PG 136Antonius Melissa
Commonplaces
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1117–1118page 177 of 240
PG 136:1117Επανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν, ὁ Κύ- Α, ριος ετοιμάσει βομφαίαν αὐτῷ Μὴ καταδεσμεύσεις δισσὰς ἁμαρτίας· οὐδὲ γὰρ ἐν μια αθωωθήσῃ. Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; Οὕτως ἱ ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ τί; εἰσακούσεται ; καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν ; Οὐδεὶς, ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλεία τῶν οὐρανῶν. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ & Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντας, ήττηνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρείττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὀδὲν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ὑπου στρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὅ; λουσαμένη εἰς κύλισμα βορβόρου. Ελεεινὸν θέαμα, μετὰ νηστείαν, μετά σκληραγωγίαν, μετά προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλές, μετὰ ἐγκράτειαν ἐτῶν εἰκοσί που η τριάκοντα, δι' ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν, γυμνὸν ἀπὸ πάντων ἀποδειχθῆναι, καὶ παραπλήσιον γενέσθαι τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ C τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλόμενος, ἐξ οὐρίες αὐτῷ τῆς νηός φερομένης, τὰ φοβερά πελάγη διαδραμών, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγγέντος τοῦ πλοίου, πάντων ἔρημας ἀθρίως ἀπεδείχθη· ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις κτηθέντα μια προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίᾳ λαίλαπι τῇ ἁμαρτία βυθισθείς. Πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι, Ηλθον εἰς τὰ βάθη της θαλάσσης, καὶ καταιγίς κατεπόντισέ με. Ὁ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως. Εν σοι μηδὲν ἠλπίζετο δυσχερές, ἡνίκα τῇ φιλο σοφίᾳ προσέβαλες, ἀφιλόσοφος ἡ ἀρχή· εἰ δὲ ἠλπί ζετο, εἰ μὲν οὐκ ἀπήντησε, τῷ Θεῷ χάρις· εἰ δὲ ἀπήντησεν, ἢ καρτέρει πάσχων, ἢ ἴσθι ψευσάμενος τὴν ὑπόσχεσιν. Ένιοι προκόψαντες ἐπ᾿ ἀρετὴν, υπενόστησαν πρὶν ἢ ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι φυομένην ἀριστοκρατίαν ἐν τῇ ψυχῇ καθελούσης τῆς ὄχλοκρατίας, ἢ πρὸς ὀλίγον ηρεμήσασα, πάλιν ἐξ υπαρχῆς μετά πλείονος δυνάμεως ἀντεπέθετο. Πολλοὶ ἀσκηταὶ γενόμενοι ἐπὶ τοῦ τέλους μετέ βαλον τῆς ἀρετῆς [/. τὴν ἀρετήν]· ᾧ δὲ παρέχει 5 Θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα,

Part II, Sermon XLVPars II, Sermo XLV

col. 1119–1120page 178 of 240
PG 136:1119འ 1:20 εργάζεσθαί τε τὰς ἀρετὰς, καὶ μηδέποτε αὐτῶν Ο ἀφίστασθαι, ἀλλ' ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. Ηδη τινὲς ἀψίκοροι, γευσάμενο: καλοκαγαθίας, καὶ ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν νόσον. ΛΟΓΟΣ ΜΕ. Περὶ φιλεργῶν καὶ σπουδαίων· ὅτι χρὴ ποιεῖν, ὠφέλειαν γὰρ ἔχει. Ἐν ἱδρῶτι τοῦ προσώπου φάγῃ τὸν ἄρτον σου. Ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, διότι ἐστὶ μισθὸς τῆς ἐργασίας ὑμῶν. Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖται σοι εἰρήνη. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι, μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἐὰν ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου. ἡ δὲ ἔνδεια ὥσπερ καλὸς δρομεὺς ἀπαυτομολήσει, και Χείρες ἀνδρείων πλουτίζουσιν. Εν παντί μεριμνώντι ένεστι περισσόν. Ο συνάγων ἑαυτῷ μετ᾿ εὐσεβείας πληθυνθήσε Ερεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον, καὶ ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι· καὶ οὐ κατα σβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Κατακρινει δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς. ᾿Αγαθῶν πόνων καρπὸς εὐκλεής. Ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχὴς, καὶ πᾶν ἀρρώστημα οὐ μή σε ἀπαντήσῃ. Πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου ἐξαπίνης πλουτίσαι πένητα. Εργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δύο σει τὸν μισθὸν ὑμῶν ἐν τῷ καιρῷ αὐτοῦ. Κρείσσον ἐργαζόμενος ἐν πᾶσιν, ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτου. Ἐν τῷ ἔργῳ σου παλαιώθητε. Ἐν τῇ ὥρᾳ σου ἐξεγείρου, καὶ μὴ βραδύνης. Ο Πατήρ μου έως ἄρτι εργάζεται, κἀγὼ ἐργάζομαι. *Ανθρωπός τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἐν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως, καὶ τὰ ἑξῆς. Αὐτοὶ γινώσκετε ότι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Υπέ δειξα οὖν ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· Μακάριον τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράτ σειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν,
col. 1121–1122page 179 of 240
PG 136:1121καθώς παρηγγείλαμεν ὑμῖν, ἵνα περιπατῆτε εἰ· Α σχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν . ἔχητε. Τὸ γὰρ πάνῳ κτηθὲν περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος δ περισμός, τούτων καὶ ἡ κτῆσις εὐκαταφρόνη Μίσους όντως αξία καὶ καταγνώσεως ή αργία, μύρμηκος καὶ μελίσσης χείρονα ποιοῦσα τὸν ἄν θρωπον ός γε καὶ ἐξ ἀρχῆς πλασθεὶς ἐτέθη εἰς τὸν παράδεισον, ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν. Ωστε τὸ πρῶτον καὶ οἰκειότατον τῶν ἀνθρώπων ἡ περὶ τῶν ἔργων σπουδή, καὶ οἱονεὶ παρὰ φύσιν αὐτῷ ἡ ἀργία. Τί τῶν ἀγαθῶν εὔκολον; τίς καθεύδων τρόπαιον ἔστησεν ; τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς εὐσεβείας στεφάνοις κατακοσμήθη ; Οὐδεὶς με δρα μὴν ἀνείλετο βραβείον. Πόνοι γεννῶσι δόξαν, κάμας τοι προξενοῦσι στεφάνους. Τὸ μὲν ἑαυτοῦ ἕνεκεν μεριμναν, ἢ ἐργάζεσθαι, παντάπασιν ἀπηγόρευται· κατ' ἐντολὴν δὲ τοῦ Κυ μίου διὰ τὴν χρείαν τοῦ πλησίον μεριμνᾶν καὶ ἐρω γάζεσθαι σπουδαιότερον χρή. Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. Εστιν ἐκ πόνων ὑγεία, καὶ ἐξ ιδρώτων σωτηρία. Ἐὰν φύγωμεν τῆς σαρκὸς τὰ επίπονα, οὐκ ὀψη μεθα τὰ ἀγαθὰ τῶν δικαίων. Τὸ μικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι οὐ μόνον εἰς ἀργυρίου προσθήκην, ἀλλὰ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην ὀρθῶς ἔχειν, τῷ σπουδαίῳ προσήκεν. Τῆς αὐτῆς ἐστι δυσχερείας, καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Πολλάκις γὰρ, δ μὲν σπουδή προσέλασε, ῥαθυμία διέφθειρεν· ὁ δὲ ἔκνος ἀπώλεσεν, ἀνεκαλέσατο ἐπι· μέλεια. Φιλεῖ τὸ μὲν πόνῳ κτηθὲν μᾶλλον κρατεῖσθαι, τὸ δὲ ῥᾳδίως κτηθὲν ἀποπτύεσθαι τάχιστα, ὡς πάλιν ληφθῆναι δυνάμενον. Αἱ γενναῖαι φύσεις, λόγου μὲν αὐτὰς παιδαγωγοῦντος καὶ διευθύνοντος, μέγα τι χρῆμα πρὸς ἀρε τήν· ἐπιλειπούσης δὲ ἐπιστήμης καὶ λόγου, τὸ ἴσον εἰς κακίαν εὑρίσκονται. Μικρὸν κοπιάσωμεν χρόνον, ἀγαπητοί, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ἀγαθῶν. Πρὸς ὀλίγον χρόνον ὁ κάματος, καὶ εἰς αἰῶνα αἰῶνος ἡ ἀνάπαυσις. Οπου πλείων ὁ πόνος, ἐκεῖ μείζων ἡ ἡδονή. Οὐκ ὀκνεῖ ὁ εὖ φρονῶν πρὸς τοὺς πόνους διὰ τοὺς ἐκ τῶν πόνων καρπούς. Πανταχοῦ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώπεις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. Οἱ πόνοι τῶν ἀγαθῶν πανταχοῦ χορηγοί. Μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασματων 5 καρπὸς αὐτῆς.

Part II, Sermon XLVIPars II, Sermo XLVI

col. 1123–1124page 180 of 240
PG 136:1123Ο δέ γε εῤῥωμένος καὶ ἀκριβὴς λόγος καὶ τὰ πικρὰ εἶναί φησι τῶν γλυκέων ἐφόδια, καὶ γίνεσθαι καρποὺς τῶν πόνων τὰς ἡδονάς. ᾿Ακμητὶ γὰρ οὐδὲν δύναται παραγενέσθαι καλόν. Αρχὴν εἰ δεῖ ἀληθὲς εἰπεῖν) παντὸς ἀγαθοῦ καὶ ἀρετῆς ἁπάσης ὁ Θεὸς ἐνέδειξεν ἀνθρώποις νον· οὗ χωρὶς τῶν ἀγαθῶν οὐδέν ἐστι παρὰ τῷ θνητῳ γένει συνιστάμενον. Θνητῷ γὰρ οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα τόνων ή φύσις δεδώρηται. Αὕτη ἡδονὴ ψυχῆς ἀσκητικής ἥδιστον ἀντὶ πικροῦ τὸ πονεῖν ὑπολαμβάνειν. Ὁ μὲν τὸν πόνον φεύγων φεύγει τὰ ἀγαθά· ὁ δὲ τλητικῶς καὶ ἀνδρείως ὑπομένων τὰ δυσκαρτέρητα σπεύδει πρὸς μακαριότητα. Τὰ πλεῖστα καὶ μέγιστα τῶν ἀγαθῶν ἀσκητικαῖς ἀθλήσεσι, καὶ ἡδῶσι πόνοις εἴωθε περιγίνεσθαι. Δεῖ τοὺς πόνους διώκειν, ἀνθ' ὧν τὰ μεγάλα καὶ λαμπρά γίνεται τοῖς ἀνθρώποις. Φύσεως μὲν γὰρ ἀρετὴν διαφθείρει βαθυμία φαυλότητα δὲ ἐπανορθοί διδαχή· καὶ τὰ μὲν ῥᾴδια τοὺς ἀμελοῦντας φεύγει· τὰ δὲ χαλεπὶ ταῖς ἐπιμελείαις ἀλίσκεται· ὥσπερ γὰρ ὄργανον ἄνεσιν καὶ ἐπίτασιν λαμβάνον ἡδὺ γίνεται, οὕτω καὶ βίος. Γύμναζε σαυτὸν πόνοις ἐκουσίοις, ἵνα δέξης καὶ τοὺς ἀκουσίους ὑπομένειν. Οὐδεὶς ἔπαινον ἡδοναῖς ἐκτήσατο. Οὐδεὶς ράθυμος εὐκλεὴς ἀνήρ ᾿Αλλ' οἱ πόνοι τίκτουσι τὴν εὐανδρίαν. Δημοσθένης έρωτηθεὶς ὑπό τινος, πῶς τῆς ῥητο ρικῆς περιεγένετο, ἔφη, Πλέον ἔλαιον οίνου δαπα νήσας. Γύμναζε τοῖς μὲν πόνοις τὸ σῶμα, τὴν δὲ ψυχὴν γενναίως ὑπομένειν τοὺς κινδύνους. Ὁ Θεὸς οὕτως ἐποίησε, τοὺς μὴ θέλοντας ἑαυτοὺς προστάσσειν ἐκπονεῖν τὰ ἀγαθὰ, ἄλλους αὐτοῖς ἐπι τακτῆρας δίδωσιν. Οἱ ἑκούσιοι πόνοι τὴν τῶν ἀκουσίων ὑπομονὴν ἐλαφροτέραν παρασκευάζουσιν. Ὁ αὐτὸς ἰδὼν νεανίαν φιλοπονούντα, ἔφη· κάλλιστον όψον τῷ γήρατι ἀρτύεις. Περί μισεργῶν καὶ ὀκνηρῶν, καὶ καταφρονούν των καὶ ῥαθυμούντων, Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώ των οὐ μαστιγωθήσονται. Ιθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζηλώσοντας ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος ἐκείνῳ γὰρ γεωργίου μή υπάρχοντος, μηδὲ τὰ ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. "Η πορεύθητι πρὸς τὴν μὲ λισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστὶ, τήν τε εργασία
col. 1125–1126page 181 of 240
PG 136:1125ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. Ποθεινή δέ ἐστι πᾶσι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς (τὴν σοφίαν τιμήσασα προήχθη). Εως τότε, οκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήση; Ολίγαν μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη. Είτα παραγίνεται σοι, ὥσπερ ἀγαθὸς δρομεὺς, ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ καλὸς ὁδοιπόρος. Πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός. Οδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις. Ψυχὴ ἀεργοῦ πεινάσει. Ενδύεται διερρηγμένα και βακώδη πᾶς ὑπνώ δης. Ονειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται. ὡσαύτως καὶ ὁ δανειζόμενος σἶτον ἐν ἀμητῷ. Επιθυμίαι ὀκνηρὸν ἀποκτενοῦσιν· οὐ γὰρ αἱροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. Προφασίζεται καὶ λέγει οκνηρός· Λέων· ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. Ὃς καταφρόνει πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ. Σοφώτερος ἑαυτῷ φαίνεται όκνηρός. "Ωσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οδ τως ὀκνηρὸς ἐπὶ τῆς κοίτης αὐτοῦ. Οδοὶ καταφρονούντων ἐν ἀπωλεία. Ἐν ὀκνηρίᾳ ταπεινωθήσεται δόκωσις, καὶ ἐν ἀρ- G για χειρῶν στάξει οἰκία. Μὴ γίνου ταχὺς ἐν γλώσσῃ σου, καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. Πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Ἐν νεότητί σου οὐ συναγήσχας, καὶ πῶς ἂν εὔν ροις ἐν γήρα σου ; Ἐν ἀργίᾳ ἐλάττωσις πολλή μήτηρ ἐστὶν ἡ ἀργία τοῦ λιμοῦ, ἀδελφὴ δὲ τῆς κλοπῆς. Τῷ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὁ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ. Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω· ἀκούο μεν γάρ τινας ἐν ὑμῖν ἀτάκτως περιπατοῦντας, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοὺς δὲ τοιούτους παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν Κυρίῳ, Ἰησοῦ ἵνα μετὰ ἡσυχίας εργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Αργία κακουργίας ἀρχή. Ιδιον τοῦτο ἀρρώστημα ἀργῆς καὶ βαθύμου τυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος. Τίς, ἐν καιρῷ σπορᾶς οἴκοι καθήμενος, ἐνστάντος τοῦ θερισμοῦ τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα, τὸν μὴ παρ' αὐτοῦ πεφυτευμένον; Εκείνων οἱ καρποὶ ὧν καὶ οἱ πόνοι. Αἱ τιμαὶ καὶ οἱ στέφανοι τῶν νενικηκότων εἰσί. Τις στεφανοί ποτε τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον ; ὁπότε οὐ νικῆσαι μόνον δεῖ, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ τὸν ᾿Απόστολον.

Part II, Sermon XLVIIPars II, Sermo XLVII

col. 1127–1128page 182 of 240
PG 136:1127. 1 27 Τίς οὕτως ἄκριτος ἀθλοθέτης &ς τῶν ἴσων ἀξιώσει στεφάνων τὸν νικητήν, καὶ τὴν μηδὲν ἡγωνισμένον, Τις στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης εκάλεσεν ; Οπον ἐστὶ κακὸν ἑτοιμότης πως τὸ χεῖρον, καὶ μέλλησις πρὸς τὸ βέλτιον. Τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται. Αἱ ἀσθενεῖς καὶ διακεχυμέναι φύσεις καὶ πρὸς ἀρετὴν καὶ πρὸς κακίαν ὁμοίοις νωθεῖς, καὶ δυσκίνητοι· οὐδετέρω; μέγα νεύουσαι οἱ τὰ τῶν ἀρκούν Ουδετέρωσε μέγα των κινήματα. (Ego legerim, νεύουσι τὰ τῶν ἀργούντων κινήματα.) Νωθεία ὕπνου σύζυγος. Ομοίως άχρηστα και νωθρότης άπρακτος, καὶ θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερεκπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Οὐδὲν, οὕτω ῥᾴδιον, ὁ μὴ σφόδρα βαρὺ καὶ ἐπαχθὲς ὁ πολὺς δείκνυσιν ὄχνος· οὔτε ἐπίπονον καὶ δυσχερές, ὁ μὴ λίαν εύκολον ἡ σπουδὴ καὶ ἡ προθυ ή μία ποιεῖ. Οἱ μὴ ὡς δεῖ ποιοῦντές τι, οὐδ᾽ ὅλως αὐτὸ ποιοῦσιν. Τοῖς ἀτόνοις καὶ ἀσθενικοῖς τὸ μέτρον ὑπὲρ τόνον δοκεῖ. Πόνος μὲν τοῖς συμφέρουσι, ραστώνη δὲ τοῖς βία βεροῖς ἔπεται, Πόνου δὲ ῥᾳστώνην προκρίνοντες, τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται. Η συνεχής άσκησις ἐπιστήμην παγίαν ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία. Μυρίοι γοῦν ἀθλήσεως ἔκνῳ καὶ τὴν ἐκ φύσεως ἰσχὺν ἐξέλυσαν. Ἡ ἐξ ἔθους καὶ σχολῆς ἀργία πρᾶγμα ἐπίθον· λογ. • ΛΟΓΟΣ. ΜΖ. Περὶ αἰσθητικοῦ ἀνθρώπου. Σῆς ἐστέων καρδία αισθητική." Αίσθησις φρονίμοις εὐχερής. Καρδία φρονίμου κατ' αἴσθησιν. Κτώμενος αίσθησιν ἀγαπᾷ ἑαυτόν. Καρδία αισθητικὴ ἀνδρὸς λυπηρὰ ψυχὴ αὐτοῦ. Εμπεσείται μέριμνα ἀνδρὶ νοήμονι. Ανὴρ συνετὸς θρόνος αἰσθήσεως. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος. ῾Ο νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν. Λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αινέσει αὐτόν, καὶ ἐπ' αὐτὸν προσθήσει.

Part II, Sermon XLVIII - LIPars II, Sermo XLVIII - LI

col. 1129–1130page 183 of 240
PG 136:1129Περὶ ἀναισθητούντων. Ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίου, οὐ μὴ περιέλῃς ἀτιμάζων τὴν ἀφροσύνην αὐτοῦ. "Αφρων μαστιγωθεὶς οὐκ αἰσθάνεται. Ἠσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν, καὶ οὐχ ὡς κατησχυμμένοι ᾐσχύνθησαν. ᾶς ὁ ἐξεγείρων καθεύδοντας ἐκ βαθέος ύπνου, ὁ διηγούμενος ἄφρονι, καὶ ἐπὶ τέλει ἐρεῖ, Τί τοῦτο; καὶ ἐπὶ συντελείᾳ ἐρεῖ, Τί πρότερον ; Μετὰ ἄφρονος μὴ πορεύου, ἀναισθητῶν γὰρ ἐξου θενεῖ σου τὰ πάντα· φύλαξαι ἀπ' αὐτοῦ, ἵνα μὴ κάτ που ἔχῃς. Συγκολλῶν ἔστρακον ὁ διδάσκων κωδόν. Περὶ ὀνόματος χρηστοῦ καὶ χάριν ἔχοντος, *Ην Κύριος μετὰ Ἰωσήφ, καὶ κατέχεεν ἐπ' αὐτῷ Έλεος, καὶ ἔδωκεν αὐτῷ χάριν ἔναντι τοῦ ἀρχιδεσμοφύλαχο;. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. Χάρις καὶ φιλία ἐλευθεροῖ, &ς τήρησον σεαυτῷ, μὴ ἐπονείδιστος γένῃ. Περιποίησαι χάριν καὶ ἔννοιαν ἀγαθὴν ἐν ὀφθαλμοῖς Θεοῦ καὶ ἀνθρώπων. Αγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθόν. Φρόντισον περὶ ὀνόματος· αὐτὸ γάρ σοι παραμε ναι ἢ χίλιοι μεγάλος θησαυροί. Χάρις ὡς παράδεισος εὐλογίας. ᾿Αγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς τὸν αἰῶνα μένει. Χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ. Περὶ ὀνόματος πονηροῦ καὶ χάριν μὴ ἔχοντος. Όνομα πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει. Άνθρωπος ἄχαρις μῦθος ἄκαιρος. Ονομα ἀνθρώπων οὐκ ἀγαθῶν ἐξαλειφθήσεται. Μωρὸς ἐρεῖ· Οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστι D χάρις τοῖς ἀγαθοῖς μου. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων. Οὐ ποιήσεις ἄδικον κρίσιν ἐν μέτροις, καὶ σταθε μοῖς, καὶ ζυγοίς. Ζυγὰ δίκαια, καὶ μέτρα δίκαια, καὶ χοῦς δίκαιος ἔσται ὑμῖν. εὶ Οὐκ ἔσται ἐν τῷ μαρσίπῳ σου σταθμίον μικρόν καὶ μέγα· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον μέγα καὶ μικρόν. Σταθμίον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, Ένα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς. Σταθμίον δίκαιον δεκτὸν Κυρίῳ. Ζυγός δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοίνιξ δίκαιος ἔσται ὑμῖν.

Part II, Oration LII, LIIIPars II, Sermo LII, LIII

col. 1131–1132page 184 of 240
PG 136:11311:31 Περὶ δολίων ζυγῶν, καὶ σταθμίων και μέτρων. Μάταιοι υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικήσαι· αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Πλοῦτος ἐὰν ῥέῃ, μή προστίθεσθε καρδίαν. Ζυγοί δόλιοι βδέλυγμα Κυρίῳ. Σταθμίον μέγα και μικρόν, και μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον Κυρίου ἀμφότερα· καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται. Βδέλυγμα Κυρίῳ δισσὸν σταθμίον· καὶ ζυγό; δή. λιος οὐ καλὸν ἐνώπιον αὐτοῦ. Χαναάν, ἐν χερσὶν αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. Πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρ: θήσονται ἐν αὐτῷ διὰ ἀδικίας &ς ἥμαρτεν. Ακούσατε ταῦτα πάντα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωί πένητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς, οἱ λέγοντες, Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπολήσομεν, καὶ ἀνοίξομεν θησαυρούς, τοῦ ποι ῆσαι μικρὸν τὴ μέτρον, καὶ τοῦ μεγαλῦναι σταθμία, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρί πτωχούς, καὶ ταπεινοὺς ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γεννήματος εμπορευσόμεθα ; Οὐ δικαιωθήσεται ἐν ζυγῷ ἄδικος, καὶ ἐν μαρσίπῳ σταθμία δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσε - βείας ἔπλησαν. Περὶ θυμοῦ καὶ ὀργῆς. Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακία. Ο ήλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Συντρίβει ἀπειλή καρδίαν φρονίμου· ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. Αφρων αὐθημερὴν ἐξαγγέλλει ὀργήν. Σοφὸς δὲ ταμιεύεται κατά μέρος. Βαρύ λίθος, καὶ δυσβάστατον ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. Η γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ ἐστιν. ᾿Ανήρ θυμώδης οὐκ εὐσχήμων· καὶ ἀνδρὶ θυμώ· δει μὴ συναυλίζου. Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλι μὴ συναυλίζου, μή ποτε μάθῃς τῶν ἐδῶν αὐτοῦ, καὶ λάθης βρόχους τῇ σῇ ψυχῇ. Ανήρ θυμώδης παρασκευάζει μάχες· μακρόθυ μο; δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. Θυμὸς ἐγείρει μάχην, μάχη δὲ γεννα λοιδορία;"
col. 1133–1134page 185 of 240
PG 136:1133αἱ δὲ λοιδορίαι πληγάς· πληγαὶ δὲ τραύματα· ἐκ δὲ τραυμάτων πολλάκις θάνατοι. Θυμός βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σορός ἐξιλάσει αὐτόν. Θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος, ἐξ ἀναθυμιάσεως τῶν χυμῶν συνιστάμενο;· ὀργὴ δέ ἐστιν ὄρεξις ἀντιλυπήσεως. "Ωστε ὁ μὲν ἐξεῖαν ἔχει τοῦ πάθους τὴν κίνησιν· ἡ δὲ μονιμωτέραν καὶ παν ρατεταμένην ἐμφαίνει τὴν ἐπὶ τὴν λύπην ἐκπλήρωσιν. Ούτε στέφανοι χωρίς ανταγωνιστῶν, οὔτε πτώμα χωρὶς ἀντιπάλου. Τυφλὸν ὁ θυμὸς καὶ ἐπίλυπον, καὶ μάλιστα ὅταν τὸ δικαίως ἀγανακτεῖν παρ. Πάνυ δὲ χρὴ θυμοῦ φείδεσθαι, καὶ μὴ εἰς ὀργὴν προθύμως καταφέρεσθαι, ᾗτινι ἄφρονες δουλεύουσιν. Οὐδὲν οὕτω καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοί τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος καὶ μετὰ πολλῆς τῆς ῥύμης φερόμενος. Ο θυμὸς ὀξὺς ἐστι καὶ ὀλιγοχρόνιος· ἡ δὲ ὀργή βραδυτέρα μὲν, μονιμωτέρα δέ. Δύο ἐν ἡμῖν γενικὰ πάθη, φυσικώτερα τῶν ἄλλων, θυμὸς καὶ ἐπιθυμία. Μὴ ἀποδέχου εγκράτειαν, διωκομένης πραότητος. Εὐτονωτέρας ἐπὶ τῆς ὀργῆς χρήζομεν τῆς σπου δῆς. Τυραννικὸν γὰρ τὸ πάθος, καὶ πολλάκις παρα σύρει τοὺς μὴ νήφοντας, καὶ πρὸς τὸ βάραθρον αὐτὸ κατάγει τῆς ἀπωλείας. Πρόχειρον ὡς ἐπὶ πολὺ παρὰ πάντα τὸν βίον τὸ κατὰ τὴν ὀργήν ἐστιν ἀρρώστημα. Οργίλος εἶ; ἔσο κατὰ τῶν ἁμαρτημάτων τῶν σαυτοῦ τοιοῦτος· ἐπίπληττε τῇ ψυχῇ, μάστιζε τὸ [. τὴν συνείδησιν] συνειδήσε σου. Σφοδρὸς ἔτο κρι τῆς, καὶ πικρὸς δικαστής τοῖς οἰκείοις ἁμαρτήμασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος ἐστὶ, διὰ τοῦτο ἡμῖν αὐτὴν ἐνέθηκεν ὁ Θεός. Καθαροί θυμοῦ ὦμεν· οὐ γὰρ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα θυμός. Οι θυμοί, καθάπερ αἱ κύνες, τυφλὰ τίκτουσιν ἐγκλήματα. Οἱ μὲν τραχεῖς ἵπποι τοῖς χαλινοῖς, οἱ δὲ ὀξεις θυμοὶ μετάγονται τοῖς λογισμοῖς. Τὸ μὲν εὔκρατον ὕδωρ τὰς φλεγμονάς, ὁ δὲ ἐπιεικὴς λόγος τὰς ὀργὰς διαλύει. ὺς γὰρ ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφ' ἑαυτὸν ἕλκει τὰς λοιδορίας. Πλάτων ὀργιζόμενος ποτε τῷ οἰκέτῃ, ἐπιστάντος Ξενοκράτους, Λαβὼν, ἔφη, τοῦτον μαστίγωσον· ἐγὼ γὰρ ὀργίζομαι. Κόλαζε κρίνων, ἀλλὰ μὴ θυμούμενος. Ανήρ κακοῦργος πρᾶον ὑπεισελθὼν σχῆμα, Κεκρυμμένη πρόκειται παγὶς τοῖς πλησίον. Οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικεν, φάρμακον

Part II, Oration LIVPars II, Sermo LIV

col. 1135–1136page 186 of 240
PG 136:11351:35 Εἰ καὶ σφόδρ' ἀλγείς, μηδὲν ἠρεθισμένος Πράξης προπετώς. ὀργῆς γὰρ ἀλογίστου κρα [τεῖν Ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεξ. Οὐ δύναμαί σοι, θυμε, παρασχείν άρμενα πάντα. Τοὺς ἀδικήσαντας μὴ πρᾶττε δίκας. ᾿Αρκεῖ γὰρ αὐτοῖς ὑπὸ τῆς ἰδίας ταπεινοῦσθαι κακίας. Ασεβής Βς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι τούτῳ. Αμέτρητος οὖσα καὶ ἀκόρεστος ἡ ἀργία ἢ μα ρίαν ἀπεργάζεται, ή κακὴν πονηρίαν. Η λύπη περὶ τὰ στέρνα διανεμημένη κατατήκε Β τῆς ψυχῆς τὸ ζωπυροῦν. 'Η δὲ ὀργὴ, περιυλακτούσα Prου. Σχιν. τὴν καρδίαν, ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανία; Περὶ ἀκακίας καὶ μνησικακίας. Αμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐὰν προσενέγκης τὸ δῶρον σου εἰς τὸ θυσιαστής ριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατά σου, ἄφες τὸ δῶρόν σου, ύπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσφέρῃς τὸ δῶρον σου. Ορᾶτε μή τις κακὸν ἀντὶ κακοῦ ἀποδῷ τιν ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε. Ο ήλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε με ὑπ' ἀλλήλων ἀναλωθῆτε, Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ἔψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὴν θυμὸν αὑτοῦ ἀπ' αὐτοῦ. Οδοὶ μνησικάκων εἰς θάνατον. Ο μνησικακῶν παράνομος. Αφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε, δεηθέντος σου, αἱ ἁμαρτίαι σου λυθήσονται. Οὐ δεῖ ἐπὶ παροργισμῷ ἀδελφοῦ δύναι τὸν ἥλιον· μή ποτε ἡ νύξ μεταστήσει μεταξὺ ἀμφοτέρων, καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἔγκλημα ἀπαραίτησιν [ἀπαραίτητον]. Ο μὲν γὰρ κακὸς τάχιστα ἂν καταγνοίη καὶ τοῦ ἀγαθοῦ, ὁ ἀγαθὸς δὲ οὐδὲ τοῦ κακοῦ ῥᾳδίως. Οὐδεὶς κακῷ κακὸν ἰᾶται, ἀλλ' ἀγαθῷ τὸ κακόν. Οταν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρα; τὰς σας, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖ. γον εἶναι τὸν καιρόν. Οταν ἐννοήσωμεν ἅπερ ἐπάθομεν παρὰ τῶν συνδούλων, λογισώμεθα καὶ ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπότην, καὶ τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν τὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι τα χέως ἀπώσασθαι δυνησόμεθα. Εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων
col. 1137–1138page 187 of 240
PG 136:1137δεῖ μεμνῆσθαι μόνον· ἂν τῶν οἰκείων μνημονεύσω μεν, οὐδέποτε τὰ ἀλλότρια λογιούμεθα. *Αν ἀφῆτε τοῖς ἐχθροῖς ὑμῶν, ἀφεθήσεται ὑμῖν. "Αφες δουλικὰ ἁμαρτήματα, ἵνα λάβῃς συγχώρησιν δεσποτικὴν ἁμαρτημάτων, Εἰ δὲ μεγάλα Αδίκησεν, ὅσῳπερ ἂν μείζονα ἀφῇς, τοσούτῳ μείζονα λήψῃ την συγχώρησιν. Διὰ γὰρ τοῦτο ἐδιδάχθημεν λέγειν· *Αφες ἡμῖν καθὼς ἀφίεμεν· ἵνα μάθωμεν ὅτι τὸ μέτρον τῆς ἀφέσεως παρ' ἡμῶν πρῶτον λαμβάνει τὴν ἀρχήν. Ὥστε ὅσῳπερ ἂν ὁ ἐχθρὸ; ἐργάσηται, καὶ τοσούτῳ μειζόνως εὐεργετεί. Σπεύδωμεν τοίνυν καὶ ἐπειγώμεθα καταλλάττεσθαι πρὸς τοὺς λελυπης κότας, ἄν τε δικαίως, ἄν τε ἀδίκως ἐργίζωνται. "Αν μὲν γὰρ ἐνταῦθα καταλλαγῆς, ἀπηλλάγης τῆς ἐκεῖ κρίσεως: ἂν δὲ μεταξὺ μενούσης τῆς ἔχθρας, θάνατος ἐπιστὰς ἀπαγάγῃ, τὴν ἀπέχθειαν μεσολαβήσας, εἰς τὸ δικαστήριον λοιπὸν ἐκεῖνο τὸ φοβερὸν εἰσαχθῆναι τὴν δίκην ἀνάγκη· καὶ τὴν ἐσχάτην δώσεις δίκην ἐπὶ τῇ ψήφῳ τοῦ δικαστοῦ πάντας ἐκείνου. Καὶ ἀμφότεροι τιμωρίαν ὑποστήσεσθε ἀπαραίτητον, ὁ μὲν ἀδίκως ὀργιζόμενος διὰ τοῦτο, ὅτι ἀδί κως, ὁ δὲ δικαίω; διὰ τοῦτο αὐτό, ὅτι δικαίως έμνησικάκησεν. Ο τοίνυν διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομολογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳδίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ ᾧ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἡδικηκόσιν ἡμᾶς. Παντὸς ἁμαρτήματος τὸ μνησικακεῖν χεῖρον. Συγγνώμην αὐτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν· ὅτι ἀφέσει ἀντιδίδοται άφεσις, καὶ ἡ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγὴ τῆς θείας ὀργῆς γίνεται ἀπαλ λαγή. Ἐν οἷς πλήττειν ἄλλους ἐθέλεις, ἐν τούτοις βλάΤην έλπιζε την μείζονα. Εχθροῦ δεηθέντος μὴ ἀποστραφῇς τὴν ἀξίωσιν· πλὴν ἀσφαλίζου σεαυτόν. Οὐδὲν γὰρ κυνός διαφέρει. Σπούδαζε τὰς μὲν ἔχθρας ολιγοχρονίους ποιεῖσθαι, τὰς δὲ ἀγάπας πολυχρονίους. Μνησικακίαν σβέννυσι δῶρα· καὶ πειθέτω σε Ιακωδ, τὸν Ἡσαῦ δόμασιν ὑπελθὼν μετὰ τριακοσίων εἰς ἀπάντησιν ἐξελθόντα. Ἀλλ᾿ ἡμεῖς πένητες ὄντες τραπέζῃ τὴν χρείαν πληρώσωμεν. Ο δαίμοσι μνησικακῶν ἀνθρώποις οὐ μνησικακεῖ· εἰρηνεύει δὲ μετὰ δαιμόνων ὁ τῷ ἀδελφῷ μηνιῶν. Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν, καὶ Κῦρος ὁ μέγα; αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην.

Part II, Oration LVPars II, Sermo LV

col. 1139–1140page 188 of 240
PG 136:1139Μερὶ τοῦ πλησίον" ὅτι γρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ ἀντιλαμδάνεσθαι αὑτοῦ" καὶ ἐλέγχειν ἀγαπηεικῶς τὰ οὐχ ὡς εἰκὸς γινόμενα παρ' αὐτοῦ, καὶ μὴ μνησικακεῖν αὐτῷ. "Αγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον δου" καὶ οὐ λήψῃ δι᾽ αὑτὸν ἁμαρτίαν. Οὐκ ἐπιθυμήσεις πάντα, ὅσα τῷ πλησίον σοῦ ἔστιν, Ὁργίζεαϑε, καὶ μὴ ἁμαρτάνετε. Κρεῖασον ἀνὴρ. ἐλέγχων ἀνδρὸς σχληροτραχήλου. Ὃς κρύπτει ἀδίκημα, ζητεῖ φλίαν. ᾿ς να τί παρεσιωπήσατε ἀσέθειαν, καὶ τὰς ἀδιχίας αὐτῆς ἐτρυγήσατε; Κακίαν ἕκαστος τοῦ πλησίον αὐτοῦ μὴ μνησιχαχείτω ἐν ταῖς καρδίαις ὑμῶν, “Ἔλεος καὶ οἰκτιρμοὺς ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ, καὶ τὴν ἀδελφὴν αὑτοῦ. Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνίσῃς τῷ πλησίον σου, γΆφες ἀδίχημα τῷ πλησίον σου, καὶ τότε, δεηθέντὸς σου, αἱ ἁμαρτίαι σου λυθήσονται. Κρεῖσσον ἡττώμενος ἐν συνέσει ἔμφοδος, ἢ περιδσεύων φρονήσεως, καὶ παραθαίνων νόμον, Μνήσθητι ἐντολῆς, καὶ μὴ ἀμελήσῃς τοῦ πλησίον δου. Μνήσθητι τὰ ἔσχατά σον, χαὶ παῦσαι ἐχθραίνων. Νόει τὰ τοῦ πλησίον ἐξ ἑαυτοῦ, Ἐὰν προσφέρῃς τὸ δῶρόν σον ἐπὶ τὸ θυσιαστήρίον, καὶ τὰ λοιπά, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὺπῶν, ἀφήσει χαὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Ἰότε ὁ Πέτρος τῷ Κυρίῳ εἶπεν" Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μόν, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάχις; Λέγει αὑτῷ ὁ Ἰητοῦς " Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἐδδομηγοντάκις ἑπτά. Ἐὰν ἁμάρτῃ ὁ ἀδελφό; συν, ἐπιτίμησον αὐτῷ" χαὶ ἐὰν μετανοήτῃ, ἄφες αὐτῷ " καὶ ἐὰν ἑπτάχις ) τῆς ἐμέρας ἁμάρτῃ εἰς σὲ, χαὶ ἑπτάχις τῆ; ἡμέρας ἐπιστρέψῃ λέγων, Μετανοῶ, ἄφες αὐτῷ. Ὁρᾶτε μὴ καταφρονήοητε ἑνὸς τῶν μικρῶν τοῦτων. Λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελο! αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ τρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὀφεύομεν ἡμεῖς οἵ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσχειν, Ἕκαστος ὑμῶν τῷ πλησίον ὁρεσκέτω εἰς τὸ ἀγα-' θὺν πρὸς οἰκοδομήν. Μηδεὶς τὸ ἐσυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἔχαττος, ᾿Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπλγεώσετε τὸν νόμον τοῦ Χριπτοῦ.
col. 1141–1142page 189 of 240
PG 136:1141Γίνεσθε οὖν εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, Δ χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταί τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χρισ στις ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ενδύσασθε, ὡς ἐκλεκτοί τοῦ Θεοῦ, ἅγιοι, καὶ Αγαπημένοι, σπλάγχνα οἰκτιρμού, χρηστότητα, τα πεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Παρακαλοῦμεν ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέ- 5 χεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε εἰς πάντας. Ορᾶτε μή τις κακὸν ἀντὶ κακοῦ ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλου;, καὶ εἰς πάντας. Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς όψεται τὴν Κύριον. Εκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογί. ζεσθε ἐν ταῖς καρδίαις ὑμῶν. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὥσπερ οἱ ἐπὶ τὸν αἰγιαλὸν ἑστῶτες, τοῖς ἐν θα λάσσῃ βαπτιζομένοις συμπάσχοντες, οὐ προΐενται τὴν οἰκείαν ἀσφάλειαν ἐν τῇ περὶ τῶν κινδυνευόντων φροντίδι· οὕτως οὐδὲ οἱ τοῖς ἁμαρτήμασι τῶν πέλας ἐπιστυγνάζοντες τὴν οἰκείαν ἀφανίζουσιν εύ φροσύνην· τοὐναντίον μὲν οὖν καὶ μείζονα ποιοῦσιν αὐτὴν, ὑπὲρ τῶν εἰς τοὺς ἀδελφοὺς δακρύων ἀξιούμενοι τῆς χαρᾶς τοῦ Κυρίου διὰ τὴν συμπάθειαν· ἐπειδὴ τὸ τοιοῦτον δάκρυον οἱονεὶ σπέρμα καὶ δάνεισμα γίνεται τῆς αἰωνίου χαρᾶς. Ὁ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀπο στάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο δι' ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. ῾Ο ἐφησυχάζων καὶ μὴ ἐλέγχων τὴν ἁμαρτίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ἄσπλαγχνός ἐστιν, ὥσπερ ὁ τὸν ἱὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ τοῦ ἰοβόλου. Οἶδα; τί ποιήσεις τῷ πλησίον καλόν ; “Ο σεαυτῷ D βούλει παρ' ἑτέρου γενέσθαι. ῾Ο ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον. Αφες ὁ ἀφεθείς, ἐλέησον ὁ ἡλεημένος" κτῆσαι τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον. Μη γελάσης πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφα λὴς, ὅση σοι δύναμις· ἀλλὰ καὶ δίδου χεῖρα χαμαί κειμένω. Συγχωρήσωμέν τι μικρὸν, ἵνα μεῖζον ἀντιλάβω μεν. Ορᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα, οι τῷ κάτω κεῖσθαι πολλάκις, νικῶσι τοὺς ὑπερκειμένους.
col. 1143–1144page 190 of 240
PG 136:1143Ἀγαθὸν χρηστότητι νικήν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτερούμεν πάν σχοντες. Εκαστος ἡμῶν ἐστιν ἐν ἐπιτιμίοις, καὶ ὀχους [β. δ Χριστός] πολλὰ φέρει τὰ ὀφλήματα. Συγχωρήσωμεν οὖν, ἵνα συγχωρηθῶμεν· ἀφῶμεν, ἵνα ἀφεθῇ ἡμῖν Εἰ μηδὲν ἔφλεις τῷ Θεῷ τιμωρίας, Μηδ' αὐτὸς ἴσθι τοῖς ὀφείλουσι συμπαθής [. δρεί λουσ' ἐμπαθής]" Εἰ δ' οἶδας όφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οίκτος καὶ Θεῷ σταθμίζεται. Αύταρκες τοῖ; γε μετρίοις τὸ τῶν λελυπηκύτων δέο;, καὶ τὸ προσδοκήσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι. "Δ γάρ τις ὡς πεισόμενος δέδοιχε, ταῦτα πά πονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ' ἑαυτοῦ τυχὶν, ἢ τῶν δρασόντων κολάζεται. Αύταρχος ἡγεῖσθαι χρεὼν τὴν τοῦ ποιεῖν ἐξου sίαν. Αυτάρκης μοι τιμωρία κατὰ τῶν ἀδικούντων ἡ τοῦ ἀντιδρᾶν ἐξουσία. Καὶ τὸ συγγνώμον πολλάκις λέγω, προς σωτηρίαν αϊδοί κατείργον τὸν ἀδικήσαντα, καὶ μετάγον εἰς φίλτρον ἐκ φόβου τὴν ἀσφαλεστέραν έννοιαν. Πολλῷ βέλτιον μικρά λυπήσαντα μέγιστα ώφελῆσαι, ἢ τὸ πρὸς ἡδονὴν διώκοντα ζημιώσαι τῷ και φαλαίῳ. Ετοιμον τὸ χρηστὸν εἰς συγγνώμην. Συγχωρήσωμεν τὰ εἰς ἡμᾶς, ἵνα καὶ αὐτοὶ τύχω μεν συγχωρήσεως. Μή σε απατάτω μάταιος λογισμός, ὅτι τὸ δικαίω; ἐπελθεῖν ἀνευθυνόν ἐστι, καὶ τὸ παραδοῦναι τοῖς νόμοις τὸν ἀδικήσαντα. Ὥσπερ σὺν λόγῳ νικάν, οὕτως καὶ νικᾶσθαι και λῶς μεμαθήκαμεν. Οσπερ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβαστάξαι. Οὐ γὰρ ἑαυ τῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ τὴν ισχύοντα. Εἰ δὲ, λέγων ἰσχύειν, τὴν ἀσθένειαν τὴν ἐκείνου περιορᾷς, διπλῆν δώσεις δίκην. Υπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστί διὰ τοῦτο οὐχὶ τὰ ἑαυτῶν σκοπεῖν μόνον, ἀλλὰ καὶ τὰ τῶν πέλα; ἐκελεύσθημεν. Τιμής Αγοράσθημεν· ὁ δὲ ἀγοράσας ἡμᾶς τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων λυσιτελείς. Οὐχ ἁπλῶς πρὸς τὸ τῶν παραπτωμάτων μέτρων δεῖ τὴν ἐπιτίμησιν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρ τανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε, τὴ διερρωγός βάψαι βουλόμενος, χεῖρον τὸ σχίσμα ποιήσῃς. Δεινὸν οἶμαι τὸν μέλλοντα ἐλεγκτικὸν εἶναι, θρα σύτητος μάλιστα καὶ ἀπονοίας πορρωτάτω τὴν ἑαυ τοῦ ψυχὴν ἀπάγειν, καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων, καὶ μὴ τῶν πραγμάτων ἐπιδεικνα σθαι μόνον. :

Part II, Oration LVIPars II, Sermo LVI

col. 1145–1146page 191 of 240
PG 136:1145Πιστὸς εὖ μάλα ὁ μετ᾿ ἐπιστήμης ἔλεγχος· ὅτε καὶ τελειοτάτη απόδειξις εὑρίσκεται ἡ γνώσις τῶν κατεγνωσμένων. Μείζον ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι. Καὶ τοὺς ἐπὶ ψεκτῆς αἰτίας περιπεσόντας, σκυ θρωπῶς νουθετῶν τις, οὐκ ἂν ἐλέγξοι κατὰ λόγον κινούμενος. Τὸ γὰρ λέγειν, Διατί ἡμάρτανες; βαρύ μᾶλλον ἐστιν, ἢ πόνων κουφέται μέγα δύναται κυρίως καὶ ὡς δεῖ προσαγόμενος Ελεγχος. Συγγνώμη μετάνοιαν πέφυκε γενναν. Γίνου τοῖς πᾶσιν, ὡς σὺ [γ. σοὶ] θέλεις τοὺς πάνω τας. Τὴν συγχώρησιν τῶν ἁμαρτημάτων ἡμῶν ἐν τῇ Β συγχωρήσει τοῦ πλησίον εὑρίσκομεν· καὶ τὸ ἔλεος τοῦ Κυρίου ἐν τῇ ἐλεημοσύνῃ τοῦ πλησίον ἐγκέκρυπται. Διὰ τοῦτο ὁ Κύριος ἔλεγεν « "Αφετε, καὶ ἀφεθήσεται ὑμῖν, ἐν τῷ θελήματι ὑμῶν λοιπόν ἐστιν ἡ σωτηρία ὑμῶν. Περὶ τῶν μὴ ἀφιέντων, ἀλλὰ μνησικακούντων. Οδοι μνησικάκων εἰς θανάτον. Κρύπτων ἔχθραν, συνίστησι δόλον. *Ος μισεῖ κρύπτειν ἀδίκημα, διίστησι φίλους καὶ οἰκείους. Ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἀνθρώπου, καὶ θήσομαι αὐτὴν ἔρημον. ῾Ο ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. Ανθρωπος ἀνθρώπῳ διατηρεῖ ὀργὴν, καὶ παρὰ Κυρίου ζητεί ἴασιν· ἐπ' ἄνθρωπον ὅμοιον αὐτοῦ οὐκ ἔχει ἔλεος, καὶ περὶ ἁμαρτιῶν αὐτοῦ δεῖται. Αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; Μνήσθητι τὰ ἔσχατά σου, καὶ ποῦσαι ἐχθραίνων. Μνήσθητι ἐντολῶν, καὶ μὴ μηνίσῃς τῷ πλησίον σου διαθήκην 'Υψίστου, καὶ παρίδης ἄγνοιαν. Ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν. Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μή ὑπ' ἀλλήλων ἀναλωθῆτε. Πολλάκις οἱ τῷ πάθει τῆς μνησικακίας κρατούμενος εἰς προϋπτον κακὸν ἑαυτοὺς ἐμβάλλουσι τῇ · πρὸς τὴν ἄμυναν σπουδῇ τοῦ καθ' ἑαυτοὺς ἀμελοῦντες. Οἱονεὶ γὰρ οίστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων εγχόμενοι, σφύζοντος αὐτῶν του θυμοῦ καὶ πηδῶντοῦ, οὐ πρότερον ἀπολήγουσι, πρὶν ἢ τι κακὸν δοῦ και τῷ παροξύναντι, εἴ που καὶ προσλαβεῖν ἐὰν τύχη. Οίδαμεν ότι χαλεπόν ἐστι, προσφάτου τῆς ἀδικίας οὔσης, καὶ τοῦ θυμοῦ ζέοντος ἔτι, παραδεχθῆναι τοὺς λογισμούς. Τυφλὸν γὰρ ὁ θυμὸς καὶ ἡ λύπη,

Part II, Oration LVIIPars II, Sermo LVII

col. 1147–1148page 192 of 240
PG 136:1147καὶ μάλιστα ὅταν τὸ δικαίως ἀγανακτεῖν παρῇ ἀλλὰ μὴ διὰ τοῦτο καὶ ἡμᾶς αὐτοὺς ἀδικήσωμεν, μηδὲ τοσοῦτον τὸν ἠδικηκότα μιτήσωμεν, ὅσον ἡμῖν οὐ συμφέρει· μηδὲ τὴν παρρησίαν τὴν πρὸς Θεὸν ἀποβάλωμεν, ἐχθροὶ τοῖς ἠδικηκόσι φανέντες, καὶ ὑπὲρ τὸ μέτρον ἀγανακτοῦντες. Τηροῦμεν τὰς ἁμαρτίας, οὐχ ἵνα πενθήσωμεν, ἀλλ᾽ ἵνα ὀνειδίσωμεν· οὐδ᾽ ἵνα θεραπεύσωμεν, ἀλλ᾽ ἵνα προσπλήξωμεν· καὶ ἀπολογίαν ἔχομεν τῶν ἡμε τέρων κακῶν τὰ τῶν πλησίον τραύματα. Ομοίως γάρ ἐστι κακὸν καὶ ἄρεσις ἀσωφρόν στος, καὶ κατάγνωσις ἀσυγχώρητος· ἡ μὲν ὅλην ἐφιεῖσα τὴν ἡνίαν, ἡ δὲ τῷ σφοδρῷ κατάγχουσα. Τί ἂν γένοιτο μνησικακίας χεῖρον, ὅταν φιλανθρωπίαν ἐξενεχθεῖσαν ἀνακαλῆται Δεσπότου; Οταν ἐννοήσωμεν ἅπερ ἐπάθομεν παρὰ τῶν συν δούλων, καὶ τὰ ἑξῆς. Πολλοί βοσκημάτων διακείμενος χείρους οὐδὲ προσειπεῖν ἀνέχονται τῷ πλησίον πρότερον, νομί ζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ ψιλῆς τους μεταδοῖεν προτρήσεως. Καὶ τί ταύτης καταγελαστά τερον γένοιτο τῆς ἀνοίας ; Τότε γὰρ ὑβρίσθης, τότε ήτιμάσθης, ἄνθρωπε, ὅταν ὁ πλησίον σοι πρότερον προσείτῃ. Τὸ μὴ καταλλάττεσθαι τῷ λελυπηκότι οὐκ ἐκεί νόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑδρίζοντος τὸν ταῦτα νομοθετήσαντα, ΛΟΓΟΣ ΝΖ'. Περὶ εὐχαριστούντων καὶ εὐγνωμονούντων. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι ; Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου, κολληθείη ἡ γλῶσσά μου τῷ λαρυγγί μου. Φρονήσεως καὶ τὸ εἰδέναι τίνος ή χάρις. ῾Ο ἀνταποδιδούς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στή ριγμα. Χάριν ἀνθρώπου ὡς κόρην οφθαλμοῦ συντήρη σου. Εἴς δὲ ἐκ τῶν λεπρῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεὸν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, εὐχαριστῶν αὐτῷ. Καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεού ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Δῴη ὁ Κύριος ἔλεος τῷ Ονησιφόρου εἴκῳ, ὅτι πολλάκις με ανέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπησχύνθη· ἀλλὰ γενόμενος ἐν Ῥώμη, σπουδαιοτέρως ανεζήτησέ με, καὶ εὗρε · δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν Έλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Part II, Oration LVIIIPars II, Sermo LVIII

col. 1149–1150page 193 of 240
PG 136:1149Πρέπουσα δοξολογίας ὑπόθεσις ἡ τῶν εὐεργετη- Α μάτων διήγησις. Τοῖς εὐεργέταις ἑκουσίως πᾶσαν εὔνοιαν ἀποπλη· ρῶμεν. Αποδώσομεν τοίνυν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν. Ἐπειδὴ ὅσον ἐφείλομεν εἰς εὐχαριστίαν ὑμῶν εἰσ πεῖν οὐκ ἰσχύομεν, λέγομεν ὅσον δυνάμεθα. Οὐδὲν οὕτως εὐάγωγον εἰς εὔνοιαν, ὡς ἡ τῶν εὐεργετημάτων εὐφημία. Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων. Ανταπεδίδοσαν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσευχόμην, καὶ ἔθεντο κατ᾿ ἐμοῦ κακὰ ἀντὶ ἀγα θῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. ὓς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἡσέβησαν εἰς ἐμέ. Ἐγὼ γὰρ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδή. Ακουε, οὐρανό, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· « Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ μὲ ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δὲ μὲ οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Ἀχαρίστου ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον. Αχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει φυσάμενον. Σενιεῖς καὶ ποτιεῖς ἀχάριστον, καὶ πρὸς ἐπὶ τούτοις μικρὰ ἀκούσῃ· διπλάσια γὰρ κακὰ εὑρήσει σοι ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἐὰν ποιῇς αὐτῷ. Δεινὸν τὸν εὐεργετηθέντα, καὶ ταῖς μεγίσταις ὑπόχρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ, ἔτι καὶ ὕβρεως καὶ ἀτιμίας κατάρξαι· δεινὸν μὲν, ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν, ἢ τῷ πάσχοντι. Αἱ ἀχάριστοι ψυχαὶ ἐν τῇ ἀλλοτριώσει τῶν ἀγα θῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθα: πεφύκασιν. "Οτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, ούτ δεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες, μετὰ τὴν στέρησιν τὸ παρελθὸν μακαρίζουσιν. Υπερβολὴ τοῦτό γε ἀγνωμοσύνης, τὴν φιλανθρωπίαν τοῦ εὐεργέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι. Τὸ τῶν δυσαρεστουμένων πάσχουσιν οἱ πολλοί, τὸ μὲν παρὸν ἀτιμάζοντες, τῶν δὲ ἀπόντων ἐπιθυμοῦντες. Οὐ γὰρ τοὺς ὑποδεεστέρους αὐτῶν ἀπαριθμούσ μενοι τὴν ὑπὲρ ὧν ἔχουσιν εὐχαριστίαν ἀποπληροῦσι τῷ Δεσπότη, ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσε:

Part II, Oration LIX, LXPars II, Sermo LIX, LX

col. 1151–1152page 194 of 240
PG 136:115111:1 Α ὅσον ἀπολιμπάνονται λογιζόμενοι, ὡς οἰκείων στε ρούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται, καὶ καταμέμφονται. Ὁρῶμεν πολλοὺς τῶν ἀνθρώπων, μετὰ τὰς εὐερ γεσίας, καθάπερ ἀνδραπόδων οὕτως ὑπερορῶντας τῶν εὐεργετησάντων, καὶ τὰς ἀφοῦς ἀνασπώντων κατ' αὐτῶν. Δεινόν μοι ή αχαριστία καταφαίνεται, δεινὸν, καὶ πάνδεινον. Παθόντα γάρ τι καλὸν μὴ ἀμείδεσθαι πειρᾶσθαι, εἰ καὶ μὴ ἄλλοις δυνατόν, εὐχαριστίας γοῦν ταῖς διὰ λόγων, ἢ ἀνοήτου παντελῶς καὶ ἐνα:- σθήτου τῶν εὐεργεσιῶν, ἢ ἀγνώμονος. Περὶ τῶν συμβουλὴν καὶ ἐλέγχους μὴ δεχτ μένων. Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μή ποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε. (ἱ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῶν. Ο μισῶν ἐλέγχους ἄφρων. Ὁ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν. Οἱ μισοῦντες ἐλέγχους τελευτήσουσιν αἰσχρῶς. Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν. Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο. Πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν. Ελάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εξ. πας. Οὐκ ἀκούσομαι. Τάδε λέγει Κύριος. Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσε ώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου. Άνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν. Ασύμβουλος ἀνὴρ πλοῖόν ἐστιν ἀκυβέρνητον. Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Εάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ο μὴ καταδεχόμενος τὴν παρὰ τοῦ ἀδελφοῦ θε ραπείαν, προσαγομένην αὐτῷ, ἀσύμφωνός ἐστι καὶ αὐτὸς ἑαυτῷ. Ψυχὴ πάτα ενουθέτητος αθεράπευτος. Οὐ δεῖ φιλικῶς ἐγκαλοῦντα ἔξω τι τῶν τῆς φιλίας ὅρων ποιεῖν, Περισσὸς πᾶς λόγος προς διόρθωσιν, ὅταν ἡ τῶν ἀκουόντων πρὸς τὸ χεῖρον ἀποκλίνασα σπουδή τοῖς κατὰ συμβουλὴν λεγομένοις ἐναντίως διά κειται. . Πολλοὶ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆνας δεόμενος συμβουλῆς τῆς παρ' ἑτέρων εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν, διορθῶσαι τὸ ἁμάρτημα· καὶ μᾶλλον ἀγνοεῖν, ἢ μαθεῖν κατεδέξαντο, οὐκ εἰδότες ὅτι οὐ

Part II, Oration LXI, LXIIPars II, Sermo LXI, LXII

col. 1153–1154page 195 of 240
PG 136:1153πὸ μαθεῖν ἔγχλημα, ἀϊλὰ τὸ ἀγνοεῖν χατηγορία τι οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὴ ἔν ἀμαθέᾳ εἶναι, οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν: ἀδιόρυωτα, Ἔστι σὰρ, ἔστι παρὰ ἀνθρώπῳ μιχρῷ καὶ εὐτελεῖ εῦρεθῆναί τι τῶν δεόντων ὃ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εὕρηται. Δυυϊδ τῆς τοῦ Ἰωὰδ παραλογισάμενος παραινέἀεως, προσπίμῳ θεῖ ὑπέπεσεν, Ῥυδοὰμ, ἀπωσάμενος τὴν βουλὴν τῶν πρεσθυτέρων, τὸν λαὸν αὐτοῦ διεσκέδασεν. Μεῖζον ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομέζω, ὅτῳ μεῖζόν ἔστι τὸ αὐτὸν ἀπαλλαγῆναι χακοῦ τοῦ ἄλλον ἀπαλλάξαι, Οὐδελ τῶν φαύλων ἐπιστὰς ἔλεγχος δε' ἡδονῆς ἔστι. ] Περισσὺς ὑπὲρ τοῦ τὰ δέοντα ποιεῖν πᾶς ὁ λόγος, ὅταν ἡ τῶν ἀχονόντων πρὸς τὸ χεῖρον ὁμόνοια , ΘἰΠΠοαμ δὲ σου] οἱ Πἰπρυαπι, δὲ αυιάϊ!ατὰ ρυτί Πσδιὶ, βαϊαυδ, ἱπιθ! βθηΐοβθ, ἰθρθπίοβ οὐ δυάίθηίθθ αὐτῷ πονὶβ βου ρίθ βυηΐ, Μα θπὶπι οὺ ναϊάα ρϑυίοα!οϑδ Π ΒΑΘ δπιὰ, Βα πο ἰβϑῖ πιὸ θουηΐμο, ἡπίρρο ῬΓᾶΞβηξὶ αἀνογϑίἑαέο ἀονίοι!, οἱ γγοίεπάῖς ἀφιαταηι αὖπογριὶ τς 56 ορίβιο!αυ ἐσ 89 τη Π. βαϊνίαπ. θὲδ [εοῖτ « γιιοϊαπίπιϊίαίε ἐρίτίμιδ οι ἐθπιρεδίαϊε, δι αὐ αὐνγ γεράναί 5, φε ἀδ ἔεῖο [οὶ οχιταχῖ!, ἀπὸ Ποϑυνῃ, Τιη Πα 8 68, σαπα ἀροϑίυ!ι 8 1) πιδρρογείαγ, Οὐοτοιλοπυΐβεὶ οπΐπη π, ὁ ἀα!οῖδ Ππρυλ 1 πὸ ΡΥΡΒΘΏ ΡΒ ἐατθδιηαγ, βὰ ἤγιΩΐ φοπβίβία πη αΒ οἵ γθοὶῖ; δὺ ὁχσ χαϊ δἰ ταπι ἐπβία Πὰς. ἐπ᾿ τθρυβ σοηδίαπιϊαπι Τοίΐπϑδίπυβ. (μϑίονατῃ δατησηίἴο ἐμὰ δ Ὁ] ταὶ οϑί, οἵ ΘΠΠοαχ, οἵ ΒΟΥ πλΟ ῥγεββέα 8 σΟηΒοΙ αἰίοπθπι 0 ἀἰνὶμαπὶ αὐϊαηρὶς νἱγίαιϊομι, ἀπ δυδνίίον ἰδημθπδ Υν Τρϑπὶ αράθρο [λοὶξ, βῖσι! οἱ Οἰδορ λα! 5", οἱ ΘΠσα. Γ ὁδηὶ το ϊν κὰ δοτι διϊοηθην. Οὐ] δηΐτὰ τα] Βτιείδν ϑμίδίο!ϊαπι ἰϑέυ ἃ, πἰβὶ βογηοθ ΙοαΕὶ εἰ ΔΗΤαΒ, οὐ βαρίϑηἰπδηΐ βέτθρίρεγουςθη. δυάίίυτη, ἀρτί ἤἕαταβ ραξδὶ βίη 65, (οἱ συταθΠυ θη αἰ Πα πὶ Νὰ σεέξββεβ ἱμί νυν μο τησάο ἀαχὶ ΠΠπιγτ ργωβίατθ ποσὶ Βὶβ, δὲ βηϊπηϑτα Ἰνεί σατο σαγομ 1 ἰρυ ρα! οπ. μὺγαὐϊάατη, αᾶπὶ "08. οἴ ἀϑη ἐπ᾿ ῬΤΏΚΘΠΒ ἐμ! αυοά εἰ] ἱπιετργθία μά τα τοι πιο; ρἰ θὲ θῖν ΟΒσ. ΒΟΌΤΙ ΒΟΡΙΠΟΏΐ ΒΘΏΒ) ἃ [ ἴρβο δχρ ἰσαγθ, νΔΙῚ ΠΒΠ τη πτη [Ὀρογας ροβιίοϊαίαις [ἃ] ΠΙΌΒ. 8, ἰᾳπιοίβί ππᾶμπαιν εἷξ, ταϊπί πηεφυο ροτίυ ποίου ῃτα ἱπβὶρἰδσηιῖσ πρθ ἀοσαπιοπίστῃ, Βα σηὶ 118, αὐ πποία νοσπηίιν, αὐθαθθ βοηέυγός αἰροσαίμρασος παπηδτο ἐθηαυΐ, οἰωέδηιῳ αὖ πιδιπυγίαιι. γογοθαβιῖ, ᾿ υο ἱπυποίϊ βυιη 8 δὰ βαποῖο ἢ αὰ (0. σλπβα μ᾽ αν ἃ πορὶδ μοβίπ!αίατ, αὐ Ποπλϊηῦ ΟἸΟΡάταυβ, ΦυϑΓῚ ΜΠ: δὲ οἱ ΟΥ̓Δ Ιοη 858 ργὸ ἐμ γιμίαηναίῖθ ΘΧ ΤΠ θα π.08, Ἰθουταφας ἰῃίθγρο! !θιλιι ἀβδί 8. ΠῸπ ] υπὶ ὑΓῸ ποϑέτῖβ, 86 δἰϊδι μγὺ ΡΌΒΟΙ ἠσορββιιαιῖθαβ, Οὐ] γϑγο χ ἴογι δυγατῃ ΟνἸ πάτίσα, αἱ Ἰοπμί τι ἀΐμ αὰ ἰηβίβ ὕβοα , οἱ οχ τδοιαἀΐηθ,ἀσσθτγθ τη γυϊυ οι ἡ Νοηηθ, 68 αυϊάθιι 8588 πι πὸπ ἀθθθγθ ἰοϊατη υἀϊοίαπι ταυτῖ ; 88 ϑὰτῃ θχίμυι (δος απ) ΤΟΣ μανί ἰαησδηάατη τηϊπὶ 6988 (χα ῃθτηαπηρί πὶ ἰαρῖ 465. ἃ] - υἱ βαποιὶ γοϊνυπίπσ ἀρι] μουρη θα); μὰιδ νόρο, τυ ἰαἴθπι, φασι γάθι γα! 5. Ποταῖπὶ 5), χυβιηχυθ, υΐ Παθθπ|, βϑηοιὶ απὶ, ἂς βσαΐδνοθ μαϑοδοήὶ οἱ σου Πριηδηΐ ορογα, υ ρεοροὶΐ βααὶ ἀροἰορίβοορὶ οπαγαοίθγθϑ τοδὶ ἰη πο ει! Ὁ Οὐΐα νδρὸ τϑι ψαΐβ αὰ- » ΒΌΑΥΘΟΙΘὨ 0018 εἰ σηΐβργοίαηδα, (υτ ἰπ ἰῷ Ι θῖ, βνδίϊα σοτηπηοπίίιβ ᾧ 7 ἃ ιπ, πἰβὶ, τὶ γα σΘ τα τπδαπὶ ] τα, δὲ πξ τη θτη ρα πῦθ, ὦ Βα πῇ ΒΌΡΟΡ. τοτρατη, πιογεὶ ἔσοπα "3 ἢ ΠΟγὰ πὶ Θηΐ ΠΣ ὉΓΩΧ ΒΥ ΠΊθ-- ἰᾳ πὶ ποβίραρη 08 ασίϊοπ απ συ! χίο οἱ οβί, οἱ α-- αἷταν, ΕθῸ ἰρίταν ἰβία εχ τοθιβ 08. (6 πιϊβϑῖϑ ναί ο-- παῃᾶο σοποθρί. ΑἹ βὶ ἐὰ χυϊὰ ρίατη ΒΒ] τοῖα, μιρτίϑἥπ ο πιοὶϑ Βαρθεῖιβ βρί ἐπα ἀΐι ὰ βυ ἱηααἰ-- θᾶγθ, αὐ νυ βέμ!6 ΘΕ., γο αἰδύϊ, ἔρθα γθνοὶα ὁσυϊοβ Περὶ αἰσχύνης πονηρᾶς. περὶ τῆς ψυχῆς δον μὴ αἰσχυνθῇς. Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν" καὶ ἔστιν αἰσχύνην δέβα καὶ χάρις. Καὶ μὴ λάδῃς πρόσωπον κατὰ ᾧυχῆς σου, καὶ μὴ ἐντρὰ πῆς εἰς πτῷσίν σον. “Βατιν ὅτε τις χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.

Part II, Oration LXIIIPars II, Sermo LXIII

col. 1155–1156page 196 of 240
PG 136:115511:5 ' Οὐκ ἔστι πᾶσαν αἰσχύνην φυλάξασθαι καλόν. 1:55 Οργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη πονηρά, ἐὰν για νὴ ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. Ἐπὶ γυναικὶ πονηρᾷ καλόν σφραγίς· καὶ ὅπου χειρες πολλαί, κλεῖσον· ᾧ ἐὰν παραδῷς ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις, πάντα ἐν γραφή. Εστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι' αἰσχύνην, καὶ ἀπὸ λήψεως προσώπου ἀπολεῖ αὐτήν. Τὴν αἰδώ φασι μὴ λυσιτελῆσαι τοῖς πολλοῖς. ΛΟΓΟΣ ΕΓ΄. Περὶ τῶν τοὺς ὅρκους στεργόντων, καὶ ὅτι οὐ χρὴ μάταιον λαμβάνειν ὅρκον, ἢ ὅλως όμ νύειν. Οὐ λήψει τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ μα. ταίῳ· οὐ γὰρ μὴ καθαρίσει Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἑτὶ ματαίῳ. Οὐκ ἐμεῖσθε τῷ ὀνόματί μου ἐπ' ἀδίκῳ, καὶ οὐ βεβηλώσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν. Ορχῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς. Ανήρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ. Ηκούσατε ὅτι ἐξέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκής σεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου. Εγώ εξ λέγω ὑμῖν, μὴ ὁμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπεδιν ἐστι τῶν ποδῶν αὐτοῦ, μήτε ἐν τῇ κεφαλῇ σου ἐμή. σῃς, ὅτι οὐ δύναται μίαν τρίχα λευκὴν ἢ μέλαιναν πλῆσαι. Εστω δὲ ὁ λόγος ὑμῶν να', ναὶ, καὶ οὐ, ού. Τὸ γὰρ περιοσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. Πρὸ πάντων, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὄρκον. Πτω δὲ ὑμῶν τὸ ναι, ναι, καὶ τὸ οῦ, ου. Ο νόμος φησί, Οὐκ ἐπιορκήσεις· σὺ δὲ οὐδὲ ὀμῇ τὴν ἀρχὴν, οὐ μικρόν, οὐ μείζον. ὡς τοῦ ὄρχου τὴν ἐπιορκίαν τίχτοντος. Πάσης ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. Ορκος ἐστὶ λόγος πιστούμενος δι' ἑαυτοῦ τὴν ἀλήθειαν. Όρκος ἐστὶ μαρτυρία Θεοῦ περὶ πράγματος ἀμφισβητουμένου. Ορκον περίφευγε, καὶ δικαίως ὀμνύειν. Δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τρόπον ὅρκου πιστότερον φαίνεσθαι παρεχομένους. Ορκον ἐπακτὸν προσδέχου διὰ δύο προφάσεις, ἢ σεαυτὸν αἰτίας ἀπολύων, ἢ φίλους ἐκ μεγάλων κιν δύνων διασώζων. "Ένεκα χρημάτων μηδαμῶς Θεὸν ὀμόσῃς, μηδ' ἂν εὐορκεῖν μέλλῃς. Δύξεις γὰρ τοῖς μὲν ἐπιορκεῖν, τοῖς δε φιλοχρημάτως ἔχειν. Οἱ πολλοὶ τοῖς ἀνθρώποις τοὺς [f. τὰς εὐέρκους εἶναι παραινοῦσιν· ἐγὼ δὲ καὶ τὴν ἀρχὴν μηδ' εὐπετῶς ὀμνύναι ὅτιον ἀποφαίνομαι.

Part II, Oration LXIV, LXVPars II, Sermo LXIV, LXV

col. 1157–1158page 197 of 240
PG 136:1157Τρόπου καλοκαγαθίαν όρκου δεῖ πιστοτέραν Α ἔχειν. Περὶ πολυόρκων, καὶ τῶν τοὺς ὅρκους ἀπαιτούν των. Ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀναγγείλη, λήψεται τὴν ἁμαρτίαν αὐτοῦ. Ἐὰν ἄρχου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσί, φοβηθέντες, ἢ αἰσχυνθέντες ἀνθρώπους, ὑπεσκελίσθησαν. Τάδε λέγει Κύριος· Ζῶ ἐγώ, ἐὰν μὴ τὴν διαθή. μην μου ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἡτίμωσε, δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ· καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου,καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. Αδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες όσιότητος. Οὐ γὰρ ἡμῶν ὀμνυμένων δύναμις, ἀλλ' ἡ τῶν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν. Ὥσπερ οἰκέτης ἐξεταζόμενος συνεχῶς ἀπὸ μάστιγος οὐκ ἐλαττωθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διαπαντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ. Ανήρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἐκ τοῦ οἴκου αὐτοῦ μάστιξ. Πιστούμενος τὸ ψεῦδος διὰ τὴν ὅρκον, κακὸν παρ εμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσΟὐχ οὕτως σφάζει ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὐτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ο ομόσα, κἂν δόξῃ ζην, ἤδη τέθνηκε, καὶ τὴν πληγὴν ἐδέξατο καὶ ὥσπερ ὁ τὸ σπαρτίον λαβών, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὁμόσας ἐπὶ ψεύδει, κἂν ζῇ, τέθνηκεν. Ἐκ πολυορκίας ψευδορκία φύεται. Φασί τινες τὸ εὐορκεῖν οὐκ ἀπόβλητον· ἀλλ᾽ ἤδη ὅ γε ὀμνὺς εἰς ἀπιστίαν ὑπονοεῖται. Μαρτυρία Θεοῦ ἐστι περὶ πραγμάτων ἀμφισβη τευμένων ὁ ὅρκος, μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει τὸν Θεόν, ἀνοσιώτατον. Τὸν ὀμνώντα μάτην ἐπ' ἀδίκῳ Θεὸς ὁ τὴν φύσιν ἵλεως οὔποτε τῆς αἰτίας ἀπαλλάξει, δυσκάθαρτον καὶ μικρὸν ὄντα, καν διαφύγη τῆς ἀπ' ἀνθρώπων Περὶ ζήλου ἀγαθοῦ, καὶ μιμήσεως χρηστῆς. Εἶπεν ὁ Κύριος, Υπόδειγμα δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίητα ὑμῖν, καὶ ὑμεῖς ποιήσητε αλλήλοις. Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα. Μιμηταί μου γίνεσθε, καθώς κἀγὼ Χριστοῦ. β

Part II, Oration LXVIPars II, Sermo LXVI

col. 1159–1160page 198 of 240
PG 136:1159Κατανοῦμεν ἀλλήλους, εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες Ελασ λησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντε; τὴν ἔκβασιν τῆς ἀναστροφής, μιμεῖσθε τὴν πίστιν. ᾿Αγαπητέ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν, ὁ δὲ κακοποιῶν οὐχ εώρακε τὸν Θεόν. Η μίμησις οἰκείωσίς ἐστι, καὶ συνάπτει πρὸς θ μιμεῖται τὸν μιμούμενον. Ἐὰν ἴδῃς ἐθνικὸν βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον πλέον σεατοῦ, τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένη παραπλήστος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας συναθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τοὺς καρποὺς ἐκε Περί ζήλου καὶ μιμήσεως πονηράς: Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου ἐν ᾗ παρῳκήσατε ἐπ' αὐτῆς, οὐ ποιήσετς· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἦν ἐγὼ εἰσαγάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς ναυ μίμοις αὐτῶν οὐ πορεύσεσθε, ἵνα μὴ προσοχθίσῃ ἡ γῆ ὑμῖν, καθὼς προσώχθισεν ἐν τοῖς καθημένοις ἐν αὐτῇ. Μακάριος ἀνὴρ, δ; οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀπο ξηρανθήσονται. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδέ ζηλώσης τὰς ὁδοὺς αὐτῶν. Υιέ, μὴ ζηλώσης κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσ σῃ; εἶναι μετ' αὐτῶν. Ψευδὴ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μὴ χαῖρε ἐπὶ κακοῖς, μηδὲ ζηλώσης ἁμαρτωλοὺς. Υιέ, μὴ ζηλώσῃς ὁδοὺς παρανόμων, ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσε, μὴ ἀπέλθῃς ἐκεῖ, ἔκκλινον τὴν πόδα σου καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν. Αφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται. Οἴδε γὰρ σιτοῦνται σἶτα ἀσεβείας, οίνῳ δὲ παρανόμῳ μεθύσκονται. Οδοὺς ἀσεβῶν μὴ ἐπέλθης, μηδὲ ζητήσῃς ἐδους παρανόμων. Μη ζηλώσῃς δόξαν ἁμαρτωλῶν. Οὐ γὰρ οἶδας τί τέξεται ἡ καταστροφὴ αὐτῶν. Καλὸν τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε. Φεύγετε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Μη ζηλώσης τι τῶν οὐ φθονουμένων, ἀλλὰ μισονμένων. Μὴ φρόνε: τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος.

Part II, Oration LXVII, LXVIIIPars II, Sermo LXVII, LXVIII

col. 1161–1162page 199 of 240
PG 136:1161ΛΟΓΟΣ ΞΗ. Περὶ μίσους καὶ ἔχθρας καὶ τῶν μάχας συνα πτόντων. Απέστειλεν Ιεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμών, λέγων, Τί ἐμοὶ καὶ σο!, ὅτι ἥκεις ἐπ' ἐμὲ, πολεμῆσαί με ἐν τῇ γῇ μου; ἐγὼ οὐχ ἥμαρ τόν σοι, καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ πολε μῆσαι ἐν ἐμοί. Κρίναι Κύριος ὁ κρίνων, ἀνὰ μέσον ή υἱῶν Ἰσραήλ, καὶ ἀνὰ μέσον υἱῶν ᾿Αμμών. Καὶ οὐκ εἰσήκουσε βασιλεὺς υἱῶν ᾿Αμμὼν τῶν λόγων Ιεφθάε, ὧν ἀπέστειλε πρὸς αὐτὸν, καὶ ἐγεννήθη ἐπὶ Πεφθάς Πνεῦμα Κυρίου, καὶ διέβη πρὸς τοὺς υἱοὺς Αμμών, τοῦ πολεμῆσαι αὐτούς. Καὶ παρέδωκεν αὐτ τοὺς Κύριος ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν εἰς αὐτ τοὺς εἴκοσι πόλεις, καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμών ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· μὴ παραζήλου ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμε ναι εξολοθρευθήσονται. Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Μίσος εγείρει νεῖχος. Οὗ ἐὰν εἰσέλθη ύβρις, ἐκεῖ καὶ ἀτιμία. Ανήρ θυμώδης παρασκευάζει μάχας. Αντιλογίας εγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγγε ον ἀνελεήμονα εκπέμπει αὐτῷ. Φιλαμαρτήμων χαίρει μάχαις. Λόγος λυπηρὸς ἐγείρει ὀργά;. Μὴ ἐπέχαιρε καὶ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων σου. Σίδηρος σίδηρον ὀξύνει· ἀνὴρ δὲ παροξύνει πρόσ ωπον ἑτέρου. Με φιλεχθρήσεις πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν. Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, καὶ οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν. Α' γὰρ τρίβοι αὐτῶν διεστραμ Δἱ μένας ἂς ἐδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Πᾶς ὁ οἶκος Ισραήλ φιλόνεικοι καὶ σκληροκάρο διοι. *Ανὴρ ἁμαρτωλός παροξύνει φίλους, καὶ ἀνὰ μέσσον εἰρηνευόντων βάλλει διαβολήν. Έρις κατασπευδομένη εκκαίει πῦρ, καὶ μάχη κατασπευδομένη εκχέει αίμα. Πάσα βασιλεία, μερισθεῖσα καθ᾿ ἑαυτὴν, ἐρημοῦται· καὶ πᾶσα πόλις καὶ οἰκία, μερισθεῖσα καθ' έαυ τὴν, οὐ καθίσεται. Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνή Θειαν οὐκ ἔχομεν, οὐδὲ ἐκκλησίαι τοῦ Θεοῦ. Ο ταράσσων ὑμᾶς αὐτὸς βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ.

Part II, Oration LXIXPars II, Sermo LXIX

col. 1163–1164page 200 of 240
PG 136:1163- " Οπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐ σαρκικοί έστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε ; Οπου ζῆλος καὶ ἐριθείᾳ, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πράγμα. Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας. Εάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελ φὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν. Επιλέλοιπεν ἡ ἀγάπη, ἡ ῥίζα τῶν ἐντολῶν: Ἐν ἀμέλλεις πονηρίας αθλιώτερος ὁ νικήσας, Πεφύκασι πως οι φιλονεικοῦντες ἀβουλότεροι για νέσθαι, καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. Κρείττον ἡττᾶσθαι καλῶς ἡ νικᾶν ἐπισφαλῶς καὶ ἀθέσμως. Τῆς ἀντικειμένης μερίδος ἐγγὺς οἱ πολεμικοί εν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ κοινῷ κακῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνη ἐγκαλλωπιζόμενος ἐπεὶ καὶ ὁ διάβολος. Εοικά τι λείπειν ἐνταῦθα. Τὸ προδήλως ἐχθρὸν καὶ εὐφύλακτον. Εχθρας δρους γίνωσκε, εὐνοίας δὲ μή. Τί μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ; εἰ πολεμούμεν ἀλλήλοις, προστεταγμένοι καὶ τοὺς μισούντας φω λεῖν ; Εἰ μεταξύ Παύλου και Βαρνάβα μικροψυχία, τί θαυμαστὸν εἰ καὶ μεταξὺ ὑμῶν; Μὴ δὴ πανταχού ζητώμεν νικάν. Εστι γὰρ ὅπου νίκη μὲν φέρει βλάβην, ηττα δὲ ὠφέλειαν. Τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη και ἀρίστη· τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ᾽ ἑαυτοῦ αἰσχιστόν σε καὶ κάκιστον. Πεφύκασιν αἱ πονηραὶ φύσεις καὶ φιλόνεικαι μὴ πρότερον λήγειν τῆς διαμάχης καὶ ἔρίδος, πρὶν ἢ καιρίαν δέξασθαι τὴν πληγὴν, καὶ ἀνεπλήστου τιμω ρίας πείραν λαβεῖν. Σαφὸν γὰρ ἐν βούλευμα τὰς πολλὰς χεῖρας Περί καταλαλούντων, καὶ περὶ ύβρεως. Ακοὴν ματαίαν μὴ παραδέξῃ. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦ Ο καταλαλῶν ἀδελφοῦ, ἡ ἀκούων καταλαλοῦντας καὶ ἀνεχόμενος, ἀφορισμοῦ ἄξιος καὶ οἱ ἀμφότεροι. Οὐδὲν οὕτως ἐδὲ τοῖς ἀνθρώποις, ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ μάλιστα ἐὰν εύχωσιν ὑπ᾿ εὐνοίας τι νὸς ἢ μίσους ἐλκόμενοι, ὑφ᾽ ὧν φιλεῖ κλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια. Επὰν ὀργισθῇς κατὰ τοῦ λοιδωρήσαντος, ἐβεβαίωσάς τὰ ἐνείδη. Τί γὰρ ὀργῆς ἀφρονέστερον ; Ἐὰν δὲ μείνῃς ἀύργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος.
col. 1165–1166page 201 of 240
PG 136:1165Ὁ διαβάλλων την πλησίον αὐτοῦ ἀδελφικὰ κρεα Δ ἔφαγεν, ὑπόληψιν τρώσας, καὶ μυρία ἕτερα έργασάμενος διὰ τοῦ λόγου κακά. Ὥσπερ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχή φιλίας ἐστὶν, οὕτω τὸ κακῶς λέγειν καὶ διαβάλλειν ἔχθρας καὶ ἀπεχθείας καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. Αν μὲν ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα, δ σεαυ τῷ σύνοιδας, σὺ δὲ ἀκούσας, ἐκεῖνον μὲν μὴ ὑδρίσης, στεγάξης δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλώ σῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Μηδέποτε αἰδεαθῇς τὸν πρὸς σὲ καταλαλοῦντα, μαλλον δε λέγε, Παῦσαι, ἀδελφέ, ἐγὼ καθ' ἡμέραν χαλεπώτερα πταίω. Καὶ πῶς ἐκεῖνον κατακρίναι δύναμαι; Δύο γὰρ κερδανεῖς, ἐν μιᾷ ἐμπλάστρῳ καὶ σεαυτὸν καὶ τὸν πλησίον ασάμενος. Πλάτωνα τινος λέγοντος, ότι Τιμές λοιδοροῦσί σε, ἔφη ὁ ᾿Αλλ᾽ ἐγὼ οὕτως διάξω, ὥστε ἀπιστεῖσθαι αὐτ τους. Όταν λοιδορηθής, σκόπει μή τί σοι πέπρακται τῆς λοιδορίας ἄξιον· εἰ δὲ οὐ πέπρακται, καπνὸν εξ και τὴν λοιδορίαν νόμιζε. Χαβρίας ὑπὸ πονηροῦ πολλά λοιδορηθείς, ἔφη Κάλλιστα ἐποίησας, μηδὲν τῶν προσόντων καταλιπὼν. Η μὲν μάχαιρα τέμνει, ἡ δὲ διαβολὴ χωρίζει μια λους. οὔτε ἀρρώστου πληγήν, οὔτε ἀνοήτου ἀπειλὴν δεῖ εὐλαβεῖσθαι. Φίλιππον τὸν Αλεξάνδρου πατέρα ελοιδόρει τις τῶν κακογλώττων ἀνθρώπων· καὶ παρήνουν οι φί. λοι διώκειν τὸν λοίδορον.. Ὁ δὲ ἔφη· Ούκ ἔστι και λὸν τοῦτο ποιῆσαι, ἵνα μὴ ἐν πλείοσι περιεχόμενος · κακῶς λέγῃ ἡμᾶς. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Χάριν ἔχω τοῖς λαιβορονα με ότι βελτίονα ποιούσιν, Εγώ γὰρ σπουδάζων ψευδεῖς αὐτοὺς ἀπελέγχειν, εἴ τι φαῦλον ποιώ, μετα βάλλομαι. Εὐλαβοῦ τὰς διαβολάς, καν ψευδείς ώσιν. Οἱ γὰρ πολλοὶ τὴν μὲν ἀλήθειαν ἀγνοοῦσι, πρὸς δὲ τὴν δόξαν ἀπιβλέπουσι. Τινὶ σοφῷ ἔφη τις, ὅτι ἡ δεῖνα κακῶς σε κλοι δόρει ἐπὶ ἐμοῦ. 'Ο δὲ ἔφη · Εἰ μὴ σὲ ἡδέως ήκουεν, οὐκ ἂν ἐκεῖνος με ελοιδόρει. Λοιδορούμενός τις ὑπό τινος φαλακροῦ εἶπεν· Σε μὲν οὐχ ὑβρίζω, τὰς δὲ τρίχας σου ἐπαινέσω, ὅτι κακὸν ἐξέφυγον κρανίον. Λοφορούμενος τις υπό τινος ἀνεχώρει τοῦ δὲ ἐπιδιώκοντος καὶ λέγοντος, Φεύγεις ; Ναί, ἔφη τοῦ μὲν γὰρ κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ ἀκούειν ἐγώ. Πολλαχώς τις άνειδιζόμενος ὑπό τινος, ἐπὶ τῷ γονέων ἀγεννῶν εἶναι, εἶπεν· Ἐμοὶ μὲν ὄνειδος οἱ γονείς, σὺ δὲ τοῖς γονεύσιν.

Part II, Oration LXXPars II, Sermo LXX

col. 1167–1168page 202 of 240
PG 136:1167Διογέννης πρὸς τὸν λοιδορούμενον αὐτῷ, ἀλλ᾽ οὔτ τε ἐμοί, ἔφη, πιστεύει τις εὐφημοῦντί σε, οὔτε σου ἐμὲ βλασφημοῦντι. Εφη σοφῷ τις, Ο δεῖνά σε ελοιδόρει· ὁ δὲ ἔφη, Μὴ παρόντα καὶ τυπτέτω με. ΛΟΓΟΣ Ο. "Ετι περὶ γλωσσαλγίας Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν δ ἐὰν λαλή σωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Εστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, καὶ βραδὺς εἰς τὸ λαλῆσαι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐχο Η πορευέσθω, ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν πίσ στεως. Γλωσσώδες ἀνθρώπῳ μὴ διαμάχου, μηδὲ ἐπιστοίβαζε ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. Μη σπεύσης εξενεγκεῖν ῥῆμα προ προσώπου του Θεοῦ, ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. Μὴ πάντα θάρρει τῇ γλώσσῃ, ἵνα μὴ πάθῃς ἀκαίρως, καθάπερ όφθαλμὸς ὅλον τὸν ἥλιον θέλων ἀποβλέψαι, ἀπόλλυσι καὶ δ ἔχει φῶς. Ολισθος ἀνθρώποις γλώσσα μὴ λόγῳ κυβερνωμένη. Πολλοί πολλάκις καὶ σωφρονοῦντες ἀπὸ ῥημάτων αἰσχρῶν ἦλθον ἐπὶ πράξεις πονηράς. Οὐ γάρ ἐστιν ἡ ψυχὴ ἡμῶν οὔτε ἀγαθὴ φύσει, ούτε κακή, ἀλλὰ προαιρέσει τοῦτο κἀκεῖνο γίνεται. · Μηδείς έστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτομεν. Οἱ διαχύσεως ὁ παρὼν καιρός, ἀλλὰ πένθους, θλίψεων καὶ ὀδυρμών. Σὺ δὲ εὐτραπελεύῃ. Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθών, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, αστεία φθέγγεται; Ἐφέστηκεν ὁ διάβολος, περιέρχε και ωρυόμενος αρπάσαι, πάντα κινεί καὶ πάντα στρέφει κατὰ τῆς σῆς κεφαλῆς, καὶ μηχανᾶται τῆς καλιᾶς σε ἐκβαλεῖν. Τρίζει τοὺς οδόντας, βρυχάται, πῦρ πνεῖ κατὰ τῆς σωτηρίας τῆς σῆς · καὶ σὺ κάθη και αστεία λέγων, καὶ μωρολογῶν, καὶ τὰ μὴ ἀνθ κοντα φθεγγόμενος. Εἰ κρατεῖς γαστρός, κράτει καὶ γλώσσης, ἵνα μὴ τῆς μὲν ὑπάρχῃς δοῦλος, τῆς δὲ τυγχάνῃς ἀνόητος ἐλεύθερος. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ ὑπὲρ ὧν δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. Τὰς μὲν ἀμυγδάλας, διὰ τὸ πρὸ πάντων φυτῶν τὸ άνθος ἐκφέρειν, ἡ πάχνη, τοὺς δὲ ἀνθρώπους ή προπέτεια τῆς γλώσσης ὡς ἐπὶ τὸ πλεῖστον διαφθείρειν πέφυκεν. Πᾶν ὅ τι ἂν μέλλῃς ἐρεῖν, πρότερον ἐπισκόπει τῇ γνώμη. Πολλοῖς γὰρ ἡ γλῶσσα προτρέχει τῆς διανοίας. Ισοκράτης ὁ ῥήτωρ, Καραίωνος όντος λάλου, καὶ σχολάζειν παρ' αὐτῷ βουλομένου, διατοὺς έτησε με

Part II, Oration LXXIPars II, Sermo LXXI

col. 1169–1170page 203 of 240
PG 136:1169σθούς· τοῦ δὲ τὴν αἰτίαν πυθομένου, Ενα μὲν (Έφη) ἵνα λαλεῖν μάθῃς, τὸν δὲ ἕτερον, ἵνα σιγᾷν. Ο μὴ θέλεις ἀκούειν, μηδὲ εἴπῃς· δ μὴ θέλεις λέγειν, μηδὲ ἄχους. Ωτων καὶ γλώσσης μέγας ὁ κίν δυνος. Κρείττόν ἐστι τῷ ποδὶ ὀλισθαίνειν ἢ τῇ γλώσσῃ. Πλεονεξία τὸ πάντα λέγειν, μηδὲ ἀκούειν ἐθέλειν. Πολυλογία πολλὰ σφάλματα ἔχει, τὸ δὲ σιγᾷν ἀσφαλές. Α λόγοις ἁμάρτωμεν, ἔργοις την τιμωρίαν ὑφέξομεν. Περὶ ἀντιλογίας, καὶ θρασύτητος, καὶ ἔριδος. Β Σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτ τοῦ φυράματος ποιῆσαι, δ μὲν εἰς τιμὴν σκεῦος, δ δὲ εἰς ἀτιμίαν ; Σίδηρος σίδηρον οξύνει· ἀνὴρ δὲ παροξύνει πρόσο ωπον ἑτέρου. Πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτω πρὸ αἱμάτων λοιδορίαι. Έρις κατασπευδομένη εκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. Αντιλογίαν πραΰνει πᾶς σιγηρός. Αντιλογίας ἐγείρει πᾶς κακός· ὁ δὲ Κύριος ἄγγε λον ἀνελεήμονα εκπέμπει αὐτῷ. Άνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ, ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ. Όπου ἔχθραι, Ερεις, θυμοί, φιλονεικίαι, θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦσαι, ἐκεῖ τὸ πνεῦμα τῆς πραότητος οὐκ ἀναπαύεται. Ἡ ἀντιλογία τὸ αὐτοκρατορικὸν καὶ ἀνυπότακτον δείκνυσι, κἂν ἐν σχήματι γένηται ταπεινώσεως. Φιλεῖ γὰρ τὰ γενναία φρονήματα πρὸς τὸ βία κρατοῦν αὐθαδίζεσθαι, καὶ καθάπερ φλόξ ὑπ' ἀνέ μου ριπιζομένη, τοσούτῳ μᾶλλον ἀνάπτεσθαι, ὅσῳπερ ἂν σφοδρότερον καταπνέηται. Εἰ τέλος παιδείας τὸ ἑαυτὸν αἰσχύνεσθαι, ἐσχάτης ἀπαιδευσίας τὸ μηδὲ τοὺς ἄλλους αἰσχύνεσθαι. Αναισχυντία μὲν ἴδιον φαύλου, αἰδὼς δὲ σπου- D δαίου· τὸ δὲ μήτε αἰσχύνεσθαι, μήτε ἀναισχυντεῖν, τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως. Αριστοτέλης βλασφημούμενος ἀπ' ἀνθρώπου ἀσελ γούς, ἔφη· Σὺ μὲν ἀκούεις τὰ κακὰ ῥᾳδίως, καὶ λέγεις εὐχερῶς· ἐμοὶ δὲ καὶ λέγειν ἄηθες, καὶ ἀκούειν ἀηδές. Τὸ μὴ αἰσχύνεσθαι κακὸν ὄντα κακίας υπερβολή. Γλώσσῃ θρασείς μὴ χρῆσθαι· πολλάκις γὰρ τὸ Θράσος καὶ αὐτὴν διώλεσε τὴν κεφαλήν. Θράσει μὲν οὐδεὶς οὐδέπω, πόνῳ δὲ καὶ γενναιότητι καὶ ἐπιεικείᾳ ἀρετὴν ἐπεκτήσατο.

Part II, Oration LXXIIPars II, Sermo LXXII

col. 1171–1172page 204 of 240
PG 136:1171Θεόφραστος ἰδὼν μειράκιον ἐρυθριάσαν, ἔφη· Θάρρει· τοιοῦτον γὰρ ἡ ἀρετὴ ἔχει τὸ χρῶμα. Περί προπετοῦς καὶ ἀναιδοῖς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλου. Συμεών και Λευί αδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταύρους. Επικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Θυμῷ κατέστρεψαν ἀδυνάτους οἱ ἁμαρτωλοί. Ασεβὴς ὃς οὐκ αἰσχύνεται πρόσωπον ἐντίμου, ούτ δὲ οἶδε τιμὴν θέσθαι τούτῳ. Παῖσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. Θυμός αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ όφεως. Οξύθυμος πράσσει μετὰ ἀδουλίας. Ανὴρ θυμώδης οὐκ εὐσχήμων. Βαρὺ λίθος, καὶ δυσβάστακτον ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. Ανήρ θυμώδης Φρύσσει νεῖκος· ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίαν. Ὅπου οὐκ ἔνι δίθυμος, ἡσυχάζει μάχη. Χείλη ἄφρονος άγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλείται. Στόμα άφρονος συντρίβει αὐτόν· τὰ δὲ χείλη αὐτ τοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. Ανεμος βορρᾶς ἐξεγείρει νέφη πρόσωπον εξ ἀναιδες γλῶσσαν ερεθίζει. Αναιδὴς προσώπῳ μισηθήσεται. Μεγαλόφρων ἐφ' ύβρει θρασυκάρδιος. Μὴ σπεύσῃς ἐν πνεύματί σου θυμοῦσθαι, ὅτι θυ μὸς ἐν κόλποις ἀφρόνων αὐλίζεται καὶ ἀναπαύεται. Νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ πρόσωπον σου χαλκοῦν. Οψις πόρνης ἐγένετό σοι, ἀπῃσχύντησας πρὸς πάντας. Μετὰ θυμώδους μη ποιήσῃς μάχην, καὶ μὴ δια πορεύου μετ' αὐτοῦ τὴν ἔρημον, ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτῷ αἷμα· καὶ ὅπου οὐκ ἔστι βοήθεια, καταβαλεί σε ἐκεῖ. Οι δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι. Η γὰρ Ο ροπὴ τοῦ θυμοῦ αὐτοῦ πτώσις αὐτῷ. Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας. Κύριε παντοκράτωρ, ὁ Θεὸς τῆς σωτηρίας μου, ψυχῇ ἀνδρὸς ἀναιδοῦς μὴ παραδῷς με. Μη προπετής γίνου, ἵνα μὴ ἐξαρθῇς. · Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Ο ήλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγή, καὶ βλασφημία, ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίμ. Επειδὰν ἅπαξ παρωσάμενον τοὺς λογισμούς το πάθος τῆς ὀργῆς τὴν δυναστείαν τῆς ψυχῆς παρα-

Part II, Oration LXXIIIPars II, Sermo LXXIII

col. 1173–1174page 205 of 240
PG 136:1173λάβῃ, ἀποθηριοί παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεί, οὐκ ἔτι ἔχοντα τὴν ἐκ τοῦ λογισμοῦ βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰσβόλοις ἐστὶν ὁ [ὰς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμὰς γίνεται. Ὥσπερ γὰρ αἱ χαράδραι, πρὸς τὰ καλα ρέουσαι, τὸ προστυχὸν παραπύρουσιν, οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ δυσκάθεκτος, καὶ διὰ πάντων χωρούσιν ὁμοίως Οὐ πολιὰ τοῖς θυμουμένοις αιδέσιμος, οὐκ ἀρετή βίου, αὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν τίμιον παρ' αὐτοῖς ἐστι. σε ὀργιζόμενοι οὐ πρότερον ἱστανται, πρὶν ἂν διὰ μεγάλου καὶ ἀνηκέστου κακοῦ, οἷον πομφόλυγος, τῆς ὀργῆς ἐκραγείσης, διαπνευσθῇ τὸ φλεγμαίνον. οὔτε γὰρ ξέφους ἀκμή, οὔτε πῦρ, οὔτε ἄλλο τι τῶν φοβερῶν ἱκανὸν τὴν ὑπὸ ὀργῆς ἐκμανεῖσαν ψυχὴν ἐπισχεῖν· οὐ μᾶλλον γε ἢ τοὺς ὑπὸ δαιμόνων κατα σχεθέντας, ὧν οὐδὲν οὐδὲ κατὰ σχῆμα, ούτε κατά τὴν ψυχῆς διάθεσιν, οἱ ὀργιζόμενοι διαφέρουσιν. Ορεγόμενοι γὰρ τῆς ἀντιλυπήσεως, περιζέει μὲν τὴν καρδίαν τὸ αἷμα, ὥσπερ βία πυρός κυμαινόμενον καὶ παφλάζον. Πρὸς δὲ τὴν ἐπιφάνειαν ἐξανθῆσαν, ἐν ἄλλη μορφὴ τὸν ὀργιζόμενον ἔδειξε, τὴν συνήθη πᾶσι καὶ γνωρίμην ὥσπερ τι πρόσωπον ἐπὶ σκηνῆς ὑπαλλάξαν. Θυμὸν χαλίνου, μὴ φρενών ἔξω πέσης. Οὐδὲν οὕτως καθαρότητα τοῦ καὶ τὸ διειδές θολοί τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς τῆς ῥύμης φερόμενος. Ποῖον οὕτω θηρίον ώμον καὶ ἀνήμερον, ώς δυσαρε γας ἀνὴρ καὶ ἀκράτῳ θυμῷ τυραννούμενος ; ποία δὲ οὕτω θάλασσα, ραγδαίων αὐτῇ καταχεομένων πνευμάτων, ταῖς ἔγκειμέναις πέτραις ἐῤῥήγνυται, ὡς ἀνὴρ ἀκάθεκτὸς καὶ δριμὺς καὶ ἀχάλινος εἰς ὁρμάς, καὶ ἅλας ώσπερ τῷ πάθει διδοὺς τὰς ἡνίας ; Τὸ ὀργίζεσθαι παρ' ἡμῖν μέχρι τοῦ παύειν τὰ ἁμαρτήματα περιορισθήσεται. Οργίζεσθε γαρ, φησί, καὶ μὴ ἁμαρτάνετε. Καὶ τὸ ἀκριβές κριτικὸν παραιτητέον, τοῦ Ἐκκλησιαστοῦ λέγοντος· « Μη γίνου δίκαιος πολύ. · θυμῷ μάλιστα δεν κυβερνήτῃ χρῆσθαι. Καταληφθεὶς γὰρ ἀκυβέρνητος, ἄνω καὶ κάτω κυκώμενος ὑπὸ σάλου καὶ κλύδωνος, τὴν ψυχὴν ὅλην, καθάπερ ἀνερμάτιστον σκάφος, ἀνατρέψει, συνανατρέψας καὶ τὸ σῶμα. Περί ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύματι. Αποκριθείς Αβραὰμ εἶπεν· Νῦν Αρξάμην λα λῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός. Εἶπε Δαυίδ πρὸς Αβεσσα • "Αφετε αὐτόν καταρίσασθαι, ὅτι εἶπεν αὐτῷ ὁ Θεός, εἴ πως ίδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. Κύφοντας ὀφθαλμοὺς σώζει ὁ Θεός. Ακοὴν ὠτὸς ἤκουαν σου τὸ πρότερον, τῶν δὲ
col. 1175–1176page 206 of 240
PG 136:1175• Α οφθαλμός μου εἶδέ σε, καὶ ἐξουθένησε ἐμαυτόν· ἤγημαι ἐμαυτὸν γῆν καὶ σποδόν. Κύριε, ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Τίς γάρ είμι, κρινόμενος ἐναντίον Κυ ρίου ; Εγώ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, όνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ. Εγγύς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Τοὺς ταπεινοφρονοῦντας ἐγερεί Κύριος εἰς δόξαν. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Στόμα ταπεινών μελετά σοφίαν. Αγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντα μου τους λόγους ; Εγώ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινόν· καὶ ξηραίνων ξύλον χλωρόν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος ἐλάλησε, καὶ ποιήσω Εν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεν κτοὶ ἐν καμίνῳ ταπεινώσεως. Οσῳ μέγας εξ, τοσούτῳ ταπείνου σαυτόν έναντι Κυρίου, καὶ εὑρήσεις χάριν· ὅτι μεγάλη ή δυνα στεία Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξασθήσεται. Θρόνους ἀρχόντων καθείλεν ὁ Κύριος, καὶ ἐφύ τευσε ταπεινούς ἀντ' αὐτῶν. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Αμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφήτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅστις οὖν ταπεινώσει και τὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστι μείζων ἐν τῇ βασιλεία τῶν οὐρανῶν. ὓς ἐὰν ἐν ὑμῖν θέλῃ μέγας γενέσθαι, ἔστω ὑμῶν διάκονος· καὶ ὃς ἐὰν ἐν ὑμῖν θέλῃ πρῶτος εἶναι, Έστω πάντων δοῦλος, καὶ πάντων ἔσχατος. Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθήναι, ἀλλὰ Ο διακονήσει. Οστις ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Εξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός είμι, Κύριε. Εἶπεν ὁ ἑκατόνταρχος· Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθης. Οταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλι θῇς εἰς τὴν πρωτοκλισίαν, καὶ τὰ ἑξῆς. Όταν ποιήσητε πάντα τὰ διατεταγμένα ὑμῖν, λέγετε· Δοῦλοι ἀχρεῖοί εσμεν, ὅτι ὁ ὀφείλομεν που ῆσαι πεποιήκαμεν. Λέγω δὲ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντί τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' δ δεῖ φρο γεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.
col. 1177–1178page 207 of 240
PG 136:1177Μὴ τὰ ὑψηλὰ φρονῆτε, ἀλλὰ τοῖς ταπεινοῖς συν- Α απάγεσθε. Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγεῖσθε ὑπερέχοντας ἑαυτῶν, μὴ τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων. Ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. Ως περικαθάρματα ἐγενήθημεν τοῦ κόσμου, πάντων περίφημα έως άρτι. · Ταπεινώθητε ενώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς. Ο Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ ἐπισκοπῆς. Αμήχανον τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὶς καὶ ἔσχατον, δυνηθήναί ποτε ή λοιδορούμενον, θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον, διά μα προθυμίας περιγενέσθαι τῶν πειρασμών. Γυμνάσιον ταπεινοφροσύνης, ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι διατριβὴ, τὸ πάθος τῆς φιλοδοξίας θεραπεύουσα. Δείκνυσιν ἡμῖν ὁ Κύριος ἀρίστην ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν. 18 ταπεινὸν μετὰ τῆς εὐδοξίας ἔχει καὶ τὴν ἀσφάλειαν. Κρείσσον δντα σοφὸν ὑφίεσθαι δι' ἐπιείκειαν, ἢ ἀμαθῶς ἔχοντα διὰ θράσος ὑπερεκτείνεσθαι. Μὴ ἐν ἐσθῆτε τὸ ταπεινὸν ἔχωμεν μόνον, ἀλλὰ καὶ ἐν ψυχῆς καταστήματι· μηδὲ θρύψις αυχένος, ἢ φωνῆς ὕφεσις, ἢ προσώπου νεῦσις, ἢ βάθος ὑπήνης, ἢ βαδίσματος ἦθος τὸ ταπεινὸν ὑποκρίνοιτο, τὰ πρὸς ὀλίγον τυπούμενα, καὶ τάχιστα ελεγχόμενα. Πᾶν γὰρ ὁ προσποιητὸν οὐδὲ μόνιμον. 'Αλλ᾽ ὦμεν ὑψηλοὶ μὲν τῷ βίῳ, ταπεινοὶ δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτοι, τὴν συνουσίαν δὲ καὶ λίαν εὐπρόσοδοι. Πολιτικοῦ μὲν γὰρ ἔργον εἶναι [. οἶμαι] πάντα ποιεῖν καὶ λέγειν, ἐξ ὧν εὐδοκιμήσει παρὰ τοῦ [[. τῶν] ἔξωθεν πνευματικοῦ δὲ καὶ τοῦ καθ' ἡμᾶς πρὸς ἐν μόνον βλέπειν, τὴν σωτηρίαν, ἥ τε ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον, Οὐδὲν οὕτως τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχά των ἑαυτὸν ἀριθμῆσαι. Οὐχ οὕτως τὸν ἁμαρτάνοντα, ὡς τὸν κατορθοῦντα χρὴ μετριάζειν. Ταπεινοφροσύνη ἐστὶ τὸ ὑψηλὸν ὄντα ἀπὸ κατορθωμάτων ταπεινοῦν αὐτὸν ἀπὸ διανοίας. Μηδεὶς ἄπονον οιέσθω καὶ μετὰ ραστώνης εκπο ριζόμενον τὸ τῆς ταπεινοφροσύνης κατόρθωμα. Εμπέφυκε γὰρ τὸ κατὰ τὴν ἔπαρσιν πάθος παντὶ σχεδ δὸν τῷ κοινοῦντι τῆς ἀνθρωπίνης φύσεως. Διὸ πάνω των τῶν κατ' ἀρετὴν ἐπιτηδευομένων τοῦτό ἐστιν ἐπιπονώτερον.

Part II, Oration LXXIVPars II, Sermo LXXIV

col. 1179–1180page 208 of 240
PG 136:1179Τα πεινοφροσύνη dicitur quod φρονήματος. id Ατιμία οὐχ άπτεται τῷ ἑαυτὸν ταπεινοφροσύνην παιδαγωγήσαντι. Ταπεινοφροσύνη ἐστὶ τὸ ταπεινοφρονεῖν, τὸ ἑτέρου ὀνειδίζοντος φέρειν, τὸ ἐπιγνώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κατηγορίας. Ταπεινοφροσύνη διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις. Ταπεινόφρων ἐκεῖνος ἐστιν, ὁ ὑψηλὰ δυνάμενος φρονεῖν, ταπεινοφρονῶν· οἷον, ἐὰν μὲν ὁ βασιλεὺς ὑποταγῇ τῷ ὑπάρχω, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ἐὰν δὲ ὁ ὑπαρχος τῷ βασιλεῖ, οὐκ ἔστι ταπεινόφρων. Οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐπα πείνωσεν ἑαυτόν. Τοσοῦτόν τις μάλλον ὀφείλει ταπεινοφρονεῖν, ὅσον δοκεῖ μᾶλλον εἶναι. Καλόν γὰρ ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα, Μακάριος ὁ τὸν βίον ὑψηλὸν ἔχων, ταπεινὸν δὲ τὸ φρόνημα. Αρρηκτον ὅπλον ή ταπεινοφροσύνη τῇ ψυχῇ. . Νόμῳ καὶ ἄρχοντι καὶ τῷ σοφωτέρω είκειν, και σμιον. Συναναστρέφου τοῖς ἔχουσι ταπείνωσιν, καὶ μαθήσ σει τους τρόπους αὐτῶν. Εἰ γὰρ ἡ θεωρία των εἰρημένων ὠφέλιμος, πόσω μάλλον ή διδασκαλία τοῦ στόματος αὐτῶν! Τον καρτερίας καὶ φρονήσεως καὶ δικαιοσύνης εραστὴν οἴησιν χρὴ καὶ τὸ μεγάλαυχον καθαιρείν. Τοῦ γὰρ ἐπιτηδεύειν ἀνήθως ἀρετὴν δείγμα οὐ με κρὸν ἄσκησις ἀτυφίας. Εἰ δόξαις καὶ ἀρχαῖς μέγα φυσώσαις ἐφτεσαι, καθάπερ νηὸς ἀγαθὸς κυβερνήτης, τὴν πολλὴν τῶν Ιστίων χύσιν στείλον, ἵνα μὴ λάθης ἐκτραχηλι ΛΟΓΟΣ ΟΔ'. Περὶ ὑπερηφάνων καὶ σοβαρῶν καὶ αλαζόνων καὶ κενοδόξων. Πάντα ὑβριστην ταπείνωσον, ὑπερήφανον δὲ σβές σον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα· τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον. και Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζε Οφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέρδρους τοῦ Λιβάνου. Σὺ ἐταπείνωσας, ὡς τραυματίαν, ὑπερήφανον. Υπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ακάθαρτος παρά Κυρίῳ πᾶς υψηλοπάρδιος. θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεί Απολέσω ύβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς, καὶ ἐὰν ἀνὰ μέσον
col. 1181–1182page 209 of 240
PG 136:1181τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέ- Α γει Κύριος. Ηφανίσθησαν καὶ πετεινὰ, ὅτι εἶπαν, Οὐκ ὄψεται Κύριος ὁδοὺς ἡμῶν. Πάντας τοὺς πορευομένους ἐν ὑπερηφανία ταπεινώσει Κύριος. Τότε ἐροῦσι πρὸς ἑαυτούς· Τί ὠφέλησεν ἡμῖν ἡ ὑπερηφανία; καὶ τί ὁ πλοῦτος μετά αλαζονείας συμβέβληται ἡμῖν; Παρῆλθε πάντα ως σκιά. Μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσης καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψῃ Κύριος τα κρυπτά σου, καὶ ἐν μέσῳ ἐκκλησίας καταβάλει σε Μισητή έναντι Κυρίου καὶ ἀνθρώπων ή κενοδοξία. Εἰσιν οἱ πλουτίζοντες εαυτούς, μηδὲν ἔχοντες. Κρείσσον ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ ὁ τιμὴν ἑαυτῷ περιθεὶς, καὶ προσδεόμενος ἄρτου. Τί ὑπερηφανεύει, γῆ καὶ σποδός ; Αρχή υπερηφανίας ἁμαρτία· καὶ ὁ κρατῶν αὐτ τῆς ἐξομβρήσει βδέλυγμα. Ο απτόμενος πίσσης μολυνθήσεται · καὶ ὁ κοινων νῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ. Βδέλυγμα υπερηφάνοις ταπείνωσις. Μὴ ὑπερηφανεύου ενώπιον βασιλέως. Ἐξέλιπεν ἄνομος, ἀπώλετο ὑπερήφανος, πεσοῦνται οι υψηλοί μαχαίρα. Δόξαν παρ' ἀλλήλων λαμβάνοντες, τὴν δόξαν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται Τὸ ἀνθρώποις ὑψηλὸν, βδέλυγμα ενώπιον τοῦ Θεοῦ. Μή υψηλοφρένει, ἀλλὰ φοβοῦ, Μη γενώμεθα κενόδοξη, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Οὐ τα βήματα πέφυκε τις λύπας κινεῖν, ἀλλ᾽ ἡ καὶ τοῦ λοιδορήσαντος ἡμᾶς ὑπεροψία, καὶ ἡ ἑκά στου περὶ αὐτῶν φαντασία. Τῷ ὄντι θεραπευόμενα τὰ ὑπερήφανα ήθη καυ τῶν ὑπεροπτικώτερα πέφυκε γίνεσθαι. Ομοίως ἐστὶ χαλεπὸν ἐν τε δυσκολίαις πραγμάτ των ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς ὑπερηφανίαις μὴ ἐπαρθῆναι. Κενόδοξος ἐστιν ὁ ψιλῆς ἕνεκεν τῆς ἐν τῷ κόσμῳ D δόξης, της παρὰ τῶν ὁρώντων ἢ ἀκουόντων, ποιῶν τι ή λέγων. Μη επαρθῇς μέγα, ἵνα μὴ μέτζον κατενεχθῇς. Μέγα τοῖς ἀνθρώποις ή πενή δόξα πρὸς ἀρετὴν ἐμπόδιον. Ῥᾷστον ἑαυτὸν ἀπατῶν, καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενής δόξης φυσώμενον. Τὸ οἴεσθαι τοῦ εἶναι τὸ πλεῖστον ἀφαιρεῖται: Μὴ φρόνει τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ τῶν ἀγαθῶν ἡττώμενος. Υβρις μικρὸν κρατοῦντα φυσᾶσθαι μέγα. Τί τοῦ τύφου καὶ τῆς ἀπονοίας αἰσχρότερον ;
col. 1183–1184page 210 of 240
PG 136:1183Α Εἰκότως εἴρηται παρὰ τῶν παλαιῶν κενοδοξία. Διάκενος γάρ ἐστιν ἔνδον, οὐδὲν ἔχουσά τι χρήσιμον. Ἡ εὐγένεια καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου τὸ συγγενὲς πρὸς τὴν πλίνθον ἔχει. Ὁ ἀπηνὴς καὶ σοβαρὸς ἀπροσπέλαστός ἐστι τοῖς ἐγγίζουσι, καὶ δυσμενὴς ἑαυτῷ. Ἐὰν ὑφέλης τοῦ τύφου τὸ ἦθος, καιρὸν οὐχ ἔξει τὸ κατὰ θυμὸν ἐγγενέσθαι πάθος. Μετέωρος ἐστιν ἀεί πως τῶν ἀλαζόνων ὁ νοῦς, καὶ πρὸς τὰ ἄνω φέρεται, συζῆσαι χθαμαλωτέροις οὐκ ἀνεχόμενος, καὶ τὸ μέτριον καὶ ταπεινὸν ἀτιμάτ των φρόνημα. Εὐφημίας τῆς ἀνωτάτης ἄξιος ὁ τὸν ἀλαζόνα μισῶν, ήγουν αὐτὸ τὸ χρῆμα τὴν ἀλαζονείαν, τὴ πάντων αίσχιστον τῶν κακῶν, καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις στυγηρὸν καὶ ἀπόβλητον. Τίς γὰρ τὸν υπερόπτην οὐχ ἡγεῖται φορτικόν ; τίς τὸ ὑπέρογκον οὐ παραιτείται φρόνημα ; τοῖς μέγα φυτῶσιν εἰς οὐκ ἐπιτιμᾶ ; Δεὶ γάρ πώς ἐστιν ὁ ἀλαζὼν θρασύς, καὶ ἀτίθασσος, δύσαργός τε καὶ ἀκατεύναστος. Τῷ ὑψουμένῳ καὶ μεγαλυνομένῳ παραπέπηγεν ἀγχίστροφος ἡ πρὸς τὸ ταπεινὸν μεταβολὴ καὶ πτώ σις, ὡς ὁ θεῖος διδάσκει λόγος. Φασί τινες, ὅτι ὕστατον ἀποδύσεται τὸν τῆς κενο δοξίας χιτῶνα ὁ σοφός. Καὶ γὰρ τῶν ἄλλων παθῶν περικρατήσει· ἀλλὰ τῆς δόξης καὶ τοῦ παρὰ ταῖς πολλοῖς ἐπαίνου πέφυκεν ἡττᾶσθαι. Τῶν πολιτικῶν ἐὰν τὰς ὅλας ἀφέλῃς, κενὸν τάφον εὑρήσεις, νοῦν οὐκ ἔχοντα. Τις τιμῆς ἡ ἀρχῆς καταπεφρόνηκε ; Σχεδόν των ἔτι πεφυρμένων ἐν κεναῖς δόξαις οὐδεὶς τὸ παράπάν. Δεινόν έστι μέγα φρονείν μικρά πράττοντα. Ἐν παντὶ τὸ οἴεσθαι τῷ εἶναι ἐμποδίζει. Δικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος. Λάκκος άνυδρος φιλόδοξος ψυχή. Υπερήφανος ψυχή πανδοχείον λῃστῶν. Νηστεύων κενοδοξῶ, καταλύω ἵνα μὴ γνωσθῶ, ὡς φρόνιμος πάλιν κενοδοξῶ. Λαμπρά περιβεβλημένος ἡττῶμαι ταύτην, καὶ εὐτελῆ ἐξαλλάσσων πάλιν κενοδοξῶ· λαλῶν ἡττῶμαι, καὶ σιωπήσας πάλιν ήτ τήθην. ὡς ἂν ρίψης τὴν τρίβολον ταύτην, ὀρθὸν τὸ κέντρον ίσταται. Χαλεπὸν διαφυγεῖν τὸν τῆς κενοδοξίας δαίμονα. “Ο γὰρ ποιήσει τις καθαιρήσειν αὐτὴν, τοῦτο ἀρχὴ κενοδοξίας ἑτέρας γενήσεται. Βδελύττεται ήλιον κλέπτης, υπερήφανος δὲ πραεῖς ἐξουθενεῖ. Αμεινον ἡ μετὰ λόγου οινοποσία τῆς μετὰ τύφου υδροποσίας.

Part II, Oration LXXVPars II, Sermo LXXV

col. 1185–1186page 211 of 240
PG 136:1185Δεῖ τῶν νέων ἐκπνευματοῦν τὸ οἴημα, καὶ τὸν τῷ · Α φον, ὡς τῶν ἀσκῶν τὸν ἀέρα τοὺς ἐκχέειν τι βου λομένους χρήσιμον· εἰ δὲ μή, γέμοντες όγκου καὶ φυσήματος, οὐ προσδέχονται. Τοὺς μὲν ἀσκοὺς τὸ πνεῦμα διίστησι, τους δε ἀνοήτους ἀνθρώπους τὸ οἴημα. Ο τύφος, ὥσπερ ποιμήν, οὗ θέλει τοὺς πολλοὺς ἄγει. Αλέξανδρος νοσήσας μακρὰν νόσον, ὡς ἀνέγξω σεν, οὐδὲν ἔφη διατεθῆναι χείρον· υπέμνησε γὰρ ἡμᾶς ἡ νόσος μὴ μέγα φρονεῖν θνητούς ὄντας. Ἐὰν ἴδῃς πονηρὸν εἰς ὕψος αιρόμενον, Λαμπρῷ τε πλούτῳ καὶ τύχῃ γαυρούμενον, Οφρύν τε μεῖζον τῆς τύχης επαίροντα· Τούτου τάχιον μεταβολὴν προσδόκα, Επαίρεται γὰρ μείζον, ἵνα καὶ μείζον πέσῃ. Ο τρισάθλιοι, πάντες οἱ φυσῶντες ἑαυτοῖς με γάλα 1 Αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν. Αριστοτέλης θεασάμενος νεανίσκον κατωφρυωμέν νον, μηδὲν δὲ ἐπιστάμενον, Νεανίσκε, έφη, οἷός μοι δοκεῖς αὐτὸς εἶναι, ἐγὼ γενοίμην· οἷος δὲ τῇ ἀληθείς ὑπάρχεις, τοιοῦτοι μοι οἱ ἐχθροὶ γένοιντο. ῾Ο αὐτὸς κατανοήσας μειράκιον ἐπὶ πολυτελεία τῆς χλαμύδος σεμνυνόμενον, Οὐ παύσει, ἔφη, μειράκιον, ἐπὶ προβάτου δορᾷ σεμνυνόμενος ; ΛΟΓΟΣ ΟΕ'. Ο φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Οὐχ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνος ἐστι δόκιμος, ἀλλ᾽ ἂν ὁ Κύριος συνίστησιν. Οἱ πάντες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ. Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος· κατευθύνει δὲ καρδίας Κύριος. Εγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότρια, καὶ μὴ τὰ σὰ χείλη. Πάντες μὲν εὐσεβεῖς ἐξ ἑνὸς τοῦ καταγινώσκειν ἀλλήλων ἀσέβειαν ἢ τῶν μὲν ἰδίων πράοι κριταί, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταί. Συνῶμεν ἀλλήλοις πνευματικῶς, γενώμεθα φιλάΟ μὴ καταδεχόμενο; τὴν παρὰ τοῦ ἀδελφοῦ θεραπείαν προσαγομένην αὐτῷ ἀσύμφωνος ἐστι καὶ αὐτὰς ἑαυτῷ. Οὐδεὶς φίλος, οὐδεὶς ἀδελφός· τὰ ἑαυτῶν σκοποῦμεν ἕκαστος, διὰ τοῦτο καὶ τὰ ἑαυτῶν κολοβοῦμεν· καὶ ἀσθενεῖς, καὶ εὐκαταγών στοι καὶ ἀνθρώποις καὶ διαβόλῳ ἐσμὲν ἐκ τοῦ μὴ συνασπίζειν ἀλλήλοις. Καὶ γὰρ ἐν πολέμῳ καὶ παρατάξει ὁ πρὸς τοῦτο μόνον ὁρῶν στρατιώτης, όπως ἑαυτὸν διασώσῃ φυγών, καὶ τοὺς ἄλλους μεθ' ἑαυτοῦ προσο απόλλυσιν· ὥσπερ οὖν ὁ γενναῖος, καὶ ὑπὲρ τῶν ἄλλων τὰ ὅπλα τιθέμενος, μετὰ τῶν ἄλλων καὶ ἑαυτὸν διασώζει.

Part II, Oration LXXVIPars II, Sermo LXXVI

col. 1187–1188page 212 of 240
PG 136:1187Οἱ ἑαυτῶν μόνον ἔνεκα πάντα πράττοντες φιλαν τίας μέγιστον κακὸν ἐπιτηδεύουσιν. Φιλαυτία ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. Εξ αὐτῆς δὲ τίκτεται ὁ τῆς γαστριμαργίας λογισμός καὶ ὁ τῆς κενοδοξίας· ἐκ δὲ τούτων τίκτεται ἅπας ὁ τῶν κακῶν κατάλογος. Οταν καταγελάσωμέν τινων, ἐπιστρέφειν ἐφ' ἐμυ τοῖς καὶ σκοπεῖν δεῖ μὴ καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐσμεν ἔνοχοι. Πολλὰ γὰρ τὸ φίλαυτον ἐπικρύπτει καὶ περι βάλλει, παρὰ τῶν μᾶλλον καταγελώντων. Δεινὸν δ' ὅταν τις μὴ φρονῶν δοκῇ φρονείν. Αγαθοὶ δὲ τὸ κακόν ἐσμεν ἐφ' ἑτέρων ἐδεῖν· αὐτοὶ δ' ὅταν ποιῶμεν, οὐ γινώσκομεν. & Οὐδεὶς ἐπ' αὐτοῦ τὸ κακὸν συνορα, Πάμφιλε· ἑτέρου δ' ἀσχημονοῦντος σαφῶς ἔψεται. Διογένης ἐρωτηθεὶς τί χαλεπώτατον, Το γινώσκειν ἑαυτόν, ἔφη. Πολλὰ γὰρ ὑπὸ φιλαυτίας Έκαστον ἑαυτῷ προστιθέναι, Ὁ αὐτὸς τῶν ἀνθρώπων ἐνίους ἔφη τὰ δέοντα λέγοντας, ἑαυτῶν οὐκ ἀκούειν, ὥσπερ καὶ τὰς λύρα; καλὸν φθεγγομένας οὐκ αἰσθανέσθαι. ΛΟΓΟΣ ΟΦ. Περί πολυπραγμοσύνης καὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ. Ἰακὼς ἦν άνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. Ενδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου. Ησυχάσεις, καὶ οὐκ ἔσται ὁ πολεμῶν σου Καταγελῶν πολυοχλίαν πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων. Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ είμι Θεός. Καταμόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω. Ανὴρ φρόνιμος ἡσυχίαν άγει. Ισχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ έρευνα. "Α προσετάγη σοι, ταῦτα διανοοῦ. Τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. ᾿Αγαθοὶ ἡσυχάζουσι διαπαντός. Ο συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ότι καιρός πανηρός ἐστιν. Ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντα μου τοὺς λόγους; Εὐφρανθήσονται οἱ ἡσυχάζοντες ἐν τῇ γῇ. Μὴ ἐκπορεύησθε εἰς τὸν ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μή βαδίζητε, ότι ρομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν. ᾿Αγαθός Κύριος τοῖς ὑπομένουσιν αὐτόν· ψυχῇ ἡ ζητήσει αὐτὸν, ἀγαθὸν, καὶ ἡσυχάσει εἰς τὸ σωτή ριον Κυρίου. Αγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ. Καθήσεται καταμόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ. Δώσει τῷ παίοντι σταγόνα, χορτασθήσεται ὀνειδισμῶν, ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος. Αποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Μάρθα,
col. 1189–1190page 213 of 240
PG 136:1189Μάρθα, μεριμνᾶς καὶ τυρβάζῃ περὶ πολλά. Ενὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, περισσεύειν μάλ λον, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ίδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Ράδιον ἑκάστῳ ἡμῶν πολυπραγμονεῖν τὰ ἀλλὰ τρια, ἢ τὰ οἰκεῖα ἑαυτοῦ διασκέπτεσθαι. Πολλοὶ μὲν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὲν οὐκ ἐμβλέπουσιν. "Ωσπερ γὰρ τὰ θηρία εὐκαταγώνιστά έστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι, καὶ ὄργαὶ, καὶ φόβοι, καὶ λύπας, τὰ ιοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας, καὶ μὴ ἐξαγριούμενα τῷ συνεχεί ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. Τὸ ἀπεσχισμένον καὶ ἰδιάζον του κοινωνικοῦ καὶ ἡνωμένου τοῖς πολλοῖς προτιμότερον. Συντελεῖ πρὸς τὸ ἀμέριστον τῆς ψυχῆς τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν. Τὸ γὰρ ἀναμεμιγμένην ἔχειν τὴν ζωὴν τοῖς ἀφρόνως καὶ καταφρονητικῶς πρὸς τὴν ἀκριβῆ τήρησιν τῶν ἐντολῶν διακειμένοις βλαβερόνο Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων και συμμετρίας περισχοπαύντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάσει μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε βήμασιν ευτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, 8 μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκεν. Νοῦς μὲν γὰρ μὴ σπεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδέ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπανεῖσι μὲν πρὸς ἑαυτὸν, δι᾿ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κακείνῳ τῷ κάλλει περιλαμπόμενος ως καὶ ἐλλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει, μήτε προς τροφῆς φρον τίδα, μήτε πρὸς περιβολαίων μέριμναν, τὴν ψυχὴν καθελκόμενο;· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι, πῶς κατα ορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ δικαιοσύνη, καὶ ἡ φρόνησε;, καὶ αἱ λοιπαὶ ἀρεται. Χρή τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρόν τι συνάγειν τὸν νοῦν ἀπὸ τῶν πλανώντων. Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐδ᾽ ἵνα θρη νήσωμεν, ἀλλ᾽ ἵνα ἀνειδίσωμεν, οὐδ᾽ ἵνα θεραπεύσωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον τραύματα. Ἡ ἀπράγμων ἡσυχία τῆς ἐν πράγμασι περιφανείας τιμιωτέρα. Βίος ἡσύχιος χρημάτων πολλῶν περιφανέστερος, Επίπονος τοῖς νεωστὶ ἀποτασσομένοις ἡ ἡσυχία. Τότε γὰρ καιρὸν λαβοῦσα ἡ μνήμη, πᾶσαν ἀνακινεῖ -ὴν ἐγκειμένην ἀκαθαρσίαν, οὐ σχολάζουσα πρότερον

Part II, Oration LXXVIIPars II, Sermo LXXVII

col. 1191–1192page 214 of 240
PG 136:1191. Α τοῦτο ποιεῖν, διὰ τὸ πλῆθος τῶν περισπώντων πραγΗ μάτων. Ο σοφός ἠρεμίαν καὶ ἀπραγμοσύνην διώκει, ἵνα τῶν θείων ἐν εὐκαιρίᾳ ἐπιτύχῃ. Σοφός μέτοικος καὶ μετανάστης ἐστὶν ἐκ τοῦ πεφυρμένου βίου πρὸς τὴν μπο καρίαν καὶ εἰρηναίοις πρέπουσαν ζωήν. Εστι μὲν ὑπαρκτόν πράγμα σοφίας· ἔστι δὲ καὶ ὁ ἐραστὴς αὐτῆς σοφός. Υπάρχον δὲ ὅμως, ἡμᾶς τοὺς φαύλου; διελήλυθεν· ἀγαθὸν γὰρ οὐκ ἐθέλει κακοῖς συνέρχεσθαι. Σωκράτης ερωτηθεὶς τίνες αταράχως ζῶσιν, Οι μηδὲν ἑαυτοῖς, εἶπεν, ἄτοπον συνειδότες. Αρίστιππος, λέγοντος αὐτῷ τινος, Διὰ σὲ ἀπόλα λεν ὁ ἀγρὸς, Οὐκοῦν, ἔφη, κάλλιον δι᾿ ἐμὲ τὸν ἀγρὸν ἢ διὰ τὸν ἀγρὸν ἐμέ ; Δημοσθένης, λέγοντος αὐτῷ τινος, ὅτι τοῦ ἀγροῦ αμελεῖς, ἑαυτῷ δὲ σχολάζεις, Τούτων γάρ, ἔφη, ἐπιμελοῦμαι, δι' ὧν καὶ τὸν ἀγρὸν ἐκτησάμην. Θάλην εἰς τὸν οὐρανὸν ὁρῶντα καὶ ἐμπεσόντα εἰς βάραθρον θεράπαινα θεωροῦσα, δίκαια παθεῖν ἔφη, δς τὰ παρὰ ποσὶν ἀγνοῶν, τὰ ἐν οὐρανῷ ἐσκόπει. Υγιαίνων νοσεί πᾶς περίεργος, ὁ τὰ ἀλλότρια πολυπραγμονῶν. *Αλλων ἐξεταζόντων εἰ ὁ κόσμος ἔμψυχος, καὶ αὖθις εἰ σφαιροειδής, Ὑμεῖς, εἶπε Δημώναξ, περὶ μὲν τοῦ κόσμου πολυπραγμονείτε! περὶ δὲ τῆς ἑαυτῶν ἀκοσμίας οὐ φροντίζετε. ΛΟΓΟΣ ΟΖ'. Περὶ συνοχής πραγμάτων καὶ περισπασμού. Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Εμίσησα ἐγὼ σύμπαντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον· ὅτι ἀφίημι αὐτὸν ἀνθρώπῳ τῷ μετ' ἐμέ· καὶ εἰς εἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων ; Τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου. Ἐὰν γὰρ πληθύνῃς, οὐκ ἀθῶος ἔσῃ. Διώχων έργο λάβειαν ἐμπεσεῖται εἰς κρίσεις. Καρδία πονηρά βαρυνθήσεται πόνοις. Ανθρωπός τις εποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλοὺς; καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ώρα τοῦ δείπνου, εἰπεῖν τοῖς κεκλημένοις ἔρχεσθαι, ὅτι Ετοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες· ὁ πρῶτος εἶπεν αὐτῷ, ἀγρὸν ἠγά ρασα· καὶ τὰ λοιπά. Λέγω ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων γεύσεταί μου τοῦ δείπνου. Οἱ πάντες τὰ ἑαυτῶν μεριμνῶσιν, οὗ τὰ τοῦ Χριστοῦ. Ἐν τοῖς ἕλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσι, περιγενέσθαι τῆς ἐπιπόνου μελέτης τῶν τοῦ Θεοῦ ἀμήχανον. Ούτε κατόπτρῳ ῥυπώνει δυνατὸν τῶν εἰκόνων.

Part II, Oration LXXVIIIPars II, Sermo LXXVIII

col. 1193–1194page 215 of 240
PG 136:1193δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχῇ ταῖς βιωτικαῖς & προσκλωμένῃ μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένῃ πάθεσι, δυνατὸν ὑποδέξασθαι τὰς τοῦ ἁγίου Πνεύματος ἐλλάμψεις. Ὥσπερ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια φερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνά μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε· οὕτω καὶ νοῦν ἀνθρώπων ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐνατενίσαι τῇ ἀληθείᾳ. Οἱ σφόδρα ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκος, εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Ψυχὴ οὖν μὴ τῶν κοσμικῶν ἀπαλλαγεῖσα φρον τίδων, οὔτε τὸν Θεὸν ἀγαπήσει γνησίως, οὔτε τὸν διάβολον βδελύξεται ἀξίως. Κάλυμμα γὰρ ἅπαξ ἔχει φορτικὸν τὴν μέριμναν τοῦ βίου. Ἐν θορυβουμένῳ καὶ ἀγωνίας ἔχοντι νῷ οὔτε ἔννοιά τις τῶν καλῶν, οὔτε Θεοῦ χάρις ἐγγίνεται. Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον· ἀσεβοῦς δὲ τὸ φροντίσι κατατρίβεσθαι. Πέφυκεν ὁ ἄφρων, ἀεὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος, ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενής είναι. Άνθρωπος πολυμέριμνος προς καὶ ἡσύχιος γενέσθαι οὐ δύναται, διότι αἱ ἀναγκαῖαι αἰτίαι τῶν πραγμάτων, ἐν οἷς ταλαιπωρεῖ, ἀναγκάζουσιν αὐτὸν κινεῖσθαι ἐν αὐταῖς ἄκοντα καὶ μὴ βουλόμενον, καὶ διασκορπίζουσι τὴν γαλήνην αὐτοῦ καὶ ἡσυχίαν. Χωρὶς ἀμεριμνίας φῶς ἐν τῇ ψυχῇ σου μὴ ζητήσης. Ο φαῦλος πόλιν τε καὶ τὸν κατά πόλιν ὄχλον τε καὶ φυρμὸν ἀνθρώπων ὁμοῦ καὶ πραγμάτων μεταδιώκει. Φιλοπραγμοσύναι γὰρ, καὶ πλεονεξίαι, δημοκοπίαι τε καὶ δημαρχίαι, τῷ τοιούτῳ τιμαί· τὸ δὲ ἡσυχάζειν ἀτιμότατον. Δυσεύρετον, ἢ καὶ παντελῶς ἀνεύρετον, ἐν πεφυρμένῳ βίῳ τὸ καλόν. ΛΟΓΟΣ ΟΗ'. Περὶ παῤῥησίας καὶ τοῦ ἐλέγχειν. Οὐδεὶς ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸ [αι. αὐτὸς] ἐν παῤῥησίᾳ εἶναι: Ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ἅπερ απο τοῦμεν λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὴ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Μηδείς σου τῆς νεότητος καταφρονείτω· ἔλεγχε αὐτοὺς ἀποτόμως. Εξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης. Μὴ ἐκκαίης ἄνθρακας, ἁμαρτωλοὺς ἐλέγχων, μὴ ἐμπυρισθῇς φλογί πυρὸς ἁμαρτιῶν αὐτῶν. ῾Ο ἐφησυχάζων, καὶ μὴ ἐλέγχων τὴν ἁμαρτίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ἀσπλαγχνός ἐστιν· ὥσπερ ὁ τὸν μὲν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ τοῦ ἰοβόλου,

Part II, Oration LXXIXPars II, Sermo LXXIX

col. 1195–1196page 216 of 240
PG 136:1195Μὴ βαρὺς ἐν ἐπιτιμήσει γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων· αὔθαδες γὰρ τὸ τοιοῦτον· μηδὲ ἐπὶ μικροῖς καταδικάζων, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων, τοὺς ἐν παραπτώματα προσλαμβανόμενος, καὶ πνευματικῶς καταρτίζων αὐτούς, ὡς ὁ ᾿Απόστολος παραινεί, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Έοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντας, ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἑπταικότος γενέσθαι. Εὐχταιότερόν ἐστιν, ἐπίπληξιν σοφοῦ ἑνὸς δέξα σθαι, ἢ ὅλου χοροῦ ἀνθρώπων φαύλων οδόντων γενέσθαι ἀκροατήν. Τὸ μὲν ἁπλῶς παρρησιάζεσθαι καὶ τοῦ τυχόντος πολλάκις ἐστί· τὸ δὲ εἰς τὸ δέον, καὶ καιρῷ τῷ προσήκοντι, καὶ μετὰ τῆς ἁρμοττούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Έννομος ζωὴ παρρησίας δημιουργός. Μεγίστη παρρησία τὸ μὴ νομίζειν ἔχειν παῤῥησίαν· ὥσπερ οὖν αἰσχύνη μεγίστη, τὸ δικαιοῦν ξαν τὸν ἐνώπιον Κυρίου· καὶ μάρτυς τῶν λεγομένων ὁ Φαρισαῖος καὶ ὁ Τελώνης. Οὐδὲν οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συν ειδὸς τῶν κατορθωμάτων, καὶ ψυχή μετά παῤῥησίας ζῶσα. Δίδου παρρησίαν τοῖς εὖ φρονοῦσιν, ἵνα περὶ ὧν ἀμφιγνοεῖς, ἔχῃς τους συνδοκιμάσοντας. Κρείσσον τὰ οἰκεία ελέγχειν αμαρτήματα ἢ τὰ ἀλλότρια. Φήσαντος αὐτῷ τινος, Λίαν μοι ἐπισκώπτεις, ἔφη· Καὶ γὰρ τοῖς σπληνικοῖς τὰ μὲν δριμέα καὶ πικρά ὠφέλιμα, τὰ δὲ γλυκέα βλαβερά. Ούτε μάχαιραν ἀμβλείαν, ούτε παρρησίαν άτακτον ἔχειν δεῖ. Τῆς παῤῥησίας, ὥσπερ ὥρας, ἐν καιρῷ ἡ χάρις Περὶ εὐγενείας και δυσγενείας: Τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγενημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. Οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα θεοῦ, Β ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Τέκνα ἐν ἀγαθῇ ζωῇ τὴν ἀναστροφὴν ἔχοντα τῶν ἰδίων γεννητόρων κρύψουσι δυσμένειαν. Οὐκ ἔχομεν πατέρας λέγειν καὶ προγόνους περιφανεῖς. Ο γὰρ τῆς ἀληθείας νόμος ίδια ἑκάστου ἀπαιτεῖ τὰ ἐγκώμια. Κακός δ' ἀκούων αἰσχύνου, μὴ δυσγενής. Ἡ εὐγένεια καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου τὸ συγγενὲς πρὸς τὴν πλίνθον ἔχειν. • Οὐδὲν ἡ εὐγένεια πρὸς τὰ χρήματα Τὸν γὰρ κάκιστον πλοῦτος εἰς πρώτους ἄγει.

Part II, Oration LXXXPars II, Sermo LXXX

col. 1197–1198page 217 of 240
PG 136:1197Ὅταν δὲ κρηπίς μὴ καταβληθῇ γένους Ορθῶς, ἀνάγκη δυστυχείν τοὺς ἐκγόνους. Φεῦ φεῦ, παλαιός αἶνος οὐ καλῶς ἔχει· Οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός. Ευγενείς εἶναι νόμιζε μὴ τοὺς ἐκ τῶν καλῶν καὶ ἀγαθῶν γεγεννημένους, ἀλλὰ τοὺς καλὰ καὶ ἀγαθὰ προαιρουμένους. Ἐπὶ προγόνων εὐγενείᾳ μηδεὶς ἐγκαυχάσθω · πηλὸν γὰρ ἔχουσι πάντες τοῦ γένους προπάτορα, καὶ οἱ ἐν πορφύρᾳ καὶ βύσσῳ τρεφόμενοι, καὶ οἱ ἐν πενίᾳ ἀδύσσῳ δαπανώμενοι. Πολλοῖσι θνητῶν ἡ μὲν ὄψις εὐγενής, Ὁ νοῦς δ' ἐν αὐτῇ δυσγενής εὑρίσκεται. Τις γὰρ κατόπτρῳ καὶ τυφλῷ κοινωνία; Σώστρατος ὁ αὐλητής, ονειδιζόμενος υπό τινος ἐπὶ τῷ γονέων ἀσήμων εἶναι, εἶπεν· Καὶ μὴν διὰ τοῦτο μᾶλλον ὤφειλον θαυμάζεσθαι, ὅτι ἀπ' ἐμοῦ τὸ γένος ἄρχεται. Σεμνύνεσθαι μὲν ὥσπερ ἄλλῳ τινὶ τῶν καλῶν ἐπ' εὐγενείᾳ οὐκ ἀπεικός ἐστιν· ἐγὼ δὲ μίαν ἀρε τὴν οἶδα, τὰ δ᾽ ἄλλα πάντα τύχην. Καὶ γένοιτ' ἂν ὁ μὲν ἐκ φαύλων ἀγαθὸς καὶ βασιλέων καὶ πάντων εὐγενέστατος, ὁ δὲ ἐξ ἀγαθῶν φαῦλος, αὐτὸς αὐτοῦ καὶ τῶν ταπεινοτάτων δυσμενέστατος. Ωστε ψυχῆς ἔπαινον αὔχει, μὴ προγόνων τεθνηκυίαν εἰς ἀδοξη τέρους εὐγένειαν. ῾Ο ἐξ ἀρετῆς γεννηθείς, ἐκεῖνος εὐγενὴς εἰκονίζεται. Περὶ συνηθείας καὶ ἔθους. Χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος διε φυλάχθη. Οὐδὲν οὕτως ἐπιθυμητόν, ὡς μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι. "Ων δὲ σπανία ἡ κτῆσις, περισπούδαστος ἡ ἀπόλαυσις. Παλαιωθὲν γὰρ τραῦμα ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα, δυσίατός ἐστιν, ἢ καὶ παντελῶς ἀνίατος, ὡς τὰ πολλὰ τῆς ἕξεως εἰς φύσιν μεθισταμένης. Εθους χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ διαφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτοῦ καὶ ἡμοζύγου τελευτήσαντος. Ῥᾷον γὰρ ἀπ' ἀρχῆς μὴ ἐνδοῦναι κακίᾳ, καὶ προϊούσαν διαφυγεῖν, ἢ προβαίνουσαν ἀνακέψαι, καὶ φανῆναι ταύτης ανώτερος. Δικτύῳ κομίζειν ὕδωρ, καὶ πλίνθον πλύνειν εὐπετέστερον, ἡ κακίαν φυτευθείσαν χρόνῳ πολλῷ ἐν ἀνθρώπου ψυχῇ ἐξελεῖν. Οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς. Τινὲς τῶν ἔξωθεν δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν · Δεινὸν ἡ συνήθεια κατασχεῖν πρὸς ἑαυτὴν, καὶ μὴ συγχωρῆσαι πάλιν διαναστῆναι ἐπὶ τὴν πρώτην ἕξιν τῆς ἀρετῆς.

Part II, Oration LXXXI - LXXXIIIPars II, Sermo LXXXI - LXXXIII

col. 1199–1200page 218 of 240
PG 136:1199• Εγχρονίζον ἦθος φύσεως κραταιότερόν ἐστιν· καὶ μικρὰ μὴ κωλυόμενα αμαρτήματα φύεται καὶ ἐπι δίδοται πρὸς μέγεθος συναυξάνοντα. Μηδαμῶς τὴν φύσιν αιτιώμεθα· πάντα γὰρ βίον ἡδὺν ἡ ἀηδῆ ἡ συνήθεια ποιεί. Πάθος γὰρ ἅπαν, τὸ μὲν ὀξέως γινωσκόμενον εὐβοήθητον, τὸ δὲ χρόνῳ παραπεμπόμενον, ἐγγὺς ἀνίατον. Λαδομένη ἅπαξ ηδυπαθείας ή φύσις μόλις ἐθέλει πρὸς πόνους χωρείν. Οὐδὲν οὕτως ἡδὺ ἡ ἀηδὲς τῇ φύσει ὑφέστηκεν· πάντα δὲ τῇ συνηθεία γίνεται. Βίον αἱροῦ τὸν ἄριστον. Τοῦτον γὰρ ἡδὺν ἡ συνή θεια ποιήσει. Μακρὰν συνήθειαν ἐν βραχεῖ λύσαι χρόνῳ. Τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον. Εθος ἄρχεται μὲν ἀπὸ μικρῶν, ἀμελούμενον δὲ τὴν ἰσχὺν μείζονα λαμβάνει. ΛΟΓΟΣ ΠΑ΄. καὶ ὑπὸ παθῶν κρατούμενον, Αγαθοποιεῖτε καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολὺς, καὶ ἔσεσθε υἱοὶ Ὑψκαὶ πονηρούς. χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. ταπεινοφροσύνην, μακροθυμίαν, πραότητα. Τὸ κατ' εἰκόνα ἔχω ἐν τῷ λογικὸς εἶναι· τὸ δὲ καθ' τίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτερούμεν πά σχοντες. Τοιοῦτος ἴσθι τοῖς φίλοις καὶ τοῖς πέλας, Οἷους σεαυτῷ τούσδε τυγχάνειν θέλεις.

Part II, Oration LXXXIVPars II, Sermo LXXXIV

col. 1201–1202page 219 of 240
PG 136:1201Οὐκ εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός Α ἐστι καὶ φιλάνθρωπος ὁ Θεός. Καὶ γὰρ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέρος εἰσίν· ἐπεὶ καὶ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας εξάγῃ τὸν κάμνοντα μόνον, οὐδ᾽ ὅταν εἰς βαλανεία καὶ κολυμβήθρας υδάτων, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμείναι, ὅταν τέμνῃ, ὅταν πικρά προσάγῃ φάρμακα, τότε καὶ ἰατρός ἐστιν ὁμοίως, καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυσι πλέον. Ο τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρεκτικός. Ιδιον παντὸς ἀγαθοῦ τὸ ὠφελεῖν. Οὐ τοσοῦτον ὁ λόγος, ὅσον χρηστὸς τρόπος πείθειν δύναται. Οἷσιν ὁ τρόπος ἐστὶν εὔτακτος, τουτέοισι καὶ βίος συντέτακται. Τέχνῃ μὲν γνωρίμους ἐκτησάμην Πολλούς, διὰ τὸν τρόπον δὲ τοὺς πλείστους φίλους. Θεμιστοκλῆς χωρίον πωλῶν ἐκέλευσε κηρύττειν, ὅτι καὶ γείτονα χρηστὸν ἔχει. Περὶ πραύτητος καὶ εὐλαβείας. Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. Ο άνθρωπος Μωσης πραΰς σφόδρα παρὰ πάντας ἀνθρώπους, τοὺς ὄντας ἐπὶ τῆς γῆς. Οδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Οἱ δὲ πραείς κληρονομήσουσι γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Αναλαμβάνων πραεῖς ὁ Κύριος, ὑψώσει πρεῖς ἐν · σωτηρία. Πραΰθυμος ἀνὴρ ταχὺς ἰατρός. Κρείσσον πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρείται σκύλα μετὰ ὕβρεως. Μακάριος, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν· ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσείται κακοῖς. Απόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν. ὺς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων. Λόγος μαλακός συγκλάει ὀστᾶ· πραΰς ἔστω μαχητὴς. Τέκνον, ἐν πραύτητι τὰ ἔργα σου διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεχτοῦ ἀγαπηθήση. Γίνου πρᾶος ἐν ἀποκρίσει λόγου, ἵνα συνήσῃς. Ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. Εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον. Τέκνον, ἐν πραύτητι την ψυχήν σου δίδαξον. Ρίζας ἐθνῶν καθεῖλεν ὁ Κύριος, καὶ ἐφύτευσε πραεῖς ἀντ᾽ αὐτῶν. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Αρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ο λόγος ὑμῶν πάντοτε ἐν χάριτι, αλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

Part II, Sermon LXXXVPars II, Sermo LXXXV

col. 1203–1204page 220 of 240
PG 136:1203Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν, υἱονεὶ κρηπὶς καὶ βάθρον ἐστὶ πρὸς τὴν τελείωσιν ἡ εὐλάβεια. Πολιὰ γερόντων πραΰτης. Νέος πραύς πολλὰ ὑπομένει. Οὐδεμία τῶν ἀρετῶν οὕτως πέφυκε τίκτειν σοφίαν, ὡς πραότης. Χρήζω πραότητος, ἐν ᾗ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου διάβολος. Καλοὺς ἀμείβου, τοὺς κακούς περιφρόνει ο ὓς ἂν καλοὺς καὶ τούσδε ποιήσης χρόνῳ. Τῶν πραέων [] χρηστότης καλή δόσις. Οὐδὲν ἐπιεικείας δυνατώτερον, καὶ τοῦτο δηλῶν τις ἔλεγεν, ὅτι λόγος μαλακός συγκλῇ ὀστᾶ· και και τ' ὀστοῦ σκληρότερον ; 'Αλλ' ὅμως κἂν οὕτω τις σκληρὸς ᾗ καὶ ἀκαμπής, ῥᾳδίως ὁ μετ᾿ ἐπιεικείας αὐτῷ χρώμενος διορθοί. Υποτύπωσιν τῆς ἀνωτάτω πασῶν πραΰτητος αὐτ τὸν ἐσχήκαμεν τὸν τῶν ὅλων Σωτήρα Χριστόν· οὗ δὴ κατόπιν ἰέναι σπουδάζοντας καὶ ἡμᾶς ἀλλήλους ἀνεξικακεῖν ἀναγκαῖον. Γέγραπται γὰρ περὶ αὐτοῦ, ὅτι λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Νέος πραΰς πολλὰ ὑποφέρει, ὀλιγόψυχον δὲ γέροντα τίς οποίσει; Εἶδον ὀργίλον γέροντα ἐπαιρόμενον ἐν θρόνῳ αὐτοῦ· ἐλπίδα μέντοι μᾶλλον ἔσχεν ὁ νέος αὐτοῦ. Φιλόσοφός τις, μοχθηρών ἔχων γυναῖκα, καὶ φλύαρον, καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ένε κεν τοιαύτην ἔχων ἀνέχεται, εἶπεν· Ωστε γυμνάσιου καὶ παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας. Ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησίν, ἐν ταύτῃ καθ᾿ ἑκάστην παιδευόμενος τὴν ἡμέραν. Τινὰς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὴν αὐτὸν λέγουσιν. ΛΟΓΟΣ ΠΕ. Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπους. Ἱππὼς ἦν ἀπλαστος, οἰκῶν οἰκίαν. Ο Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄνοικον. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητας, ὅτι ἐστὶν εγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. *Ος πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὅσον χρόνον ἔχονται ἄκακος τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται. Ο βλέπων λεῖα ἐλεηθήσεται· πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον. Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ. "Ακακος πιστεύει παντὶ λόγῳ. Χρηστοί έσονται οικήτορες γῆς· ἄκακοι δὲ ὑπου λειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι μήν. '

Part II, Sermon LXXXVIPars II, Sermo LXXXVI

col. 1205–1206page 221 of 240
PG 136:1205Καὶ ἦν Ἐφραὶμ ὡς περιστερὰ ἄνους, μὴ ἔχουσα Δ καρδίαν. Γίνεσθε φρόνιμοι ὡς οἱ ὄρεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ο λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Διττῶς νοοῦμεν τὴν ἀκακίαν· ἡ γὰρ κατὰ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς καὶ μελέτης τῶν ἀγαθῶν οἱονεὶ τὴν ρίζαν τῆς κακίας εκτεμόντες· ἢ κατὰ στέρησιν αὐτῆς παντελή, τὴν τοῦ ἀκάκου προσηγο μίαν δεχόμεθα. Καὶ πάλιν ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις ἢ βίου τινὸς ἐπιτήδευσιν, ἀπείρως τινῶν πρός τινας κακίας δια κειμένων, οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ Β οἶδε δόλον ἢ ῥᾳδιουργίαν. Τους τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως κακίας κεχωρισμένους, ἀλλ' ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἔξεως ἀφιγμένους. Χαρακτηρίζει οὖν τὸν ἄκακον ἡ ἁπλότης του τρόπου. Τὸ ἁπλοῦν καὶ ἄδολον τοῦ ἤθους εὐκόλως ἐξαγορεύει τὰ ἀποῤῥητα τῆς ψυχῆς. Αφύλακτον ἡ ἁπλότης, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον. Βραδὺ πρὸς ὑπόνοιαν κακοῦ τὸ πρὸς κακίαν δυσκίνητον. Τὸ εἰς κακίαν οὐχ ἔτοιμον οὐδὲ εἰς ὑπόνοιαν εὐχερές. Τὸ κακίας ἐλεύθερον καὶ ὑφορᾶσθαι κακίαν ἀργότερον. Χαρακτηρίζει τὸν ἄκακον ἡ ἁπλότης τοῦ λόγου. Ἡ ἁπλότης τιμιωτέρα παρὰ Θεῷ. Τὸ γὰρ πανοργον, εἰ καὶ δεκτόν ποτε ἐν τοῖς κατὰ Θεὸν σπουδάσμασιν, ἀλλ᾽ οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν καταλογισθήσεται.. ΛΟΓΟΣ ΠϚ'. Περὶ πανούργου, καὶ βολίου, καὶ σκολιοῦ τὸν τρόπον, Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορρήμονα. Τὸ στόμα σου επλεόνασε κακίας, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. *Ανδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Διεστραμμένη καρδία τεκταίνεται κακά· ἐν παντ τὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει· διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός. Λόγοι ἀσεβῶν δόλιοι. Ψυχαὶ δικαίων πλανῶνται ἐν ἁμαρτίαις. Ο σχολιὸς ἐπὶ τὸ ἑαυτοῦ στόμα φορεῖ τὴν ἀπώ λειαν. Ανὴρ σκολιό, διαπέμπεται κακά, καὶ διαχωρίζει φίλους.

Part II, Sermon LXXXVIIPars II, Sermo LXXXVII

col. 1207–1208page 222 of 240
PG 136:1207: ' Πρὸς τους σκολιούς σκολιάς ὁδοὺς ἀποστέλλει δ Θεό;. Λόγοι κερκώπων μαλακοί· οὗτοι δὲ τύπτουσιν εἰς ταμεία σπλάγχνων. Ο σχολιαῖς ὁδοῖς ἐμπορευόμενος ἐμπλακήσεται. Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν αὐτῶν εἰσιν. Δύο σημαίνει ἡ τοῦ πανούργου προσηγορία. Ο μὲν γὰρ ἐπὶ βλάβῃ ἑτέρων τῇ ἐπινοία κεχρημένος, πονηρός · ὁ δὲ ἐπαινετὸς πανούργος, ἐξέως και συν ετῶς τὸ οἰκεῖον ἀγαθὸν ἐξευρίσκων, καὶ τὰς δολίως καὶ ἐπιβούλως παρ' ἑτέρων βλάβας αὐτῷ σκευωρουμένας ἀποδιδράσκων. Πρόσεχε οὖν ἀκριβῶς τῷ τῆς πανουργίας ονόματι, καὶ γίνωσκε ὅτι μέση τίς ἐστιν ἕξις· καθ᾿ ἣν ὁ μὲν ἐκ προαιρέσεως ὑγιοῦς ἐπ' ὠφελείᾳ τῶν πλησίον αὐτῇ κεχρημένος ἀπόδεκτος, ὁ δὲ ἐπὶ βλάβη τῶν πέλας μεταχειριζόμενος αὐτὴν κατεγνωσμένος, ἀφορμῇ πρὸς ἀπώλειαν τῷ ἐπιτηδεύματι χρώμενος. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρό που. Ο ότις ποικίλος διὰ τοῦτο καὶ ἔρπειν κατεδικάσθη. : Δόλος ἐστὶ τὸ ἐκ κακίας πρὸς ἐπιβουλήν περίεργον· ὅταν τις ἀγαθόν τι σχηματισάμενος, καὶ τοῦτο ὥσπερ δέλεαρ τι προθεὶς, διὰ τοῦτο τὰ τῆς ἐπιβουλῆς κατεργάσηται. Λανθάνουσα πονηρία τῆς προκεκηρυγμένης βλαβερωτέρα. Οἷς ἰσχὺς οὐ πρόσεστι τῶν τὰς φύσεις τυρανν:- κῶν, πανουργίαις τὰς ἐπιβουλὰς κατορθοῦσιν. ΛΟΓΟΣ ΠΖ'. Περὶ καθαρᾶς καρδίας, καὶ τῶν λογισμῶν, καὶ τῶν συνειδὸς καθαρὸν ἐχόντων. Οὐ λαλήσει τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Καθαρὰ καρδία μου βήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. Επαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Κτήμα τίμιον ἀνὴρ καθαρός. Πάσῃ φυλακῇ τήρει την καρδίαν· ἐκ γὰρ ταύτης Έξοδοι ζωής. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ἀπὸ Θεοῦ Ο διορθωθῇ τὰ διαβήματα αὐτοῦ. Λογισμοί δικαίων κρίματα. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ. ᾿Απὸ τῶν διανοημάτων αὐτοῦ πλησθήσεται ἀνὴρ ἀγαθός. Οδοὶ ζωῆς διανοήματα σοφοῦ. Αγαπᾷ Κύριος ὁσίας καρδίας· δεχτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι. Περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς εἰς κρίσ σιν. Απίστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ πάραγε πονηρίαν ἀπὸ σαρκός σου. Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ.

Part II, Sermon LXXXVIIIPars II, Sermo LXXXVIII

col. 1209–1210page 223 of 240
PG 136:1209Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν 4 Θεὸν ὄψονται. Η καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλὰ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν. Πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρ ῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὁ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Πρῶτον μακαριστὸν τὸ ἐν τῇ διανοίᾳ ἡμῶν καθα μὸν, ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ενεργειῶν τὸ ἐν τῇ καρδίᾳ βούλευμα. Καθαρὸς τῇ καρδίᾳ ἐστὶν ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει. Οὐκ ἐν μικροῖς τὸ εὐσεβές, οὐδὲ ἐν τῷ κατηφεῖ τὸ φιλόσοφον, ἀλλ' ἐν ψυχῆς στερρότητι, καὶ διανοίας καθαρότητι, καὶ γνησίᾳ τῇ πρὸς τὸ καλόν νεύσει. Οὐδὲν οὕτως ἡμᾶς εὐφραίνειν είωθεν, ὡς συνειδός καθαρὸν καὶ ἐλπίδες ἀγαθαί. Τὸ συνειδὸς ἀγαλλόμενον συγκαλλωπίζει ἑαυτῷ καὶ τὸ πρόσωπον, καὶ ἄρδει τὰς παρειὰς ἡ τῆς ψυχῆς εὐρωστία, καὶ οὐχ ἁπλῶς εἴρηται τῷ σοφῷ Καρδίας εὐφραινομένης πρόσωπον θάλλει. Οἱ λαμπροὶ τὴν συνείδησιν υἱοὶ φωτὸς καὶ ἡμέο ρας ἀναγορεύονται. Οὐχ ἡ τῶν πράξεων ἀποχὴ δικαιοῖ τὸν πιστὸν, ἀλλ' ἡ τῶν ἐννοιῶν ἀγνεία καὶ εἰλικρίνεια ἀκραιφνὴς. Καὶ λόγος καθαρὸς, καὶ βίος ἀκηλίδωτος, θρόνος καὶ ναός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ. Απαθῶν καὶ καθαρῶν ἐστιν ἡ σωτηρία. Σώφρων καρδία λιμὴν θεωρημάτων. Οὐκ ἐκριζωτὴς τῶν παθῶν, ἀλλ᾽ ἀνταγωνιστής ἐστιν ὁ λογισμός. Επειδήπερ ἀοράτως εἰς τὸν τῆς ψυχῆς χῶρον εἰσδύεται ὁ Θεὸς, παρασκευάζωμεν τὸν τόπον ἐκεῖ νον ὡς ἔνεστι κάλλιστον, ἀξιόχρεων, ἐνδιαίτημα Θεοῦ γενησόμενον. Εἰ δὲ μή, λήσεται μεταναστὰς εἰς ἕτερον οἶκον ὁ Θεός. Οἶκος Θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται Θεός ἰδίως ὁ τῶν συμπάντων, ώς φησιν ὁ προφήτης, ὡς Θεὸς ἐμπεριπατεῖ οἷα βασιλείῳ. Οφθαλμοῖς μὲν τὰ ἐν φανερῷ καὶ τὰ ἐν χερσὶ καταλαμβάνεται· λογισμὸς δὲ ἀκέραιος φθάνει καὶ πρὸς τὰ ἀόρατα καὶ μέλλοντα. ΛΟΓΟΣ ΠΗ'. Περὶ καρδίας πονηρᾶς, καὶ συνειδότος κακοῦ. Ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Διεστραμμένη καρδία τεκταίνεται κακά.
col. 1211–1212page 224 of 240
PG 136:1211Ο σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Εν καρδίᾳ ἀγαθῇ ἀναπαύσεται σοφία· ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Οἱ ἄφρονες διαλογιούνται κακά. Ο σκληρὸς τῇ καρδίᾳ ἐμπεσείται κακοῖς. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος. Εγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνστέλουν αὐτά. Οι διαλογισμοί αὐτῶν λογισμοὶ ἀποφόνων. Απόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ἵνα σωθῇς έως πότε υπάρχουσιν ἐν σοὶ διαλογισμοί πόνων σου; Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάθ Β ταια πονήσει. Σκολιοί λογισμοί χωρίζουσιν ἀπὸ Θεοῦ. Καρδία σκληρὰ βαρυνθήσεται πόνοις. Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ανθρώπου ἐν λογισμῷ αὐτοῦ. Σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ περισπασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. Πᾶν τὸ εισπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοι λίαν χωρεί, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται· τὸ δὲ εκπορευόμενον ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας εξέρχεται, κἀκεῖνο κοινοῖ τὸν ἄνθρωπον· ἐκ γὰρ τῆς καρδίας εξέρχονται πονηροί λογισμοί, φόνοι, μοι χείας, πορνείαι, κλοπαί, ψευδομαρτυρίας, βλασφημίαι· ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ Ο στόμα. Καθαρίσατε τὰς χεῖρας, ἁμαρτωλοί, ἁγνίσατε τὰς καρδίας, δίψυχοι. Τοῦτο μόνον οὐκ ἔστι διαφυγεῖν, τὸ ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς δικαστήριον. Οταν ποτὲ αἰσχρὸν ἐννος, νόμιζε πολλούς παρ εἶναι, καὶ σεαυτὸν ἐντρέπου. Τὸ γενέσθαι κακὸν ἐν τῷ προελέσθαι μόνον ἀπό κειται· καὶ ἤρκεσε πολλάκις πρὸς τελείωσιν κακίας ὁ λογισμός. Αὐτὸ οὖν καθ᾿ ἑαυτὸ κατ' ἰδίαν ὑπόστασιν έξω προαιρέσεως οὐδαμοῦ τὸ κακὸν ευρίσκεται κείμενον, ἢ ὑφεστώς, ἀλλὰ τότε εἰς γένεσιν παράγεται, ὅταν ἐλώμεθα αὐτό. Οὐδὲν οὕτως ἀναίσχυντον ποιεῖ, ώς πονηρόν συνειδὸς. ᾿Αρχὴ καὶ ῥίζα καὶ οἷον πηγὴ, καὶ γέννησις τῶν ἐν ἡμῖν ἐστι παθῶν ἢ πρὸς κακίαν ὄρεξις, ἐπ' αὐτοῖς καλοῦσα τὸν νοῦν, καὶ καταγοητεύουσα μὲν ἐν ἀρχαῖς, βιαζομένη δὲ μετὰ τοῦτο καὶ κατασείουσα. Καπνοῦ μὲν γὰρ δίκην, ἢ καὶ ὥσπερ τινὲς ἀτμοί, τῶν ἐμφύτων ἡδονῶν ἀνίσχουσιν ἐν ἡμῖν αἱ ὀρέξεις. ἀλλ' ὁ μὲν σώφρων και νεανικὸς ἐπιτιμᾷ τοῖς κινή μασι, καὶ περαιτέρω προελθεῖν οὐκ ἐφ᾽ ᾧ καὶ ἀδρανὲς ὅν ἔτι τὸ πάθος ήττηται ῥᾳδίως· ὁ δέ γε ῥᾴθυμος καὶ κατημελημένος εἰσδέχεται μὲν τὰς τῶν ἡδο νῶν ἀρχὰς, ὡς ἐννοίας ἔτι ψιλάς, ἐπιτρέψας δὲ προελθεῖν εἰς πλάτος, δυσχερεστάτην εὑρήσει την

Part II, Oration LXXXIXPars II, Sermo LXXXIX

col. 1213–1214page 225 of 240
PG 136:1213ἀντίστασιν. Ο γὰρ προαλοὺς καὶ προηετημένος οὐ Δ τῶν ἰδίων ἐστὶ θελημάτων κύριος, ὑποκείσεται δὲ μάλλον, καθάπερ τιν βαρβάρω, τῷ νικήσαντι πάθει. Ἡ ἁμαρτία οὐκ ἐν μόναις ἂν γενοιτο ταῖς ἐπιθυμίαις, ἀλλ᾽ ἐν ταῖς ἐκβάσεσι τῶν ἀποτελεσμάτων. Καὶ ἕως μὲν ἔστιν ἐν ὠδίσι τοῦ νοῦ τὸ κακὸν, οὔπω νέκρωσις, οὔπω θάνατος. Αἱ συνεχεῖς ὑπομνήσεις τῆς κατὰ τὸ πάθος φαν τασίας, τύπους εγχαράττουσαι τρανείς, βλάπτουσι τὴν διάνοιαν, καὶ (ὰ ἤκουσαν) αὐτὴν πολλάκις περι τρέπουσιν· ἐν δὲ τούτοις σωτήριον ἡ φυγή· τὸ δὲ ὑπομνήσκεσθαι, καὶ ἀναγγέλλειν, καὶ ἀναπολείν, κρατεῖ καὶ δουλοῦται βιαίως τὴν νοῦν. Τῷ μὲν ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντα συγγνώμη παρεισέρχεται· ὁ δὲ ἐξεπίτηδες ἀδικῶν ἀπολογίαν οὐκ ἔχει, προεαλωκὼς ἐν τῷ συνειδότος δικαστηρίῳ. Τῷ ἔνδον οἰκείω δικαστηρίῳ πᾶς ἄφρων ἁλίσκεται. Ηδονὴ οὐ παρέχεται πόνον, οὐδὲ λύπην χαρά, οὐδὲ κατήφειαν εὐφροσύνη. ΛΟΓΟΣ ΙΘ΄. Περὶ ὑπομονῆς καὶ μακροθυμίας. Είπε Δαυΐδ, Αφετε τον Σεμεί καταράσασθαι, ὅτι εἶπεν αὐτῷ ὁ Θεὸς, εἴ πως ἴδοι Κύριος την ταπείνωσίν μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ. Ἐὰν ὑπομείνῃς, ὁ καρπός σου ἔσται ἐν ἀγα Θοῖς. Πάντες οἱ ὑπομένοντες σε, Κύριε, οὐ μὴ καται σχυνθῆσιν. Υπέμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. Ανήρ φρόνιμος πολλὰ ὑποφέρει. Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσε βὴς ἐγείρει μᾶλλον. Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων. Κρείσσων ἀνὴρ μακρόθυμος ισχυροῦ· ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβάνοντος πόλιν. Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ότι ερχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Υπόμεινόν με, λέγει Κύριος, ἐν ἡμέρᾳ ἀναστάσεώς μου εἰς μαρτύριον. Χρηστος Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν και ρῷ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτ τόν. Οἱ ὑπομένοντες τὸν Κύριον ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοι πιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν. Αγαθός Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Τεκνία, μακροθυμήσατε τὴν ἐπελθοῦσαν ὑμῖν ὀργήν. Εως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδύσει αὐτῷ εὐφροσύνη, ἕως καιροῦ κρύψει τους Ρτον. Σιν.
col. 1215–1216page 226 of 240
PG 136:1215! Α λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνε σιν αὐτοῦ. Οἱ φοβούμενοι τὸν Κύριον ἑτοιμάσουσι τὰς ψυ χὰς αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν, καὶ μακροθυμήσουσιν ἕως ἐπισκοπῆς αὐτοῦ. Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτα!. μασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον. Μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· μεῖνον τὴν ἀναμονὴν, καὶ κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῆς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Εν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. Οὐ μὴ καθυστερήσῃ ὑπομονὴ εὐσεβοῦς. Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἐγὼ ὁ δέσμιος ἐν Κυ ρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετά πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετ τὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Μὴ ἀποβάλητε τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μετ γάλην μισθαποδοσίαν. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας. Πιστὸς ὁ λόγος. Εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου ἀγαπητοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονὴν, ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν ότι δίκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ἐν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τοῦτο χάρις, εἰ διὰ συνείδησιν ἀγαθὴν ὑπο φέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον ὑμῖν κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε ; Αλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπο μένετε, τοῦτο χάρις παρὰ Θεῷ. Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς καὶ ἀσεβὴς τοῦ φανεῖται ; Στῆκε ὡς ἄκμων τυπτόμενος. Μεγάλου ἀθλητοῦ ἐστι δέρεσθαι καὶ νικᾷν· μάλιστα δὲ ἕνεκεν Θεοῦ πάντα ἡμᾶς ὑπομένειν δεῖ, ἵνα καὶ αὐτὸς ἡμᾶς ὑπομείνῃ. Μακροθυμείτε μετ' ἀλλήλων ἐν πραύτητι, ὡς ὁ Θεός μεθ᾿ ἡμῶν διαπαντός. Ο τῇ ταπεινοφροσύνῃ τοὺς ἑαυτοῦ λογισμούς προκατασχὼν πᾶσαν ἀτιμίαν ἐλάττονα εὑρήσει τῆς ἀληθείας· καὶ τὸν ἀπὸ τῆς ὑπομονῆς προξενήσει ἑαυτῷ στέφανον, τὴν ἑτέρου μανίαν ἀφορμὴν οἰκείας ἀσφαλείας ποιούμενος. Ο [f. ὅταν] οὖν σοι κινηθῇ ὁ τῆς λοιδορίας πειρασμός, νόμιζε κρίνεσθαι ἑαυτὸν πότερον δια
col. 1217–1218page 227 of 240
PG 136:1217μακροθυμίας προσχωρήσῃς τῷ Θεῷ, ἢ διὰ τῆς ὀργῆς ἀποτρέχῃς πρὸς τὸν ἀντίπαλον. Τοῖς εὐσεβέσιν ἀγωνισταῖς προλαβὼν ὁ προφήτης ὑπέδειξεν ἐν ἀρχῇ τοῦ ψαλμοῦ τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ φέρωμεν· οὕτω καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν πορευομένοις καὶ δύσβατον κουφίζει τὴν μόχθον, ἐπιτήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον. Διὸ καὶ ὁ κοινὸς τοῦ βίου διορθωτής, ὁ μέγας διδάσκαλος, τὸ Πνεῦμα τῆς ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθούς προεβάλετο, ἵνα ὑπερ. κύπτοντες τοὺς ἐν χερσὶ πόνους, τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν ἐπειγώμεθα. Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτερικός, ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς. Σωφρόνων ἀνδρῶν τὸ μὴ κινδύνοις ἐπιρρίπτειν ἑαυτούς· γενναίων δὲ καὶ φιλοσόφων τὸ ἐμπεσόντας φέρειν γενναίως. Ἔστι τι παρὰ τῷ μύθῳ φυτόν, ἡ θάλλει τεμνόμενον, καὶ πρὸς τὸν σίδηρον ἀγωνίζεται, καὶ εἰ δεί ποιητῶν μεμνήσθαι λόγου) θανάτῳ ζῇ, καὶ τομῇ φύεται, καὶ αὔξεται δαπανώμενον. Ταῦτα μὲν ὁ μῦθος, καὶ ἡ αὐτονομία τοῦ πλάσματος· ἐμοὶ δὲ δοκεῖ σαφῶς τοιοῦτο εἶναι τι ὁ φιλόσοφος, δς εὐδο κιμεῖ τοῖς πάθεσι, καὶ ὕλην ἀρετῆς ποιεῖται τὰ λυπηρά, καὶ τοῖς ἐναντίοις ἐγκαλλωπίζεται, μήτε τοῖς δεξιοῖς ὅπλοις τῆς δικαιοσύνης αἱρόμενος, μήτε. τοῖς ἀριστεροίς καμπτόμενος· ἀλλ' ὁ αὐτὸς ἐν τοῖς οὐκ αὐτοῖς διαμένων ἀεὶ, ἢ καὶ δοκιμώτερος, C ὥσπερ ἐν καμίνῳ χρυσός, εὑρισκόμενος. Βέλτιον τοῦ τάχους ή μακροθυμία, καὶ τῆς αὐτ θαδείας ἡ συγκατάβασις. ᾿Αγαθὸν χρηστότητι νικαν θρασύτητα, καὶ βελ τίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτερούμεν πάν σχοντες. Οὐδὲν ἰσχυρότερον τῶν πάντα φέρειν ἑτοίμων. Αργοῦσι καὶ οἱ τῷ κόσμῳ προστετηκότες, καὶ πολλῷ πλέον τῷ Θεῷ δουλευόντων · ἀλλὰ μισθός αὐτοῖς τὸ ἀλγεῖν· ἡμῖν δὲ καὶ τὸ πάσχειν ἔμμισθον, ὅταν διὰ τὸν Θεὸν καρτερῶμεν. Μὴ γενώμεθα δοῦλοι κακοί, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ Δεσπότῃ· παιδεύοντι δὲ, μή προστιθέμενοι. Καίτοι ποτὲ κρεῖσσον ὑγείας πόνος, καὶ ὑπομονὴ ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας. Οὐδὲν οὕτως αἰδεσίμους ποιεῖ, ὡς ὑβριζομένους φέρειν. Καθάπερ τοῖς μετανοοῦσιν ἡ τοῦ Θεοῦ μακροθυμία ὠφέλιμος, οὕτω τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις. Εθος τῷ Θεῷ μὴ ἐκ προοιμίων τὰ δεινὰ καταλύειν, ἀλλ' ὅταν κορυφωθῇ ἡ αὐξηθῇ, ὅταν σχεδόν μηδὲν ὑπολελειμένον ᾖ τῆς τῶν πολεμούντων και κίας, τότε ἀθρόως πάντα μεταβάλλει ἐπὶ τὸ γαλη νὸν, καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων άγει. Οταν τις επηρεάζῃ, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν

Part II, Sermon XCPars II, Sermo XC

col. 1219–1220page 228 of 240
PG 136:1219και εκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστόν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακόν πολλὲς ἔχει τὰς ἀμοιβάς· καὶ δείκνυσιν Ἰως, ἀπὸ τῶν παθημάτων μᾶλλον ἢ ἀπὸ τῶν κατορθωμάτων εὐδοκιμήσας. Οὐδὲν γὰρ οὕτω λαμπρούς ποιεῖ καὶ ζηλωτούς, καὶ μυρίων εμπίπλησιν· ἀγαθῶν, ὡς πειρασμῶν πληθος, καὶ κίνδυνοι, καὶ πόνοι, καὶ ἀθυμίαι, καὶ τὸ διηνεκῶς ἐπιβουλεύεσθαι, καὶ παρ' ὧν οὐδαμῶ; ἐχρῆν, καὶ πράως ἅπαντα φέρειν. Ὅπερ γὰρ ἂν πάθωμεν αδίκως παρ' οτουοῦν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθοῦ ἀντίδοσιν. Ο μεμελετηκώς θλίβεσθαι οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Τὸ ὀλιγωρεῖν καὶ μὴ θέλειν ὑπομένειν συμφορὰς μεγάλης καὶ ποικίλης ἀφροσύνης ίδιον. Μεγάλην παιδείαν νόμιζε, δι' ἧς δυνήσει φέρειν ἀπαιδευσίαν. Γνῶσις Θεοῦ διὰ μακροθυμίας καὶ πραότητος εἰς άνδρα γνωρίζεται. Μὴ ζήτει γενέσθαι τὰ γινόμενα ὡς θέλεις, ἀλλὰ θέλε ὡς ἂν τὰ γινόμενα γίνηται. Οὐδὲν οὕτω τὰς πληγὰς ἀναστέλλει, ὡς τὸ φέτ ρειν· καὶ τὸ τῶν ἀδικουμένων ἡσύχιον τοῖς ἀδικοῦσι γίνεται διατροπή. ΛΟΓΟΣ Κ. των. Περὶ τῶν μὴ ὑπομενόντων, ἀλλ' ἀλιγοψυχούν Ολιγόψυχος ἰσχυρὸς ἄφρων. Ολιγόψυχον ἄνδρα τίς ὑποίσει ; Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομοντήν ! καὶ τι ποιήσετε, ὅταν ἐπισκέπτηται Κύριος ; Βὲν ὀργισθῇς κατὰ τοῦ λοιδορήσαντος, ἐβεβαίωσάς τὰ ὀνείδη. Τί γὰρ ὀργῆς ἀφρονέστερον; Εάν θα μείνης αόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Δι' ἐνεργῶν ὑποδειγμάτων ὁ Κύριος ἡμῶν ἐπεία δευσεν ἡμᾶς τὴν τῆς ὑπομονῆς ὁδον, πράως καὶ ἀκινήτως εχόμενος τοῦ τύπτοντος. Ο γὰρ οὐρα νοῦ καὶ γῆς ποιητὴς καὶ Δεσπότης, ο παρὰ πάση; τῆς κτίσεως προσκυνούμενος, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψε τὸν ῥαπίσαντα εἰς τὸν ᾄδην, τῆς γῆς ὑποῤῥαγείσης ἀλλ᾽ ἐνουθέτει καὶ ἐδίδασκε, λέγων· « Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλώς, τί με δέρεις ; ο Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὔποτε ἀγαν αιτήσεις, ὡς παρ' ἀξίαν τῆς ὕβρεως ἀπαντώτης. Τῶν πειραζομένων οἱ μὲν ἐδόκουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα τῶν καγλήχων, καὶ τῶν κηρυ κίων παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν προς

Part II, Sermon XCIPars II, Sermo XCI

col. 1221–1222page 229 of 240
PG 136:1221τὰς ἐπηρείας δυνάμενα· οὐδὲ γὰρ ἔχουσιν ἐν ἑαυτοῖς & στεῤῥότητα καὶ βάρος λογισμοῦ σώφρονος καὶ προσπίπτουσιν ἀντιβαίνοντος. Οἱ δὲ εἶναι πέτρα, τῆς πέτ τρας ἐκείνης ἄξιοι, ἀφ᾿ ἧς βεβήκαμεν, καὶ ἣν λατρεύομεν· ὅσοι φιλοσόφω χρώμενοι λόγῳ, καὶ ὑπερο αναβεβηκότες την τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἐσείστως καὶ ἀτινάκτως, καὶ διαγελῶσι μᾶλλον, ἢ ἐλεοῦσι τοὺς σειομένους, τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρωπίας. Αὐτοὶ δὲ τῶν αἰσ χρῶν τίθενται ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲν οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτά τινων τῶν παρερχομένων· καὶ τοῦ καιροῦ μὲν ἔξω φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι· ὥσπερ ἂν εἴ τις ἑαυτὸν νομίζει τῶν ἀθλητῶν, μηδὲ καταβαίνων εἰς τὸ στάδιον, ἢ κυβερνήτην τῶν εὐδοκίμων, ἐν μὲν ταῖς εὐδίαις τῇ τέχνῃ Β μεγαλοφρονοῦντα, ἐν δὲ ταῖς ζάλαις μεθιέντα τους οίακας. Τὸ ὀλιγωρεῖν καὶ μὴ θέλειν ὑπομένειν συμφορὰς μεγάλης καὶ ποικίλης αφροσύνης ίδιον. ΛΟΓΟΣ ΚΑ'. Περί πολιτείας σεμνῆς καὶ ὑπακοῆς. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίους· Οφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὁδόντα ἀντὶ ὁδόντος. Εγώ δε λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ραπίσει εἰς τὴν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὴν χιτῶνα σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε αγγαρεύσει μίλιον ἐν ὕπαγε μετ' αὐτοῦ δύο · τῷ αἰτοῦντί σε δίδου, καὶ τῷ θέλοντι ἀπὸ σοῦ δανείσασθαι, μὴ ἀποστραφῇς. Εάν τίς με ἀγαπᾷ, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευ σόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ταῦτα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, μηδὲν κατ' ἐριθείαν, ἢ κενοδοξίαν. Με γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆ κεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνησθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γὰρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Οι πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάν τατοῖς κατὰ σάρκα κυρίοις, μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν· καὶ πᾶν ὅ τι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ τοῦ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. Οι κύριοι, τὸ δικαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, ειδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Αδικον οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δὲ μου και θαρά. Οἱ ὀφθαλμοί σου ἐρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. *Ος ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνη, μαχαρίους τοὺς παῖδας καταλείψει.

Part II, Sermon XCIIPars II, Sermo XCII

col. 1223–1224page 230 of 240
PG 136:1223Γῆρας τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μετρεῖται, ἀλλὰ βίος ἀκηλίδωτος. Μάθε, άνθρωπε, διδάχθητι τὴν εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης Εγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. Αγγαρευόμενος πλέον ἐπίθες, ἀπατώμενος μὴ δικάζου, μισούμενος ἀγάπα, διωκόμενος ἀνέχου, βλασφημούμενος παρε κάλει. Αφωνον ἔργον κρείσσον απράκτου λόγου. Βίου μὲν οὐδείς πώποθ' ὑψώθη δίχα · Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου. Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ᾽ ἡ χάρις. Φαινομένων ἔργων περιττόν ἐστι μακρολογία. Βίος λόγου δυνατώτερος, καὶ τρόποι βημάτων, καὶ ἡ διὰ τῶν ἔργων ἐπίδειξις τῆς διὰ τῶν λόγων διδασκαλίας. Ακουσον τοῦ ᾿Αποστόλου λέγοντος. Μετά φό βου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· πάντα ποιείτε χωρίς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα. ᾿Αλλὰ καὶ ὁ θεσπέσιος Δαυτό φησι· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ. Πανταχοῦ γὰρ πάρεστιν ὁ Θεὸς, πάντα ακούει, πάντα ὁρᾷ οὐ τὰ πραττόμενα μόνον καὶ λεγόμενα, ἀλλὰ καὶ τὰ ἐν καρδίαις ἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας. Κριτικός γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Τὸ ὑποτάττεσθαι τοῖς κρείττοσιν ὠφελιμώτατον, Απειρα τὰ καταῤῥυπαίνοντα τὴν ψυχὴν κακά, ἅπερ ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔνεστιν· ἀπολείπονται γὰρ ἐξ ἀνάγκης παντὶ θνητῷ κῆρες. Λωφῆσαι μὲν γὰρ εἰκὸς, ἀναιρεθῆναι δὲ εἰσάπαξ ἀμήχανον. Υπακοὴ μετὰ ἐγκρατείας ὑποτάσσει καὶ θηρία. Περὶ πολιτείας ψεκτῆς, καὶ ἀνυποτάκτων, καὶ ἀπόβλητον τὸ ἦθος καὶ τοὺς τρόπους εχόν. των. Ἐπειδὴ οὐκ ἤθελον ἐμεῖς προσέχειν βουλαίς, ἐμυκτήρισαν δὲ ἐμοὺς ἐλέγχους· τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἐπι· θυμίας πλησθήσονται. Τῷ λαῷ τούτῳ ἐγενήθη καρδία ανήκοος καὶ ἀπει θῆς· πάντες ἀνήκοοι, πορευόμενοι σκολιώς. Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκού σεται ; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύ νανται ἀκούειν. Ὁ ἀκούων μου ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπει θείτω. Οπου ἔχθραι, ἔρεις, θυμοί, φιλονεικείαι, θορύ

Part II, Sermon XCIIIPars II, Sermo XCIII

col. 1225–1226page 231 of 240
PG 136:1225σους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦσαι, ἐκεῖ τὸ πνεῦμα τῆς πραότητος οὐκ ἀναπαύεται. Κρείσσον οἶμαι ἐπιτιμηθῆναι παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι. Αναιδές βλέμμα, καὶ μετέωρος αὐχὴν, καὶ συνε χής κίνησις ἐφρύων, καὶ βάδισμα σεσοβημένον, καὶ τὸ ἐπὶ μηδενὶ τῶν φαύλων ἐρυθριᾷν, σημεῖα ψυχῆς ἐστιν αἰσχίστης, τοὺς ἀφανεῖς τῶν οἰκείων ὀνειδῶν τύπους ἐγγραφούσης τῷ φανερῷ σώματι. Δεὶ γὰρ ἀπειρήτων νέος ἀνδρῶν Δύσμαχος, οὐδὲ θέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι. ΛΟΓΟΣ ΑΓ. Περὶ ἀμοιβῆς τῶν εὖ καὶ κατ᾿ ἀρετὴν βιωσάν των ἐν ἀπεράντῳ μακαριότητι. Ὁ Θεὸς ὁ φυλάττων τὴν διαθήκην αὐτοῦ, καὶ τὸ Ελεος τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ταῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ, εἰς χιλίας γενεάς. Δίκαιοι κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένου; αὐτόν. Τους δικαίους καταλήψεται ἀγαθά. Ο πορευόμενος δικαίως βοηθηθήσεται. Χρηστοὶ ἔσονται οικήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, ἔνθα ἀπέδρα οδύνη καὶ λύπη καὶ στεναγμός. Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψεται αὐτῶν βάσανος. Τάδε λέγει Κύριος, Ἰδοὺ οι δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Ἰδοὺ οἱ δουλεύοντες μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαὸς πᾶς ὁ εὐύ ρεθείς γεγραμμένος ἐν τῇ βίβλῳ ταύτῃ, καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι, εξεγερθήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος. δ Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μι- D σθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Αγαθὰ τοῖς ἀγαθοῖς ἐκτίσθη ἀπ' ἀρχῆς. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολής κόσμου. Επείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν. Πρόκειται ἀνάπαυσις αἰωνία τοῖς νομίμως τὸν ἐνταῦθα διαθλήσασι βίον, οὐ κατὰ ἔφλημα τῶν ἔργων ἀποδιδομένη, ἀλλὰ κατὰ χάριν τοῦ μεγαλοδώρου Θεοῦ τοῖς εἰς αὐτὸν ἠλπικόσι παρεχομένη.

Part II, Sermon XCIVPars II, Sermo XCIV

col. 1227–1228page 232 of 240
PG 136:1227“ Περὶ ἁμοιδῆς τῶν ἐν κακίᾳ καὶ ἀθέσμως βιωσάντῶν" καὶ ὅτι διηνεκὴς καὶ ἀπέραντος ἡ ἅποκειμένη αὑτοῖς κόλασις. “να μὴ ἀπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον, οὐ μὴ θελήσει ὁ Θεὸς ἰλαυθῆναι αὐτῷ " ἀλλ' ἐχκαυθήσεται ἐργὴ Κυρίου, χαὶ ὁ ζῆλο; αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, Οἱ “σπείροντες τὰ ἄτοπα ὀδύνας θερίζουσιν ἕαυτοῖς Ἰλσιδῶν λύχνος σθεσθήσεται, Ἐλεύσεται δὲ ἡ χαταστροφὴ αὐτῶν, καὶ ἔσονται ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου. ᾿Ὄλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι. Ἐπιδρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδα, πῦρ, καὶ . θεῖον, καὶ πνεῦμα καταιγίδος, Πρόσωπον Κυρίου κπὶ ποιοῦντας χαχά, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὡς τήχεται χηρὸς ἀπὸ προσώπον πυρὸς, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοί. ᾿Ανταποδώσει αὐτοῖ; Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὃ θεός. ᾿Ανυπόστατος ὁ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοῖς ἀπειλῆς σου. Πρόχειρο; καὶ ἐπίχαρτος γίνεται ἀσεῦῶν ἐπώλεία. Ἐν ἐπαγωγῇ ἁμαρτωλῶν οὖκ ἔστιν ἴασις. Ζωΐ» ἀσεδῶν ἀναττρέψει Κύριος. Ὁ
col. 1229–1230page 233 of 240
PG 136:1229Διωγμὸς ἀσεβῶν εἰς θάνατον. Ετοιμάζονται ἀκολάστοις μάστιγες. Οἱ ἄνομοι διελεύσονται ἀγαθὰ, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. Φῶς ἀσεβῶν σβέννυται. Αμαρτάνοντας καταδιώξεται κακά. Η καταστροφὴ τῶν παρανόμων κακή. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν. Οἶκοι ἀσεβῶν ἀφανισθήσονται. Στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακά, καὶ οὐκ εἰς ἀγαθά. Ασθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ τῆς γῆς, λέγει Κύριος παντοκράτωρ. Ἰδοὺ ἡμέρα ἔρχεται ὡς κλίβανος καιομένη, καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἄνομοι καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει I Κύριος παντοκράτωρ· καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς βίζα, οὐδὲ κλῆμα. Συντέλεια ἐπὶ ἁμαρτωλοὺς ἤξει. Ἰδοὺ ἡμέρα Κυρίου έρχεται μετά θυμοῦ καὶ ὀργῆς, θεἶναι τὴν οἰκουμένην όλην ἔρημον, καὶ τοὺς ἁμαρ τωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οὐαὶ τῷ ἀνόμω! πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. Κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοί ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Ο σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐ τῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Εν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ. πάντα ταῦτι Πῦρ, χάλαζα, καὶ λιμὸς, καὶ θάνατος, πάντα ταῦτα εἰς κόλασιν ἁμαρτωλῶν ἐκτίσθη. Εκδίκησις ἁμαρτωλῶν πῦρ καὶ σκώληξ· ἐπὶ ἁμαρ τωλούς κατακαύσῃ ὁ θυμὸς αὐτοῦ. Ὥσπερ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλου; αὐτ τοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τα σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμός τῶν ὀδόντων. Τότε ἐρεῖ ὁ βασιλεὺς καὶ τοῖς ἐξ ευωνύμων, Που ρεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγ- D γέλοις αὐτοῦ. Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους ἃ εἰς ἡμέραν κρίσεως κολαζομένους την ρεῖν. Τοὺς πάντας ἡμᾶς φανερωθήναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τα διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον. Εν καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαβομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ἀποφάσεων, τέλος κολάσεως ἑαυτοῖς ἀπογράφειν, καὶ εἰς τὸ μέλλον κατατολμᾷν τῆς ἁμαρτίας. Εἰ γὰρ τῆς αἰω ίος κελάσεως ἔσται ποτὲ τέλος, πάντως ἕξει καὶ

Part II, Sermon XCVPars II, Sermo XCV

col. 1231–1232page 234 of 240
PG 136:1231ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο οὐ κατα· δεχόμεθα, ποῖον ἔχει λόγον τῇ αἰωνία κολάσει τέλος δοῦναι; ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ' ἑκατέρων επίσης κεῖται. «Απελεύσονται γάρ, φησίν, οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. » Ο πόσα σπαράξεις ἑαυτόν! ὦ πόσα στενάξεις ἄπρακτα ! μετακλαίων ἐπὶ τοῖς ἤδη βουλευθείσιν, ὅταν ἴδῃς τὴν λαμπρότητα τῶν δικαίων, ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δωρεῶν, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτω. η Τοὺς τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίσ πονον καὶ σκυθρωπὸν ἀναμένει. Εκαστος τῆς οἰκείας Εργασίας ἐν τῇ ἡμέρᾳ της ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται. Ως βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρισθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι, ἡνίκα κρίσεως καιρός, ἀλλ' οὐ καθάρσεως. Οὐκ ἔστι γὰρ τοῖς ἀπελθοῦσιν ἐν ᾅδῃ ἐξομολόγησις καὶ διόρθωσις· συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν. Μεθ᾿ ἣν οὐκ ἔστι κριτής υψηλότερος, οὐκ ἀπολογία δι' ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων, ἢ τῶν πωλούντων, ταῖς ἔκλει πούσαις λαμπάσιν· οὐ μεταμέλεια πλουσίου φλογ τηχομένου, καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως, ἀλλὰ καὶ μένον καὶ τελευταῖον καὶ φοβερὸν τὸ κριτήριο. Φεῦ ἡμέρας μοι τῆς κακῆς! Αν ποῦ φύγω; Καὶ τίς γένωμαι ; ὡς δέός ἀκαρπίας, Δέος δ' ἀκανθῶν, καὶ Γομόρρας βοτρύων Πλήρη φανῆναι, Χριστὸς ἡνίκα κρίνων Θεός, θεοῖς δίδωσι τὴν πρὸς ἀξίαν Χώραν, ἑκάστῳ φωτὸς ὡς ὄψις φέρει. Οὐ μόνον τῶν δικαίων, ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν ἄφθαρτα τὰ σώματα ἀνίστανται· ἀλλ' ἡ τιμὴ αὕτη τοῖς ἁμαρτωλοῖς ἐφόδιον κολάσεως καὶ τιμωρία; γίνεται· ἄφθαρτα γὰρ ἀνίστανται, ἵνα διὰ παντὸς καίηται. Ἐπειδὴ γὰρ τὸ πῦρ ἄσβεστον ἐκεῖνο, τοιούτων αὐτῷ δεῖ σωμάτων, μηδέποτε δαπάνε μένων. Εγειρόμεθα τοίνυν, αἰώνια μὲν ἔχοντε; τὰ σώματα, οὐ πάντες δὲ ὅμοια. Αλλ' εἰ μέν τίς ἐστι δίκαιος, λαμβάνει σῶμα πνευματικόν, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέφεσθαι ἀξίως. Εἰ δέ τις άμαρτωλός ἐστι, λαμβάνει σῶμα ὑπομονητικόν τι μωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίω καιόμενες μηδέποτε καταναλωθῇ. Καὶ δικαίως ἀμφοτέροις τοῖς τάγμασιν ὁ Θεὸς παρέχει τοῦτο· οὐ γὰρ χωρὶς σώ· ματος ἡμῖν πέπρακται τι. Περὶ ἀποταγῆς, καὶ ὑποταγῆς, καὶ ἀσκήσεως. Χρὴ τοίνυν, καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰπόντε; γυμνοῦνται παντὸς περιβλήματος, οὕτως καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωή, πάσης ύλης βιομ τικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέ σθαι βίου.

Part II, Sermon XCVIPars II, Sermo XCVI

col. 1233–1234page 235 of 240
PG 136:1233Περὶ προεστῶτος. . Ὑπεύθυνο: οὖν ἐστιν ὁ ἐφεστὼς τῇ ἀδελφότητι ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, καὶ μεριμγᾷν τὰ ποὺς σωνηρίαν αὐτῶν, ὡς λόγον ἀποδώφων᾽" καὶ ΚΕΦ, ΜΔ’, Περὶ τῶν δύο τυς» Τῶν.

Part II, Sermon XCVIIPars II, Sermo XCVII

col. 1235–1236page 236 of 240
PG 136:1235Δ μεριμνᾷν ὑπὲρ τῶν ψυχῶν αὐτῶν ἐπὶ τοσοῦτον, ὡς ; ' καὶ μέχρι θανάτου τὴν παρ' αὐτῶν σπουδὴν ἐνδείκνυσθαι, οὐ μόνον κατὰ τὸν κοινὸν πρὸς πάντας του Κυρίου λόγον, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ, ἀλλὰ καὶ κατὰ τὸν ἴδιον τοῦ εἰπόντος· ο μειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυ τῶν ψυχάς. Χρὴ οὖν τὸν προεστῶτα πεπείσθαι, ὅτι τὸ μὴ κατά λόγον προστῆναι τοῦ ἀδελφοῦ βαρείαν αὐτῷ καὶ ἀπαραίτητον τὴν ὀργὴν ἐπάγει· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητήσεται, καθώς γέγραπται. Καὶ τὸν ὑπήκοον οὕτως παρασκευάζεσθαι, ὡς πρὸς μηδὲν ἐπίταγμα, μηδὲ τὸ χαλεπώτατον ἀπο οκνεῖν, πεπεισμένος ὅτι ὁ μισθὸς πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν μὲν ὑπακούοντα εὐφραινέσθω ἡ ἐλπὶς τῆς ζωής, ἵνα πάσῃ χαρᾷ καὶ ὑπομονῇ τὸ ἔργον Κυρίου γένηται. Διαμάρτυρας τῷ λαῷ τούτῳ, φησὶν ὁ προφήτης, κἂν μὴ ἀκούσωσιν, αὐτὸς ἀνεύθυνος ἔσῃ. Φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτος κακίας ἀναπίμπλασθαι τὸ ὑπήκοον, καὶ πολλῷ γε έφον ἢ τοῦ ἐναντίου τῆς ἀρετῆς. Εὐζήλωτον γάρ τι καὶ πρόχειρον πράγμα ή μοχθηρία, καὶ οὐδὲν οὕτω βάδιον, ὡς τὸ γενέσθαι κακὸν, καὶ εἰ μὴ τύχῃ πρὸς ταύτην ἡμᾶς ἄγων μηδείς. Τὸν ἐν κακίᾳ περίβλεπτον πολλοὺς εἰς τὸν ἔμοιον βίον τῶν εὐολισθήτων εφέλκεται. Οὐκ εὐθὲς λέοντα πρόβατα νέμειν· καὶ οὐκ ἀστα λὲς ἐμπαθῆ ἔτι ἐμπαθῶν ἄρχειν. Κεφαλῆς γὰρ κακώς διακειμένης, μεταλαγχάνειν ἀνάγκη τὸ σῶμα τῆς ἀσθενείας. Μεγίστην φέρει τοῖς ὑπηκόοις ὠφέλειαν ἡ τοῦ προεστῶτος εὐλάβεια. Ο σεμνὸς καὶ ἀνεπίληπτος τῶν προεστώτων βίος παίδευμα γίνεται τοῖς ὑποτεταγμένοις. ΛΟΓΟΣ ΙΖ'. Περὶ τῶν ἐπὶ βρώμασι σκανδαλιζομένων, καὶ διαφορᾶς τραπεζών. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει και πόσει, εν μέρει ἑορτῆς, ή νουμηνίας, ἢ Σαββάτων, ὦ ἐστι σκιὰ τῶν μελλόντων. Βρῶμα ἡμᾶς οὗ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐάν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περιστευόμεθα. "Λ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, ἅπτεσθαι ἑκάστου χρή. Πᾶν γάρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. "Αγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. 'Ο δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ότι οὐκ ἐκ πίστεως. Μὴ ἔνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.

Part II, Sermon XCVIIIPars II, Sermo XCVIII

col. 1237–1238page 237 of 240
PG 136:1237Πάντα μὲν καθαρά, ἀλλὰ κακόν τῷ ἀνθρώπῳ, τῷ διὰ προσκόμματος ἐσθίοντι. Τράπεζαν ἡδίστην οὐκ ἐδεσμάτων πολυτέλεια ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τῶν κεκλημένων όρεξις. Οὐ τῇ φύσει τῶν ἐδεσμάτων, ἀλλὰ καὶ τῇ διαθέτ σει τῶν ἐσθιομένων ή πολυτέλεια κρίνεται τῶν τρα πεζών. Λαμπρὰ τράπεζα εὐτελὴς φαίνεται, ὅταν μὴ μετὰ τοῦ πεινὴν προσβάλωσιν οἱ παρόντες· καὶ εὐτελὴς πάλιν πολυτελής δείκνυται, ὅταν πεινώντας λάσῃ τοὺς δαιτυμόνας. Ψυχὴ γὰρ, φησὶν Ἰώβ, ἐν πλησμονῇ οὖσα, κη ρίοις ἐμπαίζει· ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· οὐ τῆς φύσεως τῶν προκειμένων μεταβαλλομένης, ἀλλὰ τῆς διαθέσεως τῶν ἑστιωμένων Β κλεπτούσης τὴν αἴσθησιν. Συν πλήθει βρωμάτων καὶ περιεργεία πρὸς ἡδο νὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐτοῦ φιληδονία», καὶ καταχεῖς αὐτοῦ γαστριμαργίας ονείδη, ὧν κατασκευάζεις, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Καθόλου τὸ ἐπιζητεῖν βρῶμα παρ' ἐντολήν ἐστιν τοῦ Κυρίου εἰπόντος· « Μὴ ζητείτε τί φάγητε, καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ.» ΛΟΓΟΣ ΚΗ. Περὶ τοῦ μὴ σκανδαλίζειν μήτε κρίνειν τινά. Εδει παραδοθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀλλ' οὐαὶ δι᾿ οὗ παρεδόθη. Καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλ' οὐαὶ δι' οὗ ἔρχεται. Συνέφερεν αὐτῷ, εἰ μύλος ὀνικός περιέκειτο περί τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς θάλασσαν, ἢ ὅτι ἐσκανδάλισεν ἕνα τῶν μικρῶν τούτων. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρον, καὶ εὑρήσει; ἐν τῷ στόματι αὐτοῦ στα τῆρα, τοῦτον δὲς αὐτοῖς ὑπὲρ ἐμοῦ καὶ σοῦ. Εἰ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκ ἔτι κατὰ ἀγάπην περιπατεῖς. Καὶ μετ' ὀλίγον· Καλόν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ προστιθέναι πρόσκομμα τῷ ἀδελφῷ εἰς σκάνδαλον. Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Απρόσκοποι γίνεσθε, καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Μὴ πρὸ καιροῦ τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ Κύριος, 85 καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Τάδε τοῦ Θεοῦ κρίματα ἐκδικεῖν ἀπαραίτητος ἀνάγκη, ἵνα μὴ ἀπολαύσῃ τῆς ὀργῆς τοῦ Θεοῦ ὁ ἐφησυχάζων. Μὴ ταχὺς εἶναι εἰς κρίσιν ὑπὸ τῆς Γραφῆς νε νουθέτημαι.

Part II, Sermon XCIXPars II, Sermo XCIX

col. 1239–1240page 238 of 240
PG 136:1239πρυεῤις μοι ἰὸς Περὶ ἀμειϊῶν καὶ ῥᾳθύμων - καὶ ὅτι ἐὰν νήφωμῶν, Πὐδὸν ἡμᾶς ΕΥΥΡΝ βαάψαι ἐὐόνα οι Καθόλου οἶμαι, ὅτι αὐτὸς καθ᾽ ἑαυτὸν ὁ Σατανᾶ; γενέσθαι αἴτιός τίνι ἁμαρτίας οὐ δύναται " τοῖς ἐδ ἐγυπάρχουσι ποτὲ μὲν φυσιχοῖς χινήμασι, ποτὲ δὲ καὶ ἀπηγορευμένοις πάθεσι αυγχωρουμένοις δι᾽ αὐτ τῶν, χαὶ εἰς τὰ οἰχεῖα πάθη ἀπάγειν ἐπιχειρεῖ τοὺς ' μὴ νήφοντας Καθάπερ κύων, οὕτως ἐνάλλεται τοῖς πλουτοῆσινδιάδολος, ὥσπερ ψωμὸν ἢ πλαχηῦντα παιδίου χατἐχήντος ἀποτπᾶτας θέλων, ὍὋ διάδολως ὅταν ἴδῃ ἑαυτὸν μηδὲν ἀνύοντα, ἀφίστάται λοιπὸν, δεδοιχὼς μὴ πλειόνων ἡμῖν στεφάνων αἴτιος γένηται, Ὁ διάθολος ἑαυτῷ κακὸς, οὐχ ἡμῖν. Ἡμεῖς γὰρ εἴ βουλοίμεϑα, καὶ πολλὰ καρπωδόμεϑα δι᾽ αὑτοῦ καλά, Δεδοικότες γὰρ αὐτοῦ τὰς ἐπιδουλὰς, νήφομεν, καὶ μεμνήμεθα τοῦ Θεοῦ διηνεχῶς, Οἵἴδε γὰρ, οἴδεν ὁ πολυμέχανος διάδολος καὶ διὰ χρηστῶν πράξεων τὸν ἑαυτοῦ παρασπείρειν ἰόν. Ἔθος τοῖς δαιμονίοις, οὗ μόνον ἀλλήλοις ὑπηρέ- , ταις, ἀλλὰ καὶ πονηροῖς ἀνθρώποις ὀργάνοις πρὶς " τὴν τῶν ὁμοφύλων αὐτῶν ἐπιδουλὴν χεχρῆσθαι. Μὴ τοῖνυν μετὰ ἀνέσεως προσδοκάτω τις τὸν οὗρτνὺν ὄψεσθαι, οὐ γὰρ ἔνι" μηδεὶς μετὰ τρυφῆς ἔλπιζέτον τὴν στενὴν ὀδεύειν ὀδὸν, ο γὰρ δυνατόν" μηδεὶς τὴν εὐρύχωρον βαδίζων τὴν ζωὴν ἐλπιζέτ᾽ν Οὐκ ἀνέτων καὶ ἀμερίμνων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ βιαστῶν, Σχάμμα ἐστὶν ὁ παρὼν βίος " ἐν δὲ τῷ σχάμμετι χαὶ τοῖς ἀγῶσιν οὐ δύναται ἀνέσεως ἀπολαύειν ὁ στεφανοῦσθαι μέλλων, Ἔχευ τλίνυν τῆς ἀρετῆς, Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, μετὰ πολλῆς ἥξεις τῆς εὐπορία:, καὶ δι- ἢ πλῆν ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ βίου, κακ ας τὸ ἀπεχόμενος καὶ ἀρετῆς ἐπιμεμελη μένος, Μὴ ζητῶμεν ἄνεσιν, θλίψιν γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπηγγείλατο ὁ Χριατός " καί φησιν ὁ Παῦλας, ΟἹ θέλοντες ζῇν ἐν Χριστῷ διωχθήσονται, Οὐδεὶς γενναῖος ἀθλητὴς Ἔν τῷ σχάμματι ληυτρὰ ἐπίζητεῖ, χαὶ τράπεζαν πλήθουσαν σιτίοις χαὶ οἴνῳ. Τοῦτο οὐκ ἔστιν ἀθλητοῦ, ὁλλὰ βλακοῦ, Ὃ γὰρ ἀθλητὴς μάχεται: ἐν κόνει, ἐλαίῳ, ἀχτῖνος θερμότητι, ἰδρῶτε πολλῷ, θλίψει καὶ στενοχωρίᾳ, ᾿Αγῶνος οὗτός ἔστιν καὶ τοῦ πυκτεύειν ὁ καιρὴς, οὐκοῦν καὶ τοῦ τραύματα λαμΘάντιν, καὶ αἰμάττεαθαι, χαὶ ἀλγεῖν, "Αχουτον τί φῆσιν ὁ μαχάριος Παῦλο;, ἐθύτως πωκτεύω ὡς; οὐκ ἀέρα δέρων. » Πάντα τὸν βίον ἐναγώνιον εἶναι νομίχω-" βιφῶν οὐδέτιοτε θλιδόμενο: ξενοπαθήτωομεν ' εἴπερ μηδὲ ᾿ Πάντα τοίνυν πράττωμεν, ὥστε μὴ σχανβαλισθῆνηΐ τὸν πλησίον, Πίος γὰρ χἂν σφόδρα ὀρθὺς ἦ, σκάνξαλου ἑτέροις παρέ ιν) τὸ πᾶν ἀπώλεσεν. Ὃ θέλων οὖν ἐλθεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀγάπης ἀμτριμνήσει ἀπὸ παντὸς. ἀνθρώπου τοῦ μὴ χρίνειν τινὰ, εἴςς χαλός ἐστιν, εἴτε μή.

Part II, Oration CPars II, Sermo C

col. 1241–1242page 239 of 240
PG 136:1241πύκτης, ὅτε ἐν ἀγῶνί ἐστι, ξενοπαθεί. Ετερός ἐστιν Α nec ung · ὁ τῆς ἀνέσεως καιρός. Διὰ θλίψεως ἡμᾶς τελειωθήναι δεῖ· εἰ καὶ μὴ διωγμός ἐστι, μηδὲ θλίψεις αἱ καθ' ἑκάστην ἡμέραν ἡμῖν συμπίπτουσαι. Εἰ δὲ ταύτα; οὐ φέρομεν, σχολῇ γε ἐκείνας ἐνέγκαι μεν ἄν. «Πειρασμός ὑμᾶς οὐκ εἴληφε, φησὶν, εἰ μὴ ἀντ θρώπινος.» Εὐχώμεθα οὖν τῷ Θεῷ μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσελθόντες δὲ φέρωμεν γενναίως. Οἱ τὰ μαλακά φοροῦντες ἐν τοῖς οἴκοι; τῶν βασιλέων εἰσίν· οἱ δὲ τὰ μὴ τοιαῦτα, ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ μαλακὸν ἱμάτιον καὶ τὴν αὐστηρὴν ἐκλύει ψυχὴν, διακλᾷ, διαχεῖ· κἂν τραχὺ λάβῃ σῶμα καὶ σκληρόν, ταχέως διὰ τῆς τρυφεραγωγίας μαλακὸν ποιεῖ καὶ ἀσθενές. Ἐξ οὗ καὶ αἱ ἐπὶ τῶν ἀγρῶν τρεφόμεναι γυναίκες τῶν ἀστικῶν ἀνδρῶν εἰσιν ἰσχυρό- Β τεραι. Τοῦ δὲ σώματος γινομένου μαλακωτέρου ἀνάγ κη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύμης· τὰ γὰρ πολλὰ καὶ συνδιατίθενται αὐτῆς αἱ ἐνέργειαι τῇ τοῦ σώματος διαθέτει, Τίς οὖν ὁ τῆς κακίας δημιουργός; τίς δὲ ἄλλος ἀλλ' ἡ ῥᾳθυμία τῆς προαιρέσεως ; Ἡ ἄνεσις καὶ ἡ ἀμεριμνία καὶ ἡ ἀνάπαυσις χαυνοῦσι καὶ διαχέουσι τὴν ψυχὴν· οἱ δὲ πειρασμοί συν σφίγγουσιν αὐτὴν καὶ ἐνοῦσιν αὐτὴν τῷ Θεῷ, ὡς λέγει ὁ Προφήτης· « Κύριε, ἐν θλίψει εμνήσθημέν σου. Ἐὰν ἴδῃς ἑαυτὸν ἐν καιρῷ ἀναπαυόμενον ἀπὸ τῶν παθῶν, μὴ πιστεύσης σεαυτῷ, διότι στέλλουσιν ἑαυ τοὺς οἱ ἐχθροὶ πρὸς καιρὸν ἐν πανουργία· ἴσως ὁ C ἄνθρωπος ἀπολύσει τὴν καρδίαν αὐτοῦ, νομίζων ὅτι ἀνεπαύθη· καὶ ἄφ ω εἰσπηδήσουσιν ἐπὶ τὴν ταλαίπωρον ψυχὴν, καὶ πάσουσιν αὐτὴν ὡς στρουθίον. Τοῖς μὲν κοσμικοῖς οἱ δαίμονες διὰ τῶν πραγμάτ των μᾶλλον παλαίουσι, τοῖς δὲ μοναχοῖς ὡς ἐπὶ τὸ πλεῖστον διὰ τῶν λογισμῶν πραγμάτων γὰρ διὰ τὴν ἐρημίαν ἐστέρηνται. Καὶ ὅσον εὐκολώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ' ενέργειαν, τοσοῦτο χαλεπώτερος ὁ κατά διάνοιαν πόλεμος τοῦ διὰ τῶν πραγμάτων συνισταμένου. Ευκίνητον γάρ τι πρά γμα ὁ νοῦς, καὶ πρὸς τὰς ἀνομους φαντασίας δυσκάθεκτος. ΛΟΓΟΣ Γ'. Περὶ τῆς μεταλήψεως τῶν θείων τοῦ Χριστοῦ μυστηρίων. “Ο; ἂν ἐσθέῃ τὸν ἄρτον τούτον, ἢ πίνῃ τὸ ποτή ρ:ον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπο; ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτον ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ο γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. ᾿Αθετήσας τις νόμον Μωσέως, χωρίς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δο κεῖτε χείρονο; ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοι τὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς
col. 1243–1244page 240 of 240
PG 136:1243Α χάριτος ενυβρίσα;; Οίδαμεν γὰρ τὸν εἰπόντα, ο Ἐμοὶ Ο ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, ο λέγει Κύριος· καὶ πάλιν, ο Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ· φοβερὸν τὸ εμπεσεῖν εἰς χεῖρας Θεοῦ ζώντος. Τὸ ἐν ἀκαθαρσία όντα τινὰ ἐγγίζειν τοῖς ἁγίοις μυστηρίοις καὶ ἐκ τῆς Παλαιᾶς Διαθήκης φοβερόν διδασκόμεθα τὸ κρίμα. Εἰ δὲ πλέον τοῦ ἱεροῦ ὧδε, φοβερώτερον δῆλον, ὅ τι παιδεύσει ἡμᾶς ὁ ἀπόστολος εἰπών· . Ὁ ἐσθίων καὶ πίνων ἀναξίως κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει. ο Καιρός κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδός καθαρόν, καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαύ λον καθ' ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὴν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετ τανοοῦντα, οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές. Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἀναξίως γ. ἂν ἀξίως] προσίωμεν· αὐτὸ δὲ [/. δὲ] τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρώς προσωμεν. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς δια τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων άπτεσθαι μυστη μίων, ἀλλ᾽ εἴποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφορᾶς, πρὶ πολλῶν ἡμερῶν διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης, καὶ τῆς περὶ τὰ πνευματικά σχολῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Το βαθύμως προσιέναι τοῖς θείοις τοῦ Χριστοῦ μυστηρίοις κόλασιν ἀφόρητον ἔχει· κἂν ἄποξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμᾷ τις, πυρὸς αὕτη γέμει ἡ τρί πεζα πνεύματι Κυρίου. Καὶ καθάπερ αἱ πηγαὶ φύσε: ὕδατος ἐναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα τινὰ ἔχει ἄῤῥητον. Μὴ τοίνυν προσέλθῃς καλάμην ἔχων, ξύλα καὶ χόρτον, ἵνα μὴ πλείονα τὴν ἐμπρησμόν ἐργάσῃ, καὶ κατακαύσῃς τὴν μεταλαμβάνουσαν ψυχήν. Βασιλέα ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινων νίας· βασιλέως δὲ ἐπιβαίνοντος τήν ψυχήν, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθείαν τῶν λογισμῶν τὴν εἰρήνην. Οἱ μέλλοντες ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες ἐν καθαρᾷ συνειδήσει, όταν ἀποπνέειν μέλλωσι, δορυφοροῦντες αὐτοὺς δι' ἐκεῖνο τὸ ληφθέν, ἀπάγουσιν ἐνθένδε άγγελοι. Εἴ τις ὑπὸ γαστριμαργίας, η συγκαταθέσεως αἰσχρῶν λογισμῶν βεβορβόρωται, εἴ τις ὑπὸ μίσους τη μνησικακίας ἐσκότωται, εἴ τις ὑπὸ φθόνου ἡ ὀργῆς τεθόλωνται, εἴ τις ὑπὸ ὑπερηφανίας ἢ ἀλαζονείας κεκράτηται, μή τολμήσῃ προσελθεῖν τοῖς θείοις καὶ ἀχράντοις μυστηρίοις, πρὶν ἢ διὰ προσηκούσης μετανοίας απονιψάμενος καθαρίσῃ ἑαυτὸν ἀπὸ παν τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Second witness · khazarzar edition

Ἐπίτασις κακίας τὸ μὴ μόνον ἑαυτὸν ἁμαρτάνειν, ἀλλὰ καὶ συνηγορεῖν ἄλλοις. Πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακὸν, ἐσταλμένον δὲ καὶ σπάνιον τὸ ἀγαθόν. Μείζονα καὶ σπουδαιοτέραν τὴν ἐπιμέλειαν ποιοῦ εἰς τοὺς δι’ ἀρετὴν καὶ θεοσέβειαν πτωχεύσαντας ἢ πενομένους· ὁμοίως καὶ εἰς τοὺς ἐκ νόσων ἢ συμπτωμάτων ἀποροῦντας παρὰ τοὺς ἐκ κακοπραγμονίας ἢ ἀσωτίας πτωχεύσαντας. Τὸ εἰδέναι τινὰ ὅτι ἀγνοεῖ σοφίας ἐστὶν, ὡς καὶ τὸ εἰδέναι ὅτι ἠδίκησε δικαιοσύνης. Τὸν γνωστικὸν οὐδέποτε τὸ πλουτεῖν γήθειν ποιεῖ, οὐδὲ τὸ χρημάτων ἀπορεῖν εἰς ταπείνωσιν ἄγει, τῆς ἀρετῆς καὶ σοφίας αὐτὸν ὑπερυψούσης, καὶ ὑπεράνω αὐτῶν ἵστασθαι παρασκευαζούσης. Τέλειον ἰατρὸν λέγομεν οὐ τὸν θεραπεύοντα πάντως, ἀλλὰ τὸν μηδὲν εἰς ὠφέλειαν ἀνηκόντων καὶ θεραπείαν παραλείποντα. Τοὺς μὲν ἁγίους φωταγωγοὶ φυλάσσουσιν ἄγγελοι, τοὺς δὲ φαύλους σκοτεινοί. Πλοῦτος γνώσεως σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς χωρίζεται.

Page scan enlarged

Notebook

Full View