῦ Θεοῦ νοοῦντες ἡμεῖς, εἴπερ φρονοῦντες, καὶ φοβερὸν μὲν εἶναι τὸν Θεὸν λογιζόμενος, καὶ οἷον μὴ ἐξευρήσειν τὸν ἀντιστησόμενον τῇ δικαίᾳ αὐτοῦ ὀργῇ, ἄλλως δὲ καὶ φιλανθρωπότατον αὐτὸν εἶναι συννοούμενοι, φυλαξώμεθα ἡμᾶς αὐτοὺς ὡς ἢ μὴ ἁμαρτάνειν ἀπαρακαλύπτως οὕτω καὶ ἀλογίστως ἐπὶ κληρονομία δαίμονος, ἢ ἀλλὰ καὶ ἡμαρτηκότες ταχὺ ἐπιστρέφεσθαι, την χαλὴν ἀλλοιωθέντες αλλοίωσιν, ἧς ἐνταῦθα ἐμνή σθη ὁ μελῳδὸς παρελκύσας αὐτὴν ἐκ τῶν τῆς ἑορτῆς. σμε'. "Εστι γάρ νοῆσαι ἡμᾶς, ὅτι τὴν κατὰ νοῦν λάμψιν καὶ τὴν ἀστραπὴν καὶ τὴν εὐπρεπῆ ὀθνείαν ἀλλοίωσιν, ἣν παραγγέλλει ὁ σοφὸς οὗτος ἐποποιός, καὶ ἐπιμάρτυρεται ἡμῖν ὡς λατρευταῖς τῆς ἁγίας Τριάδος, τοῖς μαθηταῖς πρώτοις ἐνεθεώρησε. Τί γὰρ ἀπαίσιον ἢ ἀπόφημον ἢ ἀνακόλουθον τῇ ἑορτῇ, καὶ τοιαύτην χάριν ἄνωθεν πεμφθῆναι τοῖς θεοκήρυξιν, ἵνα τοῦ περιέχοντος λαμπομένου πυρσαῖς γλώσσαις καὶ τῇ ἐκεῖθεν φανότητι, καὶ τὰ μαθητικά πρόσωπα φωτὶ λάμποιντο, καὶ θείαν οὕτως πλουτοῖεν ἀλλοίωσιν; οὐ γὰρ ἂν εἴποι εις πρέπειν τὸν μὲν ἐκεῖ ἀέρα λάμπεσθαι, κατενώπιον δὲ τοῦ Θεοῦ ἀποστόλων ζό φον εἶναι, ὡς νυκτὶ ἐοικέναι σφίσι τὰ ὑπώπια ᾤχρῳ βεβαμμένα τῷ ἐκ φόβου καὶ συστολῆς, τοῦ πρὸς κάλλος ἐρεύθοντος αἵματος· ἡ Μωϋσῆς μὲν ὑπερεδοξάσθη τὸ πρόσωπον ἦν ὅτε ἐκ Θεοῦ καθὰ πρέπον, οἱ δὲ μαθηταὶ οὐκ ἦσαν ἄξιοι καλῷ τοιούτῳ ἐλλάμ ψασθαι; καὶ τυχεῖν ὁμαδικῶς ἀγαθοῦ ὁποίου ἐν τῷ Θαβώρ ἐπειράθησαν τρεῖς ἐκεῖνοι ἐπίλεκτοι μαθη ταί, οὓς καὶ αὐτοὺς ὁ νῦν ἀποστολικός περιέχει σύλο λογος, χαίροντας πάντως ὅτι τὸ ἰδιάσαν πρὸ τοῦ πάθους καλὴν τὸ ἄῤῥητον ἐκεῖνα φῶς, ἐκοινώσαντο ἄρτι πάντες ἀδελφικῶς διὰ τοῦ ἁγίου Πνεύματος, ὡς αὐτὸ ἐπιμέτρησε. σμς΄. Διὸ ἔστι νοῆσαι καὶ εἰπεῖν ὀρθῶς, ὡς οἱ λάμποντες οὕτω καὶ ἀστράπτοντες διὰ τὸ θεόθεν λάμπεσθαι καὶ ἀστράπτεσθαι, καὶ πυρίναις δὲ γλώσσαις ψαυόμεναι θιγγανούσαις οἷον τῆς ἑκάστου ἄχαρις εἰ ὁ ἀχαρίστερος δόρπος λόγος, λάμποντες, ἀστράπτοντες, ηλλοιω μένοι, τὸ λάμπειν εἰ τὸ ἀστράπτειν.
col. 747–748page 124 of 132
PG 136:747γλώσσης, καὶ οὕτω γνώσεως πραείαν φλόγα έμπυ δίσημον, ρευούσαις ὡς Θεοῦ ἀγγέλοις, ἔμελπον ἂν τὰ εἰκότα, κἂν οἱ περιεστῶτες ἐθνικοὶ παρενόουν αὐτούς· καί πως κατὰ τοὺς ἐκ φλογὸς μέσης τὸν Θεὸν εὐλο γοῦντας καὶ ὑμνοῦντας ἁγίους παῖδας ἐκείνους, καὶ τὸν πέριξ λαὸν τὸν εἰδωλολάτρην ἐκπλήττοντας, διετέθειντο καὶ αὐτοί; Ούκουν ἀπεικὸς οὐδὲ ἀμφί λεκτον λαμπροτάτους εἶναι καὶ τὴν μορφὴν τοὺς ἀποστόλους ὅτε πυρσομόρφως αὐτοῖς ἦλθεν ἡ ἄνω θεν τοῦ Πνεύματος ἔλλαμψις, ἵνα φωτὶ τῷ ἐντὸς φῶς ἔχοιεν καὶ προσωπικόν· καὶ τρία ταῦτα φῶτα έναιθριάζοι αὐτοῖς τὸ ἐκ τῶν πυρίνων γλωσσῶν, καὶ τὸ κατὰ ψυχήν· καὶ τρίτον ὅπερ αὐτοῖς τὴν ὄψιν εἰς δόξαν τῆς ἁγίας Τριάδος Αγλάιζεν. σμα. Εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, δύναταί τις καὶ τὸ οθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην ἀλλοιῶσθαι αὐτ τοὺς συμβιβάσαι αστείως πρὸς τοιαύτην λάμψιν καὶ ἀστραπὴν, καὶ εἰπεῖν ὅτι μυκτηρίζει ἐνταῦθα ὁ ἅγιος μελωδός παλαιὰν ἐν Ἕλλησι κατ' ὄψιν ἀλλοίωσιν, ἐπιγινομένην ἡρωικῷ προσώπῳ περὶ οὗ πε ποίηται τὸ - 'Αλλοιός μοι ξεῖν' ἐφάνης νέον ἠὲ πάροιθεν· - λέγεται γάρ ποτε ήρως ἀνὴρ ἀλλοιωθῆναι καινῶς τά τε ἄλλα τοῦ σώματος, καὶ τὸ πρόσωπον καὶ ἦν ἢ ἀλλοίωσις ὀθνεία ἐκείνου, καὶ οὐδὲ βραχύ τι γοῦν εὐπρεπῆς, ἀλλὰ εἰδεχθέστατον ἐκεῖνον δια δεικνῦσα· βυτίς τε γὰρ ἐκεῖνον περιέστειλε, καὶ ὁ χρους ὡσεὶ καὶ κάρφος ἀπεξήραντο, καὶ οἱ ὀφθαλμοὶ ἐκνυζώθησαν, ὅτι μηδὲ ἦν ἡ ἀλλοίωσις ἐκείνη ἐκ τοῦ κρείττονος. σμή. Ἐνταῦθα δὲ εἴποι ἂν ὁ μελῳδὸς ὅτι τῆς δεξιᾶς τοῦ Θεοῦ ἀλλοιούσης τοὺς ἀποστόλους, οὕτως ἠλλοιώθησαν ὡς ὀθνείαν τε αὐτῶν καθὰ καὶ παντὸς ἄλλου προσώπου εἶναι τὴν ἀστραπαίαν ταύτην λάμ ψιν, ἀλλὰ καὶ εὐπρεπεστάτην οἷα καὶ ἐπαγωγὴν καὶ ἐφολκὸν τῶν ἐντρανιζόντων αὐτῇ. Οὐ γὰρ ὡς ἐν τῷ Θαβώρ ὑπὲρ ἥλιον τοῦ φωτὸς ἐνεργοῦντος, ὑπερηυγάζοντο καταστραττόμενοι, ἀλλὰ ὥσπερ τὸ τηνικαῦτα πῦρ τῶν γλωσσῶν οὐκ ἤθελε καίειν, ού τως οὐδὲ τὸ ἐκεῖθεν φῶς ἐκτυφλοῦν τοὺς βλέποντας ἐπ' ἀγαθῷ γὰρ ἐκαινουργήθη ταῦτα ἐν τῇ ἑορτῇ. οὐ μὴν ὥστε βλαβῆναι μὴ ὅτι γε τοὺς μαθητάς, ἀλλ' οὐδὲ ἕτερόν τινα· καὶ οὕτω μὲν εἰς παράδειγμα τοὺς ἀποστόλους ὑποστήσας διὰ ἀναμνήσεως ὁ σοφὸς μελικός Ἰωάννης, τὴν ἐκείνην λάμψιν εθέλει μετα Ο κλίναι νοητῶς εἰς ἡμᾶς, ἐν τῷ λατρεύειν τῇ ἁγίᾳ Τριάδι ὀρθῶς. σμθ'. Τὴν δὲ ῥηθεῖσαν ἀλλοίωσιν ὀθνείαν ὁ μελῳ δὸς εἶπεν, ήγουν ξένην, ὡς ἐῤῥέθη, καὶ παράδοξον, τρόπῳ τῷ παρὰ τοῖς παλαιοῖς λεγομένῳ μεταληπτικῷ, ήγουν τῷ κατὰ μετάληψιν, οὐ τὴν παρὰ τοῖς πεζολόγοις ῥήτορσιν, ἀλλὰ τὴν παρὰ τοῖς ποιηταῖς γινομένην. Οὕτως· ὑποκείσθω λέξις δεομένη έρμη νείας εἰς διασάφησιν, καὶ ἑρμηνευθήτω ἐκείνη διὰ λέξεως ὁμωνύμου, ήγουν τὸ ἐλάχιστον, δισήμου, δ ἐστιν ἐχούσης δύο σημασίας ἑτεροιουμένας ἀλλή λων, ὧν ἡ μὲν μία οικειοτάτη, ὡς εἰκὸς αὐτόθεν ἐστὶ τῇ ὑποκειμένῃ εἰς διασάφησιν· ἡ δὲ ἑτέρα βιαίως ἕλκεται εἰς ἑρμηνείαν ἐκείνην, ἐξωθουμένου τοῦ ἀκροατοῦ· μεταγαγεῖν τὴν αὐτοῦ νοῦν ἀπὸ τῆς
col. 749–750page 125 of 132
PG 136:749προσφυοῦς ἑρμηνείας εἰς τὴν ἄλλην τὴν ἐξ ὁμωνυμίας ἀντιπαρακειμένην, καὶ προσαρμόσαι αὐτὴν εἰς ἑρμηνείαν τῆς προκειμένης λέξεως· οἷον ἔστω δεομένη ἑρμηνείας λέξις ἡ γλήνη ἐν τῷ Εῤῥε, κακὴ γλήνη· - καὶ ἑρμηνευτέον αὐτὴν διὰ τοῦ κόρη. Ἐπὶ οὖν κόρη μὲν καὶ ἡ κατὰ τὸν ὀφθαλμὸν, κόρη δὲ ὁμωνύμως κατὰ ἑτεροίαν σημασίαν καὶ τὸ νεαρὸν γυναικάριον, ὁ μὲν προσάψας τῇ γλήνῃ τὴν πρώτην κόρην τὴν κατ' ὄψιν, ἵνα λέγῃ ὅτι Εῤῥε, κακὴ θέα, ήγουν ᾿Ανερ μὴ ἀξιοθέατε, οἰκείως. ἡρμήνευσεν, εἴτουν προσφυῶς· ὁ δὲ μεταλαβών ήγουν ἀλλάξας τὴν θέαν καὶ εἰπὼν μεταληπτικῶς, Εῤῥε, κακὸν κοράσιον, ήγουν Ο γυναικία καὶ δειλότατε ἄνερ, οὐ καλῶς μὲν ἡρμήνευσε· δοκεῖ δὲ βιαίως ἀναγκάζεσθαι, ὡς οἷον ἐναπαιτήσει, ὅτι ἐπὶ γλήνην ἔφης τὴν κόρην κόρη δὲ καὶ τὸ κοράσιον, κατάδεξαι εἰπεῖν ἑρμηνευτικῶς καὶ τὸ - Εῤῥε, κακὴ γλήνη, - ἀντὶ τοῦ φθάρηθιγυναικάνερ διὰ δειλίαν. Τοιούτῳ δή τινι λόγῳ καὶ ὁ μελῳδὸς ἐγγράψας τῇ ψυχῇ, ξένην ἀλλοίωσιν εἰπεῖν τὴν ἐκ τοῦ ἁγίου Πνεύματος, ἐν τῷ λαβεῖν ἴσως αὐτὸ ἐκ τοῦ - Αλλογός μοι, ξεῖν', ἐφάνης νέον δὲ πάροιθεν· - καὶ εἰδὼς ξένην λέγε σθαι οὐ μόνον τὴν ξενίζουσαν καὶ παράδοξον, ὅπερ ἀληθῶς ἁρμόττει ἐνταῦθα, ἀλλὰ τὴν ὀθνείαν ήγουν ἀλλοτρίαν, ἀπητήθη ἀναγκαστικῶς ὑπὸ τῆς μετρικῆς ἀκροστιχίδος· ξενίζουσαν μὲν μὴ εἰπεῖν· ἐθνείαν δὲ ἐξ ἀνάγκης, διότι ή ξένη αλλοίωσις ὁμοτίμως ὥσπερ τὴν παράδοξον οὕτω καὶ τὴν ὀθνείαν ἐδήλου. ή γλήνη γλήνη τῇ γλήνῃ κόρην κακὸν κοράσιον, γλήνην τὴν κόρην? κόρη & τὸ κοράσιον, Εῤῥε, κακή γλήνη, 'Αλλοιός μοι ξείνο ἐφάνης νέον ἠὲ πάροιθεν τὴν ὀθνείαν, ζουσαν οθνείαν, ή ξένη ἀλλοίωσις σν. Καὶ τοίνυν ποιεῖ τοῦτο ἄκων· εὖ μὲν εἰδὼς παραποιεῖν τὸ τοῖς προκειμένοις ἀκόλουθον· ἀνα τιθεὶς δὲ αὐτὸ γρίφου δίκην παρὰ εὐγνώμοσι κρι τικοῖς· τῇ ἔστιν ὅτε κατ' ἀνάγκην διθυραμβώδει μεταχειρίσει τῆς ποιήσεως, ἀλλαξάμενος τῆς καθ ἑρμηνείαν προσεχοῦς λέξεως την πορρωτέρω, πα ραδοξίας χάριν καὶ γλαφυρότητος· δι᾽ ἦν καὶ ἀλο λοίας ἐν ἑτέροις παραδοξοφωνίας ἐμάθομεν· ὥστε ἐθνεία νῦν ἀλλοίωσις, ἡ ξένη καὶ παρηλλαγμένη, φρασθεῖσα οὕτω ποιητικῷ μεταληπτικῷ τρόπῳ δε δομένῳ τοῖς ἐποποιοῖς· καὶ ἄλλως δὲ διασαφήσαι τὸ τοιοῦτον καινόσχημον, φαίνεται ἡ ὡς ἐβρέθη ἐθνεία ήγουν ξένη ἀλλοίωσις, προήχθαι κατά τι νόημα σοφιστικὸν μὲν, καὶ οὐχ ὑγιές, δοκοῦν δὲ εἶναι συλλογιστικὸν τοιοῦτον τὸ ὀθνεῖον, ξένον δη λοῖ· ξένον δὲ τὸ παράδοξον· ὀθνεῖον ἄρα τὸ παρά δοξον· καὶ ἐκεῖθεν ἀλλοίωσις ἐθνεία ἡ παράδοξος οὕτω καὶ γλήνη ἡ κόρη· κόρη δὲ ἀπαλή τις γυνή, καὶ ἡ γλήνη ἄρα κόριον. σνα'. Τούτων δὲ ἀρκούντως οὕτω ῥηθέντων, εἴ τις ἀλλοίωσιν ἐθνείαν ἐνταῦθα λέγει τὴν ἐξ ὀρθοῦ ἀλλο τρίαν, οὐκ ἂν εὑρήσει ῥᾳδίως οὕτω καὶ ἀπραγμόν νως ποθὲν προσοχήν. Πῶς γὰρ ἀλλοτρία ἡ ἐν ἁγίῳ Πνεύματι νῦν μεταβολὴ καὶ ἀλλοίωσις ἐκ τῆς παρὰ φύσιν κακίας καὶ ἁμαρτίας εἰς τὴν κατὰ φύσιν ἀναμαρτησίαν καὶ ἀρετὴν, εἴτε κατὰ τὸ κοινὸν ση μαινόμενον τῆς εἰρημένης λέξεως, καθ᾿ ἣν ἐθνεῖον λέγει τις καὶ ἀλλότριον, ήγουν μὴ οἰκεῖον, εἴτε τὸ ἐθνεῖον, ὀθνεία γλήνη ή κόρη; κόρη τη ή γλήνη άλο λοίωσιν ὀθνείαν ὀθνεῖον ἀλλότριον,
col. 751–752page 126 of 132
PG 136:751τριοι; οὔτε γὰρ ἀνοίκειος ἡμῖν ἡ ἐκ κακοῦ εἰς και λὸν μεταβολὴ, οὔτε τοῦ Θεοῦ ἀλλοτριοῖ τοὺς κατ' αὐτὴν ἀλλοιουμένους· ὥστε οὐδὲ ἔστιν ἐπίθετον αλλοιώσεως τοιαύτης ἡ ὀθνεία ήγουν ξένη ὡς ἄλλο τρία· καὶ οὕτω μὲν ὑποδίσκολον τὸ ἑρμηνεῦσαι άλλοτρίαν τὴν ἐθνείαν. αλλόφυλοι κατὰ τὸ γραφικὸν ἐν ᾧ ἀλλόφυλοι ἐῤῥέθησαν οἱ ἀλλή οἱ ἀλλότριοι! ή θνεία είνο ξένη αλλοτρία; αλλοτρίαν τὴν ὀθνείαν ξένῃ ἀλλοιώσει, εθ νεία εἶνε ἀλλοτρία ὁ ὀθνεῖος ή οθνεία, νόθος Κάδμος καδμεῖος, εἰς νόθος νοθείας, εἰ οθνείος ὁ ὀθνεῖος ἡ ὀθνεῖος. τὴν Φθνείανἐθνεία. τοῦ θείου τὴν θείαν τοῦ ἐθνείου τὴν ἐθνείαν. τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξήδω, 98 επισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. σφραγίζειν σφραγίδος, ευπρεπεστάτην καλήν τὴν ὀθνείαν ή εὐπρεπεστάτη. σνβ'. Εἰ δέ τις εἴποι τοὺς τότε ἁγίους ηλλοιωμέ τους πνευματικῶς ξένην ἀλλοίωσιν, καὶ ὀθνείαν ἤτοι ἀλλοτρίαν μέχρι καὶ τότε αὐτῶν, ήγουν ἧς πρὶν αὐτοὶ ἀπεξένωντο καὶ ἀλλοτρίωντο, ἔστι μὲν βιαστόν τι τουτὶ τὸ ὄνομα· προσθεχθήσεται δὲ ἀκροαταῖς εὐγνώμοσιν· ὁ ὀθνεῖος δὲ ἀρσενικὸν ἐξ οὗ ἡ ὀθνεία ἐκ τοῦ νόθος παρῆκται· ἀφ' οὗ ὥσπερ Κάδμος καδμεῖος, οὕτω νόθος νοθεῖος, καὶ μετα θέσει στοιχείου ὀθνεῖος· καὶ τάχα τοῦτό ἐστι τὸ καὶ ἐνταῦθα πεποιηκὸς τὴν ἐπὶ τῇ ὀθνείᾳ ἀλλοιώσει στρεβλολογίαν. Ἐπεὶ γὰρ νάθος μὲν κυρίως υἱὸς ὁ μὴ γνήσιος καὶ ἔννομος τῷ γεννησαμένῳ· ἔφθη δὲ ἡ λέξις τεθῆναι καὶ ἐπὶ τῶν ἁπλῶς ξένων καὶ οὔτ τως ἀλλοτρίων· ἐκεῖθεν δὲ κεκίνηται καὶ ὁ ὀθνεῖος καὶ τὰ ἐξ αὐτοῦ, ἡ τῆς κυριολεξίας ἐκείνης εκτροπή συνεξέστρεψε, καὶ τὰ νοήματα ἐν οἷς τοιαῦται λέξεις κατεσπάρησαν, καὶ κάλλιστα ἐν διαθέσει ποιητική. σνγ'. Ἐπαινετέον δὴ τὸν μελι δὸν ὅτι ἀνάγκην ἔχων ἐν τῷ τρίτῳ στίχῳ τοῦ προκεχειρισμένου ἀπὸ τοῦ ο' μικροῦ θέσθαι ἀρχὴν, ἐξεῦρε τοιαύτην λέξιν ἐν ἀνάγκῃ μετρικῇ. Σκοπητέον δὲ μήποτε κάλλιον ἐστι γράψαι ὀθνεῖον ἀλλοίωσιν, ἀπὸ εὐθείας Αττι τῆς τῆς ἡ ὀθνεῖος· τὴν ὀθνεῖαν γὰρ εἰπεῖν οὐ σύν νηθες ἐν ἰαμβείοις κοινοῖς· οἷα σπονδείου κανόνι γραμματικῷ ἀπεκβαίνοντος τοῦ δευτέρου ποδός, διὰ τὴν λήγουσαν τοῦ ἡ ὀθνεία. Ὡς γὰρ ἐκ τοῦ θείου τὴν θείαν ἐκτείνομεν κοινόνερον, οὕτως καὶ ἐκ τοῦ ὀθνείου τὴν ὀθνείαν. Εἰ δὲ ἴσως & μελῳδὸς ἐνθυμηθεὶς τὸ τῇ μακρά πέμπτῃ μακρὸν ὕμνον ἐξάδω, πρὸς ἐκεῖνο τὸ ἰαμβεῖον ἐπόδισε καὶ τὸ παρὸν, οὐκ ἀντι πίπτομεν εἰς οὐδὲν δέον, ὑπομιμνήσκομεν δὲ ὡς ὅμοιον πεποίηκεν ὁ ἱερὸς Ιωάννης οὗτος, καὶ ἐν τῷ ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. Τοῦ γὰρ σφραγίζειν ἐκτέταται ἡ ἄρχουσα, καθὰ καὶ ἡ τῆς σφραγίδας, ὡς οὐκ ἔστιν ἀμφιβαλεῖν ἄνδρα γραμ ματικόν. Ότι δὲ ἡρωΐζοντες πολλὰ καὶ τοιαῦτα θη λυκὰ ὀνόματα εἰς ἄλφα λήγοντα ἐκ μακροκαταλήκτων γενικών συστέλλουσιν, οὐκ ἔστιν ἀντειπεῖν σταθερῶς, εἴ τις πεπείραται. Τὸ δὲ εὐπρεπεστάτην ἀντὶ τοῦ καλὴν ἔλαβεν ὁ μελῳδὸς, εὖ καὶ ἐνταῦθα λαλῶν· εἰ γὰρ κατὰ τῶν εἰπόντα καλὴ ἀλλοίωσις ἡ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ εὐπρεπεστάτη ἂν εἴη τοῦτο δὲ διασαφητικόν ἐστι τοῦ τὴν ὀθνείαν μὴ ἀλ λοτρίαν χρῆναι δ' ὑπονοείσθαι, ἀλλὰ ξενίζουσαν· ἡ τοιαύτη γὰρ ἀλλοίωσις λέγοι τις ἂν, ἐπίτασιν κάνε ταῦθα δηλούσης τῆς προθέσεως· κοινότερον μέν τοι καὶ οὕτω γνωριμώτερόν ἐστιν ἡ εὐπρεπεστάτη οὐκ ἄδηλον δὲ ὅτι καλλονήν τινα σημαίνει καὶ τὸ πρέπον, καὶ ὁ εὐπρεπής, καὶ ὁ ἐκπρεπής, καὶ τὸ ἐπιπρέπειν, καὶ ἡ εὐπρέπεια· γίνεται δὲ ἀπὸ τοῦ
col. 753–754page 127 of 132
PG 136:753ται. περιέπειν· τὰ γὰρ τοιαῦτα ὡς καλὰ περιέποντὸ πρέπον, εἰ ὁ εὐπρεπὴς, εἰ ὁ ἐκπρεπής, εἰ τὸ ἐπιπρέπειν, ἡ εὐπρέπεια περιέπειν περιέπονται σνδ. Σημείωσαι δὲ καὶ ὅτι ἐπιλογικῶς οἷον τὸ ὅλον θαῦμα τῆς ἄρτι ἑορτῆς ὁ μελῳδὸς ἐν τῷ πα ρόντι ἐκεφαλαιώσατο τροπαρίῳ. Τὸ μὲν γὰρ ἔπνευσε διὰ τὴν βιαίαν ἐβρέθη πνοήν· ἡ δὲ θεόρρυτος χάρις διὰ τὸ ἐπιχέω· ἔνθα ἐπίτασιν ἡ πρόθεσις δηλοί, ὡς δοκεῖ ἑρμηνεύειν ἕτερος μελῳδὸς εἰπών, Πλουσίως ἐξέχεας· ἐκ τοῦ Πνεύματος μὲν χέας, ως φησιν Ἰωήλ· ἄλλως δὲ ἐκχέας εἰς ἀμέτρητον· τὸ δὲ λάμ ποντες ἀστράπτοντες, κεφαλαίωσίς ἐστι τῆς ἀναμεμιγμένης τῇ πνοῇ καὶ ἐλλαμπούσης πυρώσεως ο καθέ Αν ἡ γλῶσσαι πυρσώδεις ἐλέγοντο ἂν αἱ τότε, ἢ πυρὰ ἐκεῖνα γλωσσοειδῆ· τὸ δὲ ἠλλοιωμένοι τὴν ἀποστολικὴν κεφαλαιοί μεταβολὴν εἰς θειοτέραν Υπερ πρότερον· τὸ δὲ ὀθνείαν ἀνάμνησιν ποιεῖται τῆς ἐν ξέναις γλώσσαις λαλιᾶς· τὸ δὲ εὐπρεπεστάτην ἐνάγει τὸν ψάλλοντα μὴ ἐπ' ἀλλοτρίας νοεῖν τὴν ὀθνείαν ταύτην· ἐκείνη γὰρ εὐπρεπής. Τὸ δὲ σοφὴν οὐσίαν τοῦ σοφισθῆναι τοὺς ἀποστόλους τηνικαῦτα μνεία ἐστί· τὸ δὲ ἰσοσθενοῦσαν, προέγνωται ἐν τῷ Ισοσθενὲς πνεῦμα. Οὕτω δὲ προδεδήλωται καὶ περὶ τοῦ, Σοφὴ τρίφεγγος οὐσία καὶ ὡς ἡ τρίφεγγος καὶ τριφεγγής λέγεται. Ἡ δὲ, ὡς ἐῤῥέθη, άτμητος οὐσία παρακείμενον αὐτὴ ἔχουσα τὸ ἰσοσθενοῦσαν, ἐμφαίνει καὶ τὸ ὑπερλίαν κραταιὸν τῆς ἁγίας Τριάδος· ἡ γὰρ ἀτμήτως τεμνομένη τριφεγγής οὐσία, πανσθε νιστάτη πάντως ἐστὶν, ὡς ἀρχὴ μεγίστη μηδέποτε μεριζομένη ἐφ' ἑαυτὴν καὶ οὕτω ἀκαταπόνητος. Το δὲ εἰδότες δηλοῖ μὲν γνῶσιν τὴν οὐχ ἁπλῶς, ἀλλὰ θειοτάτην καὶ ἀληθεστάτην εἴτουν επιστημονικήν, ὡς που καὶ παρεσημάνθη, καθὰ δῆλον καὶ ἐκ τοῦ εἰδότες ὅτι ὁ Κύριος ἐστιν. έπνευσε βιαίαν πνοὴν ή Θεό ουτος εκχέω; Πλουσίως εξέχεας ἠλλοιωμένοι εὐπρεπεστάτην, οθνείαν Σοφήν οὐσίαν, ίσασθενοῦσαν, ισοσθενὲς πνεῦμα. Σοφή τρίφεγγος οὐσία, ή τρι φεγγος εἰ τριφεγγής ἄτμητος οὐσία ισοσθενοῦσαν τριφεγγής εἰδότες εἰδότες σνε'. Αἰσχύνει δὲ ἡμᾶς ψάλλοντας, είπερ ὁμολογοῦντες εἰδέναι τὴν ἁγιωτάτην Τριαδικὴν οὐσίαν, ὁποίαν ἐν τῷ παρόντι ὅλῳ κανόνι ἐμέλψαμεν, εἶτα λυποῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλοφρονοῦντες, καὶ σοφὸν ἐπιστάμενοι τὸν Θεὸν καὶ σοφίζοντα ἡμᾶς μεταδοτικῶς διὰ τὴν αὐτοῦ ἀγαθότητα, καθιστῶμεν ἑαυτοὺς ἀσόφους καὶ ἀσυνέτους καὶ ἄφρονας, ὡς ἀνεπιγνώμονες τοῦ καλοῦ· ἢ μᾶλλον ἐπιγνώμονες μὲν, ἀμεληταὶ δὲ, οἷς οὐδὲ μία χάρις, οὐδὲ εἰ δοξά ζομεν τὸν Θεὸν, οὕτω φαῦλοι ὄντες, καὶ χείλεσι μὲν τιμῶντες καὶ ἐγγίζοντες, τῇ δὲ καρδίᾳ πόρρω απέ χοντες ἀπ' αὐτοῦ· καὶ δι' αὐτὸ τῆς μὲν παθὰ καὶ προεγράφη τριφεγγούς ἢ ἄλλως τριφέγγου ουσίας ἀφοριζόμενοι, τῷ δὲ ἀπευκταίῳ αἰωνίω σκότῳ παρα πεμπόμενοι, ὧν εἷς καὶ ἐγὼ αὐτὸς, ὁ διὰ τοσούτου μὲν φωτὸς ἄρτι ἐλθὼν, σκοταῖος δὲ ὧν ὅλος καὶ ταῖς ἐκεῖθεν προσήκων κολάσεσιν. Ἀλλὰ μὴ ἐμέ, Κύριε, μὴ ἐμὲ, ἀλλὰ τὸν μὴ πεποιθότα ἐπὶ σὲ, καὶ μόνον, ἄψες ἐκπεσεῖν ἀπὸ σοῦ. Ηνυσα, ὦ φίλος, τὸ ἔργον ὡς ἐπέταξας· καὶ γένοιτο ἀρέσκον αὐτὸ φανῆναι, ἵνα μισθὸν ἄρκιον λήψομαι, τὴν σὴν ἁγίαν εὐχήν· ἦν καὶ εἴη ἐκπληρῶν ὁ Θεὸς, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. η τριφεγγεῖ τριφέγγῳ
col. 755–756page 128 of 132
PG 136:75511, 34 Οἱ μὲν Αἰνειᾶνες... Θετταλικῆς ἐστι μοίρας τὸ εὐγενέστατον, καὶ ἀκριβῶς Ἑλληνικὸν, ἀφ' Ελληνος τοῦ Δευκαλίωνος, τὸ μὲν ἄλλο τῷ Μαλιακῷ κόλπῳ παρατεινόμενον, μητρόπολιν δὲ σεμνυνόμενον Ὑπάταν, ὡς μὲν αὐτοὶ βούλονται, ἀπὸ τοῦ τῶν ἄλλων ὑπατεύειν καὶ ἄρχειν ὠνομασμένην· ὡς δὲ ἑτέροις δοκεῖ, διότιπερ ὑπὸ τῇ Οἴτῃ τῷ ὄρει κατώκισται. Ὑπάτα ΜΟΝΩΔΙΑ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΥΡΙΟΥ ΕΥΘΥΜΙΟΥ ΑΝΑΓΝΩΣΘΕΙΣΑ ΕΠΙ ΤΟ ΤΑΦΟ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΥΡΙΟΥ ΕΥΣΤΑΘΙΟΥ ΜΕΤΑ ΤΙΝΑΣ ΗΜΕΡΑΣ ΤΗΣ ΑΥΤΟΥ ΤΕΛΕΥΤΗΣ. α'. Ἐμὲ δὲ καὶ θαυμάσεται τις ἄρτι φθεγγόμεν νον, δν ἔδει τοῦ συμπνόου κειμένου καὶ τὰ χείλη συγκαταμύσαι, καὶ πνοὴν ὅλην συγκατεπεύξασθαι.
col. 757–758page 129 of 132
PG 136:757᾿Αλλὰ τί πάθω Ἐπόθουν ἰδεῖν τὸν ἐμὲ ποθοῦντα, καὶ ταῖς καθημεριναῖς ἐλπίσιν ἐβουκολούμεθα, ὁ μὲν: 50 τὸν ἀδελφὸν ὑποδέξασθαι καὶ φιλενδεικτῆσαι περὶ τὸν ξένιον, ἐγὼ δὲ τῷ φιλουμένῳ περιχυθῆναι καὶ ἀφοσιώσασθαί οἱ τὸν φίλιον. Αλλ' οἴμοι φθάνει τὸ τοῦ θανάτου ταχυπετὲς καὶ ὀξύδρομον. Καὶ κεῖται μὲν ὁ πεποθημένος ἄφαντος, ἄναυδος· ἐγὼ δὲ τά τον περιίσταμαι τοῦτον, ὃν οὐκ οἶδ' ὅπως καὶ προσο ιδεῖν ἑκαρτέρηση. Οὐδὲ γὰρ ἐπὶ τάφον ἠρχέμην, οὐδ᾽ ἐπὶ πένθους ὑπόθεσιν, ἀλλ᾽ ἐπὶ λειμῶνα Χαρί των, ἐπὶ τερπνὴν ἀγαλλίασιν. Καὶ γοῦν μοι τὰ μὲν τῆς ζώσης προσλαλιᾶς ὁ χάρτης οὗτος ἀναπληροί, ὃς καὶ ἀπὸ τῆς τοῦ πάθους αιθάλης μᾶλλον ἢ τοῦ συνήθους βάμματος με μελάνωται. Καὶ φθέγγομαι μὲν, ἀλλ' οὐχ οἷα καὶ τὸν ἀδελφὸν ὑπακοῦσαι καὶ ἀντιδοῦναι φθέγμα προσήγορον, ἀλλ' οἷα τάφον μό τον περιλαλῆσαι, καὶ τοῖς παρεστῶσιν ἀνεγείραι κλαυθμόν. Εἰ δὲ καὶ τὴν ἀδελφικὴν ἑστίαν δοξά πως καταλαβεῖν, ἀλλ᾽ οὔτε μοι προσυπαντώντα βλέ ψω τὸν ἀδελφὸν, οὔτε μὴν τὸν θυρωρὸν ὑπανοίγον τα· ἔστηκα δὲ μακρὸν κεκραγώς, καὶ κρούων τὴν θύραν, καὶ οὐχ ὑπακούων οὐδείς. β'. 'Αλλ', ὦ ἀρχιερέων θειότατε καὶ σοφώτατε, μή τί σου καὶ νῦν βιβλίον ἐν τῇ χειρὶ, καὶ τὸν νοῦν ἐκεῖσε τρέψας πρὸς τὸν φθόγγον ἀνηκουστείς, μηδὲ καὶ γράφων, ὅσα πρὸς καταρτισμὸν τοῦ ποιμνίου, ἢ βίους σκοτεινούς έρεβοδιφῶν καὶ ἀναπτύσσων, οπόσα κρύφια, ἢ βασιλεῦσι πλέκων ἐγκώμια, ἢ φίλοις ἐγὼ χαράττων ἐπιστολὰς (ταῦτα δή σοι τὰ προσευχῆς καὶ μερίμνης ἀεὶ), ἀπέκλεισάς σου τὴν θύραν, ώς μή σοι ἐπεταραχθῇ τὸ ἐμπόνημα; Ἀλλ᾽ ἐπὶ τού τοῖς ἀδικεῖς μὲν ἐμὲ, μάτην ἐπὶ σὲ τῷ δρόμῳ χρη σάμενον, οὗ καὶ τὴν θέαν ἱκαραδόκεις, ᾧ καὶ τρά πεζαν καὶ κλίνην ηυτρέπιζες, καὶ οὐχὶ τοὺς ὑποδε ξημένους ἀνεπετάννυες, ἀλλὰ καὶ ψυχῆς αὐτῆς ὑπ Ανοιγες τὸ θυρίδιον· ἀδικεῖς δὲ καὶ τὴν σὴν ταύτην πόλιν, μὴ θρήνων ἐπαίων τῶν πανοδύρτων οὕς ἐπισ λείσει σου τῇ σορῷ παννύχιός τε καὶ πανημέριος ὡς ἔγωγε ταύτην καὶ ἐλεῶ, τοσοῦτον κόσμον ἀπο θεμένην, καὶ τηλίκον ὑποστᾶσαν δυστύχημα. Οὕτω καὶ ναῦν πολλάκις ηλέησα τὸν κυβερνήτην ἀποβαλοῦσαν, οὕτω καὶ στρατιὰν τὸν στρατηγὸν ἀπολέσασαν ἐπὶ δὲ σώματι καλῷ καὶ κοσμίῳ τὴν κεφαλὴν ἀπο τμηθέντι καὶ ἐπεδάκρυσα. α γ. Τῷ ὄντι δὲ νῦν, εἴπερ ἄλλοτέ ποτε, γέγονεν ή Θεσσαλονικέων πόλις αἰχμάλωτος, καὶ πολέμου διο χι καὶ Βαρβάρων ἐπιδρομῆς ἐσκυλήθη τῶν ἑαυτῆς κειμηλίων, ὅ τιπερ κράτιστον. Δοκεί μοι καὶ ὁ ἐν μάρτυσι μυροβλύτης, τὴν τοῦ ῥείθρου πλημμύραν ἀνακόψας ἐπὶ μικρόν, τῆς οἰκείας πόλεως ἐπισήμηναι τὴν συμφοράν. Ὁ δὲ τὴν πόλιν περικλύζων δεύτερος ποταμός, οὗ τὸ ῥεῦμα τῶν λόγων καὶ τοῦ Νείλου καταράκτας ἀπέκρυψεν, ἐπαύσατο ῥέων, καὶ ὁ πολὺς ἐκεῖνος ῥοίζος ἐσίγησεν. Καὶ νῦν οἱ χθὲς χανδὸν ἐκροφοῦντες, καὶ τῷ μελιχρῷ τοῦ νάματος γλυκαζόμενοι, αὐαλέοι σήμερον καὶ περικαεῖς τῷ πυρὶ τῆς δίψης καμινεύονται. Διψήσουσι δ' οἶμαι καὶ πολύ τι μέρος τῆς οἰκουμένης, ὅσοι τῶν τοῦ μάκα ρος ναμάτων ἐγεύσαντο· οἱ μὲν ἐκ τοῦ σχεδὸν τῆς
col. 759–760page 130 of 132
PG 136:759χρυσῆς ἀπολελαυκότες γλώττης, οἱ δὲ καὶ πόρρω δεν τους ήχους δεχόμενοι. Οὐδὲ γὰρ ἀτιμοτέρα βροντῆς ἡ τῶν ἐκείνου λόγων ἠχῶ, ὡς μὴ καὶ ἐκ περάτων διαθέειν εἰς πέρατα, καὶ τοὺς ἀντιλέγειν τολμῶντας δειλοὺς ἐργάζεσθαι, καὶ περιδεεῖς τοῖς ἐσὶ τὰς χεῖρας επιτιθέντας, καὶ τὸ ἐμβρόντη, τον ὑποπτεύοντας. Οὐδὲ ὁ φθόγγος ἀστραπῆς ἀμαυρ τέρος, ὡς μὴ προφαίνειν ἀπανταχοῦ, ἐνίους δὲ καὶ πιμπρᾷν, ὅσοι περὶ τὴν ἀκοὴν οὐκ εὐγνώμονες ὥστε καὶ, ὅπερ ἦν τοῖς ἀποστόλοις ἐξαίρετον, εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα, οὐκ ἂν ἐγὼ φοβηθησοίμην καὶ τῷ καλῷ συναρμόσαι τούτῳ φωστῆρι καὶ ἀληθῶς τοῦ Χριστοῦ μαθητή. Γῆν μὲν γὰρ οὐκ ἦν περιτρέχων, οὐδὲ τὰς πόλεις ἀναμετρῶν, καὶ ἀπὸ ταύτης πρὸς ἑτέραν μεταχωρῶν κατὰ τὸ τοῦ Κυρίου παράγγελμα· οὔτε μὴν φήμη πτερυσσομένη πανταχοῦ τοῦτον παρέπεμπε. Καὶ εἶχε μὲν Θεσσαλονικέων τὸν λογογραφούντα, αλ δὲ λοιπαὶ τῶν πόλεων, ἐν οἷς καὶ λόγων τρόφιμο! τινες και φιλόκαλοι, μετεκαλούντο τους λόγους· καὶ ἦταν ὄντως πτερόεντες, ταχέως πρὸς τοὺς καλοῦντας μεταφερόμενοι. Οὐκοῦν γέμει μὲν ἡ πόλις αὕτη τῶν σοφῶν τοῦ μάκαρος συγγραμμάτων, γέμει δὲ καὶ ἡ τῶν πόλεων βασιλίς, ὅθεν τοὺς λόγους ἐδρέψατο. Εἰ δὲ καὶ πρὸς ἑτέρας βαδίσειας, οὐκ ἂν εὑρήσοις τοῦ λόγου μέτοχον τῆς Εὐσταθίου Μούσης ἀμύητον. Παρ' ἐμοὶ δὲ ἄρα καὶ φάκελλοι πολλοὶ τῶν ἐπιστολῶν, σοφίαν τε πολλὴν ἐμπεφορτισμένοι καὶ κακίαν ἅπασαν στηλιτεύοντες ὑφ᾽ ὧν ἐγὼ καὶ θυμὸν – πολλάκις οἶδα σβέσας φλεγμαίνοντα, καὶ λύπης άμεσ τρίαν ἀποσεισάμενος. Καὶ ὅλως διδασκάλου εφαίνε τό μοι τὸ ἐπιστόλιον. Οὐδὲ γὰρ εἰς ἀγάπης δείγμα μόνον ἐχαράττετο, ἀλλὰ καὶ κακοὺς ἐλοιδόρει, καὶ ἀγαθοὺς ἀπεθαύμασε. Καὶ ἑτέρων μὲν ἐπετίμα ταῖς ἁπληστίαις, οἱ τὰς πόλεις καταλωδῶνται, καὶ τὰς ἐκκλησίας Θεοῦ λυμαίνονται· ἀπεκλαίετο δὲ καὶ κόσμον οὐκ ἐν καλῷ κείμενον, ἅτε δὴ ταῖς ἡμετ τέραις ἀνομίαις συναχρειούμενον καὶ συναμαυρούμενον. 4. 8. ᾿Αλλὰ λόγου μὲν καὶ σοφία, οὕτως εἶχεν ὁ και λὸς οὗτος ἀρχιερεὺς, ὡς τῆς αὐτοῦ γλώττης πάντας εξηρτῆσθαι φιλομούσους ἅμα και φιλορήτορας, καὶ μηδὲ κηροῦ δεῖσθαι ταῖς ἀκοαῖς κατὰ τοὺς τὰ Σειρήνια παραπλέοντας, ὡς μὴ ταῖς μελωδίαις ἐναπο μείνειεν. Ἤθελον δὲ τῇ ἀκροάσει καὶ ἐπαποθανεῖν, καὶ αὐτῇ συναποθανεῖν τῇ γλυκύτητι. Ήθους δὲ κοσμιότης καὶ χρηστότης τρόπου και προαίρεσις ἐθελόκαλος τίνι τῶν ἁπάντων ὡς τούτῳ καὶ φίλον χρῆμα καὶ σεμνολόγημα Αλλῳ μὲν γὰρ ἄλλο τι τῶν ἐπαινουμένων κατόρθωμα· ὁ δὲ καὶ δυσὶν ἀρε ταίνων ἄριστος οὗτος παρ' ἡμῖν καὶ θαυμάσιος. Εὐσταθίῳ δὲ τῷ πάνυ πάνθ᾽ ὁμοῦ τὰ κάλλιστα συνελθόντα εὐθαλῆ παράδεισον ἀπετέλεσαν, πάσαις μὲν ἀρετῶν ἰδέαις περιβριθῆ καὶ κατάκομον, καρποίς ὡραίοις ἐνευθηνούμενον, φέροντα δὲ ἀλλὰ καὶ τὸ τῆς γνώσεως ξύλον, γυναικὸς δὲ δίχα καὶ ὄψεως. καινὸς οὗτος παράδεισος, ἐν ᾧ φθόνος μὲν ἀπήν, ψιθυρισμὸς δὲ οὐκ ἦν, οὐδὲ ἀπάτη καὶ γύμνωσις! Οὐ μὴν ἀλλ᾽ οὐδὲ ὁ τῆς γνώσεως καρπὸς ἀπηγόρευτο, ἀλλ' ἐτρύγησαν μὲν οἱ πολλοὶ, καὶ εἰς κόρον ἐβρω ματίσαντο, τοῦ φυτηκόμου κελεύοντος, καὶ οὐδὲ τοῦ ξύλου τῆς ζωῆς ἀπεκλείσθησαν. Τὴν δὲ λοιπὴν τοῦ
col. 761–762page 131 of 132
PG 136:761λειμῶνος χάριν πῶς ἂν ἀφηγησαίμην, ὑπὸ τοῦ πάν θους ἀνακοπτόμενος; Ο νοῦς αιθέριος! ὦ φρένες στερέμνιοι! ὦ φρονήσεως μέγεθος! ὦ χειλέων γλύ χύτητες μέχρι καὶ μόνου προσρήματος! ὦ χεῖρας χαλαὶ μὲν κατὰ τὰς πρὸς Θεὸν ἐκτάσεις, οἷς τῷ λαῷ τὸν Κύριον ἐξηυμένιζον, καλαὶ δὲ καὶ τὸν κρουνὸν τοῦ ἐλέους, ὃν πενομένοις ἐπήγαζαν! Ο καλὰ πάν τα καὶ πρὸς ἑαυτὰ καὶ πρὸς ἄλληλα, καὶ ὡς λύρα τις 4 κιθάρα καλῶς πρὸς ἁρμονίαν μίαν ξυναρμοζό μένα! "Ω γλυκεία προσλαλιὰ καὶ βλέμμα προσηνές καὶ μειλίχιον! Εἰ δ᾽ ἔστιν οὗ καὶ πρὸς ἐνίους ὑπε δριμύσσετο, ἀλλὰ ἐνταῦθα τὸ ἀρχικὸν ὑπεραπολογεῖται τοῦδε τοῦ θαυμασίου, καὶ τὸ τέως ἔγκλημα τοῖς κατορθώμασι συνεισέρχεται. Ράβδῳ μὲν γὰρ οὐκ ἦν χρήσασθαι τὸν εἰς βακτηρίαν ταύτην ἐγχειρισθέντα καὶ τῶν ἐπιβουλευόντων ἐλάτειραν, λόγῳ δὲ καὶ βλέμματι πλῆξαι τὸν ἀτακτοῦντα, καὶ ἀπόνως ἀρτιῶσαι τὸν ὑποσχάζοντα. Τοῦτο δὲ ἀλλὰ καὶ ὁ Χριστὸς ἐποίει περὶ τοὺς ἀπαιδευτούντας ἀμφὶ τὸ ἱερόν. Οὐ μὴ πλέον ἦν ἐκεῖ τὸ φραγγέλιον, ὡς τότε, παντελῶς ἀνάλγητον καὶ ἀνεπιτίμητον, τοῖς δὲ ἀρ χομένοι; πάντω; ἐπιβλαβές, καὶ οὐδὲ τοῖς ἄρχουσιν αἰνέσιμον. "Η γὰρ ἂν καὶ ὁ παρὰ τὸν νόμον παλαιός ἱερέων ἔμεινεν ἀκατάκριτος, παρανομοῦσι τοῖς υἱέσι μηδὲ βραχύ ποτε δριμυξάμενος. Ο ταπεινώσεως ύψος κατὰ τοσούτου πλήθους τῶν ἀρετῶν, οἷς όπα ἱεῖ τὸ μεγάλαυχον Οὔτε γὰρ τὸ περὶ τῆς σοφίας, οὔτε τὸ τῆς συνέσεως ὑπερβάλλον, τὸ τοῦ βίου φιλά τόρον, οὔτ᾽ ἄλλο τι τῶν κατορθωμάτων οὐδὲν εἰς τὸ τύπου βάραθρον αὐτὸν ἀπεκρήμνισεν. Οὐ μὴν οὐδὲ τὸ τῆς ἀξίας ὕψος, οὐδ᾽ ὁ περίδοξος θρόνος, καὶ ὅσα ταῖς τὰ μεγάλα κληρουμένοις παρέπεται, κατοφρυώ καὶ τοῦτον δεδυνάμωτο. 'Αλλ' ήν ὑψηλὸς μὲν τοῖς ἔργοις, ταπεινὸς δὲ τῷ φρονήματι, καὶ μέγας μὲν ἐντὸς καὶ οἷον ἄν τις ἐκπλαγείη κατανοήσας, καὶ τοῖς τοῦ Λιβάνου δένδροις συγκαταλέξειεν· ἔξωθεν δὲ μικρός τε καὶ περιπέζιος, καὶ οἷος ἐξαπατῆσαι, καὶ εἰς περιφρόνησιν παρακινῆσαι τοὺς ἐντυγχάνοντας. Δορυφορία τε γὰρ ἀπῆν, καὶ ὀπαδοὶ καὶ κατ λακες οὐ παρείποντο. Μόνον τὸ συνήθως προπορευ?? όμενον φῶς καὶ ἡ λαμπὰς ἡ. προάγουσα τὸν ἐν ἀρ χιερεῦσι μέγαν ἐσέμνυνε, διδάσκαλος τῆς ἔνδον οι κουρούσης λαμπρότητος, καὶ τοῦ φωτὸς τῶν ἔργων προάγγελος. Εἰ δὲ καὶ πλουτεῖν ἡγάπα, εἰ δὲ καὶ σωρούς χρημάτων ἐπεστοιβάσατο, ζητεῖ τὴν ἐξ ὑμῶν? μαρτυρίαν, οἷς ἦν ἀεὶ καὶ σύνοικος και συνόμιλος. Τί δέ; λημμάτων ἐπληροῦτο τὰς χεῖρας; Τί δέ; ξενίοις καὶ δώροις ἔχαιρεν, ὡς καὶ τὰ πνευματικὰ τοῖς βουλομένοις ἔστιν ὅτε καταχειρίζεσθαι. καὶ μολύνειν χεῖρας ἀθέσμοις λήμμασι Καὶ τίς οὕτω ψευδοεπής και θρασύστομος, ὡς ἐπιθαῤῥῆσαι τοιούτῳ ῥήματι, καὶ τὸν σπίλον ἐπιτρέψαι τῷ καθα ρῷ, καὶ τὸ φῶς ὀνομάσαι σκότος, καὶ τὸν λυχνίτην καλέσαι κάχληκα; Χείρες γὰρ ἦσαν ἐκείνου λεῖαι μὲν ἀεὶ καὶ καθαραὶ μετὰ τῆς Ἰακώβ απληστίας μεταπλάσαι δὲ ταύτας εἰς τὸ ἀμφιλαφὲς οὐκ ήν ἔσχετο, ὡς ἂν τὸ ἀληθὲς ἐπικρύπτοιτο. Φύσει γὰρ καὶ τὸ ἐπίκλοπον ἐμίσει, καὶ τὸ δόλιον ἀπεστρέφετο. Καὶ εἴ ποτέ τις αὐτῷ τοῖς τοιούτοις χαίρων ἐπεφώρατο, εἰς ἐχθρὸν ἐγένετο οι, καὶ μίσος τοῦτον ἐμίσ
col. 763–764page 132 of 132
PG 136:763σε: τέλειον. Αὐτὸς μὲν γὰρ ἐν ἀκακίᾳ καρδίας ἐν μέσῳ τῆς οἰκίας διεπορεύετο, ὅσῳ προόδοις τε καὶ περιόδοις οὐκ ἐνησμένιζεν ἐκ νεότητος, οὐδὲ θύρας πλουσίων μᾶλλον ἢ τῶν λογίων ἐξέτριβε. Πρε σβεύων δὲ ἀλλὰ καὶ τὴν ἀλήθειαν, καὶ ἄγων ἴσα Θεῷ, τοὺς ποιοῦντας παραβάσεις ἐμίσει, καὶ τοὺς λάθρα τοῦ πλησίον καταλαλοῦντας καὶ ψιθυρίζοντας ἐξεδίωκεν, ε'. "Ω τι σου πρῶτον ἀποκλαύσομαι, θειότατε ἀδελ φέ; Τί δέ σου δακρύσω δεύτερον; Τὸ ἐμβριθὲς καὶ φι λόσοφον, ἢ τὸ κοινωνικὸν καὶ φιλάλληλον; Τὸ σῶφρον τῆς γλώττης, ἢ τὸ γλυκύ τε καὶ χάριεν: Τὴν ἀρχιερατικὴν ευκοσμίαν, ἢ τὴν πολιτικὴν ἐπιφάνειαν; Πε τα γὰρ ὁμοῦ συλλαβών, όσα τε ὄντως κοσμοῦσιν ἄνθρωπον, ἀλλήλοις ταῦτα καλῶς συνήρμοσάς τε καὶ συνε κέρασας, καὶ εἰς οἰκονομίαν ἐξετελέσθης, ἣν τεχνικῶς ἐμορφώσαντο παντοδαπὰ καὶ ἄνθη καὶ χρώμα. τα. "Ο τηλικούτων χαρίτων! ὦ τοσούτου κόσμου καὶ ἀρετῶν! ὦ ἄνθρωπος καὶ πρὸ τελευτῆς ὄντως μακαριζόμενος, καὶ μετὰ τελευτὴν διὰ μὲν τὴν ζητ μίαν θρηνούμενος, διὰ δὲ τὰς ἀρετὰς ἐξυμνούμενος! α νεότης περίδοξος! ὦ γῆρας ἀοίδιμον! Αχμάν ζοντα μὲν γὰρ εἶχέ τε ἡ τῶν λόγων πόλις, ἡ Κων σταντίνου, καὶ ἡ φιλολόγος νεολαία πᾶσα περὶ αὐ τὸν, καὶ ἦν μουσεῖον ἄντικρυς τὸ δωμάτιον, Ελλη τις Ακαδημία καὶ Στοὰ καὶ Περίπατος. Καὶ οἷς μὲν ἐχορήγει γραμματικὴν καὶ μέτρα καὶ ποίησιν, την σαύτην ἔχων τούτων τὴν ἐπιστήμην, ὡς μηδὲν τῶν ἀρξαμένων σφῶν εὑρέσεως ἀπολείπεσθαι· οἷς δ τὴν γλῶτταν ἡκόνει, ῥητορικῶς ἐξηγούμενος, ἄλλους ἄλλοις ἐνήσκει καὶ παιδεύμασι καὶ μαθήματ σιν. Οθεν καὶ κλέος ἔσχεν εὐρύ, τοῖς ἁπάντων κεί μενος στόμασι. Παραμείψας δὲ τὸν νέον, καὶ εἰς τὸ τῆς ἀρχιερωσύνης ύψος ἀναδραμὼν, τί δεῖ πολλὰ λέγειν; Εἷς ἐν ἀρχιερεῦσιν, εἷς ἐν σοφοῖς ὁ Θεσσαλονίκης παρὰ πᾶσιν ἀνεκηρύττετο. Καὶ νῦν μὲν ἀπο λιπόντα τὸν βίον θρηνεῖ μὲν ὁ λογικός χορός ἅπας, καὶ τούτων πλέον οἱ σοφοὶ μαθηταί· θρηνεῖ δὲ καὶ ὁ τῶν ἀρχιερέων κατάλογος, ἂν εἶχε καύχημα και κόσμον ἀποβαλών, καὶ τούτων πλέον ἐγὼ ὁ συνηλικιώτης καὶ σύντροφος, ὃς καὶ μαθημάτων συμμετ τέσχον αὐτῷ, καὶ τὴν πάντα τῆς νεότητος χρόνον συνηυλίσθην τε καὶ συνέζησα, καὶ ἵνα συνελών εξ πω, εἰς μίαν ἄμφω ψυχὴν συνεκράθημέν τε καὶ συνεδέθημεν. ς'. Αὗταί σοι κειμένῳ παρ' ἡμῶν αἱ χοαὶ, θεία καὶ φιλτάτη μοι κεφαλή. Ταῦτά σαι τὰ τῆς φιλουμένης γλώττης καὶ ἥλικος ἐναγίσματα, ἣν πάλαι μὲν λαλοῦσαν ἠγάπας, νῦν δὲ τῷ πάθει φλεγομένην οὐκ ἐλεεῖς· οὐδὲ ἀπὸ τοῦ φέροντός σε κόλπου του πατριαρχικοῦ καὶ δροσόεσσαν ρανίδα ἐπιπέμπεις ἡμῖν φλογιζομένοις τῷ τῆς λύπης πυρί. Σοὶ μὲν οὖν ταῦτα παρ' ἡμῖν, ὀλίγα μὲν καὶ τῷ τοῦ δρόμου άσθματι μικροῦ συμπνιγόμενα· τως γὰρ καὶ ἐφ᾽ ἵππου βαίνων τις καὶ λογογραφήσειεν; πῶς δὲ καὶ δρόμῳ κεφαλὴν τεινόμενος, καὶ γῆρα καμπτόμενος, πρὸς ἀξίαν θρηνήσει τον φίλον κεί μενον; ἡμᾶς δὲ μετὰ σὲ κειμένους φίλοι μὲν ἴσως πολλοί περιστήσονται, γλῶσσα δὲ πάντως οὐ περι λαλήσει τὸν τύμβον, οἵαν τὴν σὴν ἐγνωρίσαμεν. Καὶ ἔσται μοι καὶ τοῦτο μετὰ τὴν νῦν συμφορὰν δυστύχημα δεύτερον.
col. 501–502page 1 of 132

IN HYMNUM PENTECOSTAREM DAMA CENT HYMNI PENTECOSTALIS DAMASCENI. THESSALONICENSIS METROPOLITÆ EUSTATHII INTERPRETATIO MONITUM. (Ang. Mai, Spicileg. Rom., tom. V, p. xxxv.} Hactenus Eustathii archiepiscopi Thessalonicensis nomen claruerat propter eximios ad utrumque Ho- meri poema commentarios ; nunc demum sacri quoque poematis interpres procedit, et quidem in alma Urbe primum impressus, ubi Homericæ quoque ejusdem lucubrationes natalem lucem anno 1550 hau- serunt. Inter hymnos qui sancti Joannis Damasceni nomen gerunt nobilis est tum ob theologiæ altitu- dinem, tum ob metri etiam suavitatem, is qui divinum Spiritum celebrat, et a Græcis pentecostali tem- pore canitur. Mitte nunc controversiam utrum hic hymnus reapse parentem habeat S. Joannem Damas- cenum tòv závu, an homonymum alium, qua super re Eustathins ipsa in Proœmio verba facit, tum etiaın in nupera Pentecostaril Græci editione Veneta anni 1837 docte disseritur. Neque enim nos de hymni auctore nunc quærimus, sed ejus interpretem doctissimum et copiosissimum in litterarum rom publican, læti deducimus. Scripti hujus duo saltem exemplaria innotuerunt, alterum Vindobonense, quod accurate describit Lan›becius in B. Vindob. ed. nov. t. V. p. 556, a quo tamen dilaudatus quidem est, non tareu typis commendatus ; alterum Vaticanum 1409, bombycinum, litteris minutissimis innumerisqu´ siglis conscriptum ; quod cum jamdiu deprebendissem, el claustris tamdiu obueratum dolorem, constitui denique in bujus voluminis postrema parte collocare. De quo sane scripto Lambecium, et præsertim Allatium in Prolegomenis Damascenicis, cap. 68-70, apud Lequinium, copiose disputare decuit, ut inco- gnitum scriptum lectoribus revelarent ; mihi vero qui totum, qualis quantusque est, legendum orbi ter- rarum jam exhibeo, diu loqui non est necesse : sui enim cuique oculi, si modo Græcis litteris sit im- butus, Eustathium hune pro dignitate ac merito commendabunt. Græca certe Ecclesia post illos primo- rum sæculorum Patres, parem Eustathio, interpretem vix ullum habet, qui tantam sermonis Græci copiam et theologicæ facultatis rerumque variarum peritiam oræ se ferat.

Continue reading PG 136: Antonius Melissa →≣ entire volume
Page scan enlarged

Notebook

Full View