PG 140Theodorus Alaniae Episcopus
Theodore, Bishop of Alania
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 385–386page 1 of 14
PG 140:385Θεοδώρου ἐπισκόπου ᾿Αλανίας ηθικά, ἐν τμήμασι δέκα Καὶ τοῦτό μοι τοῦ λόγου τὸ σύγγραμμα σῆς ἕνεκα κηδεμονίας ἐπινενόηται. ΙΙ. Ἐν τούτοις μὲν δὴ τὴν ἡμετέραν σπουδήν, ἤ τίς ποτε ἦν. ΙΙΙ. 'Αρα σοι, ὦ οὗτος, τὰ νῦν λεγόμενα τοῖς πρότερον ἀκουσθεῖσιν ἔχει τι συγγενές. Αμα μὲν, ὦ βέλτιστε, τῷ λόφῳ τούτῳ ἐπεβαλόμην. μὲν δὴ ὁ πρῶτος εἶχε θεῖος σκοπός καὶ πρὸς ὁ τῆς δημιουργίας. Ἐν τούτοις μὲν δὴ παρὰ τοῦ φυσικού νόμου μὴν του βίου διεξαγωγές. Μικροῖς μὲν διαλόγοις τὴν πρὸς σὲ ὁμιλίαν οἶδα περαίνων. Όπως μὲν οὖν ὁ φυσικός νόμος νειρὸς τὸ πρότερον ἦν. ΙΧ. ᾿Αεὶ μὲν ἀνακινεῖν τὸν λόγον εἰς αὐτὰ δὴ πάλιν τὰ προλεχθέντα. Χ. 'Αλλ' ἐπειδὴ τῆς εὐαγγελικής περιωπῆς ἐντὸς ἐγενόμεθα. λόγος ἐπιστολιμαῖος πρὸς τὸν Κωνσταντινουπόλεως, καὶ τοὺς ἐνδημοῦντας τῶν ἐπισκόπων, εἰ καὶ διὰ τα συμβάντα παρεκτέταται, καί τοι τὰ πλείω συντέμνων· ἐπιγέγραπται δε, μετὰ τὴν χειροτονίαν ἡ ᾿Αλανικός. Ρ. Πῶς ἡμῖν ἂν ἔχοι τὰ τῆς ὁδου, ἐκ πολλου οἶδ' ὅτι καὶ πρότερον μαθεῖν ἔζητεῖτε. λόγος σχεδιασθεὶς εἰς τὴν ταφήν του Σωτήρος Χριστου Θεοῦ ἡμῶν. Ρ. ᾿Αναβάλλεται μὲν ὁ Ἰησους, καὶ φῶς ὡς ἱμάτιον, πηνίκα τοῖς μαθηταῖς ἀστράπτων ἐπὶ του ὅρους Θαβώρ. Ματθαῖος, ἡ λόγος Ρ. Οτι μοι τὰ τῆς ηθικῆς μελέτης εἰς τὸν εὐαγγελικὸν κατήντησε λόγον. ΙΙ. Ὁ τέλειος ἀληθεύει ἄν, εἰ πρὸς τὸν μόνον όρῴη τέλειον. 111. Ταῦτα μὲν ἐπὶ τοῦ ὄρους ὁ Ἰησοῦς τοῖς μαθηταῖς διαλέγεται. Ν μετὰ τοῦ λόγου συνάγειν τὰ διεσκεδασμένα λαβών. Ταῦτα μὲν δὴ κρυφιώτερα καὶ μυστικώτερα· νῦν δὲ ἀλλ' ἐξέρχεται ὁ λόγος ἐκ τούτων. Ὁ λόγος εἰ τοῖς περὶ αὐτὸν ἐκφανθείη, οὐκ ἤδη καὶ πᾶσιν ἐκφαίνεσθαι βούλεται. Ἐν πᾶσι μὲν οὖν τοῖς προλαβοῦσι διδάγμασι τε ὁ λόγος είχεν. Α. Μ.

Theodore of Alania, or Epistolary Sermon to the Bishops of Constantinople regarding his journey to AlaniaTheodori Alanicus, sive Sermo epistolaris ad episcopos CP, de suo par Alaniam itinere

col. 387–388page 2 of 14
PG 140:387ΘΕΟΔΩΡΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΑΝΙΑΣ ΛΟΓΟΣ ΕΠΙΣΤΟΛΙΜΑΙΟΣ ΠΡΟΣ ΤΗΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΙΝ ΚΑΙ ΤΟΥΣ ΕΝΔΗΜΟΥΝΤΑΣ ΤΩΝ ΕΠΙΣΚΟΠΩΝ. εἰ καὶ διὰ τὰ συμβάντα παρεκτέταται, καίτοι τὰ πλείω συντέμνων. Ἐπιγέγραπται δε, Μετὰ τὴν χειροτονίαν, ἢ ΑΛΑΝΙΚΟΣ. α. Πῶς ἡμῖν ἂν ἔχοι τὰ τῆς ὁδοῦ, ἐκ πολλοῦ οἶδ' ὅτι καὶ πρότερον μαθεῖν ἐζητεῖτε, καὶ νῦν ὅτι μᾶλ λον, σύ τε ὁ μέγας ποιμὴν, καὶ μετὰ τὸν πρῶτον εὐθὺς, καὶ ὑμεῖς οἱ συμποίμενες, πῶς τὰ τῆς μα κρῶς ἐκδημίας, καὶ τίς ἡ ταύτης εργασία, μᾶλλον δὲ τῆς ὁδηγίας τοῦ Πνεύματος· ᾧπερ, εἰ μὴ καὶ ἀεὶ, κεκινήμεθα, ἀλλὰ γε νῦν ἐκ του χρίσαντος.
col. 389–390page 3 of 14
PG 140:389Αρα χρηστοτέρας τῆς ὁδοιπορίας ἐτύχομεν, καὶ τὴν εὐθὺ τῆς ποίμνης ἐτέμνομεν; ἢ λῃσταῖς περι πεσόντες, τὴν περὶ ψυχῆς ἑτραπόμεθα; Ως δ' ἂν ἔχοιεν, εὖ τε καὶ ἅλις τὰ συμπεσόντα ἡμῖν; 'Αρα μόλις έστημεν τῆς ὁρμῆς, ἡ καὶ εἰσέτι φέρομεν; Καὶ ποῦ ποτε δυεῖν θάτερον; καὶ τέως εἰ μὴ πάντα τοῦ σκοποῦ διημάρτομεν; Ταῦτα μὲν οὖν ὑμῖν σκου πεῖσθαι συμβαίνει, καὶ καθ' ἑαυτοὺς ἐρευνῶν· καὶ πείθομαι ὡς ἔστι σπουδαῖον τὸ πρᾶγμα, καὶ τῶν οὐχ ἥκιστα φροντίδος τετυχηκότων, εἴ πού τι τῶν ἡμετέρων ακριβολογοῖτό τινι· καίπερ ὁποῖα φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, ἄλλο ἕτερον καὶ κοινῇ κατηκριβωμένως οὐδεν, ἡ πάνδημος φήμη προφέροι ἀν. Εγώ δε, εἰ μὲν οὕτως εὐκαιρίας καὶ παρα σκευῆς εἶχον, ὡς πάντα λέγειν καὶ γράφειν, καν τῶν ἐμοὶ σπουδαζομένων τὸ ἔργον ἦν, διηγουμένῳ τὸ βέλτιον εἰς παραψυχὴν καὶ συμπαθές τοῖς ἀκού ουσι νῦν δὲ οὐκ ἔστι· πολλῶν γὰρ ἂν ἡμῖν λόγων ἐδέησεν· πονεῖν δὲ ἄρτι ὡς ἐν συγγράμμασιν ίδιον ἂν εἴη ὥσπερ εἴ τις ἐν νυκτομαχία τὸ δεξιῶς ὁπλι σθῆναι, καὶ τοιῶσδε ἐπιβαίνειν σκοπεῖ· καίτοι καὶ άλλως οὐδ' ἂν δυναίμην, πεπλανημένος, ἤδη τὴν ἔν νοιαν ὑπὸ τοῦ μεταμανθάνειν τὰ βάρβαρα. Εἰ δὲ καὶ ταῦτα μὴ παρὴν παρακαλοῦντα με σιωπάν, ἀλλὰ τὸ διήγημα ίλιγγον ἔχει οὐ φορητόν, ὡς καὶ ἠπειρώτη ναυτία, καὶ τοῖς τρυφῶσι καὶ θρυπτομένοις τὰ φάρο μακα. β΄. Ποθοῦσι δὲ ὑμῖν, ὦ πάτερ καὶ όμιλος ἀδελ φῶν, οὓς συνάγει καὶ διεστῶτας τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ οἶδ' ὅπως ἐπίσχω τῶν ἡμετέρων τὴν γνωριμωτάτην. Καὶ μή πού τις Ἰωσήφ ἐνταῦθα; Ὁ γὰρ πατριάρχης Ιακώβ δῆλος πενθῶν οἶδ᾽ ὅτι τὸν στα τον ἐν υἱοῖς κατὰ πνευματικά ψελλίζοντα ἔτι· καὶ παρὰ τοῦτο καὶ ἀγαπώμεθα. Ἐγεώργουν μὲν οὖν οἱ μείζους ἀδελφοὶ τὸν ἄσταχυν τῆς ζωῆς, καὶ εἰς διακονίαν αὐτὸς ἐτετάγμην υπηρετούμενος οπόσα προσέταττεν ὁ πατὴρ· οἱ δ' ἀπεμπολούσιν, οὐκ οἶδ' ὅ τι παθόντες. Πλὴν ὅμως καὶ τραγωδία τὰ ἐντεῦ δεν οὐδ᾽ ἀπαράλληλα· πλὴν ὅ τι γνωρίσω μὲν ἐμαν τὸν, εἰ καὶ σκιωδῶς οὐδ᾽ ἀπαρακαλύπτως· παρα δραμοῦμαι γὰρ τὰ πολλά. Βασιλεύω δὲ οὐκέτι τῶν Αιγυπτίων διὰ τὸν Φαραώ, εἰ καὶ παραχωρηκέναι τινὸς δυναστείας, οὐ βούλεται μεν, πείθεται δὲ ὑπὸ τοῦ ὁράσεις διδόντος καὶ ἐνυπνιάζοντος πνεύματος ὑποχωρεῖ γὰρ ἡ αἴσθησις τῷ νοι, παρ' αὐτοῦ διδα χθεῖσα όσα συμβολικῶς ὑποδέχεται· οὐ γὰρ ἡ νύξ τοῦ βίου κεχώρηκε τὴν ἀλήθειαν· εἶεν. γ. Τὴν μὲν οὗ ὁδὸν ἅπασαν ἐξ ἀπαρχῆς ἀναλέγεσθαι ὑπὲρ τὸν παρόντα καιρόν ἐστι, καὶ τὴν τοῦ λόγου σπουδήν· ὅσα τε ὑπενεγκόντας ἡμᾶς τρίτος ἑώρακεν ἥλιος. Καὶ μήν γε τούτων οὐ πολλοστά αίτησαμένοις τισὶν ἐκδεδώκαμεν, ἐπιδρομάδην δια εξελθόντες ἐκ τοῦ παρήκοντος, εἰ μὴ καὶ τὴν ύμε τερον φιλοπευστίαν παραδεδράμηκεν. Ὁ πρῶτος οδοστατήσας ἐξέθλιψε με· κατέλαβε με διώξας, διε μερίσατο σκύλα, εἰ καὶ μὴ τὴν ἐπιθυμίαν ἐνέπλησεν. Ο δεύτερος λυμεών, εὐποριστότερος ἐν και η
col. 391–392page 4 of 14
PG 140:391κοῖς, εἰ καὶ μὴ κατίσχυσε· τερατουργεῖ γὰρ καὶ πάλιν Θεὸς τῶν ὑμνουμένων οὐκ ἔλαττον· θάλασσαν ἔτεμε, διήγαγεν αύπλους άνδρας, οὐδε διωκομένους, ἀλλὰ κατεχομένους τὸ μεῖζον· ἀορασίᾳ πλήττει τὸν δεύτερον· ἦν γὰρ καὶ παρ' ἡμῖν παρρησιαζόμενος Παῦλος ὁ τῶν ἐθνῶν ἀπόστολος, ὁ τῷ Εὐαγγελί μικροῦ τὰ πάντα περιλαβών, ο ηλωτής, ο θεωρός τῶν μυστηρίων του Πνεύματος, ὁ ἐμὸς ποιμὴν, καὶ μᾶλλον ὁ πνεύματι πατὴρ ἢ τῷ σώματι· κρπάγη μεν τῶν δεσμών μετά Πέτρου, διήλθομεν πρώτην φυλακὴν καὶ δευτεραν. ὡς δὲ νόμος τῆς θείας οἰκο νομίας, μικρὸν ἐνδίδωσιν ἵνα μείζω θαυματουργή. Ταῦτα μὲν οὖν ἐν μικρῷ τε ἡμεῖς ἐκδεδώκαμεν· καὶ τῶν ἐρευνωμένων οίμαι μηδένα εἶναι, ώπερ οὐκ ἂν εἴη ταῦτα γε δήλα. δ. Τὰ δ᾽ ἐντεῦθεν οἶδε Χερσὼν καὶ γῆ Σκυθική, φιλοξενούσα τοὺς παροδεύοντας τοῖς τῶν ἡμετέρων παθημάτων ἀκούσμασιν· ἐπειδὴ γὰρ ὁ σφάλλων τὴν τῶν πονηρῶν πανουργίαν ἔπειθε καὶ τὸ ἡμέτερον τύραννον τὰ τῇ γνώμη πράττειν ἀντίθετα, ο μέν ὑπερορίους, ἔπεμπεν ἡμᾶς καὶ δεσμώτας, ελευθέρους δὲ ἡ πόλις ἐδίδου. Αλλ' οὐκ ἐκείνον ήνδανε θυμῷ κακοὺς δὲ ἀγγέλους εφίει τῷ πολιτεύματι, κρατεροὺς δ' ἐπὶ μύθους ἔττελλε· καὶ οἱ μὲν ἀντέτεινον οὐδ᾽ ἐπὶ μικρὸν εὐθὺς ἐνδιδόντες αὐτοῖς ὅ τί ποτε πράττειν βεβουλημένοις ἡμᾶς· Θεός δὲ ἦν ὁ ἀνέχων, κινήσας τῶν τινα περιφανῶν ἐν Χερσῶνι, καὶ οἷος οὐκ ἄλλος, Ἰωάννην τὸν πάου· ἐδίδου μὲν οὐδ᾽ οὔ τως ελευθέριον ἡμᾶς τὸ ἀποδράναι τὰ χειρω, ὑφ. ορώμενος τὴν ὁρμὴν τοῦ δήμου, μήποτε κατασφά ζοιτο παρά του μιαιφόνου ἀνδρὸς, καὶ κατ' αὐτοῦ κινοῖτο δῆμος ἐν ἑτεροβριθές και φερόμενος πάντοθεν. Ετήρει δε μέσους ελευθερίας τε καὶ δεσμού. Τί δὲ ὁ πάντα ποιῶν καὶ μόνῳ τῷ βούλεσθαι; Ην μὲν κανταύθα σιδηρά κάμινος, Αἴγυπτος ἄλλη, καὶ Ισραηλ καταδουλούμενος ο ελεύθερος, καὶ Μωσής μυστηρίων μειζότων μύστης και θεωρός· πέμπεται γὰρ καὶ οὗτος, ἵνα του πηλοῦ καὶ τῆς πλευθείας ελευθερώσῃ με, κἂν ἀντιτυπῇ ὁ δυναστεύων Φαραώ ὁ σκληρός, καὶ πρὸς τὰς θεοσημείας τυφλώττων, Εγγὺς δὲ ολοθρευτής· καὶ ἡ πόλις μὲν ἐπέθνει τὰ οἰκεῖα κακά; ητέκνον γὰρ μάχαιρα ἔξωθεν τῶν ἐθνῶν, καὶ ἔνδοθεν ὁ ἐμφύλιος ἀνέκυπτε πόλεμος. Ἡμεῖς δ εὐθὺς ἀποφεύγομεν. ε. ἵσταται μὲν οὖν οὐδὲ μέχρι τούτου ὁ κάκιστ' ἀπολούμενος ἐκεῖνος, καὶ τῆς ἀριστερᾶς μοίρας ὄντως αξίος· ἀλλ' ἐπειδήπερ τῆς Χερσώνος εγγύς κα Αλανική χωρίς φυγάδες ήμεν πολυσχιδές γὰρ τὸ ἔθνος τούτο, καὶ διήκον μὲν ἀπὸ τῶν Καυκασίων ὁρῶν ἐς Ἴβηρας, τὸ ἀρχαῖον καὶ πάτριον ὅσιον ἀγαπᾷ δὲ καὶ μετοικεσίας πολλοστῶν τινων πέμ πειν ὡς μικρού Σκυθικήν τε πᾶσαν καὶ τῶν Σαν ρομάτων ἐκπληροῦν· καντεύθεν ἡμᾶς ἐδίωκε πολ λοῖς ὅ τι πανουργήμασί τε καὶ μηχανήμασι, ζητών ἤδη καὶ θανατώσαι ἦν γὰρ τὸ λειπόμενον οὐδὲν
col. 393–394page 5 of 14
PG 140:393ἕτερον· καὶ κατέδραμεν ὁ θεοστυγῆς, γενόμενός τε εἰς Χερσῶνα, πόλεμον ἠπείλει τοῖς μικροῖς ᾿Αλανοῖς, μόνον εἰ μὴ προδώσιν ἡμᾶς. Οὕτως ἐκεῖνος πονηρὰ φύσις ἦν ὁ γελοῖος Τζαμάνης καὶ τοῦ μηδενὸς ἄξιος, πλην ότι κακίας πλήρης καὶ τοῦ Πονηροῦ ὑπηρέτης. Ηγνόησε δὲ ὁ πᾶν ὅ τι κακὸν εἶναί τε γὰρ σπουδάσας καὶ λέγεσθαι ἄξιος, ὡς Θεοῦ ἡμεῖς ἀπόστολοι νεα νιεύομαι γὰρ, καὶ Θεὸς τερατουργεῖ ἡμῖν· ὁ γὰρ διατεμὼν καὶ συνάψας τὴν Ἐρυθράν, καὶ τὸ μὲν φυγάδα διασώσας λαόν, τὸ δὲ τὸν διώκοντα καταποντίσας, τέμνει τὴν πόλιν τὸ πρότερον οἰκείῳ πολέμῳ καὶ ἀλλοτρίῳ, καὶ τὸ διεχὲς ἐκείνης ἐδίδου ἡμῖν τὴν δίοδον. Συνάπτει δε πάλιν τῇ ὁμοπνοίᾳ, ὡς μικροῦ κινδυνεῦσαι τὸν ἀλιτήριον βουλόμενον κατατυραννεῖν, εἰ μὴ δρασμῷ τὴν σωτηρίαν ἐπραγματεύσατο. Οὕτω δὴ ταῦτα. έ. δε δεινὰ καὶ ὁ ἱερὸς ἡμῖν ἀνεῤῥίπισε ποτ λεμος, λεγέσθω γὰρ καὶ οὕτως, ὥσπερ τυραννικός, τί χρὴ καὶ λέγειν ἀλλὰ κακὴν ὁμόνοιαν; ἵνα πύργος βλασφημίας ἀνυψωθεὶς τοῦ ὕψους περιφρουρουμένου τοῦ ἀξιώματος· εἰ καὶ ἡ τῆς γλώσσης ἐγγὺς σύγχυσις ἡ συνδρομὴ τῶν τῆς αἰσχύνης ἱερέων κατά τινος Ηλίου· ἦν γὰρ ὁ ζηλωτής παρ' ἡμῖν, εἰ καὶ και τασφάττει τοῦτο τῇ μαχαίρᾳ τοῦ πνεύματος· ἡ κατά τῆς Ἱερουσαλὴμ τῶν ᾿Ασσυρίων παρεμβολὴ ἐπισφαλώς ἐπεισφρήσασα, καὶ ἐπικινδύνως ἀνθυποστρέψασα. Τὸ δὲ ἦν, ἵνα μικρόν τι ἐνδιατρίψωμεν τοῖς παθήμασι Παροικοῦσι τη Χερσῶνι καὶ ᾿Αλανοί, οὐχ ἧττον θεληθέντες ἢ θελήσαντες, ὡς οἷόν τι περιτείχισμα ταυτῇ καὶ περιφρούρημα. Τούτους ἐγώ τε εἶδον, καὶ περιχαρῶς αὐτοὶ τὸν πάτριον ποιμέτα περιέτρεχον τε καὶ περιίσταντο· βουλόμενοί τε παρ' αὐτοῖς ἡμᾶς ξενισθῆναι, πάντα ἐποίουν τὰ ἐπιτήδεια. Ἡμεῖς δὲ ἀντεισήγομεν τὸν τῆς παραινέσεως λόγον, ὡς ἂν βιῷεν ἀξίως τῆς κλήσεως τοῦ Χριστοῦ. Ησαν δὲ ἀληθῶς (οὐ γὰρ ἂν αἰσχυνοίμην λέγειν, μηδέ μοι γένοιτο ύφος ρᾶσθαι μικροψυχίας τινὸς) ποίμνιον ἐσκορπισμένον εἰς ὄρη καὶ ἐρήμους και βάραθρα, οὐκ ἔχον μάνδραν οὐδε καλύβην, έτοιμον εἰς κατάβρωμα τοῖς θηρίοις· οὐ γὰρ ἦν ὁ ποιμαίνων, εἰ καὶ πολλῶν τὸ ἐπάγγελμα· καίτοι καὶ βουλομένοις οὐδ᾽ ἂν ἐξέσται· ὅτι μὲ πρότερον, οἷον εἶναι δεῖ τὸν ἐπίσκοπον, ἤκουσαν· εἰ καὶ Παῦλος ἐκβοᾷ, η μεγάλη σάλπιγξ, ὁ τῶν ἐθνῶν διδάσκαλος, καὶ διὰ τοῦτο ἡμέτερος. Οἴονται δὲ τρυφερὸν εἶναι ἐπισκοπεῖν καὶ σπουδάζον τὰ κοσμικά. 5. Οίδατε τον Χερσῶνος· καὶ τί ἂν ἀκριβολογοί μην εἰδόσιν; Οὗτος ὁ γέρων καὶ ἀρχαῖος ἐπίσκοπος θανατον ἔδοξεν, ὅτι παρ' ἡμῖν Αλανοί, ἢ μᾶλλον ότι παρὰ Χερσῶνι ἡμεῖς· καὶ ὁ τῆς ἐνορίας λόγος εὐθὐς· καὶ ὡς ἐγχώριος ἐπισκοπὴ, καὶ τὸ ἐμὸν πα ροδευτὸν καὶ παρόριον· τὰ γνώριμα ταῦτα τῶν νῦν ἐπισκόπων τῆς μικροψυχίας καὶ τοῦ φθόνου περικαλύμματα, ἵνα μὴ λέγω καὶ τῆς ἀβελτηρίας γνωρί
col. 397–398page 6 of 14
PG 140:397μένοις ὁ καὶ τοῦ κρίνειν κύριος ὧν· ἐῶ τἆλλα· δίκαιον γάρι γ΄. 'Αλλ ἐπειδή τινος ελευθερίας λαβόμενοι, καὶ τὴν ὁδὸν ἐσκοποῦμεν ὡς ἂν ἕκαστος τὸν σκοπὸν τῆς ἀφετηρίας εἶδε, τὴν ἐθὺ Βοσπόρου ἐτέμνομεν· ἐδεί δου δὲ ὅ τε καιρὸς χειμῶνος ἄγων τὰ μέσα, καὶ τῶν Σκυθῶν ἡ κατὰ τοῦ Βοσπόρου τηνικαῦτα ὁρμὴ διε κώλυεν· εἰ καὶ ἡμεῖς ἐβιάζομεν τὴν ὁδὸν, ἐξ οὗ καὶ διελέγχημεν άπρακτοι. Τίς ἂν εἴποι τὰ σκυθικά; τις θρηνήσει ά τε ἴδοιμεν, ἅ τε πάθοιμεν; ἀφίσταται δὲ ἄρα οὔτε τοῦ κυβερνᾷν καὶ παραπλέειν ὁ ναύ αρχος, και όσα τοῖς ἀνέμοις ἐκπεπολέμωται, μέχρις ἄν εἰς λιμένα καταγάγοι τὴν ναῦν· καὶ τὸν αὐτὸν ἡμεῖς σκοπὸν εἴχομεν· καὶ πάλιν ὁδοῦφ ροντὶς, καὶ ὅσα παρόδια· καὶ πάλιν τὰ πρῶτα παθήματα ἐπὶ τοῖς αὐτοῖς· ἐντὸς ή νόσος ξενιτεύει, καὶ ἀπορία συμ βαίνουσα, καὶ τοῦ σκοπουμένου μάλλον διαμαρτείν. Καὶ αὐτὸς μὲν ἦγον τὸ συμβεβηκός ὡς ἂν ἔχοι· τὸν δὲ πατέρα καὶ πάλιν πρὸς τὰ οἰκεῖα τρέχειν ἠνάγκαζον. Τίνα τὰ ἐπὶ τούτοις; Μόνος ὁ πρέσβυς ἀρχιερεὺς, καὶ γε σὺν τῷ ὑστάτῳ τῶν τέκνων ἐπὶ Βόσπορον άπεισι. τ΄. Καὶ πάλιν ἐτέρα συμφορὰ καὶ κάκωσις αλ λη· οὐ γὰρ ἐδέχθη τῷ ἄρχοντι. Οἴδαμεν πάντες τὸ παλαιὸν ἐκεῖνο κακόν, τὴν ἀρχαίαν ἔχθραν καὶ πρώτην, καὶ τὸ δεινότερον, καὶ ὅπερ ἐκ πάσης καρδίας ἐκκαλοῖτ᾽ ἂν καὶ δάκρυα· ἐγειτόνει ὁ ποι μὴν καὶ τοσοῦτον ὅσον ὁρᾶσθαί τε καὶ ὁρᾷν· καὶ ὁ μὲν, τῷ καλάμω θρηνώδες μέλος ἐνέπνει καὶ ἀνακλήτως· τὸ δὲ περιτρέχειν μὲν ἤθελε τὸν ποιμένα καὶ περισκαίρειν· ἤκους γὰρ τῆς φωνῆς καὶ ἐγίνωσκεν. ηδύνατο δὲ οὐδαμῶς. Φασὶ πανσυδὶ τὴν πόλιν προσ τέναι τῷ δυναμένῳ· καὶ ἡ τεθνηκέναι πάντως ο τήσασθαι, ἡ τὸν ἀρχιερέα λαβεῖν· οὐκ ἔκαμπτε δε τούτον οὐ πρέσβυς πενθῶν, οὐκ ἀνὴρ σκυθρωπάζων, οὐ παῖς ἀλαλάζων, οὐδ' ολοφυρομένη γυνή, οὐ πόλις όλη τῷ πάθει νικηθεῖσα καὶ δυσωποῦσα. Τίνος ένεκεν; Ότι ζῆλος τὸν ἄνδρα κατέφαγε, καὶ ότι στεῤῥὸς καὶ ἀντιτυπής, οὐδ᾿ ὡς τὰ πολλὰ τοῖς ἄρχουσιν ἀπειθής· εἰ μὲν ακαίρως τε καὶ ἀλόγος, δεινὸν τὸ πρᾶγμα, καὶ οὐδ᾽ ἡμεῖς ἐπαινέσομεν· εἰ δ᾽ αθλητικῶς καὶ γενναίως, καὶ ὡς τῶν πρόσθεν ἐπευ σύμεθα κλέα ἀνδρῶν μετ' ἐκείνων ἂν ὡς ἂν συμπέσοι τὰ πράγματα. ια΄. Ἐπεὶ δὲ ἀπειρήκειμεν τὸ ἐκεῖθεν ἐλθεῖν, ἐτέ σαν μείζονα πολλῷ καὶ σκληροτέραν, τί γὰρ ἂν καὶ πάθοιμεν; έτραπόμεθα. Καὶ ὁ μὲν πατὴρ αὐτοῦ τέως μένει παρὰ τοῖς ὀλιγοστοῖς ᾿Αλανοῖς, πάντα φέρων, πενίαν, ὀνειδισμούς, χλευασμούς· οὐ γὰρ χω ρούσι πάντες τὸν λόγον τοῦ πνεύματος, καὶ εἰσὶ κρι ταὶ τῶν τεταγμένων μάλιστα κρίνειν· καὶ τὸ χεῖρον, ότι καὶ κατακρίνουσιν· ἡμεῖς δὲ μέσην Σκυθίαν ἐλαύνομεν ὅλην εξηκοντάδα τῶν ἡμερῶν, πένητες ἄνδρες, οὐδὲ τῶν ἀναγκαίων εύποροῦντες. Πλὴν αντ κτόν, ότι μὴ πολὺ πόῤῥω τῆς ἀποστολικῆς καὶ πρώ της ὁδοῦ· καὶ Θεοῦ διδόντος νεῦμα τῷ ὑμᾶς εὔξασθαι, ὦ πάτερ καὶ ἀδελφοὶ, τὸ ἐπιθυμητὸν ἐμοὶ καὶ πράγμα καὶ ὄνομα, τὴν ποίμνην ὁρῶμεν, ἀγαπητόν
col. 399–400page 7 of 14
PG 140:399ἐπειδὴ παρὰ Θεοῦ κληρονομία μοι αὕτη, εἴη δὲ καὶ κρατίστη. ἐμοὶ χρῆμα καὶ παντὸς τιμώμενον ἄλλου· πῶς γάρ ιβ. Μέχρι μὲν οὖν τούτων εὔδρομος ἦν ἡμῖν ὁ λόγος, καί πως εὐτάκτως φερόμενος· τὰ δ' ἐντεῦθεν ἑτέρῳ μᾶλλον ἐβουλόμην εἰρῆσθαι, καὶ ἡσυχίαν ἄγειν αὐτός· οὔτε γὰρ ἀνεκτῶς ἔχει λέγειν ἡ γλώσσα, καὶ ἡ χεὶρ οὐκ ἂν ὑπηρετῆσαι ῥᾳδία. «Οοΐμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη,» ὡς τὰς ἐπαράτους ἡμέ ρας ἤδη καταλαβεῖν, ἐν αἷς ἴσως καὶ ὁ ᾿Αντίχριστος ἐκραγήσηται· ἤδη γὰρ ἐξἐκείνου καπνὸς ἡμᾶς ἑδρα μυξεν· ὑφ' οὗ καὶ δακρύων ἀρξάμενος, ἐπαυσάμεν οὐδέπω, καὶ πείθομαι λέγειν οὐδὲ πεπαύσομαι. Οίμοι! ὅτι ἀφ' ἡμῶν κατήρξατο τὰ δεινά· καὶ τάχα γε πρώ τον ἡμῖν ὑπαναφθήσεται καὶ ἡ τῆς ἐσχάτης συμφορᾶς κάμινος, μικροῖς ὑπανακαιομένη φρυγάνοις· οὐ γὰρ ἂν εὐθὺς τῶν δένδρων εφάψοιτο, ἐπειδὴ καὶ τῶν ἀφελεστέρων τὴν πίστιν υποσκελίζει ὁ Σατανᾶς. Οι μοι! ὅτι ἐγενήθημεν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, φησὶν ἡ Γραφή. Οίμοι! ὅτι ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων άχυρα καὶ καλάμη ἐπῳκοδόμητο, καὶ τῷ πυρὶ εὐθὺς εἰς φροῦδον ἐγένετο. Ω τῆς ἐνταῦθα θρηνητικός προφήτης καὶ ἀπωδύρατο ἂν ἡμᾶς ὡς τὴν Ἱερουσαλήμ! Ὡς ἔγωγε, ώ παρόντες, καὶ οὐ ψευδής ο λόγος, οὐ μὰ τὴν κάμινον τῆς συμφορᾶς ἣν ἐδεξάμην κατὰ μέσης ψυχῆς. ιγ. Ἐνταῦθα τοῦ λόγου γενόμενος, μόνον δακρύειν παρακινούμαι, καὶ ὑπὸ τοῦ πάθους συγκέχυμαι, καὶ οὐκ ἔχω τίς γένωμαι καὶ ὅπως τῷ διηγήματι χρή σωμαι· καὶ οἶδα ὡς ἀδιάρθρωτά μοι τὰ τοῦ πράγματ τος λαληθήσεται· ἔχω γὰρ οὐ τὸν τυχόντα θόρυβον οὐδ' ἐν ὅσῷ κυβερνώη ὁ νοῦς τὴν ψυχήν. «Ποιμένες, ο φησί, «διέφθειρών μου τὴν ἄμπελον· ο νυνὶ δε ψευδοποιμένες τὴν ἐπιθυμητὴν Χριστοῦ μερίδα κατήσχη ναν. Καὶ οὐκ ἂν ὀκνήσαιμι λέγειν ὅτι ἐν ἐρήμοι; καὶ ἀνύδροις τόποις τοῦ τῆς διδασκαλίας ύδατος ζῶντος, καὶ ἀβάτοις τοῖς τῶν εὐαγγελιζομένων ὡραίοις ποσί, τὸ ῥόδον ἤνθει τῆς πίστεως, μόνον ὑπὸ τῆς ῥίζης του πρώτου κηρύγματος ἀρδευόμενον· ὑφ' οὗ τάχα καὶ ἡμεῖς πρὸς ἔρωτα ἀνεκαύθη μεν, ἵνα τὸ πολλοῖς ἀποῤῥητον ἐκκαλύψω, καὶ τὴν ἀντιλεγομένην αἰτίαν τῆς ἐμῆς ταύτης εκδημίας ὑπαναπτύξω· εἰ φυτηκομοίην γεώργιον ἄνυδρον ἐν ἱδρῶτι προσώπου, καὶ τῆς ζωῆς ἐκκαλαμᾶσθαι δυναίμην τὸν ἄσταχυν ἔμπαλιν, ἢ τὸ τῆς παλαιάς κατα κρίσεως. Θεοῦ δὲ εἴη ἄν, εἰ καὶ τῆς προθυμίας οὐ δεύτεροι ἀπαντῴημεν ἐν τῇ μελέτη τοῦ ἐπαγγέλματος, τὸ πῦρ ζήλου ὑπανακαίοντες. ιδ΄. Ηνεγκε μὲν οὖν ὁ χρόνος πολλά, καὶ ὅσα περ οὐδ' ἂν ἀριθμῆσαί τις ἔχοι ῥᾷον· καινοτομεῖν γὰρ οὗτος οἶδε τὰ πράγματα· τοῖον δὲ οὐδέποτε ἤνεγκεν. Ἐξ ἀνωνύμου χώρου ποθὲν καὶ τελματώδους τῷ χειμώνι τῆς ἀπιστίας αγεννές τι πνεῦμα ἐκτιναχθὲν τὴν τῶν ἐθνῶν ταύτην διετάραξε θάλασσαν, καὶ τὴν ΧΙ,
col. 401–402page 8 of 14
PG 140:401ὁλκάδα τῆς Ἐκκλησίας, οὐ νὰρ ὁ χγερνώμενος ἦν, ἐπὶ μικραῖς ἐλπίσι σαλεύουσαν ἤδη καὶ εἰς βυθόν κατήνεγκεν ἀπογνώσεως. Ιού, τού! ἡλίκον τὴ τόλ μημα! Πῶς ἂν ἐμοὶ καὶ γενήσεται έκφορον πρᾶγμα; Οἶδ' ὅτι πειθούς ἁπάσμς ἀνάξιον· Εἶχε μὲν ἡ τῶν Αλάνῶν ἐκκλησία τῆς κεφαλῆς τὸν κόσμον ἀφαιρεθεῖσα, τὸν ἱερὸν ἐκεῖνον λέγω ποιμένα καὶ τὸν ἀπό στολον μὴ ψευσάμενον· αὐτοῦ γὰρ καταλύει τὸν βίον διακονήσας καλῶς εἶχε δὲ καὶ ὁ τῆς κακίας πρόβολος γυμνῇ, ὁ δὴ λέγεται, κεφαλῇ τὸν κατ' αὐτὴν ἀπερν θρειάσας ἀγῶνα καὶ οἷα τὰ ἐκείνου μηχανήματα καὶ προβλήματα, την φιλοχρήματον λύσσαν ὑπανακαίει τήν τινι πρὸς ὑπουργίαν ἐκείνῳ ἐπιτηδείων, τὴν τοῦ ἔθνους ἀφέλειαν προδεικνύς, καὶ τὸ δυσπραγές του καιροῦ, καὶ ὅτι τοὺς ᾿Αλανοὺς εὐθὺς ὑποσύροιτ᾽ ἄν. εί. Ην γὰρ αὐτοῖς οὐκ ἀφανὴς ὁ ἀνὴρ, ἐγγὺς τοῦ γένους ἔχων πρὸς τὸν ποιμένα ἐκεῖνον. Οὗτος σκέπτεται βουλὴν τῆς ἑαυτοῦ κεφαλῆς ἀξίαν καὶ ὀν τως άβουλον παραλαβών γάρ μεθ᾿ ἑαυτοῦ, ὡς ὁ ἐν Εὐαγγελίοις ἐκεῖνος θριαμβευόμενος δαίμων ἑπτὰ δαιμόνια έτερα, τοὺς περὶ τὸν ποιμένα λύκους, τὸ δε παράδοξον, ἄνδρας τῆς σὺν ἐκείνῳ ἀνακτροφῆς αναξίους, ἄλλως ἀλλαχόθεν φυγάδας, καὶ τὸ πᾶν οὐ δεν υγιές, καί τινα Λαζόθεν ποθεν, μετενθυτούντα μόνον τάχα που καὶ ἐπίτηδες, καὶ σεσαρωμένην εὑρών, καὶ τοῦ τὰ πάντα πληροῦντος ἀγαθοῦ κινὴν Πνεύματος, εἴσεισιν ἐλευθέρῳ ποδί, καὶ γίνεται τὰ ἔσχατα χείρονα των πρώτων ἦσαν γὰρ σὐδ᾽ ἐκεῖνα πως ὑγιή. Πῶς ἂν εἴπω τὴν τοῦ πονηροῦ προσβολήν, καὶ ὅπως ίχνους ἐλάβετο, καὶ τὴν ἀξειλογουμένην τῶν ἐπιτηδείων ὑπηρεσίαν; Δότε μοι συγγνώμην, ὦ παρόντες, συγκεχυμένῳ, καὶ τὸν λόγον ιθυτενώς προσ άγειν [μή] δεδυνημένω. Καίτοι γε σπεύδοντες ο τως ὑπὸ τοῦ πάθους καὶ τῶς πολυελίκτου φορᾶς τοῦ πράγματος τμηχάνησα· καὶ οἶδα εἰρηκὼς οὐδὲν ἔτι καὶ συσκιάζειν γὰρ τὰ πλείω ἀνάγκασμαι· ὑφ' οὗ καὶ ἡμῖν ἂν ἀπορεῖν συμβαίη καὶ πᾶσι. Τέως εἰσίασιν οἱ γεννάδαι· καὶ ὁ μὲν. ὁ λυμεών ἐκεῖνος Λαζός, ἐπίσκοπος ὀνομάζεται· οἱ γ' ἀτεχνῶς καὶ γέρα αι τοῦσιν, ότι μή τὴν ᾿Αλανίαν ούτωσὶ περιεῖδον ἀποί μαντον, ἀλλὰ πάντα καμόντες καὶ πάντ' ἐνεγκόντες, πλήν αλλά ταύτη προικὶ τὸν νυμφίον δεδωρηνται. 15΄. Πρώτῳ μὲν οὖν εὐθὺς τῷ βατῆρι ὡς Αἰγυπτιακῇ τις επισκήπτει πληγή· πλὴν ὅτι μὰ καὶ ἡ πρώτη, ἢ γε μὴν ὑστάτη ὅσα καὶ βαρυτέρα· τὴ γὰρ πρωτότοκα καὶ ἅπερ ἀφιεροῦσθαι ὡσίωται, ταῦτα δὲ ὁ ὁλοθρευτής περιέδραμεν. Ηνδε άρα οὐδέ τις σοφός Μωϋσῆς, ἵνα τὸ τοῦ χρίσαντος προερμηνεύοι μυστηριώδες περὶ τοῦ αἵματος τοῦ ᾿Αμνοῦ· καὶ προ φυλακὴ μὲν οὐδεμία, καὶ ἄρδη ὁ ὄλεθρος· ἔρχεται γὰρ ὁ κλέπτης ἵνα λήψῃ καὶ θύσῃ καὶ ἀπολέση. Ως ἀπόλοιτο ἡ κακία, ἣν παρυφισταμένην οἶδα τῇ ἀμε λείᾳ τοῦ κρείττονος! εἰ γὰρ ἐγρηγόρει ο οικοδεσπό της, οὐκ ἂν ὁ κλέπτης τὴν οἰκίαν κατώρυξε βούλεσθε μικρὸν ὑμῖν καὶ τὰ τῆς ποιμαντικῆς ἀναλέξωμαί; ό
col. 403–404page 9 of 14
PG 140:403πεντ 9 Τί γὰρ ἡ τοῦ Παύλου, ὃς μηδενὶ χεῖρας ταχέως ἐπισ τιθέναι νομοθετεῖ; Αλλ᾿ οὗτος ἡμερῶν ὀλιγοστών τι νῦν μυρμηκιὰς ἱερέων ἡμῖν ἀνέῳξε· τὴν εἰκοσάδα ταύτην φασὶν παρόδιος ἱππότης ἐχειροτόνησε, μικράττα ψιθυρίσας καὶ ὑποδόντινα καὶ τέως ἀνέκου στα τῶν γάρ χειλέων ἦσαν ἀνέκφορα· καὶ τὴν. σηκοντάδα ἐκείνην, διαμασσώμενος ἐπὶ τραπέζης, καὶ τῇ χειρὶ κυλικοφορῶν· ἑτέρους νύκτωρ ἐπὶ στρω μνῆς. Ἑαυτοῖς ἐπαρῶνται τὰ φρικώδη οἱ λέγοντες ὡς οὐδὲ τῆς κοίτης ἐξανιστάμενος. Καὶ τί ἄν τὰ πλείω διερευνώην, ἐμοι τε λέγειν οὐ ῥᾴδια, καὶ ὑμῖν ἀκούειν οὐ φορητά; Τέως οὕτω δράσας, οὕτω καὶ διαπέφευγεν ἐν τῇ Λαξικῇ, καὶ πάλιν τῇ σκαπάνη φιλοτιμούμενος· οὐ γάρ ἐστιν ἀφανὴς ἐκεῖ παροδεύουσιν ἐμπόροις ίσως τισίν. ιζ. Οἶδα μὲν σὖν ὅτι πολλὴν τὴν πεῦσιν ὠδίνει πρὸς ταῦτα τῶν ἀκροασαμένων ὑμῶν, ὦ παρόντες, λόγος· καὶ ποῦ γε καὶ οἱ οὐδ' ἂν ἐνέγκοιεν τὸ πε πεῖσθαι· καὶ οἶδα, τοῖς ἐμοῖς παραμετρῶν τὰ ὑμέτερα· οὐ γὰρ οὐδ' αὐτὸς εὐθὺς ἐπεπείσμην μαθών· ἀρ γῶς τε τὰ πρῶτα περὶ τούτων ἤκουσα· ἐπεὶ δὲ καὶ ἐπὶ πλέον ἀεὶ, πολλὰ ἡρόμην. 'Αλλ' οὕτως εύχε ρες τῷ βουλομένῳ πλανᾷν, καὶ οὕτω λύκῳ τὰ πρό βατα ἠκολούθησαν, ὡς εἰ μηδὲ ποιμένα εἶδον ποτε μηδε ποιμένος φωνὴν ᾔσθοντο. Τί δέ; οὐ χθες καὶ πρὸ τρίτης ὁ καλὸς ἐκεῖνος ποιμὴν; οὐ παρ᾽ ἐκείνου τὴν ἐπισκοπὴν ἀταξίαν ᾔδεισαν; Τὴν γοῦν τοῖς πολ λοῖς οὐκ ἀφανῆ οὐδ᾽ ἀνέκφορον· καὶ εἰ μή πάντες, πλὴν ὅμως οἱ τοῦ βήματος, παρ' ἐκείνου τήν χειροτονίαν δεξάμενοι· Δυεῖν τοίνυν θάτερον· ἢ οὐκ ἤ δει σάν, καὶ ὁ λόγος ἀπίθανος· πῶς γὰρ οἱ πεπονθότες οὐτοί; ἢ τὸ ἕτερον· καὶ πῶς ὑπερεῖδον τὸ μέγα χρή μα τοῦ χρίσματος, και μετέσχηκέναι τῆς χάριτος πεπιστεύκασιν, οὕτω παρὰ τοῦ μηδὲν υγιές; Καίτοι γέ εἰσιν ὁπόσοι καὶ τρεῖς τῶν ἐπισκόπων παρέμειψαν καὶ τέταρτον ὁρῶσιν ἄρτι ἐμέ· ἐγὼ δὲ καὶ τὰ ἐπίσημα της μεγάλης ιερατείας κατέλεγον· ὁπόσα τε ἐν ἀμφίοις ἁπλῶς, καὶ ὅσα τοῦ βηματος· ἅπερ εἰδέναι πάντα εἰκὸς, κἀκεῖθεν οὐκ ἀγνοεῖν τὸν ἐπίσκοπον. Καὶ τοὺς βαθμοὺς ἀνελεγόμην οπόσοις προβάζεται ὁ ἱερᾶσθαι λαχών. Καὶ ταῦτα, καὶ τούτων ἔτι πλείω ἔπειθε με μὴ κατηκριβωμένως ἀκούειν μηδ' άσφα λῶς· ἀγροικίαν δὲ κατηγόρουν καὶ κατηλαζονευόμου τοῦ λέγοντος' όπερ οὖν εἶχεν ὁ λόγος, οἶδα πρὸς ταῦτα οὐκ εὐχερῶς πεπεῖσθαι ἡμᾶς. ιη. 'Αρα τοίνυν δοκοίην ἂν τὸν λόγον ἀκρινείας ἀποστερῶν, τῆς πρὸς ὑμᾶς ὁμιλίας ἐνδίκως μετα ποιεῖσθαι; Καίτοι νόμος οὐχ οὕτω τοῖς λέγουσιν, Ἐβουλόμην δε παρ' ἑτέρου μᾶλλον ὑμᾶς ἢ παρ' ἐμοῦ κατακούσαι, καὶ οὕτως ἐν ἀροῤῥήτῳ αν πάλιν ἀποτεθεῖσθαι τὸν λόγον στηλιτεύσαι δε γράμμασι τὸ πρᾶγμα οὐκ ἂν θαῤῥήσαιμι· αὐτός τε γὰρ απ τιᾶσθαι μεμαθηδα οὐδαμῶς· μὴ γὰρ ἂν κρίναιμι κατὰ τὴν εὐαγγελικὴν ὑποθήκην· καὶ ο λόγος πτερόεις, καὶ ἡ κατάκρισις ἂν πτερύξαιτο. Τέως γέγονε ταῦτα, καὶ τούτοις ἡμᾶς ἡ ποίμνη φιλοφρο
col. 405–406page 10 of 14
PG 140:405νησαμένη ἐδεξιώσατο. Ἔξωθεν ἡμᾶς ἀτεκνοῦν ηπείλησε. μάχαιρα ή θηριώδης ἐκείνη καὶ δίστομος· ἐφιλονείκει γὰρ ἡμῖν περὶ τῆς τῶν ᾿Αλανῶν πατριᾶς, καὶ ἐκ τῶν ταμιείων φόβος οὕτως ἀνέκυπτεν ἕτερος· καὶ γὰρ ὁ φό βος ἐμοί, ότι μηδὲ κατανοῆσαι εἶχον όπως τῷ πράγ ματι χρήσωμαι. ιθ'. Πρὸς ταῦτα τί ποτο οἴεσθέ με παθεῖν τὸν δει λὸν ἱερέα καὶ τὰ τῆς ποιμαντικῆς ἀμαθῆ; Δανιὴλ ἐκεῖνος ό τῶν πρεσβυτέρων κριτής προκαθέζεται, καὶ τῶν βιασαμένων καταψηφίζεται· καὶ ἡ βια σθεῖσα τὴν δίκην ἐκπέφευγε· καὶ ποῦ τὸ πνεῦμα Δανιήλ; Καίτοι βιαιότερον τὸ ἡμέτερον· τὴν γὰρ σωφροσύνην ή καθ᾿ ἡμᾶς Σωσάννα κατεζημίωται, τὸ μὲν ἀγνοίᾳ, τὸ δ' ἐρημίᾳ τοῦ βοηθήσοντος. "Ω δυσ πραγὺς ἄνθρωπος ἐγώ, καὶ τοῦ ζυγοῦ βαρέος εὐθὺς αισθόμενος | 'Η μή ποτε ὁ μὲν ζυγός χρηστός, καὶ τὸ φορτίον ἐστὶν ελαφρόν· τολμηρῶς δ' ἐπηυχενισά μην αὐτὸς, καὶ παρὰ τοῦτο τῆς ἐλαφρίας οὐδὲ πεπείραμαι; Ο γὰρ μὴ τὸν σταυρὸν ἐπ᾽ ὤμον ἀρά μενος πρότερον καὶ περὶ τὴν κοσμικὴν ἀργίαν γενόμενος ἐντριβὴς πῶς ἂν καὶ τὸν αὐχένα κλίνας, τὸ πνεῦμα παράθηται τῷ Πατρὶ; ἐπεὶ καὶ τῆς ἐν τῷ ἀγαθῷ βασίμου ἱδρύσεως τὸ ποτήριον προτεθεῖται καὶ τὸ βάπτισμα. Ω δυσμήχανος ἐχθρὸς ὁ ἀρχαῖος πολέμιος, ὃς τὸν μὲν δίκαιον ἐξαιτεῖται· οὐ γὰρ αὐ τόθεν πειράσαι δεδύνηται· τὸν δ᾽ ἄλλως ἀδέλτερον, καὶ καταπιεῖν δοκιμάζει! Εἰ δὲ περὶ ἡμᾶς οὕτω τοὺς ἀφελεστέρους καὶ τοὺς μικροῖς παλαίσμασιν έτοι μους καταπεσεῖν ἡλίκος ἂν ἐνσκήπτοι τοῖς μεγάλοις ἀγωνισταῖς καὶ ὄντως σταδιοδρόμοις τοῦ πνεύμα της; κ. Τό γε μὴν ἐμὸν εἰς ἀμηχανίαν ἐμὲ περιέστη σιν· οὐ γὰρ εἶχον ἀποσκοπῆσαι πρὸς οὕτω γενόμε ναν ἕτερον· οὐδέ τις πατὴρ ἐγγὺς οὐδέ τις μείζων ἀδελφὸς τῷ λόγῳ καὶ τῇ πείρα δοκιμασθείς, ἵν' ὑπόθοιντο. Καὶ ἦν μὲν τὸ πρᾶγμα ὑπὲρ τὴν ἐμὴν σκέψιν, καὶ μείζονος δεδεημένον καὶ ὄντως ὑμε τέρας, ὦ πάτερ καὶ ἀδελφοί, τῆς ἐν πνεύματι δια κρίσεως. Καὶ ἡγνόησα οὐδ᾽ αὐτός, καίπερ οὐδ᾽ ἔγνων ὡς ἂν ἐπιχειροί τινι περὶ τούτων ἔργῳ Ἐθέμην δὲ ἀργίαν κατὰ σκοπόν, ἕως ἂν ἐξενέγκη μέρον μετ' επιστημονικῆς δοκιμασίας ἡ κοινωνητικὴ τῶν τοῦ λόγου προεστώτων ομοτονοία. Αλλ' ἡ βαρ βαρική επίθεσις καὶ ἡ ἄλογος βία, καὶ τὸ ἀναγκαῖον του χρήματος, καὶ τὸ ἀφ᾽ ὑμῶν δυστυχές διάστημα ὡς ἀπὸ τῶν κόλπων τοῦ ᾿Αβραάμ, τὸ τῆς κακώσεως δυσχερές. Καὶ τὰς αἰτίας, εἰ βούλεσθε ἀκούειν, ἔχοὶμ᾽ ἂν λέγειν. Εἰ μὲν ἄκυρος, φησίν, ἡ νομισθεῖ τα χειροθεσία, ἀλλὰ σὺ κανονικῶς χειροτόνει· εἰ δὲ κατοκνεῖς τὸ ἔργον, τα ἱερατεύειν τοὺς ὁπωσούν ἀξιωθῆναι νομίσαντας. Τοῦτο μὲν οὐκ ἂν αὐτός, ἔφην, ὑποσταίη ποτέ, οὕτω διδόναι τούτους ἱερᾶ σθαι, ὁ καὶ τῷ γεγενημένῳ δυσφόρως ἔχων χει ροτονεῖν δὲ πῶς ἂν οὐκ ὀκήσαιμι, οὐκ ἐκεῖνο δεδιώς μή ποτε καὶ ἀναχειροτονεῖν δοξαιμι; ὅπερ ὁ ἱερὸς ἀπεδοκίμασε νόμος, «Όσα γὰρ ὁ νόμος λέγει, τοῖς ὑπὸ νόμον λαλεῖ·» καὶ ἡ ἀναχειροτονία δῆθεν, εἰ κανονι Ο
col. 407–408page 11 of 14
PG 140:407κῶς τις πρῶτον ἐχειροθετεῖτο ὡς τὸ οὐκ ἐφ' ἡμῖν· τίς γὰρ χειροτονίαν λογίσαιτο παρὰ τοῦ μὴ λαβόντος χάριν ὡς καὶ διδοναι; κα'. Καὶ ταῦτα παροδευτικῶς, ὡς ὁ λόγος ἐδή λωσε· τὸ δ' ατοπώτερον, ὡς ἔδοξεν ἂν τούτοις ικα νῶς ἔχειν, κὰν ὅστις αὐτοὺς καὶ ὅπως ἀπατών το ἀπὸ τοῦδε. Οὐ τοῦτο τοίνυν, ἀλλ' ὅτι περ εἰς παρα νομίας κατώλισθον τὸ ἀνιερῶς ἱερατεῦσαι· ἐπεψεθ ριζον δὲ ἄρα παρα κωφοῖς καὶ τοῖς σαρκικοῖς τὰ τοῦ Πνεύματος. Ἐμὲ δὲ οὐ τοσοῦτον ἡ ἀλογὸς ἐκεί ἔπειθε βία, ὡς τὸ κατεπείγον καὶ ἀναγκαῖον τοῦ πράγματος· «Ὁ γάρ θερισμός,» φησί, ο πολύς, οἱ δὲ ἐργάται ολίγοι· » ὁποῖον ἂν τις τοῦτον θερισμὸν εἴποι, καὶ ὁποίους τούτους έργάτας ἀκούω γὰρ ἐπιξενουμένους καὶ πατριάρχας εκείνους ποτέ, καὶ ἑαυτοῖς ἔχοντας ἄρτους καὶ τοῖς ὄνοις χορ τάσματα· οὐδὲ γὰρ οὐδὲ τοὺς σωματικωτέρους καὶ προσγείους ἡμᾶς ὁ καλὸς ἀποπέμπεται γεωργός· ποι μένας ἅμα καὶ ποίμνια, καὶ ἀναλόγως ἑκατέρῳ προσκέ μειν ἑκάτερον, τῷ τοιῷδε θέρει, φημί, τοιούσδε καὶ τοὺς ἐργάτας. Παρασκευῆς μὲν οὖν αὐτὸς οὕτως εἶχον καὶ γνώμης, ὡς μηδὲν ἄνευ τῆς ὑμῶν ἐργασόμενος ὑποθήκης. κβ'. Ἐπεὶ δὲ παρῆν τῆς ὁδοῦ μεσίτης οὐδεὶς, καὶ ταχὺ τὸ πρᾶγμα κατήπειγε· τῷ γὰρ κοινῷ τῆς Ἐκκλησίας κίνδυνος περιίστατο, πάντων οὕτω λελωβημένων, καὶ μηδενὸς ἄλλου ἐπιτηδείου ἱερᾶσθαι παρευρημένου (πῶς ἂν εἴπω, καὶ σύγγνωτέ μοι). οὐκ ἀβασανίστως μὲν οὐδὲ ταχέως, πλην όμως χεῖ ρας ἐπιτέθεικα τούτοις· ἑαυτῶν τῆς γνώμης και ταγνῶναι διδάξας πρότερον, καὶ τῷ πρὸς δύναμιν ἐλέῳ Θεὸν ἱλεώσασθαι· καὶ οὐ πᾶσιν, ἀλλ᾽ οἷς ὁ βίος οὐ πάνυ ἀντιβαίνων τῷ ἀξιώματι· καὶ τῇ αγνοία συγγνοὺς τὸ μεῖζον καὶ τελεώτερον. Ταῦτα εἰ μὲν οὐκ ἀξίως είργασται, μετὰ τοῦ συγγνῶναι καὶ διορθώσασθε· ἐγὼ γὰρ τῶν μαθητευομένων εἰς και καθωμολόγησα· εἰ δὲ πυνθάνομαι οψιαίτερος καὶ τοῦ ἔργου δεύτερος, τί ποτ᾽ ἂν πάθω; και μακρισμῷ καὶ ἀνάγκῃ, καὶ τῇ ἐπὶ τούτοις ἀμηχανία βεβαρημένος. Δῆλον δὲ οἷς ἄρτι πυνθάνομαι, ὡς οὐδὲ τότ᾽ ἂν κατά οὐδ' ἂν οὐδὲ πρὸ τοῦ πυθέσθαι ἐνήργουν οὐδὲν, εἰ οὐκ ἀμηχανον ἦν· πῶς γὰρ ὁ καὶ μετὰ τοῦτο πυθό μενος; Εἰ δ᾽ οὐ πάντη πόρρω τοῦ ὑμετέρου σκοπού καὶ τοῦ πνεύματος, καὶ οὕτω πλὴν ὑμεῖς κυρώσατε. Εἶε. χνουν, κ. "Α δὲ τὸ κοινὸν τῆς ᾿Αλανίας τρέψει κακά, τίς γένωμαι ταῦτα θεραπεύειν ηναγκασμένος τῷ ἐπαγγέλματι; Εἰ γὰρ παριστάνειν τῷ Κυρίῳ λαόν περιούσιον τέταγμαι, πῶς ἂν ἐξ ἀκανθῶν τρυγώ αὐτὸς σῦκα; ἢ ἐκ βάτου σταφυλήν, ὡς ὁ λόγος 18; Εἶδον ἐγὼ τὴν εὐαγγελικὴν ἐνταῦθα παραβολήν, πηνίκα ἡ μὲν σπόρος ἀγαθὸς, ἀνατέλλει δὲ οὐ καθα ρός ζιζανίων άσταχυς· πλὴν ὅσον ἐκεῖ μὲν μετὰ τὸν σπόρον ἡ ῥᾳθυμία· ἐν ἡμῖν δὲ τὸ χεῖρον ὅτι καὶ
col. 409–410page 12 of 14
PG 140:409ἐν αὐτῷ. Καὶ λοιπὸν τὸ τῆς ἑτέρας συμβαίνει παρα βολῆς κατὰ γὰρ τῶν ἀκανθῶν ὁ σπόρος γεγένηται καὶ αὗται μὲν ἀρχαιόθεν ἐφρίζωνται· ὁ δὲ λόγος τῆς πίστεως ἔστι μὲν οὗ καὶ πάντη συμπέπνικται· ἐνια τοῦ δὲ καὶ σὺν ταῖς ἀκανθαις ὑπανακύπτει· τάχα γε καὶ ὑπὸ τῆς ἔξεως ἀκανθώδης γεγένηται καὶ αὐτὸς ὡς ἦν ἀμεινον, εἰ παρὰ τοῦ πυρὸς ἐλθόντος βαλεῖν ἐπὶ γῆς ἀναφθέντης, εὐθύς τὰς ἐκάνθας τέως ἀποτεφρώσαμεν· εἰ παρὰ τοῦ μαχαιραν ἐλθόντος βαλεῖν προθελύμνως ταῦτα ἐτέμνομεν. Καὶ καθαρά μὲν ή γή, καθαρὸν δὲ τὸ σπέρμα, καὶ οἱ φύλακες γρήγοροι, καὶ Χρυσοῦν τὸ θέρος, καὶ ὁ θεριστής εὐθηνούμενος· ὡς νῦν γε οὐχ ὅτι εκαστοτεύιον ἂν αίτησαίμην τῇ ἐνεργείᾳ τῆς ἀρετῆς μέχρι τοῦ παν τῆς ἐπεκτείνεσθαι· οὐδ' εἰς ἐξηκοντάδα προκή πειν τὸ ὅλως ἐργάσασθαι· ἱκανῶς δ᾽ ἂν εἶχον και τοῖς τριάκοντα, εἰ τοῖς φυσικοῖς ὅροις τὸ ἑνὸν γεώργιον παρεμέτρει τὸ ἐνεργές. Αλλ' ἐγὼ δέδοι και μή ποτε οὐδὲ τὴν χεῖρα θερίζων πληρώσαιμι, μηδὲ τὸν κόλπον ὁ δραγματιζόμενος· ἴσθι ὀπισθιαι τερος, καίτοι γε ἦν ἄν οὐ πάντη δύσελπις, ὁ δυσα κλεὺς ἐγὼ ποιμὴν καὶ γεωργὸς οὐκ εὐδαίμων ἀλλ' ὡς ἐπὶ δομάτων γοῦν ἐκαρπίζομεν μικρά, τοὺς ὑπεραναβάντας ὀλίγου τὴν παμμητέρα πλάνην, καὶ τὸν λόγου θερισαμένους ὡς ἐφικτὸν, εἰ μὴ καὶ τού τοις ἦσαν πάλιν οἱ τοῦ ἀέρος ὄρνεις ἐπίβουλοι. Οἴμοι, ὅτι ἀκάνθας καὶ τριβόλους βρύει μοι τὸ γεώργιον! τὴν κατάκρισιν τῆς ἀπὸ Θεοῦ διαμαρτίας, ὡς ὀπίσω τῆς κεντρώδους πλάνης τον διαμαρτόντα πορεύεσθαι· καὶ πορνεύει μοι τὸ ποίμνιον οὐκ ἐν τῷ ξύλῳ μόνον ὡς γέγραπται, ἤδη δὲ καὶ λίθοις πᾶσι καὶ ἴδασι· καὶ προσκυνοῦσι μὲν οὐ γλυπτοῖς, δαιμονίοις δὲ τισιν ἐν τοῖς ὑψηλοῖς. κδ'. Χριστιανοὶ δὲ μόνον ὀνόματι ᾿Αλανοί· εἰ δέ που τις καὶ μερίς Ιακώβ, ο εχθρός ενέσπειρε τα ζιζάνια· εἰ γὰρ καὶ πρὸς τῷ γήρα τέως οὖν ἡ Σάδρα γεγέννηκε πονηρεύεται δε κατά τοῦ Ισαάκ Ισμαήλ· καὶ τίς ᾿Αβραάμ, ἵνα τὴν δούλην ᾿Αγαρ, καὶ τοῦ τῆς πλάνης ἀνελεύθερον σκότους, τῆς συνοικίας ἀπώσαιτο; Ἔστι τις ὀλίγο παρεμβολὴ καὶ ἐμοὶ ἐν Θεὸς ἐξάγει τοῦ νοητού Φαραώ· καὶ διεξάγω ταῦτα ἐγὼ κατὰ Μωσήν μὲν οὐκέτι, πλὴν ὅμως ἀλλ᾽ οἱ Αἰγύπτιοι τρισταται καταδρομοῦσιν, ἡ τῷ θυμῷ φονώσα ψυχή, καὶ τὸ πρὸς τὰ χαμαίζηλα λι χνον, ὅ πείθει τοῖς ἀλλοφύλοις συγχραίνεσθαι· καὶ τὸ τοῦ λοξοῦ περίτρεπτον περί τινας ἀτόπους δόξας οὐκ ἀντιτεῖνον ὡς διὰ πολλά. Καὶ ποῦ στῦλος νεφέ της ενταύθα τὸ διεστάναι διδοῦς; ἢ τῶς ἂν τῶν ἐθνῶν διέστη ή θάλασσα; Οίμοι ότι ποιμαίνειν μὲν ἀγέλας πεπίστευμαι αναβαινούσας ἀπὸ λουτροῦ τοῦ βαπτίσματος! ποιμαίνει δε ταύτας μᾶλλον τῆς απι στίας ὁ θάνατος· στμόατι μὲν γὰρ ὁμολογοῦσιν, ὀκνῶ δε λέγειν εἰς σωτηρίαν· ὅτι μὴ καὶ εἰς δια καιοσύνην πρῶτον τῇ καρδίᾳ πιστεύουσιν. Ομοιόν ᾿Απόλωλεν εὐλαβὴς ἀπὸ τῆς ἐμῆς ταύτης γῆς καὶ οὐκ ἔστι μοι ἀνάπαυσις αύτη. τι κε. 'Αρα ἀναστὰς πορεύσομαι; Δίδια περὶ τῆ η
col. 411–412page 13 of 14
PG 140:411ό τοῦ κακοῦ μεταλήψει· μὴ γὰρ ἐγὼ ᾿Αβδιοῦ Υπη β ρετήσας δὲ ἄρα ἐκεῖνος τῷ ᾿Αχαάβ, γόνυ τη Βάαλ οὐκ ἔκαμψε. Δέδια 14 καὶ περὶ τῷ μικρῷ τῶν δι καίων κλήρῳ· ἡ ῥάβδος γὰρ τῶν ἁμαρτωλῶν ἐπι σείεται. Τίς ἐγὼ γένωμαι; Ποῦ τὸ φραγγέλιον Ἰησ σοῦ, ἵνα ὁ οῖκος τοῦ Πατρὸς ἐκκαθαίροιτο! Είσησε ἐκκλησίαν πονηρευομένων· ἀλλ᾽ εἰς ταύτην Ἀπέῤῥιμμαι, ὅτι προπετῶς ἱερωσύνην ἐθάῤῥητα, Ούχι τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;» Ἵνα τί τὰ τῆς ἁρᾶς ἐκει νης ἐθάρρησα; Καὶ χαλκοῦς μὲν οὐρανὸς ἐνομίσθην ἐγώ, σιδηρά δε γῆ, καὶ ἀσπαρτος καὶ ἀνήροτος ἡ κληρονομία μου· Ω τίς Παύλος καὶ πάλιν ὧδεν τούτους, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς; Νόθοι δὲ ἄρτι καὶ οὐχ υἱοί ὅτι ἐδάσκησεν αὐτοῖς ὁ Σατανᾶς, ἵνα μὴ, τῇ ἀληθείᾳ εἰ καὶ πείθωνται, καὶ λοιπὸν τῆς ἀπειθείας υἱοί. Καὶ δέδοικα τὴν ὀργήν ὄντως γάρ σκεύη ὀργῆς κατηρτισμένα εἰσιν εἰς ἀπώλειαν. Οἴμοι! ότι θηρίων ὁδόντας ὁρῶ μετά θυμοῦ συρόντων ἐπὶ τῆς γῆς· τὰ γὰρ ἐπίσημα τῶν ἐμῶν φόνος τὸ πρῶτον, καὶ ἄλλων ἔθνεα κη ρῶν. Οίμοι, ότι Δαθὰν καὶ ᾿Αβειρών με περικεχής νασι· καὶ τίς ᾿Ααρών ἵνα τερατουργοίη Θεός; Καὶ τὸ τῆς ἱερωσύνης κατεξουθένηται· καὶ τῆς Σαμουήλ ἵνα τὸ γεγονὸς εἰς ἑαυτὸν Θεὸς ἀναδέξοιτο; «Επιχε λοῦντο γὰρ ἐκεῖνοι τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλω νεφελης ἐλάλει πρὸς αὐτοῦς.» Αρ᾽ οὖν ἐγὼ τῶν μαρτυρίων τὴν φυλακὴν ἐθέμην περὶ σπουδῇ. Τάχα τις καθυβρίζεται καὶ τῆς φαλάκρας, εἰ τῶν καλυμμάτων απογυμνοῖτο, ἵν᾿ ἀκαλυψει τῇ πίστει ἱερατεύοι. Καὶ τίς Ελισσαίος, ἵν᾿ ἡ δικαι παρέποιτο; Ἠλιοῦ μέν γάρ θαῤῥήσω λέγειν ὡς μεμαθήτευμαι· ἀλλ᾽ οὐκ ἐντεῦθεν Ελισσαίος Αγών καὶ χάριν μὲν ἐδεξάμην ἀλλ' οὐ ταύτη καὶ τὴν τῶν ρεόντων παρῆλθον φοράν. οὐδ᾽ εἰς τὴν εἰρήνης εἰσῆλθον ἀπάθειαν. Καὶ τί καινόν, εἰ καὶ πάλιν Μωϋ σῆς ὁδηγεῖ, τῶν ὁδηγουμένων δὲ τὰ κώλα ἐν τ ἐρήμῳ κατέπεσον; Τῶν γὰρ κλητῶν ὀλίγοι οἱ ἐπ λεκτοί. κέ. ᾿Αλλὰ μέχρι τίνος τούτοις ἐμπλατυνθήσομαι καὶ οὐκ ἐκείνου μᾶλλον γίνομαι τοῦ σκοποῦ; αἰτήσε μαι τὸν ἐμὸν ποιμένα, δυσωπήσω τοὺς ἀδελφούς. Αρκ ἐκ κοιλίας ᾅδου κραυγής μου άκουσονται· Αρον πρὸς Θεὸν ὀραθλμούς, ὦ πάτερ· ἔκτεινον ὁσίας χεῖρας, ὅθεν ἡμῖν τὴν χάριν ἡτήσω· καὶ τὸν δρόμον ἐκτελέσαι τῶν αἴτησαι, τὴν πίστιν τηρῆσαι, διδάξαι ανόμους ὁδοὺς Κυρίου, ἀσεβεῖς ἐπιστρέψαι. εἰ ποτε προσθείη Κύ ριος ἐφ' ἡμᾶς. Συμπονήσατε τῷ πατρὶ καὶ ὑμεῖς, ἀδελφοὶ καὶ φιλάδελοι· παράθεσθε με τῷ κοινῷ καὶ πρώτῳ ποιμένι του ποιμαίνεσθαι μᾶλλον ἡ πό μαίνεν δεόμενον. Ίσως μνησθήσεται των θαυμασίων αὐτοῦ ὁ φυλάσσων τὰ νήπια· ἴσως μνείαν τῶν ἔργων αὐτοῦ ποιήσεται ὁ γῆν ἄνυδρον εἰς διεξόδους υδάτων μεταποιων· Εἰ γὰρ καὶ ξηραίνει ποταμούς Ἠθαν, καὶ τὴν καρποφόρον εἰς ἄλμην τίθησι, ἀλλὰ καὶ μέλι θηγάζειν ἐκ πέτρας δίδωσι, καὶ ἀ στερεάς πέτρας ἔλαιον· τίς οἶδεν εἰ ἀντὶ κνίδης καὶ
col. 395–396page 14 of 14
PG 140:395λ σματα, Οἰδασὶ δὲ οὐδὲ τοὺς δεσμοθετοῦντας κανόνας χαὶ ὃ τέ ποτε βονλημένοις ἐγείνοις ἐστίνοὐ γὰρ δημοσίᾳ τοῦ ϑιϑήσειιν προέστημεν, οὐ χειροτονίαν ἡρπάσαμψεν, ὡς ϑοκεῖν ἐκεῖνον ἐνδιαθήλλεσθαι - ἐρομένοις ὃ τισιν ἴσως ᾿Αλανοῖς ἐπὶ γωνίας ἀπεκρινώμεθα, Δεδόσθω ὃὲ χυὶ Φημοσιεῦσαι ἡμᾶς τὸν λόγον τῆς πίστεως" οὐ γὰρ ὧν παρεστείλαμεν τὸν χηρύττοντα" θανόντα δὲ τὸν λόγον καὶ ἀναστάντα βλέπειν τοῦτον ἐδώχαμεν ἂν. Μαρτύρομαι τὴν ἀλήθειαν, ἔφλεγε μὲν ἡμᾶς ὁ ζῆλος. ἑνεχαυχῶντο γὰρ παῤῥησίᾳ ὡς ἐξ ἀσεδούς μοίρας καὶ ἄλλως αἱρεσιῶται, ὅτε μηδεὶς ἀντῶέγειν καὶ δύναιτο" οὐχ ἐδίϑον δὲ ὁ χαιρός" ὥστ᾽ ἐπαῤῥησιασώμεύα εἷς οὐδέν, πν μὲν ἐπ᾽ ἐκκλησίας ὁ πάντα καλὸς καὶ ἀγαθὸς ἐκεῖνος ἀρχιερεὺς, καὶ πολὺ περὶ αὐτὸν τὸ συνέδριον" συνωμοτία, τις , τάχα καὶ συμπαιγνία ὡς ἐπὶ Στεράνον τοῦ πρῶτος μάρτυρος" οὐ γὰρ προσωτέρω τολμήτω" καὶ εῷχόμην εἰς κρίσιν αὐτὸς, οὐχέτι μὲν ὡς ὃ Παῦλος, πλὴν ἀλλὰ δέσμιος ἐν Χριστῷ. π᾿, Καὶ τὰ τοῦ διχαστοῦ βήματος ἐρεξῆς" ὁ τῆς δρτης προστάτης πνέων ἐμπύριον, οἱ παρεδρεύοντες, οἱ παρεστωτες, ὅσον ὑπηρετεῖν καὶ πρὸς τὰ κελτυόμένα ἔτοιμον - καὶ ὃ κατάκριτος ἐγὼ παριστάμενος, καὶ τὴν ἀπόφασιν ἐκδεχόμενος. Τίς πόθεν ἡμῖν, φεσὶν, ἐπεισέῳρησας ; Ὥσπερ εἰ ἐτέρον δήγματος, ἔφην, ἦν ἐγὼ καὶ κηρύγματος, ἀλλὰ μὴ τῆς αὐτῆς ἐκκλησίας χαὶ τοῦ αὐτοῦ ἀρχιποίμενος ἦμεν, ᾿Αλ᾽ ἐς κόρανας ἔῤῥε τοὺς ἀσεδεῖς ᾿Αλανοὺς καὶ δέους, οἵ καὶ Σανθών εἶσι χείρωνες, Τὶ οὖν, αὐτὸς ἔγην, καὶ δρᾷν ἡμᾶς δίκαιον, ἀλλ᾽ ἡ φέστιν τὴν ἀποστολὴν, »αὶ σὺν “5 τῷ πρωτοχλήτῳ (4); ᾿Αλλὰ τί βονλόμενος τὴν ἐμὴν ταύτην πόλιν περιπολεῖν ἐτόλμησας ὅλως ; Καὶ μὴν, ὦ 'γαῦξ, εἴ μὲν ἐπισκοπεῖς, τὖῦ λέγεις, καὶ φανερῶς ἐλέγξας, εἴτα νανόχρινε" εἰ δ' ὡς ὅδε τις ἐμπαρος, καὶ ὅδὲ τις ἔπηλυς, ἢ πάντας δίωκε, ἢ καὶ ἁνᾶς ἀνάαχον - πλέον ὃς, ὅτι καὶ ἀχουσιάξω τὴν ἕντούθᾳ περιδρημκὴν, ἔλέους τε μᾶλλον ἂν ὀξιοίμην ὡς πεπονθῶς" ἐχὼν δὲ πράττον οὐδέν. πῶς γὰρ ὁ δὲσμιος; Πρὸς ταῦτα σφοδοὺὸν ἰδὼν τι γχαὶ βλοσυρὸν, καὶ οἷον βασιλικὸν καὶ λεύντειον, ὃ πὼς ἂν εἴπω, πλὴν οὐκ ἐν τοῖς λληις τοιοῦτο καὶ μάλιστα δέονσι, καὶ τύλμης ἡμᾶς ἰγράψετο, ὅτι κἂν τι λέγειν ἐθρααυγώμεθα, Οἱ ὃς περιεστῶτες μεχροῦ χαὶ κατὰ χόρης , ἡμᾶς ἔπαιον» τέως ὃ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν πορέβῥιπτον, ὥθουν τε καὶ ἀντώῤθουν παιγνιμάνως καὶ μετ' ὀργῆς, Ὀθριτὶ τὸ βάλλοντες ἦσαν ἐκ τοῦ δικαστοῦ λαβόμενοι τῆς ἀρχῆς, Ἵ δὲ ἀπόφασις ἐδούλετο μὲν, οὐκ ἀθύνατο δὲν υὐ γὺρ ἐπὶ τοσούτον ἢ κακία κοτίαχυσεπλὴν ἀλλὰ συνήογει τοῖς θανατοῦν ἥμος βαυλομένοις - Θεὸς ὃὲ ὁ ἐξαιρούμενος ἦν, Τοιούτως ἡμῖν ὁ ἀδαφψὸς, οὕτως οδὺς, οὕτως ἀντιληπτικὸς χαὶ φιλάνθρώπος, τοῖς ξένοις ὃ ἐπιχώριος, τοῖς κατακύκο-
Page scan enlarged

Notebook

Full View