PG 139Nicetas Marionensis
Nicetas of Maronia
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Hergenroether — NoticeHergenr&oe&lig;theri Monitum

col. 167–168page 1 of 28
Hergenr&oeætheri Monitum
PG 139:167ὅμοιον εἴ τις ἔλεγε μὴ δεῖν ποῤῥησιάζεσθαι τὴν ἀλήθειαν. «!
col. 169–170page 2 of 28
PG 139:169ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΝΙΚΗΤΑ ΤΟΥ ΜΑΡΩΝΕΙΑΣ ΛΟΓΟΙ ΔΙΑΦΟΡΟΙ ΠΡΟΣ ΔΙΑΛΟΓΟΝ ΕΣΧΗΜΑΤΙΣΜΕΝΟΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΑ ΠΡΟΣΩΠΑ ΓΡΑΙΚΟΣ ΚΑΙ ΛΑΤΙΝΟΣ. ΠΡΟΟΙΜΙΟΝ Ὁ μὲν σκοπὸς τοῦ λόγου συζήτησις καὶ συνεξέτασις περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, καὶ λύσις τῆς μέσον ἡμῶν καὶ τῶν Λατίνων ἀμφιβολίας περὶ τοῦ τοιούτου ζητήματος, πρὸς ἀναίρεσιν ἀφο ρώση τῆς ἐκ τούτου γενομένης ἀμφοῖν διαστάσεως. Ὁ δὲ χαρακτὴς διαλογικός, πρέπων τῇ λεπτολογία τῶν δεομένων ἀκριβεστέρας συσκέψεως ζητημάτων, καὶ μάλιστα τῇ περὶ τῶν ἐκκλησιαστικῶν δογμάτων συνεξετάσει αρμοδιώτατος, καὶ πρὸς εὕρεσιν τῆς ἀληθείας τοῖς μὴ ἐρίζειν ἐθέλουσι χρησιμώτατος καὶ αναγκαιότατος· διὸ καὶ τῶν μεγάλων διδασκάλων τινὲς τῷ τοιούτῳ εἴδει τοῦ λόγου ἐχρήσαντο Τι δὲ τοῦ διαλόγου πρόσωπα, ὁ Λατῖνος καὶ ὁ Γραϊ κός· ἑκατέρων δὲ τούτων ὁ λόγος ἰσοπαλής τε καὶ τοδύναμος πλάττεται, τὸ μὲν καὶ διὰ τὴν ὑποκειμέ την λην ὡς τῆς ὑποθέσεως μήπω πρότερον ἐξετα σθείσης τε καὶ τμηθείσης συνοδικώς, καντεῦθεν ἐχούσης ἰσχὺν οὐ μικρὰν ἐξ ἑκατέρων μερών· τὸ δὲ (1: Τοῦτό ἐστι τὸ προοίμιον τῶν ὄπισθεν διαλεκτικῶν λόγων τοῦ μακαριωτάτου μητροπολίτου Θεσσαλονίκης και γεγονότος χαρτοφύλακος τῆς Μεγάλης ἐκκλησίας κυροῦ Νικήτα τοῦ Μαρωνείας τῶν περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγιου Πνεύματος, ὧν τὰ πρόσωπα Γραικὸς καὶ Λατῖνος.

ProemProoemium

col. 171–172page 3 of 28
Dialogi de Processione Spiritus SanctiProœmium
PG 139:171τὸν ἥττονα λόγον ἔχειν δοκεῖν, ἀλλὰ νικῶν οἷον ἐφίε σθαι, καὶ ἐν οἷς οὐκ ἔστιν εὐχερὲς αὐτῷ τὸ νικᾶν, καὶ ὑψαυχενεῖν ὡσπιρεὶ τῷ λόγῳ γαυρούμενον· καὶ ὅτι περιττός ἐστι τὰ ἐς λόγους φιλοτιμούμενος ἐπι δείκνυσθαι, ἵνα μὴ ἀπολείπεσθαι κατὰ σοφίαν δόξεις τοῦ Γραϊκοῦ· τὸ δὲ ὅτι ὁ Γραϊκὸς αὖθις δι' ἔνδειξιν μετριοφροσύνης ἐκὼν ὑφίεται τὰ πολλὰ καὶ ἐπιεικέστερα φρονήσει καὶ κρίσει τοὺς λόγους οἶκο νομῶν, καὶ δεικνύς, ὡς οὐ πρὸς ἔριν αὐτῷ ὁ λόγος, ἀλλὰ πρὸς ἀλήθειαν ἡ σπουδή· μιμεῖται δὲ καὶ τοὺς περὶ τὰς παλαίστρας δεινούς, οἳ τοὺς ἀντιπάλους προσχήματι τοῦ ὀκλάζειν καὶ μέλλειν ὅσον ἤδη κατα πεσεῖν πολλάκις ἐνίκησαν, καὶ τὸ συμποδισθῆναι πλασσόμενοι μᾶλλον ἐκείνους συνεπόδησαν καὶ κατ ἐβαλον· πλὴν ἐν πρώτοις μὲν ἑκάτερος ἐκτίθεται τὰς ἰδίας ἀρχάς· καὶ ὁ μὲν Γραϊκὸς εἰς ἄτοπον ἄγειν πειρᾶται τὸν τοῦ Λατίνου λόγον, καὶ διὰ πολλῶν τῶν φαινομένων ἀτόπων ἄτοπον αὐτοῦ τὴν δόξαν δει κνύειν ἐπιχειρεῖ· ὁ δὲ τὰ ἄτοπα λύειν ἐπείγεται καὶ δείκνυσιν, ὡς ἢ οὐκ ἔστιν ἄτοπα τὰ ἐπαγόμενα, κ οὐχ ἵπεται τῷ ἑαυτοῦ δόγματι· εἶτα καὶ εἰς τὸν διὰ παραδειγμάτων εἰκονισμὸν εἰσβάλλουσιν ἄμφω συν ήθης δὲ καὶ οὗτος ὁ τρόπος τοῖς θεολόγοις τοῦ λόγου καὶ ὁ μὲν ἐξ εἰκόνων καὶ ἀναλογίας τὰ τῆς ἐκπορεύσεως τοῦ Πνεύματος Πνεύματος υποδείκνυσιν· ὁ δ τῶν εἰκονισμάτων ἔνια μέμφεται καὶ ἀντιπαρατίθησιν ἔτερα δῆθεν καταλληλότερα καὶ ὁ Λατῖ. νος αὖθις μιμεῖται τὸν Γραϊκὸν, καὶ τὰ μὲν μέμφεται, τὰ δ' ἑαυτοῦ μᾶλλον προσφυέστερα δείκνυσιν. Ἐπὶ τούτοις καὶ διαπορητικώτερον ποιοῦνται τὸν λόγον καὶ ἀνταποροῦσιν ἀλλήλους, λύειν τὰ ἄπαρα μὴ δυνάμενοι καὶ δεικνύντες ὅτι αἱ ἐκατέρωθεν ἀπορίαι συμβαίνουσιν, οὐ διὰ τὸ τοῦ προβλήματος ἄτοπον ἢ ἄδοξον ἢ ἀδύνατον (οὐδὲ γὰρ ἂν συνέβαινον ἑκατέρωθεν), ἀλλὰ διὰ τὸ τοῦ θεολογουμένου ὑπερ φυές· καὶ τελευταῖον, διὰ μαρτυριῶν ἀλλήλοις συμπλέκονται· καὶ τὰς μὲν οὗτος, τὰς δ᾽ οὗτος ὡς μαχομένας ἀντιπαράγοντες, τὴν ἐναντιοφωνίαν τῶν ἁγίων διθασκάλων αἰτίαν τῆς ἀλλήλων παριστῶσι διαμάχης καὶ διαστάσεως. Εἶτα συμβιβάζουσι τὰς μαρτυρίας· καὶ οὕτω καὶ αὐτοί, ὡς τὸ ἔν φρονοῦντες, λοιπὸν ἀλλήλοις συμπείθοντα· ὁ μὲν μαθὼν ἐκ τῶν ἁγίων Πατέρων δεῖν ἀναγκαίως εἶναι μηκέτι ἐν τῷ ἁγίῳ συμβόλῳ συνεκφωνεῖν τὸ ἐκ τοῦ Υἱοῦ ὁ δὲ πεισθεὶς μηκέτι καλεῖν αὐτὸν ἑτερόφρονα, ὡς τῆς ἐξ προθέσεως παρὰ Λατίνοις, καὶ τῆς διὰ παρ' ἡμῖν ἐχούσης οὐδεμίαν διαφορὰν ἐπὶ τοῦ Υἱοῦ. ; ὅτι καὶ τοῦ ἤθους ἐστὶ τοῦ Λατίνου τὸ μὴ ἀνέχεσθαι ἐπιεικείᾳ. διαλύειν. τοῦ λόγου συμ βαίνω καὶ ἀλληλότερα. ρερὶ τῆς ΕΚ καὶ ΔΙΑ, ὅτι ἰσοδυναμοῦσιν.
col. 173–174page 4 of 28
PG 139:173ΛΟΓΟΣ ΠΡΩΤΟΣ. α΄. ΓΡ. Φέρε δή, ὦ Λατῖνε, τὸ ἐριστικὸν καὶ φιλό νεικον ὡς τῇ εὑρέσει τῆς ἀληθείας ἐμπόδιον μακρὰν ἑαυτῶν ἀποῤῥίψαντες, τὸ περὶ τῆς τοῦ ἁγίου Πνεύ ματος ἐκπορεύσεως ζήτημα, περὶ δ καὶ διαφερόμεθα, μετὰ τοῦ ἁγίου Πνεύματος συνδιασκεψώμεθα. Χρεών γάρ, εἶπερ εἶναι βουλόμεθα τοῦ ἁγίου Πνεύ ματος ἀληθινοί λατρευταὶ καὶ προσκυνηταί, καὶ ἐν ἄλλοις μὲν ἅπασιν αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐπικαλούμενοι ἔχειν ὁδηγὸν εἰς τὴν τῆς ἀληθείας ερεσιν καὶ κατάληψιν, μάλιστα δὲ ἐν τοῖς περὶ αὐτοῦ τούτου λόγοις, ότι το πλείων ἐν ταῖς περὶ Θεοῦ ζητήσεσιν ή δυσχέρεια· Θεὸς δὲ ἀληθινὸς, καὶ τὸ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον ὡς ὁμοφυὲς καὶ συνδοξαζόμενον, καὶ ὅτι, τὰ ἑαυτοῦ γινῶσκον αὐτὸ καὶ μόνον μετὰ Πατρὸς καὶ Υἱοῦ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν οἶδεν ἐκκαλύπτειν οἷς καὶ ὅτι καὶ ὅσον χρεών. Τοῦτο δὲ οὐκ ἔσται τοῖς ἐριστικῶς ἀντιλέγειν ἐθέλουσι· ποῤῥω γὰρ τῶν ἐριστικῶν ἀντιλογιῶν ὁ παρὰ τοῦ Πνεύματος φωτισμός. ΔΑΤ. "Αγε ὦ Γραϊκέ, φιλαληθῶς, ταυτὸν δὲ εἰπεῖν, φιλοθέως· ἀληθῆς γὰρ ὁ Θεὸς καὶ Θεὸς αλήθεια καὶ ἐκ Θεοῦ πᾶσιν ἡ ἀλήθεια. Ποθῶ γὰρ τὴν περὶ τούτων ζήτησιν καὶ ἐκ πολλοῦ ταύτην ὠδίνω τὴν συνεξέτασιν. Ελθοι δὲ ἡμῖν ὁ παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ εὐοδώσοι τὸν λόγον τρέπον εἰς εὐθεῖαν τὰ σκολιά ὡς Πνεῦμα εὐθὲς ἐν τοῖς τῶν πιστῶν ἐγκάτοις ἐγκαινιζόμενον καὶ πληροῦν τὰς ἐλλειπτικὰς τῆς γνώσεως φάραγγας, καὶ λείας ἡμῖν ἀπεργαζόμενον τὰς τραχείας όλους ΓΡ. Κοινὴ μὲν ἤδη ἀμφοῖν ἡ εὐχὴ καὶ εἰς ὁ σκεπές, ἢ ἐπὶ τῇ προκειμένῃ συσκέψει ζήτησις τῆς ἀληθείας καὶ εὕρεσις· λοιπὸν δὲ ἀρκτέον τοῦ ἐγχει μήματος. ΑΔΤ. ᾿Αλλὰ πρότερον βραχέα τινὰ περὶ τῶν ἐπὶ τῆς ἁγίας Τριάδος δογματιζομένων καὶ λεγομένων ἡμῖν ὡς ἐν προθεωρίαις διαληψόμεθα· ἔξει γὰρ ίσως ταῦτα βοπὴν οὐ μικρὴν πρὸς τὴν τοῦ λό τον εξόδωσιν, καὶ μᾶλλον εἶπερ εἶεν ταυτί κοινῇ συνομολογούμενα· τό τε γὰρ συνάδον ταῖς κοιναῖς ἡμῶν ὁμολογίαις καὶ τὸ ἀπᾷδον ἐν τοῖς ἑξῆς λόγοις έξω οὕτως διαγνωσθήσεται. Δεῖ γὰρ ταῖς ἀρχαῖς συμφωνεῖν τὰ λεγόμενα, καὶ ὁ μὲν συμφωνεῖ, τοῦτο περί. λέγε; λεγεις. ο

Dialogue IDialogus primus

col. 175–176page 5 of 28
PG 139:175γνήσιον είναι λογίζεσθαι, δ δὲ ἀπάδει, τοῦτο ὡς νόθον καὶ μαχόμενον ἀποπέμπεσθαι. ΓΡ. Εὖ λέγεις· τάξεώς τε γὰρ ἀρίστης τουτὶ, καὶ πρὸς τὴν τῆς ἀληθείας διάγνωσιν οὐ μικρά συμβαλλόμενον. Τὸ γὰρ ἑπόμενον ταῖς ἀληθέσιν ἀρχαῖς τε καὶ ὑποθέσεσιν πάντως καὶ αὐτὸ ἀληθές ἐστιν· τὸ δὲ μαχόμενον καὶ ἐναντιούμενον τοὐναντίον ψευδές καὶ δὴ ποιητέον οὕτω. β'. ΛΑΤ. Φράζε μοι τοίνυν φῂς εἶναί τινα τῇ Τριάδι οὐσιώδη και φυσικά; ΓΡ. Φημί· καὶ γὰρ καὶ οὐσίαν καὶ φύσιν, κἂν ὑπὲρ οὐσίαν καὶ φύσιν τὸ εἶναι αὐτῇ. ΛΑΤ. Ταυτὰ δὲ οὐσίαν καὶ φύσιν, ἤ ἕτερα; ΓΡ. Ταυτὰ πάντως· οὕτως γὰρ οἱ ἅγιοι Πατέρες διδάσκουσι. ΛΑΤ. Τί δέ; οὐχὶ καὶ ὑποστατικά τινα φῂς ὑπάρ χειν ἐν τῇ Τριάδι καὶ προσωπικά; η. Καὶ ταῦτά φημι· καὶ γὰρ καὶ ὑποστάσεις καὶ πρόσωπα, κἂν ἀνώνυμος καὶ ὑπερώνυμος ἡ ἁγία Τριάς· ὑπὲρ πᾶν γὰρ καὶ πρᾶγμα καὶ νόημα καὶ ὄνομα ἡ τῆς ὑπερθέου θεότητος ὑπὲρ πᾶσαν ὕπαρ ξιν ὕπαρξις, ή, οἰκειότερον εἰπεῖν, ὑπερύπαρξις ὅμως καὶ οὐσία καὶ φύσις ἡ μία καὶ αὐτὴ καὶ ἀπα ράλλακτος τῆς ἁγίας Τριάδος θεότης προσαγορεύεται, καὶ πάλιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ὑπο στάσεις καὶ πρόσωπα τῆς θεότητος. ΑΑΤ. Ταυτὰ δὲ λέγεις εἶναι ταῦτα κἀκεῖνα, ἢ ἕτερα; ΓΡ. Τὰ ποῖα φῂς, φράσον. ΛΑΤ. Ταυτὸν ἡ οὐσία καὶ ἡ ὑπόστασις ἢ ἕτερον, καὶ ταυτὸν ἡ φύσις καὶ πρόσωπον, ἢ οὐ ταυτόν; ΓΡ. Ἕτερον μὲν ἡ φύσις παρὰ τὸ πρόσωπον, καὶ ἕτερον ἢ οὐσία παρὰ τὴν ὑπόστασιν. Οὕτω γὰρ ἔδοξε, καν ποτε παρ᾽ ἐνίοις ἢ οὐσία εἴτουν ή φύσις καὶ ἡ ὑπόστασις διάφορα ὀνόματα ἀντ᾽ ἀλλήλων παρα λαμβάνωνται, τουτέστιν ἐφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος· ταυτὸν δέ ἐστιν ἡ ὑπόστασις καὶ τὸ πρόσωπον, ὥσπερ αὖθις ἢ οὐσία καὶ φύσις ταὐτόν. Ἑπομένως δὲ τούτοις ταυτὰ μὲν τὰ λεγόμενα οὐ σιώδη και φυσικά, ἕτερα δὲ παρὰ ταῦτα τὰ ὑποστατικὰ καὶ προσωπικὰ, ὄντα καὶ ταῦτα ταυτά. (γ) Αλλα γὰρ τὰ οὐσιώδη και φυσικά, καὶ ἄλλα τὰ υποστατικὰ καὶ προσωπικὰ, εἰ καὶ μήτε τὰ οὐσιώδη καὶ φυσικὰ χωρίς ἐστι τῶν ὑποστατικῶν καὶ προσωπικῶν, μήτε ταῦτα ἐκείνων. Καὶ γὰρ ἡ οὐσία καὶ ἡ φύσις ἕτερον μέν, ὡς ἔφην, παρὰ τὴν ὑπό στασιν καὶ τὸ πρόσωπον, ἀλλ᾽ οὐδετέρα θατέρων χωρίς· οὔτε γὰρ ἡ οὐσία ἐστὶν ἀνυπόστατος, οὔτε ἡ ὑπόστασις ἀνούσιος.
col. 177–178page 6 of 28
PG 139:177ΑΑΤ. Εἶτα τίνα ταῦτα ὑπολαμβάνεις, λέγω δή τὴν οὐσίαν καὶ τὴν φύσιν, ἢ τὰ οὐσιώδη και φυσικά, καὶ τίνα τὰ ἕτερα, τὴν ὑπόστασιν καὶ τὸ προσώπου ἢ τὰ ὑποστατικά και προσωπικά ΓΡ. Ο μὲν ἔστι κοινὸν καὶ ἐν καὶ ταυτὸν Πατρι καὶ Τίῳ καὶ Πνεύματι, τοῦτο οὐσίαν καὶ φύσιν, καὶ τὰ προσόντα τούτοις κοινῶς καὶ ἡνωμένως καὶ ταυτῶς, οὐσιώδη καὶ φυσικά· ἕκαστον δὲ τῶν τριῶν, ὑπόστασίν τε καὶ πρόσωπον, καὶ ὅπερ ἑνὶ ἑκάστῳ ἴδιον, τοῦτο ὑποστατικὸν καὶ προσωπικόν. ΛΑΤ. Εὖ μὲν ἴσως λέγεις ταυτί· πλὴν καὶ ὑποδειγματικῶς σαρήνισον τὰ λεγόμενα. ΓΡ. Τὴν μὲν ὑπερφυῆ καὶ ὑπερούσιον θεότητα φύσιν ειώθαμεν λέγειν τῆς ἁγίας Τριάδος, μίαν καὶ τὴν αὐτὴν καὶ οὐσίαν ἁπλῆν τε καί ἀπαράλλακτον· τὴν αὐτὴν καὶ ὡσαύτως ἔχουσαν ἐν τῷ Πατρὶ καὶ ἐν τῷ Υἱῷ καὶ ἐν τῷ ἁγίῳ Πνεύματι. Φυσικὰ δὲ καὶ οὐσιώδη, εἰ καὶ κυρίως τὰ κατ᾽ οὖσ σίαν προσόντα τισὶ, πλὴν ἀλλὰ νῦν ἐπὶ τῆς Τριάδος καταχρηστικῶς τὰ περὶ οὐσίαν κοινως καὶ ταυτῶς καὶ ἀμερῶς θεωρούμενα, ὡς τῶν κατ' οὐσίαν ἐχόν τῶν πάντη τὸ κρύσιον καὶ ἄγνωστον, ἀνώνυμόν τε καὶ ὑπερώνυμον. Τοῦ Θεοῦ γὰρ ἡμῖν καὶ ἡ γνῶσις καὶ ἡ κλῆσις, καὶ πᾶν ὄνομα καὶ πᾶν νόημα οὐκ ἐκ τῶν κατ' αὐτόν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτὸν Φυσικά μὲν οὖν καὶ οὐσιώδη φαμὲν ἐπὶ τῆς ἁγίας Τριάδος τὴν ὑπεράγαθον καὶ πανάγαθον ἀγαθότητα, τὴν ὑπερδύναμον καὶ παντοδύναμον δύναμιν, τὴν ὑπέρ σοφον σοφίαν καὶ πάνσοφον, τὸ παντουργόν, τὸ ποιητικὸν, τὸ δημιουργικόν, το προνοητικόν, τὸ συνεκτικὸν πάσης κτίσεως, τὸ ἀΐδιον, τὸ ἄχρονον καὶ υπέρχρονον, τὸ αἰώνιον καὶ ὑπεραιώνιον, τὸ κατά χρόνον ἄναρχον, τὸ ἄκτιστον, τὸ ἀγένητον (δι' ενός ν γραφόμενον), τὸ ἀτέλευτον, τὸ ἀκατάληπτον, τὸ ἀπερίληπτον, τὸ ἀπερίγραπτον, τὸ ἀόρατον, τὸ ἄπειρον, τὸ ὑπὲρ πᾶσαν αἴσθησίν τε καὶ νόησιν τέντα δὴ ἁπλῶς ὅσα κοινὰ καὶ ταὐτὰ Πατρὸς καὶ Ποῦ καὶ ἁγίου Πνεύματος, οὐσιώδη λέγομεν καὶ φυσικά, οὐ κυρίως, ὡς κατ᾿ οὐσίαν αὐτοῖς ὑπάρ χοντα, ἀλλὰ καταχρηστικῶς ὡς περὶ τὴν οὐσίαν κοινῶς καὶ ταυτῶς καὶ ἀμερῶς θεωρούμενα. Υπό στασιν δὲ καὶ πρόσωπον λέγομεν ἕκαστον τῶν τριῶν, τὸν Πατέρα, τὸν Υἱόν, τὸ Πνεῦμα· ὑποστα και δε και προσωπικὰ τὰ περὶ ἕκαστον τούτων ιδιαζόντως ὑπάρχοντα, τὴν πατρότητα, την υἱότητα. τὴν τοῦ ἁγίου Πνεύματος ιδιότητα, καθ᾽ ἤν δηλαδή τὸ Πνεῦμα ἐκπορευτὸν ὀνομάζεται· τὸ ἀγέννητον (δια δύο γραφόμενον ν), τό γεννητον ὁμοίως καὶ τὸ απορευτὸν, τὴν ἀγεννησίαν, τήν γέννησιν, καὶ τὴν ἀπόρευσιν· καὶ ταῦτα οὐ μεταπίπτοντα, ἀλλ᾽ ἕκα στον εκάστης υποστάσεως ἀμετακινήτως καὶ ἀνυπο αλλάκτως χαρακτηριστικὸν ἰδίωμά τε καὶ γνώρισμα τοῦ Πατρὸς τὴν ἀγεννησίαν, ὅτι μὴ ἔκ τινος, καὶ οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος· τοῦ Υἱοῦ τὴν γέννησιν, καὶ οὔτε τοῦ Πατρὸς οὔτε τοῦ Πνεύματος μόνος γὰρ ἐκ τοῦ Πατρὸς γεννητὸς, διὸ καὶ μονο
col. 179–180page 7 of 28
PG 139:179γενός· τοῦ Πνεύματος τὴν ἐκπόρευσιν, καὶ οὔτε τοῦ Πατρὸς οὔτε τοῦ Υἱοῦ· μόνον γὰρ τὸ Πνεῦμα ἐκπο ρευτόν. γ. ΛΑΤ. Τί οὖν; ἐπειδὴ ἀγέννητον, ὅτι μὴ ἔκ τινος, ὁ Πατήρ καὶ τοῦτο ἴδιον αὐτοῦ, διὰ τοῦτο οὐδὲ ἐξ αὐτοῦ τι ἔσται; ΓΡ. Καὶ μὴν καὶ ἀγέννητος ὁ Πατὴρ καὶ οὐκ ἔκ τινος· ἀλλ᾽ ἐξ αὐτοῦ προελήλυθεν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. ΛΑΤ. Τί δέ; ἐπεὶ καὶ πρόοδός τίς ἐστιν ἀπ' αὐτ τοῦ, ἄρα μονότροπος αὕτη καὶ ἀδιάφορος; ΓΡ, Οὐκ ἔστιν καὶ γὰρ ὁ τρόπος τῆς προόδου δ διάφορος καὶ διαφόρων προσώπων ἐκφαντικός. Αλλος γὰρ ἐστιν ὁ τρόπος τῆς προόδου, καθ' δν ὁ Υἱὸς ἐξ αὐτοῦ, γέννησις προσαγορευόμενος, καὶ ἄλλος ὁ τρόπος, καθ᾿ ὃν τὸ Πνεῦμα ἐξ αὐτοῦ προ έρχεσθαι λέγεται· καλεῖται δὲ καὶ οὗτος ἐκπόρευσις. ᾿Αμφότεροι δὲ κατ᾽ οὐσίαν, οὐχ ὅτι διαφορὰν οὐσίας παρέχουσιν, ἄπαγε, ἀλλ' ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ ὁ Υἱὸς, ἀλλὰ γεννητῶς, καὶ τὸ Πνεῦμα, ἀλλ᾽ ἐκπορευτῶς, καὶ οὐκ ἔξωθεν ἐκ τοῦ μὴ οντος καθάπερ τὰ κτίσματα. Καὶ τὸν μὲν Υἱὸν γεννἂν ὁ Πατὴρ λέγεται, τὸ δὲ Πνεῦμα προβάλλεσθαι ἡ πιοίεσθαι ἢ οὐκ οἶδ᾽ ὅπως ἐρῶ προσφυέστερον. Εκάτερος δὲ τρόπος ἰδίου μὲν τετύχηκεν ὀνό ματος, δ τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο. ἡμῖν δὲ ἂγνω στός τε καὶ ἀκατάληπτος· καὶ ὅτι ὁ μὲν ἕτερος, ὁ δὲ ἕτερος, ἐκ τῶν περὶ ἑκατέρου διαφόρως λεγομέ. νων γινώσκομεν. Τίς δὲ καὶ ὁποῖος ἑκάτερος, καὶ τίς ἡ διαφορὰ, τῇ Τριάδι μόνῃ γινώσκεται· οὐδὲν γὰρ πλέον ἡμῖν περὶ τούτων ἐκ τῶν θείων λογίων ἐκπέφασται. [ οὐχ οὕτως φῂς καὶ αὐτός; ΛΑΤ. Φημί, σύμφρων γὰρ ἐπὶ τούτοις εἰμί σοι καὶ ὁμόδοξος. Ηδη δὲ εἰσβάλλωμεν ἐπὶ τὸ ἀμφι βαλλόμενον καὶ ζητούμενον, καὶ περὶ ὁ μέσον ἡμῶν ἡ διαφορὰ, καὶ δι' ὃ τάχα καὶ διιστάμεθα. Οὐκοῦν ζητείσθω, πότερον χρεὼν λέγειν τὸ Ονεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι μόνον, ἢ καὶ ἐκ τοῦ Υἱοῦ, ΓΡ. Ο δηλαδὴ καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν θεοπνεύστων Γραφῶν ἐξεκάλυψε καὶ οἱ ἅγιοι Πατέρες καὶ νῆς Ἐκκλησίας διδάσκαλοι διὰ τοῦ ἁγίου Πνεύματος μυηθέντες τὰ τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς (πίστεως δόγματα), ἐν ταις ἑαυτῶν θεοπνεύστους διδασκαλίαις παραδεδώκασι καὶ οὐδὲν τῷ ὀρθῷ λόγῳ καὶ εὐσεβεῖ κατ' οὐδὲν ἠναντίωται, οὔτε μὴν ἔχει τι παρεπόμενον ἄτοπον. ΛΑΤ. Αλλ' έν γέ τι φράσον. ἵνα γνῶ καὶ αὐτός. οὐδέ. προβάλλεσθαι
col. 181–182page 8 of 28
PG 139:181δ. ΓΡ. Εἰ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενου τὸ Πνεῦμα ἐκπορεύεται καὶ ἐκ τοῦ Υἱοῦ, συγκέχυται τὰ τῶν ἰδιοτήτων, ἤ ὡς ἐξ ἄλλης ὑποστάσεως εἰς Ελλην μεταχωροῦντα, ἢ ὡς ἄλλην ἐξ ἄλλης μετα λαμβανούσης ἰδιότητα τῆς αὐτῆς ὑποστάσεως· ὅπερ τῆς Σαβελλίου δόξης ἐστὶν οὐ μακράν. Εἰ γὰρ ὁ Πα τὴρ καὶ ὁ Υἱὸς ἕν καὶ ταυτὸν ὑπάρχει κατὰ Σαβέλλιον, ἀκόλουθον πάντως ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα ἐκπορευόμενον ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ· τάχα δ᾽ ἂν καὶ ἐξ ἑαυτοῦ. ΛΑΤ. 'Αλλ' ἐφ' ἡμῶν οὐκ ἔχει χώραν τὸ τοῦ Σα βελλίου δοξάριον· οὐδὲ γὰρ τὰς ὑποστάσεις συγχέο μεν καὶ τὰ πρόσωπα, οὐδὲ τὰς ἰδιότητας μετατίθε μεν, οὐδὲ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν εἰς ἄλλην καὶ ἄλλην ἰδιότητα μεταφέρομεν· οὐδὲ ὧν τὰ τρία δοξάζομεν πρόσωπον ἤ τριπρόσωπον μίαν ὑπόστασιν, ἀλλὰ καὶ τὰς ὑποστάσεις τρεῖς εἶναί φαμεν τῆς θεότητος καὶ ἑκάστην ὑπόστασιν ἐν ἀκινήτῳ τηροῦμεν τῇ ἰδιότητι· τοῦ μὲν γὰρ Πατρὸς ἴδιον τὸ ἀγέννητον, τοῦ δὲ Υἱοῦ τὸ γεννητὸν, τοῦ δὲ ἁγίου Πνεύματος τὸ ἐκπορευτὸν εἶναι τιθέμεθα· ἀλλ' ὥσπερ τοῦ Πατρὸς οὐ τὸ ἀγέννητον μόνον, ἀλλὰ καὶ τὸ γεννητικὸν καὶ προβλητικὸν ἤτοι προεκτικὸν, εἰ οὕτω χρὴ λέγειν, οὕτω καὶ τοῦ Υἱοῦ οὐ τὸ γεννητὸν μόνον, ἀλλὰ καὶ τὸ προβλητικὸν, καὶ τοῦ Πνεύματος τὸ ἐκπορευτὸν μὲν, οὐχ ἁπλῶς δέ· ἀλλ᾿ ὥς μὲν ἐκ τοῦ Πατρὸς, ὡς δὲ ἐκ τοῦ Υἱοῦ, τουτέστιν ἀμέσως μὲν ἐκ τοῦ Υἱοῦ, ἐμμέσως δὲ ἐκ τοῦ Πατρὸς, ὅτι ἐκ τοῦ Πατρὸς μὲν διὰ τοῦ Υἱοῦ, ἐκ τοῦ Υἱοῦ δὲ δι' ἑτέρου οὐδενός. ᾿Αγέννητος γὰρ ἂν ὁ Πατὴρ γεννα τὸν Γιόν, γεννῶν δὲ τὸν Υἱὸν διὰ μέσου τοῦ Ποῦ ἅμα καὶ τὸ Πνεῦμα προβάλλεται· καὶ ὁ Υἱὸς γεννητὸς ὢν καὶ τὸ Πνεῦμα προβάλλεται· καὶ τὸ Πνεῦμα πάλιν ἐκ τοῦ Πατρὸς ἐμμέσως ἐκπορευόμενον, ὡς τῇ ἐκπορεύσει τοῦ Υἱοῦ μεσιτεύοντος ἅμα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται μηκέτι δι᾿ ἑτέρουτινὸς μεσιτεύοντος· ὥστε ἡμᾶς ἴδιον τίθεσθαι του μὲν Πατρὸς τὸ ἀγέννητον, τὸ γεννητικὸν καὶ τὸ ἐμ μέσως προβλητικόν· τὸ μὲν ἀγέννητον, ὅτι οὐκ ἔκ τις, τὸ δὲ γεννητικόν, ὅτι γεννᾷ τὸν Υἱόν, τὸ δὲ ἐμμέσως προβλητικόν, ὅτι διὰ μέσου τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα προβάλλεται· τοῦ Υἱοῦ δὲ τὸ γεννητὸν καὶ τὸ ἀμέσως προβλητικόν· τὸ μὲν ὅτι ἐκ τοῦ Πα τὸς αὐτὸς γεννητὸς, τὸ δὲ ὅτι ἀμέσως ἐξ ἑαυτοῦ τὸ Πνεῦμα προίεται, μέσος ὧν αὐτὸς τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος· τοῦ δὲ Πνεύματος τὸ ἐκπορευτὸν ἐαμέσως ἐκ τοῦ Πατρὸς, ἐκπορευτὸν δὲ ἀμέσως καὶ ἐκ τοῦ Υἱοῦ, ὡς μεταξὺ μὲν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος θεωρουμένου τοῦ Υἱοῦ, μεταξὺ δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύμανος οὐδενὸς κατά γε τὴν τόολον. Καὶ ταῦτα εἶναι ἑκάστου τῶν τριῶν ἰδιώ ματα ἀμεταθετικῶς καὶ ἀμετακινήτως καὶ ἀνυπαλ ταῦθα πειρᾶται ὁ Γραϊκὸς διεικνύειν ἄτοπον εἰσάγεται τῇ δόξῃ τῇ καὶ ἐκ τοῦ Υἱοῦ λεγούσῃ ἐκπορεύεσθαι τὸ Πνεῦμα· καί φησι σύγχυσιν τῶν ἰδιοτήτων συνάγεσθαι· ὅπερ ἀνασκευάζει ὁ Λατῖνος πάνω εὐφυώς.
col. 183–184page 9 of 28
PG 139:183λάκτως ἔχοντα καὶ ἀμεταβλήτως. Ωσπερ οὖν οὐχ ὅτι οὐ γεγέννηται ὁ Πατήρ, διὰ τοῦτο οὐδὲ γεννᾷ οὐδὲ προβάλλεται, ἀλλὰ κἀκεῖνα καὶ ταῦτα καὶ ἀγέννητός ἐστιν, ἀλλὰ καὶ γεννήτωρ καὶ προβολεὺς τὸ μὲν ἀμέσως ἐξ ἑαυτοῦ, τὸ δὲ ἐμμέσως δεὰ τοῦ Υἱοῦ, οὕτω καὶ ὁ Υἱὸς οὐχ ὅτι γεγέννηται, διὰ τοῦτο οὐχὶ καὶ τὸ Πνεῦμα προβάλλεται. Καὶ τὸ Πνεῦμα οὐχ ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, διὰ τοῦτο οὐχὶ καὶ τοῦ Υἱοῦ ἐκπορεύεται· ἀλλ' ἡ ἐκπόρευσις αὐτοῦ ἄμεσος μὲν ἐκ τοῦ Υἱοῦ, ἔμμεσος δὲ ἐκ τοῦ Πατρός. Φυλάττεται γοῦν ἑκάστῳ προσώπῳ ἡ ἰδιότης ἀκίνητος καὶ ἀσύγχυτος· οὕτως ἡ ἐν μονάδι Τριὰς καὶ ἀδιαίρετος ἡ ἐν Τριάδι μονάς. Μονάς γάρ ἐστι καὶ Τριὰς ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· τὸ μὲν κατὰ τὴν φύσιν τῆς θεότητος μίαν καὶ τὴν αὐτὴν οὗταν καὶ ἀδιαίρετον καὶ ἀναλλοίωτον· τὸ δὲ διὰ τὰς ἰδιότητας ἀμετακινήτως ἐχούσας, καθὰ φθάσαντες ἔφημεν. Φυλαττομένων δὲ τῶν ἰδιοτήτων ἑκάστῳ ἀμεταβλήτων, οὐκ ἂν λέγοιτο τὸ Πνεῦμα ἐξ ἑαυτοῦ ἐκπορεύεσθαι, ὅτι μὴ ἰδιότης ἐστὶ τοῦτο τοῦ Πνεύ ματος· ἐκ τοῦ Πατρὸς δὲ ἐκπορευόμενον δια τοῦ Υἱοῦ, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀλλ' οὐ δι' ἑτέ ρου τινός· καὶ ποῦ τοῦ Σαβελλίου ή σύγχυσις; μὲν γὰρ ἕν κατ' ἐκεῖνον ἐλέγομεν τὸν Πατέρα καὶ τὸν Γὸν ἢ καὶ τὸ Πνεῦμα ὡς μίαν ὑπόστασιν ἢ πρόσωπον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι φασκοντες, σύμφρονες ἂν ἦμεν τῷ Σαβελλίῳ, ἢ πάντως ἡμισαβέλλιοι, καθά περ άλλοι τινὲς ἡμιάρειοι· τὰ μὲν γὰρ τρία λέγοντες μίαν ὑπόστασιν καὶ ἂν οὕτω κατά Σαβέλλιον, οὐδὲν μᾶλλον ἐποιοῦμεν τὸ Ηνεῦμα ἐκ τοῦ Πατρὸς καὶ ἐν τοῦ Υἱοῦ ἐκπορευόμενον, ἤ ἐξ ἑαυτοῦ· ἀλλὰ καὶ τὸν Πατέρα γεννώντά τε καὶ γεννώμενον καὶ ἐκπορευόμενον, καὶ ἕκαστον τούτων οὐ μᾶλλον ἐξ ἄλλου ἤ ἐξ ἑαυτοῦ· καὶ τὸν Υἱὸν δὲ οὐ μόνον γεν νώμενον, ἀλλὰ καὶ ἐκπορευόμενον, πρὸς δὲ τούτοις καὶ γεννώντα· καὶ τὸ Πνεῦμα αὖθις οὐκ ἐκπορευ άμενον μόνον, ἀλλὰ καὶ γεννῶν καὶ γεννώμενον. Τοιαῦτα γὰρ τὰ Σαβελλίου ληρήματα ἐνὶ καὶ τῷ αὐτῷ προσώπῳ διάφορα τιθέντος ὀνόματα καὶ δια φόρους ιδιότητας. Τὸν δὲ Πατέρα καὶ τὸν Υἱὸν μό νον φάσκοντες ἕν πρόσωπον, ἐκ τοῦ ἑνὸς δὲ τούτου τὸ Πνεῦμα προέρχεσθαι δογματίζοντες ἦμεν ἂν καὶ οὕτως ἡμισαβέλλιοι ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ τὸ ἐκπορευτὴν ἐκπορεύεσθαι λέγοντες. Νῦν δὲ ἡμεῖς ἄλλην μὲν ὑπόστασιν τῆς θεότητος δοξάζοντες τὸν Πατέρα, ἄλλην δὲ τὸν Υἱόν, τῆς αὐτῆς δηλαδή φύ σεως, ἄλλην δὲ ὡσαύτως τὸ Πνεῦμα, εἶτα τιθέντες τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ, ἑτέρως φαμέν. Οἱ μὲν οὖν ἓν λέγοντες τὸν Πατέρα καὶ τὸν Υἱὸν πρόσωπον, εἶτα φάσκοντες τὸ Πνεῦμα ἐκπορευτὸν ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, τὸ ἄτοπον ἑπόμενον ἔχουσιν· οὐχ ὅτι ἁπλῶς φασιν ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, ἀλλ᾽ ὅτι ὡς ἑνὸς ἐξ ἀμφοῖν· καὶ ὅτι ἕν ἄμφω τίθενται τὸν Πα τέρα καὶ τὸν Υἱόν, οὐ κατὰ δύναμιν τῆς τοῦ Κυρίου φωνῆς, ἀλλ᾽ ἑτέρως ἢ ὡς ἐκεῖνός φησιν· Ἐγὼ καὶ ὁ Πατήρ ἓν ἐσμεν. Ἡμεῖς δὲ καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες οὐχ ὡς ἐξ ἑνὸς
col. 185–186page 10 of 28
PG 139:185τοῦτό φαμεν, ἀλλ᾿ ὡς ἐκ δύο προσώπων ὁμοφυῶν ὁμοφυές προερχόμενον κατά τινα τρόπον ἄγνωστόν τε καὶ ἀῤῥητον. Τὸ μὲν οὖν ἐξ ἀμφοῖν λέγειν τὸ Πνεῦμα ὡς ἐξ ἑνὸς, ἀσεβές· Σαβελλιανὸν γὰρ τὸ δὲ ἐξ ἀμφοῖν ἐχόντοιν οὐκ ἐν οὐσίᾳ διαφορότητα οὐδ᾽ ἐν ὀνομάτων διττότητι τὴν διάκρισιν, ἀλλ᾽ ἐν ὑποστατικαῖς ιδιότητι, τῆς Σαβελλιανῆς ἀσεβείας μα κράν· ὥστε, ἐπειδὴ τὸ τοιοῦτον δόγμα ἕτερόν ἐστι τῆς τοῦ Σαβελλίου δόξης, μηδ᾽ ὡς Σαβελλιανὸν ἡγοῦ καὶ ἀπόβλητον. Ἀλλ᾽ ἤ ἄρα ἑτέρως ἔχειν τὸ ἄτοπον ἔλεγχε. ε. ΓΡ. Έστω ταῦτα, καὶ μὴ Σαβελλιανὸν ἔστω τὸ λέγειν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τοῦ παναγίου Πνεύματος τὴν ἐκπόρευσιν· ἀλλ' ἐκεῖνό γε ἄτο του Εἰ γὰρ ἐξ ἀμφοῖν, σύνθετος αὐτῷ λοιπὸν τῆς ὑποστάσεως ἡ ἰδιότης, καὶ οὐχ ἁπλῆ καὶ σύνο θετος ἡ ὑπόστασις, ὅτι καὶ ἀμέσως καὶ ἐμμέσως ἐκπορεύεται, τὸ μὲν ἐκ τοῦ Πατρὸς, τὸ δὲ ἐκ τοῦ Που· οὕτω δὲ καὶ τοῦ Υἱοῦ ἡ διότης εὑρίσκεται σύνθετος, ἔχουσα μὴ μόνον τὸ γεννᾶσθαι ἐκ τοῦ Πατρὸς, ἀλλὰ καὶ τὸ Πνεῦμα ἐξ ἑαυτοῦ ἀμέσως ως μέση προβάλλεσθαι. ΛΑΤ. Κατὰ τοῦτον τὸν λόγον σύνθεσις ἂν εἴη καὶ περὶ τὸν Πατέρα, καὶ μᾶλλον, ὅτι οὐκ ἀγγέννη της μόνον, ἀλλὰ καὶ γεννήτωρ καὶ προβολεύς. Εἰ δὲ ἐπὶ τοῦ Πατρὸς ταῦτα οὐ παρεισήγαγε σύνθεσιν, οὐδὲ ἐκεῖνα λοιπὸν ἐπὶ τοῦ νοῦ καὶ Πνεύματος. Η τίς ἡ ἀποκλήρωσις, τὸν μὲν Πατέρα μὴ εἶναι σύνθετον ἐκ τοῦ ἀγεννήτου καὶ τοῦ γεννητικοῦ καὶ τοῦ προβλητικοῦ, τὸν δὲ Υἱὸν σύνθετον εἶναι διὰ τὸ γεννητὸν καὶ τὸ προβλητικὸν, καὶ τὸ Πνεῦμα διὰ τὸ διχόθεν καὶ διχῶς ἐκπορευτὸν, ἤτοι ἐκ τοῦ Πα τρὸς καὶ ἐκ τοῦ Υἱοῦ, ἐμμέσως δηλαδὴ καὶ ἀμέσως; Καίτοι κἄν ἁπλῆν δῶμεν ἑκάστῳ τὴν ἰδιότητα, κατὰ τὸν σὸν λόγον καὶ οὕτως, ὡς λέγεις, διπλόη παρεισ αχθήσεται, καὶ σύνθεσις έψεται, καὶ ἔσται σύνο θετον ἕκαστον. Καὶ γὰρ ἐν τῷ Πατρὶ καὶ ἡ τῆς θεότητος οὐσία ἐστὶ καὶ ἡ τοῦ γεννᾶν ιδιότης, καὶ ἐν τῷ Υἱῷ μετὰ τῆς οὐσίας καὶ ἡ τοῦ γεννᾶσθαι ιδιότης ἐστὶν, καὶ ἐν τῷ Πνεύματι μετὰ τῆς αὐτῆς αἰτίας καὶ ἡ ἰδιότης τῆς ἐκπορεύσεως. Ἀλλ᾿ οὐ σύνθεσις ἐκεῖ, ἀλλ᾽ ἁπλότης ὑπὲρ πᾶσαν ἁπλότητα, ὅτι μέρη ταῦτα τῆς θεότητος ἀμερής γὰρ ὑπὲρ πᾶσαν ἀμέρειαν), αλλ' ιδιότητες περὶ τὴν μίαν οὐσίαν καὶ τὰς τῆς μιᾶς οὐσίας ὑποστάσεις θεωρούμεναι καὶ ἑκάστη, ἑκάστην ὑπόστασιν χαρακτηρίζουσαι. Οὐκοῦν οὐδὲ ὅταν λέγω τὸ Πνεῦμα ἀμέσως ἔχειν καὶ ἐμμέσως τὴν ἐκπόρευσιν, ἢ τὸν Υἱὸν καὶ γεννᾶ. Με: ἐκ τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα προβάλλεσθαι, διπλόην τινὰ παρεισάγω καὶ σύνθεσιν· ὥσπερ γὰρ ἢ ἐκ τοῦ Πατρὸς διάφορος πρόοδος, καθά φατε καὶ ὑμεῖς, διάφορον μὲν δείκνυσι τὴν σχέσιν αὐτοῦ, Ἑτέρου ἀτόπου εἰσαγωγὴ, ὅτι σύνθετον ἔσται τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπο ενόμενον, καὶ πρὸς τοῦτο ἀνασκευή. Προβάλλεσθαι
col. 187–188page 11 of 28
PG 139:187τὴν μὲν πρὸς τὸν Υἱὸν ὡς Πατρός, τὴν δὲ πρὸς τὸ ὑπόθεσις. Πνεῦμα ὡς προβολέως κατά τρόπον ἴδιον, τὴν δὲ Πατρικὴν ὑπόστασιν οὐ σύνθετον ὑποδείκνυσιν, οξ τως οὐδὲ τὸ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι σύνθεσιν δίδωσιν ἐννοεῖν ἢ ἐπὶ τοῦ Υἱοῦ ἢ ἐπὶ τοῦ Πνεύματος. Καίτοι ἐπὶ τοῦ Πατρὸς τὸ γεννᾶν καὶ τὸ προβάλλεσθαι οὐ ταὐ τὸν οὐδ᾽ ὡσαύτως, ἐπὶ δὲ τοῦ Πνεύματος τὸ ἐκπο ρεύεσθαι ἔν καὶ ταὐτὸν, εἰ καὶ ἐκ τοῦδε μὲν ἐμμέν σως, ήγουν ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ, ἐκ τοῦδε δὲ ἀμέσως, ὅτι ἐκ τοῦ Υἱοῦ οὐκέτι δὲ δι᾽ ἄλλου τινός. Οὐκ οὖν σύνθετος ὁ Υἱός, ὅτι μὴ γεννᾶται μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα προβάλλεται· οὐδὲ τὸ Πνεῦμα, ὅτι ἐκπορεύεται οὐκ ἐκ μόνου τοῦ Πατρὸς, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ· καὶ γὰρ οὐδὲ ὁ Πατήρ, ὅτι μὴ μόνον ἀγέννητος, ἀλλὰ καὶ γεννήτωρ Υἱοῦ, οὐδ᾽ ὅτι μὴ γεννήτωρ μόνον, ἀλλὰ καὶ προβλήτωρ τοῦ Πνεύματ τος. Καὶ γὰρ οὐδὲ ἐπὶ τῆς κοινῆς δόξης ἠμῶν τε καὶ ὑμῶν σύνθετος ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ὅτι μετὰ τῆς οὐσίας ἑκάτερον ἔχει τὸ τῆς ὑποστάσεως ἴδιον, ὁ μὲν τὸ γεννητὸν μόνον, τὸ δὲ τὸ ἐκπορευτὸν ἐκ τοῦ Πατρός. Εἰ γὰρ σύνθετος ἑκάστη ὑπόστασις διὰ τὰς ἑαυτῆς ἰδιότητας, καὶ ἡ οὐσία ἂν εἴη τῶν τριῶν ὑποστάσεων σύνθετος διὰ τὰ περὶ αὐτὴν κοινὰ τῶν τριῶν ἰδιώματα, τὸ ἀγαθὸν φημί, τὸ σοφὸν, τὸ δυνατ τόν, τὸ ποιητικὸν, τὸ παντουργικὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ συνεκτικόν, τὸ περιεκτικὸν καὶ περιληπτικον πάντων, τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸ ἄχρονον, τὸ ὑπέρχρονον, καὶ ὅσα ἄλλα τοιαῦτα εἴτε κατὰ θέσιν είτε κατὰ ἀφαίρεσιν, εἴτε κατ' απο τίαν, εἴτε καθ᾽ ὑπεροχὴν καὶ ὑπέρβασιν λέγεται ἐπὶ τοῦ Θεοῦ. Ἀλλ᾽ οὐκ οὐσία ταῦτα, ἀλλὰ περὶ τὴν οὐσίαν θεωρούμενα, εἰ καὶ οὐσιώδη πως καλεῖται καὶ φυσικὰ, οὐδὲ μέρη τῆς οὐσίας· ἡ θεότης γὰρ ἀμερής· οὕτω καὶ τῷ πυρὶ πρόσεστι τὸ κουφόν τε καὶ ἀνωφερές, καὶ τὸ φωτιστικὸν καὶ τὸ καυστικόν, δυνάμεις διάφοροι, ἀλλ᾽ οὐ σύνθετον διὰ τοῦτο τὸ πῦρ, ἀλλὰ ἁπλοῦν, ὅσον ἐν σώμασι φυσικοῖς τε καὶ στοιχειώδεσι κατὰ τὸ ἔσχατον, ἵν᾿ οὕτως εἴπω ἀπήχημα τῆς ἀπλότητος. Καίτοι ἐνταῦθα οὐσιώδη ταῦτά ἐστι τῷ πυρί, ἐκεῖ δὲ τὰ μὲν περὶ τὴν οὐσίαν ἐστὶ θεωρούμενα τὰ δὲ περὶ ἑκάστην ὑπόστασιν ἕκαστα· διὸ πολλῷ πλέον οὐ λυμανεῖται τὸ ἀπλοῦν οὔτε τῆς οὐσίας οὔτε ἑκάστης τῶν ὑποστάσεων. 'Αλλ᾿ οὐδὲ ἐπὶ πάντων ἐν οἷς θεωρεῖται ποικιλία τις καὶ διάκρισις, ἤδη καὶ σύνθεσις παρεισάγεται. Μᾶσα γὰρ οὐσία ἔχει καὶ δύναμιν καὶ ἐνέργειαν, κἄν ἁπλῆ τις εἴη, καὶ οὐ διὰ τοῦτο σύνθετον ἐροῦμεν πάντως καὶ τὴν ἁπλῆν. Ανάγκη γὰρ ἤ σύνθετον εἶναι καὶ τὴν ἁπλῆν, καὶ οὐδεμία ἔσται ἁπλῆ, κ τὴν ἀπλῆν εἶναι χωρὶς ἐνεργείας τε καὶ δυνάμεως, ὅπερ ψεῦδός ἐστιν ἐναργῶς· οὔτε γὰρ ἐνέργεια τῆς δυνάμεως χωρίς, ἐξ ἧς πρόεισιν, οὔτε δύναμις δίχα τῆς οὐσίας, ἀλλ᾽ οὐδὲ οὐσία χωρὶς τῆς τοῦ ἐνεργεῖν δυνάμεως. Εἰ δὲ ταῦτα ἀδύνατα, καί ἐστι καὶ ἡ ἀπλουστάτη ἁπλῶς οὐσία μετὰ τῆς ἐνούσης δυνά
col. 189–190page 12 of 28
PG 139:189μεως ἔχουσα καὶ τὴν ἐκ τῆς δυνάμεως προΐοῦσαν ἐνέργειαν. Καὶ διὰ ταῦτα σύνθεσις οὐκ ἔστι περί αὐτὴν, ὅτι περὶ τὸ αὐτὸ καὶ ἔν, τὴν οὐσίαν, ἄλλο μὲν ἡ δύναμις, ἄλλο δὲ ἡ ἐνέργεια, καὶ ὅτι ἕν καὶ ταὐτὸν πρᾶγμα ἐξ οὐσίας ἐστὶ καὶ δυνάμεως καὶ ἐνεργείας, εἰ οὕτω χρή φάναι, καὶ ὅτι τῷ λόγῳ διακέκριτα: τῆς οὐσίας ἡ δύναμις, τῆς δὲ δυνάμεως ἡ ἐνέργεια. Μία γὰρ καὶ οὕτως ἐστιν ἁπλῆ οὐσία. Πῶς ἄν τις ἐπὶ τῆς ἁπλῆς τῷ ὄντι καὶ ἀσυνθέτου φύσεως ἤτοι ἐφ' ἑκάστης τῶν ἑνιαίων τῆς ὑπερθέου θεότητος ὑποστάσεων τολμήσεις λέγειν, ὅτι σύνθεσις ἐκ τῶν φυσικῶν ἢ ὑποστατικῶν ἰδιοτήτων εἰσάγεται; Τί τῆς μονάδος ἁπλούστερον ἐν τοῖς ἀριθμοῖς; ἀλλ' ὅμως ἄλλο μὲν τὸ εἶναι αὐτῆ, ἄλλο δὲ ἡ δύναμις, καὶ ἄλλο ἡ ἐνέργεια. Ταυτίζει μὲν γὰρ ἅπαντα καὶ ἀνυπάλλακτα τηρεῖ· σχέσεις δὲ ἀπείρους σχε δὸν ὑποδύεται προστιθεμένη καὶ ἀφαιρουμένη καὶ γεννώσα· πάντα τὰ εἴδη τῶν ἀριθμῶν· καὶ νῦν μὲν γινομένη τὸ ἥμισυ καὶ τὸ ὑποδιπλάσιον, νῦν δὲ τρίτ τον καὶ ὑποτριπλάσιον, νῦν δὲ τέταρτον καὶ ὑποτε τετραπλάσιον, καὶ ἄλλοτε ἄλλο καὶ κατὰ ταὐτὸν πάντα, καὶ τοῦτο ἐπ' ἄπειρον, νῦν μὲν ἀσχημάτιστος νοουμένη, νῦν δὲ ἐσχηματισμένη, καὶ ποτὲ μὲν τρίγωνος, ποτὲ δὲ τετράγωνος, ποτὲ δὲ πεντάγωνος, καὶ ἄλλο τε καὶ ἄλλο καὶ ἅμα πάντα, καὶ τοῦτο ἐπ' ἄπειρον· καὶ νῦν μὲν ἐπίπεδος, νῦν δὲ στερεὰ, καὶ νῦν μὲν ἄσχετος, νῦν σχέσιν ἔχουσα, καὶ ταύτην πολυειδῶς· καὶ ποικίλη τις φαινομένη διὰ τὰς δυο νάμεις καὶ τὰς ἐνεργείας αὐτῆς, ὅμως ἁπλουστάτη ἐπὶ, καὶ ἡ ποικιλία αὐτὴ τὴν ἀπλότητα τῆς οὐσίας οὐ λυμαίνεται· οὐσίας δὲ λέγω τῆς κατ' αὐτήν. "Ο γάρ ἐστιν ἑκάστῳ τὸ εἶναι, τοῦτό ἐστι καὶ ἡ οὐσία αὐτοῦ. Εἰ οὖν ἐπὶ τῶν καθ᾽ ἡμᾶς τὰ περὶ ἕκαστον ἁπλοῦν θεωρούμενα διπλόην καὶ σύνθεσιν οὐ παρεισ έγουσι, πολλῷ πλέον οὐδὲ ἐπὶ τῶν θεαρχικῶν ὑπο στάσεων ἐκ τῆς ἐνίων ἰδιοτήτων ἐπιπλοκῆς διπλόη καὶ σύνθεσίς τις παρεισάγεται. Οὔτε οὖν ὁ Υἱὸς σύνθετος, εἰ μὴ μόνον ἐστὶ γεννητὸς ἐκ Πατρὸς, ἀλλὰ καὶ προβλήτωρ τοῦ Πνεύματος, οὔτε τὸ Πνεῦ μα, εἰ μὴ ἐκ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ ἐκ τοῦ Ποῦ ἐκπορεύεται. Καὶ γὰρ οὐδὲ ὁ Πατὴρ ἀγέννητος ὧν καὶ γεννήτωρ τοῦ Υἱοῦ καὶ προβλήτωρ τοῦ Πνεύ ματος. Ωσπερ γὰρ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτὸν ἁπλῶς θεωρούμενα διάφοροι μέν εἰσιν ὑποστατικαί ιδιότητες ἑκάστη τῶν τριῶν κάστῷ τῶν τριῶν προσώπων ἀφοριζόμεναι, ἀλλὰ τὴν μίαν φύσιν αὐτῶν οὐ μερίζουσιν, οὕτως, κἂν πλείους ὦσιν αἱ περὶ ἑκάστην τῶν τριῶν ὑποστά των ιδιότητες, οὐδ᾽ οὕτως οὐδεμίαν αὐτῶν ὑπόστα την τέμνουσιν ἢ μερίζουσιν, ἀλλ᾽ οὐδὲ σύνθετον οὐδεμίαν τούτων δεικνύουσιν. Ὥσπερ δὲ οὐ μεριστὸς ὁ Πατήρ, ὅτι ἐξ αὐτοῦ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα (οὐ γὰρ μέρη τοῦ Πατρὸς ταῦτα, οὐδὲ κατὰ τομήν τινα καὶ ῥοὴν ἡ ἑκάστου γνωρίζεται πρόοδος), οὕτω οὐδὲ τὸ Πνεῦμα μεριστὸν, ὅτι ἐκ Πατρὸς καὶ Υἱοῦ· οὐδὲ τὸ μὲν ἐκ τοῦ Πατρὸς ἔχει, τὸ δὲ ἐκ τοῦ Υἱοῦ, ἀλλὰ τὸ ἁπλοῦν καὶ ἐν ὅπερ ἐστὶν, ἔκ τοῦ Πατρός ἐστι καὶ ἐκ τοῦ Υἱοῦ· ἐξ ἀμερῶν ἀμερὲς καὶ ἁπλοῦν ἐξ ἁπλῶν. Εἰ δὲ λέγεις Πῶς; ἄῤῥητος ὁ τρόπος
col. 191–192page 13 of 28
PG 139:191πῶς ὁ Πατὴρ γεννᾷ τὸν Γιόν; πῶς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται; τίς ἡ τούτων διαφορά; κἀγὼ σοι φράσω, πῶς ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Ποῦ ἐκπορεύεται. Εἰ δὲ βούλει, μάνθανε, ὅτι ἐκ τοῦ Πατρὸς οὐχ ὡς ἐκ τοῦ Υἱοῦ, καὶ ἐκ τοῦ Υἱοῦ οὐχ ὡς ἐκ τοῦ Πατρὸς. Εκ μὲν γὰρ τοῦ Πατρὸς ἔμμεσος ἡ ἐκπόρευσις (διὰ τοῦ Υἱοῦ γὰρ), ἐκ τοῦ Υἱοῦ δὲ ἄμε σος, ὅτι μηκέτι δι' ἑτέρου τινός. Οὕτως οὖν οὐδεμία σύνθεσις οὔτε περὶ τὸν Υἱὸν οὔτε περὶ τὸ Πνεῦμα, κἂν τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύηται καὶ οὐδὲ τοῦτο τὸ ἄτοπον, ὡς ἔφης αὐτὸς τῷ δόγματι ἠκολούθησεν. καὶ ἄφραστος· ὑπὲρ τὸ πῶς γαρ ἢ φράσον μοι, ζ'. ΓΡ. Αλλ' εἰ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ ἔκπορεύεται. Ἐνταῦθα εἰσαγωγὴ ἑτέρου ἀτό που ὅτι διπλῆ ἔσται ἡ τοῦ Πνεύματος ἐκπόρευσις, καὶ διὰ τοῦτο διπλοῦν καὶ τὸ Πνεῦμα, καὶ πρὸς ταῦτα λύσις. Υἱοῦ ἐκπορύεται καθὰ φῆς, ἔσται αὐτῷ διπλῆ ἡ ἐκε πόρευσις. Εἰ δὲ διπλῆ ἡ ἐκπόρευσις, διπλοῦν καὶ τὸ ἐκπορευόμενον. Τὸ δὲ διπλοῦν οὐχὶ ἁπλοῦν· οὐχ ἁπλοῦν ἄρα τὸ Πνεῦμα, κατά σε τὸ δὲ μὴ ἁπλοῦν σύνθετον καὶ μεριστόν· δ δέ ἐστι τοιοῦτον, οὐ Θεός. ᾿Αλλὰ μὴν τὸ Πνεῦμα Θεός. οὐκ ἄρα διπλοῦν· εἰ δὲ μὴ διπλοῦν, μηδὲ σύνθετον, οὐδὲ διπλῆ ἡ ἐκπόρευσις· εἰ δὲ μὴ διπλῆ ἡ ἐκπόρευσις, οὐκ ἔσται ἡ μὲν ἐκ τοῦ Πατρὸς, ἡ δὲ ἐκ τοῦ Υἱοῦ, ἀλλ᾽ ἢ ἐκ τοῦ Πατρὸς ἢ ἐκ τοῦ Πιοῦ. Ἐπεὶ δὲ ἐκ τοῦ Πατρὸς (τοῦτο γὰρ καὶ οἱ Πατέρες φασὶ καὶ τὸ Εὐαγγέλιον), λοιπὸν οὐκ ἐκ τοῦ Υἱοῦ. ΛΑΤ. Οὐδ᾽ οὕτως ὁ λόγος ἔχει τὸ ἀναγκαῖον, ὦ σοφώτατε Γραικέ. Πρῶτον μὲν γὰρ οὐ διπλῆν φαμεν τὴν ἐκπόρευσιν, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν καὶ ἀπλῆν, καὶ ἁπλοῦ ὄντος τοῦ Πνεῦματος ὡς Θεοῦ· οὐδεμία γὰρ ἐν Θεῷ διπλόη ἢ σύνθεσις. Οὐ γὰρ διότι ἐκ δυοῖν, διὰ τοῦτο διπλῆ, ἀλλὰ διότι ἁπλοῦν, διὰ τοῦτο ἁπλῆ, ἡ αὐτὴ ἄλλην καὶ ἄλλην ἐκ ταυτῷ τὴν σχέσιν ἔχουσα καὶ οὖσα ἔμμεσος μὲν ὡς ἐκ τοῦ Πατρὸς, άμεσος δὲ ὡς ἐκ τοῦ Υἱοῦ. Καθάπερ γὰρ ἡ ἐκ τῷ ἀέρι τοῦ φωτὸς λάμψις ἐκ τοῦ ἡλίου καὶ τῶν ἡλιακῶν ἀκτίνων προϊοῦσα, καὶ ἀμέσως μὲν ἐκ τῶν ἀκτίνων, ἐμμέσως δὲ ἐκ τοῦ ἡλίου (διὰ τῶν ἀκτίνων γάρ), ὅμως οὔτε αὐτὴ διπλόην ἔχει τινά κατὰ τὴν ἑαυτῆς ὕπαρξιν (ἁπλοῦν γὰρ τὸ ἐν τῷ ἀέρι φῶς καὶ ἀσυνθετον. Τίς γὰρ ἡ τούτου σύνθεσις; καὶ ἐκ τίνων σύγκειται, φράσον, τὸ φῶς; ἀλλ' οὐδὲ ἡ ή.
col. 193–194page 14 of 28
PG 139:193του του πρόοδος διπλῆ, καίτοι δύο τὰ ἐξ ὧν ἡ πρό οδος, ὁ ἥλιος καὶ ἡ ἀκτίς, οὕτω καὶ ἡ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις ἁπλῆ καθ' ἑαυτὴν, εἰ καὶ δύο πρόσωπά ἐστι τὰ ἐξ ὧν, καὶ τὸ Πνεῦμα ἁπλοῦν. Αλλως τε εἰ σύνθεσίς τις ἔθεωρεῖτο περὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἐξ ὧν ἡ ἐκπόρευσις, ἦν ἄν διπλοῦν καὶ σύνθετον καὶ τὸ ἐξ αὐτῶν, διπλόη δὲ καὶ περὶ τὴν ἐκπόρευσιν, ἐπεὶ δὲ ὁ Πατὴρ καὶ ὁ Γἱὸς ἕν ὄντα κατ᾽ οὐσίαν καὶ ἐν ἀλλήλοις ὑπάρχοντα κατὰ τὸ Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ οὐδεμίαν σύνθεσιν ἔχειν νοεῖται πρὸς ἄλληλα (ὑπὲρ σύνθαξιν γὰρ ἡ ἑνότης αὐτῶν), οὐ σύνθεσίς ἐστιν ἡ τοῦ Πατρὸς καὶ τοῦ Τοῦ σύνταξις (αν γὰρ ἂν καὶ ἡ τῆς ὅλης Τριάδος σύνταξις σύνθεσις), οὐδὲ ἡ ἐξ ἀμφοῖν λεγομένη παρ' ἡμῶν τοῦ Πνεύ μετος πόοδος σύνθετος, οὐδὲ τὸ Πνεῦμα ἐντεῦθεν σύνθεσιν ἕξει τινά. Οὕτω καὶ τῶν μετὰ Θεὸν ἁπλῶν οὐσιῶν ἡ ἐνέργεια οὐ σύνθετος, διότι ἐκ τῆς οὐσίας καί ἐκ τῆς αὐτῆς δυνάμεως πρόεισιν, οὐδὲ ἡ τῆς ἐνεργείας ἐξ ἀμφοῖν πρόοδος σύνθετος. Καὶ γὰρ οὐδὲ ἡ συνύπαρξις τῆς οὐσίας καὶ τῆς δυνάμεως σύνθεσις, "Ην γὰρ ἂν οὐδεμία οὐσία ἁπλῆ διὰ τὸ μὴ εἶναι ἄνευ δυνάμεως· οὐδὲν γὰρ ὅλως τῶν ὄντων ἀδύναμον κατὰ τὸν σοφὸν Διονύσιον. Εἰ δὲ ἐπὶ τῶν μετὰ Θεὸν ἡ ἐκ δυοῖν πρόοδος οὔτε αὐτὴ σύνθετός ἐστιν, οὔτε τὸ προερχόμενον δείκνυσι σύν θετον, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Δῶμεν δὲ, εἰ βούλει, καὶ διπλῆν ἡμᾶς τίθεσθαι τὴν ἐκπόρευσιν, καὶ τὴν μὲν ἐκ τοῦ Πατρὸς, τὴν δὲ ἐκ τοῦ Υἱοῦ, τὴν μὲν έμμεσον, τὴν δὲ ἄμεσον, ἀλλ' οὐδὲ οὕτω διπλόη περὶ τὸ Πνεῦμα, οὐδὲ διὰ τοῦτο σύνθετος ἔσται τοῦ Πνεύματος ἡ ἐκπόρευσις. Περὶ γὰρ τὴν οὐσίαν ταῦτα, οὐχὶ κατὰ τὴν οὐσίαν, ἡ ἀγεννησία, ἡ γένο νησις καὶ ἡ ἐκπόρευσις, καὶ ὑποστάσεων διακριτικά, ω τμητικὰ φύσεως, καὶ οὐδὲν ἄτοπον δύο ἔχειν τὰς ἰδιότητας τὸ ἁπλοῦν. Καὶ γὰρ καὶ ὁ Πατήρ καὶ Πατήρ ἐστι καὶ προβολεὺς, καὶ οὐδεμία συνθεσίς ἐστιν ἐν αὐτῷ· καὶ ἄλλως δὲ τὸ ἔμμεσον καὶ τὸ ἄμεσον σχέσεις τινὲς εἰσιν, ἡ δὲ διάφορος σχέσις σύνθεσιν οὐκ ἐργάζεται. Τριῶν γὰρ ἐφεξῆς ἀλλήλαις ἐκειμένων μονάδων φέρε εἰπεῖν ἡ μεταξὺ τῶν ἴαρων πρὸς μὲν τὴν πρώτην ἔχει δευτέραν τάξιν, πρὸς τὲ τὴν τρίτην, πρώτην· καὶ ὅτι πρώτη τε καὶ δευτέρα ἡ αὐτὴ, διὰ τοῦτο οὐ σύνθετος. Καὶ πρὸς μὲν τὴν πρώτην νοεῖται τυχὸν τὸ δεξιὸν ἔχουσα μέρος, πρὸς δὲ τὴν δευτέραν τὸ εὐώνυμον, καὶ ὅτι ἡ αὐτὴ δεξιὰ καὶ εὐώνυμος, οὐ διὰ τοῦτο ἀπόλλυσι τὴν οἰκείαν ἀπλότητα. Πάλιν ἑκάστη τῶν τριῶν μονάδων οὐχ ἁπλῶς μονάς, ἀλλὰ καὶ τάξιν ἔχουσα διὰ ἡ μὲν μονὰς πρώτη λέγοιτ' ἄν, ἡ δὲ μέση, ἡ δὲ ἱσχάτη· ἀλλὰ περὶ οὐδεμίαν αὐτῶν σύνθεσις εἶναι λέγεται. Εἰ γὰρ ἐκ τῶν περὶ τὴν οὐσίαν θεωρουμέ των ἡ σύνθεσις κρίνεται, καὶ ἡ ἁπλῆ νοουμένη οὐσία καὶ χωρὶς τῆς κατ' αὐτὴν ἐνεργείας καὶ τῆς ἐνυπαρχούσης δυνάμεως ὅπερ ἐστὶ φανείη ἂν σύνθετος, ὅτι τε οὐσία καὶ ὅτι ἁπλῆ· ἀλλ' οὐ σύνθετος. Οὐ γὰρ Σιν, αυτού. ἀδύνατον.
col. 195–196page 15 of 28
PG 139:195τοις ἡ σύνθεσις, ἀλλὰ περὶ τὴν οὐσίαν. Τὰ δὲ περὶ τὴν οὐσίαν, καν ἑνὸς εἴη πλείω, τὴν οὐσίαν σύνθετον οὐ ποιεῖ· ὥστε, κἂν ἀπλῆ ἡ ἐκπόρευσις, κἂν οὐχ ἁπλῆ, τὸ Πνεῦμα ἁπλοῦν καὶ οὐ σύνθετον τὸ ἐκε πόρευτον· οὐκ οὐσία γάρ, ἀλλὰ περὶ τὴν οὐσίαν ἐστὶν ἡ ἐκπόρευσις τῆς ὑποστάσεως ἴδιον χαρακτή οὐσία ἡ ἁπλότης τοῖς ἁπλοῖς, ὅτι μηδὲ τοῖς συνθέ ῃ Ἕτερον ἄτοπον· ὅτι ἐκ τοῦ Πα τρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορευομένου τοῦ Πνεύματος, * ατελὴς ἡ ἐκπόρευσις ἑκατέρα ἢ περιττὴ ἡ ἐτέρα (ο) ρισμα. Ζ΄. ΓΡ. Εἶτα εἰ φῂς ἐκπορεύεσθαι μὲν αὐτὸ ἐκ τοῦ Πατρὸς, ἐκπορεύεσθαι δὲ καὶ ἐκ τοῦ Υἱοῦ, καὶ διὰ τοῦτο τὴν ἐκπόρευσιν τὴν μὲν ἐκ τοῦ Πατρὸς εἶναι, τὴν δὲ ἐκ τοῦ Υἱοῦ, πῶς οὐκ ἀτελὴς ἡ ἑκαι τέρα, ἤ περιττὴ ἡ ἑτέρα; "Η γὰρ τελεία ἡ ἐκ Πατρὸς, καὶ περιττὴ ἡ ἐκ τοῦ Υἱοῦ, ἤ τελεία ἡ ἐν τοῦ Υἱοῦ, καὶ περιττὴ ἢ ἐκ τοῦ Πατρὸς. Τῆς γὰρ μιᾶς ὁποτερασοῦν οὔσητ τελείας, τίς χρεία τῆς ἑτέρας; ἢ ἀτελὴς ἑκατέρα δίχα τῆς ἑτέρας θεωρουμένη. ἀλλ᾽ οὕτως ἂν εἴη καὶ ὁ Πατὴρ καθ᾿ ἑαυτὸν νοούμενος ἀτελής· ἀλλὰ μὴν ἑκάτερον πρόσωπον τέλειόν καὶ τελείας ενεργείας ἀποδοτικόν, αὐτό τε καθ᾿ ἑαυτὸ καὶ μετὰ τοῦ ὁμοφυούς θεωρούμενον. Εἰ δὲ ἡ μὲν ἐστι τελεία, ἡ δὲ ἀτελῆς, ὁποτέραν ἄν φαίης ἤ τοῦτο ἤ ἐκεῖνο; πρῶτον μὲν τὸ ἕν πρόσωπον ἀτελῆς, ἐξ οὗπερ ἡ ἐκπόρευσις ἀτελής. Ἔπειτα τις χρεία τῇ τελείᾳ τῆς ἀτελοῦς; εἰ δὲ ἁπλῆ ἡ ἐκπό μευσις, εἰ μὲν τελεία ἐστὶν ἐκ τοῦ Πατρὸς, διὰ τί καὶ ἐκ τοῦ Υἱοῦ; εἰ δὲ ἐκ τοῦ Υἱοῦ, διὰ τί καὶ ἐκ τοῦ Πατρός; περιττόν γὰρ οὕτω δοκεῖ τὸ καὶ ἐκ τοῦ ἑτέρου τὸ Πνεῦμα προέρχεοθαι. ΛΑΤ. 'Αλλ' ἴσως οὐκ ἄλλην φησί τις καὶ ἄλλην τὴν ἐκπόρευσιν εἶναι, τὴν μὲν ἐκ τοῦ Πατρὸς, τὴν δὲ ἐκ τοῦ Υἱοῦ, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν καὶ ἁπλῆν ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, ὡς τοῦ Πατρὸς διὰ τοῦ Νέου, μέσου προβαλλομένου τὸ Ηνεῦμα· ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱός, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα, διὸ καὶ ἐκ τοῦ Πατρὸς, ὡς εἶναι τὴν αὐτὴν ἐκπόρευσιν ἀμέσως μὲν ἐκ τοῦ Υἱοῦ, ἐμμέσως δὲ ἐκ τοῦ Πα τρός· Εμμέσως δέ φημι, οὐχ ὡς χρόνου τινὸς μετ σιτεύοντος (οὐ γὰρ πρῶτον μὲν γεννᾷ τὸ Υιόν, εἶτα διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα προβάλλεται), ἀλλ᾽ ὅτι καὶ ἀνασκευὴ τούτο. εἰ.
col. 197–198page 16 of 28
PG 139:197γεννῶν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δι' αὐτοῦ προβάλλεται καὶ οὐκ ἄνευ τοῦ Υἱοῦ ἡ τοῦ Πνεύματος πρόβλησις. ΓΡ. Κατὰ τοῦτον τὸν λόγον φαίη ἄν τις ὅτι καὶ διὰ τοῦ Πνεύματος ἐκπορευομένου γεννᾷ τὸν Υἱόν, καὶ οὐκ ἄνευ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως ἡ τοῦ Γοῦ γέννησις καὶ εἴη ἂν καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Πνεύματος γεννώμενος. ΑΑΤ. ᾿Αλλὰ τάξις καὶ ἐν τῇ Τριάδι τις ἢν δεῖ φυλάττειν ἡμᾶς· οὐχὶ φύσιν ἐξαλλάττουσα, ἀλλὰ διαφορὰν ὑποστάσεων παρεμφαίνουσα καὶ ἐκάστης ὑποστάσεως ἀμετάπτωτον παριστῶσα τὴν ἰδιότητα. Ὁ μὲν οὖν Πατὴρ γεννῶν τὸν Υἱὸν δι' αὐτοῦ καὶ τὸ Πνεῦμα προβάλλεται· ὁ Υἱὸς δὲ γεννώμενος ἐκ τοῦ Πατρὸς προβάλλεται καὶ τὸ Πνεῦμα ἐξ ἑαυτοῦ· τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ Μοῦ ὡς διὰ τοῦ Υἱοῦ ἐκπορεύεται· ἀλλὰ καὶ ἐκ τοῦ Πατρὸς ὡς ἐκ τοῦ Υἱοῦ ἁμέσως ἐκπορευόμενον τοῦ γεννωμένου ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι λέγεται καὶ τοίνυν καὶ ἡ αὐτὴ καὶ μία ἐκπόρευσις τῷ Πνεύματι ἐκ τοῦ Πατρὸς μέν ἐστιν ἔμμεσος, ἐκ τοῦ Υἱοῦ δὲ άμεσος ὥσπερ πολλάκις ειρήκαμεν Ομως, εἴτε ἁπλῆν ταύτην βούλει καλεῖν εἴτε καὶ μή, τελεία ἐστὶν ἑκατέρωθεν ἢ ἀμφοτέρωθεν ἤτοι ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· ὅτι καὶ ἐκ τελείων καὶ τελεία καὶ τελείως· καὶ οὐδὲν περιττὸν ἐν τῇ τελείᾳ Τριάδι, Εἰ δὲ ζητεῖς, δι᾿ ἣν αἰτίαν ἐκ τοῦ Πατρὸς ἐκπορεόμενον τὸ Πνεῦμα καὶ ἐκ τοῦ Γιοῦ ἐκπορεύεται, καὶ τίς ἡ χρεία, ἐρωτήσω κάγώ σε, τις χρεία τῷ Πατρὶ τοῦ γεννᾶν τὸν Υἱὸν ἢ τὸ Πνεῦμα προβάλλεσθαι, καὶ διὰ τί μὴ ἢ ἄμφω γεννά ἤ ἄμφω προβάλλεται, καὶ τίς ὁ λόγος τῆς τοῦ λόγου γεννήσεως ἤ τῆς τοῦ Ηνεύματος ἐκπορεύσεως. Οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερος οὔτε τοῦ Πνεύματος. Οὐκοῦν οὐδὲ ἐγώ σοι λέγω, τίς ὁ λόγος τῆς ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύσεως, οὐδὲ διὰ τί ἤ πῶς ἐξ ἀμφοῖν ἡ ἐκπόρευσις. Ἡ γὰρ τῆς ἁγίας Τριάδος ύπαρξις ὑπέρκειται τοῦ πῶς καὶ τοῦ διὰ τί, καὶ τῶν τοιούτων ζητήσεων. Ὥσπερ δὲ οὐδὲ ἡ γέννησις ἀτελῆς, ὅτι οὐκ ἄνευ τῆς ἐκπορεύσεως, εἰ καὶ διακέκριται τῇ τοῦ τρόπου διαφερότητι, οὔτε ἡ ἐκπόρευσις, ὅτι τῆς γεννήσεως οὐ χωρίς, ἀλλὰ τελεία τέ ἐστιν ἑκατέρα, καὶ ἑτέρα τῆς ἑτέρας, καὶ οὐ δίχα τῆς ἑτέρας οὐδετέρα. Ως γὰρ οὐ πρῶτον μὲν γεννᾷ τὸν Υἱὸν ὁ Πατὴρ, εἶτα τὸ Πνεῦμα της ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἀλλ᾽ ἄμφω ἅμα ἀεὶ, καὶ ἡ γέννησις καὶ ἡ ἐκπόρευσις, καὶ ἑκατέρα τε λεία καὶ καθ' ἑαυτὴν καὶ μετὰ τῆς ἑτέρας· οὕτω καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Γιου, κἂν μὴ ἐν καὶ τὸ αὐτὸ καὶ ἁπλοῦν λέγῃ, ἀλλ᾽ ἕτερον καὶ ἕτερον, ὅμως ἑκάτερον τέλειον καὶ καθ᾽ ἑαυτὸ καὶ μετὰ τοῦ ἑτέρου, καὶ οὐ τοῦ ἑτέρου χω ρίς. Οὐ γὰρ διότι ἐν τῷ αὐτῷ πυρὶ καὶ ἡ θερμότης ἀεὶ καὶ τὸ φῶς, διὰ τοῦτο τὸ ἕτερον αὐτῶν ἀτελὲς, 7,: ειρήκειμεν. τελείων.
col. 199–200page 17 of 28
PG 139:199ἀλλ' ὅτι ἑκάτερον μετὰ θατέρου καὶ διὰ τοῦτο τέ 8,: Ἕτερον άτοπον, ὅτι εἴ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα υἱὸς ἔσται τοῦ Υἱοῦ τὸ λειον. Τέλειον γὰρ τὸ πῦρ, καὶ ὡς τελείως φωτίζον καὶ ὡς τελείως θερμαῖνον ἤτοι καῖον· ἔχει γὰρ ἄκρως ἐκάτερον. Τέλειον δὲ, ὅτι καὶ ἄμφω ἐνεργεῖ ἅμα καὶ παντελῶς· διπλοῦν γὰρ τὸ τέλειον, τὸ μὲν καθ᾿ ἑκατέραν ἰδιότητα, τὸ δὲ κατὰ τὴν πρὸς τὸ ἕτερον συμφυίαν· οὕτω καὶ ἐν τῇ Τριάδι. Τελεία μὲν γὰρ ἡ Τριὰς καὶ ὅτι Τριάς, οὐ μονάς προσωπική ἤ δυάς, τελεία δὲ, ὅτι καὶ ἑκάστη ὑπόστασις καθ᾿ αὐτὴν θεωρουμένη, εἰ καὶ μὴ ἀλλήλων χωρίς ζονται, παντελὲς ἔχει τὸ τέλειον καὶ ὑπερτελές. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ ἐκπόρευσις τελεία καὶ ἐκ τοῦ Πατρὸς, τελεία καὶ ἐκ τοῦ Υἱοῦ καὶ ἐξ ἑκατέρων τελεία· καὶ ἐξ ἀμφοῖν καὶ ὑπὲρ λόγον ἑκάτερον, κἂν μὴ ἁπλῆν μηδὲ τὴν αὐτὴν καὶ μίαν ταύτην εἴπῃς. Καὶ οὕτω λέλυταί σοι τὸ ἀπόρον, καὶ οὐδὲν ἄτοπον τῷ λόγῳ ἀκολουθεῖ. Εἰ δὲ καὶ μίαν αὐτὴν εἴποις, τὸ ἀντίξουν οὐδέν. Ὥσπερ γὰρ εἴ τις ἔροιτο Διὰ τί γεννᾷ ὁ Πατήρ; διὰ τί ὁ Υἱὸς γεννᾶται; διὰ τί τὸ Πνεῦμα ἐκπορεύεται; οὐκ ἂν τι ἔτερον εἰπεῖν ἔχοιμεν ἤ ὅτι τούτων ἕκαστον ἰδιότης ἐστὶν ἑκάστης τῶν θείων ὑποστάσεων· οὕτως κἂν αὐτὸς ἐρωτᾷς, Διὰ τί ὁ μεν Πατὴρ γεννᾷ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα προβάλλεται τοῦ Υἱοῦ μεσιτεύοντος, ὁ δὲ Υἱὸς καὶ αὐτὸς γεννᾶται ἐκ τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα προ βάλλεται μηκέτι τινὸς μεσιτεύοντος, τὸ δὲ Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ Υἱου, καὶ ἐκ τοῦ μὲν ἐμμέσως, ἐκ τοῦ δὲ ἁμέσως; οὐδὲν ἄλλο ἀκούσεις, ἤ ὅτι οὕτως ἔχουσι τὰ τῶν ἰδιοτή των. Ορᾷς ὅτι ἅ λέγεις ἕπεσθαι τῷ λόγῳ ὡς ἄτοπα, ταῦτα δείκνυται ἢ μὴ ἑπόμενα ἢ μὴ ὄντα, ἀλλὰ φαινόμενα άτοπα, Η΄. ΓΡ. Καὶ μὴν ἄλλο ἄτοπον ἑπόμενον συνορῶ τῇ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύσει του Πνεύματος. ΑΑΤ. Εἰπὲ δὴ καὶ τοῦτο. Ίσως γὰρ εὐπορήσω καὶ πρὸς αὐτὸ λόγου τινός, εἰ δοίη τὸ Πνεῦμα τὸ ἅγιον. ΓΡ. Εἰ ἐκ τοῦ Υἱοῦ τὸ Ηνεῦμα, πατὴρ ἂν εἴη τοῦ Πνεύματος ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα υἱὸς μὲν τοῦ Υἱοῦ, υἱωνὸς (δὲ Πατρὸς, καὶ ὁ Πατὴρ πάππος τοῦ Πνεύματος· ἀλλὰ ταῦτα γελοῖα καὶ τῆς ἀληθείας καὶ τῆς εὐσεβείας ἀλλότρια. Πρὸς τοῦτον τὸν λόγον ἐξῆν ἀντεπάγειν, ὡς οὐ περὶ τὸ δύγμα ἡμῶν ἡ ἀκολούθησις τῶν γελοίων καὶ ἀσεβῶν· ἐπεὶ εἶπεν ἂν τις, εἰ μὴ εὐλαβῶς εἶχεν ἐν τοῖς περὶ Θεοῦ λόγοις καὶ τὰ τυχόντα φθέγγεσθαι καὶ ἃ μὴ τὰ θεόπνευστα λόγια δίδωσι, καθὰ φῂς καὶ αὐτὸς, ὅτι Εἰ ἐκ τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα, υἱὸς ἂν τοῦ Πατρὸς καὶ ἀδελφὸς τοῦ Υἱοῦ.. Πνεῦμα καὶ ὁ Υἱὸς Πατὴρ τοῦ Πνεύματος, καὶ τὰ ἑξῆς· εἶτα λύσις αὐτοῦ.
col. 201–202page 18 of 28
PG 139:201ΓΡ. Τὰ μὲν εἰρημένα εἰρήσθω, ὡς εἴρηται· καὶ πρὸς ἐκεῖνα ἀντεροῦμεν οὐδέν. Ἕτερα δὲ ἄτοπα οὐκ ὀλίγα δείξομεν τῷ σῷ ἑπόμενα δόγματι. Πλὴν ἀλλὰ διὰ τὸ τοῦ λόγου μῆκος καὶ πρὸς ἀκοὰς πρόσκορον καὶ τὸν κάματον νῦν μὲν ἐνταυθοῖ τὰ λεγόμενα περατώσωμεν· ἑξῆς δὲ ὡς ἀπ᾿ ἄλλης ἀρχῆς ἀνα λαβόντες τὸν λόγον κἀκεῖνα φιλαλήθως ἀνακαλύψωμεν. ΨΟΓΟΣ ΔΕΥΤΕΡΟΣ 3. ΛΑΤ. 'Βπηγγείλω μὲν ἔναγχος, ὦ Γραικέ, πολλὰ άτοπα δεῖξαι παρομαρτούντα τῷ ἡμετέρῳ περὶ τῆς του Αγίου Πνεύματος ἐκπορεύσεως δόγματι.... ΓΡ. Οὐκ ἄν ἀρνηθείην τὰ τῆς ὑποσχέσεως, ἀλλ᾽ ἰδοὺ προσθεῖναι πρόθυμός εἰμι καὶ τὰ λείποντα. Σὺ δ, ὦ Λατῖνε, μὴ ἀποκάμῃς ἀντιτιθεὶς, εἴ τι ἔχεις γενναῖον καὶ ἐσχυρόν. ΛΑΤ. Λέγε δὴ ταῦτα. ΓΡ. Εἰ ἐκ τοῦ Πατρὸς μὲν ὁ Υἱὸς γεννητῶς, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα ἐκπορευτῶς, ἐκ τοῦ Ηνεύ μπος δὲ οὐδὲν οὔτε γεννητῶς οὔτε ἐκπορευτῶς, τὸ μεῖζον ἔξει πρὸς τὸ Πνεῦμα καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ ὕρεσις τῷ Πνεύματι έψεται, ὅτι ὁ μὲν Υἱὸς ἀμέσ τως ἐκ τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα οὐκ ἀμέσως ἐκ τοῦ Πατρός, καὶ ὅτι οὐδὲν ἕτερον ἐξ ἑαυτοῦ τὸ Πνεῦμα προΐεται, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐχόντοιν τὸ ἑτέρας ὑποστάσεως προετικόν και χώραν ἔξει λοι τὸν Εὐνόμιος καὶ Μακεδόνιος καὶ ᾿Απολλινάριος τὸ Πνεῦμα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐλαττούμενον πα βισάγοντες. ΑΑΤ. Αλλ' οὐ κατ' οὐσίαν, ὦ οὗτος, τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ μεῖζον πρὸς τὸ Πνεῦμα, ἀλλ᾽ ἢ ἄρά κατὰ τὴν ἰδιότητα, ὅτι ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐ μὴν ὁ Πατὴρ ἢ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος, καὶ ὅτι τοῦ Πνεύματος ἰδιότης οὐ τὸ γεννᾶν ἢ προ βάλλεσθαι ἀλλὰ τὸ ἐκπορεύεσθαι. Οὕτω δὲ τὸ μειζόν ἐστι τῷ Πατρὶ πρὸς τὸν Υἱόν· μείζων γὰρ ὁ Πατὴρ τοῦ Υἱοῦ, καθώς φησιν αὐτὸς ὁ Κύριος Ο Πατήρ μου μείζων μου ἐστίν ἀλλὰ τῷ αὐτῷ ξ ἑτέρῳ λόγῳ τινὶ, οὐ τῇ οὐσίᾳ. Ετέρου ἀτόπου εἰσαγωγὴ, ὅτι εἰ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἔλαττον ἔσται καὶ τοῦ ο (ε). Πατρὸς καὶ τοῦ Υἱοῦ· καὶ πρὸς τοῦτο λύσις. Προβάλλεθαι προβάλλειν. χιν,

Dialogue IIDialogus secundus

col. 203–204page 19 of 28
PG 139:203Τὸ μεῖζον ἄρα κατὰ τὸν ὑμέτερον λόγον είληχε κατ᾽ ἀμφότερον ὁ Πατήρ· καὶ οὐχ ἡμῖν μᾶλλον τοῦτο δ τὸ ἄτοπον, ἀλλ᾽ ἑαυτοῖς συνηγάγετε, εἴγε φατὲ ἄτοπον τὸ μεῖζον κατὰ τὴν ἰδιότητα. Εἰ δὲ μὴ τοῦτο ἄτοπον, μηδὲ ἡμῖν ἐκεῖνο φατέ. β'. ΓΡ. Τί οὖν; οὐχὶ δύο ποιεῖς ἀρχὰς, εἴ γε φῂς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπο ρεύεσθαι; ΛΑΤ. Οὐκ ἔγωγε οἶμαι· τὸ μὲν γὰρ δύο λέγειν ἀρχὰς ἄτοπον· ὁποῖόν φασι παῖδες αἱρετικῶν, τὴν μὲν τιθέντες ἀγαθὴν, τὴν δὲ πονηρὰν, καὶ τὴν μὲν πηγὴν παντὸς ἀγαθοῦ, τὴν δὲ αἰτίαν κακοῦ παντὸς, ἐναντίας ἀλλήλαις καὶ ἐναντίων πραγμάτων. ΓΡ. Καίτοι πολλῷ πλέον ατοπώτερον τοῦ λέγειν ἐναντίων ἐναντίας ἀρχὰς καὶ τὰς δύο δυσὶν ἀπονέμειν ἑκατέραν ἑκατέρῳ τὸ δύο τιθέναι τοῦ αὐτοῦ καὶ ἑνός. Εὐλογώτερον γὰρ τὸ ἔν μᾶλλον τῶν δύο ἀρχὴν τιθέναι ἢ τὰ δύο τοῦ ἑνός. ΛΑΤ. Αλλ' οὐ δύο ἀρχὰς, ὦ οὗτος, φαμὲν, ἐπειδὴ ἐξ ἀμφοῖν τὸ ἓν λέγοντες πάλιν τῶν δύο τὸ ἕτερον εἰς τὸ ἕτερον ἀναφέρομεν, ὡς μίαν καὶ οὕτως ἀρχὴν εἶναι τῶν δύο τὸ ἕν... Λέγε τοίνυν εἰ ἔχεις ἕτερον ἄτοπον τῷ ἡμετέρῳ ἑπόμενον δόγματι· ὡς τά γε προειρημένα δέδεικται ἢ ὄντα μὴ ἄτοπα ἢ μὴ ἑπόμενα. Σοφιστικὸν δὲ τὰ Ετερον ἄτοπον, ὅτι δύο συνάγονται ἀρχαὶ τοῦ Πνεύματος, ὁ Πατὴρ καὶ ὁ Υἱός καὶ πρὸς τοῦτο λύσις. μὴ ἑπόμενα λέγειν ἑπόμενα, καὶ τὰ μὴ ἄτοπα ὡς ἄτοπα τίθεσθαι. γ΄. ΓΡ. Αλλ' εἰ τὸ Ηνεῦμα ἐκπορεύεται μὲν ἐκ τοῦ Πατρὸς, ἐκπορεύεται δὲ καὶ ἐκ τοῦ Υἱοῦ, καὶ ἐστι τοῦ Πνεύματος προβολεὺς καὶ ὁ Πατὴρ, προβολεύς καὶ ὁ Υἱός, τίς ἡ διαφορὰ προβολέως καὶ προς βολέως, ἐκπορεύσεως τῆς ἐκ Πατρὸς καὶ ἐκπορεύσεως τῆς ἐκ τοῦ Υἱοῦ; ΛΑΤ. Φράσον μοι πρότερον καὶ αὐτὸς, τίς ἡ δια φορά γεννήσεως καὶ ἐκπορεύσεως, καγώ σοι ἐρῶ, τίς ἡ διαφορὰ ἐκπορεύσεως τῆς ἐκ Πατρὸς καὶ ἐκπορεύσεως τῆς ἐκ τοῦ Υἱοῦ. Νῦν δὲ τοσοῦτον λέξω, ὅτι οὐ χρόνος διατέμνει τις τὴν ἐκ τοῦ Πατρὸς ἐκπό ρευσιν καὶ τὴν ἐκ τοῦ Υἱοῦ. Οὐ γὰρ πρότερον μὲν ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ὕστερον δὲ ἐκ τοῦ Υἱοῦ, ἡ Απορία· τίς διαφορά προς βολέως καὶ προβολέως καὶ ἐκπορεύεσθαι καὶ ἐκπο ρεύεσθαι· καὶ λύσις.
col. 205–206page 20 of 28
PG 139:205ἀνάπαλιν, ἀλλ᾽ ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεται, καὶ ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ, ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ ἐκ Πατρὸς, ὡς ἐκ πηγῆς τοῦ Υἱοῦ, ἐκπορεύεται· καὶ οὐκ ἔστι τῆς ἐκπορεύσεως ταύτης διαφορά, εἰ μή τις λέγοι τὸ ἔμμεσον καὶ τὸ ἄμεσον καὶ κατὰ ταῦτα δυάζεσθαι βούλοιτο τὴν ἐκε πόρευσιν, ἐπεὶ κατὰ γέ τι ἄλλο οὐκ ἔστιν οὐδεμίαν αὐτῆς ἐπινοῆσαι διαφοράν. δ. ΓΡ. Εἰ οὖν ὁ Πατήρ μὲν διὰ μέσου τοῦ Υἱοῦ τὸ Πνεῦμα προβαλλόμενος ἐμμέσως τοῦτο προβάλλεται, ὁ Υἱὸς δὲ ἀμέσως τὸ αὐτὸ προϊεται, ὅτι μὴ δι' ἑτέρουτινὸς, εἴη ἄν ὁ Υἱὸς προσεχὲς τοῦ Πνεύματος αἴτιον, ὁ δὲ Πατὴρ οὐ προσεχές· καὶ οὕτως ἔσται ὁ μὲν Πατὴρ πρῶτον αἴτιον, ὁ δὲ Υἱὸς μετ᾿ αὐτὸν, καὶ οὕτω δὲ πάλιν ἀκολουθήσει ἡ ὕφεσις τῷ Υἱῷ μὲν πρὸς τὸν Πατέρα, τῷ Πνεύματι δὲ πρὸς τὸν Υἱον, καὶ ἕξει οὕτως χώραν Αρειος καὶ Εὐνόμιος καὶ Μακε δόνιος καὶ ᾿Απολλινάριος. ΛΑΤ. ᾿Αλλὰ θάβει, ὦ ἀγαθέ· οὐ Χώραν παρ' ἡμῖν ἕξει οὔτε Αρειος οὔτε Ευνόμιος οὔτε Μακεδόνιος ἢ Απολλινάριος. Ούτοι γὰρ ἀπαντες τὴν θεότητα ἢ εἰς διαφόρους θεότητας κατατέμνουσι, καὶ τὴν μὲν μεί ζονα τίθενται, τὴν δὲ ἐλάττονα, τὴν δὲ μέσως ἔχου. σαν, ἢ τῆς ἀκτίστου φύσεως τοῦ Πατρὸς ἀλλοτριοῦσιν, ἢ καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ἀπαλλήλους φύσεις, ἵν᾽ οὕτως εἴπω ταῦτα, καὶ κτίσμα τόδε τοῦδε καὶ τοῦτο ἐκείνου τιθέμενοι, ἢ τὸ Πνεῦμα πάντως εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγοντες· παρ' οἷς καὶ τὸ πρῶτον οὐκ εὐλαβὲς καὶ τὸ προσεχὲς ἀσεβὲς καὶ τὸ μέσον παρόμοιον, καὶ τὸ μεῖζον καὶ τὸ ἔλατ τον καὶ ἡ τάξις ἁπλῶς καὶ τὸ πρὸ τοῦδε καὶ τὸ μετὰ τόδε καὶ τὰ ἐξῆς καὶ τὰ τοιάδε τῶν ὀνομάτων τῇ σφῶν ἀσεβεία καταλλήλως νοούμενα. Παρ' ἡμῖν δὲ καὶ ἡ τάξις, εἰ λέγοιτο, κατ᾿ εὐσεβεῖς λογισμοὺς ἐπὶ τῆς Αγίας Τριάδος παραλαμβάνεται καὶ τὸ πρῶτον καὶ τὸ πρότερον... Ἵνα δὲ ὁ λόγος ἐξεταστικώτερος γένηται, ἄλλοθεν πάλιν ἀρχόμενοι περὶ ἑκάστου τῶν εἰρημένων ὄνο μάτων λέγομεν, ποσαχώς τε λέγεται καὶ ὅπως ἐπὶ τῆς ἁγίας Τριάδος παραλαμβάνεται· καὶ πρῶτον περὶ τάξεως ε΄. Η τοίνυν τάξις ἢ ἐν οὐσίαις θεωρεῖται ἤ ἐν ποσοῖς ἢ ἐν ποιοῖς ἢ ἐν τοῖς πρός τι ἢ ἐν τοῖς ποιεῖν * πάσχειν λεγομένοις ἢ ἐν τοῖς ποῦ ἢ ἐν τοῖς πότε ἢ ἐν τοῖς ἔχειν καὶ ἔχεσθαι ἢ ἐν πᾶσι τούτοις πρὸς ἄλληλα· ἐν πᾶσι μὲν ὡς οὐσία, ποσόν, ποιὸν, πρός τι καὶ τὰ ἑξῆς· προσεπινοεῖται μὲν γὰρ ὡς ὑποκείμενον τοῖς ἄλλοις πᾶσιν ἡ οὐσία, εἶτα ἐπιθεωρεῖται τὸ ποσόν, μεθ᾽ ὁ τὸ ποιὸν καὶ ἐφεξῆς τὸ πρός τι καὶ τὰ ἑξῆς· ἐν οὐσίαις δὲ ὡς Θεός, νοῦς, ψυχαί, σώματα· ἐν ποσοῖς δὲ ἐν μὲν τοῖς συνεχέσιν ὡς σημεῖον, γραμμή, ἐπιφάνεια, σῶμα· ἐν δὲ τοῖς 16, Περὶ τάξεως τεχνολογία
col. 207–208page 21 of 28
PG 139:207διωρισμένοις, ἐν ἀριθμῷ μὲν ὡς μονας, διὰς τριὰς, τετρὰς καὶ ἑξῆς, ἐν λόγῳ δὲ ὡς στοιχεῖα, συλλαβαὶ, ὀνόματα, ῥήματα καὶ λόγος· ἐν ποιοῖς δὲ ὡς πάθος, διάθεσις, ἕξις· καὶ ἐν τοῖς σχήμασιν, ὡς κύκλος, τρίγωνον, τετράγωνον, καὶ ἑξῆς· καὶ ἐν τοῖς τῶν ποιοτήτων δεκτικοῖς κατὰ τὸ μᾶλλον καὶ ήττον θεωρουμένοις, οἷόν ἐστι τὸ ἧττον λευκὸν καὶ τὸ μᾶλλον καὶ τὸ ἔτι λευκότερον καὶ τὸ μάλιστα, καὶ τὸ ἧττον θερμὸν καὶ τὸ μᾶλλον, καὶ τὸ ἔτι θερ μότερον καὶ τὸ μάλιστα, καὶ τὰ τοιαῦτα. Ὅθεν καὶ ἱατρῶν παῖδες τὰ μὲν πρώτης τάξεώς φασι τῶν φαρμάκων, τὰ δὲ δευτέρας, τὰ δὲ τρίτης, ἄλλα δὲ τετάρτης. Ωσαύτως δὲ καὶ ἐν τῷ ποιεῖν καὶ πά σχειν· τὸ μᾶλλον γὰρ καὶ τὸ ἧττον καὶ ἐν τούτοις καὶ τὸ μάλιστα. ᾿Αλλὰ καὶ ἐν τόπῳ τὸ γὰρ ἄνω ἤ κάτω ἤ δεξιᾷ ἢ ἀριστερᾷ, ἢ ἔμπροσθεν ἢ ὄπισθεν ἤ πέριξ ἢ ἐν τῷ μέσῳ τάξιν ἔχει τινά. Καὶ ἐν χρόνῳ, τὸ χθὲς καὶ τὸ στήμερον καὶ τὸ αὔριον καὶ τὸ πρότερον καὶ τὸ νῦν καὶ τὸ ὕστερον τάξεως. ᾿Αλλὰ καὶ ἐν τοῖς πρός τι· εἴτε γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, εἴτε καὶ τὸ ἅμα ἐν αὐτοῖς, καὶ ταῦτα τάο ξεως. Ωσαύτως καὶ ἐπὶ πάντων. Καὶ ἁπλῶς ἐφ' ἑκάστου μὲν τῶν μοναδικῶς καὶ καθ᾿ ἑαυτί θεω ρουμένων οὐκ ἂν εἴη τάξις· ἔνθα δὲ ἀριθμός τίς ἐστι θεωρούμενος ἤ σχέσις πρὸς ἕτερον, ἐκεῖ καὶ ἡ τάξις ἐστίν, είτε φυσιολογούμενόν ἐστιν εἴτε λογικώτερον, εἴτε μαθηματικῶς θεωρούμενον, εἴτε καὶ θευλογού μενον· οἷόν τι λέγω. Ἡ μονάς, ὅταν θεωρῆται καθ' ἑαυτὴν, ἄσχετός τέ ἐστι καὶ μόνη καὶ ὑπὲρ τάξιν ὅταν δὲ πρὸς δυάδα καὶ τριάδα καὶ τοὺς ἑξῆς ἀριθ μούς, οὐχ ἁπλῶς λέγεται μονας, ἀλλὰ καὶ πρώτη καὶ ἀρχὴ ἀριθμῶν. Τὸ στοιχεῖον ὡσαύτως· οἷον ἡ γῆ τὸ ὕδωρ, καὶ τὰ λοιπὰ, καθ᾿ ἑαυτὰ οὕτω θεωρούμενα καὶ λεγόμενα, πρὸς δὲ τὸν ὅλον κόσμον καὶ τὰ ἐξ αὐτῶν στοιχεῖα τε καὶ ἀρχαί· τὰ κι' γράμματα γράμματα μὲν καθ᾿ ἑαυτὰ, στοιχεῖα δὲ ὡς ἀρχαὶ τῶν συλλαβῶν καὶ λοιπῶν τῶν ἐφεξῆς. Ἡ ἡμέρα ὁμοίως· καὶ γὰρ καὶ αὕτη μία μὲν καθ᾿ ἑαυτὴν, πρώτη δὲ ὡς πρὸς τὰς μεθ᾿ ἑαυτήν. Ὅθεν ἴσως καὶ ὁ Μωϋσῆς, τήν πρώτην ἡμέραν καθ' έχω τὴν θεωρῶν, ὡς μήπω τῶν ἑξῆς ἡμερῶν γενομένων, μίαν ὠνόμασεν· ἐπακολουθησασῶν δὲ καὶ τῶν ἑξῆς, ἔστιν αὐτὴν καὶ πρώτην εἰπεῖν πρὸς αὐτάς καὶ οὐκ ἀγνοῶ γε οὐδὲ τὰς αἰτίας, δι᾿ ἄς εἶπον οἱ ἅγιοι μίαν εἶναι ἐκείνην (καὶ) κληθῆναι, οὔτε μὴν εἰδὼς αὐτὰς ἀποπροσποιοῦμαι, ἀλλὰ καὶ οἶδα καὶ ὑπεραποδέχομαι. Πάλιν ὁ Θεὸς εἰς τε καὶ μόνος 'Η γῇ, ἡγῆ. ἀλλ᾽ ὅταν πρὸς νοῦν καὶ ψυχὴν καὶ σώματα θεωρῆται, τότε καὶ πρῶτος κατὰ τάξιν ὡς ἀρχὴ πάντων ἐστί τε καὶ λέγεται. ᾿Αλλὰ καὶ ἐν τῇ θείᾳ φύσει ἀριθμὸς ἡ ὑπεράριθμος τριάς, καὶ ἐν τῇ τοῦ ἀγ. γέλου φύσει καὶ ἐν τῇ τοῦ ἀνθρώπου ὁ κατάλληλος ἀριθμός· πολλοὶ γὰρ ἄγγελοι καὶ πολλοὶ ἄνθρωποι τότε καὶ τάξις τούτοις ἐνθεωρεῖται, ἀλλ' οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατά τινας ἰδιότητας· καὶ ὁ μὲν οἷον ἀρχή τις ἐστὶν, ὁ δὲ ἑτέραν ἔχει τάξιν. Οὕτως ἄρχων τις ἐν ἀγγέλοις καὶ ἀρχαγγέλοις καὶ γηγε
col. 209–210page 22 of 28
PG 139:209νάρχης ἐν τοῖς ἀνηρώποις Αδάμ· καὶ ἐν τῇ Τριάδι τοίνυν ἀρχὴ ὁ Πατήρ. 'Αλλά μοι, ὅτι πολλοὶ ἄγγε λοι καὶ πολλοὶ ἀνηρωποι, μὴ σύναγε ὅτι καὶ πολλοὶ θεοί. Απαγε τῆς Ἑλληνικῆς μωρολογίας! ἀλλ' ὅτι καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τάξις ἐστὶν, ἀλλὰ πάσης τάξεως ἀνωτέρα. Ως γάρ ἡ φύσις ὑπέρκειται τῶν φύσεων ἁπασῶν ὑπὲρ φύσιν γὰρ καὶ ὑπερφυής). οὕτω καὶ ἡ τάξις τῶν τάξεων ἁπασῶν (ὑπὲρ τάξιν γὰρ καὶ ὑπερταγής) καὶ ἀρχὴ ὁ Πατὴρ ὑπεράρχιος. Μηδ' ὅτι πάλιν ὁ ᾿Αδάμ γηγενάρχης ἐν τοῖς ἀνθρώποις καὶ ὁ ἀρχιστράτηγος Μιχαὴλ ἀγγελάρχης, ἵν᾿ οὕτως είπω, ἐν τοῖς ἀγ γέλοις, συμπέραινε πατέρα τινὰ καὶ γεννήτορα τῆς τῶν ἀγγέλων πληθύος τὸν ἀρχάγγελον, ὡς τῆς τῶν ἀνθρώπων ἔφημεν τὸν Ἀδὰμ ἢ τοὺς ἐκ τοῦ ᾿Αδάμ. Καίτοι ὡς ἐπὶ τῆς γῆς πατριὰ, οὕτως καὶ ἐν οὐρανοῖς, ἀλλ᾽ ἑκατέρα φύσει κατάλληλος ἡ πα τριὰ καὶ τῇ φύσει προσήκουσα. Ἔστι τοίνυν τάξις τις καὶ ἐπὶ τῆς Τριάδος· ἀλλ᾿ οὐ φύσεως διαίρεσιν παρεισάγουσα (μία γὰρ ἡ φύσις καὶ ἀπαράλλακτος τοῖς τρισὶν) οὐδὲ τοπικὴν θέσιν (ἀπερίγραπτος γὰρ † Τριὰς καὶ ὑπὲρ πάντα τόπον) οὐδὲ χρονικῆς κι νήσεως ἤ ἄλλου τινὸς ἔμφασιν τῶν ἐν τοῖς μετὰ θεὸν θεωρουμένων (καὶ αἰῶνες γὰρ καὶ χρόνοι μετὰ Θεόν), ἀλλὰ κατὰ τὰς τῶν ἰδιοτήτων ἑκάστης θεαρ γικῆς ὑποστάσεως διαφορὰς καὶ ὅτι ἄναρχος μὲν ὁ Πατὴρ καὶ ἀρχὴ τοῦ γιοῦ, ἀρχὴ ἀρχὴ δὲ ὁ Υἱὸς καὶ οὐκ άναρχος κατά γε τὸ ἔχειν τὸν Πατέρα ἀρχὴν, ἐπεὶ κατά χρόνον αναρχος καὶ αὐτὸς, τὸ δὲ Ηνεῦμα καὶ ἀρχὴ καὶ αὐτὸ μετὰ τῆς ἀρχῆς ἀρχῆ γὰρ καὶ ἀρχὴ καὶ ἀρχὴ, ἀλλ᾽ οὐ τρεῖς ἀρχαί, ἀλλὰ μία καὶ οὕτως ἀρχὴ, εἰς μίαν ἀρχὴν ἀναφερομένων τοῦ τε Γιοῦ καὶ τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ· οὕτω καὶ Θεὸς καὶ Θεός καὶ Θεὸς, ἀλλ' οὐ τρεῖς Θεοί, ἀλλ᾽ εἷς Θεός. Εἰ δ᾽ οὖν τάξις ἐστὶ καὶ ἐν τῇ Τριάδι, καθὼς καὶ οἱ ἅγιοι εἶπον, τάξις δὲ τὸ πρῶτον καὶ τὸ πρόσ τερον ή δεύτερον καὶ τὸ ἅμα (ἐν οἷς γὰρ αὕτη καὶ τούτων τι ἀνάγκη καὶ τῆς Τριάδος ἢ τὸ ἅμα θεωρεῖσθαι ἡ τὸ πρῶτον καὶ τὸ πρότερον καὶ τὸ δεύτερον ἢ ἀμφότερον ΔΑΤ. Ἔστω καὶ ταῦτα, καθά σου δοκεῖ· καὶ ἐχέτω πέρας ὧδὶ ἡ παροῦσα διάλεξις. χειν, ἐν οἷς γὰρ ταῦτα ἢ τούτων τι ἀνάγκη. Περὶ πρώτου, προτέρου, δευτέρου, ἅμα καὶ τῶν λοιπῶν. (γ) Πατριά

Dialogue IIIDialogus tertius

col. 211–212page 23 of 28
Dialogus quartus
PG 139:211ΛΟΓΟΣ ΤΡΙΤΟΣ. ΓΡ. Ετι ταύτην (τὴν ἀρχὴν καὶ αὖθις τίθε μεν τῆς μεθ᾽ ὑμῶν περὶ τοῦ ἁγίου Πνεύματος συζητήσεως, πῶς οὐκ ἄτοπον τὸ λέγειν τοῦτο μὴ ἐκ τοῦ Πατρὸς μόνου, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπο ρεύεσθαι. Καὶ γὰρ ἀνάγκη, ἤ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς ἐκπορευόμενον, ἤ ἐκ τῆς ἰδιότητος. Ἀλλ᾿ εἰ μὲν ἐκ τῆς οὐσίας, ἐπεὶ ἡ οὐσία κοινὴ καὶ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Τἱοῦ καὶ τοῦ Πνεύματος, οὐκ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μόνον ἐκπορεύοιτ' ἄν, ἀλλὰ καὶ ἐξ ἑαυτοῦ τὸ Πνεῦμα, ὅπερ οὐκ ἔστιν. Εἰ δὲ ἐκ τῆς ἰδιότητος, ἡ δὲ ἰδιότης οὐκ οὐσία, ἀλλὰ περὶ τὴν οὐσίαν πῶς τὸ καθ᾿ ἑαυτὸ ἦτοι τὸ Ηνεῦμα ἔσται ἐκ τοῦ μὴ καθ᾿ ἑαυτὸ, ἀλλὰ περὶ ἕτερον ἐκπορευόμενον τουτέστι τῆς ἰδιότητος; Η οὖν οὐδὲ ἐκπορευτὸν ὅλως, ἢ εἰ ἐκπορευτὸν, ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορευόμενον, ἔσται καὶ ἐξ ἑαυτοῦ ἐκπορευόμενον, ὅπερ οὐδέποτε. ΛΑΤ. Οὗτος ὁ λόγος δείκνυσιν οὐχ ὅτι μὴ ἐκ τοῦ Υἱοῦ, ἀλλ᾿ ὅτι μηδὲ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, μηδὲ ὅλως ἐκπορευτόν ἐστι... ΓΡ. Ἡ δὲ κοτασκευὴ καὶ ἡ δεῖξις ἢ διὰ λό 'γου τεχνικοῦ ἐξ ἀρχῶν προβαίνοντος ἀληθῶν, ἢ δι ὑποδειγμάτων, ἢ διὰ μαρτυριῶν ἢ διά τινων ἑπομέν νων ταῖς μαρτυρίαις καὶ ταῖς γραφικαῖς χρήσεσιν ὡς ὅ γε χωρίς τούτων εἰσάχων τι οὐ πιθανόν τι οὐδὲ εὔλογον δοκεῖ λέγειν, μὴ ὅτι γε ἀληθὲς ἢ εὐσε βές· δοκεῖ δὲ καὶ παραδόξους εννοίας εἰσάγειν, ἵνα μὴ λέγω ἑτεροδόξους χωρίς μαρτυριῶν καὶ καὶ κατα σκευῆς. (α) ΛΑΤ. Τοῦτο δὴ καὶ ποιήσω, πλὴν ἀλλ᾽ ἐς αὔριον τὸ δὲ γε νῦν ἔχον ἐνταῦθα τὴν γλῶτταν ἐπίσχωμεν. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. ο Επι ταύτην τὴν ἀρχὴν κ. αὖθις τιθέμενος. ΓΡ. Φέρε δὴ νῦν ἴδωμεν, ὦ Λατῖνε, καὶ εἴ τινας ἔχεις εἰκόνας ἢ ὑποδείγματα, ἢ αὐτὸς πλάσας, ἢ ἑτέρωθέν ποθεν λαβών, πρὸς ἐναργεστέραν δεῖξιν ἐκπορευομένου.
col. 213–214page 24 of 28
PG 139:213τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ, καθὰ φᾖς, ἐκπορεύσεως τοῦ Αγίου Πνεύματος, καὶ δι᾽ ὧν ἔστιν εἰκονίσαι σαφῶς τὸ δογματιζόμενον, εἴ που δυνατὸν κατιδεῖν, ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς τόδε τι αἴτιον καὶ τόδε· καὶ ἀρχὴ καὶ ἀρχὴ, καὶ οἱ δύο ἀρχαὶ, οὐδὲ δύο τὰ αΐτια, ἵνα καὶ τοῦ Πνεύματος αιτιόν τις διδοὺς μὴ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν καὶ ἀρχὴν ὁμοίως μὴ δοκοίη δύο εἰσάγειν ἀρχὰς ἢ δύο τὰ αἴτια, ἀλλὰ καὶ οὕτω φυλάττῃ τὸ δόγμα τῆς μοναρχίας. ΛΑΤ. Καὶ μὴν, ὦ Γραικέ, παράδειγμα μὲν ἐναρ γὲς οὐκ ἔστιν εὑρεῖν τῆς ἁγίας Τριάδος τὴν σχέσιν ἐμφαῖνον ἢ τὴν τάξιν· πολλὰ δ᾽ οὖν τὰ ἀμυδρῶς εἰ κονίσαι δυνάμενα τὸ λεγόμενον, ὧν τὰ μὲν παρὰ τῆς Γραφῆς ἐρανιζόμενα, τὰ δὲ καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων και νοημάτων φύσεως εὑρισκόμενα ΓΡ. Πάραγε δή μοι καὶ ταῦτα καὶ συσκεψώμεθα ἴσως γὰρ καὶ ἡμεῖς ἀντιπαραθήσομεν καταλληλότερα παραδείγματα. ΛΑΤ. Λέγω δή· σὺ δὲ νουνεχῶς ἄκουε· ἄρ᾽ οὐχὶ πατα οὐσία ἔχει καὶ δύναμιν ἑαυτῇ συμφυῆ καὶ ἐνέργειαν φυσικήν; ΓΡ. Φημί..... ΛΑΤ. Σκόπει γοῦν μοι καὶ τοῦτο τὸ ὑποδειγματ Εστιν ἢ τοῦ πυρὸς οὐσία καὶ ἡ καυστικὴ τούτου δύναμις καὶ ἡ ἐνέργεια τῆς δυνάμεως, ἡ καῦσις, ἐνέργημα δὲ ὁ ἄνθραξ, ἡ τέφρα· οὕτω καὶ ὁ τήρ (50)... ΛΑΤ. "Εστι σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια τὰ τρία ταῦτα μία τῶν λεγομένων μαθηματικών σωμάτων ἀρχὴ, ὡς ἐκεῖ ἡ οὐσία, ἡ δύναμις καὶ ἡ ἐνέργεια μία τῶν ἐνεργουμένων ἀρχὴ *, εἰ βούλει, μονάς, δυάς, τριάς· ἡ ἀριθμητικὴ αὕτη τριὰς ἀρχὴ καὶ αἰτία καὶ πηγὴ παντὸς ἀριθμοῦ (52)... Εννόει γάρ μοι δάκτυλον καὶ χεῖρα ὅλην, ἧς ὁ δακτυλος ἤρτηται, καὶ ὅλον ἂνθρωπον, οὔπέρ ἐστιν ἡ χεὶρ καὶ ὁ δάκτυλος (53)... Οφθαλμὸν οἶδας καὶ πηγὴν καὶ [ποταμόν (54)... Πάλιν ἄλλο παράδειγμα καὶ αὐτὸ τοῦ αὐτοῦ, ἐκ τῆς Γραφῆς τῷ Ἁγίῳ ληφθέν ὁ Ἀδάμ, ἡ Εὐα, ὁ Σήθ (55).... Πλὴν ἐρῶ σοι καὶ ἄλλο ὑπόδειγμα, ἐν ᾧ πάθος τοιοῦτον οὐδέν ΓΡ. Τὸ ποῖον; ΑΑΤ. Τὸ τοῦ ἡλίου πάλιν καὶ τῆς ἀκτῖνος καὶ τοῦ φωτὸς πρὸς τὸ τῷ δόγματι χρήσιμον (56)... Οιτ ἡ διὰ παρὰ τῇ Γραφῇ ἀδιάφορός ἐστι τῇ ἐκ. Ανακεφαλαίωσις τῶν των. ἐκτεθέντων ὑποδειγμάτ Πρῶτον ὑπόδειγμα ἐξ οὐσίας, φυλάττει. εὐρισκόμενον. δυνάμεως καὶ ἐνεργείας. 25, υπόδειγμα β', 25, ὑπόδ. γ'. ὑπόδ, δ'. (α) ο ὑπόδ. ε'. ζ'. ὑπόδ. ζ'. ὑπόδ. η'.

Dialogue VIDialogus sextus

col. 215–216page 25 of 28
Dialogus quintus
PG 139:215ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, ΓΡ. Λοιπὸν εἴ τίς σοι λόγος ἕτερος, ὦ Λατῖνε, τοῦ δόγματος, φράσον· ὡς ἡμῖν γε ἀρκεῖ ῥῆσις ἡ εὐαγγελικὴ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα παριστῶσα σαφῶς... ΛΑΤ. Επίσχες, ὦ Γραικέ, καὶ εἰσέτι τὸν ἐκ τῶν μαρτυριῶν λόγον καὶ ὕστατον τοῦτον καὶ ἄμφω ταμιευσώμεθα· νῦν δὲ ἀλλ᾽ εἰπέ· εἰ ἅμα ἡ γέννησις καὶ ἡ ἐκπόρευσις, πῶς οὐχὶ τὸ ἐκπορευτὸν ἐκ τοῦ γεννητοῦ· εἰ ἅμα ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, πῶς οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα; ΓΡ· Ἐρῶ σοι κἀγώ· εἰ ἅμα Πατήρ καὶ Υἱός, πῶς ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, οὐχὶ καὶ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ; εἰ ἅμα Πνεῦμα καὶ Υἱὸς ἐκ τοῦ Πατρὸς, πῶς τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, καὶ οὐχὶ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος, καὶ τὸ γεννητὸν ἐκ τοῦ ἐκπορευτοῦ;... ΛΑΤ. Φημὶ τοίνυν ὅτι τὸ ἐκπορεύεσθαι ἐφ' ὧν ἂν εὑρίσκηται λεγόμενον, σημαίνει μὲν κίνησιν οἰανοῦν, πλὴν οἰκείαν τῷ προκειμένῳ πράγματι καὶ κατάλληλον..... ὄντα πάντως ἐστὶ καὶ ὑπὲρ ἀπόδειξιν. ΛΑΤ. Αἰσθάνομαι μὲν ἤδη πρὸς τὰς γραφικὰς μαρ τυρίας ἐλθεῖν συνωθούμενος πλὴν ἀλλ᾽ ἐνταῦθα καὶ τοῦτον τὸν λόγον διαπεράνας, ἀρχὴν ἑτέραν ἐντεῦθεν ποιούμενος, τῶν μαρτυριῶν οὕτω μνησθήσομαι. καὶ τῆς ἐκ τῶν Πατρικών διδαγμάτων κατασκευῆς, Πρὸς γὰρ τὴν τῶν ὑπερφυῶν ἀπόδειξιν καὶ ὁ τεχνικὸς λόγος ἀσθενής ἐστι καὶ ὁ κατ᾽ εὐθεῖαν ἴσως συλο λογιζόμενος, καὶ ὁ ἀπάγων εἰς ἄτοπον, καὶ ἁπλῶς πᾶς συλλογισμὸς, καὶ ὁ δι' εἰκόνων τινῶν καὶ παραδειγμάτων ἀμαυρός τε καὶ ἀδρανής ὑπὲρ ἀπόδειξιν γάρ εἰ γὰρ τῶν ὄντων αἱ ἀποδείξεις τὸ ὑπὲρ τὰ ΛΟΓΟΣ ΕΚΤΟΣ 13; τράνωσον. Περὶ τοῦ ἐκπορεύεσθαι καὶ ὀσαχῶς εἴρηται. ΓΡ. Ταῦτα δή φημι καὶ αὐτός ᾿Αλλὰ τίνες ἄν εἶεν, ὧν Λατῖνε, καὶ αἱ μαρτυρίαι αἱ Γραφικαί τε καὶ Πατρικαί, καιρὸς ἤδη λέγειν, δι' ὧν ἄν γένοιτο
col. 217–218page 26 of 28
PG 139:217δῆλον ὅτι μὴ ἐναντίον τοῖς τῶν ἀποστόλων διδάγματι καὶ ταῖς Πατρικαῖς παραδόσεσι καὶ τοῖς ἄνωθεν ἐκκλησιαστικοῖς καὶ ὀρθοδόξοις δόγμασι τὸ λέγειν τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. θαυμαστὸν γὰρ καὶ παρὰ τὴν δόξαν ἡμῖν ΡΡ. Οὐκοῦν καὶ αὐτοὶ τὸ καὶ ἐκ τοῦ Υἱοῦ φω νοῦντες ἐν τῷ συμβόλῳ ἡμῖν τε ἐναντιόφρονες καὶ ἀσυμφώνως ἔχοντες ἐς ἀεὶ καὶ οὐδέποτε εἰς ταὐτὰ συνελθεῖν δυνηθήσεσθε καὶ τῷ σοφῷ Ἰωάννῃ ἀντικείμενα φθεγγόμενοι πάντοτε νομι σθείητε. Εἰ γὰρ εἰς οὗτος, ἀλλὰ καὶ Κυρίλλου καὶ ᾿Αθανασίου καὶ τῶν ἄλλων Πατέρων καὶ πρὸ τούτων Χριστοῦ μαθητής. Πρὸς τούτοις δὲ καὶ ὅπερ οὐκ εἶπον ἐν τῷ συμβόλῳ οἱ "Αγιοι, τοῦτο ἐκφωνοῦντες ὑμεῖς οὐ τοῖς πᾶσιν ἔπεσθαι ἄλλ' ετεροφωνεῖν πάντως υποληφθείητε χρεών γὰρ μὴ μόνον κατὰ τὰ δόγματα καὶ τὰ νοήματα, ἀλλὰ κατ' αὐτὰ τὰ ῥήματα φυλάττειν ἀκαινοτόμητον καὶ ἀπαρεγχείρη τον τὴν τῆς πίσνεως ἔκθεσιν. Ορα οὖν, πόσαι γε γίνεσι συνόδοι μετὰ τὴν τοῦ συμβόλου τῆς πίστεως ἔκθεσιν καὶ πόσαι ἀμφιβολία δογματικαί ἐκινήθησαν· ἀλλ᾽ οὐδεμία σύνοδος μετὰ τὴν δευ τέραν σύνοδον, ἥτις τὴν τοῦ ἁγίου Πνεύματος δόξαν ἐτράνωσεν, οὐδὲ ἐν ρῆμα οὔτε ἀφεῖλεν οὗτὲ προσ έθηκεν οὔτε τι τῶν ὀρισθέντων ἡλλοίωσεν, ἀλλὰ καὶ εἰ πλείους τῶν ἀμφιβολιῶν ἐκ τῶν ῥημάτων μᾶλλον τοῦ ἁγίου συμβόλου ειελύθησαν, καὶ ἡ τούτων ὁμο λογία πᾶσαν ὑποψίαν καὶ ἀμφιβολίαν ἐξέβαλεν· καὶ τὸ ἄλλως καὶ ἄλλως παρ' άλλοις καὶ ἄλλοις νοούμενον ἐκ τῶν ἐν τῷ συμβόλῳ ῥητῶν καινοτομίαν οὐδεμίαν ἐποίησεν· ἀλλὰ καὶ ἡ γνησία τοῦ ἀμφιβόλου νιάνοια δι' ἑτέρων ἐκθέσεων καὶ δισμῶν παραδέδεται, καὶ ἡ νόθος ἀπόβλητος γέγονεν· οὕτως ἐπὶ τῆς τρίτης, οὕτως ἐπὶ τῆς τετάρτης, οὕτως ἐπὶ τῶν ἑξῆς· τὸ δὲ ἅγιον σύμβολον τῆς θρησκείας, ὡς ἐξ ἀρχῆς ἐξε τέθη, διατετήρηται. Εἰ γὰρ δοθείη ἐκ τῶν πα ρεμπ:πτουσῶν ἀμφιβολιῶν ἄλλας καὶ ἄλλας προσ θήκες ποιεῖν καὶ ἀφαιρέσεις ἢ ἀμείψεις τινών, λά βομεν ἂν κατ' ὀλίγον ὅρια Πατέρων παρασαλεύοντες. Ἐπεὶ καὶ ἐπ' αὐτῶν τῶν ἁγίων Πατέρων τῶν ποιησαμένων τὴν ἔκθεσιν πολλαὶ ἀμφιβολίαι μετὰ ταῦτα περὶ τοῦ ὁμοουσίου γεγόνασιν, ὅπερ μία τοῦ τὰ ἐναντία φρο γούντες. ἐσταεί. δυνηθήσεσθαι. οὗ τοῖς. πᾶσιν ἔπεσθαι. αύ τοῖς πᾶσιν ἔπεσθε. "Ορα ἔκθεσιν ἀπ' αὐτ. Καίτοι ἀξιοπιστοτέρους εἶναι τοὺς πλείους ἴσως φήσει τις τοῦ ἑνὸς, καὶ μᾶλλον ὅτι νῷ ἐνὶ τὸ θαυ μάζεσθαι ἐκ τοῦ ἐκείνοις ἐπεσθαι κἀκείνους ἑαυτοῦ πατέρας καὶ διδασκάλους ὁμολογεῖν. Τίς γὰρ οὐκ οἶδεν ὡς ὁ Δαμασκηνὸς καὶ Βασιλείου καὶ Γρηγορίου καὶ ᾿Αθανασίου καὶ Κυρίλλου καὶ τῶν ἄλλων Πατέρων μαθητὴς εἶναι ἐγκαλλωπίζεται;
col. 219–220page 27 of 28
PG 139:219ο αἱ διαλαμβάνουσαι, ἡμῖν. Ρ. 469. (α) συμβόλου λέξις ἐστί (πολλοὶ γὰρ ἐναντιοφρονοῦντες τοῖς Πατράσι τὸ αὐτὸ μὲν ῥῆμα πρὸς ἐπίκρυψιν τῆς σφῶν ἀσεβείας προΐεντο, ἄλλην δὲ εἶχον ἐν ἑαυτοῖς τὴν διάνοιαν), ἀλλ᾽ οὐκ ἠθέλησαν ἐν τῷ συμβόλῳ διορισμὸν προσθεῖναί τινα τῆς εὐσεβοῦς ἐννοίας ἐκφαντικόν, ἤ τῆς ἀσεβοῦς ἐκδοχῆς ἀποδιοριστικὸν, ἀλλ᾿ ἰδίᾳ μὲν καὶ καθ᾿ ἑαυτοὺς ἕκαστοι περὶ τῆς λέξεως καὶ τῆς σημασίας αὐτῆς ἠγωνίσαντο, καὶ τὴν ἑρμηνείαν σαφῆ τε καὶ εὐσεβῆ συνεγράψαντο τε καὶ ἐκδεδώκασι, τὸ μὲν ὀρθόδοξον νόημα σαφῶς παραστήσαντες, τὸ δὲ αἱρετικόν διελέγξαντες, ὡς καὶ ὁ μέγας ἐποίησεν Αθανάσιος· προσθήκην δὲ ἤ ἀφαίρεσιν ἤ τῆς λέξεως ἀλλοίωσιν οὐδόλως ἐποίησαν. Ὅτι μὲν οὖν ἐν τῷ συμβόλῳ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενοτ οἱ Πατέρες εἶπον καὶ πλέον οὐδὲν, δηλοῦσιν αὐταὶ αἱ καθ᾿ ἑκάστην σύνοδον πράξεις καὶ τὰ συνοδικὰ ἤτοι αἱ αερὶ τούτων διαλαμβάνουσαι βίβλοι πανταχοῦ γὰρ οὕτως ἔχουσαι φέρονται, καὶ οὔτε τὸ ἐκ τοῦ Υἱοῦ οὔτε τὸ οὐκ ἐκ τοῦ Υἱοῦ ἢ διὰ τοῦ Υἱοῦ ἐγκείμενον ἔχουσιν Ὑμεῖς οὖς, ὦ Λατῖνε, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φρονοῦντες ἐκπορεύεσθαι τὸ Πνεῦμα, εἰ μὲν οὕτω φατὶ τοῦτο ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ, ὡς ἐκ πρώ της ἀρχῆς, καὶ οὐχ ὡς διὰ τοῦ Υἱοῦ, ἀλλ᾿ ὡς καὶ ἐκ τοῦ Πατρὸς, δύο πάντως ποιεῖτε ἀρχὰς, καὶ ἀναιρεῖτε τὴν γέννησιν τοῦ Υἱοῦ, καὶ ἐναντία τῷ Δαμασκηνῷ λέγετε καὶ ᾿Αθανασίῳ καὶ Κυρίλλῳ καὶ πᾶσιν ἄλλοις Πατράσι, καὶ ἡμῖν, οἷς κλέος τὸ Πατράσιν ἁγίοις ἀκολουθεῖν· εἰ δὲ οὕτω λέ γετε τὸ ἐκ τοῦ Υἱοῦ ὡς ἐκ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ οὕτω τὸ ἐκ τοῦ Πατρὸς ὡς παρὰ τοῦ Υἱοῦ τοῦ ἐκ τοῦ Πατρός, συμφθέγγεσθε καὶ τῷ Δαμασκηνῷ Ιωάννῃ καὶ ᾿Αθανασίῳ καὶ Κυρίλλῳ, καὶ τοῖς ἄλλοις θεοφόροις Πατράσιν ὁμοδοξεῖτε καὶ κατὰ τὴν δόξαν τῆς τοῦ Πνεύματος ἐκπορεύσεως καὶ ἡμῖν ἐστε φίλοι τε καὶ ὁμόφρονες Ἐχρῆν δὲ λοιπὸν τὰ ἴσα τοῖς Πατράσι καὶ φίλα δρῶντος ἐν μὲν τῷ συμβόλῳ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ἐκφωνεῖν κατὰ τὴν ἐξ ἀρχῆς τῶν Πατέρων παράδοσιν τὸ δὲ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι διὰ συγγράφων ἑτέρων δηλοῦν ἑρμηνευουσῶν τὴν εὐσεβῆ τούτων διάνοιαν, εἴτε διὰ τοῦ Υἱοῦ λέγειν ἐθέλοιτε τὴν ἐκπόρευσιν, εἴτε ἐκ τοῦ Υἱοῦ κατὰ τὸ αὐτὸ σημαινόμενον, καὶ μηδὲν εἰσάγειν σκάνδαλον εἰς τὸ μέσσον κοινόν· καὶ σχίσματος τοσούτου καὶ μέν. διά. ἐθέλητε. ἐν τῷ μέσῳ. τοιούτου.
col. 221–222page 28 of 28
PG 139:221διαιρέσεως αἴτιον, ὅτι καὶ αὐτὸς ὁ μέγας Αθανάσιος καὶ ὁ σοφὸς Κύριλλος οὕτω νοοῦντες τὴν ἐκ Πατρὸς ἐκπόρευσιν ἐν ἰδίοις μὲν συγγράμμασι τὴν τοῦ Πνεύματος ἐκπόρευσιν διεσαφήνισαν, ἐν δὲ τῷ συμβόλῳ προσέθηκαν οὐδέν· ὡσαύτως δὲ καὶ ὁ Δαμασκηνός. Εν γὰρ τῇ ἀποδόσει τῆς πίστεως τὸ ἐκ τοῦ Πατρός, οὐκ ἐκ τοῦ Υἱοῦ ἐκπορευόμενον, ἰδίᾳ δὲ ἐπισημαίνεται, ὡς οὐ λέγεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα δηλαδὴ ὡς ἐκ πρώτης ἀρχῆς καὶ ὡς ἐκ τοῦ Πατρός. Τούτων οὖν ταῖς διδασκαλίαις ἐπόμενοι καὶ ἡμεῖς τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ἐκφωνοῦντες νοοῦμεν μὲν τὴν ἐκπορεύσιν ἐκ Πατρὸς ὡς ἐκ πρώ της ἀρχῆς, πλὴν οιὰ τοῦ Υἱοῦ τοῦ προσεχῶς ἐκ τοῦ Πατρός ὅμως οὐ λέγομεν ἐν τῷ συμβόλῳ τὸ Ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορευόμενον· καίτοι τοῦτο λέγειν εὐλογώτερον ἦν, είγε καὶ ἡμῖν καὶ ὑμῖν ἔχει τὸ ἀναμφίβολον, ὡς παρ' ἀμφοῖν δοξαζόμενον καὶ ἀμφιβολίαν ἅπασαν ἀναιροῦν· ἀλλ' ὅπερ οἱ Πα τέρες οὐκ ἐποίησαν, ὡς μὴ δοθείη πρόφασις ἐκ τῶν παρεμπιπτουσῶν ἀμφιβολῶν προσθήκας ἢ ἀφαιρέ στις ἢ μεταβολάς τινας ἐπινοεῖν τῷ συμβολῳ τῆς πί στεως, καὶ οὕτως καινοτομηθείη ἡ ἔκθεσις, τοῦτο καὶ ἡμεῖς τηρεῖν ἐθέλοντες οὔτε τὸ διὰ τοῦ Υἱοῦ οὔτε τὸ ἐκ τοῦ Υἱοῦ ἢ μὴ ἐκ τοῦ Υἱοῦ προστιθέναι δέον ἐγούμεθα. Σιγήσατε γοῦν καὶ αὐτοὶ τὴν προσ θήκην ταύτης τῆς λέξεως, καὶ μηκέτι ἐν τῷ συμβόλῳ ἀφωνεῖτε τὸ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκε πορευόμενον, ἀλλὰ κατὰ τοὺς Πατέρας μεθ᾿ ἡμῶν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Γιῷ συνδοξαζόμενον εἴπατε. Αρκέσει δὲ ὑμῖν καὶ ἡμῖν ἀμφονέρων εἰς ἓν σύμπνοια διὰ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, ἐπεὶ συμφωνού μεν ἀλλήλοις κατὰ τὸ λέγειν ἐκ Πατρὸς διὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος τὴν ἐκπόρευσιν. 1, 45, εἰς σύμπνοιαν εἰς ἕν.
Page scan enlarged

Notebook

Full View