PG 142Georgius Cyprius CPolitanus Patriarcha
George the Cypriot, Patriarch of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 431–432page 212 of 231
PG 142:431καὶ ἦν ἂν ἔτος ἐν ἀκριβῶς,;: Ο πρωτοβεστιάριος τῷ πατριάρχῃ. Παναγιώτατε καὶ θειότατε δέσποτα μου, οἰκουμενικό πατριάρχα· ἐγὼ δὲ τὴν ἐπὶ τὸν ᾿Αθω φυγὴν τοῦ πονηροῦ Θεοδοσίου μαθών,;: Τῇ Ραουλαίνῃ. Αφελῆ σοί τινα της εἶναι γράμματα καὶ ἐκδήλως πρεσβυτερικά, & πρὸς ἡμῶν σοι πέμπεται γράμματα· εἶτ᾽ οὐχ ἱστᾷς ἄχρι τοῦδε τὸ πρᾶγμα,;: Τῇ 'Ραουλαίνῃ. Ὅτι μὲν ἐγὼ ἀπὸ τῆς ἐν πα τρίδι παλαιᾶς συνηθείας φίλην ἐμαυτῷ τὰ συκάμινα βρῶσιν,: Τῇ Ραουλαίνῃ. Απερ ὁρᾷς πεμπόμενά σοι συκάμινα μὴ διά τινα φιλοτιμίαν πέμπεσθαι νόμιζε, αλλά,; Τοῦ ἁγιωτάτου πατριάρχου. Εἰ μὲν ἐκ τῆς ἐντεῦθεν ψήφου ἐβεβαιοῦτο,; Τινὶ τῶν ἀρχιερέων. Ὡς διετέθησαν οἱ πολεμεῖν ἀεὶ τῇ Ἐκκλησίᾳ καὶ τῇ καταστάσει τῶν πραγμάτων βουλόμενοι, Ρίκα: Απόφασις. Η μετριότης ἡμῶν σύναμα τῇ περὶ αὐτὴν ἱερότητι τῶν ἀρχιερέων ὁμηγύρει, ἱερεῖς τε καὶ διακόνους, τοὺς ἐν τῷ καιρῷ τῆς ἐκκλησιαστικῆς συγχύσεως διώκτας ομολογουμένως αναφανέν ομο Ανακήρυξις τῆς εὐσεβείας αὐτοῦ παρὰ τῶν ὑπο σχομένων αὐτῷ. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, ὅτι οὐδέποτε κακὴν ὑπόληψιν ἔσχομεν περὶ τοῦ δεσπότου ἡμῶν του πατριάρχου χωρου Γρηγορίου, ὡς ἔστι βλάσφημος, καθάπερ ταυτό τινες τῶν ἀμυήτων ὑπέλαβαν τ ἀλλ᾽ ὀρθοδοξότατον τούτον γινώσκομεν καὶ εὐσεβέστατον. Μάνον δεόμεθα τοῦ πατριάρχου παραιτήσασθαι θρόνον διὰ τὴν τῶν ἀνθρώπων εἰρήνην· καὶ ἐπειδὴ παρ' ἡμῶν ζητεῖ τὴν τῆς εὐσεβείας αὐτοῦ ἀνακήρυξεν ἔγγραφον λέγεσθαι, καὶ αὐτίκα κατανεύει τὸν θρόνον παραιτήσασθαι, ζητοῦμεν καὶ ἡμεῖς πάντες έτοιμος ἐν ὀνόματι τοῦ Χριστοῦ καὶ ἐγγράφως καὶ ἀγράφως παρρησίᾳ τε καὶ ἰδίᾳ τοῦτον, ὥσπερ καὶ τὸν ἅπαντα χρόνον ἦν, εὐσεβέστατον κηρύττειν καὶ ὀρθοδοξότατον, ἐπιτιμᾶν δὲ καὶ τοῖς ἀφρόνως καὶ ἀμα θώς κατ' αὐτοῦ λέγουσιν. Τέλος τῶν ἐπιστολῶν τοῦ ἐν ἁγίοι; Πατρὸς ἡμῶν Γρηγορίου αρχιεπισκόπου Κωνσταντινουπόλεως, του πατριάρχου. Καὶ τῷ Θεῷ δόξα.

Eulogy of the Sea, or On the Nature of WaterEncomium maris sive de universa aquae natura, ex ed. Fed. Morelli

col. 433–434page 213 of 231
PG 142:433ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΥΡΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΘΑΛΑΣΣΑΝ ΕΙΤΟΥΝ ΕΙΣ ΤΗΝ ΤΟΥ ΚΑΘΟΛΟΥ ΤΟΥ ΥΔΑΤΟΣ ΦΥΣΙΝ. θαυμάζειν μὲν τῶν πραγμάτων ὁπόσα ὑπερφυή ή Ιπεί καὶ μεγάλα οὐ πολλοῦ τινος ἔργου φαίνεται δι, εἴ τις τοῦτό γε μόνον ποιεῖν βούλεται ἱστάμενος ἄφωνος· ἀπόχρη γὰρ αἰσθανθέντα εἰς θαῦμα τρέπειν τὴν αἴσθησιν· ἂν δὲ καὶ λόγῳ τις σκοπῆται τῶν τοιούτων ἄξιον εἰπεῖν τι καὶ διηγήσασθαι, τοῦτ' ἤδη τοῦ παντὸς ἐργωδέστερον. Αφαιρείται γὰρ λό των ἰσχὺν τῶν θαυμάτων ἡ φύσις, καὶ ὅσῳ ταῦτα τοῖς ἐντυγχάνουσιν ἔκπληξις, τοσούτῳ μᾶλλον ἀπο ρία τοῖς λόγοις καὶ τὸ μηδαμῶς ἑαυτοῖς δύνασθαι χρῆσθαι. Διὸ καὶ πολλή τις γένοιτ' ἂν συγγνώμη δικαίως τοῖς περὶ τούτων λέγειν τολμῶσιν, ἂν παρά πολὺ τῆς ἀξίας ἐλλίπωσι, καὶ μάλιστα πρὸς τῶν τοιαῦτα πεπαιδευμένων ἀνθρώπων, ὅσῳ καὶ τῶν ἄλλων μᾶλλον εἰδότες εἰσὶν, ὡς μὲν χαλεπὸν τοῖς τοιούτοις ἐπιχειρεῖν, ὡς δ' ἀνάγκη καὶ τοὺς λόγους ο τοὺς ἀεὶ τῶν πραγμάτων συμβαίνειν. Ἐπεὶ δὲ
col. 435–436page 214 of 231
PG 142:435τοῦθ᾽ οὕτω καὶ θαλάσσης περὶ τὸν λέγοντα, οὐδένες ἱκανὸν ἐρεῖν οἶμαι· καὶ γὰρ θαύματος ἐν τοῖς οὖσιν, εἴπερ καὶ ἄλλο τι, μετέχουσά ἐστι θάλαττα ὅτι καὶ στοιχεῖόν ἐστι τῶν πρώτων, κἂν εἴ τις συγ γινώσκοι τοῖς εἰς τοὺς περὶ ταύτης λόγους ἑαυτοὺς καθιεῖσι, μᾶλλον τῆς προθυμίας ἀγαπήσας, ἢ και ταγνούς τῆς θρασύτητος, οὐκοῦν τὴν τοῦ μὴ τὰ δίκαια πεποιηκέναι δόξαν ἀποίσεται. Αλλ' ὁποῖόν τε καὶ ὅσον τὸ χρῆμα θαλάττης, καὶ ὡς αὕτη τὸ κρά τιστον τοῦ παντός, ὧδέ τις σκοπούμενος σαφῶς εἴσεται. Πλὴν εἰκάζειν ἐνταῦθα προσήκει μικροῖς τὰ μεγάλα καὶ τὴν ἀλήθειαν ταῖς ἐκ τῶν λόγων θηρα σθαι σκιαῖς. Ηδη μὲν οὖν τὸ πᾶν τόδε μὴ ὂν πρότερον ού δαμῶς ἀρχὴν ἐλάμβανεν εἶναι καὶ τότε αὐτίκα ὑπῆρχε καὶ θάλαττα, σὺν τοῖς πρώτοις τῶν ὄντων φανεῖσα, καὶ δύναμιν σχοῦσα τὴν πρώτην. Ώς γὰρ ἐπὶ παντὸς χρήματος γιγνομένου ὕλην είναι τινα δεῖ, εἶτ᾽ ἐξ αὐτῆς τὴν γένεσιν ἐνεργεῖσθαι, οὕτω δήπου καὶ θάλασσαν ὁμοῦ τοῖς πρώτοις ὑπο στᾶσαν ὁρῶμεν, ὡς εἶναι στοιχεῖον τῶν μετὰ τοῦτ' ἐσομένων, καὶ ἀρχὴν τοῦ συγκρίματος τρόποντινὰ. Ωστ᾽ εἴ τις θεώμενος θαυμάζοι τὸ τοῦ παν τὸς σχῆμα ἐκ τῆς τοῦ ὕδατος φύσεως, δέον τὰ πρῶτα τοῦ θαύματος ἄρχεσθαι· καὶ δὴ πρεσβυτά την αὐτὴν δείξας ὁ δημιουργός, οὐκ ἀπεικότως καὶ τὰ πρῶτα μεγέθους ἀπένειμε. Μεγάλη γάρ τοσοῦτόν ἐστι θάλασσα, ὡς μηδὲ ἣν ἴσμεν ἤπειρον άποχρῆναι εἰς χώραν αὐτῇ· ἀλλ᾽ εἶναι μὲν πολλὴν τὴν ἐντὸς Γαδείρων, ὡς καὶ τοὺς ἀνθρώπους ἔλεγα γιῶντας ἀπαγορεύειν πρὸς πᾶσαν, καὶ μικροῦ τοὺς τοῦ ἀπείρου λόγους ἁρμόζειν αὐτῇ, καὶ ταῦθ᾽ ὁρι ζομένη, σαφῶς καὶ κύκλῳ περιλαμβανομένην τῇ γῇ, πλείονα δὲ τὴν ἐκτός. Καὶ μηδ' είναι παρεξετάζειν αὐτὴν πρὸς τὴν καθ' ἡμᾶς κατ' οὐδένα λό γον, οὗ με χάριν οὔτε πλοῦς ἐν αὐτῇ γίγνεται, ἀπειρία γὰρ ὕδατος εἴργει, καὶ τὸ μὴ εἰδέναι ὅποι τις ἂν ἔχοι κατᾶραι· τά τε ὅρια αὐτῆς, εἰ καὶ ὅλως εἰσὶν, οὐκ εἶναι εἰπεῖν οὐδενός. Καὶ τοῦτ᾽ εἰλήφει τὸ μέγεθος οὐκ ἔξω λόγου, οὐδὲ τοῦ χρησίμου χω ρίς· ἀλλ' ἐπείπερ ἔμελλεν ἡ τοῦ ὕδατος φύσις οὐ μόνον δή μήτηρ τοῖς ἄλλοις, ἀλλὰ καὶ τιθήνη φα νῆναι εἰς τε τὴν ἐξ ἀρχῆς γένεσιν ὅτι πλεῖστον τελοῦσα, εἰς τε τὸ διαμένειν ἐς ὅτον ἑκάστῳ ἡ φύσις ἐξήχοι. ούκουν Οὕτω δ' ἐκ τοῦ μεγέθους θαυμαζομένη, οὐχ ἥκει στα καὶ διὰ τὴν ὥραν θαυμάζοιτ' ἂν, ἣν ὡς πλεί στην ἀεὶ καὶ τελεωτάτην παρέχεται τοῖς ὁρῶσι. Σχήμα γὰρ αὐτίκα θαλάσσης τὸ κάλλιστον, ὁποίῳ δήπουθεν καὶ τὸν οὐρανὸν ἴσμεν γιγνόμενον κεκοσμῆσθαι. Γὴν τε γὰρ ἅπασαν ὠκεανός περιδέ δρομο κύκλῳ, καὶ αὖθις ὡς ἐν κύκλῳ τῇ γῇ, δ δὴ ὕδατος πλεύμενόν ἐστι, περισφίγγεται. Καὶ θέσις δὲ αὐτῇ, ὡς ἐκ τῶν εἰρημένων εἰκάσαι, τὸ μεσαί Ι, ει
col. 437–438page 215 of 231
PG 142:437τατον τοῦ παντός, εἴπερ καὶ τῆς γῆς τὸ μέσον ἀπονενέμηται τῇ θαλάττῃ. Καὶ κινδυνεύει τῷ λόγῳ με κέντρον τὴν γῆν, τὴν δὲ θάλασσαν εἶναι. Τήν γε μὴν ὥραν καὶ χάριν ἣν ἐν αὐτῇ τῇ θέσει παρέχεται, καὶ ὡς κύκλος τέ ἐστιν ἡ αὐτὴ τῷ γε τὴν ὅλην κατανοοῦντι, καὶ πάντα σχήματα δείκνυσιν ἐν τῇ πρὸς γῆν συνελεύσει καὶ μίξει, κόλπους μὲν πολυειδεῖς ἀνελίσσουσα, νήσους δὲ αὖ ἐκ μέσης μικρές καὶ μείζους ἀναδιδοῦσα, καὶ πορθμοὺς ἐν στενῷ ἐς μήκιστον διήκοντας απεργαζομένη, τίς ἂν λόγος μετρίως εἰπεῖν ἀποχρήσει; ᾿Αλλὰ ταῦτα μὲν ὡς ἐκ τῆς περιγραφῆς καὶ τῆς θέσεως καὶ ὅσον τῇ γ' αἰσθήσει καταλαβεῖν· λογισμῷ δέ τις τοσοῦτον διισχυρίσαιτο τὴν τοῦ ὕδατος φύσιν εἶναι καλήν, ὁπόσον καὶ ἀρχὴ τοῖς ἄλλοις & τοῦ καλοῦ μετέσχε γνωρίζεται. Οὐ γὰρ ἂν ἦν εἰκὸς τὰ τὴν ὕπαρξιν δεύτερα τοιούτου μετέχειν τινὸς μὴ τῶν πρώτων μετεσχηκότων, ἀφ᾽ ὧν δὴ καὶ ταῦτα συνέστη. Που ταμοὶ δὲ πάντες καὶ πηγαί, λίμναι τε αὖ καὶ νυμφῶν νάματα καὶ ὅσα τὴν γῆν υποτρέχει, ἐκ θαλάσσης τὰ πάντα καὶ αὖθις εἰς θάλασσαν καταλ ῥεῖ. τοῦτο μὲν, ὡς ἐκ μητρός, τοῦτο δ' αὖ, ὡς εἰς κοινήν τινα τοῦ παντὸς ὑγροῦ χώραν. Εἴη δὲ καὶ τοῦτο τὴν μίαν εἶναι ταύτην ἀρχὴν τοῦ παντὸς ὕδατος σημεῖον οὐκ ἀμυδρόν. Ενθα γὰρ ἅπαν ἀνακάμπτον ἐρῶμεν καὶ ἀποκαθιστάμενον, ἐκεῖθεν καὶ τὴν πρώτην αἰτίαν τοῦ εἶναι εἰληφέναι πιο στούμεθα. Οὕτω γὰρ καὶ τὰ ἐκ γῆς ἅπαντα εἰς γῆν ἀναλύοντα τὴν γῆν πρώτην σφίσι μητέρα είναι δηλοί. 'Η δὲ, ἀπάντων ὑδάτων εἰς αὐτὴν εἰσρεόν των, καὶ πάνθ' ὑποδεχομένη διὰ μεγέθους περιουσίαν, οὔτε πλείων τῆς οὔσης ὁρᾶται, οὔτ᾽ ἐλάττων τις φαίνεται οὗτα. Οὐ γάρ που πλέον οὗ δέδωκε γῆθεν λαμβάνει· καὶ αὖθις δίδωσί γε τοσοῦτον, ὁπόσον καὶ εἰσεδέξατο· καὶ ἅμα οὐκ ἐπιδίδωσι τῶν ἐκ γῆς συμβαλλομένων, ἐπεὶ μηδ' ἀτελῆς ἐγένετο, οὐδὲ προσθήκης δεομένη τινὸς ἐξ ἀρχῆς. Τῷ ὄντι δὲ τελεία καὶ πλήρης, παντὸς μᾶλλον ἀνενδεής. Ομβροι δὲ πρὸς τοῖς εἰρημένοις καὶ δρόσοι καὶ ν.φετο, νεφέλα: τε αὖ αἱ τούτους γεννῶσαι, καὶ ὅσα πρῶτον εἰς τὸν ἄνω συνιστάμενα τόπον, εἶτ' ἐκεῖθεν εἰς γῆν κάτεισιν, ἔτι γε μὴν ἀνέμων φύσεις καὶ παντοῖα: ποπ!, τὴν ἀρχὴν ἐκ τοῦ ὕδατος ἔχουσ σιν. Εἰ δὲ βλάσται φυτῶν, ἐκφύσεις τε καὶ αὐξή σεις, ἀναθηλήσεις τε καὶ καρποφορίας ἐξ ὑδάτων ὡς ἐξ ὕλης, οὐ γὰρ ἄλλως οἷόν τε προκύπτειν τῆς γῆς, μήτηρ δὲ τοῦ παντὸς ὕδατος, προσκείσθω δὲ καὶ παντὸς ὑγροῦ, θάλασσα, εύδηλον ὡς καὶ τού των οὐκ ἄλλη τις αἰτία τὸ μέρος τοῦτο ἔτι μὴ θάλασσα. Οἱ δὴ μόνα ταῦτα τὴν ὑγρὶν ὡς μητέρα κατά τὸν εἰρημένον κέκτηται τρόπον, ἀλλὰ καὶ παντοία γένη τῶν ζώων, ἐπεὶ οὐκ ἔστιν οὐδὲν τῶν ἁπάν των 2 μὴ τῇ τοῦ ἀγροῦ μετοχῇ τῆς ἐπωνυμίας ταύτης μετάσχοι. Τούτου δ' ἐναργές γνώρισμα επειδήπερ συναποβάλλει καὶ τὸ ζῶα εἶναι, καὶ
col. 439–440page 216 of 231
PG 142:439ὅλως ἔμψυχα τὴν ὑγρότητα ἀποβαλόντα. ᾿Αλλὰ μὴν τήν γε παρά τάλλα θαλάσσῃ οικειοτάτην φοράν, τὰ τῶν ἰχθύων λέγω καὶ νηκτῶν πάντα γένη, πῶς ἄν τις κἂν ἀξίως θαυμάτοι περινοῶν; Τὰ μὲν τοίνυν ἄλλα τῶν ζώων, πρὸς τῷ τοῦ ὑγροῦ μετέχειν, ἔστινοὗ καὶ τῶν ἄλλων πρώτων σωμάτων μετέχει· ἰχθύες δὲ καθαρῶς ἐκ θαλάσσης, ἐν αὐτῇ τὴν ἀρχὴν καὶ γεννώμενοι καὶ αὐξόμενοι, καὶ διὰ τέλους τρεφ μενοι, πολλοὶ μὲν τὸ πλῆθος· ὡς εἰ καὶ τὰ χερσαία μὴ ὑπερβάλλει τὸ κατ' αὐτοὺς, ἐλαττοῦσθαι τὴν οὐδεὶς ἐρεῖ, οὐκοῦν ὅ γ' ἐπιεικῶς ἐπιστάμενος, πλεῖστα δὲ καὶ τῷ τῶν ἀνθρώπων χρήσιμοι γένει, οἷς τε τροφή γίγνεται, καὶ μάλα κατάδηλος τοῖς σώμασιν ἐντεῦθεν αὐτοῖς, καὶ οἷς αὖ τὴν ἄλλην χρείαν ἔστιν ἐκ τούτων ἀποπληρούν, ἣν λόγο μὲν εἰπεῖν οὐκ ἂν οἷόν τ' εἴη, πεῖρα δὲ μόνον δι δάσκαλος. Οὐ δὴ μόνον τῶν εἰρημένων χάριν τὸ τοῦ ὕδατος χρήμα ἢ τὸ τῆς θαλάσσης, ἔξεστι γὰρ ἀκούειν ἑκάτερον, οὐ διαφέρομαι, οὐχὶ τούτων ἕνεκα μόνον θαύματος άξιον, ἀλλὰ καὶ ὧν ἡμεῖς κεχρήμεθα αὐτῷ συμφερόντως τῷ βίῳ. Καὶ ἀφίημι λέγειν ὡς ἀνακτᾶται τὸ ὕδωρ τοῖς ζώοις τὰ σώματα, τοῦτο μὲν πίνουσι, τοῦτο δὲ καὶ λουομένοις· καὶ ὡς ἄρτος φύεται ὕδατι, καὶ ὡς οὐκ ἔστιν οὐδὲν σχεδὸν εἰς βρῶσιν, ὅ τι μή μεθ' ὕδατος χρηματίσαι, καὶ ὅτι τοὺς ἅλας οὐκ ἄλλοθεν ἔχομεν ἢ ἐκ τούτου συνισταμένους, μεθ' ὧν οἷον ἐμψυχονται τροφή, καὶ ἡδονῆς ὡς κλεῖστον μετέχει, καὶ ἀνθρώποις καθάπαξ ἐστὶν αἱρετὴ, καὶ πρός γε τοῖς εἰρημένοις, ὅτι καὶ ῥύπους καθαίρει τὸ ὕδωρ καὶ κηλίδας ἐκπλύνει, καὶ μολυσμῶν ἀπαλλάττει καὶ δυσωδίας γνώριμα γὰρ ταῦτα περιφανῶς· τὰ δέ γε μὴν ἕτερα εἰς ὅσα ἡμῖν ἀναγκαίως ἔχον ἐστὶ τόδε, πως ἄν τις ἐν ὀλίγῳ χρόνῳ διέλθοι; Οὐ γὰρ ἂν βίος ὅλος ἀνθρώπινος αποχρήσει, βουλομένοις καθέκαστον διελθεῖν, ὅσα τοῖς ἀνθρώποις ἐκ θαλάττης προσγίνεται. Πλὴν ἅψασθαι χρή μετρίως καὶ ὅσον ἀμυ δράν τινα σκιαγραφίαν τὴν περὶ τούτων οἴεσθαι λόγον. Πολλῶν τοίνυν ὄντων ἅ γε εἰς τὸν ἀνθρώπινον βίον τελεῖ, οὐχ ἅπαντος δὲ μέρους γῆς τὰ πάντα φέροντος, οὐδ᾽ ἀθρέον τῶν χρησίμων ἁπάν των ἐν ταυτῷ ἀναδιδομένων, ἀλλὰ τὰ μὲν Ἀσίας έχούσης, τὰ δὲ Εὐρώπης, ἕτερα δὲ Λιβύης, καὶ ἄλλα ἑτέρου κλίματος γῆς, ἂν μὴ συνάπτουσα εν τὰς διεστώσας ηπείρους θάλασσα, καὶ ἄνθρωποι διὰ ταύτης ἐπεμίσγοντο οἱ ἀπανταχόθεν τοῖς ὁποιδήποτε γῆς, κἂν ὀλίγων μὲν τῶν ἐπιτηδείων εὐπόρει τὸ γένος, ἀπελείπετο δὲ τῶν πλείστων· νυνὶ δὲ διὰ θαλάττης ἀλλήλοις τὰ πρὸς ἀλλήλων διδόασι καὶ θαυμασία τις κοινωνία τοῖς ἀνθρώποις ἐντεῦθεν, καὶ ἀφθονία βίου, ἐπεὶ καὶ τὰ συνεκτικὰ τῆς ἡμε τέρας ζωῆς ἁπανταχοῦ διὰ τοῦδε τοῦ στοιχείου κομίζεται, καί γε μὴ διαιρεῖν, μηδὲ ἀποδιιστάν ἀλλήλων τὰς ἠπείρους νομίζειν προσήκει τὴν θά λασταν· οὐ γάρ τοι συντίθεμαι οἷς τῶν πάλαι ταῦθ' οὕτως ἐδίνει, τουναντίον μὲν οὖν συνάπτεν καὶ
col. 441–442page 217 of 231
PG 142:441εἰς ἄχραν ἔνωτιν ἰέναι ταύτας ποιεῖν, οὐ μόνον ὅτι; την μέσην ειληφυία χώραν δεσμὸς τῶν ἄκρων ἐστὶν, ἀλλ' ὅτι καὶ ἐπικοινωνεῖν ἀλλήλας τὰ τμή ματα τῇ διαδόσει καὶ ἐπαλλάττειν ποιεί. Ιδοις γὰρ ἂν εἰς τὴν Ἰνδικὴν ἐπιφοιτῶντα Κελτὸν καὶ Γαλά την, καὶ εἰς τὴν ἐκείνων αὖθις Ἰνδοὺς τὴν θάλατ την διαπερατουμένους· οὐ γὰρ ἄλλως οἷόν τε· καὶ Λίβυες αὖ διατρίβουσιν ἐν Εὐρώπῃ χρησάμενοι τη θαλάσσῃ, καὶ Ασία τοὺς ἐξ ἑκατέρας γῆς δέχεται, τῆς αὐτῆς ταύτης παραπεμψάσης· διὸ καὶ οὐκ ἔστι μὴ καὶ τῶν ἄλλων νομίζειν εἶναι φορὰν τὴν τῆς ἑτέρας τῶν ἠπείρων φοράν· οὐδὲ κατὰ τῆς Σκυ θῶν γῆς ᾿Αραβία κομπάζει· οὐδ᾽ ἡ τῶν Αἰθιόπων κατὰ τῆς Ἑλλάδος, οὐδ᾽ αὖ ἑτέρα τις καθ' ἑτέρα; ἐπεὶ τά γε δοκοῦντα ἑκάστης ἴδια κοινὰ ταῖς ἀπά στις διὰ τὴν θάλασσαν γέγονε. Καὶ τό γε τὰ αὐτὰ εὑρίσκειν ἄφθονα πανταχοῦ τῆς γεννησάσης ἰδίως ταξίωμα καταβάλλει. Χωρὶς δὲ τῶν εἰρημένων, κέρδη τοῖς ἀνθρώποις ἐκ θαλάττης μυρία, χρημάτων τε ἀπειρία καὶ ἄλλων ἀγαθῶν ἀφθονία, δι' ὧν αὐτός τις ἑαυτοῦ βρᾶται περιφανέστερος. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐ πολλοῦ τινος λόγου τους γε φιλοσοφωτέροις, καὶ τὴν διάνοιαν ὑπὲρ τοὺς πολλούς. Τό γε μὴν κράτιστον κερδῶν ἁπάντων καὶ πᾶσιν ἐπίσης θαυμαζόμενον ή τῶν μακρὰν ὄντων κατάληψις ἐντεῦθεν προσγιγνο μένη, καὶ πραγμάτων ἀκρίβεια καὶ ἐπιστήμη και εμπειρία. Απαντα συλλέγομεν κατά μικρόν, πολ- & λοῖς μὲν ἔθνεσι, πολλοῖς δὲ ήθεσιν ὁμιλοῦντες καὶ καινότερα ἀεὶ μανθάνοντες ἐκ τοῦ καινοτέροις ἐνα τυγχάνειν ἀεὶ καὶ ἀνδράσι καὶ πόλεσι καὶ νομίμοις καὶ πᾶσι πράγμασιν, ἐξ ὧν ὡς ἐμπειρικώτατοι τῶν ἄλλων καὶ φρονιμώτατοι, εἴπερ καὶ ἐμπειρικώτατοι οἱ τῇ θαλάσσης κεχρημένοι γινώσκονται. Οὐ μὴν ἀλλὰ καὶ καρτερικούς ἴδοις ἂν καὶ ἀνδρίας ὡς πλεῖστον ήκοντας τοὺς αὐτοὺς τούτους· ὅτι μηδ' ἔσθ' ὅ γε παρὰ τὴν θάλασσαν ἱκανῶς τοῖς κινδύνοις παραμένειν διδάξει καὶ ἀναπείσει ὡς εὐψύχως φέρειν τὰ ἐπιόντα. Ἐμοὶ μὲν γὰρ εἰς ἔκπληξιν θά λασσα καὶ πόρρωθεν ἱσταμένῳ καὶ ἀπὸ τῆς θέας ἔχει, καὶ τῶν ἔχων τὸ φρικώδες καὶ φοβερόν· τὸ δέ γε καὶ τολμᾷν ἐπιβαίνειν καὶ παρασκευάζεσθαι πως κλύδωνα καὶ ζάλην καὶ τρικυμίαν καὶ πά. σας μεταβολάς καὶ ἀέρος καὶ ὕδατος, τοῦτ' ήδη μέτρον ἅπαν ἀνδρείας ὑπερβάλλει καὶ καρτ ρίας. Καὶ ταῦτα μὲν ὡς ἐκ μικρῶν τὸ ὑπερβάλλον τοῦ στοιχείου γνωρίσαι· παρεῖται δὲ τα μείζω και τελεώτερα περὶ τοῦδε λέγειν ἡμῖν, ἀπορίαν ἑαυτοῖς συνειδόσιν ὥστε περὶ τοῦ κρατίστου τῶν ὅντων ὑψηλοτέρων ἅπτεσθαι λόγων. Καὶ γὰρ ἀρχή τις τὸ ὕδωρ τῆς ὑγρᾶ; οὐσίας νομίζεται καὶ συνεκτικών τῶν λεγομένων παρὰ τοῦτο στοιχείων· ἐπειδὴ καὶ πᾶσιν ἐκείνοις εἰς τὸ εἶναι συμβάλλει. Τῷ τε γάρ φέρε μεταδίδωσι της υγρότητος, καὶ οὐκ ο λαβει
col. 443–444page 218 of 231
PG 142:443τοιοῦτος ἀήρ ἢ τῇ μεταυσίᾳ τοῦ ὕδατος. Πυρὶ δὲ τροφή γίγνεται τὸ ὑγρόν, καὶ μένοντος τούτου, μένει κἀκεῖνο, καὶ δαπανωμένου συνδαπανᾶται, καὶ τελέως ἐκλελοιπότος απομαραίνεται. Εἰσὶ δὲ οι καὶ τοῖς ἄστρασι τροφὴν ἐκ τοῦ ὕδατος παρε σκεύασαν, οὗ γε χάριν καὶ πυρὸς καὶ ἀστέρων ἡ σύστασις ἐκ τοῦ ὕδατος τρόπον τινά. Οπόθεν καὶ γὰρ ἕκαστον τρέφεται, ἐκεῖθεν καὶ τὴν εἰς τὸ εἶναι διαμονὴν ἔχειν πιστεύεται. Γῆς δὲ καὶ αὐτῆς ἕτερ τῶν ποιοτήτων περιφανῶς ἐκ τοῦ ὕδατος· οὐ γὰ ἑτέρως γε ἢ τῇ μετουσίᾳ τοῦδε αὐτὴ ψυχρά, κα αὖθις ἀφέλης τῆς γῆς τὴν πᾶσαν ὑγρότητα, ἀσθεν τε ίδοις καὶ ἀνυπόστατον, τά τε ἄλλα μὴ στέγουσαι και παντοίοις βάρεσιν ὑποχωροῦσαν ἀεί. Πάρεστι β τοῦτο καὶ τὴν ψάμμον ὁρῶντα κατανοεῖν, ἥτις γε μὲν ἔστι, πλὴν ἀφηρημένη τῆς εἰς ταυτὸν συναγούσης καὶ συνεχούσης υγρότητος. Καί γε τοὺς μία ἀρχὴν καὶ μόνην τῶν ὄντων εἰρηκότας εἶναι τὸ ὕδωρ οὐκ οἶμαι δι' ἄλλο ἡ ταῦτα προαχθέντας εἰ πεῖν οὐκ ἔξω λόγου ταυτηνὶ τὴν δόξαν περὶ τοῦ ὕδατος εἰληφότα;. Διὸ οὐδ᾽ ἔστιν ὅτῳ τις τὸ στο χεῖον τοῦτο παραβαλεῖ, εἰ μὴ βούλεται τοῖς ἐλάττοσιν ἀντεξετάζειν τὰ μείζω, καὶ τὰ πρῶτα τοῖς μετὰ ταῦτα. Στοιχείων μὲν γὰρ τῶν ἄλλων, ἅ γε καὶ αὐτὰ πρῶτα τῶν ὄντων φασὶν εἶναι, τοσοῦτον ὑπεραίρει τὸ ὕδωρ, ὡς τῶν ἑαυτοῦ μεταδιδόναι κἀκείνοις, αὐτὴ δὲ τῶν ἐκείνων δεῖσθαι μηδέποτε. Γῆ μὲν γὰρ, ἵνα καὶ αὖθις χρήσωμα: τοῖς αὐτοῖς, μεταδίδωσι τῆς ψυχρότητος, οὐδὲν δ' ἐκεῖθεν λαμ βάνει· ἀέρι δὲ τῆς ὑγρότητος καὶ τῶν παρὰ τοῦ ἀέρος ἐστὶν ἀνενδεής. Τῷ πυρὶ δὲ εἰς τροφήν γίγνεται πως· πλὴν δεῆσαν συνελθεῖν ὡς εἰς μάχην ὕδωρ καὶ πῦρ, ἀνάγκη πᾶσα ἢ τῷ ὕδατι, παραχωρῆσαι τοῦ κράτους καὶ ὑπεκστῆναι ἡ πειραθὲν τῆς ἐκείνου δυνάμεως, τελέως τε ἀποστῆναι καὶ εἶναι μηδαμῶς ἐν τοῖς οὖσι. Καὶ θάλασσα μὲν οὖν τοιαύτη, ἁπανταχοῦ ἐν πᾶσι κρατοῦσα μετά πολλοῦ τοῦ χρησίμου, ἡμῖν δὲ περὶ αὐτῆς οὐχ ὅπως ἐρεῖν πρὸς ἀξίαν, ἀλλ᾽ οὐδὲ προσηκόντως θαυμάσαι ἰσχύ;. Δέον τοιγαροῦν τοῦ μεγέθους τοῦ πράγματος αἰσθε μένους ἀντὶ τῶν λόγων ἀσπάσασθαι τὴν σιγήν, ἵνα μὴ τὸ πολὺ τοῦ θαύματος τὸ ἀσθενὲς τῶν λόγων ὑφέληται.

Collection of Proverbs, at the end of ApostoliusProverbiorum collectio, ad calcem Apostolii

col. 445–446page 219 of 231
PG 142:445ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Αὐτή ἡ μήρινθος οὐδὲν ἔσπασεν. ᾿Απὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται. *Αφροδίσιος όρκος. Οὐκ ἐμπο!νιμος. Αγορά Κερκώπων. Ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Εφέσω. Αετοῦ γῆρας, κορύδου νεότης. Ἀγαθὰ Κιλίκων. Ἐπὶ τῶν οὐ καλῶς πλουτούν των. Προδότης γάρ Κίλιξ τις Μίλητον προδούς εὐπόρησεν. ᾿Αγροίκου μὴ καταφρόνει ῥήτορος. Αδώνιδος κῆποι. Ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. Αλλοτε δ' άλλοῖον τελέθειν καὶ χώρᾳ ἕπε σθαι. Οτι προσήκει τι γὰρ ἐξομοιοῦν ἑαυτὸν τοῖς 15 ἤθεσι τῶν πόλεων καὶ τόπων ἐν οἷς ἂν γένοιτο. Ε. ρητα: δὲ ἀπὸ τῶν πολυπόδων. Αλλην δρῦν βαλάνιζε. Ἐπὶ τῶν ἀπαγορευόν των δώσειν ἔτι τὴν αἴτησιν ειώθασι λαμβάνειν. Άδεις ὥσπερ εἰς Δῆλον πλέων. Ἐπὶ τῶν ἀφροντίσεως καὶ φιληδόνως βιούντων. "Αλα καὶ κύαμον. Ἐπὶ τῶν μὴ εἰδότων καὶ
col. 447–448page 220 of 231
PG 142:447προσποιουμένων. Οἱ γὰρ μάντεις ὅλα καὶ κύαμον τιθέασι. Ο Αίρειν μασχάλην. Ἀντὶ τοῦ εὐωχείσθαι. Εἴρη καὶ ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. ΑΕ δοῦσα την μάχαιραν. Αδακρυς πόλεμος καὶ καθεύδοντος τρόπαιον. Ἐπὶ τῶν ῥᾷντα καὶ παρ' ἐλπίδα κατορθούντων. Αεὶ κολοιὸς πρὸς κολοιόν. Καὶ, ἀεὶ τὸν ὁμοῖον ἄγει Θεὸς πρὸς ὁμοῖον. Αμαλθείας κέρας. "Οτι τῇ τροφῷ αὐτοῦ ᾿Αμαλ θείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέ ρας αἰγός· δι' οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ᾐτής σατο. Αστὸν ἵπτασθαι διδάσκεις. 'Αεὶ γὰρ εν πίπτουσιν οἱ Διὸς κύβοι. Ἐπὶ τῶν ἀξίως τιμωμένων. Αγων πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. Αετός ἐν νεφέλαις. Ἐπὶ τῶν δυσαλώτων. Αληλεσμένος βίος. Ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπό νου. Ανάγυρον κινεῖς. Ἐπὶ τῶν προξενούντων ἑαυ τοῖς κακά. Ανάγυρος γάρ τις ήρως εκάκου τους γείτονας. 'Αεί με τοιοῦτοι πολέμιοι διώκοιεν. Ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. Αετός θρίπας ὁρᾷ. Ἐπὶ τῶν καταφρονούντων τινῶν. Αλμη οὐκ ἔστιν ἐν αὐτῷ. Ἐπὶ τοῦ ἀηδοῦ; Αλώπηξ οὐ δωροδοκεῖται. Ἐπὶ τῶν οὐ ῥᾳδίως ἀλισκομένων. 'Αεὶ φέρει τι Λιβύη κακόν. Ἐπὶ τῶν ἀεὶ ἐξευ ρισκόντων τι νέον κακόν. *Ανω ποταμῶν χωροῦσι πηγαί. Ἐπὶ τῶν ἐναν τίων λεγομένων. 'Αεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον. Αργύρου κρῆναι λαλοῦσιν. Ἐπὶ τῶν διὰ πλοῦ. τον εμφανιζομένων ἢ εὐημερούντων. Από μείζονος ἀνδρὸς ἄλευ', ήτοι φυλάττου, Ἰωνικώς. Αράβιος αυλητής. Ος τύλει μὲν δραχμής, ἐπαύετο δὲ τεττάρων. τα πάντα μασία
col. 449–450page 221 of 231
PG 142:449Αϊδος κυνῇ. Ακρῳ ἄψασθαι δακτύλω. Αἵματι κλαίειν. Καθ' ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων. Αἱ Χάριτες γυμναί. "Οτι δεῖ δωρεάν εὐεργετεῖν. Ακόνην σιτίζεις. Ἐπὶ τῶν τρεφομένων, καὶ οὐκ ἐπιδιδόντων. Αλλοι κάμον, ἄλλοι ὤναντο. Ἐπὶ τῶν παρ' ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Αλλο γλαύξ, άλλο κορώνη φθέγγεται. Επι τῶν μὴ συμφωνούντων ἀλλήλοις. Αλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα. Ἐπὶ τῶν ἐξαπατάν βουλομένων τοὺς ὁμοίους. Αλλοισι μὲν γλώσσα, άλλοισι δὲ γόμφιοι. Ἐπὶ τῶν λάλων καὶ φάγων. Ανδρὸς γέροντος σταφὶς τὸ κρανίον. Ἐπὶ τῶν εἰ; οὐδὲν χρησιμευόντων. Αλλα μὲν Λεύκων, ἀλλὰ δὲ Λεύκωνος ὄνος. Ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. Αλλην μὲν ἐξαντλοῦμεν, ἡ δ' ἐπεισρέει. Επι τῶν μάτην πονούντων. Αμας απήτουν, οἱ δ' ἀπηρνοῦντο σκάφας. Αμ' ηλέηται καὶ τέθνηκεν ἡ χάρις. Ἐπὶ τῶν ἀχαρίστων. Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον. Ότι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. Αμμες ποτ' ήμες. Αεὶ τὰ πέρυσι βελτίω. Ανὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας. Επι τῶν ταχέως οφειλούντων έκαστα πράττειν. Ανδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ' αὐτὸς ἐλθὼν ἐπρίατο. Ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμέ Απληστος πίθος. Ανέμους γεωργεῖν. Ἐπὶ τῶν πονούντων, καὶ μηδενὸς μεταλαγχανόντων. Ανάγκη οὐδὲ θεοὶ μάχονται. ᾿Αντὶ πέρκης σκορπίον. Ἐπὶ τῶν τὰ χείρω απ ρουμένων. Αλιεὺς πληγεὶς νοῦν οἴσει. Παθών δέ τε νή πιος ἔγνω. Άλλοι σπείρουσιν, ἄλλοι δ' ἀμήσονται. *Αρκτου παρούσης, ίχνη ζητεῖς. Ἐπὶ τῶν προσ δήλων. Αετὸν κάνθαρος μαιεύεται. Ἐπὶ τῶν ὑπὸ τινῶν αντελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ νὰ ἀφανίζει κυλίων. 'Ανδρος γέροντος εν γνάθοι βακτηρία. ἡμεῖς.
col. 451–452page 222 of 231
PG 142:451Ανδρός καλῶς πράσσοντος έγγιστα φίλοι. Ανδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. ᾿Αλώπηξ τὸν βοῦν ἐλαύνει. Επὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. Αλλοτε μητρυικὴ πέλει ἡμέρα, ἄλλοτε μήτηρ. Ἐπὶ τῶν ποτὲ μὲν ευημερούντων, ἄλλοτε δὲ δυση μερούντων. Αμα δίδου καὶ λάμβανε. Οταν πρὸς ἄπιστον συναλλάσσωμεν. Ανθρακες ο θησαυρός γέγονεν. Ἐπὶ τῶν ἐφ' οἷς ἤλπισαν διαψευσθέντων. ᾿Απὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν. "Απαντα τοῖς σοφοῖς εὔκολα. Επὶ τῶν διὰ φρό νησιν πάντων περιγενομένων. Αργυραῖς λόγχαις μάχου, καὶ πάντων κρατήσεις. Απας ἐχῖνος τραχύς. Ασκὸν δέρεις. Ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. Αὐλητοῦ βίον ζῆς. Ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούν των. Αποτίσεις, χοῖρε, γίγαρτα. Ητοι, ὰ ἔφαγες ἀπο δώσεις. Απήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην Ατην. Επὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. Αθως καλύπτει πλευρά Λημνίας βοός. Ἀπὸ κώπης ἐπὶ βῆμα. Ἐπὶ τῶν ἁθρόως μεγί στοῖς ἐγχειρούντων. Αὐτὸν οὐ τρέφων, κύνας τρέψεις. Ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγ γελλομένων. Αλῶν μέδιμνον ἀποφαγών. Ἐπὶ τῶν ἀχαρίστων. "Αμαξα τὸν βοῦν ἕλκει. Ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. Αμαξιαία ρήματα. Ἐπὶ τῶν μεγάλων λόγων. *Άνθρωπος εύριπος, καὶ ψυχὴ, καὶ διάνοια, καὶ τρόπος. Ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. Ἀπόλωλεν ἡ ὖς, καὶ τὸ τάλαντον, καὶ ἡ γνά δος. Ακλητὶ κωμάζουσιν ἐς φίλους φίλοι. "Ομοιον καὶ τὸ, Αυτόματοι δ' ἀγαθοὶ ἀγαθῶν ἐπὶ δεῖτα Ιασιν. Ο Ανεωγμέναι Μουσῶν θύραι. Αρχὴ ἄνδρα δείκνυσιν. 'Αλῶν δὲ φόρτος, ἔνθεν ἦλθεν, ἔνθ᾽ ἔδη. Ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων. Εμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νη?, κλύδωνος ἐπιγενομένου, τοὺς ἄλας ἐν τῇ θαλάσσῃ ἀπέβαλεν.
col. 453–454page 223 of 231
PG 142:453Αργαλέον φρονέοντα παραφροσι πόλλ' αγο πεύειν. "Αν ἡ λεοντῆ μὴ ἐξίκηται, τῇ ἀλωπεκῇ πρόσ αψον. Ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων. Αρότρῳ ἀκοντίζεις. Ἐπὶ τῶν ἀσκέπτως τι πιούντων. Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. Αὐτοῦ Ρόδος, αὐτοῦ πήδημα. Βοιώτιος νοῦς Ἐπὶ τῶν ἀπαιδεύτων. Εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτο!. Βοιώτιος νόμος. Ἐπὶ τῶν κατ' ἀρχὰς ἡρεμούν των, ὕστερον δὲ ταρασσόντων. Βάσανος λίθος. Ἐπὶ τῶν ἐξεταζομένων ἐν λό γοις· παρόσον, 'Η Λυδία λίθος τὸν χρυσόν. Βοιωτια αινίγματα. Ἐπὶ τῶν ἀσυνέτων. Βοιωτὴ γὰρ ἡ Σφίγξ. Βοὺς ἐπὶ γλώσσης. Ἐπὶ τῶν δωροδοχουμένων, διὰ τὸ τῶν ᾿Αθηναίων νόμισμα βοῦν ἔχειν. Γόνυ κνήμης Εγγιον. Ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων αγαπώντων. Γέροντα δ' ὀρθοῦν φλαύρον ὃς νέος πέσῃ. Γλυκεῖα οπώρα, φύλακος έκλελοιπότος. Ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. Γραὺς βακχεύει. Ἐπὶ τῶν παρ' ώραν τι δια πραττομένων. Γραῶν ἄθλοι. Γαστέρα μοι προφέρεις κάλλιστον όνειδος ἁπάντων. Η πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεία. Γῆς βάρος. Ἐπὶ τῶν ἀχρήσεων. Γλυκὺς ἀπείρω πόλεμος. Γραὺς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί ρει. Ἐπὶ τῶν δι᾿ ἐμπειρίαν πολλά πράγματα κι γούντων. Γύγου δακτύλιος. Ἐπὶ τῶν πολυμηχάνων. Γυμνότερος παττάλου. Γυνή στρατηγεῖ καὶ γυνὴ στρατοπεδεύεται. Ἐπὶ τῶν παραδόξων. Γυναικὶ μὴ πίστευε μηδ' ὅταν θάνῃ. Γέλως Ιωνικός. Ἐπὶ τῶν ἐκλελυμένων. Εἰς τοῦτο γὰρ Ιωνες διεβάλλοντο. Γέρων ἀλώπηξ οὐχ αλίσκεται. Γλαῦκα εἰς ᾿Αθήνας. Ἐπὶ τῶν ἐπιδεδεικνυμένων πρὸς τοὺς εἰδότας ἅπερ ἄμεινον αὐτοῦ ἴσασι. Οτι πολλαὶ εἰς ᾿Αθήνας γλαύκες. Γέρων βοὺς ἀπόρθητος ἐν δόμοισιν. Υ;,
col. 455–456page 224 of 231
PG 142:455(β). Δίκην ύφέξει, κἂν ὄνος δάκνῃ κύνα. 'Επὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. Δίκη δίκην έτικτε, καὶ βλάβη βλάβην. Επι τῶν φιλοδίκων καὶ συναιρούντων δίκαις δίκα;, καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραίς. Δὲς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν 11. θον. Δωδωναίον χαλκεῖον. Ἐπὶ λάλου. Δακτύλῳ δεῖ σε ελκυσθῆναι. Ἐπὶ τῶν διὰ νό σον ἢ λύπην ἰσχνῶν γενομένων. Δώρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι, Δέδοται καὶ κακοῖς ἄγρα. Δεύτερος πλοῦς. Δελφικα λεκάνη οὐ χωρεῖ. Επιμενίδου ὕπνος. Ἐπὶ τῶν πολλὰ κοιμωμέ γων. Πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν. Ες Τροφωνίου μεμάντευται. Ἐπὶ τῶν σκυθρωπῶν καὶ ὠχρῶν. Εν ἄλῳ δρασκάζεις, ἢ κρύπτῃ Επὶ τῶν μὴ δυναμένων λαθεῖν. *Εστω ταμίας, τἆλλα δ' εἰ βούλει κύων. Ἐπὶ τῶν παρ' ἀξίαν ευημερούντων, καὶ μάλιστα εὐνούχων. Εκ παντὸς ξύλου κύφων ἂν γίνοιτο. Λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων. Εἰς ἀρχαίας φάτνας. Ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον. Εν δυοῖν τρία βλέπεις. Ἐπὶ τῶν ἄλλα ἀντ᾽ ἄλλων ὁρώντων. Εκπερδικίσαι καὶ ἐκκλίναι. Ἐπὶ τῶν διαδιδρασκόντων τους θηρευτάς. Ἐλέφαντα ἐκ μυίας ποιεῖς. Ἐπὶ τῶν τὰ μικρὸ ἐπαιρόντων τῷ λόγῳ. Εἰς ἀσθενοῦντας ἀσθενῶς ἐλήλυθας. Επὶ τῶν ὅμοια πασχόντων. Εύδοντι κύρτος αἱρεῖ. Ἐπὶ τῶν εὐτυχούντα να *Ενεστι καὶ μύρμηκι χολή. Ότι μηδὲ τοῦ μι κροῦ δεῖ καταφρονεῖν. Ερμῆς ἀμύητος. Εκ τετρημένης κύλικος πιεῖν. Ἐπὶ τῶν έψευσ Ο σμένων φίλων. Εν μέλιτι σαυτόν κατακρύπτεις. Ἐπὶ τῶν συ ζώντων ηδυπαθείαις. Ενδύεται την λεοντήν. Ενδυμίωνος ύπνον ὑπνώττει. Ἐπὶ τῶν πολλὰ κοιμωμένων.
col. 457–458page 225 of 231
PG 142:457Εἴληφεν ἡ παγὶς τὸν μῦν. Ἐπὶ τῶν ὀξέως ἁλιο σκομένων. Εν τριόδῳ εἰμὶ λογισμῶν. Ἐπὶ τῶν ἀπορούν των. Ἐν μὲν τῷ φάει σκοτεινές, ἐν δὲ τῷ σκότει φωτεινός. Ἐν φρέατι κυσί μάχεσθαι. Ἐκδεδαρμένον δέρεις. Ἐπὶ τῶν μάτην πονούν των· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς. Έπειτα πλουτῶν οὐκ ἔθ᾽ ἡδεται φακῇ. Πρὸ τοῦ δ᾽ ὑπὸ τῆς παγίας πάντ' ήσθιεν. Εν θέρει τὴν χλαῖναν κατατρίβεις. Ἐπὶ τῶν μὴ καθ᾿ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ενθ' οὔτε πλεῖν ἄνεμος, οὔτε μίμνειν ἐᾷ. Ἐπὶ τῶν δυσχρήτοις περιπεσόντων. Ελέφας μνὸς οὐκ ἀλεγίζει. Εκτὸς πηλοῦ πόδα ἔχεις. Ἐπὶ τῶν ἔξω κινδύνων όντων. Εκ τριχὸς κρέμαται. Ἐπὶ τῶν κινδυνευόντων. Ομοιον τῷ, Επί ξυροῦ. Εὐγενὴς ἐκ βαλαντίου. Ἐπὶ τῶν διὰ πλούτου τιμωμένων. Εγχος ἐπὶ τῷ ἔγχει. Γραῦν φασι τοῦτο εἰπεῖν, καπήλῳ ἐνεχυράζουσαν ἔγχος.. Ελεύθεραι αἶγες ἀρότρου. Ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. Εἰς κόλπον πτύεις.Ἀντὶ τοῦ, Οὐ μεγαλοῤῥημονεῖς. Εν πίθῳ τὴν κεραμείαν. Ἐπὶ τῶν μὴ κατὰ τρό που τοῖς μαθήμασι προβαινόντων. Εν σκότει ὀρχεῖσθαι. Ἐπὶ τῶν ἁμαρτύρως μου χθούντων. Ζωός γενήσῃ κρομμύου, μοίραν λαβών. Επί τῶν ἐκ μικρᾶς αιτίας μεγάλην δόξαν καρπουμένων. Ζῶμεν οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα. Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα. Ἐπὶ τῶν ἀτυχεστάτων. Ηλος τὸν ἦλον, καὶ πάτταλος τὸν πάτταλον ἐξέκρουεν. Ἐπὶ ἰωμένων δι᾿ ἁμαρτημάτων ἁμαρ τήματα. Ἡ κύων ἐν τῇ φάτνη. Πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας. Παρόσον ἡ κύων κριθὴν οὐκ ἐᾷ μένουσαν ἐν φάτνῃ· καὶ τὸν ἵππον οὐκ ἐξ. Ησάν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι. Ηλιθιώτερος Αδώνιδος τοῦ Πραξιτέλους. Αδωνις γάρ τις Πραξιτέλους υἱὸς ἀποθανών, καὶ ἐρωτηθεί; πρὸς τῶν ἐν ᾅδου, τί κάλλιστον ἄνω κατα
col. 459–460page 226 of 231
PG 142:459έλιπεν, ἀπεκρίνατο Ἥλιον, σελήνην, σύκα, μήλα. Εδοξε γοῦν ηλίθιος ταῦτα ἐξισῶν ἡλίῳ. Ηρακλέους θυσία. Ἐπὶ τῶν εἰκὴ ταῖς θυσίαις χρωμένων. ῾Η ἀφύη τὸ πῦρ. Ἐπὶ τῶν ταχέως λαμβανόντων παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται. Θυμὸς ἔσχατον γηράσκει. Λέγεται διὰ τοὺς πρεσβυτέρους. Οσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι. Θαλάττης ἐκ χαράδρας ύδωρ. Ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων. Θάσος ἀγαθῶν. Ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Ἱερὰ ἄγκυρα. Η μεγάλη βοήθεια. Ισότης φιλότης. Ισος πόλεμον οὐ ποιεῖ. Ἰλιὰς κακῶν. Ιππόλυτον μιμήσομαι. Ἐπὶ τῶν σωφρόνως βιούντων. Ιππέας εἰς πεδίον προκαλεῖ. "Οπερ ἐστὶ, τοὺς εὐδοκιμοῦντας, εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα. Κακοῦ κόρακος κακὸν ὠόν. Κόσμει σπάρταν ἦν ἔλαχες. Οτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι. Καδμεία νίκη. Η ἐπὶ κακῷ τῶν νενικηκότων. Κύκνειον ᾆσμα. Ἐπὶ τῶν ἐγγὺς θανάτου ὄντων οἱ γὰρ κύκνοι θνήσκοντες άδουσιν. Κορώνη τὸν σκορπίον. Ἐπὶ τῶν βλαβεροῖς ἐπι χειρούντων. Κιλίκιοι τράγοι. Οἱ δασείς. "Οθεν καὶ τὰ ἐκ τρι χῶν ἱμάτια κιλίκια λέγονται. Κρητίζειν. 'Αντί του ψεύδεσθαι καὶ ἀπατᾷν. Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς.
col. 461–462page 227 of 231
PG 142:461Κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνε ν. Κατόπιν ἑορτῆς ἥκεις. Ἐπὶ τῶν καλοῦ πράγ ματος ἀπολιμπανομένων. Κολοφῶνα ἐπέθηκας. "Ητοι το τέλειον καὶ πλῆ ρες. Κατὰ ῥοῦν φέρεται. Καρκίνος λαγών αἵρει. Ἐπὶ τῶν ἀδυνάτων. Κενοὶ κενὰ βουλεύονται. Κεστρεύς νηστεύει. Ἐπὶ τῶν λαιμάργων ἄπληστον δὲ τὸ ζῶον. Κριός τροφεῖα ἀπέτισεν. Ἐπὶ τῶν ἀχαρίστων. Οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας. Κακὰ μὲν θρίπες, κακὰ δ᾽ ἵπες. "Αμφω γάρ λυ μαντικοί. Καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν. Λήμνια κακά. Ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, απ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν. Λαγωὺς περὶ κρεῶν. Ἐπὶ τῶν κινδυνευόντων καὶ ἀγωνιζομένων· ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυ τοῦ κρεῶν τρέχει. Λύκος μάτην χανών· ἢ Λύκος περὶ φρέα, χου ρεύει. Ἐπὶ τῶν μάτην πονούντων. Λύκου πτερὸν ζητεῖς. Ἐπὶ τῶν ἀδυνάτων. Λίνον λίνῳ κλώθεις. Ἐπὶ τῶν τὰ αὐτὰ πραττόν των ἢ λεγόντων, ἡ τῶν κατάλληλα. Λύκος ἀετὸν φεύγει. Επὶ ἀφύκτων. Λύδιον ἅρμα. Επὶ τῶν τραχυτάτων. Καὶ, Παρ Λύδιον θέεις. Λευκῷ λίθῳ λευκὴ στάθμη. Μία λόχμη δύο ἐριθακοὺς οὐ τρέφει. Μηδική τράπεζα. Μέλιτος μύστλον. Ἐπὶ τοῦ ἄγαν ἡδέος. Μηδὲ μέλι, μηδὲ μελίσσας. Ἐπὶ τῶν παραιτουμένων ἀγαθόν τι παθεῖν διὰ τὸν κίνδυνον τὸν ἐν αὐτῷ. Μὴ πρὸς λέοντα δορκὰς ἄψωμαι μάχη. Μυσῶν λεία. Οἱ γὰρ περίοικοι τοὺς Μυσούς ἑλήιζον. Μὴ κίνει Καμάριναν. Λίμνη ἣν ἀπηγόρευεν ὁ χρησμός μεταχετεῦσαι· οἱ δὲ χρησάμενοι παρακού σαντε; ἐβλάβησαν. Μεμήσεται μᾶλλον ἢ μιμήσεται. Ἐπὶ τῶν ἀπαιδεύτων. Μὴ παιδὶ μάχαιραν. Μὴ τοῖς ἀπείροις ἐγχειρίζειν πράγματα. Μία χελιδών ἔαρ οὐ ποιεῖ, οὐδὲ μέλισσα μέλι. Νεκρῷ μῦθον εἰς οὓς ἔλεγεν. Ἐπὶ τοῦ μὴ ἐπαΐοντος· καὶ ἐπὶ τῶν ἀναισθήτων.
col. 463–464page 228 of 231
PG 142:463Νεφέλας ξαίνεις. Ἐπὶ τῶν ἀδυνάτων. Ναῖς ἱκετεύει πέτραν. Ἐπὶ τῶν σφόδρα ἀναι σθήτων 'Ανδριάντι πρεσβεύσωμεν, δια Ευρὸς εἰς ἀκόνην. Ξύλον ἀγκύλον οὐδέποτ' ὀρθόν. Ἐπὶ τῶν ἀδιορθώτων. Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας. Ὅτι πρὸ τῶν πραγμάτων δεῖ βουλεύεσθαι, καὶ μὴ ἐν αὐτοῖς, Ὥσπερ καὶ οἱ τὰ ἱερὰ προσάγοντες, οὐ μετὰ τὸ θύ σαι βουλεύονται περὶ αὐτῶν. Οὐκ ἂν αὖθις ἀλώπηξ. Λείπει τὸ ἁλώσεται. Αὕτη γὰρ ἅπαξ διαφυγοῦσα τὰς πάγας, οὐ δεύτερον ἁλίσκεται. Ὄνος ἅγει μυστήρια. Ἐπὶ τῶν ἀναξίως τι ἐμε πεπιστευμένων. *Ονου γνάθοι. Εἰς πολυφάγον. "Όπου έλαφοι τὰ κέρατα αποβάλλουσι, τόποι δύσβατοι. Ἐπὶ τῶν ἐργώδεις εὑρεῖν τὰς διατριβάς ποιουμένων. Οἱ μὲν γὰρ οὐκ ἔτ᾽ εἰσὶν, οἱ δ' ὄντες κακοί. Οἴκοι τὰ Μιλήσια, μὴ γὰρ ἐνθάδε. Ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἤθη, ἢ ἐπι τηδεύματα διαβεβλημένα. Μιλήσιος γὰρ παρά Δα κεδαιμονίοις δημηγορῶν, καὶ τὴν οἴκοι τρυφὴν ἐπαι νῶν, ἤκουσε ταῦτα, Οἶνος, ὦ παῖδες, ἀλήθεια. Ονος εἰς ἄχυρα. Οὐδ᾽ ὕεται, οὔθ᾽ ἡλιοῦται. Ἐπὶ τῶν ἀναισθή των. Οὐκ ἐπαινεθείης οὐδὲ παρὰ δεῖπνα. Ἐπὶ τῶν φαυλοτάτων καὶ οὐδενὸς ἀξίων. Εἰώθασι γὰρ ἐν τοῖς ἀπὸ τῶν ἀποθανόντων δείπνοις αὐτούς ἐπαινεῖν, κἂν ἔτυχαν ὄντες φαυλότατοι. Οίκοθεν ὁ μάρτυρ. Ἐπὶ τῶν καθ' ἑαυτῶν φερόν των μάρτυρας. *Ονος ἐν μελίσσαις. Ἐπὶ τῶν ἐν κακοῖς περιο πεσόντων. Ονος λύρας ἀκούσιν. Ἐπὶ τῶν ἀξυνέτων. *Ονψ τις έλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐπέσειεν. Πολλῶν ἀχύρων ὀλίγον καρπὸν ἀνήγαγον. Παρὰ κωφῷ διαλέγῃ. Πρὸς σῆμα μητρυιᾶς κλαίει. Ἐπὶ τῶν προσ ποιουμένων. Πολλαῖσι πληγαίς δρυς δαμάζεται. Ἐπὶ τῶν δυσαλώτων. Πρὶν τοὺς ἰχθὺς λαβεῖν, τὴν ἄλλην κυκᾷς. Ἐπὶ τῶν τοὺς καιρούς προλαμβανόντων. Πολλαὶ κυνὸς ἄῤῥενος εὐναί. Ἐπὶ τῶν κατωρε ρῶν εἰς τὰ τῆς Αφροδίτης ἔργα. Πολλάκις μωρὸς ἀνὴρ κατὰ καίριον εἶπε.
col. 465–466page 229 of 231
PG 142:465Πολλά μεταξύ κύλικος καὶ χείλεος άκρου. Πλίνθον πλύνεις. Ἐπὶ τῶν ἀδυνάτων. Πτωχοῦ πήρα οὐ πίμπλαται. Ἐπὶ τῶν ἁπλή στων. Ποικιλότης ύδρας. Ἐπὶ τῶν δολερῶν. Πολλοί σε μισήσουσιν ἂν σαυτὸν φιλῇς. Πῦρ ἐπὶ δαλὸν ἐλθόν. Πολλ᾽ οἶδ' ἀλώπηξ, ἀλλ' ἐχῖνος τὸ μέγα. Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκο χει. Πρὸς κέντρα λακτίζειν. Προφάσεως δεῖται μόνον ἡ πονηρία. Πρὸ τῆς νίκης ᾄδεις εγκώμιον. Πολλὰ ψεύδονται ἀοιδοί. Ποταμὺς πρὸς θάλατταν ἐρίζει. Ἐπὶ τῶν ἀδυνά των. Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους. Πεινᾶσαν ἀλώπεκα ὕπνος ἔρχεται. Πενίη σοφίην ἔλαχεν. Πάντα πέτρον κινήσω, πάντα κάλων. Πρὸς λέοντα δορκάδες συνάπτουσι μάχας. Ρόδιοι τὴν θυσίαν. Ἐπὶ τῶν ἐν ἱεροῖς βλασφημούντων. Ραχίας λαλίστερος. Ἐπὶ τῶν ἀδολέσχων. Ψό φον γὰρ ἀποτελεῖ βαλλομένη τοῖς κύμασιν. Ραδαμάνθιος κρίσις. Η δικαιοτάτη. Ρόδον παρελθὼν μηκέτι ζήτει πάλιν. 'Ρεχθὲν δέ τε νήπιος ἔγνω. Ρηγίνων δειλότερος. Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. Συνῆλθεν Ατταγᾶς Νουμηνίῳ. Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. Συγγνώμη πρωτοπείρῳ. Ἐπὶ τῶν ἐν πρώτοις ἁμαρτανόντων. Σαρδώνειος γέλως. Ο προσποιητός, καὶ μὴ ἐκ χαιρούτης καρδίας. Σικελική τράπεζα, καὶ Συβαριτική. Σοφία μωροῦ. Ἐπὶ τῶν ἀσύνετα λαλούντων. Σὲ δ' οἰωνίσαιτ' ἄν τις ἰδών. Καὶ Τὸ, τὸν δὲ ἡ νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο. Λ
col. 467–468page 230 of 231
PG 142:467Οδύσσειόν τινα καὶ Θεμιστόκλειον παρεληλυθώς πανουργίαν. εἰς Κυνόσαργες. Σκοπῷ οὐ ταῦτα, ἀλλὰ ἐμαυτὸν, εἴτε τι θηρίον ὢν τυγχάνω Τυφώνος πολυπλοκώτερον, καὶ μᾶλλον ἐπιτετυφωμένον, εἴτε ἡμερώτερόν τε καὶ ἁπλούστερον ζῶον θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει με τέχον. Τυφών Τυφώς Εκατογκεφάλῳ, Τοιοῦτον Θεμιστοκλῆς οὔποτ' ενόησε. Σοφίας γὰρ δόξαν οὗτος ἀπηνέγκατο. Τυφώνος πολυπλοκώτερον. Ταλάντου τάλαντα. Ἐπὶ τῶν σφόδρα πλουσίων. Τὸν κολοφῶνα ἐπέθηκας. Επί μεγάλων πραγ μάτων, καὶ ἐπὶ βεβαίου ψήφου. Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐν τῇ γλώσση τοῦ μεθύοντος. Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἐνέπεσεν. Τὸ κυνός κακὸν ἧς ἀπέτισεν. Ἐπὶ τῶν ἄλλων ἁμαρτόντων, ἄλλων δὲ δόντων δίκην. Τὸν ξύοντα ἀντιξύειν. ᾿Απὸ μεταφορᾶς τῶν ένων. 'Αλλήλους γὰρ ἀντικνήθουσιν. Ἐπὶ ὠφελούν των ἢ ἀντιβλαπτόντων ἀλλήλους. Τοῦ Κροίσου παιδός σιγηλότερος. Τι οὐκ ἀπήγξω ἵνα Θήβησιν ἥρως γίνῃ; Οι γὰρ ἑαυτοὺς διαχειρίζοντες ἐν Θήβαις ἐτιμῶντο. Τὸ Ιππάρχου τειχίον. Ιππαρχος ὁ Πεισιστρά του παρὰ τὴν Πυθίαν τεῖχος ᾠκοδόμησε, πολλὰ τοὺς Αθηναίους εἰς τἀναλώματα ἀναγκάσας. Τὸν ἐγκέφαλον κατασεσεῖσθαι μοι δοκεῖς. Τὸ μὲν νόημα τοῦ Θεοῦ, τὸ δὲ κλέμμ' ἐμόν. Οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεῖζόμενοι ἔλεγον· Ο μὲν Θεὸς ὑπέβαλεν· ὁ ἐργασάμενος δὲ ἐγώ. Τοῦ σελίνου δεῖται. Ἐπὶ τῶν ἰσχυρῶς νοσούν των· εἰώθασι γὰρ στεφανοῦν σελίνοις τὰ μνήματα. Τραγικός πίθηκος. Ἐπὶ τῶν παρ' ἀξίαν σεμνυνομένων. Υβρις ὕβριν ἔτικτε, καὶ ψόγος ψόγον. Ὑπὲρ όνου σκιᾶς. Ἐπὶ τῶν ὑπὲρ μηδὲν πονούν των. ληρώδη, Τυφώνος πολυπλοκώτερον θηρίον, Τυφώνος πολυπλοκώτερος, Τυφ. ποικιλώτερος, οίνῳ ἀλήθεια Κάτοπτρον γὰρ εἴδους χαλκός ἐστ', οἶνος δὲ νοῦ. ΡΑΝΤΙΝ.
col. 469–470page 231 of 231
PG 142:469Ὑπὸ παντὸς λίθου σκορπίος εὔδει. Ἐπὶ κακοήθων. Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷν. Ομοιον τῷ, ὑπερβάθμιον πόδα τείνεις. Ὑπὲρ τῶν ὅλων ἀναῤῥιπτεῖς. Οἷον ὑπὲρ τῶν ὅλων ἀγωνίζῃ καὶ κινδυνεύει;. Υπηνέμια τίκτει. Ψευδῆ καὶ ἀβέβαια. * Υδραν τέμνεις. Ἐπὶ τῶν ἀμηχάνων. ης λουσαμένη εἰς κύλισμα βορβόρου. Της ὑπὸ ρόπαλον. Ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων. Φρύξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος. Νωθροὶ γὰρ δοκοῦσιν οἱ Φρύγες οικέται. Φρυνώνδας ἄλλος. Ἐπὶ τῶν πονηρῶν. Λέγεται δὲ καὶ ἐπὶ μάγων. Χαλεπὸν χορίου κύνα γεύειν. Χρήματ' ἀνήρ· πενιχρὸς δ' οὐδέποτ' ἐσθλός. Χωρὶς τῶν Φρυγῶν καὶ Μυσῶν ὁρίσματα. Χροῒ δῆλα. Φασὶ Φερεκύδην τὸν σοφὸν φθειριασία τελευτῆσαι· εἰπεῖν δὲ πρὸς Πυθαγόραν περὶ τούτου πυνθανόμενον προβαλόντα τὸν δάκτυλον, Χροῒ δῆλα. Χύτραις λημᾷν καὶ κολοκύνταις. Ἐπὶ τῶν ἀμβλυωπούντων. Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις. Ἐπὶ τῶν εἰκῇ λοιδορουμένων. Επιφέρει γάρ, Νῦν δὲ κόσ σμος τοῦτ' ἐστί μοι. Ως ήρως ἐν ἀσπίδι ξενίσαι βούλομαι. Λέγεται ἐπὶ τῶν τοὺς φίλους τοῖς ἑαυτῶν ἔργοις εὐεργετούν των. Ὡσὶν ἑστῶσιν. Ώδινεν όρος, εἶτα μῦν ἀπέτεκεν. παρατόξευσις ἡ ἔξω τοῦ σκοποῦ. Χορίον
Page scan enlarged

Notebook

Full View