PG 143Ephraem of Ainos
Ephraemius the Chronicler
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (Ephraem Chronographia TLG3170.001, complete: Caesares+Patriarchae) — upgraded from OCR — PG column chips mark the printed columns.
PG 143:455ἀλλά γε καὶ τόνδ’ ἀπελαύνει τοῦ θρόνου, πάντα παριδὼν τὰ προηγορευμένα, μετάθεσιν δὲ δραματουργεῖ ποιμένος· ἀρχιθύτην γὰρ τῆς Σιὼν τῆς ἁγίας, κλῆσιν Θεοδόσιον, φύντα Λατίνων, ἐθάδα τῷδε καὶ προήγορον κράτους, εἰς θῶκον ἀνήγαγε τῆς Κωνσταντίνου. ἀλλ’ οὐδὲν ἀπώνατο τῆς κακουργίας· ἀμφοῖν γὰρ ἐκπέπτωκεν ἱεραρχίαιν καὶ τῶνδ’ ἀτίμως ὁ προβληθεὶς ἀκρίτως. Ἔπειτα Γεώργιος ὁ Ξιφιλῖνος, σκευοφύλαξ ὢν τῆς θεοῦ γ’ ἐκκλησίας, ποιμαντικὴν εἴληφε καὶ προεδρίαν. Τούτου θανόντος ἐγκαθίσταται θρόνῳ ὁ Καματηρὸς εὐεπὴς Ἰωάννης, ἴδρις σοφίας παντοδαπῆς καὶ λόγων, ἐπήβολός τε δογμάτων τῶν ἐνθέων, ἐκκλησίας ὢν λευίτης χαρτοφύλαξ· ἐφ’ οὗ παρεστήσαντο Λατῖνοι πόλιν. ὃς ἐξελαθεὶς δυστυχῶς πρὸς Λατίνων θρόνου πατρίδος, τῆς σεμνῆς Βυζαντίδος, οἰκεῖ Διδυμότειχον εἰς ἄστυ φθάσας, ἔνθα θανὼν ἔλιπεν ἡλίου φάος. Μετὰ δὲ τοῦτον ποιμένες Βυζαντίδος οὗτοι προεβλήθησαν ἐν Νικαέων, πρῶτος Μιχαήλ, Αὐτωρειανὸς θέσιν, σακελλάριος λευίτης ἐκκλησίας, ἴδρις σοφίας κοσμικῆς θείας ἅμα. Οὗπερ μεταλλάξαντος ἐν θρόνῳ βίον, Θεόδωρος εἴληφε τὴν προεδρίαν, ἐκκλησίας ὢν λευίτης χαρτοφύλαξ, τοὐπώνυμον σχὼν Εἰρηνικὸς πατρόθεν, φιλοσόφων ὕπατον ἀξίαν λόγους. Καὶ τοῦδε θανόντος δὲ τὴν προεδρίαν Μάξιμος αὐχεῖ καὶ μοναχὸς καὶ θύτης, μονῆς προεστὼς εὐαγοῦς ἀκοιμήτων. Μεθ’ ὃν Μανουὴλ φιλόσοφος τὸν λόγον, φύλαξ ἀκριβὴς καὶ νόμων καὶ κανόνων. Τούτου λιπόντος τὴν κάτω παροικίαν, πολὺς Γερμανὸς τὸν βίον καὶ τὸν λόγον ἀρχιθύτης δέδεικται τῆς Κωνσταντίνου, ἀνὴρ μοναστὴς καὶ θεοῦ θυηπόλος, αὐχῶν Ἀνάπλουν πατρίδα Προποντίδος, ἐκκλησίας τρόφιμος ὢν τῆς ἐν πόλει· εἶτα μονάσας, καὶ φανεὶς θεοῦ λάτρις Γεωργίῳ μάρτυρι καὶ πεφιλμένος, ἔλαχε ποίμνην ἰθύνειν Βυζαντίδος. Τούτου μεταστάντος δὲ πρὸς τὸν δεσπότην καὶ συναφθέντος πατριαρχῶν ἁγίοις, Μεθόδιός τις, καὶ μοναχὸς καὶ θύτης, μονῆς προεστὼς τῆς Ὑακίνθου τότε, ἐπὶ βράχιστον ἀπολαύει τοῦ θρόνου. Οὗπερ θανόντος καὶ λιπόντος τὸν βίον ὁ πρωτοθύτης Μανουὴλ ἔσχε θρόνον τῶν ἐν βασιλείοις γε κατειλεγμένων, γέρων προσηνής, μειλίχιος τὸν τρόπον. Χρησαμένου τέλει δὲ τοῦδε τοῦ βίου Ἀρσένιός τις εὐλαβὴς μονοτρόπων, τῶν ἀρετῶν κάλλιστος ἔμψυχος θρόνος, εἰς ποιμενάρχην ᾑρέθη Βυζαντίδος, σειρὰν γένους ἕλκων μὲν ἐκ Βυζαντίου, κόμην δὲ καρεὶς ἐν μοναῖς τῆς Νικαίας, καὶ τῇδε δειχθεὶς καὶ μονῆς ἐπιστάτης· εἶθ’ ἡσυχάζων καὶ θεῷ προσανέχων ἐν Ἀπολλωνιάδος ἀσκητηρίοις ἀφῖκτο κληθεὶς εἰς πόλιν Νικαέων πρὸς τοῦ κρατοῦντος Αὐσόνων Θεοδώρου, καὶ πάντα βαθμὸν ἀνύσας ἐκκλησίας εἰς ὕψος ᾔρθη ποιμεναρχίας μέγα. Αὐθαιρέτως τούτου δὲ λιπόντος θρόνον, μονῇ δὲ αὑτὸν εὐαγῶς δεδωκότος, Νικηφόρος πρόεδρος ὢν Ἐφεσίων προεδρίαν εἴληφε τῆς Κωνσταντίνου, ὃς ἀρχιλευίτης πρὶν ἦν παλατίου, ἀνὴρ ἀμεμφής, παρθένος διὰ βίου. Τούτου τελευτήσαντος ἐν προεδρίᾳ Ἀρσένιος πρώτιστος ἀπολαμβάνει τῆς βασιλίδος ἱερὰν προεδρίαν. καθαιρέσει τούτου δὲ καθυπηγμένου πρὸς ποιμεναρχῶν καὶ δικαστῶν τῶν τότε, εἶτ’ ἀπελαθέντος τε τῆς ἐκκλησίας, εἰς Προικόνησον δ’ ἀπαχθέντος νησίδα, τῆς Ἀδριανοῦ Γερμανὸς ἀρχιθύτης μεταθέσει δέδεικτο καὶ Βυζαντίδος. Τούτου παραιτήσει δὲ λιπόντος θρόνον ἀνὴρ Ἰωσήφ, ὀρθοδοξίας στῦλος, κλέος μοναστῶν ἅμα καὶ πρεσβυτέρων, μονῆς προεστὼς εὐαγοῦς Γαλησίου, πρᾶος χαρίεις καὶ θεοῦ τρέμων νόμους, πτωχοτρόφος φίλοικτος, εὔσπλαγχνος φύσει, εἰς πατριαρχῶν τὸν περίπυστον θρόνον ἀνάγεται δὴ κανονικῶς ἀξίως, κλήρου πέλων εἷς τοῦ βασιλείου πάλαι, γήμας τε σεμνῶς καὶ τεκὼν θυγατέρα· εἶτ’ ἀποβαλὼν θανάτῳ συνευνέτιν, καὶ τὰ μοναχῶν ὑποδὺς ὁμοψύχως, ὤφθη δοχεῖον ἀρετῶν τῶν ἐνθέων, ἔπειτα ποιμὴν τῆς μονῆς Γαλησίου, καὶ ποιμενάρχης ἀρχιθύτης τ’ αὖ μέγας. ἐπεὶ δ’ Ἰταλῶν δόγμα παρεισεφθάρη ἐν τῇ καθ’ ἡμᾶς οὐ καλῶς ἐκκλησίᾳ τούτου διιθύνοντος εὐσεβῶς θρόνον, καὶ τῷδ’ ἐπῆκτο τάδ’ ἐπαινεῖν τις βία, ὁ δ’ ἀκλινῶς ἥδραστο δογμάτων βάσει. ἐκβάλλεται δὴ τοῦ θρόνου μαλ’ ἀδίκως, ὡς ὑπεραθλῶν δογμάτων ὀρθῶν ἄγαν, εἰς δ’ ἀλλοδαπὴν ἀπελαύνεται χθόνα, καθαιρετικὴν ψῆφον ἀρχιποιμένων σχεδιασάντων κατὰ τοῦδ’ ἀναιτίως. τοῦδ’ ἀπελαθέντος δὲ τῆς προστασίας, Ἰωάννης τις τὴν ἐπίκλησιν Βέκκος ἀντικατέστη, συμφρονῶν τοῖς Λατίνοις, ἐκκλησίας ὢν χαρτοφύλαξ λευίτης, ἀνὴρ σοφός τις, ἐντεθραμμένος λόγοις. τοῦδ’ ἐκδιωχθέντος δὲ τῆς ἐκκλησίας νεύσει κρατοῦντος εὐσεβοῦς Ἀνδρονίκου ζήλῳ τε πιστῶν, ὡς προμάχου Λατίνων, πάλιν Ἰωσὴφ ἀπολαμβάνει θρόνον. Οὗπερ λιπόντος τὸν βίον καὶ τὸν θρόνον, σοφός τις ἀνήρ, Γρηγόριος Κυπρόθεν, λόγων σοφῶν μαίευμα, Μουσῶν ἑστία, εἰς πατριαρχῶν ἀνεβιβάσθη θρόνον· ὅστις πατρίδος καὶ πατρικῆς οἰκίας φυγὰς ὑπάρξας παῖς ἔτι πω τυγχάνων παιδεύσεως ἔρωτι καὶ μαθημάτων ἐλθὼν κατοικεῖ πρὸς πόλιν Κωνσταντίνου, αὑτὸν δὲ μαθήμασιν ἐκδοὺς καὶ πόνοις ἀφῖκτο πρὸς μέγα τι παιδείας βάθος· εἶτα καταστὰς γνώριμος στεφηφόρῳ καὶ συνταγεὶς κλήρῳ τε τοῦ παλατίου, ἀρχιθύτης πέφηνε τῆς Κωνσταντίνου, τὰ τῶν μοναχῶν πρὶν τελεσθεὶς ὡς ἔθος. Αὐθαιρέτως τούτου δὲ λιπόντος θρόνον, Ἀθανάσιος ἐκ καλῆς ἡσυχίας, ἀσκητικός τις ἐν μονοτρόποις θύτης, γεννάδας ἀνήρ, καρτερικὸς πρὸς πόνους, ἀντικατέστη τῷ Βυζαντίδος θρόνῳ. Τούτου παραιτήσει δὲ λιπόντος θρόνον, ὅσιος ἀνήρ, εὐλαβὴς Ἰωάννης, γαληνός, εὐέντευκτος, ἀρετῶν θρόνος, κλέος μοναχῶν ἅμα καὶ πρεσβυτέρων, πλέον δὲ πλουτῶν πραότητα καρδίας, ἐπαξίως εἴληφε τὴν προεδρίαν, ὡρμημένος μὲν ἐκ μερῶν Μεσημβρίας, γάμοις ὁμιλήσας δὲ σεμνοῖς ἐν βίῳ, καὶ παιδὸς ὀφθεὶς ἄρρενος φυτοσπόρος, ἑκών τε λιπὼν γαμετῆς συνοικίαν, ἀσκητικὸν προύκρινεν ἔνθεον βίον. ἐνστάσεως οὖν συμπροϊούσης βίῳ, Ῥώμης ἐδείχθη πατριάρχης τῆς νέας. Τούτου δ’ ἑκόντος ἀπολιπόντος θρόνον πάλιν Ἀθανάσιος ἔσχε τὸν θρόνον. καὶ τόνδε λοιπὸν αὖθις ἀπειπαμένου μεταθέσει δέδεικτο Κυζίκου Νίφων τῆς βασιλίδος ἀστέων ἀρχιθύτης, ἀνὴρ μοναχός, ἀγχίνους ἐν πρακτέοις, παιδεύσεως μὲν ἀδαὴς ἐγκυκλίου, ἐπήβολος δὲ καὶ φρενῶν πεπλησμένος, Βέρροιαν αὐχῶν τὴν δυτικὴν πατρίδα, λαύρας ὑπάρξας προστάτης τῆς καθ’ Ἄθω. εἶτα κατέστη ποιμενάρχης Κυζίκου καὶ πατριάρχης τῆσδε Κωνσταντίνου. Τοῦδ’ ἐγγραφῇ δὲ θῶκον ἀπειπαμένου Ἰωάννης τις, ὁ Γλυκὺς δὲ τοὐπίκλην, συγκλητικός τε καὶ λογοθέτης δρόμου, εἷς ὢν ἀρίστων καὶ σοφῶν λόγων ἴδρις, χειρίζεται δὴ τὴν λεὼ προστασίαν. Καὶ τοῦδ’ ὁμοίως θῶκον ἀπειπαμένου Γεράσιμός τις, καὶ μοναχὸς καὶ θύτης, πόλιν Φιλαδέλφειαν αὐχῶν πατρίδα, μονῆς προεστὼς χρηματίσας Σωσάνδρων, προεδρίαν εἴληφε τῆς Κωνσταντίνου. Τούτου τὸ βιοῦν ἐν θρόνῳ λελοιπότος ἀνὴρ μοναχός, εὐλαβὴς Ἠσαί̈ας, πρᾶος γεραρὸς καὶ ταπεινόφρων γέρων, κλέος μοναστῶν τῶν βιούντων κατ’ Ἄθω, Ἤπειρον αὐχῶν πατρίδα παλαιτέραν, εἰς ὕψος ἀνήνεκτο ποιμεναρχίας.
PG 143:378ΤΕΛΟΣ.
PG 143:13
PG 143:15
PG 143:17
PG 143:19
PG 143:21
PG 143:23
PG 143:25
PG 143:27
PG 143:29
PG 143:31
PG 143:33
PG 143:35
PG 143:37
PG 143:39
PG 143:41
PG 143:43
PG 143:45
PG 143:47
PG 143:49
PG 143:51
PG 143:53
PG 143:55
PG 143:57
PG 143:59
PG 143:61
PG 143:63
PG 143:65
PG 143:67
PG 143:69
PG 143:71
PG 143:73
PG 143:75
PG 143:77
PG 143:79
PG 143:81
PG 143:83
PG 143:85
PG 143:87
PG 143:89
PG 143:91
PG 143:93
PG 143:95
PG 143:97
PG 143:99
PG 143:101
PG 143:103
PG 143:105
PG 143:107
PG 143:109
PG 143:111
PG 143:113
PG 143:115
PG 143:117
PG 143:119
PG 143:121
PG 143:123
PG 143:125
PG 143:127
PG 143:129
PG 143:131
PG 143:135
PG 143:137
PG 143:141
PG 143:143
PG 143:145
PG 143:147
PG 143:149
PG 143:151
PG 143:153
PG 143:155
PG 143:157
PG 143:159
PG 143:161
PG 143:163
PG 143:165
PG 143:167
PG 143:169
PG 143:171
PG 143:173
PG 143:175
PG 143:177
PG 143:179
PG 143:181
PG 143:183
PG 143:185
PG 143:187
PG 143:189
PG 143:191
PG 143:193
PG 143:195
PG 143:197
PG 143:199
PG 143:201
PG 143:203
PG 143:205
PG 143:207
PG 143:209
PG 143:211
PG 143:213
PG 143:215
PG 143:217
PG 143:219
PG 143:221
PG 143:223
PG 143:225
PG 143:227
PG 143:229
PG 143:231
PG 143:233
PG 143:235
PG 143:237
PG 143:239
PG 143:241
PG 143:243
PG 143:245
PG 143:247
PG 143:249
PG 143:251
PG 143:253
PG 143:255
PG 143:257
PG 143:259
PG 143:261
PG 143:263
PG 143:265
PG 143:269
PG 143:273
PG 143:275
PG 143:277
PG 143:279
PG 143:281
PG 143:283
PG 143:285
PG 143:287
PG 143:289
PG 143:291
PG 143:293
PG 143:295
PG 143:297
PG 143:299
PG 143:301
PG 143:303
PG 143:305
PG 143:307
PG 143:309
PG 143:311
PG 143:313
PG 143:315
PG 143:317
PG 143:319
PG 143:321
PG 143:323
PG 143:325
PG 143:327
PG 143:329
PG 143:331
PG 143:333
PG 143:335
PG 143:337
PG 143:339
PG 143:341
PG 143:343
PG 143:345
PG 143:347
PG 143:349
PG 143:351
PG 143:353
PG 143:355
PG 143:357
PG 143:359
PG 143:361
PG 143:363
PG 143:365
PG 143:369
PG 143:371
PG 143:373
PG 143:375
Page scan enlarged

Notebook

Full View