PG 140Nicephorus II CP. Patriarcha
Nicephorus II, Patriarch of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
Contra eos qui dicunt mortuos sacro oleo ungen dos esse
PG 140:805ο πίστει δὲ θαυμαστὸς ἦν ὁ ᾿Αντώνιος καὶ εὐσεβής οὔτε γὰρ τοῖς Μελετιανοῖς τοῖς σχισματικοίς ποτε ἐκοινώνησεν, εἰδὼς αὐτῶν τὴν πονηρίαν καὶ τὴν ἀπο στασίαν, οὔτε Μανιχαίοίς, ἢ ἄλλοις τισὶν αἱρετικοῖς ὡμίλει φιλονείκως, ἡ μόνον ἄχρι νουθεσίας.» Καί μετά τινα νουθετῶς τοῖς μαθηταῖς τὰ τελευταία ήδη, ενετέλλετο αὐτοῖς μὴ ἐγγίζειν Μελετιανοῖς σχισματικοῖς· «Οἴδατε γάρ,» φησίν, «αὐτῶν τὴν πονηρίαν καὶ βέβηλον αἵρεσιν μήτε κοινωνίαν ἔχειν προς τοὺς ᾿Αρειανούς·» καὶ μετά τινα, Μνημονεύετε, φησίν, «ὧν ἡκούσατε παρ' ἐμου παραινέσεων· καί μηδεμία κοινωνία ἔστω ὑμῖν πρὸς τοὺς σχισματικούς Μελετιανούς, μήθ' ὅλως πρὸς τοὺς αἱρετικοὺς ᾿Αρεια νούς οἴδατε γάρ,» φησί, «πώς καγώ τούτους ἐξετρεπόμην.» Διδάχθητε καὶ παρὰ του αγίου Αν τωνίου ὅτι ἔξω τῆς Ἐκκλησίας ἐστὲ ὑμεῖς οἱ σχισματικοὶ· καὶ οὐκ ἔστι δικαιον δέχεσθαι παρ' ἡμῶν εἰς κοινωνίαν ὑμᾶς, ἂν μὴ γνησίως μετανοήσητε, καὶ τέκνα τῆς Εκκλησίας γένησθε διὰ μετανοίας, καθὼς καὶ τοῖς ἱεροῖς κανόσι δοκεῖ. Αμα δε σημειώσασθε καὶ ὅτι τοὺς Μελετιανούς, σχισματικούς όντας, αἱρετικούς εκάλεσεν· «Οἴδατε γάρ,» φησίν,» α. τῶν τὴν πονηρὰν καὶ βέβηλον αἵρεσιν.» Ούτω καὶ ὁ ᾿Απόστολος αἱρέσεις τὰ σχίσματα ἐν τῇ πρὸς Κοι ρινθίους καλεῖ, κ. τ. λ. ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΠΕΡΙ ΤΩΝ ΛΕΓΟΝΤΟΝ ΟΤΙ ΧΡΗ ΚΑΙ ΜΕΤΑ ΤΟΝ ΘΑΝΑΤΟΝ ΕΥΧΕΛΑΙΟΝ ΠΟΙΕΙΝ ΕΝ ΝΕΚΡΩ Οὐκ οἶδα ποίαν αβελτηρίαν καὶ ἀτασθαλίαν με στην περιπίπτουσί τινες ἱερεῖς ἐν παλλοῖς τόποις, ὡς ἔμαθον παρὰ τῶν εἰδότων. Λάγουσι γάρ, ὅτι μετά τὸ θανεῖν πολλοὺς τούτοις ποιούτοις εὐχέλαιον, καὶ
Page scan enlarged

Notebook

Full View