PG 141Constantinus Melitentiota Magnae ecclesiae Chartophylax
Constantine Meliteniotes, Chartophylax of the Great Church
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Oration I on Ecclesiastical Union of Latins and Greeks and the Procession of the Holy Spirit through the SonDe ecclesiastica unione Latinorum et Graecorum et de processione Spiritus Sancti per Filium oratio I

col. 1031–1032page 1 of 121
De ecclesiastica unione Latinorum et Græcorum et de processione Spiritus Sancti per Filium
PG 141:1031εἰς ὀνειδισμόν Χριστοῦ καὶ γένοιτο χεῖρον τοῦ τὸ μων καὶ ἀλλοτρίοις. Τὰ δὲ προσόντα μοι βραχέα μοι παισὶν, ὧν ὁ μὲν εἰς τάξιν υἱοῦ μοι λελόγισται, εἰς διαμερίζω ἐπίκρισιν. ἴδιον αὐτοῦ Πνεῦμα, ὅπερ ἡ ἀληθὴς αὐτοῦ ἐστι δόξα, ὡς αὐτὸς τοῦ Πατρὸς αὐτοῦ, ἀλλοτριοῦν; Καὶ τί ἂν εἰς ὀνειδισμόν Χριστοῦ καὶ γένοιτο χεῖα ρον τοῦ ὑπηρετικὸν αὐτὸν πρεσβεύειν ὄργανον τοῦ Πατρό;; 'Αρειανισμὸς πάντως ταῦτα λαμπρός. Καὶ τοῦτον φεύγων ἐγώ τόν τε ὀνειδισμὸν οὐκ ἀναίνομαι, ἄν τινι αἰσχύνη δοκῇ τὴν ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπόρευσιν ἐκ Πατρός δι' Υἱοῦ ὑπαρξιν φρονεῖν καὶ πρεσβεύειν με, τήν τε ομολογίαν ταύτην τῆς παν ρούσης μου διαθήκης προανατάττω. Εφεξῆς δὲ διατίθεμαι οὐ πλοῦτον, οὐ χρήματα, οὐδὲ κτήματα. Πάντα γὰρ συναφῃρέθην τῷ θρόνῳ, οἰκείοις διαν καὶ πενιχρὰ τοῖς ἐν τῇ φυλακῇ συμπαραμείνεσί ὑπηρέτην δέ μοι ὁ ἕτερος κατὰ τὴν ἐνοῦσαν μοι Ἰωάννης ταπεινὸς ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, διὰ δὲ τὸ ἀληθὲς τῶν Πατέ ρων δόγμα, τὴν ἐκ Πατρὸς δηλονότι δι' Υἱοῦ ἐκπό ρευσιν τοῦ Πνεύματος τοῦ ἁγίου, τὴν ἕως θανάτου ἐξορίαν καὶ φυλακὴν καταδικασθεὶς, οἰκειοχείρω; τὴν παροῦσάν μου διαθήκην γράψας υπέγραψα. ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΧΑΡΤΟΦΥΛΑΚΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΚΚΛΗΣΙΑΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΕΛΙΤΗΝΙΩΤΟΥ ΠΕΡΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΕΝΩΣΕΩΣ ΛΑΤΙΝΩΝ ΤΕ ΚΑΙ ΓΡΑΙΚΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΔΙΑ ΤΟΥ ΥΙΟΥ, ΛΟΓΟΣ Πρόσεχε, ουρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Καιρὸς γὰρ μοὶ τὰ αὐτὰ τῷ μακαριωτάτῳ Μωϋσῇ φθέγξασθαι, κἂν οὐκ ἐκ διαθέσεως ἴσης, οὐδὲ ἐφ᾽ ὁμοίοις τοῖς πράγμασιν. Τ
col. 1033–1034page 2 of 121
PG 141:1033Ἐπείπερ ὁ μὲν ἐπὶ λαῷ παθαινόμενος ἀπειθοῦντι καὶ ἀντιλέγοντι τοῖς τοῦ Κυρίου προστάγμασιν, τὸν οὐρανὸν μαρτύρεται καὶ τὴν γῆν ἐγὼ δὲ γηθόμενος ἐφ' οἷς ἐποίησε νῦν μεγαλείοις εἰς ἡμᾶς ὁ κρείττων σε καὶ ὑπὲρ ἡμᾶς. Καὶ ὁ μὲν ὡς ὀνειδίσων τὸν γογγυστήν Ισραήλ, ἐγὼ δ᾽ ὡς τῷ δεσπόζοντι τῶν ὅλων ἀνθομολογησόμενος. Ἀλλὰ τίνα τὰ ῥήματα τῆς ἐν ἀγαλλιάσει πρὸς τὸν Ὕψιστον ἀνθομολογήσεως; Απερ αὐτὸς ἐκεῖνος ὁ θεολήπτης ἀπαρχὴν τῆς πρὸς τοὺς παραπικραίνοντας ἐπιπλήξεως ἐποιήσατο. θεὶς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοι αὐτοῦ κρίσεις. Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν άδι κία ἐν αὐτῷ. Δίκαιος καὶ ὅσιος ὁ Κύριος, ὅς, ἵνα τὸ ἀπὸ τοῦδε τοῖς τοῦ προφήτου και νομοθέτου προσαρμόσω τὰ ἐμαυτοῦ, σπλάγχνοις φιλανθρώποις ἐπικαμφθεὶς, οὐκ εἴασεν ἡμᾶς ὀπίσω τῶν οἰκείων θελημάτων πορεύεσθαι κατὰ τοὺς πολλοὺς τοὺς ἐν ταῖς παρωχημέναις ἔμπροσθεν γενεαῖς, οἳ καὶ τὰ δοκοῦντα περὶ τοῦ τῆς ὑπερουσίου Τριάδος ἑνὸς, τοῦ παναγίου καὶ ζωαρχικού λέγω Πνεύματος, ἀπὸ κοιλίας ἠρεύγοντο, πλατεῖ καὶ ἀνέτῳ τῷ στόματι τὴν ἄφραστον αὐτοῦ θεολογοῦντες ἀφ' ἑαυτῶν ὕπαρξιν, καὶ λογομαχούντες, φεῦ! ἐπὶ καταστροφῇ τῶν Ἐκ κλησιῶν εἰς οὐδὲν χρήσιμον, τὸ ὀλεθριώτατον τῶν ἁπάντων καὶ ἐπικινδυνότατον, ἀλλ' ἐπισκοπῇ κρείτο του λόγου καὶ διανοίας ἐπισκεψάμενος, ὥσπερ αὐ τὸς ὁ Κύριος ἐν Εὐαγγελίοις παρεκελεύσατο τοῖς πᾶσιν, Ἐρευνάτε,» προτρεπόμενος, τὰς Γραφάς, τοῦτο τὰ νῦν ἔργον θέσθαι σπουδαιότατον ἡμᾶς διαν έστησε, τὰς τῶν ἁγίων Πατέρων παρασκευάσα; γραφάς μετελθεῖν, αἷς δῆτα καὶ μετ᾿ ἐπιμελείας ἐγκύψαντας ἀρίστως ἐπιβαλεῖν τῷ Πνεύματι καθω δήγησεν· ἐξ ὧν τὴν μέχρι τοῦδε κρυπτομένην ἀπο καλυφθέντες ἀλθειαν κατελάβομεν, καὶ συνήφθη μὲν ἐν τῷ παρόντι τοῖς τῆς πρεσβυτέρας Ρώμης ἀληθῶς καὶ κατὰ Χριστὸν, οἷς δὴ πρὸ βραχέος τρό πος ἡμᾶς οἰκονομίας συνέδησεν, ἀποῤῥαγέντας αὐτ τῶν διὰ κενῆς ἐκ μακροῦ, τοῦτο τοῦ Θεοῦ διὰ πλῆς θος ἁμαρτιῶν πάντως παραχωρήσαντος ἐπ' ἀπωλείᾳ τοῦ γένους ἡμῶν. β'. Ἐντεῦθεν γὰρ πάντα συνέπεσεν ἡμῖν τὰ δεινά, καὶ τὰ τῆς εὐκληρίας τῆς παλαιᾶς ἀνατέτραπται, τὸ μὲν τῶν τῆς ᾿Αγαρ ἀπογόνων καταδραμόντων τὰς καθ' Εω πλείους πόλεις καὶ χώρας ἡμῶν, καὶ ταύτας ποιησαμένων ἑαυτῶν καταγώγια, ναὶ μὴν καὶ κατεχόντων ἐς δεῦρο τυραννικώς, ὡς ἔνθα τὰ τοῦ Χριστοῦ πρότερον ενηργεῖτο θεῖα μυστήρια τὰ τοῦ μικροῦ Μωάμεδ ἐκτελεῖσθαι νῦν ὄργια, καὶ τοὺς ἱεροὺς καὶ σεβασμίους ναοὺς τοῦ Θεοῦ πονη ρῶν καὶ ψυχοβλαβῶν δαιμόνων εἶναι κατοικητήρια, τῷ τὴν μυσαρὰν καὶ βέβηλον τοῦ Μαχούμετ κλήσιν ἐν τούτοις ἀνακηρύττεσθαι σφόδρα κακῶς, ἐν οἷς ποτε τὸ μέγα καὶ φρικτὸν ἀνευφημεῖτο πάνυ καλῶς τοῦ Σωτῆρος ἡμῶν ὄνομα· τὸ δὲ καὶ τῶν Ἰταλῶν θυσμόθεν ἐπελθόντων ἡμῖν, παρ' ὧν πρῶτα μὲν τὸ μείζον καὶ χείριστον, ὧνπερ ὑπέστημεν, τῆς Κων παντίνου, φεῦ! ἅλωσις. Ὦ τις καθ' Ἱερεμίαν τὸν
col. 1035–1036page 3 of 121
PG 141:1035πολὺν ἐν ὀδυρμοῖς τε καὶ δάκρυσι, τὸν καὶ μόνον ἐξισοῦν εἰδότα τοὺς θρήνους τοῖς πάθεσι, τὴν ἡμετέραν τηνικαῦτα κατ᾿ ἀξίαν ἀποκλαύσεται συμφοράν, κάπὶ τοῖς συμβᾶσιν ἐλεεινῶς ὀλοφυρόμενος κάψεται; Μετὰ δὲ τοῦτο κατάσχεσις τῶν ἀνὰ πᾶσαν ἑσπέραν πόλεων καὶ χωρῶν, καὶ τούτων ἁπασῶν, τῶν μὲν κατασκαφή, τῶν δὲ πόρθησις· ὡσαύτως καὶ τῶν εἰ τις ἐναπελείφθη πρὸς ἀνατολὰς τοῖς ἀθέοις Αγα μηνοῖς, πλὴν τινῶν εὐαριθμήτων, εἰ καὶ τῆς βασι λείου πρώην ἐπικρατείας μέρος οὖσαι βραχύτατον, εἰς κλῆρον μέγαν γεγόνασι τότε τοῖς καθ' ἡμᾶς λίαν ὀλίγοις ἐκ πολλῶν κομιδῆ διαφυγοῦσι τὸν κίνδυνον, οἷς καὶ περιέστη τὰ τῆς ἀρχῆς ἐς στενὸν οὐτων, μικροῖς ὁρίοις περιγραφόμενα. Τοσαῦτα καὶ τοιαῦτα τὰ δυσχερῆ τε καὶ μεστὰ χαλεπότητος, ἃ καὶ νῦν εἰς μνήμην ἰόντα πλήττει μου τὴν ψυχήν, κατά θείαν παραχώρησιν ὑπηνέγκαμεν, διαζευχθέντες τῶν ἀπὸ Ῥώμης ἀδελφῶν, ὡς μὴ ὠφελεν. γ'. ᾿Αλλὰ τούτοις ἀρτίως, ηνίκα τέλεον ἡμᾶς ἐπα να κληθῆναι τεθέληκεν ὁ θανατῶν Θεὸς, καὶ πάλιν ζωογονῶν, εἰς ὁμοφροσύνην συνεληλύθαμεν, ὥστε τὴν μίαν τῶν Χριστιανῶν. Ἐκκλησίαν εἰς δύο πάλαι διαιρεθεῖσαν εἰς τε τοὺς Λατίνους καὶ τοὺς Γραικούς ἐπηρείᾳ τοῦ ἀρχεκάκου Σατάν, παλινδρομῆσαι πρὸς τὸ αὐτὸ καθαρῶς, καὶ μίαν αὖθις γενέσθαι, τὸ διχο νυεῖν ἀποβαλοῦσαν παντάπασιν. Εἰ γὰρ καὶ χθὲς καὶ πρότριτα πρὸς τοὺς ἐν Ῥώμῃ ἡμεῖς κατηλλάγημεν, καὶ φίλια φρονεῖν πρὸς αὐτοὺς συνεθέμεθα, πλην αλλ' αὔπω τινὲς προσήκαντο τούτους, καὶ ὡς ὑγιαίνοντας τὴν εὐσέβειαν, ὅτι μηδ' οὕτως αἱ περὶ τοῦ παναγίου Πνεύματος ἱεραὶ φωναὶ τῶν Πατέρων ἀνα κεκαλυμμέναι τοῖς πᾶσιν ἦσαν, καθάπερ καὶ νῦν. ᾿Αλλὰ τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, άκου στὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ, ἃς κατά γινεὰς καὶ γενεὰς εἰσέτι καὶ νῦν ἐργάζεται; Τίς τὴν πολύτροπον αὐτοῦ σοφίαν ἐξείπη, μεθ᾿ ἧς διεξάγων εὐθύνει σαφῶς τὰ ἡμέτερα λόγοις οἷς ἐπίσταται διοι κήσεων; Επείπερ γάρ ποτε καὶ ηὐδόκησεν ὁ Πατήρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως διά πλούσιον αὐτοῦ περὶ ἡμᾶς ἔλεος τοὺς δύο μεγάλους τῆς Ἐκκλησίας καὶ περιφανεῖς ὀφθαλμοὺς ἀλλήλων ἐκ παλαιοῦ διαστάντας κακῶς, συνελθεῖν αὖθις καλῶς, ὥστε συνοδεύειν ἐν τῷ τῆς πίστεως στερεώματι, και λάμπειν ἐπὶ προσώπου πάσης τῆς γῆς, ὅπως ἂν τῷ δασεί τῆς αἴγλης εἰλικρινέστερον ὁρῷεν καὶ τὰ λοιπὰ τῶν εὐσεβούντων ἐθνῶν, οὐκ εὐθὺς οὐδὲ παραχρῆμα, καίπερ ἐν ἀκαρεῖ τὰ πάντα δυνα μενος, ἀλλ᾿ ὥσπερ ἐν ἀρχῇ τῆς τῶν ὄντων συστάσεως, οὕτω καὶ νῦν κατὰ μικρὸν τὰ τῆς βουλήσεως ἐκπληροί. δ'. Καὶ πρῶτα μὲν εἰρήνην ἐν ἡμῖν αὐτοῖς, Αν ἀκοῦσαι συχνὰς ἐξ ὅτου χρόνος οὐκ ἔσχομεν, ὁ τῆς εἰρήνης ἄρχων λαλεῖ καὶ Πατὴρ παρακαλέσας εἰ ταύτην πολλὰ πολλάκις τὰς ἡμετέρας ψυχάς, κα τὴν ἐφ᾽ οἷς τὸ θεῖον πρεσβεύομεν μετὰ τῶν Ῥω μαίων ὁμόνοιαν μηδέπω χωροῦντας ἐνίοις εἰδώς. ἅτε προκατειλημμένοις τὴν γνῶσιν, ἐξ ὧν οἱ πρ ἡμῶν ἐριστικῶς, ἅμα καὶ φιλονείκως, οὐκ ἀποδεικτι
col. 1037–1038page 4 of 121
PG 141:1037Ι. χῶς οὐδὲ φιλαληθῶς κατὰ τούτων συνέγραψαν. Καὶ ἡ διὰ ταῦτα πᾶν τοὐναντίον περὶ αὐτῶν φρονοῦντας καὶ λέγοντας, σπείσασθαι τῷ τέως παρασκευάζει τούτοις ἡμᾶς ἐπὶ συμβάσεσι μηδέν τι τὸ παράπαν ἐπικοινωνούσαις τοῖς ἱεροῖς δόγμασιν. Ἕνα τί γένη ται, καὶ τίνα τρυγήσῃ τὴν ἐπικαρπίαν ἐντεῦθεν, ὁ πάντα προνοίας μέτροις ἐπιστατῶν; ἵνα καιροῦ κατ λοῦντος, τοιούτοις εἰς τὴν πρὸς αὐτοὺς ἡμᾶς λαβὼν ἡμερότητα, καὶ τὴν ἔνδον γαλήνην τῶν λογισμῶν οἷα τῆς κατὰ τούτων ἐνούσης ἡμῖν ἀρχαίας κακίας αποσκορακισθείσης το τέλεον, ῥᾳδίως ὑπαγάγῃ τοῖς ἔμπροσθεν, καὶ τὴν κατ᾽ εὐσέβειαν οὕτως ἔνωσιν ἀπεργάσηται, τὰ περὶ τοῦ δόγματος, ὡς ἔχει, κατὰ λεπτὸν εἰς τὸν ἡμέτερον νοῦν ἐμβαλών, ἐξ ὧν οἱ τοῦ Πνεύματος ἐν διαφόροις γραφαῖς αὐτῶν θεολογοῦντες ἐφιλοσόφησαν. ε. Ταῦτ᾽ ἄρα καὶ τοιαύτας ὁ τῶν ἡμετέρων ψυχῶν οἰκονόμος πόρρωθεν, ὥσπερ ἀεὶ νόμος αὐτῷ, προκαταβάλλει τὰς ἀφορμάς, τὸν θεοστεφῆ καὶ μέγιστον ἡμῶν αὐτοκράτορα τοῦ ἔργου τούτου θερμὸν ἀντιλήπτορα προστησάμενος, ὅς οἷον τὸν ζῆλον καὶ τὴν ὑπὲρ τῆς εἰρήνης προθυμίαν καὶ σπουδὴν ἐνεδείξα το, τίς ἱκανὸς τῷ λόγῳ περιλαβεῖν; οὐ μὴν ἀλλ' οὐ δὲ τὴν ἐν τούτοις ὑπὲρ ἄνθρωπον αὐτοῦ καρτερίαν οὐδενὶ τῶν ἁπάντων ἰσχὺς ἔσται διεξελθεῖν. Οὐ γὰρ ὁμοῦ τε προσετάγη θεόθεν ὑπηρετῆσαι τῷ λειτουρ σήματι, καὶ ὁμοῦ τοῖς ὑπ' αὐτὸν ἐντειλάμενος ήρ χεσεν, ὥσπερ ἂν εἴ τις ὑπολάβοι τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν ἐξουσίαν ἀποσκοπῶν, ἀλλὰ πάντας σχεδόν ἀνθισταμένους εὑρὼν καὶ ὅτι χρόνος μακρὸς ἀφ' οὗ τὰ τοῦ σχίσματος, ὡς νόμον τὸ παράλογον ἔθος τοῦ το κρατύνειν ἐθέλοντας, τῇ τούτων ἀσθενείᾳ συγκαταβαίνει, καὶ μακροθύμως μετέρχεται τὰ τοῦ πράγ ματος. Καὶ νῦν μὲν πείθειν ὁ βασιλεὺς τοὺς ὑπηκόους ἐπιχειρεῖ, νῦν δ' ἀνέχεται τῶν ὑπὸ χεῖρα μεγαλοφρόνως ο δεσπότης ἀντιλεγόντων αὐτῷ, τοῦτο μὲν τῇ οἰκείᾳ κανταῦθα συνήθως χρηστότητι χρώ μένος, τοῦτο δὲ καὶ διακρίσει διδου; ἑαυτὸν, οἷς ὅτι τὸ τῆς ἔχθρας μεσότοιχον πολυετές τε καὶ μακροχρόνιον, ἐξ ὧν καὶ πάντα τρόπον ἐπείγεται γενέσθαι τῆς εἰρήνης ὑμᾶς. Εν τούτῳ τοῦ σκοποῦ διημερεύων ἀεὶ, καὶ νύκτας ὅλας ἄγρυπνος διακαρτερῶν, ἕως εἰ καὶ μὴ πάντας, ἐπεὶ μηδὲ πάντων ἡ γνῶσις, καὶ τοῦ λυσιτελοῦντος ἡ κατανόησις· τὸ γοῦν πλεῖστον καὶ κράτιστον μέρος τοῦ τῆς Ἐκκλησίας πληρώματος συναγαγὼν εἰς ταυτό, καὶ μιᾶς γνώμης τε καὶ Η βουλῆς τούτους ἀπεργασάμενος τῇ τοῦ εἰρηνάρχου Χριστοῦ συνεργείᾳ καὶ χάριτι, τὴν μετὰ τῆς τῶν Ρωμαίων Ἐκκλησίας εἰρήνην θεοφιλῶς ἐκτετέλε κεν. Ἀλλὰ τὰ μὲν κατὰ τὸν ἡμέτερον αυσονάρχην τὸν θεοστεφή τε καὶ θεομεγάλυντον, όπως θερμότατα λίαν ἀγωνισάμενος μεθ᾽ ὅσης τε τῆς κατὰ φυ χὴν διαπύρου, καὶ συντομωτάτης ὁρμῆς, καὶ μεθ' οἶας τῆς ὑπομονῆς καὶ μεγαλοψυχίας τὴν εἰρήνην κατώρθωσεν, οὐ τοῦ παρόντος λέγειν καιροῦ. Μόλις γὰρ ἂν καὶ ἰδίᾳ τι; πραγματείᾳ τὰ περὶ τούτων παραστήσεις τρανῶς.
col. 1039–1040page 5 of 121
PG 141:10395. Τὰ δὲ τοῦ κινήσαντος αὐτὸν εἰς τοῦτο θεοῦ, πρὸς ἃ καὶ ἄνωθεν ώρμημαι, πόθεν μοι πηγαί ρα γήσονται λόγων, καὶ φλέβες ἀναστομωθήσονται γνώ σεως, ὡς ἄν, εἰ καὶ μὴ κατ' ἀξίαν, ὑπερβαίνει γὰρ ταῦτα πάντα νοῦν καὶ διάνοιαν, ὅμως ἀνθρωπίνῃ γλώττῃ καὶ φρενὶ καταλλήλως ἐκδιηγήσωμαι, καὶ μὴ παρὰ τοσοῦτον ἀπολειφθῶ τῆς τούτων μεγαλειότητος παρ' ὅσον ἑτέρου τῶν κάτω βαινόντων καὶ δουλευόντων αἰσθήσει φαίνεσθαι δεύτερος; Οὐκ ἄλλο θεν πάντως ἢ παρὰ τοῦ καὶ τοῖς νεκροῖς ζωὴν ἐμ πνέοντος Πνεύματος, ὅπερ εἰ καὶ καθ' Ησαΐαν εἰπεῖν ἀκάθαρτα χείλη περιφέρω, καὶ πολὺν ἁμαρτιῶν επισύρομαι βόρβορον, ἀλλ' οὖν τῷ φιλαγάθῳ τούτῳ θαρρήσας, ὅτι μηδ' ἀποστρέφεται τ' Θεῖον τοὺς πλημ μελοῦντας διὰ πέλαγος οἰκτιρμῶν, μόνον ἂν πρὸς αὐτὸ καὶ πάλιν ἐπιστρεφόμενοι νεύωμεν, κἀντεῦθεν ἀνοίξας τὸ στόμα, καθά πού φησιν ὁ θεοπάτωρ Δαυΐδ, ἑλκύσω τὴν εὐωδίαν, τὸ τῆς Γραφῆς εἰπεῖν, καὶ αὖθις Χριστοῦ, καὶ τῆς ἐκεῖθεν οὕτως ἐμπλησ σθήσομαι χάριτος, δι' ἧς ὡς δι' ἄνθρακος ψωμισθένο της μοι, τήν τε καρδίαν καὶ τὰ αἰσθητήρια καθαρθείς, ἀναβάσεις ἐν αὐτῇ διαθήσομαι, καὶ λαλήσω, κατὰ τὸν θεοκήρυκα Παῦλον, σοφίαν τὴν ἔτεσι πλεί στοις ἀποκεκρυμμένην, ἣν ὁ κατ' ἐξουσίαν ἀποκαλύπτων βαθέα Θεὸς διὰ μέσων τούτων τοῖς ἀξίοις παρα γυμνώσας κατά καιρούς, ὡς ἔνεστι τῷ περὶ τὴν ἐξέτασιν τῶν βίβλων προστετηκότι μαθεῖν ἐκ πολλώ, ἐπ' ἐσχάτων τούτων ἡμερῶν πᾶσιν ἡμῖν διὰ τῆς τῶν θείων Γραφῶν ἀναπτύξεως εφανέρωσε, πρὸς ἐντε λεστέραν ἔνθεν ἡμᾶς· κοινωνίαν, καὶ μείζονα της πρώτης μετακαλούμενος. Ὡς γὰρ ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων θεός, οὕτω διὰ τοῦ νῦν βασιλεύοντος ἐπὶ γῆς ἀξιοπρεπώς, ὃν εὗρεν ὡς τὸν Δαυὶὸ ἀληθῶς ἄνδρα κατὰ τὴν καρ δίαν αὐτοῦ, τὰ διεῤῥωγότα τὸ παλαιὸν μέλη τῆς Ἐκ κλησίας Χριστοῦ συνάψας καλῶς ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης τὴν εἰρήνην καταρχὰς ἐπρυτάνευσεν. ζ'. Εδει δὲ ἄρα μετ' οὐ πολὺ καὶ τὸ πᾶν τῆς περὶ ἡμᾶς αὐτοῦ προμηθείας ἀποκαλύψαι μυστήριον, καὶ δεῖξαι τὴν τῶν Ῥωμαίων Ἐκκλησίαν τῆς ἡμετέρας κατὰ τὸν τῆς εὐσεβείας λόγον μηδὲν διαφέρουσαν, τί ποιεῖ, καὶ πῶς εἰς φῶς ἐξάγει τὰ τῆς θανα μασίας τῷ ὄντι καὶ κρυφίου ταύτης βουλῆς; Εξ αὐτῶν τῶν πρώην ἀνθεστηκότων ἄνδρα τὸν τὰ πρῶτα φέροντα τῆς ἐκκλησιαστικῆς ὁμηγύρεως ἐπί τε σοφίᾳ καὶ λόγοις αὐτοῖ;, τὸν γὰρ τοῦ βαθμοῦ καὶ τῆς τάξεως καὶ μνησθῆναι κομιδή περιττών, ἐξαίφνης ὥς ποτε τὸν μέγαν Παῦλον ἀνίστησιν, είχ εἰρήνην ευαγγελιζόμενον μόνον, ἀλλὰ καὶ ἄλλο παι ἀγαθὸν, ὅπερ ἐκ τῶν θείων Γραφῶν μετὰ τὸ ταύ την επαινέσαι συνέλεξεν, ἐπεὶ μηδ' ἐναπέμεινεν ὡς οἱ πολλοὶ τῷ γεγονότι, μηδὲ στῆναι μέχρι τῆς αἱ κονομίας τῆς καὶ αὐτῆς καλῶς προβάτης ηγάπησεν, ἀλλὰ τῇ τοῦ νοὺς πολυπραγμοσύνῃ τὰς τῶν ἁγίων Πατέρων έξηγήσας γραφάς, ἐπὶ τὸ πλέον ταύτης διέβη, καὶ τὸ τῶν ζητουμένων τέλος καταλαβὼν τὸ πλήρωμα τῆς κατὰ Χριστὸν εἰρήνης, ὡς ἀληθῶς διεπράξατο. Τοῦτον καὶ τῆς ἐναντίας μοίρας πρὸ τοῦδε τῷ περὶ τὰ καλὰ πάντως ζήλῳ καὶ τοτε
col. 1041–1042page 6 of 121
PG 141:1041γνωριζόμενον πρόμαχον, ὁ προειδώς πάντα πριν ς γενέσεως αὐτῶν προώρισεν ἀρχιερατικῶς ἐν τῷ παρόντι προστῆναι τῆς Ἐκκλησίας αὐτοῦ, καὶ τοῦ ναι πίστιν περὶ τῶν προκειμένων ὑμῖν ἐξ ὕψους ἀποκαλυφθέντα τήν τε διάνοιαν καὶ τὸ βάθος τῶν θείων Γραφῶν, ἀρχηγοῦ κανταῦθα τοῦ κραταρχοῦν τος ἡμῶν χρηματίσαντος, ὃς πρῶτος καὶ μόνο; ἔβα πτε μὲν ἀρχῆθεν τῆς ἀληθείας αὐτὸς, ὡς ἐκ τῶν ὕστερον τούτων ἐγνώκαμεν, οἴκοθεν, μᾶλλον δὲ θεόθεν μαρμαρυγάς τινας φωτισμοῦ περὶ ταύτης δεχόμενος, οὐκ εἶχε δὲ καὶ τοῖς ἄλλοις αὐτοῖς ἐκε λάμψαι τρανῶς, ἅτε μηδ' εὐπορῶν ὅλως τοῦ συγκ κρατοῦντος ἐπὶ τούτῳ, καὶ συναρήγοντος· ἀμέλει τοι καὶ γραφικὰς ἀπορίας ἐν τῷ μέσῳ προτείνων, καὶ τὰς αὐτῶν λύσεις πάντοθεν εἰσπραττόμενος, ο ὅτι μὴ τὸν ἰσχύοντα συμβιβάζειν τὸν νοῦν τοῦ γράμματος εὕρισκε, τοῦ μὲν κατὰ σκοπὸν πρὸς μια κρὸν ἀνεκόπτετο, τῆς δὲ τῶν Γραφῶν ἐρεύνης οὐκ ἀφίστατο τέλεον, τοῦ Θεοῦ πάντω; αὐτὸν εἰς τοῦτο παραβιβάζοντος, ἵνα τὸ φέγγος τῆς ἀληθείας ἐκ τοῦ συνεχῶς ταύταις ἐνασχολεῖσθαι καὶ τοῖς τῶν ἀντι λεγόντων έναστράψειεν όμμασιν, ὅπερ δῆτα καὶ οὐκ εἰς μακρὰν γέγονεν. Ο γάρ τοι τὸν πρώην ἐκεῖνον ζῆλον πολὺς μετά βραχὺ θεόθεν καὶ αὐτὸς ἐμπνευσ σθεὶς τὴν θείαν ἐπιμελῶς προτεθύμηται Γραφήν διελθεῖν, ἦν καὶ τὸν τρόπον τοῦτον ἐπισκεψάμενος ἐπέστησε τὸν νοῦν πολλαχοῦ, καὶ τοῖς λογισμοῖς ἐμ βαθύνας, τῆς τε τοῦ δόγματος ἀκριβείας ἐφίκετο, καὶ τοῖς πᾶσιν εἰς τοὐμφανὲς τὴν τῶν ἀδήλων γνώ σιν κατέστησεν, τὸν ζῆλον δεόντως πρὸς τοὐναντίον μεταβαλών, καὶ θερμότερον ἐνταῦθα τοῦτον ἤπερ ἐκεῖσε κτησάμενος, ὅσον καὶ μεγίστην ἐκ τῶν γρα φικῶν μαρτυριῶν τὴν πληροφορίαν επλούτησε. Καὶ νῦν τῶν λογικῶν Χριστοῦ προβάτων ποιμὴν γεγο νώς, διδάσκαλος τῆς ἀληθείας ἡμῖν ἀναδείκνυται. Δι' οὗ καὶ πρὸς ζήτησιν τῶν ἱερῶν λογίων πάντας τοὺς ὀλιγώρως αὐτῶν τὸ πρότερον ἔχοντας διεγείρας, ὁ ποιῶν πάντα καὶ μετασκευάζων Θεὸς πλὴν ὀλίγων τινῶν, ἐπειδὴ καὶ τῆς κακίας μεῖναι κατάλειμμα, καὶ ἐν τῷ παρόντι τὸ πᾶν τῆς ἰσχύος αὐτῇ πᾶσαν θεόπνευστον Γραφήν, τὴν ἐς δεῦρο μηδὲ γινωσκομένην πολλοῖς, εἰ μὴ τὰ πλείω ταύτης εἰδέναι φαίη τις ἐξ ὀνόματος, εἰς τὸ μέσον παρήγαγε, καὶ παρο ῥησίας ταύτην ἀπολαύειν ἠξίωσεν. Ἐξ ἧς ἡ τῶν Ρωμαίων Ἐκκλησία, βαβαὶ τῶν ἀφάτων τοῦ Θεοῦ δωρεῶ,! διεγνώσθη πρεσβεύειν ὀρθῶς, καὶ κατὰ τὸν νοῦν τῶν ἁγίων Πατέρων φρονεῖν. Ενθεν τοι καὶ πᾶσα σκανδάλου πρόφασις ἡμῖν περιήρηται, καθά περ ἱστὸς ἀράχνης διαλυθεῖσα, καὶ εἰς τὸ μηδὲν κατο αντήσασα. Τὰ δὲ τῆς εἰρήνης περιπολεί προφανώς, μηδεμίαν ἀφορμὴν διδόντα διαστάσεως πρόξενον ἐπείπερ οἷς ἐναντιογνωμονεῖν ὑμῖν κατὰ τὸ σέβας πρὶν ὑποπτεύοντες ὡς ἐχθροὺς ἀσπόνδους ἀπεσειό μεθα, τούτους ἀρτίως ὁμοδόξους είναι κατανενοηκότες, καὶ γὰρ ὁμοδόξους ἡμῖν τοὺς τῆς Ἐκκλησίας τῶν Ῥωμαίων καλῶ, καὶ καλῶν οὐδέποτε παύσομαι, εἰ καί τινες ή κακία στοιχοῦντες, ἢ καὶ ἀγνοία και θυπαγόμενοι διαῤῥήγονται, στέργομεν ὡς ἀδελφούς, καὶ καθάπερ οἰκεῖα μέλη πρῶτά τε καὶ τιμιώτερα
col. 1043–1044page 7 of 121
PG 141:1043τῶν ἄλλων ἐνστερνιζόμεθα, βραχέα τῶν οἴκοθεν κατατολμώντων δογματίζειν ἄρτι φροντίζοντες, Στε κενεμβατούντων ὡς ἀληθῶς, ἀλλὰ μὴ τοῖς θεοφόροις κατακολουθούντων Πατράσιν, οἱ τῷ παναγίῳ Πνεύ ματι διά τε καθαρότητα σαρκὸς καὶ νοός εἰλικρίνειαν εμπνεόμενοι, κάλλιστα καὶ πρὸ; ἀξίαν ἐθεσ λόγησαν. η'. Τοιαῦτα, θες δημιουργὲ τοῦ παντὸς, καὶ τὰ πρὸς ἡμᾶς σου τεράστια τοὺς εἰς τὰ τέλη τῶν αἰών νων σαφῶς καταντήσαντας (οὕτως οὐ διέλειπες, οὓς χερσὶν ἰδίαις διέπλασας παντοίως εὐεργετών, καὶ τὴν οἰκείαν κηδεμονίαν ἡμῖν ἐνδεικνύμενος), ἅπερ οὐ συνεῖδον οἱ πρὸ ἡμῶν ἡ ῥαστώνῃ τῇ πρὸς τὰς θείας Γραφάς, ἢ καὶ τῇ πρὸς τοὺς Λατίνους ἐναντιότητι. Πολλὰ γὰρ τὰ μέσον ἡμῶν τε κἀκείνων τὴν διαμάχην κατεργασάμενα, καὶ φιλεῖ συνθολού σθαι δι' ἔχθραν τὸ ἡγεμονικὸν τῆς ψυχῆς, μὴ συνο ρῶν τὴν ἀλήθειαν. Ταῦτα τὸ παρὸν ηὐδόκησις και ταμαθεῖν ἡμᾶς εἰς ἀκρίβειαν, καὶ τὰ τῆς ὑποδέσεως ἄλλως ἀρξάμενος κατὰ τὴν σὴν ποικίλην ἐπι στήμην, καὶ τὸ βάθος τῆς σῆς σοφίας καὶ γνώσεως, εἰς ἕτερον καταλῆξαι πέρας βέλτιον πολλῷ παρε σκεύασας, καὶ συνῆξας εἰς ἐν ἀληθῶς τοὺς διεσπασμένους ἐπὶ μακρὸν, καὶ τοὺς ἐσκορπισμένους εἰς τὴν αὐτὴν μάνδραν συνήλασας. Καὶ πάλιν ἰδοὺ μία ποίμνη πάντες ἡμεῖς ἐκ διαφόρων συνισταμένη καὶ πολυειδῶν τῶν ἐθνῶν, ἧς ποιμὴν ὁ Χριστὸς ὁ μονογενής σου Λόγος, ὁ μορφωθεὶς διὰ σπλάγχνα ἐλέους σου τὸ καθ᾿ ἡμᾶς καὶ ἡμέτερον, ὑπὲρ ὧν ποιός σοι λόγος εὐχαριστίας προσενεχθήσεται; τίνα δέ σοι καὶ τὴν ὀφειλομένην ἡμῖν εὐγνωμοσύνην προσοίσομεν τῷ ὑπερπλήρει παντὸς ἀγαθοῦ, τῷ πά σης ἐπέκεινα χάριτος, ὃς οὐδενὸς τῶν ἀνθρωπίνων χρήζεις κατ᾽ οὐδένα τρόπον, ὑπάρχων ἐν πᾶσιν ἀνεν. δεής; Οὐκ ἔστιν ὅπως διὰ ταῦτα καὶ τῶν νῦν στι πεπραγμένων χάριν οὐκ ἔλαττον τὸ κατ᾽ ἀξίαν ἀφο σιώσασθαι δυνηθείημεν, καὶ μᾶλλον ὅτι πολὺ καὶ τῆς ἐν τῷ λέγειν ἁπλῶς ἱκανότητος ἀποδέομεν, ὅπου γε κἂν ουράνιόν τινα, καὶ συνόλως ὑπερουράνιον ἄνε λαδόμεθα τὴν φωνὴν, οὐδὲ τότε τὸ χρεὼν ἀπεπλήσαμεν. Οὕτω, πανσθενὲς ύψιστα Κύριε, πάντα λόγον ὑπεραίρει τὸ τῶν πρὸς ἡμᾶς εὐεργετημάτων σου μέσ γεθος. Ἀλλὰ τὰ μὲν περὶ τούτων ἐνταῦθα κείσθω. Καὶ γὰρ οὐδὲ μακροτέρων δεῖσθαι δοκῶ μοι ῥημάτων Ο πρὸς τὴν τῶν λεγομένων παράστασιν. θ'. Ἐπεὶ δὲ τὴν ἀνήκουσαν ὡς οἷόν τε δόξαν ἐπ τοῖς γενομένοις ἀνεπέμψαμεν τῷ Θεῷ τῶν εἰς ἡμᾶς μεγαλοδωρεῶν αὐτοῦ μνημονεύσαντες, καὶ καταγγείλαντες τοῖς πᾶσι τὰ τούτου καὶ ἐς δεῦρο θαν μάσια, δίκαιον ἂν εἴη τὸ ἀπὸ τοῦδε τρέψαι τὸν λέ γον καὶ πρὸς τοὺς τἀναντία φρονοῦντας ἡμῖν, ζῆλον μὲν ἔχοντα;, ἀλλ' οὐ κατ᾽ ἐπίγνωσιν, ὅ φησιν ὁ θεῖος Απόστολος, ὧν οἱ μὲν τὰς τῶν ἁγίων Πατέ ρων φωνὰς ἀκούοντες, οὐ μὴν συνιέντες, τὸν ἐγκείμενον αὐταῖς νοῦν, ἀλλὰ σφαλερῶς αὐτὰς ἐκλαμβάνοντες, τὴν οὕτω καλῶς καὶ σὺν Θεῷ προβᾶσαν ε ρήνην τῶν. Ἐκκλησιῶν συκοφαντοῦσι καὶ διαβάλλουσι· πρὸς δὲ καὶ πάντη περιερχόμενοι κακῶς ἡμᾶς λέγουσιν, οὐκ εἰδότες περὶ τίνων διαβεβαιού
col. 1045–1046page 8 of 121
PG 141:1045τας παντάπασιν· οἱ δὲ δι' ἀπειρίαν ὅλως Γραφῶν οὐδὲ προσιδεῖν ἡμᾶς στέγουσιν, μή τοί γε προσ. ομιλῆσαι καὶ διαλεχθῆναι τὰ εἰκότα περὶ τῶν ζητουμένων ἡμῖν. Περὶ γὰρ τῶν ἄλλων, οι διὰ κακίαν καὶ μίσος, εἰσὶ γὰρ, εἰσί τινες καὶ τοι οὗτοι, τοῦ Σατὰν ἐνδεικνυμένου κἀνταῦθα τὴν ο κείαν ενέργειαν, φεύγουσιν ἡμᾶς βδελυττόμενοι, τί χρὴ καὶ λέγειν, οὓς ἀνορθώσασθαι μόνον τοῦ τοὺς νεκροὺς ζωοποιοῦντος Θεοῦ, σαφῶς ἤδη τῷ φθόνῳ καταπεσόντας, καὶ κινδυνεύσαντας; Οἷς καὶ δάκρυα μᾶλλον συμπαθείας αρμόζουσιν ἢ λόγοι πρὸς τὸ κρεῖττον μεθέλκοντες· ὅτι μηδὲ πείσουσι, κατὰ τὴν εἰπόντα σοφὸν, οὐδ᾽ ἣν πείσωσιν. Οὕτω τῇ πρὸς τὸ καλὸν μετουσίᾳ τεθνήκασι, τῇ βασκανίᾳ τὴν γνώμην κατ' ὀλίγον τακέντες καὶ ταύτῃ σαφῶς εἰς τὸ παντελὲς ὑποῤῥεύσαντες. Αλλ' ἐκεῖνοι μὲν ἐῤῥίφθων τοῦ λόγου τούτου μακράν, ὡς ἀνιάτω; τῆς προαιρέσεως ἔχοντες· πρὸς δὲ τοὺς ἄλλως δια κειμένους, οἳ καὶ τὴν θεραπείαν ἔτι τυχὸν προσδο κήσιμοι, καὶ γὰρ εἰκὸς ὀψὲ καὶ μόλις ἅψασθαί τι τῆς αὐτῶν καρδίας ῥῆμα σωτήριον, τὸν λόγον ποιητέον ἡμῖν, ἐν ᾧ καὶ τὰς γραφικὰς χρήσεις, αἷς ἐντυχοῦσιν ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν ἁπλα νῶς ἐξεγένετο, κατατάξομεν, τὰ παρ' ἑαυτῶν συν τιθέντες, καὶ τὸν νοῦν αὐτῶν ὡς δύναμις ἀναπτύσε σοντες. Ἔστι δ᾽ ὅπου καὶ τὰ τῶν ἐναντίων ἀνθυποφέροντες, καὶ ταῦτα κατὰ τὴν ἐν ἡμῖν χορηγίαν τοῦ Πνεύματος λύοντες, ὡς ἂν οἱ μὲν δι᾽ ἄγνοιαν τούτων ἀποπηδῶντες ἡμῶν διδαχθῶσιν ἴσως κακ μόνης τῆς τῶν θείων φωνῶν ἀκροάσεως, μὴ φοβεῖσθαι φόδον, οὗ μή ἐστι φόβος, κατὰ τὸν ψαλμογρά τον Δαυΐδ, ἢ μᾶλλον τὴν ἐπαινετὴν δειλίαν ἔνδον ἐν καρδίᾳ συλλαβόντες, καὶ ὠδινήσαντες, πνεῦμα σωτηρίας εκτέκοιεν, ἐν τῷ προσδραμεῖν ἑτοίμως, καὶ τὰς ψυχὰς ὁπίσω κολληθῆναι τῶν ἡμετέρων. Οἱ δὲ ταύτας παρεξηγούμενοι ταῖς ὀρθαῖς ἡμῶν καὶ ἀδιαπτώτοις ἐννοίαις, ἂν ἄρα καὶ συγκαταθέσθαι δυνηθείεν αὐταῖς, τῆς προτέρας καταγνόντες έαυ τῶν ὑπολήψεως τὸ ἀκριβὲς τοῦ δόγματος μεταμάτ ίωσι, καὶ μὴ τολμῶσι λέγειν ὡς ἐγώ τινος ἐπυθός μην αὐτῶν, ἀβασανίστως ἡμᾶς τὰς τῶν ἁγίων Πατέρων δεξαμένους φωνὰς, τὰ δόξαντα συνάγειν κακῶς, ἀλλ' ἐν καὶ τὸ αὐτὸ φρονοῦντες γένοιντο μεθ' ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσωμεν, τὴν μίαν θεότητά τε καὶ δύναμιν, περὶ ἧς ἤδη καὶ πρὶν τοῦ ζητήματος εἰσβαλεῖν, βραχέα διεξελθεῖν ἡγη σάμενος δεῖν, οὕτω γὰρ ἂν ὁ λόγος εὐοδωθείη πρὸς τὸ προκείμενον, αὐτὴν ἐκείνην ἐπικαλοῦμαι τὴν τοὺς ἀσυνέτους καὶ ἀσόφους συνετίζουσαν καὶ σοφί. ζούσαν, ἐν ᾗ πάντες οἱ τῆς γνώσεως ἀπόκρυφοι θησαυροί κατὰ τὸν μέγαν Απόστολον, λόγον μοι παρασχεῖν ἐν ἀνοίξει τοῦ στόματος, ἵνα τοῦ προσ ήκοντος, ὡς οἷόν τε κατευστοχήσας δυνηθείην είν πεῖν τι τῆς θείας μεγαλοπρεπείας ἐπάξιον. ι. Ιλαθι δέ μοι τὸ φοβερὸν τοῖς πᾶσιν ὄνομα καὶ φρικτόν, Θεέ και Κύριε τοῦ παντὸς, ἀγέννητε Πατέρ, Υἱὲ μονογενές, καὶ Πνεῦμα συμφυές τε καὶ σύνθρονον, ἡτῶν ὄντων ὑπεράρχιος ἀρχὴ καὶ ὑπέρο χρονος, τὸ τριλαμπές κράτος καὶ ἀμερές, ἡ ὁμο.
col. 1047–1048page 9 of 121
PG 141:1047βασίλειος εξουσία καὶ δύναμις, ει πρὸς σὲ τὸν στον, τὴν ἁγιαστικὴν ζωὴν καὶ φωτιστικήν, τολμήσας λύω τὴν γλῶτταν ὁ γηγενής, μηδὲν μηδόλως προκαθαράμενος, ἢ τόγε μετριώτερον εἰπεῖν καθαιρόμενος. Οὐδὲ γὰρ ὀλιγωρίᾳ, μὴ οὕτω μανείην αὐτὸ;, οὔτε μὴν ἀγνοίᾳ τῆς ἀπείρου καὶ ἀπροσίτου σου δόξης ταύτην ποιοῦμαι τὴν ἐπιχείρησιν, τῷ δὲ πελάγει θαῤῥῶν τῆς σῆς ἀγαθότητος, δι᾿ ἂν καὶ μόνην μηδὲν ὄντα με καταρχὰς ἐπλαστούργησες, καὶ καθημέραν πλημμελοῦντος ἀνέχῃ μου, τὴν επιστροφὴν ἐκδεχόμενος. "Εστι μὲν οὖν ὁ περὶ Θεοῦ λόγος, ὦ οὗτοι, καὶ πάνυ τοι δυσχερὴς καὶ δυσέφικτος οὐ μόνον ἡμῖν οἷς τὸ φρονοῦν ἐκ τῆς τῶν παθῶν ἀχλύος ἐπιπροσθούμενον οὐ συγχωρεῖται τηλαυγῶς καθορᾷν, ἀλλὰ καὶ τοῖς ἐν θεωρίᾳ διαβεβηκόσιν, ἐκ τοῦ καθαρὸν τηρῆσαι τὸ τῆς ψυχῆς λογιζόμενον. Οσον δ' οὖν ὅμως εἰς τὴν ἡμέτερον ἧκε νοῦν, ἐξ ὧν οἱ τοῦ πνεύματος διετράνωσαν, διττός ἀναπέφανται, καὶ κατὰ τρόπον διάφορον, ὁ μὲν τῷ μοναδικῷ τῆς οὐσίας πρέπων, εἴτ᾿ οὖν τῆς φύσεως, ὁ δὲ τῷ τριαδικῷ τῶν προσώπων, ταὐτὸν δὲ φάναι, τῶν ὑποστάσεων. Εἰς γὰρ κατ' ουσίαν καὶ φύσιν ὧν ὁ Θεὸς ἐν τρισὶν ὑποστάσεσι καὶ προσώποις γνωρίζεται, Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον, ίδια ζόντως ἐστί τε ταῦτα καὶ λέγεται, Θεὸς τέλε ο; ἕκαστον καθ᾿ ἑαυτὸ θεωρούμενον, καὶ πάλιν εἰς τὰ τρία Θεὸς γινωσκόμενος, οὔτε τῆς κατὰ τὰς ἰδιό τητας διαιρέσεως Εργαζομένης ἀλλοτρίωσιν φύσεως, οὔτε τῆς κατ' οὐσίαν ἑνώσεως σύγχυσιν ὑποστάσεων, ὡς Αρειος ὁ τῆς μανίας ἐπώνυμος, καὶ Σα περ κατ' ουσίαν ἐστὶ μονάς. βέλλιος ὁ ματαιόφρων ἐξ ἐναντίας ἀλλήλοις ιόντες, ὁ μὲν κατατομὴν θεότητος, ὁ δὲ συναλοιφήν προς ώπων ἀσεβῶς ἐδογμάτισαν. Διαιρεῖται γὰρ ἀδιαιρέτως ἡ ζωαρχικωτάτη καὶ παναγία Τριάς, καὶ συνάπτεται διῃρημένων, δ καὶ παράδοξον. Πλήν ὁ μὲν Πατὴρ ἀναρχός τε καὶ ἀναίτιος, οὐ γὰρ ἔκ τινος. Ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα, κἂν εἰ κατά χρόνον, καὶ ταῦτα συνάναρχα· πῶς γὰρ ὑπὸ χρόνον ὁ τῶν χρόνων ποιητὴς καὶ δημιουργός; κατά γούν ἕτερον λόγον οὐκ ἄναρχα, διόπερ οὐδὲ ἀναίτια. Καὶ ἄμφω γὰρ ἐκ Πατρὸς, οὐ μὴν ὡσαύτως, οὐδὲ κατά τρόπον τὸν ὅμοιον, ἐπείπερ ἀνάγκη καν τούτοις εἶναι διαφοράν, ἵνα καὶ ταῦτα προς άλληλα διακρί νωνται. Καντεῦθεν ἡ Τριὰς ἀληθῶς η τριάς, ως ια'. Οὐκοῦν ὁ μὲν Υἱὸς γεννᾶται, τὸ δὲ Πνεῦμα, καθὼς τὰ θεοπαράδοτα λόγια φασιν, ἐκπορεύεται, διάφοροι κλήσεις ἐπὶ διαφόροις ὑπάρξεσιν. Αλλ' ἐνταῦθα καὶ τὰ τῆς διαφωνίας ἡμῖν ἀναφαίνεται, δι' ἣν πάλαι μὲν ἔθνη διέστησαν ἀπ' ἀλλήλων ὁλό κληρα, τὰ πρώτως τῶν ἄλλων ἀπὸ Χριστοῦ τὴν προσηγορίαν πλουτήσαντα, Λατῖνοί τέ φημι καὶ Γραικοί. Καὶ τούτοις τ' ἄλλα πάντα τῶν Χριστιανῶν γενῶν συναπήχθησαν, μεγάλης ζάλης καὶ τρικυμίας τὴν Ἐκκλησίαν καταλαβούσης ἐξ ἐπη ρείας Σατανικῆς, καὶ πολλοῦ κατασχόντος ταύτην σάλου καὶ κλύδωνος, ἐξ ὧν φθορὰ καὶ συντριβὴ ταῖς ἡμετέροις συνήντησε πράγμασιν, ὡς προβῆναι ταῦτα
col. 1049–1050page 10 of 121
PG 141:1049καὶ πρὸς παντελῆ τὸν ἀφανισμὸν καὶ τὴν ἐξολόθρευσιν, καθάπερ ειπόντες ἔφθημεν ἄνωθεν, εἰ μὴ Κύριος ἐναργῶς ἡμῶν ἀντελάβετο, καὶ νῦν δὲ μετὰ τὴν τῆς ἀληθείας εὕρεσιν, καὶ κατάληψιν, ἦν τὸ Πνεῦμα τὸ ἅγιον ἐχορήγησε, τῶν ἡμετέρων τινὲ; τῆς προτέρας γνώμη; καὶ αὖ ἀντεχόμενοι, βλασφημίαν τοῖς ἐκ τῆς τῶν Ῥωμαίων Ἐκκλησίας ἐπεγκαλοῦσι, ὅτι κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα πρεσβεύουσιν, καὶ τὸν κατὰ Θεὸν ἡμῶν ἑνωθέντων τούτοις κακῶς αποσχίζονται, σκάνδαλον ὡς ἐπίπαν καὶ ταραχὴν οἰκουμενικὴν ἐμποιῆσαι σπουδάζοντες. Γυμνῆς γὰρ ἅπαξ τῆς ἄνω ῥηθείσης εὐαγγελικής λαβόμενοι τοῦ Σωτῆρος φωνῆς, ἀμέσως ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα λέγουσιν ἐκπορεύεσθαι, μήτε τῇ πρὸ ταύτης πάσῃ περικοπῇ τὸν νοῦν ἐφιστάνοντες, δι᾿ ἧς τοῖς προσω ἔχουσιν ὁπωσοῦν οὐκ ἐκτὸς ὑπάρχειν τοῦ Υἱοῦ τὸ Πνεῦμα καταλαμβάνεται, καὶ τὰς καθ᾿ ἑκάστην ἀναγινωσκομένας ἐπ᾿ Ἐκκλησίας τοῦ μεγάλου Παύ λου, τοῦ τῆς εὐσεβείας προστάτου, ρήσεις, αἱ τῆς αὐτῆς διανοίας εἰσὶν παρατρέχοντες, τὰς δὲ περὶ τούτου τῶν θεοφόρων Πατέρων Γραφάς, ἐν οἷς ἀριδήλως εἶναι διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα κηρύττεται μηδαμῶς μελετήσαντες, ἀλλ᾽ ἑαυτοῖς κενοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοήσαντες. ιβ. Ἡμεῖς δέ φαμεν, ταῖς θεοφθόγγοις τῶν ἁγίων ἑρμηνείαις ἑπόμενοι, τούτων δὲ τὴν ἐν Εὐαγ γελίοις οὐκ ὀλίγα τοῦ Κυρίου φωνὴν, καὶ τὰς ἀπο στολικὰς ῥήσεις οὐχ ἧττον δι' αὐτῆς ἀναπτύσσουσιν, ὃς καὶ προϊόντος τοῦ λόγου σχεδόν πάσας κατὰ καιρὸν ἑκάστην ἐκθήσομεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ, διὸ καὶ παρὰ τοῦ Υἱοῦ, ὡς διὰ τοῦ Υἱοῦ λαμβάνει τὴν ὕπαρξιν. Ὁ μὲν γὰρ Υἱὸς ἀμέσως πρόεισιν ἐκ Πατρὸς, τὸ δὲ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ· καὶ τοῦτό ἐστι τὸ μέσον τούτων τὴν διαφορὰν ἐργαζόμενον, καθ᾿ ἣν ὁ μὲν Υἱ; ὑπάρχει, καὶ μόνος γεννητὸς ἐντεῦθεν προσαγορεύεται, τὸ δὲ τοῦθ᾽ ὅπερ καλείται Πνεῦμα ἅγιόν ἐστί τε, καὶ μόνον ἐκπορευτὸν ὀνομάζεται. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ Γρηγόριος ὁ πάνυ τῆς τῶν Νυσταέων Ἐκκλησίας ὁ πρόεδρος, ὅς, διὰ μιας πόλεως ταύτης πάντα τὰ τοῦ κόσμου πέρατα τοῖς οἰκείοις περιλαβὼν δόγμασιν, ἐν τῇ πρὸς ᾿Αβλάβιον αὐτοῦ θεολογίᾳ τάδε φησί· Τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογοῦντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνου μεν· τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου, καὶ τὸ ἐξ αἰτίου δὲ ὄντος πάλιν ἄλ λην διαφορὰν ἐννοοῦμεν. Τὸ μὲν γὰρ προσεχώς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. Καὶ ταῦτα μὲν Γρηγόριος ὁ Νύσσης μάρ τις τῶν εἰρημένων ἄνωθεν ἀξιόχρεως, ἐξ ὧν ἡμῖν πιστεύεται καὶ καλῶς τὸ Πνεῦμα διαφέρειν πρὸς τὸν Υἱὸν ἐν τῷ δι' αὐτοῦ τὴν ὑπαρξιν ἔχειν παρὰ Πατρός. Ἐπείπερ εἰ μὴ τοῦτο, πάντως ἂν ἦν Υιός Υἱὸς καὶ αὐτὸς γεννητός. Η τίς ὁ λόγος τοῦτον μὲν Υἱὸν εἶναι, τὸ δὲ Πνεῦμα καὶ οὐχ Υἱόν; Δότω τις ἑτέραν μεταξὺ τὴν διαφοράν, ἐξ ἧς καὶ τὰς κλήσεις διαφόρους, ὡς εἰκός, ἔξουσι, καὶ ἡμεῖς σιωπήσομεν.
col. 1051–1052page 11 of 121
PG 141:1051ο Αλλ' οὐκ ἂν ἰσχύσειεν οὐδεμίαν ἄλλην οὐδεὶς ἐξ. ειπεῖν· ἕως ἂν ὁ θεσπέσιος οὗτος Πατὴρ ὁμολογεῖται παρὰ πᾶσι τῆς ἀληθείας εἶναι διδάσκαλος, &ς ἐν τούτῳ μόνῳ τὴν διαφορὰν Υἱοῦ καὶ Πνεύματος περιέστησεν ἐν τῷ τὸν μὲν προσεχῶς εἶναι παρά Πατρὸς τὸ δὲ διὰ τοῦ προσεχῶς, ταὐτὸν δὲ εἰπεῖν, διὰ τοῦ Υἱοῦ. Τοῦτο μὲν οὖν οὕτως ἔχον, οὐκ ἔστιν ὅστις ἂν ἀντείποι τῶν εὐσυνέτων καὶ τὸ φρονεῖν σταθηρῶν, πλὴν εἰ μή που τῆς εὐθείας μακρὰν ἐκ δεδράμηκεν. ιγ'. Οτι δὲ δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχει παρὰ Πατρὸς πρὸς τῷ φωστῆρι τούτῳ τῆς ἐκκλησίας, ὃς ἐν πολλοῖς καὶ ἄλλοις τῶν αὐτοῦ λόγων τά περὶ τούτου σαφῶς ἐδογμάτισεν, ὡς παρακατιὼν ὁ λόγος δηλώσει, καὶ τοῖς πᾶσι σχεδὸν τῶν ἁγίων Πατέρων, ὧν τὰ συγγράμματα καθάπερ πλάκας θεογράφους ἡ Ἐκκλησία Θεοῦ κατέχειν διέγνωκεν, οὕτω τεθεολόγηται; καὶ δόγμα τοῦτο κοινὸν ἦν καὶ καθολικὸν ἀνέκαθεν αποτεθησαυρισμένον αὐτῇ, και νῦν οὐκ οἶδα τί παθόντες οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παραδέχονται καὶ ταῦτα μετὰ τὴν τῆς ἀληθείας τοσαύτην ἐξέτασιν, καὶ τοιαύτην ἀνεύρεσιν. Δύο τίκα γὰρ ὁ πολὺς τὰ θεῖα Βασίλειος, ᾧ καὶ τὰ παρὰ πάντων ἐν ἅπασι συγκεχωρηκός, ἔν τινι τῶν πρὸς τὸν ἱερὸν Ἀμφιλόχιον αὐτοῦ κεφαλαίων οὕτω φησί· Πῶς ἂν οὖν χωρίζοιτο τὰ ἀχώριστα, λέ γος Θεοῦ καὶ Πνεῦμα ἐκ Θεοῦ δι' Υἱοῦ; Τίς του μεγάλου τούτου τῆς εὐσεβείας κήρυκος κατακεί σας, οὐκ ἂν εὐθὺς ἐφέψηται τοῖς ῥηθεῖσιν, ὧν καὶ γενόμενος ὅλος, ἀντιποιήσαιτο τοῦ δόγματος ὅτι δύναμις, τοιοῦτον ἔχειν τῆς πίστεως καθηγεμόνα βουλόμενος, ὃν οὐδενὸς ἧττον τῶν ὑπὲρ λίαν Πατέ ρων τὸ θεῖον ἐδόξασεν, ἅτε πολλὰ πολλάκις ὑπὲρ τῆς εὐσεβείας ἀγωνισάμενον, καὶ τοῦτο παριστῶσ τρανῶς αἱ πρὸς τοὺς αἱρετικοὺς ἀντιῤῥήσεις, αἱ πά σαν γλῶσσαν ἀποστομίζουσαι πονηρὰν καὶ παράκ μον, ἐν αἷς ἔστιν οὗ καὶ περὶ τοῦ προκειμένου δια έξεισιν, ὡς ἐν ἑτέρῳ τῶν αὐτοῦ κεφαλαίων δυνατὸν κατιδεῖν. Πρὸς γὰρ τοὺς λέγοντας, Διατί μὴ τὰ Πνεῦμα τὸ ἅγιον Υἱὸς τοῦ Υἱοῦ; φθάνει προ απαντῶν ὁ μέγας, ὡς δῆθεν ἀναιροῦντας τὸ εἶνα συνόλως αὐτὸ δι' Υἱοῦ, καὶ τὸ ἄτοπον ἀπαγορεύων φησί· Οὐ διὰ τὸ μὴ εἶναι ἐκ Θεοῦ δι' Υἱοῦ, καὶ τὴν αἰτίαν ἐπάγων, οὕτω προστίθησιν· Ἀλλ' ένα μὴ νομισθῇ πλῆθος ἄπειρον ἡ Τριάς, υἱοὺς ἐξ υἱῶν, ὡς καὶ ἐν ἀνθρώποις, ἔχειν ὑποπτευθεῖσα. Τὸ δὲ δι' Υἱοῦ μετ᾿ ὀλίγα συστῆσαι θέλων, ἀπὸ χρήσεως γραφικῆς ἐπιφέρει· Διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι τρανῶς ἐκήρυξεν ὁ Απόστολος, λέγων ὅτι τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἐλάβομεν, καὶ τὸ δι' Υἱοῦ πεφηνέναι σαφές πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ, καὶ νῦν Χριστοῦ προσειπών καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου. Ποίας ἂν ἀπὸ λίποι μανίας ὑπερβολὴν ὁ τῶν παρόντων βημά των ἀκροασάμενος, ἔπειτα μὴ τὴν γνώμην με ταθέμενος πρὸς τὸ βέλτιον; καὶ μᾶλλον ἐπείπερ ὁ μέγας Πατήρ καὶ Παῦλον τὸ τοῦ Χριστοῦ στόμα παράγει τὴν ἑαυτοῦ συνιστῶντα διάνοιαν, ἐν οἷς
col. 1053–1054page 12 of 121
PG 141:1053τὰς ὑπαγορευθείσας αὐτῷ περὶ τοῦ Πνεύματος ρή σεις εξηγούμενος φαίνεται, δι᾿ ὧν, ὡς προείρηται μοι, καὶ τὴν εὐαγγελικὴν ἀναπτύσσει τοῖς ἐπεσκεμμένως διεξιοῦσι ταύτας φωνήν, εἴπερ οὐκ ἄλλο τὸ παρ' αὐτῆς σημαινόμενον, ἀλλ᾽ ὅπερ αὐταίο τὸ γὰρ παρὰ τῷ Εὐαγγελίῳ Πνεῦμα τῆς ἀλη θείας, Πνεῦμα κατὰ Παῦλον Υἱοῦ, καὶ ναῦς Χρι στοῦ. Χριστὸς δὲ ἡ ἀλήθεια. Καλώς τοιγαρούν προλαβόντες ἐλέγομεν εἰς αὐτὴν ἐκείνην τὴν ἐν Εὐαγγελίοις περικοπὴν, ἀλλὰ δὴ καὶ τὰς ἀποστολικὰς ῥήσεις προσπταίειν τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐκ τῆς Κυριακῆς τάχα φωνῆς ὡς παρέργως μετιόντας τὰ περὶ τούτων, καὶ μὴ μετὰ τῆς προστ ηχούσης επιστασίας καὶ διασκέψεως. Ομω; εἰ καὶ μὴ πρώην, εἰς τὸ ἑξῆς γοῦν δοκῶ μηδένα τῶν πάντ των, ὅσοι μὴ διὰ τέλους ιδιοῤῥύθμως πρὸς πάντα λό γον ἀντιβαίνειν ἐγνώκασι, τούτων τι παραδραμεῖν ἀνεξέταστον, μήτε μὴν εἰς γνῶσιν αὐτῶν ἀφικόμενον, μεῖναι τῆς οἰκείας ἐθελοβούλου γνώμης εἰσέτι κακῶς ἐξεχόμενον, τρέψαντα δὲ τὴν ἄλογον ἔνστασιν οἶμαι πάντα τοιοῦτον, εἰς θαῦμα μεταβαλεῖν τὴν προαίρεσιν, καὶ μεθ᾿ ἡμῶν γενέσθαι τῶν τῆς ἀληθείας ὑπασπιστών, ἣν ὁ θεῖος οὗτος ἀνὴρ δυνά μει λόγου καθυποδείξας ἡμῖν, ὑπερμαχεῖν αὐτῆς τρόπον τινὰ προετρέψατο, την κοινήν πιστούμενος ἔννοιαν, ἥτις εἶχεν ἀεὶ δι᾽ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λαμβάνειν τὴν ύπαρξιν, ὡς δῆλον κἀκ τῆς τῶν ἀπορούντων διανοίας ἐστίν. Ἐπεὶ τίς ὁ λόγος τὴν αι τίαν τούτους ζητεῖν, ὅτιπερ οὐχ Υιός τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὴ δι' αὐτοῦ τοῦτο κεκτῆσθαι τὴν ὕπαρξιν ὁμολογουμένως επρέσβευον, καὶ παρὰ πᾶσι τὸ τοιοῦτον δόγμα κρατεῖν ἀναμφιβόλως καὶ στεῤῥῶς ἔδεσαν; τοῦτο δὲ πάντως κἂν τῆς πρὸς αὐτοὺς ἀπολογίας ὁ τὴν οὐράνιον σοφίαν παριόντι πλουτήσας τῆς ἀρετῆς οὕτως ἔχειν παραστησάμενος ἐβεβαίωσεν, ἀληθείας καὶ δυνάμεως γέμοντα φθεγ ξάμενος ῥήματα. Τὰ μὲν δὴ τοῦ μεγάλου Βασιλείου τοιαῦτα, καὶ οὕτως ἱκανῶς ἔχοντα πεῖσαι ψυχὴν συνθέσθαι τοῖς ὀρθοῖς τούτου δόγμασιν, ἅτε πολύ πλουτοῦντα τὸ ἰσχυρόν. ιδ'. Τίνα δὲ καὶ τὰ τῷ Νύσσης Γρηγορίῳ, τῷ μη δὲν ἧττον ἀδελφῷ τὴν τῆς πίστεως ὁμολογίαν ἢ τὴν σχέσιν τῆς φύσεως ἐν διαφόροις δογματισθέντα περί τούτου συγγράμμασιν, & καὶ μικρὸν πρόσθεν παρα θεῖναι προϊόντος τοῦ λόγου καθυπεσχόμεθα; Συνωδά καὶ ταῦτα, καὶ τὸ πᾶν σύμφωνα, τό τε σθένος οὐχ ἀποδέοντα τῶν προειρημένων, καὶ τοιαύτην περι ζωννύμενα τὴν ἀλήθειαν. Ἐν γὰρ τῷ πρώτῳ λόγῳ τῶν αὐτοῦ πρὸς Εὐνόμιον 'Αντιῤῥητικῶν ταῦτα δια λαμβάνων, καὶ οὗτός φησι· Πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος νοεῖται. Εξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενής Υἱὸς τῷ Πα τρὶ συνεπινοεῖται· δι' αὐτοῦ δὲ καὶ μετ᾿ αὐτοῦ πρίν τι κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ τὸ Πνεῦμα τὸ ἅγιον συνημμένως καταλαμβάνεται, οὐχ ὑστε ρίζον τὴν ὑπαρξιν μετὰ τὸν Υἱὸν, ὥστε ποτέ τὸν Μονογενῆ δίχα τοῦ Πνεύματος νοηθῆναι, ἀλλ' ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν
col. 1055–1056page 13 of 121
PG 141:1055ἔχον τοῦ εἶναι ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι οὔτε φύσεως ἑτερότητι τοῦ Πατρὸς ἢ τοῦ Μονομε τοῖς ἀποτέμνεται. Καὶ μετὰ πολλὰ πάνυ πάλιν φη σίν· Ἐξ ἀγεννήτου ἡλίου ἄλλον ηλιον τὸν Υἱόν νοοῦμεν ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοία γεννητώς αὐτῷ συνεκλάμποντα, καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα· καὶ πάλιν· Ετερον τοιοῦτον φῶς, κατά τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός. Τούτων οὐδὲν οὐδαμῶς ἐκδηλότερον ἢ τρανότερον, οἷς καὶ πάντας, ὅσοι μὴ τῶν ἄγαν ἐριστικῶν δι' ἀπόνο, ἐντεῦθεν ὀφθῆναι προσήκει καταπειθεῖς. Τὸ γὰρ ἀντι τείνειν καὶ πρὸς ταῦτα καὶ φιλονεικεῖν τοῖς τοσοῦτον προφανέσιν ἀντικαθίσταθαι, παρόμοιον πάντως, εἴ τις ἂν τηλαυγῆ καὶ φαιδρὶν ἡμέραν ὁρῶν, νύκτα βαθείαν εἶναι ταύτην λέγοι καὶ μέλαιναν. Οὕτω τυφλώττειν ὁ τοιοῦτος δόξειεν ἂν τοὺς τῆς ψυχῆς ὀφθαλμούς, ὡς ἐκεῖνος ἀληθῶς τοὺς τοῦ σώματος. Ο μὴ πα θεῖν, μηδ' ἀκοῦσαι τῶν εὐκταιοτάτων τοῖς εὐφρονοῦσι καθέστηκεν. Τῆς γὰρ ἐσχάτης ἀλογίας τοῦτο τεκμήριον, ἣν οὐκ οἶδα πῶς ἂν δυνηθείη φυγεῖν ἡ τοῖς ῥηθεῖσι τῷ θειοτάτῳ τούτῳ Πατρὶ προθυμούμενος ἀντιφέρεσθαι, τοιούτῳ μὲν ὄντι τὴν ἀνωτάτω καὶ ὑπὲρ ἡμᾶς σοφίαν, περὶ τοιούτων δὲ διαλεγομένῳ περιφανῶς, ὧν οὐδὲν τῶν πάντων ἐπέκεινα. Καὶ μὴν ἐμοὶ μέγα καὶ τὸ δύνασθαι μόνον τοῦ τῶν λεγομένων ύψους ἐφικνεῖσθαι, καὶ φανερῶς δῶρον Θεοῦ. Διὸ καὶ πείθων ἐμαυτὸν οὐ διαλείπω, συμ βουλεύσαιμι δ' ἂν καὶ τοῖς ἄλλοις, ὅσοι τὰς ἀκοὰ; ἕτοιμοι πρὸς ὑποδοχὴν παραινέσεως, μὴ βιάζειν ἐπιπλέον ὑπερεκτείνεσθαι. Καλὸν γὰρ τούτοις ἐμ μένοντας τῆς ἀσφαλείας φροντίζειν ολοσχερώς. Ασφάλεια δὲ τὸ τοῖς· κειμένοις στοιχεῖν δόγμασιν, ἃ τὸν ἑαυτοῦ νοῦν ὁ θαυμάσιος οὗτος ἀνθρ, καὶ ὅσι κατ' αὐτὸν ἕτεροι τῆς προσπαθείας τῶν ὑλικῶν και θάπαξ ἀπάραντες κατέλαβον ἀκριβῶς, καὶ διὰ γρα φῆς τοῖς πᾶσι παραδεδώκασι. Τὸ δὲ προσεξευρίσκειν τούτοις ἄλλα τινα, καὶ πλάττειν ἀντιλογίας ἀφ' ἑαυτῶν, πρὸς ἀπολείας τοῦτο φέρει κρημνὸν, εἰς ὃν καὶ τὸ ἐμπεσεῖν φοβερὸν, καὶ μάλιστα τοῖς διὰ κακίαν, ἀλλὰ μὴ δι' ἄγνοιαν ολισθήσασιν. Ο καὶ μι δενί ποτε γένοιτο, Θεὲ καὶ Κύριε τοῦ παντός. ιε'. ᾿Αρχεῖ καὶ μόνα τὰ τῶν μεγάλων τούτων ἀν δρῶν τὴν ἀδελφικήν κἂν τοῖς τοῦ Πνεύματος τηρούν των ὁμόνοιαν τοῖς εὐγνωμόνως ἀκροωμένοις τὴν ἐκ Πατρὸς παραστῆσαι δι' Υἱοῦ τοῦ Πνεύματος ύπαρ ξιν· ὁ δὲ λόγος βούλεται καὶ τὰ τῶν λοιπῶν θεοφόρων Πατέρων εἰς μέσον προσενεγκεῖν, οι τῷ πανα γίῳ κινούμενοι Πνεύματι καιροῖς ἰδίοις, ὡς ἐχορήγησεν ἡ χάρις ἑκάστῳ, πάντες ἐθεολόγησαν. Οσῳ γὰρ πλείους αἱ μαρτυρίαι, τοσούτῳ καὶ τὰ βέβαιον αὐτῷ προσγενήσεται. Παρίτωσαν τοίνυν οἱ τῆς Δίσ γύπτου φωστήρες, οι κατ' ᾿Αλεξάνδρειαν ἀνατείλαντες, κἀκεῖθεν τοῖς θείοις αὐτῶν διδάγμασι τὸν και σμον ἅπαντα καταυγάσαντες, ή τε κρηπὶς τῆς εὐ σεβείας ὁ τῆς ἀθανασίας ἐπώνυμος δηλαδή, καὶ Κύριλλος ὁ δογματικώτατος, τὴν οἰκείαν καὶ οὗτοι
col. 1057–1058page 14 of 121
PG 141:1057περὶ τούτου διάνοιαν ἐξαγγέλλοντες, ὧν μὲν προγενέστερος ἐν οἷς ἔλεγχον τὸν περὶ Μελέτιον ἐκτίθεται καὶ Εὐσέβιον, Ην δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα, λέγει, δοξάζεσθαι μὴ προοδικῶς ὃν ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονὸς, ὡς λέγουσιν. Ορθοδόξου δὲ πάλιν καὶ Μακεδονίου διάλεξιν ἐκτιθέμενος, οὕτω φησίν· Εάν οὖν δειχθῇ τῆς αὐτῆς εἶναι φύσεως καὶ θεότητος τῷ Υἱῷ καὶ τῷ Πατρὶ τὸ Πνεῦμα τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθὲν, καὶ προσκυ γητὸν καὶ λατρευτὸν ἀποδειχθήσεται. Κύριλλος δὲ μεθύστερον ἐν μὲν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάν την εὐαγγελικοῦ ῥητοῦ τοῦ λέγοντος, "Οταν οὖν ἔλθῃ ὁ Παράκλητος. Ωσπερ γάρ ἐστιν ἴδιον Πνεῦμα τοῦ Υἱοῦ, διδάσκει, φυσικῶς ἐν αὐτῷ τε ὑπάρχον, καὶ δι' αὐτοῦ προϊόν, οὕτω καὶ τοῦ Πατρός. Ὁ αὐτὸς εἰς τὸ, Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ· Προείρηκα γὰρ, φησὶν, εἰ καὶ μὴ δεδύνησθε πάντα μαθεῖν. Οὐκ ἂν οὖν ἄρα καθάπερ ἐγὼ προερεῖ τὰ ἐσόμενα, μὴ οὐχὶ πάντως ἐν ἐμοί τε ὑπάρχον, καὶ δι' ἐμοῦ προϊόν. Τὸ, Ἐκεῖνος ἐμὲ δοξάσει, πάλιν ἐπεξηγούμενος, Ἐπειδὴ δὲ ὁμοούσιον τέ ἐστι τῷ Υἱῷ, λέγει, καὶ πρόεισι θεοπρεπῶς δι' αὐτοῦ, πᾶσαν αὐτοῦ τὴν ἐφ' ἅπασι τελεωτάτην ἔχον ἐνέργειάν τε καὶ δύναμιν· διὰ τοῦτό φησιν ὅτι «Εκ τοῦ ἐμοῦ λήψεται·» καὶ προβαίνων μικρόν αὖθις φησι· Προτὸν γὰρ δι' αὐτ τοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ μετὰ πάντων, ὧν ἔχει τελείως, λαμβάνειν λέγεται τὰ αὐτοῦ. Τι δέ; καὶ τὴν Πάντα ὅσα ἔχει ὁ Πατήρ ἐμά ἐστι βήσιν σαφηνίζων μυσταγωγεῖ· Διὰ τοῦτο εἶπεν ἡμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει, καὶ ἀναγγελεῖ ὑμῖν, τὸ Πνεῦμα δηλονότι τὸ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ. Ταῦτα μὲν οὖν ἀπὸ τῆς κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην· ἱερᾶς ἑρμηνείας Κυρίλλου τοῦ σοφοῦ συνελέγησαν, δς, ἑαυτῷ πανταχοῦ σύμ φυνος ὤν, ἐν μὲν τῷ δευτέρῳ τῶν πρὸς Ερμείαν αὐτοῦ λόγων ταῦτα διαλαμβάνει ῥητῶς· "Αγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Θεοῦ Πατρὸς δι' Υἱοῦ προχεόμενον φυσικῶς, καὶ καθάπερ ἐν τύπῳ τῆς ἐκ τῶν στομάτων διαπνοῆς τὴν ἰδίαν ἡμῖν ὑποσημαίνων ὕπαρξιν. Ἐν δὲ τοῖς πρὸς Παλλάδιον, ἅπερ καὶ αὐτὰ κατὰ πεῦσίν εἰσι καὶ ἀπόκρισιν, αὖθις οὕτω διέξεισι· Τρεπτὸν δὲ οὔ τι που τὸ Πνεῦμά ἐστι ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ' αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν τοῦ Υἱοῦ, τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ἤγουν ἐκ Πατρὸς δι' Υἱοῦ προχεί μενον Πνεῦμα. ς. Τι πρὸς τὴν ἐξ ἀμφοῖν φωνὴν τοῦ θείου τούτου Πατρὸς εἴποιεν ἂν οἱ τὴν δι' Υἱοῦ μήτε συν όπως παραδεχόμενοι, καὶ προσέτι σφόδρα κακίζοντες; Ο μὲν γὰρ ἐξ ἀμφοῖν εἶναι λέγει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἑρμηνείαν ἀθρόον ἐπήγαγεν, ήγουν ἐκ Πατρὸς δι' Υἱοῦ, δι᾿ ἣν ἑρμηνείαν οὐδὲ τὴν ἐκ κἀπὶ τοῦ Υἱοῦ πρόθεσιν ἀποβάλλεται, καλῶς ποιῶν, καὶ τῆς ἑαυτοῦ μεγαλοφυΐας ἐπαξίως παν τάπασιν· ἐπείπερ οἶδε μὴ λυμαινομένην μηδαμῶς τὴν εὐσέβειαν, ὅταν δηλαδή καθὼς αὐτὸς ἐξηγήσατο
col. 1059–1060page 15 of 121
PG 141:1059ταύτην τις ἐκλαμβάνηται. Μηδὲ γὰρ εἶναι τὸ σέβας ἡμῖν περὶ τὰς φωνὰς, περὶ δὲ τὴν σημασίαν τῶν λέξεων. Οἱ δὲ καὶ τὴν διὰ, καθ᾽ ἣν οὐδεμία τις ὑπή. νοια πονηρά, φεύγουσι, κακῶς περὶ τούτων διανοο μενοι. Πῶς γὰρ ἂν τὸ συναφὲς καὶ ἀμέριστον τῆς ζωαρχικῆς Τριάδος ἐμφήνωσι, μὴ δι᾽ Υἱοῦ τὸ Πνεῦμα παρὰ Πατρὸς εἶναι λέγοντε;; ᾿Αλλὰ περὶ μὲν τοῦ τῆς Τριάδος ἀμερίστου καὶ συναφούς, καὶ πολλῷ πλέον περὶ τῆς ἐκ, ὅτι καὶ ταύτῃ συμφώνως οι πλείους τῶν Πατέρων ἐχρήσαντο, καὶ μᾶλλον ὁ ἐνθεώτατος Κύριλλος, καὶ ἐξ Υἱοῦ δεδωκότες εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, οὐ τοῦ παρόντος λέγειν καιροῦ. Καὶ γὰρ ἐν οἰκείῳ τόπῳ καὶ περὶ τούτων διαληψόμεθα. ιζ. Νῦν δὲ τῆς ἀκολουθίας τῶν προειρημένων εχόμενοι λέγομεν ὅτι τὸ δι' Υἱοῦ παρὰ Πατρός ὑπάρχειν τὸ Πνεῦμα τὸ ἅγιον τρανότερον τῶν ἄλ λων ἐκήρυξεν ὁ Δαμασκόθεν σοφὸς μελωδός, ὁ κατά τὴν ἑαυτοῦ κλήσιν θείας χάριτος ἔμπλεως. Ούτος καὶ γὰρ ἐστιν ὅπου τῶν οἰκείων ὕμνων εναργέστερον τὰ περὶ τούτου διεξιών, ὡς παρὰ τῶν ἀνέκαθεν διαπρεψάντων ἁγίων ἐξηκριβωμένην τὴν θεολογίαν δεξάμενος, οὕτω βοᾷ πρὸς τὸν Κύριον • Ιλεων νέ μοις ἡμῖν Πνεῦμα μεταδοτικὸν ἀγαθότητος ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον. Καὶ τοῦτο σαφές ἴσασι πάντες, ὅσοις τι μέλει τῶν ἐν τοῖς ἱεροῖς οἴκοις συνάξεων, ἅτε πολλάκις ἐπ᾿ Ἐκκλησίας καὶ διαπρυσίως αδόμενον· καὶ τὴν ῥῆσιν οὐκ ἔστι παρακρούσασθαι τούτων τινὰ προσποιησάμενον ἄγνοια». Τὸ μέντοι καὶ τὴν τοιαύτην θεολογίαν ἐκ τῶν ἄνω θεν διδασκάλων, ὥς τινα πατρῷον κλῆρον εἰς αὐτὸν κατελθεῖν, ἱκανῶς μὲν καὶ προφθάσαντες ἐδηλώσαμεν, ἐξ ὧν τοὺς πρώτους τούτων σχεδὸν οὕτω παραδόντας αὐτὴν παρεστήσαμεν. Δείξομεν δὲ καὶ τὸ παρὸν, εἰ δοκεί, παραλαβόντες εἰς μαρτυρίαν καὶ Γρηγόριον τὸν ἐν θαύματι διαλάμψαντα, παρ' ὧν καὶ τὴν ἐπωνυμίαν ἐπλούτησεν. Ὁ μὲν γὰρ Κύ ριος, Διὰ δύο μαρτύρων, ἢ καὶ τριῶν πᾶν, εἶπε, ῥῆμα σταθήσεται, τὸ ἀποχρῶν αὐτῶν εἰς βεβαίωσιν τάχα παραδηλῶν· ἡμεῖς δὲ, τὸν τοιοῦτον ἀριθμὸν κατά πολλὴν εὐπορίαν διπλασιάσαντες, ἕκτον ἤδη τοῦτον παράγομεν, ἔχοντα πολύ πρὸς τοῖς ἄλλοις τὸ ἀξιόπιστον, ὃς ἐν τῷ τῆς κατὰ μέρος Πίστεως αὑτοῦ λόγῳ ταῦτά φησιν· Ομολογοῦμεν ὁμοούσιον τῷ Πατρὶ εἶναι τὸν διὸν καὶ τὸ Πνεῦ μα, τουτέστι μίαν θεότητα φυσικῶς ἀγεννήτου μένοντος τοῦ Πατρὸς, γεννηθέντος δὲ τοῦ Υἱοῦ ἐκ Πατρὸς, τοῦ τε Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς δι' γιοῦ. ἀϊδίως ἐκπεμφθέντος. ιη'. Εδει τοὺς ἅπαξ εἰς ἀντιτεταγμένην μοίραν ἀποκριθέντας, καὶ τῆς συναυλίας ἀποῤῥαγέντας ἡμῶν, εἰ καὶ μὴ πρώην, νῦν γοῦν ἀκούσαντας, καταπτῆξαι, καὶ πειθηνίους ἑαυτοὺς ἡμῖν παρασχείν, τὸ τοῦ ἀνδρὸς καὶ μόνον εὐλαβηθέντες αἰδέσιμον. Οι δ', ὡς ὁρῶ, καὶ μᾶλλον τῆς ἐκπεμφθέντος δραξάμενοι λέξεως, τὰς ἀντιθέσεις, ἃς ἐκ πολλοῦ συλ λαβόντες ώδινον ἔνδοθεν, ἄρτι φανερῶς ἐκρηγνύουσι
col. 1061–1062page 16 of 121
PG 141:1061β εείναι τα πιο οποιο της και καί φασι μηδὲν τυγχάνειν σὺν τῇ παρούσῃ, μηδὲ τὰς τῶν ἀναγεγραμμένων χρήσεων πλείους πρὸς τὸ προκείμενον· ὅτι μὴ τὸ εἶναι ταύταις, ἢ τὸ ὑπάρ χειν ζητῶς πρόσκειται. Τῇ μὲν γὰρ τὸ πεφηνέναι, ταῖς δὲ τὸ ἐκλάμπειν, ετέραις τὸ προγεῖσθαι το καὶ ἐκχεῖσθαι, ταῖς μετ᾿ αὐτὰς τὸ προϊεσθαι, τῇ δὲ τὸ προέρχεσθαι, καὶ ταύτῃ τὸ ἐκπέμπεσθαι παρὰ τῶν ἁγίων ἀπονενέμηται. Τούτων δ᾽ οὐδὲν τὴν ύπαρξιν σημαίνει τοῦ Πνεύματος, ἕκαστον δὲ τὸ τούτῳ κατάλληλον· τὸ πεφηνέναι τὴν αὐτοῦ πρὸς ἡμᾶς ἔκφανσιν· τὸ ἐκλάμπειν τὴν εἰς τὸν κόσμον ἀῤῥήτου τούτου φωταύγειαν· τὸ προχεῖσθαί τε καὶ ἐκχεῖσθαι τὴν τῶν χαρισμάτων αὐτοῦ τοῖς ἀξίοις διανομήν· τὸ προϊεσθαι, πρὸς δὲ καὶ προέρχεσθαι τὴν ἐν ἡμῖν αὐτοῦ θείαν ἐπέλευσιν· τὸ δὲ ἐκπέμπεσθαι τὴν τούτου τοῖς μαθηταῖς ἐπαγγελθεῖσαν παρὰ τοῦ Σωτῆρος ἀποστολήν· ὰ πάντα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι πιστεύομεν, μηδενὸς αὐτῶν τὴν τοῦ Πνεύματος σημαίνοντος ύπαρξιν, Καὶ ταῦτα μὲν οὗτοι, μήτε περὶ ὧν διατείνονται τὸ παράπαν γινώσκοντες, καὶ τὰς μεταξὺ τοῦ τε μεγάλου Βα σιλείου, καὶ τοῦ θείου Πατρός Αθανασίου ῥήσεις, ἐν αἷς τὸ εἶναι πρόσκειται κακούργως ἀποκρυψάμενοι. Περὶ γὰρ τῆς πρώτης οὐδαμῶς διαφέρεσθαι δέον ἡμᾶς, ὡς ἀπολύτου κειμένης, καὶ δίχα τινὸς ὅλως ῥήματος, εἰ καὶ δυνάμει καν ταύτῃ τὸ ὑπάρ χειν ἐστὶ κατὰ τοὺς περὶ ταῦτα δεινοὺς ἀναγκαίως νοούμενον. Όμως οὗτοι μὲν διὰ τῶν τοιούτων τὴν οἰκείαν γνώμην παρέστησαν· ἐγὼ δὲ τοῖς δια ληφθεῖσι προστίθημι καὶ τἄλλα τὰ τούτοις ἑπόμενα, τὸ ἀναβλύζειν δηλαδή, τὸ πηγάζειν, καὶ εἴ τί περ ἕτερον ὅμοιον, ἅπερ πανταχοῦ τῆς θείας Γραφῆς ἐπὶ τοῦ Πνεύματος εὑρίσκεται λαμβανόμενα· ταῦτα πάντα τὴν αὐτοῦ δηλοῦν λέγων ὕπαρξιν· καὶ τοῦτο δειχθήσεται κατὰ τὸ παντελῶς ἀναμφίβολον, ἐξ ὧν συχνοὶ τῶν ἁγίων, κἀπὶ τῆς ἐκ Πατρὸς ὑπάρξεως τοῦ Υἱοῦ τὰς τοιαύτας φωνὰς παρειλήφασιν, ὧν απ βήσεις μικρὸν ὕστερον ἐνθάδε καταστρωθήσονται. Νῦν δὲ τέως καὶ τῶν ἀναγεγραμμένων ἐν μιᾷ τινι χρήσεων τὸ τοιοῦτον ὁρᾶται τοῖ; οὐ παρέργως ανα γινώσκουσιν. Τὸ γὰρ ἐκλάμπειν ὁ Νύσσης Γρηγόριος πρότερον ἐπὶ τοῦ Υἱοῦ, καὶ τότε δεόντως ἐπὶ τοῦ Πνεύματος τέθεικεν, ἵνα πᾶσαν ἀντιλογίας ἀπο κλείσῃ τοῖ; φιλέρισι πρόφασιν. Οὐ γὰρ δὴ κἀπὶ τοῦ Υἱοῦ τὸ ψυχρὸν αὐτῶν ἐκεῖνο νόημα χώραν έξειν ποσῶς νομισθήσεται τοῖς τῶν ἀκροατῶν ἐπιγνώ μοσιν. ᾿Αφίημι γὰρ λέγειν, ὅτι καὶ τὸ προχεῖσθαι, καὶ τὸ ἐκπέμπεσθαι προσκείμενά τινα τούτος ἔχοντα, τοῦτο μὲν τὰ ἀϊδίως, ἐκεῖνο δὲ τὸ φυσικῶς καὶ οὐσιωδῶς τὰς ῥηθείσας ἐννοίας τούτων οὐ παραδέχονται. Πῶς γὰρ τὸ Πνεῦμα φυσικῶς καὶ οὐσιωδῶς προχείμενον ἐπὶ τῶν χαρισμάτων ληφθής σεται; Πῶς δὲ καὶ αϊδίως ἐκπεμπόμενον ἐπὶ τῆς ἀποστολῆς νοηθήσεται; Πλὴν ταῦτα μὲν κατὰ πά μονον, κἂν εἰ τῶν ὑπεναντίων καὶ οὕτω κρατῇ κατὰ πολλὴν περιουσίαν δυνάμεως. ιθ'. Ηδη δὲ καὶ τὰς τῶν ἁγίων περὶ τῶν προσ λεχθέντων ἐκθεῖναι ῥήσει; οὐκ ἄκαιρον. Ὁ μὲν γὰρ ἀκράδαντος στῦλος τῆς Ἐκκλησίας Αθανάσιος ὁ μέγας, οὗ πλεῖστα τὰ ὑπὲρ τῶν ὀρθῶν δογμάτων παλαίσματα, τῆς εὐσεβείας ὁ γενναῖος ἀγωνιστής
col. 1063–1064page 17 of 121
PG 141:1063καὶ ὑπέρμαχος, ἐν τῷ περὶ τῆς ἀϊδίου ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος λόγῳ, τὸ πεφηνέναι τιθείς, κἀπὶ τῆς ἐκ Πατρὸς ὑπάρξεως τοῦ Υἱοῦ ταῦτά φησι· Τοίνυν οὐδὲ ὁ Υἱὸς Λόγος ἐν καρ δίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν ἀπὸ ζῶντος Θεοῦ ἀϊδίῳ γεννήσει πεφηνώς, ἀνάρχως τῷ Πα τρὶ συνών. Ὁ δὲ θεολογικώτατος Κύριλλος ἐν τῷ πρὸς Ουαλεριανὸν ἐπίσκοπον λόγῳ, καὶ οὗτος οὕτω πως εἴρηκεν· "Αγιος γὰρ ἂν κατὰ φύσιν καθάπερ αμέλει καὶ ὁ Πατὴρ ὁ ἐξ αὐτοῦ πεφηνώς Υἱὸς μονογενὴς ἡγιάσθαι λέγεται παρὰ τοῦ Πατρὸς, καθὸ πέφηνεν ἄνθρωπος. Ὁ αὐτὸς τὸ ἐκλάμπειν καὶ ταύτῃ διδοὺς ἔν τινι τῶν περὶ τῆς ἀϊδιότητας τοῦ Υἱοῦ κεφαλαίων αὐτοῦ, τοιαῦτα πρὸς ἔπος διέξεισιν· 'Ο δὲ ἄνω πάντων ἀναβεβηκώς θεὸς ἐκλάμψας ἀμερίστως ἐξ αὐτοῦ τὸν Υἱόν. Καὶ ἐν ἄλλῳ· Ο Πατὴρ ἐξέλαμψεν ἐξ αὐτοῦ τὸν Υἱν ἀμερίστως καὶ ἀδιαστάτως. Καὶ ἐν ἑτέρῳ Ωσπερ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομέν νει περὶ τὴν οὐσίαν διαφόρους ἐκπέμπων τους ἐν τοῖς χαρίσμασι τρόπους· οὕτω καὶ τὴν γεν νητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὐτρο γούντων ἀδικεῖσθαι φήσειεν, ἢ μερισμόν, ἡ ἀποῤῥοιάν τινα παθεῖν ἕνα καὶ μόνον ἐξ αὐτῆς ἐκλάμψασαν Υιόν. Ο μέγας αὖθις τὰ θεῖα καὶ πολὺς ᾿Αθανάσιος ἐν τῷ περὶ Διονυσίου τοῦ ἐπισκέ που λόγῳ τὸ προχεῖσθαι δεικνὺς ὅτι κἀπὶ τῆς ἐκ Πατρὸς ὑπάρξεως ἐκλαμβάνεται τοῦ Υἱοῦ τάδε λέ γων εὑρίσκεται· Πηγὴ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ὁ Θεὸς, ποταμὸς δὲ προχείμενος ὁ Υἱὸς dναγέγραπται. ᾿Απόῤῥοια γὰρ τοῦ Λόγος, καὶ ὡς ἐπ' ἀνθρώπων εἰπεῖν ἀπὸ καρδίας διὰ στόματος εξοχετεύεται. Πάλιν ὁ ἐν ἁγίοις ἐνθεώτατος Κύ ριλλος ἔν τινι τῶν εἰρημένων ἄνωθεν κεφαλαίων αὐτοῦ τὸ προέρχεσθαι καὶ ταύτῃ παριστάνων εἶναι κατάλληλον, ταῦτ' ἔφησεν ἐπὶ λέξεως· Ο μὲν γὰρ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθών, Πατέρα εὐθὺς ἔδειξε τὸν γεννήσαντα. Καὶ ἐν ἑτέρῳ Ὥσπερ ὁ Πατὴρ ἄναρχος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθών Λόγος ἄναρχος. Καὶ ἐν ἄλλῳ· Οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀμερίστως ἐκ τοῦ Πατρὸς προελθὼν χαρακτήρ ἐστι τῆς ἀτειό. τητος αὐτοῦ. Οὗτος ἐν ἄλλῳ τῶν τοιούτων κεφα λαίων αὐτοῦ τὸ ἐκπέμπεσθαι τῇ τοῦ Υἱοῦ παρά Πατρὸς ὑπάρξει προσνέμων ούτωσί πως ἐφθέγξατο Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινό μενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περί τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπει τὸν ἐξ αὐτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ αὐτῶν ἀπαθῶς, οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμπει τὸ ἀπαύγασμα; Πρὸς τούτοις ὁ αὐτὸς καὶ πάλιν ἔν τινι τῶν αὐτοῦ κεφαλαίων, καὶ τὸ προιέναι κἀπὶ ταύτης ἐκλαμβανόμενος, ταῦτα κατά ῥῆμα διέξεισι· Σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισι. Καὶ μὴν καὶ τὸ ἀναβλύζειν ὁ τοιοῦτος ἐπ' αὐτῆς τῆς ὑπάρξει; τοῦ Υἱοῦ τίθησιν ἔν τινι τῶν διαληφθέντων αὐτοῦ κεφαλαίων οὕτω διατρανῶν· *Ην ἄρα τῷ γεννή
col. 1065–1066page 18 of 121
PG 141:1065Ι. σαντι συναΐδιος ὁ Υἱός, ώπερ ἀπό τινος πηγῆς τῆς πατρώας ἀναβλύζων οὐσίας. Ο τῆς ἐκκλησίας αὖθις φωστὴρ ὁ θειότατος ᾿Αθανάσιος, τὸ πη γάζειν προσαρμόζων αὐτῇ, πηγὴν τὸν Πατέρα του Υἱοῦ κέκληκεν οὕτως εἰπὼν ἐν τῇ πρὸς τοὺς ᾿Αλεξανδρεῖς ἀπὸ τῆς συνόδου τῆς ἐν Ἱεροσολύμοις ἐπιστολῇ· Γινώσκοντες εἰσιν οἱ τὴν Ἀρειανὴν αἵρεσιν ἀναθεματίσαντες, μή κτίσμα, ἀλλ᾽ ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν λόγον, καὶ τὴν οὐσίαν τοῦ Πατρὸς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν εἶναι τοῦ Υἱοῦ. Τούτων ἐνῆν καὶ πλείω προθεῖναι τοῖς βουλομένοις ἀπὸ τῆς θείας Γραφῆς ἐκλεξάμενον· ὅμως τὸν κόρον φεύγων τὸν ἀπὸ τοῦ πλήθους τῶν λεγομένων τοῖς ἀκροαταῖς ἐκτικτόμενον, ἀποχρὴν ἡγοῦμαι καὶ ταῦτα τοῖς γε μὴ πάντη κακοσχό λοις, ἢ ταπεινοῖς τὴν διάνοιαν. κ'. Ἐπέκεινα δὲ τῶν ῥηθέντων τὸ πεφηνέναι, καὶ τὸ πηγάζειν, ὅτι κάπὶ τοῦ Πνεύματος λαμβανόμενα τὴν ὕπαρξιν τούτου σημαίνουσιν, ὁ μέγας Βασίλειος παραστήσει τοῖς πᾶσιν ἀριδηλότατα. Καὶ γὰρ ἐν τῷ περὶ τοῦ Πνεύματος αὐτοῦ λόγῳ ταῦτά φησιν Τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ἐν ἑαυτῷ ἐπίκτητον ἔχον ἐστὶν, ἀλλ᾽ ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον αὐτὸν ἔχον, ὡς πηγὴν ἑαυτοῦ, κα κεῖθεν πηγάζον· πηγὴ δὲ αὐτὸ τῶν προειρημέν των ἀγαθῶν. 'Αλλ' αὐτὸ μὲν ἐκ Θεοῦ πηγάζει ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ. Ποῦ ποτέ εἰσιν οἱ πάντα τοῖς ἑαυτῶν λογι σμοῖς ἐπιτρέποντες, καὶ ὅπερ ἂν αὐτοῖς δόξειε, τοῦτο τῶν ζητουμένων ἐφ' ἑκάστῳ τιθέμενοι, καὶ τὴν οἰ κείαν γνώμην ὡς νόμον στέργοντες καὶ κρατύνοντες, οἱ μήτε θέλοντες ἐπαίειν, εἴ που τις καὶ λέγειν ἔχοι τι χρήσιμον οίκοθεν, καὶ τῶν θείων Γραφών προτεινομένων, ὡς ἀσπὶς τὰ ὦτα πρὸς ἐπάσματα βύοντες; Ἰδοὺ γὰρ ἐν τῷ παρόντι πρὸς τοῖς ῥηθεῖσι καὶ ἔτε ρον δόγμα τῷ θείῳ τούτῳ Πατρὶ συγκατασκευάζεται, περὶ οὗ πολὺς λόγος πολλάκις˙ ἑκατέροις τοῖς μέρεσι. Κοινῶς γὰρ ὁμολογουμένου, καὶ παρὰ πᾶσι τοῦ τὴν τοῦ Πνεύματος χορηγίαν γίνεσθαι δι' Υἱοῦ τοῖς πιστοῖς, οἱ πλείους αὐτῶν, ἵνα μὴ λέγω πάνω τες, ἐπείπερ εὐγνωμονοῦσιν, ὡς ἐγᾦμαι, τὸ γοῦν μέρος τοῦτό τινες, τὰ τοῦ Πνεύματος χαρίσματά φασιν ἀποτετμημένως παρέχεσθαι δι' Υἱοῦ τοῖς πρὸς οὖς τὸ Πνεῦμα λέγεται δίδοσθαι· καὶ τὰ τῆς μαρτυρία;, ὅτι πνεύματα καλοῦνται καὶ τὰ χαρίσματα, παρευθὺς ἐπὶ γλώττης ἐξ Ησαΐου τοῦ μεγαλοφωνο. τάτοι τῶν προφητῶν, ι Καὶ ἐπαναπαύσεται,» περὶ τοῦ Κυρίου προλέγοντος, «ἐπ' αὐτὸν ἑπτὰ πνεύ ματα, πνεύμα σοφίας, πνεῦμα γνώσεως,» καὶ τὰ ἑξῆς. Ταῦτα γοῦν ὀρέγεσθαι δι' Υἱοῦ τοῖς εὐσεβέσι φασίν, οὐ μὴν αὐτὴ τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ συνταττόμενον καὶ συναριθμούμενον, ὅπερ καὶ θεός ἐστι τέλειος, ἐπεὶ μὴ δυνατόν φύσιν ἀνθρώπου χωρῆσαι Θεόν. Τί συνάγειν ἐντεῦθεν τάχα πει ρώμενοι; Τὸ τῇ ψευδεί ταύτῃ προτάσει συμπεραι. νόμενον πάντως άτοπον· ώς, εἴπερ μή δι' Υἱοῦ προσ νέμεσθαι τὸ Πνεῦμα τοῖς ἀξίοις νομίζεται, σχολῇ γ' ἂν ὑπάρχειν δι' αὐτοῦ πιστευθήσεται.
col. 1067–1068page 19 of 121
PG 141:1067κα'. Πρὸς οὓς ἡμεῖς ἀντιφθεγγόμενοι λέγομεν, Ού τὰ χαρίσματα τοῦ Πνεύματος διαιρούμενα, τοῦτο γὰρ εἰς αὐτὴν προσκρούει σχεδόν τὴν εὐσέβειαν, δι' Υἱοῦ βραβεύεται τοῖς πιστεῖς, ἀλλ' αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τῆς Τριάδος συμπληρωτικόν, ὅπερ καὶ μοναδικῶς ἐξαγγέλλεται, χορηγούμενον δι' Υἱοῦ τοῖς εὐσεβέσιν οἰκεῖ σχετικῶς· καὶ οὕτως ἐκεῖνο πηγάζει τὴν τῶν οἰκείων χαρισμάτων ἐνέργειαν, ὡς ὁ μέγας Βασίλειος εἴρηκεν, εμφράττων τὰ τῶν ἡμῖν ἀντιλεγόντων ἐν τούτοις ἀπύλωτα στόματα. Περὶ δὲ τοῦ Θεὸν οἰκεῖν ἐν ἡμῖν γέγραπται τοῖς μὲν μετά τ ν νόμον, καὶ πρὸ τῆς χάριτος τῶν εὐαρεστησάντων ἀνδρῶν ἕνεκεν, ὡς: Ενοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ν πρὸς δὲ τοὺς ἀποστόλους ἐν Εὐαγ γελίοις ὁ Σωτὴρ ἡμῶν τὰ περὶ τούτου διαλεγόμενος ἔφησεν, «Εγώ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ με τὴν παρ' αὐτῷ ποιήσομεν.» Τὸ μέντοι καλεῖσθαι καὶ τὰ χαρίσματα τοῦ Πνεύματος ἔστιν οὗ πνεύ ματα περιττόν καὶ λέγειν μηδενὸς ἀμφιβάλλοντος ὅτι δὲ πρὸς ἀλήθειαν αὐτὸ Πνεῦμα τὸ ἅγιον, οὐ μὴν τὰ τούτου χαρίσματα δι' Υἱοῦ παρέχονται τοῖς πιο στοῖς, ἐδήλωσεν ὁ θεηγόρος οὗτος Πατήρ οὐδὲν ἔλατ τον εἰ μὴ καὶ μᾶλλον μεῖζον καὶ ὑψηλότερον, ἐν οἷς ἑρμηνεύει περὶ τῆς παρὰ τοῦ Σωτῆρος τοῖς μαθη ταῖς ἐμφυσήσεως. Ἐν ἑνὶ γὰρ τῶν πρὸς τὸν μακά ριον Αμφιλόχιον κεφαλαίων τάδε πάλιν φησί Πνεῦμα γὰρ τῷ ζῶντι λόγῳ συντεταγμένον εἰς τὸ δημιουργεῖν, ζῶσα δύναμις καὶ θεία φύσις, άρ ῥητος ἐξ ἀῤῥήτου στόματος πεφηνυῖα ἀῤῥήτως, καὶ κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄνθρωπον ἀπεσταλμένη, καὶ κατὰ τὸν σωματικῶς ὑπὸ τοῦ Κυ ρίου δειχθέντα τύπον ὑπ' αὐτοῦ δι' ἐμφυσήσεως ἀποκαθισταμένη. Συντρέχειν γὰρ δεῖ τῇ κατ' ἀρ χὴν καινότητι τὴν νῦν ἀνακαίνισιν, καὶ τὴν συνδρομὴν ἐξετύπωσεν ἐμφυσήσας, οὐχ ἕτεροςὢν παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα, ἀλλ' αὐ τὸς δι' οὗ Θεὸς δέδωκε τὴν ἐμφύσησιν, τότε μέν μετὰ ψυχῆς, νῦν δὲ εἰς ψυχήν. Επιστησάτωσαν τῷ ῥητῷ τὸν νοῦν οἱ μαχόμενοι, καὶ μαθέτωσαν ἐξ αὐτοῦ πῶς καὶ διὰ τῆς ἐμφυσήσεως οὐ χάρισμά το πνευματικὸν, ὡς αὐτοὶ διατεινόμενοι λέγουσιν, ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς αὐτόπταις ὁ Λόγος ἐδωρήσατο μετὰ τὴν ἀνάστασιν, ὅπερ καὶ τῷ ἀνω θρώπῳ δι' αὐτοῦ Θεὸς καταρχάς ενεφύσησεν, οὐκ ἄλλως τοῦτο γίνεσθαι πεφυκός, εἰ μὴ δι' αὐτοῦ τὴν ὕπαρξιν ἔχον ἐστί, δι᾿ οὗ καὶ τοῖς πρὸς οὓς η δίκη σεν ἐμφυσᾶται, καὶ τοῖς ἀξίοις καταπέμπεται χορη γούμενον. Επείπερ εἰ μὴ τοῦτο πάντως, οὐδ' ἂν ὀρθῶς λέγοιτο παρέχεσθαι δι' Υἱοῦ. Χρὴ γὰρ τῇ ὑπάρξει τὴν χορηγίαν ἀκολουθεῖν, εἰ μὴ μέλλοι τις τὸ Πνεῦμα φρονεῖν ἔξωθεν ὑφίστασθαι τοῦ μονογενοῦς, καὶ τοῦτο λαμβάνειν αὐτὸν οἷα δοτὸν ἐκ Πι τρὸς, ὡς δύνασθαι μεταδιδόναι τούτου τοῖς χρήσ σιν, ὅπερ καὶ πολλαχοῦ φθάνει προαναιρῶν, ὡς δυσ σεβείας πάσης ἀνάπλεων ὁ θαυμασιώτατος Κύριλλος. Ἐν ἑνὶ μὲν γὰρ τῶν κεφαλαίων τοῦ δευτέρου των Θησαυρών οὕτω φάσκει ῥητῶς· "Ιδιον δὲ πάντως sιν,
col. 1069–1070page 20 of 121
PG 141:1069τὸ Πνεῦμα τῆς οὐσίας τοῦ Υἱοῦ, καὶ οὐκ ἔξωθεν ὑποστατόν· ἐν δὲ τῷ τρίτῳ τῶν πρὸς Ερμείαν, Τὸ τοίνυν ἡμᾶς, λέγει, τοὺς ἐπὶ γῆς τῇ τῆς υἱότητος δόξῃ καταχρυσοῦν, φημὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπείπερ ἐστὶ τοῦ Υἱοῦ, ἐνεργήσει μὲν εἰς ἑτέρους τὴν υἱοποίησιν, ἀπρακτήσει δὲ περὶ τὸν οὑπέρ ἐστιν οὐκ εἰσκεκριμένου, οὔτε μὴν ἔξωθεν ἐκπεφοιτηκός, ἀλλ' οὐσιωδῶς ὑπάρχον αὐτῷ, καὶ δι' αὐτοῦ προχεόμενον τοῖς ἑλεῖν ἀξίοις ἐν εὐδοκίᾳ Πατρός. Πάλιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγ γελίῳ τὸ, «κἀγὼ αἰτήσω τὸν Πατέρα, καὶ ἄλλον ὑμῖν δώσει Παράκλητον, ν ἐξηγούμενος, "Αρ' οὖν οὐκ οἰήσεταί τις καὶ μάλα δικαίως, φησί, μᾶλλον δὲ καὶ ἀραρότως διακείσεται, ὅτι τῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθῶν οὐσιωδῶς ὑπάρχων δ Υἱὸς κοινωνός, ἔχει καὶ τὸ Πνεῦμα κατὰ τοῦτον τὸν τρόπον καθ' ὅνπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, οὐκ ἐπακτὸν, οὐδὲ ἔξωθεν. Εὔηθες γὰρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν. Εἰς δὲ τὸ ῥητὸν τὸν ότι ο Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, ὡσεὶ περιστερὰν, καὶ ἔμεινεν ἐπ' αὐτόν·, Οὐ γὰρ δήπου λέγει, πρὸς τοσαύτην ἀλογίας και ταβησόμεθα καὶ ἡμεῖς, ὡς οἴεσθαι μεθεκτὸν ἐν τῷ κατὰ φύσιν Υἱῷ τὸ Πνεῦμα ὑπάρχειν, καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς ἐμπεφυκός, ὥσπερ οὖν ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Καὶ μετ' ὀλίγα· Τίνα οὖν τρόπον ἀπομεριοῦμεν τὸ Πνεῦμα τοῦ Υἱοῦ, τὸ οὕτως ἐμπεφυκὸς καὶ οὐσιωδῶς ἡνωμένον, δι' αὐτοῦ τε προκύπτον καὶ ὑπάρχον ἐν αὐτῷ φυ σικῶς; Οὕτω τὴν προῤῥηθεῖσαν ἔννοιαν ὁ μέγας οὗτος Πατὴρ ἀναιρῶν, τὸ φυσικῶς καὶ οὐσιωδῶ; ἔχειν τὸν Υἱὸν τὸ Πνεῦμα συνίστησιν, ἔστιν οὗ καθ' ἕτερον λόγον κἀκείνην ἀποδεχόμενος. Ἐν γὰρ τῇ εἰς τὸν προφήτην Ἰωὴλ ερμηνεία μετὰ τὸ εἰπεῖν περὶ τῆς θεότητος τοῦ Μονογενοῦς, τάδε φησίν Εἰ δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ' ἡμᾶς, ἐπακτὸν αὐτῷ εἶναι τὸ Πνεῦμα λέγεται. Καταπι φοίτηκε γὰρ καὶ ἐπ' αὐτὸν ἐν εἴδει περιστεράς, ὅτε καθ' ἡμᾶς γεγονώς, ὡς ἔφην, ὡς εἰς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο, τότε καὶ τὸ ἴδιον αὐτοῦ Πνεῦμα δοτὸν αὐτῷ λέγεται διὰ τὸ ἀνθρώπινον καὶ τοῦτό ἐστιν ἡ κένωσις. Ταῦτα κατά παρέκβασιν μὲν, ὅτι τῶν τοιούτων ἕτερος ὁ καιρός· ἀναγε κατα δ' ὅμως διὰ τοὺς πρὸς πᾶν τὸ προτεινόμενον ἀντιλέγοντας. Οἷς καὶ δι᾿ ὧν παρεθέμεθα χρήσεων ἀρκούντως δοκῶ μοι, καὶ ὡς ἐχρῆν, ἀπεδείξαμεν ὅτι τὸ πεφηνέναι, καὶ τὸ ἐκλάμπειν, καὶ τἄλλα τὰ παρόμοια τούτοις, ὧν πάντων ἄνωθεν ἐπεμνήσθημεν, ἐπὶ τοῦ Υἱοῦ λαμβανόμενα τὴν αὐτοῦ παριστάνουσιν ὕπαρξιν. Ὥστε λοιπὸν οὐκέτι δεήσει πλείονος ἡμῖν τῆς κατασκευῆς, ὅταν κἀπὶ τοῦ Πνεύματος ταῦτα λαμβάνονται, τὴν ὕπαρξιν τούτου λέγειν δηλοῦν. Τῷ γὰρ αὐτῷ λόγῳ κἀνταῦθα τὰς τοιαύτας ἐκδεξόμεθα δικαίως φωνάς, ᾧ καπὶ τοῦ Υἱοῦ παρειλήφαμεν. κβ'. ᾿Αλλ' ἐπιφύονται καὶ πάλιν οἱ πρὸς ἔριν ὁρῶν τες ἀεὶ καὶ πρὸς μάχην τὴν ἡμετέραν ἀποδυόμενοι λέγοντες, Καὶ πῶς οὐδεὶς τῶν διαληφθέντων Πατέ ρων εἴρηκε καθαρῶς δι᾿ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν τὴν ὕπαρξιν, ἢ τὴν κυρίαν ἐπὶ τούτου λέξιν, Στις ἐστὶν, ὡς ἴσμεν, τὸ ἐκπορεύεσθαι, τέθεικε;
col. 1071–1072page 21 of 121
PG 141:1071? Τὸ μὲν γὰρ ὑπάρχειν τὸ Πνεῦμα δ:' Υἱοῦ δοτέον ἴσως, Ει ηδη ὡς ἐξ ὧν εἶπον πάντες ἐδήλωσαν, ἐπεὶ καί τίνες αὐτῶν τῷ τοιούτῳ φαίνονται χρησάμενοι διαρρήδην ὀνόματι· τὸ δὲ τὴν ὕπαρξιν ἔχειν οὐκ ἄν. Αλλο γὰρ τὸ ὑπάρχειν, καὶ ἄλλο τὸ τὴν ὕπαρξιν ἔχειν ἐστίν· ὅτι τὸ μὲν εἴωθε πολλάκις λέγεσθαι κἀπὶ τῶν ἐκτὸς, οἷον οὗτος ἐκ ταύτης ὑπάρχει τῆς πόλεως, ἐκεῖνος ἐξ ἑτέρας πάλιν τυχόν· τὸ δὲ τὴν ὕπαρξιν ἔχειν ἐπὶ μόνων παραλαμβάνεται τῶν συντελούντων εἰς τὴν οὐσίωσιν. Ταύτην τοίνυν τὴν ἐμφαντικωτά την φωνήν, ὁμοίως γε μὴν καὶ τὸ ἐκπορεύεσθαι τὴν κυρίαν ἐπὶ τοῦ Πνεύματος λέξιν παρεσιώπησαν. Δῆλον δὲ τοῖς πᾶσιν ὡς οὐδὲν ἐπ' αὐτοῦ τῶν πάγ των, ὁποῖον τὸ ἐκπορεύεσθαι. Τοῦτο καὶ γὰρ τῷ Πνεύματι καὶ μόνῳ κατ' ἐξαίρετον ἀποκληρωθὲν ἴδιον αὐτοῦ κατωνόμασται. Ταῦτα μὲν οἱ δεινοί τρό πους ἀντιλογίας εὑρεῖν, ἵνα μόνον τὴν οἰκείαν γνώ μην συστήσωσιν· ἐγὼ δὲ πρὸς μὲν τὸ ὑπάρχειν, καὶ τὸ τὴν ὑπαρξιν ἔχειν, ὅτι μιᾶς καὶ τῆς αὐτῆς σημασίας ἀμφότερα· τὸ γὰρ ὑπάρχειν εἰς τὸ τὴν ύπαρξιν ἔχειν σαφῶς διαλύεται, καὶ τὸ τὴν ὕπαρ ξιν ἔχειν εἰς τὸ ὑπάρχειν πάλιν συνάγεται· καὶ οὐκ ἔστιν ἄλλως νοῆσαι τὰ περὶ τούτων οὐδοπων. οῦν· ἐβουλόμην καταβαλέσθαι λόγον συχνὸν εἰς ἀπόδειξιν, εἰ μὴ γραφὴν ἀπειροκαλίας ᾔδειν ἐντεῦθεν ἀποίσεσθαι. Τίνι γὰρ τῶν ἁπάντων οὐ φανερὸν ὡς ἔνθα λέγεται τὸ ὑπάρχειν, ἐκεῖ καὶ τὸ τὴν ὑπαρ ξιν ἔχειν λεχθήσεται κατὰ τὸ αὐτὸ καὶ ἐν σημαινόμενον, εἴτε φυσικῶς καὶ οὐσιωδῶς, είτε καθ' ἔτε ρον λόγον ἑκάτερα; καὶ οὐ διοίσει τὸ παράπαν ούτ δὲν τούτων ἐν οὐδενὶ τοῖς ὀρθῶς κρίνειν ἐπισταμένους λόγου διάνοιαν. Τέως κἀνταῦθα προφθάσα; ὁ θεσπέσιος Κύριλλος τὸ ζητούμενον λέλυκεν, ἐν οἷς κατα μίαν τῶν ἀναγεγραμμένων ῥήσεων οὕτως εἴρηκεν "Αγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Πατρὸς δι' Υιού προχεόμενον φυσικῶς, καὶ καθάπερ ἐν τύπω τῆς ἐκ τῶν στομάτων διαπνοῆς τὴν ἰδίαν ἡμῖν ὑποσημαῖνον ὕπαρξιν. Προχεόμενον γὰρ εἰπὼν ἐκ Πατρὸς τὸ Πνεῦμα δι' Υἱοῦ φυσικῶς, ἐπήγαγε, Καὶ τὴν ἰδίαν ἡμῖν ὑποσημαῖνον ὑπαρξιν καθάπερ ἐν τύπῳ τῆς ἐκ τῶν στομάτων διαπνοῆς, δι' Υἱοῦ και θαρῶς τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὕπαρξιν ἔχειν ἀπο φηνάμενος, ὅπερ οὐδένα τῶν ἁπάντων οἶμαι διακ λανθάνειν· εἰ καὶ τῶν εἰρημένων ἐν μέσῳ κείμενον, φανερῶς ἑκόντες οὗτοι παρέδραμον. Πρὸς μὲν οὖν τοῦτο τοσαῦτα, καὶ οὕτως αὐτόθεν πλουτούντα εί αναντίρρητον. κγ'. Πρὸς δὲ τὸ δεύτερον πρῶτα μὲν λέγομεν ὡς οὐ τὸ ἐκπορεύεσθαι δηλοί μᾶλλον αὐτὸ τὸ εἶναι τοῦ Πνεύματος ἢ τὸ ὑπάρχειν, τὸ τῶν ῥημάτων πάνω τῶν ἀρχοειδέστερον, εἰς ὃ κατὰ τοὺς περὶ ταῦτα καθ άπαξ ἐπτοημένους, καὶ αὐτὸ τοῦτο τὸ ἐκπορεύεσθαι πρὸς τοῖς ἄλλοις ἀναλύεται ρήμασιν, ἀλλ' ἐπίσης ἀμφότερα, καὶ κατὰ τρόπον τὸν ὅμοιον. Εἰ δέ τις θεωρεῖται καν τούτοις διαφορά, καθ᾽ ἕτερον αὕτη λόγον ἴδιον ἑκατέροις και πρόσφορον. Ἐπειδὴ γύρ εἰσιν ἐκ Πατρὸς ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἂν μὴ νομίσῃ τις γεννᾶσθαι καὶ τὸ Πνεῦμα και
col. 1073–1074page 22 of 121
PG 141:1073θαπερ δῆτα καὶ τὸν Υἱόν, ἐλέχθη τὸ ἐκπορεύεσθαι πρὸς διαστολὴν τῆς γεννήσεως· ὅπερ καὶ Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς ἐν τῇ περὶ τοῦ ἁγίου Πνεύ ματος ὁμιλία μυσταγωγῶν, Ιν' ἡ Γραφὴ παρέλθῃ τὸ τῆς γεννήσεως ὄνομα, τὸ ἐκπορεύεσθαι, φησίν, εἴρηκεν. Ὥστε διὰ μὲν τοῦ ὑπάρχειν τὸ ἁπλῶς εἶ ναι, διὰ δὲ τοῦ ἐκπορεύεσθαι τὸ πῶς εἶναι σημαί. νεται. Διά τοι τοῦτο καὶ τρόπον ὑπάρξεως, ταυτὸ δ' εἰπεῖν, διαφορὰν ὑπάρξεως ἀπεφήναντο τὴν ἐκπό ρευσιν ἔνιοι τῶν Πατέρων, οἷς ἐπιπλέον τῆς περὶ τούτων ἀκριβείας ἐμέλησε. Καὶ ἔστι μὲν ἰδιότης τοῦ Πνεύματος ἡ ἐκπόρευσις, ὥσπερ οὖν καὶ ἡ γέννησις ἰδιότης τοῦ Υἱοῦ· πλὴν ὥσπερ ἐπ' αὐτοῦ τοῦ Μονογενοῦς οὐχὶ τὸ γεννᾶσθαι μόνον εἰς δήλωσιν τῆς τούτου παρὰ Πατρὸς ὑπάρξιως πανταχοῦ τῆς θεολογίας λαμβάνεται, καὶ τοῦτο φθάσαντες διὰ πολλῶν παρεστήσαμεν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύ ματος οὐχ ἅπαντες τῶν ἁγίων μόνης τῆς ἐκπορεύεται λέξεως, ἀλλ' ὁ μὲν δι' ἐκείνης, ὁ δὲ δι' ἑτέρας, καὶ ἄλλος δι᾿ ἄλλης τὴν τοῦ Πνεύματος ύπαρξιν ἐδογμάτισαν. Καὶ ἵνα ταῦτα παρευθὺς εἰς μέσον προφέρωμεν, ὁ μὲν μέγας Βασίλειος ἐν τῷ δεκάτῳ ἑβδόμῳ τῶν πρὸς Ἀμφιλόχιον κεφαλαίων ταῦτα λέ γει ῥητῶς· Ἐκ τοῦ Θεοῦ εἶναι τὸ Πνεῦμα λέγε ται, οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐκ τοῦ Θεοῦ προελθὸν, οὐ γεννητῶς ὡς ὁ Υἱός, ἀλλ' ὡς Πνεῦμα στόματος αὐτοῦ· ὁ δὲ Γρηγόριος ἐν τοῖς ὑψηλοῖς καὶ ἄνω φέρουσι νοῦς, ὁ τῆς θεολογίας ἐπώνυμος, εἰς τὸν περὶ Υἱοῦ λόγον οὕτω διέξεισιν Διὰ τοῦτο μονὰς ἀπ' ἀρχῆς εἰς διάδα κινηθεῖσα μέχρι Τριάδος ἔστη. Καὶ τοῦτο ἡμῖν ὁ Πατήρ, ὁ Γιὸς, καὶ τὸ Πνεῦμα, ὁ μὲν γεννήτωρ καὶ προβολεύς, τῶν δὲ τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα. Ὁ αὐτὸς καὶ πάλιν ἐν μὲν τῷ περὶ θεολογίας πρώτῳ, και καταστάσεως ἐπισκόπων· 'Ακούεις γέννησιν; τὸ πῶς μὴ περιεργάζου. Ακούεις ὅτι προϊὼν ἐκ τοῦ Πατρός; τὸ ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, καγώ σοι πολυπραγμονῶ τὸ κρᾶμα ψυ τῆς και σώματος. Ἐν δὲ τῷ πρὸς Ήρωνα τον φιλό σοφον· Ορίζου δὲ καὶ τὴν ἡμετέραν εὐσέβειαν διδάσκων ἕνα μὲν εἰδέναι Θεὸν ἀγέννητον τὸν Πατέρα, ἕνα δὲ γεννητὸν τὸν Υἱὸν, ἓν δὲ καὶ Πνεῦμα ἅγιον προελθὸν ἐκ τοῦ Πατρὸς, ἢ καὶ προϊόν. Καὶ μετά τινα· Κοινὸν μὲν γὰρ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὸ ἐκ Πατρὸς, ἴδιον δὲ Πατρὸς ἡ ἀγεννησία, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἔκπεμψις. Ωσαύτως ὁ θεσπέσιος Κύριλλος ἐν μὲν τῇ ἑρμηνείᾳ τοῦ δωδεκάτου κεφαλαίου τάδε διαλαμβάνει τρανῶς· ὁμολογοῦμεν οὖν ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀγεννήτου μὲν ὄντος τοῦ Πατρός, γεν. νητοῦ δὲ τοῦ Υἱοῦ, τοῦ δὲ Πνεύματος ἐκ τῆς οὐ σίας τοῦ Πατρὸς δι' Υἱοῦ ἀϊδίως ἐκπεμφθέντος ἐν δὲ τοῖς πρὸς Ερμείαν· Τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ τις ἀτμὸς ἢ ποιότης ἐστὶ τῆς οὐσίας τοῦ Πατρός. Εἰ ἀγέννητος δὲ καὶ ἄκτιστος ὁ Πατήρ, πῶς ἂν εἴη γενητὸν τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεύμα; Καὶ μακρὸν ἂν εἴη τὰς τοῦ Πνεύματος η
col. 1075–1076page 23 of 121
PG 141:1075᾿Αλλὰ ταῦτα μὲν, ὅτι μὴ διὰ τοῦ ἐκπορεύεσθαι καὶ μόνου πέφυκε δηλοῦσθαι τὴν τοῦ Πνεύματος ὕπαρ ξιν. Οτι δὲ κατ᾽ ἀλήθειαν οὐδ᾽ ἡ κυρία τούτῳ λέξ ξις, καθάπερ εἴρηται τοῖς ἐναντιογνωμονούσιν ἐπὶ τοῦ Πνεύματος, ὁ μέγας Βασίλειος καὶ ὁ χρυσορρήμων Ιωάννης συμφώνως διδάξουσιν. Ὁ μὲν γὰρ ἐν ταῖς περὶ τοῦ Πνεύματος ἀφοριστικαῖς ἐννοίαι; φησί· Πνεῦμα ἅγιον ἡ κυρία αὐτοῦ καὶ ἰδιάζουσε κλήσις, όπερ δὴ μάλιστα παντὸς τοῦ ἀσωμάτου καὶ καθαρῶς ἀθλον, καὶ ἀμέτρου ὄνομά ἐστι καὶ πάλιν· Οὐ γὰρ ἔλαττόν τι ἔξειν μέλλομεν εἰς τὸ γινώσκειν τὸ Πνεῦμα ὑπάρχειν ἐκ Θεοῦ, Πνεῦμα τοῦ στόματος αὐτοῦ, ἀκούοντες αὐτά. Αλλ' ἱκανὸν καὶ τοῦτο τὸ ὄνομα τὴν ὑπαρξιν αὐτοῦ δηλῶσαι τὴν ἐκ Θεοῦ. Ὁ δὲ χρυσοῦς τὴν γλώτταν Πατὴρ ἐν τῇ περὶ τοῦ ἁγίου Πνεύματος ὁμιλίᾳ· Λέγεται τοίνυν Πνεῦμα ἅγιον· αύτη γάρ ἐστιν ἡ κυρία καὶ πρώτη προσηγορία, ἐκφαντικωτέραν ἔχουσα τὴν διάνοιαν καὶ παριστῶσα τοῦ ἁγίου Πνεύματος τὴν φύσιν. Τούτων τῶν δύο τοῦ τῆς Ἐκκλησίας στερεώματος φωστήρων μέμηνεν ἀληθῶς, καταλέγειν φωνάς, αἱ πρὸς τοῦτο συντείνουσιν, τοιαῦτα περὶ τούτου λεγόντων, τις παρὰ ταῦτα τολμήσει τὸ παράπαν εἰπεῖν, εἰ μὴ καὶ μελαγχολῶν ἄντικρυς παραφθέγγεται; Πρῶτα μὲν οὖν οὕτω τὰ περὶ τούτων εἰς αὐτῶν προβαλλομένων ἀντεπηγάγομεν. ἔλεγχον τῶν παρ' κδ'. Έπειτα κἂν δῶμεν τοιαύτην ἔχειν έκπο ρεύεσθαι δύναμιν, οἵαν αὐτοί φασιν, τότε μᾶλλον περιγενέσθαι τούτων κατά κράτος ἰσχύσομεν· τοῦτο μὲν ὅτι καθάπερ ἐπὶ τοῦ Υἱοῦ τὸ γεννᾶσθαι τῷ Ο ὑπάρχειν ἐξ ἀνάγκης ἀκολουθεῖ, τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ Πνεύματος ἀκολουθήσει· καὶ ὅποιπερ ἂν τὸ ὑπάρχειν εὑρίσκοιτο, τὸ ἐκπορευτῶς ἐκεῖσε νοοἶτ᾽ ἂν, ὡς εἰκός· εἰ δὲ μή, τὸ λοιπὸν ἀναγκαίως έψεται, τουτέστι τὸ γεννητῶς· ὅπερ ἄτοπον και μιδῆ, καὶ τῆς τῶν Πατέρων υγιούς διδασκαλίας ἀλλότριον· τοῦτο δὲ καὶ ὅτι περ ἱκανῶν κἀπὶ τῇ λέξει ταύτῃ τῶν γραφικῶν εὐπορήσομεν χρήσεων. Παραχρῆμα καὶ γὰρ ὁ μέγιστος καὶ θεωρητικώτατος Μάξιμος ἐν οἷς ἑρμηνεύει, τι δῆτα βούλεται τῷ προφήτῃ Ζαχαρία ή χρυσή λυχνία, καὶ τὸ ἐπ' αὐτῇ λαμπάδιον, καὶ οἱ λύχνοι; φησί· Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, ὥσπερ κατ' ουσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρὸς, οὕτω καὶ τοῦ Υἱοῦ κατ' οὐ σίαν ἐστὶν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι' Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον. Πάντως οὐδεὶς ἐπὶ τούτῳ τῶν ἁπάντων δικαίως αντερεί πλὴν εἰ μὴ σκαιός τις ὢν τὴν φύσιν, καὶ τὰ πρὸς εἰρήνην δύσνους παντάπασιν, εἰκὴ καὶ μάτην ἐθέ λει τῇ ἀληθείᾳ προσίστασθαι, πρὸς μηδὲν ἀποβλέπων τὸ παράπαν εὐθές. Ἰδοὺ γὰρ ὁ τῆς ὀρθοδοξίας ομολογητής Μάξιμος ἐκπορεύεσθαι τὸ Πνεῦμα δι Υἱοῦ σαφῶς εἴρηκε. Διά τοι τοῦτο καὶ πᾶσαν ἀνα τιλογίας περιαιρήσας τοῖς φιλέρισι πρόφασιν, ταῖς πᾶσι πρεσβεύειν δέδωκε καθαρῶς ὑπάρχειν ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, μήτε τι περι νενοημένον, μήτε δύσληπτον ἐν τούτοις φθεγξάμενος, ᾧ καὶ πεισθῆναι πάντα; εἰκὸς, τό τε μέτρο» τοῦ κατὰ Θεὸν ἐν αὐτῷ ζήλου, καὶ τὴν τῶν θείων ὑπερφυῇ τούτῳ γνῶσιν σκοπήσαντας. Εἰ δὲ καὶ δεύ
col. 1077–1078page 24 of 121
PG 141:1077τερον ἔνιοι τῶν ἀποδυσπετούντων συνεπιζητοῦσιν αὐτῷ τὸ μηδὲ χελιδόνα μίαν ἔαρ ποιεῖν παροιμιακῶς ἐπιλέγοντες, ὅπερ οὐκ ἀπὸ τρόπου τούτοις ἐστί· τοί οὗτοι γὰρ τὴν γνώμην οὗτοι καταναισχυντοῦντες καὶ τῶν διά τε λόγου καὶ πολιτείας ύψος ἀξίων αἰδοῦς καὶ σεβάσματος· νηψάτωσαν γοῦν ὀψὲ τῇ καρδίᾳ, καὶ τὸ τοῦ ἀνδρὸς μεγαλεῖον ἐπί τε σοφίᾳ καὶ λαμ πρότητι βίου κατανοήσαντες· εἷς γὰρ οὗτος πολλῶν ἐπὶ πᾶσιν ἀντάξιος· ἐν μεταμελείᾳ τοῦ χαλεποῦ τούτου τρόπου γενέσθωσαν, πιστεύσαντες ἀδιστάκτως τοῖς λόγοις αὐτοῦ, καὶ μὴ δεηθέντες ἄλλου τινὸς εἰς βεβαίωσιν, ὅπως ἵλεως ἔσοιτο τούτοις Θεὸς ἐν ἡμέρᾳ τῆς κρίσεως. Ενα δὲ μὴ δόξῃ τισὶ τοιαῦτα λέγειν ἡμᾶς, ὡς ἑτέρων ἀποροῦντας εἰς τὴν περὶ τούτου μαρτυρίαν καὶ σύστασιν, ὁ Δαμασκόθεν σοφός Ίων άννης, ὁ πάσῃ διαπρέψας ἀρετῇ καὶ λόγων παντοίοις χαρίσμασιν, ἐνταῦθα καὶ οὕτως παραληφθείς, τὴν αὐτῶν ἀμφιβολίαν λύσει, καὶ τὸ ζητούμενον. ὓς ἐν τῷ περὶ θείων ὀνομάτων κεφαλαίῳ, Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, εἴρηκεν, ἡ ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρός, ἐκ Πατρός ἐστι δι' Υἱοῦ ἐκπορευομένη, ώς οἶδεν, οὐ γενν τῶς· διὸ καὶ Πνεῦμα ἅγιον. Οὗτος καὶ πάλιν ἐν τῷ αὐτῷ, Τὸ Πνεῦμα Υἱοῦ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ' ὡς δι' αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπο ρευόμενον. Οἶδα νῦν ὡς οἱ πλείους τῶν ἀντιδιατιθεμένων ἡμῖν τὸ διὰ τοῦ Υἱοῦ παριδόντες, επειδή τι καὶ βοηθείας ἐντεῦθεν οὐκ ἔχουσι, μᾶλλον μὲν οὖν τῷ προφανεῖ τοῦ λόγου καὶ καταβάλλονται, πρὸς τὴν, οὐκ ἐξ αὐτοῦ, φωνὴν ἀποβλέπουσιν, ἀφορμὴν ὑποθέσεως ταύτην ποιῆσαι σπουδάζοντες. Ἡμεῖς δὲ περὶ μὲν τούτου, καθώς εἰρήκειμεν ἄνωθεν, ἐν ἰδίῳ τόπῳ διεξιέναι πειρασόμεθα, καὶ κατὰ σχολήν· νῦν δὲ τῆς ἀκολουθίας τῶν λεγομένων ἐχόμεθα τὴν ἐν χρήσεσι γραφικαῖς δι' Υἱοῦ παρὰ Πατρὸς ἐκπόρευσιν ἐξετάζοντες. Οὕτω μὲν οὖν οὗτοι μηδὲν ἀξιοπιστίας ἐλλελοιπότες, ἅτε πολὺ τὸ ὑπερβάλλον ἐν ἅπασι τοῖς κατὰ Θεὸν προτερήμασιν ἔχοντες. Ἐγὼ δὲ καὶ τρίτον οὐκ ὀκνήσω παραγαγεῖν. Τίνα τοῦτον; Τὸν τὰ πρῶτα φέροντα τῆς τῶν Πατέρων χορείας ὡς ἀληθῶς, τῶν τὴν οἰκουμενικὴν ἑβδόμην συγκροτη σάντων ἁγίαν σύνοδον, τὴν κατὰ Νίκαιαν συστᾶσαν τὸ δεύτερον, ὡς ἂν τοῖς κατὰ Χριστὸν τοὺς κατ' ἐκεῖνο καιροῦ πάντας νικώντα πλεονεκτήμασι, καὶ διὰ τοῦτο τηνικαῦτα τῆς βασιλευούσης τῆσᾶς τῶν πόλεων ἀρχιερατικῶς προϊστάμενον, τὸν θεῖον λέγω Ταράσιον, ὃς ἐν τῇ πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄλλους ὄντας του βήματος Αλεξανδρείας, Αντια χείας, καὶ τῆς ἁγίας πόλεως ἐπιστολῇ, ταύτην δὲ, πρὸ τοῦ συλλεγῆναι τοὺς εἰς τὴν ῥηθεῖσαν σύνοδον ἁπαντήσαντας, πρὸς τοὺς διειλημμένους γράψας ἐξέπεμψεν, ὁμολογίας τύπον ἐπέχουσαν, μετὰ πολλὰ καὶ τάδε φησίν· Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς δι' Υἱοῦ ἐκπορευόμενον, καὶ αὐτὸ θεὸν εἶναι γνωριζόμενον. Ήδη καὶ Πατέρων ὅλον θεῖον ἐσμὸν τῶν λεγομένων παρηγάγομεν μάρτυρας. Οὐ γὰρ δὴ τῇ παρούσῃ δόξῃ μόνος οὗτος ἐκ τοῦ ταύτην οὕτω κηρύττειν ὁρᾶται προσκείμενος, ἀλλὰ καὶ πάντες ἁπλῶς, πρὸς οὓς τὴν εἰρημένην ἐπιστο
col. 1079–1080page 25 of 121
PG 141:1079λὴν ἐνεχάραξεν. Ἐπειδήπερ ἐκεῖνοι ταύτην ἀπεδέξαντο τε, καὶ πολλοῖς ἐγκωμίοις ἀντεπιστείλαντες έστεψαν. Προσέτι δὲ καὶ τὸ τῆς θείας συνόδου πλή ρωμα πᾶν τὸ συναθροισθὲν ἐν ἁγίῳ Πνεύματι μεθύστερον κατὰ Νίκαιαν. Εἰς γὰρ ἐπήκοον καὶ τού. των τῆς τοιαύτης αναγνωσθείσης επιστολῆς, πάντες ἀρεσθέντες κοινῶς ταύτῃ συνέθεντο, καὶ καλῶς αὐτ τὴν ἔχειν ἀποφηνάμενοι, δι' οἰκείας γνώμη; ἐπει σφράγισεν έκαστος. Οὐδεμία τοίνυν ἀπολείπεται πρόφασις τοὺς πάντας, ἂν ἐθέλοιεν, ἐξ ὧν παρεθέμεθα θείων ῥητῶν τὴν ἀλήθειαν γνώναι, καὶ προσδραμείν ἑτοίμως ἑαυτῇ τῶν θεοφόρων τούτων ἀνδρῶν κατ' ίχνια βαίνοντας. Χρεὼν γάρ ἐστι τοὺς μὲν δειλίᾳ κατεχομένους, καὶ διὰ τοῦτο πρὸς τὴν παραδοχὴν τῶν λεγομένων ἐκλάζοντας, τοῦ γνωσιμαχεῖν ἀφε μένους ἀπάρτι, τοσούτῳ καὶ τοιούτῳ καταλόγῳ Πα τέρων ἐπιτρέψαι τὴν οἰκείαν σωτηρίαν ἀνενδοιάστως, τούτοις ἀκολουθήσαντας, ὧν ἡ κατ' ἐπίγνωσιν τῆς ἀληθείας διδασκαλία, καὶ τοῦ βελτίονος ή διάκρισις " τοὺς δὲ διὰ κακίαν ἀνθισταμένους, ὡς τὴν μεθ' ἡμῶν εἰρήνην ἐκκλίναντας, τὸ πάθος ἀποβαλλομέν νους ἐς δεῦρο τῷ τῶν ἁγίων τούτων ὑπεῖξαι θειοτάτῳ χορῷ, πτοηθέντας τὸ προσκρούειν αὐτοῖς, ὧν ἡ λαμ πρότης τῶν ἔργων, καὶ τὸ ἐντεῦθεν ἀξίωμα, τὸ δύο ξαν ἔχον μὴ μεταπίπτουσαν· ἑκατέρους δέ, φυγόντας τὸ βλάπτον, τὸ λυσιτελοῦν ἀνταλλάξασθαι, καὶ Θεῷ γενέσθαι τῆς ἀσφαλεστάτης μοίρας καὶ κρείτο τονος. κε'. Ναί, φασὶν, ἀλλὰ ταράττει σφόδρα τὰς ἡμε τέρας ψυχὰς τὸ δι' Υἱοῦ λέγειν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, μή ποτέ τις ἐντεῦθεν ἀτέλεια προσά πτοιτο τῷ Πατρὶ κατὰ τὴν τοῦ Πνεύματος ὕπαρ ξιν. Καὶ πόθεν ἡμῖν τοῦτο γέγονεν, ἵνα, πρὸς αὐ τοὺς ἔνθεν ἀποτείνας τὸν λόγον, ποιήσωμαι τὴν ερώτησιν, ὦ περιττοὶ τὴν σοφίαν, καὶ κενοῦντες ἐκ τούτου τὸ Εὐαγγέλιον, τὸ λογίσασθαι δηλαδὴ τοιαύ τὴν ἀτοπωτάτην δυσσέβειαν, ἐν οἷς οἱ λαμπροὶ τοῦ τῆς Ἐκκλησίας στερεώματος φωστῆρες εἰπεῖν μετα τοῦ Πνεύματος ἔφθασαν; Τῆς κακονοίας! ὅτι περ ὅλως ἀνομίαν ἐν τούτοις ὑπολαβόντες τὴν εἰρημένην δυσ φημίαν ἠρεύξασθε. Πλὴν ὡς ἂν τοῦ παρόντος ἐγ κλήματος, καὶ τοῦ μώμου δεόντως ἐξ αὐτῶν ἐκείνων αὐτοὺς ἀπαλλάξωμεν· οὐκ ἀτέλειαν, ὦ οὗτοι, τοῦτο κατηγορεῖ τοῦ Πατρὸς, ὥσπερ οὐδὲ ἐπὶ τῶν δημιουργημάτων, ὅτι ταῦτα γεγόνασι δι' Υἱοῦ, κἂν ἄλλος οὗτος ὁ λόγος, κἀκεῖνος ἕτερος, ὡς προϊόντες τα περὶ τούτων διευκρινήσομεν· δύναμιν δὲ ζῶσαν καὶ ἐνυπόστατον δείκνυσι τὸν Υἱὸν, καὶ τὴν αἰτίαν μᾶλλον ἀναφαίνει τὴν ἐκ Πατρός· καὶ τοῦτο διδά ξει τρανῶς ἐπὶ τῶν ἔργων ὁ μέγας Βασίλειος. Δέ γει γὰρ ἐν τῷ ὀγδόῳ τῶν πρὸς Ἀμφιλόχιον κεφα λαίων: Διὰ τοῦτό φησιν ὁ Κύριος πρὸς τὸν Πα τέρα, Τὰ ἐμὰ πάντα σά ἐστιν, ν ὡς ἐπ' αὐτὸν τῆς ἀρχῆς τῶν δημιουργημάτων ἀναγομένης, κ καὶ τὰ σὰ ἐμὰ, ν ὡς ἐκεῖθεν αὐτῷ τῆς αἰτίας τοῦ δη μιουργεῖν καθηκούσης. ἂν δὲ ἡ δύναμις ἴση, ἴση πάντως καὶ ἡ ἐνέργεια. Χριστὸς γὰρ Θεού
col. 1081–1082page 26 of 121
PG 141:1081δύναμις, καὶ Θεοῦ σοφία, καὶ οὕτω πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ μετά τινα· Τὸ διὰ τοῦ Υἱοῦ δημιουργεῖν τὸν Πατέρα οὔτε ἀτελῆ τοῦ Πατρὸς την δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ Υιου παραδηλοῖ τὴν ἐνέργειαν, ἀλλὰ τὸ ἡνω μένον τοῦ θελήματος παρίστησιν. Ὥστε ἡ δι' νιοῦ φωνὴ τῆς προκαταρκτικῆς αἰτίας ὁμολογίαν ἔχει, οὐκ ἐπὶ κατηγορίᾳ τοῦ ποιητικοῦ αἰτίον παραλαμβάνεται. κς'. Πρὸς ταῦτά φησιν ὑφαρπάζων τὸν λόγον ὁ πρὸς ἀντίῤῥησιν πρόχειρος· καὶ τίνα τὴν κοινωνίαν ἔχει πρὸς τὴν κτίσιν τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ταύ την ὅλως ἐν τοῖς περὶ τούτου λόγοις παρέλαβες, τὴν δι' Υἱοῦ φωνὴν προσαρμόσας ἀμφοῖν, καὶ τὴν ἐντεῦθεν ἐπὶ τοῦ Πατρὸς ὑποπτευομένην ἀτέλειαν μηδόλως εἶναι κατ᾽ ἴσον ἀποφηνάμενος; Εγώ δὲ κοινωνίαν μὲν οὐδεμίαν οὐδοπωσοῦν, ἀλλ' οὐδὲ λόγον ἕτερον ἔχειν πρὸς τὴν κτίσιν φημὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν ὅνπερ ποιητής πρὸς ποιήματα, καὶ δεσπότης καὶ κύριος πρὸς δοῦλα καὶ ὑποχείρια καὶ ὅστις μὴ τοῦτο φρονῶν καθομολογεί, μή ίδοι τὸ παράπαν εωσφόρον ἀνατέλλοντα, καθά φησιν ἡ Γραφή. Καὶ περὶ μὲν τούτων οὕτως ἔχω, καὶ ἔξω δὲ πάντως, ἕως ἂν πνοή τις ἐν ταῖς ἐμαῖς ῥισὶν ὑπολείπηται. Τὴν δὲ δι' Υἱοῦ φωνήν εὑρίσκων πρὸς τῶν ἁγίων Πατέρων λαμβανομένην ἐπί τε τοῦ Πνεύ ματος καὶ τῆς κτίσεως, οὐ διαγράφω λέγειν απα να:νόμενος ταύτην ἐπὶ τοῦ Πνεύματος, ἐπεὶ τόνδε τὸν τρόπον καὶ τὸ εἶναι τὸ Πνεῦμα, τὸν γὰρ Υἱὸν ἀφίημι νῦν, οὐ συγχωρήσομεν ἐκ Θεοῦ. Διότι καὶ τὰ πάντα τὴν ὕπαρξιν ἔχειν πιστεύομεν ἐκ Θεοῦ. Πλὴν ἵνα καὶ παρευθὺς ἀπ' ἀλλήλων αὐτὰ διαστείλωμεν, οὐχ οὕτως, ὦ βέλτιστοι, τὰ πάντα φαμὲν ἐκ Θεοῦ καθάπερ καὶ τὸ Πνεῦμα. Τὸ μὲν γὰρ ἐστι φυσικῶς ἐνυπάρχον αὐτῷ, καὶ οὐσιωδῶς ἐμπεφυκός, ἵν' οὕτως είπωμεν, καὶ ἀμερίστως ἐξ αὐτοῦ προϊόν, τὰ δὲ τῆς ἐνεργείας ἔργα καὶ ποιήματα, φησί που τῶν ἑαυτοῦ κεφα λαίων τοῦ δευτέρου τῶν Θησαυρῶν περὶ τῆς τοῦ Πνεύματος ὑπάρξεως θεολογῶν ὁ θαυμασιώτατος Κύριλλος. Ωσαύτως τοιγαροῦν ἐνταῦθα κἀγὼ τὴν δι' Υἱοῦ φωνὴν ἐπί τε τοῦ Πνεύματος καὶ τῶν κτισμάτων ἀποδεχόμενος, κατάλληλον ἑκάστῳ παρέχομαι τὴν διάνοιαν, τὸ μὲν Πνεῦμα δι' Υἱοῦ λέγων ὑπάρχειν φυσικῶς καὶ οὐσιωδῶς, ἐπεὶ μηδὲ νοεῖσθαι τοῦτο πέφυκεν ἐκτὸς τοῦ Μονογενοῦς· τὴν δὲ κτίσιν εἶναι δι᾿ Υἱοῦ, μηδὲ γὰρ χωρὶς τοῦ Π λόγου ταύτην ἐξὸν συστῆναί ποτε, ποιητικῶς καὶ δημιουργικῶς κατὰ τὴν τῶν Πατέρων θείαν παρά δοσιν, ἥτις καὶ τοῖς πᾶσιν εἰς κοινὴν κατέστη τὸ ἀπὸ τοῦδη καὶ ἀναμφίλεκτον ἔννοιαν. Οτι δὲ διὰ Υἱοῦ τό τε Πνεῦμα τὸ ἅγιον, καὶ ἡ κτίσις ἐστί, Γρηγόριος ὁ Νύσσης.ὁ πολὺς ἐν τοῖς θείοις δόγμασι καὶ περίβλεπτος σαφῶς διετράνωσε, καὶ τὴν δια φορὰν διαπρύσιον ἀνεκήρυξε. Φησὶ γὰρ ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον ᾿Αντιῤῥητικῶν· Τὸ Πνεῦμα τῷ Πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον, πάλιν ἀπ᾿ αὐτοῦ τῷ μὴ Πατὴρ εἶναι καθάπερ ἐκεῖνος, διαχωρίζεται. Τῆς δὲ πρὸς τὸν Υἱὸν κατὰ τὸ ἄκτιστον συναφείας καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ Θεοῦ τῶν ὅλων
col. 1083–1084page 27 of 121
PG 141:1083ἔχειν ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενές ὑποστῆναι, καὶ ἐν τῷ δὲ αὐτοῦ τοῦ Υιου πεφηνέναι. Πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ Μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητα εινα πρὸς ταύτην ἔχειν νομισθῇ τὸ Πνεῦμα ἐκ τοῦ διὰ τοῦ Υἱοῦ πεφηνέναι, ἐν τῷ ἀτρέπτη καὶ ἀναλλοιώτῳ διακρίνεται τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως. Οράτω τὸν ἱερὸν τοῦτον καὶ θεῖον Γρη γόριον ὁ πρὸς τὴν ἄδικον ἀντιδικίαν ὀξὺς, ὅπως τὴν δι' Υἱοῦ φωνὴν ἐπί τε τοῦ Πνεύματος καὶ τῆς κτίσεως ἀδιαφόρως ὁ μακάριος ἐπλαβόμενος τὴν ἀπὸ ταύτης τούτου διαστολὴν ἐσήμανε καὶ διάκρισιν· ἐν οἷς τῶν θείων αὐχημάτων διαπρεπῶς αὐτῷ τὸν πλοῦτον προσήρμοσε, καὶ τοῦ κακουργεῖν ἀπο στὰς, μηκέτι μηδοπωσούν επιχειρείτω κακοθελώς αἰτιᾶσθαι με τὸν ἀναίτιον, ὅτι μὴ κατηγορεῖν ἀπό φηνάμην ἀτέλειαν τοῦ Πατρὸς τὸ διὰ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πρὸς ἀπό δειξιν τούτου τὴν κτίσιν παρήγαγον. Οἱ δὲ τὸν φά ον τοῦτον φοβούμενοι, καθάπερ ἐπὶ τῶν γεγονότων τὸ δι' γιοῦ προστιθέντες, οὐδεμίαν δοξάζουσι προσ ἀπτεσθαι τῷ Πατρὶ τὴν ἀτέλειαν, οὕτω δεχέσθων σαν τοῦτο κἀπὶ τοῦ Πνεύματος, πλὴν μετὰ τῶν ὑψηλῶν καὶ προσφόρων τῇ αὐτοῦ θεότητι λέξεων. Ατέλειαν δὲ μηδαμῶς προσγίνεσθαι τῷ Πατρὶ μηδ' ἐντεῦθεν ὑπονοείτωσαν, καὶ τῆς ὀρθῆς οὕτως ἔσον ται δόξης ἀσφαλῶς ἐξεχόμενοι. Ταῦτα μὲν οὖν & παρὰ τῶν ἁγίων Πατέρων τῶν κατὰ καιροὺς ὅτα καὶ φωστήρων διαλαμψάντων ἐν τῷ τῆς εὐσεβείας σεπτῷ στερεώματι συλλεξάμενοι προτεθείκαμεν, παραστῆσαι βουλόμενος τὸ δι' Υἱοῦ τὴν ὕπαρξιν ἔχειν ἐκ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ὧν καὶ πολλῷ πλείω τυχὸν εὑρεθήσεται τοῖς φιλοπόνως ἐρευνῶσι τὰς θείας Γραφάς. κζ'. Ἵνα δὲ καὶ ἡμεῖς ὡς ἔχομεν περὶ τούτου και ταλήψεως οίκοθεν εἴπωμεν, καὶ πάλιν ἅπερ ἐν ὑπο δείγμασιν οἱ λόγον ζωῆς τῷ κοινῷ σώματι τῆς Επ κλησίας ἐπέχοντες οὗτοι διέλαβον τοῖς ἡμετέροι; ἐπισ συνείρωμεν. Ανάγκη τὸ Πνεῦμα τὸ ἅγιον εἶναι δ' Υἱοῦ παρὰ τοῦ Πατρὸς, ὡς ἂν τὸ συνημμένον ή Τριάς ἔχοι, καὶ πρὸς ἑαυτὴν ἀδιάσπαστον, καὶ μὴ διαίρεσις ἐν ταύτῃ νοοῖτο ποσῶς, καὶ διέχεια. Πῶς γὰρ, τί μὴ τοῦτο, τῆς Τριάδος τὸ μοναδικόν τηρηθήσεται; Τίς δὲ συνόλως ἡ σχέσις Υἱοῦ τε καὶ Πνεύματος; Τοῦ μὲν γὰρ Πατρὸς ήρτηνται, καὶ τοῦτον τὸν τρόπον ἀμφότερα καθάπερ ἐξ αὐτοῦ πλουτούντα τὴν ὕπαρξιν, καὶ τὴν σχέσιν ἔχουσι πρὸς αὐτὸν τὴν ἑκάστῳ προσήκουσαν. Πρὸς ἄλληλα δὲ πόθεν αὐτοῖς τὸ ἀχώριστον; ποία δὲ καὶ σχέσις τούτοις ἀποδοθήσεται; Πάντως οὐδεμία κατὰ τὸ τῶν ἐ γομένων ἀκόλουθον. Τὸ δὲ τῆς ἑνώσεως τὸ π ράπαν οιχήσεται· πλὴν εἰ μή τις εγγύτατα το Πνεῦμα πρὸς τὸν Υἱὸν φέρειν εἴποι καὶ σχέσιν ἀδελ φικήν, & μόνα τοῖς οὕτως ἔχουσιν ὑπολείπεται. Ταῦτα δὲ πάλιν ὅτι ξένα τῆς ἀποστολικῆς διδασκαλίας, καὶ τῆς ὀρθοδοξίας ἀλλότρια, πάντες ἴσασιν ἀκριβῶς, ὧν οὐδὲν τὴν γνῶσιν οὐδενὸς διαπέφευγε. Τί λοιπόν; Οὐκ ἄλλως πέφυκεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ἢ δι᾽ Υἱοῦ παρὰ τοῦ Πατρὸς, ὡς ἐντεῦθεν τί τῆς Τριάδος ἀμέριστον θεωρεῖσθαι καὶ τὴν συνά φειαν, ἢν αὖθις οὐκ οἶδα πῶς ὁ δοξάζων οἱ προτίε
col. 1085–1086page 28 of 121
PG 141:1085ται, τὸ δι᾽ Υἱοῦ παρὰ Πατρὸς ὑπάρχειν τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐκ τοῦ συνημμένου καταλαμβάνεται τοῖς εὐθυβόλως εἰς τὸν τοῦ προκειμένου ζητήματος βυθὸν τὴν διάνοια, βάπτουσιν. Ἐπεὶ γὰρ ἀχωρίστως ἀεὶ τὸ Πνεῦμα σύνεστι τῷ Υἱῷ, καὶ οὐκ ἐξὸν ὅλως ἐν περινοίᾳ γενέσθαι τούτου τινὰ δίχα τοῦ Πνεύματος, εύδηλον ὅτι δι' αὐτοῦ λαμβάνει τοῦτο τὴν ὕπαρξιν. Εἰ γὰρ μὴ, τί κωλύει νοηθῆναι τὸν Υἱὸν ἄνευ τοῦ Πνεύματος, καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἐκτὸς τοῦ Μονογενούς; Αποκριθήτω μοι πρὸς τὴν τοιαύτην ἐρώτησιν ὁ βουλόμενος, Ἴσως ἀπαντήσει πρὸς τοῦτό τις, ὅτι τὰ προέρχεσθαι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἅμα παρὰ Πατρός, αὐτὸ τοῦτο τοῦ συννοεῖσθαι ταῦτα παραίτιον, ὅπερ καὶ μᾶλλον οὐκ ἐξ χώραν ἔχειν τὸ δι' Υἱοῦ. Καὶ μὴν εἰ χρή με περὶ τούτου πρῶτον ἀπολογήσασθαι, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τοῖς πᾶσιν ἀνω μολόγηται συνυπάρχειν ὁμοῦ τῷ Πατρὶ, καὶ οὐ τὸν μὲν πρότερον, τὸ δὲ ὕστερον. Αρ' οὖν οὐκ ἔσται ταῦτα διὰ τοῦτο καὶ ἐξ αὐτοῦ. Καὶ ποῦ τὸ τοιοῦτον ἀσεβείας ταχθήσεται; Καίτοι γε πρόδηλον, ὡς ἡμεῖς τοῖς τῶν Πατέρων ἐμμένοντες θεοσόφοις διδάγμασιν ἐπὶ τῆς ἁγίας Τριάδος καὶ τὸ ἅμα φρονοῦμεν, συναΐδια γὰρ, καὶ ἐκ Πατρὸς εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα πιστεύομεν. Οὐκ ἄναρχα γὰρ κατ' αὐτό γε τοῦτο τὸ αἴτιον. Οὕτως οὖν κἀπὶ τοῦ Σἱοῦ καὶ τοῦ Πνεύματος, καὶ τὸ ἅμα προέρχεσθαι ταῦτα παρὰ Πατρὸς ὁμολογοῦμεν, καὶ τὸ δι᾿ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον διατράνῳ γλώττη κηρύττομεν. ΜΕ κη'. Ακουέτωσαν οἱ μηδὲν τῶν πολλῶν διαφέροντας ἐν τῷ λέγειν ὅτι τὸ ἅμα τῆς δι Υἱοῦ φωνῆς ἀναιρετικὸν. Ωσπερ γὰρ ἐκεῖ τὸ ἅμα τῷ Πατρὶ τὸν Υἱὸν εἶ ναι, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ καταβλάπτει τὸ ἐκ Πατρὸς ὑπάρχειν αὐτά, διὰ τὸ μηδένα χρόνον τῇ τούτων ἐκ Πατρὸς ὑπάρξει μεσολαβεῖν· τὸν αὐτ τὸν τρόπον κἀνταῦθα τὸ ἅμα προέρχεσθαι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα παρὰ Πατρὸς τὸ δι' Υἱοῦ τὴν ὑπαρ ξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον οὐ λυμαίνεται. Καὶ γὰρ ἀχρόνως ἐστὶ δι᾽ Υἱοῦ, καθάπερ ἐκ τοῦ Πατρός, Ἐπεὶ τίς ὅλως εἰς τὴν ὑπὲρ χρόνον, ἐκείνην φύσιν χρόνου παρείσδυσις; Τοῦτο μὲν οὕτως ἀναγκαίως, ὡς ἔμοιγε δοκοῦν, ἀποδέδεικται· πρὸς δὲ τὸ μέρος ἐκεῖνο τῆς ἀπαντήσεων, ὅτι τό προέρχεσθαι τον Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἅμα παρὰ Πατρός, αὐτὸ τοῦτα τοῦ συννοείσθαι ταῦτα παραίτιον, ἀκτε πιφέρων φημί· Καὶ πόθεν ἄρα, κἀκ ποίων εἰκόνων, ἐπεὶ πολλαὶ πολλάκις τοῖς θεοφόροις Πατράσιν ἐπὶ τῆς θεολογίας ὁμοιώσεις ἐκ τῶν αἰσθητῶν παρελής φθησαν, τοῦτο παραστῆσαί τις έξισχύσειεν; Ἐγὼ μὲν γὰρ πάντα τοιοῦτον λόγον ἀνερευνών, ἐν οἷς ὑπάρχει διὰ τοῦ ἑτέρου τὸ ἕτερον, τρανῶς καταλαμε βάνω τὴν ἕνωσιν· ἐν οἷς δὲ τὸ ἅμα μόνον ἐστὶν, οὐσ δεμίαν εὑρίσκω συνάφειαν. Καὶ σκοπείτω πᾶς τὰ λεγόμενα. Δύο ποταμοὶ κατὰ ταυτὸν ἐκβλύζουσιν ἐκ πηγῆς, ἐκ ρίζης τε δύο κλάδοι τυχὸν συναναβλαστά γουσιν. Τούτων ὑπολαβὼν τὸν ἕνα, καὶ καθ' ἑκάτες ρον δύναμαι ῥᾷστα τοῦ λοιποῦ χωρὶς κατιδεῖν. Ωστ αύτως δύο πάλιν ἁθρόον ἀκτίνες ἐκ τοῦ ἡλίου
col. 1087–1088page 29 of 121
PG 141:1087Λ προΐσχουσι, καὶ χεῖρες ἐκ τοῦ σώματος δύο συνανα ἀπεοικότα. Ἐνταῦθά μοι καὶ τὰ τῆς παρούσης λύσεως. τανί. φύονται· καν ταύταις τὴν μίαν ἀποστήσας, καὶ κατ' ἀμφότερον εὐχερῶς ἔχω τῆς ἄλλης ἄνευ ἐπό ψεσθαι, μὴ συνεφελκομένων ἀναγκαίως ἐν πᾶσι τούτοις τῶν καθ᾿ ἑκάστην μοι συστοιχίαν ἀπολειφθέντων μηδοπωσούν. Ἐπὶ δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, οὐκ ἔστιν ὅλως τὸν Υἱὸν νοῆ σαι, μὴ τὸ Πνεῦμα συνεπαγόμενον, οὐδὲ τὸ Πνεῦμα θεωρῆσαι μὴ τῷ Υἱῷ συνημμένον ἀδιεχῶς. ὥσπερ κἀπὶ τοῦ παρ' ἡμῖν λόγου καὶ πνεύματος τῶν καὶ μᾶλλον τοῖς θεοσόφοις τῶν Πατέρων ἐπὶ τῆς θεολογίας λαμβανομένων συμβολικῶς· ὧν τὸ ἕτερον διὰ τοῦ ἑτέρου, τουτέστι τὸ πνεῦμα διὰ τοῦ λόγου πρόεισιν εναργῶς ἐκ τοῦ νοῦ, κἀντεῦθεν καὶ τὴν ἀλληλουχίαν πλουτοῦσι καὶ τὴν συνάφειαν, Ωστε καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐ συννοεῖται τῷ Υἱῷ διὰ τὸ συνυπάρχειν αὐτῷ παρὰ τοῦ Πατρός ἡ γὰρ ἂν κἀπὶ τῶν πρώτων εκείνων συζυγιῶν τοῦ ἑνὸς λαμβανομένου συνηκολούθει καὶ τὸ λοιπόν· ἅμα γὰρ ἐκ τῆς οἰκείας ἀρχῆς καὶ ἀμφότερα. Νῦν δὲ οὐχ οὕτω πάντως ὅτι μὴ διὰ τοῦ ἑτέρου τὸ ἕτερον πέ φυκεν. Οὐκοῦν ἀχώριστον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι δι' αὐτοῦ τὴν ὕπαρξιν ἔχει παρὰ Πατρό;" ὡς καὶ τὸ τοῦ ἀνθρώπου πνεῦμα παρὰ τοῦ νοῦ διὰ τοῦ λόγου προέρχεται· κἂν ὅτι μάλιστα πολὺ καὶ ταῦτα τὸ ἀπεμφαῖνον αὐτοῦσιν, ὡς ἀνυπόστατα καὶ ἀρκούντως τοῖς εὐγνώμοσι τῶν ἀκροατῶν ἀποδέδοτα κθ'. Ἐπεὶ δ᾽ ἅπαξ εἰς τοὺς περὶ τῶν ὑποδειγμάτ των λόγους κατέστημεν, καλὸν ἂν εἴη καὶ τὰ περὶ τούτων, ὅσα δηλαδὴ τοῖς οἰκείοις συγγράμμασιν οἱ τῆς εὐσεβείας ἐξεῖπον στοιχειωταὶ καὶ διδάσκαλοι, καθάπερ ἐστὶ, διεξελθεῖν, ἴσως ἐκ τούτων πλέον ἄν τι γένοιτο τοῖς ἐντυγχάνουσιν ὄφελος. Οφθαλμόν τινα καὶ πηγὴν, καὶ ποταμόν, ὁ μέγας Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος ἐν τῷ περὶ Πνεύματος φησιν, ἐνενόησα, καὶ ταῦτα κατ' ἄλλους ἀπαγ γείλας τῶν πρὸ αὐτοῦ, καθὼς αὐτὸς οὗτος διαμαρτύρεται, τῷ μὲν τὸν Πατέρα, τῇ δὲ τὸν Υἱόν, τῷ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἀναλόγως ἔχειν συνέθετο, καν εἰ τρόπον ἕτερον τὰ περὶ τούτων αὖθις ἐξέφυγε, δείσας πρῶτα μὲν μὴ ῥύσιν τινὰ θεότητος ὑποπτεύσωμεν, στάσιν μὴ ἔχουσαν, δεύτερον δὲ τὸ ἓν εἶναι τὴν Τριάδα, καθάπερ ἐκεῖνα τῷ ἀριθμῷ. Τούτων δὲ τῶν ἀτόπων ὑπεξῃρημένων πᾶν ἄλλο θεωρούμενον ἐν τοῖς τοιούτοις προσήκατο. Ταύτην ὡσαύτως ἀπο δεχόμενος κἀγὼ τὴν εἰκόνα, τὸ ἐξ αὐτῆς διατρανώς συναγόμενον· ὥσπερ, λέγων, ὁ ποταμὸς ἐκ τοῦ ὀφθαλμοῦ προχεῖται διὰ τῆς πηγῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Μονογενούς προχωρεῖ. Πάλιν· "Ηλιον ἐνεθυμήθην, ὁ πολὺς οὖ τος τὰ θεῖα Πατὴρ περὶ τῶν αὐτῶν ἐν τῷ αὐτῷ διαλαμβάνει, καὶ ἀκτῖνα, καὶ φῶς· κἂν ἄλλως εὐθὺς τὸν λόγον ἐξέκλινεν, ἓν μὲν πτοηθείς, μὴ σύνθεσίν τινα ἀσυνθέτου φύσεως ἐπινοήσωμεν· ἔπ ρον δὲ, μὴ τὸν Πατέρα μὲν ὑποστήσωμεν, τῶνδε πάντως ἅτε κακῶ; ἐχόντων ἀπελαθέντων, τάλλα τα τούτων ἅπαντα παρεδέξατο. Τοῦτο προσιέμε
col. 1089–1090page 30 of 121
PG 141:1089νος ὁμοίως κἀγὼ τὸ ὑπόδειγμα, τὸ ἐντεῦθεν ἀνα κηρύττω δεικνύμενον· Ὥσπερ γάρ, λέγων, ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος ἀνατέλλει τὸ φῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον πρόεισιν ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ. Καὶ ταῦτα μὲν ὁ θεηγόρος οὗτος, ὁ τῆς ἀληθείας μύστης τε καὶ μυσταγωγός, ἐξ ἄλλων, ὡς αὐτὸς ἐδήλωσε, τὰ περὶ τούτων διαδεξάμενος. Ετεροι δὲ τῶν ἁγίων Πατέρων πῦρ εἰρήκασι καὶ φλόγα καὶ φῶς· οἱ δὲ ῥίζαν, κλάδον τε καὶ καρ πὸν, ὧν εἷς ἐστι καὶ Κύριλλος ὁ θειότατος, καὶ τούτοις τὴν ἄλλον οὐσίαν ἐκείνην ἐσήμανεν. Ως τοίνυν, ἵνα μὴ μακρὸν ἀποτείναιμι λόγον, διὰ τῆς φλογὸς ἐκ τοῦ πυρὸς ἐκλάμπει τὸ φῶς, καὶ ὁ καρπὸς ἐκ τῆς ῥίζης διὰ τοῦ κλάδου προβάλλεται· τὸν αὐτὸν τρόπον ἐκ τοῦ Πατρὸς ἐκπέμπεται διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Πρὸς τούτοις οι πλείους σχεδόν χεῖρα μὲν τὸν Υἱὸν κατὰ τὸ, Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, καὶ αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου; διὰ τὴν ἐκ τῆς παλαιότητος τοῦ φυρά ματος ἀνακαίνισιν, καὶ ὅτι περ οὐδὲν ἐπαρίστερον τῷ Θεῷ, δάκτυλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον κατωνή μασαν, ἐκ τῆς εὐαγγελικῆς πυξίδος τὴν κλῆσιν ταύτην αὐτῷ προσαρμόσαντες. Ἐκεῖσε καὶ γὰρ ὁ Σωτὴρ ἡμῶν ἀναγράφεται πῆ μὲν ἐκβάλλειν ἐν Πνεύματι Θεοῦ φθεγξάμενος τὰ δαιμόνια, πῆ δὲ πάλιν ἐν δακτύλῳ Θεοῦ, δάκτυλον Θεοῦ προσαγορεύσας τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τοῦτο διετράνωσεν ἐν τῇ βίβλῳ τῶν Θησαυρῶν ὁ θεολογικώτατος Κύριλλος, οὕτως εἰπών· Φησί που Χριστὸς Ιουδαίοις προσδιαλεγόμενος· «Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. › Καὶ δάκτυλον ἐνθάδε φησὶ τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκός, καὶ φυσικῶς αὐτῆς ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρωπίνης χειρός. Βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ κατὰ τὸ, «Εσωσεν αὐτὸν ἡ δεξιὰ αὐτ τοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Καὶ πάλιν «Κύριε, υψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδει σαν γνόντες δὲ μίσχυνθήσονται.» "Ωσπερ οὖν ὁ βραχίων φυσικῶς ἐνήρμοσται τῷ ὅλῳ σώματι, πάντα ἐνεργῶν, ὅσαπερ ἂν δόξῃ τῇ διανοίᾳ, καταχρίει δὲ συνήθως, τῷ δακτύλῳ πρὸς τοῦτο κεχρημένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ λόγον ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν᾽ οὔ τως είπω, καὶ ἐμπεφυκότα λογιζόμεθα, ἐν δὲ τῷ Υἱῷ φυσικῶς τε καὶ οὐσιωδῶς διῆκε παρὰ Πα τρὸς τὸ Πνεῦμα, δι' οὗ τὰ πάντα χρίων ἁγιάζει οὐκοῦν οὐκ ἀλλότριον, οὐδὲ ἀπεξενωμένον τῆς θείας ουσίας φαίνεται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ ἐξ αὐτῆς καὶ ἐν αὐτῇ φυσικῶς, ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ, ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ οὖν πάλιν ἐν τῷ σώματι, οὐχ ἑτεροούσιος πρὸς αὐτὸ τυγχάνουσα. Ταῦτα κατὰ τὴν τῶν Θησαυρῶν δέλτον ὁ θαυμασιώτατος Κύ ριλλος· ἀλλαχοῦ δὲ ταύτης ουτος αὐτὸς τὸν Πατέρα μὲν μόδον. ἄνθος δὲ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ και
col. 1091–1092page 31 of 121
PG 141:1091ἅγιον ὀσμὴν ἀπεκάλεσεν. Ὡς τοίνυν ὁ δάκτυλος μὲν ἐξήρτηται τοῦ σώματος διὰ τῆς χειρ, ἐκ τοῦ ρόδου δὲ διὰ τοῦ ἄνθου; ἡ ὀσμὴ διαπνέεται, τὸν αὐτὸν τρόπον καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πα τρὸς διὰ τοῦ Μονογενοῦς ἐκπορεύεται. Τὰ μὲν δὴ τοῖς θεσπεσίοις Πατράσιν, ὅσον ἐν ὑποδείγματι δια ληφθέντα, το ταῦτα καὶ οὕτως ἔχοντα, κἂν εἰ σφόδρα καὶ τὰ περὶ τούτων μικρά, κομιδή τε ταπεινά, και παρὰ πολὺ τῆς ἀξίας ἐνδέοντα· πάντα γὰρ κατ' αὐτὸν ἐκεῖνον τὸν πνευματοκίνητον Κύριλλον ύπερ έξει Θεός. γ. Τί δε καὶ πρὸς ταῦτα πάλιν οἱ μηδὲν θέλο πλὴν ἀντιλέγειν ἁπλῶς πρὸς πᾶν ὁτιοῦν ἐπιστάμεναι, κάν τούτῳ τὰ μέγιστα χαίροντες, οἷα τεκμήρ ριον αὐτὸ σοφίας ἡγούμενοι; Καὶ ποῦ σοι, φασί, τὰ παρὰ τῶν αὐτῶν ἁγίων ἐν διαφόροις ἐκφωνηθέντα γραφαῖς, οἱ δίρρυτοι δηλονότι ποταμοὶ, αἱ διαυγείς ἀκτῖνες, τά τε δίδυμα φώτα, οι διττοί τε κλάξει, καὶ αἱ δύο χεῖρες, καὶ τὰ ἄνθη τὰ διψνῆ, δι' ἐν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀμέσως εἶναι παρὰ Πατρὸς διατράνωσαν; Πῶς ἐκεῖνα μὲν ἐξ σταταί σοι, τὰ δὲ παρεώραται; Πρὸς οὓς εἴποιμε ἂν ἀληθῶς, Ἐπὶ τῆς θεολογίας καὶ ταῦτα πολλαχού τοῖς αὐτοῖς θεοφόροις Πατράσι παραλαμβάνεται πλὴν οὐκ ἐπ' ἀναιρέσει τῶν προλεχθέντων ἡμῖν, Επείπερ οὕτω γε καὶ τὸ ῥηθὲν ἐν πολλοῖς παρά τῶν αὐτῶν διδασκάλων ἐπὶ τῆς μακαρίας Τριάδος τρισήλιον, ἢ καὶ τρισάκτινον ἀναιρήσει τὸ ἐκ Πατρὸς ὑπάρχειν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅτι μήτε τό παράπαν ἥλιος ἐξ ἡλίου, μήτε μὴν ἐξ ἀκτῖνος ἀκτίς. Ἀλλ᾿ οὐ τοῦτο φρονοῦμεν ἡμεῖς ἑκάτερα δὲ τῶν ὀρθῶν δογμάτων εἶναι πιστεύοντα; την πρόσφορον ἑκάστῳ τούτων ἀπονέμομεν ἔννοιαν, τὸ μὲν ὁμολογοῦντες, ὅτι περ ἀρχὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ὁ Πατήρ, τῆς δὲ τὸ τῶν τριῶν ἰδιοϋπόστατον, τό τε τῆς οὐσίας ταυτὸν, καὶ τὸ μὴ μέση δοκεῖν ὑπάρχειν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεύμα σημαίνοντες. Ὡσαύτως τοιγαροῦν κάνω ταῦθα ταύτας τε κἀκείνας τὰς εἰκόνας δεχόμεθα μηδὲν ἐναντίον ἔχειν πρὸς ἀλλήλας, ἅτε τῆς εὐσε βείας καὶ ἀμφοτέρας καταλαμβάνοντες. Όταν μὲν γὰρ ἀκούσωμεν ἐπὶ τῆς ὑπὲρ Θεοῦ Τριάδος ὀφθαλμὸν, πηγήν, ποταμὸν, ἥλιον τε καὶ ἀκεῖνα καὶ φῶς, καὶ πάντα τἄλλα τὰ παραπλήσια, τὴν ἄκραν ἐννοοῦμεν συμφυΐαν αὐτῆς, καὶ τὸ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι διὰ τοῦ Πατρός· ὅταν δὲ δικρούνους ποταμούς, ἀκεῖνάς τε διδύμους τὸν Υἱὸν καὶ τὸ Πνεῦμα προσαγορευομένους ενωτι ζώμεθα καὶ τὰ τούτοις παρόμοια, τὸ τῶν τελείων ὑποστάσεων ἀσύγχυτον, τό τε πρῶτον αἴτιον θεω ροῦμεν, καὶ τὸ τῆς φύσεως ἀπαράλλακτον, οὐ μὴν ἀντιδιηρημένα ταῦτα δοξάζομεν. Απέστω γὰρ ἡμῶν καὶ ψιλὴ τοιαύτη τις περὶ τούτων ὑπόληψις. Περί δὲ τῶν χειρῶν ἰδίᾳ καὶ κατ᾽ ἐξαίρετον ἔγωγε χεῖ ρας τοῦ Πατρὸς, ἔστιν οὗ τὸν Υἱὸν μόνον εὗρον και Ο λούμενον. Εν γὰρ τῷ περὶ τῆς τοῦ Μονογενούς ἐνανθρωπήσεως λόγῳ τοιαῦτα περὶ αὐτοῦ φησιν ὁ τὰ θεῖα πολὺς ᾿Αθανάσιος. "Οτε παρατίθεται τὸ Πνεῦμα αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς, ὡς ἄνθρωπος ἑαυτὸν παρατίθεται ἑαυτῷ ὡς Θεῷ· αὐτὸς γὰρ ἡ χεὶρ καὶ αἱ χεῖρες τοῦ Πατρός. Καὶ τοῦτο μὲν τοιοῦτον. λα'. Οτι δὲ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὔμενουν, ὡς οἱ πολλοὶ λέγουσιν, ἀμέσως ἐκ τοῦ Πατρὸς, ταυτὸν γὰρ ἐστι δι' Υἱοῦ, καὶ οὐκ ἀμέτω, εἰπεῖν, αὐτὸς μὲν συμφώνω; ἐκ τῆς θεοπνεύστου Γραφῆς τάς μαρτυρία; παρήγαγον· εἰ δέ τι; ἀμέ
col. 1093–1094page 32 of 121
PG 141:1093Ι. σως υπάρχειν καὶ ἔτι τὸ Πνεῦμα παρὰ Πατρὸς δια τείνεται, δειξάτω ποῦ ποτε τῶν θείων λογίων εὕρη ται κείμενον, καὶ ἡμεῖς στέρξομεν. ᾿Αλλὰ τοῦτο μὲν, ὥσπερ οὐκ ἔστιν, οὕτως οὐδὲ τῶν τῆς ἀληθείας ἐξηγητών τις ἐφθέγξατο· τὸ δὲ τὸν Υἱὸν ἀμέσως εἶναι παρὰ Πατρὸς συχνοὶ τῶν τῆς εὐσεβείας διδα σκάλων, καὶ οὐχ ἅπαξ ειρήκασιν, ὡς ἐκ πολλῶν παραστήσομεν. Καὶ δεχέσθω τὰς χρήσεις, ὅσαις τέως ἡμεῖς ἐνετύχομεν, ο βουλόμενος. Εὐθὺ; γὰρ ὁ μέγας Βασίλειος ἐν μὲν τῷ δευτέρῳ τῶν πρὸς Ευνόμιον τάδε φησίν· Ἀρχὴ μὲν οὖν Πατρὸς οὐδε μία, ἀρχὴ δὲ τοῦ Υἱοῦ ὁ Πατήρ, μέσον δὲ τούτων οὐδέν. Καὶ μετὰ πάνυ βραχέα Εἰ τοίνυν ἀΐδιος ή τοῦ Υἱοῦ κοινωνία πρὸς τὸν θεὸν καὶ Πατρα ανα πέφανται τῆς διανοίας ἡμῶν ἀπὸ τοῦ Υἱοῦ δι᾽ οὐ δενὸς κενοῦ πρὸς τὸν Πατέρα χωρούσης, ἀλλ' ἀδιαστάτως τῷ Πατρὶ τὸν Υἱὸν συναπτούσης ὁ μηδενὶ μέσῳ διοριζόμενος τίνα ἔτι παρείσδυσιν καταλίποι τῇ πονηρᾷ αὐτῶν βλασφημίᾳ; ἐν δὲ τῇ πρὸς τὰς κανονικὰς ἐπιστολῇ· Εἰ γὰρ ἀνώτερον λέγει Θεοῦ τὸ Πνεῦμα, οὐκ ἐκ τοῦ Θεοῦ εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερον τοῦ ἐξ οὗ ἐστιν; Αλλ' οὐδὲ τοῦ Μονογενούς πρότερον οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. Ακολούθως τούτῳ τῷ μεγάλῳ τῆς εὐσεβείας κήρυκι καὶ ὁ Νύσα σης Γρηγόριος ἐν μὲν τῷ τετάρτῳ τῶν κατ' Εὐνο μίου λόγων • Ἐπεὶ καὶ παρ' ἡμῶν ὁμολογεῖται τοῦ Υἱοῦ τὸ πρὸς τὸν Πατέρα συναφές τε καὶ ἀμέριστον, ὡς μηδὲν εἶναι τὸ διά μέσου τούτων παρ εγειρόμενον· ἐν δὲ τῷ ὀγδόῳ τῶν αὐτῶν· Οὐδὲ γὰρ ἡ ἄμεσος αὕτη συνάφεια ἐκβάλλει τὴν βού λησιν τοῦ Πατρὸς, ὡς κατά τινα φύσεως ἀνάγ την ἀπροαιρέτως τὸν Υἱὸν ἐσχηκότος. Και μετά τινα· "Αμεσός ἐστιν ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια, καὶ οὐκ ἐξωθεῖται ὑπὸ τῆς ἀδιαστάτου συναφείας τὸ βούλημα, τὸ τῇ ἀγαθῇ φύσει ἐκτὸς ἐνυπάρχον. Καὶ ταῦτα μὲν οὗτοι καθ᾿ ἕνα καὶ τὸν αὐτὸν καὶ ἄμφω καιρόν. Κύριλλος δὲ μεθ᾽ ὕστερον δ θαυμασιώτατος ἐν μὲν ἐνὶ τῶν κεφαλαίων τοῦ πρώτου τῶν Θησαυρών διαρρήδην βοᾷ • Γεννᾷ δὲ ὁ Πατὴρ τὸν Υἱὸν ἀμεσιτεύτως· ἐν δὲ τῇ ἑρμη νείᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου τὸ ῥητὸν τὸν Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ο σαφηνίζων φησίν· Αμέσως καὶ προσεχῶς ἐστιν ὁ Υἱὸς ἐν θεῷ καὶ Πατρί. Καὶ πάλιν εἰ; τὸ, ο Πάντα δι' αὐτοῦ ἐγένετο, › Συνεἶναι δὲ τῷ Υἱῷ τὸν Πατέρα νοού μὲν διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας, καὶ τὸ ἄκρως προσεχές τε καὶ ἄμεσον αὐτοῦ πρὸς τὸ ἐξ αὐτοῦ φυσικώς προελθόν. Καὶ μετ' ὀλίγα· λόγος μέν γὰρ καὶ σοφία ὁ Υἱὸς διὰ τὸ ἐκ τοῦ, καὶ ἐν νῷ προσεχῶς καὶ ἀδιαστάτως, καὶ τὴν εἰς ἄλληλα τῶν σημαινομένων, ὡς ἂν εἶποι τις, ἀντεμβολήν. Ὁ αὐτὸς ἐν τῷ ἔκτῳ τῶν πρὸς Ἑρμείαν *Επόμενοι τοίνυν, λέγει, τῇ τῶν ἱερῶν πίστει γραμμάτων, καὶ οἱονεὶ τὴν ἀτριβὴ τοῖς σοφοῖς αμαξιτὸν διαστείχοντες, δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγομεν τὸν Υἱὸν ἀμέσως τε
col. 1095–1096page 33 of 121
PG 141:1095ἅμα καὶ προσεχῶς. Ἐκ τούτων καὶ τῶν τοιούτων συναποδέδεικται φανερῶς ὅτι καὶ μέσος του Πατρός καὶ τοῦ Πνεύματος ὁ Υἱός. Εἰ γὰρ ὁ Πατὴρ ἀρχὴ καθ' ὁμολογίαν κοινὴν, ὁ δὲ Υἱὸς ἀμέσως ἐκ τοῦ Πιο τρὸ;, ὡς ἀνεφάνη πρὸς τῶν ῥητῶν, ὧν παρεθέμεθα, δι᾽ αὐτοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον· ὁ Υ.ὸς ἄρα μέσος Πατρός τε καὶ Πνεύματος. Καὶ δῆλον ἐξ ὧν ὁ μέσ γας Βασίλειος ἐν τῇ πρὸς τὸν οἰκεῖον ἀδελφὸν ἐπι στολῇ τὸν Νύσσης Γρηγόριον εἴρηκε. Ταῦτα καὶ γὰρ ἐκεῖσε διέξεισιν· "Ωσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἀψάμενος καὶ τὸ ἕτερον ἄκρον συν επεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ελκύσας δι' αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφελ κύσατο· καὶ τὸν Υἱὸν ἀληθῶς ὅστις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῇ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῇ δὲ τὸ ἴδιον Πνεύμα συνεπαγόμενος. Οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν, ὡς ἡ Υἱὸν χω ρὶς τοῦ Πατρὸς νοηθῆναι, ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι. Πάντως τὸ ἑκατέρωθεν τοῦ Υἱοῦ λέ γειν εἶναι τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον προ φανῆ τὴν ἔννοιαν κέκτηται, καὶ οὐ δήπου τινὸς τὸ παράπαν δεῖται τῆς ἐξηγήσεως. Ὁ δὲ θεῖος Γρηγόριος, πρὸς ἦν τὰ τῆς τοιαύτης ἐπιστολῆς, τῶν Νυστ σαέων ὁ πρόεδρος, ἐπείπερ ἐν τῷ πρὸς 'Αλάδαν λόγῳ τὴν διαφορὰν τῆς μακαρίας Τριάδος δηλώσει θέλων, τὸ αἴτιον εἶπε καὶ τὸ αἰτιατὸν, καὶ τοῦ ἐξ αἰτίας πάλιν ἄλλην διαφορὰν παρέλαβε. Τὸ μὲν γάρ προσεχῶς ἐκ. τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ Υἱοῦ μένειν καὶ ἐκ τοῦ πρώτου, καθάπερ φθάσαντες ἄνω θεν ἔφημεν, τούτοις ἐπήγαγεν· “Ὥστε καὶ τὸ μουνογενές ἀναμφίβολον ἐπὶ τοῦ Υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα μὴ ἀμφιβάλλειν τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ ἑαυτῷ τὸ μονογενές φυλαττούσης, καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης. Ο απ τὸς περὶ τοῦ ἁγίου Πνεύματος διαλαμβάνων, και κατὰ Μακεδονίου φερόμενος τάδε φησίν· Ἐρ' ὧν ἡ κατὰ τὰ ἀγαθὸν ἐνέργεια οὐδεμίαν ἐλάττωσιν ἢ παραλλαγὴν ἔχει, πῶς ἐστιν εύλογον τὴν κατὰ τὸν ἀριθμὸν τάξιν ἐλαττώσεώς τινος τῆς κατὰ φύσιν παραλλαγῆς οίεσθαι σημεῖν εἶναι; Ὥσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διηρημένην βλέπων τὴν φλόγα, αἰτίαν δὲ τοῦ τρίτου φωτός υποθώμεθα εἶναι τὴν πρώτην φλόγα ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξάψασαν, έπειτα κατασκευάζοι πλεονάζειν ἐν τῇ πρώτῃ φλογέ τὴν θερμασίαν, τῇ δὲ ἐφεξῆς ὑποβεβηκέναι, καὶ πρὸς τὸ ἔλαττον ἔχειν τὴν παραλλαγὴν, τὴν δὲ τρίτην μηδὲ πῦρ ἔτι λογίζεσθαι, κἂν παρα πλησίως καιῃ, καὶ φαίνῃ, καὶ πάντα τὰ τοῦ πε ρὸς ἐργάζηται. Σύμφωνός ἐστι τούτοις καὶ ὁ διορατικώτατος Ἐπιφάνιος. Ἐν γὰρ τῷ εἰς τὸ μέγα Σάβ βατον οἰκείῳ λόγῳ καὶ οὗτος οὕτω φησίν· Ἐν μέσα δύο ζωών γνωσθεὶς Ἰησοῦς ὁ θεόπαις, ἐν μέσῳ Πατρὸς καὶ Πνεύματος των δύο ζωων, ζωὴ ἐκ ζωῆς, φύσει ζωὴ γνωριζόμενος. Ἀλλ᾿ οὗτοι μὲν οὕτω τὴν Τριαδα τεθεολογήκασιν, ὡς ἀπεκαλύφθησαν ἐκ τοῦ Πνεύματος, ἀρχὴν μὲν εἰπόντες τὸν Πα τέρα, μέσον δὲ τὸν Υἱὸν, καὶ δι' αὐτοῦ τὸ Πνεῦμα τὸ
col. 1097–1098page 34 of 121
PG 141:1097ἅγιον, οἷς ὑμεῖς ὡς ὁδηγεῖς εὐσεβείας ἀκολουθοῦντες, ταῖς αὐτῶν διδασκαλίαις καὶ τοῖς λόγοις ἐμ μένομεν. Οἱ δὲ νῦν θεολόγοι πόθεν οὐκ οἶδα μαθόντες, πάντως ἀπὸ κοιλίας αὐτῶν μάτην ἡμῶν καταψεύδονται, κατὰ γραμμὴν εὐθεῖαν πλάττοντες νοεῖσθαι ταύτην ἡμῖν. Οἱ καὶ δῆθεν τοῖς ἡμετέροις ἐναντιούμενοι, διαγράφειν ἑτέρως πειρῶνται τὴν ἀπερίγραπτον· καί φασι κατὰ σχῆμα δεύτερον ἔχειν ταύ την ἢ κατὰ τρίγωνον. Αλλοι δὲ καὶ κύκλους τινάς παρεισάγουσι, συρφετούς τινας πάντες ἐννοιῶν ἀπο πτύοντες, οὓς ταῖς καρδίαις αὐτῶν ἐπισυρόμενοι περιφέρουσιν. Ἡμεῖς δὲ μηδὲν ἴδιον λέγειν τολμώντες κατὰ τὴν θεολόγον φωνήν, ᾿Αμέριστος, φαμὲν, ἐν μεριστοῖς, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης, καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων μία τοῦ φωτὸς σύγκρασις, ἀπείρων τε τριῶν ἄπειρος συμφυΐα πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν τῷ ὄντι διήκουσα. Πλην καὶ οὕτω πλουτούσα κατὰ τὴν τῶν ἁγίων παράδοσιν τὴν ἀρχὴν, τό τε μέσον αὐχοῦτα, καὶ τὸ μετὰ τοῦτο δεχομένη, τὰ πάντα θεο πρεπῶς. Τοῦ δὲ μετὰ τὸν λόγον τὸ Πνεῦμα νοεῖσθαι τὸ ἅγιον μάρτυς ὁ μέγας Βασίλειος, ὃς ἐν τῷ πρὸς τὸν οἰκεῖον ἀδελφὸν Γρηγόριον τὸν Νύσσης λόγῳ, τὸ Πνεῦμα, φησί, τὸ γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ιδιότητος σημεῖον ἔχει τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι. λβ'. Τούτων οὕτως ἐχόντων οὐκ ἀγνοῶ γε τάχα καὶ τὰ δοκοῦντα τοῖς νῦν ῥηθεῖσι προσίστασθαι διόπερ ἐνθάδε κἀκεῖνα προθεὶς τὴν ἀνακύπτουσαν ἐξ αὐτῶν ἀμφιβολίαν ὡς οἷόν τε διαλύσαι πειράσομαι, τῆς ἀληθείας κατὰ δύναμιν ἀντιποιησάμενος. Ὁ μὲν γὰρ ἐν ἁγίοις Πατὴρ ἡμῶν ᾿Αθανάσιος ἐν ὀγδόῳ τῶν πεντήκοντα κεφαλαίων, ὧν τὴν ἔκθε σιν ἐκ μαρτυριῶν ἐποιήσατο γραφικῶν, ἐπὶ πᾶσι τὰ αὐτὰ προσείναι τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ ματι παραστῆσαι, καὶ τοῦ Πνεύματος τὸ καθῆσθαι Τεικνύων, ὥσπερ καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, μὴ μόνον δὲ ἀλλὰ καὶ τὸ συγκαθῆσθαι, τάδε πρὸς ἔπος διαλαμβάνων φησί· Τοῦ Πατρὸς τοῦ Κυρίου πρὸς τὸν Ἰωάννην λέγοντος, Εφ' ὃν ἂν ἴδοις τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐν αὐτῷ, ὁ Κύριος εἶπεν Εἰ δὲ ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Εἰπὲ οὖν κατὰ τὰς μαρτυρίας, ὁ Πατήρ καὶ τὸ Πνεῦμα μένουσιν ἐν τῷ Υἱῷ ἢ οὔ; Φησί, Μένουσιν. Εἰ οὖν ἐν τῷ Υἱῷ, μένουσιν ὁ Πατήρ καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ καθίσαντες, ἀνάγκη πᾶσα συγκαθῆσθαι αὐτῷ καὶ τοὺς μένοντας ἐν αὐτῷ. Καὶ μετ' ὀλίγα· Τῷ μὲν Υἱῷ ἴσμεν ἀφωρισμένην δίαιταν ἐκ δεξιῶν τοῦ Πατρὸς, ὥσπερ οὖν πρὸς τὸν ἑαυτοῦ Υἱὸν εἶπε, «Κάθου ἐκ δεξιῶν μου· ν ἐκ δὲ τοῦ καθίσαι ἐκ δεξιῶν τὸν Υἱὸν ἔστιν ἐπινοῆσαι δ κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυτοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου· τοῦ δὲ καθη μένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία. Καὶ ταῦτα μὲν ὁ θειότατος Αθανάσιος ἐν οἷς ἐκ δεξιῶν καθῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν εἰρηκώς, καὶ τῆς ] ἐξ εὐωνύμων δὲ καθέδρας διὰ τὸ Πνεῦμα μνησθεὶς ὁπωσοῦν ἔοικε τὸν Πατέρα μέσον εἶναι τούτων ἀπο φηνάμενος. Ο δ' ἐν θεολογίᾳ διαλάμψας Γρηγόριος ἐν μὲν τῷ λόγῳ τῷ εἰς τὴν τῶν ρν' ἐπισκόπων παρ ουσίαν τοιαῦτα κατὰ ῥῆμα διέξεισιν· φύσις δὲ τοῖς τρισὶ μία· ἕνωσις δὲ ὁ Πατήρ, ἐξ οὗ καὶ
col. 1099–1100page 35 of 121
PG 141:1099Πατέρα δοκεῖ πως εἰπεῖν. Μέσον γὰρ τῶν ἡνωμένων τὸ ἐνοῦν καὶ ἡ ἔνωσις. Ἐν δὲ τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἀντιῤῥητικῷ τὸ Πνεῦμα μέσον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διαρρήδην ἐφθέγξατο. Λέγει γὰρ ούτωσί· Τὸ Πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δ καθέσιν μὲν ἐκεῖθεν έχε πορευτόν, οὐ κτίσμα, καθόσον δὲ οὐ γεννητόν, οὐχ Υιός· καθόσον δὲ ἀγεννήτου καὶ γεννητού μέσον Θεός. Αλλ' ἵν᾿ ἐνταῦθεν τοῦ λύειν τὰ τῶν προτεθέντων ἀπορημάτων ἀρξάμενος, ἔσχατον πάνε των ἐπὶ τὸ πρῶτον καταντήσω τούτων κατ' ἀνατο δισμόν· οὕτω γὰρ ὁ λόγος βαδιεῖται μάλιστα ῥᾳδίως καὶ βέλτιον· οὐκ αὐτὴν τοῦ Πνεύματος τὴν ὑπέ στασιν ὁ γρήγορος νοῦς μέσον Πατρὸς καὶ Υἱοῦ δοξάζων τοῦτό φησι. Τὴν δὲ τῶν ἀντιδιατιθεμένων διαίρεσιν, την, εἰ Θεὸς τὸ Πνεῦμα, λέγουσαν, ἀγέννητον, ἢ γεννητόν, ἅτε μηδέν, ὡς ἔμπροσθεν ειρήκει, μέσον εἶναι τούτων ὑπολαμβάνουσαν έχε τρεπόμενος, τοῦ δὲ πάντως ἐξηγητὴς ἀκριβέστατος οὐκ ἄλλος, ἀλλ᾽ οὗτος αὐτὸς, δς καὶ προλαβὼν είν ὑπεναντίον επήρετο Ποῦ γὰρ θήσεις τὸ ἐκπορει τόν, ειπέ μοι, μέσον ἀναφανὲν τῆς σῆς διαιρέσεως; Τουτέστι, σὺ μὲν οὕτω τὴν σὴν διαίρεσιν ἔχειν ὑποπτεύσας, ὡς δύνασθαι περιλαμβάνειν τὸ πᾶν, καὶ μηδὲν παραλιμπάνειν ταύτης ἐκτὸς, της δὲ μέσον ἐξ ἀποφάσεως τῶν ἄκρων τὸ ἐκπορευτὸν αναπέφανται, μήτ' ἀγέννητον ὑπάρχον, μήτε μὴν γεννητόν. Κατὰ τοῦτον τὸν λόγον μέσον εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἕτερον δν παρὰ ταῦτα, το ἀγέννητον δηλαδὴ καὶ τὸ γεννητόν, ήγουν ἐκπορευ τὸν, ὅπερ τῇ τῶν ἄκρων, ὡς εἴρηται, τῆς διαιρές σεως ἀποφάσει μέσον τυγχάνον ὁ ἀντιλέγων και κούργως ἀποκρυψάμενος τῶν δύο ταύτης τὸ ἐν προσήπτεν, ἐξ ἀνάγκης τῷ Πνεύματι τὸν Θεὸν εἶν και τοῦτο διὰ τὸ μηδέτερον αὐτῶν ὁμολογουμένως ὑπάρχειν, ἀναιρῆσαι τάχα φιλονεικῶν. Τὴ δὲ μέσον τῆς τῶν ἀντικειμένων διαιρέσεως κατ᾽ ἀπόφασιν, καθάπερ καὶ λέλεκται, τῶν ἄκρων ἀπολειφθέν, ὡς ἐκπορευτόν, κατὰ τὴν τοῦ Κυρίου φωνήν, Θεὸς ἀντο πέφηνεν. Αὐτὸς ἐκεῖνος καὶ τοῦτό φησιν ὁ μέγα; Πατὴρ τῶν τοιούτων διαιρέσεων ἰσχυρότερος. Ούτως ἔχω περὶ τούτου, καὶ τοιαύτην δίδωμι τῷ παρόντι ῥητῷ τὴν διάνοιαν. Περὶ δὲ τοῦ Πατέρα δόξαι μέσον πρὸς ὅν ἀνάγεται τὰ ἑξῆς. Μέσον καὶ οὗτος των εἰπεῖν ἐν οἷς αὖθις φησιν· "Ενωσις δὲ ὁ Πατήρ ἐξ οὗ καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς· πρῶτα μὲν οὐχ ὁρῶ πῶς ἐναντία λέγειν ἑαυτῷ καὶ μαχόμενα παρὰ τοῖς εὐγνώμοι τῶν ἀνδρῶν ὁ τοσοῦτος τὴν ἀρετὴν πιστευθήσεται, νῦν μὲν τὸ Πνεῦμα, νῦν δὲ τὸν Πατέρα μέσον είναι τιθείς· οὐ γὰρ πάνω; ἀληθῆ καὶ ἀμφότερα, καθὼς ἄν τινες τυχὸν ὑπολάβοιεν· ἔπειτα τὸ μέσον τυγχάνειν τον Πατέρα παντελῶς ἀπαράδεκτον, ὃς ἀρχὴ παρὰ πᾶσιν ἀνω μολόγηται· καὶ αὐτὸ δὲ τὸ τὰ ἑξῆς φάναι τοῦτι νοεῖν οὐκ ἀφίησιν· ἐπεὶ τὰ τινὸς ἔνθεν κἀκεῖθεν οὐκ ἂν τὸ παράπαν κληθείεν ἑξῆς, παρ' ἑκάτερα δὲ κατ' ἀλήθειαν· ἐξῆς γὰρ τὰ μετ᾿ αὐτὸ θεωρούμενα κἂν ἐνταῦθα τὰ ἑξῆς, ήγουν ὁ Υἱὸς καὶ τὸ Πνεύμα τὸ ἅγιον, μετὰ τὸν Πατέρα καὶ μετὰ τοῦ Πατρός,
col. 1101–1102page 36 of 121
PG 141:1101τὸν μὲν ὡς ἐξ αὐτοῦ τὸ εἶναι πλουτοῦντα, τὸ δὲ διὰ τὸ ἀχρόνως ὑπάρχειν, καὶ ταῦτα τούτῳ συνάναρχα. Τούτου τοίνυν οὕτως ἀναιρεθέντος, ἔνωσις ἂν της θείη κατὰ τὸν μέγαν Γρηγόριον ὁ Πατήρ, ὅτι φυσι κῶς ἐξ αὐτοῦ προϊόντες ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀνεκφοιτήτως μένουσιν ἐν αὐτῷ κατὰ τὴν οι κείαν ύπαρξιν ἕκαστον, ὁ μὲν ἀμέσως συνών τῷ οἰκεία γεννήτορι, τὸ δὲ δι' Υἱοῦ, καθὼς ὁ λόγος πολ λαχόθεν ὕστερον δηλώσει, τῷ Πατρὶ συναπτόμενον. Τούτο σημαίνων ὁ πολὺς τὴν θεολογίαν οὗτος ἀνὴρ, κὰν τῷ περὶ Υἱοῦ πρώτῳ λόγῳ μεθ' ὧν εἶπεν ἄλλων τὴν μοναρχίαν ἄριστα συνιστῶν, καὶ πρὸς τὸ ἐν τῶν ἐξ αὐτοῦ σύννευσις, εἴρηκε. Ταῦτα κἂν του τοις, ὧν ἴσω; οὐ φαῦλος ἐγὼ κριθείην παρὰ τοῖ; εὖ φρονοῦσιν ἑρμηνευτής. Καὶ γοῦν ὑπόλοιπόν ἐστιν ἀπάρτι καὶ τὰ παρὰ τοῦ μεγάλου Πατρός Ἀθανασίου βήματα διασκέψασθαι, καὶ τὴν προσήκουσαν τούτοις, ὡς ἐνὸν, λύσιν ἐπενεγκεῖν. Συμβολικώς γὰρ ὁ μακάριο; ἐκ τῶν καθ᾿ ἡμᾶς διαλεχθείς περί τῶν ὑπὲρ ἡμᾶς, καὶ δείξας ἐκ δεξιῶν καθῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν, ἐπείπερ ἔφησεν, ὡς ἔστιν ἐτινο ῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυτοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου, τούτου χάριν ἔδοξε καὶ οὗτος τὸν Πατέρα μέσον φάναι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Τὸ δὲ τῆς ὑγιοῦς ἐννοίας πόρω παντάπασιν. Τὸ γὰρ ἐξ εὐωνύμων καθῆσθαι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Πατρὸς ἔστιν, εἴρηκεν ὁ Μέγας, ἐπινοῆσαι, τὴν τινῶν ἐκφήνας ἄτοπον ένα θεν ὑπόληψιν, οὐ μὴν καὶ συγκατατίθεται· μᾶλλον μὲν οὖν ἐξ ὧν ἐπιφέρει, καὶ ψεῦδος ταύτην ἀπελέγξας τρανῶς, ἀπὸ χρήσεως γραφικής σαφῶς παρο ίστησι τὴν ἀλήθειαν. Προϊών γὰρ πρὸς τῷ τέλει τοῦ αὐτοῦ κεφαλαίου ταῦτα διέξεισιν, ὡς ἐν τῷ ἑκατοστῷ ἐννάτῳ Ψαλμῷ φησιν. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν. μου,» καὶ και βισάντων αὐτῶν, λέγει ἡ Γραφὴ πρὸς τὸν Χρι στόν η Ώμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ Κύριος ἐκ δεξιῶν σου.» Δῆλον οὖν ὅτι τὸ Πνεῦμα ἐκ δεξιῶν ἐστι. Καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν κεφαλαίων τὸ αὐτὸ τοῦ τοιούτου Ψαλμοῦ ῥητὸν ἐξηγούμενος λέγει· Τοῦ οὖν Υἱοῦ πάλιν ἐκ δεξιῶν τὸ Πνεῦμα. Τὸ τοίνυν ἐκ δεξιῶν τοῦ Μονογενούς εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐντεῦθεν καὶ νοεῖσθαι μέσον μάλιστα τὸν Υἱὸν διὰ τῆς μιᾶς ταύτης άξιος πίστου Γραφικῆς χρήσεως κἂν τοῖς δυσὶ τούτοις κεφαλαίοις ἀπέδειξε. Τὸ δ' ἐξ ευωνύμων καθῆσθαι τοῦτο τοῦ Θεοῦ καὶ Πατρός, ὅπερ ἀνάξιον ὄντως καὶ λέγειν, ὅτι μηδὲ χώραν ἔχει συνόλως ἐκεῖ τὸ λαιὸν, ἔστιν, εἶπε, καὶ μόνον ἐπινοῆσαι, τὸ τῶν πολλῶν ἐντεῦθεν τάχα, περίεργον αινιττόμενος. Απεκρούσατο δὲ παρακατιών δι᾿ ὧν ὑπηγόρευσεν. Εκάτερα γὰρ ὑπάρχειν τῶν στηκεν· πλὴν εἰ μή που περιττός τις ὡς τὰ πολλὰ τὴν κάτω σύνεσιν ὢν καὶ ἀναμοχλεύσας, τὸ ἐκ δεξιῶν τοῦ Μονογενοῦς ἐξ ευωνύμων εἶναι πως ἐρεῖ τοῦ οὕτως ἀμφότερα τὸ δοκεῖν. ᾿Αλλὰ τοῦτο μὲν οὐδὲ διὰ στόματος προφέρειν καλόν, μή τοί γε τὸ παράπαν φρονεῖν· ἐπεὶ μηδὲ περιόδους κυκλικὰς ἐκεῖσε δέον νοεῖν, ὁ δῆ τά τισι τῶν νῦν ἀρέσκει σοφῶν, ὡς φθά σαντες ἐδηλώσαμεν ἄνωθεν. λγ'. Τὸ δὲ τὸν Υἱὸν μέσον ὑπάρχειν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος διὰ πολλῶν ἤδη δέδεικται· καὶ ἀδυνάτων ἔν τι καθέ βαθέων δῆθεν ἐννοιῶν Πατρὸς, συμβιβάζων
col. 1103–1104page 37 of 121
PG 141:1103σαν. Τάξις γάρ τίς ἐστι κάν τῇ Τριάδι, καὶ ἐν ὁ μὲν Πατὴρ τοῦ Μονογενοῦς, οὗτος δὲ προθεωρείται τοῦ Πνεύματος, κἂν ἀναιρεῖν ἐπιχειρῶσι καὶ ταύτην οἱ ἀνθιστάμενοι. Φασὶ γὰρ μὴ δεῖν ἐπὶ Θεοῦ τάξιν δέχεσθαι, καὶ τὸν χρυσοῦν τὴν γλώτταν προβά λονται τοῦ λόγου τούτων ἐπίκουρον, ὅς ἐν μιᾷ τῶν ὁμιλιῶν αὐτοῦ, τῇ εἰς τὸ ῥητὸν τοῦ ᾽Αβραὰμ τὸ λέ γον, «Θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, ῥητῶς οὕτω διέξεισιν· Λέγεται γὰρ ἔχειν τάξιν ἡ Τριάς, οὐχ ὡς ἄτακτος, ἀλλ' ὡς τάξιν ὑπερβαίνουσα. Τοῦτο τοίνυν οὗτοι προτείνοντες τὴν οἰκείαν δόξαν συστῆσαι σπουδάζουσιν, ἅτε τὸν τοῦ θείου Πατρός καθάπαξ σκοπὸν ἀγνοήσαντες, μηδὲ προσ σχόντες τοῖς τούτῳ ἐηθεῖσι μετ' οὐ πολλά. Προϊὼν καὶ γὰρ οὗτος αὐτὸς, Οὐκοῦν ἡ μὲν τῶν θείων ὑπο στάσεων, λέγει, διακριτικὴ τάξις τοῖς ἀξίοις και θέστηκε γνώριμος· ἡ δὲ τῶν φύσεων διακριτική ἐπὶ τῆς ἁγίας Τριάδος ἀπόβλητος. Την τοίνυν τῶν φύσεων διακριτικὴν τάξιν ἐπὶ τῆς Τριάδος τοῖς ἁγίοις εἶναι διατρανώσας ἀπόβλητον, τὴν τῶν θείων ὑποστάσεων διακριτικήν καθεστηκέναι τούτοις αύτ τοῖς ἀποφαίνεται γνώριμον. Οἷς πάντως ἅτε κεκλο θαρμένοις τὰ περὶ ταύτης ἡ Τριὰς ἀπεκάλυψε κατά τὸν πολὺν ἐν θεολογία Γρηγόριον, ὃς ἐν τῷ δευτέρα τῶν εἰρηνικῶν, Οὕτω φρονοῦμεν. φησὶ, καὶ οὕτως ἔχομεν, ὥστε όπως μὲν ἔχει πρὸς ἄλληλα ταῦτα σχέσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκα τοῦτο κατὰ τάξιν τῇ θείᾳ φύσει πάντως προτιμ κεκαθαρμένοις ἢ νῦν ἡ ὕστερον. Ποῖσι δὲ Ο τοιούτοις. Τούτων τοίνυν τὸ πρότερον ἀποκρυ τινες οὗτοι, τί τε καὶ τοῦ περὶ ταύτης διέλαβον ἕκαστος, ἐγὼ κατὰ σθένος ἐρῶ, μηδὲν ὑπερθέμενος. Εν πρώτοι; καὶ γὰρ ὁ μέγας Βασίλειος ἐν μὲν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον ἀντιῤῥητικῶν πολὺν 16 γον περὶ τῆς τάξεως ποιησάμενος, τάδε πρὸς ἔπος φησίν· Ἀλλὰ καὶ τάξις ἡ μὲν φυσική τίς ἐστιν, ἡ δὲ κατ' ἐπιτήδευσιν· φυσικὴ μὲν, ὡς ἡ τῶν κτισμάτων κατὰ τοὺς δημιουργικούς λόγους ταχθεῖσα, καὶ ὡς ἡ τοῦ ἀριθμοῦ θέσις, καὶ ἡ τῶν αἰτίων πρὸς τὰ αἰτιατὰ σχέσις, ἐκείνου προδίω μολογημένου τοῦ καὶ τῆς φύσεως αὐτῆς ποιητὴν εἶναι καὶ δημιουργὸν τὸν Θεόν· ἐπιτετηδευμένη δὲ καὶ τεχνικὴ, ὡς ἡ ἐν τοῖς κατασκευάσματι, καὶ μαθήμασι, καὶ ἀξιώμασι, καὶ ἀριθμῷ καὶ τοῖς γάμενος ὁ Εὐν όμιος, τοῦ δευτέρου είδους τῆς τάξεως ἐπεμνήσθη, και φησι μὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ τάξιν, ἐπείπερ ἡ τάξις δευτέρα του τάττοντος. Ἐκεῖνο δὲ ἢ οὐ σύνοιδεν, ἢ ἐπὼν ἀπεκρύψατο, ὅτι ἔστι τι τάξεως εἶδος οὐκ ἐκ τῆς παρ' ἡμῶν θέσεως συνιστάμενον, ἀλλ' αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθία συμβαῖνον, ὡς τῷ περί πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον δὲ τὸ ἀπ᾿ αὐτοῦ, οὐ διαστήματι χωρίζοντες ἀπ' ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιστοῦ προεπι νοῦντες τὸ αἴτιον. Πῶς οὖν εύλογον ἀρνεῖται
col. 1105–1106page 38 of 121
PG 141:1105την τάξιν, ἐφ᾽ ὧν ἐστι πρότερον καὶ δεύτερον οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ' ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας; Τί νος οὖν ἔνεκεν ἀθετεῖ τὴν τάξιν ἐπὶ Θεοῦ λαμ βάνεσθαι; Ἡγεῖται, εἰ ἐπιδείξεις μηδαμῶς ἄλλως τὸ πρότερον ἐπὶ Θεοῦ νοεῖσθαι, λειπόμενον ἕξειν κατ' αὐτὴν τὴν οὐσίαν τὴν ὑπεροχὴν ἐπι δείκνυσθαι. Ἡμεῖς δὲ κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὰ ἐξ αὐτῶν σχέσιν προτετάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμέν· κατὰ δὲ τὴν τῆς φύσεως διαφορὰν οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχήν. Η οὕτω γε καὶ αὐτὸ τὸ Πατέρα εἶναι τὸν Θεὸν ἀθετήσομεν τῆς κατὰ τὴν οὐσίαν ἀλ λοτριότητος τὴν φυσικὴν συνάφειαν αθετούσης. Καὶ ταῦτα μὲν ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον ἀντιῤῥητικῶν. Ἐν γὰρ τῷ τρίτῳ τῶν αὐτῶν ἀντι ῥητικῶν, Τίς γὰρ ἀνάγκη, φησίν, δὲ τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον υπάρχει τὸ Πνεῦμα, τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει; Ἀξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ παραδίδωσιν ὁ τῆς εὐσε δε ας λόγος· φύσει δὲ τρίτῃ χρῆσθαι οὔτε παρά τῶν ἁγίων δεδιδάγμεθα Γραφῶν, οὔτε ἐκ τῶν εἰρημένων κατὰ τὸ ἀκόλουθον δυνατόν συλλογίζεσθαι. Ὡς γὰρ ὁ Υἱὸς τῇ τάξει μὲν δεύτερος τοῦ Πατρὸς, ὅτι ἀπ' ἐκείνου, καὶ ἀξιώματι, ὅτι ἀρχὴ καὶ αἰτία τὸ εἶναι Πατέρα αὐτοῦ, καὶ ὅτι δι' αὐτοῦ ἢ πρόσοδος καὶ προσαγωγὴ πρὸς τὸν Θεὸν καὶ Πατέρα, φύσει δὲ οὐκέτι δεύτερος, διότι ή θεύτης ἐν ἑκατέρῳ μία· οὕτω δηλονότι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ ὑποδέβηκε τὸν Υἱὸν τῇ τάξει καὶ τῷ ἀξιώματι, οὐκέτι ἂν εἰκότως ὡς ἀλ λετρίας ὑπάρχον φύσεως. ῾Ο αὐτὸς ἐν τῇ πρὸς τὸν οἰκεῖον ἀδελφὸν Γρηγόριον τὸν Νύσσης επιστολῇ τάδε φησίν· Ο τὸ Πνεῦμα νοήσας αυτό τε ἐφ' ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· ὁ δὲ τοῦτο λαβὼν τοῦ Υἱοῦ τὸν Πα τέρα οὐ κατεμέρισεν, ἀλλ' ἀκολούθως μὲν κατὰ τὴν τάξιν, συνημμένως δὲ κατὰ τὴν φύσιν των τριῶν κατὰ ταυτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. Καὶ ἐν τῷ δεκάτῳ ἑβδόμῳ τῶν πρὸς 'Αμφιλόχιον κεφαλαίων· Ὡς τοί νυν ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, οὕτω πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα κατὰ τὴν ἐν τῷ βαπτίσματι παραδεδομένην τοῦ λόγου σύνταξιν. Εἰ δὲ τὸ Πνεῦμα τῷ Υἱῷ συντέτακται, ὁ δὲ γιὸς τῷ Πα τρί, καὶ τὸ Πνεῦμα τῷ Πατρὶ δηλονότι. Τούτων τὰ μὲν ἀντιλέγων, τὰ δὲ καὶ διδάσκων Βασίλειος ὁ μέγας, ἡ τῆς ἀληθείας εὔσημος σάλπιγξ ἐφθέγξατο. Διαλαμβάνων δὲ πάλιν περὶ τῆς τάξεως ἀλλαχοῦ, βαρέως τῶν ἀθετούντων αὐτὴν καταφέρεται. Καὶ γὰρ ἐν μὲν τῇ πρὸς τὰς κανονικὰς ἐπιστολή, Το Πνεῦμα τὸ ἅγιον, λέγει, Πατρὶ μὲν καὶ Υἱῷ συν αριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί τέτακται δὲ, ὡς ἐν Εὐαγγελίῳ δεδιδάγμεθα παρά τοῦ Κυρίου εἰπόντος, ο Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Ο δὲ προτιθεὶς τοῦ γιοῦ, ἢ
col. 1107–1108page 39 of 121
PG 141:1107πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς υγιαινούσης πίστεως, μὴ ἐν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλ᾽ ἑαυτῷ καινοφωνίας εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. Καὶ μετὰ βρα χία· "Ωστε ἡ περὶ τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως αθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. Ομοίως οὖν ἐστιν ἀσεβὲς καὶ ὑπὲρ τὴν κτίσιν καταγαγεῖν, καὶ ὑπερτιθέναι αὐτὸ ἢ Υἱοῦ ἡ Πατρὸς, ἢ κατὰ χρόνον, ἢ κατὰ τὴν τάξιν. Ἐν δὲ τῇ πρὸς Εὐστάθιον ἐπιστολῇ τάδε φησίν· "Οτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν, ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος, ἐναμεί Γοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν προτάσσοντας τοῦ Πατρὸς, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. Τοιαῦτα περὶ τῆς ἐν τῇ Τριάδι τάξεως ὁ πολὺς τὰ θεῖα Βασίλειος, καὶ οὕτω τὰ πλείω γέμοντα ταῖς εὐσυνειδήτοις ψυχαῖς φρίκης καὶ φοβερότητος. λδ'. Εἰ δὲ λέγουσι τῶν ἀνθεστηκότων τινὲς διὰ τοὺς τὴν θέσιν τῶν ὀνομάτων ἐν τοῖς αὐτῶν λόγοις ἀδεῶς μεταλλάττοντας ταῦτα πάντα τὸν μέγαν εἰπεῖν, ὅτι τῶν πρός τι Πατήρ καὶ Υἱὸς, καὶ χρὴ διὰ τοῦτο συντάττεσθαι τῷ Πατρὶ κατὰ τὴν ἀπαρίθμησιν τὸν Υἱόν· ἐπεὶ καθ᾽ ἕτερον λόγον οὐδὲν τὸ κωλύον συγ καταλέγειν εὐθὺς τῷ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τοῦτο γὰρ ἔνιοι τῶν τὰ πάντα θρασέων οὐκ ώκνησαν ἀπερεύξασθαι κατὰ τὴν πρὸς τὸν Πατέρα καὶ μόνον σχέσιν οιόμενοι συνεισάγεσθαι παραυτὰ τὸν Υἱόν, οὐ μὴν δὲ κατὰ τὴν ὕπαρξιν· κατ᾿ αὐτὴν γὰρ ὡσαύτως εἶναι βούλονται τόν τε Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἴσην ταύτην ἔχοντα παρὰ τοῦ Πατρός· καὶ τοῦτο παριστῶσι τυχὸν ἐκ τοῦ τὸν Θεολόγον εἰρηχέ ναι Γρηγόριον εἰς τὸν περὶ τοῦ Βαπτίσματος λόγον Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρά πάντων δυθήσεται· καὶ δέδοικα τὴν άρο χὴν μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως, ἐξ ὧν διὰ τὴν ὁμου τιμίαν ἐπίσης προϊέναι καὶ ἄμφω φρονοῦσιν ἐκ τοῦ Πατρός. Εἰ ταῦτα λέγουσι πρὸς φανερὸν ἀλή θειαν ἀνέδην ἀπαυθαδιαζόμενοι, καὶ τούτοις ἀνεγν θριάστως ὡς ἰσχυροῖς ἄμμασι τὸν λόγον τοῦ πρόσω κατέχουσιν, ἐντρέψει μὲν αὐτοὺς καταρχὰς τὸ τὸν μέγαν λέγειν Βασίλειον, ὡς ἡ περὶ τὴν τάξιν και νοτομία αὐτῆς τῆς ὑπάρξεως αθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις· πῶς γὰρ τῆς ὑπάρξεως ἀθέτησις τὸ τὴν τάξιν καινοτομεῖν, εἰ μὴ κατὰ τὴν ὕπαρξιν ἡ τάξις ἐστίν; ἐντρέψει δὲ μετά ταῦτα καὶ τὰ πάντας ἐπίστασθαι τοῦτον τοῦ Εὐαγ γελίου μύστην τε καὶ μυσταγωγόν, οὗ κῆρυξ τὴ τοῦ Χριστοῦ μου στόμα, Παῦλος ὁ μέγας ἀπόστολος, ὃς παρ' αὐτοῦ διὰ τῆς ἐν Εὐαγγελίοις τούτου φωνής, «Εγώ καὶ ὁ Πατήρ, ν ἀκροασάμενος, «ἔν ἐσμεν, καὶ πάλιν, ο Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, ο βοᾷ καὶ αὐτὸς διαπρύσιον· Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάν των ἡμῶν.» Καὶ ἀλλαχοῦ·. Διαιρέσεις χαρισμάτ των εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνερ γῶν τὰ πάντα ἐν πᾶσιν· ν ἐκεῖ μὲν προτάττων
col. 1109–1110page 40 of 121
PG 141:1109τοῦ Πατρὸς τὸν 1, ἐνταῦθα δὲ τὸ Πνεῦμα τοῦ & "?» Πατρὸς καὶ τοῦ Υἱοῦ προτιθεὶς, καὶ τὸν Υἱὸν δὲ πάλιν αὐτὸν τοῦ Πατρός. Καὶ Δαυὶδ ὁ θεοπάτωρ καὶ βασιλεύς· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματος σου, καὶ ἀπὸ τοῦ προσώπου σου που φύγω;» Πρόσωπον δὲ τοῦ Πατρὸς ὁ Υἱός. • Ο εωρακώς γὰρ ἐμὲ,» φησίν, ο ἑώρακε τον Πατέρα μου.» Τὸ δὲ μικρὸν ὕστερον ὁ λόγος ἀποδείξει τρανότερον. Τούτων οὕτω τοῖς πᾶσι γινωσκομένων, πόθεν ἂν εἶχε τὴν κατὰ τὴν ἀπαρίθμησιν τάξιν ἐναλλαγὴν τῶν ὀνομάτων κακίζειν, ἀσέβειάν τε ταύτην ἀποκαλεῖν, καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίωσιν ὁ τὴν κατὰ Χριστὸν παιδείαν ἐπέκεινα πάντων μαθης τευθείς, καὶ ταύτην ἀκριβῶς ἐξασκήσας, ὡς καὶ τοῖς ἄλλοις γενέσθαι διδάσκαλο;, ὁ μηδὲν τῆς εὐαγ γελικῆς πυκτίδος, καὶ τῶν σεπτῶν ἐπιστολῶν Παύ λου τοῦ θεοκήρυκος παρὰ πάντα τὸν βίον προτιμότερον ἡγησάμενος; τῶν δὲ Δαυϊδικῶν Ψαλμῶν τὸ βάθος ἐξιχνιάσας οὐκ ἀπεικὸς ὡς ἄριστα διερμηνεῦσαι καὶ τὰ τέως τούτων δοκοῦντα δυσέφικτα τοῖς πολλοῖς. Ἐγὼ μὲν οὖν οὔτ᾽ ἂν φαίην ποτέ, καὶ τῶν λεγόντων οἵτινές εἰσι παραφροσύνην καταγινώσκω πολλήν· ἐπεὶ τῶν δύο τούτων ἔν γέ τι πάντως συν ἄγουσιν, ἢ τὸ μὴ ταῖς θείαις ταύταις τὸν μέγαν ἐντετυχηκέναι φωναῖς, ὅπερ ἀδύνατον, οὐ γὰρ ἂν τὸν τοσοῦτον περὶ τὴν τῶν ἱερῶν λογίων ἐξέτασιν αἱ καθ᾽ ἑκάστην σχεδὸν ἐπ᾿ ἐκκλησίας εἰς κοινὴν ἀκρόασιν ἀναγινωσκόμεναι ρήσεις διέλαθον, ἢ τὸ κατὰ γνώσ μην τὴν ἐναντίαν τούτοις βαδίζειν αὐτόν. Καὶ ποῦ τοῦτο Χριστιανικῆς καταστάσεως; Τὰ γὰρ τῆς ὕδρεως οὕτως ἔνθα καὶ διαβαίνει, παρίημι τοὺς πάντας σκοπεῖν. Ἀλλ᾿ οὐδὲν τούτων οὐδὲ ἐννοῆσαι χρεών, μή τοί γε τῶν χειλέων προενεγκεῖν· ὅτι τὸ μὲν ἀναισχυντίας γέμει συχνῆς, τὸ δὲ δυσφημίας πάσης ἀνάπλεων. Ὥστε καὶ τῶν τοιούτων θείων φωνῶν ἐν γνώσει τυγχάνων, ἄκρως τε τούτων ἐπειλημμένος ὁ μέγας Βασίλειος, καὶ ταύτας στέρ γων δεόντως, ἅτε καλῶς ἐχούσας, καὶ προσαποδεχόμενος, οὐ τὴν κατὰ τὴν ἀπαρίθμησιν τῶν ὀνομάτων ἐναλλαγὴν, τὴν δὲ καθ᾽ ὕπαρξιν αἰτιᾶται τούτων μετ τάθεσιν. Οτι δὲ καὶ τὸ κατὰ τὸν Θεολόγον Γρηγόριον ἰσότιμον τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος οὔτι που τὴν ὕπαρξιν ὡσαύτως ἔχειν καταναγκάζει τούτων ἀμφοῖν, ὡς ἐντεῦθεν μηδὲ τάξιν κατ' αὐτὴν ἐν τού τοις ὅλως τελεῖν αὐτόθεν, ἐκ τῆς προεκτεθείσης, λέγω, πατρικῆς ταύτης χρήσεως, καταφανές τοῖς ὁπωσοῦν ἐφιστάνουσιν. Δέδοικα γάρ, φησὶν ὁ μέσ γας, τὴν ἀρχὴν μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, δηλῶν ἐκ τούτου σαφῶς ὡς ἴση καὶ ἡ ἀρχὴ τοῖς ἐξ αὐτῆς πάντως ἐστὶ, καὶ τὸ ἀρχικὸν οὐκ ἀναιρεῖται πρὸς τῆς ἰσότητος, ἥτις, κατ' αὐτὸν ἐκεῖνον εἰπεῖν, ὁμοτιμίαν φύσεως, καὶ γνώμης σύμπνοιαν, καὶ ταυ τότητα κινήσεως δείκνυσι. Περὶ τούτου πάλιν ἐν δευτέρῳ τῶν Εἰρηνικών τρανότερον ὁ θεηγόρος οὗτος διέξεισι, Τριάς, λέγων, ὡς ἀληθῶς ἡ Τριάς, ἀδελφοὶ, Τριὰς δὲ οὐ πραγμάτων ἀνίσων ἀπα ρίθμησις, ἀλλ᾽ ἴσων καὶ ὁμοτίμων σύλληψις, ἐξ ὧν τὴν πρὸς τὸν Πατέρα παρίστησιν ἰσότητα τοῦ
col. 1111–1112page 41 of 121
PG 141:1111Υἱοῦ καὶ τοῦ Πνεύματος· ἀλλ᾿ ὥσπερ ἐκ ταύτης ἡ πατρική τάξις οὐ παραβλάπτεται, τοῦ Πατρὸς καὶ οὕτως ὄντως ἀρχῆς, τὸν αὐτὸν τρόπον κἀπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἡ τούτων ἰσότης τὴν ἐν αὐ τοῖς οὐδόλως τάξιν λυμαίνεται. Ταύτην μὲν οὖν τὴν τάξιν ἐν τῇ Τριάδι τηρεῖν τῶν ἀναγκαιοτάτων ἐστὶν, ἣν καὶ ὁ μέγας εἰδὼς ᾿Αθανάσιος ἐν μὲν τῷ κατὰ 'Αρειανῶν τρίτῳ λόγῳ φησίν· Οὐ τὸ Πνεῦμα συν άπτει τὸν λόγον τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὰ Πνεῦμα παρὰ τοῦ λόγου τοῦτο λαμβάνει. Καὶ μετ' ὀλίγα· Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Λόγου δίδοται, θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵν᾽ ὅταν ἐκεῖνο λάβω μεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου ὄντος ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἐν γενέσθαι ἐν τῷ λόγῳ, καὶ δι' αὐτοῦ τῷ Πα τρί. Καὶ βραχὺ προϊών· Οὕτως ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα εν γεγε νῆσθαι, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα, όπερ ἐστὶν ἐν τῷ λόγῳ αὐτοῦ τῷ ὄντι ἐν τῷ Πατρί. Ἐν δὲ μιὰ τῶν πρὸς Σεραπίωνα περὶ τοῦ ἁγίου Πνεύματος ἐπιστολῶν· Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ λόγου ἑνότητα οὐ θέλουσιν εἶ καὶ τῶν γενητῶν αὐτὸν τὸν Υἱόν, διατὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ τὴν αὐτὴν ἔχον ενότητα πρὸς τὸν Υἱόν, ἦν αὐτὸς ἔχει πρὸς τὸν Πατέρα, κτίσμα λέγουσιν; Καὶ ἡγνόησαν ὅτι, ὥσπερ μὴ διαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς σώζουσι τὸ ἕνα θεὸν εἶναι, οὕτω διαιρούντες τοῦ Λόγου τὸ Πνεῦμα, οὐκέτι μίαν τὴν ἐν Τριάδι θεότητα σώκουσι. Καὶ μετὰ πολλά· Ἐν Χριστῷ ἦν τὸ Πνεῦμα, ὥσπερ ὁ Υἱὸς ἐν τῷ Πατρί. Καὶ πάλιν Η μὲν ἁγία καὶ μακαρία Τριὰς ἀδιαίρετος καὶ ήνωμένη πρὸς ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρὸς πρόσεστι καὶ ὁ τούτου λόγος, καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα. Ἐὰν δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα οὓς ἔστιν ἐκτὸς τοῦ Λόγου. Καὶ αὖθις ἐν ἑτέρᾳ τῶν πρὸς αὐτὸν τοῦτον ἐπιστολῶν· Τοῦ γὰρ Πνεύματ τος μετέχοντες, ἔχομεν τὴν τοῦ Λόγου χάριν, καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς ἀγάπην. Συκ δὲ τούτοις καὶ ὁ θεῖος ὑφηγείται Βασίλειος. Ἐν ἐπὶ μὲν γὰρ τῶν αὐτοῦ κεφαλαίων, Τὸ δὲ ἐπὶ τῶν αὐ τῶν θεϊκῶν ἔργων, φησί, τὴν Τριάδα δοξάζεσθαι τῆς μιᾶς θεότητος μαρτύριον, ὅτε μήτε χωρίς Υἱοῦ ποιεῖ Πατὴρ μήτε Υιός χωρίς Πνεύματος ἐν ἄλλῳ δὲ τῶν αὐτῶν κεφαλαίων· Καὶ οὐκ ἐνέ λιπέ ποτε Υιός Πατρὶ, οὐδὲ τῷ Υἱῷ τὸ Πνεῦμα. Τὸ δ' αὐτὸ καὶ Γρηγόριος εἴρηκεν ὁ Θεολόγος ἐν τῷ λόγῳ τῷ εἰς τὴν Πεντηκοστὴν, καὶ ὁ ἐκ Δαμασκοῦ σοφός Ιωάννης τούτοις ἀκολουθήσας μεθύστερον ἐν τῷ περὶ Πνεύματος· Οὗτος μὲν καὶ οὐκ ἐνέλιτέ ποτε τῷ Πατρὶ λόγος, οὐδὲ τῷ λόγῳ Πνεῦμα. Τῆς θεολογίας ὁ ἀκριβέστατος νοῦς, ὁ καὶ ταύτην Επωνυμίαν κτησάμενος· Οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτέ ἢ Υιόν Πατρί, ἢ Πνεῦμα γιῷ. Και μέτ' ὀλίγα· Πάντα όσα ὁ Πατὴρ τοῦ Υἱοῦ πλὴν ἀγεννησίας πάντα ὅσα ὁ Υἱὸς τοῦ Πνεύματος πλην γεννήσεως. Ὁ αὐτὸς ἐν μὲν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ· Μίαν μὲν δόξαν Πατρὶς γινώσκομεν τὴν ὁμοτιμίαν τοῦ Μονογενούς, μίαν δὲ Υἱοῦ τὴν τοῦ Πνεύματος· ἐν δὲ τῷ πρὸς 'Αρειανοὺς καὶ εἰς ἑαυτόν· Οὐκ ἀνέχεται Πατήρ Υιόν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον. Τούτων τί τις ἂν ἐπιζητοίη πρὸς τὴν τοῦ προκειμένου λόγου φανέρωσιν, ὅτι κάν τῇ Τριάδι τάξις ἐστὶν, ἐκδηλότερον;
col. 1113–1114page 42 of 121
PG 141:1113λε'. 'Αλλ᾽ ἵνα τὸ ἀπὸ τοῦδε καὶ τὰς κλήσεις, ὧν ἀλλήλοις κοινωνοῦσιν ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μὲν ἀναφορικῶς πρὸς τὸν Πατέρα ταύτας ὀνομαζόμενος, τὸ δὲ Πνεῦμα πρὸς τὸν Υἱόν, πρὸς ταύταις καὶ τἆλλα πάντα δι' ὧν κηρύττεται, καὶ μᾶλλον ἢ ἐν Τριάδι τάξις λαμπρότερον ἐνθάδε προ θήσομεν. Εἰκὼν ὁ Υἱὸς τοῦ Πατρὸς, εἰκὼν καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς ὁ Νύσσης Γρηγόριος τὸν τοῦ θαυματουργοῦ Γρηγορίου βίον εἰς ζῆ λον ἀρετῆς ἀφηγούμενος ἐν τῇ πρὸς τοῦτον ἀποκα λυφθείσῃ μυσταγωγίᾳ παρὰ τοῦ πρώτως ἐν τοῖς αὐτόπταις τοῦ Λόγου θεολογήσαντος, αὐτὸν ἐκεῖνον τὸν Εὐαγγελιστὴν Ἰωάννην παρίστησιν ἐκδιδάσκοντα. Λέγει γὰρ ἐκεῖσε πρὸς ἔπος οὕτω τρανότατα. Καὶ ἐν Πνεῦμα ἅγιον ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ διὰ Υἱοῦ πεφηνός δηλαδὴ τοῖς ἀνθρώποις, εἰκὼν τοῦ Υἱοῦ, τελείου τελεία. Ναὶ μὴν καὶ ὁ θεῖος ᾿Αθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα τὸν ἐπίσκο τον ἐπιστολῇ βεβαιοί. Δίςξεισι γὰρ καὶ οὗτος ταῦτα ῥητῶς· Εἰκὼν τοῦ Υἱοῦ λέγεται καὶ ἔστι τὸ Πνεῦμα. Καὶ μαρτυρίαν επάγει παρευθύς ἀποστολικὴν. • Οὓς γάρ, ο φησί, ο προέγνω, τούτους καὶ προώρισε συμμόρφους τῆς εἰκίνος τοῦ Υἱοῦ αὐτοῦ. › Τί δέ ἐστιν εἰκὼν ὁ Θεολόγος Γρηγόριος ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ λόγῳ διερμηνεύει, σαφή νίζων οὕτω καὶ συντιθείς· Εἰκὼν δὲ τοῦ Πατρὸς ὁ Υἱὸς ὡς ὁμοούσιος, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ' οὐκ ἐκ τούτου Πατήρ. Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου Καὶ οὗ λέγεται, πά λιν μορφὴ τοῦ Πατρὸς ὁ Υἱός, μορφὴ καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Περὶ τούτου διαλαμβάνει κατά τὴν πρὸς Σεραπίωνα τὸν ἐπίσκοπον ἐπιστολὴν ὁ μέγας διδάσκαλος Αθανάσιος, Εἰ δὲ τὸ Πνεῦμα, λέγων, δύο ωδία καὶ μορφὴ τοῦ Υἱοῦ ἐστιν, εὔδηλον ὡς οὐκ ἂν εἴη τὸ Πνεῦμα κτίσμα· ἐπειδὴ καὶ ὁ Υἱὸς, ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχων, οὐκ ἔστι κείσμα. Πρόστ απον αὖθις ἐτοῦ Πατρὸς ὁ Υἱός, πρόσωπον καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' ὅτι μὲν πρόσωπον τοῦ Πατρὸς ὁ Υἱὸς ὁ θεσπέσιος πολλαχοῦ διέξεισι Κύριλο λος. Εν μὲν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγω γελίου τῇ εἰς τὸ ῥητὸν τὸ, «Εν τὸ φῶς τὸ ἀληθε νόν· › Αμέλει τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρός, τουτέστιν ὁ Υἱὸς χορηγεῖ τῇ κτίσει τὸν φωτια σμόν· ὁμοίως καὶ εἰς τὸ, 4 Εργάζεσθε μὴ τὴν βρῶ σιν τὴν ἀπολλυμένην.» Πρόσωπον γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν εἶναι φασίν, ὅπερ ἐστὶ πάλιν ὁ χαρακτήρ· φῶς δὲ τὸ ἐξ αὐτοῦ τὴν διὰ τοῦ Πνεύματος ἐπὶ τὴν κτίσιν διήκουσαν χά ριν. Καὶ μετ' ὀλίγα· Ἐπειδὴ δὲ ὁμολογουμένως πρόσωπόν ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, εἴη δήπου πάντως αὐτὸς καὶ ὁ χαρακτήρ, ἐν ᾧ σφρα γίζει Θεός. Ἐν δὲ τῷ πέμπτῳ τῶν πρὸς Ερμείαν "Οτι γὰρ οἱονεὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πα τρός ἐστιν ὁ Υἱός, ἐκπαιδεύσειεν ἂν εὐκόλως δ Ψαλμωδός, ποτὲ μὲν λέγων, «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ο ποτὲ δὲ ὡς ἐκ προσώπου τῶν εἰς Ει
col. 1115–1116page 43 of 121
PG 141:1115αὐτὸν πεπιστευκότων, ο Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε"» κατεστρα γίσμεθα γὰρ τῷ ἁγίῳ Πνεύματι πρὸς ἐμφέρεια καὶ ὁμοίωσιν τοῦ Πατρὸς, τουτέστι τοῦ Υίου. Ταῦτα μὲν ὅτι πρόσωπον τοῦ Πατρὸς ὁ Υἱός· ὅτι δὲ καὶ τοῦ Υἱοῦ πρόσωπον τὸ Πνεῦμα τὸ ἅγιον, δ αὐτὸς οὗτος ἀρκέσειεν εἰς διδασκαλίαν ἡμῖν· ἐν γὰρ τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου τῇ εἰς τὸ ῥητὸν τὸ, ο Εἰ δὲ μὴ διὰ τὰ ἔργα αὐτὰ πι στεύετε, ο φησίν· Οὐ γὰρ πεπλήρωκε μὲν οὐρα νοὺς ὁ Υἱὸς, καὶ τὰ ἔσχατα τῆς γῆς, τουτέστι τὰ εἰς τὸν ᾅδην, πῶς οὐ σφόδρα παραλογώτατον τὸ περιοχῆς ὄνομα προσάπτειν αὐτῷ, μηδὲ ἐκεῖνο λογισαμένους, ὅτι εἰς τὸ πρόσωπον αὐτοῦ, τους ἐστι τὸ Πνεῦμα, πρόσωπον γὰρ τοῦ Υἱοῦ και λεῖται τὸ Πνεῦμα, τὰ πάντα πληροῦν, πῶς ἂν αὐτὸς εἴσω γένοιτο περιοχῆς; Ωσαύτως ἐνέργεια τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τοὺς ἀπὸ Αἰγύπτου φωστῆρας, τόν τε τὰ θεῖα πολὺν ᾿Αθανάσιον λέγω καὶ τὴν ἐνθεαστικώτατον Κύριλλον, ὧν ὁ μὲν ἐν τῷ κατά Αρειανῶν δευτέρῳ λόγῳ φησίν· Οὐκ ἀμφίβολον ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλή, καὶ ἐνούσιος ἐνέργεια καὶ Λόγος ἀληθινός· ὁ δὲ Κύ ριλλος ἐν ἑνὶ τῶν κεφαλαίων τοῦ πρώτου τῶν θη σαυρῶν· Ο Υἱός ἐστιν ἡ ζῶσα καὶ ουσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ Πατρός. Ἐνέργεια καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μή μοι παράγειν επιχειρείτω τις τὸν Θεολόγον Γρηγόριον, ὅτι τοῦτο λέγειν ἐπὶ τοῦ Πνεύματος ἐκεῖνος οὐ παραδέχεται. Καὶ γὰρ οὐδ᾽ ἐγὼ τοιαύτην ἐνέργειάν φημι τὸ Πνεῦμα τὸ ἅγιον, οἷαν ὁ μέγας Πατὴρ ὡς ἀναξίαν αὐτοῦ μηδόλως προσιέμενος ἀποπέμπεται, ζῶσαν δὲ καὶ ταύτην κατὰ τὸν Υἱὸν τὴν ἐνέργειαν τοῦ Πατρὸς, ὑφεστῶσάν τε καθ᾿ ἑαυτὴν καὶ ἐνού στον· καὶ μάρτυρες τοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι τοῦ Υἱοῦ καὶ λέγεσθαι τοιαύτην ἐνέργειαν οἱ αὐτοὶ καὶ πάλιν τὰ τῆς εὐσεβείας ἀπ᾿ Αἰγύπτου προπύργια. Καὶ γὰρ ὁ μὲν μέγας ᾿Αθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα περὶ τοῦ ἁγίου Πνεύματος ἐπιστολῇ τάδε φησίν· Ενὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζων τος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη την ἁγιαστικὴν καὶ φωτιστικὴν ζωήν, οὖσαν ἐνέρ γειαν αὐτοῦ καὶ δωρεάν· ὁ δὲ θεόπνευστος Κύ φιλλος ἐν μὲν τοῖς πρὸς Ἑρμείαν· Οὐκοῦν εἰ ση μεῖα καὶ τέρατα διὰ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος ἁγίου, ὡς ἐνέργειά τις φυσικὴ καὶ ζῶσι, καὶ ἵν' οὕτως είπωμεν, ποιό της τῆς θεότητος τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἁγιέν ἐστιν· ἐν ἑνὶ δὲ τῶν κεφαλαίων τοῦ δευτέρου τῶν Θησαυρῶν Δείκνυται σαφῶς οὐκ ἀλλότριον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὥσπερ ἐνέργειά τις φυσικὴ πάντα δυναμένη πληροῦν, ὅσα καὶ βούλεται. Λόγος ἑτέρωθεν ὁ Υἱὸς τοῦ Πατρός, καὶ ῥῆμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐνταῦθα διά φορος ή προσηγορία κατὰ τὴν προφοράν, ἡ αὐτὴ δὲ κατὰ τὴν ἔννοιαν. Ἵνα γὰρ μὴ δύο παραδεχθώσιν ἐπὶ τῆς Τριάδος Υἱοὶ, καὶ δύο γεννήσεις τισὶ διὰ τὸ
col. 1117–1118page 44 of 121
PG 141:1117γέννησιν ὡς τὰ πολλὰ κἀπὶ τοῦ λόγου καθ' ομοιότητα & τοῦ Υἱοῦ λέγεσθαι, ῥῆμα τὸ Πνεῦμα τὸ ἅγιον ἐκά λεσεν ἡ Γραφή· τὸ δὲ κατὰ τὸν θεοπάτορα και προ φήτην ἐν βασιλεῦσι Δαυΐδ ἐκπορευόμενον, οὐ γεννώμενον. ι Τὰ γὰρ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω,» φησίν. "Οτι δὲ ῥῆμα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μέγας ἡμῖν παραστήσει Βασίλειος, ὃς ἔν τινι τῶν αὐτοῦ κεφαλαίων οὕτως ἐπὶ λέξεων εἴρηκε· Διὰ τοῦτο καὶ Θεοῦ μὲν λόγος ὁ Υἱός, ῥῆμα δὲ Υἱοῦ τὸ Πνεῦμα. Φέρων γάρ, φησὶ, τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ διὰ τοῦ Θεοῦ, τὴν μά χαιράν φησι τοῦ Πνεύματος, δ ἐστι ῥῆμα Θεού, λόγος δὲ Θεοῦ καὶ ῥῆμα ζῶν καὶ ἐνεργόν. Ἐπὶ πᾶσι τούτοις ἴδιος ὁ Υἱὸς τοῦ Πατρὸς, ἴδιον και τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὅτι μὲν ἴδιος τοῦ Πατρὸς ὁ Υἱὸς, τὸν θειότατον ᾿Αθανάσιον ἔχω διδά σκαλον. Ἐν γὰρ τῷ κατὰ Ἀρειανῶν πρώτῳ λόγῳ φησίν· ῾Ο Υἱὸς ἀληθινὸς φύσει γνησιός ἐστι τοῦ Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ. Οὗτες οὐκ ἔστι κτίσμα, οὔτε ποίημα, ἀλλ᾽ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, καὶ δύναμις, καὶ εἰκὼν ἀληθινή τῆς τοῦ Πατρὸς ουσίας. Καὶ πάλιν· Ἴδιος δὲ τοῦ Πατρὸς ὁ Υἱὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ αὖθις· Δῆλον ἂν εἴη ὅτι ποιητὴς ὧν ὁ Θεὸς ἔχει τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλ' ἴδιον ἑαυτοῦ. Καὶ μετὰ πολλά· Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρός. Καὶ μετ' δείγα· Ἐπειδὴ οὐκ ἔστι κτίσμα, ἀλλ' ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ ( γέννημα καὶ φύσει Υιός ἐστι, διὰ τοῦτο προσκυνεῖται καὶ Θεὸς πιστεύεται. Καὶ μετὰ πλεῖστα Οὐ ξένος, ἀλλὰ τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶν ἴδιος. Καὶ μετὰ βραχέα· Ο πιστεύων εἰς τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει. Εἰς γὰρ τὸν ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας πιστεύει. Καὶ μετ' οὐ πολλά· Εἰ γὰρ μὴ ἦν ἴδιον τῆς τοῦ Πατρὸς οὐ σίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φωτές, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πα τρὶς, ἤρχει τὸν Πατέρα δοῦναι μόνον. Καὶ ὁ θαυμάσιος Κύριλλος ἐν ἑνὶ τῶν κεφαλαίων τοῦ πρώ του τῶν Θησαυρῶν· Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι δια τρεχούσης αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς το καὶ κυριότητος, μόνος ἐστὶν ἴδιος τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ταῦτα μὲν ὅτι τοῦ Πατρὸς ἴδιος ὁ Υἱός, ὧν καὶ πολλῷ πλείω παρῆκα διὰ τὸ προσκορές πάντως δὲ κἀκεῖνα κατά καιρόν μοι παραληφθήσεται. Τὸ δὲ τοῦ Μονογενοῦς ἴδιον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, προηγουμένως ἐν τοῖς πρακτικοῖς τῆς ἐν Νι καίς πρώτης συνόδου, καθ' 8 μέρος οἱ Πατέρες τὸν λόγον ἐποιήσαντο διὰ τοῦ ἐπισκόπου Λεοντίου πρὸς τὸν φιλόσοφον, ἴδοι τις ἂν οὕτω κείμενον ἐπὶ λέξεως Εὕρηται τὸ Πνεῦμα ἐκπορευόμενον μὲν ἐκ Πα τρός, ἴδιον δὲ τοῦ Υἱοῦ. Μετὰ δὲ ταῦτα καὶ ὁ μέν γιστος ᾿Αθανάσιος ὁ τηνικαῦτα συνὼν αὐτοῖς, καὶ προστάτης τοῦ λόγου δεικνύμενος ἐν τῇ περὶ τοῦ Πνεύματος πρὸς Σεραπίωνα τὸν ἐπίσκοπον ἐπιστολῇ διαρρήδην δεδήλωκεν ὡσαύτως εἰπών· Ιδιον τὸ
col. 1119–1120page 45 of 121
PG 141:1119δὲ Κύριλλος ὕστερον πολλαχοῦ τῶν δογματικῶν αὐτ τοῦ λόγων ἐνέσπειρε, καὶ νῦν μὲν ἐν τῇ εἰς τὸν προφήτην Ἰεζεκιήλ ἑρμηνείᾳ τάδε φησίν· "Η μὲν γάρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ό Υιός, γεγέννηται γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς, ἴδιον αὐτοῦ ι καὶ ἐν αὐτῷ, καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστιν ἐν δὲ τῷ πρὸς τὸν βασιλέα Θεοδόσιον λόγῳ. βαπτίζοντα, πάλιν εἶπε, τὸν Ἰησοῦν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπηρετικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ' ἐξουσίας τῆς ἀνωτάτω τὸ ἐξ αὐτοῦ καὶ ἴδιον αὐτοῦ. Καὶ βραχὺ προϊὼν οὕτως εἴρηκεν· Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον τῷ ἰδίῳ λοιπόν κατα Πνεῦμα τῆς ουσίας τοῦ Λόγου. Καὶ ὁ θεσπέσιος χρίει Πνεύματι. Πλέον δὲ πάντων καὶ πρὸς πειθὼ δυσωπητικώτερον ἐν ἑνὶ τῶν κεφαλαίων τοῦ δευτέ που λέγει τῶν Θησαυρῶν, ὅπερ καὶ φθάσαντες ἔφη μεν ἄνωθεν. Ιδιον δὲ πάντως τὸ Πνεῦμα τῆς οὐσίας τοῦ Υἱοῦ, καὶ οὐκ ἔξωθεν υποστατόν τούτων ἀκόλουθα καὶ τῆς αὐτῆς ἐννοίας ἐχόμενα καὶ τὰ παρὰ τοῦ μεγάλου Πατρός Αθανασίου κατά διαφόρους λόγους αὐτοῦ διαλαμβανόμενα. Καὶ γὰρ ἐν μὲν τῷ κατὰ ᾿Αρειανῶν πρώτῳ λόγῳ ταῦτά φη σιν· Οὐ γὰρ ἀφ' ἑαυτοῦ τὸ Πνεῦμα λαλεῖ, ἀλλ' ὁ Λόγος ἐστὶν, ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Καὶ αὖθις· Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὢν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτω καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι. Ἐν τῷ τρίτῳ δὲ τῶν αὐτῶν· Εἰ τὸ Πνεῦμα οἶδε, πολλῷ μᾶλλον ὁ Λόγος, ᾗ Λόγος ἐστὶν οἶδε, παρ' οὗ καὶ τὸ Πνεῦμα λαμβάνει. Καὶ πάλιν· "Οσα ἔχει τὸ Πνεῦμα, ταῦτα παρὰ τοῦ Λόγου ἔχει. Τό δ', ι "Ος ἂν εἴπῃ κατά τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ, ο διερμηνεύων λέγει περὶ τοῦ Χριστοῦ, ὅτι αὐτὸς Λόγος ὢν τοῦ Θεοῦ, αὐτὸς διὰ τοῦ Πνεύματος ἐνεργεῖ τὰ πάντα. Πρὸς Σεραπίωνα δὲ τὸν ἐπισκόπου τάδε κατὰ ῥῆμα διέξεισιν· Ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται, αὐτὸς δὲ τὸ Πνεῦμα ἀποστέλλει, καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει λέγων, ο Πάτερ, ἐγώ σε ἐδόξασα· › τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν· «Ἐκεῖνος γὰρ, φησὶν, ἐμὲ δοξάσει. Καὶν ὁ μὲν Υιός φησιν, «Α ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον,» τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει. «Ἐκ τοῦ ἐμοῦ αρ, φησί, λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε, «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, φησὶν, ὁ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου.» Τοιαύτην δὲ τάξιν καὶ φύσ σιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κεί σμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Ο πολὺς ἐν θεωρία Βασίλειος περὶ Πίστεως διαλαμβάνων ἐν τοῖς Ἀσκητικοῖς, Τοῦ μὲν Πατρὸς, φησί, πέμποντος τὸν Υἱόν, τοῦ δὲ Γιοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Καὶ πάλιν· Τὸ Πνεῦμα τὸ ἅγιον τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα ὅσα ἂν ἀκούοι παρὰ τοῦ Υἱοῦ. 36. λς'. Τοσαῦτα καὶ οὕτως ἰσχυρὰ τοῖς θεοσόφοι Πατράσι περὶ τῆς ἐν τῇ Τριάδι λέλεκται τάξεως. Όμως δ' οὖν καὶ τούτων οὕτως ἐχόντων οἱ τῆς εἰς ρήνης εἰκῆ καὶ μάτην τὴν ταραχὴν ἀνθαιρούμενοι διὰ τὸ ὁμοούσιον ταῦτα πάντα φασὶ λέγεσθαι, καὶ οὐκ ἴσασιν ὅτι ταύτῃ καὶ ὁ Πατήρ αὐτοῖς ἀπολέσει τὴν περιλαλουμένην ἀρχὴν κινδυνεύσειεν ἄν. Εἰ γὰρ πάντα ὅσα τὸ Πνεῦμα πρὸς τὸν Υἱόν, καὶ παρὰ τοῦ Υἱοῦ ταῦτα διὰ τὸ ὁμοούσιον, ἄρα δι' αὐτὸ τοῦτο καὶ πάντα ὅσα ὁ Υἱὸς πρὸς τὸν Πατέρα καὶ παρὰ τοῦ Πατρὸς, ἐπειδὴ καὶ κατ' ἄμφω τοῖς αὐτοῖς λόγοις οἱ Πατέρες ἐχρήσαντο. Καὶ ποῦ τὸ πατρικὸν ἀξίωμα
col. 1121–1122page 46 of 121
PG 141:1121καὶ ἡ τάξις ἡ πολυύμνητος, καθ᾿ ἣν ἀπὸ τοῦ Πα τρὸς ἀρχόμενοι κατὰ τὸ εἰκὸς ἐπὶ τὸν Υἱὸν χωροῦ μεν, καὶ οὕτως ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον διαβαίνομεν; καθὼς ὁ Νύσσης Γρηγόριος ἐν τῷ πρώτῳ τῶν πρὸς Ευνόμιον 'Αντιῤῥητικῶν, Ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υιοῦ ἐπὶ τὸ Πνεῦμα χωροῦμεν, φησίν. ᾿Αλλὰ τὴν μὲν πρὸς τοῦτο τελεωτέραν, καὶ κρείττονα λύσιν ἐν τῷ δευτέρῳ λόγῳ ταμιευσόμεθα διὰ τὸ μᾶλλον χρησ σιμεύειν ἐκεῖσε ταύτην ἡμῖν· νῦν δὲ τοσοῦτον μόνον αὐτοὺς ἐρωτήσομεν· Πῶς καὶ τίνα τρόπον τὸ ὁμοούσ στον εἰς ἀπολογίαν τούτων πάντων προβάλλεσθε; Διότιπερ ὁμοούσιον τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦτο τὰ ἀπηριθμημένα πάντα, καὶ τὰς ἀνω τέρω τούτων διαληφθείσας κλήσεις ἔχειν λέγετε παρὰ τοῦ Υἱοῦ καὶ πρὸς τὸν Υἱόν; Καὶ εἰ τὸ ὁμοού στον αἴτιον τῷ Πνεύματι τούτων ἁπάντων ἐστὶ, καὶ β οὐκ ἄλλη τις σχέσις παρὰ τὴν ὁμοουσιότητα, καθ' ἦν ᾠχειωμένον πέφυκε τῷ Υἱῷ, καὶ ἑξῆς μάλιστα τῷ Πνεύματι τῷ ἁγίῳ τὸ ὁμοούσιον· ἐπειδή περ ἀν τιστρέφει τὸ ὁμοούσιον, καὶ ὥσπερ ὁμοούσιον τὸ Πνεῦ μα τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ὁμοούσιός ἐστι τῷ Πνεύματι, τὰ ἀναγεγραμμένα πάντα ῥηθήσεται, καὶ ἀνάπαλιν. Καὶ ἵνα ταῦτα καθ' ἓν ἐπαναλαβὼν πρὸς σαφεστέραν κανταῦθα παραθήσομαι δήλωσιν. Εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς εἰκὼν ἂν εἴη τοῦ Πνεύματος. Μορφὴ τὸ Πνεῦμα τοῦ Υἱοῦ, μορφὴ καὶ ὁ Υἱός τοῦ Πνεύματος ἂν λέγοιτο. Πρόσωπον τοῦ Υἱοῦ τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς πρόσωπον ἂν καλοῖτο τοῦ Πνεύ ματος. Ενέργεια τὸ Πνεῦμα τοῦ Υἱοῦ, καθάπερ καὶ δέδεικται, κατ' αὐτὸ τοῦτο καὶ ὁ Υἱὸς ἐνέργεια πάντ τως ὀνομασθείη τοῦ Πνεύματος. Ρῆμα τοῦ Υἱοῦ τὸ Πνεῦμα, ῥῆμα τοῦ Πνεύματος ἂν προσαγορευθείη καὶ ὁ Υἱός. Καὶ μὴν ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς ἴδιος ἂν ὑπάρχοι τοῦ Πνεύματος. Πρὸς τού τοις δίδωσιν ὁ Υἱὸς τὸ Πνεῦμα, διδοίη ἂν καὶ τὸ Πνεῦμα τὸν Υἱόν. Χορηγεῖ ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ τὸ Πνεῦμα τὸν Υἱὸν χορηγήσειεν ἄν. Ἐκ τοῦ Υἱοῦ λαμβάνει τὸ Πνεῦμα, λήψαιτο ἂν καὶ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος. Οσα ἔχει τὸ Πνεῦμα παρὰ τοῦ Λόγου ἔχει, καὶ ὁ Υἱὸς ὅσα ἔχει, ταῦτ᾽ ἂν ἔχοι παρὰ τοῦ Πνεύματος. Διὰ τοῦ Πνεύματος ὁ Υἱὸς ἐνεργεῖ, ἐνερ γοίη ἂν καὶ τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ. ᾿Αποστέλλει ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ αὐτὸς ἂν ἀποσταλείη παρὰ τοῦ Πνεύματος. Δοξάζει τὸ Πνεῦμα τὸν Υἱόν, δοξάσοι ἂν καὶ Υἱὸς τὸ Πνεῦμα. Ἐκεῖνα λαλεῖ τὸ Πνεῦμα, ὅσα ἀκούει παρὰ τοῦ Υἱοῦ, καὶ ὁ Υἱὸς ἐκεῖνα λαλή σει, ὅσα ἂν ἀκούσοι παρὰ τοῦ Πνεύματος. Ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ πέμπεται τὸ Πνεῦμα παρὰ Πατρός, πεμφθείη ἂν καὶ ὁ Υἱὸς ἐν τῷ τοῦ Πνεύματος ὀνό ματι. Τοιαύτην τάξιν καὶ φύσιν ἔχει τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν, οἶαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, τοιαύ την ἂν καὶ ὁ Υἱὸς πρὸς τὸ Πνεῦμα καὶ τάξιν καὶ φύσ σιν, οἵαν αὐτὸ πρὸς τὸν Πατέρα. Κάντεῦθεν σύγχυσις ἀκολουθήσει τῇ τὸ Πνεῦμα εἰς εὐταξίαν ἀγούσῃ Τριάδι και συντηρούσῃ πρὸς εὐκοσμίαν τε καὶ κα τάστασιν. Ο τίς ποτ' ἂν ἀνάσχοιτο τῶν αἱρουμένων ὀρθοδοξεῖν; 25'. Ἐγὼ δ' ἀκήκοα καί τινων, ὅ τι ἂν τύχοι φθεγ γομένων κομιδή προπετώς, ὡς οὐδὲν κωλύει καὶ τὸν Υἱὸν εἰπεῖν τοῦ Πνεύματος ἴδιον. Εφ᾽ οἷς ἔπεισί μοι θαυμάζειν, πῶς οὐ τρέμουσι λέγειν ἀφ' ἑαυτῶν, &
col. 1123–1124page 47 of 121
PG 141:1123τοῖς τῆς εὐσεβείας διδασκάλοις σεσίγηται. Ποῦ γὰρ εὑρήσει τις τοῦτο καὶ παρὰ τίνος τῶν ἁγίων ὅλως ῥηθέν; Πλὴν οἱ τοιοῦτοι δοκοῦσι μοι ῥᾳδίως ἀντι στρέψαι καὶ τἆλλα πάντα τὰ κατὰ μέρος ἄνωθεν προτεθέντα μοι. Τί δ᾽ ἂν φαίεν, ὅταν μάθωσιν ότι καθάπερ πηγὴ τοῦ Υἱοῦ ὁ Πατήρ, οὕτω καὶ ὁ Νέος πηγή καλεῖται τοῦ Πνεύματος; οὐ μὴν ἀλλὰ καὶ πρωτότυπος τούτου κατὰ τὸν Πατέρα τὸν ἀρχέτυπον τοῦ Υἱοῦ. Καὶ πάλιν ὥσπερ μείζων ὁ Πατήρ του Υἱοῦ, τὸν αὐτὸν τρόπον καὶ ὁ Υἱὸς μείζων τοῦ Πνεύ ματος; Εἰ καὶ ταῦτα μεταβαλεῖν τολμήσουσιν ενα χερῶς; Πάντως εἰ τοσοῦτον ἀναισχυντήσουσιν, ὡς ἐπιχειρῆσαι καὶ τὰ προδήλως ἀκίνητα μεταπεττεύ σαι κατὰ τοὺς παίζοντας, ἡ κακουργία τούτων εὐθὺ; ἂν φωραθείη καὶ τοῖς ὁπωσοῦν αἰσθήσει δουλεύουσιν. Οτι μὲν οὖν πηγὴ τοῦ Πνεύματος ὁ Υἱός, μεγαλόφωνοι τῆς ἀληθείας σάλπιγγες ᾿Αθανάσιος ὁ θεῖος καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης τρανώς παρα στήσουσιν. Ο μὲν γὰρ ἐν τῷ περὶ τῆς ἐνσάρκω ἐπιφανείας τοῦ Θεοῦ λόγῳ φησί· Διὰ τοῦτο Δαιτο ψάλλων τῷ θεῷ λέγει ότι ο Παρὰ σοὶ πηγὴ ζωής, Ἐν τῷ φωτί σου ὀψόμεθα φως.» Οίδε γάρ παρὰ Θεῷ Πατρὶ ὄντα τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος· ὁ δὲ Χρυσοῤῥήμων ἐν τῷ λόγῳ τῷ εἰς τὸ μυστήριον τοῦ βαπτίσματος· Διὰ τοῦτο ὁ Συ τὴρ δείκνισιν ἑαυτὸν πηγὴν ζωῆς, καὶ ὕδωρ ζῶν τὸ Πνεῦμα τὸ ἅγιον. "Οτι δὲ καὶ πρωτότυπος ὁ αὐτ τὸς οὗτος τοῦ Πνεύματος, μάρτυς ὁ Θαυματουργός ἐσεῖτα: Γρηγόριος εἰς ἀναντέρξη τον πίστωσιν, δς ἐν τῷ λόγῳ τῆς κατὰ μέρος πίστεως, οἵπερ ἄνωθεν ἐπεμνήσθημεν, οὕτω φησί· Τοῦ Κυρίου ὁ Πατήρ ἀρχὴ ἀϊδίως αὐτὸν γεννήσας, καὶ πρωτότυπος τοῦ Πνεύματος ὁ Κύριος. Τούτων οὐδὲν ἴσως οἱ ἀνθιστάμενοι μεταθείναι πειράσονται, διὰ τὸ λαγο πρὸν αὐτόθεν εἶναι τὴν ἔλεγχον. Οὐδὲ γὰρ ἀντιστρέφειν καὶ ταῦτα φάναι δυνήσονται τα πρόχειρον αυτ τοῖς εἰς ἀπολογίαν καὶ τῆς ἀληθείας ἀνατροπήν. λη'. Αἰτοῦσιν οἱ πλείους, οἶδα, γνῶναι σαφώς που ποτε καὶ μείζων ὁ Υἱὸς τοῦ Πνεύματος είρηται, Τοῦτο γὰρ παντὸς ἑτέρου προυργιαίτερον τίθενται, διὰ τὸ καὶ παρὰ μόνην ταύτην τὴν φωνὴν αὐτούς δυσανασχετεῖν. Ἐγὼ δ᾽ οὐκ ἀναβαλοῦμαι τὴν δεῖξιν οὐχ ἥκιστα· παύσω δὲ τούτους αὐτίκα τῆς τῶν λου γισμῶν ταραχής, οἰτινές εἰσι, τὴν ῥῆσιν ὡς ἔχει διαλαβών, καὶ τὸν εἰπόντα, μέγα; δὲ πάντως καὶ ο άξι πιστο;, εἰς μέσον παραγαγών. Ο δέ ἐστιν ὁ τὰ θεῖα πολὺς ᾿Αθανάσιος. Οὗτος γὰρ ἐν τῷ κατὰ ᾿Αρειανῶν πρώτῳ λόγῳ πρὸς ἔπος οὕτω διέξεισιν· Ο τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλο λειν ἑαυτὸν τὰ δαιμόνια. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. Ως γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ' ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύ ματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν, «Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Τοιαῦτα μὲν οὖν ὡς ἄνθρωπος τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα
col. 1125–1126page 48 of 121
PG 141:1125καὶ μεγαλειότητα δεικνὺς ἑαυτοῦ, οὐκέτι ἐλάτ τονα ἑαυτὸν τοῦ Πνεύματος, ἀλλὰ μείζονα καὶ ἴσον ὄντα σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν ο Εγώ αὐτὸ ἀποστέλλω, κἀκεῖνος ἐμὲ δοξάσει, καὶ ὅσα ἀκούσει, λαλήσει.» Πρὸς τοῦτο, τὰ γὰρ ἄλλα παρίημι, τὸ περιττὸς καθάπας δοκεῖν εὐλαβούμενος, τί φήσουσιν ὄντως ἡμῖν οἱ τῆς ἁλη θείας διακενῆς ἐπηρεασταὶ, καὶ μηδὲν τῶν ὀρθῶς παρ' ἡμῶν λεγομένων ἑῶντες ἀκαταιτίατον, πᾶσι δὲ προχείρως ἐπιπηδῶντες, καὶ τὸ πλέον ὡς ἔτυχεν; Έστι μείζονα λέγειν τοῦ Πνεύματος τὸν Υἱόν, καὶ τάξιν ἐπὶ τούτοις μὴ παραδέχεσθαι, καθάπερ ἐνὸν καὶ τὸ μεῖζον ἐπὶ τὸ Πνεῦμα μεταφέρειν ἀπὸ τοῦ Υιοῦ καὶ μεταῤῥιπτεῖν; Τῆς ἀλογίας! εἴπερ ὅλως ἐπιθέσθαι κἂν τούτῳ διισχυρίζονται. Τὸ μὲν οὖν οὐδ' ἂν αὐτοί, δοκῶ, τὸ παράπαν οὐδὲ λογίσαιντο. Καὶ γὰρ οὐδὲ δίκαιον, ἅτε προφανῶς δν καταγέλαστον. Πλήν εἰ μή τις ἐκλάβοιτο καὶ τοῦτο κατὰ τὸ τοῦ Σωτῆρος ἀνθρώπινον, ὡς καὶ προλαβὼν ὁ μέγας ἀπεσημήνατο. Διαπορήσουσι δὲ μᾶλλον καὶ λίαν ἐπαινετῶς, πως καὶ τίνα τρόπον μείζονα τοῦ Πνεύματος τὸν Υἱὸν ὁ τὴν ἀνωτάτω καὶ κατὰ Χριστὸν γνῶσιν σοφός Αθα νάσιος εἴρηκε; Πρὸς οὓς φαίην ἂν ἡμέρως καὶ προσ ηνῶς ὡς, ἐπεὶ πρὸς πᾶσαν θείαν φωνὴν ὅσα καὶ διδασκάλοις τοῖς τῆς εὐσεβείας ἐξηγηταίς χρώμεθα, σκοπητέον ἡμῖν, ὅπως οἱ λοιποὶ τῶν ἁγίων τὸ μεῖ ζεν ἐπὶ τοῦ Πατρὸς ἐξειλήφασιν, ὅσοις περὶ τούτου διαλαβεῖν ἐξεγένετο, καὶ τότε μετενεκτέον ἐπὶ τοῦ παρόντες τὴν ἔννοιαν, ἣν κἂν μὲν προσφυῆ καὶ συν έδουσαν ταῖς περὶ τοῦ Υἱοῦ γραφικαῖς ἄλλαις χρήμα σεσιν εὕροιμεν, στερκτέον ἐνταῦθα καὶ νῦν, ἀγαπης τέον τε καὶ μένον αὐτῇ, καὶ ταύτης ἀνθεκτέον διά παντός· εἰ δὲ μή, ζητητέον, ὡς εἰκὸς, τὴν ἁρμόζουσαν. Ἐν πρώτοις τοιγαροῦν ὁ οὐρανοφάντωρ Βασί λειος, ἀρκεῖ γὰρ οὗτος ἀντὶ πάντων τῶν τε προ αὐτοῦ, καὶ τῶν σὺν αὐτῷ διαπρεψάντων εἰς τὴν κατὰ Θεόν σοφίαν μεγάλων ἀνδρῶν, ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον Αντιῤῥητικών, πῶς ὁ Πατὴρ τοῦ Υἱοῦ λέγεται μείζων ἐφερμηνεύων, οὕτω κατὰ λέ ξιν διέξεισιν· Ἐκεῖνο δὲ τίνι τῶν πάντων ἄδηλον, ὅτι τὸ μεῖζον ἢ κατ' αὐτὸν τὸν τῆς αἰτίας λόγον, ἢ κατὰ τὸν τῆς δυνάμεως πλεονασμόν, ἢ κατὰ τὴν τοῦ ἀξιώματος ὑπεροχὴν, ἢ κατὰ τὴν τῶν όγκων περιουσίαν λέγεται; Οὔτε οὖν κατὰ τὸν ἔγκον, οὔτε κατὰ πλεονασμόν δυνάμεως, οὔτε κατὰ ὑπεροχὴν ἀξιώματος τὸ μεῖζον ἐνταῦθα ῥηθήσεται. Λείπεται τοίνυν κατὰ τὸν τῆς αἰ τίας λόγον τὸ μεῖζον ἐνταῦθα λέγεσθαι. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ Πατρὸς ἡ ἀρχὴ τῷ Υἱῷ, κατὰ τοῦτο μείζων ὁ Πατὴρ ὡς αἴτιος καὶ ἀρχή. Μετ' αὐτὸν δὲ καὶ ὁ ἐνθεώτατος Κύριλλος ἐν ἑνὶ τῶν κεφα λαίων τοῦ πρώτου τῶν Θησαυρῶν, "Ισος, λέγει, τοιγαροῦν κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ καὶ ἔμοιος κατὰ πάντα, μείζονα αὐτόν φησιν, ὡς ἄναρχον ἔχων ἀρχὴν κατὰ μό. νον τὸ ἐξ οὗ, εἰ καὶ σύνδρομον αὐτῷ τὴν ὕπαρ ξιν ἔχει. Καὶ μετ᾿ ὀλίγα. Λέγεται δὲ μείζων ὁ
col. 1127–1128page 49 of 121
PG 141:1127Πατὴρ ὡς ἀρχὴ τοῦ συναϊδίου γεννήματος. Του εσύ τοις καὶ ὁ Δαμασκόθεν σοφός Ἰωάννης, ὁ τοῖς δίγ μασιν ὑπὲρ πολλοὺς διαλάμψας, μᾶλλον μὲν οὖν τῷ Θεολόγῳ Γρηγορίῳ, κἀκεῖνος γὰρ ὁμοίως ἐν πολλοῖς τῶν αὐτοῦ διαλαμβάνει λόγων, ἑπόμενος, τοὺς γρ ἐν μέσῳ παραλείπω, τῆς συντομίας φροντίζων ὡς ἐγχωροῦν, ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λόγῳ στ σίν· Οτε οὖν ἀκούσομεν ἀρχὴν, καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τὸ αἴτιον νοήσωμεν. Περιττών δὲ πάντως εἰπεῖν ὅτι πολλοὶ τῶν ἁγίων καὶ διὰ τὴν ενανθρώπησιν τοῦ Λόγου τὸ μεῖζον ἐπὶ τοῦ Πατρὸς ἐκδεδώκασιν· ἐπείπερ ἐνταῦθα πάντη τὸ τοιούτον ἀνοίκειον. Οὐκοῦν τὰ περὶ τούτου παρεὶς ἐκεῖνο των θεοφόρων Πατέρων ἀπολαβὼν συμβαλλόμενον, κρίνω πρὸς τὸ παρὸν, τὸ λέγεσθαι τὸ μεῖζον κατὰ τὴν ἀφο χὴν καὶ τὸ αἴτιον, καὶ οὐ φαύλως, ὡς πέπεισμαι. Δήλον δὲ πάντως ἐξ ὧν εὑρίσκω καὶ τὸν Νύσσης Γρηγόριον ἐπὶ τούτῳ τὰ μέγιστα συγκροτοῦντά μου, Λέγει γὰρ οὗτος ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον Αντιῤῥητικῶν· Ὡς γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱὸς, καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν· οὕτω πάλιν καὶ τοῦ Μονο γενοῦς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐπινοίᾳ μόνη κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένης τῆς τοῦ Πνεύματος ὑποστάσεως. λθ'. Ἀλλ᾿ ἰδοὺ, φασὶν, αὐτὸς ἐάλως ἀφ' ἑαυτοῦ. Τὸ γὰρ ἡμῖν ὑποπτευόμενον ἐκ μακροῦ, τοῦτο νῦν οίκοθεν καὶ φανερῶς ἐξεπόμπευσας, αἴτιον τοῦ Πνεύ ματος εἰπὼν τὸν Υἱόν, ὅπερ τῶν ἀτοπωτάτων ἐστίν. Εἰ γὰρ αἴτιος τοῦ Πνεύματος ὁ Υἱός, αἴτιος δὲ καὶ ὁ Πατήρ καθ' όμολογίαν κοινὴν δύο πάντως τὰ τοῦ αὐτοῦ Πνεύματος αίτια. Τοῦτο γὰρ τὸ τελευταίον αὐτῶν καὶ δυσάντητον, καὶ πρὸς δ τείνει πᾶτα τῶν κατὰ λόγον δῆθεν ἀνθισταμένων καὶ σπουδὴ καὶ διά νοια, τοὺς τὴν ἀλήθειαν συνιστῶντας ὑμᾶς ὑποσκιο λίζειν εἰς τοῦτο πειρωμένων, ὡς εἰς ἔσχατον βάρα θρον. Ἐγὼ δὲ λέγειν μὲν ἔχω προσηκόντως ὡς ξύλων αὐτὸς, οὐδ᾽ εἴ τι τῶν εἰρημένων ἐστὶν ἐπιλήψιμον, ἐμοὶ προστρίβεσθαι δίκαιον, ἕως ἂν οὗ τῆς ἐμῆς ὑπάρχῃ ταῦτα διανοίας καρπός. Καὶ γὰρ εἰ μὴ μέσ την οἱ τοιοῦτοι φρονοῦντες πλημμελοῦσι τὸν νοῦν, ὁ τῶν Νυσσαέων καὶ τῆς οἰκουμένης εάλω φωστήρ, οὐκ ἐγώ· κἀκεῖνον ἐπὶ τούτοις ἄξιον, εἴ τι δέει κατὰ τοὺς ἀνθεστηκότας εὐθύνεσθαι. Πλὴν ἐπειδὴ χρέος τοῖς πᾶσιν ὑπερηγορεῖν τῆς ἀληθείας, ὡς ἐφικτόν, δέον μηδ' ἐνταῦθα συκοφαντούμενον τὸν λόγον παριδεῖν ἀβοήθητον. Καὶ γοῦν τὴν δυνατήν ἡμῖν ἐπικουρίαν καν τούτῳ συνεισενέγκωμεν. Οὐκ αἴτιον τοῦ Πνεύματος λέγει καὶ τὸν Υἱὸν, ὡς ἐν τεῦθεν δύο νοεῖσθαι τοῦ Πνεύματος αίτια, τον Πα τέρα δηλονότι καὶ τὸν Υἱόν, καθάπερ δοκεῖ τισ.ν. Πόῤῥω γὰρ τοῦτο τῆς καθ' ἡμᾶς εὐσεβοῦς παραδόσεως. Προθεωρεῖσθαι δὲ τὸν Υἱὸν ἐπινοίᾳ μένῃ δια δάσκει κατὰ τὸν τῆς αἰτίας λόγον τῆς τοῦ Πνεύμα τις υποστάσεως, αἰτίας οὐκ ἄλλης ἀλλ᾽ ἢ τῆς ἐκ τοῦ Πατρός. Μία γὰρ αἰτία τοῦ Πνεύματος ἡ ἐκ τοῦ Πατρός, καθ᾿ ἣν ὁ Υἱός προθεωρείται τοῦ Πνεύματος, διὰ τὸ ταύτην ὑπάρχειν αὐτῷ διὰ τοῦ Υἱο, καθὼς διὰ τοῦ παρόντος λόγου παντὸς ἀποδέδειχται
col. 1129–1130page 50 of 121
PG 141:1129τῆς αἰτίας, αἰτίας, Διὰ τοῦτο γὰρ καὶ τῆς αἰτίας εἶπε μετὰ τῆς τοῦ άρθρου προσθήκης, οὐ μὴν αἰτίας ἁπλῶς, ὡς οὔσης γνωρίμου ταύτης καὶ προφανοῦς. Επήγαγε μέντο καὶ προϊών, ὥστε τοῦ λόγου τῆς αἰτίας ὑπεξῃρημένου ἐν μηδενὶ τὴν ἁγίαν Τριάδα πρὸς ἑαυτὴν ἀσυμφώνως ἔχειν, πανταχοῦ συνάδων αὐτ τὰς ἑαυτῷ. Μεμνήμεθα γὰρ παραγαγόντες τοῦτον ἄνωθεν τοῦ λόγου τούτου καὶ καταρχὰς πρὸς ᾿Αβλά βιον οὕτω λέγοντα· Τὸ ἀπαράλλακτον της φύσεως ὁμολογοῦντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου κατελάβομεν. Πάντως αἴτιον καὶ αἰτιατὸν εἰπὼν, οὐ δήπου την διαφορὰν μόνην ἐδήλωσε τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ τὴν τοῦ Υἱοῦ πρὸς αὐτό. Καὶ γὰρ ταῦτα προθεὶς ἐπιφέρει μετ' ὀλίγα λοιπόν Ὅτι τὸ μὲν προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. Τί τούτων σαφέστερον, εἴ τις ἐθέλει ταῖς θείαις Γραφαῖς ἐπι βάλλειν ὀρθῶς, καὶ πρὸς τῶν ἁγίων Πατέρων ἀπο βλέπειν σκοπόν; Ἐπειδὴ γὰρ ἐνταῦθα τὸν μὲν Πα τέρα φησὶν αἴτιον, ἐξ αἰτίας δὲ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν τὴν μὲν Υἱὸν προσεχῶς, τὸ δὲ Πνεῦμα διὰ τοῦ προσεχῶς, ἤτοι διὰ τοῦ Υἱοῦ, καλῶς ἐκεῖσε προθεωρεῖσθαι τοῦτον εἰρηκε κατὰ τὸν τῆς αἰτίας λόγον τῆς τοῦ Πνεύματος ὑποστάσεως, ὅτι δι' Υἱοῦ ταύτην ἔχει τὸ Πνεῦμα παρὰ Πατρός. Οὕτως ἐγὼ καὶ τὴν τῆς πατρικῆς ταύτης καταλαμβάνω χρήσεως δύναμιν, ἐξ οὗ καὶ τὸ σοφὴν αὐτῶν τάχα καὶ δυσκαταγώνιστον ἀνατέτραπται, καταβληθὲν ἐκ βάθρων αὐτῶν, ὥστε καὶ μείζων τοῦ Πνεύματος δ Υἱός, οὐχ ὅτι παρὰ τὸν Πατέρα τοῦ Πνεύματο, ἕτε ρον οὗτο; αἴτιον, ἀλλ' ὅτι τὴν ἐκ Πατρὸς αἰτίαν καὶ τὴν ἀρχὴν ἔχει Πνεῦμα διὰ τοῦ Υἱοῦ. Διὸ καὶ ὁ Πατὴρ αἴτιος μὲν ἀμφοτέρων, τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος, ἀλλὰ τοῦ μὲν Υἱοῦ προσεχῶς, του δὲ Πνεύματος διὰ τοῦ Υἱοῦ. Τοῦτο καὶ ὁ μέγιστος καὶ δογματικώτατος Μάξιμος ἔν τινι πρὸς Ἐλπίδιον περὶ ἀγάπη; κεφαλαίων αὐ οὗ διαρρήδην βοᾷ, τὸν λόγον οὕτω διατιθείς· "Ωσπερ αἴτιος τοῦ λόγου νοῦς, οὕτω καὶ τοῦ πνεύματος, διὰ μέσου δὲ τοῦ λόγου· καὶ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν λέγειν τοῦ Πνεύματος. Καὶ ὁ Δαμασκόθεν σοφὸς Ιωάν νης ἐν τῷ περὶ θείων ὀνομάτων κεφαλαίῳ, Διὰ λόη του, φησίν, ὁ Πατήρ προβολεὺς ἐκφαντορικοῦ Πνεύματος. Ο γὰρ ἐκεῖ σημαίνει τὸ αἴτιος, τοῦτο βούλεται πάντως ἐνθάδε τὸ προβολεύς. Ταὐτὸν γὰρ αμφότερα· τοιγάρτοι καὶ μίαν ἐκ τούτων ἑκάτεροι εδη ώκασιν ἔννοιαν. Ἐγὼ δ' ἀλλ᾽ οὐκ ἂν αἰτίαν σχοίην ὡς ἀληθῶς πολυπράγμονος, εἰ καὶ τὸ τέλος ῆς τοῦ μεγάλου Μαξίμου ρήσεως ἐπαναλαβών, προσεξετάσω τὰ μεγάλα μοι καὶ αὐτὸ συγκροτοῦν. Ωσπερ γάρ, φησιν, οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον ἶναι τῆς φωνῆς, οὕτως οὐδὲ τὸν Υἱὸν λέγειν οῦ Πνεύματος. Αλλη τῆς ἐντεῦθεν ὑποθέσεως φορμή, τὴν ἡμῶν διαφερόντως συνιστώσα διάνοιαν. γὰρ ὥσπερ οὐ δυνάμεθα εἰπεῖν τὸν λόγον εἶναι ῆς φωνῆς, οὕτως οὐδὲ τὸν Υἱὸν λέγειν τοῦ Πνεύ
col. 1131–1132page 51 of 121
PG 141:1131ματος· ἔστι δὲ τὸ ἀνάπαλιν, τὸ Πνεῦμα φάναι δηλαδὴ τοῦ Υἱοῦ, καθάπερ καὶ τοῦ λόγου τὴν φωνήν. Καὶ τούτοις προσμαρτυροῦσιν ὅ τε Γρηγόριος Νύτα σης καὶ ὁ ἐκ Δαμασκοῦ σοφὸς Ἰωάννης, ὁ μὲν ἐν τῇ εἰς τὸ Πάτερ ἡμῶν ὁμιλία λέγων, ὡς τὸ μὲν Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ καὶ Χριστοῦ Πνεϊγιά ἐστιν· ὁ δὲ Υἱὸς ἐκ τοῦ Θεοῦ ὧν οὐκέτι καὶ τοῦ Πνεύματος οὔτ᾽ ἔστιν, οὔτε λέγεται, οὐδὲ ἀν. τιστρέφει ἡ σχετικὴ ἀκολουθία αὕτη· ὁ δὲ ἐν τῷ περὶ Τριάδος - "Οτι Πνεῦμα μὲν Υἱοῦ ὀνομάζι μεν, τὸν δὲ Υἱὸν οὐ λέγομεν εἶναι τοῦ Πνεύματος. Εἰ ταῦτα πέφυκεν ἀληθῆ, καὶ παντὸς ψεύδους με. κράν, ὥσπερ οὖν ἀμέλει και πέφυκεν, εύδηλον οι σχέσις τις ἐν τούτοις θεωρεῖται, καθ᾽ ἦν ἔστι μὲν τὸ Πνεῦμα καὶ λέγεται τοῦ Υἱοῦ, τοῦ δὲ Πνεύματος οὐκ ἔστιν ὁ Υἱὸς, οὐδὲ λέγεται. Τίς δ' αὕτη; Πάν τως ή πολλαχοῦ μοι διαληφθεῖσα, καὶ διὰ τῶν θείων ἀποδειχθεῖσα Γραφῶν, ἃς καὶ προανετάξαμεν· ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὕπαρξιν έχει παρὰ Πατρίς δι' Υἱοῦ. Δι' 8 κἀν τοῖς πρὸς Ἑρμείαν ποιότητα τοῦτο καλεῖ τοῦ Υἱοῦ, καθάπερ καὶ τοῦ Πατρὸς ὁ ἐνθεώτατος Κύριλλος, πῇ μὲν φάσκων οὕτως· Το Πνεῦμα τὸ ἅγιον οιονεί τις φυσικὴ ποιότης της αγίας τε καὶ σοφῆς θεότητός ἐστι, τῆς ὡς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης· τῆ δὲ πάλιν· Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα διὰ Παύλου Χριστός έργα ζεται ἐν δυνάμει Πνεύματος ἁγίου, ὡς ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ ἵν' οὕτως εἴποιμεν, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι, καὶ ὥσπερ τις ἀτμὸς ἢ ποιότης ἐστὶ τῆς οὐσίας τοῦ Πατρός. ᾿Αλλὰ τί δεῖ μοι τῆς ἐν τούτοις μακρηγορίας, ἐνὸν διὰ μιᾶς καὶ βραχείας πατρικῆς χρήσεως παῦσαι τοὺς ἀντιλέγοντας, εἰ πνεῦμα παρ' αὐτοῖς ὁπωσοῦν διακρίσεως, καὶ μὴ διαβολικὴ τὸ μαχόμενον ἔνστασις; Η δὲ χρήσι;, ἵνα καὶ ταύτην ἐκθήσομαι τάχιον, ἐν τῇ πρὸς Σ ραπίωνα τὸν ἐπίσκοπον περὶ τοῦ ἁγίου Πνεύματος ἐπιστολῇ φησιν ἢ τὰ θεῖα πολὺς ᾿Αθανάσιος· Καὶ γὰρ τὸ χρίσμα τοῦτο πνοή ἐστι τοῦ γιοῦ. Τί; τῶν ἀνθισταμένων, ἀκούσας τὸ Πνεῦμα πκὴν τοῦ Υἱοῦ, τῆς οἰκείας εἰσέτι δόξης ἀντιποιήσαιτο, καὶ οὐχὶ δὴ μᾶλλον μεταβαλὼν τῆς ἐκ τῶν θείων Γρα φῶν τὸ ἀσφαλὲς ἐχούσης ἡμετέρας γνώμης γενήσο ται, συνέσεώς τινο; εὐμοιρῶν, καὶ μὴ πάντα φιλ νείκως λέγειν ἐθέλων, ἀλλ᾽ ἔστιν ἃ καὶ ἡττᾶσθαι καλῶς ἀνεχόμενος; Εντεῦθεν γὰρ ἂν καὶ καταλάβει μάλιστα πᾶς ἐναργέστερον, όπως παρὰ τῆς θεοπνεύστου Γραφῆς Υἱοῦ Πνεῦμα τὸ Πνεῦμα καλεῖται τὸ ἅγιον, καὶ τὴν σχέσιν κατίδοι τὴν οὕτω τοῦτο λέγε σθαι δικαιώσασαν, ἣν ὡσαύτως διὰ παντὸς μένουσαν, ὡς ἀναλλοιώτου τῆς θείας οὔσης καὶ μακαριστής φύσεως, οὐδεὶς ἀληθῶς ὅς μετακινεῖσθαι καὶ μετ. πίπτειν ἀναπείσαιτο παράπαν ἡμᾶς, οὐδ' ἂν πολλά καμοὶ μυρίους ἀνακινῶν λογισμούς. Ἐπεὶ μηλί Πνεύματος ἔστιν υἱὸς ὁ Υἱός, οὐδὲ λέγεται, καθώς οἱ τῆς Ἐκκλησίας φωστήρες, ὅτε Γρηγόριος ὁ Νέο ση; καὶ ὁ Δαμασκόθεν σοφὸς Ἰωάννης, ὡς προειρήκαμεν, απηγόρευσαν· ἔχουσιν ἤδη κακ τῶν προ τεθεισῶν ἐνταῦθα μαρτυριῶν γραφικῶν τὸ πᾶν του
col. 1133–1134page 52 of 121
PG 141:1133Ι. παρόντης κατανοήσαι ζητήματος οι γε μετριώτεροι γεγονότες ἐκ τοῦ συνιέναι τὴν πρὸς ἡμᾶς ταύτην ἀντίστασιν, αἷς μόναις καὶ πάντας χρεών ευήκοον οἷς παρασχόντας, ταῖς αὐτῶν ἐννοίαις δεόντως προσσχεῖν, καὶ μὴ πλέον τῶν τοιούτων εἰς τὴν τῆς ἀληθείας παράστασιν ἀπαιτεῖν. Εἰ γὰρ μὴ ταύταις προσέξουσιν, ὡς εἰκὸς, πρόδηλον ὡς οὐδὲ ταῖς ἄλε λαις ταῖς κατ' αὐτὰς, εἴ τις ἐπιμελῶς τὰς πάσας συλλέξας σχεδόν δι' ὧν τὸ κράτος ἡμῖν περιγίνεται, ταῖς νῦν εἰρημέναις συντάξειεν. Οὕτως ὅτι κάν τῇ Τριάδι τάξις ἐστι, κἂν ὑπὲρ τάξιν πᾶσαν ἁπλῶς διὰ τὸ ταύτης ὑπερφύες τε καὶ ὑπερούσιον. "Αλις ἔχω τῶν ἀποδείξεων, ἐξ ὧν καὶ τὸ δι᾽ Υἱοῦ παρὰ Πατρὸς ὑπάρχειν τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἧττον ἢ ταῖς ἄω διαληφθείσαις γραφικαῖς συναποδέδεικται χρήσεσιν. μ'. Αλλ' ὥρα τὸ ἀπὸ τοῦδε καὶ τὰ λειπόμενα, βραχέα δὲ ταῦτα, προσθέντας, καταπλῦσαι τὸν παρόντα λόγον ἡμᾶς, ἀρχὴν δὲ καταστῆσαι τῷ μέλο λοντι. Πολλὰ μὲν οὖν τῶν θείων ῥητῶν τὰ μὲν τὸ δι' Υιού παρὰ Πατρὸς εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ἀνεπι σκιάστως καὶ τρανῶς ἀπαγγέλλοντα, τὰ δὲ καὶ συμβολικῶς αὐτὸ τοῦτο δηλοῦντα προανετάξαμεν, ὀλίγα δὲ καὶ νῦν πρὸς ἐντελεστέραν τῆς τοιαύτης ἐννοίας διάγνωσιν καταστρώσομεν. Ἡ γὰρ βάσις άσειστος τῷ Χριστωνύμῳ λαῷ φανείς κατ' εὐσέ βειαν ὁ σοφὸς καὶ μέγας Βασίλειος ἐν τῷ δεκάτῳ ὀγδόῳ τῶν πρὸς Ἀμφιλόχιον κεφαλαίων, πρῶτα μὲν περὶ θεογνωσίας τὸν λόγον ποιούμενος, Η τοί νυν ὁδὸς, λέγει, τῆς θεογνωσίας ἐστὶν ἀπὸ ἑνὸς Πνεύματος διὰ τοῦ ἑνὸς Υἱοῦ ἐπὶ τὸν ἕνα Πα τέρα. Πάντως οὐ ταῦτα διαλαμβάνων, ἐπειδή περ ἡμεῖς τὴν ἁγίαν Τριάδα τοῦτον τὸν τρόπον ἐπέγνω μεν· διὰ γὰρ τοῦ Μονογενούς σαρκωθέντος τὸν Πα τέρα καθό Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπεγνώκειμεν· τὴν δὲ τῇ θεογνωσία πρέπουσαν πρὸς ἡμᾶς ἀκολουθίαν, ὡς ἡ ζωαρχική Τριάς έχει μάλιστα διερμηνεύων καὶ συντιθείς. Καὶ ταῦτα μὲν περὶ θεογνωσίας διέξεισιν, ἐχόμενα δὲ τούτων καὶ και θεξῆς αὐθές φησι· καὶ ἀνάπαλιν ἡ φυσική άγα θύτης, καὶ ὁ κατὰ φύσιν ἁγιασμὸς, καὶ τὸ βασιλίκιν ἀξίωμα ἐκ τοῦ Πατρὸς διὰ τοῦ Μονογενούς ἐπὶ τὸ Πνεῦμα διήκει. Οὕτω καὶ οἱ ὑποστάσεις ὁμολογοῦνται, καὶ τὸ εὐσεβὲ; δόγμα της μοναρχίας οὐ διαπίπτει. Συνῳδὰ τούτῳ διδάσκει καὶ Γρηγόριος ὁ μέγας καὶ θεολογικώτατος νοῦς, ὁ τὴν Ἐκκλησίαν Θεοῦ τῷ τε τῆς διανοίας ὕψει καὶ τῷ τῶν ῥημάτων όγκῳ λαμπροτέραν ἀπεργασάμενος, ὅς ἐν τοῖς περὶ Παρθενίας οικείοις ἔπεσιν οὕτω καὶ οὗτος εὕρηται φθεγγόμενος ἐπὶ λέξεων· Εἰς Θεὸς ἐκ γενέτας δι' Υιέος εἰς μέγα Πνεύμα, ισταμένης θεότητος ἐνὶ μα'. Τούτων ἀπάντων ώσπερε! κορωνὶς καὶ κει φάλαιον μεῖζον καὶ κραταιότερον, οὗ καὶ λόγο; οὐ δεὶς ἐφικέσθαι δυνήσεται πρὸς ἀντίῤῥησιν, τὸ διὰ τοῦ Μονογενοῦς ἐνοῦσθαι τῷ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὸ καὶ δεόντως ὅσα καὶ κῦρος παντός μοι τοῦ λό του τετήρηται, καὶ σφραγὶς οἷά τις ανεπιβούλευτος. Εἰ γὰρ τὴν ἑνότητα τὴν πρὸς τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα πλουτεῖ, πῶς οὐκ ἂν ὑπάρχειν ἐξ ἀνάγκης καὶ δι' αὐτοῦ δικαίως πιστεύοιτο; Τοῦ δὲ πάντως αξιόχρεω μάρτυρες ὅ τε μέγας Αθανά τιος καὶ Βασίλειος. Ὁ μὲν γὰρ ἐν τῇ πρὸς Σερα τελέοισι τελείης.
col. 1135–1136page 53 of 121
PG 141:1135πίωνα περὶ τοῦ ἁγίου Πνεύματος επιστολῇ τάδε Ει εἴπερ Θεός ἐστιν ἀψευδής, ὥσπερ οὖν καί ἐστι μενοι λίαν ἀσφαλῶς ἐδογμάτιζον. Ταῦτ᾽ ἄρα καὶ φησίν· Οὐ γὰρ ἐκτός ἐστι τοῦ Λόγου τὸ Πνεῦμα, ἀλλ' ἐν τῷ λόγῳ ὂν, ἐν τῷ Θεῷ δι' αὐτοῦ ἐστι. Καὶ μετ' ὀλίγα· τοῦ δὲ Πνεύματος ὄντος ἐν τῷ Λόγῳ, δῆλον ἂν εἴη ὡς καὶ ἐν τῷ Θεῷ ἦν διὰ τοῦ Λόγου τὸ Πνεῦμα. Ὁ δὲ πολὺς τὰ θεῖα Βασίλειος ἐν τῷ δεκάτῳ ὀγδόῳ τῶν πρὸς Ἀμφιλόχιον κατα λαίων, Εν δὲ καὶ τὸ ἅγιον, λέγει, Πνεῦμα δι' ἑνὸς Υἱοῦ τῷ ἐνὶ Πατρὶ συναπτόμενον. Τοῦτο καὶ ὁ Δαμασκόθεν σοφὸς Ἰωάννης ἐν τῷ περὶ τόπου Θεοῦ κεφαλαίῳ μυσταγωγεί, ρήμασιν αὐτοῖς οὕτω διεξιών, Πνεῦμα τὸ διὰ Υἱοῦ τῷ Πατρὶ συναπτόμενον. Τοιαῦτα καὶ περὶ τούτου τοῖς θεοφόροις τοῖσδε Πατράσι διείληπται, πόῤῥω βάλλοντα καθαρῶς τὴν ἀμφιβολίαν καὶ τὴν διχόνοιαν· ἀμέλει τοι καὶ τὸ παρά παν οὐδεὶς ἂν αὐτοῖς ἐπιχειρήσειεν ἀντειπεῖν. Δρα γὰρ γέγονεν, ἢ γενήσεταί τις ἐπὶ τοσοῦτον τόλμης καὶ θράσους ἥκων ἀνὴρ, ὃς ἀνατρέπειν πειρᾶσθαι τὰ παρὰ τῶν ἁγίων οὕτω προδήλως λεγόμενα, κα θάπερ οὐκ ἀγαπητὸν ἡγούμενος τοῖς πρὸς αὐτῶν εἰρημένοις ἐφέπεσθαι, τέμνειν σπεύδων ἑτέραν θεο λογίας ὁδὸν, ἅτε παρακύπτειν αὐτὸν ἀπαυθαδιαζόμενος εἰς τὰ βάθη τοῦ Πνεύματος, καὶ καινῶν θεω ριῶν ἐκεῖθεν ἐμπίπλασθαι; Καὶ είς οὕτως ἀλαζὼν καὶ καυχώμενος εἰς τὰ ἄμετρα, μᾶλλον μὲν οὖν ἄφρων καὶ μάταιος ὡς περὶ ἑαυτοῦ τὰ μεγάλα ταῦτα φαντάζεσθαι, καὶ τῶν ἀνδρῶν ἀνέδην κατεπαίρει σθαι τῶν τοῦ Πνεύματος; ὧν ὁ φθόγγος εἰς πᾶσαν ἐξῆλθε τὴν γῆν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένη; τὰ ῥήματα, κατὰ τὴν πνευματοκίνητον τοῦ θεοπάτορος καὶ προφητάνακτος λύραν Δαυΐδ. Οἷς οἱ κατὰ καιροὺς ἐπαναστάντες τῇ εὐσεβείᾳ καὶ ταύτην ἐξαν λείψειν ἐκ μέσου τῷ τοῦ Σατὰν χαλεπῷ σθένει θρα σέως ἰσχυριζόμενοι κατά κράτος ηττήθησαν, οἱ μὲν τῇ μεγαλοφυΐᾳ τῶν δογμάτων αὐτῶν ὑποκλιθέντες ὡς ἤχῳ βροντῆς, καὶ τούτοις ὑπείξαντες, οἱ δὲ καὶ μετ' αἰσχύνης υποχωρήσαντες, ὅσοι δηλαδὴ τῇ και κίᾳ τῆς ἑαυτῶν αἱρέσεως διὰ τέλους ἐνέμειναν, με δὲν ἀπονάμενοι διὰ φαυλότητα τρόπου τῇ τούτων ἐνθέῳ σοφίᾳ καὶ τοῖς γενναίοις ἐπιχειρήμασιν, οὓς καὶ διὰ ταῦτα τῶν οὐρανῶν μὲν αἱ δυνάμεις κατά πλαγέντες δέσθησαν, δαίμονες δὲ φρίκῃ δεινῇ συσχεθέντες, κατέπτηξαν, πᾶν εἶδος μεθοδεία; ὅπερ τοῖς οἰκείοις ὑπηρέταις καθεκάστην ὑπέβαλον καταβληθὲν πρὸς αὐτῶν ἄρδην ἰδόντες δυνάμει Λόγου καὶ Πνεύματος. Ἐγὼ μὲν οὐδένα τῶν ἁπάντων εἶμαι τοιοῦτον ἄρτι φανήσεσθαι πονηρόν, καὶ τῆς ἑαυτοῦ σωτηρίας ἐχθρὸν καὶ πολέμιον. Τοῦτο γὰρ ἄντικρυς ὁ τοῖς θείοις Πατράσιν ἀντιλέγειν φιλονεικῶν, ἐν οἷς ἐκεῖνοι φάναι μετὰ τοῦ Πνεύματος ἔφασαν· ἐπεὶ καὶ τὰ μεγάλα προσκρούειν οὕτω πέφυκεν εἰς θεὸν, παναληθῶς τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ διὰ παντὸς ἐμπνεί κοινὴν ποιοῦμαι τὴν πρόσκλησιν μβ'. Δεῦτε δὴ πάντες, βοῶν διαπρύσιον, οι μέχρι τοῦ νῦν ἡμῖν ἀνθιστάμενοι, καὶ τῶν μικρὸν ἄνωθεν διαληφθέντων τῆς εὐσεβείας διδασκάλων ἀκροασάμενοι, καὶ γνόντες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Μονογενοῦς ἔστι τε καὶ συνάπτεται τῷ Θεῷ καὶ Πι τρί, δι' αὐτοῦ καὶ τὴν ὕπαρξιν ἔχειν ἀναγκαίως ἐχ
col. 1137–1138page 54 of 121
PG 141:1137τούτου πιστεύσατε, καὶ μηδὲν ἐνδοιάσαντες στῆτε, 2 παρακαλώ, μεθ' ἡμῶν, καὶ τὴν καλὴν ταύτην ὁμολογίαν βήμασιν οἰκείοις ὁμολογήσατε, τοῖς θείαις καὶ κατὰ τοῦτο συμφωνοῦντες Γραφαῖς, ἵνα καὶ τὴν διά νοιαν ὁμοῦ καὶ τὴν γλῶσσαν, τὴν μὲν τῷ πιστεῦσαι τῇ ἀληθείᾳ, τὴν δὲ τῷ ταύτην ὁμολογῆσαι καθα γιάσητε, καὶ μὴ τάλλα πάντα τῆς ὀρθῆς δόξης τυγ χάνοντες, τὸ γοῦν ἐνταῦθα μέρος οὐχ ὑγιαίνητε, καὶ τοῦ παντὸς οὕτω δικαιότατα κρίνησθε παρὰ τοῖς εὐγνώμοσι τῶν ἀνθρώπων ἐκπίπτοντες. Τίς γὰρ ὁ λόγος τὸ μὲν εἶναι καὶ συνάπτεσθαι τὸ Πνεῦμα τὸ ἅγιον τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ Υἱοῦ παραδέχεσθαι, τὸ δὲ καὶ τὴν ὕπαρξιν ἔχειν δι' αὐτοῦ μὴ προσίεσθαι; Πάντως ἀνάγκη τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὴ διὰ τοῦ Λόγου ταύτην πλουτεῖ, μὴ δι' αὐτοῦ συνεῖναι καὶ συνάπτεσθαι τῷ Θεῷ καὶ Πατρὶ, καὶ κινδυνεύει τοῦτον τὸν τρόπον περιττήν τινα τηνάλλως τελεῖν τὴν τοιαύτην θεολογίαν ἐπὶ τοῦ Πνεύματος. Προαπόλωλε δὲ καθ᾽ ὑμᾶς καὶ πᾶσα ῥῆσις τῆς θείας Γραφῆς, ἥτις ὑπάρχειν ἐκ Πατρὸς διὰ τοῦ Λόγου κηρύττει τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς ἀπεδείξαμεν ἐν τῷ παρόντι, τούτων ἑκάστην ἐκθέμενοι, καὶ τοὺς ταῦτα πάντα φαμένους ἁγίους λείπεται διαβάλλειν, ὡς οὐκ εἰπόντας καλῶς, οὐδὲ πρεσβεύοντας τὴν ἀλή θειαν. Τοῦτο δὲ φρενὸς μὲν σατανικῆς διανόημα, πονηρῶν καὶ χειλέων ἀπήχημα. Πόθεν γὰρ ἡμῖν, εἰ μὴ παρὰ τούτων ἐστὶ τὸ ὀρθοδοξεῖν, οὓς τῆς εὐσε βείας μὲν προμάχους στεῤῥούς, τῆς αἱρετικῆς δὲ πλάνης καθαιρέτας ἐγνώκαμεν; Αλλ' ὥσπερ ἐκεῖνο, τὸ συνεῖναι δηλαδὴ καὶ συνάπτεσθαι τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ περιττή τις τηνάλλως θεολογία τελεῖ, μᾶλλον μὲν οὖν ἀναγ καία τῷ ὄντι καὶ πολὺ τὸ χρήσιμον ἔχουσα· τὸν αὐ τὴν δὴ τρόπον οὐδὲ τὸ ὑπάρχειν τοῦτο δι' αὐτοῦ παρὰ τοῦ Πατρὸς ὁ τῆς ἀληθείας λατρευτῆς ἀπαρνήσεται. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, ὡς ἡ θεία καὶ ἱερὰ διδά σκει με πᾶσα Γραφή, Θεός ἐστι τέλειος ἀψευδῶς ἐκ τελείου Θεοῦ τοῦ Πατρὸς διὰ τελείου Θεοῦ τοῦ μονο γενοῦς κατὰ τὰς προεκτεθείσας μαρτυρίας ἐκπο ρευόμενος. Οὕτως ἔχω περὶ τούτου, καὶ οὕτως ἑδροῖος ἐν τῇ παρούσῃ γνώμη καὶ ἀκλόνητος ἵσταμαι ταῖς σαφαῖς χρήσεσι τῶν ἁγίων, ὥσπερ τισὶ κραταιοῖς στύλοις ἐπερειδόμενος πάντοθεν, καὶ μηδὲν ὑπο πτήσσων τὰς τῶν ἀγρίων πνευμάτων ἀντεμβολὰς, ἃς ἡ τῶν ἀνθεστηκότων επεγείρει καθεκάστην πλη με θὺς ἀπαντῶσά μοι κατά πρόσωπον. ᾿Αλλὰ ταῦτα μὲν περὶ τοῦ τὴν ὕπαρξιν ἔχειν ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οἷς καὶ τὸν πρῶτον τοῦτον λό γον ήδη συνεπεράναμεν, δι᾿ ἂν καὶ χάρις Θεῷ τῷ πάντων τελειωτῇ τῶν καλῶν. Τὰ δὲ ἐπέκεινα τού των ἕτερος οὗτος ἀγών, μηδὲν ἐλλείπων τοῦ παρόντος μηδ' ὁπωσοῦν. Τὸν δὲ καὶ πρὸς δεύτερον κατα βάντες στάδιον ἀεθλεύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ παρὰ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον προερχόμενον, ἐμπνεύσοι χάριν ἡμῖν εἰς τὴν τῶν λόγων· εὐόδωσιν.

Oration II on Ecclesiastical Union of Latins and Greeks and the Procession of the Holy Spirit through the SonDe ecclesiastica unione Latinorum et Graecorum et de processione Spiritus Sancti per Filium oratio II

col. 1139–1140page 55 of 121
De ecclesiastica unione Latinorum et Græcorum et de processione Spiritus Sancti per Filium
PG 141:1139ΤΟΥ ΑΥΤΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΕΛΙΤΗΝΙΩΤΟΥ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΙ ΕΚ ΤΟΥ ΥΙΟΥ ΛΟΓΟΣ Β'. α'. Επερώτησον τὸν Πατέρα σου, καὶ ἀγά γελεί σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσι σοι, μέρος τῆς τοῦ μακαρίου Μωϋσέως ᾠδῆς, καὶ τοῦτό μοι προοίμιον, ὅπερ καὶ παράγγελμα θεῖον ἂν καὶ διαφερόντως σοφὸν ἐξ ἐκείνου καὶ ἐς δεύρο ταῖς εὐσυνέτοις ψυχαῖς τιμώμενον καὶ τηρούμενον. Πεπλήρωται μὲν καν τῇ προτέρᾳ τῆς παρούσης προς τ ματεία κάλλιστα κομιδῆ καὶ ἡμῖν, ἡνίκα τὴν ἐκ Πα. τρὸς δι' Υἱοῦ τοῦ παναγίου Πνεύματος ἐξετάζοντες ὕπαρξιν τοὺς θεοφόρους Πατέρα; διδασκάλους καὶ μάρτυρας τῶν λεγομένων προεστησάμεθα, παρ' ὧν δὴ πάντων καὶ τὴν ἀλήθειαν ὡς ἔχει καθάπαξ ἐγνώ καμεν. Πληρωθήσετα: δὲ καὶ τὰ νῦν οὐδὲν ἧττον κατά τὸν προκείμενον ἡμῖν ἀγῶνα τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ ζωαρχικοῦ Πνεύματος αὖθις ὑπάρξεως. Επειδή πολλῆς δεῖ κανταῦθα τῷ λόγῳ τῆς ἀπὸ τῶν θείων Γραφῶν βοηθείας, καὶ συχνῆς ὅτι μάλιστα χρεία τῆς ἐκεῖθεν συνάρσεως, οὐ διὰ τὸ πολλοστοὺς μὲν εἶναι καὶ μόνον τὴν γνῶσιν ἡμᾶς, καὶ μηδὲν λογικής Ισχύος οίκοθεν φέροντας, τὴν δὲ ζήτησιν μεγάλην τε καὶ μεγάλων δεομένην τῶν ἀποδείξεων, ἀλλ' ὅτι καὶ τῶν ἀνθρώπων οἱ πλείους ἐν τοῖς περὶ θεοσεβείας λόγοις οὐ ῥᾴδιοι τῇ ἀληθείᾳ συντίθεσθαι, προ κατειλημμένης εἰς τοὐναντίον τῆς τούτων ψυχῆς, εἰ μὴ τὸ προκαλοῦν ἀρχαῖον εἴη, καὶ τῶν διαδενικό των ἔν τε πράξει καὶ θεωρίᾳ πρὸς τὸ ἀκρότατον, ὡς ἐντεῦθεν πλουτεῖν πολλαχόθεν τὸ ἀξιόπιστον, εὖ γε τοῦτο ποιοῦντες, καὶ λίαν ἐπαινετῶς. Τίσι γὰρ ἐτές ρεις περὶ Θεοῦ καὶ τῶν θείων λέγουσι χρεών κ:2 κολουθεῖν ἢ τοῖς προεξητασμένοις τὸν βίον, καὶ τὸν λόγον μὲν ὑψηλοῖς, ὑψηλοτέροις δὲ τὴν διάνοιαν, ὧν μελέτη διηνεκής κατ' ἐπιστήμην τῶν ὄντων ὁ θάνα τος, ἐξ ἧς καὶ τὰ ὑπὲρ αἴσθησιν, ὡς ἐφικτὸν αὐτοῖ; μετὰ σαρκὸς ἐφαντάσθησαν τοῖς τῶν παθῶν ἀχλύος κεκαθαρμένοις τὸ τῆς ψυχῆς ὀπτικόν; Ταῖς τοιούτοι; οἱ πρὸ βραχέος βηθέντες, μᾶλλον δὲ καὶ τούτων α
col. 1141–1142page 56 of 121
PG 141:1141κρείττους καὶ νουνεχέστεροι πείθεσθαι φιλοῦσιν με ἀσμένους ἐν τοῖς ὑπὲρ ἡμᾶς, οὓς καὶ δίκαιον γνώ μης υπερθαυμάζειν, καὶ σφόδρα τούτους διὰ παντὸς ἀποδέχεσθαι. Πρὸς γάρ τοι τοὺς ἄλλους, ὅσοι τὴν περὶ λόγους παιδείαν πάντων μικροῦ προέχειν δο κοῦντες, πρὸς τῷ μηδενὸς ὅλως φροντίζειν, εἴ τις που καὶ λέγειν ἐν τοῖς περὶ πίστεως έχει τι χρήσιμον, οὐδὲ ταῖς ἱερεῖς ἀξιοῦσι προσέχειν Γραφαῖς, ὡς ἀφ' ἑαυτῶν δῆθεν κατειληφότες τὸ τοῦ κηρύγματος ἀκριβές, ἁρμόσει τὸ τοῦ ᾿Αποστόλου σαφῶς, ὅτι Ἐματαιώθησαν ἐν ταῖς διανοίαις αὐτῶν, φά σκοντες εἶναι σοφοί, ἐμωράνθησαν, ἐφ᾽ ᾧ καὶ τὸν νοῦν ὑπὸ κενοδοξίας τὸ παράπαν τυφλώττοντες τοὺς ἑαυτῶν λογισμοὺς τῆς τῶν θεηγόρων Πατέρων διδασκαλίας προκρίνουσιν. Ενίοτε δὲ καὶ περιτρέπειν πειρῶνται πρὸς τὸ δοκοῦν αὐτοῖς τὴν ἀκλινή τῶν ἀνδρῶν τοῦ Πνεύματος ἔννοιαν, φιλονείκως περὶ ταύτης πρὸς οὓς ἂν τύχοι διαλεγόμενοι, καὶ οὐ φρίτο τουσιν ἐν οὐ παικτοῖς τὸ δὴ θρυλλούμενον παίζοντες, μάλιστα δὲ τὰ θεῖα διαβάλλειν σπουδάζοντες. Καὶ παρίημι λέγειν περὶ τῶν διὰ φθόνον καὶ μῖσος, οὐκ ὀλίγον γὰρ τοῖς πάθεσι τούτοις εαλωκότες ἡμῖν ἐπιφύονται, παρατρεχόντων, ἢ καὶ παραποιούντων ἐκοντὶ τὴν ἀλήθειαν, οἷς ἀπόχρη καὶ μόνον εἰς ἐξου δένωσιν τὸ κακοῖς καὶ εἶναι καὶ ὀνομάζεσθαι παρὰ τοῖς ἄριστα διακρίνειν, καὶ τελεώτατα περὶ τοῦ τούτων γινώσκουσιν. Αλλ' ἐκεῖνοι μὲν τούτους καὶ τὸ κατὰ νοῦν ἀναπολεῖν, ἕως ἂν ὑπὸ βασκανίας πρὸς ἡμᾶς ἐχθρῶς ἔχοντες ἀδιόρθωτοι μένωσιν, ἐπιβλαβές τε καὶ ἐπικίνδυνον, μή ποτε τοῦ τῆς κακίας τοῦ πρὸς αὐτοὺς ὑγιαίνοντες ἔτι καὶ αὐτοὶ μεταλάβοιμεν. Οὕτω τῆς θεοπνεύστου κατολιγωροῦσι Γραφῆς, ὡς ὁ λόγος ἄνωθεν φθάσας κἂν ἀμυδρώς, τέως δ' οὖν παρεδήλωσε. Δι' ἣν αἰτίαν οὐδὲ προσβλέπειν αὐτοῖς ὡσαύτως διακειμένοις τὸ ἀπὸ τοῦδε, μὴ ὅτι γε μετ ταδιδόναι λόγου καλόν, ἅτε μὴ κατόπιν, τῆς τῶν 080 σόφων Πατέρων μυσταγωγίας τὸ σύνολον βαίνουσι, ταῖς οἰκείαις δὲ γνώμαις στοιχοῦσιν ἐριστικῶς ἐξ σἰήσεως. Ἡμεῖς δὲ μηδὲν ἴδιον φρονεῖν ἢ λέγειν τολμῶντες περὶ Θεοῦ, θρασέων γὰρ ἡγούμεθα, καὶ τὸ πᾶν εἰπεῖν, ἀλογίστων ἀνδρῶν τὸ διανοεῖσθαι καὶ λαλεῖν ἀφ' ἑαυτῶν τὰ τοῦ Πνεύματος χωρίς Πνεύ ματος, τὰς ἱερὰς τῶν ἁγίων γραφάς μετ᾿ ἐπιμελείας καὶ συνεχῶς ἀναπτύσσομεν, καὶ ταύτας ὡς Θεοῦ φωνάς διαρρήδην ἀκούοντες, ταῖς τῆς καρδίας πλα ξιν ἐγχαράττομεν, καὶ διὰ γλώττης πρὸς τοὺς ἔξαι θεν ὡς ἐνὸν, εἰ δεήσει, προφέρομεν, επερωτῶντες οἷον ἑκάστοτε διὰ τῶν τοιούτων γραφῶν τοὺς αὐτὰς συλλαβόντας καὶ τεκόντας ἐν Πνεύματι περὶ πάντων τῶν εἰς εὐσέβειαν ἀνηκόντων, ὡς Πατέρας τῇ πίσ στεί κοινοὺς καὶ πρεσβυτέρους τῇ τῶν ἡμερῶν πα λαιότητι κατὰ τὴν τοῦ μακαρίου Μωϋσέως θειοτάτην καὶ σοφωτάτην παραίνεσιν, καὶ ταῦτα μὲν μανθάνοντες ἀσφαλῶς, καὶ τοῖς ἄλλοις χρείας καταλαβούσῃ; ὡς δύναμις παραπέμποντες. Ἔνθεν τοι καὶ τὸ παρὶν ἐξ αὐτῶν ἐκείνων ἐσεῖται τὰ τῆς ἀποδείξεως ἡμῖν τοῦ προκειμένου ζητήματος, ὅτι καὶ τοῦτο
col. 1143–1144page 57 of 121
PG 141:1143μεῖζον ἢ καθ᾿ ἡμᾶς διατρανώσαι δυνάμει λόγον, καὶ παραστήσασθαι περὶ Θεοῦ τε καὶ τῆς ἀκηράτου καὶ πρώτης φύσεως ὄν, καὶ δεῖτα: τῶν τὴν ἀνωτάτω καὶ κρείττονα σοφίαν καθαρότητι πάλαι νεός κτησαμένων ἀνδρῶν, οἱ καὶ Πατέρων λόγον ἐπέχοντες ἡμῖν τοῖ; πιστοῖς, ἅτε γεννῶντες ἀεὶ διὰ τῆς διδασκαλίας αὐτῶν τοὺς πάντας κατὰ Θεὸν, ἐπερωτήσασιν ὡσανεί κανταῦθα, καθάπερ ἡ Μωσαϊκή παρακέλευσις ὑπο τίθεται διὰ τῶν οἰκείων καὶ πάλιν ἀναγγελοῦσι γρα φῶν καὶ τοῖς ὅλοις πρεσβύτεροι τελοῦντες ἡμῶν, ἐροῦσιν εἰκότως καὶ περὶ τοῦ νῦν εἰς ἐξέτασιν προ βεβλημένου διδάξουσιν, ὡς κὰν τῷ πρὸ τούτου λόγω προφανώς πεποιήκασιν, ἔνθα τὸ, Δι' Υἱοῦ τὴν ὕπαρ ξιν ἔχει ἐκ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἡμᾶς ἐξ. επαίδευσαν. Πλὴν ἐκεῖσε μὲν τὴν δι' Υἱοῦ καὶ μόνον ἐκ Πατρὸς τοῦ Πνεύματος ὕπαρξιν, ὅτι καὶ μέχρι τοσούτου τότε τὰ τῆς ἡμετέρας ζητήσεως· ἐνταῦθα δὲ καὶ τὸ παρὰ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχειν, τοῦτο γὰρ ὁ σκοπός, ἀρτίως μυστι γωγήσουσι, καὶ πολλῷ πλέον ἤπερ οἱ τοῖς τῶν γραμ μάτων τύπου; κατὰ σχολὴν ἑρμηνεύοντες· ἐπε! μηδ' άπαξ, μηδὲ δις, ἢ καὶ τρὶς ἔκαστος τῶν ἁγίων, καὶ πάντες ἁπλῶς εἰπόντες περὶ τοῦ τοιούτου λέγε ματος ἀπηλλάγησαν, πανταχοῦ δὲ τῶν ἰδίων λόγων σχεδόν, ἔστι δ' οὗ καὶ θαμὰ κατὰ τοὺς τῶν ζωγράφων δεινούς, οι πολλάκις καὶ μεθ' ὑπερβολῆς τὰ χρώματα τοῖς πίναξιν ἐπιβάλλουσιν, ἐπειδὰν τὸ χαρακτηριζόμενον αὐτοῖς ἐναργέστερον εἰκονίσα: θε λήσωσιν· οὕτως οἱ τὰ θεῖα σοφοὶ τὸ ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχειν ἀτεχνῶς ἐν πά σαις ταῖς ἑαυτῶν διαλαβό της γραφαῖς, κατά τινας τῶν οἰκείων ὁμιλιῶν ἐπιμόνως καὶ σὺν δαψιλεία πεφιλοσοφήκασιν ἐξεπίτηδες, ὥστε καὶ ἡμᾶς ἐνθάδε φιλοτιμότατα καὶ πλουσίως ἐξ αὐτῶν τὰ περὶ τούτου σοφίσουσιν. β'. Καὶ δὴ λοιπὸν εἰς πρέπουσαν τὸν λόγον ἀνα γαγόντες ἀρχὴν, ἐκεῖθεν εφαψόμεθα τοῦ κατὰ σχο πόν. Πρέπουσα δέ γε πάντως ἀρχὴ τὸ θεῖον ἐφ᾽ οἷς έγχειροῦμεν ἐξευμενίσασθαι. Τίνες γὰρ ἡμεῖς ἀλη θῶς, ὅτι τοιαῦτα προθυμούμεθα πολυπραγμονεῖν, ὧν ἐφικέσθαι καὶ τῶν νοερῶν δυνάμεων ἀπατών ἡ τάξις ἀδυνατεῖ διὰ τὸ τῆς δόξης ἀπρόσιτον; ἐκτὸς εἰ μὴ τοὺς ἁμιλληθέντας τοῖς ἀσωμάτοις εἴποι τι; μετὰ σώματος, οἷς καὶ ἑαυτὴν τούτου χάριν ὅσον ἐχώρουν ἡ Τριὰς ἀπεκάλυψε. Τῶν δὲ τοιαύτην, ἀμυ δρὰν δηλαδὴ καὶ μετρίαν, περὶ Θεοῦ δεδεγμένων την ἔλλαμψιν, καὶ ταύτην τῶν οὐρανίων νέων ἐπέκεινα διὰ τὴν ἄϋλον ἐν σαρκὶ πολιτείαν, καὶ τὴν τοῦ νεὶς ἐντεῦθεν ἀνάβασιν, πῶς οὐ χαλεπὸν τοῖς κάτω και περὶ τὴν γῆν ἰλυσπωμένοις ἡμῖν τὸ περὶ τούτου διερευνᾷν, δέον ἀσυλλογίστως ἀρκεῖσθαι τοῖς ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθεῖσιν εἰς κοινὴν ὠφέλειαν δόγμασιν, οὐ μὴν μιμεῖσθαι τὴν παρρησίαν ὧν τὸν βίον οὐκ ἐξηλώσαμεν; Όμως ἐπεὶ τὰ τῆς μαρτυρίας ἐξ αὐτῶν τούτων ἡμῖν κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ παρόντι προβήσεται διὰ περιουσίαν χρήσεων γραφικῶν, ὧν εὐποροῦμεν πολλῶν πρὸς ἀπόδειξιν, οὐκ ἔσται δυσχερής, δοκῶ μοι, παντάπασιν ἡ τῆς θεωρίας ἐξέτασις. Εἰ δ' ἄλλως ἄτοπον τοῖς πετά
col. 1145–1146page 58 of 121
PG 141:1145σε μένοις τὰς ἔξωθεν αἰσθήσεις, δι' ὧν ταῖς ἔνδον ὁ πόλεμος τὸ ζητεῖν ὅλως περὶ Θεοῦ, καθάπερ οὐδ' εὐαγές, οὐδ᾽ ὅσιον ὁπωσούν ἅπτεσθαι καθαροῦ τὴν μὴ καθαρόν· ἀλλ' ἡμῖν ἵλεω;. γένοιτο Κύριος, ἡ αδιαίρετος Τριάς καὶ ἀχώριστος, τὸ ὁμοούσιον κράτος καὶ ταὐτοδύναμον, ὁ ἄναρχος, λέγω, Πατήρ, ὁ συν άναρχος Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ συναΐδιον, ὅτι μή κατ᾽ ἄγνοιαν ἑαυτῶν τοῖς ἁγιωτάτοις εμφιλοχωρεῖν ἀνάγνως πειρώμεθα, μήτε μὴν κατὰ περιφρόνησιν. Οἴδαμεν γὰρ ὅτι ὅσων γέμομεν ρυπασμάτων ἡμεῖς, καὶ τὸ τὰ θεῖα περιφρονεῖν ὅλεθρον ψυχῆς ἐπιστάμεθα. Τοιγαροῦν οὐκ ἐντεῦθεν εἰς τοῦτο καθυπαγό μεθα, μὴ φρενών οὕτω πόῤῥω που πέσειμεν, ὑπὸ δὲ τῆς νῦν ἐπικρατούσης τοὺς πλείονας ιδιορρύθμου φορᾶς, ἣν εἰς τὸ θεολογεῖν οἶκοθεν ἀκαλέκτω; ἐχε δείκνυνται, καὶ τοῦ πιστεύειν αὐτῶν ὡς αὐτάρεσκον, ἑαυτῷ τῶν ἱερῶν ἀλογοῦνται Γραφών, πολλὰ βια σθέντες, καὶ κατὰ Θεὸν ἴσως ζηλοτυπήσαντες, τοῖς τοιούτοις ἑαυτοὺς ἐμπαρέχομεν φέροντες, ἵνα μή κατακριθῶμεν δι' ὑποστολὴν προέμενοι, παρῳδητέον γὰρ ἐνταῦθα τὰ τῆς Γραφῆς, τὴν ἀλήθειαν. Οὗτος ὁ λόγος τῆς ἡμῶν πρὸς τὸ τοῖς ἀδύτοις ἐμε Εατεύειν ὁρμῆς, καὶ τὰς θείας ρήσεις μετὰ τοῦ Πνεύματος διασκέπτεσθαι, καὶ οὐ φαῦλος ὡς πέο πεισμαι. Διὸ συγγνώμην ἔχειν θαῤῥῶ καὶ παρὰ τοῖς τῶν ἀνθρώπων εὐγνώμοσιν. Η μὲν οὖν ἐξαιτίασις τοιαύτη, καὶ οὕτως ισχυρά τε καὶ ἀναντίῤῥητος. Απάρτι δὲ τοῦ καταπετάσματος εἴσω χωρητέον ἡμῖν, καὶ πρὸς αὐτὴν ἰτέον τὴν τῶν ἱερῶν λογίων διάσκεψιν, τὸ Πνεῦμα τῆς ἀληθείας, ὑπὲρ οὗ καὶ δι' δ πολεμοῦμεν, καὶ πολεμούμεθα, του λόγου προστησαμένοις, ὥσπερ εἰκὸς, ὅπως τῆς προθέσεως επαξίως ἀγωνισάμενοι, τὴν ἀπόδειξιν ἀσφαλῆ καὶ βεβαίαν καὶ τοῖς πᾶσιν ἀναμφήριστον ποιησώμεθα, τὰς τῶν ἁγίων θεοπνεύστους φωνὰς ἐχομένως κατά τάξιν ἐκθέμενοι. γ'. Πρῶτα τοίνυν ὡς ἂν καὶ κατ' αὐτὴν τὴν τῆς ὑποθέσεως εἰσβολήν καθ' εἱρμὸν προΐῃ τὰ τῆς παρ ούσης πραγματείας ἡμῖν, ὅπερ ἐν τῷ προεκτεθέντι παρ' ἡμῶν λόγῳ ζητούμενον κατ᾿ ἀρχὰς ἐν τέλος ἱκανῶς παρεστήσαμεν τῇ δυνάμει τοῦ Πνεύματος, τοῦτο νῦν ὁμολογούμενον ἐσχηκότες κατὰ πρόβασιν ἔνθεν φαμὲν, ὅτι καθάπερ εὐσεβὲς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι φρονεῖν, οὕτω δὴ καὶ τὸ πρεσβεύειν κἀκ τοῦ Υἱοῦ τυγχάνειν τὸν ὅμοιον τρό που ὀρθόδοξον. Οὐ γὰρ ὡς καθ' υπηρεσίαν τινὰ ναοῦντες τελεῖν τὸ Πνεῦμα τὸ ἅγιον διά τοῦ Υἱοῦ, τούτου δὴ χάριν τὸ ἐκ τοῦ Υἱοῦ κατὰ τρόπον ἀπαξε απλώς παντοῖον ἀπανανόμεθα· μὴ πρὸς τοσαύτην δυσσέβειαν κατενεχθῶμέν ποτε, μηδὲ τὸ τοιοῦτον βλάσφημον ἡμῶν κατισχύσειεν! ὡς δ᾽ οὐσιωδῶς ὑπάρχειν τὸ ἅγιον Πνεῦμα γινώσκοντες διὰ τοῦ Υἱοῦ, κατὰ τοῦτο καὶ ἐκ τοῦ Υἱοῦ πεφυκέναι καλῶς καὶ δεόντως δοξάζομεν. Ἐπειδὴ μὴ μόνον τὸ διά τινος δημιουργικώς καθέστηκε τοιουτοτρόπως καὶ ἐξ αὐτοῦ, καθ᾽ ὁ σημαινόμενον καὶ τὰ πάντα, κατὰ τὸν
col. 1147–1148page 59 of 121
PG 141:1147Εὐαγγελιστήν Ἰωάννην, γενόμενα διὰ τοῦ Υἱοῦ, τὰ γὰρ ἄλλα τῶν ὑποδειγμάτων πολλῶν ὄντων διὰ τὸ προφανές τοῦ πράγματος πάντα παρίημι, ταῦτα καὶ ἐκ τοῦ Υἱοῦ τυγχάνειν πιστεύομεν, παρὰ πάν των σχεδόν τῶν Πατέρων, οἷς ἐμέλησεν ἡ τῶν ὀρθῶν δογμάτων ἐξέτασις, τουτὶ διδαχθέντες τὸ μάθημα, πρὸς δ καὶ διὰ τῶν θεοσόφων ἀνδρῶν, τοῦ τῶν αἱρε. τικῶν κακίστου φρονήματος περιφανῶς, οὐκ ἔστι που τῶν ὅλων οὐδεὶς, ὅσον ἡμᾶς ἐπίστασθαι δι' ἀκριβείας, ὁ κατὰ τὸ νῦν ἀντιτείνων καὶ ἀνθιστάμενος· ἀλλά γε καὶ τὸ διά τινος κατ' οὐσίαν πέφηνεν ὁμοίως καὶ ἐξ αὐτοῦ. Τοῦτο δὲ καὶ παρὰ τῇ συνηθεία τῆς ἱερᾶς καὶ θεοπνεύστου Γραφῆς οὕτω λέγεται, καθάπερ καὶ τὸ ἔκ τινος κατ' αἰτίαν, εἴτε φυσικὴν εἴτε ποι ητικήν, καὶ παρὰ ταύτας τὴν μὴ πρὸς ὕπαρξιν, ὡσαύτως εἴρηται καὶ δι᾽ αὐτῆς ταύτης πολλαχοῦ κείμενον. Ινα δὲ καὶ τῶν πρὸς ἀμφότερα ταῦτα χρήσεων ἐν ἐπιτόμῳ μνησθεὶς τῆς οἰκείας προθέσεως οὐκ εἰς μακρὰν καθ᾿ ἡμέτερον σθένος ἀνθέξομαι, περὶ τοῦ κατ' αἰτίαν ἔκ τινος, ὅπερ καὶ προσεχές, ὁ μὲν θειότατος ᾿Αθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν πρώτῳ λόγῳ φησίν· "Οταν οὖν εἰς τοῦθ᾽ ἡλικίας ὁ ἄνθρωπος προέλθῃ, ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστως πατὴρ ὁ ἄνθρωπος γίνεται τοῦ δι' αὐτοῦ υἱοῦ. Καὶ τοῦτο μὲν οὗτος ἐπὶ τῆς φυσικῆς αἰτίας ἀφ' ἑαυτοῦ τίθησιν, ὃς πάνε τως ἱκανὸς καὶ μόνος κριθήσεται παρὰ τοῖς ὀρθῶς γνωματεύουσιν εἰς διδασκαλίας παραδοχήν· ὁ δὲ πολὺς τὴν ἀνωτάτω καὶ μετὰ Χριστὸν θεωρίαν ὁ σοφός καὶ μέγας Βασίλειος ἐν τῷ πέμπτῳ τῶν πρὸς τὸν ἱερὸν Ἀμφιλόχιον κεφαλαίων ἐπί τε τῆς ποιητικῆς αἰτίας κἀπὶ τῆς ἄλλης, ἣν ὡς ἐθέλει καλείτω τις, ἐκ τῆς Παλαιᾶς προφέρει Γραφῆς τὰς τοῦ τοιού του ζητήματος μαρτυρίας, σαφῶς οὕτω διευκρινῶν Ηδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίσταται ἡ διὰ καὶ ἡ ἐκ, ἦταν ἑτέρα τὴν τῆς ἑτέρας σημασίαν ἀντιλαμβάνη, οἷον, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ἴσον λέγων τῷ ἐκ τοῦ Θεοῦ. Καὶ ἑτέρωθι· Οσα ἑνε τείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ προστάγματος Κυρίου. Καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διατά φησις αὐτῶν ἐστιν; Ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ εἰ πεῖν, διὰ τοῦ Θεοῦ εἴρηκε. Πρὸς τούτοις ὁ δογματ τικώτατος Κύριλλος ἐν μὲν τῷ πέμπτῳ τῶν πρὸς Ερμείαν· Τίνα γὰρ τρόπον καταθρήσαιμεν ἂν πυνθάνεται, ζωὴν ὄντα κατὰ φύσιν καὶ τὸν Υἱόν; Τι δὲ οὐχὶ καὶ φάσκοντι πιστευτέον τό, «Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή;» συνάρθρως δὲ καὶ μοναδικῶς ἑαυτὴν εἶναι λέγων τὴν ζωὴν, ἆρ᾽ οὐκ ἐξώσειεν ἂν τοῦ εἶναι ζωὴν τιν Πατέρα, καὶ Θεὸν, εἰ μὴ φύσεως μιᾶς ἄμφω τε εἶναι δώσομεν, καὶ δι' ἀμφοῖν εἰς ἡμᾶς ἐν ἴσω τὸ χρῆμα ἰέναι, καὶ οὔτι που δυοῖν ἄλλως ἐξ ἑνὸς τοῦ τὰ πάντα ζωογονοῦντος Θεοῦ; Καὶ τοῦτο μεταξύ σκοπείτω πᾶς ὁ βουλόμενος, πως, πρώην φθεγξάμενος δι' ἀμφοῖν, ἐν ὑστέροις ἐξ ἑνὸς διηγόρευσεν. Ἐν δὲ τῷ ἔκτῳ τῶν πρὸ; αὐτόν· “Ο γὰρ ἂν
col. 1149–1150page 60 of 121
PG 141:1149δρῷτο παρὰ τοῦ Πατρὸς, τοῦτο πάντως ἐστὶ καὶ ἐνέργημα τοῦ Υἱοῦ· καὶ ὅπερ ἂν λέγοιτο διαπεραίνεσθαι δι' Υἱοῦ, τοῦτο πάντως ἐστὶ κατόρθωμα τοῦ Πατρός. Πάντα γὰρ δι' ἀμφοῖν ἐν ἴσῳ. Έν τῇ κατὰ Ἰωάννην ἑρμηνεία· εἰς τὸ ῥητὸν τὸ, Καὶ ἐμαρτύρησεν Ιωάννης λέγων, ότι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρα ", τοῦ. Πῶς δὲ ὅλως ἔσται καὶ ἁπλῆ καὶ ἀσύνθετος ή θεία φύσις, εἴπερ ἂν ἐν αὐτῇ φανεῖται τὸ τέλειον καὶ τὸ ἀτελές; συγκείσεται γὰρ δι' ἀμφοῖν, είπερ οὐχ ὅμοιον τὸ τέλειον καὶ τὸ ἀτε λές. Πάλιν εἰς τὸ ῥητὸν τοῦ κατὰ Ἰωάννην Εὐαγ γελίου τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, τοὺς ματαιόφρονας στηλιτεύων ᾿Αρειανούς, τὸν μέγαν *; › ‹ ἀπόστολον Παῦλον ἐν περικοπαῖς διαφόροις μυστα» γωγὸν τοῦ προκειμένου παρήγαγε· Τί ποτε ἄρα, φάσκων, καὶ περὶ αὐτοῦ τοῦ Πατρὸς ἐννοήσωμεν;.. Τίνα δὲ εἶναι καὶ αὐτὸν ὑποληψόμεθα, ὅταν φαί νηται δεχόμενος τὸ, δι' οὗ παρὰ τῇ θείᾳ Γραφῇ; Πιστὸς γάρ, φησίν, ὁ Θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, καὶ, Παῦλος ὁ ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. 50!»? Καὶ πάλιν πρός τινας ὁ Παῦλος ἐπιστέλλει Ὥστε οὐκέτι εἰ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς; καὶ κληρονόμος διὰ Θεοῦ. Τάς τοιαύτας χρήσεις καὶ Βασίλειος ὁ τῆς Ἐκκλησίας φωστήρ ἐν τῷ προββηθέντι μοι πέμπτῳ τῶν πρὸς τὸν ἅγιον Ἀμφιλόχιον κεφαλαίων διέξεισι, προστιθεὶς καὶ τό Οσπερ ηγέρθη διὰ τῆς δόξης τοῦ Πατρὸς, καὶ ὁ Ησαΐας φησίν· Οὐαὶ οἱ βαθέως βουλήν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου. Τί δὲ τῆς χάριτος ἡ κιθάρα, τὸν ἐκ Δαμασκοῦ λέγω σοφὸν Ἰωάννην τὸν μελῳδόν Οὗτος ἐν ᾄσμασι γεραίρων τὴν παν άμωμον Μαρίαν, φημὶ τὴν Θεοτόκον, ἐξέκραξε θεὸν συλλαβοῦσα ἐν γαστρὶ, Παρθένε, διά Πνεύ ματος τοῦ παναγίου ἔμεινας ἄφλεκτος. Καὶ ταῦτα περὶ τοῦ κατ' αἰτίαν ἔκ τινος, ὅτι κατὰ ταύτην καὶ δι' αὐτοῦ. Φανερὸν γὰρ ὡς τὸ ἐκ τοῦδε φυσικῶς, ἢ καὶ ποιητικῶς, ἢ καὶ καρ᾽ ἂν ἄνωθεν τρόπον εἰρή κείμεν, διὰ τοῦδε κατὰ τὸ αὐτὸ σημαινόμενον οἱ τῆς ἀληθοῦς οὗτοι θεολογίας ἐκφάντορες ἐν τούτοις ἀπήγγειλαν, ὧν οἱ δύο τὴν σύστασιν ἀπό τε τῆς Παλαιᾶς ἀπό τε τῆς Νέας Γραφῆς ἐποιήσαντο. δ. Περὶ δὲ τοῦ κατ᾿ οὐσίαν διά τινος, ὅτι καὶ ἐξ αὐτοῦ πέφηνε κατ' αὐτήν, Κύριλλος ὁ διαλάμψας ἐν δόγμασι μάρτυς ἐστὶν ἀξιόχρεως, ὅς ἐν μιᾷ τῶν πρὸς Νεστόριον οἰκείων ἐπιστολῶν μετὰ πλεῖστά φησιν· ῾Ο ἐκ Θεοῦ Πατρὸς Λόγος ἐκ τῆς ἁγίας Παρθένου ἐστί. Καὶ μετ' ὀλίγα πάνυ· Γεγέννηται καθ' ἡμᾶς ἐκ γυναικός. Καὶ μετά τινα πάλιν· Ην μὲν γὰρ ὁ Λόγος ὡς ἐν ἰδίῳ σώματι τῷ ἐκ γυναικὸς· ἐδίδου δὲ αὐτὸ τῷ θανάτῳ κατὰ καιρόν. Εν δὲ τῷ πρὸς εὐσεβέστατον βασιλέα Θεοδόσιον προσ φωνητικῷ λέγει ῥητῶς κατ' ερώτησιν· Οὐχὶ τετέ χθαι φαμὲν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; ἢ πῶς ἀναβέβηκεν ἔνθα περ εἶναί φησιν ὁ αὐτός; Καὶ ὁ Δαμασκόθεν σοφὸς καὶ χαριτώνυμος μελωδός, ψάλο λων πρὸς τὴν πανάχραντον Μαριὰμ ἐπὶ Ἐκκλησίας, δι' ἡμῶν ἐς δεῦρο διαπρύσιον ἐκφωνεῖ· Θεὸν ἐγένε νησας, μῆτερ ἁγνὴ, σεσαρκωμένον ἐκ σοῦ θεο πρεπῶς, πανύμνητε. Καὶ πολλὰ τοιαῦτα κατίδοι
col. 1151–1152page 61 of 121
PG 141:1151βλους καὶ ἀναγνούς, άτινα πάντα τὴν οὐσιωδῶς διὰ τῆς ἀειπαρθένου Μαρίας ἐν σώματι τεχθέντα θεὸν Λόγου καὶ Κύριον, τοῦτον ἐπενδύσασθαι διατρανοῖσι τὸ ἀνθρώπινον ἐξ αὐτῆς. Ὅτι δὲ διὰ ταύτης ὁ τοῦ Θεοῦ Λόγος φυσικῶς κατὰ σάρκα γεγέννηται, δηλών σουσι μὲν καὶ πάλιν ἐξ ὧν γράφοντες ἐν ἄλλοις έθεολόγησαν οἱ αὐτοί· δηλώσει δὲ κρεῖττον ἐξηγούμενος τὰ περὶ τούτου λαμπρῶς ὁ μέγας Βασίλειος. Ἐκείνων γὰρ ὁ μὲν ἔνθεος καὶ σεπτός Κύριλλος ἐν τῇ μικρὸν ἄνωθεν διαληφθείσῃ πρὸς Νεστόριον ἐπι στολῇ τάδε φησίν· Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐρεῖς, ὦ λε στόμια· "Αρ' οὖν, εἰπέ μοι, θεότητος μήτηρ γέγο νεν ἡ Παρθένος; Καὶ πρός γε τοῦτό φαμεν, ὅτι γεγέννηται μὲν ὁμολογουμένως ἐξ αὐτῆς τῆς Β. οὐσίας τοῦ Θεοῦ καὶ Πατρὺς ζῶν τε καὶ ἐνυπόστατος αὐτοῦ Λόγος, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνες καιροῖς, ἐπειδὴ γέγονε σὰρξ, τουτέστιν ηνώθη σαρκὶ, ψυχὴν ἐχούσῃ τὴν λογικήν, γεγεννήσθαι λέγεται καὶ σαρκικῶς διὰ γυναικός. Καὶ μετά βραχέα· Επειδὴ σάρκα λαβὼν κεχρημάτικε καὶ Υἱὸς ἀνθρώπου, ἀναγκαῖον ὁμολογεῖν ὅτι γεγέννηται κατὰ σάρκα διὰ γυναικός. Καὶ πάλιν· Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἐν μορφῇ τοῦ γεγεννηκότος ὑπάρχων, κατώκησεν ἐν ἀνθρώπῳ γεννηθέντι διὰ γυναικός. Καὶ μετά τινα· 'Αλλ' ίσως φαίη τις ἂν, Τις ἡ διαφορὰ Χριστοῦ καὶ Μωσέως, εἴπερ άμφω γεγόνασι διά γυναικών; Ωσαύτως ἐν τῷ πρὸς τὸν εὐσεβέστατον βασιλέα Θεοδόσιον τις ἂν, τας τῶν ἁγίων ἐπιμελῶς ἀνελίξης, ἱερὰς ο η προσφωνητικῷ τῷ πρὸ βραχέος ῥηθέντι μοι· Ὁ ἐκ Θεοῦ Πατρὸς λόγος εφανερώθη ἐν σαρκί γεγέννηται γὰρ διὰ τῆς ἁγίας καὶ θεοτόκου Παρθένου, μορφὴν δούλου λαβών. Καὶ μετά τινα· Τὸ δὲ οἴεσθαί τινας τὸν ἐκ Θεοῦ φύντα Λόγον τὴν διὰ τῆς ἁγίας Παρθένου ἀνήνασθαι γέννησιν δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν. Καὶ μετὰ πολλὰ τὸ προεκτεθέν μοι ῥητὸν ὡς ἔχει διαλαβὼν, τὸ Οὐχὶ τετέχθαι φαμὲν ἐκ γυναικὸς τὸν Εμμα νουήλ; ἢ πῶς ἀναβέβηκεν, ἔνθα περ εἶναί φησιν αὐτός; ἐπάγει· Καίτοι τεχθέντος διὰ τῆς ἁγίας Παρθένου τοῦ ἐνωθέντος αὐτῷ σώματος. Ο δὲ Δαμασκόθεν σοφός Ἰωάννης ὑμνῶν τὴν ὑπέραγνον αὖθις βοᾷ· Διὰ σοῦ, Μῆτερ Παρθένε, φῶς ἀνέ τειλε πάσῃ τῇ οἰκουμένῃ φαιδρόν. Καὶ ταῦτα μὲν οὗτοι, καὶ ἕτερα τοιαῦτα κηρύττουσιν, ὧν τὰ πλείω κατέλιπεν ὁ λόγος διὰ τὸ προσκορές. Ο δὲ πολὺς τὰ θεῖα Βασίλειος τὰ περὶ τούτων εναργέστατα διασαφῶν παραδίδωσιν. Ἐν γὰρ τῷ δις προγραφέντι μα πέμπτῳ τῶν πρὸς μακάριον 'Αμφιλόχιον κεφαλαίων περὶ τῶν τοιούτων προθέσεων τὸν λόγον ποιούμενος, ὅπως αὐτὰς ἐκλαμβάνεσθαι τῇ θεαρχική Τριάδι χρεὼν ἐπὶ τὸ τοῦ δόγματος ἀσφαλὲς ἐκ χρήσεων τὸ πλέον τοῦ μεγάλου Παύλου συνέστησεν, εἰς ὑπό δειγμα δὲ κἀκείνης εμνημόνευσε τῆς φωνῆς, ἦν ὁ τῆς οἰκουμένης διδάσκαλος τὴν ἐκ Παρθένου σάρκων σιν τοῦ Θεοῦ Λόγου δηλῶν, γεννώμενος ἐκ γυναικὸς, ἐξεβόησε, τὴν τοιαύτην ῥῆσιν ὁ θεῖος οὗτος Πατὴρ ἐφερμηνεύων, ἀντὶ τοῦ, διὰ γυναικός, εἴρηκε καὶ τὸν αὐτὸν θεοκήρυκα Παῦλον ἐξηγητὴν τῆς ἐπι
col. 1153–1154page 62 of 121
PG 141:1153τοῦ διανοίας αὐτίκα παρήγαγεν, ἐπειπών· Τοῖτο οίτο, γὰρ ἡμῖν σαφῶς ἑτέρωθι διεστείλατο γυναικό μὲν προσήκειν, λέγων, τὸ ἐκ τοῦ ἀνδρὸς γεγεννῆσθαι, ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικὸς, ἐν οἷς ζησιν ὅτι ὥσπερ γυνὴ ἐξ ἀνδρὸς, οὕτω καὶ ἀνὴρ διὰ τῆς γυναικός. Ἰδοὺ τῆς εὐσεβείας ἡ εὔσημος σάλπιγξ, ὁ πολὺς καὶ μέγας Βασίλειος διὰ τῆς ἁγίας παρέστησε Παρθένου λίαν αριδηλότατα τὸν Θεὸν Λόγον σαρκικῶς κυηθῆναι, τοῦ χριστοκήρυκος Παύ του τὴν ἑρμηνείαν ἀπολεξάμενος, ὅπερ καὶ μετ' αὐτὸν ἐδογμάτισαν ὅ τε σεπτός Κύριλλος, καὶ ὁ Δαμασκός, σοφὸς Ἰωάννης, οι προλεχθέντες μας τῆς ἀληθείας συνίστορες ἀκριβεῖς. ᾿Αλλὰ καὶ ἐκ τῆς ἁγίας, ὡς ἄνωθέν μοι διείληπται, Παρθένου τὸν Θεὸν Λόγον οἱ αὐτοὶ τῆς Ἐκκλησίας διαφανείς φω στῆρες ἐθεολόγησαν. Λοιπὸν διὰ τούτων εἰλικρινῶς & ἀποδέδειχται νῦν τὸ κατ' ουσίαν διά τινος εἶναι, κατὰ ταύτην καὶ ἐξ αὐτοῦ. δ ε'. Τοῦτο δὲ καὶ τοῖς πᾶσι καταφανὲς ἄλλοθεν 8. καθ' ὁμολογουμένην ἔννοιαν καὶ κοινὴν· οἷον ἐν υποδείγμασι, διὰ τῆς ἀκτῖνος ἀκραιφνῶς ἀστραπτει τὸ φῶς· αὐγάζει τουτὶ κἀκ τῆς ἀκτῖνος οὐκ ἔλαττον. Τὸ πνεῦμα πρόεισι διὰ τοῦ λόγου τρανῶς· τοῦτο παρ' οὐδὲν κἀκ τοῦ λόγου προέρχεται. Διὰ τοῦ ἄνθους ἡ ὀσμὴ φέρεται καθαρῶς· καὶ ἐκ τοῦ ἄν τους αὐτὴ κατ᾽ ἴσον σκεδάννυται. Τοῖς διορῶσιν ἐναργώς ὄντως ἡ πηγή βλαστάνει διὰ τοῦ ὀφθαλμοῦ βρύει καὶ ἐκ τοῦ ὀφθαλμοῦ τούτοις παρόμοιον αὕτη καὶ παραπλήσιον. Διὰ τοῦ στελέχους ὁ καρπὸς βλα στάνει περιφανῶς· καὶ ἐκ τοῦ στελέχους τοιουτοτρόπως αὐτὸς φύεται. Προδήλως ὁ καπνὸς ἀναπέμπεται διὰ τῆς φλογός· οὗτος κατ' οὐδὲν ἧττον κἀκ τῆς φλογὸς ἀναδίδοται. Ταῦτα δὴ πάντα δι' οὗ κατά φύσιν ἕκαστον ὑπάρχει, καὶ ἐξ αὐτοῦ πάντω; ἐστί. Κατὰ τοιαύτην ἔννοιαν καὶ ἐκ τοῦ Υἱοῦ τὸ ἅγιον Πνεύμα δογματίζομεν εἶναι, μηδὲν ἐνδοιάζοντες. Οι τὴν παροῦσαν γοῦν θεολογίαν μὴ προσιέμενοι, διὰ ταύτην δὲ καὶ κατηγοροῦντες ἡμῶν, ἵστωσαν περί τὸ σέβας αὐτὸ λογιζόμενοι, κἀντεῦθεν ἡμῖν ἐγκα λοῦντες διὰ κενῆς. Αποδεδειγμένου γὰρ ὄντος τοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχειν διὰ τοῦ Λόγου παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοὶ δοξάζειν, κακ τοῦ Υἱοῦ τοῦτο φεύγοντες, ἀμέλει τοι καὶ μᾶλλον ἡμᾶς ἕνεκα τούτου πανταχοῦ περισύροντες, παροδικὴν ἐμφαίνουσιν οὕτως, ὁ καὶ βλασφημίας ἀνάπλεων ἁπάση; ἐστὶ, τὴν τοῦ Πνεύματος διὰ τοῦ Μονογενοῦς ὑπαρ ξιν οὐ πάντως οὐσιώδη καὶ φυσικὴν, ὁποίαν ἡμεῖς ἀπαραιτήτως εισπραττόμενοι, πρὸς αὐτῆς τῆς ἁλη θείας ἀποφαινόμεθα. Καὶ μάρτυς μοι τοῦ παρόντος λόγου τὸ πᾶν ἀπαράγραπτος, ὅτι παροδικήν τοιουτοτρόπως εοίκασι τὴν δι' Υἱοῦ τοῦ Πνεύματος δηλούν ὕπαρξιν, ὁ τὰ θεῖα πολὺς καὶ μέγας Βασί λειος, ἂν ἐν τῷ πέμπτῳ τῶν πρὸς τὸν ἱερὸν ᾿Αμφι λόχιον κεφαλαίων, περὶ οὗπερ ἄνωθεν πολλάκις διέλαβον, τρόπον ὂν προείρηταί μοι, τὴν, γεννώμε νες ἐκ γυναικός, ἀποστολικὴν ῥῆσιν ἐξηγησάμενος, ἐπαναλαμβάνει τὸν λόγον, καὶ πάλιν οὕτω μέξεισιν 'Αλλ' ὅμως ἐνταῦθα ἐμοῦ μὲν τὸ ἀδιάφορον τῆς χρήσεως ἐνδεικνύμενος, ὁμοῦ δὲ καὶ τὸ σφάλμα
col. 1155–1156page 63 of 121
PG 141:1155τινῶν ἐν παραδρομῇ διορθούμενος τῶν ολομένων πνευματικὸν εἶναι τοῦ Κυρίου τὸ σῶμα, ἵνα δείξῃ ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη, τὴν ἐκφαντικωτέραν φωνὴν προετίμησεν. Τὸ μὲν γὰρ διὰ γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γενέσεως ὑποφαίνειν, τὸ δὲ ἐκ τῆς γυναικὸς ἱκανῶς παραδηλοῦν τὴν κοι νωνίας τῆς φύσεως τοῦ τικτομένου πρὸς τὴν γεννήσασαν· οὐχ ἑαυτῷ που μαχόμενος, αλλά δεικνὺς ὅτι ῥᾳδίως ἀλλήλαις ἀντεπιχωριάζουσιν αἱ φωναί. Τοιαῦτα μὲν ὁ μέγας Βασίλειος, καὶ οὕτως ἐκδέχεσθαι τὴν διὰ κατὰ μεσιτείαν διαγινώσκει παρο δικῶς, ἡνίκα καὶ ἐφ' οἷς δηλονότι μηδοπωσοῦν ἔχειν ἡ ἐκ χώραν ἔγνωσται. Τίς δὲ τῶν ὀρθοδόξως ζῆν αἱρευ μένων παροδικὴν ὅλως ὀφθήσεται τοῦ ἁγίου Πνεύ ματος πρεσβεύων τὴν ὕπαρξιν διὰ τοῦ Μονογενοῦ, ὡς ἐντεῦθεν τοῦτον μὲν νοεῖσθαι κακῶς ἔξωθεν και καθ' ὑπουργίαν τινὰ παραλαμβανόμενον, ἀλλ' οὐ φυσικῶς τῷ ὄντι μεσιτεύοντα καὶ οὐσιωδῶς· τὸ δὲ Πνεῦμα τὸ ἅγιον αὐτοῦ τε καὶ τοῦ Πατρὸς ἀπεξε μένον παντελῶς καὶ ἀλλότριον; Ταῦτα γὰρ ἐ πάναγκες ἐκείνως ἀκολουθεῖν, ἅπερ τῆς ἐσχάτης τυγχάνοντα δυσσεβεία; "Αρειος πάλαι καὶ Μακεδόνιος, οἱ τῆς ἀληθείας ὄντως ἐχθροὶ, κατὰ τὸν οἰκεῖον ἕκαστος και ρὸν ἐν τῷ βάθει πλασάμενοι τῆς βδελυράς καρδίας αὐτῶν, καὶ φανερῶς ἀπερεύξασθαι, φεῦ τῆς ἀναισχυντίας τῆς πολλῆς! κατετόλμησαν, ἀνθ' ὧν οἱ τῆς ἀπωλείας υἱοὶ καὶ πρὸς τῶν θείων Πατέρων τῶν τε κατὰ Νίκαιαν συναθροισθέντων τὸ πρὶν, καὶ τῶν ἐν τῇδε τῇ βασιλευούσῃ τῶν πόλεων τὴν δευτέραν συγ ? κροτησάντων σύνοδον ἀναθέματι καθυποβληθέντες, τῷ αἰωνίῳ πυρὶ παρεδόθησαν. Τίς τοίνυν ἔκτοτε καταργηθέντα τὸ τέλεον τοιουτρόπως ἀνανεώσασθαι ταῦτα θρασὺς, ἅτε δὴ περὶ τὸ σέβας οὐκ εὐθὺς υἱ κοθεν τὴν γνώμην δεικνύμενος, ἢ καὶ ταῖς ἀδελε σχίαις τῶν αἱρεσιαρχῶν ἐκείνων παρασυρείς; Πάν τως οὐδεὶς πρὸς τὸ τῆς κακίας ἀτεχνῶς ἐλάσας ἀκρί τατον, οὐχ ὁρᾶται πρὸς τὸ παρὸν, οὐ φανεῖται μεθύστερον, ὃς εὑρεθήσεται τὰ παρὰ τοσούτων ὁμοῦ καὶ τοιούτων περιφανῶς ἐληλεγμένα πνευματικών καὶ Θεοσόφων ἀνδρῶν ἀνέδην φρονῶν, εἴτε περὶ τούτων ἀφ' ἑαυτοῦ κατὰ γνῶσιν ἐπισφαλῆ καὶ μετ ταίαν ἐπιεικῶς λογισάμενος, εἴτε μὴν καὶ τὰς φρένας ὡς ἀληθῶς ταῖς κενοφωνίαις τῶν διαληφθέντων ἀπατεώνων κλαπείς. Επείπερ καὶ τῶν παντάπασιν ἀτοπωτάτων, ἐν οἷς οἱ τῆς ἀληθείας κήρυκες ἀγῶσι περιτρεψάμενοι τὴν πλάνην συχνοῖς, τὸ τοῦ δόγματος ὀρθὸν ἐπεκύρωσαν, ἐν τούτοις τινὰ τῶν ἁπάν των ἐπωσδήποτε σαλευθῆναι τὸν νοῦν. Ἀλλὰ ταῦτα μὲν οὐκ ἔστιν οὐδ᾽ ὁ διανοησόμενος, μή τοί γε και θάπας φρονῶν, οὐδ᾽ ἐσεῖται τὸ παράπαν ὁ διανοησόμενο;. ς'. Εἰσὶ δ᾽ ἔνιοι τῶν ἐπὶ σοφίᾳ τὰ μέγιστα σε μνυνομένων τὰ νῦν, οἱ καὶ τῶν ὑπὲρ ἡμᾶς δοκοῦντες παρ' ἑαυτοῖς ἐπιστήμονες, οἱ τὸ Πνεῦμα τὸ ἅγιον υπάρχειν διὰ τοῦ Μονογενοῦς καθομολογοῦντες τρατ νῶς, τὰ ῥηθέντα μὲν ὡς βλασφημίας ἐπέκεινα πάν σης ἐπίσης καὶ αὐτοὶ τοῖς ὅλοις ἐκφεύγουσι· πλην οὐδὲ τὸ φυσικῶς μεσιτεύειν παραδέχονται τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος τὸν Υἱόν, ὡς διὰ τοῦτο προσίεσθαι καὶ τὸ ἐκ τοῦ Υἱοῦ κατὰ λόγον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἑτέραν δέ τινα περιθρυλλούσε προφανῶς ἔννοιαν, καθ᾿ ἂν εἰρήσθαι νομίζουσι τ'
col. 1157–1158page 64 of 121
PG 141:1157διὰ τοῦ Υἱοῦ. Δια τούτου γάρ, φασὶν, ἔστι τε και λέγεται τὸ Πνεῦμα τὸ ἅγιον, ὡς κατὰ φύσιν ᾠκειωμένον αὐτῷ καὶ ὡς ὁμοούσιον. Καὶ ταῦτα μὲν οὗτοι φθεγγόμενοι τῶν πολλῶν περιβομβοῦσι τὰς ἀκοάς. Ἐγὼ δὲ ἀκριβῶς οὐκ οἶδα πότερον ἀνοίας αὐτοὺς ἄν τις ἡ κακοβουλίας κατηγορήσειεν, αἰτίαν τοῦ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι τὴν πρὸς αὐτὸν οἰκείωσιν τούτου καὶ τὴν ὁμοουσιότητα τιθεμένους σαφῶς. Ὅτι μὲν γὰρ κατὰ φύσιν ᾠκείωται τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὁμοούσιον τοῦτο πρὸς ἀλή. θειάν ἐστιν αὐτῷ, σύμπας ἂν τῶν τὰ θεῖα καλῶς πεπαιδευμένων ὁμολογήσειεν· οὐ μὴν διὰ ταῦτα καὶ τὰ διὰ τοῦ Υἱοῦ τῶν ἁπάντων τις ὑπάρχειν ἐρεῖ. Τοὐναντίον μὲν οὖν, γνώσεως εὐμοιρῶν μεγαλοφώς νως κεκράξεται, τὸ διὰ τοῦ Υἱοῦ λέγων αἴτιον εἶναι τῷ Πνεύματι τῆς τε πρὸς αὐτὴν οἰκειότητες τούτου, καὶ τῆς ὁμοουσιότητος ἀτεχνῶς. Ὅτι γὰρ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦτο φυσικῶς ᾠκειωμένον αὐτῷ τυγχάνει καὶ ὁμοούσιον. Καὶ περὶ μὲν τούτου τοῦ προσεχέστερον ῥηθέντος ἡμῖν, ἵνα διέλω μὲν ἐν λόγοις τὰ τὸ πᾶν ἀδιαίρετα, πάντως δ' οὐχ ἕτερόν ἐστιν ἤπερ τὸ ὁμοούσιον, οὗ κὰν τῷ πρώτῳ συντάγματι μνησθέντες ὡς ἐν βραχεῖ τὴν τελεωτέραν πρὸς τὸ παρὸν καὶ κρείττονα λύσιν ἐπενεγκεῖν ὑπεσχόμεθα, προϊόντος ἐφεξῆς τοῦ λόγου διαληψόμεθα πλατυκωτέρως κατὰ καιρὸν, καὶ συναιρομένου τοῦ Θεοῦ παραστήσομεν ἀπό τε λογισμῶν ἀνατρ ῥήτων πάντη καὶ ἀψευδῶν, ἀπό τε πατρικῶν ἀναμφιβόλων κομιδῆ χρήσεων, τίς ὁ λόγος αὐτοῦ παρὰ τῇ θείᾳ Γραφῇ, καὶ πῶς ποτε τοῦτο νοεῖν ἡμᾶς ἄξιον. ζ. Περὶ δὲ μόνης τῆς οἰκειώσεως διεξελθεῖν ἀρτίως ἡγούμεθα δεῖν, ὀλίγα τινὰ ταύτης ἕνεκεν ὡσὰν προσ διωρισμένη; εἰπεῖν ἔχοντες. "Α γὰρ ἐν τῇ πρὸ τῆς παρούσης ἡμῶν πραγματεία διαλαβεῖν ἐξεγένετο περὶ τοῦ ἰδίου σκοπουμένοις ἡμῖν, ταῦτα κατὰ τὸ παντελὲς ἀπαράλλακτον, ἐπειδήπερ ταὐτὸν τῷ οἱ κείῳ τὸ ἴδιον, κἀνταῦθα πάντως ἁρμόζουσιν. Ἔνθεντοι καὶ νομίζομεν ἀποχρῆν, κἂν ἡ βραχέα τὰ λεχθησόμενα, καὶ μᾶλλον ἐφ᾽ ᾧ καν τούτοις ὡς ἐν ἅπασι τοῖς ἄλλοις ἁπλῶς ἐκ γραφικῶν ἐσεῖται μαρτυριῶν τὰ τῆς ἀποδείξεως. Καὶ δὴ καθάπερ ἐξ ὑπαρχῆς ᾠκειῶσθαί φαμεν τὸ Πνεῦμα τὸ ἅγιον τῷ Υἱῷ, καὶ Πνεῦμα δὲ τοῦτο τοῦ Υἱοῦ χρηματίζειν, ἑτέρωθεν οὕτως ἐξεπιστάμεθα. Πλὴν εἰ βουληθείημεν ταῦτα η πρὸς ἄλληλα κατιδεῖν, κἀντεῦθεν ποιήσασθαι τοῦ προκειμένου τὴν ζήτησιν, ᾠκείωται μὲν κατ᾽ οὐσίαν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς Πνεῦμα τυγχάνον αὐτοῦ· Πνεῦμα δὲ πάλιν Υἱοῦ τοῦτο καθέστηκεν, οἷς ὅτιπερ αὐτῷ κατὰ φύσιν ᾠκείωται, καθὼς ὁ μέγας Βασίλειος ἡμῖν τὰ περὶ τούτων παραδιδούς, τρόπον ἂν εἴπομεν, ἑκατέρου τίθησιν αἰτίαν ἑκάτε μον. Οὗτος καὶ γὰρ ἐν μὲν τοῖς κατ' Ευνομίου καὶ ᾿Αρείου λόγοις περὶ τοῦ Πνεύματος τάδε φησί· Τὴν μὲν πρὸς Πατέρα οικειότητα νοῶ, ἐπειδὴ παρά τοῦ Πατρὸς ἐκπορεύεται, τὴν πρὸς Υἱὸν δὲ, ἐπειδὴ ἀκούω, «Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν αὐτοῦ· ἡ ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ τῶν ο
col. 1159–1160page 65 of 121
PG 141:1159πρὸς τὸν ἱερὸν Ἀμφιλόχιον κεφαλαίων· Ἀλλὰ καὶ σχεσιν λόγος ἡμῖν ταμιεύεται· τὸ δὲ νῦν ἔχον τῶν ἵνα τοῦ σκοποῦ κατὰ τάχος ἔγγιον γεγονότος αὐτοῦ γι' Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον αὐτῷ κατὰ φύσιν. Οὕτω μὲν ἀντιστρέφοντα ταῦτα πρὸς ἄλληλα διὰ τὸ ἐξισάζειν ἄντικρυς ἔγνωκότες ἡμεῖς, λέγομεν ἐπίσης ἀντιμεταλαμβάνεσθαι κατὰ τὸν που λὺν ἐν δόγμασι καὶ μέγαν Βασίλειον. ε'. Τὸ δὲ δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχει, καὶ τὸ τελεῖν οἰκεῖον αὐτοῦ πῶς ἔχουσι, θεωρητέον τὰ νῦν. Δρα γὰρ ἐξισάζονται καὶ ταῦτα πρὸς ἄλ ληλα κατ' ἐκεῖνα τὰ πρὶν ἑκάτερον ἑκατέρῳ καὶ ἀντιστρέφουσιν; Οὐδαμῶς, αἴτιον δὲ κυρίως τῆς οἰκειώσεως τὴ δι' Υἱοῦ μᾶλλον ἐστι. Καὶ τοῦτο περ ίστησιν ἀριδήλως ὁ αὐτὸς μέγας Βασίλειος, ὅστις ἐν τῷ αὐτῷ τῶν πρὸς τὸν μακαρίτην Αμφιλόχιον κεφαλαίων είρηκεν οὕτω, περὶ τῆς τοῦ Πνεύματος ἐκ Πατρὸς ὑπάρξεως προλαβών· Ἐκ τοῦ Θεοῦ εἶν και λέγεται, οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐκ Θεοῦ προελθὸν, οὐ γεννητῶς ὡς ὁ Υἱός, ἀλλ' ὡς Πνεῦμα στόματος αὐτοῦ· τῆς μὲν οἶκο ότητος δηλουμένης ἐντεῦθεν, τοῦ δὲ τρίπον τῆς ὑπάρξεως ἀῤῥήτου φυλασσομένου. Τὴν τοῦ Πνεύματος πρὸς τὸν Θεὸν οἰκειότητα δηλοῦσθαι φησιν ὁ μέγα:, ἐκ τοῦ προελθεῖν ὡς Πνεῦμα στόμιο τες ἐξ αὐτοῦ. Τοῦτο δὲ κἀνταῦθα νοεῖν ἐπὶ τῆς πρὸς τὸν Γ.ὸν οἰκειότητος λέγω, τοῦ αὐτοῦ Πνεύματος ἐστιν ἁρμοδιώτατον. Οἰκεῖον γὰρ τὸ ἅγιον Πνεῦμα καὶ τῷ Υἱῷ, καθότι καὶ διὰ τοῦ Υἱοῦ τοῦτο πέφυ κεν, οὐχ ἑτέρω; γε μήν, ὡς δὲ Πνεῦμα στόματος αὐτοῦ, κατὰ τὸ διαληφθὲν Παύλῳ τῷ χριστοκήρυκι. Καὶ γὰρ οὗτος τὸ δεύτερον ἐπιστέλλων πρὸς Θεσσαλονικεῖς μετὰ τὸ φάναι τὴν κατάλυσιν τοῦ την καῦτα κατέχοντος τὴν οἰκουμένην κακοῦ, Νέρων δὲ ἦν ἐκεῖνος ὁ δυσσεβής, περὶ τοῦ μέλλοντος προθεσπίσας ο Καὶ τότε ὁ ἄνομος ἐπικαλυφθήσεται, δι' ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι του στόματος αὐτοῦ, ο μεγαλοφώνως εβόησε, Πνεῦμα στόματος τοῦ Μονογενοῦς τὸ Πνεῦμα καλέσας τὸ ἅγιον. Τὸ δὲ δι' Υἱοῦ πάντως ταυτὸν ὅσον προς ὕπαρξιν τυγχάνει τῷ ἐξ Υἱοῦ, καθὼς ὁ λόγος ἔδειξεν ἀπαρχῆς, καὶ ἔτι προϊὼν ἀποδείξειεν. Οὕτως ἐπεὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ, τούτου μάλιστα χάριν καὶ οἰκεῖον αὐτῷ πέφυκεν· οὐ μὴν ὅτι περ οἰκεῖον τὸ ἅγιον Πνεῦμα καθέστηκε τῷ Υἱῷ, διὰ τοῦτο καὶ δι' αὐτοῦ, καθάπερ ενιστάμενοί τινες λέ γουσιν. ᾿Αλλὰ τὰ μὲν περὶ τῆς τοιαύτης ζητήσεως κρεῖττον καὶ τελεύτερον ἂν ῥηθεῖεν ἐν τοῖς ἑξῆς, ἔνθα πρὸς ἐξέτασιν ὁ τοῦ ὁμοουσίου κατὰ τὴν ὑπό μικρὸν ἄνωθεν εἰρημένων ἅψασθαι καὶ πάλιν χρεών, μὴ ἐκπέσωμεν. θ'. Καὶ δὴ δῆλον, ὡς φθάσαντες προ βραχέος ἔσχατον πάντων παρεστήσαμεν τῶν κακῶν, τὸ δο ξάζειν παροδικῶς εἶναι διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ανάγκη τοιγαροῦν, ἐπείπερ ἀπείρηται τὸ τοιοῦτον ὡς δυσφημίας ἂν ἀπάσης μεστόν, ἑτέρουτινὸς λόγου μηδαμῶς ἀνακύπτοντος, περὶ γὰρ τῆς τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν οἰκειώσεως, καὶ τοῦ ὁμοουσίου διὰ τὸ τῶν ἐννοιῶν ἀνακόλουθον, ὅπερ καὶ
col. 1161–1162page 66 of 121
PG 141:1161διηλέγξαμεν ἀμυδρῶς, τὸ πλεῖον τῆς ἐξετάσεως εἰς τὸ ἑξῆς παραπέμψαντες, δοκεῖ μοι καὶ τὸ λογίζεσθαι περιττόν· ἀνάγκη γοῦν οὕτω τὸν ὁλικῶς εὐ σεβείας ἀντιποιούμενον, καὶ φρονεῖν βεβουλημένον ὀρθὰ πρεσβεύειν οὐσιωδῶς ὑπάρχειν διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Τούτου δὲ φανέντος, κἀκ τοῦ Υἱοῦ πάντως ἐστὶν, ἅτε φυσικῶς ἐπὶ τῇ τοῦ Πνεύ ματος παρὰ Πατρὸς ὑπάρξει τοῦ Υἱοῦ μεσιτεύοντος. Καὶ τοῦτο τεθεολογήκασι μικροῦ πάντες οἱ τῆς ἀπο στολικῆς Ἐκκλησίας διδασκαλικῶς ἐξηγησάμενοι κατά διαφόρους καιρούς, ὧν ἀπάρτι καλὸν ἐκθεῖναι καὶ τὰ ῥητὰ, τούτων κατ' όνομα μνησθέντας ἡμᾶς εἰς ἀπόδειξιν τοῦ προκειμένου ζητήματος. Ως ἂν τοίνυν ὁδῷ καὶ τάξει χρησάμενοι κἀπὶ τούτοις ἡμεῖς ἀξίως αὐτῶν πεποιηκέναι, καὶ ὡς χρεών, νομισθείη μεν, καταρχάς, ὡς ἐμφέρεται τοῖς πρακτικοῖς τῆς ἐν Νικαίς πρώτης συνόδου, πρὸς τὸν φιλόσοφον οἱ θεοφόροι Πατέρες διὰ τοῦ ἐπισκόπου Λεοντίου φασίν Εύρηται τὸ Πνεῦμα ἐκπορευόμενον μὲν ἐκ τοῦ Πατρός, ίδιον δὲ τοῦ Υἱοῦ καὶ ἐξ αὐτοῦ ἀνα βλύζον. Ηρχει τοῖς εὐγνώμοσι τῶν ἀκροατῶν ἡ παροῦσα καὶ μόνη χρῆσις, ὡς ἐκ πολλῶν ἁγίων ὁμοῦ ῥηθεῖσα, καὶ τὸ ἀδιάβλητον οὕτως ἔχουσα, καὶ μᾶλλον ὅτι περ ἀρχὴ καὶ θεμέλιος τῆς ὀρθοδόξου πίστεως οὗτοι γεγόνασι θεόθεν ἡμῖν, πρῶτοι τὰ τῶν αἱρετικῶν καταβαλόντες φρυάγματα κατά γνώμην κοινὴν καὶ συνέλευσιν. Νῦν δέ γε καὶ συχνῶν ἑτέ ρων τὸ βέβαιον πάντοθεν ἐχουσῶν εὐποροῦμεν μαρτ τυριῶν, ἅς ποτε τῶν Πατέρων σχεδὸν οἱ πλείου; ἕκαστος τὴν ἑαυτοῦ συγγραψάμενος, ἢ καὶ τούτων τινὰς κατιδίαν ἐξέθετο. Παραχρῆμα καὶ γὰρ ὁ τῆς ἀθανασίας ἐπώνυμος, ὃς καὶ κατὰ ταύτην δὴ τὴν πρώτην σύνοδον μέγας τὴν ὑψηλὴν καὶ ἄνω φέρουσαν σοφίαν ἐγνωρίζετο, καὶ πολὺς ἐν τῷ περὶ τῆς ενσάρκου ἐπιφανείας τοῦ Θεοῦ λόγῳ τρανῶς οὕτως ἀπαγγέλλει περὶ τοῦ Πνεύματος· Αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμπεν ὡς Θεὸς, καὶ αὐτὸς αὐτὸ κάτ τωθεν ὑπεδέχετο ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Καὶ ὁ χρυσοῦς τὴν γλῶνταν ἐν τῷ περὶ τῶν δύο Διαθηκῶν λόγῳ, Διὰ γὰρ τὸ γενέσθαι ναὸν τῆς θείας, διαγορεύει, δυνάμεως τὸ σῶμα τοῦ Κυρίου τὸ θεοφόρον, γίνῃ καὶ σὺ ναὸς καθ᾽ ὁμοίωσιν αὐτοῦ· δέχῃ γὰρ ἐκπεμπόμενον παρ' αὐτοῦ τὸ Πνεῦμα. Πάντως τό, παρ' αὐτοῦ, τοῦτο ταυτὸν ὑπάρχει τῷ ἐξ αὐτοῦ. Καὶ οὐδεὶς ἐπὶ τοσοῦτον ἀμαθὴς καὶ ἀνόητος, ὡς διαφορὰν τὴν τυχούσαν νοεῖν ἐπὶ τούτων δὴ τῶν προθέα σεων. ᾿Αλλὰ ταῦτα μὲν ὅ τε μέγας Αθανάσιος καὶ ὁ θεῖος Χρυσόστομος· ὁ δὲ δογματικώτατος Κύριλ λο; ἐν πολλοῖς τῶν αὐτοῦ λόγων και πολλάκις περὶ τούτου διέξεισιν. Οὐκοῦν ἐν μὲν τῷ λόγῳ τῷ πρὸς Νεστόριον· Ε' καὶ ἔστι τὸ Πνεῦμα ἐν ὑποστάσει ἰδικῇ, καὶ δὴ καὶ νοεῖται καθ' ἑαυτώ, καθ' δ Πνεῦμά ἐστι καὶ οὐχ Υἱός· ἀλλ᾽ οὖν ἐστιν οὐκ ἀλλότριον αὐτοῦ. Πνεῦμα γὰρ ἀληθείας ὠνόμασται, καὶ ἔστι Χριστὸς ἡ ἀλήθεια, καὶ προχεῖται παρ' αὐτοῦ καθάπερ ἀμέλει καὶ ἐκ τοῦ Πατρός ἐν δὲ τῷ πρὸς τὸν βασιλέα Θεοδόσιον· Ἀπολύων
col. 1163–1164page 67 of 121
PG 141:1163ἡ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὲς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως. Ἐν τοῖς πρὸς Παλλάδιον αὖθις, ὃ κάν τῇ προτέρᾳ τῆς νῦν ταύτης ἡμῶν πραγματεία διελάδο μεν, κἀκεῖ λίαν ἁρμοδιώτατα· Τρεπτὶν δὲ οὔτι που τὸ Πνεῦμά ἐστιν· ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ' αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμείται φύσιν, εἰ περ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Γιοῦ, τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ήγουν ἐκ Πατρὶς δι' Υἱοῦ προχεόμενον Πνεῦμα. Τί δὲ κάν τῷ δεν τέρῳ τῶν Θησαυρών; "Οτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γενόμενον συμμόρφους ἡμᾶς ἀπο δεικνύει Θεοῦ, πρόεισι δὲ καὶ ἐκ Πατρὸς καὶ Υιού, πρόδηλον ότι τῆς θείας ἐστὶν οὐσίας σιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν· ὥσπερ εἶν ἀμέλει καὶ τὸ ἐξ ἀνθρωπείου στόματος ἐκτρέπει ἐμφύσημα. Πάλιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελί εἰς τὸ ῥητὸν, ὅτι • Τεθέαμαι τὸ Πνεῦμα καταβα. νων ὡσεὶ περιστεράν, ο 'Απαράλλακτος ἡ τ Χριστοῦ, λέγει, ὁμοιότης πρὸς τὸ ἴδιον αὐτοῦ καὶ παρ' αὐτοῦ κατὰ φύσιν προγεόμενον Πνεύμα, Εἰς τὸ αὐτό· Νοῦς γὰρ ὑπάρχον Χριστοῦ τὸ Πνεῦμα πάντα τὰ ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς, οὐκ ἐν ἰδίᾳ τινὶ θελήσει, οὐδὲ μὴν ἐν ἀλλοτρίᾳ τη βουλήσει τῆς ἐν ᾧ καὶ ἐξ οὗ ἐστιν ὁμιλοῦν, ἀλλ' ὡς ἐκ τῆς οὐσίας αὐτοῦ φυσικῶς πρετόν Εἰς δὲ τὸ, «Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ,» Πνεῦμα τὸ τῆς ἀληθείας, τουτέστι τὸν Παράκλητον ἀπο καλεῖ. Οὐ γὰρ ἀλλότριον τῆς τοῦ Μονογενοῖς οὐσίας τὸ ἅγιον νοεῖται Πνεῦμα· πρόεισι δε φυσικῶς ἐξ αὐτῆς, οὐδὲν ἕτερον παρ' αυτ ὑπάρχον ὅσον εἰς ταυτότητα φύσεως, εἰ καὶ νοοῖτο τυχὸν ἰδιοσυστάτως. Ὁ αὐτὸς ἐν μὲν τῷ τρίτῳ τῶν πρὸς Ερμείαν φάμενος ὡς ὁ θεσπές Ιωάννης λέγει, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, τὸν προσδιαλεγόμενον έρωτ Δόσις δὲ ἀγαθὴ καὶ δώρημα τέλειον εἴη ἂν ἕτερε κατά γε τὸ αὐτῷ σοι δοκοῦν πλὴν ὅτι τοι τ' μεταλαχεῖν ἁγίου Πνεύματος; Τοῦ δὲ καλῶς ἀπο κριναμένου το, Οὐδαμῶς, ὁ ἅγιος ἐπάγει παρευθὺς· Αθρει δὴ οὖν καὶ διὰ τούτων ἐξ ιδίου πλ ρώματος προϊέντα τὸν Υἱὸν τὸ ἴδιον αὐτοῦ καὶ ἀναποβλήτως ἐμπεφυκός ἅγιον Πνεῦμα, δι' οὗ πᾶσα δόσις ἀγαθή. Καὶ ἐν τῷ τετάρτῳ τῶν πρὸς Ερμείαν· Τοιγάρ τοι καὶ ὅτε γέγονεν ὁ μονογενὴς ἄνθρωπος, ἐρήμην τοῦ πάλαι καὶ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν εὑρὼν, πάλιν αὐτὴν πρὸς ἐκεῖνο μεταστοιχειοῦν ἐπείγετο, καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιείς τε καὶ λέγων, ο Λάβετε Πνεῦμα ἅγιον.» Ταῦτα καὶ ὁ ἔνθεος δογματίζων Κύριλλος, διαρρήδην θεολογεί, τοῖς πρὸ αὐτοῦ Πατράσιν, οὓς προειρήκειμεν, και τούτοις καλῶς καὶ δεόντως ἑπόμενος, οἷς πᾶσι δέ καιόν ἐστι καὶ ἡμᾶς ἐξακολουθοῦντας, ὡς ὁδηγοί; τοῖς εὐσεβείας, τὰ αὐτὰ δήπουθεν ἐκείνοις φρονεί, ἀλλὰ μὴ πρὸς ματσίας χωρεῖν ἀντιλογίας, καθώς
col. 1165–1166page 68 of 121
PG 141:1165τινες ποιεῖν οὐ κατώκνησαν, ὧν ἡ φιλόνεικος γνώμη καὶ δύσερις ἱκανῶς ἀπελήλεγκται διὰ πολλῶν κἂν τῷ προτέρῳ συντάγματι παρ' ἡμῶν, καὶ πάλιν οὐδὲν ἧττον τὰ νῦν δι' ὀλίγων ἀπελεγχθήσεται. Καὶ γὰρ ἐν μὲν τῇ πρὸ ταύτης ἡμῶν πραγματεία κατ' ἀρχὰς ἀγωνιζόμενοι παραστῆσαι δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχειν παρὰ Πατρὸς, καὶ πρὸς ταῦτο γρα φικές μαρτυρίας παράγοντες, τὰς μὲν διαγορευούσ σας τρανῶς ἐκλάμπειν, προΐεσθαι, πηγάζειν, προ χωρεῖν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ, τὰς δὲ πεφηνέναι, βλύζειν, ἐκπέμπεσθαι, προχεῖσθαι, καὶ εἴπερ τι ἄλλο παρόμοιον, ἐπείπερ τινας εωρώμεν μηδαμῶς ἐπὶ τῆς ὑπάρξεως τοῦ παναγίου Πνεύματος δεχομένους αὐτὰς, ἐπὶ δὲ τῶν χαρισμάτων τῶν παρὰ τοῦ Πνεύματος χορηγουμένων τοῖς ἑαυ τοὺς ἅπαξ καθάρασι, κἀπὶ τῆς ἀποστολῆς τούτου καὶ τῆς ἐκφάνσεω; ἑτέρας εἰς ἀπόδειξιν τῆς διανοίας ἡμῶν χρήσεις ταῖς αὐταῖς λέξεσι χρωμένας ἐπὶ τῆς ὑπάρξεως τοῦ Υἱοῦ προτεθείπαμεν, ἐκ τῆς αὐτῆς καὶ ταύτας γραφῆς, ἐξ ὧν ἐπιστωσάμεθα κἀκείνας ἐπὶ τῆς ὑπάρξεως πάντως λαμβάνεσθαι τοῦ παναγίου καὶ προσκυνητοῦ Πνεύματος. Αἱ δὲ καὶ πρὸς τὸ ζήτημα τὸ παρὸν ἀρκέσουσιν ἄν. Τὸν γὰρ λόγον, ὃν πρὸς τὸ δι' Υἱοῦ κέκτηνται, τὸν αὐτὸν ἔχουσι καὶ πρὸς τὸ ἐκ τοῦ Υἱοῦ. ι. Τέως καὶ καθ᾽ ἕτερον τρόπον ἐπὶ αὐτοῦ τοῦ παναγίου δηλαδὴ Πνεύματος ἀρτίως προτεθύμημαι τοῖς παρά τινων ἀμφιβαλλομένοις εἰκῇ λύοιν ἐπε νεγκεῖν. Η δὲ λύσις, ὡς ἂν συντόμως περατωθῇ τὰ τῆς ὑποσχέσεως, ὁ μέγας ᾿Αθανάσιος ἐν οἰκείᾳ δια λέξει, ταύτην δ' ἐκτίθησιν ὡς ἀπὸ ὀρθοδόξου και Μακεδονιανοῦ, διατράνω γλώττη βοᾷ· Μὴ γένοιτό γιοι εἰπεῖν ἐπίκτητόν τι ἐπὶ τοῦ Πνεύματος. Οὔτε γὰρ τὸ ἅγιον, οὔτε τὸ ἄφθαρτον, οὔτε τὸ ἀθάνα τον, οὔτε τὸ ἀγαθὸν, οὔτε ἄλλο τι τῶν περὶ τὴν θεῖν θεωρουμένων λέγω εἶναι ἐπίκτητον τῷ ἁγίῳ Πνεύματι· ἀλλὰ φύσει ἅγιον, φύσει ἀγαθὸν, φύσει ἄφθαρτον, φύσει ἀθάνατον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πηγάζον, εἴτουν ἐκπορευόμε ναν. Εἶδες, ὁ ἀντιλέγων, πῶς ὁ θεῖος Πατὴρ πηγάζειν εἰπὼν, ἐκπορεύεσθαι σαφῶς ἐφηρμήνευσεν, ὅπερ ἴδιον τῷ παναγίῳ Πνεύματι μᾶλλον ἐστιν, ἐπείπερ ἐκπορευτῶς ὑπάρχει, καθάπερ ἐκ τοῦ Σω τῆρος Χριστοῦ δεξάμενοι τὴν φωνὴν, οἱ θεοφόροι Πατέρες ἀπαξαπλώς πάντες ἐθεολόγησαν; Αλλά καὶ ὁ θεηγόρος Κύριλλος ἐν τῷ λόγῳ τῷ πρὸς τοῦ; μοναστάς, τὸ Πνεῦμα τὸ ἅγιον ὅτι προχεῖται φάμενος ἐκ Πατρός, ἐπήγαγεν, "Ηγουν ἐκπορεύεται λέγει γὰρ οὕτως ἐκεῖ· Τὸ Πνεῦμα προχεῖται μὲν, ήγουν ἐκπορεύεται καθάπερ ἀπὸ πηγῆς τοῦ Θεοῦ καὶ Πατρός. Ὁ δὲ μέγιστος καὶ δογματικώτατος Μάξιμος ανομοίου, τουτέστιν ᾿Αρειανοῦ, καὶ Ὀρθο δόξου διάλεξιν συγγραφόμενος ὡς ἀπὸ τοῦ Ὀρθοδόξου ῥητῶς, Ο Πατὴρ ἐκπέμπει τὸ Πνεῦμα, τὸ δὲ Πνεῦμα, φησὶν, ἐκπορεύεται. Μὴ γὰρ ἐνεργητικῶς ἔχων εἰπεῖν τὸ ἐκπορεύει κατὰ γραμματικούς, ὅτι μηδ' αὐτοῖς εἰς χρήσιν καθέστηκεν, εἰς τὸ ἐκπέμπει μετέβαλε την λέξιν, ὡς δυνάμενον ἐκεῖνο ταυτὸν, καὶ τὴν τοῦ παναγίου Πνεύματος οὕτω δεδήλωκεν ἐκ Πατρὸς ὕπαρξιν. Ταῖς τοιαύταις Πατρικαῖς χρήσεσι τὴν εἰς τὰς προῤῥηθείσας γραφικὰς μαρτυρίας ἡμετ δαπὴν διάνοιαν πιστοῦμαι καὶ νῦν, ἀναντιρρήτοις έκπορεύει
col. 1167–1168page 69 of 121
PG 141:1167παντάπασιν ούσαις, καὶ πρὸς μηδὲν ὁρώσαις ἀμφις. ζητήσιμον. Τίς τῶν ἀνθεστηκότων λοιπών διαστρέψει πειράσεται, καὶ ταύτας πρὸς τὸ δοκοῦν ἑαυτῷ, καὶ τοῖς, οἷος αὐτὸς ἔχων νοῦν ὅλως καὶ λογισμῷ δια κούμενος; Τὸ γὰρ ἀντειπεῖν τοῖς εἰρηκόσι πρὸς τῷ πάντη τυγχάνειν ἀνήνυτον καὶ λίαν ἔοικε τολμηρό, ἐπείπερ τῆς ἀποστολικῆς Ἐκκλησίας περιφανείς ὁμολογουμένως διδάσκαλοι· διὸ καπὶ πᾶσι πείθεσθαι τούτοις τοὺς πάντας χρεών, οἷα διηνεκώς φθεγγομένοις μετὰ τοῦ Πνεύματος. Αλλ' οὕτω μὲν οὔτε τὰς προεκτεθείσας πατρικές χρήσεις τὸ ἰσχυρὸν καὶ ἀναμφίλεκτον ἔχειν ἐβεβαίωσαν διά τῶν τοιούτιν μαρτυριών. ια΄. Ἵνα δὲ καὶ τὸ ζητούμενον παρὰ τῶν πολλῶν τελεώτερον διὰ γραφικών αὖθις χρήσεων παραστήσωμεν, ὁ μὲν διορατικώτατος Επιφάνιος ἐν τῷ οἰκείο λόγῳ τῷ οὕτω πως καλουμένῳ Αγκυρωτῷ, Πνεύμα ἅγιον, φησίν, οὐ συνάδελφον, οὐ πατράδελφον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ· ὁ δὲ τὰ θεῖα σοφὸς Κύριλλος ἐν ἑνὶ τῶν κεφαλαίων του δευτέρου λέγει τῶν Θησαυρῶν· Νομοθετούντος το γαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτο φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετε Καὶ πάλιν ἐν ἄλλῳ περὶ τοῦ Πνεύματος· Ως γαρ τῆς οὐσίας ὑπάρχον τῆς τοῦ χορηγοῦντος της ἁγίοις, Χριστοῦ δηλαδή. Καὶ ἐν ἑτέρῳ· Ανάγ λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτ τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ, πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον. Καὶ αὖ ἐν ἄλ ἄλι, φησίν· Οὐδεμίαν ἄρα φύσεως οἶδεν ὁ Παῦλ διαφορὰν τῆς τοῦ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀλλ' ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπά χον τῷ τῆς κυριότητος ὀνόματι καλεῖ. Καὶ πάλιν ἐν ἑτέρῳ· Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τ Πνεῦμα. Ὁ αὐτὸς ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωά νην Ευαγγελίου εἰς τὸ «Οὐ γὰρ λαλήσει ἐπ' ἐκι τοῦ· Διὰ γάρ τοι τοῦτο προστέθεικεν ότι τα ερχόμενα ἀναγγελεῖ ἡμῖν· ὅτι δὴ πάντως ἐκ τῆς ἐμῆς οὐσίας τὸ Πνεῦμά ἐστι, καὶ οἷον ἐμός ἐστι νοῦς, τῷ ἐρεῖν αὐτὸν τὰ ἐσόμενα, καθάπερ ἐ;. Τούτων οὐδὲν οὐδόλως δεόμενον σαφηνείας τιν ὁ θεσπέσιος εἶπε Κύριλλος. Διὰ γὰρ πάντων ἀπετ νατο καθαρῶς εἶναι τὸ ἅγιον Πνεῦμα κἀκ τοῦ Μονογενούς, ἀκολουθήσας καλῶς Ἐπιφανίῳ τῷ κλε! κατ' εὐσέβειαν, οὗ τὴν ῥῆσιν ὡς ἐπ' αὐτῆς τῆς λέξεως ἔχει καὶ προτεθείκαμεν. ιβ'. "Ομως δ' οὖν κἂν τούτοις εἰσὶν ἔνιοι τῶν πλεῖστον ἀδεῶς ἀντικειμένων ἡμῖν, οι φιλονείχες πρὸς φανερὰν οὕτως ἀλήθειαν ἀναισχυντοῦσι μαχ μενοι, καί φασιν ὡς ὁ θεῖος Πατήρ οὗτος, ὁ σοφὸς δηλονότι Κύριλλος, ἐν μέν τοι τοῖς πλείοσι τῶν ἑπ τοῦ τούτων ῥητῶν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ κατὰ τὸν μακαρίτην Επιφάνιον καταγγέλλει τρανές ὑπάρχειν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ὅσοις δ' εὑρίσκεται λέγων ἐκ τοῦ Υἱοῦ πάλιν τὸ φυσικῶς ἐκεῖσε προς θησιν· οὔτε δὲ φαίνεται τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶ; δογματίζων ἐκ τοῦ Υἱοῦ δίχα τοῦ φυσικῶς, και τῆς οὐσίας αὐτοῦ, καθάπερ είρηται, τοῦτο θεολογ τοῖς τῶν τοιούτων ῥητῶν πλείοσιν. Ἴσμεν δὲ πάντες τῆς αὐτῆς οὐσίας καὶ φύσεως ἀπαραλλάκτως ἂν τὸ Πνεῦμα τὸ ἅγιον τῷ Υἱῷ, καὶ τοῦτο καθολικών
col. 1169–1170page 70 of 121
PG 141:1169δόγμα περιφανῶς τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παραδεδομένον ἀνέκαθεν. Οὐκοῦν ὅτι τῆς αὐτῆς οὐσίας καὶ φύσεως ἀπαραλλάκτως κατὰ κοινὴν ὁμολογίαν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ Μονογενεῖ, τουτέστιν ἀληθῶς ὁμοούσιον αὐτὸ τούτῳ καὶ ὁμοφυές· διὰ τοῦτο Κύ ριλλος ὁ τὰ θεῖα πολὺς τοῖς μὲν πλείοσιν ὧδε ῥητοῖς μετ' Επιφανίου τοῦ τὸν βίον ἐπιφανοῦς, ἐκ τῆς ούτ σίας τοῦ Υἱοῦ, κακ τοῦ Υἱοῦ δ᾽ ἐνίοις οίκοθεν φυσι κῶς ἀνεκήρυξεν, αὐτὴν τοῦ παναγίου Πνεύματος θείαν ὕπαρξιν ἐκ τοῦ Υἱοῦ τούτοις δηλῶν, ἀλλὰ τὸ πάντα πρὸς αὐτὸν σημαίνων ομοφυὲς τούτου καὶ ὁμοούσιον. Οὗτοι μὲν προβαλλόμενοι κἀνταῦθα τὸ πρόχειρον εἰς ἀφορμὴν ἀντιλογίας αὐτοῖς ὁμοούσιον πανταχοῦ, καὶ τοῦτο βούλεσθαι τὰς ἡμῖν ἄνωθεν προτεθείσας ἱερὰς ῥήσεις ολοσχερῶς κατασκευάζειν ἐθέλοντες, περὶ οὗτινος ἐν τῷ προτέρῳ συντάγματι 13 κἐν τῷ παρόντι διαλαβὼν καθυπεσχόμην εἰπεῖν ἀρτίως δὲ κατὰ δύναμιν ἐκπληρωτής φανοῦμαι τῆς ἐπ' ἀμφοῖν τοιαύτης ἐμῆς ὑποσχέσεως, οἷα δὴ τὴν γνῶσιν εὔκολοι, καὶ τὰς φρένας σαθροὶ, ῥᾷστα τὰ σαθρά κατ' ἔννοιαν ταῦτα προτείνουσι, τῷ ὁμοουσίῳ προσεπιπλέκοντες τὸ ὁμοφυές· ὅπερ ταυτὸν ὡς τοῖς πᾶσι σαφὲς ἐκείνῳ καθέστηκεν. Ἐγὼ δέ γε τὸ μὲν ὁμοφυὲς εἶναι καὶ ὁμοούσιον τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον οἶδα τῶν ἱερῶν λογίων, πρὸς δὲ καὶ τῆς ἐνα σπαρείση; ἡμῖν γνώσεως θείθεν ἐκδιδαχθείς· ὅτι δὲ τοῦτο τῶν διαληφθεισῶν ῥήσεων ἐστιν ἡ διάνοια παντελῶς οὐκ ἔχω καταμαθεῖν, οὔτ᾽ ἀπ' αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, οὔτε μὴν πολλάκις παρ' ἐμαυτῷ λογιζόμενος. Οὕτω γὰρ καὶ ὅταν ἀκούωμεν τῶν ἁγίων ἐκ τῆς τοῦ Πατρὸς οὐσίας καὶ φύσεως τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τελεῖν, ἐν ταῖς πονηθείσαις αὐτοῖς ὑπαγορευόντων γραφαῖς, ὀφείλομεν κἀκεῖ τὸ τούτων ὁμοφυὲς πρὸς τὸν Πατέρα καὶ ὁμοούσιον ἐκε καμβάνειν, οὐ τὴν ἀναμφισβήτητον παρὰ πᾶσιν ἐκ τοῦ Πατρὸς θείαν αὐτῶν ὕπαρξιν. Καὶ ποῦ τοῦτο κἂν ὅλως νοήματος ὑγιοῦς, ἵνα μὴ Χριστιανοῦ λέγω φρονήμα το;; Τίνες δὲ τῶν ἁγίων, οἱ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα φάσκοντες ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως εἶναι τῆς τοῦ Πατρός; Καὶ τούτου; ἐρῶ, τάς καθέκαστον χρήσ σεις αὐτῶν προσηκόντως διεξελθὼν ἄνευ τῆς οἰασοῦν ὑπερθέσεως. Μάνθανε τὰ πρῶτα περὶ τοῦ μονογενοῦς. Ὁ μὲν τὰ θεῖα πολὺς ᾿Αθανάσιος ἐν τῇ γενο μένῃ παρ' αὐτοῦ πρὸς τὸν ᾿Αρειον διαλέξει φησίν Οὐκοῦν ὁ Θεὸς λέγων πρὸς τὸν ἴδιον Υιόν διὰ τοῦ προφήτου, ο Εκ γαστρὸς πρὸ ἑωσφόρου. ἐγέννησά σε, ν σημαίνει τὴν ἐκ πατρικῆς οὐσίας γέννησιν τοῦ Υἱοῦ. Καὶ μετ' ὀλίγα· Δι' οὐδὲν ἕτερον γαστέρα ὀνομάζει, ἢ ἵνα παραστήσῃ αὐ τὸν τὸν Υἱόν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεγεννῆσθαι. Καὶ μετὰ βραχέα· Τὸν οὖν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθέντα μανθάν νομεν. Οὗτος ἐν τῇ ἐπιστολῇ τῇ ἀπὸ τῆς συνόδου τῆς ἐν Ἱεροσολύμοις πρὸς τὴν κατ' ᾿Αλεξάνδρειαν Ἐκκλησίαν· Οἱ γὰρ τὴν 'Αρειανὴν αἵρεσιν ἀναθεματίσαντες, λέγει, γινώσκοντές εἰσι μὴ κτίσμα, ἀλλ' ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν λόγον.
col. 1171–1172page 71 of 121
PG 141:1171Ετέρωσ: πάλιν· Οὐκ ἔξωθέν τις ἐστιν εὑρεθεῖσα ἡ τοῦ Υἱοῦ οὐσία, οὐδὲ ἐκ μὴ ὄντων επεισήχθη, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἔξυ, ὡς τοῦ φω τὰς τὸ ἀπαύγασμα, καὶ ὡς ὕδατος ατμίς. Καὶ ταῦτα μὲν ὁ θειότατος περὶ τοῦ Μονογενούς ᾿Αθανά σ:ος. Ὁ δὲ μέγας Βασίλειος φησιν ἔν τινι τῶν αὐτοῦ λόγων· Ἐκ τοῦ Πατρὸς ὁ Υἱός, οὐ προστάγματι ποιηθεὶς, ἀλλ' ἐκ τῆς φύσεως γεννηθείς. Τούτοις φθέγγεται συνωδὲ καὶ Κύριλλος ὁ τὴν δογματικὴν ἐπιστήμην θαυμάσιος ἐν μὲν τῷ τρίτῳ τῶν πρὸς Ερμείαν, Πῶς οὐ παντελῶς ἀταλαίπωρον ἰδεῖν ὅτι Θεὸς ἀληθῶς, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὶς οὐσίας ἐκπέφυκεν ὁ Υἱὸς, εἴπερ ἐστὶν ὡς θείς, καὶ οὐχ ἕτερόν τι κατοικοῦν ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ; Πάλιν δ' ἐν ἑνὶ τῶν κεφαλαίων τῶν περὶ τῆς τοῦ Μονογενοῦς ἀϊδιότητος· "Ην ἄρα τῷ γεννήσαντι συναΐδιος ὁ Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς τῆς πρώτης αἰτίας ἀναβλύζων. Καὶ ἐν ἄλλῳ τῶν αὐτῶν Ὁ μὲν γὰρ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθὼν Πατέρα εὐθὺς ἔδειξε τὸν γεννήσαντα. Καὶ ἐν ἑτέρω σαφῶς· Ὥσπερ ὁ Πατήρ άναρχος, οὕτω καὶ ὁ ἐκ τῆς ουσίας αὐτοῦ προελθὼν Λόγος ἄναρχος. Καὶ ἐν ἄλλῳ πάλιν· Ὥσπερ τὸ Πνεύμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομένει περὶ τὴν οὐσίαν, διαφόρους ἐκπέμπων τοὺς ἐν τοῖς χαρίσμασι τρόπους, οὕτω καὶ τὴν γεννητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὖ φρονούντων ἀδικεῖσθαι φήσειεν, ἢ μερισμὶν ἢ ἀπόῤῥοιάν τινα παθεῖν, ἕνα καὶ μόνον ἐξ ἑαυτῆς ἐκλάμψασαν Υϊόν. Καὶ καθ' ἕτερον τῶν τοιούτων κεφαλαίων· Σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισι. Καὶ ἐν ἄλλῳ· Ποῖον γὰρ πάθος περὶ τὴν ἥλιον ὁρᾶται γενόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμές, ὅταν έχε πέμπῃ τὸν ἐξ αὐτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, εκπέμπει δὲ τὰ ἐξ αὐτῶν ἀπαθῶς, οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητής τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πολλὰ τοιαῦτα θεολογῶν ἐκδιδάσκει Κύριλλος ο σεπτός, & πάντα σχεδόν σὺν τούτοις ἐν τῇ προπονη θείσῃ μοι συντάξει διέλαβον, οἷα κἀκεῖ συντελοῦντα, πλὴν κατά τινας λόγους λοιπούς· ἐνταῦθα δὲ διὰ τῶν παρόντων, καὶ δι᾽ ὧν προδεδηλώκαμεν τοῦ θείου Πατρός Αθανασίου, καὶ τοῦ μεγάλου Βασιλείου ῥητῶν ἀρκούντως τὸ ἕτερον τῶν δυοῖν ζητημάτων νῦν παρεστήσαμεν. τὴ 13. ιγ΄. Ἀπάρτι λείπεται παραθέσθαι καὶ τὰς περί τοῦ προσκυνητοῦ Πνεύματος τῶν ἁγίων φωνάς, ὅσαι δηλαδὴ τοῦτο τρανῶς ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως τοῦ Πατρὸς ὑπάρχειν κηρύττουσιν, ὅπως ἐντελῶς ὁ λόγος ἡμῖν τῆς διασκέψεως ἔχοι προβὰς, καὶ μὴ σκάζοι στερούμενος τῶν ὑπεσχημένων ἑνός. Καὶ τη λεκτέον καταρχὰς τὴν ῥῆσιν τοῦ θαυματουργού Γετ γορίου τοῦ τὸ πᾶν διαβνήτου τοῖς πέρασιν, ἷς κάν τῇ προτέρᾳ τῆς νῦν πραγματεία καθ᾿ ἕτερον ἐμνή σθην σκοπόν. Ἡ δὲ ῥῆσις, ὡς ἂν καὶ ταύτην γέν νηταί μοι διαλαβεῖν τάχιον, ἐν τῷ λόγῳ τῆς αὐτοῦ κατά μέρος πίστεως κειμένη φησίν· Ομολογούμεν ὁμοούσιον τῷ Πατρὶ εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τουτέστι μίαν θεότητα φυσικῶς, ἀγεν νήτου μὲν ὄντος τοῦ Πατρὸς, γεννηθέντος δὲ τοῦ Υἱοῦ ἐκ Πατρὸς, τοῦ τε Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς δι' Υἱοῦ ἀϊδίως ἐκπεμφθέντες.
col. 1173–1174page 72 of 121
PG 141:1173Καὶ τοῦτο μὲν ὁ τῶν θείων ἀποκαλύψεων οὗτος ύφη γητής. Καὶ Κύριλλος δὲ μεθ᾽ ὕστερον ὁ μύστης του Πνεύματος ἐν ἑνὶ τῶν κεφαλαίων τοῦ δευτέρου τῶν Θησαυρῶν ταῦτα διαγορεύει τρανῶ;· Οὐ διώρισται τὸ Πνεῦμα τῆς θείας οὐσίας, ἀλλ' ἐξ αὐτῆς φυ σικῶς ἐκπεμπόμενον, ὅλην ἔχει τοῦ Πατρὸς καὶ Υἱοῦ τὴν ἐνέργειαν. Καὶ πάλιν ἐν ἄλλῳ φησίν Ὁ ἀνὴρ ἔχων ἐν ἑαυτῷ τὸ Πνεῦμα τὸ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἰκὼν ἐκλήθη καὶ δόξα Θεοῦ καὶ ἐν ἑτέρῳ· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστιν ἐκ τῆς Θείας ουσίας φυσικῶς ἐκπεμπόμενον. Καὶ ἀλλα τοῦ· Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ φυσικώς. Προσέτι καθ᾿ ἕτερον τῶν τοιούτων κεφαλαίων τῶν Θησαυρῶν· Ἀλλὰ μενεῖ μὲν αὐτῷ κυρίως τὸ ἐξ οἶ, διὰ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός. Ἰδοὺ παρήγαγον καὶ τὰς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, κἐκ τοῦ Πατρὸς ὑπάρχειν φυσικῶς προσμαρτυρούσας τῶν χρήσεων ταῖς πρότερον συν τάξας αὐτὰς, αἵτινες διαρρήδην τὸν Υἱὸν ἐκ τῆς οὐ σίας τοῦ Πατρὸς εἶναι, κακ τοῦ Πατρὸς καταγγέλλουσι φυσικῶς. Ἐκ τούτων δὲ, τῶν καὶ πρὸς ἀμφό τερα λέγω, πασῶν ὁ σύνεσιν ἔχων ἀκροατής διαγνώσεται καὶ τὰς ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, κακ τοῦ Υἱοῦ τυγχάνειν φυσικῶς διαγορευούσας φωνάς, ὅτι τὴν ὕπαρξιν δηλοῦσι τοῦ Πνεύματος. Εἰ γὰρ αὗται τῆς ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματ τῆς ἀδιστάκτως σημαντικαί, καὶ τοῦτο συνομολο γοῦτί μοι προφανώς ἅπαντες, καὶ οὐδεὶς ὁ κατά τι ποσῶς πειρώμενος ἀντειπεῖν, πάντως σημαντικαὶ κἀκεῖναι τῆς ὑπάρξεως τοῦ θείου καὶ προσκυνητού Πνεύματος. Η τίς ποτε νοεῖσθαι δοκεῖ, καὶ τίνος ἡ αποκλήρωσις τοῦ τὰ; μὲν τὴν ὕπαρξιν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὅπερ καὶ βέβαιον, παριστᾷν, τὰς δὲ πρὸς ἀλήθειαν ἄλλο τι καὶ μὴ τὴν ὕπαρξιν τοῦ ζωο ποιοῦ Πνεύματος; Φραζόντων ἡμῖν οἱ φθέγγεσθαι τὰ πάντα ῥᾴδιος καὶ ταχεῖς τόν τε διορισμόν, ὡς ἔφην, καὶ τὸν αὐτὰς ἀποτάξαντα, κἀπὶ τούτοις μετ' αἰδοῦς συσταλέντες ἡμεῖς τέλεον, καθάπερ εἰκός, πωπήσομεν. Ἕως δ' ἂν μὴ τῶν τοιούτων ἔχωσι λέγειν μηδὲν μᾶλλον αὐτοὶ πεδήσαντες τὰς γλώσσας, σιγάτωσαν. Δήλον καὶ γὰρ ὅτι καθ᾽ ἐν λόγον ἐκλαμβάνεσθαι ταύτας χρεών, κατὰ τοῦτον ἐκδέχεσθαι κάτ κείνας προσφυές και κατάλληλον, διὰ τὸ καὶ τὰς ἑκατέρας ταῖς αὐταῖς χρήσθαι φωναῖς τῆς τῶν προσώπων διαφορᾶς καὶ μόνης ἀπάνευθεν. απ' ἐπεὶ διὰ τούτων ἡ τοῦ Υἱοῦ δηλοῦται καὶ τοῦ Πνεύματος ἀναντιῤῥήτως ὕπαρξις ἐκ Πατρὸς, καὶ δι' ἐκείνων ἡ τοῦ προσκυνητοῦ καὶ θείου Πνεύματος ἐκ τοῦ Υἱοῦ σημαίνεται πάντως ὕπαρξις. δ. Πρὸς τούτοις εἰ λέγουσι καὶ ἔτι διὰ τὸ τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν ὁμοούσιον καὶ ὁμοφυὲς ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως τοῦ Μονογενοῦς εἰρή αα:, καὶ οὐ δι' ἕτερον τὸ Πνεῦμα τὸ ἅγιον παρ' ἡμῶν ἀκουέτωσαν ὅτι κατὰ τὴν αὐτοῖς νοουμένην ἁπλῶ; ὁμοφυΐαν καὶ ὁμοουσιότητα και ὁμοούσιός ἐστι τῷ Πνεύματι καὶ ὁμοφυής, ὥσπερ ἄρα τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπειδὴ τοίνυν καὶ ὁ Υἱὸς ὁμοούσιος ἐστι τῷ Πνεύματι καὶ ὁμοφυής (έλω; γὰρ ἐνταῦθα παρίημι περὶ τοῦ Πατρὸς ἐξ τάζειν, μὴ καὶ περιττὸς δόξαιμι), πῶς οὐκ ἐῤῥέθη τινὶ τῶν ἁγίων καὶ ὁ Υἱὸς ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας τοῦ Πνεύματος; Πάντως εἰ διὰ τοῦ Πνεύμα
col. 1175–1176page 73 of 121
PG 141:1175τις πρὸς τὸν Υἱὸν ἐμούσιον καὶ ὁμοφυὲς ἐκ τῆς οὐσία: καὶ τῆς φύσεως ελέχθη τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἔδει τινὰ τῶν Πατέρων κατ' αὐτὸ τοῦτα καὶ τὸν Υἱὸν ἐκ τῆς φύσεως εἰπεῖν καὶ τῆς οὐσίας τοῦ Πνεύματος· ὅτι καὶ ὁ Υἱὸς ὁμοούσιος ἐστι τῷ Πνεύματι καὶ ὁμοφυής. Νῦν δὲ τοῦτον οὐδεὶς ἐφθέγξατο τῶν θεηγόρων ἀνδρῶν ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας τοῦ Πνεύματος, καίπερ ὁμοούσιον ὄντα τῷ Πνεύματι καὶ ὁμοφυῆ. Λοιπὸν οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας εἴρηται τοῦ Υἱοῦ καὶ τῆς φύ σεως, καθότιπερ ὁμοφυὲς τοῦτο καὶ ὁμοούσιόν ἐστι αὐτῷ. ιεʹ. Καὶ μή μοί τις τῶν θρασέων ἀπερεύγεσθαι τὰ πάντα καὶ τολμηρῶν, ἐθέλων τὸ τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν ὁμοούσιον καὶ ὁμοφυὲς κατασκευάζειν παραίτιον τοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσία; καὶ τῆς φύσεως διὰ τῶν ῥητῶν τούτων λέγεσθαι τοῦ Υἱοῦ, δεικνύειν οἴκοθεν ἀδεῶς ἐπιχειρείτω καὶ τὸν Υἱὸν ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας τοῦ Πνεύ ματος, Τί κωλύει, διατεινόμενος, τὸν τῆς αὐτῆς οὐσίας καὶ φύσεως τῷ Πνεύματι Λόγον ἐκ τῆς τοῦ Πνεύμα της ουσίας καὶ φύσεως λέγειν αὐτόν; ὅπερ ἀκηκού τινος τῶν τοιούτων καὶ ἄλλοτε προπετῶ: φάσκοντος. "Ινα γὰρ το αποτοῦδε τὴν ἀπὸ τῶν ἔξωθεν παραλιπόντες ἰσχὺν αὐτῶν τῶν ἀνθισταμένων τὸν νοῦν αὐτόθεν ἐλέγξωμεν, ἄλλο τὸ τῆς αὐτῆς οὐσίας καὶ φύσεώς τι τυγχάνειν τινί, τουτέστι τὸ ὁμοούσιον καὶ ὁμοφυές, καὶ ἄλλο τὸ ἐκ τῆς οὐσίας εἶναι τι είνος καὶ τῆς φύσεως φυτικῶς. Τὸ μὲν γὰρ ὁμοφυὲς καὶ ὁμοούσιον ἐπιπλέον ἐστὶ, τὸ δὲ ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως τοὐναντίον ἐπ᾿ ἔλαττον. Διὸ καὶ τοῦτο μὲν συνεισφέρει κατὰ τοὺς περὶ τὰ τοιαῦτα δεινούς, ἐκεῖνο δὲ, καθώς φασι φιλοσοφοῦντες οἱ αὐτοί, συνεισφέρεται. Πάλιν συναναιρεῖ τὸ ὁμοούσιον και ὁμοφυές, συναναιρεῖτα: δὲ τὸ ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως. Οπως δὲ ταῦτα, πάρεστι νῦν τῷ βουλομένῳ μαθεῖν, ἐπισκεψαμένῳ πρὸς ἀκρίβειαν αὐτῶν ἔκαστον. Μὴ ὄντος γὰρ τοῦ ὁμοουσίου καὶ ὁμοφυοῦς, οὐδὲ τὸ ἐκ τῆς οὐσίας ἐστὶ καὶ τῆς φύσεως· τούτου δὲ μὴ ὄντος ἔν τισιν ἀληθῶς, ἐκεῖνό ποτε τυγχάνειν ἐνδέχεται. Καὶ εἴ τι μέν ἐστιν ἐκ τῆς φύσεως καὶ τῆς οὐσία; τινὸς φυσικῶς, ἀνάγκη καὶ ὁμοφυὲς αὐτῷ τοῦτο καὶ ὁμοούσιον· εἴ τι δὲ πάλιν ὑμνούτιον ὑπάρχει τινί καὶ ὁμοφυές, οὐκ ἀνάγκη τοῦτο τελεῖν ἐκ τῆς οὐσία; αὐτοῦ καὶ τῆς φύσεως. Ἐκ τῆς οὐσίας γοῦν καὶ τῆς Ο φύσεως τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὄν, ἐξ ἀνάγκης αὐτῷ τοῦτο καὶ ὁμοφυὲς ὑπάρχει καὶ ὁμοούσιον. Ο δὲ Υἱὸς ὁμοούσιος ὢν τῷ Πνεύματι καὶ ὁμοφυής, οὐκέτι κἀκ τῆς φύσεως αὐτοῦ καὶ τῆς ουσίας καθέστηκεν. Εἰ δὲ μὴ συμβήσεται καὶ τὸν Πατέρα τὴν ἀρχικωτάτην ἀρχὴν ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως εἶναι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ἐπείπερ ὁμοούσιος αὐτοῖς ἐστι καὶ ὁμοφυὴς, τούτου δὲ πάν τω; τί γένοιτ' ἂν χεῖρον καὶ ατοπώτερον; Αλ φανερὸν ὡς ὁμοούσιος ἐστιν ὁ Πατὴρ τῷ 1 και τῷ Πνεύματι, καὶ ὁμοφυής· ὅτι κέκτηται τὸν Γέν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας ἑαυτοῦ καὶ τῆς φύσεως. Ο δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ομοφυὴ καὶ ὁμοούσια τῷ Πατρὶ, διὰ τὸ ἐκ τῆς
col. 1177–1178page 74 of 121
PG 141:1177εὐσίας καὶ ἀμφότερα καθεστάναι τοῦ Πατρὸς καὶ τῆς φύσεως. Καὶ ἐνταῦθα τοιγαροῦν ὡσαύτως φημὶ καπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ο Υιός ὁμοούσ σιός ἐστι τῷ θείῳ Πνεύματι καὶ ὁμοφυής, ὅτι περ ἐκ τῆς οὐσίας ἑαυτοῦ καὶ τῆς φύσεως τοῦτο κέκτηται. Τὸ Πνεῦμα δ' αὖ ὁμοούσιον τῷ Υἱῷ καὶ ὁμοφυὲς διὰ τὰ ἐκ τῆς οὐσίας αὐτοῦ τελεῖν καὶ τῆς φύσεως. οὕτω γὰρ ὄντως τὸ μὲν ὁμοούσιον ἔσται καὶ ὁμοφυές τῷ ἐκ τῆς φύσεως παντὶ καὶ οὐσίας ὡς καθολικώτερον, εἴ με χρὴ τέως ἐπαναλαβεῖν τὸν λόγον, καὶ νῦν ἐνθάδε βραχὺ τοῖς τοιούτοις εγκαρτερήσαντα τινὶ δ᾽ αὖθις ὁμοουσίῳ γε πάντως καὶ ὁμοφυεῖ τὸ ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας ὡς μερικώτερον. Τοῦτον δὲ τὸν τρόπον καὶ τῶν ἄλλων ἕκαστον ἀκολουθήσειεν ἄν, ὧνπερ ἄνωθεν ἐπιμνησθέντες κατὰ μέρος ἠριθμησάμεθα. ις'. Καὶ ταῦτα μὲν εἰς τὴν θεωρίαν ἐπισκεψόμεθα κατὰ τὰ στοιχεῖα τῆς λογικῆς ἐπιστήμης, καὶ τὴν παράδοσιν, ὡς φησὶν ὁ Ἀπόστολος, τὴν ἀνθρώπων, καὶ οὐ κατὰ Χριστόν. Εἰ δὲ τὰ περὶ τούτων ὑψηλότερον, ὡς τοῖς τοιούτοις εἰκὸς, ὄντως καὶ τῆς θεα γικῆς Τριάδος τῆς ὑπερφυοῦς καὶ ὑπερουσίου κατά τὸ δυνατὸν ἐπαξίως ζητήσομεν, ὁ λόγος τοῦ κατ' αὐτ τὴν ὁμοουσίου καὶ ὁμοφυοῦς ἔτερο; παρὰ τοῖς εὐσε θέσιν ἡμῖν. Καὶ τούτου γε διδάσκαλος ἀκριβῆς ὁ τὰ θεῖα πολὺς καὶ μέγιστος τὴν σοφίαν Βασίλειος, ὅστις ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Λόγου τὸ ὁμοούσιον αὐτὸ καὶ μόνον εἰς ἐξέτασιν προτιθεὶς ἐν τῇ γραφείσῃ πρὸς τὰς κανονικὰς ἐπιστολῇ περὶ τούτου ῥητῶς οὕτω διέξεισιν· Ἐπεὶ γοῦν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὶν δὲ φῶς ὁ Υἱὸς, φῶς δὲ καὶ φῶς ἑκάτερον, ὁμοούσιον εἴποιον ἂν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινές ὑπειλήφασιν, 142 ὅταν καὶ τὸ αἴτιον, καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ταιρζιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται. Προσέσχες, ὁ ἀκροώ με νας, πῶς τὸ ὁμοούσιον, ὅπερ τῷ ὁμοφυεί πάντως ταυ τὸν, ὁ θεῖος Πατὴρ οὗτος ἡρμήνευσεν; Τούτῳ καὶ Κύριλλος ὁ θεηγόρος ὅσα γε καὶ μυσταγωγῷ χρησάμενος ἐν τῷ πρώτῳ τῶν πρὸς Ερμείον φησίν • Ομο νύσιος γὰρ εἶπε, ἐστὶν ἀληθῶς ὁ Υἱὸς τῷ Πατρὶ, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν καὶ οὐσιω ῶς ἐστιν. Ὥστε κατ' αὐτὸ τοῦτο καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοφυῆ καὶ ὁμοούσια σὺν ἀλλήλοις εἰσὶν, ὅτι τὸ ἕτερον τυγχάνον αἰτιατὸν ἐκ τοῦ ἑτέρου, λείπεται δὲ τοῦτο τελεῖν αἴτιον, ἔχει τὴν ὕπαρξιν. Τούτου δὲ διομολογηθέντος, οὐ δεῖ κἀντεῦθεν σκοπεῖν ποῖον αὐτῶν ἐκ ποίου μάλιστα τὸ εἶναι πλουτεῖ. Δῆλον καὶ γὰρ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ κατὰ τὰς προεκτεθείσας μαρτυρίας καθέστηκεν. Εἴτε γοῦν οὕτως ἐπὶ τῆς θεαρχικῆς Τριάδος τὸ ὁμοού σον ἔχει καὶ ὁμοφυές, ὡς ὁ σοφὸς καὶ μέγας Βασί λειος τοῖς πιστοῖς τὰ περὶ τούτου διατρανών παραδίδωσιν, εἴτε μὴν κακείνως φημὶ κατ' ἐπιστήμην τὴν λογικὴν, περὶ οὗ καὶ ἀποχρώντως ἄνωθεν ἡμῖν διηυκρίνηται· φανερὸν ὡς οὐ διὰ τὸ τοῦ Πνεύματος προς τὸν Υἱὸν ὁμοούσιον καὶ ὁμοφυὲς εἴρηται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς τοῦ Μονογενοῦς ουσίας τε καὶ τῆς
col. 1179–1180page 75 of 121
PG 141:1179φύσεως. Διὰ δὲ τὸ ἐκ τῆς οὐσίας τε καὶ τῆς φύσεωςεἶναι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ, διὰ τοῦτο καὶ μάλιστα τυγχάνειν ὁμοφυὲς καὶ ὁμοούσιον αὐτὸ λέω γεται. Καὶ τοῦτο παριστάνουσιν ἐπὶ τοῦ Υἱοῦ δι' ο κείων ῥητῶν ὅ τε Βασίλειος ὁ πολὺς τὰ θεῖα καὶ ὁ κλεινός Κύριλλος, ὧν ἀμφοτέρων ὁ μὲν ἔν τινι τῶν λόγων αὐτοῦ, καὶ τὸν λόγον φθάσαντες ἄνω προδεδηλώκαμεν, οὕτω φησίν· Οὐ γὰρ ἀδελφὰ λέγομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἀλλὰ Πατέρα καὶ Μέν όμολογοῦμεν. Τὸ δὲ τῆς οὐσίας ταυτίν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐ προστάγματι ποιηθεὶς, ἀλλ' ἐκ τῆς φύσεως γεννηθείς. Ο σοφώτατος Κύριλλος ἐν μὲν τῷ τρίτῳ τῶν πρὸς Ερμείον· Τὸ απείργον οὖν ἄρα παντελῶς οὐδὲν οἶ: σθαί τε καὶ φρονεῖν ἀληθῶς, ὡς ἐπείπερ ἡμῖν ἐξ αὐτῆς ἀνέου τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱές, οὐχ ἕτερος ἂν νουῖτο παρ' αὐτὸν ὑπάρχειν ἴσ εἰς ταυτότητα φυσικήν· εἰς δὲ τὸ ῥητὸν, ὅτι Και ταβέβηκα ἐκ τοῦ οὐρανοῦ, λέγει τρανότατα· Τ γὰρ ἐκ τοῦ Πατρὸς γεγενήσθαι τὸν Υἱὸν ἀναγ κάσει δὴ πάντως καὶ εὐχ ἐκέντας ἡμᾶς ἀπε. δοῦναι τὸ ὁμοούσιον αὐτῷ. Σκόπει, πᾶς ὁ τῶν ἐνθάδε λεγομένων εξεταστής, ὅτι τὸ ἐκ Πατρός ὑπάρχειν τὸν Υἱὸν κατ᾽ οὐσίαν και φυσικώς αίτι, τοῦ ὁμοφυῇ τοῦτον αὐτῷ καὶ ὁμοούσιον εἶναι τιθέασιν οὗτο: τῶν ὀρθῶν δογμάτων οἱ κήρυκες· οὐκ ἀντι στρόφως μέντοι γε τὸ ὁμοούσιον καὶ ὁμοφυὲς τοῦ κατὰ φύσιν καὶ οὐσιωδῶς τυγχάνειν ἐκ Πατρός αι. τιον. Κατὰ τούτους δὴ τοὺς λόγους, ἐπεὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας ἐστὶ καὶ τῆς φύσεως τοῦ Μονογενοῦς, ἀναγκαίως ἀποδίδοται πάντη τῷ προσκυνητῷ Πνεύματι τὸ τῆς πρὸς τὸν Υἱὸν οὐσίας ταυτὸν καὶ τῆς φύσεως, οὐκ ἐκεῖνο δηλαδὴ τὸ ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως εἶναι τῆς τοῦ Μονογενούς διὰ τὸ τυγχάνειν ὁμοούσιον τούτῳ καὶ ὁμοφυές, ὥς τινες τῶν νῦν λέγουσιν. Ἀλλὰ τὸ μὲν τῶν ἀνθισταμένων σοφὸν τοῦτο πρόβλημα πολλαχόθεν καταβληθὲν οὕτως ἰσχυρῶς ἀνατέτραπται, καὶ ὡς οὐκ ἄν τις αὐτῶν τούτων οὐδαμῶς ἤλπισεν. ιζ. Ἕτερον δὲ παρὰ τοιούτων ἄντικρυς λογισμών κατὰ σθένος οὐ πολὺ τοῦ ῥηθέντος λειπόμενον. Καὶ διὰ τί μὴ τὸ Πνεῦμα, φασί, τὸ ἅγιον ἐκ τῆς ὑπου στάσεως τοῦ Μονογενοῦς, ἐκ δὲ τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως, οἱ διαληφθέντες Πατέρες εἰρήκεσαν; Πρὸς οὓς ἔστιν εἰπεῖν, πρῶτα μὲν ὡ;, εἰ δ. τοῦτο παρὰ τῶν δηλωθέντων ἐνταυθοί θεοπνεύστων μεγάλων ἀνδρῶν οὐκ ἐκ τῆς ὑποστάσεως ελέχθη τοῦ Γιοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ δὲ τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως, διότι μὴ τὴν ὕπαρξιν καὶ ἐξ Υἱοῦ τοῦτο κέκτηται καθ' ὑμᾶς, ὥρα λοιπὸν καὶ τὸν μέσ γαν ᾿Αθανάσιον μηκέτι προσέχεσθαι, μηδ' ἐν ἐκεί. νοι; μηδαμῶς περὶ τῆς ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὸν λόγον ποιεῖν, ἐν οἷς ευρίσκεται γρά φων τὴν τοῦ Πατρὸς οὐσίαν τελεῖν αἰτίαν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Οὗτος γὰρ κατὰ τὴν πρὸς Ορθόδοξον ἐξ ᾿Ανομοίου τινὸς πονηθεῖσαν αὐτῷ διά λεξιν ῥητῶς ταῦτα διέξεισιν· Οὐ γὰρ τὸ μὴ γεν νῆσθαι τὸν Θεὸν τῶν οὐσιῶν αἴτιον, ἀλλ' ἡ οὐσία τῶν οὐσιῶν αἰτία. Τὴν οὐσίαν φησὶν αἰτίαν, οὐ τὴν ὑπόστασιν. Οὐσίαν δὲ τὴν πατρικὴν πάντως εἰπὼν, οὐκ ἀνυπόστατον ταύτην ἐνόησε. Καὶ δῆλον
col. 1181–1182page 76 of 121
PG 141:1181ἐξ ὧν ἐν τῇ ἀπὸ τῆς συνόδου τῆς εἰς Ἱεροσόλυμα γε τιμένης πρὸς τὴν κατ' Αλεξάνδρειαν Ἐκκλησίαν ἐπιστολῇ διαλαμβάνων περὶ τῆς ἐκ Πατρὸς ὑπάρξεως τοῦ Υἱοῦ μόνου μετὰ πολλὰ λέγει σαφῶς οὕτως δ μέγιστος αὐτὸς ᾿Αθανάσιος, καὶ τὴν οὐσίαν τοῦ Πατρὸς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν εἶναι τοῦ γιου. Κανταῦθα γὰρ οὐσίαν πριν φάμενος κατὰ τά γος ἐπήγαγε τοῦ Πατρός. Σημαίνει δὲ πρὸς ἀλήθειαν τὸ Πατὴρ μίαν τῶν θεαρχικῶν ὑποστάσεων, τὴν μήτε δηλαδὴ κεκτημένην ἑαυτῆς μηδόλως ἀρχὴν, καὶ αἰτίαν τινά, καὶ ταύτην αὐτὴν ἀϊδίως ἀρχὴν καὶ αἰτίαν τῶν λοιπῶν δύο τυγχάνουσαν. Μὴ διαδράση δὲ κἀκεῖνο τέλεον τὸν ἀκροατὴν κείμενον ἐν τῷ μεταξύ τῆς ἐκτεθείσης πρὶν ῥήσεως, ὅτι περ ἡ οὐσία· τῶν οὐσιῶν αἰτία. Καὶ γὰρ αἰτίαν ἀποφηνάμενος τὴν οὐσίαν, οὐ τὴν ὑπόστασιν, ὁ σοφὸς οὗτος Πατήρ, πάλιν τῶν οὐσιῶν, οὐ τῶν ὑποστάσεων εἶπεν, οὐδὲ γοῦν ὅλως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὁ δῆτα καὶ τῆς αὐτῆς ἐχόμενον ἐννοίας ἐστὶν, ἐπειδὴ μηδὲ ταύ της ἐνυποστάτους ἐνόησε. Καὶ τούτων ὑποδείγματα λίαν σαφή, μὴ δεόμενά τινος ἐξηγήσεως, οὗτος αὐτὸς ὁ τῆς ἀθανασίας ἐπώνυμος καὶ τὰ θεῖα πολὺς ἔν τινι τῶν αὐτοῦ λέγων περὶ τοῦ Μονογενούς οὕτω διέξεισιν· Οὐκ ἂν εἴη ὁ αὐτὸς Υἱὸς καὶ κτίσμα, ἵνα μὴ καὶ ἐκ τοῦ Θεοῦ, καὶ ἔξωθεν τοῦ Θεοῦ ἡ ούσα αὐτοῦ νομίζηται. Τὸν Υἱὸν ἀρτίως αὐτὸν ποιούμενος ὁ μέγας σκοπὸν, τὴν οὐσίαν αὐτοῦ φαί νεται λέγων, οὐ τὴν ὑπόστασιν. Περὶ δέ γε τοῦ προσκυνητοῦ Πνεύματος ὁ θεῖος Βασίλειος ἐν τῷ έστω αιδεκάτῳ τῶν πρὸς τὸν ἱερὸν Ἀμφιλόχιον ( κεφαλαίων εἰπὼν, ὅτι Προῆλθεν ἐκ τοῦ Θεοῦ οὐ γεννητῶς ὡς ὁ Υἱός, ἀλλ' ὡς Πνεῦμα στόματος αὐτοῦ, τὴν τοιαύτην δὲ χρήσιν προφθάσαντες πολλάκις εἰρήκαμεν, τούτοις παρευθὺς ἐπιφέρων φησίν· Οὔτε πνοὴ λυομένη τὸ Πνεῦμα, ἀλλὰ καὶ στόμα θεοπρεπῶς, καὶ τὸ Πνεῦμα οὐσία ζωῆς ἁγιασμοῦ κυρία. Τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ μὴ λυομένην πνοὴν οὗτος ὁ τῶν ὀρθῶν δογμάτων διο δάσκαλος μυσταγωγήσας ἡμᾶς, ἐξ ὧν κατὰ τὸ σιω τώμενον ὑφεστηκέναι καθ᾿ ἑαυτὸ, τοῦτο γὰρ λεί πεται μόνον, προφανῶς παραδέδωκεν. Ὅμως δ' οὖν καὶ οὕτως οὐσίαν ἁπλῶς, οὐχ ὑπόστασιν, νῦν ἀνεκή ρυξιν. Εἶδες, ὁ πρὸς τὴν ἀντίπαλον ἡμῖν μοίραν ἀποκριθεὶς, τὴν οὐσίαν πανταχού λεγομένην, οὐ τὴν ὑπόστασιν; Εἰ βούλει, καὶ λοιπὰς ῥήσεις ἐκθήσω σαι τὸ τῆς οὐσίας ὄνομα κεκτημένας σαφῶς, δι' ὧν περ αὐτα: δηλοῦνται κατ' ἀλήθειαν αἱ ὑποστάσεις, ὧν ἐκεῖται καὶ λέγονται. Καὶ δὴ, χρήσασθαι γὰρ ἐνθάδε συντομία χρεών, θέα μοι παρακολουθῶν καὶ ταύτας ὡς ἔχουσιν. Ὁ μὲν μέγας Βασίλειος ἐν τῷ δευτέρῳ τῶν κατ' Εὐνομίου, Εως δ' ἂν σιωπῶσι, φησί, μὴ λανθανέτωσαν δευτέραν αιώνων τὴν τοῦ Μο νογενοῖς οὐσίαν τιθέμενοι, τὴν οὐσίαν τοῦ Μονο γενοῦς λέγων, οὐδὲν τῶν πάντων ἕτερον ἀτεχνῶς, εἰ τὸ εἶναι τοῦ Μονογενοῦ; διὰ τούτου δηλοῖ, τουτέστι τὴν ὕπαρξιν· ὁ δὲ τὴν θεολογίαν ὑψηλὸς Γρηγόριος ὁ καὶ πολὺς ἐν τῷ περὶ Βαπτίσματος λόγῳ ῥητῶς οὕτω διέξεισιν· Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάνῃ θεὶς ὁ μὴ πάσχων; ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ελα
col. 1183–1184page 77 of 121
PG 141:1183tνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ἔρεως καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν Υἱὸν τέμνων ἀπὸ τοῦ Πατρὸς, ἢ ἀπὸ τοῦ Υἱοῦ τὴν οὐσίαν τοῦ Πνεύ ματος. Ενταῦθα τὴν τοῦ Πνεύματος οὐσίαν εἰπὼν ὁ Γρηγόριος, οὐκ ἄλλο τι, τὸ δὲ Πνεῦμα κατ' ἀναλογίαν ἐσήμανε. Καὶ τούτου μαρτύριον ὀλίγον ἄνωθεν ἐν τῇ τοιαύτῃ περικοπῇ προφθάσας αὐτὸς, ἔνθα περὶ τοῦ Υἱοῦ διελάμβανε, τὸν Υἱόν, οὐ τὴν οὐσίαν αὐτοῦ διηγόρευσεν. Οὕτως οἱ τοῦ στερεώματος τῆς Έχε κλησίας περίλαμπροι φωστῆρες οὗτοι καὶ διαυγείς, οἱ καταλάμψαντες τοῦ κόσμου τὰ πέρατα τοῖς θείοις ῥήμασιν ἑαυτῶν καὶ νοήμασιν, ἐν πᾶσι δὴ τούτοις ἀδιαίρετον ἅπαξαπλῶς νενοήκασι τὴν οὐσίαν τῆς ὑποστάσεως. Ωσπερ τοιγαροῦν ἐνθάδε τῶν νῦν δια ληφθέντων οὐδεὶς τὴν οὐσίαν ἐξελάβετο δίχα τῆς & υποστάσεως, παραπλησίως κάν τοῖς ἄνωθεν λόγοις, ἔνθαπερ ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως τυγχάνειν ἐλέγετο τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ, τῶν Πατέρων, οἱ δι' οἰκείων χρήσεων τοῦτο τρανῶς ἀνεκήρυττον, οὐδεὶς τὴν οὐσίαν ἀπεμέριζε, καὶ τὴν φύσιν τῆς ὑποστάσεως. Τὴν οὐσίαν δὲ πάντες ἐκεῖ καὶ τὴν φύσιν λέγοντες τοῦ Μονογενοῦς, ὅλον αὐτὸν ἐνόουν, οὐσίαν δηλαδὴ καὶ φύσιν ἐνυπόστατον. Καντεῦθεν ἀληθῶς ἐπρέσβευον καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον κεκτῆσθαι τὴν ὕπαρξιν, μηδεμίαν διαφορὰν εἰδότες, μηδ' ἐν νῷ λογιζόμενοι τὸ παράπαν διαστολὴν τοῦ ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως εἶναι τοῦ Υἱοῦ, τοῦτο καὶ τοῦ ἐκ τῆς ὑποστάσεως, ὅτι μηδ' ἔστι, μηδὲ πέφυκεν. α ιη'. Εἰ δ' ἄγε νῦν, ὁ πρὸς ταῦτα προθυμούμενο; ἀντιτείνειν, οἷός περ ἄρα καὶ ᾖς, λεπτούργησον ὡς λεπτὸς θεολόγος ἐφευρὼν ἐνταῦθα διαφορὰν οἴκοθεν, ἵνα καὶ πρὸς αὐτὸ προσκρούσῃς τὸ ἅγιον Πνεῦμα περιφανῶς, καθάπερ κακῶς ἐν τούτῳ διαφορὰν εἰς ἀγων ὑπάρξεως· ἐπειδὴ μὴ μόνον ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας πρὸς τῶν σεπτῶν Πατέρων λέγεται τυγχάνειν τῆς τοῦ Μονογενοῦς, πολλῷ δὲ πλέον ὡς εναργώς διὰ τούτων δείξομεν ἐν ὑστέροις κἀκ τοῦ Μονογενοῦς, ὅς ἐστι πάντως ὑπόστασις. Καὶ μὴν ὅτι τὸ διαφορὰν ὑπάρξεως ἐπὶ τοῦ ἁγίου Πνεύματος εἰσάγειν εἰς αὐτὸ προσκρούειν ἐστὶ πάντες ίσασιν, ὅσοις οἰκουρεῖ Πνεῦμά τι διαγνώσεως, καὶ μὴ το φλώττει τέλεον αὐτοῖς ἡ διάνοια. Τίς τῶν τοιούτων, καὶ γὰρ ἄλλως μὲν ἐκ τῆς οὐσίας καὶ φύσεως τοῦ Μονογενοῦς, ἄλλως δ' αὖ ἐκ τῆς ὑποστάσεως ὑπάρ χειν ἀκηκοὼς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ οἶδε συνιεὶς τὸ πρὸς τοῦτο δύσφημον παρευθύς, ὅσον ἐξ αὐτῶν τῶν διαφόρων ἀμφοῖν ὑπάρξεων; λὰ τὰ περὶ τούτου μὲν οὐδὲ διανοεῖσθαι, μὴ ὅτι γε ποσῶς λέγειν καλὸν, ὅτε καὶ αὐτῷ τῷ διανοουμένῳ, φημί, φέροντα μὴ μικρόν, μέγαν δ' ὅλισθον. Πρέπο: δ᾽ ἂν το απο τοῦδε τὴν διάνοιαν τῶν ἡμῖν ἀντικαθισταμένων, ὡς ἐγχωρούν, διελέγξαντας τὴν μόνην ἀληθινὴν αἰτίαν εἰπεῖν, ὅτου δὴ χάριν ἐκ τῆς φύσεως καὶ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον οἱ Πατέρες θεολόγη σαν, οὐ μὴν ἐκ τῆς ὑποστάσεως. Φαμὲν τοίνυν ὡς οἱ τῆς καθολικῆς Ἐκκλησίας μυσταγωγοί, καὶ τῆς εὐσεβείας ἀσφαλεῖς ὄντως καὶ σαφείς οὗτοι κήρυκες, οὐ πάντα τὰ τῆς ὑγιους πίστεως ἡμῖν ἐξέδωσαν κινηθέντες ἀφ' ἑαυτῶν, ἄντικρυς δὲ τὰ πλείω μαχό μενος πρὸς τοὺς ἀντιδικοῦντας αὐτοῖς ἐδογμάτισαν
col. 1185–1186page 78 of 121
PG 141:1185ἐπειδήπερ κατὰ τοὺς αὐτῶν ἐκείνων καιροὺς ἅπαντα παρεισεφθάρη τὰ τῶν αἱρέσεων, ὅλην, ὡς εἰπεῖν, τηνικαῦτα κενώσαντες κατὰ τῆς ἀληθείας τοῦ ἐχε θροῦ τὴν φαρέτραν αὐτοῦ, καὶ κακίας μηδὲν εἶδος ἡμῖν ὑπολιπομένου τοῖς μεθύστερον ἀφορῶν πρὸς δυσσέβειαν, ἅτε πρὸς ἀνταγωνιστὰς ἔχοντος ἰσχυρούς καὶ πεφραγμένους ἀεὶ τοῖς ὅπλοις τῆς πίστεως. Οι γε δὴ καὶ μάλιστα διὰ ταῦτα βρεφῶν τρώσεις λογι σάμενοι τὰς τούτου βολάς, τέλεον καθεῖλον αὐτὸν, τὰς μεθοδείας τῶν αἱρέσεων πασῶν ἀνατρέψαντες, ὡς ἐξεῖναι καὶ τοῖς μεταγενεστέροις ἡμῖν ἀπροσκόπτως τῶν ὀρθῶν δογμάτων ἀντέχεσθαι. Καί μοι δοκεῖ τῷ κηδεμόνι τουτὶ τῶν ἡμετέρων καλῶς οι κονομηθῆναι ψυχῶν, τό τε τῆς γνώσεως ἀσθενὲς καὶ τὴν περὶ τὰ χρηστὰ ῥαστώνην ἡμῶν προγινώσκοντι. Καὶ γὰρ εἴ τις αἵρεσις, ἀπέστω δὲ τοῦτο, ποθὲν ἀνεφύη πρὸς τὸ παρὸν, τί ποτ' ἂν ἐνεδειξάμεθα γενναῖον καὶ πεπαιδευμένων φρενῶν ἄξιον; ὅπως δὲ συστάντες διεμαχεσάμεθα πρὸς αὐτὴν, οὕτως ἀμα θῶς παρατάξεων λογικῶν ἔχοντες; Καὶ πόθεν έθη ρεύσαμεν τὸ κεκρυμμένον ἀνιχνεύσαντες ἐν τῷ βάθει τοῦ ζητήματος ἀληθὲς, οπότε τὸ ἀσφαλὲς τῶν κειμένων ἡμῖν δογμάτων δι᾿ ἀμέλειαν, οὐδοπωσούν ἐπιστάμεθα; καθὼς τὴν πρὸς ταῦτα πολλὴν ἀπορίαν ἡμῶν οὗτος ὁ καιρὸς ἀπελέγξας τὰ νῦν ἔδειξεν, ἡνίκα μηδενὸς λαληθέντος καινοῦ παντάπασι τὸ φρονεῖν ἐσαλεύθημεν. Καὶ δέον ἀκούσαντας τῶν λεγομένων μηδαμῶς ταραχθῆναι τὸν νοῦν, γινώ σκοντας ἀπὸ τῶν θείων Γραφῶν τὴν τῆς ἀληθείας ἀνάπτυξιν, ἡμεῖς τοσοῦτον κατεσχέθημεν ὑπὸ ζάλης, ὑφ᾽ ἧς καὶ διέστημεν εἰς δόξας ἀδεῶς ἐμπεπτωκότες – πολλὰς, ὥστε καὶ βάλλομεν ἀλλήλους, φεῦ τῆς ἀναι σθησίας! ὡς ἂν ἐν σκοτομήνῃ τινὶ, καὶ ὑπ' ἀλλήλων βαλλόμεθα, μήτε τὸ τοῦ δόγματος ἀκριβὲς εἰδότες ἐξ ἀναγνώσεως αὐτῶν τῶν θείων Γραφῶν, καὶ τῶν ἐν ταύταις ἱερῶν λογίων, εἴ τις που προφέρει, μην δοτιοῦν ἐπαΐοντες, ὡς δικαίως κληρώσασθαι καὶ τὸ ῥηθὲν παρά του τῶν θύραθεν ποιητῶν, τὸ πρὸς τὴν ἀλήθειαν ἀχρεῖοι δηλαδὴ καὶ εἶναι καὶ ὀνομάζεσθαι. Τοιοῦτον τὸ ἡμέτερον νῦν ἐκ διαμέτρου τοῖς ἔκπαλαι. Καὶ οὐκ ἀγνοῶ τὸ προσίστασθαι τούτοις δοκοῦν, ὅπερ ἄν τις τυχὸν εἰς τὸ μέσον προτείνειεν, ὡς ὁ τοὺς κατὰ τὸν καιρὸν ἐκεῖνον δύναμιν περιζώσας, καὶ τὰ πρὸς εὐσέβειαν καθοπλίσας Θεὸς, είπερ ἦν χρεία καὶ κατὰ τὸ παρὸν τοιούτων ἀνδρῶν μεγάλων, ὁ αὐτὸς πάντως ἂν πάλιν ἀνέδειξεν. Πλὴν οἶδα σα φῶς καὶ ὅτι βούλεται προηγεῖσθαι σώφρονα βίον, οἷς μέλλει τὴν ἑαυτοῦ χάριν ἐπιδαψιλεύσασθαι, καὶ σεμνόν. Τούτου δὲ κἂν οἱ καὶ τὸ πέρας ἐξ αὐτοῦ τοῖς μετιοῦσι βραβεύηται, τέως δ' οὖν τό γε κατάρξασθαι προθύμως τῆς προαιρέσεως, ἣν ἐκεῖνοι κτην σάμενοι, μᾶλλον δὲ πεπλούτηκότες κατὰ Θεὸν, ἐπὶ τόσον ἀρετῆς ἦχον τὴν πρόθεσιν αὐτοῦ τελειώσαντος, ὡς καὶ λύχνοι λοιπὸν χρηματίσαι περιφανείς, λίγον ζωῆς ἅπασι τοῖς ἄλλοις ἐπέχοντες· οὗ χάριν καὶ τῆς ἄνωθεν σοφίας αὐτοὺς ὁ μόνος σοφὸς κατὰ φύσιν, ἐνέπλησε, δι᾿ ἧς τοῦ δολίου καὶ ἀρχεκάκου δράκοντος καταβαλόντες τὰ πανουργεύματα καὶ τὰς μηχανάς, λέγω τὰς παντοδαπας αἱρέσεις, ἃς ἐξεῦρε η με
col. 1187–1188page 79 of 121
PG 141:1187κατὰ τῆς πίστεως, τὴν ὀρθοδοξίαν ἐκράτυναν, τοῦ παντοδυνάμου Θεοῦ τηνικαῦτα τὸν σκολιόν, ὡς ἔοικεν, ὄφιν οἰκονομήσαντος τὸν δὲν τῶν αἱρέσεων ἐξεμέσαι πασῶν, ἡνίκα τοὺς θριαμβεύσαντας τοῦτον ἐγίνωσκεν εἶναι, καὶ τῆς ἐξ αὐτοῦ βλάβης ἡμᾶς ἀπαλλάξαντας οἷα προφυλακτικοίς φαρμάκοις τοῖς βήματι. Καὶ ἄλλω: δὲ κατ' ἐκεῖνο καιρού στηλιτευθῆναι τοῦ ἐχθροῦ τὴν ἅπασαν μανίαν ἐχρῆν, όπως ἂν ἀρχῆθεν ὁ τὴν εὐσέβειαν συνιστῶν λόγο; τὸ βέσ βαιον ἔχῃ καὶ πάγιον. Διὰ ταῦτα δὴ πάντα συγχ σπισμὸς τῷ τότε γενόμενοι, κἂν οὐκ ἀλλαγῆς, ὅλη τῶν αἱρετικῶν ἡ φάλαγξ κατὰ τῶν ὀρθῶς πρεσβειών. των ἐξώρμησε. Πρὸς οὓς οἱ τῆς ἀληθείας εὐσθενείς ἐπλῖται διαφερόμενοι βλασφημοῦντας εἰς τὸν Ὕψι στον ἀδεῶς, τὰ πλεῖστα τῶν ἡμῶν δογμάτων, ὡς προείρηται, τῆς ἀμωμήτου πίστεως ἡμῶν τεθεολο γήκασιν. ιθ'. Αὐτίκα γὰρ ἤρχει τὸ τὸν Υἱὸν λέγειν τὴν γέν νησιν ἔχειν ἐκ τοῦ Πατρὸς, εἰς τὸ δηλοῦν τὸ τῆς φύσεως ταυτὸν τῶν ἀμφοτέρων καὶ ἀπαράλλακτον, Ἀλλ᾿ ἐπεὶ τὸν ἐπώνυμον τῆς μανίας "Αρειον, και τοὺς ἀπ' ἐκείνου δυστυχήσαντας καλεῖσθαι διὰ παν τὸς, τούτων οὐδὲν ἐδυσώπησεν, οὐ τὸ Πατὴρ ὄνομα πρὸς τὴν τοιαύτην ἔννοιαν, οὐ τὸ Υϊδ;, οὐχ ἡ γένο νησις· ὅθεν οἱ ματαιόφρονες εἰπεῖν κτίσμα τὸν Υἱὸν ἀπετόλμησαν τοῦ Πατρὸς, καὶ τῆς ἀϊδίου καὶ σεπτῆς Θεότητος αὐτοῦ τὸ παράπαν ἀλλότριον καλῶς ἐκτρεπόμενοι τὸ ἐν τούτοις δύσφημον οἱ τῆς πλάνης φυγαδευταί, τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὑπάρο χειν εὐσεβῶς ἀνεκήρυξαν. Ὡσαύτως γοῦν κἀπὶ τοῦ προκειμένου νῦν εἰς ἐξέτασιν ἐνταῦθα ζητήματος ἀποχρῶν ἐτύγχανε καὶ τὸ φάσκειν τὸ ἅγιον Πνεῦμα καθὸ Πνεῦμα καὶ τοῦ Μονογενοῦς εἶναι καὶ ἐξ αὐτοῦ πρὸς τὸ σημαίνειν τὴν μοναδικὴν τῶν ἑκατέρων μορφήν, τὴν ἑνότητά τε καὶ τὴν κοινωνίαν τῆς φύ σεως. Όμως οἱ κατὰ τῆς θεοπρεποῦς τοῦ ἀγένν Πνεύματος δόξης κυνῶν δίκην λυτήσαντες άνα δῶς κτίσμα τοῦ Υἱοῦ τοῦτο, καὶ τῆς αὐτοῦ θε τητος ἐς τὸ παντελὲς ἀπεξενωμένον υλάκτησαν, μή βαλλόμενοι κατὰ νοῦν, ὅτιπερ Υἱοῦ Πνεῦμα παναληθῶς ἔστι τε καὶ λέγεται παρὰ πᾶσι τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς τοιαύτης δὲ δυσσεβείας ἐχρημάτισεν ἀρχηγὸς οὐκ ἄλλος τις τῶν ἁπάντων, ὁ δὲ θεοστυγὴς Αρειος, ὃς πρώτος σχεδὸν ἀδικίαν ἐλάλησεν εἰς τὸ ὕψος, θέμενος εἰς οὐρανὸν τὸ στόμα κατὰ τοῦ Μονο γενοῦς. Καὶ ἡ γλῶσσα δὲ διῆλθεν ἐπὶ τῆς γῆς κατα γαγοῦσα μετὰ τῆς κτίσεως τὴν αὐτοῦ φύσιν την ὑπερκόσμιον. Τοῦτο γοῦν μαθητεύσαντες οἱ ἐηθέν τες κακοῦ διδασκάλου κακοὶ μύσται, φαίη τις ἄν, κἀπὶ τοῦ Πνεύματος την βλασφημίαν, ὡς ἂν προ κόψωσι κακῶς ἐν ταύτῃ μετήνεγκαν, φύσεως ἀνίσους οἱ ἁλιτήριοι καθόλου βαθμού; κατά γε τῆς θεαρχί τῆς Τριάδος ἐπινοήσαντες, καὶ ἣν ἀπερισκέπτως Αρειος ὁ τῆς ἀπωλείας υἱὸς προσῆπτε τῷ Μονογ νεῖ, ταύτην ἀδεῶς προσεμαρτύρησαν οἱ μετ' αὐτὸν κληρονόμοι τῆς ἀπωλείας τῷ Πνεύματι, κτίσμα, καθὼς ἀνήγγειλα προλαβών, ἀποφηνάμενοι τοῦτο
col. 1189–1190page 80 of 121
PG 141:1189τοῦ Υἱοῦ καὶ τῆς ὑπερχρόνου καὶ σεπτῆς θεότητος αὐτοῦ τελείως ἀμέτοχον· ἀνθ' ὧν ἀποσκευαζόμενοι τὸ ἐν τούτοις δυσσεβὲς οἱ τῆς ἀπάτης στηλιτευτα!, τὸ Πνεῦμα τὸ ἅγιον κἀκ τῆς οὐσίας τοῦ Θεοῦ τυγ χάνειν ὀρθῶς ἐδογμάτισαν. Οὐκ ἔφη δὲ κἀκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ τῶν διαληφθέντων ἁγίων οὐ δεί;, καθότι μηδ' ἀμφιβάλλετο τὰ περὶ τούτου μη δε τῶν ἁπάντων τὸ σύνολον. Τὸ γὰρ οὐσίᾳ προσο κείμενον τὸ, Υἱός, ὅπερ ὑποστατικὸν ὄντως ὄνομα, πᾶσαν πονηρὰν ὑποψίαν μακρὰν ἐδίδου ποιεῖν. Ενθεν περισσὸν ἐδόκει τὸ ἐκ τῆς ὑποστάσεως. Οὗτος κατ' ἀλήθειαν ὁ λόγος ἐστὶ τοῦ τοὺς θεηγόρους ἐνταυθοῖ Πατέρας ἡμῶν κἀκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγειν, οὐ μὴν ἐκ τῆς ὑποστάσεως, ᾧ καὶ συνθέσθαι τοὺς ἅπαντας χρή, μηδόλως μηδὲν ἐνδοιάζοντας. Ἐπειδὴ τὸ φάσκειν ἐκ τῆς οὐσίας τε λεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Μονογενοῦς οὐ διαιρούν των πέφυκε τὸν Υἱὸν εἰς ταύτην τε τὴν οὐσίαν καὶ τὴν ὑπόστασιν, καὶ νοούντων τὴν μὲν ἀναμέρος, τὴν οὐσίαν φημί, τήν δέ γε λοιπὴν ἰδίᾳ, δηλαδὴ τὴν ὑπόστασιν· οὕτω καὶ γὰρ ἐτύγχανεν ἂν τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐξ ἑαυτοῦ διὰ τὸ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου μοναδικὴν καὶ τοῦ Πνεύματος, ὅπερ δὴ καθέ στηκεν ἀληθῶς τῶν ἀτοπωτάτων παντάπασιν, ἀλλὰ φρονούντων, καθάπερ εἰκὸς, ενωμένον τὸ συναμφό. τερον. Ενθεν τοι καὶ δεῖ γεγονέναι τοὺς πάντας καταπειθεῖς τὸν ῥηθέντα μικρὸν ἄνωθεν λόγον ἡμῖν πέρξαντας. κ'. Εἰ δὲ καὶ πρὸς αὐτὸν διστάζουσι τῶν ἀπ' ἀρι χῆς ἀνθεστηκότων τινές, τὸ ἐκ τῆς οὐσίας ἕτερόν τι παρὰ τοῦτον δηλοῦν ὑποπτεύοντες, αἱ γοῦν χρήσεις αἱ σαφῶς διαμαρτυρόμεναι τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχειν ἐκ τοῦ Υἱοῦ τὸν ἡμέτερον νοῦν τοῖς ὅλοις ἀκροαταίς πιστώσονται κατὰ τὸ παντελῶς ἀναμφίλεκτον· ὧν ἐκ τῆς θεοπνεύστου Γραφῆς εὐποροῦντες πολλῶν, τὰς πάσας, ὡς ἔνεστι, νῦν ἐνθάδε προθήσομεν. Εν πρώτοις οὐκοῦν ὁ μὲν μέγας Βασίλειος ἐν τῷ τρίτῳ τῶν πρὸς Εὐνόμιον ἀντιῤῥητικῶν, Τίς γὰρ ἀνάγκη, φησὶν, εἰ τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον ὑπάρχει τὸ Πνεῦμα, τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει; Αξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Γιοῦ παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον, παραδίδωσιν ὁ τῆς εἰσέ βείας λόγος φύσει δὲ τρίτῃ χρῆσθαι οὔτε παρὰ τῶν ἁγίων δεδιδαγμεθα Γραφῶν, οὔτε ἐκ τῶν εἰρημένων κατὰ τὸ ἀκόλουθον δυνατόν συλλογία ζεσθαι. Καὶ ταῦτα μὲν οὗτος ὁ τὰ θεῖα πολὺς ὑπὲρ τοῦ ἁγίου Πνεύματος τὸν λόγον ποιούμενος. Ὁ δὲ Νύσσης Γρηγόριος, ὁ μὴ μόνον ἀδελφὸς κατὰ φύσιν αὐτοῦ, πλέον δὲ κατ' εὐσέβειαν, καὶ τὸν ζῆλον μάθ λιστα τὸν ὑπὲρ αὐτῆς, ἐν τῇ εἰς τὸ, Πάτερ ἡμῶν, ὁμιλίᾳ, περὶ κοινῶν καὶ ἰδίων τῶν ἐν τῇ θεαρχική Τριάδι μυσταγωγῶν, καὶ τάδε διέξεισιν· ῾Ο γὰρ μονογενής Υἱὸς ἐκ τοῦ Πατρὸς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται· καὶ μέχρι τούτου ὁ λόγος ίστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται·. Εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, φησίν, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Τούτοις
col. 1191–1192page 81 of 121
PG 141:1191παρ' οὐδενὸς τῶν ἀντιβαινόντων κακῶς τῇ διδασκαλία τοῦ Πνεύματος οὐδεμία παρεξηγήσεως ἀφορμή, πρὸς ἐκεῖνο δὲ καταφεύγουσιν, ὡς οὐκ ἐν πάσαις ταῖς ἐπουδήποτε βίβλοις ἀπαξαπλῶς οὕτως εύρηται ταῦτα κείμενα. Καὶ γὰρ ἐνίαις ἀπὸ μὲν τῆς ζήσεις τοῦ μεγάλου Πατρός Βασιλείου πᾶν τὸ διὰ μέσ.. φανερῶς τὴν ἡμετέραν ἀληθινὴν ἔννοιαν παριστών τουτέστι τὸ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ τα; αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον, λείπει τὸ τέλες», καθ' 3, δῆτα τὸ διστακτικὸν ἴσως εἰς τὸ ἑξῆς τὸ παραδίδωσι, προσγεγραμμένον καθέστηκεν. Ἀπὸ δέ γε, τῆς τοῦ σοφοῦ Γρηγορίου περικοπῆς ἡ μέσν ἀπὸ τοῦ Υἱοῦ πάλιν ἐκ λείπει πρόθεσις. κα'. Ταῦτα προφασιζόμενοι τοιγαροῦν οἱ τῆς μετ ρίδος τῶν ἀντικειμένων ἡμῖν, ταῖς ἐχούσαις, ὡς β προλέλεκται, βίβλοις παραφθορὰν συμβῆναι διισχυρίζονται, νενοθεῦσθαι λέγοντες κομιδή κακούργω; αὐτὰς, ὅπερ καὶ διανοήσασθαι μόνον ἠλίθιον. Ἐπεί πόθεν τε καὶ πρὸς τίνων τὰ τῆς παραφθορᾶς τη τοιαύταις τῶν ἀπανταχοῦ βίβλοις ἐνέσκηψε; Πρό; τῶν Πνευματομάχων, ὡς φημίζουσι τῶν ἀντιδια θεμένων τινές. Καὶ μὴν ἐξ ὧν αυταί φασιν, οὐ κα ται ποσῶς κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς τοῖς ματαιόφροσιν ἐκείνοις δοκεῖ, καὶ πρὸς δ τείνει πάντι τὰ τῆς αἱρέσεως. Ἀλλὰ πρὸς τῶν Λατίνων ἢ καὶ τινων ἡμετέρων έκπαλαι συμμαχούντων αὐτοῖ;; Καὶ ταῦτα τὸ ἀπίθανον πολὺ φέρουσι τοῖς εὐσυν τοις καὶ ἀπαράδεκτον· τὸ μὲν ὅτι τὴν ἡμεδαπὴν τὸ παράπαν οὐκ ἴσασιν οἱ τοιοῦτοι φωνήν· καὶ μεγάλη μετὰ τὴν διαφορὰν τῶν ἑκατέρων γενῶν ἡ διάστασις· ἐντεῦθεν οὐδεὶς ἔκτοτε τῶν παρ' αὐτοῖς λογί ἀνδρῶν τὴν ἑλληνίδα διάλεκτον ἐξασκήσας εὑρίσκεται· τὸ δὲ δεύτερον, ὅτι καὶ τίς οὕτως ἐχθρὸς καὶ πολέμιος τῆς οἰκείας φυλῆς, ὡς τὴν τυχοῦσαν και αὐτῆς προσθήκην ἐπινοεῖν τοῖς τῶν ἀγί ν συγγρά μασι, καὶ ὅπερ οί θεοσόφοι Πατέρες ἐν αὐτοῖς οὔμεν οὖν οὐδαμῶς φαίνονται θεολογοῦντες ῥητῶς, του ο παρ' ἑαυτοῦ πλάττειν ἐπ᾿ ἀνατροπῇ τοῦ κρατοῦντα ἐν ἅπαντι τῷ κατ' αὐτὸν ἔθνει δόγματος; Όπως εξ καὶ εἴ ποτέ τι συμβέβηκε τοιοῦτόν ποθεν, κατέλιπον οἱ πρὸ ἡμῶν τὴν λύμην ἀνεπισήμαντον. Οὐκ ἐστινοὐδὲν τούτων ὡς ἀληθῶς. Οὐκ ἔστιν οὐδοτιοῦν τοὐναντίον δὲ μάλιστα πᾶν, εἴπερ ὀρθῶς ἐπιβάλει τις. Καθόλου γὰρ οἱ τοῦ σχίσματος ἠθετηκότες ἐπισφαλῶς, τὸ πρεσβεύειν κἀκ τοῦ Υἱοῦ τυγχάνειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μέντοι καὶ κατὰ τῶν οὐ ωσὶ πρεσβευόντων συστησάμενον μάχην στερεάν, ἐν μοίρα τε τούτους αἱρετικῶν, καθόσον ἦν σθένος αὐτοῖς, ἀποτάξαντε;· ἐπειδήπερ ἀφ' οὗ τοῦτο γέγι νεν οἱ χρόνοι συχνοί, καὶ βίβλοι πολλαὶ διὰ μέσου αὐτῶν μετεγράφησαν ταῖς πρωτοτύποις κείμενα τα ῥηθέντα καλῶς ταῖς ὕστερον ἐγγράψαι κακοθελώς εἴασαν, ἅτε δὴ τὴν γνώμην αὐτῶν ἀριδήλως ἐλέγο χοντα, τὸ δ᾽ ἴσως προσέθεσαν τοῖς τοῦ μεγάλου Πατρὸς Βασιλείου λοιποῖς, ὅτι μηδ' αὐτὰ τούτο:; ἤρεσκεν, ὡς ἐν τοῖς ἑξῆς ἀποδείξομεν. Οὐ ταύτας ἐξ μόνον ἐν ταῖς μεταγραφαῖς ἀπερισκέπτως καὶ ἀλεῶς, ἀλλὰ καὶ ἄλλας κομιδὴ πλείστας οἱ τῆς τα μαχῆς ἄνδρες ἐνόθευσαν, ταῖς μὲν μηδόλως ἐγγρά
col. 1193–1194page 82 of 121
PG 141:1193ψαντες εἴ τι ῥητὸν τῶν παρὰ γνώμην αὐτοῖς, ταῖς δὲ τοιοῦτον ἕτερον πρὸς τὸ δοκοῦν τούτοις μετα ποιήσαντες, ὧν ἁπάντων, ὡς ἐφικτόν, κατὰ χώραν μνησθήσομαι. κα. Καὶ τί λέγω περὶ ὧν μετέγραψαν βίβλων ἐν τοῖς ἑαυτῶν ἕκαστοι τῶν διαληφθέντων καιροῖς, ὅπου γε τούτων αὐτῶν ἔνιοι καὶ τῶν ἐκ παλαιοῦ γεγραμμένων ολοσχερῶς οὐκ ἐφείσαντο; Τῶν τοιούτων δ' ἁπλῶς ἔστιν ἃς ἔξεσαν, τινὰ μεταβαλόντες τῶν ἐν αὐταῖς, ἄλλα δ' αὖ ἐκβαλόντες τοτέλεον. Καί μοι παντὸς τοῦ λόγου μαρτύριον ἀψευδές, ὅπερ γενόμε μενον ἐφ' ἡμῶν ἀναπέφανται. Τῶν ἀρχόντων γὰρ ἀνήρ τις τῶν ἐκκλησιαστικῶν, ἀντεχόμενος κομιδή τὰ πρῶτα τοῦ σχίσματος, τὸν μὲν ἐν τούτοι; βαθμὸν, καὶ τὴν τάξιν οὐ πολλοστὸς, κἂν τοῖς λόγοις δὲ τῶν δοκούντων εἷς γνωριζόμενος, ἀρχαίαν τε καὶ ἀξι έπαινον δέλτον ὡς ἀληθῶς τοῦ Νυσταέων ἔχουσαν Γρηγορίου συγγράμματα, διχόθεν το παντελῶς ἀδιά βλητον κεκτημένην, καὶ τὸ πιστὸν, ἔκ τε δηλαδή τοῦ ἀπταίστου καὶ τῆς τῶν ἡμερῶν παλαιότητος ταύτην γοῦν ὁ τοιοῦτος κατ' ἀρχὰς τῆς διενέξεως μετιών, ὡς εἰς τὴν ἄνωθεν ἐκτεθείσαν τοῦ Πατρὸς ῥῆσιν κατήντησε, ζῆλόν τινα καὶ αὐτό; εἰ καὶ μὴ κατ' ἐπίγνωσιν σχὼν ἔξεσε τὴν ἐπὶ τοῦ Υἱοῦ και μένην ἐκ πρόθεσιν, ἣν ἐντυχόντες πολλοὶ τῇ τοιαύτῃ δογματική βίβλῳ τὸ πρὶν, οἰκείοις ὀφθαλμοῖς ἐγε γεγραμμένην τρανῶς ταύτῃ κατείδομεν, καὶ τῆς ὅλης ρήσεως ἀποξέσας τὴν ἐκ ἀφῆκεν αὐτὴν οὕτως ἀναγινώσκεσθαι· Τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. Καὶ τότε μὲν διαφερόμενος οὗτος ἡμῖν ἐχό μενα τῆς ἑαυτοῦ γνώμης εἰργάσατο· τοῦ χρόνου δὲ προϊόντος, ἐπειδὴ μεθύστερον τῆς εἰρήνης ἐγένετο καὶ αὐτὸς, οἷα πληττόμενος ὑπὸ τοῦ συνειδότος, ὡς ἔοικε, τὸ τελεσθὲν ἀπεκάλυψεν. ᾿Αμέλει τοιγαροῦν καὶ ζητήσαντες ἐπιμελῶς τὴν βίβλον ἡμεῖς, ὅμμα σιν αὐτοῖς ἑωράκειμεν, ὅπερ ἀκοῇ παρελάβομεν. Καὶ νῦν ἡ μὲν δέλτος, ὡς εἰκὸς, μένει καὶ καθέ στηκε παρ' ἡμῖν τὸν τόπον τῆς ἐκ προθέσεως ἐξε σμένον καὶ κενὸν φέρουσα· τὰ δέ γε τῆς ὑποθέσεως σημειωθέντα γραφῇ παρεδόθη κατὰ διάγνωσιν καὶ κρίσιν συνοδικήν, ὅπως ἂν ἔχοιεν εἰδέναι δι᾿ ἀσφά λειαν πάντως καὶ οἱ μεταγενέστεροι ταῦτα, καθὼς καὶ προέβησαν. ᾿Αλλὰ τοῦτο μὲν ἀρτίως ἐπειδὰν οἱ πάντες μικροῦ τῆς ἑνώσεως καὶ τῆς ὁμονοίας ἐσμὲν, κατ' ἐκεῖνον δὲ τὸν τῆς διχονοίας τῆς καθολικῆς δη λονότι καιρὸν καὶ τῆς διαστάσεως ἦταν μὲν δι' ἔριν τῶν ἱερῶν βίβλων λυμεώνές τινες, ὁ δὲ ἐξετάζων οὐδεὶς τὰ περὶ τούτων καὶ σημειούμενος. Ὅτι δὲ τηνικαῦτα παρεφθάρησαν αὐτῶν οὐκ ὀλίγαι κἀν ταῖς μεταγραφαῖς, ἐντεῦθεν μάλιστα φανερόν. Εν γάρ τῷ τὰς βίβλους ἡμᾶς πάσας ἀνερευναν, καὶ βίβλον τοῦ αὐτοῦ Γρηγορίου πονήματα μίαν εύρομεν, ἥτις ἐν κατὰ τὸν πρὸς ᾿Αβλάβιον λόγον ῥητῷ τῷ περὶ τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ φάσκοντι, τὴ δέ ἐστιν, ὅτι Τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογοῦντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρ
col. 1195–1196page 83 of 121
PG 141:1195νούμεθα, μικρὸν κάτωθεν εἰς τὴν τοῦ αἰτια τοῦ διαί ρεσιν, λέγω τὸ μὲν ἐν σκέλος αὐτῆς, ἦτοι, τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, κατὰ τὰς λοιπές πάσας ἔφερε καὶ αὕτη καλῶς· τὸ δὲ δεύτερον, ὅπερ ἀκολουθοῦν ἐξ ἀνάγκης οὐδεμιᾷ τῶν ἄλλων πλὴν ταύτης ἐνδεῖ, τουτέστι, τὸ δὲ διὰ τοῦ προσεχώς ἐκ τοῦ πρώτου, σφαλερῶς οὐκ εἶχε προσκείμενον· οὐδὲ μὴν ἕτερον τὸ παράπαν οὐδὲν, καὶ ταῦτ' ἐκ κρεμοῦς τοῦ λόγου τυγχάνοντος, προσαπαιτοῦντός τε καί τι λοιπὸν εἰς τὴν τῆς ἐννοίας συμπλήρωσιν. κγ'. Τοσαύτην παραφθορὰν καὶ λύμην ταῖς ἱεραῖς ἐνεποίησαν βίβλοις κατὰ καιροὺς οἱ κακασχάλω; τῷ ἐκκλησιαστικῷ σκανδάλῳ καὶ τῇ ταραχῇ ταύτῃ χαί ροντες. Μετὰ τῶν ἄλλων οὐκοῦν καί τινες ὧν ἔνεκα ὁ λόγος τὰ νῦν τοιουτοτρόπως έλυμήναντο, καὶ ὡς οἷόν τε παρέφθειραν. Τὸ δὲ πάντως οὐκ ἐξ ὧν ἴσως ἔφημεν ὑποψία τις ἄλλως καὶ στοχασμός, είδημο σύνη δὲ μᾶλλον ἐξ ὧν παραστήσομεν ἀκριβὴς, καὶ κατάληψις. Αλλ' είπερ δοκεῖ τὸ ἀπὸ τοῦδε καλὸν καὶ τοῦ δέοντος μὴ μακρὰν τὰ τῶν προτεθέντων ῥητ ἐπαναλαβόντες, διασκεψώμεθα. Τις γὰρ ἀνάγκη, φησὶν ὁ μέγας Βασίλειο;, εἰ τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον υπάρχει τὸ Πνεῦμα, τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει; 'Αξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον, καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον παραδίδωσιν ὁ τῆς εὐσεβείας λόγος· φύσει δὲ τρίτη χρῆσθαι οὔτε παρὰ τῶν ἁγίων δεδιδαγμεθα Για φῶν, οὔτε ἐκ τῶν εἰρημένων κατὰ τὸ ἀκόλουθον δυνατὸν συλλογίζεσθαι. Ταῦτα μὲν ἀπὸ τῶν ἀδι απτώτων τοῦ ὀρθοῦ βίβλων ἡμεῖς. Οι δ' ἐναντίω; ἔχοντες τὰς νενοθευμένας προβάλλονται. Τοιγάρτοι καὶ τὸν παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνεν καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκεί της τῆς αἰτίας ἐξημμένον, διαγράφοντες ἀμαθῶς, τὰ πρὸ τούτων ἅπαντα καὶ μετὰ ταῦτα τῆς ἐκδόσεως τοῦ τὰ θεῖα σοφοῦ Βασιλείου πλην σὺν τῷ ἴσως διο στακτικῷ καθομολογοῦσι τελεῖν, καὶ προσίεται, μηδοπωσοῦν δυνηθέντες οι παράφρονες συνιδεῖν, ὡς ἅπερ αὐτοὶ παραδεχόμενοι καλῶς στέργουσιν, ἐκεῖνα μὲν ἀπαιτοῦσι κατ' ἔννοιαν εὐσεβῆ, τὸ δ᾽ ἴσως μάτ λιστα διστακτικὴν ἀποπέμπουσιν. Ἐπεὶ πῶς ποτε δευτερεύειν ἀξιώματι τοῦ Υἱοῦ, τοῦτο γὰρ ὧδε συγ κατατίθενται, καὶ κατὰ τίνα νοηθήσεται λόγον ὡς ἀληθῶς μὴ παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτ τοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείν νης τῆς αἰτίας ἐξημμένον τὸ Πνεῦμα τὸ ἅγι.ν, ὅπως δὲ μετὰ ταῦτα καθεξῆς καὶ τὸ ἴσως διστακτικόν, τῷ, παραδίδωσιν ὁ τῆς εὐσεβείας λόγος, ἁρμόσειεν; «Ενθα πέφυκε λόγου παράδοσις εὐσεβοῦς χώραν το διστακτικὸν ἴσως ἐκεῖ κέκτηται; Καὶ τίς οὕτω φρεν νόληπτος καὶ φρενοβλαβής, ὡς τοιαύτην ἔννοιαν όλως προσήκασθαι; Πάντως οὐδείς. Οὐδ᾽ ὑποπτεύσετε γοῦν μόνον λογισάμενος καὶ ψιλῶς, εἰ μὴ κατὰ τὴν πτέρναν αὐτὴν, τὸ τῆς παροιμίας, φορῶν τὸν ἐγκέ φαλον. Εἰ μὲν γὰρ, ὅ τι συγχωρήσει τις ἂν, ὁ θεῖος Πατὴρ ἔφασκεν, ἢ καὶ δώσει τυχόν, ἀρμόζον ἐτύγ χανε τηνικαῦτα καὶ τὸ διστακτικὸν ἴσως παρρησ ἀζεσθαι· νῦν δ' οὕτως αὐταῖς λέξεσι, καθὰ θέμις, διαλαβεῖν ὁ μέγα; εἰπὼν, ὡς ὁ τῆς εὐσεβείας λέ γος καὶ παραδίδωσιν, οὐχ ἁπλῶς δίδωσι, τότ
col. 1197–1198page 84 of 121
PG 141:1197διστακτικὴν διάνοιαν δι' αὐτῶν πόρρω που ὄντι σα φῶς ἀπεκρούσατο. Καὶ προφανές τοῖς ὅλοις ἐστὶν ὅτι ῥήματα ταῦτα τοῦ σεπτοῦ Βασιλείου καὶ θεοφάντορος, οὐκ ἄλλου τινὸς, ἔκ τε τοῦ χωρὶς ἀντιῤῥήσεως πάσαις ἐμφέρεσθαι δέλτοις, καὶ πολλῷ πλέον, ἐξ ὧν δηλοῦσι τὰ ἐπαγόμενα. Λέγει γὰρ ἐν τούτοις αὐτὸς οὕτως ἀδιεχῶς, ώς μηδενί τινι μέσω διακοπτόμενος Φύσει δὲ τρίτῃ χρῆσθαι οὔτε παρὰ τῶν ἁγίων δεν διδάγμεθα Γραφῶν, οὔτε ἐκ τῶν εἰρημένων κατά ἀκόλουθον δυνατόν συλλογίζεσθαι. Λοιπὸν ἀσύ στατον ὅλως καὶ ἀναπόδεικτον. Ἐκεῖνο δὲ, τουτέστι τῷ ἀξιώματι δευτερεύειν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ, τῆς εὐσεβείας παραδίδωσιν ὁ λόγος. Διὸ καὶ βέβαιον πάντη καὶ ἀναμφίλεκτον. Τοιοῦτον τὰ ῥήματα ταῦτα φέροντα νοῦν ἔχονται τῶν ἑξῆς, ὥστε καὶ ἐξ αὐ τῶν τῆς ἐκδόσεως τοῦ μεγάλου πιστεύεσθαι. Τού. των δὲ κἀντεῦθεν μάλιστα τοῦ σοφοῦ τοῦδε Πατρὸς ἀναφανέντων ἡμῖν, ἀνάγκη τὸ διστακτικὸν ἴσως ἀλλότριον ὑπάρχειν προστεθὲν ὕστερον· ἐπειδήπερ ἀκατάλληλον ἐστιν αὐτοῖς, καὶ ἄμφω τοῦ αὐτοῦ τυγχάνειν ἀδύνατον. Οὕτω πολλαχῶς τὸ ἴσως διστακτικὸν προσθήκην τελεῖν ὁ λόγος ἀπέδειξε, καὶ προσθήκην μηδὲν ἔχουσαν ὑγιες, ἅτε μηδ᾽ οἷς προσετέθη συνάδουσαν. ᾿Αλλὰ τοῦτο μὲν μηδ' εἰς ἐνθύμησιν τὸ παράπαν ἐλθὸν τῷ θεολήπτῳ Πατρί, πλασάμενοι τῶν μαχίμων ἀνδρῶν ἔνιοι, κακῶς ἔν τισι βίβλοις προσέθεντο, διὰ τῆς ὀλιγοσυλλάβου εαυτησὶ καὶ βραχείας φωνῆς δόξαντες ἅπαξ τῆς ἑαυτῶν κεκρατηκέναι προθέσεως. Τὸ δὲ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας εξημμένον, τῆς τοῦ σοφοῦ διανοίας ἐν ἅπαν δὴ τὸ τοιοῦτο ῥητὸν, καὶ κείμενον ἐν δέλτοις πολλαῖς, ὅμως ἀνθ' ὧν πολέμιον περιφανῶς τοῦτο ταῖς αὐτῶν γνώμαις καθέστηκε, τῆς περικοπῆς ὅλης σκαιῶς ἀφελόμενοι, ταῖς μικρὸν ἄνωθεν ῥηθείσαις οὐκ ἐνα έγραψαν βίβλοις καταρχὰς τῆς τῶν τοιούτων συστά σεω; τὸ πᾶν τοῦ βουλήματος ἤδη νομίσαντες κατ' ἰσχὺν ἄρρηκτον ἔχειν αὐτοὺς, ἐφόσον τὸ δηλωθὲν τῆς χρήσεως ἐκ τοῦ μέσου δολερῶς πεποιήκασιν, οὐ μὴν Επιστήσαντες ἀκριβῶς τοῖς ἑκατέρωθεν εγνωσμένοις, * προσηκάμενοι δεόντως ἐνέγραψαν καὶ αὐταῖς, εἰ καὶ σφίσι προσέθεντο τὸ ἴσως διστακτικών, διὰ τού του δῆθεν ὡς ἔχοντα πλημμελῶς τὰ τοιαῦτα κλά ζοντες, ὅπερ καὶ προλαβὼν ὁ λόγος παρέστησεν ἱκανῶς, ἀλλότριον αὐτῶν, οἷα παντελῶς ἀσυνάντη τον. Οὐ τοίνυν ἐπιστήσαντες ἀκριβῶς, καθάπερ ἔφημεν, τοῖς τοιούτοις, οὐδὲ ἐμβαθύναντες οἱ προς κόπτειν σπουδάζοντες τὸ σχίσμα διὰ παντὸς, ὡς ταῦτα καὶ μάλιστα κατ᾿ εὐσεβῆ διάνοιαν καὶ λογι σμὸν ὀρθοδοξίας ἐχόμενον, τὸ τοιοῦτον ῥητὸν ἀναγ καίω; εἰσπράττονται· τὸ μὲν ὅτι μηδ' ἂν εἰσελεύσεσθαι σοφίαν ποσῶς εἰς κακότεχνον ψυχὴν τῆς Θείας Γραφῆς ἀκηκόαμεν, καὶ ἄλλως δὲ κυριώτερον τοῦ Θεοῦ τάχα σφήλαντος ἐν τούτοις αὐτοὺς, καὶ μένειν εἰς ἔλεγχον τῆς κακουργίας αὐτῶν ταῦτα παρασκευάσαντος. Επεί τοί γε καὶ αὐτοὺς δήπουθεν παρῆκαν ἂν ἐν ταῖς οἰκείαις μεταγραφαίς, είπερ ἐμβατεύσαντες τοῖς τοιούτοις, τί καὶ βούλονται τῷ
col. 1199–1200page 85 of 121
PG 141:1199ὄντι κατέμαθον, ὡς διὰ τέλους ἀνεξέλεγκτον τοῦτο τὸ μέρος τελεῖν τὴν κακουργίαν αὐτῶν· νῦν δ' αὕτη διελέγχεται προδήλως ἐξ ὧν πολλάκις ἐνταυθοί διε λάβομεν. η προεξένησαν. Ενθεν καὶ γὰρ οἱ μάταιοι, καὶ τῆς κδ'. Ινα γὰρ ἀπάρτι την προσήκουσαν καὶ τὰ περὶ τούτων ἐξέτασιν σχῇ, κἀντεῦθεν τῆς ὑγιοῦς ὄντως ἐπι τεύξηται θεωρίας καὶ γνώσεως, του λόγου τὴν καταρχὴν ἐκείνην ἄντικρυς ποιησαμένων ἡμῶν, ἣν ἐθέμεθα πρὸ τοῦ κατὰ τὸ διστακτικὸν ἴσως ζητήματος, πως ὅπερ καὶ οἱ τοῦ σχίσματος ὁμολογοῦσι καὶ παραδέχονται, δευτερεύειν ἀξιώματι, καὶ κατὰ τίνα λόγον νοτ θήσεται τοῦ Υἱοῦ μὴ παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον τὸ Πνεῦμα τὸ ἅγιον; Ποῖον ἀξίωμα τοῦτο καθι δευτερεύειν του Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εὐσεβῶς ὑπάρχει λεγόμενον; 'Αρα μὴ τὸ κατὰ χρόνον, ἢ τόπον ἢ δύναμιν φυσικήν, Τὸ δὲ κατ' ὄγκον ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, ἢ καθ᾿ ἕτερόν τι τῶν ὅσοις ἀπαξαπλῶς ἄλλο καθυπερτερεῖν ἄλλου γινώσκομεν, ἀλλὰ φανερὸν ὡς ἅπαντα ταῦτα βαῦσματα τῶν Πνευματομάχων εἰσὶ, κατὰ τοῦ θείου κηρύγματος κακῶς λυττησάντων, καὶ καθ᾿ ἑαυτῶν κάκιον, ἐφ᾽ ᾧ τῆς ἐν Εὐαγγελίοις φοβερᾶς οὕτως ἀλογήσαντες ἀπειλῆς, ἣν ὁ Κύριος τοῖς εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀπειλεῖ βλασφημήσασιν, ἐν τῷ τοῦ παντουργοῦ τούτου Πνεύματος τοιαύτα καθυλακτεῖν, ἀπώλειαν παντελῆ ταῖς οἰκείαις ψυχαῖς ἑαυτῶν σωτηρίας ἐχθροὶ κατασμικρύναντες τὸ μεγαλεῖον τοῦ ζωαρχικοῦ Πνεύματος τὴν οὐσίαν, καὶ τὴν θεότητα τούτου τὸ ἔλαττον φέρειν διετείνοντα τολμηρώς, καθάπερ ὑπὸ τοῦ πονηροῦ πνεύματος τὸν νοῦν ἐμφυσώμενοί τε καὶ ἐμπνεόμενοι, πρὸς οὓς τὸν πόλεμον ὁ πολὺς οὗτος Βασίλειος κεκτημένος διηνεκῶς, τὴν τοιαύτην ήλεγχεν ἀτοπίαν, καὶ παῤῥησιαστικῶς κατεδίκαζε. Που τοίνυν δίκαιον, δι' αν ἐκεῖνοι τὴν αἵρεσιν συνίστων τὴν ἑαυτῶν, καὶ οἶ; ἐχρῶντο μαινόμενοι συνεργοῖς εἰς τὴν τῆς κακίας συγκρότησιν, κατὰ ταῦτα τὸ ἀξίωμα ποτε λυγίσασθαι τὸ παράπαν ἡμᾶς τὸν μέγαν εἰπεῖν, ἀξίωμα, φημί καθ᾽ ὅπερ εἴρηται δευτερεύειν τοῦ Υἱοῦ τὸ Πνεῦ μα τὸ ἅγιον; Τοῦτο κατ' οὐδὲν ἥκιστα φρονοῦμεν αὐτῶν, μύσται τοῦ σοφοῦ Βασιλείου τυγχάνοντες, ε; ἐκ τῶν σωτηρίων τῆς χάριτος ναμάτων, κἐκ τῶν πηγῶν οὐχ ἧττον τοῦ Ἰσραὴλ ἀρυσάμενος ὕδωρ γνώσεως ἀψευδοῦς, τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς οὐσίας καὶ θεότητος τῷ Πατρὶ δηλονότι καὶ τῷ Υἱῷ λίαν ὀρθῶς ἐδογμάτισεν· ἐξ ὧν ἔπεται πάντω; μετὰ τοῦ Πατρὸς τοῦτο καὶ τοῦ Υἱοῦ χρόνου παντά ὑπάρχον, ὡς ποιητὴν τῶν χρόνων ἐπέκεινα, παι τα χόθι παρόν, καὶ τὰ πάντα πληροῦν, ὡς ἀόριστος τε καὶ ἀπερίγραπτον, παναλὲς τῇ φύσει και την σθενὲς, ὡς πάσης δημιουργὸν κτίσεως, τὴν ἐξουσία, καὶ τὴν ἀρχὴν καὶ τὴν κυριότητα τῶν ὅλων αὐτοῦ. ὡς περιδεδραγμένον αὐτῶν, καὶ ταῦτα κυβερνών μόνον τῷ βούλεσθαι, πρὸς τούτοις ὁμόθρονον το Πατρί τε καὶ τῷ Υἱῷ, κἀντεῦθεν ομόδοξον τοῖς
col. 1201–1202page 86 of 121
PG 141:1201αὐτοῖς καὶ ὁμότιμον, ἁπλῶς πάντα πλουτοῦν, ὅσα θεϊκῶς καὶ κατ' οὐσίαν ὁ Πατὴρ σύναμα καὶ ὁ Υἱός, πλὴν τῶν καθ᾽ ἕκαστον αὐτῶν ἰδιοτήτων, καὶ εἴ τέ που τούτοιν ἀμφοῖν ἐστι πρόσφορον. Οὕτω περὶ τοῦ τῆς θεαρχικῆς Τριάδος ἑνὸς, τοῦ παναγίου δηλαδή Πνεύματος, θεολογοῦμεν ἡμεῖς. Τοιοῦτον αὐτὸ ταῖς τοῦ μεγάλου Πατρός Βασιλείου σοφαῖς εἰσηγήσεσιν ἐξακολουθοῦντες πρεσβεύομεν. Διὸ καὶ τὸ ἀξίωμα, καθ' ά δευτερεύειν λέγεται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ τῶν ἀναγεγραμμένων ἐκλαμβανόμενοι κατ' οὐδὲν, ἅτε πολύ φερόντων, τὸ δύσφημον, τό, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον. τῆς ἐκδόσεω; αὐτοῦ τοῦ θεηγόρου Πατρὶς Βασιλείου πιστεύομεν ἀναντιῤῥήτως τελεῖν, ὡς ἐξηγουμένου, πὼς εἴρηκε δευτερεύειν ἀξιώματι τοῦ Υἱοῦ τὸ Πνεῦ μα τὸ ἅγιον, ὅτι φησὶν ὡς παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον, καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον. "Η δότωσαν οἱ πρὸς τοῦτο προθέμενοι τὴν ἐναντίαν παντάπασι βαδίζειν ἡμῖν ἑτέραν ἔννοιαν ταῖς εἰς τὴ Θεῖον ὀρθαῖς ὑπολήψεσι τῶν Πατέρων συντρέχουσαν, καθ' ἣν δευτερεύειν ἀξιώματι τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι νομίζουσιν. ὡς ἔστιν ἄτοπον ἐπιεικῶς ταύτην μὲν ἀποδοκιμάζειν αὐτούς, ἄλλην δὲ μηδεμίαν τῶν εὐσεβῶν εἰσάγειν μηδοπωσοῦν δύνασθαι. Πόθεν; Ὅπου γε τῆς ἀληθείας ἐπὶ παντὸς λόγου καὶ πράγματος οὔσης μιας, ἀνάγκη δὴ πᾶσαν τελεῖν μίαν τινὰ καὶ ἐνταῦθα τὴν ἀληθινὴν ἔννοιαν. Αὕτη δὲ πάντως καθέστηκεν, εἰ δεῖ συντόμως εἰπεῖν, ἣν πρὸς τοῦ μεγάλου διδαχθέντες ἀποδεδώκαμεν. Ὥσπερ γάρ, ἵνα κατ᾽ αὐτὸν τὰ θεῖα πολὺν καὶ αὖθις ἐρῶ, τάξει καὶ ἀξιώματι τοῦ Πατρὸς ἐστιν ὁ Υἱός δεύτερος, ὅτι παρ' αὐτοῦ κέκτηται μεθ' ὧν ἄλλων πλουτεῖ, καὶ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν τῆς ὑπ άρξεως, οὐ κατ' ἔννοιαν ἑτέραν τινὰ τοῦ ἀξιώματος τε καὶ τῆς τάξεως οὐδαμῶς, ἐπειδήπερ αἱ λοιπαὶ πᾶσαι χωρὶς ταύτης ἀποφέρονται πολύ τι τὸ βλάσφημον· οὕτω δεύτερον τάξει, καὶ τοῦτ' αὐτὸ τοῦ θεηγόρου Πατρός, καὶ ἀξιώματι τὸ Πνεῦμα τὸ ἅγιον κατ' οὐδεμίαν αὐτῶν ἔννοιαν, ἀλλ᾽ ἢ πέφυκε τοῦ Μονογενοῦς, πλὴν ὅτι τοι παρ' αὐτοῦ τὸ εἶναι ἔχει, καὶ παρ' αὐτοῦ λαμβάνει καὶ ἀναγγέλλει ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξῆπται, κατὰ τὴν σοφὸν καὶ μέγαν Βασίλειον. Ἐκ τούτων καὶ μάλιστα τὰς βίβλους, αἷς ἔγκειται τὸ τοιοῦτον ῥητὸν, ἀποσώζειν τὸ γνήσιον κάλλος τοῦ Πατρὸς διαβεβαιούμεθα τὰς δὲ λοιπὰς ὅσαις ποσῶς ἔγκειται δηλαδὴ τὸ νόθον καὶ παρέγγραπτον ἔχειν ἀποφαινόμεθα. κεʹ. Πρὸς & καὶ μὴ σθένοντες ἀντιλέγειν οἱ διὰ παντός κατ᾿ ὄρεξιν δὴ μόνην καὶ θέλημα τῆς οἰκείας ψυχῆς ἡγούμενοι, τοῦτο τρυφὴν φήσαιεν ἂν ἴσως, ἐπὶ τὸ ῥητὸν τοῦ Νυσσαέων αρχιποίμενος Γρηγορίου, τοῦ τοῖς δόγμασι διαβοή του μεταπηδήσαντες κατά τοὺς ἀγεννεῖς τῶν καταβαινόντων εἰς τὸ στάδιον ἀθλητῶν, οἵτινες ἔστιν οὗ γέμοντες ἀναιδείας ὁμοῦ καὶ φρονήματος, ἐπειδὰν ἡττηθῶσι καθ' ἓν ἀγώνισμα, φημὶ τὴν πάλην τυχὸν, ἀθρόον καὶ παρευθύς θρασέως πως μεταπηδῶσιν ἐφ' ἕτερον, μήτε του;
col. 1203–1204page 87 of 121
PG 141:1203θεατὰς αἰσχυνόμενος τὸ παράπαν, ἐφ᾽ οἷς ἐγκαλία η πτεσθαι τούτους ἐχρῆν, καὶ μᾶλλον ἐνώπιον αὐτῶν ἀνερυθριάστως ὡς τὰ πολλὰ νεανιευόμενοι. Διὰ ταῦτα γοῦν φήσαιεν ἂν ἴσως οἱ τὴν ἀντίθεσιν καθά παξ εἰκῆ καὶ μάτην ὠδίνοντες πρὸς ἡμᾶς, Τί εκ περὶ τῆς ῥήσεως εἴτοις ἂν Γρηγορίου τοῦ ποτε τῆς Νύσσης ἀρχιερατικῶς προεδρεύσαντος, ἥτις εὕρηται τὴν ἐκ πρόθεσιν ἐν μὲν βίβλοις τισὶν ἔχουσα κἀπὶ τοῦ Υἱοῦ, ταῖς δὲ πλείοσιν ἐπὶ τούτου, καθὼς οἶδας εἰς ἀκρίβειαν καὶ αὐτὸς, οὔμενουν; Εκ ποίας προφανοῦς ἀκολουθίας τῷ Υἱῷ προσαρμόσοις αὐτήν; ὅθεν τι παραστήσεις προσήκουσαν τῷ λόγῳ κατὰ τὴν σύμφρασιν; Τὸ μὲν γὰρ καὶ τοῦ Υἱοῦ εἶναι προσ μαρτυρεῖται, δεχόμενοι περὶ τοῦ ἁγίου Πνεύματος κατὰ τὰς ἐχούσας ούτωσὶ βίβλους ἡμεῖς, τοῦτο σά φῶς ἐκ τῆς ἐπαγομένης ἀποστολικῆς μαρτυρίας πιστούμεθα κεῖσθαι καλῶς, φέρειν τε τὸ ἀσφαλὲς καὶ τὸ βέβαιον. Ἐπείπερ αὐτὸς ἐπήνεγκε προσεχῶς, ὁ μέγιστος δηλονότι Γρηγόριος· Εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, φησὶν, οὗτος οὐκ ἔστιν αὐτοῦ. Τὸ δὲ, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται, κατὰ τὰς λοιπὰς βίβλους προσιέμενος σύ, τὸ τοοῦ τον οὐδενὶ λόγῳ ποσῶς δυνήσῃ τοῖς ἐξῆς ἀποδεῖξαι συμβιβαζόμενον, εἰ μὴ καὶ πᾶς μάλιστα νουνεχής ἐκ τούτων αὐτῶν ἀνατρεπόμενον ἂν εἴποι καὶ ἀναι ρούμενον. Τοιαῦτα μὲν τὰ παρὰ τῶν ἀντιδιατιθεμένων ἡμῖν, ὅσον ἐξ ὧν πολλάκις εἰκάσαμεν, εἰκάσαι νῦν ἔπεισιν. Ἐγὼ δέ φημι πρῶτον μὲν ὡς οὐχ ὅπως τὸ, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται, ῥητὸν οὐκ ἀνατρεπόμενον ἐκ τῶν ἑξῆς, οὐδ᾽ ἀναιρούμενον ἔστιν εἰπεῖν, ἀλλ' ἐκ τούτων καὶ πολλῷ πλέον, φαίη τις ἂν τῶν βαθύτητα καταλαμβάνειν νοήματος ἐπισταμένων, κατασκευαζόμενον αὐτὸ καὶ ἀποδεικνύμενον. Ὅτι γὰρ ὁ ᾿Απόστολος τὸ Πνεῦμα τὸ ἅγιον μεγαλοφώνως ἐκήρυξε Πνεῦμα Χριστοῦ, διὰ τοῦτο Γρηγόριος ὁ διαλάμψας ἐν δόγμασιν ἐκ τοῦ Υἱοῦ τοῦτο τρανῶς εἴρηκεν. Ἐπειδὴ τὸ πνεῦμά τινος πάντως ἐξ αὐτοῦ πέφυκε· καὶ τούτου κομιδή διδά σκαλος ἀκριβῆς ὁ μέγας καὶ πολὺς τὰ θεῖα Βασί λειος, ὃς ἔν τινι τῶν πρὸς τὸν ἱερὸν Ἀμφιλ χιον κεφαλαίων εἰπὼν περὶ τοῦ ἁγίου Πνεύματος ὡς ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ τὸν ᾿Απόστολον τὸν τῆς Ἐχε κλησίας ζήτορα παραγα ών μάρτυρα, «Τὸ Πνεῦμα, λέγοντα, τὸ ἐκ τοῦ Θεοῦ ἐλάβομεν, τούτῳ πρὸς σύστασιν χρῆται καὶ τοῦ δι' Υἱοῦ τυγχάνειν αὐτὸ, σοφώτατα κατὰ ῥῆμα διαλαβὼν ταῦτα καὶ φάμενος, καὶ τὸ δι' Υἱοῦ πεφηνέναι σαφές πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεού. Πάντως οὐδεὶς ἐξηγήσεως χρήζει τινὸς ἐν τῷ παρόντι ῥητῷ· δήλη γὰρ πᾶσι καὶ φανερὰ καθέστηκεν ἡ τούτου διάνοια. Ταύτῃ, δοκῶ, καὶ Κύριλλος ὁ τῶν ὀρθῶν δογμάτων ἀκριβέστατος φύλαξ καὶ μυ σταγωγός ἐξακολουθήσας, ὡσὰν τοῦ θεηγόρου Πατρός Βασιλείου κατ' ίχνια βαίνων παναληθῶς, ἐν τῇ ἐρ μηνεία τοῦ κατὰ τὸν ἐπιστήθιον Ἰωάννην, καὶ Χρι στοῦ φίλον γνήσιον εὐαγγελικοῦ καὶ θείου ῥητοῦ του λέγοντος. "Οταν οὖν ἔλθῃ ὁ Παράκλητος, οὕτως
col. 1205–1206page 88 of 121
PG 141:1205ἔφησεν· Ἰδοὺ γὰρ, ἰδοὺ Πνεῦμα τῆς ἀληθείας, τουτέστιν ἑαυτοῦ τὸν Παράκλητον εἰπών, παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαί φησιν. Ωσπερ γάρ ἐστιν ἴδιον Πνεῦμα τοῦ Υἱοῦ φυσικῶς ἐν αὐτῷ επεί τε ὑπάρχον, καὶ δι' αὐτοῦ προϊόν, οὕτω καὶ τοῦ Πατρός. Ὅτι γὰρ εἶπεν ὁ Χριστὸς τὸν Παράκλητον Πνεῦμα τῆς ἀληθείας εἰρηκώς οὗτος καὶ προσθείς, τουτέστιν ἑαυτοῦ, κατ' ἐκεῖνον, ίδιον Πνεῦμα τοῦ Υιού φυσικῶς ἐν αὐτῷ τε ὑπάρχον, καὶ δι' αὐτοῦ προϊόν ἐφηρμήνευσε, τὸν τοῦ θείου Πατρός Βατι λείου σαφῶς δηλώσας σκοπὸν δι᾿ ἑτέρας τὸ αὐτὸ σημαινούσης ἱερᾶς χρήσεως. Τοῦτον δὴ τὸν τρόπον καὶ Γρηγόριος ὁ πάνυ περὶ τοῦ Πνεύματος τοῦ παναγίου, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται μετὰ πολλῆς παρρησίας εἰπὼν, ἐπήγαγε παρευθύς, «Εἰ γὰρ τις Πνεύμα Χριστοῦ οὐκ ἔχει, φησιν, ού. τὸς οὐκ ἔστιν αὐτοῦ, τὴν μαρτυρίαν τοῦ Χριστο κήρυκος Παύλου κατὰ τὸν πολὺν καὶ μέγαν Βατίο λείον, καὶ ἑτέραν ἀπολεξάμενος. Ἐνταῦθα φανερὸν ότι μερικῶς συναποδέδεικται τούτοις μηδὲ τὴν ἐκ διαφέρειν, καὶ τὴν διὰ τοῖς ἐπὶ τῆς θεολογίας ὀρθῶς καὶ πρὸς ἀσφάλειαν τῶν ἱερῶν δογμάτων αὐτὰς ἐκ λαμβάνουσιν. Ἐπείπερ ἐν οἷς ἐκεῖνοι καλῶς παρέλαβον τὴν διὰ, τέθεικεν ὁ θεῖος Γρηγόριος οὗτος τὴν ἐκ πρόθεσιν. Καὶ ταῦτα μὲν ἐν πρώτοις καθὼς ἀρξάμενος τῆς παρούσης ἀντιθέσεως διαλαβεῖν ἔφθην, φημὶ περιτρέπων ἰσχυρῶς τοὺς ἐναντίους ἐξ ὧν εἰς οἰκείαν αὐτοὶ προσβάλοντο δῆθεν βοήθειαν. Εἰ δὲ δεῖ με τῆς περικοπῆς μνησθέντα μι χρὸν ἄνωθεν ἀκριβῶς ἐξετάσαι τὰ κατ' αὐτὴν, τάχ' ἂν κἀκ τῶν πρότερον φανεῖται τὴν ἐκ ὁ μέγας κἀπὶ τοῦ Υἱοῦ λέγων τε καὶ τιθέμενος. Ἐπεὶ περί τε και νῶν καὶ ἰδίων, ὡς προλαβὼν εἰρήκειν τῶν ἐν τῇ θεαρχική Τριάδι διεξιών, οὕτω διαλέγεται κατὰ ῥῆμα θεολογῶν τούτοις, καὶ τῷ δόγματι προσηκόντως ἐμπλατυνόμενος· Ο τε γὰρ Υἱὸς ἐκ τοῦ Πα τρὸς ἐξῆλθε, καθώς φησιν ἡ Γραφὴ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ καὶ παρὰ τοῦ Πατρὸς ἐκε πορεύεται. Αλλ' ὥσπερ τὸ ἄνευ αιτίας εἶναι μόν του τοῦ Πατρὸς ὄν, τῷ Υἱῷ καὶ τῷ Πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται· οὕτω τὸ ἔμπαλιν το ἐξ αἰτίας εἶναι, ὅπερ διόν ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, τῷ Πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος τῷ Υἱῷ καὶ τῷ Πνεύματι τοῦ μὴ ἀγεννήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν άμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφοράν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ίδιον μὴ συγχυθείη. Ταῦτα Γρηγόριος οὗτος ὁ πολὺς ἐν θεολογίᾳ καὶ δόγμασι διαλαμβάνων καὶ συντιθεὶς, τὸ ἀναίτιόν τε καὶ τὸ ἐξ αἰτίας ἐν τῇ θεαρχικῇ Τριάδι διαφορὰν μόνην δίδωσι, τὸ μὲν αἰ τίας χωρὶς προςνέμων τῷ Πατρὶ, τῷ δ' ἐξ αἰτίας τῷ Υἱῷ καὶ τῷ Πνεύματι. Πάλιν δὲ καὶ τούτοις ὡς ἂν άμικτον παρέξει διαφοράν, καντεύθεν τὸ Τριαδικὸν φυλαχθείη τῶν ὑποστάσεων εἰς δύο διαιρῶν τὸ ἐξ αιτίας θεοπρεπῶς, οὕτω φθέγγεται την διαφοράν ἐξηγούμενος· Ὁ γὰρ μονογενὴς Υἱὸς ἐκ τοῦ Πα ηγὰς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ίστησιν αὐτῷ τὸ ἰδίωμα. Τὰ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγετα καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρείται. Τι του
col. 1207–1208page 89 of 121
PG 141:1207των σαφέστερον τοῖς ὀρθὸν φέρουσι τὸν σκοπόν; Τι ται, καθ' ἣν πάντως ὁ μὲν προσαγορεύεται καὶ πέφηνεν, οἷς τὴν ὕπαρξιν ὁ μὲν Υἱὸς ἐκ μόνου τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. δὲ τοῖς ἐθέλουσιν εὐγνωμονεῖν ἐκδηλότερον; Ο μόνο γενής, φησὶν, Υἱὸς ἐκ μόνου τοῦ Πατρὸς ὀνομάζεται παρὰ τῆς ἁγίας Γραφῆς. Τοῦτο καὶ γὰρ σημαίνει τρανῶς τό Καὶ μέχρι τούτου ὁ λόγος ίστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται, ταύτην διαφορὰν ἔχον πρὸς τὸν Υἱόν, ὅτι κἀκ τοῦ Υἱοῦ τοῦτο καθέστηκεν. Οὗτος ὁ τοῦ θεό φρονος τούτου πέφυκεν ὧδε νοῦς. Ἵνα δὲ τόνδε βέλη τιον παραστήσω τοῖς χρήζουσιν, εἴπερ κατὰ τὸν Υἱὸν ἐκ μόνου τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἦν, ἦν ἂν καὶ τοῦτο γεννητὸς κατ' ἐκεῖνον Υἱός, οὐ Πνείς μά γε μὴν ἅγιον. Νῦν δ᾽ οὐκ ἄλλη τις αναμεταξύ τούτοιν ἀμφοῖν, αὕτη δὲ διαφορὰ καὶ μόνη γινώσκε ἔστιν Υἱός, τὸ δὲ κυρίως ἅγιον Πνεῦμα καλεῖται, καὶ κέκτηται τοῦ Πατρὸς, ἐκ δὲ τοῦ Πατρὸς ἅμα κἀκ κζ'. 'Αλλ' οὐ κεῖται, φασὶν οἱ τῆς ἀντικειμένης ἡμῖν μερίδος, ἔν τισι βίβλοις ἡ ἐκ πρόθεσις ἐπὶ τοῦ Υἱοῦ, διὰ τοῦτο καὶ διαφορὰν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ταύτην λέγομεν εἰπεῖν τὸν θεηγόρον Γρη γόριον. Ὡς ὁ μέντοι Μονογενῆς ὑπάρχων ἐκ τοῦ Πατρὸς οὐκ ἔστιν, οὐδὲ λέγεται ποσῶς καὶ τοῦ Πνεύματος, καθὼς οὗτος ὁ σοφὸς διδάσκαλος παρα κατιών διατράνῳ στόματι μυσταγωγεῖ καὶ διέξεισι. Τὸ δὲ ἅγιον Πνεῦμα καὶ αὐτὸ τυγχάνον ἐκ τοῦ Πατρός, προσμαρτυρείται γοῦν εἶναι καὶ τοῦ Υἱοῦ κατ' οἰκείωσιν· καὶ τὴν μαρτυρίαν ἣν ἐπιφέρων τίθησι συνεχῶς τούτῳ τῷ ῥητῷ κατὰ τὸν τοιοῦτον νοῦν προσαρμόζομεν. Επειδήπερ αὐτὸς οὕτως ἐπήνεγκεν Εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, φησίν, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πάλιν επερειδόμενοι ταῖς ἑαυτῶν βίβλοις οἱ περὶ τὴν ἀντίῤῥησιν ἐπτοημένοι διηνεκῶς ἐπὶ τὴν ἔκθεσιν τῆς μαρτυρίας ὡς εἰς ἀντίληψ.ν ἰσχυρὰν καὶ μεγάλην τινὰ καταφεύγουσι, μήτε τῇ προφανεί ταύτης κατὰ τὸν σεπτὸν Βασίλειον ἑρμηνεία σοφῶς ὑποσχόντες τὰς ἀκοὰς, ᾗτινι καὶ ὁ θεῖος Κύριλλος, καθὼς ἐγγύθεν ἀπεδείξαμεν, καλῶς στοιχήσας ἐπηκολούθησε, καὶ μέντοι πρὸς σύστασιν τῆς δόξης αὐτῶν οίκοθεν διαφορὰν ἐννοήσαντες. Ως ἂν δὲ τὴν ἀπάντησιν εἰς αὐτὴν ἀρτίως ποιησώμεθα την διαφοράν, περὶ γὰρ τῆς μαρτυρίας ἱκανῶς τοῖς προσέχουσι πρὶν ἀπολελογήμεθα, τίνος ένεκεν, εἰ καὶ περὶ σχετικῆς ὁ λόγος ην τῷ μακαρίῳ διαφορᾶς, οὐκοῦν οὐδοπωσούν δηλούσης ὕπαρξιν κατὰ τὴν τῶν ὑπεναντίων ὑφήγησιν,, μὴ καὶ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ὑπάρχειν εἶν ρηκε προλαβών, ὅτε μετὰ τοῦ Πατρὸς ἐσκόπει τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ἐκ τοῦ Πατρὸς ἔφησε τοῦτο τελεῖν, ὃ πάντως καὶ διαφορὰ τυγχάνει καθ᾽ ὕπαρξιν; Οὐ γὰρ δὴ τῶν ἄγαν τολμηρών και θρασέων φαίη τις ἂν, ὅτι, ἐπεὶ καὶ ὁ Πατὴρ ἔστ: το καὶ καλεῖται τοῦ Πνεύματος, ήρκει διαλαβεῖν τὸν μέγαν ἐκεῖ τὴν καθ' ύπαρξιν μόνην διαφοράν, 8 μή πάντως εἴποιεν ἂν ἴσως οἱ τὸ πᾶν ἀντιλέγειν πρό ἡμᾶς καθάπαξ σπουδάζοντες καλῶς. Ἐνταῦθα δὲ διὰ τὸ μὴ καθ' ὕπαρξιν μηδαμῶς ἔχειν, παρέλαβε τὴν κατὰ σχέσιν διαφοράν. ή ταύτην ὡς κρείττονα
col. 1209–1210page 90 of 121
PG 141:1209καὶ τελεωτέραν προτιμησάμενος, ὡς περιστὴν ἐκε! νην παρέδραμε. Καὶ μὴν δῆλον τοῖς διαγινώσκουσιν ὁπωτοῦν, μή τοί γε μόνοις τοῖς ὑψηλοῖς τὴν διάνοιαν, ὡς εἰ μὴ διαφορὰ κάν τούτοις, τῷ Υἱῷ, λέγω, καὶ τῷ Πνεύματι τῷ παναγίῳ, καθ᾽ ὕπαρξίν ἐστί τις, ἀλλή λων οὐ διαφέρουσιν ἀληθῶς καὶ κυρίως, καὶ σύγχυσις ἔνθεν τοῖς ὑποστατικοῖς ἰδιώμασιν· ὅπερ ἀτοπώτατον τῷ ὄντι τελεῖ, καὶ τῆς εὐσεβείας ἀλλοτριώτα του. Αύθις δὲ τὴν καθ᾽ ὕπαρξιν κεκτημένος ὁ σοφὸς οὗτος, διαφορὰν ἑτέραν οὐκ ἄν ποτε παρὰ ταύτην, ὡς εἰκὸς, ἐνθάδε προέκρινεν, οὐ μόνον ἀνθ' ὧν αὕτη πέφυκε μόνη διαφορά κυρίως καὶ ἀληθῶς, ἡ δὲ κατὰ σχέσιν ἕπεται τῇ τοιαύτῃ, δηλαδὴ τῇ καθ᾽ ὕπαρ ξιν, ἀλλ᾽ ὅτι καὶ αὐτὸς διὰ τοῦτο προθέμενος λέγειν ἐν τῇ θεαρχικῇ Τριάδι περὶ διαφορᾶς ἄνωθεν, τουτ ἐστιν ἐκ τοῦ Πατρὸς, καὶ ἔτι προϊὼν τῆς καθ᾽ ὕπαρ ξιν, οὐκ ἄλλης τινὸς ἐμνημόνευσε. Καὶ γὰρ ἐν πρώτ τοῖς μὲν εἴρηκε περὶ τοῦ Πατρὸς, ὡς αἰτίας εκτός ἐστιν, ήγουν οὐκ ἔκ τινος· ἐφεξῆς δὲ κοινὸν τὸ ἐξ αἰτίας τῷ Υἱῷ καὶ τῷ Πνεύματι τυγχάνειν εἰπὼν, τὸ διάφορον τῆς πρὸς τὸν Πατέρα θεϊκῆς ἐδήλωσε τού των υπάρξεως. Εἶτα καὶ τὴν πρὸς ἄλληλα διαφορὰν τούτων αὐτῶν ἐξηγήσασθαι βουληθείς, ὅπως τὰ τῆς ρήσεως κατὰ λέξιν γένηταί μοι διαλαβεῖν, οὕτως ἔφησεν· Ο γὰρ μονογενής Υἱὸς ἐκ τοῦ Πατρὸς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ίστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. Πάντως περὶ ὑπάρξεως κἀνταῦθα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ὁ λόγος ἐστίν. Ὥστε καὶ ἡ μεταξύ τούτων διαφορά τοῖς κάλλιστα νοοῦσι καθ᾽ ὕπαρξιν· ἐπεὶ τοῖς ἑτέρως, φημὶ κατὰ σχέσιν, νῦν ἐκλαμβάνουσι τὴν διαφοράν ἀσυνάρτητον τῷ παντὶ τὸ περὶ τοῦ Πνεύματος τοῦτο καὶ ἀκατάλληλον. Ορις, ὁ μαχόμενος, πῶς ἀναγ καίως ή διάνοια τοῦ λόγου τὴν ἐκ πρόθεσιν ἀπαιτεῖ περὶ τὴν καθ' ὕπαρξιν ἐν τῇ σεπτῇ Τριάδι διαφορὰν καταγινομένη τετέλεον; Οὐκοῦν ἐντεῦθεν φανερόν ὡς ὁ τῶν δογμάτων ἄριστος οὗτος ὑφηγητής μετὰ τῆς τοιαύτης προθέσεως τὴν δηλωθεῖσαν αὐτοῦ ῥῆσιν ἐξέδωκεν. Ενιοι δὲ τῶν παντάπασι κακοσχολων ἀνα δρῶν τὴν ἀλήθειαν ἐν βίβλοις τισὶν ἐλωβήσαντο. Τοσαῦτα δὴ καὶ οὕτως ἔχοντα παρ' ἡμῶν λέλεκται κατὰ τὸ παρὸν καὶ περὶ τῆς ῥήσεως Γρηγορίου τοῦ διαπρεποῦς ἐν τοῖς δόγμασιν, ἐξ ὧν ἀπεδείξαμεν, ὡς ἀδελφὰ καὶ οὗτος τῷ σουῷ Βασιλείῳ φρονῶν, τὸ ἅγιον Πνεῦμα κἀκ τοῦ Υἱοῦ κατ' ἐκεῖνον ἔφησεν ἔχειν τὴν ὕπαρξιν· οἷς ἀμφοτέροις δίκαιον κανταῦθα τους πάντας ἀκολουθεῖν πεισθέντας καλῶς τοῖς πανσόφοις αὐτῶν καὶ θείοις διδάγμασιν. Οὗτοι γὰρ ὤφθησαν τῆς ὑγιοῦς πίστεως ἀρχηγοὶ καὶ τῆς ὀρθοδοξίας ἐκε φάντομες ἅμα καὶ κήρυκες. κη'. Ομως ἐπεὶ πρὸς παράστασιν τοῦ τοιούτου δέγματος βεβαίαν καὶ ἀσφαλῆ καὶ ἄλλων πολλῶν εὐποροῦμεν πατρικῶν χρήσεων, αίπερ καὶ ἀδιάβλητοι, διὰ τὸ παρὰ πάσαις ταῖς ὁπουδήποτε βίβλοις ταῖς ἱεραῖς ὡσαύτως εκφέρεσθαι, καὶ κατὰ τὸ παντελὲς ἀπαράλλακτον, καὶ ταύτας, ὡς τὸ εἰκὸς, ἐνθάδε προς
col. 1211–1212page 91 of 121
PG 141:1211θήσομεν, ὡς ἂν ἐκ περιουσίας τῶν γραφικών του των μαρτυριών ολοκλήρως τὰ στόματα τῶν ἀντιδικούντων ἐμφράξωμεν. Αὐτίκα γοῦν ὁ τῆς ἐκκλησίας φωστήρ Ιωάννης, τὸν τηλαυγή λέγω καὶ κύριο νον νοῦν, τὸν τὴν γλῶτταν ὁμοῦ καὶ τὰ χείλη χρυσ σοῦν, ἐν μὲν τῷ λόγῳ, τῷ εἰς τὴν Ενανθρώπησιν τοῦ Κυρίου, καὶ εἰς τὸν Κλίματι ἑκάστῳ ἄγγελοι έφει. στήκεσαν, οὕτως εἴρηκεν· "Ηλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ Πνεῦμα, καὶ ἀνελάβετο τὸ ἡμέτερον σῶμα. Καθ' ὅτε ρον δέ γε τῶν αὐτοῦ λόγων τῶν διδασκαλικῶν, ὃς καὶ οὕτω πως πρῶτος προφυλακτικὸς ἐπιγέγραπται Καὶ οὕτως ἡμᾶς φυλάξοι, φησί, τὸ παρὰ Χρι στοῦ Πνεῦμα εἰς τὴν ἡμέραν τῆς μελλούσης ἀπολυτρώσεως. Τοῦ αὐτοῦ χρόνου καὶ ὁ διορατι κδ; Επιφάνιος ὢν ἐν τῷ λόγῳ τῷ ᾿Αγκυρωτῷ διαρ μήδην καὶ τρανῶς φθέγγεται· Φησὶν οὖν ὁ μα κάριος Πέτρος τοῖς περὶ τὸν Ανανίαν, ο Τί ότι επείρασαν ὑμᾶς ὁ Σατανᾶς ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον;» Καί φησιν, «Οὐκ ἀνθρώπῳ ἐψεύσω, ἀλλὰ Θεῷ.» Δρα Θεὸς ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι. Καὶ αὖθις· Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τρίτον τῇ ὀνομασία. Καὶ μετὰ πολλὰ πάλιν· Αμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πατρὸς πιστεύεται Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἢ παρ' ἀμφοτέρων, ὥς φησιν ὁ Χριστός, ο "Ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» και, «Οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται.» Καὶ τὸ νῦν τοῦτο ῥητὸν ἐν βίβλοις τισὶν εὕρηται κακούργως οὕτωσὶ κείμενον Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πνεύματος πιστεύεται Θεὺς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἡ παρ' ἀμφοτέρων. Η δὲ κακουργία σαφὴς, καὶ τοῖς πᾶσιν εὐφώματος, οὐχ ὅτι καὶ μόνον ἄδοξον ὁλικῶ; τὸ τυγχάνειν τὸν Χριστὸν ἐκ τοῦ Πνεύματος, ἐπεί περ οὐδεὶς τῶν πάντων ὡς ἀληθῶς, ὅστις τουτί το παράπαν ἐδόξασεν, ἀλλ' ὅτι καὶ τὸ τελεῖν ἐξ ἀλλή λων αὐτὰ τῶν παραλογωτάτων πάντη καθέστηκε. Ποῦ δέ τις καὶ θήσει τὸ ἀναφυόμενον ἐντεῦθεν και κόν; Τὸ Πνεῦμα γὰρ οὕτω καὶ ἐξ αὐτοῦ τυγχάνον φανήσεται. Πῶς; Ὁ μακάριος οὕτως εἰπὼν, Καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, μεθύστερον ὡς τάχος, ἢ παρ' ἀμφοτέρων, ἐπήγαγεν. Εἰ γοῦν οὕτως ἐκεῖ κεῖται Χριστὸς ἐκ τοῦ Πνεύματος, οὐκ ἐκ τοῦ Παν τρός, συναγέτω τὸ ἑξῆς τοῦ λόγου πᾶς ὁ ταῦτα νῦν ἀκροώμενος. Ποία δὲ χρῆσις καὶ τῆς εὐαγγελικής καὶ θείας φωνῆς, ήνπερ παρευθύς εἰς μαρτυρίαν παραλαβών τίθησι, λέγων, Ὣς φησιν ὁ Χριστός, Ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται;» Περιστή πάντω; ἐστὶν, οὐδόλως ἀρμέδιος. ᾿Αλλὰ ταῦτα τὰ άτοπα πάντα συμβέβηκε τῷ τοιούτῳ ῥητῷ, διὰ τὴ μεταβληθῆναι τὸ ἐκ Πατρὸς εἰς τὸ ἐκ τοῦ Πνεύ ματος. Πόθεν δὲ τοῦτο γέγονε καὶ παρὰ τίνων; ἥκιστα σκοπεῖν προσῆκον ἡμᾶς. Εύδηλον γὰρ ὡς πρὸς τῶν πολεμίων τοῦ παρ' ἡμῶν δεικνυμένων να Οι
col. 1213–1214page 92 of 121
PG 141:1213δόγματος· καὶ τὸ πρᾶγμα ῥᾴδιον καὶ τῶν εὐχερεστάτων καταπολύ, στοιχείου παραλλαγή τις ἑνὸς μόνου και μεταποίησις. Ὁ δὲ σκοπὸς, ὅτι μὴ χρεών πιστεύειν ἡμᾶς οὕτως ἐκπεσεῖν ἐκείνους τοῦ ὀρθοῦ δόγματος, ὡς καὶ πρεσβεύειν εὐσεβῶς τὸν Χριστὸν ἐκ τοῦ Πνεύματος, ἵνα τυχὸν ἐκ τούτου καὶ τὸ λοι πὸν, ὅπερ ἐστὶ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, δόξῃ κακῶς ἔχειν· διὸ καὶ πταίσμα τὸ πᾶν νομι σθείη τοῦ μεταγράψαντος. Πλὴν ὅμως ἐσφάλησαν τοῦ τοιούτου σκοπού, μηδέν τι κερδάναντες ὧνπερ ὑπέλαβον, μὴ μόνον οἷς τὴν σκαιωρίαν αὐτῶν ἀρτίως ὡς ἐνὸν διηλέγξαμεν, ἀλλὰ τὸ μεῖζον, οἷς τὴν ἀξιο πιστίαν τῶν πολλῶν λογίων τῶν τοῦ Πατρὸς ἡ τῆς μιᾶς ρήσεως νοθεία καὶ παραφθορά πάντως οὐκ ἀφαιρήσεται. Καὶ παρεῶ λέγειν εἰς δικαίωσιν νῦν τό γε τῶν λοιπῶν βιβλίων ἀνόθευτον. Τίνα δὲ καὶ ποῖα τὰ πολλὰ λόγια περὶ ὧν ἔφημεν τοῦ Πατρός, "Ηδη μὲν ἐκ τούτων μικρὸν ἄνωθεν ὀλίγα τινὰ προ τεθείκαμεν, τὰ δὲ πλείω πρὸς τὸ παρὸν κατὰ τάξιν προθήσομεν. Μετά βραχέα γὰρ τοῦ προλεχθέντος ῥητοῦ διέξεισιν αὖ οὕτω δικανικώτερον· 'Αλλ' ἐρεῖ τις, Οὐκοῦν φαμεν δύο εἶναι Υιούς· καὶ πῶς μονογενής; Μενοῦνγε σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ Θεῷ; Εἰ γὰρ τὸν Υἱὸν καλεῖ τὶν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον Πνεῦμα τὸ παρ' ἀμφοτέρων ὰ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων φωτεινά, φωτόδοτα, φωτεινὴν τὴν ἐνέργειαν ἔχει. Καὶ μετά τι. α· Πνεῦμα ἅγιον Πνεῦμα ἀληθείας ἐστὶ, φῶς τρίτον παρὰ Πατρὸς καὶ Υἱοῦ. Καὶ μετ' ὀλίγα πάλιν· Ον γὰρ τρόπον οὐδεὶς ἔγνω τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὕτω τελμῶ λέγειν ὅτι οὐδὲ τὸ Πνεῦμα εἰ μὴ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, παρ' οὗ ἐκπορεύεται, καὶ παρ' οὗ λαμβάνει, οὐδὲ τὸν Υἱὸν καὶ τὸν Πατέρα εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διο Τάσκον τὰ πάντα, ὅ παρὰ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Γιοῦ. Τούτοις συνωδά διαγορεύει καὶ σύμφωνα πολλαχοῦ καὶ ὁ τῶν τοῦ Πνεύματος μυστηρίων ερμηνεύ, Κύριλλος, λέγων ἐν μὲν δὴ τῇ ἐξηγήσει τῇ εἰς τὸν προφήτην Ἰωὴλ κατὰ τὴν ῥῆσιν τὴν, «Εκ χιῶ ἀπὸ τοῦ Πνεύματός μου, η φάσκουσαν Η μὲν γὰρ ἐστι θεὺς ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός, γεγέννηται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ίδιων αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ αμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός· ἐν δὲ τῷ πρὸς τὸν βασιλέα Θεοδόσιον λόγῳ, Βαπτίζοντα, ἔφη, τὸν Ἰησοῦν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς Ευπε ζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπώς καὶ ὑπηρετικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ' ἐξουσίας τῆς ἀνωτάτω τὸ ἐξ αὐτοῦ καὶ ἴδιον αὐτοῦ. Πάλιν ἐν μὲν ἑνὶ τῶν κεφαλαίων τοῦ δευτέ ριν τῶν Θησαυρῶν δείκνυται σαφῶς οὐκ ἀλλά τριον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ. Ἐν δὲ τῇ ἑρμηνείᾳ τοῦ κατὰ ιωάννην Εὐαγγελίου εἰς τὸ ῥητὸν τὸ, «Ἐκεῖνος ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ἐγώ, ο διαπρύσιον
col. 1215–1216page 93 of 121
PG 141:1215οὕτως εἴρηκεν· Οὐκοῦν ὡς εἰδὸς τὰ ἐν τῇ βουλήσει τοῦ Μονογενοῦς πάντα ἡμῖν ἀναγγέλλει τὸ Πνεῦμα, οὐκ ἐκ μαθήσεως ἔχον τὴν εἴδησιν, ἵνα μὴ φαίνηται διακόνου τάξιν αποπληροῦν, ἀλλ' ὡς Πνεῦμα αὐτοῦ, καὶ εἰδὸς ἀδιδάκτως πάντα τὰ ἐξ οὗ, καὶ ἐν ᾧπὲρ ἐστιν. Οὗτος καὶ ἐν τῷ πρὸς Ερμείαν ἑβδόμῳ λόγῳ ταῦτα διαλαβών, Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ παντὸς, οἶμαι, πιστοῦ τε καὶ ἀγαθοῦ, «Ελευ σόμεθα, φησίν, ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Καὶ ἔν τε τούτῳ για νώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν. Ενοικον γὰρ καὶ ἐνηυλισμένον καταπλουτείη τις ἂν τῇ φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν, οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ Πνεῦμα λαβὼν, ἀλλὰ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, καὶ τὴν ἴσην ὡς πρὸς αὐτὸ κυριότητα φοροῦν. Εντούτῳ κατὰ διάλεξιν αὖ πρὸς τὸν Ερμείαν διέξεισιν· Οὐκο οὖν εἰ μή ἐστιν ἅγιον φύσει τὸ Πνεῦμα τὸ ἐν ἡμῖν, φραζόντων ἐκεῖνοι, τίνα δὴ ἄρα λοιπὸν απεκληρώσατο φύσιν, καὶ εἰ μὴ βούλοιντο τὴν ἁγίαν ἀπονέμειν αὐτῷ, ἆρ᾽ οὐχὶ πάντη τε καὶ πάντως ἀποκινδυνεύσειεν ἂν αὐτοῖς εἰς ἀδιά φυκτον δυσφημίαν ὁ λόγος; Τοῦ δὲ ἀποκριναμένου τὸ, Εοικε. Πλὴν ἐκεῖνό φησιν, ὅτι ὁ Χριστὸς ἔψη περὶ αὐτοῦ, ὁ Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Μέτοχον οὖν ἄρα φασὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ; κατὰ τάχος ὁ ἅγιος ἐπάγων, "Ηκιστά γε, φησί, πολλοῦ γε, οἶμαι, καὶ δεῖ. Τὸ γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ ἴδιον αὐτοῦ, πῶς ἂν αὐτοῦ μεταλάχοι πώποτε, καὶ ἐν ἴσῳ τοῖς θύραθεν σχετικῶς ἁγιάζοιτο, καὶ ἀλλότριον ἔσται κατὰ φύσιν, οὗ καὶ ἴδιον εἶναι λέγεται; Παλιά τοιαῦτα θεολογών Κύριλλος ὁ σεπτὸς ἐν συγγράμμασιν αὐτοῦ διαφόροις ἐκτίθησι. Τὸ ταῦτα δὲ πάντα συναγαγεῖν πράγμα κομιδῆ δυσχερέστατον. Διὸ καὶ τοῖς ῥηθεῖσιν ἀρκούμενος μόνοις πρὸς τὸ παρόν, ἐπὶ τὸν ἐν ἁγίοις μέτειμι πολὺν ᾿Αναστάσιον, ὅστις περὶ τῶν καθ᾿ ἡμᾶς τῆς ἀληθείας ὀρθῶν δογμάτων θεολογῶν, οὕτω σαφέστατα καὶ διαῤῥήδην καὶ αὐτὸς εἶπε περὶ τοῦ Πνεύματος· Καὶ μὴν ὁ Κύριος ἐξ ἑαυτοῦ δεικνὺς αὐτὸ ὑπάρχειν, ἐμφυσῶν τοῖς μαθηταῖς ἔλεγε, «Λάβετε Πνεῦμα ἅγιον.» Παρά τοσούτων ἀνδρῶν θεοσόφων ἐπὶ τοσούτοις τε λόγοις, καὶ οὕτως ἀναφανδὸν τὸ Πνεῦμα τὸ ἅγιον κἀκ τοῦ Υἱοῦ τὴν οἰκείαν ύπαρξιν ἔχειν τεθεολόγηται. κθ'. Πλὴν καὶ τῶν ῥήσεων τούτων, ὡς τὸ εἰκὸς, λεγομένων ἡμῖν εἰς βεβαίωσιν τοῦ τοιούτου δόγμα τις καὶ λαμπράν πίστωσιν, δέον, εἰ καὶ μὴ πρότερον, ὅμως καταπειθεῖς εἰς δεῦρο λαβεῖν τοὺς πρὸς αὐτὸ μέχρι τοῦ παρόντος εριστικῶς ἀντιβαίνοντας, ἅτε μηδὲν ὅλως γενναῖον ἔχοντας πρὸς ταύτην τὴν ἀλήθειαν ἀντειπείν, λελογισμένης τε διανοίας καὶ φρενός συντετηρημένης επάξιον. Οἱ δὲ καὶ μάλιστα δοκοῦσιν ἰσχυρότερον ἐνοχλεῖν, καί γε βιαιότερον πρὸς ἡμᾶς ἐντεῦθεν ἐνίστασθαι· καὶ τὶς τῶν διαληφθέντων, φάσκοντες, Πατέρων, ὧν αἱ πλείους κατ' ἐξαίρετον χρήσεις εἰσὶν, ἐκπορεύεσθαι κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐν μιᾷ τούτων γοῦν ἐδογμάτισεν, ὅπερ δὴ καὶ κυρίως σημαντικὸν τῆς ὑπάρ ξεώς ἐστι τοῦ Πνεύματος; Πρὸς τοῦτό φαμεν πρώτα μὲν ἐκεῖνο τὸ λεχθὲν κὰν τῷ πρὸ τούτου συντάγματι παρ' ἡμῶν, ὅτι τὸ ἐστὶ ῥῆμα δηλοῖ μᾶλλον τὴν ὕπαρξιν τοῦ θείου καὶ προσκυνητοῦ Πνεύματος· ἐπεὶ
col. 1217–1218page 94 of 121
PG 141:1217καὶ τῶν ὅλων ὡς ἀληθῶς ἀρχοειδέστερον ῥημάτων τελοῦν, ἅπαντα τὰ λοιπὰ τούτων ἀναλυόμενα πρὸς ἑαυτὸ δέχεται· τοῦτο δὲ τὸ ἐκπορεύεσθαι καὶ αὐτὸ πρὸς τοῖς ἄλλοις ἀναλυόμενον ὅλοις, εἰς τὸ ἐστὶ παρὰ τῶν τῆς Ἐκκλησίας σοφῶν καὶ διδασκάλων εἰς τὴν πῶς ὕπαρξιν ἐξελήφθη τοῦ Πνεύματος, τὴν τού του πρὸς τὸν Υἱὸν ἐμφαῖνον διαστολὴν, καὶ τὸ διά φορον πρὸς αὐτὸν τῆς ὑπάρξεως. Ινα καὶ γὰρ τὸ ὄνομα παρέλθῃ τῆς γεννήσεως ἡ Γραφή, τὴν ἐκπόρευσιν, Ἰωάννης ὁ Χρυσόστομος φησίν, εἴρη κεν. Οταν οὖν πρόκειται τούτοις τὸ τοῦ Πνεύματος πῶς ὑπάρχειν εἰπεῖν, τηνικαῦτα δὴ τὴν ἐκπορεύεται λέξιν παραλαμβάνουσιν. Ηνίκα δ᾽ αὐτοῖς ὁ λόγος βούλεται περὶ τῆς ἁπλῶς καὶ μόνης ὑπάρξεως τούς του διαλαβείν, τότε χωρὶς τοῦ γεννᾶσθαι, τὸ δὲ πάν τως ἴδιον τοῦ Υἱοῦ, χρῶνται καὶ τοῖς λοιποῖς πᾶσι βήμασι, καὶ μᾶλλον ἐπειδὰν τοῦτο κηρύττωσι καὶ ἐκ τοῦ Υἱοῦ, καθότι μηδενὶ τῶν ἁπάντων ὁ τρόπος ἀμφίδοξος. Τίς γάρ ποτε τὸ Πνεῦμα τὸ ἅγιον ἀκούσας ἐκ τοῦ Υἱοῦ γέννησιν τελεῖν ὑπολάβῃ τὴν ἐξ αὐτοῦ θείαν ὕπαρξιν; Διά το: τοῦτο καὶ ὡς ἐπιτοπολυ τοῖς ἄλλοις αὐτὴν δηλοῦσιν ὀνόμασιν, οἷς ἅπασίν ἐστιν ἑπόμενον ἐξ ἀνάγκης νοεῖν τὸν τρόπον τῆς ὑπάρξεως, ἤτοι τὸ ἐκπορεύεσθαι. Τούτου δὲ πρός τινος μηδοπωσοῦν νοηθέντος αὐτοῖς, ἔσται κατ᾽ ἐκεῖνον τὸν ἔτε ρον, ἢ ὡς ἡ γέννησις. Ἐπὶ γὰρ τῶν τῆς ἁγίας καὶ θεαρχικῆς Τριάδος αἰτιατῶν τὰ δύο ταυτί μόνα τῆς πῶς ὑπάρξεως σημαντικὰ πέφυκεν. Εσται τοιγαρο οὖν τῷ μὴ βουλομένῳ τὴν ἐκπόρευσιν ἐπ' ἐκείνοις νοεῖν, γεννώμενον τὸ Πνεῦμα τὸ ἅγιον, οὗπερ τί γέ νοιτ' ἂν ἀτοπώτερον; Οὕτως ἐπὶ τοῦ Πνεύματο; πᾶσι δὴ τοῖς ῥήμασι τοῖς ὑπαρκτικοῖς ἀπαραιτήτως ἀκολουθεῖ καὶ κατ' ἀνάγκην τὸ ἐκπορεύεσθαι. Τοῦτο γινώσκοντες καὶ τῶν Πατέρων, οἷς ἐχαρίσθη πρὸς τοῦ Πνεύματο; τὸ θεολογεῖν; ἐχρήσαντο τοῖς τοιούτοις ἐπὶ τοῖς ἁπλῶς ὑπάρξεως· τούτου, καθώς προειρήκαμεν, καὶ μᾶλλον ἐν οἷς αὐτὸ διετράνωσαν είναι κακ τοῦ Υἱοῦ, διὰ τὸ μὴ τὸν τρόπον οὕτω τινὶ τυγ χάνειν ἀμφίδοξον. Ἐπεὶ τὸ ἅγιον Πνεῦμα λέγοντες ὑπάρχειν ἐκ τοῦ Πατρὸς, τὸ ἐκπορεύεσθαι πᾶσι τοῖς λοιποῖς πολλάκις ἐγκρίνουσιν, ὡς τὴν τούτου πρὸς τὸν Υἱὸν σημαίνον διαφοράν, ὅστις καὶ αὐτὸς ἐκεῖθεν ἐκ τοῦ Πατρὸς πέφηνεν. Ἔστι δ᾽ οὗ τὴν τοιαύτην φωνὴν καὶ ὡς χρῆσιν τιθέασιν εὐαγγελικήν, βουλόμενοι παραστῆσαι τὴν τοῦ Πνεύματος ἐκ τοῦ Πατρὸς θείαν ὑπαρξιν, ὥσπερ καὶ τὴν, «Ἐκ τοῦ ἐμοῦ λήψεται, ο ῥῆσιν ἐσχήκασιν ὡς μαρτυρίαν Κυριακὴν, ἀποδεῖξαι θέλοντες, ὅτι τὴν ὕπαρξιν ἔχει κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τούτων εἰς ἀναντί͵ ῥητον πίστιν ἀρκέσουσιν ἡμῖν ὅ τε κλεινὶς Επιφάνιος καὶ ὁ θαυμαστὸς Κύριλλο;, ὧν ὁ μὲν Ἐπιφάνιος ἐν τῷ ᾿Αγκυρωτῷ τάδε φθέγγεται περι φανῶς καὶ τρανότατα· Πνεῦμα ἅγιον οὐ συνάδελφον, οὐ πατράδελφον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ. Καὶ αὐτὸς γὰρ ὁ Μονογενής λέ γει, «Τὸ Πνεῦμα τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ, ο Ἐκ τοῦ ἐμοῦ λήψεται, ν ἵνα μὴ ἀλλότριον νομισθείη Πατρὸς μηδὲ Υἱοῦ. Καὶ μετὰ πλεῖστα τὸ ῥητὸν ὅπερ καὶ προτεθείκαμεν· 'Αμφότερα κατοι
col. 1219–1220page 95 of 121
PG 141:1219κεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πατρὸς πιστεύεται θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἡ παρ' ἀμφοτέρων, ώς φησὶν ὁ Χριστὸς, Ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται Οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται.» Καὶ ταῦτα μὲν Ἐπιφάνιος ὁ σεπτός. Ο δέ γε θαυμάσιο; δντως Κύριλλος ἐν τῇ κατὰ Ἰωάννην τὴν Εὐαγγελιστήν πραγματείᾳ τῇ παρ' αὐτοῦ πονηθείσῃ καλῶς καὶ πρὸς ὠφέλειαν τῶν πιστῶν εἰς τὸ, ο Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, ο θεῖον ῥητὸν, μετά τινά ψησιν οὕτω περὶ τοῦ Πνεύματος. Ἐπειδὴ δὲ ὁμοούσιον τέ ἐστι τῷ Υἱῷ, καὶ πρόεισι θεο πρεπῶς δι' αὐτοῦ πᾶσαν αὐτοῦ τὴν ἐφ᾽ ἅπασι τελεωτάτην ἔχον ἐνέργειάν τε καὶ δύναμιν, διὰ τοῦτό φησιν ἔτι Ἐκ τοῦ ἐμοῦ λήψεται. Υφεστάναι γὰρ αὐτὸ καθ' ἑαυτὸ τὸ Πνεῦμα πιστεύομεν· εἶναί τε κατ' ἀλήθειαν τοῦθ' ὅπερ ἔστι τε καὶ λέγεται. Ενυπάρχον γε μὴν τῇ οὐσίᾳ τοῦ Θεοῦ προκύπτει τε καὶ πρόεισιν ἐξ αὐτῆς. Πρώην εἰπὼν περὶ τοῦ Πνεύματος, ὡς Ἐπεὶ πρόεισι διὰ τοῦ Υἱοῦ, διὰ τοῦτό φησιν ὁ Κύριος ἡμῶν ὅτι • Ἐκ τοῦ ἐμοῦ λήψεται, τοῦ προϊέναι διὰ τοῦ Υἱοῦ τοῦτο, μεθύστερον ἐπιφέρει κατασκευήν, ὡς ὑπάρχον τῇ οὐσίᾳ τοῦ Θεοῦ πάντως ἐξ αὐτῆς προκύπτει καὶ πρόεισιν, ἴσον τὸ διὰ τοῦ Υἱοῦ κεκτημένος· καὶ τὸ, ο ἐκ τῆς οὐσίας γε τοῦ Θεοῦ, ν κἀντεῦθεν δεχόμενος εἰς τὴν αὐτὴν ἔννοιαν, καὶ τὸ, ο Ἐκ τοῦ ἐμοῦ λήψε ται.» Λέγει δὲ πρὸς τὸ τέλος αὖ ταύτης τῆς ἐξη γήσεως· 'Ακατηγόρητον οὖν ἄρα παντελῶς, καὶ λοιδορίας ἁπάσης ἔξω κείσεται, τὸ λαβεῖν λέγει σθαί τι παρὰ τοῦ Μονογενοῦς τὸ Πνεῦμα αὐτοῦ προϊόν γὰρ δι' αὐτοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ μετὰ πάντων ὧν ἔχει τελείως, λαμβάνειν λέγε ται τὰ αὐτοῦ. Πρὸς τούτοις εἰς τὸ ῥητὸν τὸ «Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ν ταῦτά γε μὴν διέξεισι πρὸς ἕπος ἀριδηλότερον· Διὰ γὰρ τοι τοῦτο προσ τέθεικεν, ὅτι «Καὶ τὰ ἐρχόμενα ἀναγγελεί ὑμῖν, ο ὅτι δὲ πάντως ἐκ τῆς ἐμῆς οὐσίας τὸ Πνεῦμά ἐστι, καὶ οἷον ἐμός ἐστι νοῦς, τὸ ἐμεῖς αὐτὸν τὰ ἐσόμενα, καθάπερ εγώ. Προείρηκα γὰρ «Εἰ καὶ μὴ δεδύνη σθε πάντα μαθεῖν.» Οὕτω περὶ τῆς, Ἐκ τοῦ ἐμοῦ λήψεται, τοῦ Κυρίου φωνής καὶ οὗτος διαλαβών, ἔνθεν παρίστησιν ὅτι κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἔχει τὴν ὕπαρξιν. Τὴν δὲ ἐκ Πατρὸς ἐκπορεύεσθαι ῥῆσιν, ὡς εὐαγγελικήν μαρτυρίαν τιθεὶς εἰς ἀπόδειξιν τῆς ἐξ αὐτοῦ θείας ὑπάρξεως τοῦ προσκυνητοῦ Πνεύματος, τὸ αὐτὸ τῇ τοιαύτῃ Δεσποτικῇ ρήσει, καὶ τὸ πρότερον παρὰ τοῦ Σωτῆρος λεχθέν, τὸ Πνεῦμα δηλαδὴ τῆς ἀληθείας δύνασθαι καὶ δηλοῦν κατασκευάζει σοφώτατα, μόνην τὴν διάνοιαν μεταφέρων ἄντικρυς ἀπὸ τοῦ Πατρός ἐπὶ τὸ πρόσωπον τοῦ Μονογενούς. Οὗτος γὰρ ἡ αλή θεια. Καὶ γοῦν ἵνα τῶν αὐτοῦ μνησθείην ῥητῶν, εἰς τό, ο Οπόταν οὖν ἔλθῃ ὁ Παράκλητος.» Ιδι γὰρ, ἰδοὺ λέγει Πνεῦμα τῆς ἀληθείας, τουτέστιν ἑαυτοῦ, τὸν Παράκλητον εἰπὼν, παρὰ τοῦ Πα τρὸς αὐτὸν ἐκπορεύεσθαί φησιν. "Ωσπερ γάρ
col. 1221–1222page 96 of 121
PG 141:1221ἐστιν ἴδιον Πνεῦμα τοῦ Υἱοῦ φυσικώς ἐν αὐτῷ τ ὑπάρχον, καὶ δι' αὐτοῦ προϊόν, οὕτω καὶ τοῦ Πατρός. Καὶ μετὰ βραχέα τινὰ τῆς τοιαύτης περικο τῆς εὕρηται πάλιν τοῖς προσέχουσιν οὕτω φθεγγόμενος· Έν ταυτῷ τοιγαροῦν καὶ τῆς οὐσίας τὴν ενότητα παραδεικνὺς ἑαυτοῦ τε, φημί, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς, Πνεῦμα τῆς ἀληθείας τὸν Παράκλητον εἶναι λέγων, παρὰ τοῦ Πατρὸς ἐκ πορεύεσθαί φησι. Καὶ πάλιν παρακατιών ταῦτα κατ' ἐπανάληψιν, «Οταν τοίνυν ἔλθῃ ὁ Παρά κλητος, φησί, τὸ Πνεῦμα τῆς ἀληθείας, τουτέστι τὸ ἐμὸν, ὅ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖ νος μαρτυρήσει περὶ ἐμοῦ.. Μαρτυρήσει δὲ πῶς; Ενεργῆσαν γὰρ ἐν ὑμῖν τε καὶ δι' ὑμῶν τὰ παράδοξα, μάρτυς ἔσεται δίκαιός τε καὶ ἀλη θὴς τῆς ἐμῆς θεοπρεποῦς ἐξουσίας, καὶ τῆς ἐν δυνάμει μεγαλειότητος. Εμὸν γὰρ Πνεῦμα τὸ ἐνεργοῦν ἐν ὑμῖν. Ὥσπερ δὲ ἐμὸν, οὕτω καὶ τοῦ Θεοῦ καὶ Πατρός. Ενταῦθα δείκνυται φανερῶς ὁ θεῖος καὶ σεπτὸς Κύριλλος εἰς μίαν καὶ τὴν αὐτὴν ὄντως έννοιαν συνάγων ἀμφότερα τὰ ῥητά, «τὸ Πνεύμα, φημί, τῆς ἀληθείας, καὶ τὸν παρὰ τοῦ Πατρὶς ἐκπορεύεσθαι·. καὶ τοῦτο παρ᾽ ἄλλου δε δίδακται θεηγόρου Πατρός. Τίς δέ ἐστιν οὗτος; Ο πολὺς τὴν σοφίαν Βασίλειος, δ; ἐν μὲν τοῖς κατ' Ευνομίου καὶ ᾿Αρείου λόγοις τρανότατα ταῦτά φησι Τὴν μὲν πρὸς Πατέρα οικειότητα γιῶ, ἐπειδὴ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, τὴν πρὸς Υιν δὲ, ἐπειδὴ ἀκούω, «Εἰ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Πρὸς δὲ τὸ τέλος τῶν κατ' Εὐνομίου λόγων οὕτω διέξεισιν· Πῶς δὲ οὐ φανερὸν ἔχει τὸν κίνδυνον διαιρεῖν ἀπὸ τοῦ Θεοῦ τὸ Πνεῦμα, τοῦτο μὲν τοῦ ᾿Αποστόλου συν ημμένως ἡμῖν παραδιδόντος, καὶ νῦν μὲν Χρι στοῦ λέγοντος, νῦν δὲ τοῦ Θεοῦ ἐν οἷς γράφει, Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· › καὶ πάλιν· ο Ὑμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβετε, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Τοῦτο δὲ τοῦ Κυ ρίου τὸ Πνεῦμα τῆς ἀληθείας λέγοντος, ἐ πειδὴ αὐτὸς ἡ ἀλήθεια, καὶ παρὰ τοῦ Πατρὸς ἐκ πορεύεται. Πρόσεχε, ὁ νῦν ἀκροώμενος, πῶς ὁ μέγας Βασίλειος ταύτας τὰς ἀποστολικὰς ῥήσεις καὶ τὰς εὐαγγελικάς συναθροίσας εἰς ἕν, τὸ Πνεῦμα τὸ ἅγιον δι᾽ αὐτῶν οἰκεῖον καὶ ἀδιαίρετον τοῦ Πατρὸς εἶναι καὶ τοῦ Υἱοῦ σαφέστατα λίαν ἐγνωμοδότησεν. Ως ἂν δὲ καὶ Κύριλλον τὸν στερὸν ὑπέρμαχον τῆς εὐσε δείας εἰδής, τίνα δὴ τρόπον τὰς εὐαγγελικάς τοιαύτας φωνὰς ἐξηγήσατο, καὶ τὴν τούτου διάνοιαν ὡσαύ τως ἔχουσαν τῇ ἐκείνου καλῶς κατανοήσας, καὶ μὴ διαλλάττουσαν ὅλως καταλαβών· τὸ γὰρ τοῦ Πνεύ ματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀχώριστον δι' αὐτῶν καὶ οὗτος, καὶ ὡς ἰδιόν ἐστι τούτοις ἡρμής νευσε, γνώση πρὸς ἀκρίβειαν ἐν ταὐτῷ τὸν τῶν ἑκατέρων σκοπὸν, εἰς ὅ τι δηλαδή φέρει τὰ τῶν ἱερῶν τούτοις χρήσεων. Επειπερ καθ' όν λόγον παρειλήφασιν εἰς μαρτυρίαν τὸ ἐκπορεύεσθαι παρὰ τοῦ
col. 1223–1224page 97 of 121
PG 141:1223Η Πατρὸς, κατ' ἐκεῖνον καὶ τὴν λοιπὴν ῥῆσιν αὐτὴν, τὸ Πνεῦμά φημι τῆς ἀληθείας, παραδεδώκασιν. τοίνυν τὴν παρὰ τοῦ Πατρὸς ὑπαρξιν τοῦ θείου καὶ προσκυνητοῦ Πνεύματος τὸ πρωτον δηλοί, σημαίνει καὶ τὸ δεύτερον πάντως καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν τὴν ὕπαρξιν, καθάπερ καὶ τὸ, Ἐκ τοῦ ἐμοῦ λήψεται, θεῖον ῥητὸν, ὡς ὁ λόγος μικρὸν ἄνωθεν προφθάσας ἀνέδειξε. Καὶ λοιπὸν, ὅσον πρὸς τὴν τοῦ Πνεύματος ἁπλῶς ὕπαρξιν, τί πλέον αὐχεῖ τὸ πολυθρύλλητον παρὰ τοῖς ὑπεναντίοις ἡμῶν, ἐκ πορεύεται, πρὸς ὅ μονον ἅπαντες οὗτοι σπεύδουσι περικλείειν κακῶς τὴν σημασίαν τῆς ὑπάρξεως τοῦ προσκυνητοῦ Πνεύματος; 'Αλλ' ὅ μοι κατ᾿ ἀρχὰς ὁ λόγος διέλαβεν ὁρμηθείς, ἐνταῦθα μάλιστα φανερὸν τοῖς πᾶσι καθέστηκεν, ὅτι τὸ ἐκπορεύεσθαι πολλάκις οἱ σεπτοί Πατέρες τιθέασιν ὡς χρῆσιν Κυριακή εἰς παράστασιν τῆς ἐκ τοῦ Πατρὸς θείας ὑπάρξεως τοῦ ἁγίου καὶ ζωαρχικοῦ Πνεύματος, ὥσπερ καὶ τὴν, Ἐκ τοῦ ἐμοῦ λήψεται, φωνὴν, ὡς μαρτυρίαν εὐαγγελικήν δέχονται. Τὸ γὰρ λεχθὲν διὰ μέσου δεσποτικὸν ἄλλο ῥητὸν, τὸ Πνεῦμα, φημί, τῆς ἀληθείας, Ιδού παρίημι τοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ τὴν θείαν αὐτοῦ τῷ ὄντι πλουτεῖν ὑπαρξιν. Διὰ τοῦτο τῷ ἐκπορεύεται χρῶνταί τινες τῶν ἁγίων κατὰ καιρὸν, ἡνίκα δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς δογματίζουσιν. λ'. Εἰ δ' ὅτι παρ' αὐτοῖς ἡ λέξις οὐχ εύρηται κατά τοὺς ἀνθεστηκότας ῥητῶς, ἡνίκα καὶ ἐκ τοῦ Υἱοῦ τὴν τοῦ Πνεύματος θεολογοῦσι τελεῖν ὕπαρξιν, τούτου δὴ χάριν οὐ δοξάζουσιν οἱ τοιοῦτοι ποσῶς ἐκπορεύεσθαι κακ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον· τί φήσουσιν, εἴ τις ἔροιτο πρὸς αὐτοὺς κατὰ λόγον ἀντιπαρ εξετάσεως· Ὑμεῖς δ᾽ οὐ πρεσβεύετε λαμβάνειν, ὦ βέλτιστοι; τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Πατρός, τινα νοεῖν βούλεσθε λῆψιν; Οὐ διοίσονται νῦν περί ταύτης διὰ τὸ ἄκαιρον· ἐπεὶ μηδ' εὑρίσκεται παρά τῇ θείᾳ Γραφῇ λαμβάνειν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Πάντως ἀποκριθήσονται παρευθύς, εἰ κατ' εὐσέβειαν ζῆλον ἔχουσι, Μὴ δὴ λάβῃ παρὰ Θεοῦ μὴ σωτηρίαν σώματος, μή ψυχῆς, ὅστις μὴ φρονεί λαμβάνειν παρὰ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Εἶτα πῶς τὸ μὲν λαμβάνειν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογοῦσι φρονεῖν, καὶ ταῦτα παρ' οὐδενὸς τῶν ἁγίων, καθὼς ἐπίστανται καὶ αὐτοὶ, μηδόλω; λεγόμενον, τὸ δέ γε τὸ ἅγιον Πνεῦμα καὶ προσκυνη τὸν ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ, διὰ τὸ μὴ τὴν λέξιν κατ' αὐτοὺς ἐκείνους εὑρίσκεσθαι ῥητῶς ἀπο πέμπουσι, τὸν νοῦν δι' ὀνομάτων λοιπών ταυτοσημάνο των πολλών, παρὰ πάντων ἁπλῶς τῶν Πατέρων μυσταγωγούμενοι; Κἂν ἄλλοις, ἔμοιγε τέως οὐ δί καιοι τῷ ὄντι διαιτηταὶ τῆς τοιαύτης περὶ τὰς εὐσε βεῖ; ἄμφω φωνὰς διακρίσεως. Ὅτι γὰρ καὶ ἡ τοῖ; άνθισταμένοις ἀπόστοργος εὐσεβὴς, ἔδειξε μὲν ὁ λό γος οὗτος καὶ προλαβών τοῖς εὐγνώμοσι· δείξει δὲ καὶ εἰσέτι μετ' οὐ πολὺ τρανότερόν τε καὶ τελεώτερον. Πλὴν οἱ πλεῖστοι θεόφθογγοι Πατέρες ἡμῶν, ὥσπερ τὴν λοιπήν, οὐδὲ ταύτην εἰρήκασιν, οὐκ ἀθε τοῦντες αὐτὴν, οὐ τοῦτο, μὴ γένετο, τηροῦντες δὲ τὴν ἐκπορεύεται λέξιν, ὡς ἂν μαρτυρίαν Κυριακή εἰ; παράστασιν τῆς ἐκ τοῦ Πατρὸς ὑπάρξεως του ζωαρχικού Πνεύματος, καθάπερ αὖθις γε τὸ λαμ βάνειν παραφυλάττουσιν ὡς χρῆσιν Δεσποτικὴν εἰς ἀπόδειξιν τοῦ κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν τὴν ὕπαρξιν. λα΄. Καὶ μὴν ἔνιοι τῶν ἁγίων, οι μαχόμενοι πάλιν φασὶν, ἀντιπροτείνοντες πρὸς ἡμᾶς, ἐκ μόνου του Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔστιν ἐν οἷς ἐδογμάτισαν. Πῶς τοίνυν διισχυρίζεσθε, μὴ τοῦ τους λέγοντες ἀθετεῖν τὸ ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Γἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ ταύτης παράγουσι
col. 1225–1226page 98 of 121
PG 141:1225τῆς προσθήκης γεννήτορας, οἱονεὶ τόν τε σεπτὸν Γρηγόριον τὸν Νύσσης καὶ τὸν κλεινὸν Κύριλλον, τοῦτον μὲν δῆθεν ἔν τινι λόγῳ τρανῶς εἰπόντα καὶ καθαρῶς, ὡς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου του Πατρὸς ἐκπορεύεται, καὶ τὸν λόγον οὐκ ἐμφανίζουσι μὲν πολλάκις ζητούμενον παρ' ἡμῶν, ἐπιγράφεσθαι δὲ περὶ Τριάδος πανταχοῦ διακωδωνίζουσι· τὸν δὲ Νύσσης Γρηγόριον ἐν βίβλῳ τινὶ τῇ Θεογνωσίᾳ, φημί, γνώριμος δὲ πᾶσι καθέστηκεν ή βίβλος, καὶ αὐτὸν οὕτω φάμενον· Πνεῦμα τὸ τῆς πατρικῆς ὑποστάσεως εκπορευόμενον, τοῦδ' ἕνεκα γὰρ καὶ Πνεῦμα στόματος, ἀλλ' οὐχὶ Λόγον στόματος εἴρηκεν, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πατρὶ μόνῳ προσοῦσαν πιστώσηται. Τούτων τὸ μὲν πλασάμενοι, τὸ δὲ παραφθείραντες τῶν ῥητῶν, ἔχειν τι δικοῦσι τῶν ἰσχυρῶν, καὶ γενναῖον πρὸς ἄμυναν. Ἀλλ᾿ ἐκεῖνο μὲν ὅπερ πλασάμενοι προσε ῆψαν τῷ σοφωτάτῳ Κυρίλλῳ κακῶς, διὰ τὸ ψεῦ δος τελεῖν, ὡς ἀνυπόστατον παντελῶς, αραι φε μέτωσαν. Δέλτους καὶ γὰρ τοῦδε τοῦ πατρὸςοὐκ ὀλίγας ἀνελίξαντες καὶ ἡμεῖς τὸν ἀδόμενον λίγον ἐν οὐδεμια τούτων εὑρεῖν συνήθημεν, εἰ μὴ τὸ ῥητὸν καὶ μόνον γυμνόν μετὰ τῆς λεχθείσης ἐπιγραφῆς ἐν χαρτίοις τισὶ κατὰ Ῥωμαίων γραφεῖσι περιφερόμενον. Καὶ οὗτοι δὲ τὸν τοιοῦ τον απαιτούμενοι παρ' ἡμῶν οὐκ ἔχουσι νῦν, οὐδ᾽ οὐ μήποτε παρασχεῖν ἕξουσιν. Πόθεν; ὂν οὐκ ἐκδρο θέντα παρά τινος οίκοθεν αὐτοὶ τυγχάνειν ἐπλάταν το. Τὸ δὲ τοῦ θεηγόρου καὶ θεόφρονος Γρηγορίου ῥητὸν οὐ χρεία τις λόγων ἐμοὶ τούτους νῦν ἐλέγξαν ν.θεύσαντας, οὓς κάλλιστα φθάσας ἤλεγξεν ἀνήρ τις πρὸ ἡμῶν τὰ θεῖα σοφὸς, καὶ τὴν τοῦ τοιούτου ζητοῦ νιθείαν τρανῶς ὑπ' ὄψιν παρέστησεν. Ομως δ' οὖν ἐπείπερ εἰκὸς μὴ τοῖς ἐκείνου συγγράμμασιν ἐντυ χεῖν ἅπαντας τοὺς ἐντευξομένους τῷ καθ᾿ ἡμᾶς ταμόντι συντάγματι, τῶν τοιούτων ἕνεκεν, ἵνα μὴ δάξωμεν αὐτοῖς πόρξω που τῆς ἀληθείας τελεῖν, καὶ διὰ τοῦτο τὰ τοῦ πράγματος, ὡς ἐνὸν, ἀναβάλλεσθαί τε καὶ ὑπερτίθεσθαι, περὶ μόνης της παραφθοράς τοῦ λεχθέντος ῥητοῦ, δηλῶσαι καὶ αὐτὸς διὰ βραχέων πειράσομαι. Σκοπός τῷ μεγάλῳ κατὰ τὸ διαληφθέν τοῦτο ῥητὸν τοῦ Παναγίου Πνεύματος παραστῆσαι τὴν πῶς ὕπαρξιν. Λέγει γοῦν· Πνεῦμα τὸ τῆς Παν τρικῆς ὑποστάσεως εκπορευόμενον, καὶ θέλων ἐπαγαγεῖν τοῦ ἐκπορεύεσθαι τούτου κατασκευήν, τὸν προφητάνακτα Δαυΐδ διδάσκαλον ποιεῖται φθεγ ξάμενος· Τοῦδ' ἕνεκα γὰρ ι καὶ Πνεῦμα στόματος,» ἀλλ' οὐχὶ «Λόγον στόματος· εἴρηκε, καὶ τὴν ἑρμηνείαν συνεχῶς ἄριστα τούτοις ἐπήνεγκεν "Ινα τὴν ἐκπορευτικήν ιδιότητα δηλαδὴ τῷ Πνεύματι μόνῳ προσοῦσαν πιστώσηται. Τοῦτο μὲν οὕτω Γρηγόριος εἶπεν, ὁ λαμπρὸς τῆς ἐκκλησίας φωστήρ, προσαρμόσας τὴν ἐκπορευτικὴν ἰδ.6 τητα μόνῳ τῷ Πνεύματι, μὴ μέντοι τῷ Υἱῷ καὶ Λόγῳ κατ' αὐτὸν τὸν θεσπέσιον ἱεροψάλτην Δαυίδ, ὅστις γε ο Πνεύμα στόματος, ο ἀλλ' οὐχὶ ο λό τον στόματος, ν ὁ μέγας φησίν, εἴρηκεν. Ἐπείπερ
col. 1227–1228page 99 of 121
PG 141:1227ὡς ἂν τοῦ θεοσόφου Πατρός λευκότερον ἀπαργεί το τὴν ἔννοιαν, εἰ καὶ τῷ λόγῳ τοῦ στόματος Κυρίου διηγόρευεν, ὁ θεοπάτωρ Δαυίδ στερεωθῆναι τοὺς οὐρανοὺς, πάντως ἂν ὑπῆρχε προσμαρτυρῶν ἐντεῦθεν καὶ τῷ Υἱῷ καὶ λόγῳ ταύτην τὴν ἐκπορευτικὴν ιδιότητα· διότι τὰ τοῦ στόματος ἀτεχνῶς ἐκπορευόμενα καλεῖν οἴδαμεν. «Τὰ γὰρ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω, ο Δαυὶς ὁ ψάλ λων ἀλλαχοῦ καὶ τοῦτό φησιν. Νῦν δ' ὁ πνευματοκίνητος οὗτος τῷ Πνεύματι τοῦ στόματος, ν οὐ μὴν καὶ τῷ λόγῳ τοῦ στόματος εἰρηκώς, ὁμολογουμένως ἐπιστώσατο, μόνῳ τῷ Πνεύματι προτείναι τὴν ἐκπορευτικὴν ἰδιότητα. Τοῦτο μὲν οὕτω, καθὼς ἄνωθεν ἔφθην διαλαβὼν, Γρηγόριος εἶπεν, ὁ διαπρεπής ἐν τοῖς δόγμασιν. Οἱ δ' ἐναντίως ἔχοντες τὸ τοιοῦτον ῥητὸν πρὸς τὸ τούτοις δοκοῦν κακοσχόλως ἀλλοίωσαν, μεταβαλόντες τὴν Πνεύματι λέξιν εἰς τὴν Πατρὶ τἀνάπαλιν, οὗ κατ' ἄλλο ῥητὸν πεποιήκασιν. Ἐν γὰρ ἑνὶ τῶν ἄνωθεν προτεθέντων τοῦ μάκαρος Επιφανίω ῥητῶν, μετέβαλον τὴν Πατρὸς εἰς τὴν Πνεύματος, καθὼς ἐκεῖσε παρεδηλώκαμεν· ἵνα δὲ σπουδάζων καὶ προσπαίξω τι μεταξύ τοῖς ὅλα ῥητὰ μεταβάλλειν ἀεὶ σπεύδουσι, πάντως παίγνιον ἑνὸς ἀμεταβόλου μεταβολή, πρὸς ἕτερον καὶ αὐτὸ στοιχεῖον ἐν ἀμετάβολον. Οὕτω κομιδή περὶ τὰ θεῖα τυγχάνουσιν εύλα δεῖς, ὡς κύβοις τὰ σεπτὰ παρεικάζειν καὶ ἱερὰ δόγματα, καὶ τὸ μεταπεττεύειν καὶ μεταῤῥιπτεῖν τὰ; τούτων φωνὰς ῥᾴδιον παντελῶς καὶ τῶν εὐχερεστάτων λογίζεσθαι, μόνον ὡς ἂν τὸ κατὰ γνώμην αὐτοῖς καὶ ὅπερ ἂν αἱροῦντο συστήσωσιν. Μήν & ἠπάτηνται κἀνταῦθα, τὸ μὲν οἷα μηδαμώς συνιδόντες τὴν διάνοιαν τοῦ ὅλου ῥητοῦ, τὸ δὲ μείζον, ἢ μᾶλλον μέγιστον, οἷα παροδικῶς διελθόντες τὸν ἑξῆς λόγον, ὡς ἔοικεν, ἐπείπερ, εἰ μετὰ διασκέψεως πρεπούσης τὸν νοῦν προσεῖχον αὐτῷ, τοῦ τοιούτου ῥητοῦ τὴν νοθείαν οὐκ ἂν οὐδ᾽ ἐπεχείρουν ἐργάσασθαι. Καὶ γὰρ οὗτος αὐτὸς ὁ μέγας τὴν ἐκπορευτικὴν ἰδιότητα παι ρακατιὼν ἀριδήλως τοῦ Πνεύματος λέγει χαρακτηρι στιχήν, ταῦτα ῥητῶς ἐκτιθέμενος· Ινα διὰ μὲν τοῦ Λόγον εἰπεῖν τὴν ὡς ἐκ νοῦ τοῦ Θεοῦ καὶ Πατρὶς ἀπαθεστάτην καὶ ἄῤῥητον τοῦ Υἱοῦ παραδεξώμεθα γέννησιν, διὰ δὲ τοῦ εἰρηκέναι Πνεῦμα στόματος τὴν ἁγιαστικὴν καὶ ουσιώδη δύναμιν καὶ ζωαρχικὴν τοῦ Πνεύματος ὑπόστασιν ὑπολύ. βωμεν, τῷ τῆς ἐκπορευτικῆς ιδιότητες ὀνόματι δηλονότι χαρακτηριζομένην. Καὶ ὁ ἐν ἁγίοις δὲ Πατήρ Αναστάσιος, εἰδὼς ἰδίωμα τοῦ θείου Πνεύ μιτος εἶναι τὸ ἐκπορευτικὸν ἐν ἐξκαιδεκάτῳ κεφα λαίῳ τῆς αὐτοῦ βίβλου τῆς Οδηγοῦ κεκλημένης παρίστησι, τρανῶς ἄγαν φάμενος· Οὐ γὰρ τὸ ἀγέννητον τοῦ Πατρὸς πρόσωπον ἐσαρκώθη, οὔτε μὴν ἡ ἐκπορευτικὴ τοῦ ἁγίου Πνεύματος ὑπόστασις. Οὕτω μὲν ὁ λόγος τὴν ἐκπορευτικὴν ιδιότητα δείξας τελεῖν τοῦ Πνεύματος πολλαχῶς ἐντεῦθεν τὴν παραφθορὰν τοῦ διαληφθέντος ῥητοῦ σαφέστατα και προδήλως διήλεγξεν. Ἐξ ὧν λίαν ἀναπέφανται καθαρῶς ὅτι μηδ' αὐτὸς ὁ θεῖος Γρη γόριος τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι κατ' αὐτὸ δεδογμάτικεν, ὥσπερ οὐδ᾽ ἐν τοῖς λοιποῖς οἰκείοις ῥητοῖς, ὅσοις εἰπεῖν ἔφθη περὶ τοῦ Πνεύματος. Καὶ λοιπὸν τὰ τῆς ἐνστάσεως τῶν ἀντιλεγόντων ἀνετράπη ἡμῖν παντάπασιν, κάνταῦθα καταβέβληται.
col. 1229–1230page 100 of 121
PG 141:1229Αβ'. Τέως ἡμεῖς χωριζόμεθα ταύτην φιλοτιμότατα τὴν προσθήκην αὐτοῖς. Εστω, φαμέν, ὡς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται· τί καὶ οὕτω δυνήσονται τὸν λόγον λυμήνασθαι τὸν ἡμεδαπὸν; Εἰς ἀναίρεσιν ἁπλῶς φθέγξονται τοῦ κἀκ τοῦ Υἱοῦ τοῦτο λέγεσθαι. Και μήν οἱ Πατέρες, ή Αλήθεια δὲ πρὸ τούτων, ἧς κήρυκες οὗτοι καὶ ὁ κατ' ὀρθὴν διάνοιαν λογισμὸς οὐ τοῦτον οἴδασι τὸν τρόπον ἐκδέχεσθαι τὴν τοιαύτην φωνήν, ὅταν ἐπὶ τοῦ Πατρὸς κειμένην εὑρήσουσιν, ἢ κατὰ τὰς λήρους αὐτῶν ὑποθέσει;. Ἐπεὶ πρὸς τὸν Πατέρα φησὶν ἐν Εὐαγγελίοις ὁ Κύριος: Ινα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν. Οὗτος αὐτὸς, ἀλλὰ τὸ βλάσ φημον εἰς τὰς κεφαλὰς τρέποιτο τῶν ἡμᾶς ἐξερεύγεσθαι τοιαῦτα τοῦ στόματος καταναγκαζόντων, Θεὸς ἄρα ψευδώνυμος. Καὶ πῶς τοῦτο δόξειεν ἂν ἡ κυρίως ἀλήθεια; Πάλιν δ' ἐπὰν ἀκούσωμεν Χριστοῦ λέγοντος - Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν εἰ μὴ μόνος ὁ Πατὴρ, ο οὐ δώ σομεν καὶ αὐτῷ τῷ τοῖς ἀποστόλοι; καὶ μαθητοῖς τὰ πρὸ αὐτῶν τε καὶ μετ' αὐτοὶς πάντα γνωρίσαντι ταύτην τὴν εἴδησιν; Πρὸς τούτοις ἕἳ καὶ τὰς ἀποστολικὰς θεοπνεύστους φωνάς, αἵτινες διαρρήδην περί τοῦ Πατρὸς καταγγέλλουσι, πῆ μὲν ὅτι μόνος σο φὰς Θεός, πῆ δὲ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, καὶ ἀλλαχοῦ, βασιλεὺς τῶν αἰώνων, ἄφθαρτος, ἀόρατος, μόνος Θεὸς σοφίς, εἰ καὶ ταύτας ἐκλαβώμεθα, καθώς βούλεται τούτο ὁ νοῦς, πάντων αὐτῶν τἀναντία τοῦ Υἱοῦ καταψηφι σήμεθα, καὶ δηλώσομεν τῆς μὲν σοφίας Θεοῦ κατηγοροῦντες τὸ παντελῶς ἄσοφον, τῆς ζωῆς θάνατον, τοῦ πρώτου φωτός σκότος ἔσχατον, τοῦ τῶν αἰώνων δεσπόζοντος, ὡς αὐτοῦ τούτων δημιουργοῦ, δουλείαν ὑστερογενῆ, καὶ χρόνων τινῶν δευτερεύουσαν, τοῦ πρὸς τὸν κόλπον τὸν πατρικὸν ὄντος Μονογενούς ὕλην σωματικὴν καὶ πάχος αἰσθητῆς φύσεως, ἐξ ὧν ὅλως ἀθετήσομεν καὶ τὸ Θεὸν τοῦτον τελεῖν ὅπερ ἐστὶν ὡς ἀληθῶς τῶν εἰρημένων κεφάλαιον, τῆς τούτων τῶν ὑποφυῶν αὐχημάτων ἀλλοτριότητος, καὶ θεοπρεπῶν προξενούσης, ὡς εἰκὸς, ἀλλοτρίωσιν καὶ τῆς οὐσίας καὶ τῆς θεότητος, ὡς εἶναι κενὸν τὸ κήρυγμα τὸ κατὰ Χριστὸν, ματαίαν δὲ καὶ τὴν πί στιν ήν παρειλήφαμεν. Αλλ' ἐπείπερ ἄνωθεν τὴν μαρτυρίαν ἔχοντες παρὰ τοῦ Πατρός, Οὗτος γάρ, φησίν, ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα αὐτοῦ ἀκούετε, περί τε τὸ κήρυγμα καὶ τὴν πίσ στιν ἡμῶν πεπληροφορήμεθα, Θεὸς ὁμολογουμένως πέφυκεν ὁ Θεὸς Υἱὸς, καὶ τῆς τοῦ γεννήτορος οὐ σίας και φύσεως. Τούτου δὲ φανέντος καὶ τὰ λοιπὰ πάντως ἐστὶν, ἅπερ ἀπηριθμησάμεθα, νῦν καθέκαστον τοῖς πᾶσιν ἁπλῶς, ἀόρατος δηλαδή, τῶν αἰώνων βασιλεὺς, ἤτοι Κύριος, φῶς ἀπρόσιτον κατοικών, ἀθανασία, πέλαγος, προσέτι σοφός, καὶ τῆς σοφίας ἱοτὴρ πάντα πλουτῶν ταῦτα τὰ τοῦ γεννήτορος, ἀπὸ τῶν τελευταίων αὐτῶν ἐπὶ τὰ πρότερα πρὸς τὸ παρὸν ὁ λόγος επανιών οὕτως ἔσταται, καλῶς ἔχων,
col. 1231–1232page 101 of 121
PG 141:1231καὶ πρὸς ἀσφαλῆ βάσιν καὶ βεβαίαν επερειδόμενος. Ο Ωστε τοιγαρούν μόνος ὁ Πατήρ ταῦτα λέγεται και ἔστιν, οὐ πρὸς ἀναίρεσιν τοῦ Υἱοῦ, καθάπερ υπο λαμβάνουσι, πρὸς δὲ τελείαν ἀνατροπὴν τῶν οὐκ ὄντων μὲν νομιζομένων δὲ τυγχάνειν θεῶν, οἵτινες τὸ μηδὲν ὄντες ὑπὸ λοιμῶν καὶ δεισιδαιμόνων ἀν δρῶν ἀνεπλάσθησαν, καὶ τὰ τοιαῦτα θεοπρεπή παρά τούτων αὐτῶν ἐτάχθησαν κακῶς καλεῖσθαι καὶ ὀνη. μάζεσθαι. Κατὰ ταύτην τὴν ἔννοιαν ὁ Σωτὴρ και μόνον ἀληθινὸν ἔφησε τὸν Πατέρα Θεόν, πάντα τινά διὰ τῆς τοιαύτης φωνῆς ψευδώνυμον Θεὸν τοῦ ὄντος ἀποπεμπόμενος. Τὸ δὲ, «Περὶ τῆς ἡμέρας ἐκείνης, ἢ τῆς ὤρας οὐδεὶς οὐδὲν, εἰ μὴ μόνος ὁ Πατήρ, τοῦτο κατὰ νοῦν ἕτερον ἐπ' ἀναιρέσει λέλεκται πάν σης τῆς τῶν γεννητῶν γνώσεως ὡς ἐξαργούσης αυτ τῆς ἐν τοῖς τοιούτοις ολοσχερῶς, καὶ μὴ δυναμένη; αὐχεῖν ἐπιστήμην τοῦ μέλλοντος. Ταῦτα μὲν οὖν περί τοῦ μόνος ἡμῖν μετὰ τῆς ἀληθείας ἐξήτασται, πάνω τως δὲ τοῖς εὐγνώμοσι τῶν ἀκροατῶν ἀποχρώντα πρὸς τὴν αὐτοῦ κατανόησιν. Εἰ δέ τινες τῶν ἄλλως ἐχόντων εἰσὶν ἀποδυσπετοῦντες πρὸς τὰ λεγόμενα, δυσωπήσει πρὸς πειθώ τούτους αὐτὸ τὸ μόνος για μνὸν ἡνίκα κείμενον ἐπὶ τοῦ Υἱοῦ γνωρισθήσεται. Καὶ γὰρ οὐχ ἕξει τις τηνικαῦτα τὸ σύνολον ἀντει πῖν· ἐπείπερ ἀπολεῖ τὴν Πατέρα δι᾿ ὧν ἀγωνίσεται. Καὶ ποῦ τοῦτο τέθειται; ζητοῦσι μαθεῖν. Ἐν ἐκείνοις τοῖς προφητικοῖς βήμασιν, «Οὗτος ὁ Θεὸς, καὶ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ο Εν τοῦθα τό, «Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, κ τὸ μόνο; δηλοῖ. Τὸ δ' εἶναι περὶ τοῦ Υἱοῦ τὸν λόγον τὸ ἑξῆς τρανότατα δείκνυσι. Μετὰ τοῦτο γάρ φησιν Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συν ανεστράφη.» Φανεροῦ τοίνυν ὑπάρχοντος, ὅτι τὸ λεγόμενον περὶ τοῦ Γιοῦ, καὶ κατὰ τοῦτο μηδενός τῶν ἁπάντων μηδοπωσοῦν ἀμφιβάλλοντος, ἐπείπερ αὐτὸς οὗτος ὁ σαρκικῶς κάτω φανεὶς, καὶ τοῖς ἀ θρώποις συναναστραφεὶς μετὰ σώματος, τοῖς περὶ τοῦ μόνος παρ' ἡμῶν ἐγνωσμένοις πεισθήσεται πᾶς, εἰ μὴ μέλλοι φρενοβλαβῶς τὸν Πατέρα ζημιωθήσεσθαι ζημίαν οὐ φορητὴν τοῖς τέως γε νοῦν έχουσι, καὶ δι' ὧν κατεσπούδασε τοῦ Υἱοῦ, κίνδυνον τοῦ Πατρὸς ὑποστήσεσθαι, κινδύνων τῶν πώποτε γενομένων τισὶν ἐλεεινότερόν τε καὶ ἀθλιώτ ρον. Εχω καὶ ἀλλαχοῦ τῆς θεοπνεύστου Γραφῆς τὸ μόνος ἐπὶ τοῦ Υἱοῦ δεῖξαι κείμενον, ὅπερ ὡς έγγιστα τοῦ προκειμένου σκοποῦ βάλλον ἰσχυρότερον δν ἀπο τιστρατεύσει τοῖς ἡμᾶς πολεμοῦσι, καὶ κραταιώς ἀντιστήσεται. Πλὴν οὔτε λυμανεῖ τὸν Πατέρα τοῖ; αὐτὸ δεχομένοις ὀρθῶς, καὶ τὴν ἄκραν τοῦ Χριστοῦ δόξαν τρανῶς ἀνακηρύξει τοῖς ἅπασι. Καὶ δὴ λεκτέον τὴν γραφὴν, τὸν εἰπόντα, καὶ τὸ ῥητὸν, ὅπως ἂν καὶ περὶ τούτου τὴ πιστὸν ἔχειν δόξωμεν. Ἐν τῷ πρώτος κατά 'Αρειανῶν λόγῳ φησὶν ὁ τῆς οἰκουμένης σωστής ᾿Αθανάσιος· 'Ο δὲ Υἱὸς τὸ ἔμπαλιν Θεὸς ὤν, καὶ τῇ βασιλείᾳ τοῦ Πατρὸς ἀεὶ βασιλεύων, του τε Πνεύματος τοῦ ἁγίου αὐτὸς ὢν χορηγός μέν... Πῶς τὸ μένος νοήσωμεν κἀνταῦθα, πρὸς ὑμᾶς τή
col. 1233–1234page 102 of 121
PG 141:1233ἀντιδιατιθεμένους, ὦ οὗτοι, φθέγγομαι το παρόν. Στερήσομεν τὸν Πατέρα τῆς τοῦ Πνεύματος χορη γίας, ὡς ἂν μόνῳ κερδήσωμεν αὐτῷ τὴν ἐκπόρευσιν; Μὴ, κἂν εἰ τὰ πολλὰ καὶ μεγάλα παραδραμεῖν ἄτοπα προσῆκον ἡμᾶς, ἅπερ ἀνακύπτουσιν ἐντεῦθεν, οἷς μεγάλου καὶ πολλοῦ λόγου δέονται. Τὰ τοιαῦτα δὲ πάντα καὶ περιφανῆ καὶ γνώριμα τοῖς ὅλοις καθώ εστηκε. Μή δή γενοίμεθα κακοὶ τοσοῦτον ἔμποροι περὶ τὸν Πατέρα, τὴν τοῦ Πνεύματος λέγω πηγήν, ὡς τὸ πρῶτον καὶ τελεώτατον τῶν τούτου καλῶν προδιδόναι, καὶ παραχωρεῖν εἰς ἀφαίρεσιν, ἵνα παρ έξωμεν μόνῳ, τοῦ Υἱοῦ δηλονότι χωρίς, ὅπερ μετ' αὐτοῦ κεκτημένος οὐδὲν ἧττον πεπλούτηκεν. Τὸ γὰρ μόνον, ὡς ἀποδείκνυσιν ἐν διαλέξει τῇ πρὸς τὸν Αρειον ὁ αὐτὸς ᾿Αθανάσιος, ὁ σχεδὸν τῶν δογμάτων πατήρ, Οὐκ ἐξ ἀνάγκης διαίρεσίν τινα ποιείται τῶν τῆς ἁπλῆς καὶ ἀδιαιρέτου σεπτῆς Τριάδος θεαρχικῶν ὑποστάσεων. Οὕτως οὐδ' εἰ καί τινες ἦταν τῶν ἔκπαλαι θεολογησάντων ἀνδρῶν, ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸ; φά σκοντες, οὐδὲ τότε τὸ προσιστάμενον οὐδὲν, οὐδὲ τὸ κωλύον ἡμᾶς τοῦ πρεσβεύειν ἐκπορεύεσθαι κἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. λγ'. Νῦν δ' οὐχ ὅπως ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς οὐκ εἴρηκε τῶν ἁπάντ των οὐδεὶς, ἀλλὰ καὶ μᾶλλον ἔνιοι τῶν ἁγίων ἐκπο ρεύεσθαι κἀκ τοῦ Υἱοῦ λέγουσι τὸ Πνεῦμα τὸ ἅγιον, ὧν πάντων εἰ καὶ νῦν ὧδε προσκομίσομεν τὰ ῥητὰ, λυθήσεται τὰ τῆς ἀπορίας τοῖς ἀντιλέγουσιν. Αὐτ τίκα γοῦν ὁ τὴν ἁγιωσύνην πολὺς ᾿Αναστάσιος τάξε φησίν, ἔνθα περὶ τῶν καθ᾿ ἡμᾶς ὀρθῶν τῆς ἀλη θείας δογμάτων διέξεισι· Καὶ Πνεῦμα πάλιν ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ ἀποστελλόμενον οὐ μόνον παρὰ τοῦ Πατρὸς, ἀλλὰ καὶ παρὰ τοῦ Γιου. Στίξουσιν, οἶδα, τῶν ἐριστικῶν οἱ πλείους εἰς τὸ ἐκπορευόμενον, καὶ οὕτως ἀναγνώσονται τὸ λοι πον, τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλειν οἱονεὶ καὶ μόνον τῷ Υἱῷ μετά γε τοῦ Πατρὸς ἀπονέμοντες. Ελέγξει δὲ πάντως αὐτοὺς τὸ μετά τινα τοῦτο ῥηθὲν, ὅπερ φθάσαντες ἄνω τοῦ νῦν λόγου προδιελάβομεν, ὅτι καὶ μὴν ὁ Κύριος ἐξ ἑαυτοῦ δεικνὺς αὐτὸ ὑπάρχειν ἐμφυσῶν τοῖς μαθηταῖς ἔλεγε, ο Λά βετε Πνεύμα άγιον.» Τοῦτο καὶ γὰρ θεολογῆσαι κἀκεῖ συνίστησι τὸν αὐτὸν καὶ ἐκπορευόμενον κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ τὰς τῶν ἁγίων δὲ πολιτείας καὶ τὰς αὐτῶν ἀθλήσεις ἀφηγησάμενος μεταφραστικῶς, εἰς τὸ τοῦ ᾿Αρεοπαγίτου μαρτύριον Διονυσίου, φημὶ τοῦ τῶν ἀποῤῥήτων εκφάντορος, δεῆσαν εἰπεῖν περὶ τῆς οἰκονομίας Χριστοῦ πρὸς τὸ τέλος ἐπὶ λέξεως οὕτως ἐφθέγξατο· Καὶ εἰς οὐρα τοὺς ὁ ἐμὸς Χριστὸς ἀναφέρεται, καὶ πρὸς τὸν πατρικὸν ἐπάνεισι θρόνον, καὶ τὸ ἐκπορευόμενον αὐτοῦ Πνεῦμα ἐπὶ τῇ τῶν ἀπίστων ἐθνῶν κατα τέμπει τοῖς μαθηταῖς ὁδηγίᾳ. Κἂν εἰ μὴ πρότερον, τὸ γοῦν νῦν ἔχον ἐχρῆν παντάπασι πεισθῆναι τοὺς ἀντιλέγοντας· ἐπειδήπερ τὸ διὰ παντὸς ζητούμενον τούτοις καὶ πανταχοῦ, τὸ ἐκπορεύεσθαι λέγω κακ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἤδη καὶ κηρυτο τόμενον τρανῶς ἐπ' Ἐκκλησίας εὑρήκασι κατ' ἐνιαυ τῶν, οὐ μόνον ὡς τὰ πολλὰ τῶν δογμάτων γραφόμενον, πρὸς δὲ καὶ παραδιδόμενον. Οἱ δὲ τῆς μάχης
col. 1235–1236page 103 of 121
PG 141:1235κῶς κἀνταῦθα πρὸς τὴν ἀλήθειαν, φιλονεικοῦσί τε μᾶλλον πονηρευόμενοι κατ' αὐτῆς κὰν τῷ τοιούτῳ ῥητῷ καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς, τοῦτο μὲν τὸ ἐκπορευόμενον αὐτοῦ μὴ προσιέμενοι με όλως ἐκ τοῦ Υἱοῦ λέγειν ἐκπορευόμενον, ὅπερ ὁ τῆς γρα φῆς ἐθέλει σκοπὸς, καὶ τοῦ συγγραψαμένου θεό φρονος· πρὸς ἀλλήλους δὲ πάλιν, οἷς ὅτι μηδ' αὐτοὶ κατὰ τὴν ἔννοιαν συμφωνοῦσι ποσῶς, ὡς ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντες καὶ τῆς μιᾶς, τουτέστι τῆς ἡμῶν ἐξοκείλαντες. Οἱ μὲν γάρ φασι τούτων· Τὸ ἐκπο. ρευόμενον αὐτοῦ Πνεῦμα, δηλαδὴ τοῦ θρόνου τοῦ πατρικοῦ· καὶ οὐδ᾽ ὅλως φρίττουσι, τὸ ἐκ τῆς οὐ σίας τοῦ Πατρὸ;, ἐκ τοῦ θρόνου τοῦ Πατρὸς δογμα. τίζοντες· ἄλλοι· Τὸ ἐκπορευόμενον, ἢ ὡς ἐκπορευ τὸν Πνεῦμα Χριστοῦ, ψυχρότατοι σφόδρα τὸ νόημα, καὶ πρὸ αὐτοῦ τὴν διάνοιαν, οὓς τῆς τοιαύτης περὶ τὸ ῥητὸν περιεργίας οὐκ ἂν ἐπαινέσειέ τις, λόγους παιδευθεὶς διακρίνειν, καὶ αὐτοὺς συντιθέναι καλώ; ἐπιστάμενος· εἰς ἣν πάντως οὐκ ἄλλοθεν, καθάπερ δίδωσι τὸ πρᾶγμα νοεῖν, ἀπὸ δὲ τῆς κακίας τῆς καί ἡμῶν παραλόγως ἐνέπεσον. Καὶ τὸ ταύτης αἶτο, ὅτι, Θεοῦ κατ' οικείαν χρηστότητα μόνην ἐπινεύσαι, τος πρὸς ἡμᾶς τῇ τοῦ παρόντος δόγματος ἀληθείᾳ τὰς Γραφάς, ἐρευνήσαντες, πρώτως ἡμεῖς ἐπεβάλο μεν. Τοῦτο τῆς καθ' ἡμῶν κακίας ἀρχή. Τούτου χάριν ἡμῖν ἀντιλέγουσιν, ἐξ ἧς καὶ μὴ δυνάμενοι καθόλου πρὸς τὴν παρ' ἡμῶν ταύτην ἀλήθειαν ἀντ εἰπεῖν, ἔστιν οὗ πρὸς παραλόγους καὶ ψυχράς οι ἀεὶ τυγχάνοντες καὶ τῆς ταραχῆς ἀντιτείνουσι και περιεργίας τὸν νοῦν κλαπέντες ἐχώρησαν, ὡς κάν τῷ προκειμένῳ ῥητῷ συνήθως νῦν ἐπεπόνθεισαν. Επείπερ κατ' οὐδὲν λείπονται τῶν λογίων ἀνδρῶν, εἴ γε συνιδεῖν ἡβούλοντο τούτου τὴν ἔννοιαν. Κα ἄλλως δὲ, κἂν ἔκλαζέ τι πρὸς αὐτὸ τούτοις ὁ ποι γισμός, εἶχον σκέψασθαι πάντως καθ᾿ ἑαυτοὺς καὶ τὸν συγραψάμενον, ὅτι κατὰ τὸν καιρὸν τοῦ πρώτου σχίσματος ὤν, καὶ τὴν ἀντιλογίαν γινώσκων του δόγματος, οὐκ ἂν οὕτω συνετίθει καὶ συνέταττε τὸ τοιοῦτον ῥητὸν, εἰ πρὸς τοὺς Λατίνους καὶ αὐτὸς επίσης τοῖς λοιποῖς διεφέρετο. Καθαρῶς δ' ετίθει τὸ ἐκπορευόμενον ἐκ Πατρὶς, φεύγων, ὡς ἂν εἶ ποι τις, τὴν ἐναντίαν ὑπόληψιν. Ἀλλὰ νῦν ἐκ τῆς συνθήκης αὐτοῦ ταύτης παρίστησιν ἀτεχνῶς ἄλλο μηδὲν πάντως, τὸ δ' ἐκ τοῦ Υἱοῦ λέγειν ἐκπορεια μενον. Ταῦτα διανοήσασθαι προσῆκεν αὐτοὺς, του τοῖς ἀπαιωρῆσαι τὸ λογιζόμενον, κἀντεῦθεν ἡμῖν γενέσθαι καταπειθεῖς, καὶ συμψήφους χρηματίσει τῷ δόγματι, τοῦ σοφοῦ τούτου καὶ περιφανοῦς ἀχτ κοότες ἀνδρὸς, καὶ μὴ δεηθέντες τινὸς ἑτέρου προς συγκατάθεσιν. Οὗτοι δὲ τοὐναντίον μάλιστα πάν τὴν ἔννοιαν αὐτοῦ διαβάλλουσιν. "Ομως ἐξ ὧν ἔγνων ἐνωτισάμενος τούτων τινὸς, οἱ πλείονες καὶ τὸ συν ειδος πλῆττον αὐτοὺς ἔχουσιν, οἷς οὐ διέφυγε μέν ὁ τοῦ μεγάλου τὸ σύνολον νοῦς, ὑπὸ δὲ τῆς κακίας ἡμῖν ἀντιλέγειν βιάζονται· καὶ ἵνα μὴ λογισμοῖς δέξαιμι πλάττειν κατ' ἐμαυτὸν, ὅπερ αὐτῶν τινες ἐπυθόμην οὐκ ἀποκρύψομαι. Περὶ τὴν ἀρχὴν ἔτι τῆς ἐξετάσεως τοῦ θείου καὶ σεπτοῦ τούτου δόγματα; ἦμεν ἡμεῖς, ἐν τοσούτῳ δ' ἔφθασεν ἡ ἡμέρα καθ'
col. 1237–1238page 104 of 121
PG 141:1237ὁ λόγος ὁ τὸ ῥητὸν ἔχων ἀναγινώσκεται. Κάπειδή εκπορευόμενον,qui δ:', αὐτοῦ ἐκπορευόμενον αὐτοῦ, ἐκπορευόμενον δι' αὐτοῦ τοῦτο διαλαθεῖν τοὺς πάντας οὐκ ἦν, οὐδὲ διαδρᾶναι κατ' αὐτὴν τὴν ἀνάγνωσιν, τοῖς τῶν ἄλλων ἐπιστατικωτέροις τὴν διάνοιαν εὑρεθεν, ὡς δῶρόν τι τῷ θεομεγαλύντῳ βασιλεί προσενήνεκται. Κατὰ ταύτην δὲ τὴν ἡμέραν καὶ πρός τινα μοναχὸν τῆς συμμορίας αὐτῶν ἔτυχε ποιήσασθαι λόγον τὸν θεόσοφον ἡμῶν αὐτοκράτορα σὺν ἑτέροις οὐκοῦν πλείστοις κομιδή, καὶ τὸ τοιοῦτον ῥητὸν εἰπόντος τοῦ θεόφρονος Αύσου νάρχου, καὶ ὁμοῦ δείξαντος, ἐκεῖνος μηδὲν μελήσας μηδοπωσοῦν ἐξεκάλυψεν αὐτοῦ τὸ ἀπόῤῥητον, καὶ δι' ὅρκου προπιστωσάμενος τὸν λόγον αὐτοῦ, Μα τὴν σωτηρίαν μου, κατ' ἔθος τῶν μοναχῶν εἴρη κεν, ὡς τὸν βίιν τοῦ μάκαρος Διονυσίου καινῶς τὴν σήμερον ἐπ' ἐκκλησίας ἀνεγινώσκομεν, τὸν νοῦν ἐπιστήσας, πῶς οὐκ οἶδα καὶ αὐτὸς τῷ δηλωθέντι ῥητῷ, τὸ βιβλίον, τοῦ θυμοῦ ζέσαντος, πυρὶ παραδοῦναι βεβούλευμαι, καὶ τάχ' ἂν ὡς ὑπηγόρευεν ὁ θυμὸς διεπραξάμην, καὶ εἰς ἔργον τέλειον ἐξέβη τὰ τῆς βουλῆς, εἰ μὴ πλήρη τῶν κατ' αὐτὸ βίβλων τελεῖν ήπιστάμην την καθ' ἡμᾶς οι κουμένην πρὸς γῆν καὶ πρὸς θάλατταν. Ταῦτα τῷ φήσαντι ποίαν ἄγνοιαν ἐπιμαρτυρεῖ; Ποίας δὲ πάλιν ὑπερβολὴν κακίας ἀπέλειπεν; Εἶδον ἐγὼ καὶ βίβλον τινὰ τῶν ἀρχαίων καὶ παλαιῶν πολλαχόθεν, ὡς τὸ εἰκὸς, πλουτοῦσαν τὸ ἀξιόπιστον, ἥτις ἐν μὲν ἅπαντ τι τούτῳὶ τῷ λόγῳ, καθώς δῆτα κάν τοῖς λοιποῖς, οὐδὲ κεραίαν σχεδὸν ἐξεσμένην, μή τοί γε στοιχείον ἦν ἔχουσα, κατὰ μόνον δὲ τὸ πολλάκις παρ' ἡμῶν ἐνταῦθα διαληφθὲν ἀδιάβλητον πᾶσι ῥητὸν ἐξεσμέ τον έρετέ τι χωρίον μεταξὺ τοῦ ἐκπορευόμενον καὶ τῆς αὐτοῦ λέξεως, ἐν ᾧπερ ἐγέγραπτο δι'· τοῦτο δέ πάντω; πρόθεσις. Καὶ γὰρ τὴν τελευταίαν τοῦ ἐκπορευόμενον συλλαβήν, δηλονότι τὸ νον, πρότερον κειμένην αὐτοῦ ξέτας τις ὕστερον, καὶ τοῦ στίχου θεὶς ἄνωθεν, ὡς καὶ μακρόθεν ὁ χαρακτήρ τῶν γραμ μάτων υπέφαινεν, ἄλλος ὢν παρὰ τὸν ἀρχαῖον καὶ παλαιόν, καί τι φανερῶς καὶ ἀπόζων νεότητος, τὸ λεχθὲν οὕτως ἔγραψε δι' θρασέως καὶ τολμηρῶς, εἶτα καὶ ἀπόστροφον εἰς τὸ αὐτοῦ διεχάραξεν, ὥστε μὴ κατὰ τὴν ἔμπροσθεν θέσιν τὸ ἐκπορευόμενον αὐτοῦ, τὸ δὲ ἐκπορευόμενον δι' αὐτοῦ τοῦτο ἀναγινώσκεσθαι. Τὴν τοιαύτην μεταφραστικὴν βίο ὅλον σὺν ἐμοὶ καὶ τῶν ἐκκρίτων ἐθεάσαντο τῆς Εκκλησίας πολλοί, ποὺ πάντων δὲ καὶ μετά πάν των ὁ κανὼν τῶν δογμάτων, ὁ σεπτὸς οὗτος ἡμῶν πατριάρχης ἑώρακεν. Ἐξ ἧς πάντως δείκνυται καὶ τοῖς ὁπωσοῦν ἐπιβάλλουσι, καὶ μὴ συνεσχημένοι; ὁμοῦ κακίᾳ τῇ καθ᾿ ἡμῶν, ὅτι τὸ ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ Πνεῦμα καὶ τῶν πρὸ ἡμῶν ἔνιοι λέγειν τὸ ῥητὸν νενοήκασι. Διὰ τοῦτο γὰρ κἀκεῖνοι τοῦ σχίσματος ὄντες οὐδὲν ἧττον τῶν νῦν, ὡς εἶχον, αὐτὸ μεταποιῆσαι, καὶ μεταβαλεῖν ἐπειράθησαν. Οὕτω τρανῶς παρέστησεν ὁ λόγος τοῖς ἀντιβαίνουσι τὸ παρὸν, ὡς καὶ τῇ ἐκπορεύεται λέξει τινὲς τῶν ἁγίων ἐχρήσαντο, τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν θεολογήσαντες. 28'. Αλλ' ἐπειδὴ καὶ τὸ ζητούμενον ευρηκότες ἡμεῖς τὴν ἀπορίαν αὐτοῖς εἰς τέλος διελυσάμεθα, φέρε λοιπὸν κἀνταῦθα προθέμενοι βραχέα περὶ τῆς λέξεως ταύτης εἰπεῖν, ἴδωμεν, εἰ δοκεῖ, πρῶτον, πῶς ὁ Χρυσορρήμων αὐτὴν Ἰωάννης ἡρμήνευσεν. Ότι, φησίν, οἶδε, τὴν εὐαγγελικὴν ἐξηγούμενος
col. 1239–1240page 105 of 121
PG 141:1239πάλιν τῇ περὶ τοῦ προσκυνητοῦ Πνεύματος ταῦτα διέξεισι· Τίς δὲ ἡ δύναμις τοῦ ἐκπορεύεσθαι; [να τὸ τῆς γεννήσεως ὄνομα παρέλθῃ ἡ Γραφή, ἵνα μὴ Υἱὸν αὐτὸ καλέσῃ, λέγει· «Πνεῦμα ἅγιον, δ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· εἰσάγει αὐτὸ ἐκ πορευόμενον ὡς ὕδωρ ἀπὸ πηγῆς βρύον, κατὰ τὸ εἰρημένον περὶ τοῦ παραδείσου· «Ποταμές δὲ ἐκπορεύεται ἐξ Εδέμ, ο ἐκπορεύεται καὶ τη γάζει. Τί λέγεις; Εκπορεύεται, φημί, πηγάζει κακ τοῦ Υἱοῦ βρύον, ὡς ἂν ὕδωρ ἀπὸ πηγῆς τὸ Πνεῦμα τὸ ἅγιον. Η τὰς ἐν Εὐαγγελίοις ἀθετεῖς παντάπασι τοσαύτας φωνάς; ὥσπερ πολλαχού διδά σκων ἡ αὐτοαλήθεια Χριστός είρηκεν· Ο διψών ἐρχέσθω πρός με καὶ πινέτω. Καί· Ὁ πιστεύων φωνὴν, καὶ τὰ βάθη τοῦ Θεοῦ· κἂν τῇ ὁμιλίᾳ δὲ εἰς ἐμέ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζώντος, ὅπερ φησὶν ἑρμηνεύων ὁ εὐαγ γελιστὴς, καὶ πραγμάτων ἡμᾶς ἀπαλλάττων τὸ τέτ λεον· Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Καὶ πρὸς τὴν Σαμαρείτιδα· Τὸ ὕδωρ ὁ ἐγὼ δώσω, γενήσεται πηγή ύδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Πάντως οὐκ ἂν οὕτως ήλασας πρὸς τὸ τῆς δυσσεβείας ἀκρότατον ἀτεχνῶς ὡς καὶ τῶν σωτηρίων κατεπαίρεσθαι τούτων φωνῶν καὶ κατα θρασύνεσθαι. Καὶ παρεῶ τὰς ῥήσεις τὰς πατρικές οὖσας ἄντλημα τούτου τοῦ νάματος, αἱ διαρρήδην κηρύττουσαι πηγὴν τοῦ Πνεύματος τὸν Υἱὸν, ἐν τῷ πρώτῳ συντάγματι δεόντως ἡμῖν προετέθησαν. Καὶ μὴν ὡς καὶ τὰ βάθη τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον Ει οἶδεν, οὐκ ἀντερεῖς· ἐπείπερ θεός ἐστιν ἀληθῆς κατά τὸν Πατέρα, καὶ δὴ καὶ πιστεύεται. Τούτων οὐκοῦν ὁ μαχόμενος, εἴ πού τις καὶ εἰσέτι τελεῖς τὸ παρά παν, οὐκ ἂν ἀποτολμήσεις οὐδὲν παρακρούσασθαι, τὸ μὲν ὅτι κατὰ τοῦ Υἱοῦ, τὸ δὲ ὅτι κατὰ τοῦ Πνεύματος, μᾶλλον δὲ καὶ ἀμφότερα καθ᾿ ἑκατέρων ὁμοῦ, τουτέστι κατὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Καὶ εἰ ταῦτα, τί τὴν λέξιν ζητεῖς τὴν τῆς λέξεως ἔχων ἔν νοιαν; Οὐχ οὕτως οἱ θεόφθογγοι Πατέρες ἡμῶν, οὐχ α' τω τῆς λέξεως ταύτης ἀντέχονται. Καὶ μάρτυς τοῦ παρόντος μοι λόγου Κύριλλος ὁ σοφός. Οὗτος γὰρ ἐν τῷ ἔκτῳ τῶν πρὸς Ερμείαν πῆ μέν φησιν, αὐτὴν τὴν ῥῆσιν τὴν εὐαγγελικὴν πρώτην διαλαβὼν καὶ φθεγξάμενο, Αρά σοι σαφὲς τὸ πάροιθέν ἐστι λόγιον, καὶ προσδέδορκας ότι Πνεῦμα μὲν ἀληθείας ὠνόμασε τὴν Παράκλητον; 'Εφη με μὴν ὡς πρόεισιν ἐκ Πατρὸς, ἴδια πάντα δεικνύς ἑαυτοῦ τὰ τοῦ Πατρός· πῆ δ᾽ ἀπαγγέλλει τραν τατα καὶ περιφανῶς οὕτως ἀπ᾿ ἀρχῆς τὸν λόγον διατιθέμενος· "Οτι δὲ τὸ τοῦ Πατρὸς Πνευμα Πνεῦμά ἐστι τοῦ γιοῦ, αὐτός σε δι ἑαυτοῦ μετ σταγωγήσει λέγων, «"Οταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεύμα τῆς ἀληθείας, δ παρὰ τοῦ Πατρὶς ἐκπορεύεται ἐκεῖνος, φησί, μαρτυρήσει περὶ ἐμοῦ.» Συνίης οὖν ὅπως ὡς ἴδιον ἐπαγγέλλεται καταπέμψει ἡμῖν τὸ ἐκ τοῦ Πατρός; καὶ Πνεῦμα μὲν ἀληθείας
col. 1241–1242page 106 of 121
PG 141:1241ἀποκαλεῖ, προχεῖσθαί γε μὴν ἐξ αὐτοῦ διωρίσατο τοῦ Πατρός; Καὶ μὴν ὅτι καὶ μαρτυρήσει περὶ αὐτοῦ προμεμήνυκε. Ταῦτα μὲν πρὸς Ερ μείαν Κύριλλος, ὁ τῶν ὀρθῶν δογμάτων προασπιστής, ἐν διαφόροις μὲν τόποις κατὰ τὸν αὐτὸν λόγον πλην διηγόρευσε. Λέγω τοιγαροῦν ὡς ἐκεῖνος κἀγὼ τὸ πρόσφορον λαβὼν ἑκατέρωθεν· "Αρά σοι σαφὴς ἡ δύναμις τῶν προτεθέντων ῥητῶν, ὁ μέχρι τοῦ νῦν φιλονείκως ἡμῖν ἀνθιστάμενος; Καὶ δὴ συνίης καὶ ἑαυτὸς, ὅστις τυγχάνεις ὢν, ὁ κατ' ἔριν πρὸς ἡμᾶς ἐς δεῦρο διαφερόμενος, πῶς Κύριλλος ὁ σοφὸς ἐν τοῖς ῥητοῖς ἀμφοτέροις τὴν εὐαγγελικήν χρῆσιν θεὶς, ἐπήγαγεν ἐκεῖσε μὲν τὸ πρόεισιν, ἐνταῦθα δὲ τὸ προ γεῖται μεθύστερον· καίτοι προφανὲς ὡς κὰν τούτοις οὐδὲν τὸ κωλύον ἦν τὸ τῆς χρήσεως εἰπεῖν, τουτέστι τὸ ἐκπορεύεται, μᾶλλον δὲ καὶ τοῦτο πρὸς αὐτὴν ὑπῆρ χεν ἀκολουθότερον. Πλὴν ὁ μέγας περὶ τὴν ἔννοιαν φέρων τὸν λογισμὸν, τὸ πρόεισιν ἀντ᾽ αὐτοῦ καὶ τὸ προ χείται μετέλαβε, μηδεμίαν διαφορὰν ἐν τοῖς τοιούτοις εἰςὼς, ὅσον πρὸς τὸ τὴν ὕπαρξιν σημᾶναι τοῦ Πνεύματος. λε'. Σὺ δ' ὁ ταύτην τὸ ἐκπορεύεσθαι μόνον δηλοῦν ἐθέλων, δυσχερανείς πάντως ἂν, εἰ τοῦτον αὐτὸ παι ραλαβόντα κἀπὶ τῆς τοῦ Υἱοῦ γνωρίσεις ὑπάρξεως. Ως σμικρολόγος εἴ περὶ τὰ μέγιστα, καὶ σμικρο φυὴς, καὶ τῶν θείω: θεωριῶν καὶ μαθημάτων οὐκ ἄξιος. Αλλ' οὐ πρὸς τοιούτου; οἱ σεπτοί Πατέρες ἡμῶν τὰ περὶ τούτων ἐν ταῖς ἀρχαῖς ἐκδεδώκασι, πρὸς ἁγίου; δὲ παντάπασι τοιούτων υψηλῶν ἄκου σμάτων ἀκροατάς, καὶ τῆς μεγαλοφυΐας, πρὸς δὲ μεγαλονοίας αὐτῶν ἐπιγνώμονας, πρὸς οὔς μετὰ τῶν ἄλλων καὶ Κύριλλος οὗτος ὁ σοφὸς τῶν οἰκείων ποι ησάμενος δογμάτων τὴν ἔκδοσιν, τοῦτο τὸ ἐκπορεύε και μεγαλοπρεπῶς κἀπὶ τῆς ὑπάρξεως τοῦ Υἱοῦ τέθεικε, μήτε τὴν σὴν ἀγνωμοσύνην καταπλαγείς, καὶ τὴν προσήκουσαν τούτῳ φρονῶν ἔννοιαν. Ἵνα δὲ τὸ ἀπὸ τοῦδε διαλάβωμεν καὶ τὴν ῥῆσιν εἰς ἐπήκουν πάντων, ἐπεὶ καὶ γλίχονται ταύτης τυχὸν ἀκοῦσαί τινες, ἐν τῇ πραγματείᾳ τῇ κατὰ τὸν εὐαγγελιστὴν Ιωάννην εἰς τὸ ῥητὸν τὸν Ὅταν ἔλθῃ ὁ παράκλητος, οὕτως ἔφησεν· Εἰ γὰρ οὐκ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ ἐ γιὸς καθ᾽ ὑμᾶς, πῶς οὐκ ἀμείνοσι νουῖτ' ἂν τὸ Πνεῦμα παρὰ τὸν Υἱόν; Ποῦ ποτε τὰ νῦν οἱ φι λεκπόρευτοι πάντες ἐστέ; Δεῦτε καὶ τῆς ῥήσεως ταύ τῆς ἀκροασάμενοι τοῦ λοιποῦ παύσασθε πανταχοῦ τὴν ἐκπορεύεται λέξιν ἀνακαλούμενοι, καὶ ἀεὶ καὶ μόνης αὐτῆς ὡς τὴν ὕπαρξιν τοῦ ἁγίου Πνεύματος δηλούσης ἀντιποιούμενοι. Τὸ γὰρ ἡμῶν σέβας οὐ περὶ τὰς φωνὰς, περὶ δὲ τὴν σημασίαν τῶν λέξεων. Επείπερ εἰ καταγίνεσθαι περὶ λέξεις ἐχρῆν ὄντως ἡμᾶς, μάλιστα τὴν πνεῦσιν δικαιότερον ἦν ἁρμόζειν τῷ Πνεύματι. Καὶ τούτου διδάσκαλος ἀκριβῆς ὁ θεῖος Πατὴρ ᾿Αθανάσιος, ὃς ἔνθα τὴν ὑπόκρισιν ἐλέγχει τῶν περὶ Μελέτιον, ὅπερ καὶ ἡ ἐπιγραφὴ, περὶ τῆς τοῦ ἁγίου Πνεύματος προόδου, θεολογών τάδε περι φανώς είρηκεν· Οὐχὶ γεννήσει ἡ τοῦ Πνεύματος πρόοδος, ἀλλὰ πνεύσει ὁμοιοῦται διὰ τὴν μετά ληψιν, ὡς πνοῆς ἐκ στόματος ἐρχομένης, καὶ τὸν μεταλαμβάνοντα ἁγιαζούσης, καθὰ δὴ καὶ λέγεται Πνεύματος. Ην πνεῦσιν ὁ διορατικώτατος φρονῶν Ἐπιφάνιος καὶ ἐκ τοῦ Υἱοῦ, τοιαῦτα καὶ αὐτὸς κατὰ τὸν λόγον τὸν καλούμενον ᾿Αγκυρωτὸν
col. 1243–1244page 107 of 121
PG 141:1243φθέγγεται Τοίνυν Πατὴρ ἦν ἀεὶ, καὶ τὸ Πνεῦμα ἐκ Πνεῦμα τὸ ἅγιον καὶ πνεῦμα τοῦ στόματος τοῦ Υἱοῦ καθέστηκεν ἱκανὸν πρὸς ἀλήθειαν. Οὕτω τρανῶς ἔχειν κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Πατρὸς καὶ Υἱοῦ πνέει· κατέλαβέ τέ πως τὴν πνεῦσιν τῇ τοῦ Πνεύματος προόδῳ κατάλληλον, εἰπόντος μά λιστα τοῦ τῆς ἀθανασίας τῆς ἀληθοῦς ἀξιωνύμου Πατρός. Τοῦτο, τὸ ἅγιον δηλαδή Πνεῦμα, και του Υἱοῦ πνέειν ὁ μακάριος καὶ τοῦ Θεοῦ θεράπων πιο στὸς Ἐπιφάνιος περιφανῶς ἀπεφήνατο. Πάντως δε πνέει κἀκ τοῦ Υἱοῦ καθάπερ ἐκ τοῦ Πατρὸς, ἐπει δήπερ καὶ τοῦ στόματος αὐτοῦ πνεῦμα πέφυκεν, Οτι καὶ γὰρ πνεῦμα τοῦ στόματος τοῦ Πατρὸς ἡ θεόπνευστος Γραφή πλήρης τῶν χρήσεων. Ότι δὲ τοῦτ' αὐτὸ καὶ πνεῦμα τοῦ στόματος τοῦ Υἱοῦ, μόνος ἀρκεῖ πρὸς πίστιν ἡμῖν ὁ θεῖος Απόστολος, ὃς περὶ τοῦ ἀνόμου τοῦ μέλλοντος ἐν ἐσχάτοις καιροῖς ἀπο καλυφθῆναι, καθώς προδιελάβομεν, εἰρηκώς πρὸς τὸ τέλος. Ον ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύ ματι τοῦ στόματος αὐτοῦ, μεγαλοφώνως εβόησε. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον πνεῦμα τελεῖν καὶ τοῦ στα ματος τοῦ Υἱοῦ, δήλωσις ἀκραιφνής ὅτι κἀκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν αὐτὸ κέκτηται· καὶ τούτου μυσταγωγὸς ὁ μέγας Βασίλειος. Οὗτος καὶ γὰρ εἰς τὸν κατ' Ευνομίου τέταρτον λόγον αὐτοῦ διαρρήδην καὶ σαφῶς ἐπὶ λέξεως ταῦτα διέξεισιν· Οὐδὲ γὰρ ἔλαττον τι ἕξειν μέλλομεν εἰς τὸ γινώσκειν τὸ Πνεῦμα ὑπάρχειν ἐκ Θεοῦ, Πνεῦμα τοῦ στόματος αὐτοῦ ἀκούοντες αὐτό. Αλλ' ἱκανὸν καὶ τοῦτο τὸ ὄνομα τὴν ὕπαρξιν αὐτοῦ δηλῶσαι τὴν ἐκ Θεοῦ. Καὶ τοίνυν ἐν τρόπον τὸ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον πνεῦμα τοῦ στόματος τοῦ Θεοῦ τὴν ὕπαρξιν αὐτοῦ δηλῶσαι τὴν ἐκ Θεοῦ κατὰ τοῦτον τὸν πάμμεγαν ἱκανόν ἐστιν· τὸν αὐτὸν τρόπον καὶ τὸ λέγεσθα: τὸ τὴν ὕπαρξιν αὐτοῦ δηλῶσαι τὴν καὶ ἐκ τοῦ Υἱοῦ πολλαχόθεν ἀπέδειξεν ὁ λόγος ἡμῖν τὴν ὕπαρξιν 36. λς'. Καὶ τί δεῖ, φασί, τῶν πολλῶν τούτων ὑμῖν, ὧνπερ τισιν ἴσως οὐδ᾽ ἐνετύχομεν; Ο Δαμασκ θεν σοφός Ἰωάννης μεταγενέστερος μικροῦ πάντων ῶν, ἀπηγόρευσεν ὅλως τὸ ἐκ τοῦ Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὸ τούτου ῥητὸν οὕτως ἐκτέ θειται· Πνεῦμα μὲν Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν. Καὶ ἀλλαχοῦ τοῦτ' αὐτὸ πάλιν συνα ιστῶν, Μόνος γὰρ αἴτιος ὁ Πατήρ, ἔφησε. Ταῦτα μὲν οἱ τῶν ἐναντίων εἰς ἓν συνάγοντες άμφω προ τείνουσι πρὸς ἡμᾶς, τὰ τελευταῖον τηρούμενα του τοις, ὡς δυσάντητα δῆθεν καὶ δυσαντίλεπτα, τὰ δὲ τοσοῦτον εὐανάτρεπτα τοῖς κομιδή λογιζομένοις όρο θῶς, ὅσον παρὰ τοῖς ἔχουσιν ἄλλως τελεῖν δοκοῦσιν ἀκαταγώνιστα. Καὶ γὰρ πρὸς μὲν τὸ πρῶτόν φαμεν ἀντιφθεγγόμενοι παρευθύς, ἵνα τὸ μέγιστον τούτων ζήτημα μικρῷ λόγῳ λύσωμεν, ὅτι τοῖς προσέχουσι καὶ σκοπουμένοις ἀκριβῶς τὰς ἡμετέρας φωνὰς οὐ λέγομεν οὐδ᾽ ἡμεῖς ἀσυνδέτως, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῦτο καὶ ἐκ τοῦ Γιου διαπρυσίως κηρύττομεν. Τούτοις τοῖς βήμασι τοῖς μικροῖς καὶ λίαν ὀλιγοστοῖς τὸ μέγιστον τῶν προ βλημάτων αὐτοῖς διαλύομεν, ούπερ καλῶς ἀναιρεθέντος ἡμῖν πάντως καὶ τὸ λοιπὸν συνανῄρηται
col. 1245–1246page 108 of 121
PG 141:1245Γέως ὡς ἂν ἐπεξεργασάμενοι τὸ συντόμως ῥηθὲν τελεώτερον τὸν ἡμῶν ἐν τούτῳ νοῦν παραστήσωμεν. Οὐκ ἀνατρέπων τὸ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ, τὴν ῥῆσιν τήν, Ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέ γομεν, εἶπεν ὁ χαριτώνυμος. Επείπερ οὕτω γε πάντως ἢ τὰς τοσαύτας φωνὰς τῶν θεοφθόγγων καὶ σεπτῶν Πατέρων ἔδοξεν ἀγνοεῖν, καὶ ποῖος ἂν ταύ τας ἕτερος εἶδεν, εἰ μὴ φαίη τις τὸν τοσοῦτον τὴν τῶν ἱερῶν δογμάτων ἐξέτασιν; ἢ γινώσκων, πρὸς ἀναίρεσιν καὶ τελείαν ἀνασκευήν τούτων χωρεῖν. Καὶ μὴν τοὺς πλείονας αὐτῶν γεννήτορας ἐπ' Ἐχε κλησίας ἔμνησε. Τοιγαροῦν οὐκ ἀνατρέπων τὸν καὶ ἐκ τοῦ Υἱοῦ, τὴν διαληφθεῖσαν ὁ σοφὸς ῥῆσιν ἔφησεν, ἀλλὰ τὸ πρεσβεύειν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐκ πρώτης ἀρχῆς, ὅπερ τῶν ἔκπαλαί εἰσιν ἐνομίσθη κακῶς, ἐντεῦθεν ἀποπεμπόμενος διὰ τοῦτο γὰρ εἴρηκεν ἐκ τοῦ Υἱοῦ, μὴ μέντοι κάκ τοῦ Υἱοῦ διηγόρευσεν. Ἐπεὶ τοῦτο πολλαχοῦ καὶ οὗτος τῶν δογματικῶν κεφαλαίων αὐτοῦ, προσέτι δὲ καὶ τῶν οἰκείων μελῶν ἔστιν οὗ προδήλως ἐκήρυξεν, ἐν ὅσοις δηλαδὴ τούτων διὰ τοῦ Υἱοῦ τὸ παν άγιον Πνεύμα τεθεολόγηκεν, ὅτι ταυτόν τό τε διὰ τοῦ Υἱοῦ τοῦτο καὶ τὸ κἀκ τοῦ Υἱοῦ τοῖς κατά γε τὴν ἔννοιαν τῶν τοιούτων φωνῶν ἐμβαθύνουσι. Και θάπερ γὰρ ὁμολογίαν τῆς προκαταρκτικῆς αἰτίας αὐχεῖ κατὰ τὸν μέγαν Βασίλειον τὸ διὰ τοῦ Υἱοῦ, τὸν ὅμοιον τρόπον καὶ τὸ ἐκ τοῦ Υἱοῦ ταύτην δείκνυσι, καὶ πρὸς αὐτὴν τοῖς εὐεπηβόλοις τὸν νοῦν ἀναφέρεται. Τὸ δὲ ἐκ τοῦ Υἱοῦ, κἂν αἶ προθέσεις ἔχωσι τὸ πάντη ταυτόν, ὡς ἀρχόμενοι τοῦ λόγου κατά τὸ ἀρκοῦν παρεστήσαμεν, ὅμως δ᾽ οὖν τὸ νοεῖσθαι τὸν Υἱὸν πρώτην ἀρχὴν ὑποψίαν ἐπωσοῦν παρέχει καὶ δίδωσι. Καὶ μή μοι λεγέτω τις παραυτίκα, πρὸς ἀντίθεσιν μόνην ὀξὺς, ὅτι καὶ ὁ καὶ σύνδεσμος οὗτος δήλωσιν ἀρχῶν δύο κέκτηται. Καὶ γὰρ συντιθέμενος. μετὰ τοῦ Υἱοῦ πέφευγε ταύτην τὴν πονηρὰν ἔννοιαν, ἐπειδὴ κατὰ τὴν αἰτίαν οὐδαμῶς ἄναρχος ὁ Υἱός, πρὸς ἀρχὴν δέ, φημὶ τὸν Πατέρα, φυσικῶς ἀναγόμενος. Τὸ ἐκ τοῦ Υἱοῦ τοίνυν ὡς ὕποπτον ἂν ὁ θεῖος Πατὴρ διδάσκει μὴ λέγεσθαι. Τὸ δὲ διὰ τοῦ Υἱοῦ, τοῦτο δὲ κατὰ τὴν προβᾶσαν ἀπόδειξιν ταυτὸν ὄντως τῷ καὶ ἐκ τοῦ Υἱοῦ, πολλάκις ὡς ἡμῖν προείρηται, καὶ οὗτος ἐν τοῖς δογματικοῖς κεφαλαίοις αὐτοῦ δι ετράνωσε, πρὸς δὲ καὶ ἐπ' Ἐκκλησίας αὐτῆς ψάλλεσθαι πρὸς πάντων παρέδωκε. Τοῦτο καὶ Κύριλλος ὁ θεηγόρος δηλῶν ἐν τοῖς πρὸς Παλλάδιον οὕτως ἐφθέγξατο· Τρεπτὸν δὴ συ τοί που τὸ Πνεῦμά ἐστιν, ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ ἐπ' αὐτὴν ὁμῶμος τὴν θείαν ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ήγουν ἐκ Πατρὶς δι' Υἱοῦ προχεόμενον Πνεῦμα. Πλειστάκις ὁ θειότατος εἰπὼν Κύριλλος ὅτι τὸ ἅγιον Πνεῦμα διὰ τοῦ Υἱοῦ, τοσαυτάκις δὲ καὶ ὅτι κἀκ τοῦ Υἱοῦ, τὰς δὲ ῥήσεις καν τοῖς δυσὶ λόγοις τεθείκαμεν· ἐπείπερ ἐξ ἀμφοῖν ἐνταῦθα, τοῦ Πατρὸς δηλονότι καὶ τοῦ Υἱοῦ, γλώττη λαμπρα καὶ χείλεσι κομιδῆ διατράνοις ἐρεῖν ἔφθασεν, ἑρμη νεύων, ὡς οὐκ ἐξ ἀρχῆς φησι πρώτης ἐκ τοῦ Υἱοῦ πρὸς ἔπος ἐπήγαγεν, ἢ ὡς δι' Υἱοῦ προχεόμενοr. η Χ
col. 1247–1248page 109 of 121
PG 141:1247& Κατὰ ταύτην τὴν ἔννοιαν καὶ ὁ Δαμασκόθεν σοφός «Εκ τοῦ Υἱοῦ, φησίν, ὡς ἐξ ἀρχῆς πρώτης οὐ λέγο μεν.. Τὸ δὲ καὶ ἐκ τοῦ Υἱοῦ, τουτέστι διὰ τοῦ Υἱοῦ μεσιτεύοντος φυσικῶς, τοῦτο σχεδὸν καὶ τοῖς πνευ ματοφθόγγοις ἅπασι Πατράσι τεθεολόγηται, καὶ ἡμῖν ἐν διαφόροις συγγράμμασιν οὐδὲν ἧττον ῥηθὲν ἀν ύμνηται, κἀπὶ τῆς Ἐκκλησίας αὐτῆς διαπρύσιον. Οὕτω σαφῶς καὶ οὗτος ὁ θεσπέσιος μελῳδὸς τῷ δόγ ματι τούτῳ συνηγορών μᾶλλον φαίνεται, μὴ μέντοι πρὸς ἀναίρεσιν τούτου χωρῶν κατὰ τὴν τῶν ἐναντίων ὑπόληψιν. Ο λζ'. Οτι δὲ καὶ μόνος ἐστὶν αἴτιος ὁ Πατήρ, καὶ τοῦτ' αὐτὸ τῷ θεοσόφῳ καλῶς εἴρηται, πλὴν οὐκ ἐπ' ἀναιρέσει τὸ σύνολον, οὐδ᾽ ἀνατροπῇ τοῦ νοεῖσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τῶν κτισμάτ των γάρ λέγεται μόνος αἴτιος ὁ Πατήρ, ὁμολογουμέν νως κἀκ τοῦ Υἱοῦ πλουτούντων τὴν σύστασιν. Ι:α δὲ μὴ πάλιν τι περὶ τοῦ μόνος εἰπών, λέγων τὰ αὐτὰ πολλάκις ἐνδιατρίβοιμι, καὶ τοῖς αὐτοῖς αὖθις ἐπεισκυκλῶν οὕτω περιστὸς πᾶσι δόξαιμι, περὶ εξ μάλιστα λόγον συχνὸν ἐν τοῖς προλαβοῦσι κατέβαλον, ὁ μέγας Βασίλειος τοῦτό φησιν ἐν τῷ δευτέρῳ τῶν πρὸς Εὐνόμιον, τοιουτρόπως διαλαβὼν τὸν λό τον καὶ διαθέμενος· Τὸ παρὰ τοῦ Υἱοῦ γεγενήσ σθαι λεγόμενον πρὸς τὴν πρώτην αἰτίαν τὴν ἀναφορὰν ἔχει· ὥστε, κἂν πάντα εἰς τὸ εἶναι παρῆχθαι διὰ τοῦ Θεοῦ Λόγου πιστεύομεν, ἀλλὰ τὸ πάντων αἴτιον εἶναι τὸν Θεὸν τῶν ὅλων οὐκ ἀφαιρούμεθα. Σκόπει μεταξύ, σύμπας ὁ τῶν κατά τὸ παρὸν λεγομένων ἀκροατής, τοῦ τε παρὰ τοῦ Υιοῦ τούτου καὶ τοῦ διὰ τοῦ Θεοῦ λόγου τὴν δύ ναμιν, ὡς ἂν κάνταῦθα τὸ κατὰ πᾶν γνοίης ταυτὸν ἀμφοτέρων γε τῶν τοιούτων προθέσεων· ὅρα δὲ πρὸ τούτου πῶς καὶ τῶν ποιημάτων αὐτῶν μόνος ὁ Πα τὴρ καθέστηκεν ἀληθῶς αἴτιος, ἐπειδή. Τέ γε γενῆσθαι λεγόμενον παρὰ τοῦ Υἱοῦ πρὸς τὴν πρώτην, φησίν, αἰτίαν τὴν ἀναφορὰν κέκτηται διὸ καὶ πάντα πιστεύομεν μὲν παρῆχθαι διὰ τοῦ Υἱοῦ, τούτων δὲ πάλιν αίτιον τὸν Θεὸν τῶν όλων γινώσκομεν. ᾿Αλλὰ μὴ θροησάτω τινὰ τῶν ἁπάντων μηδοπωσοῦν τὸ τὴν κτίσιν ἐν τούτοις με παραλαβεῖν εἰς παράδειγμα. Καὶ γὰρ ἐκθέμενος Ορθοδόξου διάλεξιν καὶ ᾿Ανομοίου τινὸς ὁ θεῖος Παν τὴρ ὁ τῆς ἀθανασίας ἐπώνυμος οὕτως εἴρηκεν Αιεία ἐστὶν ἡ τοῦ Θεοῦ φύσις καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος καὶ τῆς κτίσεως πάσης. ᾿Αλλὰ τοῦ μὲν Υἱοῦ ὡς λόγου, «Ἐν ἀρχῇ γὰρ ἦν Λόγος,» τοῦ δὲ Πνεύματος ὡς πνοῆς, «Πνοή γὰρ Παντοκράτορος, ἡ διδάξασά με, ο τῆς δὲ κτίσεως ὡς κτισμάτων, ἐξ ὧν ἀναλόγως ὁ γενε σιουργὸς αὐτῶν θεωρεῖται. Μίαν δὴ καὶ οὗτος τῶν τῆς θεότητος αἰτιατῶν ὑποστάσεων καὶ πάσης τῆς κτίσεως αἰτίαν φησί, κἂν αὐτίκα τὴν διαφορὰν ταύ της τε καὶ τῶν τοιούτων θεαρχικῶν προσώπων ὡς πλείστην επεσημήνατο. Λοιπὸν οὐκ ἀτόπως ἐπεκούρησα τῷ λόγῳ κἀγὼ, παραδείγματι πρὸς τὸ παρὸν τῇ κτίσει χρησάμενος. Ὁ δὲ μέγας οὐδὲν ἔλαττον καὶ ἄλλως τοῦ καθ᾿ ἡμᾶς ἀψάμενος προτέρου σκοπού, καν τούτῳ δι' ὧν υπηγόρευσε, παρακατιών τελείως
col. 1249–1250page 110 of 121
PG 141:1249ἡμῖν συνεκρότησε. Καὶ γὰρ ἐχόμενα τῶν λεχθέντων αὐτῷ ταῦτα περιφανώς αὖθις διέξεισιν· Οὔτε δὲ λό τος προφορικὸς διὰ τῶν φωνητικῶν ὀργάνων ἐκ πεμπόμενος, οὔτε πνοή τις διαχεομένη, καὶ διὰ τῶν ἀναπνευστικῶν ὀργάνων ἐκπεμπομένη ἔστινἀλλὰ καὶ Λόγος ζῶν καὶ ἐνεργής, ο Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο,» καὶ Πνεῦμα ζῶν καὶ ἐνερ γόν, ο Πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Πρώην εἰρηκώς, ὡς ἔφημεν, καὶ αὐτὸς αἰτίαν τῆς κτίσεως τὸν Θεὸν, ἐνταῦθα νῦν διὰ τοῦ Λόγου πρὸς γένεσιν ἐλθεῖν τὰ πάντα μαρτύρεται. Καθάπερ γοῦν τὰ ποιήματα καὶ ἐκ τοῦ Υἱοῦ, τούτων δὲ πάλιν πέφηνεν ὁ Πατὴρ αἴτιος, οὕτω καὶ τὸ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ· τέως ὁ Πατήρ αἴτιος καὶ τούτου καθέστηκεν. Επειδήπερ ἐν αἴτιον, κατὰ τὴν τῶν διδασκάλων παράδοσιν, ὁ Πατὴρ τῶν τε τῆς θεότητος αἰτιατῶν ὑποστάσεων, καὶ πάσης τῆς κτίσεως, τοῦ μὲν Υἱοῦ καὶ τοῦ Πνεύματος φυσι κιν, δημιουργικὸν δὲ πάσης τῆς κτίσεως. Ὁ δὲ λέ γων, Εἰ τὸ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ, πάντως ἀρχαὶ δύο τοῦ αὐτοῦ καὶ δύο τὰ αίτια, δοκεί μοι μὴ ἂν ἐπίστασθαι τὸ παράπαν κἀκ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν κτίσιν τελεῖν, ἢ τοῦτ' ἐπιστάμενος ἀρχὰς ὁ τοιοῦτος τρεῖς δοξάζειν τῆς αὐτῆς καὶ τρία τὰ αίτια, μηδ' ἂν συνόλως Θεὸν εἰδέναι τέλειον τὸν Υΐν, μηδὲ πάλιν Θεὸν τέλειον τὸ Πνεῦμα τὸ ἅγιον ἢ καὶ ταῦτα εἰδὼς κατὰ τὴν τῶν Ἑλλήνων πολύθεον ἐξαπάτην τρεῖς πρεσβεύειν Θεούς, τὸ τοῦ προειρημένου, δυσσεβήματος καὶ πάσης λοιπής κακοφροσύνης κεφάλαιον. Καὶ μὴν οἱ τῆς θεολογίας μυσταγωγοί – τέλειον Θεὸν τὸν Πατέρα γινώσκοντες, Θεὸν πάλιν τέλειον τὸν Μονογενῆ, τέλειον Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἕνα τέλειον Θεὸν τὰ τρία κηρύττουσιν· ὡσαύ τως κἀπὶ τῆς συστάσεως τῶν κτισμάτων αὐτῶν τὸν Πατέρα τέλειον δημιουργὸν καταγγέλλοντες, δημιο ουργὸν αὖθις τέλειον τὸν Μονογενῆ, τέλειον δημιουργὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἕνα τέλειον δημιουργὸν τὰ τρία καταλαμβάνουσιν. Εντεῦθεν καὶ τὰ παρ' αὐτῶν διδόμενα τοῖς ἀξίοις χρηστὰ διδάσκουσιν ἡμᾶς πρὸς τούτοις ὡς ἐξ ἑνὸς ταῦτα δίδοσθαι· καὶ τουτο τρα νῶς βεβαιώσει τὰ νῦν ὁ τὰ θεῖα πολὺς ᾿Αθανάσιος, ἷς ἐν τῷ τετάρτῳ κατὰ ᾿Αρειανῶν λόγῳ φησί, δια λαμβάνων ούτωσὶ καὶ διατιθέμενος· Διδόντος τοῦ Πατρὸς χάριν καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δι δωσι. Μία γὰρ καὶ αὐτὴ χάρις ἐστὶν παρὰ Πα τρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἐν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Διὰ τοῦτο καὶ Παῦλος πρὸς τοὺς Θεσσαλονικεῖς λέγων, «Αύ τὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ὑμῶν πρὸς ἡμᾶς, • τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἶπε, κατευθύναιον, ὡς παρὰ δύο διδομένης παρὰ τούτου καὶ τούτου, αλλά, Κατευθύναι, να δείξῃ, ὅτι Πατὴρ δι' Υἱοῦ δίδωσι ταύτην. Οὕτω φρονῶ καὶ λογίζομαι περὶ τού των ἐγώ, ταῖς θεοπνεύστοις Γραφαῖς κατὰ πάντα πειθόμενος· διὸ καὶ τὴν ὕπαρξιν τοῦ θείου Πνεύματος πιστεύων κἀκ τοῦ Υἱοῦ μίαν ὁμολογῶ τυγχάνειν ἀρχὴν τὸν Πατέρα καὶ ἂν αἴτιον, ἀναφερομένης πρὸς αὐτὸν ὡς πρὸς πρώτην ἀρχὴν καὶ τῆς αἰτίας αὐτῆς τοῦ προσκυνητοῦ Πνεύματος.
col. 1251–1252page 111 of 121
PG 141:1251Η λη'. Οὐκοῦν ἐστι, φασί, θεογόνος καὶ ὁ Υἱός, εξα περ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ δημιουργὸς τῶν γενομένων αὐτῶν, ὅτι κάκ τοῦ Υἱοῦ τα πάντα συνέστηκεν· καὶ παροχεὺς ἁπάντων τῶν ἀγαθῶν, ὅτι κἀκ τοῦ Υἱοῦ ταῦτα νέμονται. Καὶ ε! τοῦτο, κατὰ τὸν Υἱὸν ἀνάγκη τελεῖν θεογόνον καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον. "Απαν καὶ γὰρ τὸ κυρίως ἐπὶ Θεοῦ θεωρούμενον ἡμῖν καὶ λεγόμενον ἢ της μακαρίας και ζωαρχικῆς Τριάδος κοινὸν, ἢ τῶν ταύτης σεπτῶν ὑποστάσεων μιᾶς ἴδιον· ὅτι φυσικά μόνον ἐπ' αὐτῆς οἴδαμεν καὶ προσωπικά, καθ᾽ ἃ τοῖς θεολογοῦσιν ἥνωταί τε καὶ διακέκριται. Παρὰ ταῦτα δ' οὐδὲν ἄλλο γινώσκομεν. ὥστ᾽ ἐπειδὴ θεογόνος ὁ Πατὴρ ὁμολογουμένως ἐστὶν, εἰ θεογόνος καὶ ὁ Υἱός, καὶ τοῦτο τοῦ Πατρὸς ἴδιον, ἀνάγκη δὴ θεογόνον τον λεῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ τῆς Τριάδος σεμνὸν ὅσον τὸ εἰς ὑμᾶς οίχεται. Πλὴν ποῖον καὶ τὸ ἐξ αὐτοῦ κεκτημένον τὴν ὕπαρξιν, εἰ μέχρις ἐκείνου χρεὼν στῆναι τὰ τῆς ζητήσεως, καὶ μὴ περαιτέρω προβῆναι, μηδ' ὁπωσοῦν τὴν ἐξέτασιν ταύτην διὰ τὸ ἄπειρον; Τοιαῦτα λέγοντες οἱ τῆς μοίρας τῶν ἀντι διατιθεμένων ἡμῖν, εἰς ἀνάγκην άφυκτον ἄγειν οἷον ται τὸν λόγον καὶ ἀ αντίῤῥητον. Ἡμεῖς δ᾽ ἵνα τα παρ' αὐτῶν κατὰ τάξιν ἐλέγξωμεν, πώς θεογόνον καὶ τὸν Υἱὸν εἶναί φασιν, ὅτι κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ μὴν καθέστηκεν αὐτὸ προηγουμένως ἐκ τοῦ Πατρὸς, οὐ διὰ τοῦτο δ' ἡμῖν θεογόνος ὁ Παν τὴρ εἴρηται, διὰ δὲ τὸν μονογενῆ πάντως Υἱόν, ἔστι; ἐξ αὐτοῦ τυγχάνει γεννώμενος. Εἰ δὲ θεογόνος ή Πατὴρ λέγεται κατ' αὐτοὺς, ἐπειδήπερ ἐξ αὐτοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἰδοὺ καὶ τοῦτο δεύτερός τις γόνος Θεοῦ. Καντεῦθεν τὸ μονογενὲς διεῤῥύηκε. Καὶ γὰρ πόθεν ὁ Υἱὸς ἄν ποτε κληθείη μονογενής, ὑπάρ χοντος γόνου καὶ τοῦ προσκυνητοῦ τούτου Πνεύματ τος; Αλλ' οὐ θαυμάζειν δεῖ τὸ παράπαν ἡμᾶς, εἰ ταύτην αὐτοὶ τὴν πλάνην πεπλάνηνται, θεογόνον δύο ξαντες τὸν τῶν ἁπάντων Θεὸν, ἀνθ' ὧνπερ ἐξ αὐτοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οἱ καὶ τῶν φώτων ἀκούοντες Πατέρα τῆς Γραφῆς λεγούσης αὐτὸν, φῶτα τὸν Υἱὸν ἐξηγοῦνται σφαλερῶς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Καὶ ταῦτα παράδειγμα τοῦ μὴ κατὰ τοιοῦτον λέγε σθαι τοῦτο νοῦν, καὶ τὸ Πατέρα τῶν οἰκτιρμῶν ὀνομάζεσθαι τὸν Θεὸν ἔχοντες. Καὶ γὰρ καθάπερ Πατὴρ καλείται τῶν εἰκτιρμῶν, ὡς αἴτιος οἰκτιρμῶν ὑπάρχων καὶ πρύτανις, οὕτω καὶ Πατὴρ τῶν φώτων ὤν, καὶ τοῦτο κατονομάζεται. Φῶτα δὲ πάν τως αἱ ἐλλάμψεις εἰσὶ, τὰ οὐράνια πάντα χαρίσματα ταῦτα, κατὰ τὴν Γραφήν, καὶ δόσεις ἀγαθοὶ, καὶ τέ λεια τῇ ἀληθείᾳ δωρήματα. Τούτων δὲ πάντων ὁ Θεὸς γενέτης και χορηγὸς καὶ πάσαις αὐταῖς ταῖς ὑπερκοσμίοις δυνάμεσιν. Όμως δ' οὖν οἱ τοιοῦτοι τοῦ τῆς Γραφῆς ἐκπεσόντες σκοπού, φῶτα τὸν Υἱὸν ἐνότ σαν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μὴ συνιέντες τὸ σύνο ολον, ὡς τοιουτοτρόπως Υἱὸς παρὰ τούτοις λέγεται καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον. Οἱ τῆς ἐννοίας γοῦν ἁμαρτήσαντες και τούτῳ τῆς ἀληθοῦς, ὡς καὶ Πα τέρα τὸν Θεὸν λέγειν τοῦ προσκυνητοῦ Πνεύματος, ἀκολούθως κἀπὶ τοῦ πρὸς ἐξέτασιν προσκειμένου νῦν τῆς ἀληθείας αὖθις καὶ τῆς ὀρθῆς ἐννοίας δια
col. 1253–1254page 112 of 121
PG 141:1253ήμαρτον, ἐπεὶ θεογόνος ὁ Πατήρ, ἐπεὶ γεννώμενος ἐξ αὐτοῦ πέφυκεν ὁ Υἱὸς, οὐχ ὅτι δὲ πρόεισιν ἔχον τὴν ὕπαρξιν ἐξ αὐτοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ο δὲ Υἱὸς οὐ θεογόνος σαφῶς, καθότι περ μηδὲ γίν κέκτηται. Λοιπὸν οὐ θεογόνον κατὰ τὸν Υἱὸν οὔκουν οὐδ᾽ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ἔστιν ἴδιον τοῦτο μάλιστα τοῦ Πατρὸς, καὶ τῆς ὑποστάσεως αὐτοῦ κατ' εξαίρετον. Τοιοῦτον τὸ καθ᾿ ἡμῶν καὶ τῆς ἀλη θείας αὐτῆς παρὰ τῶν ὑπεναντίων ἀναπλασθὲν ἄτο που. Οὕτω τῆς ἀρχῆς ὑποτεθείσης ψευδούς, καὶ τὸ συμπέρασμα ψεῦδος καθέστηκεν. λθ'. Οἷον δὲ κἀκεῖνο, δι' οὗ τοῦτο συνάγουσι συλ λογιστικῶς, ὅπερ καὶ τιθέασιν ὡς ἂν ἀξίωμα καὶ κοινὴν ἔννοιαν; "Απαν, φασί, τὸ κυρίως ἐπὶ Θεοῦ θεωρούμενον ἡμῖν καὶ λεγόμενον ἢ τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος κοινὸν, ἢ τῶν ταύτης σεπτῶν ὑποστάσεων μιᾶς ἴδιον, ὡς ἀναγκαία τις ή παρούσα νῦν θέσις αὐτῶν. Ἔνθεν τοι καὶ ἀναπόδεικτον ταύ την προφέρουσι. Πλὴν πρὸς τούτου ἐρωτήσομεν δύο τινὰς ἐρωτήσεις ἡμεῖς, ἐὰν ἄρα δύνωνται πρὸς τὴν δευτέραν ἀποκρίνασθαι. Τὸ αἰτιατὸν λέγεσθαι τυγ χάνειν ἐπὶ Θεοῦ πάντως ἂν κατὰ τὰς τῶν ἁγίων φωνάς φαίητε. Τοῦτο δὲ πότερον τῆς θεαρχικής Τριάδος κοινὸν, ἢ τῶν ταύτης σεπτῶν ὑποστάσεων μιᾶς ἴδιον; Ως ὁρῶ, κεχήνασι τὸ παρὸν ἀτονοῦντες πρὸς τὴν ἀπόκρισιν· ἐπείπερ οὐκ ἔχουσιν εἰπεῖν ούμενουν τούτων οὐδέτερον. Τὸ γὰρ αἰτιατὸν ὄντως ἐπὶ Θεοῦ καθορώμενον ὁμοῦ καὶ λεγόμενον οὔτε τῆς ζωαρχικῆς πέφηνε Τριάδος κοινόν, οὔτε τῶν ταύτης ὑποστάσεων μιᾶς ἴδιον, τῶν δύο δὲ μόνων, ὡς ἂν εἶποι τις, ίδιον καὶ κοινὸν, τουτέστι τοῦ Υἱοῦ καὶ τοῦ θείου καὶ παντουργοῦ Πνεύματος. Ωστε κατ εὐλήθη νῦν τὸ τούτων ἀξίωμα, καὶ τὸ τῆς κοινῆς ἐνα νοίας αὐτῶν παρὰ πάντων καταπεπάτηται. Πῶς ἄν ποτε τοιαύτην σύντομον νίκην νικήσειέ τις, εἰ μὴ δυνάμει τοῦ ἐμπνέοντος καὶ τοῖς νεκροῖς Πνεύματος; 'Ως ἂν δὲ διὰ πολλῶν τὸν λόγον συστήσωμεν, καὶ μᾶλλον αὐτῶν τῶν ἔγγιστα τοῦ σκοποῦ τὰ πέρξω καὶ τὰ μακρὰν καταλείψαντες, τὸ ἀποστέλλειν τὸ ἅγιον Πνεῦμα τοῦ Πατρὸς ἅμα καὶ τοῦ Υἱοῦ· τού- " του δὲ τοῦ θείου Πνεύματος οὐκ ἔστιν οὐδαμῶς οὐδὲ λέγεται, διὰ τὸ μὴ τὸ αὐτὸ καθάπαξ ἐγχωρεῖν ἀποστέλλον τελεῖν καὶ ἀποστελλόμενον· οὐδ᾽ ἀπο στέλλειν ἔτερόν τι τὸ παράπαν αὐχεῖ, τυγχάνον ὁμό δοξον καὶ ὁμότιμον αὐτοῦ. Τί μοι τὸ παρὸν πρὸς τὸν ἀρχῆθεν σκοπόν; ἐχόμενα τούτου καὶ πλησιαίτερον. Αὐτὸ Πνεῦμα τὸ ἅγιον πνεύμα τοῦ Πατρὸς καὶ πνεῦμα τοῦ Υἱοῦ, πνεῦμα δὲ τοῦ Πνεύματος οὔτε πέφυκεν, οὔτε μὴν ὀνομάζεται, διὰ τὸ μηδὲ ὑπάρ χειν ἑαυτοῦ, μηδ' εὑρίσκεσθαι τοῦτο καλούμενον. Ο δὲ πάλιν καθέστηκεν τοῦ Πνεύματος ἄλλο τι, τῆς θεότητος ἱσταμένης ἐν τρισὶν ὑποστάσεσιν. Λοιπόν καὶ τὴν ὑπαρξιν πλουτοῦν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἅμα καὶ τοῦ Υἱοῦ, ταύτην οὐ κέκτηται, καὶ παρ' ἑαυτοῦ τὸ σύνολον οὐδὲ ἔχειν τοῖς πιστοῖς καταγγέλλεται· διότι μηδὲ δυνατόν, μηδ' ἐνδεχόμενον ὁπωσοῦν, τοῦτο τῆς ὑπάρξεως τῆς οἰκείας είναι παραίτιον. Τῆς δὲ Τριάδος τὸ τέλειον φερούσης ἐν η
col. 1255–1256page 113 of 121
PG 141:1255θεότητι κατὰ πᾶν, οὐδὲ πρόσωπον οὐσιωδῶς ἕτερον ἐξ αὐτοῦ τούτου πρόσεσι, πρὸς ὅπερ ἄτοπον ὁ λόγος ὁ πολὺς τῶν ἀντικειμένων ἡμᾶς συνήλαυνε. Τοῦτο δὲ πάντως οὐχ ὑφεσις τοῦ προσκυνητοῦ Πνεύματος τις, ὥσπερ δ' αὖ οὐδεμία τοῦ Μονογενοῦς πάλιν ελάτ τωσις, ὅτι τοῦ Πατρὸς ἔχοντος τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα παρ' ἑαυτοῦ, τὸ Πνεῦμα τὸ ἅγιον παρ' έαν τοῦ μόνον καὶ ὁ Υἱὸς οὗτος κέκτηται. Τί πρὸς τού τοις καὶ τῶν ὑποστατικῶν ἀντιδιαιροῦσι τὰ φυσικά, μή νοοῦντες ὡς ἐπὶ Θεοῦ καὶ αἱ ἰδιότητες φύσει πρόσεισιν; ἐπεὶ μηδ᾽ ἔχει τὸ συμβεβηκός χώραν ἐκεῖ, πάσης αὐτοῦ συνθέσεως ὄντος ἐπέκεινα, καὶ τὸ μεῖζον καὶ κυριώτερον εκάστου δὴ τῶν προσώπων ἔχοντος τῶν θεαρχικῶν καὶ μόνως τὴν ἰδιότητα τὴν οἰκείαν, καὶ μηδοπωσοῦν ἀρξαμένην μηδέποτε. Δ.ὸ κατὰ φύσιν ὁ Πατὴρ ὄντως πατὴρ, τοῦτο καὶ γὰρ μόνῳ αὐτῷ καὶ ἀΐδιον, καὶ υἱὸς κατὰ φύσιν πέφυ κεν ὁ Υἱός, πάντα τὰ τοῦ Πατρὸς ἔχων πλὴν τῆς πατρότητος, ὡς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὅπερ ὀνομάζεται κατὰ φύσιν ἐστὶ, μήτε τοῦ Πατὴρ ὑπάρχειν μετα εσχηκώς, μήτε τὸ Υἱὸς κληρωσάμενον. Φύσει γοῦν ἐπὶ τῆς ἀσυνθέτου καὶ ἁπλῆς μάλιστα Τριάδος απο τῆς αἱ τε καθ' ὑπόστασιν ἑκάστην διαφοραὶ καὶ τὰ ἰδιώματα, κἂν οἱ δηλωθέντες μετὰ τῶν λοιπῶν ἠγνόησαν καὶ τοῦτο παντάπασιν. μ'. Ικανῶς καὶ ἀρκούντως ἡμῖν καὶ περὶ τούτων διείλεκται. Πλὴν ἔχω καὶ διὰ πολλῶν ἑτέρων γραφ κῶν δεῖξαι ῥητῶν ὡς τὸ Πνεῦμα τὸ ἅγιον κἀκ τοῦ Υἱοῦ φέρει τὴν ὕπαρξιν, & πάντα τάχιον ἀπάρτι καθ' εἱρμὸν ἐν τῷ μέσῳ προθείς, εἶτα πρὸς συμβουλὴν τῶν ἐναντίων τραπεὶς καὶ παραίνεσιν εἰς μετρίαν αἴνεσιν τὸν λόγον ὡς δύναμις ἀνακεφαλαιώσω, καὶ μερικὴν εὐχαριστίαν Θεοῦ, κατὰ τὸν ἀρχῆθεν σκου τὸν, καὶ τὴν ἐν τῷ προοιμίῳ μεταχείρισιν τοῦ ἡμε διποῦ πρώτου συντάγματος, καὶ οὕτως ἐπευξάμενο; τὰ εἰκότα, καθαπερεὶ θέμις ἐστὶν, ἄξιον σὺν Θεῷ πέρας ἐπιβαλῶ τῷ παρόντι πονήματι. Καὶ δὴ προσ θετέον τὰ τῶν ῥητῶν ἐν συντόμῳ καὶ καθὼς ἔχουσιν. Εν πρώτοις ὁ μέγας Βασίλειος ὁ καὶ τὰ θεῖα πολὺς ἐν τῷ περὶ Πίστεως λόγῳ ῥητῶς ταῦτα διέξεισιν Εθεασάμεθα γὰρ, φησὶν ὁ Εὐαγγελιστής, την δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενούς παρὰ Πατρός, τουτέστιν οὐκ ἐκ δωρεᾶς καὶ χάριτος δοθέντων αὐτῷ τῶν θαυμάτων, ἀλλ' ἐκ τῆς κατὰ φύσιν και νωνίας ἔχοντος τοῦ Υἱοῦ τῆς πατρικῆς θεότητος τὸ ἀξίωμα. Τὸ μὲν γὰρ λαβεῖν κοινὸν καὶ πρὸς τὴν κτίσιν, τὸ δὲ ἔχειν ἐκ φύσεως ἴδιον τοῦ γεννηθέντος. Ὡς μὲν οὖν Υἱὸς φυσικῶς κέκτηται τὰ τοῦ Πατρὸς, ὡς δὲ Μονογενῆς ὅλα ἔχει ἐν ἑαυτῷσυλλαβὼν, οὐδενὸς καταμεριζομένου πρὸς ἔτε μον. Εν τινι τῶν κεφαλαίων τοῦ δευτέρου τῶν θη σαυρῶν τούτου· συνῳδὲ καὶ ὁ θαυμάσιος λέγει Κύ ριλλος· Πῶς ἂν εἴη τῶν γεννητῶν ὁ τῆς θείας τε καὶ Πατρώας οὐσίας ἔχων ἐν ἑαυτῷ φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα; Καὶ πάλιν ἐν ἁλίψ Πῶς οὐκ ἔσται Υἱὸς τῶν ἐκ ζῶντος Πατρὸς, δια βαινούσης εἰς αὐτὸν φυσικῶς τῆς τοῦ γεννήσαντος ιδιότητος; Οὗτος εἰς τὸ ῥητὸν τὸν οὐ
col. 1257–1258page 114 of 121
PG 141:1257δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν· ν ἔχει. 0; › γὰρ ὁ Υἱός, φησὶν, ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὰ τῆς οὐσίας ἀγαθά. Κατὰ δὲ τὸ ῥητὸν τὸ, «Οσοι δὲ ἔλαβον αὐτὸν, ν Ἐξ αὐτῆς, λέγει, τῆς οὐσίας αναλάμψας τοῦ Πατρὸς ὁ Υἱός, τὸ ἴδιον αὐτῆς ἀγαθὸν κατὰ φύσιν ἐπάγεται. Τούτων δὲ πάντων ἐξηγητής οὗτος αὐτὸς ἐν τῷ ἔκτῳ τῶν πρὸς Ἐρ μείαν καθίσταται, τοιαῦτα διεξιών καὶ οὕτω φθεγ γόμενος· Τὸ Πνεῦμά ἐστιν οὐκ ἀλλότριον τοῦ Υιού. Γεγένηται γὰρ τὴν τοῦ Πατρὸς ιδιότητα πᾶσαν ἔχων ἐν ἑαυτῷ. Καὶ ἐπείπερ ἐστὶ τῆς ἀνωτάτω Θεότητος ὁ καρπὸς, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς Θεότητος ἀγαθῶν; Ιδιον δὲ Θεό τητος ὁ ἁγιασμός, οὗ τὸ Πνεῦμα δεκτικόν. "Αγιον γὰρ κατὰ φύσιν, καὶ τῆς ὅλης φύσεως ἁγιαστικὸν. Ἐνταῦθα σαφῶς ἐδίδαξε τήν τε τοῦ σοφοῦ σιλείου σεπτὴν ῥῆσιν ὁ Κύριλλος, ὡς τῶν θείων μυ σταγωγός, καὶ τὰς ἄλλας ἀτεχνῶς πάσας, αἳ τούτου τυγχάνουσα: μετὰ ταύτην καλῶς καὶ προσηκόντως ἡμῖν κατεστρώθησαν, ὅτι περὶ τοῦ προσκυνητού Πνεύματος ἦν ὁ λόγος αὐταῖς. Τοῦτο γὰρ τὸ ἀξίωμα τῆς πατρικῆς ἐστι θεότητος, τό τε τῆς τοῦ Πατρὸς οὐσίας μέγιστον ἀγαθὸν καὶ ἰδίωμα τούτου φυσικὸν καὶ ἐξαίρετον, ἵνα συνελών εἴπω καθολικῶς τὴν τῶν ῥήσεων ἁπασῶν ἔννοιαν· ὅπερ καὶ τὸν Υἱὸν ἐπάγεσθαι καὶ ἔχειν φυσικῶς αἱ τοιαῦται ῥήσεις, ὡς ἐκ τῆς νῦν δῆλον, ὑπέγραψαν. Εἰ δὲ δεῖ καὶ τελεώτερον ἡμᾶς τὸν περὶ τούτου λόγον ποιήσασθαι, παραληπτέον καὶ τὰς λοιπὰς ῥήσεις τοῦ αὐτοῦ τούτου Πα τρός, δυναμένας λευκότερον παραστῆσαι τὰ τῆς προθέσεως. Οὗτος ἐν μὲν ἑνὶ τῶν κεφαλαίων τοῦ πρώτου των θησαυρῶν, ὁ μέγιστος τῷ ὄντι καὶ θειότατος δηλαδή Κύριλλος, Ὥσπερ, φησί, δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς εἰληφέναι παρὰ τοῦ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Παν τὴρ δίχα μόνου τοῦ εἶναι Πατήρ· ἐν δὲ τῷ Περὶ Τριάδος, Εν Υἱῷ, λέγει, μονογενεῖ κατὰ πάντα ὁμοίῳ καὶ ἴσῳ τῷ Πατρὶ χωρὶς τῆς πατρότητος. Καὶ αὖθις· Πάντων τῶν φυσικῶν ἀγαθῶν τοῦ Πατρὸς κοινωνὸς ὁ Υἱός ἐστιν ἄνευ τοῦ Πατὴρ εἶναι. Τί δ' ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην εἰς τὸ ῥητὸν τὸ, «*Ην ἐν ἀρχῇ πρὸς τὸν Θεόν; Αλλ᾽ ἐκεῖσε πλατυκώτερον διαλαμβάνων, ὡς ἂν ἐξηγούμενος ταῦτα διέξεισιν· Θεὸν ἀληθινὸν, ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ πεφηνότα δεικνύων δευ τὸν ὁ Μονογενής, «Πάντα, φησὶν, ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. › Εἰ δὲ πάντα τῶν ἐνόντων τῷ Πατρὶ φυσικῶς ιδιωμάτων κληρονόμος ὁ Υἱς ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, ἀλλὰ τὸ εἶναι Πατὴρ οὐχ ἕξει ποτέ. Καὶ τοῦτο γὰρ ἐν τῶν προσόντων τῷ γεννήτορι. Μενεῖ δὲ ὁ Υἱὸς οὐδε νὸς ἀποστερούμενος τῶν ἐνύντων τῷ Πατρὶ, καν μὴ νοῆται Πατήρ, πάντα δὲ ἔχων ἐν ἑαυτῷ τε λείως τὰ τῆς τοῦ Πατρὸς οὐσίας ἴδια καὶ ἐξαί ρετα. Πάλιν ὁ αὐτὸς ὡσαύτως χρώμενος τοῖς αὐτοῖς Ει οι
col. 1259–1260page 115 of 121
PG 141:1259ἐν τῷ τρίτῳ τῶν πρὸς Ερμείαν λαμπρώς είρηκε Συνωθεῖ δὲ μᾶλλον εἰς ὁμολογίαν ὁ λόγος τοῦ χρῆναι νοεῖν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας διὰ τῆς ἀληθοῦς γεννήσεως ἀναφθῆναι τὸν Υἱν Θεὶν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, οὐκ εἰς ὀθνείαν τινὰ καὶ ἔκρυλιν ἐκπεφυκότα φύσιν, ἀλλ᾽ ὄντα τοῦτο οὐσιωδῶς, ὅπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Πάντων ἔσχατον προσκείσθω καὶ τὸ κατὰ τὴν δεύτερον τῶν πρὸς Ερμείαν αὐτοῦ λόγων ῥητόν. Ἐκεῖσε καὶ γὰρ ὁ θεσπέσιος οὗτος Κύριλλος τοῦτο τρανότατα λέγων εὑρίσκεται· Συναΐδιον πιστεύομεν τὸν Υἱὸν τῷ Πατρὶ, καὶ πᾶν ὁτιοῦν ἰσόμετρον ἔχοντα δίχα μόνου τοῦ τεκεῖν. Προσήκοι γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί. Ταῦτα δὴ πάντα καθ᾿ ἕκαστον τοῦ θεοσόφου καὶ θεόφρονος τούτου Πατρὸς φάσκου τος ὁμολογουμένως καὶ φανερῶς ἐν τοσούτοις αὐτοῦ συγγράμμασι, καὶ ποτὲ μὲν πάντα τελεῖν ὁπόσα καὶ ὁ Πατὴρ, δίχα τοῦ Πατήρ εἶναι μόνου τὶν Υεν, λέγοντος - ποτὲ δὲ φθεγγομένου, πλὴν τῆς πατρότητος τοῦτον αὐτὸν ἴσον γινώσκεσθαι τῷ Πατρὶ κατὰ πάντα καὶ ὅμοιον· καὶ νῦν μὲν, ὅτι Τῶν τοῦ Πατρὸς κατὰ φύσιν ἀγαθῶν κοινωνός ἐστιν ὁ Υἱὸς, ἄνευ μέντοι γε του τυγχάνειν Πα τὴρ, ἐπὶ λέξεως οὕτω διαλαμβάνοντος· νῦν δ' ὅτι Τῶν φυσικῶς ἐνόντων τῷ Πατρὶ κληρονόμος δ τοιοῦτος ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων ἐστὶν, ὅμως δ' οὖν τὸ καθεστάναι Πατὴρ οὐχ ἕξει ποτέ, διεξιόντος· καὶ τοῦτο γὰρ τῶν προσόντων ἐν τῷ γεννήτορι. Μενεῖ δ' ὁ Υἱὸς ἀποστερούμενος οὐδενὶς Ο τῶν ἐνόντων τῷ Πατρὶ, κἂν μὴ νοῆται Πατης, πάντα δὲ ἔχων τελείως ἐν ἑαυτῷ τὰ ἴδια τῆς οὐ σίας τοῦ Πατρὸς καὶ ἐξαίρετα· πάλιν ἄλλοτε τοῦτο, τὸν Υἱὸν ὄντα καὶ γνωριζόμενον ὑπάρχειν οὐ σιωδῶς, ὥσπερ ἂν νοοῖτο καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ Πατὴρ εἶναι, διαγορεύοντος ἐν ἑτέρῳ δὲ, τοῦτον αὐτὸν συναΐδιον τῷ Πατρὶ, καὶ ἔχοντα πᾶν ἐσόμετρον ὁτιοῦν, δίχα μόνου τοῦ τεκεῖν προσήκοι γὰρ ἂν τοῦτο τῷ Θεῷ καὶ Πατρὶ μόνῳ, σαφῶς ἀπαγγέλλοντος· ἐξ ἁπάντων πρόδηλον τού των ὡς καὶ τὸ ἅγιον Πνεῦμα τὴν ὕπαρξιν ἔχει κάπ τοῦ Υἱοῦ. Πάντα γάρ ἐστιν ὁ Υἱὸς ὅσα καὶ ὁ Πατήρ. Καὶ πάντα τὰ τοῦ Πατρὸ; ἔχων καθέστηκε, χωρίς μόνου τοῦ Πατὴρ τυγχάνειν, καὶ τοῦ τεκεῖν, ὅπερ ὁ προσδιορισμὸς τοῦτον ἀφείλετο. Τοίνυν ὁ Υἱὸς οὐκ ἄν ποτε ῥηθείη γενναν οὐδόλως Υιόν· ὅτι μηδὲ Πα τήρ έστι, μόνον δὲ καὶ μόνος Υιός πέφυκε. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον τίνος ένεκεν οὐδαμῶς ὁμολογηθήσεται προπέμπειν καθ' ύπαρξιν καὶ αὐτὸς, πάντα τὰ τοῦ Πατρὸς ἔχειν ἴδια φυσικῶς ἄνευθε μόνος τοῦ Πατὴρ εἶναι καὶ τοῦ τεκεῖν μαρτυρούμενο;, πάντως εἰ μὴ τὸ ἅγιον Πνεῦμα τὴν ἑαυτοῦ θείαν εἶχε κακ τοῦ Υἱοῦ, Κύριλλος ἂν ὁ θειότατος καὶ τοῦτο κατά τὸν προσδιορισμὸν παρελάμβανε, καὶ μᾶλλον ἐν οἷς ἀριδήλως εἴρηκε τὸ, δίχα μόνου τοῦ τεκεῖν, προσ ετίθει καὶ τοῦ προχεῖν, ὡς πρὸς ὑπαρξιν τὸ Πνεῦμα τὸ ἅγιον. Νῦν δ' ἐκεῖνο μόνον ἀφελόμενος τοῦ Υἱοῦ, τοῦτο δι' ων οὐ προσέθηκεν, αὐτῷ δέδωκεν, οὐχ ἦτ τον ἢ ταῖς πολλοῖς ἄλλας βήσεσι, ἐκ τοῦ, ταῖς άνω
col. 1261–1262page 116 of 121
PG 141:1261θεν προτεθείσαις ἡμῖν, αἵτινες ἀναφανδόν κυρύττου σιν ὑπάρχειν κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Τοιαύτην τὸ παρὸν δόγμα κἀκ τῶν ῥητῶν τούτων νῦν ἔσχε τὴν ἀπόδειξιν ἅμα καὶ τὴν συγκρότησιν, ὅπερ καὶ πρὸ αὐτῶν πᾶσαν τὴν ἀλήθειαν ἔχειν ὡς ὀρθὸν ἄπταιστό, τε καὶ ἀσφαλὲς διὰ πλείστων χρή σεων ἑτέρων πατρικῶν ἀποχρώντως καὶ ἱκανῶς παρ εστήσαμεν, μηδαμῶς ἐξηγήσεως δεομένων τινός, μηδ' ἑρμηνείας μηδεμιᾶς εἰς κατάληψιν, οὐ λέγω τοῖς τῶν πολλῶν ὑπερκειμένοις τὸν νοῦν, καὶ πλέον ἐν ταῖς Γραφαῖς τῶν ἄλλων γινώσκουσιν, ἀλλὰ καὶ τοῖς ἀμελετήτως ἔχουσι τῶν λόγων αὐτοῖς· καὶ τοῖς τοιούτοις γὰρ αἱ πλείους σαφηνείας οὐ χρήζουσι. Ταύτας δὲ συλλεξάμενοι παρ' ὅλων ἀπαξαπλῶς τῶν τῆς εὐσεβείας μυσταγωγῶν προτεθείκαμεν. Οὕτως ἅπαντες οἱ θεηγόροι καὶ θεόφθογγοι Πατέρες ἡμῶν, ὅσοις ἡ τῶν ἱερῶν ἐμέλησε καὶ σεπτῶν δογμάτων ἐξέτασις, οἱ τῆς Ἐκκλησίας στεῤῥοὶ στῦλοι καὶ κρατ ταιοὶ, τὰ ἀκράδαντα τῆς ἀληθείας προπύργια, πολύ λάκις ἐν τοῖς αὐτῶν λόγοις ἐδογμάτισαν, καὶ περι φανῶς, ὅτι κἀκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἔχει τὴν ὕπαρξιν, οἷς δῆτα, καθὼς ἐν πάσαις ταῖς λοι παῖς θεολογίαις αὐτῶν, τοὺς πάντας πείθεσθαι κάνε ταῦθα καὶ κατακολουθεῖν δίκαιον· ἐπειδὴ τὸ τούτοι; αὐτοῖς ἀντιλέγειν ἐν ἑνὶ, τουτέστι τῷ νῦν, ἐν ἅπασιν ἀντιλέγειν ἐστὶ τοῖς ῥηθεῖσιν ὑπ' αὐτῶν δόγμασιν. Ὁ δὲ τοῦτο ποιῶν ἀντιπίπτει σαφῶς τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, παρ' οὗ τὸ πλέον ἐνεργούμενοι, κυρίως δ' εἰπεῖν, ἐμπνεόμενοι καὶ μᾶλλον τὸ πᾶν τὰ θεῖα καὶ ἱερὰ τῆς ὀρθῆς ἐκεῖνοι πίστεως ἐξετίθουν ἡμῖν δόγματα· τὸ δὲ παραφροσύνης γνώ ρισμα τοῖς πολλοῖς, μανίας δέ τισιν ἀφάτου τεκμήριον, δ καὶ μὴ πάθοιμεν, ἀδελφοί, διὰ τέλους, παρα καλῶ, μηδὲ τὸν ἐντεῦθεν ὑποσταίημεν τῆς ψυχῆς κίνδυνον. μα'. Τρέπω γὰρ ἀπάρτι καλῶς τὸ τοῦ λόγου πρόσ απον πρὸς ὑμᾶς, τοὺς μέχρι τοῦ νῦν πρὸς τὴν ἀλήθειαν κακῶς ἀντιβαίνοντας, οὔσπερ οὐδ᾽ ἀδελ φοὺς αἰσχύνομαι καὶ πάλιν καλεῖν, κἂν ἐπὶ τοσοῦτον ἡμῶν καὶ ταύτης διέστητε. Προσοικειοῦμαι δὲ μά λιστα καὶ τὸ πάθος ὑμῶν, οὐχ ἧττον δὲ καὶ τὸν ἐκ τούτου ψυχικὸν ὄλεθρον, νόμῳ τῆς ἦς πρὸς ἀλλήλου; ὀφείλομεν ἀγάπης οἱ προσαγορεύεσθαι λαχόντες ἀπὸ Χριστοῦ, καὶ τῆς προτέρας κατ' ἐξαίρετόν ἐστιν ἐν οἷς ἀπὸ πάντων ὑμῶν φιλίας καὶ διαθέσεως· καὶ και ταλείπω τὴν κοινὴν φύσιν ἡμῶν, ἥτις προ τούτων αὐτὸ παραδίδωσιν· ἔτι τὸ πρὸς τῆς ἱερᾶς κολυμβήθρας γνήσιον περιέπω καὶ συγγενές· ἔτι τὴν ὁμιλίαν ὧν ἔφην αἰδοῦμαι κατὰ τὸ εἰκὸς καὶ συνήθειαν, μέλη τὸ πρὶν ἡμέτερα, καὶ εἰ διετμήθητε πρὸ πολλοῦ, μέλη ποτέ τίμια, καὶ εἰ ἀπὸ μακροῦ διεφθάρητε. Τίς δαίμων τελχίν, ποῖος τοῦ καλοῦ καὶ τῆς εἰρή νης δεινῶς βασκήνας ἡμᾶς τοῦ σώματος τῆς τοῦ Χριστου θείας καθολικῆς Ἐκκλησίας διέσπασεν, ὥστε κατὰ τὸν ἀπόστολον Παῦλον λοιπὸν τὸ σύνολον τῇ ἀλεθείᾳ μὴ πείθεσθαι; Πότε συγκολληθήσεσθε πάλιν αὐτῷ; πότε τούτῳ συναρμολογηθήσεσθε, δόν τες ἑαυτοὺς ὁμονοίᾳ τῇ πρὸς ἡμᾶς, καὶ τέλεον τῆς ἀληθείας γενόμενοι; Τούτοις δὴ πείθεσθε, καὶ και τακολουθείτε τοῖς πρὸ ἡμῶν, οἵτινες, ὡς εἶχον δυνά μεως, ἀντεῖπον τῷ δόγματι, καλῶς, εἴπερ αὐτοὶ πάν λιν ἐπείθοντο, καὶ κατηκολούθουν τοῖς πρὸ αὐτῶν,
col. 1267–1268page 117 of 121
PG 141:1267μεθα; Τούτου μηχανὴ καὶ μεθοδεία τις τοῦ πονη ροῦ, τῆς ἐντεῦθεν ἡμᾶς ὠφελείας ἀπάγοντος. Αν ἑστῶσιν ὑποδεξώμεθα ταύτας ὡσί, τὸ κέρδος πολλαπλάσιον οὕτω δρεψόμεθα, συνιέντες ἐξ αὐτῶν τὸ τοῦ δόγματος ἀσφαλὲς, καὶ πρὸς τὴν εἰρήνην συντόνως μεταχωρήσαντες, μὴ φοβηθῶμεν τὸ τῆς φωνῆς ἄρθες καὶ ξένον ἡμῖν, μᾶλλον ὑποπτήξωμεν τὴν μέχρι νῦν ταύτης ἀθέτησιν, μὴ καὶ λόγον ἔσχατον ὑπόσχωμεν χάριν αὐτῆς, ἐν τῇ ἡμέρᾳ δηλαδὴ τῆς ἀνταποδόσεως. Καλὸν ἐρθοδοξίας ἡμᾶς, μὴ συνηθείας, ἐξέχεσθαι. Τότε χρή κρατεῖν τὸ ἔθος ἐν τοῖς ἐκκλησιαστικοίς, ὅτε με κανονικὰς παρατηρήσεις λυμαίνεται, καθώσπερ ἐν τοῖς πολιτικοῖς πράγμασιν αὖ, όταν οὐκ ἀφορᾷ πρὸς νόμων ἀναίρεσιν. Ηνίκα δὲ πλείστην εἰς τὴν κατ' εὐσέβειαν λόγον ἀπεργάζεται τὴν βλά σεν ἡμῖν, τηνικαῦτα δεῖ μάλιστα φεύγειν ὡς ἐπίσ βουλον τοῦτο τῆς ψυχῆς καὶ πολέμιον. Εἰ δὲ κατά νοῦν δεδοίκατε, καὶ ποία τις ὑποτρέχει τὴν ἡμέτερον λογισμόν, ὅτι τὸ παρὸν οὐκ ἐμπεριείληπται δίγα μα τῷ ἱερῷ Συμβόλῳ τῆς πίστεως, εἰκὸς γινώσκειν ἡμᾶς, ὡς καὶ ἕτερα τῶν ἀναγκαίων πολλὰ τὸ τοιοῦ τον οὔμενουν οὐδαμῶς περιέχει σεπτόν Σύμβολον, ἐπεὶ μηδὲ οἷόν τε τὰ πάντα κατὰ λεπτὸν τῆς εὐσε βείας περιλαβεῖν εἰς ἔκθεσιν μίαν τινά, καὶ μᾶλλον ούτωσ! συνεπτυγμένην καὶ σύντομον· οὐ διὰ τοῦτο δ' ἡμεῖς ἀθετοῦμεν καὶ ἀποβάλλομεν ταῦτα μακράν, ἀλλά γε καὶ πρεσβεύομεν ἀσφαλῶς, καὶ διαπρυσίως κηρύττομεν. Καὶ ἵνα τὰ πολλὰ παρεάσας ἑνός τινος ἢ δύο μνησθῶ, καὶ τούτων αὐτῶν θεωρουμένων του παρόντος ἐγγὺς δόγματος, τὸ Πνεῦμα τὸ ἅγιον οὐ κεῖται Θεὸς κατὰ τὸ Σύμβολον τοῦτο τῆς πίστεως, οὐδὲ τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸς ἔπος καὶ ῥητῶς ὁμοούσιον, καὶ ταῦτα κατ' αὐτὸν τὸν τῆς ἐκθέσεως τοῦ τοιούτου καιρόν, τῆς οὐσίας αὐτοῦ λογοπραγε θείσης καὶ τῆς θεότητος. Όμως καὶ Θεὸν ὑπάρχειν ὁμολογοῦμεν ἡμεῖς τοῦτο τρανῶς, καὶ ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ καταγγέλλομεν, καὶ οὐ δήπου και νοτομεῖν παρὰ τοῖς φρονοῦσιν ὀρθῶς τὴν κατ' εὐσέ βειαν πίστιν οὐδαμῶς νομιζόμεθα. Τὸ Πνεῦμα τὸ ἅγιον αὖθις, ὡς ἂν φαίην πλησιαίτερον τοῦ κατὰ σκοπόν, οὐδὲ Πνεῦμα λέγεται τῆς ἀληθείας ἐν τῷ αὐτῷ Συμβόλῳ τῆς πίστεως· πλὴν τῶν ἁπάντων οὐ δεὶς οὕτω καθέστηκεν αὐθάδης καὶ τολμηρὸς, ὡς τὴν ? πρὸς τὴν ἀκρόασιν αὐτὴν ἀποδυσπετοῦντες φαινό ἐν Εὐαγγελίοις φωνὴν τοῦ Σωτῆρος μὴ παραδέχεσθαι. Καὶ παραλείπω δὴ τὰ κατὰ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς πρεσβευόμενα τοῖς εὐσεβέσιν ἡμῖν θεῖα καὶ σεπτὰ δόγματα, καὶ πρὸς τούτοις αὐτὴν τὴν Θεοτόκος φωνὴν, την κατάλληλον κλήσιν τῆς Θεομ τορος, ἧς χάριν ἐδέησε καὶ τοῖς μεταγενέστερον ἐκλάμψασιν ἱεροῖς Πατράσιν ἡμῶν ὅρον ἴδιον ἐχθεῖ ναι, τὸν δὲ ψάλλεσθαι καὶ αὐτὸν ἐπ' ἐκκλησίας τι ραδεδώκασιν. Ως ταῦτα γοῦν πάντα στέργομεν καὶ ὁμολογοῦμεν ἡμεῖς μηδόλως εγκείμενα τῷ σεπτ Συμβόλῳ τῆς πίστεως, οὕτω καὶ τὸ τὴν ὕπαρξιν τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν κἀκ τοῦ Υἱοῦ δίκαιον φρονεῖν πάντας, εἰ καὶ μηδαμῶς ἐν τούτῳ παραλαμβάνεται, καθότι δεδογμάτισται καθαρῶς παρὰ πάντων όμου τῶν τοῦ Πνεύματος· ἔτι καὶ πανταχοῦ κηρύττειν
col. 1269–1270page 118 of 121
PG 141:1269αὐτὸ προσηκόν ἐστι, κἂν τοῖς πρὸς ἀλλήλους, φημί, λόγεις, κάν τοῖς συγγράμμασιν, οὐ μὴν προστεθῆναι κατὰ τὴν ὑπόνοιαν τήν τινων ἐν τῷ πολλάκις ῥηθέντι μοι Συμβόλῳ τῆς πίστεως, ἐπεὶ καὶ τῶν ἁγίων οἱ πλείονες τῶν θεολογησάντων τὸ σεπτὸν δόγμα τουτί, τὸ Σύμβολον, οὕτως ὡς κατ' ἀρ χὰς συνετέθη, καὶ νῦν αὐθές ἐστιν, ἀνεγίνωσκον, μήτε τι προσθέντες ἐπέκεινα μηδαμῶς, μηδὲ τὸ πα ράπαν μηδὲν ὑφελόμενοι. Τοῦτο καὶ ἡμεῖς ἀπαραποίητον τηροῦμεν, καὶ τηρήσομεν κατ' ἐκείνους διὰ παντός. Ο θεόςρων οὑτοσὶ καὶ θεόσοφος ἡμῶν αὐτ τοκράτωρ ἐγγυητής ἀξιόχρεως. Ὥστε, καὶ εἴ τινε; τῶν πάντων ἐστὲ τοιοῦτόν τι κακῶς ὑποπτεύοντες, τούτων ἀκροασάμενοι τὸ παρὸν μεταμάθετε καλῶς τὴν ἀλήθειαν. Εντεῦθεν καὶ τὴν διάστασιν. ἀποδα λόντες, καὶ ἀποθέμενοι τὸ διχονοεῖν, ἀσπάσασθε τελείως τὴν μεθ᾿ ἡμῶν εἰρήνην καὶ τὴν καταλλαγὴν Ενστερνίσασθε. Πάντες ἁπλῶς οἱ τελοῦντες τοῦ σχί σματος καὶ τῆς ταραχής μέχρι τοῦ νῦν γαλήνης τὰς ψυχὰς πληρωθέντες ἡμῖν τὸ ἀπὸ τοῦδε συνάφθητε. Μὴ τὴν εἰς κρεῖττον ποσῶς αἰσχυνθῆτε μεταβολήν, μηδὲ τὴν εἰς τὸ βέλτιον ἐντραπῆτε μετάθεσιν. Τὸ ἐν γενήθητε καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς, ἐπεὶ διαφοράν τινα καὶ παρ' ὑμῖν ἔγνωμεν. Τοῦτο νῦν, τὴν εἰρήνην φημί, καρποφορήσατε τῷ εἰρηνάρχῃ Χριστῷ, τῷ δι' ἀγαθότητα πάλαι συνάψαντι τὰ διε στῶτα πρὸς ἕνωσιν. Οὐχ οὕτως αὐτὸν θεραπευόν ἐστι τῶν πάντων οὐδὲν, ὡς τὸ μετ' ἀλλήλων ἡμᾶς εἰρηνεύειν ἑκάστοτε. Ταύτην καὶ σωματικῶς συν διάγων ἐπὶ γῆς ὡς δῶρόν τι παρεῖχεν ἀεὶ τοῖς ἀποστόλοις καὶ μαθηταῖς· καὶ τῶν κάτω διατριβῶν ἀφιπτάμενος, πάλιν ὡς ἄν τινα κλῆρον αὐτοῖς ἐδίδου καὶ κατελίμπανεν. Πσπερ ἡμεῖς διὰ τέλους, ἀδελφοί, καθικετεύω, μὴ ἀποσταίητε· μᾶλλον προσδράμετε κατὰ τάχος αὐτῇ, καὶ τῶν ἐκ ταύτης καλῶν ἀπολαύσετε. Πόσον οἴεσθε πλῆθος ἀνδρῶν ἅμα καὶ γυναικῶν τῷ σχίσματι τούτῳ τὴν ψυχὴν ἀπολέσαι, δι᾿ ἣν σπεύδετε δῆθεν καὶ ὑπὲρ ἧς, κἂν μὴ δεόντως, μηδ' ἐν οἷς ἄξιον; πόσον μοναχῶν, πόσον μοναζουσῶν ὁ δολιόφρων ἐχθρὸς ἐσύλησεν, οὓς πάντας τῆς τοῦ Χρι στοῦ κοινωνίας ἀποτεμών, οἰκεῖον κατάβρωμα παν τελῶς ἀπετέλεσεν; ἔστι δ' οὓς ἀποχωρίσας καὶ τῆς κοινῆς ἀγέλης ἡμῶν εἰς πάθη κακῶς ὕβρεως καὶ ἀτιμίας ἐνέβαλε; Ταύτην στήσετε καλῶς τὴν λύμην ὑμεῖς, ἐὰν μόνον πρὸς ἡμᾶς ἐπανέλθητε, καὶ τῶν πεπτωκότων ἐπανακαλέσησθε πάλιν τινας, ὁπόσους μὴ τὸ κοινὸν χρέος δηλαδή προαφήρπασε. Μὴ τοίνυν παρίδητε μήτε τοὺς οὐτωσὶ κειμένους τῶν ἀδελφῶν, μήτε, τὸ μέγιστον, ἑαυτοὺς ἀπολλυμένους καὶ κινδυνεύοντας. Γνῶτέ ποτε καὶ μόλις τὸ τοῦ δόγματος ἀσφαλές. Αφετε τὴν ματαίαν ἔριν καὶ τὸ φιλόνεικον, μεταμεληθέντες ἐφ᾽ οἷς ἀκαίρως ἐνέστητε καὶ λίαν ἐπισφαλῶς. Προσέλθετε τῇ ἀληθείᾳ, καὶ ἡμῖν κατὰ ταύτην ὁμονοήσατε. Τούτοις εἰ μὲν πείθομεν τοῖς λόγοις, ἀγαπητοί, δεῦτε καὶ τὰς δεξιᾶς ἀλλήλοις ἐμβάλωμεν. Ἰδοὺ πρῶτος ἐγὼ δίδωμι ταύτην ὑμῖν εἰς ἀδιάρρηκτον πνευματικὸν σύνδεσμον· καὶ ὑμεῖς ὡσαύτως ἡμῖν τὰς σφετέρας χαρίσησε, καὶ στῆτε μεθ' ἡμῶν οἱ πάντες κατά ταυτόν. Μεγαλύνωμεν
col. 1271–1272page 119 of 121
PG 141:1271ὁμοφρόνως τὸν Κύριον. Εἰ δὲ μή, μαρτυρόμεθα νῦν πάντας τοὺς προστατεύοντας ἡμῶν ἀγγέλους Θεοῦ, καὶ πρὸ τούτων αὐτὸν τὸν Δεσπότην αὐτῶν τὸν ἐν Τριάδι σεπτῶς προσκυνούμενον, ὡς ἀθῶοι τὸ εἰς ὑμᾶς μέρος ἡμεῖς, ἀνθ' ὧνπερ τὴν ὀφειλὴν πεπληρ ρώκαμεν. Ταῦτα μετὰ Θεὸν πρὸς ἐκείνους φαμέν, παρ' οἷς τι καὶ ζωτικὸν ὑποφαίνεται, τὸ πρὸς ἡμᾶς λέγω τοὺς ὑγιαίνοντας οὕτως ἀπροσπαθές, καὶ τὴν ἐντεῦθεν ἐρευνητικὴν τῶν τοιούτων διάνοιαν. Ἐπεί περ οἷς τὸ τῆς ἀγάπης ολοσχερῶς ἐψύγη καλών, καὶ οἴγε παντάπασι τῇ καθ᾿ ἡμῶν κακία νενέχρωνται, πρὸς τούτους αὐτοὺς τίνων δεῖ ῥημάτων ἁπλῶ;; ποίας δὲ συμβουλῆς τε καὶ παραινέσεως, οὓς μόνους σαφῶς πέφυκε τοῦ Θεοῦ διαναστῆσαι καὶ διορθώσασθαι; τὸ δὲ πάντως εὐχῆς ἔργον ἡμῖν τῆς τελεωτέρας καὶ μείζονος. μβ'. Αλλ' ήδη βουλομένῳ μοι καὶ τῷ τέλει τὴν ὑπὲρ ἡμῶν αἴνεσιν καὶ εὐχαριστίαν ἀφοσιώσασθαι τῷ χορηγῷ καὶ δοτῆρι τῶν ἀγαθῶν, ἴεται καὶ πρ κανταῦθα πρὸς πλατυσμὸν ὁ λόγος, καὶ τοῖς εἰς ἡμᾶς νῦν γεγενημένοις ὑπ' αὐτοῦ θαυμασίοις ἐμφισ λοχωρεῖν προτεθύμηται. Πάλιν δὲ τὰ τῆς πραγματ τείας καὶ τοῦ σκοποῦ πέρας ἔχοντα τὸ παρὸν οὐκ ἀνίησιν, ὅτι καὶ μακρότερα τὰ τῶν τοιούτων ἡμῖν τεραστίων Θεοῦ τῆς παρούσης καθέστηκε τοσαύτης ὡς ἀληθῶς ὑποθέσεως. Ενθεν τοι πρὸς αὐτὸν ἴσον ἐνδείξασθαι καὶ μόνον τὴν πρόθεσιν τῆς ἡμετέρας ψυχῆς ἀνθομολογησάμενος καὶ εἰπὼν, τὸν λόγον εἰς εὐχὴν τῶν ἀνηκόντων διὰ τὸ προσφορές καταπαύσω, καθὼς τὰ τῆς ὑποσχέσεως ἔχει μικρὸν ἄνωθεν. Ινα τὰ ἔσχατα δεινῶς κάμνουσαν, ἣν ὁ μονογενής τε καὶ δὲ πρεπόντως καὶ ὡς χρεὼν τῆς δοξολογίας ἀπάρξω μαι, τοῦ ἱεροψάλτου δανεισάμενος Δαυὶὸ ἁρμοδιώτατα τὴν φωνὴν μετὰ τῆς ἐκείνου πρὸς τὸν Ὕψιστον βιώ διαπρυσίω; ἐκπλήξεως·. ῾Ως ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας, ο οὐχ ὅσα δηλαδή μόνον καταρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγες δημιουργικῶς, ἀλλὰ καὶ ὅσα κατὰ και ρούς διαφόρους τοῦ τῶν ἀνθρώπων ένεκεν διεπράξω συμφέροντος, ὡς καὶ τοῦτο τὸ νῦν ἔργον ἔχει τὸ εἰς ἡμᾶς, ὅπερ μέγιστον καὶ ἐν σοφίᾳ τετέλεκας. Καὶ γὰρ ἐπειδήπερ οὐκ ἦν τοῦ φιλοικτίρμονος σου καὶ φιλανθρώπου Θεοῦ τοῦ δι' ἀγαθότητα μόνην ἀπαρχῆς τὸ γένος ἡμῶν πλαστουργήσαντος τὸ τὴν ἐκκλησίαν περιιδεῖν εἰς τέλος τὴν σὴν διεῤῥηγμένην, καὶ συναΐδιος Υἱὸς καὶ Λόγος σου τοῦ πανάρχου Πατρός διὰ σπλάγχνα τοῦ ὑπεραπείρου περὶ ἡμᾶς ἐλέους σου μορφωθεὶς τὸ ἀνθρώπινον, τῇ τῶν πανάγνων ἑαυτοῦ καὶ παναχράντων χειρῶν ἐκτάσει συνήγαγεν ἐκ περ ράτων ἐπὶ σταυροῦ, καὶ περιεποιήσατο τῷ τῆς οἰ κείας ἐκρεύσαντι ζωοποιοῦ καὶ τιμίας πλευράς απ ματι, τὴν τοιαύτην συνελθεῖν καὶ πάλιν εἰς ἐν ηὐδί κησας ἐφ᾿ ἡμῶν, καὶ συνουλωθῆναι τὸ πάνυ γε χαλεπῶς ἔχον τοῦ πνεύματος, ὅπερ ὁ ἀρχέκακος καὶ δολιόφρων ἐχθρὸς μὴ φέρων ὁρᾶν εὐδοκιμούσαν προ ξένησεν. Οὐκοῦν ἐν πρώτοις εἰς σπονδὰς μόνας είρη νικὰς καὶ φιλίας οἰκονομικῶς συνελάσας ἡμᾶς, «Ο
col. 1263–1264page 120 of 121

vita sermones comprobat, et sermones vitam cüm- , mendant, qui multorum deorum tenebrís dissipa- Tis, ct liereseon universa caligine disjecta, solari- bus radiis in mundo dilucidius prefulserunt, adeo ut de utroque Satanam puduerit, eorum vim in hisce conspicientem, et quos angelicarum. cohor- lium ordo probans mirum in modum tum propter in utreque firinitalem eximiam, tum -propter im- mensam fortitudinem admiratus est. Et quod jam dieta omnia superat, el tanquam eorum magis proprium iu laude ponitur, eorum commentaria et Scripta veluti Mosaicas tabulas et were divinas voces Dei, Ecclesia excipiens reverendas nobis exosculandasque .coneredidit, Sj hos igitur au- dientes sequerentur, uli par est, addecerct rursus et uos omnes eosdem sequi, et eorum dictis sua» deri et eredere. &t hoc prorsus antea nullo puncto temporis Patermisso eum vobis peregimus, donec tOutraria hi asserentes, communium Patrum ve- sHigüs insistere cognovimus. Verumtamen nune essel manifesta dimotio rentis, el aperta cogila- tionum alienatio, si sanctos communi calculo receptos deserentes, Ipsos sequeremur, qui ob do- minandi libidinem , et quod Romane Ecclesie privilegia antiquitas et per omne tempts concessa, ai mos est, agnoscere renuunt, omnia confuu- deutes e. temerarie perturbantes, contradixerunt, quod utinam faetum non fuisset, et dogmall reetze pheque nostre fidei sensui innixo scandalum üni- versale, turbasque omnibus hominibus communes proeurantes, ct contra illad pugnantes, nulluu finem fecerunt, absurdarum senlentiarum eausas confingentes, donee dissidium inter ambas Eccle- sias, in destructionem generis nostri, ve mihil disseminarunt, et zmultorum inscitiam, vel potius divinarum Seripturarum ignorationew ad hoc in &uxilium sibi assumentes, et proprii propositi socias sibi adjungentes, cujus causa, wt mihi probe suadeo, omnia nos posunodum nozia illa Appressere, ui delictuur ab illis, qui ante nos fuere, augaeter in Numen intentatum vindicare- tur, Dominandi porro libidinem et desidefium sese prersus a judicio illius eximendi tempestatis hujus s:evorumque fluctuum causam fuisse, quam el specioso nomiue adornant, ut posteris mon! absque ratione factum repularetur, bujus dognia- Vis eversionem cum aliis noxiis agzressi sunt, anta plurimos annos state Photii pauriarehae faeinus atrox, stentoris ipstar magua voce reboat, diluci- deque commonstrat. Hie etenjm mon aliam ob causam primi schismatis auclor factus, et simili dogmoali cum aliis pro viribus eontradiéens, cum eorum de quibus a Romana Ecclesia accusabatur, quz ille'antea in illam comniserat, ad Constan- ünopolitamum maximuu lironum oblinendum , fine libus posito veniam obtinuisset, el post- »aodum benignitate praesulum propriam in sedum restitutus fuisset, omnibus silentio involutis, nec ullo de dogmate simili sermone labito, omni

col. 1265–1266page 121 of 121

À coualu ac sedulo studio ad fedus illico pacomque €ucurrit, Et prtereo quas ille reverenter admo- dum submisseque tum ad apostoliez sedis przsi- dem epistolas seriptaque dedit, ubi: multam illius sanctitalem contestans, ut de eo preces effundat continue, Supplient, sicuti ab industriis hominibus examiuatum est. El tamen quo jure ille poterat €um hominibus in pietatis dogmate prorsus gberrantibus convenire, ni prius illud probe re- jecissent, et haeresim propríam anathemati subje- cissent ?- et. nihilominus licet quispiam multum laboraverit e! perquirendo delassetur, nunquam reperiet eum aliquam etroris correctionem inte expostulasse, neque libellum -pi: fidei, neque quod minimum erat nudam rei pollicitationem ) sed sola reconciliatione obtenta, vitra ulluin esamen slatim illam arripuit. Sic Photius primi schismatis auctor hisco multo, si dicendi vim consideres, sapionijor, é6ontention& ac símullate, non veritatis amore ullo modo, beue se habenti huic dogmati restitit. Hanc igitur ob causam qui euni postmodum subseculi sunt mulos post an- nos, de quibus nunc loquimur, utam sonetau. catholicam et apostolicam Ecclesiam disciderunt, et In partes discerpserunt, dilfusis multieque prx alis. malis, contia tutum hoc securumQue doyma tractatibus editis, quibus fortasse Deus ob hoc crimen iemere wnlalum retribuens penas inflipere non diu distulit; neque enim culpam ,Temittere sepissime solet, licet perhumauus sit. ' Neque de omnibus loquor, qui schismatis tei- pore fuerunt, cum illis oinnibus erimei appingero neque decorum , neque justum esi, Sunt eniu quidam, sunt plane, qui siinili affectu superiores quam verissime facti, hujus dogmatis valide varia. suis soriptionibus patrocinium suscipiunt, quidam. walam aperteque fanquam qui proreus Spiritui addicuntur, quidam subebscure, vel ut elarius dicam, tempori sese bumanz vitz fragilitate ac-- commodantes. Ut vero vobis omnibus ipsam scse accommodandi tempor] rationem aperiam, sub specie dialogi perspicue publieant veritatem, quos utrosque quispiam ex divinitus iuspiratis Seriptu- ris hoe dogma demonsuantes et eonfirmantes | conspexerjt, Qui vero ex schismate &uul contraria. summo nixu moliuntur, ex ventre contradictione afferentes, propria in rebus theologicis principia €onfiugentes, ex quibus in absurda numera ora« lionem linpellanr. Hisce igitur nos animum adver- lemus qui ex propriis. similia eructant, communi- bus nostris Patribus, qui cum Spiritu loquuntur megleciis? Ne per spem, quam speramus, exoro, per Triadeuverga quam potissimum noster cultus. esi; ne cirea facilem hune delectum, adeo noxia. dijudicemms, wt terrísenas vere coelestibus homi- nibus, eL humano more ratioeinantes veris intelli- geniis preponamus. Demus tandem aliquando- alacri animo aures sacris sanctorum dictis. Quid, (quasi ipsam audientizu) respuamus, vultum ob-

Page scan enlarged

Notebook

Full View