PG 136Antonius Melissa
Commonplaces
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Part I, Sermon IPars I, Sermo I

col. 765–766page 1 of 240
PG 136:765ΛΟΓΟΣ Α'. Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεὸν, καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν, όπηνίκα μάλισταδιὰ τῶν ἔργων αναλάμπουσιν. Εγένετο μεθ᾿ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Θεῷ. Καὶ ᾿Αβελ ήνεγκε
col. 767–768page 2 of 240
PG 136:767καὶ αὐτὸς, ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτ τοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν· καὶ ἐπεἶδεν ὁ Θεὸς ἐπὶ ᾿Αβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ενώχ εὐηρέστησε τῷ Θεῷ, καὶ οὐχ ευρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Νώε εὗρε χάριν ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Καὶ ἐποίησε Νώε πάντα ὅσα εἶπεν αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε. Νῶς ἄνθρωπος δίκαιος ὤν, τέλειο; ἐν τῇ γενεῖ αὐτοῦ. Τῷ Θεῷ εὐηρέτησε Νώε. Εἶπεν Κύριος ὁ Θεὸς τῷ ᾿Αβραάμ, ο Εγώ είμι Κύριος ὁ Θεός σου, εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος. Επίστευσεν Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. δ Εγώ είμι Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ τῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Οὐκ ἔσονται στι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύο σεις αὐτοῖς. ο Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτὸν λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματ τι αὐτοῦ ὁμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου. Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου ἀπαιτεῖ παρὰ σοῦ, ἀλλ' ἡ φοβεῖσθαι αὐτὸν, καὶ πορεύεσθαι (ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾶν αὐτὸν, καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου; Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία. Εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ. Επιδεικνυμένην πίστιν ἀπαγγελεί δίκαιος. Εὐσέβεια εἰς Θεὸν ἀρχὴ αἰσθήσεως. Επιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχάς. Ελεον θέλω, καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Οδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο καὶ παρεσκευασμένη. Οἱ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεί. Εξ ἔστι ποιών πίστιν, ἵλεως ἔσομαι αὐτῷ, ο λέγει Κύριος. ᾿Αγαπήσατε δικαιοσύνην, οι κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καρδίας, καὶ ἐκζητήσατε αὐτόν. Εμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτόν. Παντός δυνατωτέρα ἐστὶν ἡ εὐσέβεια. Θησαυρὸς ἀδιάπτωτος ή θεοσέβεια. Πίστευσον τῷ Θεῷ, καὶ ἀντιλήψεταί σου. Δόσις Κυρίου παραμένει εὐσεβέσιν.
col. 769–770page 3 of 240
PG 136:769Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία. Ἐν στόματι εὐσεβῶν πληθυνθήσεται ἄνθρωπος. Ανθρωπος εὐσεβὴς ἐν σοφίᾳ μένει, ὡς ὁ ἥλιος, Πίστις εἰς τὸν αἰῶνα σταθήσεται. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκε κον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ενα τεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. Αποκριθεὶς δὲ Πέτρος εἶπε τῷ Ἰησοῦ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ο δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντες μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τοῦ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν 5 οἰκίαν, ἢ ἀδελφοὺς, ἡ ἀδελφὰς, ἢ πατέρα, ή μη τέρα, η γυναίκα, ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἐκατονταπλασίονα λήψεται, καὶ ζωὴν αιώνιον κληρομήσει. Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱόν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται. † Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κάτ κεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ο Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες, ο Ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. Καρ δια γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Ἐν Χριστῷ Ἰησοῦ οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ενεργουμένη. Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμά των, ἔλεγχος οὐ βλεπομένων. Χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν, μισθαποδότης γίνεται. Χάριτι ἐστε σεσωσμένοι. Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Η γὰρ σωμα τική γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμος ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Ἡ πίστις ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστι καθ' έαυ τήν. Σπουδάσατε διὰ τῶν καλῶν ἔργων βεβαίαν ὑμῶν τὴν κλήσιν καὶ ἐκλογὴν ποιήσασθαι. Οὕτως γὰρ ἡμῖν πλουσίως ἐπιχορηγηθήσεται ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ. Ὥσπερ οἱ βλέποντες τὸ φῶς ἐντός εἰσι τοῦ φωτός, καὶ τῆς λαμπρότητος αὐτοῦ μετέχουσιν· οὕτως οἱ βλέποντες τὸν Θεὸν ἐντὸς γίνονται τοῦ Θεοῦ, μετέ χοντες αὐτοῦ τῆς λαμπρότητος. Ζωῆς οὖν μεθέξουσιν οἱ ὁρῶντες θεόν. Πίστις ἡγεῖσθε τῶν περὶ Θεοῦ λόγων· πίστις, καὶ μὴ ἀπόδειξις· πίστις ἡ ὑπὲρ τὰς λογικές μεθόδους,
col. 771–772page 4 of 240
PG 136:771τὴν ψυχὴν εἰς συγκατάθεσιν έλκουσα· πίστις οὐχὶ γεωμετρικαῖς ἀνάγκαις, ἀλλὰ ταῖς τοῦ Πνεύματος ενεργείαις έγγινομένη. Τὸ τῆς θεολογίας μυστήριον τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν. Πιστεῦσαι γὰρ δεῖ ὅτι ἔστι Θεός, οὐχὶ ζητῆσαι καὶ λογομαχή σαι τὸ, τί ἐστι. Καὶ ὅλως εἰ ἡ πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις πραγμάτων, έλεγχος οὐ βλεπομέν νων, μὴ φιλονείκει ἰδεῖν ἤδη τὰ μακρὰν ἀπῳκισμένα, μήτε τὰ ἐλπιζόμενα ἀμφίβολα καταστήσης, διὰ τὸ μήπω αὐτῶν δύνασθαι κατὰ τὴν γνῶσιν ἐφάπτεσθαι. Πίστις ἐστὶ συγκατάθεσις ἀδιάκριτος τῶν ἀκου σθέντων ἐν πληροφορίᾳ τῆς ἀληθείας, τῶν κηρυχθέν των Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο Αβραάμ, μαρτυρηθείς, ὅτι οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὁ ἐπήγγελται Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι. Εὐσεβεία; ἐπὶ πᾶσι φροντιστέον, ἣν μητέρα φασί τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αύτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν. Τὸ εἰδέναι Θεὸν καὶ τὴν πάντων συνεκτικήν τε καὶ ποιητικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικός νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα καὶ πεπηγόσιν, ὁ δὲ δι' αὐτῶν τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τοῦτον συλλογιζόμενος. Κρείσσον υπαίθριος πίστις πολυτελοῦς ἀσεβείας, καὶ τρεῖς συνηγμένοι ἐν ὀνόματι Κυρίου πολλῶν ἀρνουμένων θεότητα. Οὐδὲν οὕτω τῷ Θεῷ μεγαλοπρεπές, ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Μόνον ἀμετάπτωτον ἀγαθὸν καὶ παραμένον ή εὐσέβεια. Τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστὸν, πῶς διὰ τὸν φθόνον; ψυχαῖς γὰρ βεβήλαις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Τοῦτο μάλιστα πίστεως, μὴ ζητεῖν εὐθύνας τῶν πραττομένων, ἀλλὰ πείθεσθαι τοῖς ἐπιταττομένοις. Τὸν εὐσεβῆ καὶ πιστὸν ἄνδρα οὕτω βεβαίως δια κεῖσθαι χρὴ πρὸς τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ώστε κἂν ἐναντία αὐτοῖς φαίνηται τὰ γινόμενα, μηδὲ οὐ τως ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκβασιν. Ορα γοῦν, ὁ πιστὸς Ἀβραὰμ είνα μὲν ὑπόσχεσιν ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο. Πίστις μήτηρ καὶ στεφάνη καὶ συμπεραίωσις τῶν ἀρετῶν ὑπάρχει. Βέλτιον ἀποροῦντας σιωπᾶν καὶ πιστεύειν, ἀπιστεῖν διὰ τὸ ἀπορεῖν. Πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως εἶναι νοεῖν ἐπαιδεύθηκεν· μόνην δὲ τὴν ἄκτιστον φύσιν λα

Part I, Sermon IIPars I, Sermo II

col. 773–774page 5 of 240
PG 136:773τρεύειν καὶ σέβεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώ τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε, μήτε παύξ ρίσμα σθαι. Πίστις μόνη κρατεῖ τὸν ἀκράτητον· πίστις μόνη κατανοεῖ τὸν ἀθέατον· πίστις μόνη προσπελάζει τῷ ἀπροσπελάστῳ, ὅσον ἐγχωρεῖ καὶ ὅσον ἐνδέχεται. Ἐπειδὴ ἀνεπίβατός ἐστι λογισμοῖς ἀνθρωπίνοις τῆς ὑπερκειμένης φύσεως ἡ κατάληψις, τούτου χάριν ἡ πίστις ἀντὶ λογισμῶν γίνεται, τοῖς ὑπὲρ λόγον καὶ κατάληψιν ἑαυτὴν ὑπερτείνουσα. Το πίστει παραδεκτὸν, ἀπολυπραγμόνητον είναι χρή. Το γάρ τοι βασανιζόμενον πῶς ἔτι πεπίστευται; Η μὲν πίστις σύντομος ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις. Ἡ γνῶσις δὲ, ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βεβαία. Οὐχ ὁ παντὶ πιστεύων πιστὸς λέγεται· ἀλλ᾽ ὁ Θεῷ πιστεύων, αὐτὸς μόνος πιστὸς καὶ ἔστι καὶ λέγεται. Ἡ ἀληθὴς ἱεραρχία τίς ἂν εἴη, πλήν ψυχῆς θεο φιλούς εὐσέβεια; ἧς τὸ εὐχάριστον ἀθανατίζεται παρὰ τῷ Θεῷ, συνδιαιωνίζον ηλίῳ, καὶ σελήνῃ, καὶ τῷ παντὶ κόσμῳ. Ἀρχὴ ἀρίστη πάντων μὲν ὁ Θεὸς, ἀρετῶν δὲ εὐτ σέβεια. Ὥσπερ φασὶν ἐν ἰατρικῇ, τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁπόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις, ὕλην ὑποβαλὼν τῇ κακοχυμίᾳ· οὕτως καὶ ψυχὴν μοχθηροῖς δόγμασι προκατειλημμένην, ὁπόσῳ ἂν διδάξῃς, μᾶλλον βλάψεις, μείζονας ἀρχὰς αὐτῇ τῆς ψευδοδοξίας παρέχων. ΛΟΓΟΣ Β'. Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων. Ἰδὼν ὁ λαὸς ὅτι κεχρόνκε Μωϋσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ἐπὶ Ααρών, καὶ λέγει αὐτῷ ᾿Ανάστηθι καὶ ποίησον ἡμῖν θεούς, οι προπορεύσονται ἡμῶν. Ο γὰρ Μωϋσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ λέγει αὐτοῖς Ααρών • Περιέλεσθε τὰ ἐν ώτια τὰ χρυσὰ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν, καὶ θυγατέρων ὑμῶν, καὶ ἐνέγκατε πρὸς μέ. Καὶ περιείλοντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ, καὶ ἦ εγχαν πρὸς 'Ααρών· καὶ ἐποίησεν αὐτὰ μόσχον χω νευτὸν, καὶ εἶπεν· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινε; ἀνεβίβασαν σε ἐκ γῆς Αἰγύπτου. Διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξ ολοθρεύσει αὐτοὺς πρὸ προσώπου σου οὐ διὰ τὴν οσιότητα τῆς καρδίας σου εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν τούτων, Κύριος ἐξολοθρεύσει αὐτοὺς πρὸ προσώπου σου. Εἶπεν Κύριος τοῖς υἱοῖς Ἰσραήλ, «Ὑμεῖς ἐγκατελίπατε με, καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. Βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως.»
col. 775–776page 6 of 240
PG 136:775Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ τι. χι. παρανόμων ἀπώλεια. Ἐὰν ἀναβῇ αὐτοῦ εἰς οὐρα νὸν τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, καὶ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι, Ποῦ ἐστιν; Πρόσωπα ἀσεβῶν ἀτιμίας ἐμπλησθήσονται. Φῶς ἀσεβῶν σβεσθήσεται. Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Οταν δοκῇ ειρη νεύειν, ἥξει αὐτῷ ἡ καταστροφή. Ελπὶς ἀσεβοῦς ἀπολεῖται. Ασεβῶν λύχνος σβεσθήσεται. Ἐλεύσεται δὲ αὐτ τοῖς ἡ καταστροφὴ, καὶ ἔσονται ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου. Οφθαλμοὶ ἀσεβῶν τακήσονται. Η γὰρ ἐλπὶς αὐτ τῶν ἀπώλεια. Υἱοὶ ἀλλότριοι ἐψεύσαντο μοι. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Οἱ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Εξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σου. Αἱ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναὶ, καὶ οὐκ οἶδατι πῶς προσκόπτουσιν. Πρόχειρος γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπών λεια. Ζωὴν ἀσεβῶν ἀναστρέψει Κύριος. Καρποὶ ἀσεβῶν ἀπώλεια. Ασεβής ποιεῖ ἔργα άδικα. Οδοὶ ἀσεβῶν ἐκ γῆς ἐλοῦνται. Ο διωγμὸς ἀσεβῶν εἰς θάνατον. Φυλάσσεται ὁ ἀσεβῆς εἰς ἡμέραν κακήν. Φεύγει ἀσεβὴς μηδενός διώκοντος. Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ᾽ οὐδενὸς τῶν ἀνθρώπων. ᾿Ασεβὴς ἐλθὼν εἰς βάθος κακῶν καταφρονεί. Τὰ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν. Ετη ἀσεβῶν ὀλίγα. Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾿ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἡσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδή. Ασθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀσε βεῖς ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. Ακουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, τὰ ῥήματα τοῦ στόματός μου, ὅτι Κύριος ἐλάλησεν, ο Τέοὺς ἐγέννησα.»
col. 777–778page 7 of 240
PG 136:777Οὐκ ἐγὼ παρητήσάμην αὐτούς, ἀλλ' αὐτοὶ παρη τήσαντο με. Διὰ τοῦτο ἐγκατέλιπον τὸν οἶκόν μου. Ἐντελοῦμαι τῇ οἰκουμένῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Αρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Τι εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακράν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν; Ὑμεῖς οἱ ἐγκαταλείποντές με, καὶ ἑτοιμάζοντες τῇ εύχῃ τράπεζαν, καὶ κιρνώντες τῷ δαίμονι κέ ρασμα. Ἐγὼ ἀνταποδώσω ὑμᾶς εἰς μάχαιραν πάντες σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐκ ἠκούσατε· καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. Εξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι δύο και που νηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πη γὴν ὕδατος ζώντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συν τετριμμένους, οἳ οὐχ ἡδύναντο ὕδωρ συνέχεια. Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε, καὶ γνῶθι καὶ ἴδε, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε με, λέγει Κύριος ὁ Θεός σου. Εἶπεν Κύριος πρὸς με, «η προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου ἐλεηθῆναι αὐτούς· ὅτι οὐκ εἰσακούσομαί σου. Η οὐχ ὁρᾶς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖ; Τε ρουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέξουσι ξύλα, οι πα τέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χανῶνας τῇ στρατιά τοῦ οὐρανοῦ, καὶ σπεῖσαι σπονδὰς ἀλλοτρίας. Διὰ τοῦτο τάδε λέγει Κύριος • Ιδού οργή θυμοῦ μου ἐκχεῖται ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἀνθρώ τους τούτους, καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν, καὶ ἐπὶ πάντα τὰ γεννήματα τῆς γῆς, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. vος, οι γιὰ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνο μίας μεγάλας ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψει ἀνομίας μείζονας. Τάδε λέγει Αδωναί Κύριος «Ανθ' ὧν ἐπελά που μου, καὶ ἀπέρριψας με ὀπίσω σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου καὶ τὴν πονηρίαν σου. Ἐν ἴσῳ μισητὰ τῷ Θεῷ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ ἀσέ Γεια αὐτοῦ. Τὸ πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσεται. Ἐλπὶς ἀσεβοῦς ὡς φερόμενο; χοῦς ὑπὸ ἀνέμου. Τοῖς ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη. Αρνούμενοι σε ειδέναι ἀσεβεῖς, ἐν ισχύϊ βραχίονος σου ἐμαστιγώθησαν. Ἐκδίκησις ἀσεβῶν πῦρ καὶ σκώληξ. Οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπατε νόμον Θεοῦ. Ἐὰν γὰρ πληθύνητε, εἰς ἀπώλειαν, χιν.
col. 779–780page 8 of 240
PG 136:779καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. χχχιν. Πένθος νεκροῦ ἑπτὰ ἡμέραι, τοῦ δὲ μωροῦ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέρας τῆς ζωῆς αὐτοῦ. Οὐκ εὐδοκεῖ ὁ Ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν. Οστις ἀρνήσεται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Αδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενη θέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Γῇ γὰρ ἡ ποιοῦσα τὸν ἐπ' αὐτ τῇ πολλάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον, ἐκείνοις δι' οὓς καὶ γεωργείται, μεταλαμβάνει εύλο γίας ἀπὸ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. Ασέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία. Αμήχανον ἐκτραπήναι τῆς δικαίας ὁδοῦ, μὲ λή θην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Μηδεὶ; οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόν των τὰς ὑπολήψεις, ὅτι δεκταί εἰσιν αὐτοῦ αἱ ἐν ψαλμῷ διαινέσεις. Θεοῦ ἄγνοια θάνατος ἐστι ψυχῆς. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους συνθήκας ἐμπεδοῖ Θεός, μέσος παραληφθεὶς, πόσος κίνδυνος ὧν πρὸς αὐτὸν ἐθέμεθα συνθηκών, τούτων παραβάτας είν ρίσκεσθαι, καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀπο καταστάσεως. Τοὺς ἑτέρως φρονοῦνται ὡς λύμην τῆς ἀληθείας, έως μὲν ἂν ᾖ δυνατὸν, προσλαμβανώμεθα καὶ θεραπεύσωμεν, μὴ τῆς νόσου μεταλάβωμεν πρὶν μετ ταδοῦναι τῆς ἑαυτῶν ὑγείας. Εὑρέτις κακῶν ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν. Πρώτην ώφλησε τιμωριαν ὁ ἄνθρωπος τῷ θεῷ, ῃ ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησε, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενος· δευτέραν δε, ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν, ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας Αλλάξατο, καὶ προετίμησε τοῦ δουλεύειν Θεῷ τὸ τυραννεῖσθαι ἀπὸ τῆς κατα φθειρούσης δυνάμεως. Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, και περ μὴ πᾶσι βλεπόμενος· διὰ δὲ νόμου καὶ διατάξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εἶχό·. νων, νοεῖται. Τὸν δὲ Θεὸν οὐ βούλῃ σὺ νοῆσαι δι' ἔρ γων καὶ δυνάμεων. Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, ἀλλ' ἀεὶ μαίνεται, καὶ κατ' ὀλίγον προελθοῦσα εὐθέως λύεται.

Part I, Sermon IIIPars I, Sermo III

col. 781–782page 9 of 240
PG 136:781Ὥσπερ ὀφθαλμες τεταραγμένος, οὕτω καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν, οὐχ οἷα τε τὸ φῶς τῆς ἀληθείας εἰδέναι. ΛΟΓΟΣ Γ'. Περὶ ἀγάπης καὶ πάλιν φόβου πρὸς τὸν Θεόν. Ἐκάλεσεν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ τὸν Αβραάμ, καὶ εἶπεν αὐτῷ· «Αβραάμ Αβραάμ.» Ὁ δὲ εἶπεν· ο Ἰδοὺ ἐγώ, ο Καὶ εἶπεν· Μὴ ἐπι βάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μήτε ποιή της αὐτῷ μηθέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὲ τὸν θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σοῦ τοῦ ἀγηπητοῦ δι' ἐμέ. Ὁ Θεὸς ὁ φυλάττων τὴν διαθήκην αὐτοῦ καὶ τὸ Ελεος τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, εἰς χιλίας γενεάς. Καὶ νῦν, Ἰσραήλ, τί Κύριός σου ἀπαιτεῖ παρὰ σοῦ ἄλλο ἡ φοβεῖσθαι αὐτὸν, καὶ πορεύεσθαι ἐν πάσ σαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λα τρεύειν Κυρίῳ τῷ Θεῷ σου; Αγαπήσεις Κύριον τον Θεόν σου, ἐξ ὅλης τῆς διανοίας σου, ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου. Καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβο μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Αρχὴ σοφίας φόβος Κυρίου. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτοῦ εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Κύριος δώσει σοφίαν, καὶ ὁδὸν εὐλαβουμένων αυτ τὸς διαφυλάξει. Φόβος Κυρίου μισεῖ κακίαν, βάριν τε καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν. Φόβος Κυρίου πηγή ζωής, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Φόβος Κυρίου σοφία καὶ παιδεία. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδὲ ἑτέρῳ αὐτῶν ἀπειθήσεις. Τέλος λόγου τὸ πᾶν ἄκους, τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλαττε, ὅτι τούτου πᾶς ἄνθρωπος. Ανατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ήλιος δικαιοσύνης, καὶ ἐν ταῖς πτέρυξιν αὐτοῦ, ἴασις. Σώσει Κύριος τους φοβουμένους τὸ ὄνομα αὐτοῦ. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, εὐλαβείσθω ἀπὸ προς ώπου αὐτοῦ πᾶσα ἡ γῆ. Σας Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται του φό Σιν.
col. 783–784page 10 of 240
PG 136:783Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν. Εσονταί μοι εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ ὁδὸν ἑτέραν, φοβηθῆναι με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν μετ᾿ αὐτούς. Αρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον. Στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρή νὴν καὶ ὑγείαν ἰάσεως. Πλησμονή σοφία; φοβεῖσθαι τὸν Κύριον, καὶ μετ θύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς. Οἱ φοβούμενοι τὸν Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰώνιον καὶ ἔλεος. Οὐδὲν κρείττον φόβου Κυρίου, καὶ οὐδὲν γλυκύτε μον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. Αγάπησις Κυρίου ένδοξος σοφία, καὶ χορηγήσει αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. 'Αγάπα τον Κύριον, καὶ ἐπικαλοῦ εἰς σωτηρίαν του. Ὁ ἀγαπῶν μὲ ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανέσω αὐτῷ ἐμαυτόν. Εάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὰ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεί εις αγαθόν. Εἴ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει. Φόβος Κυρίου, καθάρσιον ψυχῆς κατὰ τὴν εὐχὴν τοῦ προφήτου λέγοντος, ο φόβος Κυρίου παντοίων ἐλαττωμάτων τῆς ψυχῆς περιγίνεται.» Αναγκαίον όφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαι τούμεθα, ὃ τῇ ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφόρητον. Οσα τὴν πρὸς Θεὸν τηρεί φιλίαν, τούτοις τὴν Ιδίαν παρέχει κοινωνίαν. Κοινωνία δὲ Θεοῦ ζωὴ καὶ φῶς, καὶ ἀπόλαυσις τῶν παρ' αὐτοῦ ἀγαθῶν, Οὐ πάντων Θεὸς ὁ Θεὸς, ἀλλὰ τῶν οἰκειωθέντων αὐτῷ διὰ τῆς ἀγάπης. Αρχὴ σοφίας φόβος Κυρίου οἷόν τι πρώτοι σπάρο γαγον. Καὶ σαφία τὸν φόβον ὑπερβασα, καὶ εἰς τὴν ἀγάπην ἀναβιβάσασα, Θεοῦ φίλους ἡμᾶς καὶ υἱοὺς ἀντὶ δούλων ἐργάζεται. Οὐκ ἀπὸ θεωρίας αρξαμένους εἰς φόβων χρή και ταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν), ἀλλὰ φόβῳ στοιχειουμένους καὶ καθαιρομένους, καὶ εἶν' οὕτως εἴπω) λεπτυνομένους, εἰς ύψος αίρεσθαι. Αγάπη ἐστὶ σύνδεσμος τελειώσεως.

Part I, Sermon IV, VPars I, Sermo IV, V

col. 785–786page 11 of 240
PG 136:785Δημιουργὸς ἀρετῆς ἀπάσης ἡ ἀγάπη. ΛΟΓΟΣ Δ'. Περὶ τῶν μὴ φοβουμένων τὸν Θεόν, μηδὲ ἀγα πώντων αὐτόν. Εἶπεν Φαραώ πρὸς Μωυσῆν· Τίς ἐστιν οὗ εἶσα κούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστείλαι με τοὺς υἱοὺς Ἰσραήλ; οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελώ. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὺ αὐτοῦ ἐν παντὶ καιρῷ. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Οἱ δὲ ἐχθροὶ Κυρίου, ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οἷς οὐκ ἐπισκοπεῖται γνῶσις. Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτ τοῦ. Καὶ εἰ Πατήρ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι, ποῦ ἐστιν ὁ φόβος μου; λέγει. Κύ ριος παντοκράτωρ. Ἐμὲ οὐ φοβηθήσεθε; λέγει Κύριος· ἢ ἀπὸ προσ ώπου μου οὐκ εὐλαβηθήσεσθε τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, αιώνιον πρόσταγμα, καὶ οὐχ ὑπερ βήσεται αὐτό, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται καὶ ἠχήσουσι τα κύματα αὐτοῦ, καὶ οὐχ ὑπερβήσεται αὐτό; τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνή κος καὶ ἀπειθής· καὶ ἐξέκλιναν, καὶ ἀπῆλθεν, καὶ οὐκ εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, Φοβηθῶμεν δὴ Κύ ριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώτ μην καὶ ὄψιμον, κατὰ καιρὸν πληρώσεως, πρόσταγμα θερισμοῦ. Τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόδου ἐγγίνεται, Ὅσον ἀφίστατο τῆς ζωῆς ὁ ᾿Αδάμ, τοσοῦτον ἤγ γιζε τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ ζωῆς ὁ θάνατος. Ὥστε τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τῆς ἀπὸ Θεοῦ ἑαυτῷ κατεσκεύασεν. ΛΟΓΟΣ Ε'. Περὶ ἐλπίδος εἰς θεόν, ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας. Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιο; τρέφει αὐτά. Τῇ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ δου βλέπομεν, ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα. Κατέχωμεν τῆς ἐλπίδος τὴν ὁμολογίαν ἀκλινή. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Εἶπεν Δαδίδ πρὸς τὸν ἀλλόφυλον • Σὺ ἔρχῃ πρὸ; μὲ ἐν ῥομφαίᾳ καὶ ἐν ἀσπίδι· ἐγὼ δὲ προσάγω προς σὲ ἐν ὀνόματι Κυρίου Σαβαώθ. Ο πεποιθὼς ἐπὶ Κύριον σωθήσεται.
col. 787–788page 12 of 240
PG 136:787Τὸν ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. Ελπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα. Αποκάλυψον προς Κύριον τὴν ὁδόν σου, καὶ ἔλα πισον ἐπὶ αὐτὸν, καὶ αὐτὸς ποιήσει. Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἔβλεψεν εἰς ματαιότητα καὶ μανίας ψευδείς. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. ᾿Αγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσιν. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Ο πεποιθὼς ἐπὶ Κύριον τῇ ἑαυτοῦ ὁσιότητι δι καιος. Ο Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ὅλῃ καρδίᾳ σου. Οἱ πεποιθότες ἐπὶ Κύριον συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ. Ἰδοὺ ὁ Θεός μου, σωτήρ μου, Κύριος, πεποιθώς ἔσομαι ἐπ' αὐτὸν, καὶ σωθήσομαι δι' αὐτοῦ. Εὐλογημένος ἄνθρωπος ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ, καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ' ὕδατα. Εμβλέψατε εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδετε. Τίς ήλπισεν ἐπὶ Κύριον καὶ κατησχύνθη; ἢ τίς ενέμεινεν τῷ φόβῳ αὐτοῦ, καὶ ὑπερεῖδεν αὐτόν; Πείσωμεν ἑαυτοὺς, ἀδελφοί, ἐν καιρῷ πειρασμού, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ ἑαυ τοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνία εὐτόνῳ, τὰς δεήσαις πρὸς Θεὸν ποιεῖσθαι. Οὕτως γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν. Ἐπαινῶ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια. Επικοπτέτω σοι μέριμνα μὲν ἡδονὴν, λύπην δὲ ἡ κρείττων ἐλπίς. Μεγίστη τοῖς ἀτυχοῦσιν ἐπικουρία μεταβολῆς ἐλα πὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον. Πολλοῖς πρὸς δεμοις εὔπλουν ἔδυ σκάφος. Πολλοί προσωρμίσθησαν ἐκ τρικυμίας. Αμήχανον τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοία ἐπὶ τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ παρ' ἑαυτοῦ πάντε εἰσφέροντα. Όταν μηδαμόθεν ἀνθρωπίνης βοηθείας ἐλπὶς ἡμῖν ὑπάρχῃ, μὴ ἀπογνῶμεν, μὴ ἀτονήσωμεν· ἀλλὰ τὴν ἄγκυραν τῆς πίστεως ἁρπάσωμεν, ρίψωμεν τὸ ἐργαλεῖον τῆς ἐλπίδος, μὴ εἰς θάλασσαν, ἀλλ᾽ εἰς οὐρανὸν, καὶ τὸ χειμαζόμενον σκάφος τῶν κινδύνων ἀπαλλαγήσεται. Τῶν προσδοκωμένων ἀγαθῶν ἡ θλίψις ἄνθος ἐστί. Διὰ οὖν τὸν καρπὸν καὶ τὸ ἄνθος δρεψώμεθα. Οὐδὲν οὕτως τρέφει ψυχήν, ὡς ἐλπὶς ἀγαθῆ, καὶ τὸ χρηστά προσδοκίαν.

Part I, Oration VIPars I, Sermo VI

col. 789–790page 13 of 240
PG 136:789Ελπίς ἐστι προπάθειά της, χαρὰ πρὸ χαρᾶς, ἀγαθῶν οὖσα προσδοκία. Ελπίδα ὁ Θεὸς τῷ γένει τῶν ἀνθρώπων ἐγκατέσπειρεν, ἵνα ἔχοντες συμφυές παραμύθιον, ἐπελα φρύνωνται τὰς ἀνίας οἱ μὴ ἀνίατα δράσαντες. Τὸ ἀπροσδόκητον κακόν θορυβεί πάντως ἐπελθόν τὸ δὲ προσδοκηθέν, εὐτρεπῆ πρὸς τὴν πεῖραν εὑρὸν τὸν λογισμόν, κουφότερον ποιεῖ τὸ δεινόν. Τὸ ἐλπισθὲν ἀγαθὸν εἰς τοὐναντίον περιπεσόν, ἀπαραμύθητον ἔχει τὸ πάθος. Κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπί ζοντα, τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα. Ούτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἐλπὶς χωρίς πόνου, γεννά τι χρήσιμον. Τὰ γὰρ ἡδέα, καν μήπω παρῇ, τέρπει ταῖς ἐλω πίσιν. ΛΟΓΟΣ Γ'. Περὶ τῶν πεποιθότων ἐπὶ πλούτῳ καὶ ἀνθρώποις, καὶ μὴ εἰς Θεὸν τὴν ἐλπίδα καὶ πεποίθησιν ἐχόντων. Εἶπεν ᾿Ανανίας ὁ προφήτης πρὸς Ασὰ βασιλέα Ἰούδα· Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον τὸν Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις τῆς Συρίας ἐκ τῆς χειρός σου. Αισχύνην οφλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Όψονται δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπ' αὐτ τὴν γελάσονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσείται. Εἶπεν Ἐφραίμ· Πεπλούτηκα, εὗρον ἀναψυχὴν ἐμαυτῷ. Πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται η αὐτῷ. Εξωλοθρεύθησαν πάντες οἱ ἐπερειδόμενοι ἀρ γυρίῳ. Εξεδίκησας μετὰ δυνάμεώς σου τοὺς ἀρχηγούς τῶν ἁμαρτωλῶν, τοὺς πεποιθότας ἐπὶ τῇ αὐθαδείᾳ αὐτῶν. Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ· Τίς με κατά ξει ἐπὶ τὴν γῆν; Ματαία ἡ ἰσχὺς ἡμῶν ἐγενήθη, καὶ οὐκ ἐβούλεσθε ἀκούειν, ἀλλ᾽ εἴπατε· Εφ᾽ ἵππων φευξόμεθα. Ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πε ποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τε θλασμένην ταύτην.

Part I, Oration VIIPars I, Sermo VII

col. 791–792page 14 of 240
PG 136:791Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον, ἐφ᾽ ἵπποις πεποιθύτες καὶ ἅρμασιν. Ο γὰρ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ πεσοῦνται οἱ βοηθούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. Επικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ ἐπ' αὐτὸν, καὶ ἀπὸ Κυρίου ἀποστελεῖ καρδίαν αὐτοῦ. Μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου, καὶ μὴ εἴπῃς· Τίς με δυναστεύσει; ὁ γὰρ Κύριο; ἐκδικῶν ἐκδικήσει. Μὴ ἐπίχαιρα ἐπὶ τοῖς χρήμασί σου, καὶ μὴ είπης, Αὐτάρκη μοί ἐστιν. ῾Ο ἐλπίζων εἰς ἑαυτὸν κινδύνοις ἔχει ὑποπεσεῖν καὶ τῇ κατάρᾳ τῇ λεγούση· Επικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ ἐπ' αὐτὸν, καὶ ἀπὸ Κυρίου ἀποστελεῖ καρδίαν, αὐτοῦ τοῦ λόγου, διὰ μὲν τοῦ, Ος τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, τὸ ἐφ' ἑαυτοῦ πεποιθέναι ἀπαγορεύσαντος, ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν ἀπὸ Κυ ρίου ονομάζοντος, ὅτι ἔσται ὡς ἡ ἀγριομυρίκη ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψεται τὰ ἀγαθά. *Ος πορεύεται ἐπὶ τεσσάρων, ἀκάθαρτος. Ἐπὶ τεσσάρων δὲ πορεύεται ὁ ταῖς χερσὶν ἐπερειδόμενος, καὶ πᾶσαν ἐπ' αὐταῖς ἔχων τὴν πεποίθησιν. ΛΟΓΟΣ Ζ'. Περὶ ἀρετῆς. Στενὴ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. Μὴ ποίει κακά, καὶ οὐ μή σε λήψει κακά. Τιμιώτερον ἀρετὴ ἢ πλοῦτος. Μόνη κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον. Ἀρετῆς ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἔπεται τὸ φωτί ζειν, καὶ τῷ μύρῳ τὸ εὐωδεῖν· οὕτω καὶ ταῖς ἀγα θαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλι Ο μον. Τοῦτό ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίη σις ἀγαθοῦ. Αρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν ἡ ἀναχώρησις τῶν κακῶν. Ἐκκλινον γάρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Σπάνιον ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντε;, κἂν εἰ πολὺ τὸ μεθέλκον εἴη καὶ προκαλούμενον. Ἀρετὴν ἐπαινῶν, Θεὸν ἐπαινέσομαι, παρ' οὗ τοῖς ἀνθρώποις ἡ ἀρετή. Αμισθος ἡ ἀρετὴν ἵνα καὶ ἀρετὴ μείνῃ, πρὸς τὸ καλὸν μόνον βλέπουσα. Ποιεῖ γὰρ περιβοήτους οὐ δεξιὰ πράξις μόνον, ἀλλὰ καὶ κακία νικῶσα πονηρὰν εὐδοκίμησιν.
col. 793–794page 15 of 240
PG 136:793Πέφυκεν ἀρετὴ καταιδεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους. Οὐκ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς· ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν ἐνάρετον. Διὰ γὰρ τῶν τοιούτων λαμπρότερος ἔσται μειζό γως. Πολλοί πολλάκις αὐτὰς τὰς ἀρετὰς, διὰ τοὺς πί νους φεύγοντες, διὰ τὴν ἐξ αὐτῶν εὐφημίαν αἱροῦν και πονείν. Θεῷ τοίνυν οἱ τὸ ἠναγκασμένον φίλον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον· ἀρετὴ δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἀνάγκης γίνεται. Οὐχ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ᾽ ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν. Η τοῦ κακοῦ στάσις ἀρχὴ τῆς κατ' ἀρετήν ἐστιν ὁρμῆς. Αδέσποτον ἡ ἀρετή, καὶ ἐκούσιον, καὶ ἀνάγκης πάσης ἐλεύθερον. Ὥσπερ τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστὶν, οὕτως καὶ τοῦ κατ' ἀρετὴν δρόμου ἡ στάσις ἀρχὴ τοῦ κατὰ κακίαν γίνεται δρόμου. Ἡ τοῦ πονηροῦ ἀλλοτρίωσις τῆς πρὸς τὸ ἀγαθὸν οἰκειώσεως αφορμή γίνεται. Τὰ ἔξω τῶν κακῶν γενέσθαι ἐντός ἐστι τῶν ἀγα θῶν καταστῆναι. Δυσεπίτευκτον μὲν εἶναι τὴν ἀρετὴν, μυρίοις ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτω μόγις κατ ορθουμένην, παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθη μεν. Κακίας ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον ὑπεκστάντος ἀγαθοῦ, τὸ ἐφεδρεῦον καπὸν ἐπεισέρχεται. Αρεταὶ μόναι τὰ τῶν ἀνθρώπων πράγματα κυ βερνᾶν ἐπίστανται. Η θεωρία τῆς ἀρετῆς παγκάλη, καὶ ἡ πράξις καὶ ή χρήσις περιμάχητος. Χαῖρε τὴν ἀρετὴν ἡνίκα πράττεις· ἀλλὰ μὴ ἐπαί ρου, μή ποτε τὸ ναυάγιον ἐν τῷ λιμένι γένηται. Χρὴ τὴν ἀρετὴν μὴ χωλεύειν καθ᾽ ἕτερον, ἀλλ᾽ ἔργῳ καὶ λόγῳ ὀρθὴν καὶ ἀπηρτισμένην κατ' άμ φότερα εἶναι. Οὐκ ἔνι ἐκ τοῦ παραχρῆμα λαμβάνειν τὰς ἀρε τάς. Σμικροῖς γὰρ τὰ μέγιστα πῶς ἄν τις ἔλοιτο πόνοισιν; Βραχεία ἡ ἀρετὴ, καὶ ὄρθιος οἶμος ἐπ' αὐτ τὴν, καὶ οὐκ ἄν τις ἔλοιτο ταύτην δίχα πόνου μας κρού. Μισθὸς ἀρετῆς ἔπαινος. Οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητά τινα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται. Ανδριάντα μὲν τὸ σχῆμα, ἄνδρα δὲ ἡ πρᾶξις και σμεί. Οὕτως την προαιροῦ, ὡς μήτε ὑπὸ τῶν δυνατωτέρων καταφρονεῖσθαι μήτε τοῖς καταδεεστέροις φου βερὸς εἶναι. Εὖ σοι τὸ μέλλον ἕξει, ἂν τὸ παρὸν εὖ τιθῇς.

Part I, Oration VIIIPars I, Sermo VIII

col. 795–796page 16 of 240
PG 136:795Βούλου τὰς τῆς ἀρετῆς εἰκόνας ὑπομνήματα μάλ. λον ἢ τοῦ σώματος καταλιπεῖν. Τοσοῦτον εἰς ἀρετὴν προσθήσεις, ὅσον ἂν ὑφέλῃς τῶν ἡδονῶν. Αἰσχρὸν μὲν ἐν ἄλλοις ἀποδέχεσθαι τὰς ἀρετὰ;, ἐν ἑαυτοῖς δὲ ἔχειν τὰς κακίας. Βραδέως ἐγχείρει τοῖς πραττομένοις, ἐγχειρήσας δὲ, πρᾶττε βεβαίως. Ρτου. Θεοῦ μὲν ἔστι πράττειν & βούλεται· ἀνθρώπου δὲ τὰ δέοντα προθυμεῖσθαι. Οἱ ἀγαθοὶ, μὴ τὸ προσῆκον ποιοῦντες, παρά δειγμα πρόκεινται τοῖς πλημμελεῖν βουλομένοις. Ανδρὸς ἀρετὴν οὐκ ἀρχόμεναι δηλοῦσιν αἱ πρά ξεις, ἀλλὰ τελευτῶσαι μηνύουσιν. Μέγιστον ἀγαθὸν κτῆμά ἐστιν ἑκάστου ἡ οἰκεία ἀρετή. Οὔτε συμπόσιον ἄνευ ὁμονοίας, οὔτε πλοῦτος χωρ ρὶς ἀρετῆς ἡδονὴν ἔχει. Δῶρον ἄλλο μεῖζον ἀρετῆς οὐκ ἔστι παρὰ Θεοῦ λαβεῖν. Μία ἐστὶν ἀρετή, τὸ ἄτοπον φεύγειν ἀεί. Τιμήσεις τὸν Θεὸν ἄριστα, όταν τῷ Θεῷ τὴν διά νοιαν ὁμοιώσης δι' ἀρετῆς. Μόνη γὰρ ἀρετὴ τὴν ψυχὴν ἔλκει πρὸς τὸ συγγενές. Βουλοίμην δ' ἂν περὶ ἀρετῆς μαρτυρηθῆναι μάλ λον ἢ περὶ πλούτου δαψιλείας. Τὸ μὲν γὰρ ψυχῆς ἀγαθῆς, τὸ δὲ τύχης περιουσιαζούσης εγκώμιον δόν ξει. ΛΟΓΟΣ Η'. Περὶ σοφίας, καὶ συνέσεως, καὶ φρονήσεως. Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιος ὡς αἱ περιστεραί. Μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Μακάριος άνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς 8; εἶδε φρόνησιν. Κρείττον γὰρ αὐτῆς ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς· τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν. Ευγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ. Πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς. Μήκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. Ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ· αἱ ὁδοὶ αὐτῆς ὁδοὶ και λαὶ, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ανήρ φρόνιμος κατευθύνων πορεύεται. Κτῆσαι σοφίαν, καὶ κτῆσαι σύνεσιν. Μὴ ἐπιλάθη, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.

Part I, Sermon IXPars I, Sermo IX

col. 797–798page 17 of 240
PG 136:797Μετὰ σοφῶν συμβουλεύου, καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου. Σοφία ἐστὶν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πρα γμάτων, καὶ τῶν τούτοις αἰτίων. Διπλοῦν ἐστι τὸ τῆς φρονήσεως όνομα. Η μὲν γάρ τίς ἐστι φυλακὴ τοῦ οἰκείου συμφέροντος, οία ἡ τοῦ ὄψεως τὴν κεφαλὴν ἑαυτοῦ συντηροῦντος· ή δέ τις ἔοικεν εἶναι κακεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρίσκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους· ὁποία ἦν ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις διάγνωσίς ἐστι τῶν τε ποιητέων καὶ οὐ ποιητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται. Ο τοίνυν νοῶν λίγους φρονήσεως οἶδε τίνες μὲν σου φισματώδεις, τίνες δὲ οἱ κατὰ τὸν βίον πρακτέοι, καὶ τὰ βέλτιστα ἡμῖν ὑποτιθέμενοι· καὶ ὡς δόκιμος τραπεζίτης, τὸ μὲν καλὸν καθέξει, ἀπὸ δὲ παντός είδους πονηροῦ ἀφέξεται. Ο γὰρ τὸ τοῦ ὄψεως φρόνιμον περὶ τὸ κακὸν, τό τε τῆς περιστερᾶς ἀκέραιον περὶ τὸ καλὸν ἀναμίξας, οὔτε τὸ φρόνιμον εάσει κακοῦργον γενέσθαι, οὔτε τὸ ἁπλοῦν ἀνόητον. Εφησέ τίς που τῶν φιλοχρύσων τάδε Θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον Ης μὴ παρούσης δυστυχοῦσιν αἱ φρένες. Πρὸς ἄν τις ἀντέρησε τῶν φιλοφρόνων Ρανὶς φρενών μοι μᾶλλον ἢ βυθός τύχης. Φρόνησις τῶν ἄλλων ἀρετῶν ἀρχή. Μόνος ὁ σοφὸς ἐλεύθερός τε καὶ ἄρχων, κἂν μυ ρίους τοῦ σώματος ἔχῃ δεσπότας. Φρόνησις εὐτυχίαν ὡς τὰ πολλὰ χαρίζεται, τύχη δὲ φρόνησιν οὐ ποιεῖ. Πάντων μὲν ἐπιμελοῦ τῶν περὶ τὸν βίον, μάλιστα δὲ τὴν αὐτοῦ φρόνησιν ἄσκει. Μέγιστον γὰρ ἐν ἐλαχίστῳ νοῦς ἀγαθὸς ἐν ἀνθρωπίνῳ σώματι. Τοσούτῳ διαφέρειν ὁ Σόλων τὴν φρόνησιν ἔλεγε τῶν ἀρετῶν, ὅσῳ ὅρασιν τῶν ἄλλων αἰσθήσεων. Ούτε ίππον χωρὶς χαλινοῦ, οὔτε πλοῦτον δίχα φρο νήσεως δυνατὸν κρατεῖσθαι. Τόπων μεταβολαί ούτε φρόνησιν διδάσκουσιν, οὔτε ἀφροσύνην ἀφαιροῦσιν. Οὐ γὰρ οἱ πλατεῖς, Οὐδ᾽ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι. Αλλ' οι φρονοῦντες εὖ κρατοῦσι πανταχού. Μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως Μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται. Ἴσον ἐκεῖνο παρ' ἐμοὶ κέκριται, φρονέειν τε εὖ, καὶ τῷ λέγοντι χρηστὰ πείθεσθαι. ΛΟΓΟΣ Θ'. Περὶ ἀφροσύνης, ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου, καὶ μωρού. 117, ὁ ἀκούων μου τους λόγους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ.

Part I, Oration XPars I, Sermo X

col. 799–800page 18 of 240
PG 136:799Μὴ παιδία γίνεσθαι ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Καρδία άφρονος ὀδύνη τῷ κτησαμένῳ αὐτήν. Χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν. Ἀρχὴ λό των στόματος αὐτοῦ ἀφροσύνῃ, καὶ ἐσχάτη στόμα. τος αὐτοῦ περιφέρεια πονηρά. 'Ανὴρ ἄφρων· ὁρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγους, καὶ πρὸς ἀσύνετον μὴ πορεύου. Οὐ χρείαν ἔχει σοφίας ἐνδεής φρενῶν· μάλλον γὰρ ἄγεται ἀφροσύνῃ. Ἐπὶ νεκρῷ κλαύσον, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ πλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. Αμμον καὶ ἄλα; καὶ βῶλον σιδηροῦν ἀκοπώτερον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἄφρόνα. Μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν. Μετὰ μωροῦ μὴ συμβουλεύου. Συγκολλῶν ἔστρακον, ὁ διδάσκων μωρόν. Αίσχος νόμιζε τὴν φρενῶν ἀκοσμίαν. Οδηγὸν τυφλὸν λαβεῖν καὶ σύμβουλον ἀνόητον ἴσον ἐστίν. Οὐχ οὕτω τοῖς ὀρφανοῖς παισὶν, ὡς τοῖς ἀνοήτοις ἀνδράσιν ἐπιτρόπους χρή παρεῖναι. Κράτης ἀπείκαζε τοὺς ἀνοήτους τῶν ἀνθρώπων τοῖς τρυπάνοις· ἄνευ γὰρ δεσμοῦ καὶ ἀνάγκης, μη δὲν θέλειν τῶν δεόντων ποιεῖν. Οὔτε ἐν ἰχθύσι φωνήν, οὔτε ἐν ἀπαιδεύτοις ἀρε Ο τὴν δεῖ ἐπιζητεῖν. ΛΟΓΟΣ Ι. Περὶ βουλῆς, καὶ ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέ ψεως πάντα ποιεῖν. Σωτηρία ὑπάρχει ἐν πολλῇ βουλῇ. Μετά βουλῆς πάντα ποίει, μετά βουλῆς εἶναι πότει. Πᾶς πανούργος πράσσει μετὰ γνώσεως. Βουλὴ ἁγίων σύνεσις. "Ανευ βουλῆς μηδὲν ποιήσεις, καὶ ἐν τῷ ποιῆσαί σε, μὴ μεταμελοῦ. Βουλεύου πολλά, πρὸ τοῦ λέγειν τι ἢ ποιεῖν. Οὐ γὰρ ἕξεις ἄδειαν ἀνακαλέσασθαι τὰ λεχθέντα και πραχθέντα. Μετὰ σοφῶν συμβουλεύου. Βουλὴ γὰρ σοφοῦ πηγή Ο ζωής. Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδες, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμήσει. Πάσης πράξεως βουλὴ εὐσταθής ηγείσθω. Κρείσσων λελογισμένη βραδυτης τάχους ἀπερισκέπτου. Λύχνος βίου παντὸς ἡγείσθω βουλή. Εκάστου έργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα αὐτῷ, καὶ οὕτως ἔρχου ἐπ' αὐτό. Ἐὰν μυριάκις ὦμεν σοφοί, καὶ τὰ δέοντα συν ρῶμεν, ἀλλ᾽ ἄνθρωποί εσμεν, καὶ χρείαν ἔχομεν συμβούλου. Ο Θεὸς γὰρ μόνος ἐστὶν ἀνενδεής, καὶ μόνος οὐ δεῖται συμβούλου· διὸ καὶ περὶ ἐκείνου

Part I, Oration XIPars I, Sermo XI

col. 801–802page 19 of 240
PG 136:801μήνου λέγεται· Τίς γὰρ ἔγνω νοῦν Κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ανθρωποι δὲ καν μυριά αι; ὦμεν σοφοί, μυριάκις ελεγχόμεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται. Οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, φησίν· ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. Καθάπερ τοῦ ἡλιακοῦ φωτὸς τὴν απαπράπτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύ πει· οὕτω πολλάκις καὶ τὴν σύνεσιν τὴν ἡμετέραν, καθάπερ ἐν σταθερά μεσημβρία λάμπουσαν καὶ διαφαινομένην, ἐπελθοῦσα ἄνοια ἀπέκρυψε πολλά χις. Καὶ ὁ μὲν σοφὸς τὸ δέον οὐ συνεἶδεν· ὁ δὲ ἐλάττων ἐκείνου πολλῷ ὀξύτερον τούτου ἐφώρασεν. Καὶ τοῦτο γίνεται, ἵνα μήτε ὁ σοφὸς ἐπαίρηται, μήτε ὁ εὐτελῆς ἑαυτὸν ταλανίζῃ. Ο κακῶς διανοηθείς περὶ τῶν οἰκείων οὐδέποτέ καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. Σύμβουλος ἀγαθὸς χρησιμώτατον καὶ τυραννικώ κατὸν ἁπάντων κτημάτων ἐστίν. Τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εν μέγιστον σημείον ποιούμεθα. Ἐν ἀλλοτρίοις παραδείγματι παίδευε σαυτόν, καὶ ἀπαθὴς τῶν κακῶν ἔσῃ. Κρείσσων σοφὸς ἰσχυροῦ. Ανευ μὲν εὐβουλίας οὐδὲν πέφυκε δύναμις ὠφελεῖν· σύνεσι; δὲ κἂν ἰσχὺν μὴ προσλάβῃ, πολλὰ πολλάκις ἐπινοεί. Σοφὸν γὰρ εὐβούλευμα τὰς πολλὰς χεῖρας Νικῷ· σὺν ὄχλῳ δ' ἀμαθία πλέον κακόν. Δέον τὰ τέλη τῶν πραγμάτων ἡμᾶς προορᾷν, καὶ οὕτως τὴν τούτων εγχείρησιν ποιεῖσθαι. Φιλεῖ γὰρ ἡ τῶν πλειόνων συγκατάθεσις κρατύνειν τὰ νοηθέντα. ΛΟΓΟΣ ΑΓ. Περὶ ἀβουλίας καὶ βραδυβουλίας, καὶ ὅτι τὸ ἀπερίσκεπτον βλαβερόν. Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη, οὕτως ἀνὴρ, ὃς οὐ μετὰ βουλῆς πάντα πράσσει. Οἷς μὴ ὑπάρχει βουλή, πίπτουσιν ὥσπερ φύλλα. Τῇ ἀβουλίᾳ αὐτῶν ἁλίσκονται παράνομος. Οξύθυμος πράσσει μετ' ἀβουλίας. Πολλοὶ πολλάκις ὑπὲρ τοῦ μὴ φανήναι δεόμενοι συμβουλῆς τῆς παρ' ἑτέρων, είλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι την παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα· καὶ μᾶλλον ἀγνοεῖν, ἢ μαθεῖν κατεδέξαντο· οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ τὸ ἀγνοεῖν κατηγορία οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὸ ἐν ἀμαθίς εἶναι· οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν ἀδιόρθωτα. Εστι γάς, ἔστι καὶ παρὰ ἀνθρώπῳ μικρῷ καὶ εὐτελεί εὑρεθῆναι τι τῶν δεόντων, δ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εύρηται. Τὰ μὴ σὺν λόγῳ πάντα αἰσχρά· ὥσπερ τὰ σύν λόγω κόσμια. Χωρὶς θεωρίας επιστημονικῆς οὐδὲν τῶν πρατο τομένων καλόν. Επιστήμη γὰρ ἔγγονον εὐβουλίας, ἀβουλία δὲ πηγὴ κακῶν πάντων.

Part I, Oration XII, XIIIPars I, Sermo XII, XIII

col. 803–804page 20 of 240
PG 136:803Ακερδής ὁ βραδὺς λογισμός· καὶ ἀνωφελής ὁ ἐν ἐσχάτοις μετάμελος. ΛΟΓΟΣ ΙΒ'. Περὶ ἀνδρείας και ισχύος. Ενδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ δια βόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε την πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρῇ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στητε ούν, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμε Σιν. νοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰσ ρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πί στεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ιππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· παρὰ δὲ Κυρίου ἡ βοήθεια. Ἰσχυροτέρῳ σου μή κοινώνει. Τί κοινωνήσει χύτρα πρός λέβητα; αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται. Οὗ ἕνεκεν ζῆν ἐθέλεις, καὶ ἀποθανεῖν μὴ κατά. Ισχύς μετὰ μὲν φρονήσεως ὠφέλησεν· ἄνευ δὲ ταύτης έβλαψε τοὺς ἔχοντας. Ἰσχὺς νοῦν οὐκ ἔχουσα τάφῳ τοὺς ἐμπίπτοντας παραδίδωσιν. Ανδρειότερος εἶναί μοι δοκεῖ ὁ τῶν ἐπιθυμιών ἢ τῶν πολεμίων κρατῶν. Καὶ γὰρ χαλεπώτατόν ἐστιν ἑαυτὸν νικήσαι. Ανδρεῖος οὐ μόνον ὁ κρατῶν τῶν πολεμίων, ἀλλὰ καὶ ὁ τῶν ἡδονῶν κρείσσων. Αλλ' ὢ τῆς ἀνθρωπί της ταλαιπωρίας 1 ὅτι πολλοὶ πολλάκις πολεμίων κρατοῦντες καὶ ἄλλων τινῶν, γυναιξὶν ἐδούλευσαν. Δεῖ οὖν πάσῃ δυνάμει τὰς γυναικείας όψεις ἐκφεύγειν. Πολλοὺς μὲν ἡ φύσις ἀνδρείους ὑπέδειξε· πεῖρα δὲ καὶ γυμνασία ἀνδρειοτέρους κατέστησεν. Ανδρείας οὐδὲν ὄφελος, μὴ παρούσης δικαιοσύν νης. Εἰ δὲ δίκαιοι πάντες γένοιντο, οὐδὲν ἀνδρείας δεήσονται. ΛΟΓΟΣ ΙΓ' Περὶ δικαιοσύνης. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι άμπρ τίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσοῦσι δὲ φυλὰς ἁμαρ τίαι. Κτῆμα τίμιον ἀνὴρ καθαρός, πορευόμενος ἐν ὁδοῖς δικαιοσύνης.
col. 805–806page 21 of 240
PG 136:805Οδός δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν. τόν. Ορύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτ Ζυγὰ δίκαια, καὶ μέτρα δίκαια, καὶ τοῦς δίκαιος ἔσται ὑμῖν. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ο τὴν ἀληθῆ δικαιοσύνην μὴ ἔχων προεναποκειμένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ' ἡ χρήμασι διεφθαρμένος, η φιλία χαριζόμενος, ἢ ἔχθρᾳ ἀμυνόμενος, ἡ δυναστείαν δυσωπούμενος, τὸ κρίμα κατευθύνειν οὐ δύναται. Δικαιοσύνη ἐστὶν ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρό νησιν ἐλλιπὲς οὐχ εὑρισκόντων ἑκάστῳ διανείμαι τὸ ἴσον, τῶν δὲ διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀν θρωπίνων ἀφανιζόντων τὸ δίκαιον. Οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῶς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντα ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντα νομίσῃς. Δικαιοσύνη λέγεται ἡ ἅπασα τῆς ψυχῆς φιλοσοφία. σις. Δικαιοσύνη ἐστὶν ἡ πασῶν τῶν ἐντολῶν πλήρω Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῶν λογισμῶν ἀμβλυώττουσα. ὓς ἔοικεν, ἡ δικαιοσύνη τετράγωνος ἐστι, πάντοθεν ἴση καὶ ὁμοία. Ἡ τοῦ Θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις δια θέσεσιν ἐξομοιοῦται, καὶ οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμείων ἀντιπαρέχεται. Οὐ λέγομεν φονέας, ἢ αἱμάτων ἄνδρας, τοὺς κατὰ θείους νόμους ἀποκτείνοντας τοὺς ἀξίους τοῦ πα θεῖν, ὡς οὐδὲ Σαμουὴλ καὶ Ηλίαν. Αδικείτω με πλούσιος, καὶ μὴ πένης. Τον φέρειν γὰρ κρειττόνων τυραννίδα. Αγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας, δὶς ἀδι κήσεις. Ανὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ᾿Αλλ' ὅστις ἀδικεῖν δυνάμενος, οὐ βούλεται. Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, μηδένα τῶν δικαζομένων καὶ δικαιολογούντων ἐπιγίνωσκε, ἀλλ' αὐτὴν τὴν δίκην. νης. Ασφαλής 'πας τόπος τῷ ζῶντι μετὰ δικαιοσύ Χρηστοῦ πρὸς ἀνδρὸς μηδὲν ὑπονάει κακόν. Δίκαιος γὰρ ἀδικεῖν οὐκ ἐπίσταται τρόπος. Δίκαια μὲν γὰρ λέγοντες πολλοί, ἄδικα ποιοῦσι δίκαια δὲ πραττόντων οὐδ' ἂν εἶ; ἄδικος εἴη. σε Γ..

Part I, Oration XIVPars I, Sermo XIV

col. 807–808page 22 of 240
PG 136:807Ἐπίσκοπος ἢ πρεσδύτερος ἢ διάκονος αἱρετικοῖς συγευξάμενος (08) μόνον, ἀφοριζέσθω. ΕἸ δὲ καὶ ἐπέτρεψεν αὐτοῖς ὡς κληριχοῖς ἐνεργῆσαὶ τι καθαιρείσθω. Ι ΒΑΑΣ, Ἐρωτήτει τις διὰ τί οἱ συνευξάμενοι αἱ- ρετοκοῖς ἐπίσκοποι, πρεσδύτεροι χαὶ διάχονοι οὗ χαθαιροῦνται, ἀλλὰ μόνον ἀφορίζονται, καθὼς καὶ ὁ συνενξάμενος ἀφωρισμένῳ τινὶ, κατὰ τὸν ἀποστολι- κὸν ( κανόνα. Αὐσις, Ἐνταῦθα μὴ εἴπῃς ἐν ναῷ τὸν ἐπίσχοπον καὶ τοὺς λοιποὺς συνεύξασθαι μετὰ οἱριτινῶν" οἱ τοιοῦτοι γὰρ καθαιρεθήσονται κατὰ πὸν μς’ κανόνα, καθὼς καὶ ὁ ἐπιτρέψας αὐτοῖς ὡς ἐληρικοῖς ἐνεργῆ σαί τι. ᾿Αλλ᾽ ἐχλαδοῦ τὸ συγεύξασθαι εἰς τὸ ἀπλῶς χοινωνῆσαι, καὶ ἡμερώτερον διατεθῆναι ἐπὶ τῇ εὐχῇ τοῦ αἱρετικοῦ, Τοὺς γὰρ τοις οὕτους ὡς μύση βδελύττεσθαι, οὐ μὴν οἰκειοῦσθαι ὀφείλομεν, Ὅθεν καὶ ἀρκοῦσα ἔδ' ξεν ἡ τοῦ ἀφορισμοῦ τιμωρία. ΖΩΝΑΡ, Τὰ περὶ τούτων ἐν προγετραμμέναις χανύσι προείρηται. ΑΡΙΣΊ. Ὃ συνευχόμενος αἰμετικοῖς ἀρορίζεται" καθωμρεῖται δὲ ὁ καὶ κιηρικοὺς τούτυυς ἡγούν μένος. Ὁ συνευξάμενας μόνον αἱρετικοῖς ἢ πρεσύύτεροςδιάχονος ἀφορίζεται" ὁ δὲ ἐπιτρέψας αὐτοῖς ἐνερ- Υἦσαί τι, ὡς ἱερωμένοις χαὶ κλυρικοῖς, καθαιρεῖται, ν΄. ᾿Ανδρείας οὐδὲν ὄφελος, μὴ παρούτης δικαιραύνης " εἰ δὲ δίναιοι πόντες γένοιντο, οὐδὲν ἀνδρείας δεήσονται. ᾿
col. 809–810page 23 of 240
PG 136:809ναικός; μὴ ζήτει γυναῖκα. Ἐὰν δὲ καὶ γαμήσῃς, ἢ οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτ τε. θλίψιν δὲ τῇ σαρκὶ ἐξουσιν οἱ τοιοῦτοι. Ο άγαμος μεριμνὰ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Ομοίως καὶ ἡ ἄγαμος ΜΕΡΙΜΝ] τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ άνδρ!. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Αρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μη γένοιτο. Η οὐκ οἴδατε, ὅτι ὁ κολο λώμενος τῇ πόρνῃ ἐν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἐν πνεῦμά ἐστιν ; Εἴ τις δύναται ἐν ἁγνείᾳ μένειν εἰς τιμὴν τῆς σαρκὸς τοῦ Κυρίου, ἐν ἀκαυχησίᾳ μενέτω· καὶ ἐὰν γνωσθῇ πλέον τοῦ ἐπισκόπου, ἔφθαρται. Πρέπει δὲ τοῖς γαμοῦσι καὶ ταῖς γαμουμέναις μετὰ γνώμης τοῦ ἐπισκόπου τὴν ἔνωσιν ποιεῖσθαι, ἵνα ο γάμος τ κατὰ Θεὸν, καὶ μὴ κατ' αἰσχρὰν ἐπιθυμίαν. Παρθενείας ζυγόν μηδενὶ ἐπιτίθει· ἐπισφαλὲς γὰρ τὸ κτῆμα καὶ δυσφύλακτον, ὅταν κατ' ἀνάγκην γένήται. Τοῖς νεωτέροις επέτρεπε γαμεῖν, πρὶν διαφθαρώς σιν εἰς ἑταίρας. Μακαρία στείρα αμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι· ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυ χων. Κρείσσον παρθενεία μετὰ ἀρετῆς. Ἀθανασίας γάρ ἐστιν ἡ μνήμη αὐτῆς· ὅτι καὶ παρὰ θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις· παροῦσάν τε μιμούνται αὐτὴν, καὶ ποθοῦσιν ἀπελθοῦσαν καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα. Ὁ ἀντοφθαλμῶν ἡδοναίς στεφανοί ζωὴν αὐτοῦ. Θυμίαμα τῷ Κυρίῳ ὁ ἐν σώματι ἁγιασμός. Ἡ ἐν γήρᾳ σωφροσύνη οὐ σωφροσύνη, ἀλλ' ἀποι λασία; ἀδυναμία· ἕως ἐστί σοι δύναμις, κράτει τῆς ἁμαρτίας, τοῦτο γάρ ἐστιν ἀρετή. Ἐὰν γὰρ ἀδυναμία σε παύση τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατά προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους. Νεκρὸς οὐ στεφανοῦται. Οὐδεὶς δίκαιος δι' ἀδυναμίαν κακοῦ. Δεῖ οὖν τὸν νοῦν ὥσπερ τινὰ κυβερνήτην, άνω καθήμενον τῶν παθῶν, καὶ οἱονεὶ πλοίῳ τῆς σαρκὸς ἐπιβάντα· καὶ ἐμπείρως τοὺς λογισμούς ώσπερ οίακας περιστρέφοντα, καταπατεῖν μὲν γενναίως τὰ κύματα, υψηλότερον δὲ διαμένοντα, καὶ δυσπρόσι του ὄντα τοῖς πάθεσι, μηδαμοῦ τῆς ἀπ' αὐτῶν πιο κρίας, ὥσπερ ἄλμης τινός, ἀναπίμπλασθαι.
col. 811–812page 24 of 240
PG 136:811Σύνοικον αἱροῦ μηδ' ἀδελφὸν ῥᾳδίως. Υπέκκαυμα γὰρ τῆς νόσου τί δεῖ βλέπειν; Κρείσσον κατηφὲς ἦθος ἢ τεθρυμμένον. Μύρον δοχεῖον σαπρὸν οὐ πιστεύεται, Οὔτε φλὸς μένει τῆς ὕλης δαπανηθείσης, ἀλλὰ τῷ ἀνάπτοντι συναπέρχεται· οὔτε λογισμὸς ἐμπαθής ὑφίσταται, μαραινομένου τοῦ ὑπεκκαύματος. Οφθαλμός πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν. Γλώσσα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πίδες ἄτακτα βαίνοντες ἐκκαλοῦνται νόσον ἢ κίνδυνον, Τῷ νῷ παρθενευέτω καὶ ἡ διάνοια, μὴ ῥεμβέσθω καὶ πλανάσθω. Μὴ τύπους ἐν ἑαυτῇ φερέτω ποι τῶν πραγμάτων. Καὶ ὁ τύπος μέρος πορνείας ἐστί. Μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα. Πᾶσα ἀνάγκη τον μέλλοντα εὐαρεστεῖν τῷ θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ἀγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίσ πονον, καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων. Χλεύη τὰ μὲν τῆς παιδοποιίας όργανα τηρεῖν παρθένα, τὴν δὲ γλῶσσαν μὴ τηρεῖν· ἡ τὴν γλῶσσαν μὲν τὴρεῖν παρθένον, τὴν δὲ ὄρασιν ἢ τὴν ἀκοὴν ἢ τὰς χεῖρας μὴ τηρεῖν ἢ ταῦτα μὲν ἔχειν καὶ τηρεῖν παρθένα, τὴν δὲ καρδίαν μὴ τηρεῖν, ἀλλ᾽ ἑταιρί ζεθαι τύφῳ καὶ θυμῷ. • Ὃ τῶν παθῶν ἡνίοχος οὐχ ἅπαξ καθυποτάξας ἐξ. Αεὶ γὰρ ὁ πολέμιος οὗτος ἵσταται, ἐφ' ὅσον ὁ ἄν θρωπος ἐν τῇ ζωῇ αὐτοῦ. Ο τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι θέλων, ὅμοιός ἐστι τῷ μετὰ ἐλαίου σβεννύοντι ἐμπρησμόν. Παρθενεία ἐστὶν ἑκούσιον ἀγαθόν. Δεσμὸς οἴκων οθνείων αἱ ἐπιγαμίαι, τὴν ἀλλοτριότητα εἰς οἰκειότητα μετάγουσαι. Σώφρων ἐστὶν οὐχ ὁ τῶν κωλυομένων μὴ ἀπό μενος, ἀλλ' ὁ τῶν συγχωρουμένων φειδόμενος. Σωκράτης ἐρωτηθείς, τί ἐστιν ἐγκράτεια, εἶπεν· Τὸ κρατεῖν τῆς ἐν σώματι ἡδονῆς. . Πατρός σωφροσύνη, μέγιστον τέκνοις παράγγελμα. Τράπεζαν πολυτελῆ μὲν τύχη παρατίθησιν, αὐτ άρχη δὲ σωφροσύνη. Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀπολύ θητι δουλείας. Εσῃ δ' ἐλεύθερος ἐὰν ἀπολυθῇς ἐπι· θυμίας. Ηδονὴν οὐ πᾶσαν, ἀλλὰ τὴν ἐπὶ τὸ καλὸν αἱρεῖ· σθαι δεῖ. Φρονίμου μὲν ἔστιν ἀντιτάσσειν ταῖς ἡδοναίς, ἄφρονος δὲ δουλεύειν. Πάσης ὄντως κακίας, οἷόν τι δέλεαρ, ή ηδονή προ

Part I, Oration XVPars I, Sermo XV

col. 813–814page 25 of 240
PG 136:813βληθεῖσα, εὐκόλως τας λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγκιστρον τῆς ἀπωλείας εφέλκεται. Αἱροῦ πρότερον τὰς ἐπιθυμίας κολάζειν, ἢ διὰ τὰς ἐπιθυμίας κολάζεσθαι. θάνατος καὶ φθορὰ καὶ πάντα τὰ ἄλλα δεινὰ πρὸ ὀφθαλμῶν ἔστω σοι καθ' ἡμέραν, καὶ οὐδὲν οὐδέ ποτὲ ἐνθυμηθήσῃ, οὔτε ἄγαν ἐπιθυμήσεις. Υπέκκαυμα ἐπιθυμίας λόγος ερωτικός. ΛΟΓΟΣ ΙΕ'. Περὶ πορνείας και μοιχείας. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ο Ου μοιχεύσεις· ν ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέψας γυναικί, πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Πᾶν ἁμάρτημα δ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὶ ἑαυτῶν; Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστι τῆς ἁμαρ τίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αιώνα. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα αδικία; τῇ ἁμαρτίᾳ. Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι αμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην ; Ἐὰν ἀδελφὸς ὀνομαζόμενος, ή πόρνης. Η πλεον στης, ἢ εἰδωλολάτρης, ή λοίδηρος, Η μέθυσος, 1 ἄρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 'Εξάρατε τὴν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Φεύγετε τὴν πορνείαν· πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Νεκρώσατε τα μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Φανερὰ δὲ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, Εχθροι, έρεις, θυμοί, ζῆλοι, έρ- D θεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμα. Οἱ δὲ ταῦτα ποιοῦντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσε. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ο γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ο σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκός θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· ὅτι οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν ἐκεῖθεν. Άνθρωπος ὅστις μοιχεύσει γυναῖκα ἀνδρὸς, ἢ ὅς ἂν μοιχεύσῃ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, θανάτῳ θανατούσθω, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη.

Part I, Oration XVIPars I, Sermo XVI

col. 815–816page 26 of 240
PG 136:815Αθετήσας τις γάμον ἀνδρὸς ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Ανθρωπος ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενός κοίτην γυναικός, βδέλυγμα ἐποίησεν· ἀμφότεροι θανατούσθωσαν· ἔνοχοί εἰσιν. θυμὸς ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γι ναῖκα. Πῦρ γάρ ἐστι καιόμενον ἐκ πάντων τῶν μετ λῶν, οὐδ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. Οἱ σπείροντες τὰ ἄτοπα οδύνας θερίσουσιν ἑαυ τοῖς. Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. Οὐκ ἔστι τόπο; τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ άνομα. Γι, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· ἡ πηγή σου τοῦ ὕδατος ἔστω σου ἡδεῖα, καὶ συνευφραίνου μετά γυναικὸς τῆς ἐκ νεί τητός σου. Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδέ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις. Ενώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ἐδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιάς αὐτοῦ σκοπεύει. Φυλάσσου ἀπὸ γυναικὸς ὑπάνδρου, μή σε νικήσει κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς τοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασάτω σε τοῖς βλεφάροις αὐτῆς. Τιμή γὰρ πόρνης, ὅση καὶ ἑνὸς ἄρτου. Γυνὴ δὲ ἀνδρῶν τιμίων ψυχὰς ἀγρεύει. Αποδύσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Οὕτως ὁ εἰσελθὼν πρὸς γυναίκα ὅπανδρον οὐκ ἀτιμώρητος ἔνται και χῶν· ὡσαύτως οὐκ ἀθωωθήσεται πα; ὁ ἀπτόμενος αὐτῆς. Οὐ θαυμαστὸν ἐὰν ἀλῷ τις κλέπτων κλέπτες γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς, φύσεται ἑαυτόν. Ο δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιείται τη τε ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται, ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρον τήν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν. 'Απὶ διατης ἀλλοτρίου απόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πῃς, ἵνα πολὺν ζήσῃς χρόνον προστεθήσεται δέ σοι έτη ζωής. Ανθρώπῳ πέρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ κοπιάσει ἕως ἂν τελευτήσῃ. Ὁ ἐπιθυμήσας κάλλους καὶ δίχα τῆς πράξεις, ἁμάρτυρον τὴν ἁμαρτίαν εἰργάσατο. Ρίζα μοιχείας ή περίεργος θέὰ τῶν ὄψεων. Οἱ πειραζόμενοι ὑπὸ σωματικῶν ἡδονῶν, κἂν μὴ πλησιάσωσι σώμασι, κατὰ διάνοιαν ἐξεπόρνευσαν. Περὶ ἀδικίας καὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως. ᾿Ανὴρ, φησὶν, ἢ γυνή, ἔστις ἂν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρώπων, καὶ παριδών περίσῃ, καὶ
col. 817–818page 27 of 240
PG 136:817ΛΟΓΟΣ ΚΔ'. Περὶ φίλων καὶ φιλαδελφίας. Ἐν τούτῳ εἴσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἐἐν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκός ἠχῶν, ἡ κύμβαλον ἀλαλάζον. Πᾶς ὁ νόμος ἐν ἑνὶ μόνῳ πεπλήρωται, ἐν τῷ, • Αγαπήσεις τον πλησίον σου ώς σεαυτόν, ο Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν τῆς φιλίας μακράν ἐστιν. Οὐδεὶς πονηρῶν καὶ ἀμαθῶν φίλος. Οὐδὲ γὰρ πό πτει τὸ τῆς φιλίας καλὸν εἰς μοχθηρὰν διάθεσιν, Διότι οὐδὲν αἰσχρὸν καὶ ἀνάρμοστον εἰς συμφωνία» δύναται χωρῆσαι φιλίας. Τὸ γὰρ κακὸν οὐ τῷ ἀγα Οῷ ἐναντίον ἐστὶ μόνον, ἀλλὰ καὶ αὐτῷ ἑαυτῷ. Τὰ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά, Αξιοπιστότερα τραύματα φίλου ἢ ἀκούσια φιλή. ματα τοῦ ἐχθροῦ. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων φυλέν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστός σκέπη κραταιά· καὶ ὁ εὑρὼν αὐτὸν εἶχεν θησαυρόν. ᾿Αεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν. Κακοῖς δ' ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Πάντα είσαι φιλία, καὶ πάσχουσα καὶ ἀκούουσα. Κρείσσων ἐμπαθούς ὁμονοίας ἡ ὑπὲρ εὐσεβεία; διάστασις. Ο τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων οὐ δύο ναται φίλος τοῦ βασιλέως εἶναι. Οὐχ οὕτως πυρετός κατακαίειν είωθε σώματος φύσιν, ὡς τὰς ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμέν γων. Βέλτιον ἡμῖν σβεσθῆναι τὸν ἥλιον ἢ φίλων ἀπὸ στερηθῆναι. Πολλοὶ γὰρ τὸν ἥλιον ὁρῶντες, ἐν σκό τῳ εἰσί. Φίλων δὲ εὐποροῦντες, οὐδ᾽ ἂν ἐν θλίψει γένοιντο. Οὐδὲν γὰρ, οὐδὲν τῆς ἀγάπης γλυκύτερον γένοιτο ἄν. Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονήν; πόσην δὲ ὠφέλειαν; πόσην ἀσφάλειαν ; κἂν μυρίους θησαυρούς εἴπως, οὐδὲν ἀντάξιον γνησίου φίλου εὕροις. Το σφόδρα φιλεῖσθαι ἐθέλειν ἀπὸ τοῦ σφόδρα φι λεῖν γίνεται. Διανίστησιν ὡς τὰ πολλὰ τὴν ψυχὴν οὐ μόνον ἡ μνήμη τῶν φιλουμένων, ἀλλὰ καὶ ἱμάτιον αὐτῶν ὁραθεν, καὶ γράμμα της ποθουμένης χειρός, ἄλλο τι, ὅπερ ἐκεῖνοι ἐχρῶντο, ἐπὶ χεῖρας ἐλθόν. Τὰ παρὰ τῶν φιλουμένων, κἂν μικρὰ τυγχάνῃ, μεγάλα τῷ ποθοῦντι φαίνεται. Ἐπὶ φίλον ἐὰν καὶ σπάσῃς ῥομφαίαν, μὴ ἀπελ πίσῃς· ἔστι γὰρ ἐπάνοδος ἐπὶ φίλον, ἐὰν ἀνοίξῃ στόμα· μὴ ἀπογνῷς· ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισμοῦ καὶ μυστηρίων ἀποκαλύψεως.
col. 819–820page 28 of 240
PG 136:81982) Φύσει πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος. Εὐζήλωτον μέντοι καὶ πρόχειρον πρᾶγμα ἡ μοχθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον, ὡς τὸ γενέσθαι κακόν. Έτοιμοι πρὸς τὴν τοῦ κακοῦ μετουσίαν οἱ πλεί στοι καὶ ἐπιτήδειοι. Θάττον γὰρ ἄν τις ὀλίγης κακίας μεταλάθος πλου σίως ἢ ἀρετῆς βαθείας κατά μικρόν. Κτῆσιν ἀρετῆς ἐπικόπτει κακία, καὶ μύρον ἀμαυροί παροῦσα δυσωδία. Μὴ ἀπαξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, ἵνα τῇ ἐντεῦθεν αἰσχύνῃ τὴν ἐκεῖθεν φύγης (επειδή Β μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κολάσεως), καὶ δείξῃς ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγματίσας αὐτὴν, καὶ θριαμβεύσας, ὡς ἀξίαν ὕβρεω;. Περιβαλοῦ κόπρια, δάκρυα, στεναγμούς, τὴν δι' ἐξαγορεύσεως καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν. ὡς οὐδενὶ τοσοῦτον χαίρει Θεός, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ, ὑπὲρ οὗ λόγος ἅπας καὶ ἅπαν μυστήριον. Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων ἐπιτηρῃς τὸ εἰς αὔριον, ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ πονη ροῦ κλεπτόμενος, ὥσπερ ἐκείνου τρόπος (Ἐμοὶ δὸς τὸ παρόν, Θεῷ δὲ τὸ μέλλον· ἐμοὶ τὴν νεότητα, θεῷ δὲ τὸ γῆρας· ἐμοὶ τὰς ἡδονάς, ἐκείνῳ τὴν ἀχρηστίαν)· ὅσος ὁ περὶ σὲ κίνδυνος, ὅτα τὰ παρελπίδια συμ πτώματα 1 ή πόλεμος παρανάλωσεν, ή σεισμός συν έχωσεν, ἢ θάλασσα ὑπεδέξατο, ή θηρίον ἥρπασεν, ἢ νόσος ἀπώλεσεν, ἡ φρὶς παραδραμοῦσα, τὸ φαυλότατον, (τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον εύχο λώτερον, καν μέγα φρονῇ τῇ εἰκόνι ;) ἢ ποταμές πλεονάσας, ἢ ἄνεμος κρημνίσας, ἢ ἴππος συναρτί σας, ή φάρμακον ἐκ προνοίας ἐπιβουλεῦσαν, τυχόν δὲ καὶ ἀντὶ σωτηρίου φανὲν δηλητήριον. Οὐκ ἔστι τοῖς ἀπελθοῦσιν ἐν ᾅδῃ ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν. Σῶμα μὲν εὐεκτεί καμνούσης ψυχῆς· ψυχὴ δὲ θάλλει καὶ ἄνω βλέπει, τῶν ἡδονῶν ὑπερβαινουσῶν καὶ συναπομαραινομένων τῷ σώματι. Αμαρτία ταπεινώσεως μήτηρ, ἐπιστροφῆς δὲ τα πείνωσις. Μόνου Θεοῦ τὸ παντελῶς ἄπταιστον καὶ ἀνάλωτον πάθεσι. Ἐὰν ἧς ἀσθενὴς ἐν τοῖς πάθεσι, φύλαξον σεαυτὸν μὴ ἐλσαί τινά σοι εἰπεῖν τὰ πάθη τῶν λογισμῶν αὐτ τοῦ ὡς πιστῷ. Απώλεια γὰρ ἐστι τῇ ψυχῇ σου τοῦτο τὸ ἔργον· καὶ ὁ πόλεμος ἐκεῖνος διπλοῖς γίνε ταί σοι, διότι οὐκ ἔστι τῶν μέτρων σου. Τοιοῦτον ἡ ἁμαρτία, πρὶν ἢ μὲν ἀπαρτισθῆναι μεθύειν ποιεῖν τὸν ἁλόντα· ἐπειδὰν δὲ πληρωθῇ καὶ απαρτισθῇ, τότε τὰ μὲν τῆς ἡδονῆς ταύτης ύπεξ·
col. 821–822page 29 of 240
PG 136:821ίσταται καὶ σβέννυται· γυμνός δ' ἔστηκε λοιπόν ὁ Α κατήγορος τοῦ συνειδότος, δημίου τάξιν ἐπέχων, καὶ καταξαίνων τὸν πεπλημμεληκότα, καὶ τὴν ἐσχάτην ἀπαιτῶν δίκην, καὶ μολίβλου παντὸς βαρύτερον ἐπι κείμενος. Αμαρτία ἕως μὲν ἐργασθῇ, παρέχει τινὰ ἡδονὴν· ὅταν δὲ τελεσθῇ, τότε ἡ μικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται δὲ ἀθυμία. Οὐδὲν δυσωδέστερον ψυχῆς ἐμπαθοῦς. Κυνὶ ἔοικεν ἡ ἡδονὴ, ἄνθρωπε· ἐὰν διώξῃς, φεύγει· ἐὰν ἐκθρέψῃς, παραμένει. Φεύγε την τέρψιν διὰ τὴν θλίψιν, μὴ τοῖς σαῖς μέλεσι κατὰ σοῦ βέλεσι χρήση της ὁ διάβολος. Οὐχ οὕτω τοὺς ἁμαρτάνοντας ὡς τοὺς μετὰ τὴν ἁμαρτίαν μὴ συστελλομένους ἀποστρέφεσθαι είωθεν ὁ Θεός. Οὐ τὸ πεσεῖν χαλεπὸν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι, καὶ μὴ ἀνίστασθαι. ᾿Απόστηθι τῆς πονηρίας, παῦσαι τῆς κακίας, ἐπισ λαβοῦ τῆς ἀρετῆς, καὶ ὑπόσχου μηκέτι αὐτὰ ποιεῖν· καὶ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν. Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγνῶμαι, ὅτι τῶν ἁμαρτανομένων ὑμῶν ἔκα στος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν, ὑπισχηται τῷ θεῷ μετὰ ἀληθείας, μηκέτι αὐτῶν ἅψασθαι, οὐ δὲν ἕτερον ὁ Θεὸς ζητεῖ πρὸς ἀπολογίαν μείζονα. Φιλάνθρωπος γάρ ἐστι καὶ ἐλεήμων, καὶ καθάπερ ἡ ὀδίνουσα ἐπιθυμεῖ τεκεῖν, οὕτω καὶ αὐτὸς ἐπιθυμεῖ τὴν ἔλεον ἐκχεῖν τὸν ἑαυτοῦ. Οὐδὲν οὕτως τὸν Θεὸν ἵλεων ποιεῖ, ὡς τὸ τὰ οἰκεῖα C ὁμολογεῖν ἁμαρτήματα. Οὐδὲν οὕτω βαρὺ καὶ δυσβάστακτον, ὡς ἁμαρτίας φύσις. Οὐδὲν οὕτω κάματον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος, καὶ τὰ πλημμελήματα. Διὰ τοῦτο ὁ Χριστὸς τοῖς ἐν ἁμαρτίαις ζῶσιν ἔλεγε · Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ἡμᾶς. Ἐπὶ ἑνὸς οὐ θέλομεν ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ δὲ μυριάδων ἐκεῖ τοσούτων τί ποιήσομεν ; Εννόησον οἷον ἔσται τὸ τοῦ Θεοῦ δικαστήριον · ἀναλόγισαι τὰ ἡμαρτημένα σοι πάντα. Κἂν γὰρ αὐ τὸς ἐπιλάθῃ τῶν πεπλημμελημένων, ὁ Θεὸς οὐδέποτε ἐπιλάθεται· ἀλλὰ πάντα πρὸ τῶν ὀφθαλμῶν στήσει τῶν σῶν, ἂν μὴ προλαβὼν αὐτὰ καταλύσῃς νῦν διὰ μετανοίας καὶ ἐξομολογήσεως. Ὁ μὲν ἀρχῶν καὶ ἑτέρους διορθῶσαι μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν φευγέτω τους πονημούς, ὥστε μὴ τὴν παρ' ἐκείνων δέχεσθαι λύμην. Δύναται πολλάκις μία κερδηθείσα ψυχή μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν ἀντίψυχον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Οὐκ ἔστι ψυχῆς ἀντάξιος οὐδὲ ὁ κόσμος ἅπας· ὥστε καν μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοιοῦ τον ἐργάσῃ, οἷον μίαν ψυχὴν ἐπιστρέφων. Οὐδὲν ἐν ἀνθρώποις καλόν κακότητος άμικτον. Είθε δὲ μὴ τὰ λυγρά πλείονα μοίραν εἶχε !

Part I, Oration XVIIPars I, Sermo XVII

col. 823–824page 30 of 240
PG 136:823• . Ο Πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύριστος ἐπὶ τὸ χεῖρον ἡ φύσις. Ευάλωτόν, ἐστιν ὡς τὰ πολλὰ δι᾽ ἡδονῆς τὸ ἀνθρώπινον, καὶ πολλὴ πρὸς τὰ πάθος τοῦτο τῆς φύσεως ή εὐκολία, ἐκ τῶν τραχυτέρων ἐπιτηδευμάτων πρὸς τὴ τῆς ἡδονῆς λεῖον ἑτοίμως καταπιπτούσης. Πολλά πταίομεν ἅπαντες. Νοσεῖ γὰρ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον διὰ τῶν ἐξ ἀρχῆς εἰσοικισαμέν νων τὸ πάθος. Τὸ τὴν ἀρχὴν ἔχαν κακὴν ἐν οὐδενὶ καλῶς παι κριθείη, ὅλον ἂν φαῦλον. Φοβηθῶμεν οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλ' ἀμερα τήματα δι' δ ή νόσος, καὶ νόσον ψυχῆς, οὐχὶ σώ ματος. Πάσης ἡδονῆς ἐπιθυμία κατάρχει. Επιθυμία δέ ἐστι λύπη τις καὶ φροντίς, δι' ἔνδειαν ὀρεγομένη τινός. Δοκεῖ μὲν λεία τις εἶναι κίνησις ἡ ἡδονὴ τὸ θα ἀληθὲς τραχεία εὑρίσκεται καὶ ἔστιν. Φεῦγε πᾶν τὸ ἡδὺ, ὅτι βιαίως παρακαλεί. Ἡ ἁμαρτῆσαι ἡμᾶς οἱ δαίμονες προτρέπονται, ἢ μὴ ἁμαρτήσαντας, τοὺς ἁμαρτάνοντας κρίνειν· ἵνα διὰ τοῦ δευτέρου τὸ πρῶτον μολύνωσιν. Μώλωπες θριαμβευόμενοι οὐ προκόψουσιν ἐπὶ τὰ χεῖρον, ἀλλ᾿ ἰαθήσονται. Οὐδὲν γὰρ οὕτω τοῖς δαίμοσι καὶ τοῖς λογισμοῖς ἰσχὺν καθ᾿ ἡμῶν δίδωσιν ὡς τὸ τοὺς ἀνεξαγορεύτους ἐν τῇ καρδίᾳ αιτί ζεσθαι. Πύρ ἐστι καιόμενον ἡ ἁμαρτία· ὅσῳ ἂν περικόψης τὴν ὕλην, τοσούτῳ ἂν περιέσται, καὶ καθ' δ ἂν ἐπιε θῇς, τοσοῦτον καυθήσεται. Διαμέλλων καὶ ἀναδυόμενος ἐξαγορεύσαί σου τούς λογισμούς, πρὸς τῷ μηδὲν ὠφελήσαι, ἔργῳ βεβαιοίς ὡς μυστήριον ἐξεκάλυψε τοι ὁ ἐχθρός· καὶ δέδοικας προσκροῦσαι καὶ ἐκπεσεῖν τῆς ἀγάπης αὐτοῦ, εἴ γε τοῦτο πνευματικοῖς ἀνδράσι ἀποκαλύψειας. Εοικεν ἡ ἁμαρτία παρακωλύματι, κωλύοντι τὴν εὔνοιαν τοῦ Θεοῦ ἐν ἡμῖν γενέσθαι. Τὸ ἐπὶ μικροῖς ἢ μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστι. Δι' ἑκατέρου γὰρ ὁ νόμος ὁμοίως ὑπερηφανεύεται. Ούτε πῦρ ἱματίῳ περιστείλαι δυνατὸν, οὔτε αλα χρὸν ἁμάρτημα χρόνια Τὰ ἁμαρτήματά σου πειρῶ μὲ λόγοις ἐπικαλύπτειν, ἀλλὰ θεραπεύειν ἐλέγχοις. Οὐ πόρρω τοῦ ἀναμαρτήτου καθίστησιν ἑαυτὸν ὁ τὸ ἁμαρτηθὲν ἐπιεικῶς ὁμολογήσας, Επίτασις κακίας τὸ μὴ μόνον ἑαυτὸν ἁμαρτάνειν, ἀλλὰ καὶ συνηγορεῖν ἄλλοις. Πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώ των ψυχαῖς τὸ κακὸν, ἐσταλμένον δὲ καὶ σπάνιον τ ἀγαθόν. ΛΟΓΟΣ ΙΖ'. Περί μετανοίας καὶ ἐξομολογήσεως. Μακάρ:ο: οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Ἰολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύῤῥυπο; ἐπὶ τὸ χεῖρον ἡ φύσις. Εὐάλωτόν ἐστιν ὡς τὰ πολλὰ δι᾽ ἐδονῆς τὸ ἀνθρώπίνον, καὶ πολλὴ πρὸς τὸ πάθος; τοῦτο τῆς φύσεως ἡ εὐκολία, ἐκ τῶν τραχυτέρων ἐπιτηδευμάτων, πρὸς τὸ τῆς ἡδονῆς λεῖον ἑτοίμως καταπιπτούσης. Πλλὰ πταίαμεν ἅπαντες, Νοσεῖ γὰρ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔχολον διὰ τῶν ἐξ ἀρχῆς εἰσοιχισαμέγων τὸ πάθος. Τὸ τὴν ἀρχὴν ἔχον κακὴν ἐν οὐδενὶ καλῶς ποτε κριθείη, ὅλον ὃν φαῦλον. φυδηθῶμεν οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλ' ἁμαρπήματα δι᾿ ἃ ἡ νόσος, χαὶ νόσον Ψυχῆς, οὐχὶ σώματος. Πάσης ἡδονῆς ἐπιθυμία κατάρχει. Ἐτιϑυμία δὲ ἐστι λύπη τις καὶ φροντὶ;, δι᾽ ἔνξειαν ὀρεγομένη, πινός. Δοκεξ μὲν λεία τις εἶναν κίνησις ἡ ἡδονὴ " τὸ δὲ ἀληθὲς τραχεῖα εὑρίσκεται χαὶ ἔστιν, Φεῦγε πᾶν τὸ ἡδὺ, ὅτι βιαίως παρακαλεῖ. Ἢ ἁμαρτῆσαι ἡμᾶς οἱ δαίμονες προτρέπονται, ἢ μὴ ἁμαρτήπαντα;, τοὺς ἁμαρτάνοντας χρίνειν ᾿ ἵνα, διὰ τοῦ δευτέρου τὸ πρῶτον μολύνωσιν. Μώλωπες θριαμθευόμενοι οὐ προχόψουσιν ἐπὶ τὸ χεῖρον, ἀλλ᾽ ἰαθήσονται. Οὐδὲν γὰρ οὕτω τοῖς δαίμοσι χαὶ τοῖς λογισμοῖς ἰσχὺν καθ᾽ ἡμῶν δίδωτιν ὡς τὸ τοὺς ἀνεξαγορεύτους ἐν τῇ χαρδίᾳ σιτί-. ζεσθαι, Ηὺρ ἐστι χαιόμενον ἢ ἁμαρτία ' ὅφῳ ἂν περιχόψῃς. τὴν ὕλην, τοτούτῳ ἂν περιέσται, καὶ καθ᾽ ὃ ἂν ἐπιθῇς, τοσοῦτον καυθήσεται. δΔιαμέλλων χαὶ ἀναδυόμενος ἐξαγορεῦσαί σὺν τοὺφ' λογισμοὺς, πρὸς τῷ μηδὲν ὠφελῆσαι, ἔργῳ βεδανοῖς ὡς μυστήριον ἐξεχάλυψέ σοι ὁ ἐχθρός " καὶ δέδυιχας προσκροῦσαι καὶ ἐχπεσεῖν νῆς ἀγάπης αὐτοῦ, εἴ γε τοῦτο πνευματικοῖς ἀνδράσι ἀποκαλύψειας. "Ἔοιχεν ἡ ἁμαρτία παραχωλύματι, χωλύοντι τὴν εὔνοιαν τοῦ θεοῦ ἐν ἡμῖν γενέσθαι. Τὸ ἐπὶ μικροῖς ἢ μεγάλοις παρανομεῖν ἰσοδόναμόι ἔστι. Δε' ἑκατέρου γὰρ ὁ νόμος ὁμοίως ὑπερηφανεύεται. Οὔτε πῦρ ἱματίῳ περιστεῖλαι δυνατὸν, οὔτε αἰαχρὸν ἁμάρτημα χρόνῳ. Τὰ ἁμαρτήματὰ σοῦ πειρῶ μὴ λόγοις ἐπικαλύπτεῖν, ἀλλὰ βεραπεύειν ἐλέγχοις, Οὐ πόῤῥω τοῦ ἀναμαρτήτον γαθίστηϑιν δαντὸν ὁ τὸ ἁμαρτηθὲν ἐπιειχῶς ὁμολογήσας. Ἐπίτασις κακίας τὸ μὴ μόνον ἑαυτὸν ἁμαρτάνειν, ἀλλὰ χαὶ συνηγορεῖν ἄλλοις, Πολύχουν μὲν καὶ πολυφορώταταν ἐν ἀνθρώπῶὼν ψυχαῖς τὸ χαχὸν, ἐσταλμένον δὲ χαὶ σπάνιον τὸ ἀγαθόν.
col. 825–826page 31 of 240
PG 136:825Δεῦτε πρός με, πάντες οἱ καπιῶντες καὶ πεφορ- Α τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, Πορευθέντες δὲ μάθετε τί ἐστιν Ελεον θέλω καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσει δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Λέγω ὑμῖν, ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐννενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετατ γοίας. Χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Καθώς παρεστήσατε τὰ μέλη ὑμῶν δούλα τῇ ἁμαρτία, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτως παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἐγιασμὸν τῷ Θεῷ. Εξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν. Πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρ είας ἡμῶν, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Εάν τις ἀποπλανηθῇ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ ἐπιστρέψη τις αὐτὸν, γινωσκέτω, ὅτι ὁ ἐπι στρέψας ἁμαρτωλὸν ἐκ πλάνης αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Εἶπε Δαυίδ πρὸς Νάθαν τὴν προφήτην· • Ημάρ τηκα τῷ Κυρίῳ· κ καὶ εἶπε Νάθαν πρὸς Δαυΐδ - • Καὶ Κύριος ἀφείλατο τὸ ἁμάρτημά σου, καὶ οὐ μὴ ἀποθάνης. Ἐὰν ἄνομόν τί ἐστιν ἐν τῇ χειρί σου, πόρρω αὐτὸ ποίησον ἀπὸ σοῦ. Οὕτως ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ύδωρ καθαρόν. Ἐὰν ὦσι χίλιοι θανατηφόροι ἄγγελοι, εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσῃ αὐτὸν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπι στραφήναι προς Κύριον. Είπα, Εξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήρει. Επτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογία. Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν, « Ἐπιστράφητε πρός με ἐξ ὅλης καρδίας ὑμῶν ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ καὶ κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ Ἐπιστράφητε προς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. ». • Επιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, ο λέγει Κύριος παντοκράτωρ. Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινί μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως, τὰς ἀνομίας αὐτῶν. Λούσασθε, καθαροί γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μά θέτει καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε μα
col. 827–828page 32 of 240
PG 136:827Α ἀδικούμενον, κρίνατε ὀρφανῷ, και οικαιώσατε χήραν· καὶ δεῦτε καὶ διαλεχθώμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευ ' κανῶν ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανώ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μη ὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Οταν ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθώ. Σὺ δὲ μνήσθητι καὶ κριθῶμεν. Λέγε δὲ σὺ πρῶτον τὰς ἀνομίας σου, ἵνα δύο καιωθῇς. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾽ ἁμαρτίας σου. Περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς. "Εστι γὰρ Β αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Καὶ μὴ λάξῃς πρόσωπον κατὰ ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσιν σου. Ο Μὴ ἀναμείνῃς ἐπιστρέψαι προς Κύριον, καὶ μὴ ὑπερβάλλον ἡμέραν ἐξ ἡμέρας. Εξαπίνης γὰρ ἐλεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῃ. Εκακώθημεν διὰ τὰς ἁμαρτίας, ἰαθῶμεν διὰ τῆς μετανοίας. Πρόσεχε σεαυτῷ, ἵνα κατὰ ἀναλογίαν τοῦ πληρ μελήματος καὶ τὴν ἐκ τῆς θεραπείας βοήθειαν κατα δέξῃ. Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα, πολλή σα χρεία τῆς ἐξομολογήσεως, δακρύων πλείστων, συντόνου τῆς ἀγρυπνίας, ἀδιαλείπτου νηστείας. Κουφον καὶ φορητὸν τὸ ἁμάρτημα, ἐξισαζέσθω καὶ ἡ μετάνοια. Μηδεὶς ἐν κακία διάξας ἑαυτὸν ἀπογινωσκέτω, εἰδὼς, ὅτι γεωργία μὲν τὰς ποιότητας τῶν φυτῶν μεταβάλλει · ἡ δὲ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δυνατή έστι παντοδαπῶν ἀρρωστημάτων ἐπικατῆσαι, Οὐ θέλει γὰρ ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλο, ὡς τὸ ἐπιστρέψαι καὶ σωθῆναι. Μὴ ὡς εἰς βάθος κακῶν καταφρονήσῃς. Καιρός ἀποχῆς ἐστι, καιρός μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. Ὠνίσθησας, ἐξεγείρου· ἥμαρτες, ἡσύχασον. Μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλ᾽ ἀποπήδησαν· ὅταν γὰρ ἀποστραφῆς καὶ στενάξῃς, τότε σωθήσῃ. "Εστι γάρ ἐκ πό ων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. Οὐ χρόνου ποσότητι, διαθέσει δὲ ψυχῆς ἡ μετάνοια κρίνεται. ᾿Αναγκαῖον τοῖς πεπιστευμένοις τὴν οἰκονομίας τῶν μυστηρίων τοῦ Θεοῦ ἐξομολογεῖσθαι τὰ ἁμαρ τήματα. Οὕτω γὰρ καὶ οἱ πάλαι μετανοοῦντες ἐπὶ τῶν ἁγίων εὑρίσκονται πεποιηκότες. Γέγραπται γάρ ἐν μὲν τῷ Εὐαγγελίῳ, ὅτι τῷ Βαπτιστή Ιωάννη ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὐτῶν, ἐν δὲ ταῖς Πράξεσι, τοῖς ἀποστόλοις, ὑφ᾽ ὧν καὶ ἐβαπτίζοντο ἅπαντες. Οὐδενὶ ἄλλῳ ὡς κακοπαθείς Θεὸς θεραπεύεται, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται.
col. 829–830page 33 of 240
PG 136:829Δέον εὐμετακινήτους μὲν εἶναι πρὸς τὸ κρείττον ἀπὸ τοῦ χείρονος, ἀκινήτους δὲ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ βελτίονος. Τὸ μὴ ἁμαρτάνειν ἀνεπαισθήτως, ἀλλ' ἐπιγινώσκειν καὶ συνορῖν τὸ πλημμεληθὲν, οὐκ ἔστι μια χρόν· ἀλλ' ὁδός τίς ἐστι καὶ ἀρχὴ, πρὸς διόρθωσιν ἄγουσα καὶ τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. Ἕως ἐστὶ καιρός, προφθάσωμεν τὸ τοῦ Θεοῦ πρόσωπον ἐν ἐξομολογήσει, ἵνα ήμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνόν, ἵνα τὰς ἀπειληφόρους εκείνας δυνά μεις διαφύγωμεν. Οὐ δεινὸν τὸ πολεμοῦντα τρωθήναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνῶναι καὶ ἀμελῆσαι τοῦ τραύματος. Μὴ τοίνυν ἀπογίνωσκε, μηδὲ ἀφίστασα τῆς εὐχῆς, ἀλλὰ πρόσελθε ἁμαρτωλὸς ὤν, ἵνα δοξάσῃς σου τὸν Δεσπότην, ἵνα δῶς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν " ἐν τῇ συγχωρήσει τῶν σῶν ἁμαρτημάτων ἐπιδείξασθαι· ὡς ἐὰν φοβηθῇς προσελθεῖν, ἐνεπόδισας αὐτοῦ τῇ ἀγαθότητι, διεκώλυσας αὐτὸν τῆς χρηστότητος αὐτοῦ, τό γε ἐπὶ σοὶ ἦχον. Ἡ ἁμαρτία ὁμολογουμένη ἐλάττων γίνεται· μὴ ὁμολογουμένη δὲ, χείρων. Μέγα ἀγαθὸν τὸ ἐπιγινώσκειν τὰ ἁμαρτήματα, καὶ μιμνήσκεσθαι αὐτῶν διηνεκώς. Οὐδὲν οὕτως θεραπεύει πλημμέλειαν, ὡς μνήμη διηνεκῶς· οὐδὲν οὕτως ὀκνηρὸν ἄνθρωπον ποιεῖ πρὸς κακίαν. Αν ἔχῃς τὰ ἁμαρτήματα διηνεκῶς ἐν τῇ μνήμῃ, ούτ δέποτε τῷ πλησίον μνησικακήσεις, οὐδέποτε όργι σθήσῃ, οὐδέποτε λοιδορήσεις, οὐ φρονήσει; μέγα, οὐ περιπεσεῖ πάλιν τοῖς αὐτοῖς. Ἐὰν γὰρ νῦν ᾖς αὐτῶν μεμνημένος, καὶ συνεχῶς αὐτὰ προφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν δέῃ, ταχέως ἐξαλείψεις αὐτά. Ἐὰν δὲ νῦν ἐπιλάθῃ, τότε αὐτῶν ἀναμνησθήσῃ καὶ ἔχων ἐπὶ τῆς οἰκουμένης απάσης εἰς μέσον φερο μένων αὐτῶν, καὶ φίλων, καὶ ἐχθρῶν, καὶ ἀγγέλων. Οὐ γὰρ δὴ πρὸς Δαυΐδ ἔλεγε μόνον, «σὺ ἐποίησας ἐν κρυφῇ, ἐγὼ ποιήσω πᾶσι κατάδηλον, ἀλλὰ καὶ πρὸς πάντας ἡμᾶς. Ελέγξω γάρ σε, φησίν, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς τιθείς σου ἁμαρτήματα. Ὥσπερ γὰρ ὁ τὴν θύραν εἰσελθὼν ἔνδον ἐστὶν, οὕτως ὁ τὰ οἰκεία λογιζόμενος κακὰ καὶ ἐπὶ τὴν θεραπείαν αὐτῶν πάντως ἥξει. Αν δὲ λέγῃ, ᾿Αμαρ τωλός είμι, μὴ ἀναλογίζεται δὲ αὐτὰ κατ᾽ εἶδος, καὶ λέγει, ὅτι Τόδε καὶ τίδε ἥμαρτον, οὐδέποτε παύ σεται, ἀεὶ μὲν ὁμολογῶν, φροντίζων δὲ οὐδέποτε τῆς διορθώσεως. Τὴν ἀρχὴν οὖν καταβαλλώμεθα, καὶ πάντα εὔκολα ἔσται καὶ ῥᾷστα. Αρξώμεθα τοίς νυν, παρακαλῶ, ὁ μὲν ἀπὸ τοῦ τὰς εὐχὰς ἐπιτεῖναι, ὁ δὲ ἀπὸ τοῦ δακρύειν συνεχῶς, ὁ δὲ ἀπὸ τοῦ κατη φεῖν οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ οὕτω μικρὸν ἀνόνητον Είδον γάρ, φησίν, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνός, καὶ ἱασάμην τὰς ὁδοὺς αὐτοῦ, ὁ δὲ ἀπὸ τοῦ ἐλεημο τύνην ποιεῖν, ὁ δὲ ἀπὸ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁμαρτήματα, ὁ δὲ ἀπὸ τοῦ μὴ μνησικακεῖν, μηδὲ ἀμύνεσθαι. Οὐκ ἔστι προτροπή τις τοιαύτη πρὸς ἀρετὴν, οἷον ἁμαρτημάτων ἀνάμνησις. Οδοί μετανοίας πέντε· πρώτη ή κατάγνωσις τῶν

Part I, Oration XVIIIPars I, Sermo XVIII

col. 831–832page 34 of 240
PG 136:831´ ήμαρτημένων· δευτέρα τὰ ἀφεῖναι τοῖς πλησίον τὰ ἁμαρτήματα· τρίτη ἡ ἀπὸ τῆς εὐχῆς γινομένη τετάρτη ἡ ἀπὸ τῆς ἐλεημοσύνης· πέμπτη ἡ ἀπὸ τῆς ταπεινοφροσύνης. Καλὸν μὲν τὸ μὴ ἁμαρτάνειν· ἀγαθὸν δὲ καὶ τὸ ἁμαρτάνοντας επανάγεσθαι διὰ μετανοίας· ὥσπερ ἄριστον τὸ ὑγιαίνειν ἀεὶ, ἀγαθὸν δὲ καὶ τὸ ἀναστῇ. και μετὰ τὴν νόσον. Ἡ ἀλιθινὴ μετάνοια τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχν εὑρεθῆναι· ἀλλ' ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς, ἐφ' οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν. Μετάνοια τότε ἁμαρτήματος παντὸς γίνεται ἀπολειπτική, ὅταν ἐπὶ τῷ γενομένῳ ψυχῆς σφάλματι ἀναβολὴν μὴ δέξηται, μηδὲ παραπέμψῃ τὸ πάθος Ο εἰς χρονικόν διάστημα· οὕτω γὰρ οὐχ ἕξει καταλείψαι ἴχνος ἐν ἡμῖν τὸ κακὸν, ἅτε ἅμα τῷ ἐπιβῆναι ἀποσπασθέν, δίκην φυτοῦ ἀρτισυστάτου. "Ωσπερ οι λεγόμενοι καρκίνοι εὐεπιχείρηται τυγχάνουσιν, διὰ τὸ ποτὲ μὲν πρόσω βαίνειν, ποτὲ δὲ ὄπισθεν οὕτως καὶ ψυχή, ποτὲ μὲν γελώσα, ποτὲ δὲ πενθοῦσα, ποτὲ δὲ τρυφῶσα, οὐδὲν ὠφελήσει Ο ποτὲ μὲν πενθών, ποτὲ δὲ τρυφῶν καὶ γελοιάζων, ὅμοιός ἐστι τῷ μετὰ ἄρτου τὸν κύνα τῆς φι ληδονίας λιθάζοντι, ὃς τῷ μὲν σχήματι τοῦτον διώ και, τῷ δὲ πράγματι παρεδρεύειν τοῦτον προτρέπει. Λογίζομαι τὸ τῆς μετανοίας ἔργον ἐν ταῖς τρισὶ ταύταις ἀρεταῖς ἐξυφαίνεσθαι· ἐν τῷ λογισμούς καθαίρειν, καὶ ἀδιαλείπτως προσεύχεσθαι, καὶ τὰς επερχομένας θλίψεις ὑποφέρειν· ἐν τούτοις ὁ ἔγχρον νίζων εἰς ἀπάθειαν ἔρχεται. Τὸ μὲν μηδὲν συνόλως ἁμαρτάνειν ίδιον Θεού, τάχα δὲ καὶ θείου ἀνδρός· τὸ δὲ ἁμαρτάνοντα μετα βάλλειν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον ἅπαν οὐκ ἀγνοήσαντος. Τοῖς ἁμαρτάνουσιν οὐκ εὐθὺς ἐπέξεισιν ὁ θελ., ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν, καὶ τὴν τοῦ σφάλματος Ιασίν τε καὶ ἐπανόρθωσιν. Τὰ μεγάλα τῶν τραυμάτων ισομέτρων δεῖται φαρμάκων· καὶ ὁ χαλεπῇ νόσῳ περιπεσών πλείονος χρηζει κηδεμονίας· καὶ ὁ μεγάλα πλημμελήσας πλείονος δεῖται φιλανθρωπίας. Οὐ μετανοεῖν, ἀλλὰ προνοεῖν χρὴ τὸν σοφὸν ἄν δρα. Φυτὸν μεταφερόμενον συνεχῶς καρπὸν οὐ ποιεῖ. Αριστοτέλης ἔφη ἐν παντὶ τῷ βίῳ τρείς μεταμελείας· μίαν μὲν ἐπὶ τῷ γυναικὶ πιστεῦσαι λόγοι απόῤῥητον, ἑτέραν δὲ, πλεύσας ὅπου δυνατόν πε ζεῦσαι, τὴν δὲ τρίτην, ὅτι μίαν ἡμέραν ἀδιάθετος Έμεινεν. ΛΟΓΟΣ ΙΗ'. Περὶ τῶν ταχέως μεταβαλλομένων, καὶ περὶ τανοίας. Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον,

Part I, Oration XIXPars I, Sermo XIX

col. 833–834page 35 of 240
PG 136:833καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Κρεῖστόν ἐστι μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δι· καιοσύνης, ἢ ἐπιγνόντα ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτῷ ἁγίας ἐντολῆς. Εκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαδεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρο τιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσ σεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τους ὑπεναντίους. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ μισητός γένηται· οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. Ἐν τῷ ἀποστρέφειν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιῆσαι ἀδικίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἁμαρτία αὐτοῦ ἀποθανεῖται. Εκαστον κατὰ τὴν ἐδὸν αὐτοῦ ἐν ᾗ εύρω αὐτὴν, κρινῶ αὐτὸν, λέγει Κύριος· καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἐπιστρέψῃ ὁ ἄνομος ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, καὶ ποιήσῃ δικαιοσύνην, οὐ μὴ μνησθῶ ἔτι πάντα τὰ παραπτώματα αὐτοῦ. Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ κακώσει αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφῇ ἀπὸ τῆς ἀνομίας αὐτοῦ. Εκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οίκος Ισραήλ. ῾Ο ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως. Ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθείς, καὶ τῆς ἀφέσεως καταξιωθεὶς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρῖμα τῆς ὀργῆς. Πολλοὶ ἐπιστρέψαντες ἀπὸ πονηρῶν ἔργων, οιονεί τὰς μνήμας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι' αὐτῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρτίαν. Ανθρωποι ταῖς νεφέλαις εοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ αέρος ἐμφερομέναις. Περὶ τῶν εἰς μετάνοιαν μὴ ἐπιστρεφόντων. Παρῆσαν δέ τινες αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος έμιξε D μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· « Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρ τωλότεροι παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν ; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε, πάντες ὡσαύτως ἀπολεῖσθε, Η ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωάμ, καὶ ἀπώλεσεν αὐτούς· δοκεῖτε ὅτι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας Ιερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν· ἀλλο ἐὰν μὴ μετανοήσητε, πάντες ἀπολεῖσθε. Ὅταν δὲ λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Οἱ ἐν ἁμαρτίαι; γενόμενοι, καὶ μὴ μεταγνόντες, ϋ μόνον οὐκ εισακούσονται προσευχόμενοι, ἀλλὰ

Part I, Oration XXPars I, Sermo XX

col. 835–836page 36 of 240
PG 136:835καὶ τὸν Θεὸν παροξύνουσιν, υπομιμνήσκοντες αὐτὸν τῆς ἑαυτῶν μοχθηρίας. Ἐὰν μὴ ἐπιστραφήτε, την ρομφαίαν αὐτοῦ στιλ. βώσει, Οταν ἔλθῃ ὁ ἀσεβῆς εἰς πλῆθος κακών, καταφρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ο μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελ φός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. και Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ οὐκ εὐοδωθήσε Τάδε λέγει Κύριος « Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἡ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Εντερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι. » Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σέ, ἐν τῷ λέγειν σε. Οὐχ ἥμαρτον· ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶται τὰς ὁδούς σου. Οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων, Τί εποίησα ; Μὴ εἴπῃς, Ημαρτον, καὶ τί μοι ἐγένετο ; Ο γέρ Κύριος μακρόθυμός ἐστι. Τὸ κρύπτειν ἁμαρτίαν συγκατασκευάζει ἐπὶ τῷ νοσοῦντι τὸν θάνατον. Εἰ μὲν καλὸν ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς όλες θρίοις ; Οὐδεὶς χολὴν ἐμέσαι ζητῶν, ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης πολυπλασίονα ταύτην ἑαυτῷ συναθροίζει. Καθαίρειν προσήκει τῶν λυπούντων τὸ σῶμα, οὐχὶ κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως. Ορα μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κα κῶν ἑαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχης. Ορα, ἄνθρωπε, μή ποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε όφελος τῆς μεταμελείας οὐδέν. Οὐ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι. Ψυχὴ ἅπαξ ἁμαρτίας γευσαμένη, καὶ ἀναλγής τως διατεθεῖσα, πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην. Δυσαναβίβαστος ἡ ψυχὴ ἐπὶ ταῦτα ἀφ᾽ ὧν ὠλ σθησε καλῶν, δυσεκβίβαστός τε τούτων, ὧν συνει Ο θίσθη κακῶν. Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία· ὥσπερ τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. Μεγίστου ὄντος ἀγαθοῦ τὸ μὴ ἁμαρτάνειν, δεύ τερον ἀγαθὸν τὸ δικαιωθῆναι. Οστις δὲ πολὺν χρόν νον ἀδικῶν ἀκόλαστος μένει, τοῦτον δεῖν νομίζειν τὸν ἀτυχέστατον. Συγγνωσθῆναι οὐ μετανοοῦντας ἐφ᾽ οἷς ἥμαρτον, ἀδύνατον. ΛΟΓΟΣ Κ'. Περὶ μελλούσης κρίσεως. Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
col. 837–838page 37 of 240
PG 136:837Ώσπερ συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται, Α οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Αποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδύν των. Που Τότε ἐρεῖ ὁ βασιλεὺς καὶ τοῖς ἐξ ευωνύμων ρεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αι ώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέ λοι; αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγείν. » · Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν. Εκάστου τὸ ἔργον φανερόν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅ τι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει. Ἐξαναστήσεται Κύριος, καὶ ἀνταποδώσει πᾶσι, καὶ τὸ ἀνταπόδομα αὐτοῦ εἰς κεφαλὰς αὐτῶν ἀνταποδώσει Ἰδοὺ ἡμέρα Κυρίου έρχεται μετὰ θυμοῦ καὶ ὀργῆς, θεἶναι τὴν οἰκουμένην όλην ἔρημον καὶ τοὺς ἁμαρ τωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Ο γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν· καὶ καταβήσον· C καὶ εἰς αὐτὸν οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι, καὶ οἱ λιμοὶ τῆς γῆς, καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτοῖς, καὶ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσον Τοὺς τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίσ των καὶ σκυθρωπὸν ἀναμένει. Εκαστος τῆς οἰκείας εργασίας ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται. Κατὰ γὰρ τὸν Ἐσης, κυκλώσει ἕκαστον τὰ δια βούλια αὐτοῦ. Οψόμεθα γὰρ ἅμα πάντα οἱονεὶ παρεστῶτα ἡμῖν τὰ ἔργα, καὶ φαινόμενα ἀντιπρόσωπα τῇ διανοίᾳ ἡμῶν, μετὰ τῶν ἰδίων τύπων, ὡς ἔκαστον πέπρακται, ἢ ὡς λέλεκται. Οὐ μὴν χρόνους γε προσήκει νομίζειν καταναλωθήσεσθαι, εἰς τὸ ἕκαστον ἰδεῖν ἑαυτὸν μετὰ τῶν ἑαυτοῦ πράξεων, καὶ τὴν D κριτὴν, καὶ τὰ ἀκόλουθα τῷ θείῳ δικαστηρίῳ, ἀφάτις δυνάμει ἐν ῥοπῇ καιροῦ φαντατιουμένου τοῦ νοῦ, καὶ πάντα ἀναζωγραφοῦντος ἑαυτῷ, καὶ οἱονεὶ ἐν κατόπτρω, τῷ ἡγεμονικῷ ἐνορῶντος τοὺς τύπους τῶν πεπραγμένων. Οἱ τὰ φαῦλα πράξαντες εἰς ὀνειδισμὸν καὶ αἰ σχύνην ἀναστήσονται, ἐνορῶντες ἐν ἑαυτοῖς τὸ αἶσχος καὶ τοὺς τύπους τῶν ἡμαρτημένων. Καὶ τάχα φοβερωτέρα τοῦ σκέτους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι διαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οιονεί τινος βαφῆς ἀνεκπλύτου. ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρι στῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθήναι, ἡνίκα κρίσεως καιρός, οὐ καθάρσεως.
col. 839–840page 38 of 240
PG 136:839Οὐδὲν ὅλως τῶν ἀγαθῶν, καν μικρόν εἴη, παρο. φθήσεται ἐκεῖ παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν μέλλομεν τιμωρίας, πολλῷ μᾶλλον τὰ κατορθώματα κἂν μικρά λογισθήσεται. Οι πολλὰ πταίοντες καὶ μὴ πολαζόμενοι φοβείσθαι καὶ δεδοικέναι ὀφείλουσιν. Αύξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας. Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι παντός θανάτου πικροτέραν υπομένουσι ζωήν· τί παθεῖν εἰκὸς τοὺς τοῦ φωτὸς ἀποστερηθέντας ἐκείνου; Οὐ μόνον τῶν δικαίων, ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν ἄφθαρτα τὰ σώματα ἀνίστανται. 'Αλλ' ἡ τιμὴ αὕτη τοῖς ἁμαρτωλοῖς ἐφόδιον κολάσεως καὶ τιμω ρίας γίνεται. Αφθαρτα γὰρ ἀνίστανται, ἵνα διὰ παντός καίηται. Ἐπειδὰν γὰρ τὸ πῦρ ἄσβεστόν ἐστιν ἐκεῖνο, τοιούτων αὐτῷ δεῖ σωμάτων, μηδέποτε δαπαν νωμένων. Ἐννοήσωμεν οὖν, ὅσον ἐστὶ κακὸν κατακαίεσθαι διὰ παντὸς, καὶ ἐν σκότῳ εἶναι, καὶ μυρία οιμώζειν, καὶ βρύχειν τοὺς ὀδόντας, καὶ μηδὲ ἀκούεσθαι, Εἰ γὰρ εἰς δεσμωτήριον τις εμβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς ἐντεθραμμένων, την δυσωδίαν μένον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ μετὰ ἀνδροφόνων δεδ σθαι, παντὸς θανάτου χαλεπώτερον εἶναί φησιν ἐννόησον τί ἐστιν, ὅταν μετὰ τῶν τῆς οἰκουμένης άνδροφόνων καταπατώμεθα, μήτε ὁρῶντες μήτε ερώμενοι, ἀλλ' ἐν πλήθει τοσούτῳ νομίζοντε; εἶναι μόνοι. Τὸ γὰρ σκότος τὸ ἀλαμπὲς οὐκ ἀφίησιν ἡμᾶς οὐδὲ τοὺς πλησίον διαγινώσκειν, ἀλλ' ὡς μόνος τοῦτο πάσχων οὕτως ἕκαστος διακείσεται. Εἰ δὲ σκότος θλίβει καθ᾿ ἑαυτὸ τὰς ἡμετέρας ψυχὰς καὶ θορυβεί, τί ἔσται ἄρα, ὅταν μετὰ τοῦ σκότου καὶ ὀδύναι τοσαῦται ὦσι, καὶ ἐμπρησμοί; τοὺς γὰρ άδικα πράξαντας τῶν ἐκεῖ οὐδεὶς ἐξαιρήσεται, ού πατήρ, οὐ μήτηρ, οὐκ ἀδελφός. Ἀδελφὸν γὰρ οὐ λυτρώσεται ἄνθρωπος, κἂν πολλὴν παῤῥησίαν ἔχει κἂν μεγάλα ἰσχύῃ πρὸς τὸν Θεόν. Αὐτὸς γάρ ἐστιν ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ ἐπὶ τῶν ἔργων καὶ σωθῆναι ἔνι, καὶ κολασθῆναι ἡμᾶς. Φοβερόν, φησίν, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Γέγραπται γάρ, ο Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδόσω· κ καὶ πάλιν· ο Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ· ἡ καὶ πάλιν· « Ἐπὶ ἁμαρτωλούς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Βαρυτάτη κολάσεων ἡ αἰσχύνη, ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. Οἱ μὲν τὰ ἀγαθὰ πράξαντες τῶν ἐκεῖ οὐδεὶς ἐξαι· βήσεται ἀγαθῶν, ἀλλὰ τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται καλῶν· οἱ δὲ ἐγκληθῆναι μὲν μηδὲν ἔχοντες κακόν, ἐλλελοιπότες δέ τι τῶν ἀγαθῶν, μετά τῶν τὰ κακὰ ἔργασαμένων εἰς τὸ τῆς γεέννης ἀπαχθήσονται· πῦρ. Τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὰ, τοῦτό ἐστι τὸ ποιῆσαι κακόν. Εἰπὶ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις μήτε κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων |

Part I, Oration XXIPars I, Sermo XXI

col. 841–842page 39 of 240
PG 136:841ἁπάντων, καθήμενον δὲ διὰ παντὸς ἀργὸν, καὶ οὐδὲν & τῶν ὀφειλόντων παρὰ οἰκέτου δεσπότη πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις; οὐ στρεβλώσεις αὐτόν; είπέ μοι. Αξιόν σοι τῆς σπορᾶς τὸ θέρος. Πικρίαν ἔσπειρας, δρέπου τὰ δράγματα· τὸ ἀνηλεὲς ἐτίμησας, ἔχει ὅπερ ἠγάπησας· ἔφυγες τὸν ἔλεον, φεύξεται σε ἔλεος· ἐβδελύξω πτωχόν, βδελύξεται σε ὁ δι' ἡμᾶς πτωχεύσας. Οἱ ἄνθρωποι πέρας τιμωριῶν νομίζουσι τὸν θά νατον· ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόλις εὗτός ἐστιν ἀρχή. Εγειρόμεθα τοίνυν, αἰώνια μὲν ἔχοντες τὰ σώο ματα, οὐ πάντες δὲ ὅμοια. Αλλ' εἰ μὲν τίς ἐστι δίκαιος, λαμβάνει σῶμα πνευματικὸν, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέφεσθαι ἀξίως· εἰ δέ τις αμαρ τωλός έστι, λαμβάνει σῶμα ὑπομονητικόν τιμωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίῳ καιόμενος, μηδέποτε καταναλωθῇ. Καὶ δικαίως ἀμφοτέροις τοῖς τάγμασιν ὁ Θεὸς παρέχει τοῦτο, Οὐ γὰρ χωρὶς σώματος ἡμῖν πέπρακται τι Αδου τινὸς ἀνοίγονται πύλαι βαθεῖαι, καὶ ποτα μοί πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀποῤῥῶγες ἀνακεράνω νυνται, καὶ σκότος εμπίπλατας πολυφάνταστον εἰδώλων, χαλεπὰς μὲν ὄψεις, οἰκτρὰς δὲ φωνὰς ἐπι φερόντων. Δικασταὶ δὲ, καὶ κολασταί, καὶ χάσματα, καὶ μυχοί μυρίων κακῶν γέμοντες. Περὶ ἀληθείας καὶ μαρτυρίας πιστής. Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Ὁ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν τῷ Θεῷ εἰσιν εἰργασμένα. Αποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐμὲν ἀλλήλων μέλη. Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν αἰτίαν, καὶ κατὰ πᾶν ἁμάρτημα. Χείλη ἀληθινὰ κατορθοί μαρτυρίαν. *Α εἶδον οἱ ὀφθαλμοί σου, λάλει. Μάρτυς πιστὸς οὐ ψεύδεται. Ρύεται ἐκ κακῶν μάρτυς πιστός. Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αυτ του. Τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπᾶτε, λέγει Κύριος παντοκράτωρ, Μη λάδης πρόσωπον δυνάπτου· ἕως θανάτου ἀγώεισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεός σου πολεμήσει ὑπὲρ σοῦ. Πετεινὸν πρὸς τὰ ὅμοια καταλύει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. ῎Ανδρες ἀληθεύοντες εὑρεθήσονται ἐν σοφίᾳ, καὶ εὐοδωθήσονται ἕως ἐπισκοπῆς Κυρίου. Τὸ κράτιστον ἀγαθὸν ἡ ἀλήθεια. Ὁ ἀληθινὸς λόγος καὶ ἀπὸ ὑγιοῦς διανοίας προτῶν ἁπλοῦς ἐστι καὶ μονότροπος. Δυσθήρατός ἐστιν ὁ τῆς ἀληθείας λόγος, βαδίως δυνάμενος ἐκφυγεῖν τοὺς μὴ προσέχοντας.

Part I, Oration XXIIPars I, Sermo XXII

col. 843–844page 40 of 240
PG 136:843Τὸ μὲν ἀληθὲς ἐν, τὸ δὲ ψεῦδος πολυσχιδές. Αλήθειά ἐστιν ἡ τοῦ ὄντος ἀσφαλῆς κατανόησις. Ως ἔοικε, δέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, και ἐπίπονα τυγχάνῃ, ἢ ἐπὶ τὴν ἀλήθειαν. Αλήθειά ἐστιν ὁ Θεὸς ὡς ἂν, οὐ πολλὰ τῇ φύσει, Τὸ μὲν γὰρ ἀληθὲς ἔν, τὸ δὲ ψεῦδος πολυσχιδές, Φησὶ γὰρ καὶ ὁ Χριστός· « Εγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Αλήθεια ἐστιν ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια άγουσα δύναμις. Τὸ σιγὰν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν. Τὸ μὲν ἴσον ζυγῷ, τὸ δὲ ἀληθὲς τῷ ἐκ φιλοσοφίας Β λόγῳ κρίνεται. Οδοῦ καὶ ἀληθείας χαλεπὸν ἀποπλανηθῆναι. Κρείττον ελέσθαι ψεύδους ἢ ἀληθὲς κακόν. Τὸ μὲν ἀληθὲς πικρόν ἐστι καὶ ἀηδὲς τοῖς ἀνοή τοις· τὸ δὲ ψεῦδος γλυκὺ καὶ προσηνές· ὥσπερ γε, οἶμαι, καὶ τοῖς νοσοῦσι τὰ ὄμματα, τὸ μὲν φῶς ἀνια» μὸν ὁρᾷν, τὸ δὲ σκότος ἄλυπον καὶ φίλον, οὐκ ἰῶν βλέπειν. Χρὴ τὴν μὲν εὐσέβειαν φανερῶς ἐνδείκνυσθαι, τῆς δὲ ἀληθείας θαρρούντως προΐστασθαι. Μηδὲν τῆς ἀληθείας τιμιώτερον ἔστω, μηδὲ φι λίας ἐκλογὴ ἐκτὸς [j. ἐντὸς] παθῶν διακειμένη, τις τὸ δίκαιον καὶ συγχέεται καὶ σκοτίζεται. ᾿Αθάνατον χρῆμα ἡ ἀλήθεια, καὶ ἀΐδιον. Παρέχει δὲ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον, οὔτε παρ βησίαν ἀφαιρεῖ τὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπ' αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα. ΛΟΓΟΣ ΚΒ'. Περὶ ψεύδους καὶ συκοφαντίας καὶ ψευδεμι τυρίας. Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρ τυρίαν ψευδή. Απολείς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ὓς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέ μους. Ο δ' αὐτὸς διώξεται όρνεα πτερωτά. Βδέλυγμα Κυρίῳ χείλη ψευδή. Μάταιον λόγον καὶ ψευδῆ μακρὰν ποίησον ἀπ' ἐμοῦ. Γλώσσα ψευδής μισεῖ ἀλήθειαν. Εκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Μάρτυς ψευδῆς οὐκ ἀτιμώρητος ἔσται. Μάρτυς ψευδῆς ἀπολεῖται. Ο μάρτυς ἀδικῶν Ορχον ψευδὴ μὴ ἀγαπᾶτε, διότι, Ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. Αλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψεῦδος. Έσχατος δρος τῆς πονηρίας ἐστὶ τὸ ψεῦδος· τῆς ἀληθείας απόπτωσις αορασία ἐστὶ διανοίας καὶ τύφλωσες.

Part I, Oration XXIIIPars I, Sermo XXIII

col. 845–846page 41 of 240
PG 136:845Τὸ μὲν ἀληθὲς ἐν, τὸ δὲ ψεῦδος πολυσχιδές. Ευάλωτον ἡ πονηρία, καὶ πάντοθεν ἑαυτῇ περιπίπτουσα. Ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν. Οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν, ἀλλήλους ψευδόμενοι τους. ὅρκους ἀνάλωσαν, εἰς τὸ ἀμνύειν καὶ μόνον τὸν Θεὸν ἐπιστάμενοι. Τὸ ψεῦδος ἐν πρώτοις λεχθέν, πλείονα πίστιν ἔχει παρὰ τὴν ἐν δευτέρῳ λόγῳ δεικνυμένην ἀλή θειαν. Τὸ μὴ ἑαυτὸν μαρτυρεῖν ἱκανὸν, τῆς δὲ ἀφ' ἑτέρου χρήζον συνηγορίας ἀβέβαιον εἰς πίστιν. Ψευδός ἐστι φαντασία τις περὶ τὸ μὴ ἐν ἐγε γινομένη τῇ διανοίᾳ, ὡς ὑφεστῶτος τοῦ μὴ ὑπάρ- " χοντος. Το ψεῦδος όταν θέλῃ πιστευθῆναι, ἐὰν μὴ πήξη θεμέλιον δοκούσης ἀληθείας, οὐ πιστεύεται. Καλόν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας, μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας. Περὶ ἀδελφῶν, καὶ φιλαδελφίας, καὶ μισαδελφίας. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Εάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελ φὸν αὐτοῦ μισῇ, ψεύστης εστίν. Ο γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν ἑώρακα, τὸν Θεὸν ἐν οὐχ ἑώρακα, πῶς δύναται ἀγαπῶν ; Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν έχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ Θεοδίδακτοι ἐστε εἰς τὸ ἀγα τὴν ἀλλήλους. Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν; Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοι» κεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό ; Αδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ισχύει δὲ ὥσπερ εν τεθεμελιών μένου βασίλειον. Αδελφοὶ ἐν ἀνάγκαις ἀλλήλοις χρήσιμοι Εστω σαν· εἰς τοῦτο γὰρ γεννῶνται. Αδελφοὶ καὶ βοήθεια ἐν καιρῷ θλίψεως· καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ρύσεται. Μη μισήσῃς σου τὸν ἀδελφὸν (καὶ ταῦτα δωρεάν) ὑπὲρ οὗ Χριστὸς ἀπέθανε, καὶ τὸς ἀδελφὸς ἐγένετο, θεὸς ὢν καὶ δεσπότης. Οὐκ ἔστιν ἀντίκτησις οὐδεμία ἀδελφοῦ, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης. Οἱ ἀδελφοὺς παρέντες, καὶ ἄλλους φίλους ζητοῦντες, παραπλήσιοί εἰσι τοῖς τὴν ἑαυτῶν γῆν ἐῶσι, τὴν δὲ ἀλλοτρίαν γεωργοῦσιν.
col. 847–848page 42 of 240

BERMQ XXIV. [ul. CXXNV]. ; AUTO KA, TEMPUS eM. MBCIASe. EUMD V LL De amicis et aytre fraterno, Jonn.xnr. |n hoc omnes cognoscent quod mel Aiscipull sitis, si diligatis vos. invicem. 1 Cor. xin. Si linguis honinum loquar. et ange- lorum, cliaritatem autem non habeam, factus sum ze resonana aut cymbalum tinuiens. Galat. v, Universa lex in hae nna completur, quae proximum ut seipsum diligere praecipit. Sirach. Quisquis fratrem pauperem odit, alienus cst aj) amicitia. Basilii. lmproborum. et imperitorum nemo est amicus, Nam honestas amicitie non. cadit in pra- vam affectionem, Siquidem nihi! turpe et. indecens md amicitie concinnitalem redigi potest. Quippe ] malum non bono tantum, sed ipsum etiam sibi ad- versatur, Amicorum dieta, licet injuria, toleranda sunt. Minnssuspecta esse debent vulnera quz amicus inflixit, quam simulata iniricorum oscula. Theologi. Nihil est quod mereatur pro fideli ami- €o permutari, nee potest saüs ponderari decus ejus. Amicus fidelis. validum. munimentum ost: erquiinveuerit ipsum, invenit thesaurum. Boni semper praferendi sunt non bouis. Malis autem conversans, omiino malus evades, Amicitia tum patiendo, tum audiendo 445 nihil non tolerabit, Discordia propier pielatem melior est, quam ( concordia alicui vitio. obnoxia. Chrysost. Qui. inimicos regis. familiares habet, non potest amicus esse regis. Febris non tantum ingrit corporis natüram, quantum animos amantium se disjunetio. Prestat solem mnobís exstngui, quam privari amieis ; mnlti enim solem videntes in tenebris sunt : qui autem amicorum. €opiam habent, in afflictione esse non possunt. Nihil enim, nihil amicitia jucun- dius accidere potest. Nam quid non faceret sincerus amicus? Quantum voluptatis, quantum utilitatis, quantum denique securitatis ille non afferret? Infi- adtos licet thesauros narres, nihil omnium tamen : sinceri amici pretium aequaverit, Valde amari eupere ex valde amando naseitur. Animum smpius exeilat, non solum memoria ilorum quos amamus, sed vésUs etiam eorum visa, aut littera quam pinxerit exoptata manus, aut aliud quidpiam faetum obylum, quo Hili uteban- twr. Profecta ab illis qui amantur, licet exigua, desi- deranti videntur magna. Quamvis gradium strinxeris adversus amicum, non tamen desperes. Patet enim reditus adipsum, $iosaperueris : noli desperare, licebit enim re- conciliari, $i absit exprobratio et arcanorum dete- riio.

Part I, Oration XXIVPars I, Sermo XXIV

col. 849–850page 43 of 240
PG 136:849Θὲ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι, νόμους. Τὸ μὲν ἀγαπᾷν τοὺς μισοῦντας ἀρετῆς καὶ θεῖον" τὸ δξ τοὺς ἀγαπῶντας, ἀνθρώπινον καὶ χοινόν" τὸ δὲ μισεῖν καὶ τοὺς ἀγαπῶντας οὐδὲ θηρίων οἶμαι, ἤϊλον ἡγητέον τὸν βοηθεῖν καὶ ἀντωφελεῖν ἐὐέλοντα, κἂν μὴ ξύνηται. Ἐν μὲν τοῖς ἄλλοις τὸ μέτρον ἄριστον" ἐν δὲ τῇ ἀγάπῃ ὁ τὸ πλεῖον ἔχων θεοφιλέστερος. Ἵππον μὲν ἀρετὴν ἐν πολέμιν, φίχου δὲ πίστιν ἐν ἀτυχίᾳ κρίνομεν, Σχεόη μὲν τὰ Χαινὰ κῤάίτέονα, φιλία δὲ ἡ παἢ γαιοτέρα, Πολλοὶ φίλους αἱροῦνται οὐ τοὺς ἀρίστους, ἀλλὰ τοὺς πλοντοῦντας. ἯΙ ἀληθινὴ φιλία τρία ζητοῖ μάλιστα' τὴν ἀρετὴν, ὡς χαλὴν, καὶ τὴν συνήθειαν, ὡς ἡδὺ, καὶ τὴν ρείαν, ὡς ἀναγκαῖον, Βραδέως μὲν φίλος Ὑίνου, γενόμενος δὲ πειρῶ διαμένειν. Ὁμοίως γὰρ αἰσχρὸν μηδένα φίλον ἔχειν, καὶ πυλλοὺς ἑταίρους μεταλλάττειν. Δοχίμαζε τοὺς φίλους ἐχ.τῆς περὶ τὸν βίον ἀτυχίας καὶ τῆς ἐν τοῖς χινδύνοις κοινωνίας, Τὸ μὲν γὰρ χρυσίον ἐν πυρὶ δοκιμάζομεν, τοὺς δὲ φίλους ἐν ταῖς ἀτυχίαις γινώσχομεν, Ὑὼν ἀπόντων φίλων μέμνηδο πρὸς τοὺς παρόντας, ἵνα δόξῃς μηδὲ τῶν παρόντων ὀλιγωρεῖν. ( Διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾷν ἔστι τὰ ἐμποδὼν, διὰ δὲ τῶν φίλων χαὶ τὰ ἐπὶ γῆς πέρα θεάτασθαι, Διὰ μὲν τῶν ὥτων, οὐκ ἄν τὶς ἀκούσαι χαὶ τὰ σφόδρα ἐγγύθεν" διὰ δὲ τῶν φίλων οὐδενὸς τῶν ἀναγχαίων ὁποιδήποτε ἀνήχηός ἔστι. Ῥᾷον ἂν τις συμφορὰν τὴν χαλεπωτάτην φέρει μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην, Τίς ἐπιτήδειος πρὸς φιλίαν ; Ὃ πλεῖστα ἀδιχεῖσθαι δυνάμενος, “Ὥσπερ οἶνος χιρνᾶται τοῖς τῶν πινόντων τρόποιφν οὕτω καὶ φιλία τοῖς τῶν χρωμένων ἤθεσι, Φίλον γνήσιον ἐν κακοῖς μὴ φοδοῦ, ᾿ Τὸν σπουδαῖον φίλον πρὸς μὲν τὰς εὐφροαύνας χληθέντα δεῖ παρεῖναι - πτρὸς δὲ τὰς περιστάσεις αὐτόχλητον δεῖ δυμπαρεῖναι, Οἱ ἀληθινοὶ φίλοι καὶ τὰς φιλίας ἡδείας, καὶ τὰς συμφορὰς ἐλαφροτέρας ποιοῦσιν, ὧν μὲν συναπολαύοντες, ὧν δὲ μεταλαμδάνοντες, Ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν, Ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι, Φῖλον ἐχεῖνον νόμιζε, ὅστις αὐτὸν σὲ, ἀλλὰ μὴ τὰ περὶ σὲ ἀγαπᾷ, Βέλτιον πολλὰ χρήματα ἀπολέσαντα, ἕνα φίλον κτήσασθαι, ἢ ἕνα φίλον ἀπολέσαντα, πολλὰ χρήματᾷ χτήσασθαι,

Part I, Oration XXVPars I, Sermo XXV

col. 851–852page 44 of 240
PG 136:851Οὐ τὰ χρήματα φίλοι, ἀλλ᾽ οἱ φίλοι χρήματα. Πολλοί παρ' κρητήρι φίλοι γίνονται ἑταῖροι, Ἐν δὲ σπουδαίῳ πράγματι παυρότεροι. Χρυσὸς μὲν οἶδε δοκιμάζεσθαι πυρί, Η πρὸς φίλους δ' εὔνοια καιρῷ κρίνεται. Φίλος ἀληθῆς ὁ κοινωνῶν καὶ ἐν ταῖς συμφοραῖς τοῖς φίλοις. Όνου χρείαν ἐλέγχει τραχύτης ὁδοῦ, καὶ φίλοι είνουν αἱ συμφοραί διακρίνουσεν. Ἐν εὐτυχία φίλον εὑρεῖν, εὐπορώτατον· ἐν δὲ δυσ τυχίᾳ πάντων ἀπορώτατον. Η τῶν περιστάσεων ἀνάγκη τοὺς μὲν φίλου; δοκιμάζει, τοὺς δὲ ἐχθροὺς ἐλέγχει. Παρόντας μὲν τοὺς φίλους δεῖ εὖ ποιεῖν, ἀπάντα; δὲ εὐλογεῖν. Τπ' οὐδενὸς φιλεῖσθαι δοκείτω τις, μηδένα φι λών. Καὶ ἰατρὸν καὶ φίλον οὗ τὸν ἴδιον, ἀλλὰ τὸν ὠφελιμώτατον ἐκλέγεσθαι χρή. Φίλον μὴ αἱροῦ διὰ τὴν ὠφέλειαν· τοιούτῳ γὰρ φιλία βραχεῖα καὶ ἀβέβαιος. Περὶ μὲν τοὺς φίλους ἴσθι βέβαιος, περὶ δὲ τοὺς ἐχθροὺς ἀσφαλής. Δεν κρίναντας φιλεῖν, οὐ φιλήσαντας κρίνειν. Ρυπαρός ὑπάρχων, οὐχ έξεις ἄριστον φίλον. Συγχαίρειν χρὴ τοῖς φίλοις καλώς πράττουσιν, Ο ὡς καὶ συναλγειν λυπουμένοις. Ηδέως εχει πρὸς ἅπαντας, πλήν χρῶ τοῖς βέλ τίστοις. Πιστοῦ φίλου νόμιζε μηδέν' ἄξιον, Ον᾿ οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη. Ὅς οὐ χάριζε ἢ μόνον τὸ συμφέρον. Ο κατὰ Θεὸν φίλος ρέει μέλι καὶ γάλα τους Σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν φίλον, ἵνα μὴ του πλησθείς, μισήσῃ σε. Μηδέποτε ορεχθῇς κτήσασθαι φίλον τὸν μήτε ψυχὴν μήτε σῶμά σου εν ποιῆσαι δυνάμενον. Ἐκ χρυσοῦ ποτηρίου πίνειν φάρμακον, καὶ παρὰ φίλου εὐγνώμονος συμβουλίαν λαμβάνειν, ταυτόν Περὶ φίλων μοχθηρίαν. Μὴ τέκταινε ἐπὶ τὸν φίλον καὶ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ ἐγκαταλίπης φίλον ἀρχαῖον. Ο γὰρ πρόσω φατος οὐκ ἔστιν ἔπισος αὐτῷ. Οίνος νέος φίλος νέος· ἂν δὲ παλαιωθῇ, μετ' εύφροσύνης πίεσαι αὐτόν. Ἔστι φίλος ἐν καιρῷ αὐτῷ (al. κοινωνός έραπεζῶν), καὶ οὐ μὴ παραμείνῃ ἐν καιρῷ θλίψεως· καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς εὐ· καὶ ἐὰν ταπεινωθῇς, Εσται κατὰ σοῦ. Ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.

Part I, Oration XXVIPars I, Sermo XXVI

col. 853–854page 45 of 240
PG 136:853Ἔστι φίλος ὀνόματι φίλος. καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. Ο ὀνειδίζων φίλον αὐτοῦ διαλύσει φιλίαν. Οἱ ἀκόλαστοι τὴν γνώμην μέχρι μὲν ἐν τῷ στό ματι αὐτῶν τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολαχεύουσιν, ὑπερθαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερταθείσης, ὥσπερ τισὶ λίθοις, τοῖς λόγοις, ταῖς βλασφημίαις βάλλουσιν, ἐν πρὸ βραχέος τα Θεῷ διὰ τὴν ἡδονὴν προσεκύνουν. Φεύγειν δεῖ τὴν φιλίαν, ὧν ἀμφίβολος ἡ διάθεσις. Μηδένα φίλον ποιοῦ, πρὶν ἂν ἐξετάσης πως κέν χρηται τοῖς πρότερον φίλοις. Ελπιζε γὰρ αὐτὸν καὶ περὶ σὲ γενέσθαι τοιοῦτον, οἷος καὶ περὶ ἐκείνους γέγονε. Τὸ φιλεῖν ἀκαίρως ἴσον ἐστὶ τῷ μισεῖν. Τὸ μὴ δύνασθαι βοηθεῖν τοῖς φίλοις ἀπορίας, τὸ δὲ μὴ βούλεσθαι κακίας τεκμήριον. Αφροσι μὴ χρῶ φίλοις, ἐπεὶ κληθήσῃ καὶ σὺ παντελῶς ἄφρων. Ελάττω κακὰ πάσχουσιν οἱ ἄνθρωποι ὑπὸ τῶν ἐχθρῶν ἢ ὑπὸ τῶν φίλων. Τοὺς μὲν γὰρ ἐχθροὺς δεδιότες φυλάσσονται· τοῖς δὲ φίλοις ἀνεῳγμένοι εἰσ', καὶ γίνονται σφαλεροὶ καὶ εὐεπιβούλευται. Μυστήριον ἐν φιλίᾳ ἀκούσας, ὕστερον ἐχθρὸς γενόμενος μὴ ἐκφάνης. Αδικείς γὰρ οὐ τὸν ἐχθρὸν, ἀλλὰ τὴν φιλίαν. Μὴ κτῆσαι φίλον, ᾧ μὴ πάντα πιστεύεις. Αἱ ἐκ φίλων εἰς φίλους γενόμεναι λύπαι δυσθεράπευτοι λίαν τυγχάνουσι, καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας. Μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ, καὶ αὐ φοβηθήσῃ αὐτὸν ἐχθρὸν γενόμενον. Οργῆς χάριν τὰ κρυπτὰ μὴ φάνης φίλου. Ελπιζε δ᾽ αὐτὸν πάλιν εἶναί σου φίλον. Ηδίων πολλάκις φιλία μετὰ τὴν τῆς ἔχθρας ὑπό θεσιν, αὖθις εἰς καταλλαγὴν ἐλθοῦσα. Φεύγειν δεῖ κακῶν φιλίας, καὶ ἀγαθῶν ἔχθρας. Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ ὁμονοίας, καὶ ειρηνοποιών. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Εστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ήμην είρηνε χός. Οἱ θέλοντες τὴν εἰρήνην εὐφρανθήσονται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, Ὁ ἐλέγχων μετὰ παῤῥησίας εἰρηνοποιεί. θυμὸν ἀνδρὸς πραΰνει θεράπων σιγηρός. Ο; κρύπτει ἀδίκημα ζητεῖ φιλίαν. Πάντας τοὺς μὴ φιλονεικούντας καλύψει φιλία.
col. 855–856page 46 of 240
PG 136:855.1 Απόκρισις ὑποκύπτουσα ἀποστρέφει θυμόν. Κρείσσον ψωμὸς μεθ᾿ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετά μάχης. Κρεῖστον ξενισμός μετὰ λαχάνων πρός φιλία. χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. Τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπᾶτε, λέγει Κύριος. Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δῶς ἡμῖ . Πάντα γάρ ἀπέδωκας ἡμῖν. Οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί. Εἶπεν ὁ Κύριος, Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιείτε τοὺς μισοῦντας ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν οὐρανοῖς· ὅτι τὸν ήλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδυμε ὑμῖν. Εἰς ἦν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ· καὶ ἐὰν ᾗ ἐκεῖ υἱὸς εἰρή νης, ἐπαναπαύσεται ἐπ' αὐτὸν ἡ εἰρήνῃ ὑμῶν· ἐὰν δὲ μή γε, ἐφ' ὑμᾶς ἐπανακάμψει. Εἶπεν ὁ Κύριος · Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρι; ἐστί ; καὶ γὰρ οἱ ἁμαρ τωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί ; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί ; καὶ γὰρ οἱ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτιρμῶν ἐστί. Εἶπεν ὁ Κύριος · Ἐντολὴν˙ καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἀγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε αλλή όλους. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅσον δυνατὸν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρ νεύετε. Εἰρήνην διώκετε μετά πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾶν ἀλλή λους. Ο γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτ τυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐνα
col. 857–858page 47 of 240
PG 136:857τολῇ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Αγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Πᾶς ὁ νόμος ἐν ἑνὶ μένῳ πεπλήρωται, ἐν τῷ· Αγαπήσεις τὸν πλησίον ὡς σεαυτόν. Ἐπὶ πᾶσι τὴν ἀγάπην διώκετε, ἥτις ἐστὶ σύν δεσμος τῆς τελειότητος. Ἐκ καθαράς καρδίας ἀλλήλους ἀγαπήσατε εκτενῶ;. Ἡ γὰρ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Αὕτη ἐστὶν ἡ ἐπαγγελία, ἣν ἠκούσατε ἀπ' ἀρχῆς, ἕνα ἀγαπῶμεν ἀλλήλους. Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ὁ Χριστός Β τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν· καὶ ἡμεῖς τοίτον ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν θεἶναι τὰς ψυ χάς. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. Τεχνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, ἀλλ᾽ ἔργῳ καὶ ἀληθείᾳ. Εν τούτῳ γνωσόμεθα, ὅτι ἐκ τῆς ἀληθείας ἐσμένο Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστιν· καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν· ὅτι ὁ Θεὸς ἀγάτη ἐστίν. θεὸν οὐδεὶς πώποτε τεθέαται. Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστίν. Εάν τις εἴπῃ, ὅτι 'Αγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελ φὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν ὅν οὐχ εώράχε, πῶς δύναται ἀγαπᾶν ; Οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς ὁ πόλεμος καταλύεται. Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης καλόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; οὐδὲν γὰρ οὕτως ίδιον Χριστιανοῦ, ὡς τὸ εἰρηνοποιεῖν. Διότι καὶ τὸν ἐπ' αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. Κυρώσατε τὴν ἀγάπην, ἧς ἄνευ ἀτελῆ εἶναι πά τῆς ἐντολῆς ἐργασίαν αὐτὸς ὁ Κύριος ἡμῖν διωρίσατο. Οὐ πάντων Θεὸς ὁ Θεὸς, ἀλλὰ τῶν οἰκειωθέντων αὐτῷ διὰ τῆς ἀγάπης. Τῆς ἀγάπης ἐξαίρετα δύο · τὸ λυπεῖσθαι μὲν καὶ ἀγωνιᾷν, ἐφ' οἷς βλάπτεται ὁ ἀγαπώμενος · χαίρειν 1 δὲ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῆς ὠφελείας αὐτοῦ. Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης; Τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτείνεσθαι πρὸς τὸ τοῦ Θεοῦ θέλημα, καὶ κατὰ σκοπὸν καὶ ἐπιθυμίαν τῆς αὐτοῦ δόξης. Οὐδὲν οὕτως ἰσχυρὸν πρὸς ἀγάπην, ὡς ἀντιδιδομένη διάθεσις. Φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δὲ αὐτοφιλανθρωπία. Οὐχ ἱκανὸν ἡ διάθεσις, εἰ μὴ καὶ διὰ τῶν πρασ
col. 859–860page 48 of 240
PG 136:859Α γμάτων χωρήσαιμεν · ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Θεοῦ καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης καλὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθάνονται καὶ δυσχεραίνουσιν. Κρείσσον ἐπαινετός πόλεμος εἰρήνης χωριζούσης Θεοῦ. Κρείσσον ἡττᾶσθαι καλῶς, ἡ νικᾶν ἐπισφαλής καὶ ἀθέσμως. Μηδεὶς οιέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινά βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν τε και λὴν καὶ ἐπὶ καλῷ, καὶ Θεῷ συνάπτουσαν. Μέγιστον εἰς ὁμόνοιαν τὸ συμπάσχειν, εἰς δὲ συμβουλὴν ἡ ὁμόνοια. Αριστον ἡ ὁμόνοια καὶ τὸ συμφρονεῖν ἀλλή λοις. . Ωσπερ γάρ, όργιζομένων ἡμῶν καὶ πυκτευόντων, καὶ πρὸς ἀλλήλους συγκρουομένων, χαίρει τι και τέθηλεν ὁ διάβολος · οὕτως εἰρηνευόντων καὶ κρατ τούντων ὀργῆς, συστέλλεται πάλιν καὶ ταπεινοῦται, ἅτε ἐχθρὸς εἰρήνης ὤν, καὶ πολέμιος ὁμονοίας, καὶ βασκανίας πατήρ. Αγάπη ἐστὶ σύνδεσμος τελειώσεις, Ἡ ἀγάπη συνδεῖ · καὶ τριῶν τὸ ἐν, ἢ οὖσα μέσ νει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνει· σι· καθάπερ τῶν φυτῶν & βία χερσὶ μετασπώμεν να, εἶτα ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἀνατρέχει. Δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη. Η τῆς ἀγάπης φύσις κόρον οὐκ οἶδεν, ἀλλ' ἀεὶ τῶν ἀγαπωμένων ἀπολαύουσα πρὸς μείζονα αίρεται φλόγα, καὶ τοῦτο ὁ ταύτης τρόφιμος Παῦλος δηλῶν Ελεγεν · Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Τοῦτο γὰρ όφλημα ἀεὶ μὲν καταβάλο λεται, οὐδέποτε δὲ ἀποδίδεται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφλεῖν καλὸν καὶ ἐπαίνων ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν· ἐπὶ δὲ τῆς ἀγάπης τους διηνεκῶς ὀφείλοντας μαχαρίζομεν. Καὶ ὅπερ ἀγνωμοσύνης ἐκεῖ, τοῦτο ἐνΟ ταῦθα εὐγνωμοσύνης. Τὸ μὲν ἀγαπῶν τοὺς μισοῦντας, ἀρετῆς καὶ θεῖον· τὸ δὲ τοὺς ἀγαπῶντας ἀνθρώπινον καὶ κοινόν· τὸ δὲ μισεῖν καὶ τοὺς ἀγαπῶντας οὐδὲ θηρίων οἶκα.. Ἐν μὲν τοῖς ἄλλοις τὸ μέτρον ἄριστον· ἐν δὲ τῇ ἀγάπῃ ὁ τὸ πλεῖον ἔχων θεοφιλέστερος. Τὸ κεφάλαιον τῶν εὐφρονούντων ἡ εἰρήνῃ ἐστίν. Ὥσπερ ὑγείας ἐπιλαβούσης ή νόσος ἐξαφανίζει ται, καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ τῆς εἰρήνης λύεται πάντα τὰ ἐκ τοῦ ἐνω αντίου συνιστάμενα πάθη. Εἰρήνη ἐστὶν ἡ τῶν διεστηκότων ομοφωνία.

Part I, Oration XXVIIPars I, Sermo XXVII

col. 861–862page 49 of 240
PG 136:861Πόλεμος ἔνδοξος εἰρήνης αἰσχρᾶς αἱρετώτερος. Τὸ τῆς ἀγάπης ἀγαθὸν πολὺν κατάλογον τῶν ἀν τικειμένων κακῶν τῆς ψυχῆς ἀπελαύνει. Πᾶσα ἡ τῶν κακῶν ἀγέλη τῇ ἀγαπητική σχέση ἐξαφανίζεται. Πολλαχῶς ἀγάπη νοεῖται, διὰ πραότητος, δια χρηστότητος, διὰ ὑπομονῆς, διὰ ἀφθονίας καὶ ἄζηλίας, διὰ ἀμνησικακίας αμέριστός ἐστιν ἐν πᾶσιν, ἀδιάκριτος, κοινωνική. Τὸ ἀγαπᾶν τοὺς ἐχθροὺς οὐκ ἀγαπᾶν τὸ κακὸν λέγει, οὐδὲ ἀσέβειαν, ή μοιχείαν, ἢ κλοπής· ἀλλὰ τὸν κλέπτην καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει, καὶ αἰσχρά ενεργεία μολύνει τὴν τοῦ ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἄνθρωπος ἐστι καὶ ἔργον Θεοῦ. ᾿Αμέλει τὸ ἁμαρτάνειν ἐνέργειά ἐστι, καὶ οὐκ οὐσία· διὸ οὐδὲ ἔργον Θεοῦ. Εἰρήνη, καν η σφόδρα, ἐπιζήμιος λυσιτελεστέρα πολέμου. Εἰρήνη ἐξ ἡγεμονίας ὀρθῆς φύεται. Τὸ μέγιστον ἀγαθὸν εἰρήνη, 8 μηδεὶς ἱκανὸς ἀνθρώπων παρασχεῖν, ἐπεὶ θεῖον τοῦτο δῶρον. Κράτης μὲν οὖν λέγεται ὁ Θηβαίος, τοῖς στασιάζουσιν οἴχοις ἐπιφοιτών, λόγοις εἰρήνης διακρίνειν τὰς ἔριδας. Τὸ νικῶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη· τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ' ἑαυτοῦ αἰσχιστών σε καὶ κάκιστον. Λάμαχος ἐπετίμα τινὰ τῶν λοχαγῶν ἁμαρτήσαντα· τοῦ δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν· Οὐκ ἔπιν, εἶπεν, ἐν πολέμῳ δὶς ἁμαρτείν. Περὶ ἐλεημοσύνης καὶ εὐποιίας εἰς πτωχούς. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρα νοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν D ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. ὓς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ, Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Επείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατε με. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιού
col. 863–864page 50 of 240
PG 136:863'λ μενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐδὲν ἰσχύει, οὐδὲ τῆς ἀφανίζει. Όπου γὰρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Ελεγεν ὁ Κύριος τῷ κεκληκάτι αὐτόν· Όταν ποιῇ; ἄριστον ἢ δεῖπνον, μὴ φώνει τους φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, οὐδὲ συγγενείς σου. Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνά της ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ἡμᾶς εἰς τὰς αιωνίους σκηνάς. Μακάριόν έστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Ο ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητα. Ο σπείρων φειδομένως φειδομένω; καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίζει" Εκαστος καθώς προαιρεῖται ἡ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης. Ἰλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Τῆς εὐποιίας καὶ τῆς κοινωνίας μὴ ἐπιλανθάνει σθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεό;. ῾Ο ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστι. Οὐ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς· διατοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ῥῆμα τοῦτο λέγων· 'Ανοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι, τῷ ἐπιδεομένῳ, τῷ ἐπὶ τῆς γῆς. Οφθαλμός ήμην τυφλων, τοὺς δὲ χωλῶν, ἐγὼ ἤμην πῦρ ἀδυνάτων. Εσκόρπισεν, ἔδωκε τοῖς πένησι, Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε ἄφαψαι δὲ αὐτὰς ἐπὶ τῷ τραχήλω, καὶ εὑρήσεις χάριν. Μὴ ἀπόσχῃ εἴ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς, Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλούτος. Ελεημοσύναις καὶ πίστει ἀποκαθαίρονται άμ - τίας. Πλαρὸν δότην ἀγαπᾷ ὁ Θεός. Ἐν πάσῃ δόσει ἐλάρωσον τὸ πρόσωπόν σου. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυ· νάσταις καθιζάνει αὐτόν. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχούς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃ; γυμνὸν, περίβαλε· καὶ ἀπὸ τῶν οἰκείων του σπέρματός σου οὐχ ὑπερύψει. Τότε φανήσεται πρώιμον τὸ φῶ; σου, καὶ τὰ ἰάματά σου ταχέως ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ή δικαιοσύνη σου, και ή δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βιήσει, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου, ἐρεῖ, Ἰδοὺ πάρειμι. Ἐὰν δῷ; πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου, και ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τόσο ἀνατελεί •
col. 865–866page 51 of 240
PG 136:865ἐν τῷ σκέτες τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ διὰ πάντα· καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμήσει ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσῃ ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ὕδατος, ᾗ μὴ ἐξέλιπεν ὕδωρ. Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων. 115. φλογιζόμενον κατασβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας. Κλίνον πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθη τι αὐτῷ ἐν πραύτητι εἰρηνικά. Δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλαβοῦ τοῦ ἁμαρτωλού. Εἰ ποίησον ταπεινὸν, καὶ μὴ δῷς ἀσεβεῖ. Σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη σε ἐξελεῖται ἐκ πάσης κολάσεως, καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σου. Ὁ ποιῶν ἔλεον ἐν καιρῷ θλίψεως, ὡς νεφέλη ὑετοῦ ἐν καιρῷ ἀβροχίας. Κρείσσον ποιεῖν ἐλεημοσύνην, ἢ θησαυρίζειν χρυσίον. Ελεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ καθαρίζει ἀπὸ ἁμαρτίας. Οἱ ποιοῦντες ἐλεημοσύνην ἐμπλησθήσονται ζωῆς. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ ὁ Θεός. Κρείττον μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ. Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην. Οταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε τροφέα καὶ εὐεργέτην, καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα, Θεὸς ἔσται ὁ ἀποδεχόμενος, ἄγγελοι εὐφη μοῦντες, οἱ ἀπὸ κτίσεως άνθρωποι μακαρίζοντας δόξα αἰώνιος, στέφανοι δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται. Σκορπιζόμενος ὁ πλοῦτος καθ᾽ ἂν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσσῃ, οὐκ ἔχεις· ἐὰν δὲ σκορπίσῃς, οὐκ ἀπολέσεις. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν. Καλὸν ἐντάφιον ἡ εὐσέβεια. Πάντας περιβαλόμενος άπελθε· οἰκεῖον κόσμον τὸν πλοῦτόν σου ποίησου, ἔχει αὐτὸν μετά σεαυτοῦ· πείσθητι καλώς συμ- D βούλῳ τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι᾿ ἡμᾶς πτωχεύσαντι, ἵν᾿ ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν. Ελεός ἐστι πάθος, ἐπὶ τοὺς παρ' αξίαν τεταπεινωμένους παρὰ τῶν συμπαθῶς διατιθεμένων για νόμενον. Οὐδενὶ τῶν πάντων οὕτως ὡς ἐλέῳ Θεὸς θεραπεύςται, ότι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια προπορεύεται. Δός τι Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμένων ἐγένου, ἀλλ᾽ οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ᾽ εἰς τὰς σὰς ἕτεροι. Πλούτησον, μὴ περιουσία μόνον, ἀλλὰ καὶ εὐσεβεία. Μὴ μόνον τὸ χρυσίον, ἀλλὰ καὶ τὴν
col. 867–868page 52 of 240
PG 136:867ἀρετὴν γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐκ τοῦ φα xΙΙ). νῆναι χρηστότερος. Γενοῦ τῷ ἀτυχοῦντι θεός, τὸν ἔλεον Θεοῦ μιμούμενος· οὐδὲν γὰρ οὕτως ὡς τὸ εἶ ποιεῖν ἄνθρωπος έχει Θεοῦ. Μη διακοψάτω σου μηδὲ νὺξ τὸν ἔλεον· μὴ εἶπῃς, Ἐπανελθὼν ἐπάνηκε, καὶ αύριον δώσω, μή τι μέσον γένηται τῆς ὁρμῆς καὶ τῆς εὐεργεσίας. Ἐὰν ἴδῃς γυμνόν, περίβαλε, τιμῶν τὸ σὸν ἔνδυ μα τῆς ἀφθαρσίας, Χριστὸς δὲ τοῦτό ἐστιν· ἐπειδὴ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα. Εστω τὸ ἀγαθὸν ὁμῶν ἐκ τῆς χρείας, μὴ τοῦ περισσεύματος, "Η μάλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται ἡ πλήθει τῆς εἰσφορᾶς καὶ μεγέθει τῆς ἐπι δόσεως. Τὸ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ δια θέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν. Μὴ ἀναμείνῃς γενέσθαι χρηστός, ἀλλ᾽ ἤδη γενοῦ μηδ' ὅτι τῆς ἀξίας λείπει, τὸ πᾶν ἀλλένης· ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι, Καλόν τι ἀπὸ σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου. Χριστὸν χρεώστει μᾶλλον, ἢ τὰ πάντ' ἔχειν, ὺς καὶ βασιλείαν κλάσματος χαρίζεται. Χριστὸν σκέπεις τρέφεις τε τὸν πτωχὸν τρέφων. Πρόου τὰ πάντα, καὶ Χριστὸν κτήσει μόνον. Εἰ γὰρ μεριστής χρημάτων αλλοτρίων. Εἰ δ' οὐ θέλῃ; τὰ πάντα, δὸς τὰ πλείονα Εἰ δ' οὐδὲ τοῦτο, τοῖς περισσοῖς εὐσέβει. Πένης προσῆλθεν, εἶτ᾽ ἀπῆλθε μη τυχών. Δέδοικα, Χριστέ, μὴ κἀγὼ τῆς σῆς χερός πέσω, Ο γάρ τις οὐκ ἔδωκε, μηδ' ἐλπιζέτω λαβείν. Μὴ δοκιμασίαν ζήτει τοῦ διδομένου ὅστις ἄξιος, καὶ ὅστις οὐ. Πολλῷ γὰρ βέλτιον διὰ τοὺς ἀξίους ορέγειν καὶ τοῖς ἀναξίοις, ἢ τοὺς ἀξίους ἀποστερεῖν δέει τῶν ἀναξίων. Κρείσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλιπεῖν, Μέγα τῷ ἀτυχοῦντι φάρμακον ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως πολύ τι κουφίζει τῆς συμφοράς. Οὐκ ἔστι κώλυμα πρὸς ἐλεημοσύνην πενία· καὶ μάρτυς ή χήρα ἢ τὰ δύο λεπτὰ βαλοῦσα καὶ τοὺς τὰ πολλὰ καταθέντας υπερακοντίσασα. Μεγάλη ἡ τῆς ἐλεημοσύνης Ισχύς. Μετά πολλῆς γὰρ εἰσάγει τῆς παῤῥησίας τοὺς αὐτῆς τροφίμους εἰ; τὴν βασιλείαν τῶν οὐρανῶν. Γνωρίμη γάρ ἐστι τοῖς ἐν τῷ οὐρανῷ πυλωροῖς, τοῖς τὰς θύρας κατέ χουσι τοῦ νυμφῶνος· οὐ μόνον δὲ γνωρίμη, ἀλλὰ καὶ αἰδέσιμος, καὶ οὓς ἂν ἐπιγνῷ τετιμηκότας αὐτὴ, μετὰ πολλῆς εἰσάξει τῆς παῤῥησίας. Εἰ γὰρ τὸν Θεὸν εἰς τὴν γῆν κατήγαγε, καὶ ἔπεισεν ἄνθρωπον γενέ σθαι, πολλῷ μᾶλλον ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀνα γαγεῖν δυνήσεται,
col. 869–870page 53 of 240
PG 136:869Ἡμεῖς ἐσμεν κύριον τοῦ τὸν Θεὸν ἐλεῆσαι ἡμᾶς, 4 αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο· ἐὰν ἄξια ελέους προστ ἄγωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ, ἐλεήσει ἡμᾶς ὁ Θεός· ἐὰν δὲ ἑαυτοὺς μὴ ἐλεῶμεν, τὰς ἡμῶν φείσεται; Ελέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρ' αὐτοῦ τοῦ Θεοῦ. Μείζων ή ἐλεημοσύνη ἐστὶν ἡ εἰς τοὺς ἁμαρτωλοὺς ἢ εἰς τοὺς δια καίους. Ελεημοσύνη γὰρ τοῦτό ἐστι, σὲ τὸ τοὺς κατωρθωκότας, ἀλλὰ τὸ τοὺς πεπλημμεληκότας ἐλεεῖν. Οὐχ οὕτως ἐπαίνων ἄξιος ὁ μέγαν ὑποδεχόμενος, ὡς ὁ τὸν οἰκτρὸν καὶ ταλαίπωρον, Καὶ ὁ μὲν τὴν θαυμαστὸν καὶ περιφανή θεραπεύων πολλάκις και πρὸς ἀνθρώπων ἐπίδειξιν τοῦτο ἐποίησε· ὁ δὲ τὸν ἀπερδιμμένον καὶ ἀπεγνωσμένον διὰ μόνην τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦτο ἐργάζεται. Ελεημοσύνη πάσης ἀπηλλαγμένη ἀδικίας ἐστίν· αὐτῇ πάντα ποιεῖ καθαρά. Τοῦτο καὶ νηστείας βέλτιον καὶ χαμευνίας, καίτοι γε ἐκεῖνα μοχθηρότερα καὶ ἐπιπονώτερα, ἀλλ᾽ αὕτη κερδαλεωτές ρα χρωτίζει ψυχήν, λεπτύνει, καλὴν καὶ ὡραίαν ποιεί Αμήχανον, κἂν μυρία κατορθώσωμεν ἀγαθὰ τῆς ἐλεημοσύνης χωρίς, ἐπιβῆναι τῶν τῆς βασιλείας προθύρων. Εκεῖνα μόνα κερδήσομεν, ὅσα ἂν ἐκεῖ προπέμε ψωμεν· ἐκεῖνα μόνα ἐστὶν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐπὶ κατορθώματα, ἐλεημοσύνη καὶ φιλανθρωπία. Οὐ γὰρ δυνατὸν χρήματα λαβόντα ἀπελθεῖν· μᾶλο λον δὲ καὶ προπέμψωμεν αὐτὰ, ὥστε έτοιμάσαι ἡμῖν σκηνὴν ἐν ταῖς αἰωνίαις μοναῖς. Ελεημοσύνης χωρὶς ἄκαρπος ἡ ψυχή. Πάντα ἀκάθαρτα ταύτης χωρίς, πάντα ἀνόητα. Τοῦτό ἐστιν ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ θεῷ, τὸ ἐλεεῖν καὶ οἰκτείρειν. Οταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀποστερήμεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύσητε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν. Οὐκ εἶπεν, Ἐὰν παρθενεύσητε. ᾿Αλλὰ τί; « Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατήρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ελεον γάρ, φησί, θέλω, καὶ οὐ θυσίαν. Την βουλόμεθα τυχεῖν παρὰ τοῦ Θεοῦ, τούτων πρότερον μεταδιδόναι τοῖς πλησίον ὀφείλομεν. Αν δὲ τοὺς πλησίον τούτων ἀποστερῶμεν, πῶς τυχεῖν αὐτῶν βουλόμεθα ; ο Μακάριοι, φησίν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. » Αγέλεος δὲ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος. Εκτεινόν σου τὰς χεῖρας μὴ εἰς τὸν οὐρανὸν, ἀλλ᾽ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἐὰν εἰς τὰς τῶν πενήτων χεῖρας ἐκτείνῃς τὴν χεῖρα αὐτῆς ἔψω τῆς κορυφῆς τοῦ οὐρανοῦ· ὁ γὰρ ἐκεῖ καθήμενος λαμ βάνει τὴν ἐλεημοσύνην. "Αν δὲ ἀκάρπους ἀνατείνης, οὐδὲν ὤνησας· οὐ γὰρ ἐν τῇ ἐκτάσει τῶν χειρῶν, οὐδὲ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τοῖς ἔργοις τὸ ἐπακούεσθαί ἐστιν. Ακους γὰρ τοῦ προφήτου λέ γοντος, « Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πλη η
col. 871–872page 54 of 240
PG 136:871θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Κρίνατε δὲ μάλλον ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ μάθετε καλὸν ποιεῖν. » Εἰ μὴ πένητες ἦσαν, οὐκ ἂν τὸ πολὺ τῶν ἁμαρ τημάτων ὑπετέμνετο. Ιατροὶ τῶν τραυμάτων εἰσὶ τῶν ἡμετέρων οἱ πένητες· φάρμακα ἡμῖν παρίσ χουσι τὰς αὐτῶν χεῖρας. Οὐχ οὕτως, ἰατρὸς χεῖρας ἐκτείνων καὶ φάρμακα ἐπιτιθεὶς, τὴν ἰατρείαν παι ρέχει, ὡς πένης, χεῖρα εκτείνων καὶ τὰ παρ' ἡμῶν λαμβάνων, ἐκμαγείον τῶν ἡμετέρων ἐστὶ κακῶν. Εδωκα τὸ ἀργύριον, συνεξήλθε καὶ ἁμαρτήματα. Τοιοῦτοι καὶ οἱ ἱερεῖς, περὶ ὧν γέγραπται, « Αμερ τίας λαοῦ μου φάγονται, ο Τυφλός οἶδεν έλεούμενος εἰς οὐρανῶν βασιλείαν χειραγωγεῖν· καὶ τοίχοις προσκρούων, καὶ βόθροις ἐνολισθαίνων, οὗτος ὁδοποιός γίνεται τῆς εἰς οὐρανὸν ἀναβάσεως. Τί ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων ἐν τοῖς σοῖς θησαυροῖς ἀποκρύπτων; Τί αἶτούμενος παρ' αὐτῶν ἀγανακτεῖς ὡς οίκοθεν ἀναλίσκων ; Τα πατρῷα θέλουσιν, οὐ τὰ σὰ, τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς, οὐ μετὰ σοῦ γεννηθέντα. Α έλαβες δός, καὶ τὴν χρῆσιν κέρδανον. Αρκεί σοι ὅτι διδόναι, οι λαμβάνειν ἐτάχθης. Οὐδὲν οὕτως εὐφραίνει τὸν θεὸν, ὡς ἐλεημοσύνη. Διὸ οἱ ἱερεῖς κατὰ τὸ παλαιὸν ἔλαιον ἐχρίοντο, καὶ βασιλεῖς, καὶ οἱ προφῆται. Τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας εἶχον σύμβολον τὸ ἔλαιον. Ἐπειδὴ ὁ Θεὸς ἐλεεῖ τοὺς ἀνθρώπους καὶ φιλανθρωπεύεται, διὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησεν. Καὶ οἱ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. • Ελεήσεις γάρ, φησί, πάντας, ὅτι πάντα δύνατ σαι. » Τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννησαν ὅτι δι' ἔλεον ὁ κόσμος συνεστάθη, καὶ μίμησαι τὸν Δεσπότην. Ελεος ἀνθρώπου ἐπὶ τὴν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα. Οὐδὲν οὕτως ὁμοιοί τῷ Θεῷ, ὡς τὸ τοῖς πονηροί; καὶ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικόν. Ελεός ἐστιν ἐκούσιος λύπη ἀλλοτρίοις κακοῖς συνισταμένη. Δυνατὸς ἦν ὁ Θεὸς ποιῆσαι μηδένα πένητα· ἀλλὰ τὸ εὖ ποιεῖν περιῃρεῖτο, συμπάσχειν οὐδεὶς ἠξίου. Νῦν δὲ ἀλλήλων ἕνεκα καὶ εὐποροῦμεν καὶ ἀποροῦ μεν, ἵνα τόπος γενώμεθα τῇ εὐποιίᾳ. Τοιοῦτος γίνου περὶ τοὺς τοὺς οἰκέτας, οἷον εύχῃ σοι τὸν Θεὸν γενέσθαι. Ως γὰρ ἀκούομεν, ἀκουσθησόμεθα ὑπὸ τοῦ Θεοῦ· καὶ ὡς ὁρῶμεν, ἐραθησόμεθα ὑπ' αὐτοῦ. Προσενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀντιλάβωμεν. Ξένοις μεταδίδου, καὶ τοῖς δεομένοις, ἐκ τῶν ἐόν των. Ο γὰρ μὴ διδοὺς δεομένῳ οὐδὲ αὐτὸς λήψεται δεόμενος. Πιττακὸς ἀδικηθεὶς ὑπό τινος, καὶ ἔχων ἐξουσίαν αὐτὸν κολάσαι, ἀφῆκεν, εἰπών· Συγγνώμη τιμω μίας ἄμεινον. Τὸ μὲν γὰρ ἡμέρου φύσεως ἐστι, τὸ δὲ θηριώδους. Ἐκ τοῦ παθεῖν γίνωσκε τὸ συμπαθεῖν. Καὶ σοὶ γὰρ ἄλλος συμπαθήσεται παθών.

Part I, Oration XXVIII, XXIXPars I, Sermo XXVIII, XXIX

col. 873–874page 55 of 240
PG 136:873Περὶ φειδωλῶν καὶ ἀμεταδότων, καὶ ἐλεημοσύ την μὴ ποιούντων. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαίοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦσε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸν κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον. Ταῦτα δὲ ἔδει ποιῆστι, κἀκεῖνα μὴ ἀφιέναι, Εἰδότι καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. Ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Τὰ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. Εστιν ἀῤῥωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλού τον φυλασσόμενον παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ· καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πο- Β νηρών. Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ· καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται. Ὁ συνάγων ἀπὸ ψυχῆς αὐτοῦ συνάγει ἄλλοις· καὶ ἐν τοῖς ἀγαθοῖς αὐτου τρυφήσουσι πολλοί. Ο πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται ; Τέκνον, καθ' ὅσον ἔχεις, εὖ ποίει σαυτῷ. Άκουε, ἄνθρωπε, Σολομῶντος· μὴ εἴπῃς, Επαν ελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν. Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ο ποίων παραγγελμάτων ὑπερορᾶς, καὶ κατηφής εξ καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μή πού τ· καὶ μικρὸν ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν ! Μίαν οἶδας φωνὴν, Οὐκ ἔχων οὐδὲ δώσω, πένης γάρ εἰμι. Πένης εἴ τῷ ὄντι παντὸς ἀγαθοῦ, πένης πίσ στεως εἰς Θεὸν, πένης εξ φιλανθρωπίας, πένης ἐλ. είδος. Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς ἀδελφούς σου - πλεονεξίας εἶδος χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδοῦναι τοῖς ἐνδεέσιν. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποκλεισθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας ἄρτον τῷ πεινώντι, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. Δείξον, ἄνθρωπε, τὰ ἔργα, καὶ ἀπαίτει τοὺς μια σθούς. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγ ματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται· οὐ τοίνυν μετὰ τὴν τελευτὴν εὐσεβεῖ. D Αξιόν σοι τῆς σπορᾶς τὸ θέρος. Πικρίαν ἔσπειρας; δρέπου τὰ δράγματα. Τὸ ἀνηλεὶς ἐτίμησας ; ἔχε ὅπερ ἠγάπησας. Έφυγες τὸν ἔλεον; φεύξεται σε ὁ ἔλεος. Εβδελύξω πτωχόν ; βδελύξεται σε ὁ δι' ἡμᾶς πτωχεύσας. Περὶ εὐεργεσίας καὶ χάριτος, καὶ ἀχαριστίας. Εἶπεν ὁ Κύριος, Όταν ποιήσῃς ἄριστον ἢ δεῖ πνον, μὴ φώνει τους φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενείς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε αντικαλέσουσι, καὶ γέν νηταί σοι ἀνταπόδομα. Αλλ' όταν ποιῇς δοχὴν, κάλει πτωχοίς, ἀναπήρους, χωλούς, τυφλούς, καὶ μακα-
col. 875–876page 56 of 240
PG 136:875Α ριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναι σοι. Ανταπ δοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. ῾Ο ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ δὲ κακο ποιῶν οὐχ εώρακε τὸν Θεόν. Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς ἀγαθόν. Φρονήσεως καὶ τὸ εἰδέναι τίνος ἡ χάρις. Κρείσσων λόγος ἀγαθὸς ἢ δόσις· ἀγαθὸς ΛΟΓΟΣΥΠΕΡ δόμα. Χείλη ἀνδρῶν δικαίων επίσταται χάριτας. Χάριν ἀνθρώπου ὡς κόρην ὀφθαλμοῦ συντήρησον. Αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀπαλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας Επαναστρέφουσιν. Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ· τί δὲ τοσοῦτον εὐεργετεῖ ὁ φίλος, ὅσον οἱ ἐχθροὶ προξενοῦντες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· ο Μακάριοι ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, και είπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ένεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς ; » Ἕως πλεῖς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα ἕως εὐεκτεῖς καὶ πλουτεῖν, τῷ κακοπαθοῦντι βο ήθησαν. Συμμετρεῖσθαι δεῖ τῷ αἰτουμένῳ τὴν αἴτησιν. Ομοίως γὰρ ἄτοπον παρὰ μικροῦ μεγάλα ζητείν, καὶ παρὰ μεγάλου μικρά· τὸ μὲν γὰρ ἄχαιρον, τὸ δὲ μικρολόγον. Οὐδὲν οὕτως ὡς τὸ εὖ ποιεῖν ἄνθρωπος έχει θεοῦ, κἂν ὁ μὲν μείζω, ὁ δὲ ἐλάττω εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύναμιν. Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν. Ὁρῶμεν πολλοὺς τῶν ἀνθρώπων μετὰ τὰς εὐερ γεσίας, καθάπερ ἀνδραπόδων, οὕτως ὑπερορώντας τῶν εὐεργετησάντων καὶ τὰς ἐφρᾶς ἀνασπώντων κατ᾿ αὐτῶν. Εὐεργετῶμεν τοὺς μηδὲ αἰσθανομένους ὅτι εὐερ γετοῦνται, ἵνα μὴ ἀντιδόντες ἡμῖν τὸν ἔπαινον, ἢ ὅ τι δήποτε, ἐλαττώσωσιν ἡμῖν τὸν μισθόν. Οταν γὰρ μηδὲν παρὰ ἀνθρώπων λάβωμεν, τότε μείζονα παρὰ Θεοῦ ληψόμεθα. Αρκεί πολλαχοῦ καὶ προαίρεσις μέγα ποιῆσαι ἀγαθόν. Οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν, ἀλλ᾽ εὖ πάσχει αὐτὸς, εὐεργετείται μᾶλλον, οὐκ εὐεργετεῖ. Μείζονα γὰρ λαμβάνει, ἢ δίδωσι. Θεῷ γὰρ δανείζει, οὐκ ἀνθρώποις · αὔξει τὸν πλοῦτον, οὐ μειοῖ· μειοῖ δὲ, ἐὰν μὴ ἐλαττώσῃ, ἐὰν μὴ δῷ. Ο θελήσας τὸ ἀγαθὸν μόνον, κωλυθεὶς δὲ πρὸς τὸ καλὸν τῷ μὴ δύνασθαι, κατ' οὐδὲν ἐλαττονται "
col. 877–878page 57 of 240
PG 136:877τῆς ψυχῆς διαθέσει τοῦ διὰ τῶν ἔργων την γνώμην δείξαντος. Τὸν εὐεργετοῦντά σε εἰς ψυχήν, ὡς ὑπηρέτην Θεοῦ μετὰ Θεὸν τίμα. Οἱ δαπανῶντες εἰς ἀναξίους, δι' ὧν ἐχρῆν θερα πεύεσθαι τοὺς ἀξίους, τρισὶν ἀτόποις ενόχους ἑαυ τοὺς ἀποφαίνουσιν· ἐζημίωσαν ἑαυτοὺς, ἐνύβρισαν ἢ τοὺς χρηστούς, τοὺς φαύλους ἐνίσχυσαν, ὕλην ἁμαρτιῶν χορηγήσαντες. Αχάριστον εὐεργετεῖν, καὶ νεκρὸν μυρίζειν, ἐν ἴῳ κεῖται. Οφιν τρέφειν, καὶ πονηρὸν εὐεργετείν, ταυτόν ἐστιν. Οὐδετέρου γὰρ ἡ χάρις εὔνοιαν γεννά. Ανακρέων & μελοποιός, λαβὼν τάλαντον χρυσίου παρὰ Πολυκράτους τοῦ τυράννου, ἀπέλυσεν, εἰπών· Β Μισῶ δωρεάν, ἥτις ἀναγκάζει ἀγρυπνεῖν. Δημοσθένης ερωτηθεὶς τί ἄνθρωπος ἔχει ὅμοιον θείν, ἔφη · Τὸ εὐεργετείν καὶ ἀληθεύειν. Μικραὶ χάριτες ἐν καιρῷ μέγισταί εἰσι τοῖς λαμβάνουσι ταύτας ἐν περιστάσει. Μικρὰ διδόναι βούλου μᾶλλον, ἢ μεγάλα εγγυάν. Ο τε γὰρ κίνδυνο; ἄπεστι, καὶ ὁ λαβὼν ἔργων, οὐ λόγου χρείαν ἔχει. τινι τὴν χάριν καταθῇ, θᾶττον τὴν χάριν δίδου. Η γὰρ βραδυτης λυμαίνεται τὴν δόσιν. Δυνάμενος χαρίζεσθαι, μὴ βράδυνε, ἀλλὰ δίδου, ἐπιστάμενος μὴ εἶναι τὰ πράγματα μόνιμα. Ο πλουσίῳ χορηγῶν οὐδὲν διαφέρει τοῦ εἰς θά λασσαν ὕδωρ ἐκχέοντος. Οὐδὲν ἐν τῷ βίῳ τάχιστα γηράσκει ὡς χάρις. Η χάρις πρὸς εὐγνώμονας οὐδέποτε θνήσκει. Μὴ φεύγε μικρὰ χαρίζεσθαι. Δόξεις γὰρ καὶ πρὸς τὰ μεγάλα τοιοῦτος εἶναι. Μὴ ὀνειδίσῃς τῷ φίλῳ σου χάριτας· ἔσῃ γὰρ ὡς οὐ δεδωκώς. Οι μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδὲ εἰ συνέβη τι αὐτοῖς παρὰ τοῦ Θεοῦ χρηστόν, μνημε νεύουσιν. Με αἴτει μεγάλα, ἵνα μὴ δυοίν θάτερον, ἡ τυγχάνων λυπῇς, ἢ μὴ τυγχάνων λυπῇ. Μὴ παρὰ πάντων τὰ διδόμενα δέχεσθαι χρή· οὐ γὰρ θεμιτὸν ἀρετὴν ὑπὸ κακίας τρέφεσθαι. Τοὺς ἀγαθοὺς εὖ ποίει, Καλός γὰρ θησαυρὸς παρ' ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη. Αδαπάνητός ἐστι τῆς εὐποίας ὁ πλοῦτος· ἐν τῷ διδόναι γὰρ λαμβάνεται, καὶ ἐν τῷ σκορπίζειν συνάγεται. Λαβών τι παρά τινος, εὐθὺς ἀπόδος, ἵνα πάλιν λάθης. Χρήματα πορίζειν μὲν οὐκ ἀχρεῖον· ἐξ ἀδικίας δὲ παντός κάκιον. Ὕμνους τῷ Θεῷ, ἐπαίνους δὲ τοῖς ἀνθρώποις παρ έχειν δεῖ. Εύνοια καὶ χάρις πειθόντων ἐστὶν, οὐ βιαζομένων.

Part I, Oration XXXPars I, Sermo XXX

col. 879–880page 58 of 240
PG 136:879ΛΟΓΟΣ Α'. Περὶ ἀκτημοσύνης καὶ ὀλιγοδείας. Εἶπεν ὁ Κύριος· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε · μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. ᾿Αργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ, ὑπηρέτησαν αι χείρες αὗται. Αφιλάργυρος ὁ τρόπος, ἀρκούμενος τοῖς παροῦσιν. Αὐτὸς γὰρ εἶπεν, « Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε εγκαταλείπω. ν Ἐγὼ ἔμαθον ἐν οἷς εἰμι, αὐτάρκης είναι. Οίδα Β καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμνημαι και χορτάζεσθαι καὶ πεινάν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ισχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. ο Κρείσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρ τωλῶν πολύν. Πλοῦτος ἐὰν δέῃ, μὴ προστίθεσθε καρδίαν. Ανὴρ ἐνδεὴς ἀγαπᾷ σωφροσύνην. Φιλῶν οἶνον καὶ ἔλαιον οὐ πλουτήσει. Κρείσσον ὀλίγη λήψις μετὰ δικαιοσύνης ἢ πολλά γεννήματα μετὰ ἀδικίας. Κρείσσον ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. Κρείσσον ψωμός μεθ᾽ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετά μάχης. Πλοῦτον καὶ πενίαν μή μοι δῷς, Κύριε· σύνταξαν δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθε; ψευδής γένωμαι, καὶ εἴπω, Τίς με ὁρᾷ ; ἢ πενηθεί; κλέψω, καὶ ὀμέσω τὸ ὄνομα τοῦ Θεοῦ μου. Μέλι εὑρὼν φάγε τὸ ἱκανὸν, μή ποτε πλησθείς ἐξεμέσῃς. Κρείσσον πλήρωμα δρακός μετ' ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν ἐν μέχθῳ. Ως ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ἐλίγον. Ζωὴ αὐταρκείας εργάτου γλυκανθήσεται. Υπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ. Μεγάλην ἔχετε την ψυχήν. Τοίχοι δὲ καὶ μικροί Ο καὶ μείζους τὴν αὐτὴν χρείαν παρέχονται. Σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρχές, ερίς χειμῶνα καὶ θέρος αύταρκες. Παράχρησίς ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Κρείσσον μικρὰ μερὶς μετὰ ἀσφαλείας, ἢ μεγάλη μετὰ σαθρότητος. Όψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβάλλειν κόρῳ τὸν κόρον, μηδὲ ἀμβλύνειν τῇ κραιπάλη τὴν ὄρεξιν. Ο τὴν ἡμέραν διδούς, καὶ τὸ εἰς τὴν ἡμέραν σα δώσει. Η τῶν ἀναγκαίων κτῆσις καὶ χρῆσις οὐ τῆς

Part I, Oration XXXIPars I, Sermo XXXI

col. 881–882page 59 of 240
PG 136:881ποιότητα βλαβερὰν ἔχει, ἀλλὰ τὴν παρὰ τὸ μέτρον Α ποσότητα. Ἀγαθὸν ἀναγκαῖον ἡ ὀλιγοσιτία. Ο σπουδαίος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος· τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὶς διὰ ψυχήν εφιεμένην ἀθανασίας. Ἡ αὐτάρκεια, πηγὴν ἔχουσα σωφροσύνης, μέτρον ἐστὶ τῶν ἀναγκαίων καὶ χρησίμων πρὸς τὸν βίον. Ασκητέον ὀλίγων δεηθῆναι· τοῦτο γὰρ ἐγγυτάτω Θεοῦ, τὸ δὲ ἐναντίον μακροτάτω. ΛΟΓΟΣ ΛΑ'. Περὶ πλούτου, καὶ πλουσίων εὖ καὶ προσηκόντως βιούντων. Ευκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος βαφίλος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐπὶ τῷ Θεῷ, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν. Οι βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνονή - τους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώτους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Πλοῦτος προστίθησι φίλους πολλούς. Πλούσιοι πτωχῶν ἄρξουσιν. ᾿Αγαθὸς πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία. Κρείσσων πτωχός δίκαιος ἢ πλούσιος ψεύστης. Μακάριος πλούσιος δς εὑρέθη ἄμωμος, καὶ δς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη. Πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων. Αγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέρι μια αὐτοῦ ἀφιστῷ ὕπνον. Ρευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάρρου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει, άλλοτε ἄλλον πέφυκε παρ αμείβεσθαι. Δύνασαι μᾶλλον ὕδωρ τῇ χειρὶ περιλαβὼν κατα σχεῖν, ἢ πλοῦτον διαρκώς συντηρῆσαι. Ο καλός, κατὰ τὸν ὀρθὸν λόγον τὰ παρόντα μεταχειριζόμενος, οἰκονόμος ἐστὶ τῶν παρὰ Θεοῦ· D ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι ὁ τοιοῦτος δίκαιός ἐστι διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Ὁ μὲν δίκαιος οὔτε παρόντα ἀποστρέφεται τὸν πλοῦτον, οὔτε μὴ παρόντα ἐπιζητεῖ. Οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν διδομένων, ἀλλ᾽ οἰκονόμος. Ούτ δεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οι θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Ως ἀπόλοιτο πλούτος, εἰ μὴ βοηθεί πένησιν !
col. 883–884page 60 of 240
PG 136:883- Τί γὰρ δεῖ θησαυρίζειν λῃσταῖς καὶ κλέπταις, καὶ καιρῶν μεταβολαῖς ἄλλοτε εἰς ἄλλους μετατιθέντων, καὶ ῥιπιζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ μὴ εἰς τὰς ἀσφαλεῖς ἀποθήκας ἀποτίθεσθαι τῶν ἐπιβονλευόντων ἰσχυροτέρας ; Οὐ τατοῦτον πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλούσιος· οὐδ᾽ αὖ τοσαύτην· ἰσχὺν - χει πρὸς τὸ χρήσασθαι τῇ πονηρία, όσην δύναμιν ού τος. Εἴ τις επιθυμίας κρατῶν ὑπὸ χρημάτων νικᾶται, οὐδὲ ἐπιθυμίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸ μὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν. Οὐ γὰρ πάντες ὁμοίως εἰσὶ καταφερεις. Ρίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλοχρηματία. Επιθυμία γὰρ τοῦ πλούτου, ἐπιορκία, κλοπή, άρα παγή, πορνεία, φθόνος, φόνος, μισαδελφία, πόλεμος, πλεονεξία, ὑπόκρισις, κολακεία. Τὸ καλῶς ἔχειν ὀλίγα πολύ τιμιώτερον τοῦ κακῶς ἔχειν πολλά. Οὐδείς ποτε τοῦ κερδαίνειν γίνεται κόρος, ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον ὅλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας καθίσταται. Πλούτος ἄριστος ἡ τῶν ἐπιθυμιῶν πενία. Πλούτου κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ' ἐν τῇ τῶν χρηζόντων ἐπικουρία. Μὴ βούλου πλουτεῖν φιλοπτωχίας ἕνεκεν. Ἀπὸ γὰρ τῶν ὄντων ἐλεεῖν ὁ Θεὸς νομοθετεῖ τὸν δίκαιον. Αἱ μὲν ποδήρεις ἐσθῆτες τὰ σώματα, αἱ δὲ ὑπέρμετροι περιουσίαι τὰς ψυχὰς ἐμποδίζουσιν. Ούτε ἵππος εὐγενὴς κρίνοιτ' ἂν πολυτελή σκευήν ἔχων, ἀλλ' ὁ τῇ φύσει λαμπρός· οὔτε ἀνὴρ σπου δαῖος ὁ πολύτιμον οὐσίαν κεκτημένος, ἀλλ' ὁ τὴν ψυ χὴν γενναῖος. Διηνεκὴς ἐπὶ πᾶσιν ἀνθρώποις ἡ τοῦ πλούτου ἐπιθυμία· μὴ κτηθεῖσα μὲν γὰρ τρύχει· κτηθεῖσα δὲ βασανίζει ταῖς φροντίσιν· ἀποκτηθεῖσα δέ, ταῖς λύπαις. Ο κατὰ φύσιν πλοῦτος ἄρτῳ καὶ ὕδατι, καὶ τῇ τυχούσῃ τοῦ σώματος σκέπῃ συμπεπλήρωται· ὁ δὲ περιττὸς κατὰ ψυχὴν ἀπέραντον ἔχει καὶ τὴν τῆς ἐπιθυμίας βάσανον. Οσα μὲν ἐπὶ τῇ φύσει, πάντες ἐσμὸν πλούσιοι· ὅσα δὲ ἐφ' ἡμῖν, πάντες ἐσμὲν πένητες. Ὁ μὲν οἶνος συμμεταβάλλει τοῖς ἀγγείοις, ὁ δὲ πλοῦτος τοῖς τῶν κεκτημένων τρόποις. Ιδρὼς μὲν ὁ ἐκ τῶν γυμνασίων εὐσχημονέστερος πλοῦτος δὲ ὁ ἐκ τῶν ἰδίων πόνων. Προὶς πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ. Εγκράτεια κρηπὶς εὐσεβείας· ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας. Εκ γὰρ φιλαργυρίας ἀδικία φαίν νεται. Οἱ μάταιοι τῶν ἀνθρώπων τοὺς μὲν μεγάλους χρή ματα ἔχοντας, κἂν φαύλους, τιμῶσί τε καὶ τεθαι μάκασι· τῶν δὲ σπουδαίων ἐπειδὰν ἀχρηματίαν και τα γνῶσιν, ὑπερφρονέουσιν.

Part I, Oration XXXIIPars I, Sermo XXXII

col. 885–886page 61 of 240
PG 136:885Πολλῶν κακῶν ἐπικάλυμμά ἐστιν ὁ πλοῦτος. Καν μυρίων πηχών γῆς κύριος ὑπάρχῃς, θανών γενήσῃ τριῶν ἢ τεσσάρων. Ζημίαν αἱροῦ μᾶλλον ἢ κέρδος αἰσχρὸν ἡ μὲν γὰρ ἅπαξ σε λυπήσει, τὸ δὲ διαπαντός. Πλοῦτος κακίας μᾶλλον ἢ καλοκαγαθίας ἐστὶν ὑπη ρίτης. Τί ἐστι πλοῦτος ; Θησαυρός κακῶν, ἐφόδιον ἀτυχημάτων, χορηγία πονηρίας. Πλοῦτος ἀπὸ κακῆς ἐργασίας ἐπιγινόμενος ἐπιφανέστερον όνειδος κέκτηται. ΛΟΓΟΣ ΛΒ'. Περὶ πλουσίων οὐκ εὖ βιούντων, καὶ τῶν παραπομένων αὐτοῖς κακῶν. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος βαφίδας εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Οὐαὶ ὑμῖν, οι πλουτούντες, ὅτι πεινάσετε, ὅτι ἀπέχετε τὸν μισθὸν ὑμῶν καὶ τὴν παράκλησιν. Οἱ πλούσιοι, κλαύσατε, ολολύζοντες ἐπὶ ταῖς ταλαι τωρίαις ὑμῶν ταῖς ὑπερχομέναις· ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα ἐγένετο. Ο χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἱὸς αὐτ τῶν εἰς μαρτύριον ἔσται, καὶ καταφάγεται τὰς σάρκαὶ ὑμῶν, ὡς πῦρο Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί. Πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες. Ελάλησεν ἀπόῤῥητα, καὶ ἐδικαίωσαν αὐτόν. Πλούσιος ελάλησε, καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. Ο άδοξος ἐν πλούτῳ, ἐν πτωχείᾳ ποσαχώς ; Ανδρὶ μικρολόγῳ οὐ καλὸν ὁ πλοῦτος. Αγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέσ ριμνα αὐτοῦ ἀφιστῷ ὕπνον. ῾Ο ἀγαπῶν τὸν πλοῦτον οὐ δικαιωθήσεται. Εμίσησεν ἡ ψυχή μου πλούσιον ψεύστην. ᾿Αγαθοῦ Θεοῦ γέγονας, ἄνθρωπε, ὑπηρέτης, οι κονόμος τῶν ὁμοδούλων, μὴ πάντα οἴου τῇ σῇ γα στρὶ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βουλεύου περὶ τῶν ἐν χερσί. Μικρὸν εὐφραίνει σε χρόνον, εἶτα παραῤῥυέντα οιχήσεται· τὸν δὲ ἐπ' αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. ῾Ο πλούσιος οὔπω ζηλωτός ἐστι διὰ τὸν πλοῦτον, οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος. Οργανα γάρ ἐστι ταῦτα τῆς ἀρετῆς τοῖς καλῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ μακάριον. Ὁ μὲν είδης.
col. 887–888page 62 of 240
PG 136:887Α οὖν κακῶς τῷ πλούτῳ κεχρημένος ἐλεεινός· ὡς ὁ τῷ ξίφει ὁ ἔλαβε πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἐκουσίως ἑαυτὸν κατατιτρώσκων. Μὴ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάχρυσιν, ὑφ' ὧν ὡς ἀπὸ τοῦ καὶ σητὸς δαπανηθήσεται, ἢ τὸν τῆς Γραφῆς εἰπεῖν, ἐξεμέθα. Οἱ πλούσιοι ὡς τὰ πολλὰ πρὸς κακίαν εὐεμπτώτως ἔχουσι τῆς γὰρ εὐπορίας πολλὴν ταῖς πονηραί; ἐπιθυμίαις παρεχούσης τὴν εὐκολίαν, ὀξύτερον ἐπὶ τὰ ἁμαρτήματα τρέχουσιν. Επισφαλὴς ὁ βίος τοῖς πλουτοῦσι, δυσμεταχείριστος ή μεταβολή. Εἰ δὲ λέγεις, Πολλοὺς οἰκέτας περιάγει, καὶ πολλὰ κέκτηται πλέθρα γῆς ὁ πλου τῶν· πρῶτον γνῶθι ὅτι χαλεπάς ἕξει τὰς εὐθύνας, Β πάντων τὸν λόγον ὑπέχων. Οὐ γὰρ ὅπως ἀπολαύσοι ἔλαβε μόνον, ἀλλ' ὅπως καὶ ἑτέροις γένοιτο χρήσ μος· δεύτερον, ὅτι οὐδὲν ἀπὸ τῆς περιουσίας αὐτῷ γίνεται ταύτης ή φροντίδες καὶ μέριμναι καὶ ὀργαί, καὶ τὸ διὰ παντὸς εἶναι ἐν ταραχῇ καὶ θορύβοις. Οὐ γὰρ οὗτος μὲν μυρίας γαστέρας, ὁ δὲ πένης μίαν πληροί μόνον, ἀλλὰ καὶ οὗτος κἀκεῖνος μίαν, καὶ ἐν ἀμφότεροι θεραπεύουσι σῶμα· ἀλλ᾽ ἡ μὲν χωρίς ἀγωνίας καὶ δέους, ὁ δὲ μετὰ τοῦ δεδοικέναι καὶ τρέμειν τὰς ἐπαναστάσεις. Μη τοίνυν ἴδῃς ὡς πολλὴν ἔχει τὴν περιουσίαν, ἀλλ᾽ εἰ πλέον τι τῆς πολλῆς ταύτης ἀπολαύσει. Οὐδὲν ὄφελος τῷ πλουσίῳ ἀποθνήσκοντι μὴ δυνα μένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ, δέ γε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως εκέρδανε μόνον, ὅσον τὴν ψυ χὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων ματ χαρισθῆναι. Πολλοί πλούτῳ περιῤῥεόμενοι τὸν βίον ἀβίωτον ενόμισαν εἶναι· ἕτεροι δὲ, πενίᾳ συζῶντες ἐσχάτῃ, πάντων εὐθυμότερον διετέλεσαν. Καὶ οἱ μὲν δορυφορίας ἀπολαύσαντες καὶ δόξης καὶ τιμῶν πολλάκις αὐτὴν ἐπηράσαντο τὴν ζωήν· οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων καὶ οὐδενὶ γνώριμοι πολλῶν ἑαυτοὺς μαχαριωτέρους εἶναι ἐνόμισαν. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων οὕτως, ὡς ἐν τῇ γνώμῃ τῶν ἀνθρώπων, τὰ τῆς εὐθυμίας ίστασθαι πέφυκεν. Αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο, ὅτι οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνῇ· καὶ ὅτι οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἐναντία γὰρ ἐπιτάττουσιν. Ο Χριστὸς λέγει, Φείδου τῶν πενομένων• ὁ μαμωνάς λέγει, Καὶ τοὺς γυμνούς ἀπόδυσον αὐτὰ & ἔχουσιν. Ὁ Χριστὸς λέγει, Κένωσον ἅπερ ἔχεις· ὁ μαμωνάς λέγει, Λάβε καὶ ἅπερ οὐκ ἔχει;. Ἀλλ' ὅμως ἀκούςται μᾶλλον ὁ τὰ ὠμὰ καὶ ἀπηνῆ καὶ θηριώδη προσ τάττων τοῦ τὰ ἐπιεικῆ καὶ σωτήρια ἡμῖν κελεύοντος. Διὰ τοῦτο γέεννα, διὰ τοῦτο σκότος, διὰ τοῦτο ποταμὸς πυρός, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Εστι καὶ πλούτῳ εἰς δέον χρήσασθαι, ὅταν εἰς τοὺς δεομένους ἀναλώσῃ. Τὰς πλουτοῦσι μάλιστα παρέπεσθαι φιλεῖ τὸ δυσ ήνιον, καὶ ἐκ πλείστης ἄγαν ἀγερωχία, κατασύρονται πρὸς τὸ μάθυμον. Ι

Part I, Oration XXXIIIPars I, Sermo XXXIII

col. 889–890page 63 of 240
PG 136:889Πλούτος κακίας μάλλον ή καλοκαγαθίας ἐστὶν Α ὑπηρέτης. ΛΟΓΟΣ ΑΓ. Περὶ πτωχῶν καὶ πενήτων, Κραυγὴν πένητος καὶ κραυγὴν πτωχοῦ εἰσακούσεται Κύριος. Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός. Η υπο μονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος, Κρινεῖ τοὺς πτωχούς τοῦ λαοῦ, καὶ σώσει τους υἱοὺς τῶν πενήτων. Έγνων ότι ποιήσει Κύριος την κρίσιν τῶν πτω χῶν, καὶ τὴν δίκην τῶν πενήτων. Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει. Ο συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. Πενία άνδρα ταπεινοί. Πλουσίου πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν. Πάντα τὰ ἔργα τοῦ πτωχοῦ φανερὰ παρὰ τῷ Θεῷ. ὓς ἀποφράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Η σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι. Βοσκηθήσονται πτωχοὶ διὰ Κυρίου, πένητες δὲ άνθρωποι ἐπ' εἰρήνης ἀναπαύσονται. Ταπεινὸς ἐσφάλη, καὶ προσεπετίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Προσευχή ταπεινοῦ νεφέλας διῆλθε, καὶ οὐ μὴ παρακληθῇ, ἕως ἂν ἐπισκέψηται Ύψιστος. Σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθιεῖ αὐτόν, Πτωχὸς δοξάζεται δι' ἐπιστήμην καὶ εὐλάβειαν· ὁ δοξαζόμενος ἐν πτωχείᾳ, ποσαχώς ἐν πλούτῳ 1 Μὴ παρεκτείνου πένης ὧν πλουσίῳ, τῇ δὲ σῇ εὐ νοίᾳ ἀπόσχου. Εμίσησεν ἡ ψυχή μου πτωχὸν ὑπερήφανον. Πτωχεύων, ἄνθρωπο, εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεί. Ενὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πέτ νητες, τῇ ἀμεριμνίᾳ· καὶ καταγελῶμεν αὐτῶν ἡ ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες. Πενία μετὰ ἀληθείας πάσης ἀπολαύσεως τοῖς σω φρονοῦσι τιμιωτέρα. Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγνωμόνως τὴν πενίαν. Πένης μὴ ἀθυμήσῃς. Η γὰρ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς μὲν λύπης βαπτιζούσης τὸν νοῦν, καὶ ἀμηχανίας ποιούσης ίλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν ὁ θεός; Εχει τὴν τροφὴν ἐν χερὶ, καὶ ἀναβάλλεται τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον. Οὐδὲν τῷ Θεῷ μέγα, δ μὴ καὶ πένησι δίδωσι. Ιεα. Χιν.
col. 891–892page 64 of 240
PG 136:891• Κρείσσον πενία μὴ δικαίας κτήσεως. Δεινὸν πένεσθαι, χεῖρον εὐπορεῖν κακῶς. Πτωχοί ἐσμεν ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προσέχειν δοκῇ μικροῖς μέτροις μετρούμενος. Εἰ γὰρ ὁ ἀτιμάζων πένητα παροξύνει τὸν ποις. σαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Κρείσσων νέος πένης σώφρων γέροντος βασιλέως ἄφρονος. Ανδρῶν ἐνδόξων πλῆθος ἑνὸς πένητος εὐσεβοῦς οὐκ ἀντάξιον. Τὴν τῆς σωφροσύνης εὐκολίαν, καὶ τῆς ψυχῆς ἐπιμέλειαν, καὶ τὸ μετριάζειν ῥᾳδίως, καὶ τὸ μὴ φυσιοῦσθαι ταχέως, καὶ δοξομανίας ἀπηλλάχθαι, καὶ πᾶσαν ἁπλῶς τὴν ἄλλην ἀρετὴν μετὰ πολλῆς τῆς δαψιλείας ἐν ταῖς τῶν πενήτων ψυχαῖς βρύουσαν ἴδοι τῆς ἄν· τοὺς δὲ πλουσίους ὡς τὰ πολλὰ ἐρή μους ταύτη; ὄντας, καὶ πρὸς κακίαν εὐεμπτώτως Έχοντας. Τί πένητος γένοιτο μακαριώτερον, ὅταν δίῃ καὶ τὸν πλούσιον, ει μέλλει σώζεσθαι, πρότερον ἐνταῦθα αφικέσθαι, ἔνθα ὁ πένης ἔστηκεν; "Αν γὰρ τῶν οἱ χείων ὡς ἀλλοτρίων απόσχηται, καὶ εἰς τοὺς δερμα νους αὐτὰ σκορπίσῃ μετὰ δαψιλείας ἁπάσης, οὗ ω δυνήσεται σωτηρίας ἐπιτυχείν. Οὕτω γοῦν ὁ Ἰώβ, οὕτω καὶ ὁ ᾿Αβραὰμ ἐποίησαν, καὶ τὰ αὐτῶν ὥσπερ δεσποτικὰ ἐγχειρισθέντες, οὕτως εἰς τοὺς ὁμοδούλους ἀνήλισκον. Διὰ τοῦτο οὔτε παρόντων ἐφείλοντο, οὔτε ἀπόντων ἐδάκνοντο. Ο πηλίκον ἀξίωμα τῆς πενίας, Θεοῦ γίνεται προσ ωπείον ! Κρύπτεται ἐν πένητι Θεὸς, καὶ πένης μὲν ὁ τὴν χεῖρα προτείνων, Θεὸς δὲ ὁ δεχόμενος. Οἱ πενία προσφιλοσοφήσαντες ἐγγίζουσιν ἀεὶ τῷ Θεῷ. Οὐκ ἔστι πένης ὁ μηδὲν ἔχων, ἀλλ᾽ ὁ πολλῶν ἐπιθυμῶν. Οὐκ ἔστι πλούσιος ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ μηδενὸς δεόμενος. Ο; ἀποφράσσει, φησί, τὰ ὦτα αὐτοῦ, τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰπακούσει ται ὁ Θεός. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πέρ νητα, ἐν ἡμέρᾳ πονηρᾷ ρύσεται αὐτὸν ὁ Κύριος. Ημέρα πονηρά, ἡ τοῖς ἁμαρτωλοῖς ἀποκεκληρωμένῃ. Πενίαν φέρειν οὐ παντὸς, ἀλλ᾽ ἀνδρὸς σοφοῦ. Μείζονα καὶ σπουδαιοτέραν τὴν ἐπιμέλειαν ποιοῦ εἰς τοὺς δι' ἀρετὴν καὶ θεοσέβειαν πτωχεύσαντας ἡ πενομένους· ὁμοίως καὶ εἰς τοὺς ἐκ νόσων ή συμπτωμάτων ἀποροῦντας παρὰ τοὺς ἐκ κακοπραγμονίας ἢ ἀσωτίας πτωχεύσαντας. Η πενία πολλῶν ἐστιν ἐνδεής· ἡ δὲ ἀπληστία πάντων. ἂν μὴ πολλῶν ἐπιθυμῇς, τὰ ὀλίγα πολλά στι

Part I, Oration XXXIVPars I, Sermo XXXIV

col. 893–894page 65 of 240
PG 136:893δέξε:. Μικρὰ γὰρ ὄρεξις πενίαν Ισοσθενῆ πλούτου Δ ποιήσει, Τὰ μέγιστα τῶν κακῶν οἱ πένητες ἐκπεφεύγασιν, ἐπιβουλὴν, φθόνον, καὶ μέρος, οἷς οἱ πλούσιοι καθ' ἡμέραν συνοικοῦσιν. Τὴν πενίαν ὁ σώφρων καρτερία καὶ γενναιότητι τιμῶν, πλούτου τιμιωτέραν ἀποφαίνει. Οὐ τὸ πένεσθαι κατά φύσιν αἰσχρόν· ἀλλὰ τὸ δι' αἰσχρὰν αἰτίαν πένεσθαι όνειδος. Κρείσσον καλῶς πένεσθαι μᾶλλον ἢ πλουτεῖν και πῶς. Τὸ μὲν γὰρ ἔλεον, τὸ δ' ἐπιτίμησιν φέρει. Γῆς ἐπέβην γυμνός, γυμνός δ' ὑπὸ γαίαν ἄπειμι. Καὶ τί μάτην μοχθώ, γυμνὸν ὁρῶν τὸ τέλος; Πέ-Β νης ἀποθανών φροντίδων ἀπηλλάγη· ζῶν γὰρ τέθνηκε, τὴν πενίαν νέκρωσιν ἔχων. Αριστείδης ὁ δίκαιος, ὀνειδιζόμενος ἐπὶ πανίᾳ ὑπό τινος πλουσίου, εἶπεν· Ἐμοὶ μὲν ἡ πενία οὐ δὲν ἱστορήσει κακόν· σοὶ δὲ ὁ πλοῦτο; ταραχὰς οὐκ ΛΟΓΟΣ ΑΔ'. τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν οδύναις πολλαῖς. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, ταύτην φεύγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, προςτητα. ἐστὶν, ἐπὶ τὸ βαρὺ τοῦ κανόνας τὴν μονὴν καταφέρουτα. Χρυσὸς τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ. Πένης ἐστὶν ὁ πολλῶν ἐνδεής· πολλῶν δὲ ἡμᾶς ἐνδεεῖς ποιεῖ τὰ τῆς ἐπιθυμίας ακόρεστον. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ τοῦ οἴνου προσθήκη γίνεται· οὕτως καὶ οἱ νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπες καὶ αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. η Πάντα χρυσὸν βλέπεις, πάντα χρυσὸν φαντάζεις • D τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τα πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται, οὕτως σοι ἡ ψυχὴ τῇ φιλοχρηματία κατασχεθείσα, πάντα χρυσόν, πάντα άργυρον βλέπει. Ηδιον ἂν ἴδοις τὸν χρυσὸν ἢ τὸν ἥλιον. της τῷ Μαμωνᾷ. Βαρύ τι χρῆμα τὸ χρυσίον ἐστί· κούφον δὲ καὶ ἀνωφερές πράγμα ἡ ἀρετή. Εἰ οὖν χρὴ τοῖς ἄνω προσβαίνειν, τῶν καθελκόντων πτωχεύσωμεν, ἵνα ἐν τοί, ἄνω γενώμεθα. διαι,

Part I, Oration XXXVPars I, Sermo XXXV

col. 895–896page 66 of 240
PG 136:895• Εοικεν ὁ τῶν φιλαργύρων βίος νεκροῦ δείπνῳ· πάντα γὰρ ἔχων τὸν εὐφρανθησόμενον οὐκ ἔχει. Ούτε παρὰ νεκροῦ ὁμιλίαν, οὔτε παρὰ φιλαργύρου χάριν δεῖ ἐπιζητείν. Ποτὸν μὲν ἔσβεσε την ποτοῦ ὄρεξιν, καὶ τροφή τὴν τροφῆς ἐπιθυμίαν ηκέσατο· φιλαργυρίαν δὲ οὐ σβέννυσιν ἀργύριον ἢ χρυσίον. Διογένης ὁ Κυνικός φιλόσοφος ερωτηθεὶς ὑπό τινος, διατί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, Ότι πολλούς ἐπιβούλους ἔχει. Ὁ τῶν φιλαργύρων πλοῦτος, ὥσπερ ὁ ἥλιος και ταδὺς εἰς τὴν γῆν, οὐδένα τῶν ζώντων εὐφραίνει. Τὰ τοῖς ὅπλοις ἀδύνατα χειρωθῆναι τῷ χρυσῷ ῥᾴδιόν ἐστι καταπολεμῆσαι. Τῷ ἀργυρίῳ ὑποτάσσε και τὰ σύμπαντα. Εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἰς πονηρὸς ἦν. Φιλαργυρία τοῦτ' ἔστιν, ὅταν ἀφῇς σκοπεῖν Τὰ δίκαια, τοῦ κέρδους διαπαντὸς δοῦλος εἷς. Τὰ πονηρὰ κέρδη τὰς μὲν ἡδονὰς ἔχει μικράς, τὰς δὲ λύπας μακράς. Περὶ πλεονεξίας, πλεονεκτούντων καὶ ἀδικούντων. Ορᾶτε καὶ φυλάττεσθε ἀπὸ τῆς πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ. Διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε ; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ᾽ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς ; "Η οὐκ οἴδατε ὅτι ἄδικοι βασι λείαν Θεοῦ οὐ κληρονομήσουσιν ; Αποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. (ἶδεν Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ βύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους της ρεῖν. Ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψ χήν. Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. *Ανδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. Εἰς κόλπους ἐπέρχεται πάντα ἀδίκοις. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται. Υπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας Ελάσσων Αδικοι ἀπολοῦνται συντόμως. Γενεᾶς ἀδίκου σχολιὰ τὰ ἔτη. Μὴ ἐπίχαιρε ἐπὶ χρήμασιν ἀδίκοις. Οὐδὲν γὰρ ὠ φελήσουσιν ἐν ἡμέρᾳ ἐπαγωγής. Δέησις ἀδικουμένου εισακουσθήσεται. Ο οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλο τρίοις ὡς ὁ συνάγων τοὺς λίθους αὐτοῦ εἰς τὸν χειμάρξουν. Λέων ἐνεδρεύει θήραν, οὕτως ἁμαρτία τοὺς ἔργα ζομένους άδικα. |
col. 897–898page 67 of 240
PG 136:897Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβη κακόν. Α Απόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ ἁμαρ τία. Υιέ, μὴ σπείρῃς ἐπ' αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσης επταπλασίονα. θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ ὁ προσάγων θυ σίαν ἐκ χρημάτων πενήτων. Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. Οὐαὶ οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χερσὶν αὐτῶν. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνται τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ηκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαώθ ταῦτα. Απέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρό- Β μας οὐκ ἐγγιεῖ σοι. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Πλεονέκτου ὀφθαλμός οὐκ ἐμπιπλᾶται ἐν Μερίδιο Ο τὰ ἑτέρου λαμβάνων καὶ ἑτέροις διδοὺς οὐκ ἐλέησεν, ἀλλὰ καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Εἰ μὲν γὰρ ἐλεεῖς ἐξ ὧν ἀδικεῖς, ἐλέησον οὓς ἀδικεῖς. Εὐσεβῆς γὰρ ἐκεῖνος, οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ' ὁ μηδένα ἀδικῶν. Όσα βλέπει ὀφθαλμός,τοσαῦτα ἐπιθυμεῖ ὁ πλεονέκτης. Ο ᾅδης οὐκ εἶπεν, Ἀρχεῖ· οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε, Αρκεῖ. Πονηρὸς ἐν πόλει σύνοικος, ο πονηρὸς ἐν ἀγροῖς. Η θάλασσα οἶδε τὰ ὅρια αὐτῆ;, ἡ νὺξ οὐχ ὑπερβαίνει ὁμοθεσίας ἀρχαίας. Ὁ δὲ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθία διαδοχῆς, ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν, πάντα ἐπιλαμβάνεται, πάντα ἐπινέμεται. Τί οὖν μετὰ ταῦτα; ούχι τρείς σε πήχεις αναμέν νουσιν οἱ πάντες ; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος οὖν μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; Τί ἀπολογήσῃ, επειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσιν ἐπὶ τοῦ κοινοῦ κριτοῦ; Πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν ; Οὐκ ἔστι ῥήτωρ ἐκεῖ, οὐκ ἔστι πιθανότης βημάτων, κλέψαι δυναμένη τοῦ δικα στοῦ τὴν ἀλήθειαν. Ανδρὶ ἐπιθυμητῇ χρημάτων οὐκ ἐγγίνεται κόσ Ο μέν γε πένης κἂν δοῦλος ᾖ, καὶ μὴ ὑπεμπλήσας τὴν ἑαυτοῦ γαστέρα, προσηνούς μεταλαμβάνει τῆς διὰ τοῦ ὕπνου ἀνέσεω;· πλούτου δὲ ἐπιθυμία σύνεσιν ἀγρυπνίαις καὶ καμάτοις τρύχει. Χρυσοῦ δεύτερα πάντα ἀδίκοις. ὐ μὴ δεόμενος τῶν ἀλλοτρίων, ἀλλ' ἐν αὐταρκεία νομίζων εἶναι, πάντων ἐστὶν εὐπορώτατος. Αρκτοι μὲν καὶ λύκοι ἐπειδὰν λάβωσι κόρον, τῆς ἁρπαγῆς ἀφίστανται· οἱ δὲ πλεονέκται πόρον οὐκ ἔγουσιν.
col. 899–900page 68 of 240
PG 136:899Η απληστία τυραννεῖ, ἡ πλεονεξία δυναστεύει οἱ ἄρπαγες τὸν βίον ταράσσουσι, καὶ αὖθις αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί· αὐτοῦ αἱ κατάρτι, καὶ ἄλλων αἱ θεραπείας· κατ' αὐτοῦ οἱ στεναγμοί, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί· κατ' αὐτοῦ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα· αὐτὸς ἐν δὲ κολάζεται, καὶ ἄλλοι πολλάκις ἐν τοῖς αὐτοῦ τρ φῶντες ψάλλουσιν. Πλεονεξία ἐστὶ τὸ πλέον ἔχειν τοῦ ὡρισμένου. Η πλεονεξία εἰδωλολατρεία ἐστὶν, ἀλλὰ καὶ χι λεπωτέρα εἰδωλολατρείας. Οἱ γὰρ εἰδωλολάτραι τους τοῦ Θεοῦ κτίσμασι προσκυνοῦσι· καὶ ἐσεβάσθησαν (φησί) καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Σὺ δὲ τῷ κτίσματι τῷ σαυτοῦ προσκυνεῖς. Ο γάρ θεὸς πλεονεξίαν οὐκ ἐδημιούργησεν, ἀλλ' ἡ τῆς σῆς ἁπληστίας ἐπεξεῦρεν ἀμετρία. Εἰ ὁ τῶν ἐαυτοῦ μὲ μεταδιδοὺς κατήγορον έχει τὸν οὐκ ἐλεηθέντα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ· ὁ καὶ τὰ ἀλλότρια ἁρπάσας ποιες τεύξεται συγγνώμης, πανταχόθεν αὐτῷ περιεστηκότων τῶν ἠδικημένων; Οὐ γὰρ μαρτύρων ἐκεῖ χρεία, οὐδὲ κατηγόρων, οὐδὲ ἀποδείξεων· ἀλλ᾽ αὐτὰ καθ᾿ ἑαυτά τα πράγματα, οἷάπερ αὐτὰ κατεσκευάσαμεν, πρὸ τῶν ὀφθαλμῶν φαίνεται τῶν ἡμετέρων. Ἰδοὺ γὰρ, φησίν, ἄνθρωπος καὶ τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ καὶ τοῦτο ἀρπαγή, τὸ μὴ μεταδιδόναι τῶν ὄντων, καὶ πλεονεξία καὶ ἀπ' στέρησις· τοῖς γὰρ Ιουδαίοις ἐγκαλῶν ὁ Θεός, διὰ τοῦ προφήτου φησίν· Εξήνεγκεν ἡ γῆ τὰ ἐκτάρια αὐτῆς, καὶ οὐκ εἰσηνέγκατε τὰ ἐπιδέκατα· ήρ πάσατε τὰ τοῦ πένητος. • Καὶ πάλιν ἀλλαχοῦ λέγει, « Μὴ ἀποστερήσῃς τὴν ζωὴν τοῦ πτωχοῦ. ο Οἱ ἀπὸ τῶν αἰσχρῶν κερδῶν εἰς τὰς καλὰς ἀναλ σκοντες λειτουργίας ὅμοιόν τι ποιοῦσι τοῖς ἀπὸ ίε· ροσυλίας θεοσεβοῦσιν, Πλοῦτος ἀπὸ κακῆς ἐργασίας ἐπίγινόμενος επιτα νέστερον όνειδος κέκτηται. Χρήματα πορίζειν μὲν οὐκ ἀχρεῖον· ἐξ ἀδικίας δὲ πάντων κάκιον. Σωκράτης τοὺς μὲν πλεονέκτας είκαζε ταῖς ὄρνι σιν, ὧν ἡ μὲν καταπίνει ὅ τι ἂν προστύχῃ, καὶ ξστιν ὅτε πνίγεται· αἱ δ' ἄλλαι περιακολουθοῦσιν, ἀφελεῖν αὐτὸ σπεύδουσαι, ἵνα παρά μέρος πνιγώσιν. Διογένης ερωτηθεὶς ποῖα εἴη θηρία χαλεπώτερα, εἶπεν· Ἐν μὲν τοῖς ὄρεσιν ἄρκτοι καὶ λέοντες, ἐν δὲ ταῖς πόλεσι τελῶναι καὶ συκοφάνται. Κύων, μελετήσας σαρχῶν ἀπογεύεσθαι, φυλάττειν οὐκ ἔτι δύναται τὴν ἀγέλην. Τὰ πονηρὰ κέρδη τὰς μὲν ἡδονας έχει μικρές, τὰς δὲ λύπας μακράς. Πενίαν ἡγητέον εἶναι μὴ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὴν ἀπληστίαν πλείω. Μηδένα ζήλου τῶν ἐξ ἀδικίας κερδαινόντων· ἀλλὰ μᾶλλον ἀποδέχου τοὺς μετὰ δικαιοσύνης ζώνε ሃሩ Οἱ μὲν γὰρ τὰ μεγάλα ἁρπάζοντες ἄδηλον εἰ καὶ τὰ μικρὰ ἁρπάζουσιν· οἱ δὲ τῶν μικρῶν μὴ ἀπεχόμενοι δῆλον ὅτι οὐδὲ τῶν μεγάλων ἀφέξονται.

Part I, Oration XXXVIPars I, Sermo XXXVI

col. 901–902page 69 of 240
PG 136:901ΛΟΓΟΣ ΑΓ. Εἶπεν ὁ Κύριος· Μὴ μεριμνήσησε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Ἔστι δὲ πορισμός μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆ λον ὅτι οὐδὲ ἐξενεγκείν τι δυνάμεθα. Εχοντες δ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Κρείσσον μικρά, μερὶς μετὰ φίλου Κυρίου ή μετ γάλος θησαυροί μετὰ ἀσεβείας. Ἀρχὴ ζωῆς ἀνθρώπου ἄρτος, καὶ ὕδωρ, καὶ ἱμάν τον καλύπτον ἀσχημοσύνην αὐτοῦ. Σοφὸς ἀνὴρ ἀρκεῖται τοῖς ὀλίγοις. καὶ λιτότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ · πολυτέλειαν δὲ καὶ ποικίλιαν βρωμά. των παραλαβοῦσε, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρα; οὐκ ἐξαρκέσασα, τὰ ποικίλα γένη των νοσημάτων ἐποίησεν. Οι πλούσιος ἐστιν ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ μὴ πολλῶν δεόμενος. Πρὸς χρείαν, ἀδελφοί, οὐ πρὸς ἡδονὴν ἡ ζωὴ συμμετρεῖται. Τὸ οὖν περιττὸν τῆς φύσεως ἀποθέμενοι, τὸ ἀναγκαῖον μόνον ἀσπασώμεθα. Ο πρὸς τοὺς ὑπερέχοντας βλέπων τῆς ἐνούσης αὐτῷ εὐπορίας οὐδέποτε δύναται λαβεῖν αἴσθησιν· ἀλλὰ χρὴ αὐτάρκως πρὸς τὰ ἴδια ἔχειν, καὶ εὐχαριστεῖν τῷ Θεῷ. τὸ δὲ πλέον λύμη καὶ ἀηδία καὶ νόσος, Φησὶν ὁ Χριστός, Ζητείτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ ζητοῦμεν τὴν γῆν, καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· διὰ τοῦτο οὔτε ταῦτα, οὔτε ἐκεῖνα έχομεν. Μέτρον κτήσεώς ἐστιν ἡ χρεία του σώματος, τὸ δὲ ταύτην ὑπερβαίνειν ἀκοσμία λοιπὸν, καὶ οὐκ ἔτι χρεία ἐστίν. Καλὸν τοῖς ὅμοις τῆς χρείας ἐμμένειν, καὶ φιλονε κεῖν πάσῃ δυνάμει, τούτους μὴ ὑπερβαίνειν. Ἐὰν D γὰρ ὀλίγον παρενεχθῇ τις ἀπὸ τῆς ἐπιθυμίας ἐπὶ τὰ ἡδέα τοῦ βίου, οὐδεὶς λοιπὸν ἴστησι τὴν ἐπὶ τὰ πρόσω φοράν. γίνεται. Ὀφείλομεν ἑαυτοὺς ἐθίζειν ἀπὸ τῶν ὀλίγων ζῆν, ἵνα μηδὲν αἰσχρὸν ἕνεκεν χρημάτων μάθωμεν. Σωκράτης ἐρωτηθεὶς ὑπό τινος, Τίς τοι πλουσιώτερος εἶναι δοκεῖ; εἶπεν· Ὁ ἐλαχίστοις ἀρκούμενος ο Βέλτιόν ἐστιν ἐν μικρή περιουσία συστελλόμενον εὐθυμεῖν, ἢ μεγάλης τυγχάνοντα δυστυχεῖν, Μήτε λίαν πολυτελῶς, μήτε ἄγαν εὐτελῶς πειρῶ

Part I, Oration XXXVII, XXXVIIIPars I, Sermo XXXVII, XXXVIII

col. 903–904page 70 of 240
PG 136:903Α τὰ περὶ τὴν ἐσθῆτα καὶ δίαιταν καὶ τὴν ἑτέραν διαγωγὴν τὸ σῶμα διοικεῖν. Τὸ μὲν γὰρ φθονεῖσθαι ἡ γελᾶσθαι, τὸ δὲ μισεῖσθαι ἡ ἐλεεῖσθαι ποιεῖ. Εἰθίσθω τὸ σῶμα δι᾿ εὐτελείας πρὸς εὐκολίαν αύταρκες ἑαυτῷ γινόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσιν. Εθιζε σαυτὸν τῇ λιτῇ διαίτῃ, ἵνα τῆς πολυτελης μηδέποτε προσδεηθῇς. Περὶ τοῦ ὅτι οὐκ ἀεὶ τὸ πλεῖστον ἄριστον. Αναβλέψας δὲ ὁ Ἰησοῦς, εἶδε τους βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. Είδε δὲ καί τινα χήραν πενιχράν, βαλοῦσαν ἐκεῖ δύο λεπτά, καὶ εἶπεν· 'Αληθῶς λέγω ὑμῖν, ἡ χήρα ή πτωχή αὕτη πλείω πάντων ἔβαλεν, ἅπαντες γὰρ οὗτοι ἐκ Β τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ ' Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ἂν εἶχεν ἔβαλεν. Ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι ή μυρίους λόγους ἐν γλώσση. ᾿Απὸ ἑνὸς συνετού συνοικισθήσεται πόλις· φυλή δὲ ἀνόμων ἐρημωθήσεται ἐν τάχει. Εἰ γὰρ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, οὐ δεῖ πλέον τοῦ ἀναγκαίου τῆς τροφῆς τὸ προσάψημα αλά γως προσφέρεσθαι. Κρείσσων ὀλιγοχρόνιες βασιλεία μακράς τυ ραννίδος, καὶ ὀλίγη μερὶς τιμία πολλῆς κτήσεως ἀτίμου καὶ σφαλερᾶς, καὶ πολλοῦ σκότους ὀλίγον φως. Οὐ τῷ μέτρῳ τῶν διδομένων ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει. Αλέξανδρος, ἀκούσας ὅτι Δαρείος τριάκοντα μυριάδα; εἰς παράταξιν ἄγει, ἔφη· « Εἷς μάγειρος οὐ φοβεῖται πολλὰ πρόβατα. » ῾Ο αὐτὲς, κατασκόπου λέγοντος αὐτῷ, πλείους εἶναι τοὺς Δαρείου, ἔφη· ι Καὶ τὰ πρόβατα, πλείονα ὄντα, ὑφ᾽ ἑνὸς ἢ δευτέρου λύκου χειροῦνται. » Περί νηστείας καὶ ἐγκρατείας. Οταν νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταί σκυθρωποί. Αφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. ᾿Αμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ νησ στεύων άλειψαί σου τὴν κεφαλὴν ἐλαίῳ, καὶ τὸ πρόσωπόν σου νίψαι, καὶ τὰ ἑξῆς. Πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οἱ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σύν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ινατί μοι νηστεύετε; οὐ γὰρ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος · ἀλλὰ λύς πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιά; βιαίων συναλλαγμάτων· ἀπόστειλον τεθραυσμένου; ἐν ἀφέσει· καὶ πᾶσάν του συγγραφὴν ἄδικον διάστα
col. 905–906page 71 of 240
PG 136:905Διαθρυπτε πεινώντι τὸν ἄρτον σου, καὶ πτωχούς 1 ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνών, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματῆς σου οὐχ ὑπερέψει. Υπωπίαζέ σου τὸ σῶμα καὶ δουλαγώγει, μή πως εὐεκτοῦντος καὶ ὑπερζέοντός σου τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρκία γένηται. Μὴ κολάκευε σου τὴν σάρκα· ὕπνῳ καὶ λουτροίς καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Οσῳ γὰρ παχυτέραν σάρκα σεαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον. Αληθῶς ἐγκρατή; ἐστιν ὁ παντὸς πάθους ἀνώτερος, καὶ μηδένα ἐξ ἡδονῆς ἐρεθισμόν προσιέμενος, ἀλλ' ἐγκρατῶς καὶ ἀνενδότως πρὸς πᾶσαν ἀπόλαυσιν Β βλαβερὰν διακείμενος. Εγκράτειά ἐστιν ἀγαρτίας αναίρεσις, παθῶν ἀλλοτρίωσις, σώματος νέκρωσις. Φυλάσσεται δὲ οὔτ τως ὁ τῆς ἐγκρατείας σκοπός τοῖς μὲν εὐτελεστέροις καὶ ἀναγκαίοι; πρὸς τὸ ζῆν μέχρι τῆς χρείας προσδιατρίβειν, τῶν δὲ πρὸς ἡδονὴν καθόλου ἀπέχεσθαι. Ὅσον ὑφαιρεῖς τῆς σαρκός, τοσοῦτον ποιεῖς τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν. Οὐ γὰρ σωματικοῖς τόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς καὶ τῇ πρὸς τὰς θλίψεις ὑπομονῇ τὸ πρὸς τοὺς ἀοράτου; ἐχθροὺς περιγίνεται κράτος. Ο τῇ σαρκὶ προσθέμενος τὸ πνεῦμα καταγνωρίζεται, καὶ ὁ πρὸς τὸ πνεῦμα καταταξάμενος, καταδουλούται τὴν σάρκα. Ταῦτα γὰρ ἀλλήλοις ἀν τίκειται. Ωστε εἰ βούλει ἰσχυρὸν ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας. Τοῦτο γὰρ ἐστιν ὅ φησιν ὁ ᾿Απόστολος, ὅτι ο Οσον ὁ ἔξωθεν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται· ν καὶ τὸ, • Ὅταν ἀσθενῶ, τότε δυνατός είμι. » Ἐπειδὴ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσομεν τοῦ παραδείσου. Νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλθωμεν. Νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ερύθημα ἐξανθοῦν ἀναιδές, ἀλλ᾽ ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμός πραΰς, κατεσταλμένον βάδισμα, πρόσωπον σύχνουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγου, καθαρότης καρδίας. Ατοπόν ἐστι μὴ χαίρειν ἐπὶ ὑγεία ψυχῆς, ἀλλὰ D λυπεῖσθαι ἐπὶ βρωμάτων ἐναλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρός ἡ ἐπιμελείς ψυχῆς · κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ίστησι, νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Ἔστι μὲν οὖν πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμος τοῖς αἱρουμένοις αὐτήν. Οὔτε γὰρ ἐπήρεια δαι μόνων κατατολμᾷ τοῦ νηστεύοντος, καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν ἄγγελοι φιλοπον ύτερον παραμένουσι τοῖς διὰ νηστείας κεκαθαρμένοις. Μὴ μέντοι ἐν τῇ ἀποχῇ μόνον τῶν βρωμάτων τὸ ἐκ τῆς νηστείας ἀγαθὸν ὁρίζου. Νηστεία γὰρ ἀληθῆς ἡ τῶν κακῶν ἀλλοτρίωσις. • Λύς πάντα σύνδεσμον ἀδικίας, ἄφες τῷ πλησίον τὴν λύπην, άφες αὐτῷ τὰ

Part I, Oration XXXIXPars I, Sermo XXXIX

col. 907–908page 72 of 240
PG 136:907οφλήματα. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε. Κρεῶν οὐκ ἐσθίεις, ἀλλ᾽ ἐσθίει; τὸν ἀδελφόν. Οίνου ἀπέχῃ, ἀλλ᾽ ὕβρεων οὐ κρατεῖς. Τὴν ἑσπέραν ἀναμέν νεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια. Τί όφελος νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχήν μυρίων κακῶν ἐμπεπλῆσθαι ; Νηστεία ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. Οι τραπέζης Εγκῳ φιλοτιμούμεθα καὶ φαρμακείαις ἀναισθήτου γαστρός. Οὐδὲν γὰρ ἐπαινοῦμεν τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ ἀτίμων ὁμοίως καὶ ἀποβλήτων. Ἀλλὰ ζῶμεν οὕτως ἀπῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευο; καὶ ἀνεπιτήδευτος, διαφέροντες. Τράπεζα, μονοειδὴς μὲν οὖσα, κόρον ἐντίθησιν· αἱ δὲ ποικίλαι τὴν ὄρεξιν διεγείρουσιν. Οὐκ ἀποχὴν βρωμάτων, ἀλλ' ἀποχὴν ἁμαρτημάτ των εργάζεται νηστεία. Οὐδὲν οὕτως ἀφόρητον τῷ κατατρυχομένως νηστείαις, ὡς ἡ τῶν ἀέρων ἀνωμαλία. Προσήκει τοὺς νηστεύοντας ἐκ θεοφιλούς διανοίας τοῦτο δρᾷν, καὶ μὴ κατά τινας τῶν ἐπὶ σκηνῆς θαυματοποιών, προσωπεῖον ὥσπερ στυγνόν τι καὶ ἀειδὲς ἑαυτοῖς περιπλάττοντας, μονονουχί δι' αὐτοῦ κεκραγέναι τοῦ σχήματος, ὅτι τοὺς τῆς ἀσιτίας φέρουσι πόνους. Ἐγκρατείας μὲν ἴδιον ὑγεία καὶ ἰσχύς · ἀκρασία; δὲ ἀσθένεια καὶ νόσος γειτνιῶτα θανάτῳ. Καλὴ ἐγκράτειά ἐστι τὸ παρὰ μικρὸν τῆς χρείας μεταλαμβάνειν ἐν τῷ καιρῷ τῆς διαίτης, καὶ τὴν καρδίαν τηρεῖν, καὶ πρὸς τὰ κρύφια πάθη κρυπτώς πολεμεῖν. Οὐ τὸ βραδυφαγῆσαι μόνον τοῦτο νηστεία ἐστὶν, ἀλλὰ καὶ τὸ βραχυφαγῆσαι· καὶ οὐ τὸ διαδύο ἐσθίειν τοῦτο ἄσκησίς ἐστιν, ἀλλὰ τὸ μὴ ποικιλοφαγῆσε:. Ασκησις γὰρ ἐστι τράπεζα ἐν μονοειδεῖ τροφή συνεσταλμένη, τὸ ἔκλυτον τῆς παντοφαγίας ὡς αὐτὲς βδελυττομένη. ᾿Αληθής νηστεία ἡ διηνεκής ἔνδεια. Μὴ εἴπῃς, Σήμερον οὐ βρώσομαι· ὅτι οὐκ ἐν φρονήσει ποιεῖς τοῦτο. Εσται γὰρ βλάβη τῷ σώματι σου, καὶ ὀδύνη τῷ στομάχῳ σου. ΛΟΓΟΣ ΑΘ'. Περὶ ἀκρασίας καὶ γαστριμαργίας. Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι! ὅτι πεινάσετε· οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, εθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγής. Τα βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ο δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὅς ἀντὶ βρώ σεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Εκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν, καὶ ἐλάλησε Κύριος προς Μωυσήνο
col. 909–910page 73 of 240
PG 136:909Βάδιζε, κατάβηθι τὸ τάχος ἐντεῦθεν. Ηνόμησε & γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν, καὶ προσεκύνησαν αὐτῷ. Η δύναμις τοῦ Σατανᾶ ἐπ' ὀμφαλού γαστρός. Μὴ ἀπληστεύου ἐπὶ τραπέζης, μή ποτε προσχήτης. Ψυχὴ ἐν πλησμονῇ οὗτα κηρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρά γλυκέα φαίνεται. *Ος κατασπαταλῇ ἐκ παιδόθεν, οἰκέτης ἔσται. Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὴν αὐτοῦ Ἰακώβ. Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ και τασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, οἱ κατεσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά, οι πίνοντες τὴν διυλ σμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωΐ καὶ τὸ σίκερα διώ κοντες, οἱ μένοντες τὸ ὀψέ. Ο γὰρ οἶνος αὐτοὺς ἐκκαύσει. Οπίσω τῶν ἐπιθυμιών σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξιών σου κωλύου. Ἐὰν χορηγήσης τῇ ψυχῇ στου χορηγίαν ἐπιθυμίας, ποιήσει σε επίχαρμα ἐχθρῶν σου. Μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ. Στρόφος γὰρ μετά ἀνδρὸς ἀπλήστου. Μὴ ἀπληστεύουν ἐν πάσῃ τρυφῇ· ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος. Ανὴρ βλέπων εἰς ἀλλοτρίαν τράπεζαν, οὐκ ἔστιν ὁ βίος αὐτοῦ ἐν λογισμῷ ζωῆς. Αϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις. Βαρυνομένη γαστήρ οὐχ όπως πρὸς δρόμου, αλλ οὐδὲ πρὸς ὕπνον ἐστὶν ἐπιτηδεία, διότι καταθλιβομένη τῷ πλήθει οὐδ᾽ ἡρεμεῖν συγχωρεῖται, ἀλλ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Γαστὴρ συναλλακτής ἐστιν ἀπιστότατος, ταμεῖον ἀφύλακτον· πολλῶν ἀποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ δὲ παρατεθέντα οὐ διασώζουσα. Η Λίχνη γαστὴρ ἡ ἀεὶ ἀπαιτοῦσα καὶ μηδέποτε λήγουσα· ἡ λαμβάνουσα σήμερον, καὶ αὔριον ἐπι λανθανομένη. Οταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· όταν διαπνευθῇ, ἐπιλανθάνεται τῶν δογμάτων. Φοβήθητε τὸ ὑπόδειγμα τοῦ πλουσίου· ἐκεῖνον παρέδωκε τῷ πυρί ἡ διὰ βίου τρυφή. Θα γὰρ άδικίαν, ἀλλὰ τὸ ἀβροδίαντον ἐγκληθεῖς, ἀποτηγανίζετα ἐν τῇ φλογὶ τῆς καμίνου. Τῆς οὖν δαψιλοῦς καὶ παχείας τροφῆς αιθαλώδεις τινὲς ἀναθυμιάσεις αναπεμπόμεναι, νεφέλης δίκην
col. 911–912page 74 of 240
PG 136:911Α πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος Εγγινομένας Ακρασίαν κράτος, ἐλλάμψεις εἰς τὸν νοῦν διακόπτουσιν· διὸ καὶ Μωϋ τῆς πρὸς θεωρίαν Θεοῦ ἀναβαίνων διὰ τοῦ νοῦ, ἄσιτο; καὶ ἄποτος ἡμερῶν τεσσαράκοντα διετέλεσεν, ἀθόλωτον διαμένειν αὐτῷ τὸ ἡγεμονικόν διακούς μενος. Σώματος μὲν γὰρ εὐεκτοῦντος καὶ πολυσαρκία βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πολ τὰς οἰκείας ἐνεργείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης, καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ εἰς χεῖον μέγεθος ύψουμένης, επόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι. Ἡ ἰσχὺς τοῦ Σατανά, φησὶν ἐπ' ὀσφύν, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. Πιαινομένης γὰρ ταύτης ὑπὸ τῆς γεύσεως, ἀνάγκη τὰ ὑπ' αὐτὴν μόρια ὑπὸ τοῦ πλημμυροῦντος ὑγροῦ βρασ σομένου ἐν βάθει πρὸς τὰς φυσικὰς ἐνεργείας κινεῖσθαι. Κύρος ὕβρεως ἀρχή · εὐθέως γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους· ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι διὰ τὸν ἐκ τῆς τρυφῆς οἱστρον ἐπιγινόμενον τῇ ψυχῇ. ᾿Ακρασία ἐστὶν ἢ μὴ ἔχουσα κράτος κατὰ τῶν ἐνοχλούντων ἡδονῶν. Ακρασία γὰρ ἐμοὶ πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν, καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος. Οὐδὲν οὕτως ἐπιμαχόν τε καὶ φιλόνεικον, ὡς γαστήρ. Θαυμαστὸν ἡ ἐγκράτεια καὶ ὀλιγάρκεια, καὶ τὸ μὴ κρατεῖσθαι ὑπὸ τῶν ἡδονῶν, μηδὲ ὡς ὑπὸ πικρᾶς καὶ ἀνελευθέρου δεσποίνης τῆς γαστρὸς ἄγεσθαι. Εἰ περὶ τὴν τρυφὴν ὑφέλησθέ τι τῆς σαρκὸς, δύτε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης, τῇ νήσῳ βοήθησον, εἰς τοῦτον ἀπέρευξαί τι τῶν περισσῶν. Τί καὶ σὺ κάμνεις ἀπαιτῶν, καὶ οὗτος πεινῶν ; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρον κήρῳ βαρύ νων, καὶ οὗτος περιτρεπόμενος νόσῳ ; Μὴ παρίδης τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν Ο πλούσιον. Οὐδεὶς χόρος πέφυκε σωφρόνως ἔχειν · Καὶ γὰρ τῷ πυρὶ εἴωθε ταῖς ὕλαις θέειν. Μὴ γῆ καὶ θάλαττα τὴν τιμίαν ἡμῖν κόπρον δορυφορείτωσαν. Οὕτω γὰρ ἐγὼ τιμᾷν οἶδα τρυφήν. • Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυ τῷ· ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος τῆς τρυφῆς. Παχεία γαστήρ λεπτὸν οὐ τίκτει νοῦν. Τοῦ κατὰ φύσιν θερμοῦ οὐκ ἀρκοῦντος τὰ πολλὰ κατεργάσασθαι βρώματα, ἀλλὰ καταχωννυμένου, ἐπίκεινται ἄνωθεν καπνιζόμενα, καὶ πολλὴν ποιοῦντα τὴν ἀηδίαν.
col. 913–914page 75 of 240
PG 136:913Τὰ πολλὰ σιτεῖσθαι παρδάλεως καὶ λέοντος καὶ ἄρκτου ἐστίν. Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα. Καὶ γὰρ ἀριστῶσι, καὶ βαδίζουσι, καὶ λουομένοις πάρεστιν ὁ ἐχθρὸς, καὶ οὐκ εἶδε καιρὸν ἀνακωχῆς, εἰ μὴ τὴν τοῦ ὕπνου μόνον· πολλάκις δὲ καὶ τότε πολεμεῖ, λογισμοὺς ἐμβάλλων ἀκαθάρτους, καὶ ἀσελγεστέρους ἀπὸ τῶν ὀνειράτων εργαζόμενος. Ἡ αὐτάρκεια καὶ τροφή ἐστι καὶ ἡδονὴ καὶ ὑγεία· τὸ δὲ πλέον λύμη καὶ αηδία καὶ νότος. "Α γὰρ ποιεῖ ὁ λιμὸς, ταῦτα ποιεῖ καὶ ἡ πλησμονή, μᾶλλον δὲ χαλεπώτερα. Ἐκεῖνος μὲν γὰρ ἐν ὀλίγαις ημέραις ἀπηλλάγη τοῦ ἀνθρώπου, αὕτη δὲ διατρώγοντα καὶ σήπουσα τὸ σῶμα μακρά παραδίδωσι νόσῳ, αεί ποτε θανάτῳ χαλεπωτάτῳ. ᾿Αλλὰ καὶ ὕλη ἐστὶν ἡ πλησμονὴ ταῖς ἀτίποις ἐπιθυμίαις. Κἂν γὰρ πάντων ή φιλοσοφώτερος ὁ τρυφῶν, ἀνάγκη τὸ παθεῖν αὐτὴν ἀπὸ τοῦ οἴνου, ἀπὸ τῶν σιτίων ἀνάγκη διαχυθῆναι· ἐντεῦθεν πορνείαι, ἐντεῦθεν μοιχεῖαι. Οὐ γὰρ δύναται πεινώσα γαστήρ έρωτα τεκεῖν. Ποδαλγίας, καὶ καρηβαρίαι, καὶ ἀμβλυωπίαι, καὶ χειραλγία:, καὶ τρόμοι, καὶ παρέσεις, καὶ ίκτερος, καὶ πυρετοὶ μακροὶ καὶ φρικώδεις, ἐξ ἀδηφαγίας καὶ πλησμονῆς τίκτεσθαι πεφύκασιν. Ἀκορίη γάρ τροφῆς ὑγεία, φασὶν ἰατρῶν παῖδες. Τράπεζα μονοειδής μὲν οὗτα κόρον ἐντίθησιν· αἱ δὲ ποικίλαι τὴν ὄρεξιν διε είρουσιν. Όψον σο: γενέσθω ἔνδεια, καὶ τὸ μὴ ἐπιβάλλειν κόρῳ τὸν κόρον, μηδὲ ἀμβλύνειν τῇ κραιπάλῃ τὴν C ὄρεξιν. Μ χρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αίσθησις τὸν ὅμον ἔχει, ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος ἡ τῶν ἐμβαλλομένων διαφορά, ὁμοτίμως τὰ πάντα της φύσεως προς δυσωδίαν άλλοιούσης. Ἐγκρατείας μὲν ὑγεία καὶ ἰσχύς· ἀκρατίας δὲ ἀσθένεια καὶ νόσος γειτνιῶτα θανάτῳ. Θλιβομένης κοιλίας, ταπεινοῦται καρδία θερα πενομένης δὲ αὐτοῦ, γαυριο λογισμό.. Επιτηρήσαντες πολλάκις εὑρήσομεν γελοῖον πιο κρὸν παρὰ τοῖς δαίμοσι καθ' ἡμῶν γενόμενον. Κορεσθέντας γὰρ ἡμᾶς κατανύσσουσι, καὶ νηστεύον τις σκληρύνουσιν, ἵνα τοῖς νόθοις δάκρυσιν ἀπατηθέντες τῇ μητέρι τῶν παθῶν τρυφῇ ἑαυτοὺς ἐκ - σωμεν, οἷστισι, οὐ πείθεσθαι δεῖ, μᾶλλον δὲ τούναντίον ποιεῖν. Καρδίας ἡδυπαθούσης, λογισμοῦ λοιμοὶ ἀναφύονται, καὶ ἐν τῷ καπνῷ τὴν ἐγκειμένην ύλην ἐπιγινώσκομεν. Τί βέλτιον, τρυφᾶν ἐπὶ ὀλίγας ἡμέρας, καὶ τὴν ἐπιθυμίαν τῆς σαρκὸς ποιεῖν, καὶ στερηθῆναι τῆς αἰωνίου ζωῆς; καὶ τὰ λοιπά. Υγείαν ἔχειν παρὰ Θεοῦ αἰτοῦνται οἱ ἄνθρωποι, τὴν δὲ ταύτης δύναμιν παρ' ἑαυτοῖς ἔχοντες οὐκ ἴσασιν· ἀκρασίᾳ γὰρ τὰ ἐναντία πράττοντες, αὐτοὶ προδόται τῆς ὑγείας γίνονται. Τάχος καὶ ἐπειξις ἀπέστω τοῦ ἐσθίειν. Κυνῶδε; γὰρ τοῦτο, καὶ θηρίῳ μᾶλλον ἢ ἀνθρώπῳ πρέπον.

Part I, Oration XL, XLIPars I, Sermo XL, XLI

col. 915–916page 76 of 240
PG 136:9159:6 Αντισθένης ἐρωτηθείς, τί ἐστιν ἑορτή, ἔφη· Γαστριμαργίας αφορμή. Ἐν ταῖς ἐστιάσεσι μέμνησο ὅτι δύο ὑποδέχῃ, σῶμα καὶ ψυχὴν, καὶ ὅ τι ἂν τῷ σώματι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δ' ἂν τῇ ψυχῇ, διαπαντός τηρείς. Πολλῷ τοι πλέονας λιμοῦ κόρος ώλεσεν ήδη Λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβα τον, ἐγγὺς προσελθών, Ηλίκος ἂν ἦν ὁ θόρυβος, εἶπεν, εἰ ἐγὼ τοῦτο ἐποίουν! - ἐπαναπαύεται κόρῳ. Κόρος μὲν ύβριν τίκτει, ἀπαιδευσία δὲ μετὰ ἐξου σίας ἄνοιαν. Τεθνάναι πολὺ κρεῖττον ἢ δι᾽ ἀκρασίας τὴν ψυ χὴν ἀμαυρῶσαι. Βότρυας τρεῖς ἡ ἄμπελος φέρει, τὸν μὲν πρῶτον Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. ὺς κατασπαταλῇ ἐκ παιδὸς ἀσώτως, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτῷ. Τῆς αὐτῆς δυσχέρειά ἐστι καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Εἰ παιδὸς ἐπετρόπευες καὶ λαβὼν τὰ αὐτοῦ περιεώρας αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα, μυρίους ἂν έσχες κατηγόρους, καὶ τὴν ἀπὸ τῶν νόμων ἔδωκας ἂν δίκην· τὰ δὲ τοῦ Χριστοῦ λαβὼν, καὶ οὕτως μάτην ἀναλίσκων, οὐχ ἡγῇ δώσειν εὐθύνας ; Μηδέποτε μάτην χρήματα σπούδαζε ἀναλίσκειν, ἐξ ὧν οὐδεμία προσγίνεται εύκλεια. Πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως ἐκ τοῦ πολλὰ λαμβάνειν, ὡς ἐκ τοῦ μὴ πολλὰ ἀναλίσκειν ἀθροίζεται. Τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον. Τὸ καλῶς ἀκούειν ταχύ ποιεῖ πᾶσι κακῶς. Δαπανώμενος ἐφ᾽ ἃ μὴ δεῖ, ὀλίγος ἔσῃ ἐφ᾽ ἃ δεῖ. Τὸ μὴ κεκτῆσθαι πλοῦτον βλάβην οὐ κομίζει του σαύτην· τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι ἀπόλλυσι τὸν ὄντως, φασί, κεχρημένον βίον. ΛΟΓΟΣ ΜΑ'. Προσέχετε ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιο τικαῖς, καὶ αἰφνιδίως ὑμῖν ἐπιστῇ ἡ ἡμέρα ἐκείνη ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημέν νου; ἐπὶ προσώπου τῆς γῆς. Ως ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις.
col. 917–918page 77 of 240
PG 136:917Ος ἐστιν ἡδὺς ἐν οἴνου διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ Δ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Πᾶς μέθυσος καὶ πορνοκόπος ἐνδύσεται διεῤῥηγμένα. Τίνι οὐαί ; τίνι θόρυβος ; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι ; τίνι συντρίμματα διακενής ; τίνος πελιδνο! οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις, καὶ τῶν κατασκοπουμένων ποῦ πότοι γίνονται ; Οἶνος τὰ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς Ασθενείας δεδομένον τοῖς σωφρονοῦσιν, ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν. Τὸ ἐκ τοῦ οἴνου πῦρ ἐγγινόμενον τῇ σαρκὶ ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει· τὰς δὲ ἐπιθυμίας καὶ τὰς ἡδονὰς, ώσπερ ἔλαιον φλόγα, ἐξάπτει. Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος· οὐδενὸς κεφαλή ὠδυνήθη ποτὲ ὕδατι βαρηθεῖσα· οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη ὑδροποσίᾳ συζῶν· οὐδενὸς ἐδέθησαν πίδες, οὐδενὸς χεῖρες απηχρειώθησαν ὕδατι καταρ ζόμεναι. Μέθη Κύριον οὐχ ὑποδέχεται· μέθη Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Μέθη αυθαίρετος δαίμων ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐμβαλλόμενος. Μέθη κακίας μήτηρ, ἀρετῆς ἐναν τίωσις, τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγῆ, δικαιοσύνην οὐκ οἶδε, φρόνησιν άναιρεῖ. Ωσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρί, οὕτως ἀμετρία οίνου λογισμὸν κατασβέννυσι σώφρονα. Τοῖς μεθύουσιν ὕπνοι μὲν βαρεῖς καὶ δυσανάφοροι καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες· αἱ δὲ γρηγορήσεις τῶν ὕπνων ἀναισθητότεραι. Ενύπνιον γὰρ ἐστιν αὐτοῖς ὁ βίος· οἴ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι, καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσιν. Αἱ μὲν γὰρ τοῦ λοιμοῦ βλάβαι χρόνῳ ἐγγίνονται τοῖς ἀνθρώποις, κατὰ μικρὸν τοῦ ἀέρος τὴν παρ' ἑαυτοῦ φθορὰν ἐντιθέντος τοῖς σώμασιν· αἱ δὲ παρὰ τοῦ οἴνου, εὐθὺς συνεισπίπτουσαι· οὕτω γὰρ τὴν μ ψυχὴν ἀπολωλέτες, ὡς ὑπὸ πάσης κηλίδος είναι και τεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται, οὐ μόνον τῇ ὑπερβολῇ τῶν ἡδο νῶν ἐξοιστρούντων, ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαρρέοντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὄγκῳ πεπλαδηκές καὶ βρυῶδες, καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὴ σώμα φέροντες. Τούτων πελιδνοὶ οἱ ὀφθαλμοί, ὕπωχρις δὲ ἡ ἐπιφάνεια, πνεῦμα προεστηκός, γλῶσσα παρειμένη, κραυγή άσημος, ἀκροσφαλεῖ; οι πόδες, καθάπερ οἱ τῶν παίδων, Αἱρετώτερον πενθεῖν ἢ κωμάζειν· καὶ συμπατ ρεῖναι τοῖς λυπουμένοις ἢ τοῖς μεθυσκομένοις. Τοῖς ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τὸ τῆς νυκτὸς μεταστρέφεται σκότος οὐ τοῦ ἡλίου

Part I, Oration XLIIPars I, Sermo XLII

col. 919–920page 78 of 240
PG 136:9199.9 σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζομένης τῇ μέθῃ. Μέθη ἐστὶν ἔκστασις τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνη, καὶ τῆς κατὰ ψυχὴν ὑγείας ἀναίρεσις. Ο οἶνος όταν παρέλθῃ τῇ ἀμετρία τὴν χρείαν, ἀκολασίας ἐστὶν ὑπέκκαυμα, ἡδονῶν χορηγία, νε τητος λύμη, ψυχῆς δηλητήριον, διανοίας νέκρωσιν, ἀρετῆς ἀλλοτρίωσις. Πᾶς γὰρ οἰνώδης, κατὰ τὴν τραγωδίαν, ήττων μὲν ὀργῆς ἐστι, τοῦ δὲ νοῦ κενός. Ῥώννυσι μὲν οἶνος σῶμα, τὴν δὲ ψυχήν λόγος Θεού. Φθείρεται μὲν ὁ κόσμος πυρὶ καὶ ὕδατι, ὁ δὲ τῶν ἀκολάστων πλοῦτος ἔρωτι καὶ μέθη. Υβρις καὶ οἶνος ἀποκαλύπτειν ειώθασι φίλοις τα ἤθη τῶν φίλων. Ο πολὺς ἄκρατος ὀλίγ᾽ ἀναγκάζει φρονείν. Οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τες, τοῦ ποτοῦ Ποιεῖ παροινεῖν, τοῦ πιόντος δ' ἡ φύσις. Χαλεπὸν ὅταν τις ὧν πίνῃ πλέον λαλῇ, Μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος. Ανάχαρσις εἶπε, κιρναμένου κρατῆρος ἐφεστίου, τὸν μὲν πρῶτον ὑγείας πίνεσθαι, τὸν δεύτερον ήδονῆς, τὸν δὲ τρίτων ὕβρεως, τὸν δὲ τελευταῖον μα νίας. Βότρυας τρεῖς ἡ ἄμπελος φέρει, τὸν μὲν πρῶτον ήδονῆς, τὸν δεύτερον μέθης, τὸν δὲ τρίτων ὕβρεως. ῾Ο αὐτὸς ἐρωτηθεὶς ὑπό τινος οινόφλυγος, πῶς ἂν τοῦ μεθύειν παύσαιτο, ἔφη· Εἰ συνεχῶς θεωρεῖ τὰ ὑπ' αὐτοῦ πρασσόμενα. Σοφός τις ερωτηθείς, πῶς ἄν τις μὴ ἡ φιλοπό της, εἶπεν· Εἰ πρὸ ὀφθαλμῶν ἔχοι τὰς τῶν μεθυόν των ασχημοσύνας. ΛΟΓΟΣ ΜΗ. Ενδύεται διερρηγμένα καὶ ῥακύδη πᾶς ὑπνώ δης. Μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν. Εὐχαρίστει, ἄνθρωπε, τῷ ἀκουσίως ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντι, καὶ ἐκ μια κρᾶς ἀναπαύσεως πάλιν πρὸς τὴν ἀκμὴν τῆς δυ νάμεως ἐπανάγοντι. ᾿Ανὴρ ὑπνώδης εὑρέτης όνειράτων. Μύστης γὰρ ὕμνος φασμάτων, οὐ πραγμάτων. Ὕπνος οὐδὲν ἕτερόν ἐστιν ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερο; τελευτή. Εἰκότως μελέτην μὲν θανάτου, σκιὰν δὲ καὶ ὑπὸ γραμμὸν τῆς αὖθις ἐσομένης ἀναβιώσεως, τίν ὕπνον οἱ ἀληθῆ πεφρονηκότες ἀπεφήναντο. Εκιτέρων γὰρ ἐναργείς φέρει τὰς εἰκόνας. Μεθιστά γὰρ καὶ παριστᾷ τὸν αὐτὸν ἐξ ὁλοκλήρου. Ὁ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισον ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον. φύσεως) ποσὸς σύστασις, Ὕπνος ἐστὶ φύσεων (f. εἰκὼν θανάτου, αισθήσεων ἀρχίσα

Part I, Oration XLIII, XLIVPars I, Sermo XLIII, XLIV

col. 921–922page 79 of 240
PG 136:921Εἷς μὲν ὁ ὕπνος, πολλὰς δὲ τὰς ὑποθέσεις καὶ ἡ Δ ἐπιθυμία ἔχει· λέγω δὴ, ἐκ φύσεως, ἐκ βρωμάτων, ἐκ δαιμόνων, ἢ τάχα καὶ ἐξ ἄκρας καὶ ἐπιτεταμένης νηστείας, ἐξ ἧς ἐξατονοῦσα ἡ σάρξ, δι᾽ ὕπνου λοιπὸν ἑαυτὴν παραμυθήσασθαι βούλεται. Ώσπερ ή πολυπλασία συνήθεια εἴρηται, οὕτως καὶ ἡ πολυυπνία. Χαλεπὸν οὖν συνήθειαν μακράν Ιάσασθαι. Ημερήσιοι ὕπνοι ή σώματος ὄχλησιν, ἢ ψυχῆς ἀδημοσύνην, ἢ ἀργίαν, ἢ ἀπαιδευσίαν σημαί Τὸ πέραν καθεύδειν τοῦ πρέποντος τοῖς τεθνησ κόσι μᾶλλον ήπερ τοῖς ζῶσιν ἁρμόδιον. Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γαρ ἔπαθαν σήμερον κατ' ὄναρ δι᾿ αὐτόν. "Ην δέ τις μαθητὴς ἐν Δαμασκῷ, ὀνόματι Ανα νίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν δράματι, κ. τ. λ. Ως ὁ δρασσόμενος σκιάς, καὶ διώχων ἀνέμους, Ὣς γὰρ ἐπὶ πολὺ τὰ καθ' ὕπνον φαντάσματα τῶν μεθημερινῶν ἐννοιῶν εἰσιν ἀπηχήματα. Πεφύκασι γάρ πως αἱ καθ᾽ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ ἀπηχήματα εἶναι τῶν μεθημερινών φρονείδων. Οποία γὰρ ἂν ᾖ τὰ κατὰ τὸν βίον ἡμῶν ἐπιτηδεύματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύΔὲ νύχτες τὰς μεθημερινὰς φροντίδας παραλαβοῦσι, ἐν ταῖς αὐτῶν φαντασίαις ἐξαπατῶσι τὸν Τὸ κατ᾿ ὄναρ ἰδεῖν τὰ ποθούμενα, φέρει τοῖς ἀγαπᾶσι παραμυθίαν. Οἱ μέθη καὶ ἀδηφαγίᾳ δεδουλωμένοι οὔτε ὕπνον αἱροῦνται γνήσιον καὶ εἰλικρινή, οὔτε ὀνειράτων ἀπαλλάττονται φοβερών. Ο τοῖς ὀνείροις προσέχων ἔοικε τῷ τὴν σκιὰν αὐτοῦ καταδιώκοντι. Οπόταν ἐν τοῖς ὕπνοις τοῖς δαίμοσι πείθεσθαι ἐρξώμεθα, τότε λοιπὸν καὶ ἐγρηγορότας ἐμπαί· τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Πίστις ἐστὶν ἐλπιζομένων ὑπόστασις, πραγμάτων Έλεγχος οὐ βλεπομένων. Επιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος. Πίστευε τῷ Κυρίῳ, καὶ ἔμμενε τῷ πόνῳ του, ὅτι κούφον ἐν ὀφθαλμοῖς Κυρίου ἐξάπινα πλουτίσαι πένητα, Δόσις Κυρίου παραμενεῖ εὐσεβέσι.

Part I, Oration XLV, XLVIPars I, Sermo XLV, XLVI

col. 923–924page 80 of 240
PG 136:9239:4 Ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Το πίστει παραδεκτὸν ἀπολυπραγμόνητον εἶναι χρή. Τὸ γὰρ βασανιζόμενον πῶς ἔτι πεπίστευται; Οὐχὶ δύο στουθία ἀσσαρίου πωλεῖται; καὶ ἐν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρ ὑμῶν. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ο βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ ! Μή εἴπῃς, Αποκρυβήσομαι· καὶ ἐξ ὕψους τις μου μνησθήσεται; Ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ, καὶ τὰ ἐν αὐτοῖς, ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται. Τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται ; Οὐδὲν ἀπρονόητον οὐδὲ ἡμελημένον παρὶ θεῷ· πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός, πᾶσι πάρεστι, σκορπίζων ἑκάστῳ τὴν σωτηρίαν. Πολλάκις παραδόξους σωτηρίας οἶδε τὸ θεῖον και νοτομεῖν, νεῦον πρὸς τὸ φιλάνθρωπον τῇ ἑαυτοῦ Χάρις τῇ μακαρία φύσει, ὅτι τὰ ἀναγκαῖα ἐποίησεν εὐπόριστα, τὰ δὲ δυσπόριστα οὐκ ἀναγ κατα. Μήτε αἴτιον κακῶν τὸ θεῖον ὑπολάμβανε, μήτε χωρὶς αὐτοῦ δυστυχεῖν ἡμᾶς νόμιζε. Όταν βούληται Θεὸς εὖ πράξει πόλιν, άνδρες ἀγαθοὺς ἐποίησεν· ὅταν δὲ μέλλῃ κακῶς πράξει πόλιν, ἐξεῖλε τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ταύτης τῆς πόλεως ὁ Θεός. Ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τ.σούτον τοῖς ἀδίκοις ἐναντιοῦται. Μηδέποτε ἀναμένειν πορίζεσθαι τὰ ἐπιτήδεια, ἔστ' ἂν ἡ χρεία σε ἀναγκάσῃ· ἀλλ᾽ ὅταν μάλιστα εὐπορῇς, τότε πρὸ τῆς ἀπορίας μηχανῶν. Καὶ γάς τεύξῃ μᾶλλον παρ' ὧν ἂν δέῃ, μὴ ἄπορος δοκών προνοεῖται· τὰ δὲ ἐπιγινόμενα φθαρτικὰ ἑπόμενα ἐστι τῇ τῆς ὕλης ἀσθενείᾳ. κατευθυνόντων δεκταὶ παρ' αὐτῷ. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν· εὐχαῖς δὲ δι καίων ὑπακούει. Μὴ ἐμποδίσῃς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως. Η θεία ἀκοὴ οὐ φωνὴς δεῖται πρὸ; αἴσθησιν. Οίδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνωρίσαι τα
col. 925–926page 81 of 240
PG 136:925ἐπιζητούμενα. Η οὐκ ἀκούεις ότι Μωϋσῆς μηδὲν ἡ φθεγγόμενος, τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμεῖς ἐνα τυγχάνων τῷ Κυρίῳ, ηκούετο παρὰ τοῦ Κυρίου λέ γοντος, Τί βοᾷς πρὸς μέ ; Εθος γὰρ τοῖς δαίμοσι κατὰ τὰς ὥρες τῶν προσ ευχῶν, προφάσει δῆθεν εὐλογοποιοῦ αἰτίας, ἐπείγειν ἡμᾶς πρὸς ὑποχώρησιν, ἵνα ἀπαγάγωσιν ἡμᾶς εὐσ λογοφανῶς τῆς σωτηριώδους εὐχῆς. Μέγα ἀγαθὸν εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γένηται. Οταν γὰρ ἐκ καθαρῶν χειλέων ἐξέρχηται δέησις, καὶ ἐκ καρδίας ἀνυποκρίτου, οἶδε φθάσαι τὸ ἀκολάκεντον οὖς τοῦ Δεσπότου. Καλόν πάντοτε διὰ προσευχῆς ὁμιλεῖν τῷ Θεῷ. Εἰ γὰρ συντυχία ἀνδρὸς ἀγαθοῦ βελτιον τὸν ἐντυγχά γοντα, πόσῳ μᾶλλον τὸ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ προσομιλεῖν τῷ θεῷ ; Οὐχ οὕτως τὸ πῦρ τὸν ἂν ἀποσμήχει, ὡς αἱ νυκτεριναὶ δεήσεις τὸν ἐν τῶν ἡμετέρων ἁμαρτης μάτων. Ενώπιον Κυρίου εύχεται ὁ πάντοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς ἑαυτὸν μετοικήσας, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών. Οπου εὐχὴ καὶ εὐχαριστία, ἁγίου Πνεύματος παραγίνεται χάρις, καὶ φυγαδεύονται δαίμονες, καὶ πᾶσα ἀντικειμένη δύναμις δραπετεύει καὶ ἀφίσταΠροσευχή λέγεται καὶ ἡ διὰ ῥημάτων δέησις, λέγεται καὶ ἡ ὑπόσχεσις καὶ ἐπαγγελία. Ενηχός ἐστιν ἐκείνη ἡ φωνὴ, καὶ μέχρι τῆς θείας ἀναβαίνουσα ἀκοῆς, οὐχ ἡ μετά τινος διατάσεως γινομένη κραυ γῆ, ἀλλ' ἡ ἀπὸ καθαρᾶς συνειδήσεως ἀναπτομένη ἐνθύμησις. Ἐὰν ἡ εὐχὴ τῇ σπουδή προσηγῆται, ἡ ἁμαρτία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρίσκει. Τῆς γὰρ τοῦ Θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης, ἄπρακτοιμένουσιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιοσύνης ἐν τοῖς ἀμφισβητουμένοις μετιτευούσης. Ἐκ τοῦ προσεύχεσθαι περιγίνεται τὸ μετὰ τοῦ Θεοῦ εἶναι · χωρίζεται δὲ τοῦ Θεοῦ ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προσευχῆς τῷ Θεῷ. Τοῦ δὲ Θεοῦ χωρι ζόμενον ἀνάγκη πάσα τῷ ἐναντίῳ συνάπτεσθαι. Προσευχή σωφροσύνης ἐστὶ φυλακτήριον, παρθενείας σφραγίς, θυμοῦ παιδαγωγία, τύφου καταστολή, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσι:, εἰρήνης ἀσφάλεια. Όταν περί τινος ἀγαθοῦ παρακαλέσῃς τὸν Θεόν, καὶ μὴ εἰσακούσῃ σου παραυτίκα, μὴ ὀλιγωρήσης μηλά μικροψυχήσῃς. Πολλάκις γὰρ πρὸς τὸ παρὸν οὐ συμφέρει σοι τὸ αἴτημα. Τὸν εὐχόμενον δεῖ φρόνιμον είναι, μὴ λάθῃ τι εὐσ ξάμενος κατ' αὐτοῦ. Οι άνθρωποι τότε γίνονται βελτίους, ὅταν Θεῷ προσέρχωνται. "Ομοιον δὲ ἔχουσι Θεῷ τὸ εὐεργετείν καὶ ἀληθεύειν. Προσευχή

Part I, Oration XLVII, XLVIIIPars I, Sermo XLVII, XLVIII

col. 927–928page 82 of 240
PG 136:927. Περὶ πράξεως. Πραξις εστιν ἐπίβασις θεωρίας. Ομοίως ἀτελὲς ἄλογος πράξις καὶ λόγος ἀπρακτος. *Αφωνον ἔργον κρείσσον απράκτου λόγου. Πρᾶξις λόγου· ἐναργεστέρα, ὡς ἀκοῆς ὄψις, καὶ τῆς διὰ στόματος διδαχῆς ἡ διὰ πείρας διδασκαλία, Φαύλην πρᾶξιν ἐσθλὲς λόγος οὐκ ἀμαυροι· οὔτε δὲ πράξιν ἀγαθὴν λόγου βλασφημία λυμαίνεται, Κακῶν πράξεων κακὸς δαίμων ἡγεμών. Χρόνος μαλάσσει πάντα κἀξεργάζεται. Πολλῶν ὁ καιρὸς γίνεται διδάσκαλος. Τὰ μὲν ξίφη ταῖς λαβαῖς, αἱ δὲ πράξεις τοῖς και ροῖς κρατοῦνται. Ανδριάντα μὲν τὸ σχῆμα, ἄνδρα δὲ ἡ πρᾶξις κοσμεί. Κρείσσον δὲ πλούτου καὶ πολυχρύσου χλιδής Ανδρῶν δικαίων κἀγαθῶν παρουσία. Περὶ διδαχῆς καὶ λόγου καὶ ὁμιλίας. Ἀμὴν λέγω ὑμῖν, ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, καὶ βραδύς εἰς τὸ λαλῆσαι. Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μή ποτε μυκτηρίση τοὺς συνετούς σου λόγους. Ἐξήγησις μωρού, ὡς ἐν ὁδῷ φορτίον· ἐπὶ ἂ χείλη συνετοῦ εὑρεθήσεται χάρις. Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου. Βέλτιον τὰς ἑαυτῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ηνιόχους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι μᾶλλον εὐγνώμονα, ἡ γλῶσσαν κινεῖν ἀπαίδευτον Οδὲν μὲν γὰρ πατεῖν ἄμεινον τὴν λείαν καὶ τεΟ τριμμένην ἢ τὴν ἀτριβῆ καὶ τραχείαν. *Απληστόν ἐστι τὸ τῶν ἀνθρώπων φύλον πρός τε τὸ λέγειν, πρός τε τὸ ἑτέρου λέγοντος ἀκούειν, Λόγον δὲ οὐκ ἀρχόμενον, ἀλλὰ παυόμενον ἐπι:- νεῖν προσήκει· καὶ τὸ μέτριον ἦθος ἀποδέχεσθαι, καὶ μὴ τὸ μετεωριζόμενον καὶ τετυφωμένον. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Πολλάκις οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα καὶ παραίνεσις διεφθαρμένη κατα λυσεν. Οὐκ ἀκίνδυνον ἡ ἀκρόασις, ὅταν ἡ διὰ τῶν ἔργων προσθήκη μὴ γίνηται. Ἔστι γνῶσις λόγου χωρίς, καὶ ἔστι γνῶσις μετά λίγου. Καὶ γάρ εἰσι πολλοὶ γνῶσιν μὲν ἔχοντε;, λόγων δὲ οὐκ ἔχοντες.

Part I, Oration XLIXPars I, Sermo XLIX

col. 929–930page 83 of 240
PG 136:929Οὐδὲν ὅφελο; χατηχήτεως, ὅταν ἡ διὰ τῶν ἔργων , ἐπίδειξις μὴ συμδαίνῃ τοῖς λεγομένοις. Βουλοίμην δ' ἂν ἐγὼ τῶν ἀγαθῶν τι λεγόντων ἄχούειν μᾶλλον, ἢ λέγειν αὐτός, Περισσὸς πᾶς λόγυς πρὸς διόρθωσιν, ὅταν ἡ τῶν ἀχονόντιων πρὸς τὸ χεῖρον νεύγυσα σπουδὴ τοῖς μετὰ συμδουλὴν λεγομένοις ἐναντίως διάκειται. Κατόπτροις ἐοίχασιν οἱ λόγοι, καὶ ὥσπερ ἐν ἐχείνοὶς ὁ τοῦ σώματος καὶ τῆς μορφῆς ἐμφανίζεται τύπος, οὕτως ἐν ταῖς ὁμιλίαις τὸ τῆς ψυχῆς εἶδος χαραχτηριζόμενον καθορᾶται. ότε ἀνύει διδάσκαλος, καὶ πιστεύεται λέγων, ὅταν ἀφ' ὧν πράττει παιδεύῃ, χατὰ τό " « Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσχειν.» Βίος ἄνεν λόγου μᾶλλον ὠφελεῖν πέφυχεν ἢ λόγος ἄνευ βίον " ὁ μὲν γὰρ καὶ σιγῶν ὠφελεῖ, ὁ δὲ βοῶν ἐνοχλεῖ. ΕἸ δὲ καὶ λόγος καὶ βέος συνδράμεις, φιλοσοφίας ἀπάσης ἀποτελέσουσιν ἄγαλμα. Πρᾶττε λογικῶς, καὶ λέγε πραχτιχῶς, Ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ, διδάξεαι᾽ ἂν δὲ χα- [κρῖσι Συμμιγῇς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον, Τὰ μὲν γὰρ σώματα τοῖς συμμέτροις πόνοις, ἢ δὲ ψυχὴ τοῖς σπουδαίοις λόγοις αὔξεσθαι πέφυκεν. Ἐν μὲν τοῖς ἐσόπτροις ὁ τῆς ὄψεως, ἐν δὲ ταῖς ὁμιλίαις ὁ τῆς ψυχῆς χαραχτὴρ βλέπεται. Ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευς. Μετὰ γὰρ πλείονας λέγων, ὄψει μᾶλλον τὰ συμφέροντα. ( ΑἹ μὲν χελιδόνες εὐδίαν ἡμῖν προσημαίνουσιν, οἱ δὲ ἐχ φιλοσοφίας λόγοι ἀλυπίαν, Μισῷ πονηρὸν, χρηστὸν ὅταν εἴπῃ λόγον. Ἰὰ ὦτά σου μὴ πᾶσιν ὕπεχε λόγοις. Λόγος γὰρ καχὸς καχῶν ἔργων ἡγεμών. “Ἴσον ἐκεῖνο παρ' ἐμοὶ χέχριται, Φοονέειν τε εὖ, χαὶ τῷ λέγοντι χρηστὰ πείθεσθαι; Αἰρετώτερόν σοι ἔστω λίθον εἰκῆ βαλεῖν ἡ ἀργὸν λόγον. ᾿ Οἰνοπίδης, ὁποία ἡ φύσις τοῦ ἀνθρώπου ἐστὶ, τοιοῦτον ἔφασκεν εἶναι καὶ τὸν λόγον. Ῥωμύλος τὸν μὲν κέραμον ἐχ τοῦ χύπου ἔφη δοκιμάζεσθαι, τὸν δὲ ἄνθρωπον ἐκ τοῦ λόγου, [ ᾿Ανδρὸς χαραχτὴρ ἐκ λόγου γνωρίζεται, Οὐ πώποτ᾽ ἔργου μᾶγλον εἰλόμην λόγους,

Part I, Sermon LPars I, Sermo L

col. 931–932page 84 of 240
PG 136:931$31 Α τὸ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενον μονι μώτερόν πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. 62- Συμφέρει δάκνεσθαι διὰ τῆς τῶν ῥημάτων άλγη. δίνος τοὺς ἁμαρτάνοντας, ἵνα διὰ τῆς τῶν πραγμά των αἰσχύνης ἀπαλλαγῶσιν. Νεκρὸν ἰατρεύειν, καὶ γέροντα νουθετείν ταύτιν ἐστιν. Πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται, καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι· τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶ; ἔχον σιν. *Απαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί· Αὐτοὶ δ᾽ ὅταν ποιῶμεν, οὐ γινώσκομεν. Αίσωπος ἔφη, δύο πήρας ἕκαστον ἡμῶν ἐπιφέρειν, τὴν μὲν ὄπισθεν, τὴν δὲ ἔμπροσθεν· καὶ εἰς μὲν τὴν ἔμπροσθεν ἀποτιθέναι τὰ τῶν ἄλλων ἁμαρτής ματα, εἰς δὲ τὴν ὄπισθεν τὰ ἑαυτῶν, Μηδενὶ πονηρῷ πράγματι μήτε παρίστασο, μήτε συνηγόρει. Δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα πράττειν, εἰ τοῖς ἄλλοις πράττουσι βοηθείς. ΛΟΓΟΣ Ν. Περὶ παιδείας και φιλοσοφίας. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶν! τούτῳ, μωρός γενέσθω, ἵνα γένηται σοφός. Η γὰρ σοφία του κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐπι. Γέγραπται γάρ, "Ο δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Καὶ πάλιν, Κύριο; για σκει τους διαλογισμούς τῶν σοφῶν, ὅτι εἰσὶ μέσ Εἰ ἐκτὸς παιδείας ἐστὶ, ἄρα νόθοι ἐστὲ καὶ οὐχ ιἱοί. Τις γὰρ υἱὸς, δν οὐ παιδεύει πατήρ ; Οὐκ ἔστιν ἀντάλλαγμα οὐδὲν πεπαιδευμένης ψυ χῆς. Υιέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοί δε πάντα υἱὸν, ὃν παραδέχεται. Τέκνον, ἐν νεότητί σου επίλεξαι παιδείαν, καὶ ὡς ἀροτριῶν καὶ σπείρων πρόσελθε αὐτὴν, καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς. Οίμαι δὲ πᾶσιν ἂν ὁμολογεῖσθαι τῶν νεῶν ἐχει των, παίδευσιν τῶν παρ' ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖος, μηδὲ σοφίζεσθε περισσὰ καὶ ὑπὲρ τὸν λόγον· μηλ νικᾶν ἐπιθυμεῖτε πάντα κακῶς, ἀλλ᾽ ἔστιν & καὶ ἡττᾶσθαι καλῶς ἀνέχεσθε. Σοφία πρώτη βίος ἐπαινετὸς καὶ Θεῷ κικ. μένος. Σοφία πρώτη σοφίας ὑπερορᾷν, τῆς ἐν λόγῳ παι μένης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ · περιτταῖς ἀντιθέσεσιν.
col. 933–934page 85 of 240
PG 136:933Ἐμοὶ δὲ γένοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λα- Α λῆσαι μετὰ συνέσεως ἢ μυρίους ἐν γλώσσῃ. Οὐ γὰρ ὁ ἐν λόγοις σοφός, αυτός μοι σοφός, οὐδ᾽ ἔσεις γλῶσσαν μὲν εύστροφον ἔχει, ψυχὴν δὲ ἄπτατον καὶ ἀπαίδευτον· ἀλλ᾽ ὅστις ὀλίγα μὲν περὶ ἀρε τῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ διὰ τοῦ βίου προστίθησιν. Κρείσσων γὰρ εὐμορφία θεωρουμένη τῆς λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος δν αἱ χεῖρες κατέχον. σιν, ἢ ὄνειροι πλάττουσι· καὶ σοφία οὐχ ἡ τῷ λόγῳ λαμπρυνομένη, ἀλλ᾽ ἡ διὰ τῶν ἔργων ελεγχομένη. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν (φησὶν), ἀλλ᾽ οὐ τοῖς κηρύττουσι. Η γὰρ φιλοσοφητέον, ἢ τιμητέον φιλοσοφίαν, εἴπερ μὴ μέλλοιμεν παντελῶς ἔξω τοῦ καλοῦ πίπτειν, μηδὲ ἀλογίαν κατακριθήσεσθαι, λογικοί γεγονότες, καὶ διὰ λόγου πρὸς λόγον σπεύδοντες. Σοφώτεροι γὰρ τῶν πολλῶν οἱ κόσμου χωρίζαν τῆς ἑαυτοὺς, καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες. Οὐδὲν ἀναλωτότερον φιλοσοφίας, οὐδὲν ἀλυπώτε τερον. Πάντα ενδώσει πρότερον ή φιλόσοφος. Δύο ταῦτα δυσκράτητα, Θεὸς καὶ ἄγγελος, καὶ τὸ τρίτον φιλοσοφία, αῦλος ἐν ὕλῃ, ἐν σώματι ἀπερίγραπτος, ἐπὶ γῆς οὐράνιος, ἐν πάθεσιν ἀπαθὴς, πάντων ἡττώμενος πλὴν φρονήματος, νικῶν τὸ νικᾶσθαι τοὺς κρατεῖν νομίζοντας. Εγώ μίαν σοφίαν οἶδα, τὸ φοβεῖσθαι Θεόν. Αρχή τι γὰρ σοφίας φόβος Κυρίου· καὶ, Τέλος λόγου τὸ πᾶν ἄχους, τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. Έπεται τῇ γνώσει τὰ ἔργα, ὡς τῷ σώματι ἡ σκιά. Αμήχανον τὰ μεγάλα πρὸ τῶν μικρῶν παιδευθῆναι. Ωσπερ γὰρ ὁ ἥλιος ἁπάντων ἐστὶ φῶς τῶν ὄψεις ἐχόντων, οὕτω καὶ ὁ σοφὸς τῶν ὅσοι λογικῆς κεκο:- νήκασι φύσεως. Ονείρῳ ἔοικεν ὁ τῶν ἀπαιδεύτων βίος, κενάς ἔχων φαντασίας. Εύπλαστον καὶ ὑγρὸν ἡ νεότης, καὶ ταῖς νεωτέ ρεῖς ψυχαῖς ἀπαλαῖς ὅτι τὰ μαθήματα ἐντίκτεται. Πᾶν δὲ τὸ σκληρὸν χαλεπῶς μαλάττεται. Τὸ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ ἀξιωματικών· τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ σοφίας ἐστὶν, ὡς καὶ τὸ εἰδέναι ὅτι ἐδίκησε δικαιοσύνης. Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτείν γήθειν ποιεῖ, οὐδὲ τὸ χρημάτων ἀπορεῖν εἰς ταπείνωσιν ἄγει, τῆς ἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπεράνω αὐτῶν ἱστασθαι παρασκευαζούσης. Πᾶσα ἐπιστήμη, χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς, πανουργία, ἀλλ᾽ οὐ σοφία φαίνεκαι. Αντισθένης ερωτηθεὶς, τί δήποτ' οὐχ οἱ πλούσιοι πρὸς τοὺς σοφοὺς ἀπίασιν, ἀλλ᾽ ἀνάπαλιν, εἶπεν, ε
col. 935–936page 86 of 240
PG 136:935πρὸς τὸν βίον, οἱ δὲ οὐκ ἴσασιν, ἐπεὶ μᾶλλον σου φίας ἢ χρημάτων ἐπεμελοῦντο. Α Οτι οἱ σοφοὶ μὲν ἴσασιν ὧν ἐστιν αὐτοῖς χρεία Αριστοτέλης τὴν μὲν βίζαν τῆς παιδείας ἔφη εἶναι πικρὰν, τοὺς δὲ καρποὺς γλυκείς. Παιδεία εὐτυχοῦσι μὲν ἔστι κόσμος, ἀτυχοῦσι δὲ καταφύγιον. Τὰς μὲν πόλεις ἀναθήμασι, τὰς δὲ ψυχὰς μαθή ματι δεῖ κοσμεῖν. Σωκράτης ερωτηθεὶς, τί τῶν ζώων κάλλιστον, ἔφη· Ανθρωπος παιδεία κεκοσμημένος. Ὁ αὐτὸς ὀνειδιζόμενος υπό τινος ότι βαρβαρίζει, ἔφη· Ἐγὼ μὲν τῷ λόγῳ, ὑμεῖς δὲ τῷ τρόπῳ. Σόλων ἐνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ρήτορα, Καὶ γὰρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μά γειρον μισθοῦμαι. Κλεάνθης τοὺς ἀπαιδεύτους ἔφη μόνῃ τῇ μορφή τῶν θηρίων διαφέρειν. ν Εμπεδοκλῆς πρὸς τὸν λέγοντα, ὅτι οὐδένα σορίν εὑρεῖν δύναμαι, Κατὰ λόγον, εἶπε· τὸν γὰρ ζητοῦντα σοφὸν αὐτὸν πρότερον εἶναι δεῖ συφόν. Θεόκριτος ὁ Χῖος ἀφυοῦς ποιητοῦ ἀκρόασιν ποιούμενος, ερωτώμενος ὑπ' αὐτοῦ πολά ἐστιν τὰ καλῶς εἰρημένα, ἔφη· Α παρέλιπες. Φιλόσοφος ἔχων δύο μαθητάς, ἕνα μὲν ἀφυλ, φιλόπονον δὲ, ἕτερον δὲ εὐφυῆ, ἀργὸν δὲ, εἶπεν· 'Αμ φότεροι ἀπόλοισθε· ὅτι σὺ μὲν θέλων οὐ δύνῃ, σὺ δὲ δυνάμενος οὐ θέλεις. Βέλτιον ὀψιμαθῆ καλεῖσθαι, ἢ ἀμαθῆ. Ο μὲν γεωργὸς τὴν γῆν, ὁ δὲ φιλόσοφος τὴν ψυχὴν ἐξημεροί. Ταῖς μὲν πόλεσι τὰ τείχη, ταῖς δὲ ψυχαῖς ὁ ἐκ παιδείας νοῦς κόσμον καὶ ἀσφάλειαν παρέχεται. Νεανίσκου ἐν θεάτρῳ ἐναβρυνομένου, καὶ λέγοντος σοφὸς εἶναι, πολλοῖς ὁμιλήσας σοφοῖς, εἰπό τις Κἀγὼ πολλοῖς πλουσίοις, ἀλλὰ πλούσιος οὐκ εἰμί. Ὁ αὐτὸς ἔφη· Οὐ καλὸν πεπαιδευμένον ἐν ἀπαιδεύτοις διαλέγεσθαι, ὥσπερ οὐδὲ νήφοντα μεθύει Οινοπίδης ὁρῶν μειράκιον πολλά βιβλία κτώμενον, ἔφη· Μὴ τῇ κιβωτῷ, ἀλλὰ τῷ στήθει. Σωκράτης ερωτηθεὶς τί ἥδιστον ἐν τῷ βίῳ, ἔφη Παιδεία καὶ ἀρετὴ, καὶ ἱστορία τῶν ἀγνοουμένων. Λάσος ερωτηθεὶς ὑπό τινος τί εἴη σοφώτατον, Πεῖρα, ἔφη. Ὁ αὐτὸς, ἀφυοῦς ζωγράφου λέγοντος αὐτῷ, Κα νίασόν σου τὴν οἰκίαν, ἵνα αὐτὴν ζωγραφήσω, ἔφη· Οὐμενοῦν, ἀλλὰ σὺ πρότερον αὐτὴν ζωγράφησαν, Τα μετὰ ταῦτα ἐγὼ αὐτὴν κονιάσω. Η διὰ τῶν πραγμάτων εμπειρία κρείττων πάν σης σοφιστικής διδασκαλίας ἐστί.

Part I, Sermon LIPars I, Sermo LI

col. 937–938page 87 of 240
PG 136:937Τί ἡ γῆ βαρύτερον βαστάζει ; "Ανθρωπον ἀπα!- Α δευτων. Οι πεπαιδευμένο τόσον διαφέρουσι τῶν ἀπαι δεύτων, ὅσον Θεὸς τῶν ἀνθρώπων. Καχοῖς συνεχῶς ὁμιλῶν γενήσεται καὐτὸς ἐκείτοις ὅμοιος. ΛΟΓΟΣ ΝΑ'. Οὐαὶ ὑμῖν ὅταν καλῶς εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τους ψευδοπροφήτας οι πατέρες αὐτῶν. Ἐκ τοῦ αὐτοῦ στόματος εξέρχεται ευλογία καὶ κατάρα. Δοκίμιον ἀργυρίου καὶ χρυσίου πύρωσις· ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος εγκωμιαζόντων αυτ τόν. ἀλήθειαν. Αἱ τῶν τιμῶν ὑπερβολαί παρασκευάζουσι τινας καὶ τοῦ δέοντος ὑπερφρονῆσαι. Πρώτη τῶν εὐεργεσιῶν τὸ ἐπαινεῖσθαι τὰ καλά. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος, ζῆλος δὲ ἀρετῆς, ἀρετὴ δὲ μακαριότητος, ἡ δὲ τὸ ἄκρον τῶν ἐφετῶν, καὶ πρὸς ὁ τείνει πᾶσα σπουδαίου κίνησις. Πολλοί πολλάκις αὐτὰς τὰς ἀρετὰς διὰ τοὺς πόλ τους φεύγοντες, διὰ τὴν ἐξ αὐτῶν εὐφημίαν αἱροῦνκαι πονεῖν. Οὐ μόνον τὸ μετιέναι καὶ ζηλοῦν ἀρετὴν, ἀλλὰ καὶ τὸ τοὺς μετιόντας ἐπαινεῖν καὶ θαυμάζειν, φέρει τινὰ μισθὸν ἡμῖν οὐ μικρόν. Ὥσπερ οὐχ οἱ τὰ φαῦλα πράσσοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς ἢ καὶ χαλεπωτέρας κοινωνήσουσι κολάσεως· οὕτως οἱ τοὺς τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσί · καὶ τοῦτο αὐτὸ ἀπὸ τῆς Γραφῆς ἔστιν ἰδεῖν· πρὸς γοῦν τὸν Αβραὰμ ὁ Θεὸς ἔλεγε· . Τοὺς εὐλογοῦντάς σε εύκ λογήσω, καὶ τοὺς καταρωμένους σε καταράσομαι. Ὁ γὰρ ἐπὶ τοῖς κατορθώμασιν ἔπαινος σφοδροτέραν τοῖς κατορθώμασι τὴν πρὸς τὸ κρεῖττον ἐπιθυμίαν προστίθησι. Σοφόν τινα τῶν κολάκων τινὲς ἐμακάριζον· ὁ δὲ φτσι πρὸς αὐτούς· Εἰ μὲν τοῦ ἐπαινεῖν με παύσησθε, ἐκ τῆς ὑμῶν ὑποχωρήσεως μέγα εἶναι ἐμαν- D τὸν νενόηκα· εἰ δὲ ἐπαινοῦντες οὐ παύεσθε, ἐκ τοῦ μαι. Θηρεύουσι τοῖς μὲν αυσὶ τοὺς λαγωούς οι κυνηγοί, τοῖς δὲ ἐπαίνοις τοὺς ἀνοήτους οι πολλοί. Τὲν μὲν λιβανωτὸν τοῖς θεοῖς, τὸν δὲ ἔπαινον τοῖς ἀγαθοῖς ἀπονέμειν δεῖ. Πιστοὺς ἡγοῦ μὴ τοὺς πᾶν ὅ τι ἂν ποιῇς καὶ λέἐπιτιμώντας. Οἶδε γὰρ πολλοὺς πολλάκις καὶ λωβᾶσθαι τῶν ἀν θρώπων ὁ ἔπαινος. Χαυνοί γὰρ τὴν προθυμίαν, καὶ τὸν δρόμον λυμαίνεται. Καὶ ἡγούμενος τις αὐτὸ κατα

Part I, Sermon LIIPars I, Sermo LII

col. 939–940page 88 of 240
PG 136:939ειληφέναι τοῦ δρόμου τὸ τέρμα (τοῦτο γὰρ ὁ ἔπαι νος ὑπαινίττεται) παύεται τοῦ τρέχειν, καὶ τὴν νίκην ἀπόλλυσι. Εἰ θέλεις καλῶς ἀκούειν, μάνθανε καλῶς λέγειν πειρῶ καλῶς πράττειν, καὶ οὕτως καρπώσῃ τὸ και λῶς ἀκούειν. Παρόντων μὲν μήτε λέγε, μήτε ἐπαίνει· τὸ μὲν γὰρ ἔχθραν φέρει, τὸ δὲ κολακείαν. Ζῶν μὲν ἐπαινοῦ, ἀποθανὼν δὲ μακαρίζου. Ὁ αὐτὸς εἶπεν, Ὅταν ἐπαινῶσι με πολλοί, τότε νομίζω μηδενὸς ἄξιος εἶναι· ὅταν δὲ ὀλίγοι, σπου δαῖος ἄνθρωπος. Κόσμος πόλει μὲν εὐανδρία, σώματι δὲ κάλλος· ψυχῇ [Γ. δὲ δικαιοσύνη], τὰ δ' ἐναντία τούτων άχος. μία. "Ανδρα δὲ καὶ γυναῖκα καὶ λόγον καὶ ἔργον καὶ πόλιν καὶ πράγμα χρὴ τὴ μὲν ἄξιον ἐπαίνου ἐπαίνῳ τιμᾷν, τῷ δ' ἀναξίῳ μῶμον ἐπιθεῖναι. Ἴση γὰρ ἁμαρτία καὶ ἀμαθία μέμφεσθαί τε τὰ ἐπαινετὰ, καὶ ἐπαινεῖν τὰ κωμητά. Οὐαὶ, ὅταν καλῶς εἴπωσιν ὑμᾶς οἱ ἄνθρωποι. Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. Διὰ τῆς χρηστολογίας ἐξαπατῶσι τας καρδίας τῶν ἀκάκων, Λόγοι κερκώπων μαλακοί, οὗτοι δὲ τύπτουσιν εἰς ταμεία σπλάγχνων. Κρείσσων ἀνὴρ ἐλέγχων τοῦ κολακεύοντος. Οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ἐδῶν ταράσσουσιν. Φύγωμεν κολακείας καὶ θωπείας, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον καὶ ποικίλον. Οὐδὲν γὰρ χαλεπώτερον τοῖς εὖ φρονοῦσι τοῦ πρὸς δόξαν ζην, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου. Τοῦτο φίλος κόλακος διενήνοχε, τὸ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μήτε τῶν λυπούντων ἀπὸ έχεσθαι. Εστι γὰρ ἀνδρὸς μεγαλόφρονος φίλων ἀποδέχεσθαι μᾶλλον ἐλευθερίαν, ἢ ἐχθρῶν κολακείαν. Πολλῷ βέλτιον βραχέα λυπήσαντα, μέγιστα ώφελῆσαι, ἢ τὸ πρὸς ἡδονὴν διώκοντα, ζημιῶσαι τῷ κεφαλαίῳ. Οταν μεταβολή τις γένηται πρὸς τὸ χεῖρον, τότε τῶν κολάκων ἀφαιρεῖται τὰ προσωπεία· τότε ὁ χορὸς ἐλέγχεται τῶν ὑποκριτῶν, καὶ ἡ σκήψις του πράγματος. Ανοίγεται πάντων τὰ στόματα, Ο μιαρός, λέγοντες, ὁ πονηρὸς, ὁ παμπόνηρος. Οὐ χθὲς αὐτὸν ἐκολάκευες ; οὐ τὰς χεῖρας αὐτοῦ κατέ-
col. 941–942page 89 of 240
PG 136:941φίλους; Προσκοπειον ἦν ἐκεῖνα. Ἦλθεν ὁ καιρός, καὶ ἔρριψα τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ. Τὰς τῶν ἀρχόντων ευπραγίας μᾶλλον ἢ τοὺς ἄρ γοντας αὐτοὺς εξώθασι θεραπεύειν οἱ πλεῖστοι. Κάκον ή κολακεία γραπτή πανοπλία. Διὸ τέρψιν μὲν ἔχει, χρείαν δὲ οὐδεμίαν παρέχει. Τὰ μὲν ξύλα τὸ πῦρ αὐξάνοντα, ὑπ' αὐτοῦ πυρὸς καταναλίσκεται· ὁ δὲ πλοῦτος τρέφων τους κόλακας ὑπ' αὐτῶν τούτων διαφθείρεται. Ὥσπερ οι κόρακες παρεδρεύοντες εξορύσσουσι τοὺς τῶν νεκρῶν ὀφθαλμούς, οὕτως οι κόλακες τοῖς ἐπαίνοις τοὺς λογισμούς διαφθείρουσι τῶν ἀν θρώπων. Λαγῷ μὲν κύνα, φίλῳ δὲ κόλακα φύσει πολέμιον ἡγητέον. Χαίρειν χρὴ τοῖς ἐλέγχουσιν, οὐ τοῖς κολακεύουσιν. Οἱ μὲν γὰρ ἡμᾶς λυποῦντες διεγείρουσιν, οἱ δὲ χαριζόμενοι εκλύουσι καὶ σκελίζουσιν. Διόρα καὶ τοὺς τέχνῃ κολακεύοντας, καὶ τοὺς μετ' εὐνοίας θεραπεύοντας, ἵνα μὴ πλεῖον οἱ πονηροὶ τῶν χρηστῶν ἔχωσιν. Μίσει τοὺς κολακεύοντας, ὥσπερ τοὺς ἐξαπατῶν· τας. Αμφότεροι γὰρ πιστευθέντες τοὺς πιστεύσαντας ἀδικοῦσι. Ἐπὶ τῆς κολακείας ὥσπερ ἐπὶ τοῦ μνήματος αὐτὸ μόνον τὸ ὄνομα τῆς φιλίας επιγέγραπται. Ὁ αὐτὸς ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάχνει, ἔφη · « Τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δ' Δημοσθένης έφη, τὸν κόλακα τούτο διαφέρειν τοῦ κόρακος, ὅτι ὁ μὲν ζῶντας, ὁ δὲ νεκροὺς ἐσθίει. Αντισθένης φησιν Αἱρετώτερον εἰς κόρακας ἐμ πεσεῖν ἢ εἰς κόλακας· οἱ μὲν γὰρ ἀποθανόντος τὸ σῶμα, οἱ δὲ ζῶντος τὴν ψυχὴν λυμαίνονται. Οἱ μὲν κόρακες τῶν τετελευτηκότων τοὺς ὀφθαλμοὺς λυμαίνονται, οἱ δὲ κόλακες τῶν ζώντων τὰς ψυχάς διαφθείρουσιν. Ὥσπερ ὁ ᾿Ακταῖος ὑπὸ τῶν τρεφομένων ὑπ' αὐτοῦ κυνῶν ἀπέθανεν, οὕτως οι κόλακες τους τρέφοντας κατεσθίουσιν. Κράτης προς νέον πλούσιον, πολλούς κόλακας ἐπισυρόμενον, εἶπε· Νεανίσκε, ἐλεῶ σου τὴν ἔρημίαν. Έλεγχε σαυτὸν ὅστις εἶ, καὶ μὴ πρὸς χάριν Ακου', ἀφαιροῦ δὲ κολάκων παρρησίαν. Χαῖρε τοῖς ἐλέγχουσί σε μᾶλλον ἢ τοῖς κολακεύουσιν· ὡς δ᾽ ἐχθρῶν χείρονα; ἐκτρέπου τους Ἡ τῶν κολάκων εὔνοια καθάπερ ἐκ τροπῆς φεύγε: τὰς ἀτυχίας. Αποστρέφου τῶν κολάκων τους απατηλούς λό γους· ἐξαμβλύνοντες γὰρ τοὺς τῆς ψυχῆς λογισμούς, Εν ΠΡΟ ΞΕ, ὮΝ Ἐλαιγα. ὙΑΦΕΝ 9 φεαῖμηφη καὶ ἔῤῥιψα τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ ὅταν νοίᾳ. Νόσος φιλίας ἡ κολακεία, Τὰς τῶν ἀρχόντων εὐπραγίας μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν οἱ πλεῖστοι. Ἔοικεν ἡ κολακεία γραπτῇ πανοπλίᾳ. Διὸ τέρψιν μὲν ἔχει, χρείαν δὲ οὐδεμίαν παρέχει. Τὰ μὲν ξύλα τὸ πῦρ αὐξάνοντα, ὑπ᾽ αὐτοῦ πυρὸς καταναλίσχεται " δ'δὲ πλοῦτος τρέφων τοὺς κύλαχας ὑπ᾽ αὐτῶν τούτιον διαφθείρεται. Ὥσπερ οἱ κόρακες παρεδρεύοντες ἐξορύσσουσι τοὺς τῶν νεκρῶν ὀφθαλμοὺς, οὕτως οἱ χύλαχες τοῖς ἐπαίνοις τοὺς λογισμοὺς διαφθείρουσι τῶν ἀν. θρώπων. Λαγῷ μὲν κύνα, φίλῳ δὲ κόλακα φύσει πολέμιον ἡγητέον, Χαίρειν χρὴ τοῖς ἐλέγχουσιν, οὐ τοῖς χολαχεύουαἰν. Οἱ μὲν γὰρ ἡμᾶς λυποῦντες διεγείρουσιν, οἱ δὲ χαριζόμενοι ἐκλύουσι καὶ σχελίζουσιν. Διόρα καὶ τοὺς τέχνῃ χολαχεύοντας, καὶ τοὺς μετ᾽ εὐνοίας θεραπεύοντας, ἵνα μὴ πλεῖον οἱ πονηροὶ τῶν χρηστῶν ἔχωσιν. Μίσξι τοὺς κολακεύοντας, ὥσπερ τοὺς ἐξαπατῶντας. ᾿Αμφότεροι γὰρ πιστευθέντες τοὺς πιστεύσαντας ἀδικοῦσι. . Ἐπὶ τῆς χολαχείας ὥσπερ ἐπὶ τοῦ μνήματος αὑτὸ μόνον τὸ ὄνομα τῆς φιλίας ἐπιγέγραπται. Ὁ αὐτὸς ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάἄνει, ἔφη τ « Τῶν μὲν ἀγρήων συχοφάντης, τῶν δ᾽ ἡμέρων κόλαξ, ν Δημοαθένης ἔφη, τὸν χόλαχα τοῦτο διαφέρειν τοῦ κόραχος, ὅτι ὁ μὲν ζῶντας, ἃ δὲ νεχροὺς ἐσθίει. "Ἀντισθένης φησίν’ Αἰρετώτερον εἰς κόραχας ἐμπεσεῖν ἢ εἰς κόλακας" οἱ μὲν γὰρ ἀποθανόντος τὸ σῶμα, υἱ δὲ ζῶντος τὴν ψυχὴν λυμαίνονται, Οἱ μὲν κόραχες τῶν τετελευτηκότων τοὺς ὀφῦαλμοὺς λυμαίνονται, οἱ δὲ κόλαχε; τῶν ζώντων τὰς ψυχὰς διαφθείρουσιν... Ὥσπερ ὁ ᾿Αχταῖος ὑπὸ τῶν τρεφομένων ὑπ᾽ αὐτοῦ κυνῶν ἀπέθανεν, οὕτως οἵ χύλακες τοὺς τρέφοντας χατεοθίουσιν. : Κράτης πρὸς νέον πλούσιον, πολλοὺς κόλαχατ ἐπισυρόμενον, εἶπε " Νεανίσκε, ἐλεῶ σου τὴν ἔρημίαν. Ἔλεγχε «αυτὸν ὅστις εἰ, καὶ μὴ πρὸς χάριν “Ακου᾽, ἀφαιροῦ ἔξ κολάκων παῤῥησίαν. Χαῖρε τοῖς ἐλέγχουσε σε μᾶγλον ἢ τοῖς κολακεύουσιν" ὡς δ᾽ ἐχθρῶν χείρονα; ἐκτρέπον τοὺ; χολαχεύοντας. Ἢ τῶν κολάχων εὔνοια καθάπερ ἐκ τροπῆς φεύγει τὰς ἀτυχίας. Ἀποστρέφου τῶν χολάχων τοὺς ἀπατηλοὺς λόγουξ" ἐξαμδλύνοντες γὰρ τοὺς τῆς ψυχῆς λογισμοὺς,

Part I, Sermon LIIIPars I, Sermo LIII

col. 943–944page 90 of 240
PG 136:943Α οὐ συγχωροῦσι τῶν πραγμάτων τὴν ἀλήθειαν. Η γὰρ ἐπαινοῦσι τὰ ψόγου άξια, ἢ ψέγουσι πολλάκις τὰ ἐπαίνων κρείττονα. Οἱ δελφίνες μέχρι τοῦ κλύδωνος συνδιανήχονται τοῖς κολυμβῶσι, πρὸς δὲ τὸ ξηρὸν οὐκ ἐξοκέλλουσιν· οὕτως οἱ κόλακες ἐν εὐδίᾳ παραμένουσι, καὶ τοὺς φίλους εἰς ἀποδημίαν προπέμποντες μέχρι τῆς λείας συμπαρακολουθοῦσιν· ἐπειδὰν δὲ εἰς τραχείαν Ελ θωσιν, ἁπίασιν. Πασῶν γὰρ τῶν κακῶν αἰσχίστην ἄν τις εὕροι τὴν κολακείαν. Φωκίων ειώθει λέγειν προς Αντίπατρον· Οὐ δύνασαί μοι καὶ φίλῳ καὶ κόλακι χρήσασθαι. Μακάριοι ἐστὲ, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώ ξωσιν. Λοιδορούμενοι, εὐλογοῦμεν· βλασφημούμενοι, παρ ρακαλοῦμεν. Καλύπτουσιν ἔχθραν χείλη δίκαια· οἱ δὲ ἐκφέρον τις λοιδορίας άφρονέστατοί εἰσι. ᾿Ανὴρ ἁμαρτωλός ταράξει φίλους, καὶ ἀνὰ μέσον ειρηνευόντων βαλεῖ διαβολήν. Πρὶν ἐξετάσῃς, μὴ μέμψη. Νόησον πρῶτον, καὶ τότε ἐπιτίμα. Οὐ τὰ ῥήματα πέφυκε τας λύπας κινεῖν, ἀλλ' ἡ κατὰ τοῦ λοιδορήσαντος ἡμᾶς ὑπεροψία, καὶ ἡ ἑκάστου αὐτῶν φαντασία. Πεφύκασι πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπείαι, αἱ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι' οὗ γνωρισθώσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσιν. Τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ αὐτὸς ἑαυτόν. Τὸ μὲν ἐπιτιμᾶν οὐ μέγα· ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς εὐσεβοῦς καὶ νοῦν ἔχοντος. Κακῶς ἀκούειν κρείσσον ἢ λέγειν κακώς. Απτεται οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ὁ μῶμος. Ὥσπερ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω τὸ κακῶς λέγειν καὶ διαβάλλειν. ἔχθρας καὶ ἀπεχθεία; καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονε. Οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ὄντας παρὰ πάντων ἀκούειν καλῶς, Εἰ οἱ παραδεχόμενοι ἀκοὴν ματαίαν οὐκ ἂν τύχοιεν συγγνώμης, οι διαβάλλοντες καὶ λοιδοροῦντες ποίαν ἕξουσιν ἀπολογίαν ; Μὴ τῷ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Οἱ πολλοὶ τῶν ἀνθρώπων τῶν μὲν ἰδίων ἁμαρτη - μάτων συνήγορος γίνονται, τῶν δὲ ἀλλοτρίων κατή χοροί. Επιστόμιζε τὸν διαβάλλοντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλὴν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνης, καὶ ταυ
col. 945–946page 91 of 240
PG 136:945τὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πληστον φλυαρεῖν οὐκ ἀνακόπτων. ὺς εὐχερῶς τὰς ἀλλοτρίας διαβολὰς ἀποδέχεται, οὐδὲ τῶν ὁμοίων οὗτος ἀπέχεται πράξεων. Η γὰρ εργασία τοῦ ἐπιτηδεύματος εἰς κοινωνίαν φιλεῖ καθἔχειν καὶ τὸν ἀναίτιον. Γλώσσα βλάσφημος διανοίας κακῆς ἔλεγχος Καθάπερ ἡ Αἰσώπειος αλεκτορίς, πρὸς τὴν απ λουρον ώς δὴ κατ' εύνοιαν, αὐτῆς νοσούσης, όπως έχει πυνθανομένης, Καλῶς, εἶπεν, ἂν σὲ ἀποστῇς· οὕτω πρὸς τοιοῦτον ἄνθρωπον ἐμβαλόντα λόγον ὑπὲρ τῆς διαφορᾶς, καὶ πυνθανόμενον καὶ ὑπορύττοντα τῶν ἀποῤῥήτων ἔνια χρὴ λέγειν· 'Αλλ' ἔμοιγε πράγμα πρὸς ἀδελφὸν οὐδὲν, ἂν μήτε ἐγὼ τοῖς διαβάλλουσι προσέχω, μήτε ἐκεῖνος. Ψίθυρον καὶ διάβολον ἄνδρα μὴ προσδέχον· οὐ γὰρ ἕνεκεν εὐνοίας τοῦτο ποιεῖ. Ὡς γὰρ τὰ τῶν ἄλ λων ἀπόῤῥητα ἀπεκάλυψέ σοι, ὡσαύτως καὶ τὰ ὑπὸ τοῦ λεγόμενα ἑτέροις ἀναθήσεται. Ὑπὸ πολλῶν διαβάλλεσθαι κακῶν οὔτε ἀληθὲς ούτε βλαβερόν· τὸ δὲ ὑφ᾽ ἑνὸς ἀγαθοῦ ψέγεσθαι καὶ ἀληθὲς, καὶ λυσιτελές. Τινὸς σοφιστοῦ αἰτιωμένου αὐτὸν, καὶ λέγοντος, Διὰ τί με κακῶς λέγεις; Ὅτι μὴ καταφρονεῖς, ἔφη, τὸν κακῶς λέγοντα. Πελοπίδου ἀνδρείου στρατιώτου διαβληθέντος τῷ Δημώνακτι, ὡς βλασφημοῦντος αὐτὸν, Ἐγὼ τὰ μὲν ἔργα, ἔφη, αὐτοῦ βλέπω, τὸν δὲ λόγον οὐκ ἤκουσα. ΑΙ. Πελοπίδας ἀνδρείου στρατιώτου διαβληθέντος αὐτῷ, ὡς βλασφημοῦντος, κ. τ. λ. Ηδιον οὐδὲν, οὐδὲ μουσικώτερον Εστ' ή δύνασθαι λοιδορούμενον φέρειν. Καὶ γὰρ ὁ λοιδορών, ἂν ὁ λοιδορούμενος Μὴ προσποιῆται, λοιδορεῖται ὁ λοιδορών. Οστις διαβολαῖς γε πείθεται ταχύ, Ητοι πονηρὸς αὐτός ἐστι τοῖς τρόποις, "Η παντάπασι παιδαρίου γνώμην έχει. | Πολλοὶ γοῦν ἤδη μείζω κακά πεπόνθασιν ὑπὸ τῶν διαβολῶν ἢ τῶν πολεμίων. Καὶ πολλοὶ ἤδη μείζω ἠδίκηνται ὑπὸ τῆς τῶν ὤτων ἀσθενείας, ἢ ὑπὸ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Κακουργότερον οὐδὲν διαβολῆς ἐστί που, Λάθρα γὰρ ἀπατήσασα τὸν πεπεισμένον, Μῖσος ἀναπλάττει πρὸς τὸν οὐδὲν αἴτιον. Ο διαβαλών φίλον μὴ εὐδοκιμείτω, κἂν ἀληθῇ λέγῃ. Εἰπόντος αὐτῷ τινος, Ο φίλος σε λάθρα λοιδορεί, εἶπε· Μὴ ἔλεγχε αὐτὸν, ἐπεὶ φανερῶς αὐτὸ ἔχει ποιεῖν. Ὁ μὲν ἀγαθὸς δρομεὺς τῆς ἱσπληγγος εὐθὺς καταπεσούσης, μόνου τοῦ πρόσω εφιέμενος, καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα, καὶ ποτὲ τὴν ἐλπίδα της νίκης ἔχων, τῷ πλησίον οὐδὲν κακουργεῖ, οὐδέ τι τούτου κατὰ τοὺς ἀγωνιστές πολυπραγμόνει· ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἀναθλος ἀνταγωνιστής, ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα, ἐπὶ τὴν κακοτε

Part I, Sermon LIVPars I, Sermo LIV

col. 947–948page 92 of 240
PG 136:947Α χνίαν τρέπεται, καὶ τοῦτο μόνον ἐξ ἁπαντος σκοπεί, ὅπως τὸν τρέχοντα ἐπισχών, ἢ ἐμποδίσας επιστομῇ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος. Διονύσιος ὁ βασιλεὺς ἀκούσας δύο νεανίσκους πολλὰ βλάσφημα περὶ αὐτοῦ καὶ τῆς τυραννίδος είν ρηκέναι παρὰ πότον, ἀμφοτέρους ἐκάλεσε περὶ δεῖ. πνον· ὁρῶν δὲ τὸν μὲν παροινοῦντα καὶ ληροῦντα πολλὰ, τὸν δὲ κοσμίως μετ' εὐλαβείας ταῖς πόσεςι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα, τοῦτον δὲ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμων ἐκ προαιρέσεως. Αλέξανδρος ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμεν νος, ὡς ἐπιβουλεύοντος, ἐπειδὰν ἔτυχεν ἐν αὐτῷ καιρῷ φάρμακον ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε ἐπιστολὴν ἀνεγίνω σχε, καὶ τὸ φάρμακον ἔπινεν. Τὸν αὐτόν φασι διαβαλλομένου τινὸς τῶν συνή θων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἐπιμελῶς ἐπιφράσ ξασθαι τῇ χειρὶ, ἀκεραίαν δηλονότι ταύτην διασώζοντα τῷ μὴ παρόντι. Κλεόβουλος μάλιστα σωφρονεῖν ἔφη, ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν, ἢ τὸν νό μου. Τῶν κατ' ἀρετὴν ζώντων ὁ τῆς λοιδορίας μώμος οὐχ άπτεται. Λοιδορούμενος ὑπό τινος φαλακροῦ, ἔφη· Σὲ μὲν οὐχ ὑβρίζω, τὰς δὲ τρίχας του ἐπαινῶ, ὅτι κακὸν ἐξέφυγον κρανίον. Προδότου δέ τινος κακῶς αὐτὸν λέγοντος ἔφη· Χαίρω ἐχθρός σου γενόμενος. Σὺ γὰρ οὐ τοὺς έχε θρούς, ἀλλὰ τοὺς φίλους κακῶς ποιεῖς. Αρίστιππος ὑβριζόμενος ὑπό τινος ἀνεχώρει· τοῦ δὲ ἐπιδιώκοντος, καὶ λέγοντος, Φεύγεις ; Ναί, ἔφη· τοῦ μὲν γὰρ κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ. Δημοσθένης λοιδορουμένου τινὸς αὐτὸν, Οὐ σύγκ καταβαίνω, εἶπεν, εἰς ἀγῶνα, ἐν ᾧ ὁ. νικώμενος τοῦ νικῶντος ἐστι κρείττων. . ΛΟΓΟΣ ΝΔ'. Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ἡμῶν διδόμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Μνημονεύετε Ἰησοῦν Χριστὸν, ἐγηγερμένον ἐκ νεκρῶν. Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται. Ἐν πᾶσι τοῖς ἔργοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ οὐχ ἁμαρτήσεις. Αμήχανον ἐκτραπήναι τῆς δικαίας ὁδοῦ μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Μνήμη ἐστὶν ἡ τοῦ γνωσθέντος τήρησις, ἀνάμνησι; δὲ ἡ τοῦ ἀπελθόντος ἀνάληψις. Μνημονευτέον Θεοῦ μᾶλλον ἢ ἀναπνευστέον. Τὸν Θεὸν ἔργοις μὲν σέβου, λόγοι; δὲ ὕμνει, ἐν νοίᾳ δὲ τίμα.

Part I, Sermon LVPars I, Sermo LV

col. 949–950page 93 of 240
PG 136:949βρωμάτων δὲ ἐν ταπεινώσει κοπέντων συνεξεκόπη - σαν πάθη. Πλάτων ἔλεγε τοὺς μὲν νέους σφόδρα, καὶ τοὺς γέροντας ἀμνήμονας εἶναι· ὑπαῤῥεῖν γὰρ τῶν μὲν διὰ τὴν αὔξησιν, τῶν δὲ διὰ τὴν φθίσιν. Ἐὰν ἀεὶ μνημονεύῃς, ὅτι ᾧ ἐργάζῃ κατὰ ψυχὴν * σῶμα Θεὸς παρέστηκεν ἔφορος, ἐν πάσαις σου ταῖς προσευχαῖς καὶ ταῖς πράξεσιν οὐ μὴ ἁμάρτης, ἕξεις δὲ τὸν Θεὸν σύνοικον. ὡς ἡδὺ τὴν θάλασσαν ἀπὸ γῆς ὁρᾷν, οὕτως ἡδὺ τῷ σωθέντι μεμνῆσθαι τῶν πόνων. ΛΟΓΟΣ ΝΕ'. Ο εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας αὐτὴν ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔτωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ. Η καταστροφὴ τῶν παρανόμων κακή. Τῇ γὰρ ἀσεβεία τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Τέκνον, ἐν πραύτητι δόξασον τὴν ψυχήν σου, καὶ δς αὐτῇ τιμὴν κατὰ τὴν τάξιν [αί. ἀξίαν] αὐτῆς. Ψυχῆς θησαύρισμα σώματος ἔνδεια. Τούτου γὰρ πλουτοῦντο;, ἐκείνη πένεται. Δέχεται μὲν γὰρ ζωὴν ἐκ τῆς ψυχῆς τὸ σῶμα· μεταλαμβάνει δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ @ Αἵματι καὶ πνοῇ κρατεῖται ἡ ψυχή. Τούτων γὰρ ἐκλειπόντων ἀναχωρεῖ καὶ ἡ ψυχή. Οὐ μόνον ἄγγελοι τὰ καθ' ἡμᾶς βλέπουσιν, ἀλλὰ καὶ πάντων ἁγίων αἱ ψυχαί. Τί σοι θέλεις γενέσθαι; ψυχὴν ἐμὴν ἐρωτῶ. Τι σοι μέγα, ἢ τί μικρὸν τῶν τιμίων; Κράτει σου. Ζή. τει μόνον προθύμως τι λαμπρόν, καὶ δώσομεν. Σῶμα μὲν εὐεκτεί καμνούσης ψυχῆς· ψυχὴ δὲ θάλλει καὶ ἄνω βλέπει, τῶν ἡδονῶν ὑποβαινουσών καὶ συναπομαραινομένων τῷ σώματι. Τρέφεται μὲν διὰ ψυχῆς σῶμα, κοινωνεῖ δὲ διὰ Υποχωροῦσα τοῦ σώματος ἡ ψυχή, ἐν συναισθή- D σει γίνεται τοῦ μέλλοντος αὐτὴν διαδέχεσθαι ἀγαθοῦ ἡ κακοῦ, ἀλλὰ καὶ αἰσθάνεται τῶν ἐντεῦθεν εἰς αὐτ τὴν τελουμένων· αἱ δὲ τῶν δικαίων καὶ πρεσβεύειν ὑπὲρ ἡμῶν δύνανται. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα. σώματος ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μέλλοντος αὐτῇ καλοῦ γενομένη, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος, * ἀποτεθέντο; ἢ οὐκ οἶδ' ὅ τι καὶ λέγειν χρή, θαυμασίαν τινὰ ἡδονὴν ἤδεται καὶ ἀγάλλεται καὶ ἵλεως χωρεῖ πρὸς τὸν ἑαυτῆς Δεσπότην· ὥσπερ τι δεσμε τήριον χαλεπὸν τὸν ἐντεῦθεν βίον ἀποφυγοῦσα, καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ᾽ ὧν τὸ

Part I, Sermon LVIPars I, Sermo LVI

col. 951–952page 94 of 240
PG 136:951Α τῆς διανοίας πτερὸν καθείλκετο· καὶ οἷον ἤδη τῇ φαντασία καρποῦται τὴν ἀποκειμένην μακαριότητα, Πάντα διπλά δέδωκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, δύο ὀφθαλμοὺς, δύο ὦτα, δύο χεῖρας, δύο πόδας· ἐὰν ὁπότερον τούτων βλαβῇ, διὰ τοῦ ἑτέρου τὴν χρείαν παραμυθούμεθα· ψυχὴν δὲ μίαν δέδωκεν ἡμῖν· ἐν ταύτην ἀπολέσωμεν, μετά τίνος έμβιοτεύσομεν; Ψυχή ἐστιν οὐσία τις ἀσώματος καὶ ἀθάνατος. Ψυχή ἐστιν οὐσία γεννητή, οὐσία ζώσα νοερά. Τῆς ψυχῆς ὡς ἡγεμόνος ἐπιμελοῦ· τοῦ δὲ σώματος ὡς στρατιώτου προνόει. Ψυχὴ σοφοῦ ἁρμόζεται πρὸς Θεόν. Ψυχὴν θάνατοῦ οὐκ ἀπόλλυσιν, ἀλλὰ κακὸς βίος. Εκαστον οὖν ἔχειν καὶ παρασκευάζειν δεῖ τὴν ἑαυτοῦ ψυχὴν πάντων καθαρὰν τῶν κακῶν. Ὡς γὰρ οὐ τιμᾶται Θεὸς ὑπ' ἀνθρώπου φαύλου, οὐδὲ θεραπεύεται δαπάναις, οὐδὲ τραγῳδίαις τῶν ἁλισκομένων, ἀλλ' ἀγαθῇ προαιρέσει τῶν καλῶν ἔργων καὶ δικαίων. ᾿Ανθρώποις ἀρμόδιον ψυχῆς μᾶλλον ἢ σώματος λόγον ποιεῖσθαι. Ψυχὴν σώματος ἀναγκαιότερον ἐᾶσθαι· τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρείσσον. Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες Ιατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Τροχιάς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Πραύθυμο; ἀνὴρ καρδίας Ιατρός. Επιστήμη Ιατροῦ ἀνυψώσει κεφαλήν αὐτοῦ, καὶ Έναντι μεγιστάνων θαυμαστωθήσεται. Οὔτε φευκτέον πάντη τὴν τέχνην, οὔτ᾽ ἐπ' αὐτὴν πάσας τὰς ἐλπίδας ἔχειν ἀκόλουθον. Αλλ' ὡς κεχρήσ μεθα μὲν τῇ γεωργικῇ, αιτούμεθα δὲ παρὰ τοῦ θεοῦ τοὺς καρποὺς, καὶ τῷ κυβερνήτῃ μὲν τὸ πηδάλιον ἐπιτρέπομεν, τῷ Θεῷ δὲ προσευχόμεθα ἐκ τοῦ πελάγους ἀποσωθῆναι· οὕτω καὶ ἰατρὸν εἰσάγοντες τῆς Ο πρὸς Θεὸν ἐλπίδος μὴ ἀφιστώμεθα. ᾿Ανεπιστήμων ἰατρὸς πρὸς κάμνοντας εἰσιών, ἀντὶ τοῦ εἰς ὑγείαν αὐτοὺς ἐπανάγειν, καὶ τὸ μικρὸν λεί ψανον τῆς δυνάμεως ἀφαιρεῖται. Οἶμαι τοὺς ἀρχαίους τῶν ἰατρῶν οὐχ ἁπλῶς οὐδὲ αλόγως νομοθετῆσαι, δημοσιεύεσθαι τὴν τῶν ποικίλων ἐργασιῶν ἀπόδειξιν, ἀλλ᾽ ἵνα τοὺς ὑγιαίνοντας ἀσφαλίζωνται. Τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακον. Ο μὲν οὖν μὴ ἔχων ἀπόλλυσιν, οὐκ εἰδὼς ὅπως χρή σεται. Οσῳ κρείττων ψυχὴ τοῦ σώματος, τοσούτῳ τις μιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυ χὰς ἐξιώμενος. Τέλειον ἰατρὸν λέγομεν οὐ τὸν θεραπεύοντα πάν

Part I, Sermon LVIIPars I, Sermo LVII

col. 953–954page 95 of 240
PG 136:953τως, ἀλλὰ τὸν μηδὲν εἰς ὠφέλειαν ἀνηκόντων καὶ θεραπείαν παραλείποντα. Ιατρὸν καὶ φίλον ἡγοῦ τοὺς ἐν ἀνάγκαις σπου δαίους. Νικοκλῆς τοὺς Ιατροὺς εὐτυχεῖς ἔλεγεν, ὅτι τὰς μὲν ἐπιτυχίας αὐτῶν ὁ ἥλιος ὁρᾷ, τὰς δὲ ἀποτυχίας ἡ γῆ καλύπτει. Στρατόνικος ἰατρὸν κολακεύων ἔλεγεν, Επαινῶ σου τὴν ἐμπειρίαν, ὅτι οὐκ ἐᾷς τοὺς ἀρρώστους κατασαπῆναι, τάχιον αὐτοὺς τοῦ ζῆν ἀπαλλάσσων. Τοῖς Ἀσκληπιάδαις μείζων ὀφείλεται χάρις επερ χομένην ἀναστέλλουσι νόσον ἢ παραπεσοῦσαν ίασαμένοις. Τοῦ γὰρ ἀπηλλάχθαι κακοῦ τὸ μὴ πάσχειν αἱρετώτερον. Τοῖς μὲν νοσοῦσιν Ιατρούς, τοῖς δὲ ἀτυχοῦσι φίλους δεῖ συμπαρεῖναι. Καὶ ἰατρὸν καὶ φίλον οὐ τὸν ἴδιον [[. ἡδίω], ἀλλὰ τὸν ὠφελιμώτερον δεῖ ἐκλέγεσθαι. Σοφὸς ἀκούσας παρὰ ἰδιώτου ἰατροῦ, ὅτι Γέρων γέγονας, ἔφη· Οτι οὐκ ἐχρησάμην ἰατρῷ. Περὶ νοσούντων. Ησθένησα, καὶ ἐπεσκέψασθέ με. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι τῶν ἀσθενῶν, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Ο; φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι ἀσθενοῦς. καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἀκούων, Μὴ ἔχνει επισκέπτεσθαι ἀῤῥώστους. Τέκνον, ἐν ἀρρωστημασί σου μὴ παράβλεπε, ἀλλ' εξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε. Απόστησον πλημμέλειαν, καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάση; ἁμαρτίας καθάρισον καρδίαν. Καὶ μνημόνευσον σεμιδάλεως, καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτοῦ χρεία. Καὶ μὴ ἀποστήτω σου· καὶ γὰρ αὐτὸν ἔκτι σεν ὁ Κύριος. Εστι καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία. Καὶ γὰρ αὐτοὶ Κυρίου δεηθήσονται, ἵνα δῷ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν εμβιώσεως. Ο ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπεσεῖται εἰς χεῖρας ἰατροῦ. Υλην ἀρετῆς ποιοῦ τὴν ἀσθένειαν. Πολλάκις καὶ μάστιγες ἁμαρτημάτων εἰσὶ τὰ ἀρο βωστήματα. "Ον γὰρ ἀγαπᾷ Κύριος, παιδεύει.. Επρεπεν ἡμῖν μὴ μακαρίζεσθαι, μηδὲ κάμπτεσθαι πρὸς τὰ πάθη, ἀλλὰ περιφρονεῖν τὸν πηλόν καὶ τὸ μὲν σῶμα ἐν πάσχειν τὸ ἑαυτοῦ, πάντως ὕστερον ἡ νῦν λυθησόμενον νόμῳ φύσεως (οιχήσεται γὰρ ἡ νήσῳ κάμνον, ἢ χρόνῳ), ἡμᾶς δὲ ὑψοῦ τὴν ψυχὴν ἔχειν, καὶ μετὰ τοῦ Θεοῦ τάττεσθαι τοῖς λου γισμοῖς. Ἐὰν μηδὲν ἔχῃς ἐνεγκεῖν τῷ ἀσθενοῦντι διὰ τὴν πενίαν, σαυτὸν εἰσάγαγε, καὶ τὴν ἀπὸ τῶν ῥημάτων αὐτῶν παραμυθίαν προσένεγκε· οὕτως γὰρ καὶ κατ' ἐκείνην ἀκούσῃ τὴν ἡμέραν, «Ασθενής ήμην, καὶ ἐπεσκέψασθέ με. Πολλάκις καὶ φύσις αέρων ήρκεσε μόνη πρὸς τὴν τοῦ κάμνοντο; ὑγείαν· ἔστι δὲ ὅπου καὶ ὕπνο, προσπεσὼν πρὸς καιρὸν, παντὸς ἀπήλλαξε πόνου τὸν Ιατρόν. ἡ

Part I, Sermon LVIIIPars I, Sermo LVIII

col. 955–956page 96 of 240
PG 136:955Τα σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀνα φέρει καὶ ταῖς ἐνδείαις· ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμελείαις καὶ ταῖς πλησμοναῖς πάλιν ὑπερ ῥεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀρρωστίας ἐπάνεισιν. ΛΟΓΟΣ ΝΗ. Ο πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν ἢ ἀρξώστημα Έμμονον. Ο μὲν ἐν τῷ βίῳ τυγχάνων οὔπω μακαριστής, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας Β τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωήν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθεί. Ἡ ἐπιπλεῖον ἐνταῦθα διατριβή πλειόνων κακῶν ἐστιν ἀφορμή. Θάνατοι δὲ ἐπάγονται τῶν ὅρων τῆς ζωῆς πληρωθέντων οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον έπηξεν ή δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένου. Εννόησον γὰρ ὅτι ὁ πλάτας ἡμᾶς καὶ ψυχώσας Θεὸς ἰδίαν ἔδωκεν εκάστῃ ψυχῇ τοῦ βίου διαγωγήν καὶ ἄλλοις ἄλλους όρους έπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπιπλεῖον παραμείναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμών τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας ἑαυτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων εναποκλείονται, οἱ δὲ ταχυτέραν ευρίσκουσι τῆς και κοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μέν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας εκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντο; ἡμᾶς προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ Δαβίδ, « Εξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή ; Τί δαι Συμεών, ὅτι ἠναγκαλίσατο τὸν Κύριον μένῳ πρὸς τὴν άνω διαγωγήν βαρυτέρα πάσης ματός ἐστι διατριβή. ἡμῶν, ποίαν φωνὴν ἀφῆκεν; Οὐχ ὅτι « Νῦν ἀπο λύεις τὸν δοῦλον σου, Δέσποτα; » Τῷ γὰρ ἐπειγ κολάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώ Ἔστι τις αἰτία ἀκατάληπτος, δι' ήν οἱ μὲν θάττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπιπλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ καταλιμπάνονται. Προσήκει καὶ τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλμοῖς ἔχειν τὴν τελευτήν. Δεν παρασκευασμένους ἐφ' ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς. • Εστω σαν γάρ, φησίν, αἱ ὀσφύες ὑμῶν περιεζωσμένα: καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. »
col. 957–958page 97 of 240
PG 136:957θάνατός ἐστι στέρησις ζωῆς. Καντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος. Εἰ πόλιν ἐκ πόλεως ἀμείβοντες τοῦ χειραγωγοῦντος δεόμεθα, πολλῷ μᾶλλον ἡ ψυχὴ τῆς σαρκὸς ἀπάρασα, καὶ πρὸς τὴν μέλλουσαν μεθισταμένη ζωὴν, τῶν ὁδηγησόντων αὐτὴν διηθήσεται. Δεῖ δὲ ἐπὶ θανάτῳ χαίρειν, ἂν μὲν νέος, ὅτι τα χέως ἀπηλλάγη τῶν ἐν μέσῳ κακῶν· ἂν δὲ πρεσδύτερος, ὅτι ὁ δοκεῖ ποθεινὸν εἶναι, τοῦτο μετὰ χόρου λαβὼν ἀπῆλθεν. Πονηρᾶς βιοτῆς πονηρὸν ἔσται τὸ τέλος. Ὁ μὲν ἐν φόβῳ εὑρισκόμενος ἐν τῷ καιρῷ τῆς ἐξίδου, ἐλευθερίῳ τρόπῳ τοὺς ταρταρίους οι παρελεύσεται ἄρχοντας. Συνήγορον γὰρ ὥσπερ ἔχουσιν ἐκεῖνοι τὴν τῆς ψυχῆς δειλίαν τῆς ἑαυτῶν κακίας· ἡ δὲ ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἀγαλλιωμένη ψυχὴ ἐν τῇ ὥρᾳ τῆς ἀναλύσεως ἐπάνω πασῶν τῶν σκοτεινῶν παρατάξεων σὺν τοῖς ἀγγέλοις τῆς εἰρήνης φέ ρεται. Ἐκ τοῦ βίου κράτιστόν ἐστιν ἐξελθεῖν͵ ὡς ἐκ συμποσίου, μήτε διψώντα, μήτε μεθύοντα. Ἐν νόσῳ διαθήκας γράφων, παραπλήσια πάσχει τοῖς ἐν χειμῶνι θαλαττίῳ εὐτρεπίζειν ἀρχομένοις τὰ τῆς νεὼς ὅπλα. Δἱροῦ καλῶς τεθνάναι μᾶλλον, ἢ ζῆν αἰσχρῶς. Κρείττον ἀποθανεῖν, ἢ δι᾽ ἀκρασίας τὴν ψυχὴν ἀμαυρῶσαι. Ταῖς νόσοις ὁ θάνατος ἀλλήλαις ἐπιλαμβανούσαις Ο οὐδ' αὐτὸς παρεῖναι ἀναβάλλεται. Διογένης ὁ Κυνικός, ὀδυρομένου τινὸς ἐπειδὰν ἐπὶ ξένης έμελλε τελευταν, εἶπεν· Τί ὀδύρη, ὦ μάταις; πανταχόθεν γὰρ ἡ ὁδὸς ἡ αὐτὴ εἰς ᾅδου. Ο θάνατος τοῖς εὐτυχοῦσιν ἐστι λυπηρότερος ή τοῖς ἐπιπόνως ζῶσιν. Οἱ μὲν ζῶντες ἐκ τῶν φίλων, οἱ δὲ τεθνεῶτες ἐκ τῶν ἐπιτρόπων δείκνυνται. Ἐχρὴν γὰρ ἡμᾶς σύλλογον ποιουμένους Τὸν φύντα θρηνεῖν εἰς ὅτ' ἔρχεται κακά Τὸν δ᾽ αὖ θανόντα, καὶ πόνων πεπαυμένον, Χαίροντας, εὐφημοῦντας, εκπέμπειν δήμων. Δημόκριτος νοσήσας καὶ ληθάργῳ περιπεσών, ὡς ἀνένηψεν, « Οὐδέν με, ἔφη, ἐξαπατήσει ή φιλοζωία, ο καὶ ἐξήγαγεν ἑαυτὸν τοῦ βίου. Ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι. Τοῦ γὰρ κακῶς ζῇν τὸ τεθνάναι κρείσσον. Τύμβῳ γὰρ οὐδεὶς πιστὸς ἀνθρώπων φίλος. Βίας θεασάμενος μάχαιραν ἐῤῥιμμένην, ἔφη· « Τίς σε ἀπώλεσεν, ἢ τίνα σύ ; » Ὁ αὐτὸς ἐρωτηθείς ποῖες τῶν θανάτων κακός, ἔφη· « Ο ἀπὸ τῶν νόμων ἐπαγόμενος. » Ψυχὴν θάνατος οὐκ ἀπόλλυσιν, ἀλλὰ κακὸς βίος.

Part I, Sermon LIX, LXPars I, Sermo LIX, LX

col. 959–960page 98 of 240
PG 136:959Α Εἰ μηδεὶς ἀπέθνησκεν, ατιμώρητος ἂν ἦν ἡ και • χία. Καυσιανοὶ τοὺς μὲν γεννωμένους θρηνοῦσι, τοὺς δὲ τελευτήσαντας μακαρίζουσι. Τι βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δικὸν οὐ κατανοεῖς ; Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ. Δυνατός γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. Περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ γνῶθι σαυτόν· ὅτι ἐν πᾶσι τούτοις άξει σε ὁ Θεὸς εἰς κρίσιν. Οἱ ἑαυτῶν ἐπιγνώμονες σοφοί. Συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς Ἡ ἀκριβὴς σεαυτοῦ κατανόησις αὐτάρχη σοι παρἔχει καὶ χειραγωγίαν πρὸς τὴν ἔννοιαν τοῦ Θεοῦ. Μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Μεμνήσῃ δὲ αὐτοῦ [αὐτῆς], ἐὰν προσέχης σαυτόν. Έπαθες, ἄνθρωπε, ὁ ἐγκαλεῖς· καὶ τὸ μὲν ἀλλά τριον κακὸν ἐπιμελῶς βλέπεις, τὸ δὲ σαυτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς. Οὗτος μάλιστα ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων. Εἰ βούλει γνῶναι Θεόν, προλαβών γνῶθι σαυτόν. Εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει. Οἶμαι τὸ μέλλον ἅπασιν ἀνθρώποις ἄδηλον, καὶ μικροί καιροί μεγάλων πραγμάτων αἴτιοι γίνονται. Διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις, καὶ προορισ μένους τὸ μέλλον φαίνεσθαι. Ηράκλειτος νέος ὢν πάντων γέγονε σοφώτερος, ὅτι ᾔδει ἑαυτὸν μηδὲν ὄντα. Σωκράτης ᾤετο μηδὲν εἰδέναι, πλὴν αὐτὸ τοῦτο, ὅτι μηδὲν οἶδεν· τοὺς δὲ λοιποὺς μηδὲ τοῦτο εἰδέ ναι. Οἱ μὲν σφοδρῶς πυρέττοντες τὴν ὄρεξιν καὶ τὴν ῥώμην, οἱ δ' ἐν τοῖς βασιλείοις παροικοῦντες, τὸν νοῦν καὶ τὰ ἤθη πεφύκασι διαφθείρεσθαι, εἰ μὴ τὸ, Γνῶθι σαυτόν, συχνῶς ἑαυτοῖς ἐπιλέγουσιν. Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδὲ Σου λομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἐν τούτων. Βούλομαι τὰς γυναῖκας ἐν καταστολή κοσμία μετά αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. σους βλεφάροις

Part I, Sermon LXIPars I, Sermo LXI

col. 961–962page 99 of 240
PG 136:961Κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ. Μὴ βδελύξῃ ἄνδρα ἐν δράσει αὐτοῦ, μηδὲ αἰνέσης ἄνδρα ἐν κάλλει αὐτοῦ. Κάλλος ἐστὶ τὸ ἐν τῇ συνθέσει τῶν μελῶν εὐάρε μοστον, ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Κάλλος νόμιζε την φρενῶν εὐκοσμίαν. Οὐκ ἀπὸ τῆς διαπλάσεως, ἀλλ' ἀπὸ τῶν τρόπων καὶ τῆς κοσμιότητος τὸ κάλλος χαρακτηρίζεται. Εἰς κάτοπτρον κύψας, θεώρει· καὶ εἰ μὲν καλὸς φαίνει, άξια τούτου πρᾶττε· εἰ δὲ αἰσχρὸς, τὸ τῆς ὄψεως ελλειπὲς ὡράιζε καλοκαγαθίᾳ. Αίσωπος ἀνειδιζόμενος ὅτι χαλεπήν ἔχει τὴν ὄψιν, ἔφη· Μή μου τὸ εἶδος, ἀλλ᾽ εἰς τὸν νοῦν πρόσεχε. Οταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος Χρηστός, διπλασίω, ὁ προσιὼν ἀλίσκεται. Τὰ τῶν καλῶν φιλήματα φυλάττεσθαι δεῖ, ὡς τὰ τῶν ἰσβόλων δήγματα. Διογένης, θεασάμενος μειράκιον εὔμορφον, καὶ διὰ τοῦτο φιλούμενον, ἔφη· Σπούδασον, μειράκιον, τοὺς τοῦ σώματος ἐραστὰς εἰς τὴν ψυχὴν μεταγαγεῖν. Ο αὐτὸς, θεασάμενος νεανίσκον καλλωπιζόμενον, ἔφη· Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖ;· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. Αριστοτέλης, θεασάμενος μειράκιον ὡραῖζόμενον, ἔφη· Οὐκ αἰσχύνῃ, ὅτι, τῆς φύσεως ἄνδρα σε ποιησάσης, ἑαυτὸν τεθήλυκας; Ο αὐτὸς νέου τινὸς εὐειδοῦς μὲν τὴν ὄψιν, ἀσελ τοὺς δὲ τὸν τρόπον, λοιδορουμένου αὐτοῦ καὶ λέγον· τος, εἰ ἐπίσης αὐτῷ ἐμισεῖτο ὑπὸ τῶν πολιτῶν, ἀπήγξατο ἂν, ἔφη· Ἐγὼ δὲ ἀπηγξάμην ἂν, εἰ ἐπίσ της σοι τῶν πολιτῶν ἐφιλούμην. Ἐὰν καλὸν ἔχῃς σῶμα καὶ ψυχὴν κακὴν, καλὴν ἔχεις ναῦν καὶ κακὸν κυβερνήτην. Καλὴν γυναῖκ᾽ ἐὰν ἴδῃς, μὴ θαυμάσης· Τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει. Σιμοκάτου τήν τε θέαν οὔτε λόγος ἐκφράσειεν, οὔτε ζωγράφου χεῖρες μιμήσαιντο. Ην γὰρ ὁ νεα νίας εὐσθενὴς, ὄρθιος, τὸ περιστέρνιον λάσιος" οἱ δὲ ὀφθαλμοὶ δορκάδος αὐτῷ, τὸ δὲ βλέμμα οὔτε θυμῷ φοινισσόμενον, οὔτε μαλακώτερον τῇ ὑγρότητι, ἀλλ' ἀνδρεῖον καὶ πρᾶον ὁμοῦ· ἡ δὲ χροιά ἡ τοῦ σώματος οὔτε πρὸς τὸ μελανώτερον μετεσκεύαστο. Ἡ δὲ θρίξ ηρέμα πως επεκύμαινεν, ἐν τῇ ουλότητι κυανίζουσα. Δ: δὲ παρειαὶ οὔτε κατέρου κατέρυθραι], γυναικώδες γάρ, οὔτε πάλιν ὠχρότητι την εὐπρέπειαν ἐπεστυγναζον. Κάλλος οξύτερον τιτρώσκει βέλους, καὶ διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν καταῤῥεῖ. ΛΟΓΟΣ ΕΑ'. Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖνο
col. 963–964page 100 of 240
PG 136:963Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Δόξαν σοφοί κληρονομήσουσι, οἱ δὲ ἀσεβεῖς ὑψών σουσιν ἀτιμίαν. Οδός δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωήν καὶ δόξαν. Γενεά σοφῇ φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή. Μὴ δὸς μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐν ἡμέρᾳ δ ξης μὴ ἐπαίρου. Μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Πολλοὶ δυνάσται ἡτιμάσθησαν σφόδρα, καὶ ἔνδο ξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. Μὴ ζηλώσει; δόξαν ἁμαρτωλῶν. Μεγιστάνι ταπείνου τὴν κεφαλήν σου. Με διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μή ποτε εμπέσης εἰς τὰς χεῖρας αὐτοῦ. Προσκαλουμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τότε μάλιστα προσκαλέσεται. Ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου. Εἰ δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερβαίνεσθαι, καὶ εὐδόκιμος ἐν τοῖς κοσμικοῖς πράγματ σι γίνεσθαι, όσο δίκαιος, σώφρων, φρόνιμος, ἀνδρεῖος, ὁπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβεία; παθή μασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τήν περιφάνειαν. Τον προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ έκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Οφειλεν ἄνθρωπος ἐν τῇ παρὰ Θεῷ δόξῃ μεμενηκέναι, καὶ εἶχεν ἂν ὕψος οὐκ ἐπίπλαστον, ἀλλ' ἀλη θινόν, δυνάμει Θεοῦ μεγαλυνόμενος. Ἐπειδὴ δὲ τὴν τῆς θείας δόξης ἐπιθυμίαν μετέθηκε καὶ μείζονα προσδοκήσας, σπεύσας ὅπερ οὐκ ἠδύνατο λαβείν, ἀπώλεσεν ὅπερ ἔχειν ἡδύνατο. Βούλομαί σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα. Πρῶτον μὲν οὖν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι • Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. » Τὸ γὰρ ολιγοχρόνιον τῆς ζωή, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης ευημερίας, καιριωτάτης παρὰ τῷ προφήτη τετύχηκε τῆς εἰκόνος. Σήμερον εὐθαλῆς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν, ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμήν αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, τῷ χρόνῳ μερικ θεὶ;, ἢ νόσῳ· διαλυθείς. Ο δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ καὶ πλῆθος περὶ αὐτὸν καλάκων, δορυφορία φίλων προσποιητῶν τὴν ἐπ' αὐτῶν χάριν θεραπευόντων, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμένης, ἐσμὸς τῶν ἐφεπομένων μυρίες τῶν τε ἐπισιτίων, καὶ τῶν κατὰ τὰς ἄλλας χρείας αὐτῷ προσεδρεύοντων, οὓς καὶ προϊών, καὶ πάλιν ἱπανιὼν ἐπισυρόμενος ἐπίφθονός ἐστιν τοῖς ἐντυγχάνουσιν. Πρὸς δὲ τῷ πλούτῳ εὕροι; καὶ πολιτικήν
col. 965–966page 101 of 240
PG 136:965πια δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς ἐθνῶν Λ ἐπιμέλειαν ἢ καὶ στρατοπέδων ἡγεμονίαν, καὶ τὸν κήρυκα μέγα βοῶντα προϊόντα πρὸ αὐτοῦ, τοὺς ῥαβδοφόρους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τάς πληγάς, τὰς δεν σμεύσεις, επαγωγάς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρη τοῦ ὁ παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο ; Μία νύξ, ἢ πυρετὸς ἢ πλευρί τις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον, οίχεται, πᾶσαν τὴν κατ' αὐτὴν σκευὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη, ὥσπερ ἐνύπνιον, ἀπηνέχθη. ὥστε ἐπιτέτευκται ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης. Δόξης ἀεὶ φρόντιζε τῆς αἰωνίου Ἡ γὰρ παρούσα ψεύδεται καθ' ἡμέραν. Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ' ἄγαν τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος Κρείσσον γὰρ εἶναι τοῦ δοκεῖν· εἰ δ' ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μηδὲ τὴν νέαν. Η μὲν γὰρ παρὰ τῶν ἀνθρώπων δόξα τῶν δοξαζέντων μιμεῖται τὴν εὐτέλειαν, ὅθεν καὶ μεταπίπτει ῥᾳδίως · ἡ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλ' ἀκίνητος μένει διηνεκώς. Καὶ ταῦτ' ἀμφότερα δηλῶν ὁ προς φήτης, κἀκείνης τὸ ἐμμετάπτωτον, καὶ ταύτης τὸ μόνιμον, οὕτως ἔλεγεν· . Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. » Απασαν τὴν ἀνθρωπίνην ευημερίαν οὐδὲ πρὸς χόρτον, ἀλλ' ἑτέραν ὕλην εὐτελεστέραν ὁ προφήτης παρέβαλεν, δ ἄνθος αὐτὴν ὀνομάσας χόρτου πᾶσαν ὁμοῦ. Οὐδὲν γὰρ μέρος αὐτῶν προέθηκεν, οἷον πλοῦτον, ἢ τρυ φήν, ἢ δυναστείαν, ἢ τιμήν, ή τι τοιοῦτον· ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις λαμπρά μια προηγορίᾳ τῇ τῆς δόξης περιβαλών, οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου, εἰκών· . Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνω θος χόρτου, ἐξηράνθη χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Φύσει μὲν γὰρ χόρτου (φησίν) ἔοικε τῶν ἀνθρώπων τὸ γένος, ἄνθη δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία. Καὶ καθάπερ τοῦ χόρτου ξηραινου μένου τὸ ἀνθος εκπίπτει, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος ή δυναστεία καὶ ἡ ὑπερηφάνεια σβέννυται. Τὰ μὲν φυτὰ ἀπὸ τῆς ῥίζης, ἡ δὲ δόξα ἀπὸ τῆς πρώτης λήψεως [αί. λίξεως] αὔξει. Οὐδεὶς φροντίζων δόξης ἀγαθῆς γένοιτ' ἂν ἀνὴρ. φαῦλος. Καλὸν δὲ ἀντὶ [αί. ἀρ'] βραχείας ἀπολαύσεως ἀλλάξασθαι δόξαν αιώνιον. Αξίωμα μέγιστόν ἐστιν οὐ τὸ κεχρῆσθαι τιμαῖς [α!. τιμῆς], ἀλλὰ τὸ ἄξιον ἑαυτὸν [for. αὐτῶν] εἶναι νομίζεσθαι. Τῶν τὰς δόξας ζηλοῖς, τούτων καὶ τὰ ἀγαθὰ πρά ξης.

Part I, Sermon LXIIPars I, Sermo LXII

col. 967–968page 102 of 240
PG 136:967Ο μαθὼν ἄρχεσθαι, καὶ ἄρχειν εὐθὺς μανθάνε:· οὐδὲ γὰρ, εἰ πάσης γῆς καὶ θαλάσσης τὸ κράτης ἀνάψαιτό τις, ἄρχων ἂν εἴη πρὸς ἀλήθειαν, εἰ μὴ μάθῃ καὶ προπαιδευθείη τὸ ἄρχεσθαι. Πάντες οἱ ἄρχεσθαι καλῶς μεμαθηκότες, καὶ ἄρο χειν εἴσονται, παρελθόντες εἰς ἐξουσίαν. ΛΟΓΟΣ ΞΒ. Ελθόντες δὲ καὶ οἱ πρῶτοι ἐνόμισαν ότι πλεύνα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Οπου ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Φθόνος οὐκ οἶδε προτιμάν το συμφέρον. Τῷ ἀνδρὶ ὁ ζῆλος παρὰ τοῦ ἑταίρου αὐτοῦ. . Μη συμβουλεύου μετὰ ὑποβλεπομένου σε· ἀπὸ τῶν ζηλούντων ἔκκρυψον βουλήν σου. Τι στενάζεις, φθονερέ ; τὸ ἴδιον κακόν, ἢ τὸ ἀλλ τριον ἀγαθόν ; Οὐχ ὁρᾷς ηλίκον ἐστὶν ἡ ὑπόκρισις ; καὶ αὕτη ἐκ φθόνου μάλιστα τοῖς ἀνθρώποις γίνεται. : Φθόνου γὰρ πάθος οὐδὲν ὀλεθριώτερον ψυχαῖς ἀνα θρώπων ἐμφύεται. "Ωσπερ γὰρ ἐς τὸν σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Οι κύνες τρεφόμενοι ἡμεροῦνται, καὶ οἱ λέοντες χειροήθεις θεραπευόμενοι γίνονται. Οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαίνονται. Εθος τῇ Γραφῇ πολλαχοῦ μετὰ τοῦ φόνου τάσσειν Ωσπερ ἡ ἐρυσίβη ίδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Οι μισόκαλοι δαίμονες ἐπειδὰν οἰκείας ἑαυτοῖς εύρωσι προαιρέσεις, παντοίως αὐταῖς ἀποκέχρηνται πρὸς τὸ ἴδιον βούλημα, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρήσασθαι τοῦ ἰδίου θελή ματος. Μή φθονήσεις τῷ κατορθοῦντι ὀφθανηθείς [forle ὡς φθονηθείς], καὶ φθονεῖσθαι πεισθεὶς, καὶ διὰ τοῦτο κατενεχθείς. ὡς ἀπόλοιτο ἐξ ἀνθρώπων ὁ φθόνος, ἡ δαπάνη τῶν ἐχόντων, ὁ τῶν πασχόντων [ός: τὸ μόνον τῶν παθῶν ἀδικώτατόν τε ἅμα καὶ δικαιότατον· τὸ μὲν, ὅτι πᾶσι διοχλεῖ τοῖς καλοῖς, τὸ δὲ, ὅτι ἀδικεῖ τοὺς Έχοντας. Ο δαίμων φθονεῖ μὲν, ἀνθρώποις δὲ, δαίμονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὤν, ἀνθρώποις φθονεῖς, καὶ ποίας τεύξῃ συγγνώμης ; Εἰ γὰρ ὁ τὸν φιλοῦντα ἀγαπῶν οὐδὲν πλέον ἔχει τελώνου, ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν ποίας τεύξει και φιλανθρωπίας;

Part I, Sermon LXIIIPars I, Sermo LXIII

col. 969–970page 103 of 240
PG 136:969Αριστοτέλης, Φθόνος, φησίν, ἀνταγωνιστής έστι Α τῶν εὐτυχούντων. Τοῖς μὲν διὰ τοῦ ἡλίου πορευομένοις έπεται κατὰ ἀνάγκην σκιά· τοῖς δὲ διὰ τῆς δόξης βαδίζουσιν ἀκολουθεῖ φθόνος. Τὸ τῆς δόξης κάλλος ὥσπερ ὑπὸ νόσου του φθόνου ταχύ καταφθείρεται. Ανάχαρσις ὁ Σκύθης ερωτηθείς, διὰ τίνα αἰτίαν ἄνθρωποι λυποῦνται πάντοτε, ἔφη· Οτι οὐ μόνον αὐτοὺς τὰ ἴδια κακὰ λυπεῖ, ἀλλὰ καὶ τὰ ἀλλότρια ἀγαθά, Ὥσπερ ὑπὸ τοῦ ἱοῦ τὸν σίδηρον, οὕτω τοὺς φθονερούς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. Ο αὐτὸς τὸν φθόνον εἶπεν ἔλκος εἶναι τῆς ἀλη θείας. Φθόνος στάσιος ἀρχὴν ἀπεργάζεται. Πολλοὶ θανόντας ἀμείβουσι τοῖς τάφοις, οὓς τῷ φθόνω πρότερον ήλγυναν ζώντας. Ο αὐτὸς τὸν φθόνον ἔφη τῆς ψυχῆς εἶναι πρίονα. Κλεόβουλος ὁ Λίνδιος ἐρωτηθεὶς ὑπό τινος, τίνα δεῖ μάλιστα φυλάττεσθαι, εἶπεν· Τῶν μὲν φίλων τὸν φθόνον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. Βίων ὁ σοφιστής, ιδών τινα φθονερὸν σφόδρα κεχυρότα, εἶπεν· Η τούτῳ μέγα κακὸν συμβέβηκεν, ἡ ἄλλῳ μέγα ἀγαθόν. Αγάθων εἶπε τοὺς φθονεροὺς τῶν ἀνθρώπων οὐχ οὕτως εὐφραίνεσθαι ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς, ὡς ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς. Θεμιστοκλῆς μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονείσθαι. Καθάπερ γὰρ αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις· οὕτω ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξανομένων πρὸς ἀρε τὴν, καὶ δόξαν ἠθῶν καὶ προσώπων κεκτημένων. Οὐαὶ ὑμῖν οἱ γελώντες, ὅτι πενθήσετε καὶ κλαύσετε. Αισχρότης, καὶ μωρολογία, καὶ εὐτραπελία, καὶ τὰ οὐκ ἀνήκοντα, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, ἀλλὰ μᾶλλον εὐχαριστία. Διήγησις μωρών προσόχθισμα, καὶ ἡ γέλως αὐτ τῶν ἐν σπατάλῃ ἁμαρτίας. Αχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ. ἀπρεπές, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον. Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει. » Εκκαχλάζειν δὲ τῇ φωνῇ ἱαι. τὴν φωνὴν, καὶ ἀναβράσσεσθαι [αι. ἀναβράζεσθαι] τὸ σῶμα, οὐ τοῦ [δοκίμου] περικρατῶς ἔχοντος ἑαυτοῦ. γὰρ διαθέσει προσώπου κατορθούται ψυχή.

Part I, Sermon LXIV, LXVPars I, Sermo LXIV, LXV

col. 971–972page 104 of 240
PG 136:971• 9:2 Αἱ μὲν τοίνυν τῶν σοφῶν ψυχαὶ σκυθρωπάζουσι καὶ συστέλλονται· αἱ δὲ τῶν ἀφρένων επαιρόμενοι διαχέονται. Μη παρὰ γέλοια σπούδαζε, μηδὲ παρὰ τὰ σπου δαῖα τοῖς γελοίοις χαίρε. Τὸ γὰρ ἄκαιρον πανταχού λυπηρόν. Γελάν & θέλων μετὰ μειρακίου αἰσχρὰς ὕβρεις κερδήσει καὶ μέμψιν. Οι σπουδάζοντες ἐν τοῖς γελοίοις ἐν τοῖς σπου δαίοις γίνονται καταγέλαστοι. Στρατόνικος ὁ κιθαριστής θεασάμενός τινα ἀφυῶς τοξεύοντα, ἀπελθὼν ἔστη παρὰ τὸν σκοπόν συν θανομένου δέ τινος τὴν αἰτίαν, « Ὅπως, ἔφη, με πληγώ. Ο Περὶ λογικοῦ καὶ λογισμού. ῾Ο ἀγαθὸς ἄνθρωπο, ἐκ τοῦ ἀγαθοῦ θησαυρού τῆς καρδίας ἐκβάλλει ἀγαθὰ, καὶ ὁ πονηρὸς ἄν θρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά, Οδοὶ ζωῆς διανοήματα συνετοῦ· ἀπὸ τῶν δια νοημάτων αὐτοῦ πλησθήσεται ἀνὴρ ἀγαθῶν. Λογισμοί δικαίων κρίματα. Εν σείσματι κοσκίνου διαμένει κοπρία· οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. Πολλοί λογισμοὶ ἐν καρδίᾳ ἀνδρός· ἡ δὲ βουλή τοῦ Θεοῦ κρατήσει εἰς τὸν αἰῶνα. Κρεῖστον λογισμός πράξεων ή χρημάτων. Τα μὲν γὰρ τῆς φθορᾶς ἐστιν, ὁ δὲ ἴσταται. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα φύγῃ παγίδα καὶ διὰ τοῦτο λογισμὸς τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσιν ἁμαρτήματα. Οὐ παύεται λογισμούς ή διάνοια τίκτουσα· σὺ δὲ τοὺς μὲν φαύλους Εκτιλλο, τοὺς δὲ ἀγαθοὺς γεώργει. Οὐχ ἡ τῶν πράξεων ἀποχή δικαιοῖ τὸν πιστὸν, ἀλλ᾽ ἡ τῶν ἐννοιῶν ἁγνεία καὶ ειλικρίνεια. Επισκοτεῖ τῷ μὲν ἡλίῳ πολλάκις τὰ νέφη, τῷ δὲ λογισμῷ τὰ πάθη. Ἐκ μὲν τοῦ ποδὸς τὴν ἄκανθαν, ἐκ δὲ τῆς ἀλόγου ψυχῆς τὴν ἄγνοιαν ὑπεξελέσθαι δεί. Ο τῷ λογισμῷ πάντα παρ' ἑαυτῷ σκοπῶν, Τὸ κακὸν ἀφαιρεῖ, τἀγαθὸν δὲ λαμβάνει. "Α ἄν σοι λογιζομένῳ βέλτιστα, ταῦτα τοῖς ἔργοις ἐπιτέλει. Α μὴ δεῖ ποιεῖν, μηδὲ ὑπονοοῦ ποιεῖν. Δεῖ, ὥσπερ ἐξ εύνομουμένης πόλεως φυγαδεύειν στασιαστὴν ἄνθρωπον, οὕτως ἐκ τῆς ψυχῆς τὸν πρὸς τα φαῦλα κεκλικότα λογισμόν. Περὶ ἑκουσίου καὶ ἀκουσίου, Ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δωρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, δαρήσεται ὀλίγας. Οὐαὶ δέ μοι ἐστιν, ἐὰν μὴ εὐαγγελίζομαι. Εἰ γὰρ ερὲ πογικοὺ καὶ κογισμου. Ὃ ἀγαθὸς ἄνθρωπο, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκδάλλει ἀγαθὰ, χαὶ ὁ πονηρὸς ἄγθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐχδάλλει πονηρά, Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ" ἀπὸ τῶν διανοημάτων αὐτοῦ πλησθήσεται ἀνὴρ ἀγαθῶν. ΔΛογισμοὶ δικαίων κρίματα. Ἐν σείσματι κοσχίνου διαμένει κοπρία" οὕτως σχύδαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ, Πολλοὶ λογισμοὶ ἐν χαρβίᾳ ἀνδρός " ἡ δὲ βουλὴ ποῦ Θεοῦ χρατήσει εἰς τὸν αἰῶνα. Κρεῖσπον λογισμὸς πράξεων ἢ χρημάτων. Τὰ μὲν γὰρ τῆς φθορᾶς ἔστιν, ὁ δὲ ἵσταται. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα φύγῃ παγίδα" καὶ διὰ τοῦτο λογισμὸς τοῖς ἀνθρώποις, ἵνα ἐχφύγωσιν ἁμαρτήματα ὁ ᾿ Οὐ παύεται λογισμοὺς ἡ διάνοια τίχτουσα " σὺ δὲ τοὺς μὲν φαύλους ἔχτιλλε, τοὺς δὲ ἀγαθοὺς γεώργει. Οὐχ ἡ τῶν πράξεων ἀποχὴ δικαιοῖ τὸν πιστὸν, ἀλλ᾽ ἡ τῶν ἐννοιῶν ἀγνείᾳ καὶ εἰλιχρίνεια. Ἐπισχοτεῖ τῷ μὲν ἡλίῳ πολλάχις τὰ νέφη, τῷ δὲ λογισμῷ τὰ πάθη. Ἐκ μὲν τοῦ ποδὸς τὴν ἄκανθαν', ἐκ δὲ τῆς ἀλόγου ψυχῆς τὴν ἄγνοιαν ὑπεξελέσθαι δεῖ. Ὁ τῷ λογισμῷ πάντα παρ᾽ ἑαυτῶ, σκοπῶν, Τὸ καχὸν ἀφαιρεῖ, τἀγαθὸν δὲ λαμβάνει. ; “Ἃ ἄν σοι λογιζομένῳ βέλτιστα, ταῦτα τοῖς ἔργοις, ἐπιτέλες. “Δ μὲ δεῖ ποιεῖν, μηδὲ ὑπονοοῦ ποιεῖν. Δεῖ, ὥσπερ ἐξ εὐνομουμένης πόλεως φυγαδεύειν στασιαστὴν ἄνθρωπόν, οὕτως ἐκ τῆς ψυχῆς τὸν πρὸς τὰ φαῦλα χεχλιχότα λογισμόν,

Part I, Sermon LXVIPars I, Sermo LXVI

col. 973–974page 105 of 240
PG 136:973Οἱ φόβοι τοῖς εὖ φρονοῦσιν οὐκ ἄχρηστοι, ἀλλὰ λίαν καλοὶ καὶ σωτήριοι. Εἰ γὰρ καὶ γίνεσθαι αὐ τοὺς ἀπευχόμεθα, γενομένοις γε παιδευόμεθα. Κά μνουσα γὰρ ψυχὴ ἐγγίζει θεῷ, φησί που θαυμασιών τατα λέγων ὁ Πέτρος. Οὐκ ἀπὸ θεωρίας ἀρξαμένους εἰς φόβον χρή και ταλήγειν. θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν· ἀλλὰ φόβῳ στοιχειουμένους, καὶ καθαιρομένους, καὶ ἵνα οὕτως είπω, λεπτυνομένους, εἰς ὕψος αίρεσθαι. Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ κτύποι, *Ανδρας δ' ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων. Οὐ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος. Ο γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομιείται στέφανον. Αίτιος ἡμῖν πολλῶν ἀγαθῶν, εἰ βουλοίμεθα, ο διάβολος· δεδοικότες γὰρ αὐτοῦ τὰς ἐπιβουλάς, νήφομεν καὶ μεμνήμεθα τοῦ Θεοῦ. Ο γὰρ ἐφεστώτα τὸν ἐχθρὸν ὁρῶν τῷ δυναμένῳ προστρέχει βοηθείν. Ὥσπερ ἀκτὶς ἡλίου δι᾽ ἐπῆς εἰσελθοῦσα ἐν οἴκῳ πάντα φωτίζει, ὡς καὶ τὸ λεπτότατον ὁρᾷν, τόν τε κονιορτόν πετόμενον· οὕτως καὶ φόβος Θεοῦ μετά διακρίσεως ἐν καρδίᾳ γενόμενος, πάντα αὐτῇ τὰ αὐ τῆς ἁμαρτήματα υποδείκνυσιν. Αρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ Θεοῦ φόβος, καὶ ῥίζα πάντων ἐν ἡμῖν ἀγαθῶν ὁ τοῦ Θεοῦ νόμος. Βίας ἐρωτηθεὶς τί ἂν εἴη τῶν κατὰ τὸν βίον ἄφο βον, εἶπεν, ὀρθὴ συνείδησις. ΛΟΓΟΣ ΕΖ'. Περὶ νόμου. Η κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με · καὶ ἐν τῷ νόμῳ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ή μαρτυρία ἀληθής ἐστιν. Οσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τὸ νόμον γνῶναι διανοίας ἐστὶν ἀγαθῆς. Ο φυλάσσων νόμον Κυρίου κρατεῖ τοῦ ἐννοήματος αὐτοῦ. Οὐ δυνατὸν σωθῆναι μὴ ποιοῦντα τὰ κατ' ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον. Δεινὴ γὰρ ἡ ἔπαρσις κριτές ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγαρί νειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὴν τοῦ Θεοῦ ἄνθρωπον, ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καταρτισθῆναι, εἰς μέτρον ηλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐπεὶ wash τὸν θεῖον νόμον, κἂν καθαρὸν ᾗ τὸ τελούμενον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βαλείς. ... φόβων γὰρ ἔξω πᾶς ὁ τοῦ νόμου φύλαξ. Δύο μὲν γὰρ τὰ διάγοντα ἡμᾶς ἐστι, φύσις καὶ νόμος. Κρατεῖ δὲ τοῦ νόμου ἡ φύσις. Ισασι καὶ οἱ νόμοι τὰ ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήματα. Είδη τῶν νόμων τρία, νόμος ὁ τῆς φύσεως, νόμος ὁ τοῦ γράμματος ὁ τῷ Μωϋσεῖ δοθεὶς, νόμος ὁ τῆς δ χάριτος.

Part I, Oration LXVIIPars I, Sermo LXVII

col. 975–976page 106 of 240
PG 136:975η Οἱ φόβοι τοῖς εὖ φρονοῦσιν οὐκ ἄχρηστοι, ἀλλὰ λίαν καλοὶ καὶ σωτήριοι. Εἰ γὰρ καὶ γίνεσθαι αὐ τοὺς ἀπευχόμεθα, γενομένοις γε παιδευόμεθα. Κά μνουσα γὰρ ψυχὴ ἐγγίζει θεῷ, φησί που θαυμασιών τατα λέγων ὁ Πέτρος. Οὐκ ἀπὸ θεωρίας ἀρξαμένους εἰς φόβον χρή και ταλήγειν. θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν· ἀλλὰ φόβῳ στοιχειουμένους, καὶ καθαιρομένους, καὶ ἵνα οὕτως είπω, λεπτυνομένους, εἰς ὕψος αίρεσθαι. Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ κτύποι, *Ανδρας δ' ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων. Οὐ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος. Ο γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομιείται στέφανον. Αίτιος ἡμῖν πολλῶν ἀγαθῶν, εἰ βουλοίμεθα, ο διάβολος· δεδοικότες γὰρ αὐτοῦ τὰς ἐπιβουλάς, νήφομεν καὶ μεμνήμεθα τοῦ Θεοῦ. Ο γὰρ ἐφεστώτα τὸν ἐχθρὸν ὁρῶν τῷ δυναμένῳ προστρέχει βοηθείν. Ὥσπερ ἀκτὶς ἡλίου δι᾽ ἐπῆς εἰσελθοῦσα ἐν οἴκῳ πάντα φωτίζει, ὡς καὶ τὸ λεπτότατον ὁρᾷν, τόν τε κονιορτόν πετόμενον· οὕτως καὶ φόβος Θεοῦ μετά διακρίσεως ἐν καρδίᾳ γενόμενος, πάντα αὐτῇ τὰ αὐ τῆς ἁμαρτήματα υποδείκνυσιν. Αρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ Θεοῦ φόβος, καὶ ῥίζα πάντων ἐν ἡμῖν ἀγαθῶν ὁ τοῦ Θεοῦ νόμος. Βίας ἐρωτηθεὶς τί ἂν εἴη τῶν κατὰ τὸν βίον ἄφο βον, εἶπεν, ὀρθὴ συνείδησις. ΛΟΓΟΣ ΕΖ'. Περὶ νόμου. Η κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με· καὶ ἐν τῷ νόμῳ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ή μαρτυρία ἀληθής ἐστιν. Οσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τὸ νόμον γνῶναι διανοίας ἐστὶν ἀγαθῆς. Ο φυλάσσων νόμον Κυρίου κρατεῖ τοῦ ἐννοήματος αὐτοῦ. Οὐ δυνατὸν σωθῆναι μὴ ποιοῦντα τὰ κατ' ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον. Δεινὴ γὰρ ἡ ἔπαρσις κριτές ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγαρί νειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὴν τοῦ Θεοῦ ἄνθρωπον, ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καταρτισθῆναι, εἰς μέτρον ηλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἐπεὶ τὸν θεῖον νόμον, κἂν καθαρὸν ᾗ τὸ τελούμενον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βαλείς. ... φόβων γὰρ ἔξω πᾶς ὁ τοῦ νόμου φύλαξ. Δύο μὲν γὰρ τὰ διάγοντα ἡμᾶς ἐστι, φύσις καὶ νόμος. Κρατεῖ δὲ τοῦ νόμου ἡ φύσις. Ισασι καὶ οἱ νόμοι τὰ ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήματα. Είδη τῶν νόμων τρία, νόμος ὁ τῆς φύσεως, νόμος ὁ τοῦ γράμματος ὁ τῷ Μωϋσεῖ δοθεὶς, νόμος ὁ τῆς δ χάριτος.

Part I, Oration LXVIIIPars I, Sermo LXVIII

col. 977–978page 107 of 240
PG 136:977Ζάλευκος ὁ τῶν Λοκρών νομοθέτης τους νόμους Δ τῆς ἀραχνίοις εἶπεν ὁμοίους εἶναι. Καὶ γὰρ εἰς ἐκεῖνα ἐὰν ἐμπέσῃ μυτα ή κώνωψ, κατέχεται· ἐὰν δὲ σφὴξ ή μέλισσα, διαῤῥήξασα ἀφίσταται. Ἐν τοῖς νόμοις ἐὰν ἐμπέσῃ πένης, συνέχεται· ἐὰν δὲ πλού στός, ἢ δυνατὸς λέγειν, διαρρήξας ἀποτρέχει. Σίλων ἐρωτηθεὶς ὑπό τινος, πῶς ἄριστα αἱ πότ λεις οἰκοῦνται, ἔφη· Ἐὰν μὲν οἱ πολίται τοῖς ἄρ χουσι πείθωνται, οἱ δὲ ἄρχοντες τοῖς νόμοις. Τοῖς μὲν δούλοις ἡ ἀνάγκη νόμος, τοῖς δὲ ἐλευθέροις ὁ νόμος ἀνάγκη. Νόμος βούλεται μὲν εὐεργετείν βίον ἀνθρώπων· οὐ δύναται δὲ ὅταν αὐτοὶ βούλωνται πάσχειν· ἐν γὰρ τοῖς πειθομένοις ἐνδείκνυται τὴν ἰδίαν ἀρετήν. Ὥσπερ τοῖς νοσούσιν ἰατροὶ σωτήρες, οὕτω καὶ τοῖς ἀδικουμένοις οι νόμοι. Νόμοι ἀληθέστατοι οἱ δικαιότατος. Νόμῳ καὶ ἄρχοντι καὶ τῷ σοφωτέρῳ είκειν κόσ σμιον. Τὰ παρὰ νόμον γινόμενα ἀντὶ μὴ γινομένων εἰσί. ΛΟΓΟΣ ΞΗ'. Περὶ τοῦ ὅτι δεῖ τιμᾷν ἀρετὴν, καὶ κολάζειν κακίαν. Ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Ο δε Κύριος εὐσεβεῖς ἐκ πειρασμού δύεσθαι, ἀδίπους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους της C ρεῖν. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ἄκακος. Πανούργος, ἰδὼν πονηρὸν τιμωρούμενον, κραταιῶς αὐτὸς παιδεύεται. Οὐ δίκαιον ἀτιμᾶσαι πτωχὸν συνετὸν, καὶ οὐ κατ θῆκον δοξάσαι ἄνδρα ἁμαρτωλόν, Δὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου· σὺ γὰρ αἴτιος εἶ τῆς ἐκείνου ἀπω λείας διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν, ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες. Αδικεῖ τοὺς ἀγαθοὺς ὁ φειδόμενος τῶν κακῶν. Ὅσοι τοὺς ἀδικοῦντας κολάζουσιν, οὗτοι τοὺς ἄλ λους ἀδικεῖσθαι χωλύουσιν. Ὁ ἀρετὴν τιμών πρώτην ἀλήθειαν τιμά, και μά λιστα ὡς ἀγαθοῦ παντὸς ἡγεμονεύουσαν. Σόλων ὁ σοφὸς ἐκείνην εἶπεν ἄριστα οἰκεῖσθαι τὴν πόλιν, ἐν ᾗ τοὺς ἀγαθούς συμβαίνει τιμᾶσθαι, κάτ κιστα δὲ οἰκεῖσθαι, ἐν ᾗ τοὺς κακούς. Δύο ἀφορμαὶ κινοῦσιν ἄνθρωπον εἰς Θεοῦ ἐπιμέλειαν, τιμωρία δυσσεβείας, καὶ γνώμης εὐσεβοῦς ἀμοιβαί. Αφόρητος γίνεται κακία επαινουμένη. Μὴ τιμωμένης ἀρετῆς ἡ κακία παρρησιάζει ται.

Part I, Sermon LXIXPars I, Sermo LXIX

col. 979–980page 108 of 240
PG 136:979ΛΟΓΟΣ ΕΘ'. Περὶ τοῦ ὅτι εύκολος ἡ κακία, καὶ δυσάριστος ἀρετή. Εἰσέλθετε διὰ τῆς στενής πύλης, ὅτι πλατεία ή πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Πασά παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρη νικὸν τοῖς δι' αὐτῆς ἐγγεγυμνασμένοις ἀποδίδωσιν. Ἔστιν ὁδὸς, ἡ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι; τὰ δὲ τελευταία αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Οδός ἁμαρτωλῶν ὡμαλισμένη ἀπὸ λίθων, καὶ ἐπ' Β ἐσχάτου αὐτῆς βόθρος ᾅδου. Τί τῶν ἀγαθῶν εὔκολον; Τίς καθεύδων τρόπαιον έστησεν; Τις τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας στεφάνοις κατεκοιμήθη; Οὐδεὶς μη δρα μὼν ἀνείλετο βραβείον. Πόνοι γεννῶσι δόξαν, κάτ ματοι δὲ προξενοῦσι στεφάνους. Πολλοὶ πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεἶναι· ἀλλὰ πάντων ἐκείνων τὴν ζημίαν ὑπέμειναν. Δυσκατόρθωτος ἡ ἀρετὴ, καὶ οὐ μικροῖς ἁλίσης - και πόνοις. Σπάνιον ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντες, καν εἰ πολὺ τὸ μεθέλκον εἴη καὶ προκαλούμενον. Πρόχειρον πρᾶγμα ή μοχθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον ὡς τὸ γενέσθαι κακόν. Τῆς αὐτῆς ἐστι δυσχερείας καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Πολλάκις γὰρ ὁ μὲν σπουδὴ προσέλαβεν, βαθυμία διέφθειρεν, δ δὲ ὄχνος ἀπώλεσεν, ἀνεκαλέσατο ἐπιμέν λεια. Κακίας ῥᾷον μεταλαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι. . Δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῇ φύσει, ὥσπερ καὶ ἐλ πῦρ ὕλῃ τῇ ὑγροτέρα - Έτοιμοι δὲ πρὸς τοῦ κακοῦ ἐργασίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι. Τὸ ἐν κακίᾳ περίβλεπτον πολλοὺς εἰς τὸν ὅμοιον ζῆλον τῶν εὐολισθήτων εφέλκεται. Πρόχειρον ή πονηρία τῷ κακῷ μᾶλλον ἀκολουθεῖν, ἢ ὑπὸ τοῦ κρείττονος ἀνακόπτεσθαι. Ῥᾷον γὰρ ἀπ' ἀρχῆς μὴ ἐνδοῦναι κακίαν, καὶ προϊοῦσαν διαφυγεῖν, ἢ προβαίνουσαν ἀνακύψαι, καὶ φανῆναι ταύτης ἀνώτερον· ὥσπερ καὶ πέτραν ἀπ' ἀρχῆς αἱρῆσαι καὶ κατασχεῖν, ἢ φερομένην ἀνώσασθαι. Πολλὴ μὲν ἡδονὴ τῇ κακία, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται πόνος καὶ ἱδρώς. Καὶ ποία σοι χάρις ἦν; τίνα δ᾽ ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον τὸ πράγμα ἦν; καὶ γὰρ πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνεσθαι γυναικὶ μισοῦντας. Τούτους οὖν σώφρονας καλέσομεν, η στεφανώσομεν; Ουδαμώς. Σωφρο

Part I, Oration LXXPars I, Sermo LXX

col. 981–982page 109 of 240
PG 136:981σύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχόμενον πε- Α ριγενέσθαι τῶν ἡδονῶν. Πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύρο ῥπο; ἐπὶ τὸ χεῖρον ἡ φύσις. Κόπῳ πολλῷ, καὶ μόχθῳ, καὶ ἱδρῶτι, κατορθοῦ και ἐν ἡμῖν ἦθος χρηστὸν καὶ εὐκατάστατον· καὶ τὰ πολλῷ μόχθῳ κατορθούμενα δυνατὸν ἐν μιᾷ και τοῦ ῥοπῇ ἀπολέσαι. ΛΟΓΟΣ Ο'. Περὶ εὐτυχίας καὶ δυστυχίας. (Λείπει τι ἐνταῦθα.) Μεγίστη γὰρ ἐπικουρία τοῖ, ἀτυχοῦσι μεταβολῆς Β ἐλπὶς, καὶ τὸ κρεῖ:τον ἐν ὀφθαλμοῖς κείμενον. Πληγὴ τοῖς εὖ φρονοῦσι παίδευμα γίνεται, καὶ κρείττων ευημερίας πολλάκις κακοπάθεια. Μεγίστη συμφορὰ ἀνθρώπῳ δυσπραγοῦντι καὶ ἡ ἐρημία τοῦ ἀνακτησομένου. Μέγα τῷ ἀτυχοῦντι φάρμακον ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως πολύ τι κουφίζει τῆς συμφοράς. Οὐ μικρὸν δὲ καὶ τὸ ἐν εὐημερίᾳ γενομένους μὴ εἰς λήθην ἐμπεσεῖν τῶν εὐεργετησάντων. Θρήνει τὸν ἁμαρτωλὸν εὐθηνοῦντα· τὸ ξίφος γὰρ αὐτῷ τῆς δίκης ἐπιτείνεται. Πάντων σου τῶν πραγμάτων κατευοδουμένων, ἐκδέχου μεταβολήν· καὶ πάλιν ποτὲ ὑπὸ ἀπροσδοκήτων συμφορῶν κυκλούμενος, φαντάζου τα χρηστὰ C καὶ κρείττονα. Εὐδαιμονίαν κτήσασθαι μὲν, οὐκ εὐχερές· κτη θεῖσαν δὲ μέχρι τέλους διασώσασθαι, πολλῷ δυσχερέστερον. Πάσα συμφορὰ κούφη ἐστὶν ἀνδρὶ μὴ κούφφ. οὔτε τὸν ἀῤῥωστοῦντα ἡ χρυσόπους ὠφελεῖ πλί νη, οὔτε τὸν ἀνόητον ἡ ἐπίσημος εὐτυχία. Τοῖς μὲν νοσοῦσιν Ιατρούς, τοῖς δ᾽ ἀτυχοῦσι φί λους δεῖ συμπαρεῖναι. Αἱ ἐπιφανεῖς τύχαι, καθάπερ οι σφοδροὶ τῶν ἀνέμων, μεγάλα ποιοῦσιν ναυάγια. Ὥσπερ οἱ ἐν εὐδίᾳ πλέοντες καὶ τὰ πρὸς τὸν χειμῶνα ἔχουσιν έτοιμα, οὕτως οἱ ἐν εὐτυχίᾳ φρονοῦν D τες εὖ καὶ τὰ πρὸς τὴν ἀτυχίαν ἡτοιμάκασι βοηθήματα. Εοικεν ἡ τύχη φαύλῳ ἀγωνοθέτη. Πολλάκις γὰρ τοὺς μὴ νικήσαντας στεφανοί. Ατυχίαν κρύπτε, ἵνα μὴ τοὺς ἐχθρούς σου εὐφράνης. Νόμιζε μηδὲν εἶναι τῶν ἀνθρωπίνων βέβαιον· οὖτω γὰρ οὔτε εὐτυχῶν ἔσῃ περιχαρής, οὔτε δυστυχῶν περίλυπος. Καὶ κυβερνήτης ἀγαθὸς ἐνίοτε ναυαγεῖ· καὶ ἀνὴρ σπουδαῖος ἀτυχεί. Καλὸν μὲν ἐπὶ ἐστίας φαίνεσθαι τὸ πῦρ λαμπρόν, ἐπὶ δὲ τῆς εὐτυχίας τὸν νοῦν. Σωκράτης ερωτηθείς, τί λυπεῖ τοὺς ἀγαθούς, ἔφη· • Ευτυχία πονηρῶν. »
col. 983–984page 110 of 240
PG 136:983Φιλεῖ γὰρ εὐημερία παράλογος ύβρεως έργα προ καλεῖσθαι. ῦν ἡ τύχη προπηλακίζει, καὶ παρὰ τῶν πράων οὗτος μάστιγας εὑρίσκει. Οὔτε οἱ ἄμουσοι τοῖς ὀργάνοις, οὔτε οἱ ἀπαίδευτο ταῖς τύχαις δύνανται συναρμόσασθαι. Δείκνυσιν ἡ μὲν τροπὴ τὸν κατὰ ἀλήθειαν ἀνα δρεῖον, ἡ δὲ ἀτυχία τὸν φρόνιμον. Εὐτυχῶν μὴ ἔσο υπερήφανος, ἀπορήσας δὲ μὴ ταπεινοῦ. Τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίσ στάσο φέρειν. ᾿Αλέξανδρος ὁ βασιλεὺς, ἰδὼν Διογένην κοιμώμενον ἐν πίθῳ, ἔφη· Ω πίθε μεστὲ φρενῶν. Ὁ δὲ φιλόσοφος ἀναστὰς, ἔφη· "Ω βασιλεῦ μέγιστε, Θέλω τύχης σταλαγμὸν ἢ φρενών πίθον. Πρὸς ἄν τις ἀντέφησε τῶν φιλοφρόνων Τανὶς φρενών μοι μᾶλλον ἢ βυθός τύχης. "Η; μὴ παρούσης, δυστυχοῦσιν αἱ φρένες. Δημήτριος τὸν μὴ δυνάμενον φέρειν ἀτυχίαν μηδ' εὐτυχίαν ἔφη δύνασθαι. Εὐτυχῶν μέτριος ἴσθι, ἀτυχῶν δὲ φρόνιμος. Οἱ πεπαιδευμένοι καθάπερ οἱ ἐκ παλαίστρας, καν πέσωσι, ταχέως καὶ ἐπιδεξίως ἐκ τῆς ἀτυχίας ἐξε ανίστανται. Εἰς μὲν τὸ εὐπλοῆσαι κυβερνήτου καὶ πνεύματος χρεία, εἰς δὲ τὸ εὐδαιμονῆσαι λογισμοῦ καὶ τύχης. Τὸν λογισμὸν ὥσπερ Ιατρὸν ἀγαθὸν ἐπικαλεῖσθαι δεῖ ἐν ἀτυχίᾳ βοηθόν. Εὐτυχίας ὥσπερ μέθης ἄφρων ἐπὶ πλεῖον ἀπος λαύσας, ἀνοητότερος γίνεται. Τῶν εὐτυχούντων ἀνταγωνιστής ο φθόνος. Ο μεμνημένος τί ἐστιν ἄνθρωπος ἐπ᾽ οὐδὲν τῶν συμβαινόντων δυσχερανεί. Ἱέρων ἐρωτηθείς, τίς ὁ εὐδαίμων, ἔφη· ι Ο τὸ μὲν σῶμα ὑγιὴς, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύ σιν εὐπαίδευτος.» Ρωμύλο; ἔφη τὰ παθήματα τοῖς ἀνθρώποις μα θήματα εἶναι περὶ τὸν βίον. Πολλοὶ γὰρ οὐ δυνάμεναι τῷ λόγῳ προορἂν τὸ μέλλον, τῷ πάσχειν ᾔσθον το τα πράγματα. Χρὴ γὰρ οὐκ ἐκ τῶν ἀποτελεσμάτων κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλ' ἐκ τῆς προαιρέσεως. Τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ δ᾽ ἡ προαίρεσις δοκιμάζεται, Εὐτυχέστερον ὑπάρχει συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως. Αἱ συμφοραὶ καὶ τὸν ἄγαν σώφρονα πολλάκις ἐξή γαγον ἀφεῖναί τι βῆμα τῶν αὐτοῦ τρόπων ἀνάξιον. Τὸ φυλάξασθαι τὰ ἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον.

Part I, Oration LXXI, LXXIIPars I, Sermo LXXI, LXXII

col. 985–986page 111 of 240
PG 136:985Περὶ βίου ανωμαλίας. Αμήν, αμήν λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνή πετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται, ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Η γυνὴ ὅταν τίκτῃ, λύτην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκ ἔτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαράν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητος, ἀλλ' ἐν τῷ Θεῷ τῷ ζῶντι. Φύσει μὲν οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὐταρκες, ἀλλὰ κύκλος τις τῶν ἡμε τέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δὲ ὅτε καὶ ὥρας, φέρων μεταβολάς. Καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ Ισταμέναις, καὶ νηός ποντοπυρούσης ίχνεσι, καὶ νυ κτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψάμμον παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίας. Νεκρῶν ἀχρηστότερα τα λαμπρὰ τοῦ παρόντος βίου. Ἐν τῇ εὐδίᾳ ὢν τοῦ βίου, ἐκδέχου ποτὲ καὶ χει μῶνα πραγμάτων.. Τὸ περὶ τὰ φαινόμενα την σπουδήν ἔχειν διόν ἐστι τοῖς μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένοις ἐλπίδα. Μὴ ἐξαπατάτω ἡμᾶς ἐν τῷ κόσμῳ τούτῳ περιφανῆ καὶ λαμπρὰ δεικνύμενα πράγματα. Παρέρχεται γὰρ πάντως, καὶ οὐδὲν τῶν φαινομένων στάσιμον. Πάντων σου τῶν πραγμάτων κατευθλουμένων, έχε τέχου καὶ ζημίαν. Πολλοὶ μὲν ἐπὶ τοῖς ἀμείνωσιν ἀλγοῦσι, πολλοὶ δὲ καὶ ἐπὶ τοῖς χείροσι χαίρουσι · πόσοι μὲν γὰρ πλου τοῦντες ἄχθονται ; πόσοι δὲ πενόμενοι ήδονται ; "Αλλους κάλλος καὶ ἰσχὺς ἔβλαψεν· ἄλλους αἶσχος καὶ ἀσθένεια ὠφέλησεν. Ετεροι τὴν εἰρήνην πρὸ τοῦ πολέμου τιμῶσιν· ἕτεροι πολεμεῖν μᾶλλον ἢ εἰρήνην ἐθέλουσι. Τί δ' οὐκ ἀεὶ τυραννοῦντέ; τινες ὀλοφύρονται; Καὶ τὸ μέγιστον, πλεῖστοι μὲν ὅσοι ἀηδῶς ζῶσι, πλεῖστοι δὲ ἡδέως ἀποθνήσκουσι. Ταυτόν ἐστιν ἐπὶ εὐτυχίᾳ μέγα φρονεῖν, καὶ ἐπὶ Ολισθηρᾶς ὁδοῦ σταδιοδρομεῖν. Εοικεν ὁ βίος θεάτρῳ· οἱ πολλάκις χείριστοι τὸν κάλλιστον ἐν ἑαυτοῖς κατέχουσι τόπον, Ταῖς τῶν καιρῶν μεταβολαῖς καὶ οἱ σφόδρα δυνα τοὶ τῶν ἀσθενεστέρων ἐνδ:εῖς γίνονται. Ανθρωπο; ὢν μέμνησο τῆς κοινῆς τύχης. θνητὸς πεφυκώς, τὰ ὀπίσω πειρῶ βλέπειν. Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ γένει. Βιοῖ γὰρ οὐδεὶς ἂν προαιρεῖται τρόπον. Περὶ λύπης καὶ ἀθυμίας. Μακάριοι οι πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήΘ. έψιν ἔξετε ἐν τῷ κόσμῳ.
col. 987–988page 112 of 240
PG 136:987Τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ ; Ὥσπερ σῆς ἱματίῳ, καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν. ᾿Απὸ λύπης ἐκβαίνει θάνατος· καὶ λύπη καρδίας κάμψει ἰσχύν. Πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχου; ἐστὶν ὁμιλία. Οὗτης οὖν ἐστιν ὁ νοήμων κυβερνήτης, ὁ ἐστυχι σμένως τῆς ὑποκειμένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμέσ νων, μήτε ἐπαιρόμενος ἐν ταῖς εὐθυμίαι:, μήτε και ταπίπτων ἐν ταῖς συμφοραῖς. Φέρει παραμυθίαν ὀδυνωμένῳ κοινωνία τῶν στεναγμῶν. Ἔστι ποτὲ ἡδονῆς λύπη τιμωτέρα, και κατήφεια πανηγύρεως, καὶ γέλωτος οὐ καλοῦ δάκρυον ἐπαινετόν. Μέγα γὰρ τὰ παρὰ τῶν ἀλγούντων φάρμαχον· οἱ γὰρ τὸ ἴσον τοῦ πάθους ἔχοντες πλέον εἰσὶν εἰς παι ραμυθίαν τοῖς πάσχουσιν. Ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σω τηρίαν ἡ θλίψις. Καιρός ἀθυμίας οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ᾿ ὅταν ὁρῶμεν κακῶς. Η ὑπερβολὴ τῆς ἀθυμίας οἶδε καὶ τῶν κατὰ φύσ σιν πολλάκις ἐκβάλλουσα φρενῶν ὑποβρύχιον ποιεῖν τὴν ψυχὴν, καὶ πρὸς ἅπαντα ἄχρηστον εργάζεσθαι τὰ καλά. Η λύπη εἰς πολλούς διαμεριζομένη μετριώτερον δάκνει τὸν πάσχοντα. Ιατρῶν λέγουσι παῖδες, ὅτι καὶ παρὰ στομάχου κατασκευὴν ἄκαιροι γίνονται λύπαι. Η οὐχὶ καὶ παρ' ἡμῖν τοῦτο συμπίπτειν εἰκὸς, ὅταν ἀλγῶμεν, καὶ μὴ εἰδῶμεν τῆς λύπης τὴν ὑπόθεσιν ; Μὴ τοίνυν ἀλύωμεν ἐν ταῖς θλίψεσιν, ἀλλ᾽ εὐχώμεθα μὴ εἰσελθεῖν εἰς πειρασμὸν, ἐπιστάντα δὲ δεχώμεθα. Τα τε γὰρ ὄντα αμαρτήματα ἀποτιθέμεθα, εἰ δέ τινα δικαιοσύνην ἔχωμεν, κἀκείνην λαμπροτέραν ἐργαζόμεθα· καὶ δείκνυσιν Ἰώβ, τότε μειζόνως διαλάμψας. Οὐδὲν γὰρ οὕτω λαμπρούς ποιεῖ καὶ ζηλωτοὺς καὶ μυρίων ἐμπίπλησιν ἀγαθῶν, ὡς πειρασμῶν πλῆθος, καὶ κίνδυνοι, καὶ πόνοι, καὶ ἀθυμίαι, καὶ τὸ διηνεκ χῶς ἐπιβουλεύεσθαι, καὶ παρ' ὧν οὐδαμῶς ἐχρήν, καὶ πράως ἅπαντα φέρειν. Θλίψιν ἔξετε ἐν τῷ κόσμῳ, ὁ Χριστός φησιν. Ούκ οὖν τότε μᾶλλον ἀλγεῖν ἐχρῆν, εἰ δν προείπεν ὁ Χριστὸς θλίψεως είναι χρόνον, τοῦτον ἐποιούμεθα τρυφῆς καὶ ἀναπαύσεως καιρόν. Μέναι τῶν ὁμοιοπαθῶν ὁμιλίαι τοῖς ἀθυμοῦσιν εὑρίσκονται παρηγορίας. Διὰ θλίψεως τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ήτοίμασας, ὁμοίως καὶ τὰ κακὰ διὰ κενοδοξίας καὶ ἡδονῆς. Εκφεύγει αμαρτίας, ὁ παρὰ ἀνθρώπων ἀδικούμενος, καὶ ὁμοίαν της θλίψεως ευρίσκει ἀντίληψιν. Ο ποιήσις ἐντολὴν ἐκδεχέσθω τὸν ὑπὲρ αὐτῆς

Part I, Oration LXXIIIPars I, Sermo LXXIII

col. 989–990page 113 of 240
PG 136:989πειρασμόν. Ἡ γὰρ εἰς Χριστὸν ἀγάπη δι' ἐναντίων & δικιμάζεται. Φεύγε πειρασμὸν δι᾽ ὑπομονῆς καὶ δεήσεως· εἰ δὲ ἐκτὸς τούτων ἀντιτάσσει, περισσοτέρως επέρχεται. Ἡ ἄνεσις, καὶ ἡ ἀμεριμνία, καὶ ἡ ἀνάπαυσις; χαυνοῦσι καὶ διαχέουσι τὴν ψυχήν. οἱ δὲ πειρασμοί συσφίγγουσιν αὐτὴν, καὶ ἐνοῦσι τῷ Θεῷ, ὡς λέγει ὁ προφήτης ο Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. » Οδὸν μὲν τὴν λειοτάτην εκλέγεσθαι χρή, βίον δὲ τὸν ἀλυπότατον. Επενδύεσθαι δεῖ τῷ μὲν θώρακι χιτῶνα, τῇ δὲ λύπῃ νοῦν. Σωκράτης ερωτηθείς, τί λυπεῖ τοὺς ἀγαθοὺ;, εἶ πεν · Εὐτυχία πονηρῶν. Ὁ αὐτὸς ἐρωτηθείς, πῶς ἄν τις άλυπος διάγοι, Τοῦτο ἀδύνατον, εἶπεν· οὐ γὰρ ἔστι πόλιν ἡ οἰκίαν οἰκοῦντα καὶ ἀνθρώποις όμιλ. θντα μὴ λυπεῖσθαι Τοῦτο γὰρ ἴδιον, τῶν ὀφθαλμῶν, ἐν τοῖς μεγάλοις κακοῖς τὸ μὴ ἐκχέιν δάκρυον· ἐν δὲ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταῤῥεῖν. Πολλάκις γὰρ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν περιίστησιν· καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. Επεσθαι τοῖς τερπνοῖς εἴωθε τὰ λυπηρά. Εἴ τις πλεῖστα τῶν ἀγαθῶν κεκτημένος, μετὰ τοῦ λυπείσθαι διάγει τὸν βίον, ἁπάντων ἂν εἴη καὶ τῶν ὄντων καὶ τῶν ἐσομένων ἀθλιώτατος. Τοὺς ἄφρονας ὁ χρόνος, τοὺς δὲ φρονίμους ὁ λόγος τῆς λύπης ἀπαλλάττει. Εὐγνώμων ὁ μὴ λυπούμενος ἐφ᾽ οἷς μὴ ἔχει, ἀλ λὰ χαίρων ἐν οἷς ἔχει. Ἐπίκτητο; ἐρωτηθείς, πῶς ἄν τις τὸν ἐχθρὸν λυπήσῃ, ἔφη· ἑαυτὸν παρασκευάζων βέλτιστα πράττειν. Οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν, ἄνθρωπος ὤν, εὐδ᾽ ἄχρι τέλους ἔμεινεν εὐτυχῶν. Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον ἐν οὐδενί. ΛΟΓΟΣ ΟΓ. Περὶ σιωπῆς καὶ ἀποῤῥήτων. Πᾶν ῥῆμα ἀργὸν δ᾽ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Εστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, καὶ βραδὺς εἰς τὸ λαλῆσαι. ὺς φυλάσσει τὸ ἑαυτοῦ στόμα, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Αντιλογίαν πραΰνει σιγηρός, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείδεται στόματος αὐτοῦ. Μισῶν λαλιὰν, ἐλαττοῦται κακία. ᾿Αγαθά ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ. Ο σιγηρὸς καὶ νοήμων τιμῆς ἀξιωθήσεται. Σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις ; Εστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος. Καὶ ἔστι τις σιγῶν, καὶ εὑρισκόμενος σοφός.
col. 991–992page 114 of 240
PG 136:991φθέγγου μέν, εἴ τι κρείττον σιωπῆς ἔχεις· ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρείττον λόγου τὸ σιωπᾷν. Τὴν ἐν λόγοις ἐλευθερίαν ἔχειν δεῖ τοὺς μετρίους ἐν λόγῳ, καὶ ὡς ἀληθῶς κοσμίους καὶ σώφρονας. Οὐχ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία, καὶ λόγων ἀντίθεσις. Αρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος. Κρείσσον λελογισμένη βραδυτης τάχους ἀπερισκέπτου. Καὶ τοῦτο κέρδος τῆς σιωπῆς, τὸ τοῖς πολλοῖς μηδὲ ἀποκρίνεσθαι. Τὴν σιωπὴν συγκατάθεσιν εἶναι διδάσκει καὶ ἡ παροιμία. "Η λέγε σιγῆς τι κρεῖττον, ἢ σιγὴν ἔχε. Σοφός ἀνὴρ καὶ σιγῶν τὸν Θεὸν τιμή, εἰδὼς καὶ διὰ τί σιγά. Αγάπα τὸ σιγὰν ὑπὲρ τὸ λαλεῖν. Ἡ σιωπὴ γὰρ θησαυρίζει, τὸ δὲ λαλεῖν διασκορπίζει. Πρὸ πασῶν τῶν ἐντολῶν τὴν ἡσυχίαν, ἐξελέξατο ὁ Θεός. Γέγραπται γάρ· Ἐπὶ τίνα επιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον ; ν Ο θέλων σωθῆναι διωξάτω τὴν ἀκτημοσύνην καὶ την σιωπήν. Οπερ ἂν σιωπᾶσθαι βούλῃ, μηδεν! εἴπῃς. Η πῶς παρά τινος ἀπαιτήσεις τὸ πιστὸν τῆς σιωπῆς, δ μὴ παρέσχες σεαυτῷ ; Τὸ σιωπὴν οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκρά ς της, ἀλλὰ καὶ ἄλυπον καὶ ἀνώδυνον. . Σιωπήσας μὲν οὐδεὶς μετενόησε, λαλήσαντες δὲ παμπληθείς. Πανταχοῦ τῷ νέῳ κόσμος ἀσφαλῆς ἐστιν ἡ σιωπή. Ο μὴ εἰδὼς σιωπᾶν οὐκ οἶδε λέγεσθαι, Αριστοτέλης ερωτηθεὶς, Διὰ ποίαν αἰτίαν τοὺς άλλους διδάσκων λέγειν, αὐτὸς σιωπᾷς, ἔφη· Καὶ γὰρ ἡ ἀκόνη αὐτὴ μὲν οὐ τέμνει, τὰ δὲ ξίφη οξέα ποιεί. Φαύλου ἀνδρός, καθάπερ κυνός σιγηροῦ, δεῖ τὴν σιγὴν ἢ τὴν φωνὴν εὐλαβεῖσθαι. Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος, τίς κατασχεῖν δύ ναται λόγον ἀπόῤῥητον, ἔφη • Οστις καὶ διάπυρον ἄνθρακα τῇ γλώσσῃ κατασχεῖν δυνήσεται. Θεόφραστος ὁ περιπατητικός, ἐν συμποσίῳ νεανίσκον τινὰ βλέπων ἡσυχίαν ἔχοντα, εἶπεν· Εἰ μὲν ἀπαίδευτος ὢν σιωπά:, πεπαιδευμένος υπάρχεις" εἰ δὲ πεπαιδευμένος, ἀπαιδεύτως σιωπᾷς. Γλώσσης μάλιστα πανταχοῦ πειρῶ κρατεῖν, Ο καὶ γέροντι καὶ νέῳ τιμὴν φέρει. “Ο μέλλει; ποιεῖν, μὴ λέγε· ἀποτυχών γὰρ και τα γελασθήσῃ. Λυκοῦργος πρὸς τὸν εἰπόντα, διὰ τί Λακεδαιμό νιο: τὴν βραχυλογίαν ἀσκοῦσιν, εἶπεν· Οτι ἐγγύς ἐστι τοῦ σιγᾷ». Σιμωνίδης μηδέποτε μὲν αὐτῷ ἔλεγε μεταμελήσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις.

Part I, Oration LXXIVPars I, Sermo LXXIV

col. 993–994page 115 of 240
PG 136:993τὴν ἄκοσμος ὁ βίος, τούτοις ἡ σιωπὴ μέγιστος κόσμος. Δημοσθένης, μειρακίου παρὰ πότον πολλά ληροῦντος καὶ μὴ βουλομένου σιωπῆσαι, Μειράκιον, εἶπε, πώς παρ' οὗ ἔμαθες λαλείν, παρ' αὐτοῦ σιωπὴν οὐκ ἔμαθες ; Ονειδίζοντος αὐτῷ τιν ὅτι στόμα δυσῶδες εἶχε· Πολλὰ γάρ, εἶπεν, αὐτῷ τῶν ἀποῤῥήτων ἐγκατεσάπη. ΛΟΓΟΣ ΟΔ'. Περί πολυλόγων καὶ ταχυλόγων, καὶ ἐκφερομυ θούντων μυστήρια. Ο τὰ πολλὰ λέγων καὶ ἀντακούσεται. Μὴ πολὺς ἐν βήμασι γίνου. Μέχρι τίνος οὐ σιωπήσεις; Ἐπίσ σχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. Δια τί ὥσπερ τετράποδα ἐσιωπήσαμεν ἐναντίον σου ; Ανὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Ηκουσας λόγον, συναποθανέτω σοι. Μὴ ἴσθι ταχὺς ἐν λόγοις, καὶ μὴ συμπαρεκτείνῃ πίνης ὢν πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν εἶναι του φώτερος. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Ἐὰν ἐξελκύσῃς λόγον, ἐξελκύσονται κρίσεις καὶ μάχαι. Έστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος· καὶ ἔστι τις σιγῶν, καὶ εὑρισκόμενος σοφός. ὓς ἀποκρίνεται πρὶν ἀκούσαι, ἀφρονύνῃ αὐτῷ ἐστι καὶ ὄνειδος. Οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ. Ἐὰν Γης ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι έλε πίδα έχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. ῾Ο ἄφρων πληθύνει λόγους· ὁ πλεονάζων ἐν λόγῳ μισηθήσεται. Φωτὴ ἄφρονος ἐν πλήθει λόγων. Μὴ γίνου ταχὺς ἐν λόγῳ σου, μηδὲ νωθρὸς καὶ παρειμένος ἐν λόγοις σου. Χείλη πολυλάλων τὰ οὐκ αὐτῶν διηγήσονται. Ο θέλων ζωὴν καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθὰς παυσάσθω τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθὸν, ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. Κύρος λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφή σώμασιν. Ολισθος ἀνθρώποις γλῶσσα μὴ λόγῳ κυβερνωμένη. Φαινομένων έργων περιττόν ἐστι μακρολογία. Λόγος ἁπλῶς προενεχθεὶς ὁλοκλήρους πολλάκις οἴκους ἀνέτρεψε, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων την ζημίαν πάλιν ἔνι λα Γεῖν· λόγον δὲ ἐκπηδήσαντα ἅπαξ ἀνακτήσασθαι πάλιν οὐκ ἔν:. Τὰ λοιπὰ τῶν ἁμαρτημάτων καὶ λόγου καὶ πραγμάτων καὶ τῆς ἔξωθεν συνεργείας πρὸς τὸ γενέσθαι δέονται. 'Η δὲ τοῦ λόγου φύσις κατεξουσίαν ἔχει τὸ πλημμελεῖν.

Part I, Oration LXXVPars I, Sermo LXXV

col. 995–996page 116 of 240
PG 136:995Περὶ τῶν ἑαυτῶν γιῶτταν καὶ στόμα φυκλαττόντων, καὶ τοῦ μὴ σκληρῶς καὶ ἀπηνῶς δι έγεσθαι. Οὐ λαλήφει τὸ στόμα μα» ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄξιχα. ᾿ Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἀμαρτωλὸν ἐναντίον μου. Θοῇ, Κύριε, φυλακὴν τῷ στόματί μον, χαὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός βου, οὐδὲν ἐν αὐτοῖς σχυλιὸν οὐδὲ στραγγαλ:ῶδες. ᾿Απὸ χαρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀγταπύδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. ἤλργυρος πεπυρωμένος γλῶφφι δικαίου. Ὁ Κείλη δὲ φίλει ἀποκρινόμενα λόγους. ὀρθοῦ; "Απόκρισις ὑποπίπτουσα ἀποστρέφει ἢυμήν. “Ὃς φείδεται ῥῆμα προέσθαι σχληρὸν, ἐπιγνώμων, "Ὃς φυλάσπει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶασαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Θάνατος καὶ ζωὴ ἐν χερσὶ γλώσσης " οἱ δὲ κραπτοῦντες αὐτὴν ἔδογται τοὺς χαρποὺς αὐτῆς. Κηρία μέλιτος λόγοι χαλοὶ, γλύκασμα δὲ αὑτῶν ἴασις ψυχῆς. Λόγοι στόματος σοφοῦ χάρις. Μᾶλι καὶ γάλᾳ ὑπὴ τὴν γλῶσσάν σου. Μὴ ἀποκωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἰ ἔστι σοι λόγος, ἀπύκρίθητι " εἰ δὲ μὴ, ἔστω ἢ χεῖρ σου ἐπὶ τῷ στόματί σου. Αείπει τιγὰ τοῦδε τοῦ ᾿όγου, καὶ διῖος ὁ ρ.18', ὁ ἐπιγεγραμμένος " Περὶ τῶν μὴ φυλαττόντων τὸ ἑαντῶγν στόμα καὶ τὴν γλῶτταν». Περὶ τῶν ἑαυτῶν γλῶτταν καὶ στόμα φυλεττόντων, καὶ τοῦ μὴ σκληρῶς καὶ ἀπηνῶς διιιΔέγεσθαι. Οὐ λαλήφει τὸ στόμα μα. ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄξιχα. ᾿ Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἀμαρτωλὸν ἐναντίον μου. Θοῇ, Κύριε, φυλακὴν τῷ στόματί μον, χαὶ θύραν περιοχῆς περὶ τὰ χείλη μοι. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός βου, οὐδὲν ἐν αὐτοῖς σχυλιὸν οὐδὲ στραγγαλ:ὥξες. δ΄ ἸᾺπὸ χαρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀγταπύδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὑτῷ. ἤλργυρος πεπυρωμένος γλῶφαι δικαίου. Ὁ Κείλη δὲ φίλει ἀποχρινόμενα λόγους. ὀρθοῦ;- "Απόκρισις ὑποπίπτουσα ἀποστρέφει ἢυμήν. Ὃς φείδεται ῥῆμα προέσθαι σχληρὸν, ἐπιγνώμων, "Ὃς φυλάσπει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶασαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Θάνατος καὶ ζωὴ ἐν χερσὶ γλώσσης " οἱ δὲ κραπτοῦντες αὐτὴν ἔδογται τοὺς χαρποὺς αὐτῆς. Κηρία μέλιτος λόγοι χαλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς. ᾿ς Δόγοι στόματος σοφοῦ χάρις. Μᾶλι καὶ γάλᾳ ὑπὴ τὴν γλῶσσάν σου. Μὴ ἀποκωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἰ ἔστι σοι λόγος, ἀπύκρ!θητι " εἰ δὲ μὴ, ἔστω ἢ χεῖρ σου ἐπὶ τῷ στόματί σου. Αείπει τιγὰ τοῦδε τοῦ ἀόγου, καὶ διῖος ὁ ρ.18', ὁ ἐπιγεγραμμάνος " Περὶ τῶν μὴ φυλαττόντων τὸ ἑαυτῶν στόμα καὶ τὴν γλῶτταν, Περὶ βασιλέως χρηστοῦ καὶ δικαίου, καὶ περ ὠρχῆς καὶ ἐξουσίας. Αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ, ἔδεται ξῦνη ἐγύρῷ;

Part II, Oration IPars II, Sermo I

col. 997–998page 117 of 240
PG 136:997αυτου͵ καὶ τὰ πάχη αὑτηῦτμυζλιεῖ, καὶ ταῇῖ-: 8.» λίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. Ἔσωσεν ὁ Θεὸς τὸν Δαυϊδ ἐν πᾶσιν οἷς ἐπορεύθη, γσὶ ἐδασίλευσε Δαυῖδ ἐπὶ πάντας. (αὶ ἣν Δανῖδ ποιῶν κρίμα χαὶ διχχιοτύνην ἐπὶ πάντα τὸν λαόν, Εἶπε δΔαυΐδἌφετε αὐτὸν χχταράτατθαι,, ὅτι εἶπεν αὐτῷ ὁ Θεός, Εἴ πως ἴδοι Κύριος ἐν τῇ ταπει- “νώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατ’ ἀρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, - Ἐμεγαλύνθη Σολομὼν ἐπὶ πάντας τοὺς βασῃ) εἴς τῆς γῆς πλούτῳ χαὶ σοφίᾳ " καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξεζήτουν τὸ πρύσωπον Συλομῶντος, ἀκοῦς σαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ Θεὸς εἰς τὴν καρδίαν αὐτοῦ, χαὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτῶν. Ἔν ταῖς ἡμέραις ᾿Ασὰ ἡσύχασεν ἡ γῆ Ἰούδα δέκα ἔτῃ, χαὶ ἐποίησεν "Ασᾶ τὸ ἀγαθὴν χαὶ τὸ εὐθὺ ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦῇ, καὶ ἀπέστησε τὰ θυσιαστήρια τὰ ἀλλότρια χαὶ τὰ ὑψηλὰ, ναὶ συνέτριψε τὰς στήλας, χαὶ ἐξέκοψε τὰ ἄλση, καὶ ἠαύχασεν ἡ βασιλεία ἐνώπιιν αὐτοῦ, καὶ οὐκ ἣν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις. Ἐγένετο Κύριος μετὰ Ἰωσαφὰτ, καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἦν Ἴωπαφὰτ πορευόμενος χαὶ Ρεγαλυνόμενο; ἕως εἰς ὕψο:ν Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθέσεταιβασλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάτεται σφόδρα. Ὃ θεὺς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, χαὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, χρίνειν τὸν λαόν σοῦ ἐν διχαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει, Πδέλυγμα βασιλεῖ ὁ ποιῶν χαχά. Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. Δεχτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγατᾷ. Ἣν πολλῷ ἔθνε, δόξα βασιλέως, ἐν δὲ ἐχλείψει. λᾳοῦ συντριδὴ δυνάστου. Λικμήτωρ ἀσεδῶν βασιλεὺς σοφὸς, καὶ. ἐπιδαλεῖ αὐτοῖς τροχόν. Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ τοῦ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ οὐδὲν πονηρόν. Δεχτὰς βασιλεῖ ὑπηρέτης νοήμων, Ἐλεημοσύνη καὶ ἀλήθεια φυλαχὴ βαδιχεῖ, καὶ περικυχλώσοντιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Μάγαιρα γλῶσσα βασιλέως, καὶ οὐ σαρχίνη. Μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν. ὑφίστασο. Κρεῖσσον γάρ σοι ῥηθῆναι, "λνάθαινε πρός με, ἢ ταπεινῶσαξ σε ἐν προσώπῳ δυναπτῶν. Βασιλέως ἐν ἀληθείᾳ κρένοντος πτωχοὺς, ὁ θρόνος αὑτοῦ εἰς μαρτύρ ον χαταασταϑήσεται, Θυμὸς βασιλέως ἄγγελος θανάτον, ἀνὴρ δὲ σοφὸς ἐξιλάσχεται αὐτόν. Βασιλέως ἀπειλὴ ὁμυία βρυγμῷ λέοντας " ὡς 5 δρόσος ἐπὶ χόρτον, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
col. 999–1000page 118 of 240
PG 136:999Στόμα βασιλέως φύλαξον, ὅτι πᾶν ὅ ἐὰν θέλῃ ποιήσει. Εξουσιάζων λαλεῖ, καὶ τὶς ἐρεῖ αὐτῷ, ΤΙ ποιεῖς; Εν συνειδήσει σου βασιλέα μή καταράσῃ, καὶ ἐν ταμείαις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον, ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας ἀναγγελεῖ λόγον σου. Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Ευλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Εγένου γὰρ πάση πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' Ενδειαν σκέπη. Αγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν. Βασιλεὺς φρόνιμος ευστάθεια δήμου. Παρὰ βασιλεῖ μὴ σοφίζου. Μυστήριον βασιλέως καλόν κρύπτειν· ἔργα δὲ Θεοῦ ἀναγγέλλειν ένδοξον. Επηρώτησαν δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτ τούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ἔψωνίοις ὑμῶν, Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύ ριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν καὶ ἔπαινον ἀγαθοποιῶν. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτα σέσθω. Πᾶς ὁ ἀντιτασσόμενος τῇ ἐξουσία τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις μὴ το βεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὲν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβού. Κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάν τες οἱ κατοικοῦντες ἐν αὐτῇ. Μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Βασιλεία ἐστὶν ἔννομος ἐπιστασία. Αἱ οὖν παρὰ βασιλέως διδόμεναι ὑποθῆκαι, τοῦ γε ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίου, πολὺ τὸ νόμιμον ἔχουσι τὸ κοινῇ πᾶσι λυσιτελές σκοποῦσαι, καὶ οὐχὶ πρὸς τὸν σκοπὸν τῆς ἰδίας ὠφελείας συγ τεταγμέναι. Τοῦτο γὰρ διαφέρει τύραννος βασιλέως, ὅτι ὁ μὲν τὸ ἑαυτοῦ πανταχόθεν σκοπεῖ, ὁ δὲ τὸ τοῖ; ἀρχομένοις ὠφέλιμον ἐκπορίζει. Ιδιον βασιλέως προμηθεῖσθαι τῶν ἀρχομένων. Εἰ καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὐ σώζεται διὰ ὁπλιτικὴν δύναμιν, ἀλλὰ διὰ τὴν θείαν χειραγωγίαν· ἐν χειρὶ δὲ Θεοῦ ἐστιν οὐχ ὁ τυχῶν, ἀλλ' ὁ ἄξιος τῆς τοῦ βασιλέως προσηγορίας. Κύριος καθιστῷ βασιλεῖς καὶ μεθιστῷ· καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ τεταγμένη.
col. 1001–1002page 119 of 240
PG 136:1001Πολλάκις ἀκρασία δήμου τὸν χείριστον εἰς ἀρχὴν & προστήσατο. Πρὸς τὸ τοῦ ἄρχοντος ἦθος πλάττεσθαι πέφυκεν ὡς τὰ πολλὰ τὸ ἀρχόμενον, ὥστε ὁποῖο! ποτε οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸν ἀναγόμενον εἶναι. Καλὸν ἀεὶ τὸ χείριστον ὑπὸ τοῦ κρείττονος ἄγεσθαι. Παλαιός ἐστι λόγος τοὺς ἀρετῆς μεταποιουμένους μεθ᾿ ἡδονῆς αὐτοὺς μὴ ἐπιβάλλειν ἀρχαῖς. Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Η μὲν ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα, ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι. Τί γὰρ ἔφελος κυβερνήτη είναι χρηστόν, πονηροῖς χρώμενον ἐρέταις ; Τό τε γὰρ ἄναρχον άτακτον· τό τό τε πολύαρχον στασιώδες. Μή τις, ἑνὸν ἀκινδύνως ἕπεσθαι, ἄρχειν ἐπικινδύνως ἐπιθυμείτω, μηδ' ὁ τῆς ὑποταγῆς νόμος και ταλυέσθω, ἢ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια. Τὸ βούλεσθαι βασιλέως ἄγραφός ἐστι νόμος τῷ κράτει συνηγορούμενος, καὶ πολύ γε τῶν γραπτῶν Ισχυρότερος, τῶν οὐ δυναστεία βοηθουμένων. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα. Νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε τί τὸ πι στευθὲν ὑμῖν, καὶ τί τὸ περὶ ὑμᾶς μυστήριον· κόσ σμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν διαδήματι μιο πρῷ καὶ βραχεί ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω μόνου Θεοῦ, τὰ δὲ κάτω καὶ ὑμῶν. Θεοὶ γίνεσθε τοῖς ὑφ᾽ ὑμᾶς· ἵνα είπω τι καὶ τολμηρότερον, καρδία βασιλέως ἐν χειρὶ Θεοῦ καὶ εἴρηται, καὶ πεπίστευται· ἐνταῦθα ἔστω κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Τὸ δραστικὸν δείκνυε, μὴ τῷ δρᾷν κακῶς, τῷ δ' εὖ τι πονεῖν, εἰ θέλεις εἶναι θεός. Τὸ δ' ἐστὶν ἀνδρὸς ειδότος συγγενές. Κτείνει δὲ ῥᾶστα καὶ ταγγὼν καὶ σκορπίος. Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον· οἱ τῶν ὑψηλῶν θρόνων τὸν ὑψηλότερον. Βασιλείας τοῦ Θεοῦ δύο εἶδεν ἡ Γραφή, τὴν μὲν κατ' οἰκείωσιν, τὴν δὲ κατὰ δημιουργίαν. Βασιλεύει D μὲν γὰρ ἁπάντων, καὶ Ἑλλήνων, καὶ Ἰουδαίων, καὶ δαιμόνων, καὶ τῶν ἀντιτεταγμένων, κατὰ τὸν τῆς δημιουργίας λόγον. Πολλοὶ καὶ ἄλλοι βασιλεῖς πολλάκις ἐπὶ τὴν ἀρ χὴν ἐλθόντες, τοὺς πάλαι λελυπηκότας λαβόντες, ἀνάξιον εἶναι ἐνόμισαν ἐν ἀρχῆς ἔγκῳ τοσούτω δικιν ἀπαιτῆσαι τῶν πεπλημμελημένων. θεραπεύειν, οὐκ ἐρεθίζειν δεῖ τὰς ἐξουσίας. Οταν ἄρχων ἀνεπίληπτος ᾗ πᾶσι, τότε δύναται μεθ' όσης βούλεται εξουσίας καὶ κολάζειν καὶ συγ χωρεῖν τοὺς ὑπ' αὐτῷ ταττομένους ἅπαντας. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα ὡς φιλοστοργία περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πα
col. 1003–1004page 120 of 240
PG 136:100310:9 τέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Οὐκ ἐν τῇ χλανίδι καὶ τῇ ζώνῃ, οὐδὲ ἐν τῇ φωνῇ τοῦ κήρυκος ἄρχων, ἀλλ᾽ ἐν τῷ τὰ πεπονηκέσα ἀνακτᾶσθαι, καὶ τὰ κακῶς ἔχοντα διορθοῦν, καὶ κοι λάζειν μὲν ἀδικίαν, μὴ συγχωρεῖν δὲ ὑπὸ δυναστείας τὸ δίκαιον ἀπελαύνεσθαι. Τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωμα μόνον, καὶ τέχνη πατῶν ἀνωτέρα. Οἱ μάλιστα ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ἐπιλάβωνται, εὐκολώτερον αίρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν ἐξαίφνης τιμήν. Βασιλεία τῶν ἐπὶ γῆς πραγμάτων τὰς τραχύτητας εμαλίζει. Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. Τὸν ἄριστον ἄρχοντα ἐν τοῖς μὲν καθ᾿ ἑαυτὸν ἀσύγγνωστον εἶναι χρὴ καὶ πικρὸν δικαστήν, ἐν δὲ coῖς τῶν ἀρχομένων πταίσμασι συγγνωμονικὸν καὶ ήμερον. Ὁ μὲν Θεὸς οὐδενὸς δεῖται, ὁ βασιλεὺς δὲ μόνον Θεοῦ. Μιμοῦ τοίνυν τὸν οὐδενὸς δεόμενον, καὶ κα ψιλεύου τοῖς αἰτοῦσι τὸν ἔλεον, μὴ ἀκριβολογούμενος περὶ τοὺς σοὺς ἱκέτας, ἀλλὰ πᾶσι παρέχων τὰς πρὸς τὸ ζῆν αἰτήσεις. Τυραννός ἐστιν ἄρχων πολέμου, βασιλεὺς ἡγεμὼν εἰρήνης. Βασιλεύ δικαιότατε, παραπεμφθεὶς ὑπὸ τῆς φύσ σεως ἐπὶ πρύμναν ἀνωτάτω, καὶ τοὺς οἵακας ἐγχει: ρισθείς, πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμε: νος ἢ ἐν τῷ τοὺς ὑπηκόους εὐεργετείν. Τι ἂν γένοιτο εὐμενείας βασιλέως υπηκόοις ἄμεινον ; "Ανδρα άρχοντα πάσιν ἅμα χαλεπαίνειν τοῖς ἄρχος μένοις, τοῦτο ἔμοιγε δοκεῖ μέγα ἁμάρτημα είναι. Ανάγκη γὰρ διὰ τοὺς πολλοὺς φοβεῖν, πολλούς ἐχθροὺς ποιεῖσθαι· δια δὲ τὸ ἅμα πᾶσι χαλεπαίνειν, πᾶσιν αὐτοῖς ὁμόνοιαν ἐμβαλεῖν. . Μὴ παιδί μάχαιραν, ἡ παροιμία φησίν. Ἐγὼ δὲ φαίην, μὴ παιδί πλοῦτον, μηδὲ ἀνδρὶ ἀπαιδεύτη δυναστείαν. Οὐδὲν οἷον ἀληθινὴ καὶ βέβαιος εὔνοια φυλα κτήριον ἀνδρὸς ἄρχοντος · ὅταν γὰρ ἐθισθῶσιν οἱ τι πολλοὶ καὶ δυνατοὶ μὴ τὴν ἡγούμενον, ἀλλ' ὑπὲρ τοῦ ἡγουμένου δεδιέναι, πολλοῖς μὲν ὄμμασιν ὁρᾷ, διὰ πολλῶν δὲ ὤτων ἀκούει, καὶ προαισθάνεται τὰ γι νόμενα. Τὸ λαβεῖν καὶ ἀναθέσθαι δύναμιν καὶ πλοῦτον καὶ ἀρχὴν καὶ γυναικός ἐστι καὶ παιδός· τὸ δὲ μετ γάλην ἐξουσίαν ἐνεγκεῖν καὶ μεταχειρίσασθαι, καὶ μὴ συντριβῆναι, μηδὲ διαστραφήναι τῷ βάρει καὶ μεγέθει τῶν πραγμάτων, ανδρός ἐστιν ἀρετὴν καὶ φρόνημα καὶ νοῦν ἔχοντος.
col. 1005–1006page 121 of 240
PG 136:1005Ὃ μὲν Κλέων ὅτε πρῶτον ἔγνω τῆς πολιτείας Α ἅπτεσθαι, τοὺς φίλους συναγαγὼν εἰς ταυτὸ, διελύσατο τὴν φιλίαν πρὸς αὐτοὺς ὡς πολλὰ τῆς ὀρθῆς καὶ δικαίας προαιρέσεως μαλάσσονσαν ἐν τῇ πολιπείᾳ καὶ πυράγουσαν. Ὃ δὲ Θεμιστοκλῆς πάλιν πρὸς τὸν εἰπόντα, ὡς ἄρξῃ καλῶς, ἴσον ἅπασι παρέχων ἑαυτὸν, Μηδέποτε, εἶπεν, εἰς τοιοῦτον ἐγὼ καϑίσωμαι θρόνον, ἐν ᾧ πλέον οὐχ ἕξονσιν οἱ φίλοι παρ᾽ ἐμοὶ τῶν μὴ φίλων. Οὐ γὰρ ἀφίλων αἱ πόλεις ἀνδρῶν καὶ ἀνεταίρων, ἀλλὰ χρηστῶν χαὶ σωφρόνων δέονται. Πάν' ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν χαὶ πράτπεῖν βούλει, καὶ λέγε καὶ ποίει. Οὕτω γὰρ ἂν μᾶλλον παιδεύσειας αὑτοὺς ἢ ταῖς ἔχ τῶν νόμων τιμωρίαις, Τὺ μὲν γὰρ ζῆλον, τὸ δὲ φόδον ἔχει, Καὶ ῥᾷόν ἢ τις μιμεῖται τὰ χρείετω ἐρῶν ἔργῳ γινόμενα, ἢ φυλάττεται τὰ χείριυ, ἀκούων λόγῳ χωλνόμενα, Πέφυκεν ὡς ἀεὶ πρὸς τὰς γνώμας τῶν ἀρχόντων τυποῦσθαι καὶ τὸ ὑποχείριον, Πρὸς τὰς γνώμας καὶ τὰς; πράξεις τῶν ἡγουμένων αὐτῶν οἱ πολλοὶ ἐξομοιοῦνται, χαὶ ὁποῖα ἂν ἐκείνους δρῶντας ἴδωσι, τοιαῦτα καὶ αὐτοὶ, οἱ μὲν ὡς ἀληθῶς, οἱ δὲ καὶ προσποιούμενοι πράττουσιν, ποθητὸς. εἶναι μᾶλλον ἢ φοδερὸς κατὰ τὸν βίον προαιροῦ, Ὃν γὰρ πάντες φοδοῦνται, πάντας φοδεῖται. Τὸν ἄρχοντα ξεῖ ἔχειν πρὸς μὲν τοὺς καιροὺς λοὙισμὸν, πρὸς δὲ τοὺς ἐναντίους τόλμαν, πρὸς ᾿δὲ ( τοὺ; ὑποτεταγμένους εὔνοιαν. ΟΙ κακοὶ ἰόντες εἰς τὰς τιμὰς, ὀχόσῳ ἂν μᾶλλον ἐνάξιοι ὄντες εἰς τὰς τιμὰς ἴωσι, τοσούτῳ μᾶλλον ἂν ἀχυδέες. γίνονται, καὶ ἀφροσύνης καὶ θῤᾷσεος πίμπλανται. ΚΆρχων μὲν ἐπιτήδευε πρᾷος εἶναι, ἀρχόμενος δὲς μεγαλόφρων, Βασιλέᾳ φρόνιμον τὸ διάδημα ὁδ ποιεῖ, Νοῦς γάρ ἔστιν ὁ ἄρχων, ὄλρχεσθαι μὴ μαθὼν, ἄρχειν μὴ ἐπιχείρει. "Ὦ πλοῦτε καὶ τυραννὶς, καὶ τέχνη τέχνης, Ὑπερφέρουσαι τῷ πολυζήλῳ βίῳ, - Ὅσος παρ' ὑμῖν ὁ φϑόνος φυλάφαρται " Πρέπει μὲν, ὦ μακάριε, τῷ τῶν 'μεγίστων προ. δτατοῦντι μεγίστης φρονήσεως μετέχειν. Φείδεσθαι χρὴ τῆς ἐξουδίας τοὺς δυναμένους, ὅπως ἀεὶ παραμένῃ τὸ ἐξεῖναι, Τὸν ἄρχοντα ἢ κριτὴν δεῖ μήτε ὑπὲρ τῶν δικαίων λιπαρεῖσϑαι, μήτε ὑπὲρ τῶν ἀδέχων ἐκλιπαρεῖσθαι. ᾿Αλέξανδρος, τοῦ οἰνοχόν αὐτοῦ ἀπολέσαντας φιάλην χρυοῆν, καὶ δεὰ τοῦτο δοσφημοῦντος , δυσθυμοῦντος], μαθὼν τοῦτο προασχαλεσάμενος αὐτὸν εἶπε, Θάρσει. ὦ παῖ" ὅπου γὰρ ἂν εἴη, ἡμετέρα ἐστί. ᾿Αλέξανδρας ᾿ἐρωτηθεῖ; ποῖος βασιλεὺς ἄριστος, ἔφη: Ὃ τὸς φίλους δωρφαῖς συνέχων, τοὺς δὲ ἐχθροὺς δι' εὐεργεσιῶν φιλοποιούμενος. Διογένης ἐρωτηϑεὶ,. πῶ; ἂν τις πολιτεύηται ἐπὶ
col. 1007–1008page 122 of 240
PG 136:1007εξουσία, ἔφη· Καθάπερ πυρί, μήτε λίαν ἐγγὺς εἶναι, ἵνα μὴ κατακαῇ, μήτε πόρρω, ἵνα μὴ ῥιγώσῃ. · Αρχειν μηδενὶ προσήκει, ὃς οὐδὲ κρείττων ἐπὶ τῶν ἀρχομένων. Αρχε πρῶτον μαθὼν ἄρχεσθαι· ἄρχεσθαι γὰρ μαθὼν, ἄρχειν ἐπιστήσῃ. Ο πολλοῖς φοβερὸς ὢν πολλοὺς φοβεῖται. Δεῖ τοὺς νοῦν ἔχοντα; τῶν δυναστευόντων μὴ διὰ τὰς ἀρχὰς, ἀλλὰ διὰ τὰς ἀρετὰς θαυμάζεσθαι, ἵνα τῆς τύχης μεταπεσούσης τῶν αὐτῶν ἐγκωμίων ἀξιῶνται. Ζήλου μὴ τοὺς μεγίστην ἀρχὴν κτησαμένους, ἀλλὰ τοὺς ἄριστα τοῖς παροῦσι χρησαμένους. ῾Ο αὐτὸς κάκιστον ἔλεγεν ἄρχοντα εἶναι τὸν ἄρχειν ἑαυτοῦ μὴ δυνάμενον. Μελέτω σοι τοῦ πλήθους, καὶ περὶ παντὸς ποιοῦ κεχαρισμένως αὐτοῖς ἄρχειν, γινώσκων ὅτι καὶ τῶν όλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειών αὗται πλείστον χρόνον παραμένουσιν, αἵτινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύσωσι. Καλῶς δὲ δημαγωγήσεις, ἂν μήτε τὸν ὄχλον ὑβρίζειν ἐξ;, μήτε ὑβριζόμενον περ ριορᾶς, ἀλλὰ σκοπεῖς ὅπως οἱ βέλτιστοι μὲν τὰς τιμὰς ἔξουσιν, οἱ δὲ ἄλλοι μηδὲν ἀδικηθήσονται. Φυλακὴν ἀσφαλεστάτην ἡγοῦ τοῦ σώματος εἶναι τήν τε τῶν φίλων ἀρετὴν, καὶ τὴν τῶν ἄλλων που λιτειών εὔνοιαν, καὶ τὴν σεαυτοῦ φρόνησιν. Διὰ γὰρ τούτων καὶ σώζειν καὶ κτᾶσθαι τὰς τυραννίδας μά λιστα ἄν τις δύναται. Δεινὸς μὲν φαίνου, τῷ μηδέν σε λανθάνειν τῶν γινομένων, πρᾶος δὲ, τῷ τὰς τιμωρίας ελάττους ποιεῖσθαι τῶν ἁμαρτανομένων. - Αρχικός είναι βούλου μὴ χαλεπότητι μηδὲ τῷ σφόδρα κολάζειν, ἀλλὰ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας, καὶ νομίζειν ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἄμεινόν σε βουλεύεσθαι. Μηδεὶς ἐλπιζέτω τῶν τυχόντων υπεροχής τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος. Καὶ γὰρ ἂν ἐν τῷ καθ᾿ ἑαυτὸν βίῳ διαφύγη τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπ' αὐτὸν προσδέχεσθαι τὴν ἀλήθειαν μετὰ παρρησία; κηρύττουσαν τὰ πάλαι σιωπώμενα. Δεῖ τὸν καλῶς βασιλεύοντα δίκαιον καὶ μεγαλόψυχον, καὶ ἀληθῆ καὶ μεταδοτικὸν εἶναι, καὶ πάσης ἐπιθυμίας κρείττονα· καὶ τὰς μὲν τιμωρίας ἐλάττους τῆς ἀξίας, τὰς δὲ χάριτας μείζους τῆς εὐεργεσίας ἀποδιδόναι τοῖς ὑπηκόοις καὶ φίλοις. Οὐδεὶς ἐπὶ πλεῖον κακίας προβαίνει δυνάστης, ἐὰν μὴ τοὺς ὑπηρετήσοντας ἔχῃ ταῖς ἐπιθυμίαις. Τὸν ἄρχοντα τριῶν δεῖ μεμνήσθαι, πρῶτον μὲν, ὅτι ἀνθρώπων ἄρχει· δεύτερον, ὅτι κατὰ νόμους ἄρχει· τρίτον, ὅτι οὐκ ἀεὶ ἄρχει. Αντίγονος ὁ βασιλεὺς πρός τινα μακαρίζονταν αὐτὸν γραῦν, Εἰ ᾔδεις, ἔφη, ὦ μῆτες, ὅσων κακών

Part II, Oration IIPars II, Sermo II

col. 1009–1010page 123 of 240
PG 136:1009ἐστι τουτὶ τὸ ῥάκος, δείξας τὸ διάδημα, οὐκ ἂν ἐπὶ κοπρίας αὐτὸ κείμενον ἐβάστατας. Επαμινώνδας ὁ Θηβαῖος ἰδὼν στρατόπεδον μέγα καὶ καλὸν, στρατηγὸν οὐκ ἔχον, Ἡλίκον, ἔφη, θηρίον κεφαλὴν οὐκ ἔχει ! Τὸν βασιλέα δεῖ μνημονεύειν ὅτι ἄνθρωπος ὢν θεόθεν νεί ισόθεον]; ἵνα ἐξουσίαν εἴληφεν ἰσόθεν [f. προαιρῆται μὲν τὰ καλὰ καὶ θεῖα, φρονήσει δὲ ἀνω . θρωπίνῃ χρῆται. Εἰ βούλει σου τὴν οἰκίαν εὖ οἰκεῖσθαι, μιμοῦ τὴν Σπαρτιάτην Λυκούργον. Ον γὰρ τρόπον οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλ' ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύ- . - ρώσε, καὶ διὰ παντὸς ετήρησεν ἐλευθέραν τὴν π.- λιν· οὕτως καὶ σὺ μὴ μεγάλην αὐλὴν περίβαλε καὶ τοίχους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοικοῦντας Β εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε · καὶ οὐδὲν εἰς αὐτὴν εἰσελεύσεται βλαβερόν, οὐδ' ἂν τὸ σύμπαν τῆς κακίας παρατάξηται στίφος. Μηδεὶς τῶν φρονίμων τοῦ ἄρχειν ἀλλατριούσθω. Καὶ γὰρ ἀπεβὲς τὸ ἀποσπᾷν ἑαυτὸν τῆς τῶν δεομέν νων εὐχρηστίας, καὶ ἀγεννὲς τὸ τοῖς φαύλοις παρα- · χωρεῖν. Ανόητον γὰρ τὸ αἱρεῖσθαι κακῶς ἄρχεσθαι μᾶλλον, ή καλῶς ἄρχειν. Δεινὸν καὶ χαλεπώτατον τοὺς χείρους τῶν βελτιόνων ἄρχειν, καὶ τοὺς ἀνοητοτέρους τοῖς φρονιμωτές ροις προστάττειν. · Ευμένης ὁ βασιλεὺς ἔλεγε τοῖς ἀδελφοῖς· διὰ παν τός· Ἐὰν μὲν ὡς βασιλεῖ προσφέρησθε, ὡς ἀδελφοῖς ὑμῖν χαρίσομαι· ἐὰν δὲ ὡς ἀδελφῷ, ἐγὼ ὑμῖν ὡς βασιλεύς. Κότυς δ' τῶν Θρακών βασιλεύς, Θηβαίων σεμνυνομένων ὅτι Λακεδαιμονίων ἡγήσαντο, Ἐγώ, φησίν, ἑώρακα χειμάρρους ποταμούς μείζους τῶν ἀενάων γινομένου, ἀλλ᾽ ὀλίγον χρόνον. Ὁ αὐτὸς ἐρωτηθείς, Τίνι καταλιμπάνεις τὸ βασίλειον ; ἔφη, Τῷ δυναμένῳ. ΛΟΓΟΣ Β'. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Βασιλεὺς θρασὺς ἐμπεσείται εἰς κακά. Βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ' αὐτὸν παράνομοι. Αγαθός πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος. Η κακοπραγία περιστρέφει θρόνους δυναστῶν. Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῶν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου · ὅς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει, ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατ' ὀρθῶς, ο δὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε, φρικτὸς καὶ ταχέως επιστήσεται ὑμῖν ὅλεθρος· ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέ· χουσι γίνεται. Ο γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ, δυνατῶς ἑτασθήσονται. Οὐ γὰρ υποστελεῖ τὸ πρόσωπον ὁ πάντων Δεσπότης, οὐδὲ

Part II, Oration IIIPars II, Sermo III

col. 1011–1012page 124 of 240
PG 136:101110:2 ἐποίησεν, ὁμοίως δὲ προνοεῖται τῶν πάντων, τοῖς δὲ έντραπήσεται μέγεθος· ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ' κραταιοῖς ἰσχυρὰ ἐφίσταται έρευνα. Πολλοὺς ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίας βασιλέων εξέκλινεν. Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τόν λαόν αυτού. Βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίαν καὶ ὕβριν καὶ χρήματα δόλια. ιώταις πρέπειν Οὐ τὰ αὐτὰ βασιλεῦσί τε καὶ υπολαμβάνομεν, ὅτι μηδὲ τῆς αὐτῆς ἀξίας ἀμφόπ ρος. Ιδιώταις μὲν γὰρ καὶ τεχνικές πράξει τι συγχωρήσομεν· ᾧ γὰρ τὸ φανερῶς βιάζεσθαι με δυνατόν, τούτῳ συγγνωστὸν τὸ τῆς περινοίας. Βα σιλεῖ δὲ τοῦ δυνάμει κρατεῖσθαι λίαν αἰσχρού τυγχάνοντος, ἔτι αίσχιον οἶμαι καὶ ἀπρεπέστερον τέχνη κλέπτειν τὰς ἐγχειρήσεις καὶ τὰ προκείμενα. Νεότης μετ' ἐξουσίας αὐτοκρατούς ορμαΐς έχει θέντος χρωμένη, κακόν δυσμαχον γίνεται. Τῇ μὲν οὐσία τοῦ σώματος ἴσος παγεὸς ἀνθρώπο βασιλεὺς, τῇ ἐξουσίᾳ δὲ τοῦ ἀξιώματος όμους ἐστι τῷ ἐπὶ πάντων Θεῷ. Οὐκ ἔχει γὰρ ἐπὶ γῆς αὐτοῦ ὑψηλότερον. Χρή τοίχων καὶ ὡς θνητὸν μὴ επαίρεσθαι, καὶ ὡς Θεὸν μὴ ὀργίζεσθαι. Εἰ γὰρ καὶ εἰκόνι θεϊκῇ τετίμηται, ἀλλὰ καὶ πόνει χοἰκῇ συμπέπλεκται, δι' ἧς ἐκδιδάσκεται τὴν πρὸς πάντας ἁπλότητα. Πειρατέον καταπληκτικὸν μᾶλλον τοῖς ὑπηκόοις φοβερὸν θεωρεῖσθαι. Τῷ μὲν γὰρ σεμνότης, τῷ δ : $ ἀπήνεια παρακολουθεί. Πονηρὰ φύσις, ἐξουσίας επιλαβομένη, δημοσίας ἀπεργάζεται συμφοράς. . Τότε τὰς πόλεις ἀπόλλυσθαι συμβαίνει, ὅταν μὴ δύνωνται οἱ κρατοῦντες τους φαύλους ἐκ τῶν σπου δαίων διακρίνειν. Επισφαλές μαινομένῳ δοῦναι μάχαιραν καὶ μα χθηρῷ δύναμιν. . Πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν καὶ τοὺς φρονείν δοκοῦντας ανοήτους ποιεί. Τὸ γὰρ εἴ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ Ο κακῶς φρονεῖν παρὰ τὴν ἀξίαν γίνεται. ΛΟΓΟΣ Γ'. Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ· καὶ ὅτι ὁ σεμνὸς καὶ ἀνεπίληπτος τούτων βίος παίδευμα γίνεται τοῖς ὑποτεταγμένοις. Μελχισεδέκ βασιλεύς Σαλήμ ἐξήνεγκεν άρτους καὶ οἶνον τῷ ᾽Αβραὰμ ἐν τῷ ὑποστρέφειν αὐτὴνἀπὸ τῆς κοπῆς τῶν βασιλέων. Ην δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ μῶμος ἐν αὐτῷ, οὐ προσελεύσεται· ἄνθρωπος τυφλός, ἢ χωλός, ἢ κολοβόλοιν, ἢ ὠτότμητος · ἢ ἄνθρωπος ᾧ ἂν ᾖ σύντριμμα χειρός, ἢ σύντριμμα ποδός, ἡ κυρτός, ἢ ἔφηλος, ἢ πτιλὲς τοὺς ὀφθαλμούς· ἡ ἄνθρωπος ᾧ ἂν ᾗ ἐν αὐτῷ ψώρα
col. 1013–1014page 125 of 240
PG 136:1013ἀγρία, ἢ λειχήν, ἡ μονάρχης. Τὰ γὰρ δῶρα τοῦ Θεοῦ ἅγια τῶν ἁγίων. Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ του οὐκ ἐρεῖς κακῶς. Ανθρωπος ἐὰν ποιήτῇ ἐν ὑπερηφανίᾳ τοῦ μὴ εἰσακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκεῖναις, ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραήλ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἡμεῖς ἐγνωρίσαμεν ὑμῖν τοὺς πάντας ἱερεῖς, καὶ Λευΐτας καὶ ᾠδοὺς καὶ πυλωρούς, καὶ τοὺς λειτουρ- Β γοὺς τοῦ Θεοῦ, φόρον καὶ πρᾶξιν καὶ ἀποφοράν οὐκ ἔχειν ὑμᾶς ἐξουσίαν ἐπιβαλεῖν ἐπ' αὐτοῖς. Γνωστὸς ἐπιγνώσῃ ψυχές ποιμνίου σου, καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις. Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζη τήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς, ἱερεῖς. Δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπι σκόπους σου ἐν δικαιοσύνῃ. Ἐὰν ἴδῃς τὴν ρομφαίαν ερχομένην; καὶ μὴ ση μάνης τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχὴν· αὐτὴ μὲν διὰ τὴν ἀνομίαν αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἐὰν δὲ διαστείλῃς ἐῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου βύσῃ. Οἶνον οὐ μὴ ἔίωσι πᾶς ἱερεὺς, ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν. Τάδε λέγει Κύριος ὁ Θεός Ισραήλ· Αδικίαν καὶ ταλαιπωρίαν ἀφελεσθε, καὶ κρῖμα καὶ δικαιοσύνην ποιήσατε. Ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος ὁ Θεός. Οι φυλάξαντες οσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν. Ἱερέα φρόνησις καὶ βίος καὶ εὐσέβεια καὶ γνῶσις D ποιεῖ. Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. Ἐν ὅλῃ δυνάμει σου δόξασαν τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὲς τὴν μερίδα αὐτῶν, καθὼς ἐνετείλατό σοι. Ηγούμενόν σε κατέστησα, μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Ανὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ μάτ καρ:οῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. Ο γάρ σοφός ἐν λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτ τοῦ ζήσεται εἰς τὸν αἰῶνα. Εἶπεν ὁ Κύριος - Τῖς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμας καὶ φρόνιμος, ὃν καταστήσει ὁ Κύριος ἐπὶ τῆς
col. 1015–1016page 126 of 240
PG 136:1015θεραπείας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέν .. τριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ᾿Αληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ Σίμων Ἰωνᾶ, ἀγιπᾶς με πλέον τούτων; Λέγει αὐτῷ, Ναί, Κύριε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν τὸ δεύτερον· Σίμων Ἰωνᾶ, φιλεῖς με ; Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός είμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οι γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον έθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, αν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γύο ναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, μὴ απ σχροκερδῆ, ἀλλ᾽ ἐπιεική, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου εἴχου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Ει γάρ τις του Ιδίου οίκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται ; μή. νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ. Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμοὺς ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Χείρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἀλλοτρίαις ἁμαρτίαις. Σεαυτὸν ἁγνὸν τήρα. Δεῖ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Χριστοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον; μὴ παροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδή, ἀλλὰ φιλόξενον, φιλά γαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχν μενον τοῦ κατὰ διδαχὴν πιστοῦ λόγου, ἵνα καὶ δυνα τὸς ᾗ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Χριστοῦ, μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως, μὴ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλ᾽ ὡς τύποι γενόμενοι τοῦ ποιμνίου· καὶ φανέντος τοῦ ἀρχιποιμένος, κομίσεσθε τὸν ἀμαράντινον στέ φανον τῆς δόξης. Σπουδάσατε μὴ ἀντιτάσσεσθαι τῷ ἐπισκόπῳ, τα ἦτε Θεῷ ὑποτασσόμενοι. Καὶ ὅσον βλέπετε σιγώντα τὸν ἐπίσκοπον, πλέον αὐτὸν φοβεῖσθε. Πάντα γάρ ἐν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὐτω; δεῖ ἡμᾶς αὐτὸν δέχεσθαι, ὡς αὐτὸν τὸν πέμ ποντα. Τὸν οὖν ἐπίσκοπον ὡς αὐτὸν τὸν Κύριον δεῖ προβλέπειν. Αξιοπιστία τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρου; δὲ τοὺς μαθη τευομένους παρασκευάζει. Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, κ καὶ αὐτὸς τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
col. 1017–1018page 127 of 240
PG 136:1017Ο την κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου τῶν πεπιστευμένων, οὕτως διακείσθω. Οὐδεὶς ἐν ἐπισκοπῇ ὧν ἐγκαλεῖται, εἴ τι κατά ἀδιαφορίαν ἐν τῷ λαϊκῷ ἀπαρατηρήτως ἔγραψεν. Αύτη μοι φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν τὸ πολυτροπώτατον ζώον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν Προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν γὰρ ἄγειν λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγμασιν. Οἱ μὲν δέον ται κέντρου, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γὰρ εἰσι νωθεῖς Β καὶ δυσκίνητοι πρὸς τὸ καλόν, οἱ δὲ θερμότεροι τοῦ μέτρου καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πώλοι γενναῖοι πόρρω τῆς νύσσης θέοντες, ούς βελτίους ἂν ποιήσειεν ἐλέγχων καὶ ἀνακόπτων ὁ λόγος. Οὗτος ὄρος πάσης πνευματικής προστασίας πάνω ταχοῦ τὸ καθ' ἑαυτὸν παροράν πρὸς τὸ τῶν ἄλλων συμφέρον. Παίδων φείδεσθαι πατρικός νόμος. Μήτε τῆς οὐ διδομένης ἐφίεσθαι χρή προστασίας, μήτε ἀπωθεῖσθαι τὴν διδομένην. Τὸ μὲν γὰρ ἐστιν θρασέων, τὸ δὲ ἀπειθῶν, καὶ ἀπαιδεύτων ἀμφό τερα. Οἷς τὰ μέγιστα ἐν χερσὶ, καὶ ἐν οἷς τὸ πᾶν ταλαντεύεται, τούτοις μάλιστα φροντιστέον Θεοῦ, καὶ τῆς ἐντεῦθεν ἐπικουρίας. Οὐδὲν οὕτω πείθει τοὺς πολλοὺς, ὡς πρᾶξις ἡ σιωπῶσα παραίνεσιν. Τροφὴ καὶ τοῦ τρέφοντός ἐστιν ἡ δίδαξις. Τοσούτῳ ἀνώτερον βασιλείας εστηκεν ἱερωσύνη, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον. Πολλὴν μὲν τὴν σύνεσιν, πολλὴν δὲ πρὸ τῆς συνἔσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν, καὶ τρόπων ὀρθό τητα, καὶ καθαρότητα βίου, καὶ μείζονα ἢ κατὰ ἄνο θρωπον ἔχειν δεῖ τὴν ἀρετὴν, τὸν τῆς ἱερωσύνης ἀναδεχόμενον τὴν φροντίδα. Τῶν ἀκτίνων αὐτῶν καθαρωτέραν τοῦ ἱερέως τὴν ψυχὴν εἶναι δεί. Μέσος τοῦ Θεοῦ καὶ τῆς τῶν ἀνθρώπων φύσεως ἔστηκεν ὁ ἱερεὺς, τὰς ἐκεῖθεν τιμάς κατάγων προς ἡμᾶς, καὶ τὰς παρ' ἡμῶν ἱκετηρίας ἀνάγων ἐκεῖ. Πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ 13- ρεῖ. Ἀλλὰ καὶ σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς δια λεκτικής. Μὴ ζήτει γενέσθαι κριτής, εἰ μὴ ἰσχύεις ἐξαραι ἀδικίαν. Μὴ ζήτει γενέσθαι διδάσκαλος, εἰ τῆς τοῦ πράγ ματος ἀρετῆς ἀπέχεις, ἀλλὰ ἐλκόμενος ἀποπήδι. Ἐπικίνδυνον γὰρ τὸν μὴ διὰ τοῦ πρακτικοῦ βίου ἀναχθέντα διδάσκειν ἐπιχειρεῖν. Οἱ μὲν γὰρ ἄλλοι μυριάκις πίπτοντες, δύνανται τυχεῖν συγγνώμης· ὁ δὲ διδάσκαλος ἐὰν τοῦτο πάθῃ,
col. 1019–1020page 128 of 240
PG 136:1019. Α πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δία δωσι τιμωρίαν. Δεῖ τὸν μέλλοντα τὴν πρὸς πάντας ἀναδέχεσθαι μάχην τὰς πάντων εἰδέναι τέχνας. Οὐ χρὴ τὴν σύνεσιν ἡλικία κρίνειν, οὐδὲ τὸν πρεσβύτερον ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον πολὺ δὲ ἀμφοτέρων τὸ μέσον. Οὐκ οἶδεν ηλικίας διαφορὰν ὁ τῶν ὅλων Θεός, ἀλλ᾽ εὐσέβειαν μόνην καὶ φιλοθείαν ζητεῖ· καν εὕρῃ ταύτην ἐν νέῳ, πολλῶν τοῦτον τίθησι πρεσβυτέρων. Τοὺς ἱερέας τότε μάλιστα τιμᾶσθαι δεῖ, ὅταν και ἀπὸ τῆς πολιτείας ὦσιν αἰδέσιμοι. Εἰ γὰρ τοὺς του χόντας διὰ τὴν ἡλικίαν αἰδεσίμους είναι νομίζο μεν, πολλῷ μᾶλλον τοὺς πατέρας τους πνευματικ κούς. Τοὺς τῇ ἱερωσύνη τετιμημένους θεούς ο νόμος καλεῖ· ὁ θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. » Η εἰς τοὺς ἱερέας τιμὴ εἰς τὸν τῶν ὅλων Δεσπό διαβαίνει. Επίσκοπος παρὰ τὸ ἐπίσκοπεῖν ἅπαντας. ρόῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους και οἱ κίνδυνοι τῷ τὴν ἐπισκοπὴν ἔχοντα. Αρκεῖ ἐν κατόρθωμα ἐπισκοπῆς ἀνενεγκεῖν εἰ; τὸν οὐρανὸν, καὶ ἐν ἁμάρτημα εἰς αὐτὴν ἐμβαλεῖν Αν τύχῃ ποτέ τινα ἢ διὰ φιλίαν ή δι' άλλην τινά αἰτίαν ἀνάξιον εἰς ἐπισκοπὴν παραγαγεῖν, πάντων τῶν ὑπ' ἐκείνου πραττομένων αὐτὸς δώσει τὰς εἰς θύνας. Ὁ γὰρ ἐν τάξει ἰδιώτου ὧν ἀνευλαβής, πολλῷ μᾶλλον ὅταν ἐπιλάθηταί τῆς ἀρχῆς. Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρη μάτων Ερως καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσματα, καὶ βόρει;, καὶ λοιδορίας. Χεῖρας, φησὶν ὁ θεῖος ᾿Απόστολος, ταχέως μηδενί επιτίθει, μηδὲ κοινώνει ἁμαρτίας. Τί λέγεις; διλος ἥμαρτε, κἀγὼ κοινωνῶ τῶν ἐγκλημάτων καὶ τῆς τιμωρίας; Ναί, φησίν, ὅτι πονηρία τὴν ἐξου σίαν παρέσχες. Καὶ καθάπερ τις μαινομένῳ καὶ παραπαίοντι ξίφος ἐγχειρίσας ήκονημένον, ὃν ἂν εργάσηται φόνον ὁ μεμηνώς, ἐκεῖνος ὑφίσταται τὴν αἰτίαν· οὕτω καὶ ἀνθρώπῳ τις πονηρία συζῶντι την ἀπὸ τῆς ἀρχῆς ταύτης ἐξουσίαν παρασχῶν, τὸ πῦρ ἁπάντων ἁμαρτημάτων ἐκείνου καὶ τῶν τολμημάτ των ἐπὶ τὴν οἰκείαν έλκει κεφαλήν. Ο γὰρ τὴν ῥίζαν παρασχών πανταχού, οὗτος τῶν ἐξ αὐτῆς φυ μένων ἐστὶν αἴτιος. Πάντας βάσταζε ὡς σὲ ὁ Κύριος πάντων· ἀνέχου ἐν ἀγάπῃ· αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. Πάντων τὰς νόσους βάσταζε· ὅπου γὰρ πλείων κόπος, πολύ τὸ κέρδος. Εἴ τις εὐδοκιμείν βούλοιτο παρὰ Θεῷ, τῶν λογι τῶν ἐπιμελείσθω προβάτων, τῶν ἀδελφῶν κηδέσθω

Part II, Oration IVPars II, Sermo IV

col. 1021–1022page 129 of 240
PG 136:1021τῶν ἑαυτοῦ· οὐδὲν τούτου τῷ Θεῷ προτιμότερον και η τόρθωμα. Ο γὰρ ἑαυτῶν ἀσκῶν εἰς ἑαυτὸν μόνον περιίστησι τὴν ὠφέλειαν· τὸ δὲ τῆς ποιμαντικῆς κέρδος εἰς ἅπαντα διαβαίνει τὸν λαόν. Οὕτω χρὴ τὸν ἱερέα διακείσθαι πρὸς τοὺς ἀρχου μένους, ὡσπερανεί πατὴρ πρὸς παῖδάς ἄγαν νηπίους διάκειται. Καὶ καθάπερ ἐκείνων οὔτε πληττόντων, οὔτε ὀδυρομένων ἀποστρεφόμεθα, ἀλλ᾽ οὐδὲ ἡνίκα ἂν γελῶσι, μέγα ἐπὶ τούτῳ φρονοῦμέν ποτε· οὕτω καὶ τούτων μήτε τοῖς ἐπαίνοις ἐξογκοῦσθαι χρή, μήτε καταπίπτειν τοῖς λόγοις, ὅταν ἀκαίρως γίνωνται παρ' αὐτῶν. Εἰ ὁ πατριάρχης Ιακώβ θρεμμάτων προεστώ;; πρόβατα άλογα βίσκων, καὶ ἀνθρώποις μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀνύπνους διήνυσε, καὶ καύματα καὶ κρύος, καὶ πᾶσαν ἀέμων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων· πολλῷ μᾶλλον ἡμᾶς, τοὺς οὐκ ἀλόγων Ενεστώτας, ἀλλὰ πατρικῶν προβάτων, καὶ οὐκ ἀν θρώποις, ἀλλὰ Θεῷ τῆς ἐπιστασίας ταύτης διδόναι μέλλοντας εὐθύνας, πρὸς οὐδὲν ἐκνεῖνἀνασύρ φθαι χρή, τῶν δυναμένων ὠφελήσει τὰ ποίμνια. Ἀλλ' ὅσον βελτίων αὕτη ἡ ποίμνη ἐκείνης, καὶ ἀλό των Ανθρωπός, καὶ ἀνθρώπων Θεός· οὕτω καὶ ἡμᾶς Ελεῖον σφοδρότερον τὴν σπουδήν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή. Τοὺς ἐπὶ τὴν παναγεστάτην Ιόντας ἱερουργίας της Δουλειές ἀποκεκαθάρθαι δεῖ καὶ τὰς ἐσχάτας τῆς ψυχῆς φαντασίας καὶ ὁμοιότητας, καὶ οὕτως αὐτῇ κατὰ τὸ δυνατόν προσιέναι. Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ ταύτην κήρυσσε. Οὐ χρὴ τῶν ἱερέων τὰ πλημμελήματα δῆλα γίνε σθαι τοῖς πολλοῖς, ἵνα μὴ, σκανδάλου πρόφασιν ἐνω τεῦθεν λαμβάνοντες, ἀδεῶς ἁμαρτάνωσιν. Εἰ γὰρ ἔγωγε αὐτόπτης ἐπισκόπου γάμον ἀλλότριον διορύτε τοντος ἐγεγόνειν, συνεκάλυψα ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψοι τους θεω μένους τῶν δρωμένων ἡ ὄψις. ΛΟΓΟΣ Δ'. Περὶ ἐπισκόπων μοχθηρῶν καὶ μὴ φυλαττόντων η τὰς ἐντολὰς τοῦ Θεοῦ. Ελαβον οἱ δύο υἱοὶ 'Ααρών Ναβαδ καὶ ᾿Αβιούδ ἕκαστος τὸ πυρίον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπ᾿ αὐτὰ πῦρ, καὶ ἔβαλον ἐπ' αὐτὰ θυμίαμα, καὶ προσο ήνεγκαν έναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσ έταξε Κύριος αὐτοῖς, καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγεν αὐτοὺς, καὶ ἀπέθανον ἔναντι Κυρίου. Εκρυψαν ἱερεῖς ὁδὸν Κυρίου. Σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ ιερατεύειν μοι. Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ Ἱερεῖς αὐτῆς. μετὰ μισθοῦ ἀπεκρίναντο.
col. 1023–1024page 130 of 240
PG 136:102310:3 Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγιά μου, καὶ ἀσε· βοῦσιν νόμον μου. * οἱ ποιμαίνοντες τὰ μάταια, καὶ καταλελοιπότες τὰ πρόβατα. Ο οἱ ποιμαίνοντες, οι διασκορπίζοντες καὶ ἀπολα λύντες τὰ πρόβατα τῆς ποίμνης, διὰ τοῦτο τάδε λέγει Κύριο; ἐπὶ τοὺς ποιμένας; τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατα, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά. Ἰδοὺ ἐγὼ ἐκδικῶ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. οι πολ Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, μαίνοντες αὐτὸν ἐξώσαντο αὐτοὺς, ἐπὶ τὰ ὄρη ἐπεπλάνησαν αὐτούς. Οἱ ἱερεῖς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου, ἀνὰ μέσον τοῦ ἀκαθάρτου καὶ καθαρού ο διέστελλον, καὶ ἐβεβήλουν ἐν μέσῳ αὐτῶν. : Τάδε λέγει Κύριος, Ἐὰν ἐξαγάγης τίμιον ἐξ ἀναξίου, στόμα μου ἔσῃ. Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Ἐὰν μὴ διαστείλῃς τῷ λαῷ, ἐκεῖνος μὲν ἀποθη νεῖται ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός, σου ἐκζητήσω. 'Ο οἱ ποιμένες Ισραήλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς ; Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόσ βατά μου οὐ βόσκετε, τὸ ἠσθενηκός οὐκ ἐνισχύσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπο λωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατεργάσι σθε, καὶ διεσπάρη τα πρόβατά μου διὰ τὸ μὴ εἶναι Κοιμένας, Εβόσκησαν οι ποιμένες ἑαυτοὺς, τὰ δὲ πρόβατά μου οὐκ ἐξόσκησαν· ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τα πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν. Αποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ μιανοῦσε τὴν ἐπισκοπὴν μου, καὶ εἰσελεύσονται εἰς τὰ ἅγιά μου ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά, καὶ ποιήσουσι φυρμόν διότι ἡ γῆ πλήρης κρίσεως αἱμάτων, καὶ πόλις πλήρης ἀνομίας. ῾Ο ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοί δὲ δυνατῶς ἑτασθήσονται. Οὐ γὰρ ὑποστελείται πρόσωπον ὁ πάντων Δεσπό τῆς, οὐδὲ ἐντραπήσεται μέγεθος. Ἐπὶ τῆς Μωσέως καθέδρας εκάθισαν οι Γραμματ τεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ἔσα ἂν εἴπωσιν ὑμῖν ποιεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε · λέγουσι γὰρ καὶ οὐ ποιοῦσι. Δε σμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά· πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀν θρώποις. Οὐαὶ ὑμῖν, Γραμματείς και Φαρισαΐοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὴ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα γὰρ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Οδηγοί τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον κατα πίνοντες.
col. 1025–1026page 131 of 240
PG 136:1025Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, Δ ότι παρομοιάζετε τάφοις κεκονιαμένοις· οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· οὕτως καὶ ὑμεῖς, ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, Εσωθεν δὲ μεστοί έστε ὑποκρίσεως καὶ πάσης ἀνομίας. Ἰδὼν δὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χει ρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε καμοί τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖράς μου, λαμβάνῃ Πνεῦμα ἄγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ὅσον ἐστὶ κακὸν, ἀντὶ ὁδηγίας, πλάνης αἴτιον γενέσθαι τοῖς ὑποχειρίοις, συνοραν ἔξεστιν ἐκ τῶν ἀποστολικῶν διδαγμάτων· σημεῖον δὲ ἐστι τοῦτο τοῦ καὶ τὴν ἐντολὴν τῆς ἀγάπης ἀκατόρθωτον εξκαι. Οὐδεὶς γὰρ πατὴρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐν αφίησι τῷ πτώματι. Πόσον δεινότερον ψυχήν εἰς βάθος κακῶν ἐμπεσοῦσαν ἀναφεἶναι τῇ ἀπωλεία Οίχεται σεμνότης Ιερατική, επιλελοίπασιν οἶκος νομίας πτωχῶν, εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων Απόλωλε κρίμα δίκαιον. Πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται· ἡ πονηρία άμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οι προεστῶτες ἀπαῤῥησίαστοι. Δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν οἱ δι' ἀνθρώ των ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. Τὸ παιδεύειν ἄλλους ἐπιχειρεῖν πρὶν αὐτοὺς ἱκα νῶς παιδευθῆναι, καὶ ἐν πίθῳ τὴν κεραμείαν μαν θάνειν, τὸ δὴ λεγόμενον, ἐν ταῖς τῶν ἄλλων ψυχαῖς ἐκμελετῶν τὴν εὐσέβειαν, λίαν μοι φαίνεται ἀνοή των ἢ τολμηρῶν· ἀσυνέτων μὲν, εἰ μηδὲ αἰσθάνον καὶ τῆς ἑαυτῶν ἀμαθίας θρασέων δὲ, εἰ συνιέντες κατατολμῶσι τοῦ πράγματος. Τάξις οὐκ ἀρίστη διδάσκειν πρότερον, εἶτα μαν θάνειν, μὴ ὅτι τὰ θεῖα καὶ τηλικαῦτα... (ἔοικε λείπειν τινά.) Χειροτονεῖ δὲ ῥᾳδίως πολλοὺς μὲν ἁγίους, πολλοὺς δὲ ἀθέους παρὰ τὸ εἰκὸς ὁ καιρὸς, μᾶλλον δὲ πάντας αθλίους. Ταῦτα γὰρ τῶν νόθων καὶ παρεγγράπτων ἱερέων ἐστὶ, καὶ τοῦ ἐπαγγέλματος ἀναξίων, οι μηδὲν τῇ ἱερωσύνῃ προσενεγκόντες, μηδὲ τοῦ καλοῦ πρῶτα λαιπωρήσαντες, ὁμοῦ μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθαρθῆναι καθ αίρουσι χθὲς ἱερόσυλοι, καὶ σήμερον ἱερεῖς· χθὲς τῶν ἁγίων ἔξω, καὶ μυσταγωγοί σήμερον, παλαιοί τὴν κακίαν, επισχέδιοι τὴν εὐσέβειαν. η
col. 1027–1028page 132 of 240
PG 136:1027" .. • ' . Μὴ ἔστω τις κεφαλή, μόλις που χεὶρ τυγχάνων, ἢ ποῖς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων τοῦ σώματος. Εκαστος οὖν ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω, κἂν ᾖ τῆς κρείττονος ἀξίας, ἐν ᾧ στέργει [αί. τῷ στέργειν] τὴν παροῦσαν πλέον εὐδοκιμῶν, ἢ ἐν τῷ ζητεῖν ἢν οὐκ ἔλαβεν. Μή τις, ἐνὸν ἀκινδύνως ἔπεσθαι, ἄρχειν ἐπιχη δύνως ἐπιθυμείτω. Επαινῶ τὸν νη την νόμον, ὃς τὴν κώπην πρόσ τερον ἐγχειρίσας τῷ νῦν κυβερνήτη, κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγών, καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ τῶν οἰάκων καθίζει, μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν, καὶ τὴν τῶν ἀνέμων διάσ σκέψιν. Οὐκ ἐξ ἀρετῆς μᾶλλον ἢ κακουργίας ή προεδρία· οὐδὲ τῶν ἀξιωτέρων, ἀλλὰ τῶν δυνατωτέρων ε θρήνοι. Τίς ἂν τοὺς ἀρχομένους πείσεις μετριάζειν, τῶν προεστώτων οὕτω διακειμένων; Φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτος κακίας ἀναπίμπλασθαι τὸ ὑπήκοον, καὶ πολύ γε βίον ἢ πίν αντίον τῆς ἀρετῆς. Τιμής μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς των προαιρουμένοις προσθήκη τιμωρίας ἐστίν. οὐδὲν διδασκάλου ψυχρότερον ἐν λόγοις φιλοσοφοῦντος μόνον· τοῦτο γὰρ οὐ διδασκάλου, αλλ' υπο κριτοῦ. Οὐχ ούτως γὰρ εἴωθεν ἐντίθεσθαι τῇ ψυχή μαθήματα ἀπὸ τῶν βημάτων, ὡς ἀπὸ τῶν πραγ μάτων. Τα Ὅσον πρὸς μείζονα όγκον τῆς ἀρχῆς ἀναβέβη πεν ὁ τὴν ἐπισκοπὴν λαχών, τοσοῦτον πλείονα ἀπαι τηθήσεται λόγον, οὐχὶ διδασκαλίας μόνον καὶ κινή των προστασίας, ἀλλὰ καὶ χειροτονιῶν δοκιμασίας, καὶ μυρίων ἑτέραν. Οὐδὲν ὠφελῆσαι δύναται, εἰ λέγοιεν τὸν χειροτονηθέντα ἀγνοεῖν, ἀλλὰ διὰ τοῦτο μεῖζον τὸ ἔγκλημα γίνεται, ότι ἂν ἡγνόουν παρήγαγον. Αρχοντος μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος ούτ δὲν ἀθλιώτερον. Μὴ νομιζέτωσαν ἀνέσεως καὶ ἀπολαύσεως είναι πρόφασιν τὸ πράγμα· πάντων γὰρ ἐπιπονώτερον ἐστιν ἄρχειν ψυχῶν. Καὶ δεῖ τοὺς ἐπὶ τοῦτο ἔρχο μένου; ἀλείψασθαι, ὡς πρὸς ἀγῶνα ἐπίπονον εἰς βάλλοντας. : Μαθέτωσαν εἰ βούλοιντο τὸ παρὰ τοῦ ᾿Αβιμέλεχ καὶ τοῦ Γεδεών, ὅτι οὐ λόγος, ἀλλ' ἔργον τοὺς ἄρ χομένους ἐνάγει πρὸς τὴν μίμησιν· τοῦ μὲν ποιή σαντος φορτία ξύλων καὶ βαστάσαντος, καὶ λέγοντος· Ὃν τρόπον ίδετέ με ποιοῦντα, ποιήσατε καὶ ὑμεῖς· τοῦ δὲ ἔργων εἰσηγουμένου καινῶν, καὶ ἑαυτὸν προστάσσοντος της εργασίας, καὶ λέγοντος· 'Απ' ἐμοῦ ὄψεσθε, καὶ οὕτως ποιήσατε. Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπόλλυσι τοὺς μαθη τευομένους· καὶ ἡ τῶν μαθητευομένων ἀπόλεις κίνδυνον φέρει τῷ διδασκάλῳ, καὶ μάλιστα όταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥαθυμοῖεν ἐκεῖναι

Part II, Sermon VPars II, Sermo V

col. 1029–1030page 133 of 240
PG 136:1029*Ατοπόν ἐστι διώκοντα τὰς τιμὰς φεύγειν τοὺς 4 πόνους, δι' ὧν αἱ τιμαί. Τοῖς παρ' ἀξίαν ἐπιτυχοῦσι τῆς ἀνωτάτω τιμής ὑπακούειν ἀνάγκη τοῖς παρασχοῦσιν. ΛΟΓΟΣ Ε'. Περὶ ἀρχόντων χρηστών. Δώσω τοὺς ἄρχοντάς σου ἐν δικαιοσύνῃ, καὶ οὐκ ἔτι ἀκουσθήσεται ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύνο τρίμμα, οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου. Ἐγὼ καὶ οἱ ἀδελφοί μου ἄρτον τῆς ἡγεμονίας μου οὐκ ἐφάγομεν· οἱ δὲ ἄρχοντες οἱ ἔμπροσθέν μου ἐξάρυναν τὴν κλειὸν ἐπὶ τὸν λαὸν, καὶ ἔλαβον παρ' αὐτοῦ ἄρτον καὶ οἶνον, καὶ ἔσχατον ἀργυρίου είκλους τεσσαράκοντα. Μνήσθητί μου, ὁ Θεός, πάντα εἰς ἀγαθὸν, ὅσα ἐποίησα τῷ λαῷ τούτῳ. Ο σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίσειν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. Πόλις οικοδομηθήσεται ἐν συνέσει δυνάστου. Μὴ δῶς μώμον ἐν τῇ δόξῃ σου, καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου. Μὴ ζήτει παρὰ Κυρίου ηγεμονίαν, μηδὲ παρά βασιλέως καθέδραν δόξης, Μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ καταβά της ἑαυτὸν ἐν ὄχλῳ. Μὴ ζήτει γενέσθαι κριτής, εἰ μὴ. Ισχύεις ἐξᾶραι ἀδικίας· μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστες, καὶ θήσῃς σκάνδαλον ἐν εὐθύτητί σου. Οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις μὴ φοβείσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ. Οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεί. Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ κακῶς πράσοουει. Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κό ριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἶνε ἡγεμόσιν ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιών, ἔπαινον δὲ ἀγαθοποιών. Εἰ δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ εὐδόκιμος ἐν τοῖς κοσμικοῖς πράγμασι γίνεσθαι, ἔσο δίκαιος, σώφρων, φρόνιμος, ἀνδρεῖος, ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας παθήμασιν. Οὕτω γὰρ καὶ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις την περιφάνειαν. Εναντι πάντων εἰσένεγκε την φιλανθρωπίαν, ᾗ χαίρει Θεὸς μᾶλλον ἢ πᾶσι τοῖς ἄλλοις. Μίξον τῷ φόβῳ τὴν ἐπιείκειαν, κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθούν εἶδα. Το δραστικὴν δείκνυς, μὴ τῷ ὁρᾷν κακῶς, Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός. Τὸ δ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές, Εμπ.

Part II, Sermon VIPars II, Sermo VI

col. 1031–1032page 134 of 240
PG 136:1031ἐερὶ ἀρχόντων πονηρῶν. Οἱ δυνάσται θυμώδεις εἰτὶν, οἶνον μὴ πινέτωσαν, ἴνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, χαὶ ὀρθὰ χρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. Ἐὰν οἰκέτης ἄρξῃ, μεθ᾽ ὕδρεως δυναστεύει. Οαέ σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος, χαὶ οἱ ἄρχοντές σου ἐν πρωῖΐᾳ ἐσθίουσιν, Πεσοῦνται οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν. Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαδὴς ἀπὸ τῆς γῆς. καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. ἢ Πάντες εἰς αὕματα δικάζουσιν, ἕκαττος τὸν ἀδελφὸν αὑτοῦ ἐχθλίδουσιν, ἐπὶ τὸ καχὴν τὰς χεῖρας αὑτῶν ἑτοὶμάζοναιν, Ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς λόγους εἰρηνικοὺς ἐλάλησε, καταθύμιον ψυχῆς αὐτοῦ ὡς ἔστιν, ΟἹ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέονέες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύχοι τῆς ᾿Αραδίας. ΟἹ ἄρχαντές σου ἀπειθοῦσὶ, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώχοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Ἐπιστήσω νεανίσχους ἄρχοντας ἀὐτῶν, καὶ ἐμπαῖχται χυριεύσουσιν αὐτῶν. Οἱ ὀφθαλμοί σου οἱ καλοὶ, οὐδὲ ἡ καρδία σὸν Σ εὐθεῖα - ἀλλ᾽ ἐπὶ τὴν, πλεονεξίαν καὶ ἐπὶ τὸ αἵμα πὸ ἀθῶον, τοῦ ἐχχέειν αὐτὸ, καὶ ἐπὶ τὴν συκηφᾶνν «τίαν, καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν, Οἱ ἄρχοντὲς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἅρπαγες, ἀρπάζοντες ἅρπαγμα, ὅπως πλεονεξίᾳ πλεονον χτῶσιν. Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται, Τὰ τῶν ἀρχόντων καχὰ συμφορα τοῖς ἀρχομένοις γίνεται, Τοῦτο γὰρ ὁρῷ πολλοὺς τῶν νῦν χριτῶν πάσχοντας, οἵ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ μέγιστα συγχωρὴφαῖεν, ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. " Οὐκ ἐν τῇ χλανίδι καὶ τῇ ξώνῃ, οὐδὲ ἐν τῇ φωνῇ ποῦ κήρυχο; ἄῤχων, ἀλλ᾽ ἐν τῷ τὰ πεπονηκότα ἀναχτάαθαι, καὶ τὰ κακῶς ἔχοντα διορθοῦν, καὶ κολάζειν μὲν ἀδικίαν, μὴ συγχωρεῖν δὲ ὑπὸ δυναστείας τὸ δίχαιον ἀπελαύνεαθαι. Τοσοῦτον δύνανται οἱ ἄρχοντες πρὸ τῆς ἀληθείας δόξαν τιμῶντες, ὅσον χαὶ λῃσταὶ ἐὺ ἐρημίᾳ, . ᾿Ανάγχη ἀπειρίᾳ καὶ χαχίᾳ ἡνιόχου τὰ ὑπεζειγῬένα χατὰ κρημνῶν φέρεσθαι, ὥτπερ ἐμπειρίᾳ χσὶ ἀρετῇ διασώζεσθαι. Ε Μέχρε μὲν γὰρ ἢ τῶν ἐκτὸς πρόσεστιν ἀφθονία, σύνεσις ἐπακολουθεῖν δοχεῖ καὶ ἀγχίνοια ὅταν δὲ ἀφαιρεθῇ, συμπεριήρηται καὶ τὸ δοχεῖν εἶναι φρρνεῖν.

Part II, Sermon VIIPars II, Sermo VII

col. 1033–1034page 135 of 240
PG 136:1033Λόγῳ σοφῷ παράβαλε τον οὖς. *Ανδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου. Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε. Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει · λειτουργοί απ τοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως, πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. "Ωσπερ οι ζωγράφοι ὅταν ἀπὸ εἰκόνος εἰκόνα γρά φωσι, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τὸν ἐκείνου χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα, οὕτω δὴ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν χρὴ, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως Ἐὰν ἴδῃς ἐθνικόν, βίου σώφρονος καὶ τῆς λοιπής κατὰ τὸ ἦθος εὐταξίας ἐπιλαβόμενον πλέον σεαυτοῦ, τὸ σπουδαῖον ἐπίτεινον. Εἰ τοῖς καλοῖς ἔποιο νουθετούμενος, Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή. Μὴ κλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπάσματα. Οὐ μικρὸν τοῖς σπουδαίοις καὶ μικρὰ τῶν μεγία στων ή μίμησις. Κρείσσον δεύτερα ἔχειν μεγάλων ἢ πρῶτα πενιχρῶν. Φιλεῖ πρὸς τὰς ἀναστροφὰς τὰ ἤθη ρυθμίζεσθαι. Έλεγχος ἀνδρὸς ἤθους ἡ μετὰ τῶν τοιῶνδε συνουσία· ὅ τε γὰρ φαῦλος ἐξ ἀνάγκης τοῖς ὁμοίοις συνέσται· δ τε δ᾽ αὖ πάλιν σώφρων καὶ σοφὸς τοῖς τὰ τοιαῦτα μετιοῦσιν. Καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα. Περὶ συναγωγής κακῶν ἀνδρῶν καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν εταιρείας, ὡς ὅλε θρον προξενούσας. Αφανίσατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Τὸ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν. Οὐκ ἐκάθισα μετά συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. "Αφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ. Υιέ, μή σε πλανήσουσιν ἄνδρες ἀσεβεῖς, μήτε πορευθῇς ἐν ὁδῷ μετ᾿ αὐτῶν. Εκκλινον τὸν πόδα σου ἀπὸ τῶν τρίβων αὐτῶν. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν.
col. 1035–1036page 136 of 240
PG 136:1035Α Κρίμα ἐργάσασθε, καὶ ζητήσατε δικαιοσύνην, ζητήσατε πραύτητα, όπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. Κρίμα δίκαιον κρίνατε. Τάδε λέγει Κύριος · Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, καὶ προσήλυτον καὶ χήραν καὶ ὄρο φανὸν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶν μὴ ἐκχέετε. Τάδε λέγει Κύριος · Ποιήσατε κρίσιν, ποιήσατε δικαιοσύνην. Μακάριος ὁ ποιῶν ταῦτα καὶ ἀντεχόμενος αὐτῶν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα. Εκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρί. νατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Τάδε λέγει Κύριος. Κρίνατε πρωί, καὶ κατευθύνατε· καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδι κοῦντος αὐτὸν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. Αδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἐκ τοῦ λαοῦ μου, λέγει Κύριος ὁ Θεός. Μὴ λάβης πρόσωπον δυνάστου, ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Μὴ λάβης πρόσωπον κατά ψυχής σου. Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ. Δικαίωσον μικρῷ καὶ μεγάλῳ ὁμοίως. Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. Πρὶν ἐξετάσῃς, μή μέμψη. Νόησον πρῶτον, καὶ τότε ἐπιτίμα. Ανευ κρίσεως μή ποιήσῃς μηδέν. Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν. Έλεγχος τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης. Ο Τὸ νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης όντως διανοίας καὶ φρενός τελειοτάτης δεῖται. Αμήχανον γὰρ μὴ προπαιδευθέντα τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρίνειν. Ὁ γὰρ εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι' αὐτῆς διδαχθεὶς τὸ αἰν κεῖον ἀπονέμειν ἑκάστῳ, οὗτος δύναται κατευθύνειν κρίμα. Ωσπερ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπει θύνει τὸ βέλος, οὔτε ὑπερβολαίς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ᾽ ἑκάτερα περιτροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων, οὔτε ποιῶν τι κατά πρόσω κλησιν, ἀλλ᾽ εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τάς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ ἔστηκεν ἡ κριτὴς ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦ τον ὑφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Οὐκ ἔστι δικαίου κριτοῦ, ἴσας πρὸς ἴσας ὁρίζειν

Part II, Sermon VIIIPars II, Sermo VIII

col. 1037–1038page 137 of 240
PG 136:1037τὰς ἀντιδόσει;· ἀλλ᾽ ἀνάγκη τὸν κατάρξαντα και κοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενέσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιῆσαι τῷ ὑποδείγματι. Ποιήσατε δικαιοσύνης ὅπλον, καὶ μὴ θανάτου τὴν παίδευσιν. Ἴσθι κρινόμενος ὁ κριτής, καὶ ἧττον ἁμαρτήσεις. δ Οὕτω δοκίμαζε τὸν ἀδελφόν σου, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. Τῇ τῶν δικαζόντων μακροθυμίᾳ οἱ λίαν άδικοι σκληρότεροι ἑαυτῶν γίνονται κατὰ τὸ ἀπειθεῖν. Καὶ δεῖ τὸν κριτὴν εἰδέναι, ὅτι κρίσει Θεοῦ ὑπηρετεῖ, καὶ οὐ κύριός ἐστιν, ὡς βούλεται ἄγειν τὸ κρίμα, ὥστε καὶ χαρίζεσθαι τοῖς κρινομένοις τάγματα. Ατοπον ἁμαρτήμασιν ενόχους εἶναι τοὺς τοῖς ἄλλοις τὰ δίκαια βραβεύειν ἐξισοῦντας. Οταν αἰτιῶται δικαστής κρινόμενον, ἀνάγκη σιωπήν. Αριστος κριτής ὑπονοείσθω ὁ ταχέως μὲν συνιες, βραδέως δὲ κρίνων. Θάτερον μὲν οὖν εὐνοίας, θάτε μου δὲ ἀκριβείας. Ασκέπτως οὐ δεῖ προπετεῖν ἐν τῷ κρίνειν, ἔμπροσθεν δὲ βουλεύεσθαι, μηδὲ τῷ σπεύδειν τῷ λου γισμῷ παρ' δ δεῖ λέγειν· ἀλλὰ βραδύνοντάς τε καὶ μέλλοντας, τὴν ὁρμὴν ἀκριβῶς πεπονημένους, καὶ μὴ πρὸς χάριν μεταβάλλεσθαι· ἧττον γὰρ τοῦ ἀβούλου τὸ εὐμετάβολον, καὶ τοῦ προπετοῦς τὸ κούφον. Οὐχ οὕτω τὸν τῶν γραμμάτων χαρακτῆρα ὀρθοῦν· δεῖ, ὡς τὸν τῶν πραγμάτων τηρεῖν. Ἡ γὰρ κακὴ κρίσις παντός κακοῦ αἰτία. Μηδείς φρονίμων τοῦ ἄρχειν ἀλλοτριούσθω. Καὶ γὰρ ἀσεβὲς τὸ ἀποσπᾷν ἑαυτὸν τῆς τῶν δεομένων εὐχρηστίας· καὶ ἀγεννὲς τοῖς φαύλοις παραχωρεῖν. Ανόητον γὰρ τὸ αἱρεῖσθαι κακῶς ἄρχεσθαι μᾶλλον, ἢ καλῶς ἄρχειν. Οὐδὲ ἄλλο ἡγεμόνι πρέπει ἢ τὸ μηδένα ὑπερηφανεῖν, μηδὲ ἁβρύνεσθαι, ἀλλ᾽ ἐξ ἴσου πάντων προϊ στασθαι. ΛΟΓΟΣ Η'. Περὶ δικαστῶν ληπτῶν καὶ δωροδοκουμένων, καὶ ἀθέσμως κατακρινόντων. Επικατάρατος πᾶς, δς ἂν ἐκκλίνη κρίσιν προσ- D ηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. Πῦρ κατακαύσες οίκους δωροδεκτών. Θυμὸς ἐπ' ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐν ἀδικίᾳ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομία; ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. Έως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρ τωλῶν λ. μβάνετε ; Εξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης· ὁ δὲ μισῶν δώρων λήψεις ζήσεται.
col. 1039–1040page 138 of 240
PG 136:1039" Αργύριον διδόμενον μετὰ δόλου ὥσπερ όστρακον ἡγητέον. Θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει. Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίπως, οὐδὲ τῷ στόματι αὐτοῦ οὐ μὴ προσενέγκη αὐτάς. Στόμα ἀσεβῶν καταπίεται κρίσεις. Ος δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὴν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ. Ινα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε ; Εως πότε, Κύριε, κεκράξομαι ἀδικούμενος, καὶ οὐκ εἰσακούσῃ ; ἵνα τί ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναν τίας μου γέγονε κρίσις, καὶ ὁ κριτής λαμβάνει, Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβής καταδυναστεύει τὸν δίκαιον· ἔνεκεν τούτου ἐξέρχεται τὸ κρίμα διεστραμμένον. Ἐξ εναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτής λαμβάνει· διὰ τοῦτο ἐξέρχεται τὸ κρίμα διεστραμ Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἷματις πλήρεις. Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῇ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αίροντες ἀπ' αὐτοῦ. Οὐκ ἔκριναν κρίσιν ὀρφανῶν, καὶ κρίσιν χήρας οὐκ ἔκριναν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι ; λέγει Κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γάρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὡς τὴ εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις αὐτῶν πόῤῥωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξονται τοῦ βοηθηθῆναι; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; φησὶν ὁ Κύριος. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκύπικρον. Ἡ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύεται, καταφθεῖραι ταπεινούς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσα: λόγους πενήτων ἐν κρίσει. Εταπείνωτας ὑψηλὸν, καὶ ὕψωσας ταπεινόν. Αδικίαν θήσομαι αὐτό, λέγει Κύριος. Αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιούντο, καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλάσματος ἄρτου, ἀποκτεῖναι ψυχὰς ἄς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχὰς ὡς οὐκ ἔδει ζῆσαι. ་

Part II, Oration IXPars II, Sermo IX

col. 1041–1042page 139 of 240
PG 136:1041Ξένια καὶ δῶρα εκτυφλοί ὀφθαλμοὺς σοφῶν, καὶ δ ὡς φιμὸς ἐν τῷ στόματι ἀποστρέφει ἐλεγμούς. Εστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι' αἰσχύνην, καὶ ἀπὸ λήψεως προσώπου ἀπολεῖ αὐτήν. Εἰ προσωποληπτείτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ἐκ τοῦ νόμου ὡς παραβάται. Διὸ ἀναπολόγητος εἴ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἐν ᾧ γὰρ κρίματι κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Αδικος δικαστής μεμολυσμένη συνείδησις. Ο τὴν ἀληθῆ δικαιοσύνην μὴ ἔχων προεναποκει- B μένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ᾽ ἢ χρήμασι διεφθαρμένος, " Η φιλίᾳ χαριζόμενος, ἢ ἔχθραν ἀμυνόμενος, * δυναστείαν δυσωπούμενος, τὸ κρίμα κατευθύνειν οὐ δύναται. Δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσιν. Οὐ πρὸς δικαίου ἀνδρὸς σιωπῇ τὰς παρανομίας ἐπικαλύπτειν. Τῇ τῶν δικαζόντων μακροθυμίᾳ οἱ λίαν άδικοι σκληρότεροι αὐτοὶ ἑαυτῶν γίνονται κατὰ τὸ ἀπει θεῖν. Καὶ δεῖ τὸν κριτὴν εἰδέναι, ὅτι κρίσει Θεοῦ ὑπηρετεῖ, καὶ οὐ κύριος ἐστιν ὡς βούλεται ἄγειν τὸ κρίμα, ὥστε καὶ χαρίζεσθαι τοῖς κρινομένοις τάγματα. Φόβο; Θεοῦ ἀνθρώπων σωτήριος, σπάνιος δέ. C Ὅθεν οὐ χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστάς παραλογιο ζομένους. Τὸ νέμειν ἴσα τοῖς ἀνίσοις τῆς μεγίστης ἐστὶν ΛΟΓΟΣ Θ'. Περί γονέων χρηστῶν, καὶ ὅτι χρὴ διὰ σπουδῆς καὶ προσηκόντως τὰς τῶν τέκνων ἀναγωγάς ποιεῖσθαι, Εἶπε Κύριος, Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ᾽Αβραὰμ τοῦ παιδός μου ὁ ἐγὼ ποιῶ. Ηδειν γὰρ ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δι καιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ ὁ Θεὸς ἐπὶ Αβραὰμ πάντα όσα ελάλησε πρὸς αὐτόν. Απέστελλεν Ἰώβ, καὶ ἐκαθάριζε τὰ τέκνα αὐτοῦ, ἀνιστάμενος τῷ πρωί, καὶ προσφέρων περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας, περὶ τῶν ψυχῶν αὐτῶν. Ἔλεγε γάρ Ιώβ · Μή ποτε οἱ υἱοί μου κακὰ ἐνενόησαν ἐν τῇ διανοίᾳ αὐτῶν πρὸς Θεόν. Παίδευε υἱὸν, καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος. Ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει. Μὴ ἀπόσχες νήπιον παιδεύειν· ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐκ ἀποθανεῖται. Σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. τ

Part II, Sermon XPars II, Sermo X

col. 1043–1044page 140 of 240
PG 136:1043Καύχημα νέων πατέρες αὐτῶν. Πληγαὶ καὶ ἔλεγ χοι διδόασι σοφίαν. Παίδευε υἱόν σου· οὕτως γὰρ ἔσται εὔελπις. Τέκνα σοί ἐστι, παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχίσει μάστιγας αὐτῷ. Ο παιδεύων τὸν υἱὸν αὐτοῦ διαζηλώσει τὸν ἐχθρόν · καὶ ἔναντι φίλων ἐπ᾿ αὐτῷ ἀγαλλιάσεται. Ο παιδεύων τὸν υἱὸν αὐτοῦ εὐφρανθήσεται ἐπ' αὐτῷ· καὶ ἀνὰ μέσον γνωρίμων ἐπ' αὐτῷ καυχήσεται. Οι πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσία Κυρίου. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσι. Δίκαιόν ἐστι τοῖς γονεῦσιν, ἵνα ὥσπερ ἐξ ἴσου μετ ταδεδώκασιν ἑκάστῳ τῶν παίδων τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως παρέχωσι Παίδων φείδεσθαι πατρικός νόμος. Τὰ τῶν παίδων τῷ πατρὶ λογίζεσθαι τῶν ἐννομωτάτων τε καὶ δικαιοτάτων. Οἱ τῆς τῶν παίδων κοσμιότητός τε καὶ σωφροσύνης ἀμελοῦντες πατέρες παιδοκτόνοι τυγχάνουσι, καὶ χαλεπώτερον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πρὸς ψυχὴν ἡ ἀπώ λεια καὶ ὁ θάνατος. Οπερ, οἶμαι, Θεὸς πρὸς κόσμον, τοῦτο πρὸς τέτ κνα γονεῖς, ἐπειδὴ ὡς ἐκεῖνος τῷ μὴ ὑπάρχοντι ύπαρξιν κατειργάσατο, καὶ οὗτοι μιμούμενοι καθ' ὅσον οἷόν τε τὴν ἐκείνου δύναμιν, τὸ γένος ἀθανατίζουσιν. Τοὺς υἱούς σου σπούδαζε πεπαιδευμένους μᾶλλον Η πλουσίους καταλιπεῖν. Κρείττους γάρ εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθῶν πλοῦτος. Πατρὸς [ἰατροῦ] ὕβρις ἡδὺ φάρμακον, Θυγάτηρ ἀλλότριον κτῆμα υπάρχει τῷ πατρί. Υἱῷ καὶ θυγατρὶ μὴ προσμειδιάσῃς, ἵνα μὴ ὕστερον δακρύσης. Τέκνοις αἰδέσιμον καύχημα πατρὸς ἔπαινος. Πατρὸς καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δὲ δυνάμεις. Τὸν γοῦν τὸ πᾶν τόδε ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εν θὺς ἐν δίκῃ φήσωμεν· μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην ᾖ συνών Θεὸς οὐχ ὡς ἄνθρωπος, ἔσπειρε γένεσιν· ἡ δὲ παραδεξαμένη τὰ τοῦ Κυρίου σπέρματα, τελεσφόροις ὠδῖσι τὸν ἀγαπητὸν καὶ αἱ σθητὸν υἱὸν ἀπέτεκεν. • ΛΟΓΟΣ Ι. Περὶ γονέων καταφρονητικῶς ἐχόντων τὰς τῶν τέκνων ἀναγωγάς. Απήγγελκα αὐτῷ, ὅτι ἐκδικῷ ἐγὼ ἐπὶ τὸν οἶκον ὕβρις ἡδὺ φάρμακον.

Part II, Sermon XIPars II, Sermo XI

col. 1045–1046page 141 of 240
PG 136:1045αὐτοῦ ἕως αἰῶνος· ὅτι ἐκακολόγουν Θεὸν οἱ υἱοὶ Δ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ οὐχ οὕτως ώμοσα τῷ οἴκῳ Ἠλεί, εἰ ἐξιλασθήσεται ἀδικία. οἴκου Ηλεὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις αὐτοῦ ἕως αἰῶνος. ὺς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν υίν αὐτοῦ. Πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι' αὐτὸν ὀνειδισθήσονται. Ιππος ἀδάμαστος ἀποβαίνει σκληρός· καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. Τιθήνησον τὸν υἱόν σου, καὶ ἐκθαμβήσει σε, καὶ μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συλλυπηθῇς, καὶ ἐπ' ἐσχάτων γομφιάσει τοὺς Ιδόντας σου. Μη δὸς αὐτῷ ἐξουσίαν ἐν νεότητι, καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. Κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι. Θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μή ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι, καὶ ἔσται σοι ἐξ αὐτοῦ ὀδύνη ψυχῆς. Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς. Τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν. Εγγονα ἀσεβῶν οὐ πληθυνεί κλάδους, καὶ ρίζαι ἀκάθαρτοι ἐξ ἀκροτόπου πέτρας. Ἐκ σπέρματος όφεων ἐξελεύσεται ἔκγονα ἀσπί δων· τὰ δὲ ἔκγονα αὐτῶν ὄφεις πετόμενοι. Αδικώτατος περὶ τὴν τῶν ἐγγόνων ἐκτροφὴν ὁ αετός. Δύο γὰρ ἐξαγαγών νεοττούς, τὸν ἕτερον αὐτῶν εἰς τὴν γῆν καταῤῥήγνυσι, ταῖς πληγαῖς τῶν πτερύγων ἀπωθούμενος · τὸν δὲ ἕτερον μόνον λαβών οίκει- C οὗται, διὰ τὸ τῆς τροφῆς ἐπίμονον, ἀποποιούμενος ἂν ἐγέννησεν. Τοιοῦτοι τῶν γονέων εἰσὶν οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια, οἳ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισώτατοι πρὸς τὰ ἔγγονα. Ἱερεὺς ἦν ὁ Ἠλεί, καὶ τοῖς παισὶν ἀσεβοῦσιν ἐπέπληττε μὲν, ὅτι δὲ μὴ σφοδρῶς ἐνεκλήθη, καὶ δίκην ὑπέσχε πατὴρ εὐλαβὴς παίδων παρανομίας. Καταγέλαστον ἀνθρώπῳ, τῷ τῶν ἰδίων ἀφειδής σαντι, παιδεύειν ξένους ἐπιχειροῦντι. ΛΟΓΟΣ ΙΔ'. Περὶ παίδων τιμώντων γονεις, καὶ ἴσα ἔπεται ἀγαθὰ τοῖς ὑπακούουσιν αὐτοῖς. Τίμα τον πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εξ σοι γένηται, καὶ μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς. Εκαστος πατέρα αὐτοῦ καὶ μητέρα φοβείσθω. Υιέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου, ἄραψαι δὲ αὐτοὺς ἐπὶ τῇ ψυ χῇ διαπαντὸς, καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιόν χρύσεον περὶ σῷ τραχήλῳ. Ακους, υἱὲ, πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει, ὅτι γεγήρακέ σου ἡ μήτηρ. Υιός δοξάζει πατέρα. Καὶ εἰ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; Ο τιμῶν πατέρα αὐτοῦ ἐξιλάσκεται ἁμαρτίας. Καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ·
col. 1047–1048page 142 of 240
PG 136:1047ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἀντιπελάργωσιν α ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ο δοξά ζων πατέρα μακροημερεύσει· καὶ ὁ ἀκούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ, καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν. Ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ' αὐτ τοῦ. Εὐλογία γὰρ πατρός στηρίζει οίκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ ἐὰν ἀπολίπῃ σύνεσιν, συγγνώμην ἐχέτω, καὶ μὴ ἀτι μάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. Ελεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται· καὶ ὡς εὐδία ἐν παγε τῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι. Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδίνων μὴ ἐπιλάθῃ. Μνήσθητι ὅτι δι' αὐτῶν ἐγεννήθης· καὶ τί ἀνταποδώσεις αὐτοῖς, καθώς απ τοὶ σοί ; Τίμα τον πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἀγάπα τον πλησίον σου ώς σεαυτόν. Τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν κατὰ πάνω τα. Τοῦτο γὰρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Η περὶ τοὺς γηράσαντας τῶν πελαργών εὔνοια ἐξαρκεῖ τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλοιντο, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον εἶναι κρίνειν, τῶν ἀλόγων ὀρνίθων ὑστερεῖν κατ' ἀρετήν. Ἐκεῖνοι γὰρ, τὸν πατέρα ὑπὸ γήρως πτερο βυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρα σκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέα χονται βοήθειαν, ηρέμα τῶν πτερύγων ἐπικουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτως τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ἀντιπελάργωσιν ὀνομάζουσιν. Εὐγνώμονες παῖδες μεγάλα ποιοῦσι τὰ τῶν πατέ ρων ἐγκώμια. Εργασαι τὸ καλόν, ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι· καὶ εἴ σοι μηδὲν ἔσεσθαι μέλλοι, τοῦτο αὐτὸ μι σθὸς, τὸ πατρὶ χαρίζεσθαι. Ὡς τοῖς αὐτοῖς μέτροις, κατὰ τὴν τοῦ Κυρίου φωτ νὴν, ἐφ' ἑκάστῳ τῶν πραττομένων μετρούμενοι, μάτ θωμεν ὡς δεσπότας τιμαν γονεῖς, ἵνα καὶ ὑπὸ τῶν ἰδίων τιμηθῶμεν παίδων, καὶ τὸν παρὰ τοῦ Κυρίου ὡρισμένον ἐπὶ τούτῳ πλούσιον μισθὸν ἀπολάβωμεν, Ὡς οἰκέτης δούλευσον τοῖς γεννήσασί σε. Τί γάρ ἀνταποδώσεις αὐτοῖς οἷα αὐτοὶ σοί; ἀντιγεννῆσαι γὰρ αὐτοὺς οὐκ ἔνι Χρὴ τὸν υἱὸν δοῦλον εἶναι τοῦ πατρὸς ἢ τὸν οἱκέτην. Ὁ μὲν γὰρ φύσει τοῦ πατρὸς δοῦλός ἐστιν, ὁ δὲ νόμῳ. Τοιοῦτος γίνου περὶ τοὺς γονεῖς, οἵους ἂν εὔξαιο περὶ σεαυτὸν γενέσθαι τοὺς σαυτοῦ παῖδας. Αλέξανδρος ὁ βασιλεὺς, ερωτηθείς, τίνα μάλλον ποθεῖ, τὸν πατέρα Φίλιππον ἢ Αριστοτέλην, Τὸν δι

Part II, Sermon XII, XIIIPars II, Sermo XII, XIII

col. 1049–1050page 143 of 240
PG 136:1049δάσκαλον, ἔφη · ὁ μὲν γὰρ τοῦ γενέσθαι, ὁ δὲ τοῦ καλῶς γενέσθαι αίτιος. Ὁ αὐτὸς βαρύ τι επιταττούσης αὐτῷ τῆς μητρός Ολυμπιάδος, ἔφη· 'Ο μήτερ, πικρόν με ενοίκιον τῆς ἐννεαμηναίου ἀπαιτεῖς. Οτους ἂν ἐράνους ἐνέγκης τοῖς γονεῦσι, τοιούτους αὐτὸς ἐν τῷ γήρᾳ παρὰ τῶν τεκόντων [τέκνων] προσδέχου. Οστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει, Ὁ δ᾽ ἐστὶ καὶ ζῶν καὶ θανὼν Θεοῦ φίλος. Οὐκ ἔστι παισὶ τούτου κάλλιον γέρας, Η πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι, Καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμήν νέμειν. Σόλων ερωτηθεὶς διατί κατὰ τῶν τυπτόντων τοὺς πατέρας ἐπιτίμιον οὐχ ὥρισεν, ἔφη· Οτι οὐχ ὑπέ- Β λαβον τοιούτους τινὰς ἔσεσθαι. Γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱὸν, ὁ δὲ ἀποτυχὼν ἀπώλεσε καὶ θυγατέρα. Τοῖς γονεῦσιν ἴσας πρὸς ἴσας ἀποδοῦναι χάριτας τῶν ἀδυνάτων. ᾿Αντιγεννῆσαι γὰρ οὐχ οἷόν τε. Περὶ πατραλοίῶν καὶ μητραλοιῶν, καὶ ὅσα ἕψεται αὐτοῖς κακά. *Ος τύπτει πατέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Ο κακολογῶν πατέρα αὐτοῦ ἡ μητέρα αὐτοῦ θα νάτῳ τελευτάτω. Επικατάρατος πᾶς ὁ ἀτιμάζων πατέρα αὐτοῦ μητέρα αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαδί, Γένοιτο, γένοιτο. Υἱὸς ἀνήκοος ἐν ἀπωλείᾳ ἔσται. Ὁ ἀτιμάζων πατέρα αὐτοῦ, καὶ ἀπωθούμενος μητέρα αὐτοῦ, καταισχυνθήσεται, καὶ ἐπονείδιστος ἔσται. Κακολογοῦντος πατέρα ή μητέρα σβεσθήσεται λαμπτήρ· αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος. ὓς ἀποβάλλεται πατέρα ή μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ. Υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ἐδύνη τῇ τεκούσῃ αὐτόν. Ως βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Η γὰρ δόξα ἀνθρώπων ἐκ τιμῆς πατρὸς αὐτῶν. Οἱ γονέων ἀλογοῦντες ἑκατέρας μερίδος εἰσὶν έχε θροί, καὶ τῆς πρὸς Θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. Περὶ υἱοῦ σοφοῦ. Υἱὸς σοφὸς εὐφραίνει πατέρα αὐτοῦ. Υἱὸς φρόνι μας εὐφραίνει μητέρα αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί· καὶ χαιρέτω ἡ τεκοῦσά σε.

Part II, Sermon XIV, XVPars II, Sermo XIV, XV

col. 1051–1052page 144 of 240
PG 136:1051. • Ανδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατήρ Υιέ, ἐὰν σοφὸς γένη, σεαυτῷ σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Ἐπὶ υἱῷ σοφῷ εὐφραίνεται ψυχὴ πατρός. ᾿Αγαθὺς παῖς, πένης καὶ σοφός, ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα. Κρείσσον εἷς υἱὸς δίκαιος ἢ χίλιδοι υἱοὶ ἀσεβεῖς. Τέκνα ἐν ἀγαθῇ ζωῇ τὴν ἀναστροφὴν ἔχοντα τῶν Ιδίων γεννητόρων κρύψουσι δυσγένειαν. Εἰς εὐτεχνίας ὄρος, ἀρετὴ, καὶ ἡ πρὸς τὸ κρεῖτα τον ὁμοίωσις. Τέκνων ἀρετὴ δόξα πατέρων. Εὔπαιδες οἱ τῶν καλῶν καὶ ἀγαθῶν ἐπιστήμονες. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου. Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ. Υἱὸς ἄφρων μυκτηρίζει πατέρα αὐτοῦ. Οργή πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούση αὐτόν. Εγγονον κακὸν πατέρα καταρᾶται τὴν δὲ μητέ ρα οὐκ εὐλογεῖ. Εγγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ σπαίρεται. Αισχύνη πατρὸς ἐν γεννήματι ἀπαιδευτη. Τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. Μὴ ἐπιθυμήσῃς πλῆθος τέκνων ἀχρήσεων· μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσι. Κρείσσον ἀποθανεῖν ἄτεχνον, ἢ ἔχειν τέκνα ἀσεβῆ. Τέκνα ἐν καταφρονήσει καὶ ἀπαιδευσία γαυριώμενα συγγενείας ἑαυτῶν μολύνει εὐγένειαν. Περὶ θυγατρὸς σεμνῆς καὶ κοσμίας. Οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεύσαι αὐτὴν, καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ πλησθήσεται ἀνομίας. Θυγατέρες σοί εἰσι, πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. Εκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέσ ριμνα αὐτῆς ἀφιστῷ ὕπνον· ἐν νεότητι, μή ποτε παρακμάσῃ· καὶ παρῳκηκυία, μή ποτε μισηθῇ· ἐν παρθενίᾳ, μή ποτε βεβηλωθῇ, καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· καὶ μετὰ ἀνδρὸς οὖσα, μή ποτε παραδῇ. Θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς. Θυγάτηρ εὐσχήμων καὶ τὸν ἄνδρα εντραπήσεται, Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνοποιεῖν, οι κοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικε μένῳ λοιδορίας χάριν. Θυγάτηρ ἀλλότριον κτῆμα υπάρχει τῷ πατρί,

Part II, Sermon XVI, XVIIPars II, Sermo XVI, XVII

col. 1053–1054page 145 of 240
PG 136:1053Γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱὸν, ὁ δὲ ἀποτυ- Α χὼν ἀπώλεσε καὶ θυγατέρα. ΛΟΓΟΣ 14'. Περὶ θυγατρὸς ἀσέμνου καὶ ἀκόσμου. Ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθρῶν. Θυγάτηρ ἐπὶ ἐλαττώσει γίνεται. Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεία καὶ ὑπὸ ἀμφοτέρων άτιμασθήσεται. Θυγάτηρ ἀσχήμων ἀτιμίαν κατατρίψει. ΛΟΓΟΣ ΙΖ'. Περὶ γερόντων ἐν ἀρετῇ καὶ συνέσει κοσμουμένων. Από προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου. Επερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεί σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσε αοι. Ελάλησαν οἱ πρεσβύτεροι πρὸ; Ροβοάμ, λέγοντές οἱ· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσεις αὐτοῖς, καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς· καὶ ἔσονταί σοι δοῦ λοι πάσας τὰς ἡμέρας. Καὶ ἐγκατέλιπε Ροβοάμ τὴν βουλὴν τῶν πρεσβυτέρων. Ασφαλὴς τῶν πρεσβυτέρων ἡ εἰσήγησις, τῇ πολλῇ τοῦ βίου καὶ τῶν πραγμάτων πείρα βοηθουμένη. Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη. Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖδικαιοσύνης εὑρίσκεται. Δόξα πρεσβυτέρων πολιαί. Στέφανος γερόντων τέκνα τέκνων. Πολιά ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γηρως βίο; ἀκηλίδωτος. Γηρας λεόντων κρείσσον ἀκμαίων νεβρών. Ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ εἴ τις σοφός, προσκολλήθητι αὐτῷ. Μὴ ἀστόχει διηγήματος γερόντων· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. Μὴ ἀτιμάσῃς ἄνδρα ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ καὶ ἐξ ἡμῶν γηράσκουσιν. Στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου. Ως ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν ! Ὡς ὡραία γερόντων σοφία και δεδοξασμένοις διανοήματα βουλῆς ! Οτε ἧς νεώτερος, ἐζώννυες σεαυτόν· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖρας σου, καὶ ἄλλος σε ζώσει. Πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον. Πλέον τῷ ὄντι τῆς ἐπὶ θριξὶ λευκότητος εἰς πρεσβυτέρους ἅπασι τὸ ἐν φρονήσει πρεσβυτερικόν. Διαφέρει τοῦ νηπίου καθ᾽ ἡλικίαν οὐδὲν ὁ ταῖς φρεσὶ νηπιάζων. Lεν. λιχ. Επη.

Part II, Sermon XVIIIPars II, Sermo XVIII

col. 1055–1056page 146 of 240
PG 136:1055Κρείσσον πολιὰ μετὰ φρονήσεως ἀπαιδεύτου νεότ τητος. Πολλήν εμπειρίαν τῷ χρόνῳ συνελέξαμεν, ἐξ ἧς σοφία γίνεται. Οὐχ ὡραῖον γήρα παίδων αθύρματα. Πολιὰ οὐ τρίχες λευκαί, ἀλλὰ ψυχῆς ἀρετή. Μὴ τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει· οὔτε γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἀρετὴ καὶ κακία, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς γνώμης. Οὐκ οἶδεν ηλικίας διαφορὰν ὁ τῶν ὅλων Θεός· ἀλλ᾽ εὐσέβειαν μόνην καὶ φιλοθεῖαν ζητεῖ, κἂν εὕρῃ ταύτην ἐν νέῳ, πολλῶν τοῦτο προτίθησι πρεσ σβυτέρων. Γῆρας καὶ πενία δύο πράγματα δυσθεράπευτα. Ὁ ἀληθείᾳ πρεσβύτερος οὐκ ἐν μήκει χρόνου, ἀλλ᾽ ἐν ἐπαινετῷ καὶ τελείῳ βίῳ θεωρεῖται. Μετὰ τὸν ἐν· νεότητι πρακτικὸν βίον ὁ ἐν γήρα θεωρητικός βίος ἄριστος καὶ ἱερώτατος· ἐν οἷα κυβερνήτην παραπέμψας ὁ Θεὸς, ενεχείρισε τοὺς οἴακας, ὡς ἱκανὸν πηδαλιουχεῖν τὰ ἐπίγεια· χωρὶς γὰρ θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν. Ανθεῖ πρὸς ἐπιστήμην ψυχή, ὁπότε ἐκ τοῦ σώ ματος ἀκμαὶ χρόνου μήκει μαραίνονται. Θρίξ λελευκασμένη τὴν ἐντεῦθεν τῆς ψυχῆς ἀποΟ δημίαν βοᾷ καὶ διαμαρτύρεται, Οὔτε πάνυ γήρᾳ θαῤῥεῖν, ούτε νεότητα χρή παντάπασιν ἀποδοκιμάζειν. Ενι γάρ, οἶμαι, καὶ σω φρονεῖν τὴν νεότητα, καὶ γῆρας πολλάκις που του καθήκοντος ἀμελεῖν. Ὁ μὲν χειμὼν σκέπης, τὸ δὲ γῆρας αλυπίας δεῖται. Σόλων τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι κακῶν, εἰς αὐτὸν γοῦν πάντα καταφεύγει. Ηδονῆς ὁ μὲν εἰργόμενος σοφός· ὁ δὲ μὴ δεόμενος μακάριος· τὸ δὲ γῆρας πρὸς ἀμφότερα. Περὶ γερόντων ἐν ἀνοιᾳ καὶ κακίᾳ βιούντων. Εμίσησεν ἡ ψυχή μου γέροντα μοιχὸν, ἐλαττούμενον σύνεσιν. Αδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακία νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Νωθροί γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ ὀφείλοντε; εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆ; τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς· πᾶς γὰρ ἐ μετα έχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης · νήπιος γάρ ἐστι. Τελείων δὲ ἡ στερεά τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρ διάκρισιν καλοῦ τε καὶ κακοῦ.

Part II, Sermon XIXPars II, Sermo XIX

col. 1057–1058page 147 of 240
PG 136:1057Διαφέρει τοῦ νηπίου καθ᾽ ἡλικίαν οὐδὲν ὁ ταῖς Δ φρεσι νηπιάζων. Οιδά τινας ἐν νεοτητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, και μέχρι πολιᾶς αὐτῆς διὰ συνή θειαν τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμείναντας. Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι, μη παρακμάται δὲ τὴν ἀσέλγειαν. Παιδεύεται τι καὶ πολιὰ, καὶ οὐ παντὶ τὸ γῆρας, ὡς ἔοικεν, εἰς σύνεσιν ἀξιόπιστον. Οταν οὖν καὶ γέρων τὰ νεότητος νοσῇ, ύπερβολὴ κακίας ἐστί· καὶ οὐδὲ ἐν νεότητι οὗτος ἀπο λογίαν ἔχει· οὐ γὰρ δυνατὸς λέγειν Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μη μνησθῇς. Μη τοίνυνδιὰ τῶν ἐν γήρα γινομένων ἀποστερήσῃς σεαυτόν καὶ τῆς τῶν ἐπὶ νεότητι ἁμαρτημάτων συγγνώμης. Β Τοὺς αἰῶνα πολὺν τρίψαντας ἐν τῇ μετὰ σώματης ζωής δίχα καλοκαγαθίας, πολυχρονίους παῖδας λεκτέον, μαθήματα πολιᾶς ἄξια μηδέποτε παιδευθέντας. Μέχρι τίνος ἡμεῖς οἱ γέροντες ἔτι παῖδές ἐσμεν, τὰ μὲν σώματα χρόνου μήκει παλαιοί, τὰς δὲ ψυχὰς ὑπ' ἀναισθησίας κομιδή νήπιοι ; Γέρων ἀνόητο;, ὥσπερ τρίβων παλαιὸς, εἰς οὐδέν . ἐστιν εὔθετος. Διογένης ἰδὼν γραῦν καλλωπιζομένην, εἶπεν· ΕΙ μὲν πρὸς τοὺς ζῶντας, πεπλάνησαι· εἰ δὲ πρὸς τοὺς νεκρούς, μὴ βράδυνε. Ἔστι που σύνεσις νέων, καὶ γερόντων ἀσυνεσία· χρόνος γὰρ οὐ διδάσκει φρόνησιν, ἀλλὰ φύσις καὶ ὀρθὴ δίαιτα. ΛΟΓΟΣ ΙΘ'. Περὶ νέων παιδείᾳ καὶ συνέσει κοσμουμένων. Ὁ δὲ Ἰησοῦς υἱοῦ Ναυῆ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου. Καί γε, νεώτερος ὑμῶν ὤν, οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν. Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δὲ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς ἀναγγείλαι ὑμῖν τὴν ἑαυτοῦ ἐπιστήμην. Εἶπα δὲ, ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν· ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οιδασι σοφίαν· ἀλλὰ πνεῦμά ἐστιν· ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσά με. Οὐ γὰρ D οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες οίδασι κρίμα. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Κόσμος νεανίαις σοφία. Εὐφραίνου, νεανίσκε, ἐν ἡμέραις νεότητός σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου - καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ ἐν δράσει ὀφθαλμῶν σου· καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε δ θεὸς εἰς κρίσιν. Εἶπον οἱ πρεσβύτεροι πρὸς Δανιήλ Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀπάγγειλον ἡμῖν, ὅτι σοι ἔδω κεν ὁ Θεὸς τὸ πρεσβυτέριον. Τέκνον, ἐν νεότητί σου ἐπίλεξαι παιδείαν, καὶ

Part II, Sermon XXPars II, Sermo XX

col. 1059–1060page 148 of 240
PG 136:1059Δ ὡς ἀροτριῶν καὶ σπείρων πρόσελθε αὐτῇ· καὶ ἀνά μενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς. Τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ἀσφαλῆ. Ο Σαμουήλ, παιδάριον ὤν, ὁ βλέπων ἐκλήθη, καὶ τῷ χορῷ τῶν προφητῶν ἐγκαταλέχθη. Δανιὴλ νέος ῶν, ἔκρινεν ὁμογέροντάς τινας, δείξας ἐξώλεις αυ τοὺς καὶ οὐ πρεσβυτέρους εἶναι. Ἱερεμίας διὰ τὸ νέον παραιτούμενο; τὴν ἐγχειριζομένην αὐτῷ παρά τοῦ Θεοῦ προφητείαν, ἀκούει· . Μὴ λέγε, Νεώτε ρής εἰμι· διότι πρὸς πάντας οὓς ἐὰν ἐξαποστελώ σε, πορεύσῃ. » Σολομῶν δὲ ὁ σοφὸς, δυοκαίδεκα τυγχάνων ἐτῶν, συνῆκε τὸ μέγα τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ ταῖς σφετέροις τέκνοις ζήτημα. Δαυΐδ, ὁ προφήτης ὁμοῦ καὶ βασιλεὺς, μειράκιον χρίεται ὑπὸ Σαμουὴλ εἰς βασιλέα. Νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. Οὐ γὰρ τὴν ἡλικίαν νέος, ἀλλ᾽ ὁ τὴν ψυχὴν ἀτε λής, νεώτερος λέγεται. Νέος τίς ἐστι; κατὰ τῶν παθῶν ἀνδριζέσθω, καὶ τοσοῦτον ἀπολαυέτω τῆς νεότητος, τὸ μὴ νεωτέρων παθεῖν, ἀλλὰ πρεσβυτικήν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι ἐξασκείτω, καὶ χάρις ἔσται τῇ νίκη πλέον ἢ ἐν Ολυμπίοις στεφανούμενοι. Κράτιστον τὸν νέον καὶ πρὸ ὥρας σωφρονεῖν. Νέος εἶ; στῆθι κατὰ τῶν παθῶν· μετὰ τῆς τοῦ βαπτίσματος συμμαχίας εἰς Θεοῦ παράταξιν ἀριθ μήθητι· ἀρίστευσον κατὰ τοῦ Γολιάθ· λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπό λαύσου. Πλούταρχος παρεκελεύετο τοῖς νέοις, τρία ταῦτα ἔχειν· ἐπὶ μὲν τῆς γνώμης σωφρονεῖν, ἐπὶ δὲ τῆς γλώσσης σιγὴν, ἐπὶ δὲ τοῦ προσώπου αἰδῶ. Περὶ νέων ἐν ἀφροσύνῃ καὶ ἀγνοίᾳ ζώντων. Συνεβουλεύσατο Ροβοάμ μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ' αὐτοῦ, τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ, ἐπεὶ εἶπεν αὐτοῖς· Τί ὑμεῖς συμβουλεύετε μοι; καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ καὶ τοῖς λαλοῦσι πρός με Κούφισον ἀπὸ τοῦ κλοιού, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ' ἡμᾶς. Καὶ ἐλάλησαν πρὸ; αὐτὸν λέγοντες· Τάδε λαλήσεις τῷ λαῷ τούτῳ· Η μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μοῦ ἐστι· καὶ νῦν ὁ πατήρ μου ἐπέτασσεν ὑμῖν ἐν κλοιῷ βαρεί, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν. Ο πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύτω ὑμᾶς ἐν σκορπίοις. Τῇ θρασείᾳ καὶ ὑπερηφάνῳ συμβουλίᾳ τῶν νέων πεισθεὶς Ροβοαμ, ἀφηνιάσαι τῆς βασιλεία; παρεσκεύασε τοὺς ὑπηκόους. • Ανοίᾳ ἐξῆπται καρδία νέου ράβδος δὲ καὶ παι δεία μακρὰν ἀπ' αὐτοῦ. Η νεότης καὶ ἡ ἀνομία ματαιότης.

Part II, Sermon XXIPars II, Sermo XXI

col. 1061–1062page 149 of 240
PG 136:1061Φύσει ἀρρώστημα τοῦτο νέοις, κουφότητι γνώμης Α ἔχειν ήδη νομίζουσι τὰ ἐλπισθέντα· ὅταν γάρ ποτε ἡσυχίας λάβωσιν, ἢ ἐρημίας νυκτερινῆς, ἀναπλάτο σουσιν ἑαυτοῖς φαντασίας ἀνυποστάτους, τῇ εὐκολίᾳ τῆς γνώμης ἐπὶ πάντα φερόμενοι, ὑποτιθέμενοι περιφανείας βίου, γάμους λαμπρούς, εὐπαιδείαν, γῆρας βαθὺ, τὰς παρὰ πάντων τιμάς· εἶτα μηδα μοῦ στῆναι τοῖς λογισμοῖς δυνάμενοι, ὑποφυσῶν ται, καὶ ὑπὸ τῆς ἀνοίας ἀπολαύειν δοκοῦσι τῶν ἐλπισθέντων, ὡς ἤδη παρόντων, καὶ ἐν ποσὶ κειμένων αὐτοῖς. Κούφον ἡ νεότης, καὶ εὐκίνητον πρὸς τὰ φαῦλα, ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτείαι, ὕδρις, ὑπερηφανίαι, καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη, φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι η πρὸς τὸ οἰκεῖον · μυρίων κακῶν ἑσμὸς συνέζευκται τῇ νεότητι· ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρ χομένους, διότι τὰ τῶν ἀρχόντων κακὰ συμφορά τοῖς ἀρχομένοις γίνεται. Ευρίπιστον ἡ νεότης, καὶ ῥᾳδίως ταῖς κεναῖς τῶν Ελπίδων μετεωριζόμενον. Εἰ δὲ καὶ ἐξουσίας ὑπερυχὴ προσείη, μείζων μὲν ἡ κουφότης, εἰ; μείζονα δὲ ἄνοιαν καὶ πτῶσιν, ὡς τὰ πολλὰ προχωρεῖ. Ευρίπιστος ἡ νεότης, καὶ πρὸς κακίαν ἐξύρρο πος· διαφόροις γὰρ παθημάτων περικλύζεται κύ μασι. Δεῖται τοίνυν τοῦ ποδηγοῦντος, καὶ πρὸς τοὺς λιμένας διευθύνοντος. Τί σαρκὸς εὐπαθούσης καὶ νεότητος περιφερομέν τῆς ἀφρονέστερον ; Νεότης βράσματα χρόνου. Πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίας εξεμπτωτος μᾶλλον ἐστιν ὁ νέος· διὸ καὶ πλείονος δεῖται τῆς φυλακής, σφοδροτέρου του χαλινοῦ, ἀσφαλεστέρου τοῦ τοιχίου καὶ τοῦ κωλύματος. Η πολιὰ τότε ἐστὶν αἰδέσιμος, ὅταν τὰ τῆς που λιᾶς πράττη· ὅταν δὲ νεωτερίζῃ τὰ τῶν νέων, καταγελαστοτέρα ἔσται. Ἐπὶ παντὸς ὡς ἐπὶ πολὺ πράγματος επισφαλής σύμβουλος ή νεότης, καὶ οὐκ ἄν τις εὕροι κατορθωθὲν τι ῥᾳδίως τῶν σπουδῆς ἀξίων, ᾧ μὴ καὶ πολιὰ συμπαρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος. Νεότης μετ' ἐξουσίας αὐτοκρατούς ὁρμαῖς ἀκαθέκτοις χρωμένη, κακόν δύσμαχον γίνεται. Νεότης πονεῖν οὐκ ἐθέλουσα, πρὸς τὸ γῆρας και κοπραγεί. Περὶ δεσποτῶν χρηστῶν. Εἰ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν παρ' ἐμοί· πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ, καὶ ἐκεῖνοι γεγόνασιν; Γεγύναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. Εἰ δὲ καὶ πολλάκις εξπου αἱ θεράπαιναί μου· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; λίαν μου χρηστοῦ αὐταῖς έντος.

Part II, Sermon XXII, XXIIIPars II, Sermo XXII, XXIII

col. 1063–1064page 150 of 240
PG 136:1063Δ Δίκαιο: οικτείρει ψυχὰς κτηνῶν αὐτοῦ. Εἰς πάντας τοὺς λόγους οὓς λαλήσουσι, μη θες καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε. Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σὺ ἔτι αἵματι ἐκτήσω αὐτέν. Εἰ ἔστι σοι οἰκέτης, ἀγάπησον αὐτόν· καὶ εἰ ἔστι σοι χρήσιμος, ἄγε αὐτὸν ὡς ἀδελφόν· ἔτι ἡ ψυχή σου ἐπιδεήσει αὐτῷ. Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι καὶ ὑμῶν καὶ αὐτῶν Κύριός ἐστι ἐν οὐρανῷ. Οι κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τους δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς Κύριον ἔχετε ἐν οὐρανῷ. Πᾶσι μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος· πλείω δὲ τοῖς ἔγγιστα. Καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος. Τὰς γὰρ ἐπαναστάσεις αὐτοῦ δεδιότες, ἄκοντες φόβῳ νουθετοῦνται. Οι λεγόμενοι δεσπόται δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν ονομάζονται. Κύριος γεννητὸς πρὸς ἀλήθειαν οὐδεὶς, κἂν ἀπὸ περάτων εἰς πέρατα τὴν ἡγεμονίαν ἀνάψηται· μό νος δὲ ὁ ἀγέννητος ἀψευδῶς ἡγεμών. Περὶ δεσποτων μοχθηρών. 'Εάν τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, @ ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. Ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὁδόντα τῆς θεραπαινίδος αὐτοῦ ἐκκόψη, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντο, αὐτῶν. Εάν τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αυτ τοῦ, δίκην ἐκδικηθήσεται· ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται. Τὸ γὰρ ἀργύριον αὐτ τοῦ ἐστιν. 'Ο μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἀνέμους. Μὴ ἴσθι ὡς λέων ἐν τῇ οἰκίᾳ σου, καὶ φαντασιακο πῶν ἐν τοῖς οἰκέταις σου, καὶ ταπεινῶν τοὺς ὑποχει Ο ρίους σου. Ἐὰν κακώσῃς τὸν παῖδά σου, καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν; Αδίκους [[. ἀδίκως] καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον, δὺς αὐτῷ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ την ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. Περὶ δούλων χρηστῶν. Θυμον ἀνδρὸ; πραΰνει θεράπων φρόνιμος. Οικέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων. Οἰκέτου σοφοῦ εὔοδοι ἔσονται πράξεις, καὶ κατ' ευθυνθήσονται αἱ ὁδοὶ αὐτοῦ. Οἰκέτης σοφὸς ἡδὺς δεσπότῃ. ļ

Part II, Sermon XXIVPars II, Sermo XXIV

col. 1065–1066page 151 of 240
PG 136:1065Οἰκέται σοφοὶ ἰδίους δεσπότας δανείσουσιν. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἴτε ὀλίγον, εἴτε καὶ πολύ φάγεται. Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ. Οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, καὶ μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. Οἰκέτῃ συνετῷ ἐλεύθεροι υπουργήσουσιν. Οἱ δοῦλοι, ἀγαπᾶτε τοὺς κατὰ σάρκα κυρίους ὑμῶν, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, φοβούμενοι τὸν Κύριον, καὶ μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εύτ νοίας, δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἕκαστος δ ποιήσει ἀγαθόν, τοῦτο κου μιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐν απλότητι καρδίας, φοβούμενοι τὸν Κύριον· καὶ ὁ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀντίδοσιν τῆς κληρονομίας ὑμῶν. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σχολιοῖς. Τοῦτο γὰρ χάρις παρὰ Θεῷ, εἰ διὰ συνείδησιν ἀγαθὴν ὑποφέρει τις λύπας πάν σχων ἀδίκως. Ποιον γὰρ κλέος, οἱ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι, ὑπομένετε; Αλλ' οἱ ἀγαθοποιοῦντες καὶ πάσχοντες, ὑπομένετε, τοῦτο χάρι; παρὰ θεῷ. Οἱ δοῦλοι μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι· ἀλλ᾽ εἰς δόξαν Θεοῦ πλέον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ἀπὸ Θεοῦ τύχωσιν. Οἱ δὲ οἰκέται, καὶ μάλιστα οἱ Θεοῦ, Μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις. Ελεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Καὶ Χριστὸς ὤφθη δοῦλος, ἀλλ' ἠλευθέρου. Γλυκεία δούλων ἀκοαῖς δεσποτικῶν θαυμάτων διήγησις. Μέγιστον ἐγκώμιον οἰκέτου μηδενὸς ὧν ἂν προστάξει ὁ οἰκοδεσπότης, ολιγωρεῖν, ἀόκνως δὲ καὶ φι λοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αισίω γνώμη κατορθοῦν. ΛΟΓΟΣ ΚΑ'. Περὶ δούλων μοχθηρών. Ιδοῦσα 'Αγαρ ὅτι ἐν γαστρὶ ἔχει, ήτιμάσθη ἡ κυ ρία αὐτῆς ἐνώπιον αὐτῆς. Εἶπε δὲ Σάρρα πρὸς ᾿Αβραάμ· Αδικοῦμαι ἐκ σοῦ. Ἐγὼ δέδωκα την παι ιδίσκην μου εἰς τὸν κόλπον σου · ἰδοῦτα δὲ ὅτι ἐν γαστρί έχει, ἡτιμάσθην ἐναντίον αὐτῆς. Κρινεῖ ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Εἶπε δὲ αὐτῇ ᾿Αβραάμε Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου. Χρῶ αὐτῇ, η

Part II, Sermon XXVPars II, Sermo XXV

col. 1067–1068page 152 of 240
PG 136:1067Δ' ὡς ἄν σοι ἀρεστὸν ᾖ. Καὶ ἐκάκωσεν αὐτὴν Σάββα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. Λόγοις οὐ παιδευθήσεται οικέτης σκληρός. Τάν γὰρ καὶ νοήσῃ, ἀλλ' οὐχ ὑπακούσεται. Οὐ συμφέρει άφρονι τρυφή· καὶ ἐὰν οἰκέτης ἄρξη, μεθ' ύβρεως δυναστεύει. Μάστιξ ἵππῳ, καὶ κέντρον δνῳ, ῥάβδος δὲ οἰκέτη άφρονι. ο Χορτάσματα καὶ ῥάβδος καὶ φορτία όνῳ ἄρτος δε καὶ παιδεία καὶ ἔργον οἰκέτῃ. Εργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνε; χεῖρα αὐτῷ, καὶ ζητήσει ελευθερίαν. Οικέτη πονηρῷ μὴ αἰσχυνθῇς πλευρὰν αἱμάξαι. Ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν, οἰκέτην κακούργον στρέβλαι καὶ βάσανοι. Εμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ· πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Εἰς ἔργα κατάστησον αὐτὸν ὡς πρέπει αὐτῷ· καὶ ἐὰν μὴ πειθαρχῇ, βάρυναν τις πέδας αὐτοῦ. Δούλου κακοῦ γὰρ προσγελώντα μὲν σέβειν· Τον δεσπότην πλήττοντα δ' ἡγεῖσθαι κακόν. Δούλων ὑπάρχει κακῶν ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ἑαυτοῖς ποιείσθαι τὸ ἐλεύθερον. Οὐδεὶς οὕτω μέμηνεν, ὡς δοῦλος ὧν ἐναντιοῦσθαι δεσπότῃ. Φύσει γὰρ ἐχθρὸν τὰ δοῦλον τοῖς δεσπόταις. Περὶ δανειστῶν χρηστῶν. Ἐὰν ἀργύριον ἐκδανείσης τῷ ἀδελφῷ σου τῷ πένητι τῷ παρὰ σοι, οὐκ ἔσῃ αὐτῷ κατεπείγων, οὐκ ἐπιθήσεις ἐπ' αὐτῷ τόκον. Ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. Τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ, καὶ ἐπὶ πλεονασμῷ οὐ δώσεις αὐτῷ τὰ βρώματά σου. Δάνειον δανιεῖς τῷ πλησίον σου, ὅσου ἐπιδέεται καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ· ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανιῇς τῷ ἀδελφῷ σου. Συγγραφὴν ἣν εἶχον κατά τινος, ἐπ' ώμοις περιθέμενος, ὡς στέφανον ἀνεγίνωσκον, καὶ ῥήξας αύτ τὴν ἀπέδωκα, μηδὲν παραλαβὼν παρὰ χρεωφειλέ του μου. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβεν. Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. . Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Δίκαιος οικτείρει και κιχρᾷ. Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόν των, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται Κύριος.

Part II, Sermon XXVIPars II, Sermo XXVI

col. 1069–1070page 153 of 240
PG 136:1069[ Οπις] ενεχυρασμόν οφείλοντος ἀποδώσει, καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, δίκαιος οὗτός ἐστι, ζωῇ ζήσε ται, λέγει Κύριος. Ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον· καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς. Τῷ αὐτοῦντι σε δίδου, καὶ τὸν θέλονταν ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ἐὰν δανείζετε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖ; δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς ἐν τοῖς οὐρανοῖς. Μήτε τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου οὐ δώσεις ἐπὶ τόκῳ· ἵνα ἐκ Πα λαιᾶς καὶ Νέας Διαθήκης τὰ συμφέροντα διδαχθῇς, μετὰ ἀγαθῆς ἐλπίδος πρὸς Θεὸν ἀπίῃς, ἐκεῖ τοὺς τόν κους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος. Εἰ βούλει τὸν Χριστὸν ἔχειν φίλον διηνεκώς, πολύ «ῶν αὐτὸν κατάστησον χρεώστην. Οὐδὲ γὰρ οὕτω χαί. σει δανειστής ὀφειλέτας ἔχων· καὶ οἷς μὲν μηδὲν ὀφείλει, τούτους καὶ ἀποφεύγει· οἷς δὲ ὀφείλει, τούτοῖς καὶ ἐπιτρέχει, ΛΟΓΟΣ ΚϚ'. Περὶ δανειστῶν μοχθηρῶν. Πρόσεχε σεαυτῷ, μὴ γένηται ῥῆμα κρυπτὸν ἀνδ μημα ἐν τῇ καρδίᾳ σου, λέγον· Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον τῆς ἀφέσεως. Καὶ πονηρεύσεται ὁ ὀφθαλμὸς σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι αμαρτία μεγάλη. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμηθήσεται. Πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν. * Υπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας κλάσε σων γίνεται. Δόσις ἄφρονος οὐ λυσιτελήσει σοι λαβόντι. Οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ᾽ ἑνὸς εἰς τὸ λαβεῖν πολλά· ὀλίγα δώσει, καὶ πολλὰ ὀνειδίσει· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κήρυξ. Σήμερον δανιεῖ, καὶ αὔριον ἀπαι· τεῖ. Μισητός Κυρίῳ καὶ ἀνθρώποις ὁ τοιοῦτος. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος, εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὅς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὴν, ἔπνιγε λέγων· Απόδος ὅ τι ὀφε:· λεις, καὶ τὰ ἑξῆς. Ἐὰν χρεωφειλέτην λάβης προσπίπτοντα, πᾶσαν συγγραφὴν ἄδικον διάσπασον· μνήσθητι τῶν μυ ρίων ταλάντων, ὧν σοι Χριστὸς ἐδωρήσατο, καὶ μὴ γένῃ πράκτωρ πικρὸς τοῦ ἐλάττονος χρέους. Τῷ ὄντι ὑπερβολὴν ἀπανθρωπίας ἔχει τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν εἰς παραμυθίαν σου βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ᾽ ἐπι· σειν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας προσάγειν.

Part II, Sermon XXVII, XXVIIIPars II, Sermo XXVII, XXVIII

col. 1071–1072page 154 of 240
PG 136:1071Τόκος, οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρειται· πόθεν άλλοθεν ; ἢ τάχα τόκος λέγεται διὰ τὰς ὀδύνας καὶ λύπας ἃς ἐμποιεῖν ταῖς ψυ χαῖς τῶν δανεισαμένων πέφυκεν. "Ωσπερ γὰρ ἡ ὠδι; τῇ τικτούσῃ, οὕτως προθεσμία τῷ ὑπόχρεῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν Εγγονον]. Ταῦτα λεγέσθω γεννήματα ἔγγυον [f. έχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίονας φασί, τὰς γαστέρας τῆς μητρὸς διεσθιούσας, τίκτεσθαι· καὶ οἱ τόκοι, τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες, ἀπογεννώνται. "Α λαμβάνεις, μισανθρωπίας ὑπερβολὴν οὐδεμίαν ἀπολείπει. ᾿Απὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις. Ελεος οὐδαμοῦ, ἔννοια τῆς συγγενείας του πάσχοντος οὐδεμία. Ο γεωργὸς τὸν στίχον λαβὼν τοῦ σπέρματος, πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ · σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων. *Αδηλον τίνι συνάγεις. Ὁ μὲν δακρύων ἐπὶ τοῖς τόν κοις πρόδηλος· ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τοῦ των περιουσίας ἀμφίβολος. Κύνες λαβόντες ἡμεροῦνται· ὁ δὲ δανειστής λαμβάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτών, καὶ τὸ πλέον ἐπιζητῶν. Ἐὰν ὁμνύῃς, ἀπιστεῖ· ἐρευνᾶ τὰ ἔνδον· τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐὰν προΐης του δωματίου, ἔλκει πρὸς ἑαυ τὸν καὶ κατασύρει. Ἐὰν δὲ ἑαυτὸν κατακρύψης, ἐφέστηκε τῇ αὐλαίᾳ καὶ θυροκρουστεί. Ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας οἱ ἄνθρωποι, ὥσπερ θήραμα εὑρόντες, οὕτως γεγήθασι, καὶ πάντα ποιοῦσιν ὅπως τὸ πᾶν ἀπαιτήσωσι· κἂν μὴ δυνη θῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον τῶν ἀθλίων σῶμα, αἰκιζόμενοι καὶ τύπτοντες καὶ μυρία αὐτοῖς διατιθέμενοι κακὰ, ἐναφιᾶσιν. ΛΟΓΟΣ ΚΖ'. Περὶ δανειζομένων, καὶ ὅτι χρὴ εὐγνωμονεῖν τοῖς κυριο χρέοις. Φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρες. Χάριν άνθρωπου ὡς κόρην ὀφθαλμοῦ συντήρησον. ῾Ο ἀνταποδιδοὺς χάριτας, μέμνητα: εἰς τὰ μετὰ ταῦτα· καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήν ριγμα. Τοῖς εὐεργέταις πᾶσαν εὔνοιαν ἐκπληροῦν ὀφεί λομεν. ᾿Αποδώσωμεν τοίνυν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν. Οὐδὲν οὕτως εὐάγωγον εἰς εὔνοιαν, ὡς ἡ τῶν εὐεργετημάτων εὐφημία. ΛΟΓΟΣ ΚΗ'. Περὶ δανειζομένων καὶ ἀγνωμονούντων. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει.

Part II, Sermon XXIX, XXXPars II, Sermo XXIX, XXX

col. 1073–1074page 155 of 240
PG 136:1073Μὴ ἔστω ἡ χείρ που εκτεταμένη εἰς τὸ λαβεῖν, Δ καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Πολλοὶ ὡς εύρημα ἐνόμισαν δάνος, καὶ παρέσχον κόπους τοῖς βοηθήσασιν αὐτοῖς. Αχρηστος ἐν διανοίᾳ ἐγκαταλείψει δυσάμενον. Μὴ μόνον λαμβάνοντα σεαυτὸν νόει, ἀλλὰ καὶ ἀπαιτούμενον. Τί πολυπλόκῳ θηρίῳ ἑαυτὸν παραζευγνύεις ; Ο τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν κτησιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον ἐδέξατο διὰ βίου. . Ὁρῶμεν οὐχὶ τοὺς τῶν ἀναγκαίων ἐνδεεῖς ἐρχο μένους ἐπὶ τὸ δάνειον· οὐδὲ γὰρ ἔχουσι τοὺς πιστεύοντας· ἀλλὰ δανείζονται άνθρωποι δαπάναις ἀνειμέναις, καὶ πολυτελείαις ἀκάρποις ἑαυτοὺς ἐπιδιδόντες. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατή ριος. Οὐ νύχτες τῷ χρεώστῃ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡμέρα φαιδρά, οὐχ ἥλιος τερπνός, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίας ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων. πατέ ρας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον· καν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόπος ἐστί. Τοιοῦτον ἡ εἰς τοὺς ἀχαρίστους χάρις. Ἀντὶ γὰρ C ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ΛΟΓΟΣ ΚΘ'. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων χρηστών, καὶ μισθίων χρηστών. Εἶπε Λάβαν τῷ Ἰακώβ· Οτι γὰρ ἀδελφός μου εἶ σύ, οὐ δουλεύσεις μοι δωρεάν· ἀνάγγειλόν μοι ὅ τι σου ὁ μισθός ἐστι. Οὐ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σολ ἕως πρωί. Οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου, ἢ ἐκ τῶν προσηλύτων, τῶν ἐν ταῖς πόλεσί σου. Αύθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ. Οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτῷ, ὅτι πένης ἐστί, καὶ ἐπ' αὐτῷ ἔχει τὴν ἐλπίδα. Μὴ κακώσης οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ. Τῷ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. ΛΟΓΟΣ Α'. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων πονηρῶν. Μη καταβοήσηται κατὰ σοῦ ὁ μίσθιο; πρὸς Κύσ σ:ον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. Επικατάρατος ὁ ὑστερῶν μισθὸν μισθωτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαδί, Γένοιτο, γένοιτο.

Part II, Sermon XXXIPars II, Sermo XXXI

col. 1075–1076page 156 of 240
PG 136:1075Αδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀσιτὶ καὶ ἀμισθί εἰργάσαντο. Ο οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνη, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῶν πλησίον ἐργάται δωρεάν, καὶ τὸν αὐτὸν μισθὸν αὐτ τῶν οὐ μὴ ἀποδῷ αὐτοῖς. Εκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθωτού. Αξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαώθ εἰσεληλύθασιν. ΛΟΓΟΣ ΛΑ'. Περὶ καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. Εγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ, καὶ τοὺς ἁγίους προσηγάγετο πρὸς ἑαυτόν. Αγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς δοξάσει ἐπ' αὐτῷ πάσας τὰς ἡμέ . ρας. Εἶπε Κύριος πρὸς Σαμουήλ• Ανάστα καὶ χρίσ σον τὸν Δαυΐδ, ὅτι οὗτος ἀγαθός. Δίκαιοι κληρονομήσουσι γῆν, καὶ κατατροφήτουσιν ἐπὶ πλήθει εἰρήνης. Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα Ο αὐτοῦ ζητοῦν ἄρτους. Σωτηρία τῶν δικαίων παρὰ Κυρίῳ, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. Γενεὰ εὐθέων ευλογηθήσεται, δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτῶν. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναίς δι χαίων. Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν. Στόμα δικαίου αποστάζει χάριτας. Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν. ᾿Αγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. Δεκταὶ παρὰ Κυρίου ἐδοὶ ἀνθρώπων δικαίων· διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Δίκαιος ὥσπερ λέων πέποιθεν. Χρηστοὶ ἔσονται οικήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κληρονομήσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Χείλη ἀνθρώπων δικαίων ἀποστάζουσι χάριτα. Δικαιοσύνη ὀρθῶν ἀνδρῶν ὀρθοτομεί ὁδούς. Οίκοι δικαίων εὐλογοῦνται. Αἱ ρίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Ο βλέπων λεῖα ἐλεηθήσεται. ὓς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μαχαρίους τοὺς παῖδας καταλείψει. Εὐφροσύνη δικαίων ποιεῖν κρίματα. Τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ ἔδωκε σοφίαν προ προς ώπου αὐτοῦ, καὶ γνῶσιν καὶ εὐφροσύνην. Τις σοφὸς, καὶ συνήσει ταῦτα; ἢ συνετής, και
col. 1077–1078page 157 of 240
PG 136:1077ἐπιγνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς. Δίκαιο: εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μια σθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Δίκαιος ἐὰν φθάσῃ τελευτήσαι, ἐν ἀναπαύσει ἔσται. Χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπι σκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. ᾿Αγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ᾿ ἀρχῆς, οὕτω τοῖς ἁμαρτωλοῖς κακά. ῾Ο ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει ἀγαθά. Δικαίῳ νόμος οὐ κεῖται. ῾Ο ἀγαθὸς ἀγαθῶν ἐστι παρεκτικός. Ράβδος δικαίου κρείσσων ἡ τιμὴ κακοῦ. Οἱ γὰρ ἄριστοι καὶ ξείνοις τελέθουσι προσηνίες. Τοῦ γὰρ ἀγαθοῦ καὶ τὸ τραχὺ προσηνὲς διὰ τὴν ὠφέλειαν· τοῦ δὲ πονηροῦ καὶ τὸ χρηστὸν ὕποπτον διὰ τὸ κακόηθες. Οὐδεὶς ἀγαθὸς, εἰ μὴ μόνος ὁ Θεός· τὸ ἄκρως ἀγαθὸν, φησί, μόνου Θεοῦ. Τὸν πνευματικὸν καὶ ἀπόνηρον εἶναι δεῖ ἁπλοῦν καὶ ἄδολον, καθάπερ ὁ Χριστός φησιν· « Εὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. » Δεὶ μὲν οὖν χρὴ θαυμάζειν τὴν ἰσχὺν τῶν μετα ιόντων τὴν ἀρετήν, μάλιστα δὲ ὅταν πολλῶν αὐτὴν ἀπολιπόντων, εὑρεθῶσι τινες αὐτῆς ἀντεχόμενοι. Ο τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντων παρεκτικὸς γίνεται. Ὥσπερ τὰ εὐώδη τῶν ἀρωμάτων τῆς ἰδίας εὐ πνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ, οὕτως ἀνδρὸς ἀγαθοῦ παρουσία τους πέλας ὀνίνησιν. Ιδιον παντὸς ἀγαθοῦ τὸ ὠφελεῖν. Έστω (ἔσται) που πάντως γνωριμώτατος ὁ φιλάμετος, καὶ ἀρίστων ἐπιτηδευμάτων αποτελεστής. *ύνπερ γὰρ τρόπον τὰ τῶν ἀρωμάτων εὐοσμότατα D καὶ ἐξαίρετα, κἂν ἐν ἀγγείῳ κρύπτοιντο, τῆς ἐνούσης αὐτοῖς εὐοσμίας ἐμπίπλησι τὴν αἴσθησιν, οὐχὶ δέ που μόνοις τοῖς ἐγγὺς, ἀλλὰ γὰρ καὶ τοῖς μακράν οὕτως ὁτία ψυχὴ καὶ φιλάρετος, καὶ τῶν εἰς εὐσέ βειαν ἀνδραγαθημάτων ἔχουσα λόγον, καν λεληθότως, πάντη τε καὶ πάντως ἔσται γνωριμωτάτη. Φιλάνθρωπος ὁ ἀστεῖος καὶ εὐμενὴς, καὶ συγγνώμων, οὐδενὶ μνησικακῶν τὸ παράπαν, ἀλλὰ νικᾶν τοὺς ἐχθροὺς ἀξιῶν, ἐν τῷ ποιεῖν εὖ μᾶλλον ἢ βλά πτειν. Τοῖς ἀγαθοῖς ἀγαθὰς ὑπέχειν γνώμας ἔοικεν ὁ Θεός, δι' ὧν ὠφελοῦντες ὠφεληθήσονται. Ανδρες ἀγαθοὶ, τροπικώτερον εἰπεῖν, κίονές εἰσι,

Part II, Sermon XXXIIPars II, Sermo XXXII

col. 1079–1080page 158 of 240
PG 136:1079Α δῆμον ὅλον ὑπερείδοντε;, καθάπερ οἰκίας μεγάλας, τὰς πόλεις καὶ τὰς πολιτείας. Τὸ καλὸν τότε καλόν ἐστιν, ὅταν τῆς ἀφ' ἑτέῃσι συστάσεως οὐ δέηται, ἀλλ' ἐν αὐτῷ περιφέρῃ τῆς οἰκείας καλλονῆς τὰ γνωρίσματα. Περὶ κακῶν καὶ μοχθηρῶν ἀνδρῶν. ἵνα μὴ ἀπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον, οὐ μὴ θελήσῃ ὁ Θεὸς ἱλασθῆναι αὐτῷ, ἀλλ᾽ ἐκκαι, θήσεται ὀργὴ Κυρίου, καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνα θρώπῳ ἐκείνῳ. Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. Εποίησεν ᾿Αχαὰν τὸ πονηρὸν ἐνώπιον Κυρίω, καὶ Β ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. Μηδείς πεποιθέτω πονηρὸς ὢν, ἀθῶος ἔσεσθαι. Ἐγλυκάνθη ἐν στόματι αὐτοῦ κακία. Εξαίσια πτώματα πονηρῶν. Φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι ; Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλού. Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά, Θάνατος ἁμαρτωλῶν πονηρός. Η παλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, και αὐτοί εἰσι βολίδες. Απηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐλάλησαν ψευδή. Μικρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιών ματά σου οὐκ ἐξεζήτησαν. "Ανδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισείς σωσι τὰς ἡμέρας αὐτῶν. Αμαρτάνοντας καταλήψεται κακά. Ο παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμί:ν· ἐλέγχων δὲ τὸν ἀσεβή, μωμήσεται ἑαυτόν. Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν· ἐμίσ σησαν γὰρ σοφίαν. Ψυχαὶ ἀνόμων ὁλοῦνται χωρος. Η καταστροφὴ τῶν παρανόμων κακή. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε. Υιέ, ἐὰν σοφὺς γένῃ, αὐτῷ σοφὸς ἔσῃ καὶ τα; πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλής. τὰ κακά. . Δόλος ἐν καρδίᾳ τεκταινομένου κακά. Οὐκ ἐπίστανται ἔλεον καὶ κρίσιν τέκτονες και χῶν. Εκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται νεῖκος αὐτῷ. Οταν γὰρ καθίσῃ ἐν συνεδρέῳ, ἀντα; ἀτιμάσει. Ο κακὸς οὐκ ἀτιμώρητος ἔσται. Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ τὰ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.
col. 1081–1082page 159 of 240
PG 136:1081Ος δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Κυρίῳ, Τάδε λέγει Κύριος παντοκράτωρ· Αὐτοὶ οἶκοδομήσουσι, κἀγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφ᾿ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος, οὐ μὴ μείνῃ εἰς τὸν αἰῶνα χρόνου σπέρμα πονηρόν. Ἐκ σπέρματος όφεως ἐξελεύσεται ἔγγονα ἀσπί δων, τὰ δὲ ἔγγονα αὐτῶν ὄφεις πετόμενοι. Τὰ ἁμαρτήματα ἡμῶν διίστησιν ἀνὰ μέσον ἡμῶν καὶ τοῦ Θεοῦ, καὶ διὰ τὰς ἀνομίας ἡμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ᾿ ἡμῶν, τοῦ μὴ ἐλεῆ Υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί, σοφοὶ τοῦ και κοποιῆσαι· τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν. Τὰ ἔργα αὐτῶν ἔργα ἄνομα· καὶ οἱ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν. Εἱ ἀλλάξεται Αιθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ που σαι μεμαθηκότες κακά. Πτώσις κακῷ κατὰ σπουδὴν ἥξει. Οδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἀπὸ λίθων, καὶ ἐπ' ἐσχάτων αὐτῆς βόθρος ᾅδου. Τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τις δικαιώσει ; Τέκνα βδελυκτά γίνεται τέκνα ἁμαρτωλῶν. Ονομα ἀνθρώπων ἁμαρτωλῶν ἐξαλειφθήσεται Ο πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυρού τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις, ενστήσονται και οι χαλεποί. Εσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, καὶ τὰ ἑξῆς. Ἐν ἀμίλλαις πονηρίας αθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλεῖον ἔχων τῆς ἁμαρτίας. Τὸ ἔσχατον ἐν πονηρίᾳ καὶ πρὸς ἑαυτῷ ἐστιν ἀσύμφωνον. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ εἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον ἀκαταφρόνητον ονομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνης τον ὡς οικονομικὸν ἐπαινοῦσι· τὸν ἄσωτον ὡς ἐλεύ θερον· τὸν πόρνον καὶ ἀσελγῆ ἀπολαυστικόν τινα καὶ ἀνειμένον. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλο γοῦσι, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημία πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίῳ κατακρίσει, δι' ὧν ἀποδέχονται, καθιστώντες. Οντως ἀσυλλόγιστόν τι πράγμα ή μοχθηρία, καὶ οὐδέν ἐστιν ὁ τους πονηρούς βελτίους ποιήσειεν. Εὐζήλωτον μέντοι καὶ πρόχειρον πράγμα ἡ μο χληρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον ὡς τὸ γενέσθαι και κός. Δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνη φύσει,

Part II, Sermon XXXIIIPars II, Sermo XXXIII

col. 1083–1084page 160 of 240
PG 136:1083Α ὥσπερ καὶ τὸ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ· ἔτοιμοι δὲ πρὸς τὴν τοῦ κακοῦ ἐργασίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι, Πρόχειρον ἡ πονηρία τῷ κακῷ μᾶλλον ἀκολουθεῖν, ἢ ὑπὸ τοῦ κρείττονος ἀνακόπτεσθαι. Ψυχαῖς βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Οἱ πολλὰ πταίοντες καὶ μὴ κολαζόμενοι φοβεί. σθαι καὶ δεδοικέναι ὀφείλουσιν. Αύξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μα προθυμίας τοῦ Θεοῦ. Οὐχ οἱ τὰ φαῦλα πράσσοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς αὐτοῖς, ἢ καὶ χαλεπωτέρας, κοινωνήσουσι κολάσεως. Τοὺς μὲν ἁγίους φωταγωγοὶ φυλάσσουσιν ἄγγελοι, τοὺς δὲ φαύλους σκοτεινοί. Πλοῦτος γνώσεως σοφίας προστίθησιν ἡμῖν ἀγγέ λους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς χωρίζεται. Τοῦ φαύλου ἕτερα μὲν τὰ ἐνθύμια, ἕτερα δὲ τὰ ῥήματα, ἄλλοι δὲ αἱ πράξεις, διάφορα δὲ καὶ μαχό μενα παντάπασι· λέγει γὰρ οὐχ & φρονεῖ, καὶ βε βούλευται τἀναντία οἷς διέξεισι, καὶ πράττει τὰ τούτοις μὴ συνάδοντα· ὥστε, κυρίως εἰπεῖν, ὁ τοῦ φαύλου βίος πολέμιος. Τὸν φαῦλον οὐδενὶ χαίρειν ἐφίεται, καθάπερ ἐν προφητικαῖς ᾄδεται βήσεσι. Χαίρειν οὐκ ἔστι τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός. Λόγος γὰρ ὄντως καὶ χρήσ σιμός ἐστι θεῖος· σκυθρωπὸν καὶ ἐπίλυπον καὶ μεστόν βαρυδαιμονίας εἶναι τὸν παντὸς μοχθηροῦ βίον. Αβέβαιοι αἱ τῶν πονηρῶν ἀνθρώπων ἐλπίδες, είν χαζόντων μὲν τὰ χρηστότερα, τὰ δὲ παλίμφημα καὶ ὧν ἄξιον τυγχάνειν εἰσὶ, πασχόντων. Αντισθένης ἐπαινούμενος ὑπὸ πονηρῶν ἀνθρώπων, ᾿Αγωνιώ, ἔφη, μή τι κακὸν εἰργασταί μοι, ὅτι τοιούτοις ἀρέσκω. Κακοὶ κολακευόμενοι κακώτεροι γίνονται. Μὴ νουθέτει γέροντα ἁμαρτάνοντα. Δένδρον γὰρ παλαιὸν μεταφυτεύσαι δύσκολόν ἐστιν. Διογένης ἐνουθέτει τινὰ πονηρόν ερωτώμενος δὲ ὑπό τινος, Τί τοῦτο ποιεῖς; ἔφη]· Αιθίοπα σμήχω, ἵνα λευκὸν ποιήσω. Οἱ μὲν ἰατροὶ τὰς τῶν ἐκλειστῶν φαρμάκων πο κρία; μέλιτι, οἱ δὲ σοφοὶ τὰς τῶν δυσκολωτέρων ἀνθρώπων ὁμιλίας ιλαρότητι γλυκαίνουσιν. Πεῖραν ἀνθρώπου ἐκ τῶν ἔργων λάμβανε μᾶλλον ἢ ἐκ τῶν λόγων. Πολλοὶ γὰρ βίῳ μέν εἰσι κακο, λόγῳ δὲ πιθανοί. ΛΟΓΟΣ ΑΓ. Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ συνετής. Αποκριθεῖσαι Ῥαχὴλ καὶ Λία, εἶπαν τῷ Ἰακώβ' Μή ἐστιν ἡμῖν μερίς, ή κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐκ ἀλλότριαι λελογίσμεθα αὐτῷ·
col. 1085–1086page 161 of 240
PG 136:1085Πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε καταβρώσει τὸ Ηγγισεν ᾿Αβιμέλεχ ἕως τῆς πύλης του πύργου, ἐμπρῆσαι αὐτὴν ἐν πυρί. Καὶ ἔῤῥιψε γυνή μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν ᾿Αβιμέλεχ, καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἷρον τὰ σκεύη αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Σπάσαι τὴν βομφαίαν σου, καὶ θανάτωσόν με, μή ποτε είπωσιν, ὅτι γυνὴ ἀπέκτεινεν αὐτόν. Καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν. Ανήγγειλε τῷ Δαυίδ Μελχόλ ή γυνὴ αὐτοῦ λέγουσα· Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει Μελχώλ τὸν Δαυίδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε, καὶ Τις ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποι· Β κιλτικὴν ἐπιστήμην ; Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς. Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν. *Ος εὗρε γυναῖκα ἀγαθήν, εὗρε χάριτας, έλαβε δὲ παρὰ Κυρίου Ιλαρότητα. *Ος ἐκβάλλει γυναίκα ἀγαθήν, ἐκβάλλει ἀγαθὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ Σίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ' αὐτῇ ἡ καρ δία τοῦ ἀνδρὸς αὐτῆς. Ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ενεργεῖ τῷ ἀνδρὶ ἀγαθὰ, καὶ οὐ κακά. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ἀνὴρ αὐτῆς. Οταν που χρονίζῃ, δισσάς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς. Ηνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννός μως, καὶ τάξιν ἐνετείλατο τῇ γλώσσῃ αὐτῆς. Στε καὶ δὲ διατριβαὶ οἴκων αὐτῆς, σἶτα δὲ ἐκνηρὰ οὐκ ἔφαγεν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλα ἐποίησαν δύναμιν· σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος οὐκ ἔστιν ἐν σοί. Γυνή συνετή εύλογεῖται, φόβος δὲ Κυρίου αὐτήν αἰνείσθω εν πύλαις ὁ ἀνὴρ αὐτῆς. Μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. Χάρις ἐπὶ χάριτι γυνή σιγηρά· καὶ οὐκ ἔστι σταθμὸς ἄξιος ἐγκρατους ψυχῆς αὐτῆς. Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνὴρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. Γυνὴ ἀνδρεία εὐφραί εἰρήνῃ. Γυνὴ ἀγαθὴ μερὶς ἀγαθή· καὶ ἐν μερίδι φοσουμένων Κύριον δοθήσεται. ὀστᾶ αὐτοῦ πιαίνει ἡ ἐπιστήμη αὐτῆς. Γυναικὸς ἀνὴρ χρῆμ' οὐδὲν ληίζεται

Part II, Sermon XXXIVPars II, Sermo XXXIV

col. 1087–1088page 162 of 240
PG 136:1087Φιλόδακρύ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιαθρυπτον ἔχον. ᾿Ανύποπτον εἰς διαβολήν δείκνυσι γυναῖκα τὰ μὴ καλλωπίζεσθαι, μήτε μὴν κοσμείσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκε τενώς. Λέγεται ὑπὸ φυσικῶν ἀνδρῶν οὐδὲν ἕτερον εἶναι θῆλυ ἢ ἀτελὲς ἄῤῥεν. Ασθενέστεραί πώς εἰσιν αἱ γνώμαι τῶν γυναικῶν, ἔξω τῶν αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητόν και ταλαβεῖν. Ἡ Φίλωνος γυνὴ ἐρωτηθεῖσα ἐν συνόδῳ πλειόνων γυναικῶν, διατί μόνη τῶν ἄλλων οὐ φορεῖ χρυσοῦν κόσμον, ἔφη· Αὐτάρκης κόσμος ἐστὶ γυναικὶ ἡ τοῦ ἀνδρὸς ἀρετή. • Αρίστιππος γυναίκα καλήν μικρὰν ιδών, Μι κρὸν κακὸν μὲν, μέγα δὲ καλόν, ἔφη. Αί. Μικρὸν μὲν καλόν, μέγα δὲ κακόν. Γυναίκα σώφρονα ζήτει, καὶ μὴ εὐμορφων. Τὸ μὲν γὰρ θησαυρὸς ἀνέκλειπτος, τὸ δὲ ὑποψία γνώ μης. Σεμνής γυναικὸς καὶ ἀγαθῆς ὅταν τύχῃς, τὸν βίον ἄλυπον διατελείς. Περὶ γυναικῶν πονηρῶν καὶ μοιχαλίδων, καὶ πά σης κακίας πεπληρωμένων. Μή πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάσει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἢ πρὸς καιρὸν λι παίνει σὺν φάρυγγα, ὕστερον μέντοι πικρότερος σχολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Μὴ δῷς γυναικὶ τὸν σὸν πλοῦτον. Υιέ, φύλασσε ἐμὰς ἐντολὰς, καὶ βιώσει;, ἵνα σε τη ρήσωσιν ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηράς. Γυνὴ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει. Χρόνος ἀτιμίας γυνὴ μισοῦσα δίκαια. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεής ψωμού γίνεται, κ οὐκ ἐπίσταται αἰσχύνην. Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κακό φρονι κάλλος. Ο κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. Κρείσσον οἰκεῖν ἐν ἐρήμῳ ἢ μετά γυναικός μαχί μου καὶ γλωσσώδους καὶ ἀργίλου. Ἀπὸ τῆς συγκοίτου του φύλαξαι τοῦ ἀναθέσθαι αὐτῇ, τί ποιῶν. Μὴ δῷς γυναικὶ τὴν ψυχήν σου· μὴ ὑπάντα έταιριζομένῃ, μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε. Παρθένον μὴ καταμάνθανε. Απόστρεψον τοὺς ὀφθαλμούς σου ἀπὸ γυναικὸς εὐμόρφου. Μετὰ ὑπάνδρου γυναικό; μὴ κάθου τὸ σύνολον. Ἐν κάλλει γὰρ γυναικὸς πολ λοὶ ἐπλανήθησαν. Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς.
col. 1089–1090page 163 of 240
PG 136:1089Πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός. Μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πονηρᾷ ἄνε σιν. Εἰ μὴ πορεύεται κατὰ χειράς σου, ἀπὸ τῶν σαρ κῶν σου ἀπότεμε αὐτήν. Συνοικήσαι λέοντι καὶ δράκοντι εὐδόκησαι, ἢ συνεικῆσαι μετά γυναικός πονηράς. Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· κλῆρος ἁμαρτωλοῦ ἐπιπέσῃ ἐπ' αὐτήν. ᾿Απὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι αὐτῆς ἀπο θνήσκομεν πάντες. Μὴ δῷς γυναικὶ πονηρᾷ παῤῥησίαν. Οργή μεγάλη γυνή μέθυσος. Καρδία πονηρὰ καὶ πρόσωπον σκυθρωπόν, καὶ πληγή καρδίας, γυνὴ πονηρὰ ἀντιτασσομένη τῷ ἀνδρὶ αὐτῆς. Πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. Κρείσσον πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή. ᾿Απὸ ἱματίων ἐκπορεύεται σὴς, καὶ ἀπὸ γυναικὸς πονηρία. Ἐπὶ γυναικὶ πονηρᾷ καλόν σφραγίς. Γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης ὥσπερ σάλπιγξ πολεμίων εἰς τροπήν θεωρηθήσεται. Ωσπερ γὰρ τὰ ἐπίσαθρα τῶν πλοίων καταιγίδες καὶ ζάλαι ὑποβρύχια φέρουσιν, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Τότε [πότε] οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις δεδουλωμένος; οὐδεὶς γὰρ ἐξ-C αρκεί πλοῦτος, γυναικείαις ἐπιθυμίαις υπηρετούμενος. Δὲ τῶν γυναικῶν ἀφρονέσταται, ἀποροῦσαι καλ λους οἰκείου, πρὸς τὰ χρήματα καταφεύγουσι· καὶ εἰσὶν, ὡς ἂν εἴποιμι, κοσμίως θεατριζόμεναι, δι' ευσχημοσύνην ἀσχήμονες, καὶ δι' αἶσχος αἰσχρός τεραι, Ὦ κακὸν κακοῦ κάκιστον, γυνὴ πονηρά. Δεινὸν δράκοντες, καὶ κακοῦργον ἀσπίδες. Διπλή γυναικός δεινότης ἐν θηρίοις. Γυνὴ πονηρὰ οὐδέποτε ἡμεροῦται, ἀλλ' ὑβριζομένη μαίνεται, καὶ κολακευομένη επαίρεται. Σίδηρον ἐψεῖν, ἢ νουθετείν, γυναῖκα ῥᾷον. Γινωσκέτω ὁ ἔχων γυναῖκα πονηράν, ὅτι ἤδη τους μισθοὺς αὐτοῦ τῶν ἀνομιῶν ἐκομίσατο. Οὐδὲν ἐν κόσμῳ θηρίον ἐφάμιλλον γυναικὸς πο νηράς. Τί δεινότερον λέοντος ἐν τετράποσιν; τί δὲ ὠμό τερὸν δράκοντος ἐν ἑρπετοῖς ; 'Αλλ' οὐδὲν, πλὴν γυ ναικὸς πονηρᾶς. Δεινὸν πενιχροτέραν ἑαυτοῦ λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν. Τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψε, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἐλευθερίαν τὸν ἄνδρα. Ὑπὸ γυναικὸς ἄρχεσθαι ὕβρις ἂν εἴη ἐσχάτη. Δεινὸν γυνὴ γνώμην ἀνδρὸς παραλῦσαι καὶ παραγαγεῖν, καὶ μάλιστά μάχλος. Ἕνεκα γὰρ τοῦ συν

Part II, Sermon XXXVPars II, Sermo XXXV

col. 1091–1092page 164 of 240
PG 136:1091Λ ειδότος μαλακικωτέρα (f. μαχλικωτέρα τεί μαλακω ΓΗΝ, τέρα] γίνεται. Φίλαυτον γυνή, καὶ ζηλότυπον οὐ μετρίως καὶ δει νὸν παραλῦσαι ἤθη ἀνδρός. Διογένης κοινολογουμένας γυναίκας θεασάμενος, ἔφη· Ασπίς παρ' ἐχίδνης φάρμακον δανείζεται. Αρίστιππος ὁ Κυρηναίος φιλόσοφος, ερωτηθείς ὑπό τινος εἰ συμφέρει αὐτῷ γῆμαι, εἶπεν· Οὔκ· ε! μὲν γὰρ καλὴν, κοινὴν ἕξεις· εἰ δὲ φαύλην, ποινήν. Γυνὴ τῷ προσώπῳ κοσμουμένη, τὴν τῆς ψυχῆς ἀμορφίαν ἐμφαίνει. Δημοκρίτῳ ἔφη τις· Διατί, μέγας ών, μικρὰν ἔγημας γυναῖκα ; Κἀκεῖνος εἶπε· Τοῦ κακοῦ ἐκλογὴν ποιούμενος, τὸ ἐλάχιστον ἐξελεξάμην. Όταν ποθεῖν σε καὶ στέργειν λέγῃ γυνή, φοβού παρ' αὐτῆς πλέον, ὧν λέγει κακά. Πρωταγόρας έρωτηθείς, Διὰ τίνα αἰτίαν ἐχθρῷ τὴν θυγατέρα δέδωκας πρὸς γάμον, εἶπεν· Οὐκ εἶχον γὰρ αὐτῷ δεδωκέναι χεῖρον. Ο αὐτὸς, έωρακώς κεκοσμημένην γραῦν, ἔφη· Εἰ μὲν πρὸς ἄνδρας, ἐπλανήθης· εἰ δὲ πρὸς τάφον, ἐκοσμήθης. Σωκράτης ἔφη, Τριῶν κακῶν τέτευγμαι, γραμματικῆς, πενίης καὶ οὐλομένης γυναικός· τῶν δύο ἐξέφυγον, οὐλομένης γυναικὸς ἐκφυγεῖν οὐκ ἐδυ νήθην. ῾Ο αὐτὸς πρὸς τοὺς αὐτὸν συμβουλευομένους περί τοῦ γῆμαι, ἔφη· Ωσπερ οἱ ἰχθύες, ὦ νεανίσκοι, οἱ περὶ τοὺς κύρτους, οἱ μὲν ἔξωθεν ὄντες βούλονται εἰσελθεῖν, οἱ δὲ ἔνδον ὄντες βούλονται ἐξελθεῖν· οὔτως δὲ ὑμεῖς ὁρᾶτε, μὴ τὸ αὐτὸ πάθητε. Ὁ αὐτὸς, Ξανθίππην κεκοσμημένην καὶ ἐπὶ θέαν πορευομένην ἰδὼν, ἔφη· Οὐχ ἵνα θεάσῃ, γύναι, που ρεύῃ, ἀλλ᾽ ἵνα θεαθῇς. Φιλόξενος ὁ ποιητὴς, εἰπόντος τινός, Διὰ τί Σοφού κλῆς χρηστὰς παρεισάγει τὰς γυναῖκας, αὐτὸς δὲ φαύλας, εἶπεν· Οτι Σοφοκλῆς μὲν οἷας δεῖ εἶναι τὰς γυναίκες λέγει, ἐγὼ δὲ οαι εἰσίν. Πάντες οἱ ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ ἀνθρώπων ἁπάντων, ἡμῶν δὲ αἱ γυ ναῖκες. ΛΟΓΟΣ ΛΕ'. Περὶ συναγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρή ἀρίστοις ἀνδράσι κυλλᾶσθαι, καὶ μὴ πονη ροῖς. Ο συμπορευόμενος σοφοῖς σοφὸς ἔσται. Ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. Ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ εἴ τις σο φὸς, προσκολλήθητι αὐτῷ. Με παρίδης διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου.

Part II, Sermon XXXVI, XXXVIIPars II, Sermo XXXVI, XXXVII

col. 1093–1094page 165 of 240
PG 136:1093Δόγῳ σοφῷ παράδαλε σὸν οὖς: ἔ ὕΆνδρες δίκαιοι ἔστωσαν σὔνδειπνοί σου. Μετὰ ἀνδρὸς εὐσεδοῦς ἐνδελέχιζε, Πετεινὰ πρὸς τὰ ὅμοια καταλύετ᾽" λειτουργοὶ αὖτοῦ, καὶ χατὰ τὸν ἡγούμενον τῆς πόλεως, πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ᾿Αποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ, "Ὥσπερ οἱ ζωγράφοι ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφωσι, πυχνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τὸν ἐχείνηυ χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα, οὕτω δὴ χαὶ τὸν ἑσπουδακότα ἑαυτὸν πᾶσι τοῖς. μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα χινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποθλέπεῖν χρῇ, χαὶ τὸ ἐχείνων ἀγαθὸν οἴχεζον ποιεῖσθαι, διὰ μιμήσεως Ἐὰν ἴδῃς ἐθνικὸν, βίου σώφρονος καὶ τῇς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιλαδόμενον πλέον σεαυτοῦ, τὸ σπουδαῖον ἐπίτεινον. Εἰ ποῖς καλοῖς ἔποιο νουθετούμενος, Οὐχ ἐντραπήσῃ τοῖς καχοῖς γελώμενος. Σοφῶν θύρας ἔχτριδε, πλουσίων δὲ μή. Μὴ χλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπάτματα. Οὐ μικρὸν τοῖς σπουδαίοις καὶ μικρὰ τῶν μεγίστῶν ἡ μίμησις. Κρεῖσσον δεύτερα ἔχειν μεγάλων ἢ πρῶτα πενιχρῶν. Φιλεῖ πρὸς τὰς ἀναστροφὰς τὰ ἤθη ῥυθμίζεσθαι, "Ἔλεγχος ἀνδρὸς ἤθους ἡ μετὰ τῶν τοιῶνδε συνουσία" ὃ τε γὰρ φαῦλος ἐξ ἀνάγχης τοῖς ὁμοίοις συνόσται' ὅ τε δ᾽ αὖ πάλιν σώφρων καὶ σοφὸς τοῖς τὰ τοιαῦτα μετιοῦσιν. Καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ ξελτιώσεως ἐλπίδα. " Λόγῳ σοφῷ παράδαλε σὰν οὖς; Δ ΤΑνδρες δίκαιοι ἔστωσαν αὐὔνδειπνοί σου. Μετὰ ἀνδρὸς εὐσεδοῦς ἐνδελέχιζε, Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει!" λειτουργοὶ αὖποῦ, καὶ χατὰ τὸν ἡγούμενον τῆς πόλεως, πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ᾿Αποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. "Ὥσπερ οἱ ζωγράφοι ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφωσι, πυχνὰ πρὸς τὸ παράδειγμα (βλέποντες, τὸν ἐχείνου χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα, οὕτω δὴ χαὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς. μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἰονεὶ πρὸς ἀγάλματά τινὰ κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίῳν ἀποβλέπεῖν χρὴ, καὶ τὸ ἐχείνων ἀγαθὸν οἴχεζον ποιεῖσθαι διὰ μιμήσεως Ἐὰν ἴδῃς ἐθνικὴν, βίου σώφρονος καὶ τῇς λοιπῆς χατὰ τὸ ἦθος εὐταξίας ἐπιλαδόμενον πλέον σεαυτοῦ, τὸ σπουδαῖον ἐπίτεινον. Εἰ τοῖς καλοῖς ἕποιο νουθετούμενος, Οὐχ ἐντραπήσῃ τοῖς καχοῖς γελώμενος. Σοφῶν θύρας ἔχτριδε, πλουσίων δὲ μή. Μὴ χλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπάτματα. Οὐ μικρὸν τοῖς σπουδαίοις καὶ μικρὰ τῶν μεγίστὼν ἡ μίμησις. Κρεῖσσον δεύτερα ἔχειν μεγάλων ἣ πρῶτα πενι- ( χρῶν. Φιλεῖ πρὸς τὰς ἀναστροφὰς τὰ ἤθη ῥυθμίξεσθαι, "Ἔλεγχος ἀνδρὸς ἤθους ἡ μετὰ τῶν τοιῶνδε συνουσία " ὅ τὸ γὰρ φαῦλος ἐξ ἀνάγκης τοῖς ὁμοίοις συνέσται" ὅ τε δ᾽ αὖ πάλιν σώφρων καὶ σοφὸς τοῖς τὰ τοιαῦτα μετιοῦσιν. Καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα, ᾿
col. 1095–1096page 166 of 240
PG 136:1095Μη ζηλώσῃς ὁδοὺς ἀνόμων· ἐν ᾧ ἂν τόπῳ στρατ τοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ· ἔκκλινον ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ και κοποιήσωσιν. Οδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζητήσῃς ὅλους παρανόμων. Ο συμπεριφερόμενος άφροσι γνωσθήσεται. Υιέ, μη ζηλώσης κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσης εἶναι μετ' αὐτῶν. Ψευδὴ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, μηδὲ συναυλίζου φίλῳ ὀργίλῳ, μήποτε μάθης τῶν ὁδῶν αὐτοῦ, καὶ λά της βράχους τῇ σῇ ψυχῇ. Απέχου τοῦ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σου. Παραγγέλλομεν ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κι ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθε ὑμᾶς ἀπὸ παν τὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ήν παρελάβετε παρ' ἐμοῦ. Φεύγετε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Εάν τις ἀδελφὸς ὀνομαζόμενος ή πόρνος, ἢ εἴδω λολάτρης, ή λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδέ συνεσθίειν· ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτ τῶν. Μὴ πρόσπαιζε ἀπαιδεύτοις, ἵνα μὴ ἀτιμάζωνται οἱ γονεῖς σου. Βλαβεραὶ αἱ πρὸς τοὺς κακούς συνουσίαι· ἐπειδὴ νόμος οὗτος φιλίας δι' ὁμοιότητος πεφυκέναι τοῖς συν απτομένοις ἐγγίνεσθαι. ὡς γὰρ ἐν τοῖς νοτοποιοίς χωρίοις κατὰ μέρος ἀναπεμπόμενος ὁ ἀήρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις εναποτίθησιν, οὕτως ή πρὸς τοὺς φαύλους συνουσία μεγάλα κακὰ ταῖς ψυ χαῖς ἐναφίησι, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλα βερὸν διαφεύγῃ. 'Αεὶ προτίμα τους καλούς τῶν μὴ καλά Κακοῖς δ' ὁμιλῶν καὶ κακὸς πάντως ἔσῃ. Φεῦγε τοὺς βλάκας καὶ ἐκλύτους ἄνδρας καὶ πονηροὺς, καὶ ἡταιρηκότας. Δεῖ μὴ μόνον ἀπέχεσθαι τῶν κακῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα πράσσοντας ἀποστρέφεσθαι. Τὸ συνδιαιτάσθαι τοῖς φαύλοις ἐπιβλαβὲς καὶ ἐπίΗ τῶν κακῶν ἀπαλλαγὴ σωτηρίας ἐστὶν ἀρχή. Πολλάκις ἄνδρες ἀγαθοὶ, κακοῖς προσγενόμενοι, πολλῷ θάττον κακίας μέτελαβον, ἢ μετέδοσαν άρε- . τῆς. Βλαβεραὶ τῶν ἀνοήτων αἱ συνουσίαι· καὶ ἀκούουσα πολλάκις ψυχή, τῆς ἐκείνων φρενοβλαβείας ἀπομάττει τὰ εἴδωλα. Οὐ ποιεῖ ἀγρὸς φαύλους, οὐδὲ ἄστυ σπουδαίους, ἀλλ᾽ ἡ μετὰ τῶν τοιῶνδε συνδιατριβή. Περὶ τῶν τοὺς ἀρίστους καὶ ἁγίους ἄνδρας τη μώντων. Καὶ ἔλαβεν ᾿Αβιμέλεχ χίλια δίδραχμα ἀργυρίου, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας καὶ παιδί

Part II, Sermon XXXVIIIPars II, Sermo XXXVIII

col. 1097–1098page 167 of 240
PG 136:1097σκας, καὶ ἔδωκε τῷ ᾿Αβραάμ. Καὶ ἀπέδωκεν αὐτῷ Σάβραν τὴν γυναῖκα αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἡ γῆ μου ἐναντίον σου, καὶ οὗ ἐὰν ἀρέσκῃ σου, παροίχει. Εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· Ἰδοὺ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ὁ ἅγιος οὗτος διαπορεύεται ἐφ' ἡμᾶς διαπαντός" ποιήσωμεν δὴ ὑπερῷον τόπον μικρὸν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν, καὶ δίφρον, καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς, ἐκκλινεῖ ἐκεῖ. Καὶ ἐγένετο ἡμέρα, καὶ εἰσῆλθεν Ελισσαις, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον, καὶ ἐκοιμήθη ἐκεῖ. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Ὁ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. Μνήμη δικαίων μετ' ἐγκωμίων. Εν ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ανταπόδομα, καὶ εἰ μὴ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Ὑψίστου. Ο δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μια σθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοι πιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυ ρίῳ καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Πρώτη τῶν εὐεργεσιῶν τὸ ἐπαινεῖσθαι τοὺς και λούς. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος, ζῆλος δὲ ἀρε της. Τῶν ἀρίστων μάλιστα μνημονευτέον, ὧν καὶ τὸ μεμνῆσθαι ὅσον ἐμοὶ καὶ ὠφέλιμον. Πᾶσι τὸ καλὸν ὁμοίως αἰδέσιμον. Οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες μερισταὶ τῶν ἐκεί νας ἀποκειμένων στεφάνων εἰσίν. Εἴ τις εἴη ἐν ἡμῖν τῆς ἐξαιρέτου ζωῆς ἐπιμελητῆς, καὶ τῇ τοῦ βίου λαμπρότητι μαρτυρούμενος, τούτῳ πάντη τε καὶ πάντως ἐποιτο ἂν τὸ χρῆναι τιμᾶσθαι καὶ μὴ ἀπιστεῖσθαι πρός τινων, ἀλλ᾽ εἰς δρχου δύναμιν δέχεσθαι παρ' αὐτοῦ τὸ ναὶ ναὶ, καὶ τὸ οὐ ού. Οὐκ ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου, ἀλλὰ · χάριν λαμβάνει δ καταξιούμενος διακονεῖν αὐτῷ. ΛΟΓΟΣ ΛΗ'. Περὶ τῶν τοὺς ἁγίους καὶ ἀρίστους άνδρας ἀτιμαζόντων. Δίκαιοι καταγελῶνται· παραδίδονται γὰρ εἰς χεῖο μας ἀσεβῶν. Δίκαιος ἀνὴρ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα. *Αλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὁδόντας αὐτοῦ.
col. 1099–1100page 168 of 240
PG 136:1099. • Τοὺς σοφοὺς καὶ συνετους φαύλους καλοῦσιν. "Ανδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅπον, Βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια. Ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι· ἐν δὲ τῇ ἐκείν νων ἀπωλεία πληθυνθήσονται δίκαιοι. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλήν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες" Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ὄψονται τὸν δίκαιον καὶ ἐξουθενήσουσιν· αὐτοὺς δὲ Κύριος ἐγγελάσεται· καὶ ἔσονται μετὰ τοῦτο εἰς πτώμα άτιμον καὶ εἰς ύβριν. . Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατά πρόσωπον τῶν θλιψάντων αὐτὸν, καὶ τῶν ἀθετούν των τοὺς πόνους αὐτοῦ. Ιδόντες δὲ ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας. Εροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες· Οιτός ἐστιν ὄν ποτε ἔσχομεν εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον· πῶς καταλογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλήρος αὐτοῦ ἐστιν ; "Αρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία ; καὶ τί ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; Παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιά, καὶ ὡς ἀγγελία παρατρέχουσα, Πάντες οι θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησ σοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γύητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Παραδίδονται πολλάκις καὶ δίκαιοι εἰς χεῖρας ἀστο βῶν, οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ᾽ ἵνα οὗτοι δοκιμασθῶσι διὰ τῆς περιφροσύνης. Εἰ δέ με ὄντα κακὸν ἄριστον ὑπελάμβανες, τί με ποιεῖν ἐχρῆν ; εἶναι μᾶλλον κακόν, ἵνα πλέον ἀρέσκω σκι; Οὐκ ἂν τοῦτο ἐμαυτῷ συνεβούλευσα. Οὕτως οὐδὲ εἰ κατορθοῦντά με πταίειν ὑπολαμβάνεις, τὸ κατορθοῦν διὰ σὲ μεταθήσομαι. Ζῷ γὰρ οὐ σοὶ μᾶλ λον ἢ ἐμαυτῷ. Τεκταίνουσιν ἐπὶ τὸν νῶτον ἡμῶν οἱ ἁμαρτωλοί, καὶ γεγόναμεν θέατρον κοινὸν καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ὄντας παρά πάντων ἀκούσιν καλῶς. Παραδίδονται πολλάκις καὶ δίκαιοι εἰς χεῖρας ἁμαρτωλῶν, οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ᾽ ἵνα ούτ τοι δοκιμασθώσιν. Καταγελῶνται πρὸς τὸ παρὸν, ὡς ἔστι [γ. ἔτι] ἡ τοῦ Θεοῦ χρηστότης κρύπτεται, καὶ τὰ μεγάλα ταμεῖα τῶν ὕστερον ἀποκειμένων εκατέρας, ἡνίκα καὶ λόγος καὶ πρᾶξις και διανόημα τοῖς δι καίοις σταθμοῖς ταλαντεύεται, ὅταν ἀναστῇ κριτ καὶ τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, πεὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ' αὐτῷ καὶ σωζό μενα. !

Part II, Sermon XXXIXPars II, Sermo XXXIX

col. 1101–1102page 169 of 240
PG 136:1101ΛΟΓΟΣ ΑΘ'. Περί μισοπονηρίας, καὶ τῶν τὰ ἄτοπα ἀποστρεφομένων. Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωσῆς ἐξῆλθε πρὸς τοὺς ἀδελφούς αὐτοῦ τοὺς υἱοὺς Ισραήλ. Κατανοήσας δὲ τὸν πόνον αὐτοῦ, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ· περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα. Καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμε μῳ. Εξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρα, ὁρᾷ δύο ἄν δρας Εβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· Διατί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπεν· Τις σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; ἢ ἀνελεῖν με θέλεις, δν τρόπον ἀνεῖλες χθὲς τὸν Α'- γύπτιον ; Εμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά. Οὐ προστιθέμην πρὸ ὀφθαλμῶν μου πράγμα πα ράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα. Αδικίαν εμίσησα καὶ ἐβδελυξάμην· τὸν δὲ νόμον σου ἠγάπησα. Φόβος Κυρίου μισεῖ ἀδικίαν, βριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν. Μεμίσηκα διεστραμμένας ὁδοὺς κακῶν, Ο μισῶν ἀδικίαν μακρὸν βιώσεται χρόνον. Περικάθαρμα δικαίῳ ἄνομος. Οὐκ ἀρέσει δικαίῳ οὐδὲν ἄνομον. Λόγον άδικον μισεῖ δίκαιος. Δίκαιος οὐ προσέχει χείλεσι ψευδέσιν. Ευδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμός ἀποστῆναι ἀπὸ ἀδικίας. Δείξον, ἄνθρωπε, τὸ μισοπόνηρον, ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ' ἑκάστης πράξεως νικάν ποιήσῃς τὰ βελτίονα, μακάριος ἔσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Τί τὸν Φινεὶς ἐδικαίωσεν; οὐχὶ δικαία καὶ μισο πόνηρος ὀργὴ κατὰ τῶν πορνευσάντων ; δς τὰ πολλά ἐπιεικὴς ὢν καὶ πρᾶος, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρὶ καὶ τῆς Μαδιανήτιδος ἀναφανδόν καὶ ἀπηρυθριασμένως γιγνομένην, οὐδὲ συγκαλυπτόντων αὐτ · τῶν τὴν αἰσχύνην, τὴν ἀσχήμονα θέαν οὐκ ἀνεχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι' ἀμφοῖν ἐλάσας τὸν σειρομάστην. Σαμουήλ δὲ τὸν ᾿Αγὰρ βασιλέα τοῦ ᾿Αμαληκ ὑπὸ δικαίας ὀργῆς εἰς μέσον ἀγαγὼν κατεφόνευσεν. Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν καὶ δικαίων πράξεων υπηρέτης. 'Ηλίας δὲ ὁ ζηλω τῆς τετρακοσίους καὶ πεντήκοντα ἄνδρας ἱερεῖς τῶν ἀλσῶν, ἐσθίοντας την τράπεζαν Τεζάβελ, και την τρακοσίους άνδρας ἱερεῖς τῆς αἰσχύνης, λελογισμένῳ θυμῷ καὶ σώφρονι, εἰς ὄφελος παντὶ τῷ Ἰσραὴλ ἐθανάτωσεν. Ωμῆς δίχα ψυχῆς οὐ καθαίρεται κακία. η

Part II, Sermon XLPars II, Sermo XL

col. 1103–1104page 170 of 240
PG 136:1103ຮູບ ເພ. ΛΟΓΟΣ Μ'. 1101. Περὶ χαιρεκάκων καὶ ἀποδεχομένων τὰ πονηρά, Συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθης Τί ἐγκαυχῇ ἐν κακίᾳ ὁ δυνατός; ἀνομίαν ὅλην τὴν ἡμέραν, ἀδικίαν ελογίσατο ἡ γλῶσσά σου. Ο εἰπὼν τὸν ἀσεβῆ, ὅτι δίκαιός ἐστιν, ἐπικατάρι τος λαοῖς ἔσται, καὶ μισητὸς ἔθνει. Ο οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, ὧν αἱ τρίβοι σχολιαὶ, καὶ καμπύλες αἱ τροχιαὶ αὐτῶν. Ἐκζητοῦντα κακά καταλήψεται αὐτόν. Ὁ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται. Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά. Μὴ ἐπίχαιρέ μοι, ἐχθρά μου, ὅτι πέπτωκα, καὶ ἀναστήσομαι. Διότι καὶ ἐὰν καθίσω ἐν σκότει, Κύριος φωτιεῖ μοι. Οργὴν Κυρίου ὑποίσω, ὅτι ἦμαρ τον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου, καὶ ἐξάξει με εἰς φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ. Καὶ ἔψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με, Ποῦ Κύριος ὁ Θεός σου; Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλόν πονηρόν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκύπικρον. Παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι ἐπὶ πτώσει εὐα σεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θαν νάτου αὐτῶν. Οὐ καθήκον δοξάσαι ἄνδρα ἁμαρτωλόν. ᾿Ανὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀνὰ μέσον εἰρηνευόντων βαλεῖ διαβολήν. Τοῖς γαυριῶσιν ἐπὶ τῇ κακίᾳ συγγηρᾷ τὰ κακά. Οἵτινες τὰ δικαιώματα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θατάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς Ο πράττουσιν. - Προδοσία τῆς ἀληθείας ἐστὶ καὶ ἐθισμὸς πρὸς ἀδιαφορίαν ἡ τῶν πονηρευομένων ἀποδοχή. Πολλοί εἰσιν οἱ τὰς πονηρὰς πράξεις ἀποδεχόμεν ναι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ αἰσχρολόγον πολιτικὸν, καὶ τὰ ἑξῆς. Οὐ τὰ ζηλοῦν κακίαν, ἀλλὰ καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει τινὰ κόλασιν οὐ τὴν τυχοῦσαν ἡμῖν, καὶ εἰ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, αὐτῶν τῶν ἐν πονηρία ζώντων χαλεπωτέραν· τοῦ γὰρ ἁμαρτάνειν ἐπαινεῖν τοὺς ἁμαρτάνοντας πολύ μεί ζον εἰς κολάσεως λόγον, καὶ μάλα εἰκότως. διεφθαρμένης γάρ ἐστι γνώμης, καὶ ψυχῆς ἀνίατα νοσούσης, αὕτη ἡ ψῆφος. Ο γὰρ ἐπαινῶν πονηρίαν τῆς ἐκ

Part II, Sermon XLI, XLIIPars II, Sermo XLI, XLII

col. 1105–1106page 171 of 240
PG 136:1105τοῦ μετανοῆσαὶ θεραπείας ἑαυτὸν ἀπεστέρησεν • ὥστε εἰκότως τοῦτο ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἐνομοθέτησε. Διὰ τοῦτο οὐχ οἱ τὰ φαῦλα πράτσοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους εγκωμιάζοντες, τῆς αὐτῆς ἢ καὶ χαλεπωτέρας ἐκείνοις κοινωνήσουσι κολάσεως . Επιχαιρεκακία ἀλλότριον σαρῶν. ΛΟΓΟΣ ΜΑ'. Περὶ πολιτῶν ἀγαθῶν. Εἶπεν ᾿Αβραὰμ προς Κύριον. Ἐὰν ὦσι πεντή χοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτοῦ; ; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἔνεκα τῶν πεντήκοντα δικαίων; μηδαμῶς οὐ ποιήσεις τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμῶς. Ο κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Εἶπε δὲ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους, οὐκ ἀπολέσω ἕνεκα τῶν πεντήκοντα· καὶ τὰ ἑξῆς. Ἐν ἀγαθοῖς δικαίων κατωρθώθησαν πόλεις. Ἐν εὐλογίαις δικαίων ὑψωθήσεται πόλις. Επαύλεις δικαίων εὐλογοῦνται. ᾿Απὸ ἑνὸς συνετού συνοικισθήσεται πόλις. Καί γε τοῦτο εἶδον, σοφίαν ὑπὸ τὸν ἥλιον. Καὶ μεγάλη ἐστὶ πρός με πόλις μικρά, καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι· καὶ ἔλθῃ ἐπ' αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ' αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφόν, καὶ διασώσῃ αὐτὸς τὴν πόλιν ἐν τῇ " σοφίᾳ αὐτοῦ. Ὥσπερ τὰ εὐώδη τῶν ἀρωμάτων τῆς ἰδίας εὐ πνοίας τὸν παρακείμενον αέρα πλήρη ποιεί, οὕτως ἀνδρὸς ἀγαθοῦ παρουσία τοὺς πέλας ὀνίνησιν. Ἐγὼ ὅταν τινὰ τῶν σπουδαίων διαιτώμενον κατ' οἰκίαν ἢ πόλιν θεάσωμαι, τὴν οἰκίαν ἢ τὴν πόλιν. ἐκείνην εὐδαιμονίζω, καὶ οἶμαι τήν τε τῶν παρόντων ἀγαθῶν ἀπόλαυσιν βεβαίαν, καὶ τὴν τῶν ἀπόγ των προσδοκίαν τελεσφορουμένην σχήσειν, τοῦ Θεοῦ τὸν ἀπεριόριστον καὶ ἀπερίγραφον πλοῦτον αὐτοῦ διὰ τοὺς ἀξίους καὶ τοὺς ἀναξίους δωρουμένου. Ευδαιμονιστέον μὲν καὶ χώραν καὶ οἰκίαν, ὅταν ἔχῃ τινὰ σπουδαῖον· κακοδαιμονιστέον δὲ, ὅταν ἔρημας ᾗ τοιούτου. Ἕνεκα μὲν τῶν φαύλων οὐδεμία πόλις ηρέμισεν ἄν· διαμένουσι δὲ ἀστασίαστοι δι᾿ ἑνὸς ἢ δευτέρου συνοικοῦντος, οὗ ἡ ἀρετὴ τὰς πολιτικὰς νόσους ἰᾶται, γέρας ἀπονέμοντος τοῦ φιλαρέτου Θεοῦ καλοκαγαθίας, τὸ μὴ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς πλησιάζοντας ὠφελεῖν. "Ανδρες ἀγαθοὶ, τροπικώτερον εἰπεῖν, κίονες εἰτι, δῆμον ὅλον ὑπερείδοντες, καθάπερ οἰκίας με γάλας, τὰς πόλεις καὶ τὰς πολιτείας. Περὶ πολιτῶν μοχθηρών. οἱ ἄνθρωποι οἱ ἐν Σοδόμοις ἁμαρτωλοὶ καὶ πονηρον ἐναντίον τοῦ Θεοῦ σφόδρα. Οὐ πορεύσῃ δολίως ἐν τῷ ἔθνει σου.

Part II, Sermon XLIIIPars II, Sermo XLIII

col. 1107–1108page 172 of 240
PG 136:1107Λ Ἐν στόματι ἀφρόνων παγὶς πολίταις. Στόματι ἀσεβῶν κατεσκάφησαν πόλεις. Διεστραμμένη καρδία τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ. Ο τοιοῦτος ταραχάς συνίστησι πόλει, διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπή καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν οἷς με δεῖ ὁ Κύριος, συντρίβεται δὲ διὰ ἀκαθαρσίαν ψυ χῆς. Μυκτηρίζει πολίτας ἐνδεής φρενών. Ανὴρ δὲ φρέσ νιμος ἡσυχίαν άγει. Αμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολύ λών. Μυΐαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύσματος. Οι κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδή, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν. Οὗτοι οἱ ἄνδρες οι λογιζόμενοι μάταια, καὶ βουλευόμενοι βουλήν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, καὶ λέγοντε;· Αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα Διὰ τοῦτο τάδε λέγει Κύριος· Τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα. Αὕτη δέ ἐστιν ὁ λέξης. Καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. Ρομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω έφ' ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ δώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρίματα.. Περὶ μοναχῶν χρηστῶν καὶ ἡγουμένων εγ θῶν. Ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αι χείρες ὑμῶν, ὅτι ἐστὶ μισθὸς τῆς εργασίας ὑμῶν. Ἐν Κυρίῳ δραμοῦμαι μονόζωνος, καὶ ἐν Θεῷ στ ὑπερδήσομαι τεῖχος. Ἰδοὺ δὲ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό ; Θησαυρίζει Κύριος τοῖς κατορθοῦσι σωτηρίαν υπερασπιεῖ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξει δόν δικαιωμάτων. Αγαθὸν οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς ὁ μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν· ὅτι ἐὰν πέσωσιν, 4 εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. Καὶ οὐαὶ τῷ ἑνὶ, ὅταν πέσῃ, καὶ μὴ ᾖ δεύτερος ἐγείραι αὐτόν. Εξεδυσάμην τὸν χιτῶνα μου, πῶς ἐνδύσομαι αὐτόν; Επιψάμην τους πόδας μου, πῶς μολυνώ αὐτούς ; Ἐπὶ τίνα επιβλέψω, ἀλλ' ἡ ἐπὶ τὸν ταπεινὸν και ἡσύχιον, καὶ τρέμοντα μου τοὺς λόγους ; Οἱ ὑπομένοντες τὸν Κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί· δραμοῦνται, καὶ οὐ και πιάσουσι · βαδιοῦνται, καὶ οὐ πεινάσουσιν. ᾿Αγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ· καθίσεται κατὰ μόνος καὶ σιωπήσεται. Αγαθός Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοί
col. 1109–1110page 173 of 240
PG 136:1109μασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν Α καρδίαν σου, καὶ καρτέρησον· καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου· πᾶν ὅ ἐὰν ἐπε αχθῇ σοι, δέξαι· καὶ ἐν ἀλλάγματι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός· καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμας. Μὴ ἐκλύεσθε ἰσχύειν ἐν Κυρίῳ, ἵνα κραταιώσῃ ὑμᾶς αὐτός. Μὴ περιβλέπον ἐν πύλαις πόλεως, καὶ ἐν ταῖς πλατείαις αὐτῆς μὴ πλανῶ. Ηγούμενόν σε κατέστησαν, μὴ ἐπαίρου. Γίνου αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν· φρόντισον αὐτῶν, καὶ οὕτως κάθισον· καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν, δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια, μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σής διαφθείρει. Οπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Έστωσαν δὲ αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσε δεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος αὐτοῦ καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖ νοι, οὓς ἐλθὼν ὁ κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Ἐκεῖνος ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δωρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγών, δαρήσεται ὀλίγας, Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολύ ζητηθήσεται παρ' αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον ἀπαι τήσουσιν αὐτόν. Οὐδεὶς οἰκέτης δύναται δυσι κυρίοις δουλεύειν. ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὅς ἀφῆκεν οἰκίας, ἡ γονεῖς, ἢ ἀδελφοὺς, ἡ γυναῖκα, ἢ τέκνα, Ένεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὅ; οὐ μὴ ἀπολάβη πολυπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ μέλο λοντι ζωὴν αἰώνιον. Οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβείον. Οὕτω τρέχετε, ἵνα κατα λάβητε. ΠΑ; δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν, ἵνα φθαρτόν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Αδελφοί, έδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Αδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλά
col. 1111–1112page 174 of 240
PG 136:1111Α λησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ· τῶν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πί στιν Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Οὐδεὶς στρατευόμενος εμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐάν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε & εἰργάσι σθε, ἀλλ᾽ ἵνα μισθόν πλήρη λάβητε. Τὸν ἀγωνιστὴν τὸν καλὸν ἅπαξ ἐπὶ τὸ τῆς εὐσε βείας στάδιον ἀποδυθέντα, φέρειν δεῖ γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων ἐλπίδι τῆς δόξης τῆς ἀπὸ τῶν στεφάνων. Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν Β οἱ κατὰ τὰς παλαίστρας τοῖς πόνοις προσεθισθέντες οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγής, ἀλλ' ὁμόσε χωροῦσι τοῖς ἀντιπάλοις, ἐπιθυμία [[. ἐπιθυμίαν δὲ] τὴν τῆς ἀναῤῥήσεως τῶν παρ αυτίκα πάντων ὑπερορώντες. Λυθῆναι δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τὸν ἀληθινῶς τῷ Θεῷ ἀκολουθῆναι μέλλοντα τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἠθῶν κατορθούται· ὡς εἰ μὴ ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς, καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς ἀσκήσεως μεταβάντες, κατὰ τὸν εἰπόντα, « Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ο αμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εναν ρεστήσεως· τοῦ Κυρίου ἐριστικῶς εἰπόντος, ὅτι • Πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται τοῖς αὐτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. » Αποταγή έστι καρυίας ανθρωπίνης πρὸς τὴν ἐν οὐρανοῖς πολιτείαν μετάθεσις. Εγκράτειαν λέγομεν οὐ πάντως τὴν εἰς τὸ παν τελὲς ἀποχὴν τῶν βρωμάτων, τοῦτο γὰρ βιαία τις ἐστι διάλυσις τῆς ζωῆς, ἀλλὰ τὴν ἐπὶ καθάρσει. Εγκράτειά ἐστιν ἁμαρτίας ἀναίρεσις, παθῶν αλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν. Οὐ πρόφασιν ἀργίας, οὐδὲ ἀποφυγήν πόνου, τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι χρή, ἀλλ᾽ ὑπόθεσιν ἀθλήσεως, καὶ πόνων περισσοτέρων, καὶ ὑπομονής τῆς ἐν θλίψεσιν. Οὕτω γινόμεθα ναός Θεοῦ, ὅταν μή φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται· ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα φυγὼν ὁ φιλόθεος, ἐπὶ τὸν Θεὸν ἀναχωρῇ, καὶ ἐξελαύνων τὰ πρὸς κακίαν, τοῖς εἰς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ένδιατρίβῃ. Καλούς μαθητὰς ἐάν φιλῇς, χάρις σοι οὐκ ἔστι μᾶλλον τοὺς ἀπειθεστέρους ἐν πραύτητι ὑπότπασε. Οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται. Τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῖε.
col. 1113–1114page 175 of 240
PG 136:1113Υποτασσώμεθα καὶ Θεῷ, καὶ ἀλλήλοις, καὶ τοῖς ὁ ἐπὶ γῆς ἄρχουσι· Μεῷ διὰ πάντα· διὰ τὴν φιλαδελφίαν ἀλλήλοις· δι᾿ εὐταξίαν τοῖς ἄρχουσι· καὶ του σοῦτον μᾶλλον, ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι (δεινὸν γὰρ ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεί τῆς συγγνώμης), ἵνα μὴ καὶ τῆς ἐκείνων τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνεύ ματι λύσαντες, καὶ φωτὶ ζόφον ἐπάγοντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Οἱ κόσμου χωρίζοντες ἑαυτοὺς, καὶ τὴν ἔρημον ἀσπαζόμενοι, ζῶσι Θεῷ, πάντων μᾶλλον τρεφομένων ἐν σώματι· οἱ μόνον τὸν πάντη μοναδικὸν δια θλοῦντες ἰβίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ Θεῷ, καὶ τοῦτο μόνον κόσμου εἰδότες, ὅσον ἐν τῇ ερημία γνωρίζουσι· τοῖς μὲν ἄλλοις τεθνηκότες ἀν θρώποις, καὶ πράγμασιν, ὅσα ἐν μέσῳ στρέφεται, στροβοῦντά τε καὶ στροβούμενα, καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς· ἀλλήλοις δὲ κα σμος ὄντες, καὶ τῇ παραθέσει τῇ ἀρετῇ θήγοντες. Τὸ μονάζειν ἐν τῇ εὐσταθείᾳ τοῦ τρόπου μᾶλ λον ἢ τῇ τοῦ σώματος ἀναχωρήσει χαρακτηρίζει Ορᾷς τοὺς ἀδίους τούτους καὶ ἀνεστίους καὶ ἀσάρχους, μικροὺς καὶ ἀναίμονας, καὶ Θεῷ κατὰ τοῦτο πλησιάζοντας, τοὺς ἀνιπτόποδας, καὶ χαμαιεύνας, τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω, τοὺς ἐν ἀνθρώποις καὶ ὑπὲρ τὰ ἀνθρώπινα, τοὺς δεδεμένους καὶ ἐλευθέρους, τοὺς κεκρατημένους καὶ ἀκρατήτου; ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα τὰ ὑπὲρ κάτ σμον ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον· τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους, τοὺς ἔξω πόθου, καὶ μετὰ θείου καὶ ἀπαθοῦς ἔρωτος· ὧν αἱ πηγαὶ τοῦ φωτὸς, καὶ ὧν ἤδη τὰ ἀπαυγάσματα ὧν αἱ ἀγγελικαὶ ψαλμῳδίαι, καὶ αἱ πάννυχοι στά σεις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐκδημία προαρπαζομένου· ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι. Τὸ φιλοσοφεῖν ὅσον μέγιστον, τοσοῦτον καὶ χαλε πώτερον, καὶ οὐ πολλῶν τὸ ἐγχείρημα, ἢ τῶν ὑπὸ τῆς θείας κεκλημένων μεγαλονοίας, ἢ τοῖς προη ρημένοις καλῶς χεῖρα δίδωσιν. Οἷς ἐστι τρυφὴ ἐγκράτεια, καὶ πρᾶξις ἡ ἀπραξία, καὶ δόξα τὸ μὴ γινώσκεσθαι. Καλὸν ἡ ἄσκησις μετὰ συμμετρίας καὶ γνώσεως ἀληθοῦς. Οὕτως ὀφείλει ὁ μοναχὸς πάντοθεν ἑαυτὸν περισκοπεῖν, καὶ ἀκίνητον ἔχειν πρὸς τὴν ἑαυτοῦ φυλα πὴν τὸ τῆς ψυχῆς ὄμμα, ὡς ἐν μέσῳ παγίδων διο δεύων ἀεί. Οἱ μὲν μάρτυρες πολλάκις καὶ ἐν μιᾷ καιροῦ βοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν· ἡ δὲ τῶν μοναχῶν πολιτεία, καθ᾿ ἑκάστην ἡμέραν ἀθλοῦσα διὰ τὸν Χριστὸν, μαρτυρεί, οὐ πρὸς αἷμα καὶ σάρκα παρατασσομένη, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους,

Part II, Sermon XLIVPars II, Sermo XLIV

col. 1115–1116page 176 of 240
PG 136:111511:6 Α πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἐσχάτης " ἀναπνοῆς τὴν πάλην ἔχουσα, καὶ ἀθλεῖ καὶ στεγαν νοῦται, τὴν πανοπλίαν τοῦ Θεοῦ ἔχουσα. Αρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν διάνοιαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ή ταραχή. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ βασιλεία τοῦ Θεοῦ· ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν· αὕτη γὰρ μόνη ἡ βία καλή, Θεῷ βιάσασθαι, καὶ παρά Θεοῦ ζωὴν ἁρπάσαι. Ο δὲ γνοὺς τοὺς βιαίους, μαλ λον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησε καὶ εἶξε. Χαίρει γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώμενος. Τέλος τῷ φιλοσοφοῦντι ἡ πρὸς Θεὸν ὁμοίωσις κατὰ τὸ δυνατόν. Ανώμαλον φύσει ἡ ἄσκησις, ποτὲ μὲν εἰς ὕψος ἰοῦσα, ποτὲ δὲ ὑποστρέφουσα πρὸς τοὐναντίον, καὶ ποτὲ μὲν (καθάπερ ναῦς) εὐπλοίᾳ τῇ τοῦ βίου, ποτέ δὲ δυσπλοία χρωμένη, ερήμερος (ὡς ἔφη τις) τῶν ἀσκητῶν ὁ βίος· ἄλλοτε μὲν ζῶν καὶ ἐγρηγορώς, ἄλλοτε δὲ τεθνηκώς ή κοιμώμενος. Καὶ τάδε οὐκ ἀπὸ σκοποῦ λέγεται· σοφοὶ μὲν γὰρ τὸν ἀνθρώπινον χῶρον ἔλαχον οἰκεῖν, ἄνω φοιτᾷν ἀεὶ μεμαθηκότες, κακοὶ δὲ τοὺς ἐν ήδη μυχούς, ἐξ ἀρχῆς ἄχρι τέλους ἀποθνήσκειν μεμαθηκότες, καὶ εἰς γῆρας ἐκ σπαρ γάνων φθορᾶς ἐθάδες ὄντες· οἱ δ' ἀσκηταὶ μεθόριος τῶν ἄκρων εἰσὶν, ἄνω καὶ κάτω πολλάκις ὡς ἐπὶ κλίμακος βαδίζουσιν, ἢ ὑπὸ τῆς κρείττονος μοίρας ἀνελκόμενοι, ἢ ὑπὸ τῆς χείρονος ἀντισπώμενοι, μέσ χρις ἂν ὁ τῆς ἀμίλλης καὶ διαμάχης ταύτης βρα φευτής Θεὸς ἀναδῷ τὰ βραβεία τάξει τῇ βελτίον, τὴν ἐναντίαν εἰς ἅπαν καθελών. ΛΟΓΟΣ ΗΔ'. Περι μοναχών παλιμβόλων καὶ παλινδρομούν των εἰς κακίαν. Τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον μισητός γίνεται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακία ἀναστρέψας ἐπὶ τῇ ἑαυτοῦ ἁμαρτία. Εἶδον δίκαιον ἀπολλύμενον ἐν τῇ ματαιότητι αὐτ Ο τοῦ, καί γε τοῦτο ματαιότης. Τῷ εἰσπορευομένῳ καὶ ἐκπορευομένῳ οὐκ ἔπιν εἰρήνη ἀπὸ τῆς θλίψεως. Διέλιπεν ὁ τρέχων, ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ. Ἐν τῷ ἐπιστρέψαι δίκαιον. ἐκ τῆς δικαιοσύνη; αὐτοῦ, καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἄς ἐποίησεν, οὐ μὴ μνησθῶσιν ἐν τῷ παι ραπτώματι αὐτοῦ, ᾧ παρέπεσε· καὶ ἐν ταῖς ἁμαρτ τίαις αὐτοῦ ἂς ἡμαρτεν, ἐν αὐτοῖς ἀποθανεῖται. Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ · καὶ ἀνομία ἀσεβοῦς οὐ κακώ σει αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφῇ ἀπὸ τῆς ἀνομίας αὐτοῦ. Εκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινώ ὑμᾶς, οἶκος Ἰσραήλ.
Page scan enlarged

Notebook

Full View