PG 144Matthew Blastares
Matthaeus Blastares
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 953–954page 1 of 224
PG 144:953γλώσση χρωμένοι, καὶ παραπέμπων τὸν βουλόμενον ἐπισκέπτεσθαι πρὸς τὰ ἐξ αὐτῶν παντοῖα βιβλία καὶ πλεῖστα· τοσοῦτο νῦν προστίθημι μόνον, ὡς ἄρα τῆς ᾿Αττικῆς γλώττης καὶ χάριτος, τραχύτερον μὲν Αἰγύπτιοι καὶ ἀγροικότερον ἐχρήσαντο τὴν ἑρμηνείαν· Φοίνικες δὲ καὶ Σύριοι καὶ ἔτι Ασιανοί τε καὶ Ιωνες ἱλαρώτερον· καὶ πάντα τρόπον τὴν ὁμαλὴν καὶ δύσιμον καὶ ἄποιον καθάπαξ καὶ ἀπρόσκο τον τοῖς ὠσὶν είλοντο. θαῖος οἰκτρὸς ἀρετῆς πάσης ξένος Πίνακα τοῦτον
col. 955–956page 2 of 224
PG 144:955οἰκτροῦ μοναχοῦ Ματθαίου θύτου, μοναχός θύτης, 6,: Ελεγχος τῆς πλάνης τῶν Λατίνων. "Αρτι μὲν ἡ τοῦ Χριστοῦ. Μαι
col. 957–958page 3 of 224
PG 144:957Σύνταγμα κατὰ στοιχεῖον τῶν ἐμπεριειλημμένων ἁπασῶν ὑποθέσεων τοῖς ἱεροῖς καὶ θείοις κανόσι, πονηθέν τε ἅμα καὶ συντεθὲν τῷ ἐν ἱερομονάχοις ἐλαχίστῳ Ματθαίῳ τῷ Βλα Πόσου τοίνυν ἄξιον ἂν εἴη μακαρισμοῦ ὁ θαυμάσιος Συμεὼν ὁ τὸ καλεῖσθαι Μεταφραστής διαφερόντως τῶν ἄλλων ἀπενεγκάμενος, ὁ τῇ ἐπινοίᾳ τοῦ ἁγίου Πνεύματος τὰ τῶν ἁγίων μαρτύρων ὑπὲρ ἀληθείας σκάμματα πολλοῖς ἱδρῶσι καὶ πόνοις συγγραψάμενος, καὶ δυνάμει λόγου καὶ σοφίᾳ καλλύνας εἰς ὕμνον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δόξαν διαιωνίζουσαν τῶν ὑπὲρ αὐτοῦ ἡγωνισμό των ἁγίων μαρτύρων, καὶ πᾶν δυσσεβὲς ἀποῤῥάψας στόμα, καὶ μηδ' Αντιναοῦν πρόφασιν ἀμφιβολίας τοῖς Χάρις τῷ μακαρίτῃ Μεταφραστῇ τῷ τὰ μαρτυρικὰ ὑπὲρ τῆς ἀληθείας σκάμματα πολλοῖς πόνοις καὶ ἱδρῶσι κατακαλλύναντι εἰς ὕμνον Θεοῦ καὶ δόξαν

Alphabetical Syntagma of All Matters Contained in the Sacred and Divine CanonsSyntagma Alphabeticum Rerum omnium quae in sacris divinisque canonibus comprehenduntur

col. 959–960page 4 of 224
Syntagma Alphabeticum Rerum omnium quæ in sacris divinisque canonibus comprehenduntur
PG 144:959ΣΥΝΤΑΓΜΑ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΤΩΝ ΕΜΠΕΡΙΕΙΛΗΜΜΕΝΩΝ ΑΠΑΣΩΝ ΥΠΟΘΕΣΕΩΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΚΑΙ ΘΕΙΟΙΣ ΚΑΝΟΣΙ ΠΟΝΗΘΕΝ ΤΕ ΑΜΑ ΚΑΙ ΣΥΝΤΕΘΕΝ ΤΩ ΕΝ ΙΕΡΟΜΟΝΑΧΟΙΣ ΕΛΑΧΙΣΤΟ ΜΑΤΘΑΙΩ ΤΩ ΒΛΑΣΤΑΡΗ. ΠΡΟΘΕΩΡΙΑ. Τὸ τῶν ἱερῶν καὶ θείων χρῆμα κανόνων ήνθησε μὲν ἀπ' αὐτῆς, ὡς ἔπος εἰπεῖν, τῆς θεανδρικῆς ἐν τῷ κόσμῳ πολιτείας τοῦ Λόγου, ἀφ' οὗ δὴ καὶ τὸ τῶν Χριστιανῶν σεβάσμιον δόγμα, τῇ πολυστόμω τῶν ἀποστόλων σάλπιγγι, ἀνὰ τὴν οἰκουμένην σύμ πασαν τῷ δώρῳ τῆς χάριτος ἤχησε· ταῖς κατὰ μέρος δὲ προσθήκαις αὐξάνον καὶ πλατυνόμενον διὰ τῶν ἐμπιπτόντων τῇ Ἐκκλησίᾳ κατὰ διαφόρους αἰτίας καὶ χρόνους νεωτέρων πραγμάτων, ἄχρι τῆς ἁγίας καὶ οἰκουμενικῆς ἑβδόμης συνόδου ἔστη σχεδόν ἀκραιφνῆ μέντοι καὶ εἰς ἡμᾶς τὴν οἰκείαν ἀκμὴν Θεοῦ χάριτι διατετήρηκε, μηδὲν τῆς τοῦ χρόνου παραπολαῦσαν ἐπιβουλῆς. Οὗτοι γάρ μοι δοκοῦσιν εἶναι οἱ πολὺ μὲν τὸ ποικίλον καὶ διάφορον ἔχοντες τίμιοι λίθοι, μίαν δὲ τὴν τῆς Ἐκκλησίας ὑφαίνοντες οἰκονομίαν, συντιθέμενοι καὶ συναρμολογούμενοι, ὧν τὰς τοῦ ᾅδου πύλας μήποτε κατισχύσεινό Σωτὴρ ἡμῶν ἀπεφήνατο. Ἐπεὶ γὰρ μετὰ τὸ ἀνα θῆναι τὸ σωτήριον κήρυγμα, ὁ τῆς εἰδωλομανία; πλάνος ἀπήνθει καὶ ἐμαραίνετο, καὶ εἰς τὸ ἀνύπαρκτον, ὡς εἶχε φύσεως, διελύετο, ώσπερεί σκότος τῇ ἐπεισαγωγῇ τοῦ φωτὸς, μὴ ἐνεγκὼν τὰ τῆς ἥττης ταύτης ὁ πονηρός, οὐκ ᾤετο δεῖν ἠρεμεῖν, ἀλλὰ τῆς οἰκείας διπλόης ἐπιμνησθεὶς, καὶ ἀνθρώπους ὀλές θρους καὶ δυσσεβεῖς ὑποδὺς, ἑτέρῳ τρόπῳ νόθος καὶ ἀπατηλοῖς δόγμασι, τῆς ἀληθείας αὖθις ἐπειρᾶτο περιγενέσθαι, τοῖς δευτέροις φιλονεικῶν ἀποκρύψαι
col. 961–962page 5 of 224
PG 144:961τὰ φθάσαντα. Αλλά λύκος ὤφθη, τῇ τοῦ λόγου, μά την χανών σύνοδος γὰρ ὡς τάχιστα θεοφόρων Πα τέρων, οἰκουμενικαί τε ἅμα καὶ τοπικαί, καιρούς ἰδίοις Αθροίζοντο, καὶ τῆς τούτου λύσσης τὴν λώβην ἀπεωθοῦντο. Αἱ μὲν γὰρ ταύτην ειλήφασι τὴν ἐπω νυμίαν, τῷ κελεύσει τῶν κατ' ἐκεῖνο τοῦ καιροῦ βασιλέων, οἰκειότερον δ᾽ εἰπεῖν, τοῦ ἁγίου Πνεύματος, συνδεδραμηκέναι εις τινα πόλιν τοὺς ἀνὰ πᾶσαν τὴν ὑπὸ ῾Ρωμαίοις ἀρχὴν ποίμνης προεστηκότας οἷς δέ γε μὴ παρὸν τὴν ἐκδημίαν στείλασθαι ταύ την, ἀποστόλοις χρησαμένους οἰκείοις, ἐφ᾽ ᾧ δημο τελεῖ τῇ χειροτονί, ήτοι ψήφισμα περὶ τῆς εὐσε δοῦς πίστεως τροπαίου κρεῖττον εξενεγκεῖν, ἢ, κοι νῆς προσδοκωμένης περὶ τὴν εὐσέβειαν ζημίας, τοῖς ὅπλοις φραξαμένους τῆς ἀληθείας, τὴν ταύτης λύμην ἐπαύσασθαι. Αἱ δὲ τοπικαὶ προσηγορεύθησαν, ἅτε μιᾶς ἐπαρχίας ἐπισκόπων πρὸς τὸν αὐτῶν ἐξαρχον συνεληλυθότων, οὐ τῶν κατὰ πᾶσαν τὴν οἰκουμένην μετακληθέντων, οὐδὲ μὴν περὶ κοινοῦ δόγματος τῆς ζητήσεως οὔσης, ἀλλ᾽ ἢ πρὸς βεβαίωσιν τῶν ὁρι σθέντων ταῖς προλαβούσαις συνόδοις, ἢ πρὸς καθαίρεσιν τῶν ἀπ' ἐναντίας αὐτοῖς τολμησάντων ἰέναι, ἢ περὶ κανόνων καὶ ζητημάτων εἰς τὴν κοινὴν εὐταξίαν συντελούντων τῆς Ἐκκλησίας. Οὗτοι δὴ πάντες, οὐχ ὅπως τὰ ἐπισπειρόμενα νόθα τῶν δογμάτων είζαις αὐταῖς ἐξίωσαν ἐξελεῖν, σπουδὴν πᾶσαν εἰσ ενεγκάμενοι, ἀλλά γε καὶ θεσμούς συντάξαι βιωφελεῖς, τὴν ἱερὰν ἡμῶν πολιτείαν ἐπανορθοῦντας, καὶ πρὸς ἀκρίβειαν δογμάτων ἅμα καὶ βίου θεοφιλούς ἡμᾶς ἐκπαιδεύοντας, διπλῆν ἀνθ᾽ ἁπλῆς τῷ τυράννῳ, ὡς τῆς ἱερᾶς τοῦ Χριστοῦ ποίμνης πρόβολοι, εντεί. Ο νοντες τὴν πληγήν· οὕτως ἔγνω καθ' ἑαυτοῦ σοφισάμενος, καὶ, ὡς τὰ πανούργα τῶν θηρίων, ταῖς ἐπυ τοῦ τέχναις ἁλούς· βεβαιότερον γὰρ ταύτῃ τὸ θεῖον ἔλαβε κήρυγμα καθιστάς, οχυρώμασι πλείοσι τῆς Εκκλησίας ἑαυτὴν ἀσφαλισαμένης, καὶ νηπίων τοξεύματα τὰ τούτου μηχανήματα ἐλεγχούσης τοσοῦτο γὰρ ἀπέσχον τοῦ καταπτῆξαι τὴν πρὸς τοῦ τον ἀγωνίαν καὶ διαμάχην οἱ τῆς ἱερᾶς ἀγελάρχαι ποίμνης, ὥστε καὶ τῆς σφῶν ἀνδρίας καὶ τῆς ἀρε τῆς ἐπίδειξιν, καὶ ἀφορμὴν βραβείων, τὰ ἐκείνου ἡγήσαντο σκαιωρήματα· οὕτω τῇ προθυμία τοὺς ἐν τοῖς στεφανίταις διαύλους ἀπέκρυψαν, τοσούτῳ θαυμασιωτέραν τὴν εὐψυχίαν ἐπιδειξάμενοι, ὅσῳ καὶ περὶ καλλιόνων ἄθλων ἦν αὐτοῖς ὁ ἀγών· οὐ γὰρ ἔδει καὶ μὴ ἀναιμωτὶ τῆς ἀληθείας ὑπερμαχῆσαι, εἰς τοῦθ᾽ ἦχον προθυμίας καὶ γενναιότητος, ὡς μικροῦ καὶ τῇ σφῶν ἐπιμέμφεσθαι φύσει, μὴ περ ψυχνία μυρίους ὑπὲρ τῆς ἀληθείας θανάτους ὑπε νεγκεῖν, ἀλλὰ μέχρι τοῦ ἑνὸς στῆσαι τὸ τῆς παρα σκευῆς ταύτης φιλότιμον· τοσοῦτο τῆς ἐξαπάτης οἱ τῆς εὐσεβείας περιεγένοντο πρόβολοι, μηδὲν ίχνος δειλίας ἢ δείματος ταῖς ὄψεσιν ὑποφήναντες. Τούτων τοίνυν τῶν ἀριστέων, τῶν κοινῇ συνεληλυθότων, τοὺς ἱεροὺς καὶ θείους κανόνας, ὡς ἄνωθεν κατενεχθέντας θείους χρησμούς, ἡ Ἐκκλησία εἰς τόδε τοῦ χρόνου σέβει τε καὶ τιμᾷ, τῶν θείων εὐαγγελίων οὐκ ἔλαττον, ἐπεὶ κἀκεῖνα πηγαὶ τούτων ἀτεχνῶς καὶ είναι καθέστηκεν. Οὐ μὴν ἀλλὰ καὶ ὅσα τῶν ἱερῶν
col. 963–964page 6 of 224
PG 144:963ἀνδρῶν ἔνιοι, ὧν ὁ μεταξὺ χρόνος τὸ περιὸν οὐκ Οὐ μὴν ἀλλὰ καὶ τῶν νωθρῶς περὶ τὴν θεραπείαν ίσχυσε κρύψαι τῆς ἀρετῆς, ἐν ἐπιστολαῖς, ἰδίᾳ κατά πεῦσιν καὶ ἀπόκρισιν συντεθείσαις, εὐσεβῶς εἰρή κασι, κανόνος φέροντα τύπον, ὡς κανόνας ἡ Ἐκκλησ σία ἐδέξατο, καὶ τοῖς προλαβοῦσι τῶν συνόλων εξ μάλα συνήρμοσεν. Εἰ γὰρ καὶ τοῖς μεγάλοις Βασι λείῳ τῷ πάνυ, καὶ Γρηγορίῳ τῷ Θεολόγῳ δοκεῖ χρῆναι κανόνας ἐκκλησιαστικούς εκείνους λέγειν τε καὶ νομίζειν, οὓς οὐ καθ᾿ ἑαυτόν τις, ἀλλὰ πλείους ἅγιοι Πατέρες εἰς ταυτό συνιόντες, κοινῇ γνώμῃ καὶ μεμεριμνημένῃ βασάνῳ διετάξαντο, ἀλλά γε τῷ διὰ πάντων ἐκλάμψαι, καὶ τοὺς ταῦτα γράψαντας ὥσπερ ἀστέρας, καὶ τῷ πολλοῖς μαρτυρίοις ἐπιγνωσθῆναι, μὴ θειοτέρας χωρὶς ἐπιπνοίας ταῦτα συντεταχέναι, ἥκιστα ταῖς τῶν συνόδων ζητήσεσιν ἀπεμφαίνοντα, ἀλλὰ τὸ συγγενὲς τῆς προκειμένης πόρρωθεν ἐμφα νίζοντα πραγματείας, τοῖς ἱεροῖς ἐνεγράφησαν καὶ τὰ τούτων κανόσι. Τούτοις τοίνυν προσήκει τοὺς τῆς εὐσεβείας τροφίμους εκάστοτε προσανέχειν, καὶ τὸ τῆς ψυχῆς ἀεικίνητον προσδεσμεῖν, καὶ μὴ διδόναι καιρὸν αὐτῇ τῶν γνησίων ἀφεμένῃ δογμάτων πρὸς τὰ νόθα κατολισθαίνειν· οὕτω γὰρ αὐτῇ λόγοις καὶ πράγμασιν ἀγαθοῖς ἐνδιατριβούσῃ, καὶ τὰς ἐξ ὄψεως ὀνείρων φαντασίας ἐνθέους ἔχειν ὑπάρξει· τούτοις γὰρ τὸ περὶ τὰ δόγματα εὐθὲς τοῦ σκολιοῦ, καὶ τὸ γνήσιον τοῦ νόθου, πάσης λίθου Γυδίας ἀκριβέστερον διακρίνεται· οὗτοι δεσπόταις νομοθετοῦσι καὶ δεύ λοις, ἄρχουσι καὶ ἀρχομένοις, γονεῦσι καὶ τέκνοις, ἀνδράσι καὶ γυναιξί, γάμῳ καὶ ἀγαμίᾳ, ἐγκρατείς καὶ τρυφῇ, σοφίᾳ καὶ ἀμαθίᾳ· ταῦτ᾽ ἄρα καὶ βασι λέας παντὸς μᾶλλον τιμᾶν ἐπιτάττοντες, πλέον αξ θις ἢ χρὴ, ταῖς ἀλογίστοις τούτων οὐκ ἐφιᾶσιν ὑποπίπτειν ἐπιταγαῖς, πολλοῦ γε δεῖ ὑπάρχων στρατηγών. Ηγε μὴν πλείων τούτοις σπουδὴ περὶ τὸ βασίλειον τῆς Ἐκκλησίας καθέστηκεν ἱερά τευμα, ὅπως μὴ ἀνάξιοι τοῦ ἐγγίζοντος ὀφθεῖεν Θεοῦ οἱ ἐγγίζειν λαχόντες αὐτῷ, τῷ μὴ κατὰ θέλη σιν ἐκείνου βιῶναι, ἀλλ᾽ εἰς τοῦθ' ήκοντας ἀρετῆς, ὡς ταῖς περὶ Θεὸν ἀγγελικαῖς δυνάμεσι, τὸ τῆς ψυχῆς ἐκ τῶν ἐνόντων ἀφομοιοῦν εὐγενές, καὶ τὰ τούτων μετὰ τῆς ὕλης δεικνύναι, μὴ τὸ τῇ φύσει περικείμενον ἄχθος προϊστάμενοι· τούτους οὐκ ἂν τις ἁμάρτοι κοινὸν προσειπών ἰατρεῖον, ἑκάστοις τῶν νοσούντων κατάλληλα κεραννύντας τὰ φάρμακα. διακειμένων τοὺς μὲν, ἀνατεινόμενοι τὰ δεινότατα, διεγείρουσι, τοῖς δὲ, τὰς τῶν μελλόντων ἐπαγγελίας προμνώμενοι, οὐ χαλεπῶς προσάγονται· ἔστι δὲ οὺς μὴ προσιεμένους μήτε τὰ φάρμακα, μήτε τὰ ἐπιτάγματα τούτων, ἀλλ᾽ ἑαυτοῖς τὸν τῆς μετανοίας λιμένα τῇ ἀπειθεία προσχώσαντας, παντὸς βασιλέως αὐθεντικώτερον μετιόντες τῆς αἰωνίου κληρουχίας ὑπερορίζουσιν. Ενθεν τοι, καὶ τὸ πάλαι τινὶ τῶν θύραθεν ειρημένον, τοῖς θείοις οὐχ ἥκιστα θεσμοί;, ὡς γέ μοι δοκεῖ, ἀρμόσειεν ἄν· πεπείσμεθα γὰρ τούτους, εὕρημα μὲν καὶ δῶρον εἶναι Θεοῦ, δόγμα δὲ γενναίων καὶ θεοφόρων ἀνδρῶν, συνθήκην της Εκκλησίας κοινὴν, ἐπανόρθωμα τῶν ἑκουσίων καὶ τῶν παρὰ βούλησιν ἁμαρτημάτων, καὶ πολιτείας
col. 965–966page 7 of 224
PG 144:965εὐσεβοῦς τε καὶ πρὸς ἀτελεύτητον ἀγούσης ζωὴν ἡγεμόνας καὶ ἀγωγούς. Εγώ γοῦν τοὺς ἐπὶ βεβαιώσει τοῦ σωτηρίου δόγματος, καὶ χρηστῇ πάντωνἀνθρώπων, ὡς εἴρηται, διδασκαλία θεοπρεπείσύμ παντας κανόνας ἀθροίσας, καὶ τούτων τὸν νοῦν, ἅμα δὲ καὶ τῶν αὐτοὺς φιλοθέῳ γνώμῃ ἑρμηνευ πάντων, ὡς οἷόν τε, περιφράσεως ἐν εἴδει ἐπιτεμών, μηδὲν μέντοι παραλελοιπέναι τῆς αὐτῶν διανοίας, τό γε εἰς ἡμᾶς ήκον, φροντίσας, οὐ μὴν ἀλλὰ καὶ ὅσα τοῖς τούτων ἐξηγηταῖς ἔσθ' ὅπη παρεῖται, ἡμῖν δὲ ἐπὶ νοῦν συνέβη πεσεῖν, ἀναγκαῖα οἶμαι καὶ φιλοθέων ψυχαῖς περιμάχητα, ταῖς ἐντυγχάνουσι μὴ φθονήσαντες, πρόχειρον κατὰ τὴν ἡμετέραν δύναμιν πεποιήκαμεν σύνταγμα. Πάντων δὲ τῶν συνειλεγμένων κανόνων τὴν δύναμιν, εἰς τίτλους εἴκοσι πρὸς τοῖς τέσσαρσι, κατὰ τὸν ἀριθμὸν τῶν παρ' ἡμῖν στοι χείων, διελών, καὶ τούτων ἑκάστῳ τὴν προϊσχομέ νην ὑπόθεσιν, τὸ πρῶτον τῆς ἰδίας λέξεως συγγενές αὐτῷ γράμμα καλῶς ἐφαρμόσας, τάς τε προσηγο γίας τῶν αὐτοὺς εὑρομένων δηλώσας, καὶ τὰ τῶν τίτλων αὖθις κεφάλαια διὰ τῶν ἀριθμητικῶν ἐμφήνας στοιχείων, ῥᾳδίαν, ὡς οἶμαι, καὶ ἐπιτετμημένην πρὸς τὴν αὐτῶν γνῶσιν φέρουσαν ἕτερον τρίβον τὴν πρόφασιν ἐντεῦθεν περιαιρῶν, τῶν ἐντυγχάνειν αὐτοῖς ἀποκνούντων, τὸ προσκορὲς τῆς τούτων που λυεπείας προβαλλομένων τὴν αὐτῶν διάνοιαν κατα βαπτιζούσης, πρὸς δὲ, καὶ τὸ μὴ ἐν ἑνὶ μέρει ἑκά στῆς τῶν ὑποθέσεων τους κανόνας ἀφωρίσθαι. Τῶν χρησίμων δ' ἄρα νενόμικα, καὶ τῆς πολιτικῆς νομο θεσίας βραχέα τε καὶ συντετμημένα, τοῖς συγγενέσι των κανόνων κεφαλαίοις συναρμόσαι, τοῖς ἱεροῖς κανόσι συμμαχοῦντα καὶ συμφθεγγόμενα, καὶ ἐκ περιουσίας τὸ ἀσφαλὲς αὐτοῖς ἐπιμαρτυροῦντα. Κανόνας δὲ οἱ Πατέρες τὰ σφῶν αὐτῶν ἐπων. μασαν διατάγματα, τροπικῶς τῇ λέξει χρησάμενοι, ἀπὸ μεταφορᾶς τοῦ ὀρθοῦ ξύλου, ᾧ χρῆσθαι εἰώθεσαν οἱ τὰς βαναύσους τῶν τεχνῶν μετιόντες εἰς ξύ λων, ἢ λίθων, ἢ ὁποιωνοῦν ἑτέρων εὐθύτητα· ἀπο ξυομένοις γὰρ ἐκείνοις παρατιθέμενον ὀρθοῖ ταῦτα καὶ ἐξισοῖ πρὸς τὴν ἀλλήλων ἀκριβῆ σύμπηξιν. Η δὲ τοῦ κανόνος αὕτη προσηγορία καὶ πολλοῖς ἑτέ ροις παρείληπται λογικῶν τεχνῶν ἐπιστήμοσι· καὶ οἱ τὴν γραμματικὴν γὰρ τεχνησάμενοι, καὶ φιλό σοφοι, καὶ ἰατροὶ, καὶ οἱ τὰς ἁρμονίας τῶν μελῶν συντιθέντες, οὐ μὴν ἀλλὰ καὶ οἱ τοὺς πολιτικούς συντετάχασι νόμους, ὡς οὐκ ἀσύμφωνον τὸ τοῦ και νόνος ὄνομα τοῖς ἑαυτῶν συντάγμασιν ἐπεφήμισαν. Εἰσὶ δὲ καὶ οἷς ὅρους ἤρεσε τὰ τοιαῦτα ἐπονομάσαι, ὡς ἀποδιαιροῦντα τῶν ἄλλων καὶ ἀποδιῖστάντα, καὶ ἀπευθύνοντα, τοῦ μὴ παρέγγραπτόν τι καὶ νόθον τοῖς ὁριζομένοις εἰσφέρεσθαι, ὡς καὶ τῷ Ἱπποκράτει καλῶς ἔδοξεν ἔχειν, οὕτω τὰ κεφαλαιώδη τῶν πονηθέντων αὐτῷ ἐπονομάσαι συγγράμματα. Αλλά τοῖς μὲν τῶν ἄλλων συγγράμμασιν, εἰ κυρίως ἡ τοῦ κινόνος ἐπεφημίσθη ἐπωνυμία, ἑτέροις δεδόσθω
col. 967–968page 8 of 224
PG 144:967ΜΑΤΤΗΕΙ σκοπεῖν· τὰ δέ γε τῶν Πατέρων εὐσεβῆ διατάγματα, παντὸς μᾶλλον εἰκότως ταύτην ἔσχε την πρόσρησιν, οἷα τοὺς πειθομένους αὐτοῖς πρὸς τὴν ὀρθὴν ἀπευθύνοντα πίστιν, καὶ πρὸς θεοφιλή βίον ἁπλανῶς ἐφελκόμενα. Επικαιρότατον δ' ἂν εἴη καὶ κατὰ μέρος ἑξῆς, ὡς γοῦν ἡμῖν ἐφικτόν, ἱστοςῆσαι, πότε, κακ τίνων, καὶ ὅπως εἰς φῶς ἕκαστος τῶν κανόνων προῆλθον, καὶ λύχνος τοῖς ἡμῶν ποσί, καὶ φῶς ταῖ; κατὰ τὸν βίον ἐγεγόνεισαν τρίβοις. Ινα δὲ καὶ καθ' εἱρμὸν ὁ λόγος προΐοι, ἑκάστης συνόδου καὶ τῶν ἰδίᾳ γραψάντων Πατέρων μνημονευτέον, κατὰ τὴν τοῦ χρόνου μέντοι ἀκολουθίαν, καὶ ἂν οὗτος τάξιν τού τοῖς ἐπέθηκεν. Επιμνηστέον δὲ καὶ τῶν βασιλέων, καθ' οὓς οἱ ὑποφῆται τῶν θείων τουτωνὶ κανόνων ἐξέλαμψαν· οὕτω γὰρ ἂν ὁ λόγος εὐσύνοπτος εἴη. Α΄. Περὶ τῶν κανόνων τῶν ἁγίων ἀποστόλων. Πρῶτοι τοίνυν οἱ ἐπ' ὀνόματι τῶν ἁγίων ἀποστόλων πέντε πρὸς τοῖς ὀγδοήκοντα κανόνες ἐν τῇ τοῦ καλοῦ πρώτῃ μοίρᾳ ἐκδέδονται, συγγραφέα σχόντες, ὥς φασί τινες, τὸν μέγαν ἐν μάρτυσι Κλήμεντα. Πέτρου δὲ ἦν ἄρα οὗτος ὁμιλητής του μεγάλου ἀλλὰ δὴ καὶ Παύλου τοῦ θείου, ὡς αὐτὸς δήπου περὶ ἑαυτοῦ ἱστορεῖ· ὅς τρίτος μετὰ τὸν διδάσκαλον Πέτρον τῆς 'Ρώμης ἐπίσκοπος κεχρημάτισε, τὸν Λίνον διαδεξάμενος, καὶ τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον, ἐπὶ Τραϊανοῦ βασιλέως. Κλήμεντα δὲ τού τους γράψαι τινὲς ἐστοχάσαντο, ἐκ τοῦ τὸ οἰκεῖον εἰσάγειν πρόσωπον τῷ τελευταίῳ κανόνι, ὥς γε δὴ καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι ποιῶν δείχνυ ται· οὐδὲ γὰρ ἐστόρηταί που πάντας εἰς ταυτό συνελθεῖν τοὺς Ἱεροὺς ἀποστόλους, καὶ κοινῇ τού τους συντεταχέναι· καὶ εἰκός γε τοὺς ἄκρους τῶν ἀποστόλων, τῷ πολὺν ἤδη χρόνον τῆς συνουσίας αὐτῶν ἀπολελαυκότι, τούτους ὑπαγορεῦσαι, καὶ γραφῇ δοῦναι κελεῦσαι. Τούτῳ καὶ τῆς πρὸς Εβραίους ἐπιστολῆς τὴν πρὸς τὴν Ἑλλάδα φωνήν ἑρμηνείαν ἀνατιθέασι πολὺ γὰρ τὸ συγγενὲς καὶ ἄμφω φέρουσι ταῦτα τῆς ἰδέας καὶ τοῦ χαρακτῆρος τῶν λόγων ἐκείνου. Οὐκ ἀγνοῶ δὲ, ὥς τινες τῶν ἀρ χαίων, ἀμφιβόλους διὰ ταῦτα τοὺς κανόνας τούτους ἡγήσαντο, ἕως ἡ ἁγία καὶ οἰκουμενικὴ ἔκτη σύνοδος, τὴν ἀπαρίθμησιν ποιουμένη τῶν ἱερῶν ἁπάντων κανόνων, οὓς αί τε οἰκουμενικαὶ καὶ τοπικαὶ συν ετάξαντο σύνοδοι, καὶ οὓς αὖθις ἰδίᾳ τῶν ἐπ᾿ εὐσε Θεία διενεγκόντων καὶ ἀρετῇ Πατέρων ἔνιοι, προθρο γου τούτων ἀπεμνημόνευσε. Φησί γάρ· Τοὺς ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων Πατέρων καὶ δεχθέντας, καὶ κυρωθέντας, ἀλλὰ μὴν καὶ παραδοθέντας ἡμῖν ἐπ' ὀνόματι τῶν ἁγίων καὶ ἐνδόξων ἀποστόλων ὀγδοήκοντα πέντε κανόνας, τὸ κῦρος ἔχειν καὶ ἡμεῖς κελεύομεν, πλὴν τῶν τοῦ Κλήμεντος ἐπιστολῶν τε καὶ διατάξεων· αὗται γὰρ πρὸς τῶν δυσσεβῶν πολὺ τὸ νόθον καὶ σφαλερὸν εἰσεδέξαντο. Ἡ τοιαύτη τοίων αὕτη φωνὴ τῶν τοσούτων καὶ τηλικούτων ἀνδρῶν πάντα λογισμὴν περὶ τῶν ἀποστολικῶν κανόνων ἀμφίβολον ἐκ τῆς τῶν πιστῶν καρδίας μετά πολλοῦ τοῦ κρείττονος περιείλεν. Β΄. Περὶ τῆς ἐν Καρχηδόνι συνόδου. Τῶν γε μὴν οἰκουμενικῶν τε καὶ τοπικῶν ἀπο
col. 969–970page 9 of 224
PG 144:969σῶν, ἡ ἐν Καρχηδόνι σύνοδος ἀρχαιοτέρα ἱστόρηται, ἔξαρχον μὲν ἐσχηκυῖα τὸν μέγαν Κυπριανόν εἰς ἐπισκόπους δὲ ἐπληθύνετο πρὸς τοῖς τέσσαρσιν ὀγδοήκοντα· οἱ δὴ καὶ ἓν μόνον ἐξήνεγκαν ὡς ἐν είδει κανόνος ψήφισμα, τους καθάπαξ ὑπὸ πάντων αἱρετικῶν τε καὶ σχισματικῶν βαπτισθέντας, τῇ καθολικῇ προσερχομένους Εκκλησία, αὖθις βαπτίζεσθαι, σχισματικοὺς τοὺς περὶ Ναυάτον αἰνιττόμενοι· τηνικαῦτα γὰρ ἡ τούτου αίρεσις εἰσεφθάρη τῇ Ἐκκλησίᾳ. Τούτου τοῦ ψηφίσματος καὶ ὁ μέγας μέμνηται Βασίλειος ἐν τῷ πρώτῳ αὐτοῦ κανόνι, δι' ἐπαίνου μὲν αὐτὸ τιθέμενος, οἰκονομίας δὲ χάριν ἀργίαν αὐτοῦ καταψηφιζόμενος. ᾿Αλλὰ καὶ ἡ δεν τέρα οἰκουμενική σύνοδος, ἐν τῷ ἑβδόμῳ ταύτης κανόνι, τἀναντία τούτου διατάττεται. Διά τοι τοῦτο ἡ ἔκτη καὶ οἰκουμενική σύνοδος, Ὁ ἐκδοθείς, φησί, τοῖς Πατράσι τούτοις κανών, ἐν τοῖς τόποις αὐτῶν καὶ μόνοις κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος ἐκράτησε. Ταῦτο γὰρ, ὡς ἔοικε, τῷ τότε συνετέλει καιρῷ καὶ τοῖς πράγμασι· διὸ καὶ ἡ τούτων μεταβολὴ εἰς τ) μηκέτι ἐνεργεῖν καὶ τοῦτον μετέβαλεν. Ο δὲ μέγας ουτος Κυπριανός, ἐπὶ Δεκίου τὸ τῆς μαρτυρίας βραβεῖον ήρπασε. Δέκιος δὲ μετὰ τὸν ῥηθέντα Τραϊανὸν ἐκκαιδέκατος ἐβασίλευσεν, ἐτῶν ἐξ ἐκεί του παρωχηκότων ἑβδομήκοντα πρὸς τοῖς ἑκατόν. Περὶ τοῦ ἁγίου Ιερομάρτυρος Διονυσίου. Κατ' ἐκεῖνο τοῦ καιροῦ καὶ ὁ μέγας ηύγασε Διο νύσιος, ὃς πρός τινα Βασιλίδην περὶ διαφόρων ἔγραψε κεφαλαίων, καὶ ὡς κανόνας ταῦτα ἡ Ἐκκλησία ἐδέ ξενα. Οὗτος τοιγαροῦν ὁ θεῖος Διονύσιος γέγονε μὲν ἀκροατής Πραιγένους ἐν τῷ τετάρτῳ τῆς βασιλείας ἔτει Φιλίππου, ὃς μετὰ Γορδιανὸν ἐβασίλευσε. Τὸν δὲ βίου μεταλλάξαντος Ηρακλᾶ τοῦ τρισκαιδεκάτου τῆς Ἀλεξανδρέων ἐπισκόπου, τὴν προστασίαν ταύ της οδε ἀπολαμβάνει, καὶ προστὰς ἐπὶ δέκα και ἑπτὰ ἔτεσιν, ἤτοι τοῖς τρισὶ λοιποῖς Φιλίππου, καὶ τῷ ἐνὶ Δεκίου, καὶ τῷ ἑνὶ Γάλλου, καὶ Βολοστιανοῦ τοῦ υἱοῦ Δεκίου, ἐν τῷ δωδεκάτῳ Ουαλεριανοῦ καὶ Γαλτίνου τοῦ παιδὸς αὐτοῦ, (πεντεκαίδεκα γὰρ ο οι ἐβασίλευσαν), πρὸς Κύριον μαρτυρικῷ ἐξεδήμησε τέλει. 'Ο δὲ Βασιλίδης κατὰ τὴν Πεντάπολιν τῆς Λιβύης ἦν παροικίας τινὸς ἐπίσκοπος, ὥς φησιν Εὐπίδιος ἔν τε τῷ ἔκτῳ καὶ ἑβδόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας λόγω. Γ. Περὶ τῆς ἐν ᾿Αντιοχείᾳ τῆς Συρίας πρώτης Ο 111. συνόδου. Μετὰ τὸν ῥηθέντα Ουαλεριανὸν ἔτος ἐν Κλαύδιος ἐβασίλευσε, μεθ᾿ ἂν Αὐρηλιανὸς ἐξ ἔτη τὰ τῆς βασι λείας διῴκησεν. Ἐν τοίνυν τοῖς τούτου χρόνοις, ή ἐν Ἀντιοχείᾳ τῆς Συρίας γέγονε σύνοδος κατά Παύ λου τοῦ Σαμοσατέως, ὃς ταύτης ἐπίσκοπος ὤν, που νηρᾶς αἱρέσεως ἀρχηγὸς ἐγεγόνει. Χριστὸν γὰρ τὸν ἀληθινὸν Θεὸν, ἄνθρωπον ἔλεγε ψιλόν, θείας χάριτος, καθάπερ οἱ προφῆται, ἠξιωμένον· τὸν δὲ Υἱὸν τοῦ Θεοῦ, λόγον προφορικόν. Τοῦτο μαθόντες οἱ τὰς πρὸς ἕω Εκκλησίας ιθύνοντες, οὐκ ὀλίγοι ἐπὶ τὴν ᾿Αντιόχειαν συνέδραμον· ὧν ἐξῆρχον Ὑμέναιος Ἱεροσολύμων. Γρηγόριος Νεοκαισαρείας ὁ Θαυματουργός, ᾿Αθηνόδωρος ὁ ἐκείνου ἀδελφὸς, Φιρμιλιανός, Και
col. 971–972page 10 of 224
PG 144:971σαρείας τῶν Καππαδοκῶν, καὶ Ελενος τῆς Ταρ σέων. Καὶ πρῶτον μὲν εἰσηγήσεσι καὶ συμβουλίαις ἐπειράθησαν τῆς κακοδοξίας μεταθεῖναι τὸν Παῦ λον, ταῖς ἀπὸ τῶν Γραφῶν ἀποδείξεσι κεχρημένοι. *Οτε δὲ εἶδον ἀνίατα νοσοῦντα, τότε σύμφωνον ψῆφον ἐξενεγκόντες, τῆς ἱερωσύνης τοῦτον ἐγύμνωσαν, καὶ τῆς Ἐκκλησίας ἐξέτεμον· ἀντιτείνοντος δὲ αὐτοῦ καὶ τὴν τῆς Ἐκκλησίας παρανόμως κατέχοντος ἡγεμονίαν Αὐρηλιανοῦ τοῦ βασιλέως, ἡ ἁγία σύνο δος ἐδεήθη, τὰ περὶ τῆς Παύλου θρασύτητος αὐτὸν ἀναδιδάξαντες. Ὁ δὲ, καίπερ Ἕλλην ὑπάρχων, ἀπο φήνατο μὲν, τὸν ἀντιλέγοντα τῇ τῶν ὁμοπίστων ψήφῳ, τῆς ἐκείνων ἀποτμηθῆναι συμμορίας, καὶ οὕτω τῆς Ἐκκλησίας ἐξελαθῆναι· τὰ κατ' αὐτὸν δ' ὅμως ἀνέθετο τῷ τῆς Ῥωμαίων Ἐκκλησίας ἐπι σκόπῳ, καὶ τοῖς περὶ αὐτὸν ἀρχιερεῦσιν, ὡς ἂν ἐπισκεψαμένων εἰ δικαίως καθῄρητο, τῆς ἐκκλησίας ἐκδιωχθείη· καὶ ταῦτα δὲ ὁ Παμφίλου Εὐτέ βιος ἱστορεί κανόνες δὲ τῆς συνόδου ταύτης οὐχ εὖ ρηνται, ὅτι μὴ τοῦ ἁγίου Γρηγορίου καὶ μόνον τοῦ Θαυματουργοῦ ἐπιστολὴ, κανόνας ἔχουσα δώδεκα, &ς καὶ τῆς συνόδου ταύτης, ὡς εἴρηται, μέρος ἐγές νετο· τὰ δὲ κατ' αὐτὸν, ἰδίαν ὁ μέγας Γρηγόριος Νύσσης ἐποιήσατο πραγματείαν. Περὶ τοῦ ἁγίου Ιερομάρτυρος Πέτρου Μετὰ τὸν μακάριον Διονύσιον, ὡς ἤδη μοι εἴρηται, τεσσαρεσκαιδέκατον ᾿Αλεξανδρείας ἐπίσκοπον χρηματίσαντα, Θεωνᾶς τὴν προστασίαν ταύτην ἐδέξατο, μεθ' δν Μάξιμος· εἶτα ὁ μέγας ἱερομάρτυς Πέτρος. Τούτου ἐν τῷ περὶ μετανοίας λόγῳ κανόνες φέρονται δεκατέσσαρες, περὶ τῶν ἐν τοῖς καιροῖς τῶν διωγμών παραπεπτωκότων, εἶτα μετανοησάντων, ὅπως δεῖ τούτους προσδέχεσθαι· ἔτι δὲ καὶ ἐξ ἑτέ ρου λόγου περὶ τοῦ ἁγίου Πάσχα, οὓς καὶ τοῖς λοι παῖς ἐναρίθμους κανόσιν ἡ Ἐκκλησία πεποίηκεν οὗτος ἐπὶ Διοκλητιανοῦ τὸ τῆς μαρτυρίας εὐψύχως διήνυσε στάδιον. Πέμπτος δὲ Διοκλητιανός μετά Αὐρηλιανὸν ἦρξεν, ἐτῶν παρεληλυθότων ἐξ ἐκείνου πεντεκαίδεκα. Δ'. Περὶ τῆς ἐν Αγκύρᾳ συνόδου. Ἐπὶ ταύτῃ τῇ ὑποθέσει, καὶ κατ' ἐκεῖνο τοῦ χρόν νου καὶ ἡ ἐν ᾿Αγκύρῃ τῇ μητροπόλει τῆς Γαλατίας σύνοδος εὐσεβῶς συνελήλυθεν, ἀκριβέστερον ἐκζη τήσαντες, ὅπως ἄρα προσῆκεν οἰκονομεῖν τοὺς μετὰ τὴν ἄρνησιν μεταμελομένους. Εξῆρχον δὲ τοῦ ἱεροῦ τοῦδε συλλόγου Ουϊτέλιος Αντιοχείας της Συρίας, Αγρικόλαος Καισαρείας Καππαδοκίας, καὶ ὁ μάρ τις Βασιλεύς, ἐπίσκοπος ᾿Αμασείας· εἰ καὶ κανόνας περί τε ταύτης, καὶ δὴ καὶ περὶ ἑτέρων ὑποθέσεων, πέντε πρὸς τοῖ; εἴκοσι συνεγράψαντο· ὁ δὲ Βασιλεύς οὗτος ἐπὶ Λικινίου τὸν τῆς μαρτυρίας στέφανον ἀνεδήσατο. Ε'. Περὶ τῆς ἐν Νεοκαισαρεία συνόδου. Μετὰ ταύτην, ἡ ἐν Νεοκαισαρείᾳ τῇ κατὰ Πόντον συνέστη σύνοδος. Συνἦν δὲ καὶ τούτοις ὁ ἅγιος μάρτ τυς Βασιλεὺς ἐπίσκοπος Αμασείας· οἳ καὶ κανένας
col. 973–974page 11 of 224
PG 144:973συντάττουσι τέσσαρας πρὸς τοῖς δέκα, εἰς τὴν τῆς Εκκλησίας εὐταξίαν συντείνοντας. Γ. Περὶ τῆς ἐν Νικαίᾳ πρώτης καὶ οἰκουμενικῆς συνόδου Λοιπόν, ἡ πρώτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων ἐν τῇ κατὰ Βιθυνίας συνεκροτήθη Νικαίᾳ, ἔτει δεκάτῳ τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου, μετὰ χρόνους τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως εἰς οὐρανούς τε ἀναλήψεως τοῖς θείοις ἄντικρυς ἰδαρίθμους πατράσιν, οκτωκαίδεκα δηλαδὴ πρὸς τοῖς τριακοσίοις, ὧν ἐξῆρχον Σίλβεστρος καὶ Ἰούλιος, τῆς παλαιᾶς Ρώτ μης περιφανείς πρόεδροι, αὐτῶν μὲν οὐδέτερος παραγεγονὼς, Βίτωνα δὲ καὶ Βικέντιον ἑκάτερος ἀνθ' ἑαυτοῦ, κατὰ τὸν τῆς οἰκείας ἱερατείας χρόνον, τῇ η και η πέμψαντες παρεσομένους συνόδῳ· 'Αλέξανδρός τε Κωνσταντινουπόλεως, καὶ ᾿Αλέξανδρος Ἀλεξανδρείας, συναγωνιστὴν καὶ τὸν μέγαν επαγόμενος Αθανάσιον, ὃς τηνικαῦτα τοῦ τάγματος ἡγεῖτο τῶν διακόνων· Εὐστάθιος Αντιοχείας, καὶ ὁ Ἱεροσολύμων Μακάριος. Συνῆλθον δὲ κατὰ ᾿Αρείου τοῦ δυσ σεβοῦς, δ; ἐξ ᾿Αλεξανδρείας Ελκων τὸ γένος, καὶ εἰς πρεσβυτέρου τῆς ἐκεῖ Ἐκκλησίας βαθμὴν ἀναβεβη χώς, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Λόγον, ὦ θρασείας γλώττης! εἰς κτίσμα καὶ ποίημα κατεβίβαζεν. Αλλ' οἱ τῆς συνόδου, τὸ ὁμοούσιον τῶν τριῶν τῆς θεαρχι τῆς φύσεως ὑποστάσεων τοῖς πᾶσι κηρύξαντες, τους περὶ τὸν θεομανή "Αρειον, τῷ φρονήματι σφῶν μὴ συμβαίνοντας, αὐτοῖς αὐτῶν δόγμασι τῷ ἀναθέματι παραπέμπουσι· ταύτῃ τοίνυν καὶ περὶ ἐκκλησιαστικῆς καταστάσεως κανόνες εξεφωνήθησαν ει κόσιν. Γ. Περὶ τῆς ἐν Ἀντιοχείᾳ δευτέρας συνόδου. Ἑτέρα σύνοδος ἐν Ἀντιοχείᾳ τῆς Συρίας αὖθις συνεκροτήθη ἐπὶ Κωνσταντίου, υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου, μετὰ πέντε ἔτη τῆς τοῦ πατρὸς αὐ τοῦ πρὸς Θεὸν ἀνακλήσεως· οἳ καὶ κανόνας πέντε πρὸς τοῖς εἴκοσιν εἰς κοινὸν ὄφελος τῆς Ἐκκλησίας ἐκδεδώκασιν. Η'. Περὶ τῆς ἐν Σαρδικῇ συνόδου. ᾿Αλλὰ καὶ ἡ ἐν Σαρδικῇ σύνοδος ἐπὶ τῆς βασιλείας τοῦ δηλωθέντος ήθροιστο Κωνσταντίου. Ο γάρ βασι λεὺς οὗτος τῇ τῶν ᾿Αρειανῶν αἱρέσει προσθέμενος, σπουδὴν ἐποιεῖτο τὰ ἐν τῇ πρώτῃ δογματισθέντα συνόδῳ μεταποιῆσαι· ὅπερ ὁ ἀδελφὸς αὐτοῦ Κών στας, τῆς πρεσβυτέρας Ρώμης κρατῶν, ἐξ ἀναφορᾶς τοῦ τότε πάππα μαθών, πόλεμον ἠπείλησε διὰ γραμμάτων τῷ ἀδελφῷ, εἰ μὴ παύσαιτο κυμαίνων τὴν Ἐκκλησίαν, καὶ τὴν ὀρθὴν πίστιν παρασαλεύων ὁ δὲ τὸ ἀκριβὲς τῆς πίστεως ζητεῖν ἀντεπέστειλε τῷ ἀδελφῷ, κἀκεῖνο βεβαιωθῆναι διὰ σπουδῆς τυγ χάνειν αὐτῷ. Εδοξε τοίνυν τοῖς αὐτοκράτορσιν ἀμφοτέροις, σύνοδον γενέσθαι ἀρχιερέων, καὶ τὴν παρ' ἐκείνων δογματισθεῖσαν πίστιν κρατεῖν· διὸ κελεύσει τούτων ηθροίσθησαν ἐπίσκοποι τὸν ἀριθμὸν εἷς καὶ τεσσαράκοντα πρὸς τοῖς τριακοσίοις ἐν Σαρ δικῇ, τῇ λεγομένῃ Τριαδίτζῃ, οἳ δὴ καὶ τὰ τοῖς Πα τράτι δογματισθέντα ἐν τῇ κατὰ Νίκαιαν συνέδῳ
col. 975–976page 12 of 224
PG 144:975βεβαίως ἔχειν ἐθέσπισαν, καὶ πάντων οὐχ ἥκιστα τὸ παρ' αὐτῶν συντεθὲν ἱερὸν τῆς πίστεως σύμβολον τοὺς δὲ τοῦτο τολμώντας μεταποιείν, κληρονόμους εἶναι τοῦ ἀναθέματος· οὐ μὴν ἀλλὰ καὶ κανόνας συν τάττουσιν είκοσι, τὸ ἀσφαλὲς ὁμοῦ καὶ ὠφέλιμον κοινῇ τῇ Ἐκκλησία πορίζοντας. θ'. Περὶ τῆς ἐν Λαοδικείᾳ συνόδου. Μετὰ τὴν ἐν Σαρδικῇ καὶ ἐν τῇ τῆς Φρυγίας μητροπόλει Λαοδικείᾳ, ἑτέρα σύνοδος συνέστη ἁγίων Πατέρων, καὶ κανόνας ἐξέθετο ἐννέα καὶ πεντήκοντα, ὅσα γε εἰς τὴν τῆς Ἐκκλησίας ὠφέλειαν οὐ δὲν ἐλλείποντας τῶν πρὸ αὐτῶν. Περὶ τοῦ μεγάλου ᾿Αθανασίου. Εὑρεῖν ἔχεις, ἡ φιλόκαλος ἀκοὴ, καὶ τοῦ τῆς Εκκλησίας ἐρείσματος, τοῦ μεγάλου Πατρὸς ᾿Αθανασίου, φημὶ, οὐκ ὀλίγα τῷ παρόντι ἐμπεριειλημμένα συγγράμματι· δς τῇ κατὰ Νίκαιαν συνόδῳ παρών, ὡς δεδήλωται, μετ' οὐ πολὺ τὸν τῆς ᾿Αλεξανδρείας θρόνον εν χειρίζετο, 'Αλέξανδρον τὸν θεῖον διαδεξάμενος· τὸν γοῦν ἀνωτέρω ῥηθέντα Ιερομάρτ τυρα Πέτρον 'Αχιλᾶς διεδέξατο· τὸν δὲ, ὁ θεῖος Αλέ ξανδρος ουτοσί· τῶν δὲ τοῦ μεγάλου Αθανασίου τροπαίων πλείη μὲν γαῖα, κατὰ τὸ ἔπος, πλείη δὲ θάλασσα· ἀτεχνῶς γὰρ ὑπὲρ ἄνθρωπον ὤφθη τοῖς κατὰ Θεὸν ἀγωνίσμασιν. Περὶ τοῦ μεγάλου Βασιλείου. Αλλ' ἀνεχώρει μὲν τοῦ κατὰ τὸν βίον σταδίου δ Ολυμπιονίκης οὑτοσὶ, τὰ βραβεῖα τῶν ἄλλων φιλο τίμως ἀποληψόμενος. Ἵνα δὲ μὴ κενή προμάχου ή υπέρ τῆς ἀληθείας εἴη παράταξις, εὐθὺς τῷ μεγάλῳ Πατρὶ Βασιλείῳ τὸ σύνθημα δίδοται τῆς πρὸς τοὺς έχθροὺς τῆς πίστεως πάλης· καὶ οἶμαι μηδένα γε ἀγνοεῖν τῶν καὶ βραχὺ γευσαμένων τῆς ἡδίω μέλι της ρεούσης γλώττης ἐκείνου, όπως τοὺς μὲν ἐκ πε ριουσίας κατηγωνίσατο, ἡλίου δὲ φαιδρότερον διαψε λεῖ τῷ φωτὶ τῶν λόγων τὴν Ἐκκλησίαν κατηύγασεν. Ο μέν γε παραχωρεῖ τῇ νυκτὶ, ὁ δὲ τοῦ τῆς πονη ρίας σκότους περιεγένετο· μᾶλλον μὲν οὖν ὁπόσον ἡ λογική φύσις διενήνοχε τῆς ἀψύχου, τοσοῦτον ἑκατέρων τὸ τῆς ἐνεργείας διάφορον. Ὁ μὲν γὰρ τὰς ἀκτῖ νας τῇ γῇ ἀφιείς, τοῖς ὑπὸ τὴν αἴσθησιν μόνον παρ βησίαν μετὰ γάνους χαρίζεται· αἱ δὲ τούτου τῶν λόγων ἀκτῖνες ἐξότου περιγέγονεν ἄχρι και σήμερον, οὐχ ὅπως τὴν ἐν τῇ γῇ λογικὴν φύσιν, ἀλλὰ τέμνουσαι τὸν ἀέρα, καὶ τὸν οὐρανὸν ὑπερκύπτουσαι, πολλῆς ἡδονῆς καὶ τοὺς τῶν ἀγγέλων ἐμπιπλάσι χορούς· Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ καὶ περιὼν ἔτι τῷ βίῳ καὶ ἀπὸν τοῖς λόγοις ἀριθμοῦ κρείττους όσημέραι πρὸς μετάνοιαν ἔλκων δείκνυται, πού με οὐδ' ἂν εἶ; εἴποι μὴ τὴν τῶν ἀγγέλων φύσιν ἑκά στοτε τοῦτον εὐφραίνειν. Τούτου τὸ παρὸν φέρει σύνταγμα τὰς πρὸς τὸν ἅγιον Ἀμφιλόχιον, ἐπίσκο τον Ικονίου, κανονικὰς ἐπιστολὰς τρεῖς, εἰς κανόνας διηρημένας τέσσαρας καὶ ὀγδοήκοντα· καὶ ἕτερ' ἅττα πρὸς ταύτας κεφάλαια διαφόρων υποθέσεων πέρι. Περὶ τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσσης. Τούτῳ καὶ ὁ ἀδελφὸς Γρηγόριος σύμμαχος ἦν, ὁ τὸν τῆς Νύσσης θρόνον κατακοσμήσας, μᾶλλον δὲ
col. 977–978page 13 of 224
PG 144:977τὴν ὑφ' ηλίῳ σύμπασαν πλουσίῳ τῷ ῥείθρῳ τῶν λόγων ἀρδεύσας· ὃς οὐχ ἧττον τῷ περιόντι τῆς ἀρετῆς καὶ τῷ ὑπὲρ εὐσεβείας ζήλῳ ή καθ' αἷμα προσήκειν ἠξίου τῷ ἀδελφῷ. Ἵνα δ' ὡς ἐν βραχεῖ τὸ πᾶν τοῦδε γνώρισμα παραστήσω, τούτου τὴν πρὸς Λητόϊον, ἐπίσκοπον Μελιτηνής, κανονικὴν ἐπιστολὴν, ὁ παρὼν ἔρανος τοῖς ἄλλοις συναριθμεί. Ι. Περὶ τῆς ἐν Γάγγρᾳ συνόδου. Καὶ ἡ ἐν Γάγγρᾳ δὲ τῇ μητροπόλει τῶν Παφλαγόνων σύνοδος μετὰ τὴν ἐν Νικαίᾳ πρώτην συνέστη κατά τινος Ευσταθίου καὶ τῶν ὁμοδόξων ἐκείνῳ. Λέγεται γοῦν Εὐστάθιος οὑτοσὶ, ὡς ὁ 'Ερμείας Σω ζόμενος ἱστορεῖ, τὴν ἐν Σεβαστείᾳ τῆς ᾿Αρμενίας Εκκλησίαν ἐπιτροπεῦσαι, μοναχικῆς τε φιλοσοφίας ἄρξαι, καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς· ἐδε σμάτων τε ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι διαιτή και, καὶ ἐσθῆτος ᾗ δεῖ κεχρῆσθαι, ἠθῶν καὶ πολι τείας ἀκριβοῦς εἰσηγητής γενόμενος, ὡς καὶ τὴν ἀσκητικὴν βίβλον, ἥτις πατέρα καὶ δημιουργὸν τὸν μέγαν Βασίλειον ἐπιγράφεται, ἰσχυρίζεσθαί τινας αὐτῷ πονηθῆναι. Τοῦτο δὲ ψεῦδος ἄντικρυ· ούδα πωστιοῦν γὰρ ἐκείνῳ τὰ τῆς βίβλου ταύτης προσῆκεν· εἰ γὰρ καὶ ἐν λόγοις ὁ ἀνὴρ ἐθρυλλείτο, καὶ τὸ ἦθος θαυμάσιος ἦν, καὶ ἱκανώτατος πείθειν, ὡς καὶ πολλοὺς τῶν ἐκπορνευομένων ἀνδρῶν τε καὶ γυναικῶν μεταπείσαι σώφρονα καὶ σπουδαῖον βίον ἐλέσθαι, ἀλλὰ τὸ ἀληθὲς εἰπεῖν, οὐ προσῆν καὶ τὰ δεινώς γράφειν αὐτῷ, οὐδὲ γὰρ τὴν περὶ τούτου ἐπιστήμην ἐξήσκητο. Τοῦτον τοίνυν φασὶν ὑπὸ πολὺ λῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις παντάπασιν ἐκπεσεῖν ἀπαδούσας κομιδῆ τῶν τῆς ἐκκλησίας νόμων τε καὶ ἐθῶν. Οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦσιν, ἐπειτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν, ὡς τὸν ἔννομον διαβάλλοντας γάτ μον, πάσης σωτηρίας ἐλπίδα τοῖς τούτῳ συνεσχη μένοις περιῃρῆσθα:· οἷς δὴ πειθόμενοι άνδρες τε καὶ γυναῖκες, οἱ μὲν τὰς ἑαυτῶν ἐξώθουν, αἱ δὲ τοὺς ἄνδρας ἡφίεσαν, σωφροσύνης δῆθεν ἐφέσει, εἶτα τὸν ἄζυγα μὴ φέροντες βίον, εἰς μοιχείαν ἐξώ λισθον. ᾿Αμέλει καὶ ἐν οἴκοις γεγαμηκότων οὔτε εύχεσθαι, ούτε μὴν τροφῆς μεταλαμβάνειν ἡνεί. χοντο, ἀλλὰ καὶ τοὺς γεγαμηκότας τῶν πρεσβυτέρων ὑπερεφρόνουν· καὶ τὰς μὲν τῶν Ἐκκλησιῶν ᾠκειοῦντο καρποφορίας, τὰς δὲ ἐν αὐταῖς συνάξεις αὐτοὶ καὶ τοῖς ἄλλοις ἐκτρέπεσθαι παρηγγύων, ἐν οἰκίαις δὲ μᾶλλον ἐκκλησιάζειν, κἀκεῖ ποιεῖσθαι τὴν κοινωνίαν. Οὐ μὴν ἀλλὰ καὶ τῶν ἱερῶν οίχων, ἐν οἷς μαρτύρων ἀπέκειτο λείψανα, ὡς κοινῶν κατεφρόνουν· καὶ τὰς μὲν ὡρισμένας νηστείας ἠθέτουν, ἐν ταῖς κυριακαῖς δὲ νηστεύειν μᾶλλον ἀνέπειθον· τὰ κρέα καὶ τοὺς ταῦτα ἐσθίοντας ἐβδελύσσοντο· τούς συνήθεις χιτῶνας καὶ στολὰς ἀμφιέννυσθαι οὐκ ἠξίουν, ἀλλὰ ξένας παντάπασι καὶ ἀήθεις. γυναῖκες παρ' αὐτοῖς τὴν κόμην ἀποκειρόμεναι, στολαῖς ἀνδράσι πρεπούσαις ἐκέχρηντο· δούλοις, προσχήματι θεοσεβείας, τῶν δεσποτῶν ἀφίστασθαι συνε βούλευον· τοὺς χρήμασι πλουτούντας καὶ μὴ χαίρειν αὐτὰ καθάπαξ ἐῶντας, ἀμοιρήσειν τῆς τοῦ Θεοῦ βασιλείας διϊ εχωρίζοντα· καὶ πλεῖστα ἕτερα παρα
col. 979–980page 14 of 224
PG 144:979πλήσια τούτοις νεωτερίζοντες, ἐδίδασκόν τε καὶ ἐδογμάτιζον. Κατὰ τοίνυν τούτων τους πλησιοχών ρους φασί συνδραμεῖν ἐπισκόπους, η προειρήκα μεν, καὶ οὓς ἴσμεν κατὰ τῶν ταύτῃ φρονούντων ἐκθέσθαι κανόνας ἐννεακαίδεκα· ἀλλοτρίους δὲ κάτ κείνους τῆς καθολικῆς Ἐκκλησίας ψηφίσασθαι, ἂν μὴ κατὰ τοὺς ὄρους τῆς συνόδου ἕκαστον τῶν σφίσι νενομισμένων ἀποκηρύξωσιν· ἐντεῦθεν λόγος Εὐστάθιον ἐπιδεικνύμενον, ὡς οὐκ αὐθαδείας ἔνεκεν, ἀλλὰ τῆς κατὰ Θεὸν ἀσκήσεως εἰσηγεῖτο ταῦτα, καὶ ἐπετήδευεν ἀμείψαί τε την στολήν, καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τὰς προόδους ποιεῖσθαι. Ενόμιζε γὰρ ἔσεσθαι τὰ τελευταῖα τῶν πρόσθεν παρ αίτησιν, εἰ καὶ μηδὲν τῆς αὐτοῦ ἐπινοίας ἀπό νατο, οὐδὲ ἀποδρᾶναι ἴσχυσε τὸ μὴ οὐ δίκην ὑπο σχεῖν τῶν τετολμημένων, τὴν τῆς ἱερωσύνης ἀφαι ρεσιν. Οὐκ οἶδα δὲ τί παθόντες οἱ θεῖοι οὗτοι Πατέ ρες, ἐφ' ἑκάστῳ κανόνι οὐκ ἀφορισμὸν, ἀλλὰ τὸ ἀνάθεμα προσετίθεσαν, τὴν πολλὴν, οἶμαι, τῆς και κίας ῥύμην ἐκ περιουσίας ἀναστείλαι βουλόμενοι. Περὶ ἀναθέματος. Τούτῳ δὲ τῷ ἀναθέματι ἡ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος εἰς μόνους ἐχρήσατο τοὺς ἐπὶ χρήσ μασι χειροτονηθέντας· ἐπιφέρει δὲ τοῦτο καὶ μονα χοῖς τε καὶ κληρικοίς, στρατιωτικὸν ἐπανῃρημένοις σχῆμα καὶ μὴ μεταμελομένοις· ἀλλ' ὁ τὴν γλῶτταν χρυσοῦς, ἐν τῇ ὁμιλίᾳ τῇ περὶ τοῦ μὴ δεῖν ἀναθεματίζειν, οὐκ οἴεται δεῖν ὅλως πιστὸν ἄνθρωπον ἀνάθεμα λέγειν. Τοῦτο γὰρ παντελῶς τοῦ Χριστοῦ ἀποκόπτει, φησί, καὶ τῷ διαβόλῳ ἀνατίθησιν, ὡς μηκέτι χώραν ἔχειν τὸν τοιοῦτον σωτηρίας. Αλλο τριοῦται γὰρ τοῦ Χριστοῦ καὶ τῆς τῶν πιστῶν ὁμηνύ ρεως ὁ ἀνάθεμα γενόμενος, καὶ προσκληρούται τῷ Σπο τανῇ· καὶ ὥσπερ τὰ τῷ Θεῷ ἀνατιθέμενα τῶν κοινῶν καὶ ἀνθρωπίνων πραγμάτων χωρίζεται, οὕτως ἐκ τοῦ ἐναντίου τὰ τῷ πονηρῷ ἀφορισθέντα ἀποδιαιρείται τῶν θείων. Διὰ γὰρ τοῦτο καὶ ὁ συνοδικὸς, ὡς ἔοικε, τόμος ἠθέτηται, ὁ γεγονώς ἐπὶ τῆς βασιλείας Κων σταντίνου τοῦ Πορφυρογεννήτου καὶ τοῦ πατριάρχου ᾿Αλεξίου, ὁ τοὺς ἀποστάτας ἀναθεματίζων τῶν βα σιλέων, καὶ κατ' αὐτῶν αἴροντας ὅπλα, καὶ τυραννίδα μελετώντας, οἷα τὰ τοῦ μεγάλου Πατρός Χρυσοστόμου ὀφείλοντα μᾶλλον κρατεῖν ἢ τὰ τῆς τετάρτης συνόδου καὶ τὰ τῆς ἐν Γάγγρας ταυτησί· ἀλλά γε καὶ οὗτοι συνειδότες ἑαυτοῖς οἶμαι, πέρα τοῦ μετ τρίου τὰ τῆς ἐπιτιμίας ἐκτείνουσι, τελευτωντές φασι· Ταῦτα δὲ ὠρίσαμεν, οὐ κατὰ τῶν ἀσκεῖν προ αιρουμένων αγανακτοῦντες, ἀλλὰ τῶν ὑπερηφάνω διαθέσει τὴν ἄσκησιν μετιόντων, καὶ καινά τινα παρὰ τὰς θείας εἰσαγόντων Γραφάς. Ἡμεῖς γὰρ καὶ παρθενίαν μετὰ ταπεινοφροσύνης θαυμάζομεν, καὶ ἐγκράτειαν μετὰ θεοσεβείας ἀποδεχόμεθα· καὶ ἀνα χώρησιν μετὰ τοῦ προσήκοντος κόσμου τῶν ἐγκρ σμίων πραγμάτων ἀγάμεθα· καὶ γάμους τιμῶμεν σεμνούς· καὶ πλοῦτον μετὰ δικαιοσύνης καὶ εὐποιΐας οὐκ ἐξουθενοῦμεν· καὶ λιτότητα ἐνδυμάτων οὐκ ἀτιμάζομεν· τοὺς δὲ ἑλκεχίτωνας καὶ ἐκνενευρισμέν
col. 981–982page 15 of 224
PG 144:981τους καὶ θρύπτοντας ἑαυτοὺς μαλακοῖς ἐσθήμασιν ἀποστρεφόμεθα· τοὺς οἴκους τοῦ Θεοῦ σέβομεν, καὶ τὰς ἐν τούτοις συνάξεις ὡς ἐπωφελεῖς ἀσπαζόμεθα, οὐ τοῖς οἴκοις συγκλείοντες τὴν εὐσέβειαν, ἀλλὰ πάντα τὸν ἐπ' ὀνόματι τοῦ Κυρίου ἀνεγερθέντα ἱερὸν οἶκον σεπτὸν ἡγούμενοι· καὶ τὰς εἰς τοὺς πτωχοὺς εὐποιΐας τῶν ἀδελφῶν κατὰ τὰς παραδόσεις τῆς Ἐκκλησίας προσιέμεθα· καὶ συλλήβδην εἰπεῖν, τὰ ὑπὸ τῶν θείων Γραφῶν, ἔτι δὲ καὶ τῶν ἀποστολικῶν παραδόσεων ἀγράφῳ ἔθε: παραδοθέντα, καὶ στέργομεν, καὶ μήποτε παύσασθαι τοὺς ταῦτα ποιοῦντας εὐχόμεθα. ΙΑ'. Περὶ τῆς β' καὶ οἰκουμενικῆς ἁγίας συνόδου. Μετὰ τοῦτο καὶ ἡ δευτέρα τῶν οἰκουμενικῶν, νεύσει θείᾳ, συνελήλυθε σύνοδος, τῷ δευτέρῳ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Θεοδοσίου, χρόνοις ύστε ρίζουσα τῆς ἐν Νικαίᾳ πρώτης δύο καὶ πεντήκοντα. Αὕτη τοίνυν, τὴν μὲν βασιλίδα πόλιν, ἱερὸν ἐδείκνυε φροντιστήριον· εἰς πεντήκοντα δὲ καὶ ἑκατὸν ἄνδρας ἱερούς συνηγείρετο, ἐξάρχους ἔχουσα Τιμόθεόν τε τὸν ᾿Αλεξανδρείας, καὶ τὸν ἀξιάγαστον τῆς Ἀντιοχείας Μελέτιον, Κύριλλόν τε τὸν Ἱεροσολύμων, καὶ δὴ καὶ Νεκτάριον, δ; ἄρτι τῆς τῶν κατηχουμένων ἀγέλης ἀφορισθεὶς, καὶ τῷ θείῳ λουτρῷ τὸν τοῦ βίου ῥῦπον ἀποπλυνάμενος, καθαρὸς ἤδη τὸ καθα ρὸν τῆς ἱεραρχίας ἀξίωμα περιβάλλεται· καὶ ἅμα τῆς τε βασιλευούσης ἐπίσκοπος, καὶ τῆς συνόδου Έξαρχος ἐχρημάτιζε μεθ' ὧν Γρηγόριος ὁ τῆς ἐν Καππαδοκία Νύσσης ἐπίσκοπος, καὶ ὁ τῆς θεολογίας ἐξ ἔργων ἐπώνυμος, τὸν θρόνον μὲν ἔτι διέπων Κωνσταντινουπόλεως, στάσεως δὲ γενομένης, προ θυμότερον ἢ οἱ ληψόμενοι, τοῦ θρόνου τους βουλομένοις παραχωρήσας, ὃς καὶ τῷ συντακτηρίῳ λόγῳ μᾶλλον ἢ πρότερον καταπλήξας τὴν σύνοδον, εἰς τὴν ἑαυτοῦ πατρίδα Ναζιανζόν, ἐπάνεισι, καὶ ἦν ἐκ πολ τοῦ ἔδινεν ἡσυχίαν ἀσπάζεται· οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ τῆς παλαιᾶς Ρώμης Δάμασος, τὰ αὐτὰ τῇ συνόδῳ κρατύνων ἐδείκνυτο. Ο οὖν ἱερὸς οὗτος χορός τὸν πνευματομάχον διωσάμενοι Μακεδόνιον, ὃς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον άρπαγμα πάλαι πεπιίητο, καὶ τοὺς σὺν αὐτῷ τῷ ἀναθέματι κατα δικάσαντες, τὸ Πνεῦμα τὸ ἅγιον ὁμότιμον Πατρὶ καὶ Υἱῷ ὡς Θεὸν ἀληθινὸν ἐδογμάτισαν· ἔτι δὲ καὶ τῶν περὶ τὸν ἄνουν ᾿Απολινάριον καταψηφισάμενοι, Εν νουν καὶ ἔμψυχον ἀνειληφέναι σάρκα τὸν Κύριον ἐπεψήφισαν· φέρει καὶ τούτων τὸ παρὸν Σύνταγμα οἷς καὶ μόνους ἐκδεδώκασι κανόνας ἑπτά. Περὶ Τιμοθέου, Θεοφίλου καὶ τοῦ μεγάλου Κυ ρίλλου, οἱ τὸν τῆς ᾿Αλεξανδρείας ἐκ διαδοχής ἐκόσμησαν θρόνον. Ἀλλὰ καὶ τοῦ ῥηθέντος τοῦδε Τιμοθέου Ἀλεξανδρείας κανόνες φέρονται κατὰ πεῦσιν καὶ ἀπόκρισιν πεντεκαίδεκα. Τοῦ γοῦν μεγάλου Πατρός Αθανασίου τὸν τῆς ᾿Αλεξανδρείας θρόνον πρὸς τῶν ᾿Αρειανών ἀφῃρημένου, Γρηγόριος ὁ Καππαδόκης της Ἀρειανικῆς ὑπάρχων αἱρέσεως, εἰσεφθάρη· καὶ τούτου δίκην δόντος δικαίαν, ὁ μέγας πάλιν ἐπάνεισιν 'Αθα ο
col. 983–984page 16 of 224
PG 144:983νάσιος, ἂν Πέτρες ὀρθόδοξος διαδέχεται· καὶ τούτου πρὸς τοῦ Ουάλεντος ὑπερορισθέντος, Λούκιος 'Αρει ανὸς ἀντεισήχθη· καὶ τούτου ἀποφθαρέντος, Πέτρος αὖθις τοῦ θρόνου ἐπιλαμβάνεται. Εἶτα Τιμόθεος εξ τος ὁ πάνυ, ἀναχθεὶς μὲν ἐπὶ τὸν θρόνον κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου, παρὼν δὲ καὶ τῇ ῥηθείσῃ οἰκουμενική δευτέρα συν όδῳ. Μετὰ δὲ τὴν ἑπταετίαν πρὸς Κύριον ἐξεδήμησε, διάδοχον ἐσχηκώς Θεόφιλον, οὗ καὶ αὐτοῦ ἐπιστολαί φέρονται δύο, καὶ κανόνες δύο. Τοῦτον ὁ ἀδελφιδοῦς, ὁ μέγας, φημί, Κύριλλος διεδέξατο. Εἰσὶ καὶ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ δύο, εἰς κανόνας ἑπτὰ μεριζόμεναι. ΙΒ'. Περὶ τῆς ἁγίας παὶ οἰκουμενικῆς τρίτης συνόδου. Η γε μὴν ἁγία καὶ οἰκουμενική τρίτη σύνοδος, έτει τῆς ἀρχῆς τρισκαιδεκάτῳ τοῦ νέου Θεοδοσίου, ἐν τῇ κατὰ ᾿Ασίαν συνεκροτήθη Ἐφέσῳ, εἰς διακοσίους πληθυνομένη, ἑνὸς καὶ τεσσαράκοντα ἐτῶν ἀπὸ τῆς δευτέρας μέχρι ταύτης έκμετρηθέντων· ἐν οἷς ήγεμόνες ἐγνωρίζοντο ὁ τῆς ᾿Αλεξανδρείας περιώνυμος ἐν Πατράσι Κύριλλος, καὶ τοῦ τῆς πρεσ βυτέρας Ρώμης Κελεστίνου καὶ τὸ πρόσωπον πλη ρῶν καὶ τὸν θρόνον, Ιουβενάλιος Ἱεροσολύμων, καὶ ὁ τῆς Ἐφεσίων πρόεδρος Μέμνων· οἵτινες, τὸν ἐναγή Νεστόριον ἐκ τῆς Ἀντιοχείας μὲν ὁρμώμενον, τὸν δὲ τῆς Κωνσταντίνου θρόνον οὐκ εὐαγῶς ἐγκεχειρισμένον, δίκας τῆς ἀσεβείας ἀπῄτουν, ἀνθ' ὧν τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν εἰς δύο γιούς τέμνειν οἱ Ο πεφρικώς, τὸν μὲν, ψιλόν ἄνθρωπον τοῦ προσλαβών τος Λόγου χωρίς, τὸν δὲ, Θεὸν ἀνὰ μέρος καὶ γυμνὸν τοῦ προσλήμματος ὁ ἀνόητος ἔπλαττεν, ἐνωθέντα δὲ κατὰ σχέσιν ἐκείνῳ, καὶ ὥσπερ τὸν Σωτήρα Χρι στὸν ἀπεστέρει τῆς θεότητος, οὕτω καὶ τὴν κυρίως Θεοτόκον, τῆς Θεοτόκου κλήσεως. ᾿Αλλ' ἡ τῶν θείων Πατέρων σύνοδος, σαρκὶ καθ' ὑπόστασιν ἡνώσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον λαμπρῶς ἐδογμάτισε, Ένα τε είναι Υιόν μετὰ τοῦ προσλήμματος, ἐν δυσί μὲν φύσεσι, μιᾷ δὲ γνωριζόμενον ὑποστάσει· ὡς τὸν αὐτὸν εἶναι θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἀμφο τέροις τὸ τέλειον ἔχοντα, ἐκ περιουσίας περιγενόμενον τῆς συγχύσεως. Τὴν δὲ αὐτὸν ἀσπόρως καὶ ὑπὲρ φύσιν τεκοῦσαν ἀειπάρθενον κόρην, ἀληθῶς καὶ κι ρίως ἀπεφήνατο Θεοτόκον, τὸν ληρώδη Νεστόριον, αὐτοῖς αὐτοῦ δόγμασι, τῷ ἀναθέματι παραπέμψασα συντάττωσι δὲ καὶ οἶδε κανόνας ὀκτώ. Γ. Περὶ τῆς ἐν Καρθαγένῃ συνόδου. ᾿Αλλὰ καὶ ἡ ἐν Καρθαγένῃ τῷ τηνικαῦτα γέγονε σύνοδος, βασιλεύοντος, ἐν μὲν τῇ πρεσβυτέρα Ρώμη, Ονωρίου, ἐν δὲ τῇ Κωνσταντινουπόλει, τοῦ βηθέν της Θεοδοσίου τοῦ νέου, συνελθόντων εἰς Καρχηδόνα θείων Πατέρων σιζ' ἐξ Ἀφρικῆς καὶ τῶν ὑποκειμέ. νων ταύτῃ χωρῶν. Ἡ γὰρ Καρθαγένη μέρος τῆς Καρχηδόνος ἐστὶν, ἡ δὲ Καρχηδὼν ἐπαρχία της ᾿Αφρικῆς· τῆς δὲ ᾿Αφρικῆς μοῖραί εἰσιν ὀκτώ πρώτη μὲν, ἣν ἡ ᾿Αλεξάνδρεια, καὶ ἡ Πεντάπολις Λιβύης, καὶ ἡ καλουμένη ἔρημος Τρίπολις συμπλη μοῦσι· δευτέρα δὲ ἡ τοῦ Βυζακίου· τρίτη, ἡ τὴν Καρχηδόνος ἡ καὶ προκουνσουλαρία, στον άνθυπα
col. 985–986page 17 of 224
PG 144:985τική· εἶτα, Νουμηδίαι δύο, παλαιά τε καὶ νέα Έπειτα, Μαυριτανίαι τρεῖς, ἤτοι ἡ Καισαρινσία, ή καὶ Καισαριανή καλουμένη, ἀπὸ τῆς μητροπόλεως αὐτῆς Καισαρείας, Σιτιφενσία, ἧς ἡ μητρόπολις Σι τίλαινα· καὶ Τιγγιανή, ἡ μητρόπολιν ἔχουσα Τίγ γην. Ἐξῆρχε δὲ τῆς συνόδου Αυρήλιος ἐπίσκοπος Καρχηδόνος, δν καὶ πάππαν ὠνόμαζον, καὶ οἱ στα λέντες ἐκ τοῦ πάππα Ρώμης τοποτηρηταὶ Φαυστῖνος ἐπίσκοπος, Φίλιππός τε καὶ "Ασελος πρεσβύτεροι. Παρῆσαν δὲ καὶ ἕτεροι τοποτηρηταὶ τῶν ἤδη εἰρημένων ἐπαρχιῶν τῆς Ἀφρικῆς τοὺς τόπους ἀνα πληροῦντες τῶν μὴ δυνηθέντων ἐλθεῖν εἰς τὴν σύνα δον· ὅθεν καὶ τὸ τῆς τοποτηρησίας ὄνομα ἐλήφθη ἀπὸ τοῦ τηρεῖν, ὅ ἐστι φυλάσσειν ἤτοι ἀναπληροῦν τοὺς τόπους τῶν στελλόντων αὐτούς. 13. Περὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου. Ἀλλὰ γὰρ πρὶν χρόνους ἀπὸ τῆς τρίτης εξήειν τριάκοντα, ἡ ἁγία καὶ οἰκουμενική τετάρτη σύνοδος, τῷ πρώτῳ ἔτσι τῆς βασιλείας Μαρκιανοῦ τοῦ χρη στοῦ ἐν τῇ περιωνύμῳ πόλει τῆς Βιθυνίας Αθροίζετο Χαλκηδόνι, εἰς τριάκοντα δὲ καὶ ἐξακοσίους τ ἀριθμὸν ἐξετείνετο· ἧς λυγάδες έγνωρίζοντο 'Ανα τέλιος Κωνσταντινουπόλεως, Μάξιμος "Αντιοχείας, Ιουβενάλιος Ἱεροσολύμων· καὶ δὴ, Πασχασινός τε καὶ Λουκίνσιος ἐπίσκοποι, σὺν Βονιφατίῳ πρεσαι τέρῳ, τὸν τόπον ἐπέχοντες Λέοντος τοῦ ἁγιωτάτου πάππα τῆς πρεσβυτέρας Ρώμης, οὗ μέγα τὸ κλέος, καὶ πολὺς ὁ ὑπὲρ τῆς εὐσεβείας ζῆλος· ὃς οὐ μόνον ἀποστόλοις οἰκείοις, ἀλλὰ καὶ τῇ θα μασία Επιστολή ἐπεχύρου τὰ τῆς συνόδου, ἦν καὶ στήλην ὀρθοδοξία; οἱ Πατέρες προσηγορεύκασιν· οἵτινες τὸν ἀρχιμανδρίτην Κωνσταντινουπόλεως Εὐτυχῇ, καὶ τὸν προα σπιστὴν αὐτοῦ Διόσκορον Αλεξανδρείας, εἰς μίαν φύσιν ἀνακιρνῶντάς τε καὶ συγχέοντας τὴν ἐν δυσὶ φύσεσι γνωριζόμενον ἕνα Χριστὸν τὸν Κύριον ἡμῶν θεόν, φεύγοντας δῆθεν τὴν τοῦ Νεστορίου διαίρεσιν, ἀσεβείας ἕνεκα, τῷ ἀναθέματι κατεδίκασαν· κανό νας οὗτοι δωροῦνται τῇ Ἐκκλησίᾳ τριάκοντα. Ζήτει τὰ περὶ ταύτης καὶ ἐν τῷ α' κεφαλαίῳ τοῦ στοι χείου. Περὶ τοῦ ἁγιωτάτου Γενναδίου Κωνσταντινουπόλεως. Τῷ δευτέρῳ ἔτει Δέοντος τοῦ μεγάλου, ὃς μετὰ Μαρκιανὸν ἐβασίλευσεν, ὁ θεῖος Γεννάδιος εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνάγεται, τὸν ᾿Ανατόλιον διαδεξάμενος, καὶ μετὰ τεσσαρεσκαιδέκατον ἔτος πρὸς Κύριον ἐκδημεῖ· ἐπιστολὴ δὲ φέρε ται τούτου πρὸς τὴν ἐν Ῥώμῃ σύνοδον, δεικνύσα, ὡς οὐδεμιᾶς ἀτοπίας ὑπερβολὴν καταλείπει τὸ χει ροτονεῖν ἐπὶ χρήμασιν. ΙΕ. Περὶ τῆς ἁγίας καὶ οἰκουμενικής & συνόδου. Τῇ δέ γε ε' καὶ οἰκουμενικῇ συνόδι, κανὼν οὐδοτιοῦν ἐμέλησεν, ὅτι μὴ τῷ ἀναθέματι καθυποβαλεῖν τοὺς περὶ Ωριγένην, Διδύμους τε καὶ Εὐαγρίους, τοὺς τὴν Ἑλληνικὴν μυθολογίαν τῇ τοῦ Θεοῦ Ἐκε κλησία φιλονεικήσαντας παρεισενεγκεῖν· προΰπαρξιν γὰρ ἐληρῴδουν ψυχῶν, καὶ πολλὰ σώματα την αὐτὴν ψυχὴν μετενδύεσθαι, καὶ τέλος εἶναι τῆς ἀτε λευτή του κολάσεως· ἔθροιστο δὲ τῷ ὀκτωκαιδεκάτῳ
col. 987–988page 18 of 224
PG 144:987ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ μεγάλου, ὥστε ρίζουσα τῆς πρὸ αὐτῆς τετάρτης χρόνοις δύο πρὸς τοῖς ἑκατόν· καὶ τέμενος μὲν ὥσπερ ἱερὸν ἑαυτῇ τὴν βασιλίδα τῶν πόλεων ἵδρυτο, πέντε δὲ καὶ ἑξή κοντα καὶ ἑκατὸν θεοφόρων Πατέρων συνδρομή ἐκρατύνετο· ὧν ἡγοῦντο τὰ πρῶτα μὲν Μηνάς, εἶτα Εὐτύχιος, ἐκ διαδοχῆς τοὺς ἀρχιερατικοὺς τῆς βασι λευούσης ιθύνοντες οίακας, Απολινάριος Ἀλεξανδρείας, Δόμνος Αντιοχείας, πρὸς δὲ καὶ Δίδυμος, καὶ Εὐάγριος, Εὐστοχίου τοῦ τῶν Ἱεροσολύμων τόπον ἀναπληροῦντες· ὁ δέ γε Ρώμης Βιγίλιος, παρὼν μὲν τηνικαῦτα τῇ πόλει, οὐ παρὼν δὲ τῇ συνόδῳ, τὴν κοινὴν τῶν Πατέρων πίστιν οὐχ ἥκιστα ἐπεκύρου λιβέλλῳ. ΙϚ'. Περὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς ς' συνόδου. Οὐ μὴν οὐδὲ τῇ κυρίως ἕκτῃ προύργου είναι νενό μισται κανόνας συγγράφειν, ἑτέροις ἐχούσῃ τὸν νοῦν· ἥτις χρόνοις ἑνὸς δέοντος πεντήκοντα καὶ ἑκατὸν κατόπιν τῆς προγεγονυίας ἐλθοῦσα, τὴν βα σιλίδα καὶ αὕτη πόλιν ἱερὸν ἐπήξατο θέατρον ἑβδομήκοντα δὲ καὶ ἑκατὸν θεοφόρους ἄνδρας ἀποδυσαμένους σχοῦσα πρὸς τὸν ἀγῶνα, λαμπρῶς νικώ σαν τὴν εὐσέβειαν ἐπεδείκνυ ἔτει τρισκαιδεκάτῳ τῆς βασιλείας Κωνσταντίνου τοῦ λεγομένου Πωγωνάτου. Ταύτης ἀρχηγοὶ ἐγνωρίζοντο Γεώργιός τε Κωνσταντινουπόλεως, καὶ Θεόδωρος καὶ Γεώργιος πρεσβύτε μοι, ἅμα Ιωάννῃ διακόνῳ τὸν τόπον ἀναπληροῦντες Αγάθωνος τοῦ ἁγιωτάτου πάππα Ρώμης· τοῦ δὲ Αλεξανδρείας Πέτρος μοναχὸς ἐξεπλήρου τὸν τόπον Γεώργιος δὲ μοναχὸς καὶ πρεσβύτερος, τοῦ Ἱεροσολύμων· οὗτοι δὴ τοὺς περὶ Σέργιον, Πύρρον, Παύ λον, Πέτρον, τοὺς δυσσεβῶς τῆς Κωνσταντινουπόλεως προεδρεύσαντας, ἔτι δὲ καὶ Ονώριον 'Ρώμης, Κῦρον 'Αλεξανδρείας, Μακάριον Αντιοχείας, Θεό δωρον τῆς Φαράν, Στέφανον καὶ Πολυχρόνιον, τῇ τοῦ ἀναθέματος καθυπέβαλον δίκῃ· ἀνθ' ὧν ἐν θέ λημα καὶ μίαν ἐνέργειαν καὶ μετὰ τὴν σάρκωσιν τὸν Κύριον ἡμῶν ἐδογμάτιζον ἔχειν. Οἱ δὲ τῆς συν όδου, δύο θελήματα φυσικά, καὶ δύο ενεργείας ὁμοίως ἔχειν μετὰ τὴν σάρκωσιν τὸν Κύριον ἡμῶν ἀπεφήναντο καὶ ἐκύρωσαν, οὐκ ἐν διαιρέσει προσ ώπων, ἀλλ' ὅτι οὐδεμία φύσις τῶν δύο ἐπὶ Χριστοῦ φύσεων ἀθέλητος ἦν, ἢ ἀνενέργητος· ἵνα μὴ τῶν Ιδιωμάτων τούτων ἑκατέρας φύσεως ἀναιρουμένων, τῆς ἐνεργείας, λέγω, καὶ τῆς θελήσεως, καὶ αἱ φύ σεις, ὧν αὗταί εἰσιν ἰδιώματα, συναναιρείσθαι δοκώ σιν, ΙΖ΄. Περὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς πενθέκτης συνόδου. ᾿Αμέλει καὶ τοῦ δευτέρου Ιουστινιανοῦ, τοῦ Τι νοτμήτου δηλαδή, βασιλεύοντος, ὃς ἦν υἱὸς Κων σταντίνου τοῦ Πωγωνάτου, τῇ τούτου κελεύσει συν ἦλθον ἐπίσκοποι ἑπτὰ καὶ εἴκοσι καὶ διακόσιοι, ἐν τῷ λεγομένῳ Τρούλλῳ· οἶκος δὲ ἦν οὗτος περιφανή ἐν καλῷ τῶν βασιλείων Κωνσταντινουπόλεως κείμενος. Ἔργον δ᾽ ἦν αὐτοῖς, πάντα τε τὰ πεπραγμένα ταῖς πρώην συνόδοις κυρώσαι, καὶ κανόνας συντάξαι εἰς τὴν τῆς Ἐκκλησίας ἀφορῶντας κατάστασιν συνέζευκται δὲ καὶ αὕτη τῇ ἕκτῃ, καὶ τὴν προσηγο
col. 989–990page 19 of 224
PG 144:989ρίαν ἐκείνης ἐδέξατο· οὐ γὰρ περὶ πίστεως καὶ δαγμάτων αὐτῇ ζήτησις γέγονεν, ὥστε καὶ αὐτὴν ἰδιαίτατα παρὰ τοῦτο λογίζεσθαι σύνοδον· μᾶλλον δὲ κυρίως πενθέκτη λέγοιτ' ἄν, ἅτε τὸ ὑστέρημα τῆς τε πέμπτης καὶ τῆς ἔκτῆς ἀναπληρώσασα, τὴν τῶν ἱερῶν, φημί, κανόνων συνθήκην. Εστι δὲ καὶ οἰκουμενικὴ· ἡγεμόνες γὰρ ἐν αὐτῇ ἐγνωρίζοντο Παῦλος Κωνσταντινουπόλεως, Πέτρος Αλεξανδρείας, Γεώρ γιος Αντιοχείας, ᾿Αναστάσιος Ἱεροσολύμων, Ιωάννης νέας Ἰουστινιανουπόλεως, Βασίλειος τῆς Γορτυναίων μητροπόλεως τῆς Κρήτης νήσου, καὶ τὸν τόπον ἐπέχων πάσης τῆς συνόδου τῆς ἁγίας Εκκλησίας Ῥώμης. Οὕτω γὰρ ἐν τοῖς παλαιοίς εὕρηνται βιο βλίοις μετὰ τὴν τοῦ βασιλέως ὑπογραφὴν ἕκαστοι τῶν πατριαρχῶν τε καὶ μητροπολιτῶν ὑπογραφῇ τὸ οἰκεῖον σημειωσάμενοι ὄνομα καὶ ἀξίωμα· εἰ καὶ οἱ Λατίνοι, καιρίως ὑπὸ ταύτης πληττόμενοι, μὴ εἶναι ταύτην οἰκουμενικὴν διατείνονται, τῷ μὴ τοποτηρητὰς ἐσχηκέναι τοῦ πάππα Ρώμης, ὡς ἄλλης οὔ σης τῆς ἔκτης συνόδου, ᾗ κἀκεῖνος συνήνεσεν, ἥτις ἐπὶ Κωνσταντίνου τοῦ Πωγωνάτου συνήθροιστο ταύτην δὲ μετὰ χρόνους γενέσθαι συχνούς, κελεύσει τοῦ 'Ρινοτμήτου Ἰουστινιανοῦ. Πρῶτον μὲν γὰρ οὐκ ἂν ἠνέσχοντο οἱ τοσοῦτοι ἅγιοι Πατέρες ἐπιφανοῦς οὕτω ψεύδους ἀλῶναι, λέγοντες ἐν τοῖς ἑαυτῶν κανόσιν, Ωρισεν ἡ ἁγία αὕτη καὶ οἰκουμενική σύν οδος· ἄλλως τε καὶ οὔ; ὁ πάππας εἶχε λεγάτους, ἀντιπροσώπους δηλαδή, τῆς ἡμετέρας μὲν ὄντας επαρχίας, ὥστε καὶ ταῖς κοιναῖς συνελεύσεσιν ἀντ᾽ ἐκείνου τούτους ἐπιδημεῖν, δυσχερούς οὔσης αὐτῷ τῆς ἀφίξεως διὰ τὸ τῆς ὁδοῦ μήκος· οὐ γὰρ δὴ καὶ παρ' ἐκείνου ἐχειροτονοῦντο, ὡς ὁ Καισαρεὺς ἱστορεῖ Κωνσταντίνος. Πάντες τοίνυν οὗτοι τῇ ἁγίᾳ συνόδῳ παρῆσαν, λέγω δὴ ὁ Θεσσαλονίκης, ὁ Δαρδανείας, ὁ Ηρακλείας Θράκης, ὁ Κορίνθου, ὁ Ραβέννης, καὶ ὁ Κρήτης οὗτος Βασίλειος, ὃς ἰδίᾳ φέρειν τὰ δίκαια τῆς Ἐκκλησίας Ρωμαίων ὑπέγραψε κανόνας δε καὶ οὗτοι συντάττουσι δύο πρὸς τοῖς ἑκατόν. ΙΗ'. Περὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἑβδόμης συνόδου. Χρόνων δὲ παρεῤῥνηκότων είκοσι καὶ ἑκατὸν, ὀγδίου δὲ ἱσταμένου τοῦ Κωνσταντίνου τῇ βασιλείᾳ, καὶ τῆς μητρὸς αὐτοῦ Εἰρήνης, Νίκαιαν μὲν τὴν τῶν Ι:θυνῶν μητρόπολιν κριτήριον τῆς εὐσεβείας καὶ ἡ ἑβδόμη σύνοδος δείκνυσιν, ὥς γε δὴ καὶ ἡ πρώτη σύνοδος πάλαι. Εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα καὶ τριακοσίους ἄνδρας ἱεροὺς ἐπληθύνετο, ταξιάρχας τῆς ἱερᾶς ταύτης φάλαγγος προβαλλομένη Ταράσιον Κωνσταντινουπόλεως, τὸν ἐν ἱερεῦσι Θεοῦ περιβίη τον, Πέτρον τοῦ τῶν ἱερέων τάγματος πρώτον, καὶ ἕτερον Πέτρον πρεσβύτερον καὶ ἡγούμενον τῆς τοῦ ἁγίου Σάββα μονῆς, τὸν τόπον 'Αδριανοῦ τοῦ πάππα Ρώμης κληρωσαμένους, Ἰωάννην τε καὶ Θωμᾶν πρεσβυτέρους, καὶ καλὸν ἐν ἀσκηταῖς λάμποντας, τῶν τῆς ᾿Ανατολῆς πατριαρχῶν τὸν τόπον ἐπέχοντας, λέγω δή, 'Απολιναρίου Αλεξανδρείας, Θείδω ρήτου Αντιοχείας, καὶ Ηλία Ἱεροσολύμων. Αὕτη τοίνυν ἡ ἁγία σύνοδος, τοὺς εἴδωλα τὰς προσκυνητὰς τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ εἰκόνας, ὦ μιαράς γλώττης, ἀποκαλοῦντας, δι' ὧν εἰδώλων πλάνη διώ
col. 991–992page 20 of 224
PG 144:9916296 καται, κοινῇ ψήφω, δεσμοῖς ἀλύτες τοῦ ἀναθέματος ὑποβάλλουσι· καὶ κανόνας δύο πρὸς τοῖς εἴκοσιν εἰς τὴν τῶν πιστῶν ὠφέλειαν συντιθέασιν, ἐξάκις χιλιοστού διακοσιοστοῦ ἐννενηκοστοῦ ἔκτου τηνικαῦτα διιππεύοντος έτους. Περὶ τοῦ ἁγίου Ταρασίου Κωνσταντινουπόλεως. ᾿Αλλὰ καὶ ὁ δηλωθείς θεῖος Ταράσιος, πρὸς 'Αδρια νὰν τὸν πάππαν ἐπέστειλε Ῥώμης, οὐκ ὀλίγοις ἐκ τῆς θείας Γραφῆς μαρτυρίοις χρησάμενος, καὶ ἀπο φήνας, μηδὲν ἀσεβείας ἐλλείπειν τὸ ἐπὶ χρήμασι χειροτονείν. 18. Περὶ τῆς λεγομένης ἁγίας καὶ οἰκουμενικῆς α' και β' συνόδου. Γέγονε τις καὶ ἑτέρα κατὰ τὴν Κωνσταντινούπολιν σύνοδος, ἐν τῷ περιφανεῖ τῶν ἁγίων Αποστόλων νεῷ, ἥτις ἐπιγέγραπται «Ἡ ἁγία καὶ μεγάλη πρώτη καὶ δευτέρα σύνοδος.· Ἐπὶ τῶν ἡμερῶν δέ φασι ταύτην ἠθροῖσθαι Φωτίου πατριάρχου Κωνσταντινουπόλεως, ἡνίκα Βασίλειος ὁ Μακεδὼν τὰ σκήπτρα τῆς Ῥωμαίων διεἶπεν ἀρχῆς, ἑβδομηκοστοῦ καὶ πέμπτου έτους μετὰ τὴν ἑβδόμην ἐξήκοντος σύναξαν στάσεως δέ τινος κατὰ τὴν πρώτην ἐπισυμβάσης συνέλευσιν, καὶ δευτέρας συνδρομῆς τοῖς θείοις Πα τράσιν ἐδέησεν, ἐν ᾗ καὶ τὰ δογματισθέντα κυρωθε ναί τε καὶ γραφῇ δοθῆναι, ὡς ἐντεῦθεν διηρημένως τὴν μίαν ὀνομάζεσθαι σύνοδον· κανόνας δὲ καὶ αὕτη συντέθεικεν ἑπτακαίδεκα. Κ΄. Περὶ τῆς περὶ τὸν Φώτιον συνόδου. ᾿Αλλὰ καὶ ἕτεροι τρεῖς κανόνες ἐξεφωνήθησαν τη συνόδῳ, ἥτις τὸν Φώτιον τῷ θρόνῳ Κωνσταντινουπόλεως τελευτώσα ἐνίδρυσε, μετὰ τὴν τοῦ θείου μετά θεσιν Ἰγνατίου, έκατέρου πολλάκις πρότερον ἐκβαλλομένου καὶ ἀντεισαγομένου. Ανακεφαλαίωσις τοῦ Συντάγματος. Αὕτη τῶν ἱερῶν συνόδων μετὰ τοὺς θείους ἀπο στόλους ἡ τῶν χρόνων τάξις ἱστόρηται, καὶ ταύτας εἶναι τῆς συνελεύσεως τὰς αἰτίας, καὶ οἶδε οὓς ἐκά στη κανόνας ἐκδέδωκε, καὶ οὓς ἰδίᾳ τῶν θεσπεσίων αὖθις ἀνδρῶν ἔνιοι συνεγράψαντο. Ἐπειδὴ γὰρ τὴν ἐξ ἐθνῶν ἅμα καὶ Ἰουδαίων πληθύν, τῇ ὑπὲρ νοῦν καὶ λόγον ἐνσάρκῳ τοῦ Θεοῦ Λόγου οικονομίᾳ τῆς ἐξαπάτης τοῦ διαβόλου καὶ τυραννίδος ἀποφοιτήσασαν, καὶ πρὸς τὸν ἀληθῆ Βασιλέα καὶ Κύριον τῆς δόξης ὀρθῇ τῇ πίστει καὶ εἰλικρινεί προσκολληθεί σαν τῇ διανοία, θείοις ἔδει νόμοις πρὸς τὰ κρείττω η δημαγωγεῖσθαι, καὶ τοὺς μὲν καλῶς τούτων βιοῦντας ἐπιστηρίζεσθαι, τοὺς πρὸς κακίαν δὲ ἀπορρέοντας ἐπανάγεσθαι, οἱ θεῖοι Πατέρες τοῖς πολιτικοῖς ἐῤῥῶσθαι πολλὰ φράσαντες νόμοις, θεσμούς θείους καὶ κανόνας εκπεφωνήκασι, τὸν ἑκάστου βίον καὶ τρόπον ρυθμίζοντας. Τούς γε μὴν πλημμελοῦντας, οὐκ ᾤοντο δεῖν, καθάπερ ἐκεῖνοι, μετέρχεσθαι, καὶ λώροις στίζειν, καὶ πληγαῖς ἀνηκέστοις καθυποβάλλειν, ζώων δίκην ἀλόγων, ὥσπερ οὐ τῇ κακίᾳ μάχε σθαι, τὰ δὲ τῶν ἀνθρώπων κακῶς ποιεῖν προαιρούμενοι σώματα, τῆς ἀληθοῦς μετανοίας τῇ τελευταία τούτους πληγῇ προαρπάζοντες· ἀπάδοντα γὰρ τῶν τοῦ Θεοῦ οἰκτιρμῶν ἄντικρυς ταῦτα ἡγήσαντο, τοῦ τὸ πλανώμενον ἐπιστρέφειν, καὶ τὸ ἀπολωλὸς ἐκζη τεῖν, καὶ τὸ ἀσθενὲς ἐνισχύε:ν, οπόση δύναμις, ἐπ
col. 993–994page 21 of 224
PG 144:993τάξαντος· καὶ ταῦτα χάριτος ὅσης καὶ υἱοθεσίας ἠξιωκότος τοὺς ἀπαλλάξαντας τέως τῆς ἐπαχθείας τοῦ νόμου. Προσέτι γε μὴν καὶ τοὺς θαυμάσαντας, ὅπως πρώην τὰ τῶν δαιμόνων ἦγον ἐν θαύματι· τὸ μέντοι σεσηπὸς ἤδη τῶν μελῶν, τῇ μαχαίρᾳ τοῦ Πνεύματος εὖ μάλα καὶ σοφῶς ἀποξέειν, ὅπως μὴ καὶ τοῖς ἔγγιστα τῇ κοινωνίᾳ λυμήνηται, ἄριστον ἔγνωσαν, καὶ κάλλιστα ἔχειν τῷ κοινῷ πρὸς ἀσφά λειαν. "Ινα τοίνυν οἱ μετ' ἐκείνους ποιμένες τε καὶ διδάσκαλοι τύπον ἔχοιεν ὥσπερ διδαχῆς, οὕτω δὴ καὶ Ιατρείας πνευματικῆς, γραφῇ τὸ κατάλληλον ἑκάστη τῶν νόσων ἐσημειώσαντο φάρμακον, πρότερον μετὰ τοῦ ἁγίου ταῦτα σκεψάμενοι Πνεύματος, τοῦ σοφῶς οἰκονομοῦντος καὶ διευθύνοντος τὰ ἡμέτερα. Οθεν οἱ τὰ τούτων ἐν τοῖς τοιούτοις περὶ ἐλαχίστου τῶν σφετέρων τιθέμενοι λογισμῶν, τῶν ἐσχάτων ἂν εἶεν β τιμᾶσθαι δίκαιοι, ὅτι τοὺς ἀνθρωπίνους καὶ δειλούς καὶ τὰς ἐπισφαλεῖς ἐπινοίας κατὰ τὸ λόγιον, τῶν τ' ἀληθινῶν καὶ βεβαίων τοῦ Πνεύματος νόμων αὐθ εκάστῳ προτετιμήκασι γνώμη. ᾿Αλλὰ τούτων μὲν ἅλις. Εἴη δὲ μήτε τοὺς ἐντυγχάνοντας τῷ συγγράμματι τῷδε τινὸς τῶν χρησίμων, μήτε μὴν ἡμᾶς τῶν ἀμοιβῶν τοῦ τόνου διαμαρτείν. ὓς ἂν δὲ μηδὲ χρόνος λανθάνων εἴη τοὺς ἐντυγχάνοντας, ὅς ὑπ' αὐγὰς ἡλίου τὰ τῆς πραγματείας προήνεγκε ταυ τησί, μετὰ τὴν ἐξαπλὴν τῶν ἐτῶν χιλιάδα, καὶ τὴν ὀκταπλῆν αὖθις εκατοντάδα, τρίτον καὶ τεσσαρακοστὸν ἔτος τὴν φορὰν ἀτεχνῶς ἐμέτρει τοῦ χρόνου. Ἔτι καὶ περὶ τῶν πολιτικῶν νόμων, ὅθεν ἔσχεν τὴν ἀρχὴν, καὶ ὅπως συνέστησαν. Οὐδὲν δὲ οἷον καὶ περὶ τῶν πολιτικών νόμων βρα χέα διαλαβεῖν, καὶ ὅθεν ἔσχον καὶ οὗτοι την γένεσιν, ὡς ἐφικτόν, ἱστορῆσαι· ἐπειδὴ καὶ τούτων ἐνίως τοῖς τῶν ἱερῶν κεφαλαίοις κανόνων, ὡς ἄν τινας ἐπικούρους, δεῖν ᾠήθημεν προσαρμόσαι. Κατὰ τὴν πρώτην Ολυμπιάδα, καθ᾽ ἣν ὄγδοον μετὰ τὸ ἑπτακοσιοστὸν καὶ τετρακισχιλιοστὸν ὁ κόσμος ήνυεν ἔτος, Ρωμύλος βασιλεύει τῆς Ρώμης· μεθ' ἂν ἔτε ροι τὸν ἀριθμὸν ἐξ ἀλλήλους ἦσαν διαδεχόμενοι· καὶ χρόνοις αὐτοῖς τὰ τῆς βασιλείας εμέτρει τέταρτο; καὶ τεσσαρακοστὸς πρὸς τοῖς διακοσίοις. Ὑπὸ βασι λείας τοίνυν ἐθυνομένης τῆς πόλεως, ῥῆγε; τὰ τῆς πολιτείας διώκουν, δευτέραν μετά γε τὸν βασιλέα τὴν ἐξουσίαν ἀνῃρημένοι· καὶ τὸ ἐκείνοις δακοῦν νόμου δύναμιν εἶχε τῇ πολιτεία, οὐδέπω γὰρ ἐν γράμματι νόμος ἦν. Κατὰ δὲ τὴν ὀγδόην καὶ ἑξηκο. στην Ολυμπιάδα, εἰς δημοκρατίαν τῆς βασιλείας μεταπεσούσης, καὶ τῶν ῥηγῶν γενομένων ἐκ μέσου, τῆς δὲ τῶν ὑπάτων εισαχθείσης ἡγεμονίας, ὁ δῆμος Ρωμαίων ἀορίστῳ τινὶ νόμῳ, ἢ συνηθεία, μάλλον εἰπεῖν, ἐκέχρητο· ἀλλὰ πρὶν εἴκοσι χρόνους εξήκειν, ἄνδρας ὁ δῆμος ἐκλεξάμενοι δέκα, ὧν ἦρχεν ᾿Αππιος Κλαύδιος, νόμους τούτοις ἐπιτετράφασι θεῖναι. Οἱ δὲ συναγαγόντες τὰ σποράδην κείμενα, ώσπερεί να μιμα τῆς Ρώμης ἔθη, ερανισάμενοί τε καὶ ᾿Αθήνη δεν οὐκ ὀλίγους τῶν Ἑλληνικῶν νόμων, ὅσοι τε εἰς Σόλωνα τὴν ἀναφορὰν αὐτοῦσι καὶ Δράκοντα, πρὸς δὲ καὶ ὅσους τὸν Λυκοῦργον λόγος ἐσχηκέναι πατέρα, καὶ Μίνωα, καὶ τοὺς τοιούτους, βίβλους ἐκ τούτων συντάσσουσι δυοκαίδεκα. Σόλων μὲν γὰρ καὶ Λυ κοῦργος τοὺς ἀρίστους τοῖς Ἕλλησι συγγεγραφέναι λέγονται νόμους, ὁ μὲν ᾿Αθήνῃσι, Λυκοῦργος δὲ
col. 995–996page 22 of 224
PG 144:995παρά Λακεδαιμονίοις. 'Αλλ' ὁ μὲν Λυκοῦργος παλαιός ἦν· τῷ γὰρ ἐξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίουἁλώσεως ἐγνωρίζετο, Λατίνων βασιλεύοντος Προκη Σιλουΐου. Σόλων δὲ τοῖς ᾿Αθηναίοις νόμους ετίθει τη ἕκτῃ καὶ τεσσαρακοστῇ Ὀλυμπιάδι, τοὺς τοῦ Δρά κοντος περιελών, πλὴν τῶν φονικών. Ταῖς οὖν εἰρη μέναις βίβλοις ὁ δῆμος ἐχρῆτο ἕως ὑπατείαις ηγετο καὶ δημοκρατίαις, ὡς εἴρηται. Κατ' ἐνιαυτὸν γὰρ ὁ δῆμος δύο τῶν εὐπατριδῶν προϊσχόμενοι, ὥστε τὰ πολιτικά πάντα καὶ τὰ τῆς στρατείας διοικεῖν πράγ ματα, υπάτους τούτους ὠνόμαζον· καὶ τὸ σχῆμα τοῦτο τῆς πολιτείας ἐπὶ χρόνοις ήρκεσε τέσσαρσι καὶ ἑξήκοντα πρὸς τοῖς τετρακοσίοις. Γαΐου δὲ τὴν ὑπατείαν τε καὶ δημοκρατίαν εἰς βασιλείαν αὖθις ἀμείψαντος, καὶ τῆς πολιτείας ἐπιδιδούσης, αὐξάνεσθαι καὶ τὰς ὑποθέσεις συνέβαινε καὶ τὰς δίκας, ὡς καὶ ποικιλοτέρων και καινοτέρων δεῖσθαι νόμων τὴν πολιτείαν. Ταύτῃ τοι καὶ ὁ σεβαστός Αύγουστος ἐκεῖ νος ὁ Καίσαρ, ὃς μετὰ Γάϊον ἐβασίλευσεν, οὐχ όπως ὅσοι σοφίᾳ τῶν πολλῶν ἦσαν κρείττους, ἀφῆκε νομο θετεῖν, ἀλλά γε καὶ τοῖς τοῦ δήμου και στρατηγοίς, καὶ ὅ τι ἂν ἕκαστος είποι, παρὰ πᾶσιν ἐδοκιμάζεται καὶ εἰ τῶν χρησίμων ἔδοξε, τοῖς προλαβοῦσι τῶν νόμων εὐθὺς ἀνεγράφετο. Ταῦτα πάλιν ὁ πολύ μετά τὸν Αύγουστον ἄρξας Αδριανός, ἀθροίσας εἰς ἕν, μὲν τῶν ἄλλων πάντων, ἰδίαν ἐποιήσατο πραγματείαν ἐν βίβλοις θεωρουμένην πεντήκοντα, Δίγεστα τούτοις ήτοι Πανδέκτην ὄνομα θέμενος, ὡς ἐκ πολε λῶν δηλαδὴ συλλεγέντα. Ἰδίᾳ δὲ ὅσα οἱ βασιλεῖς διωρίσαντο, ἐν βιβλίοις ἔγραψε δώδεκα, ἅπερ ὠνόμασε Κώδικας, ήτοι βασιλικάς Διατάξεις. Ἀλλὰ καὶ οὕτω δυσχερὴς ἦν ἡ τῶν νόμων κατάληψις, πλάτος ἐχήν των τοῖς λογισμοῖς οὐχ ὁρίζον· καὶ μάλιστα τῶν κατὰ καιροὺς βασιλέων τὰ δοκοῦντα σφίσι προστιθέν των τοῖς κώδιξι, περὶ ὧν οὔπω πρότερον ἔκειτο νότ μος. Οὐ μὴν ἀλλὰ καὶ λατινική λέξις καὶ φράσις εἰσέτι τοὺς νόμους κρύπτουσα τοὺς συνέναι ταύτην μὴ δυναμένους, ἰσχυρῶς ἀπετείχιζε, καὶ τῆς ἐξ αὐτ τῶν ὠφελείας ἑστέρει, περὶ ἐν ἔθνος ταύτην ἱστᾶσα. Ο δὲ περιώνυμος ἐν βασιλεῦσιν Ἰουστινιανός, του πλήθους τῶν τοῦ νόμου κεφαλαίων τὰ τῷ καιρῷ καὶ τοῖς πράγμασι μόνον χρήσιμα ἐκλεξάμενος, οὐ μὴν ἀλλὰ καὶ τὸ πλάτος ὡς οἷόν τε έκτεμὼν, καὶ τὰ δις περὶ αὐτῶν κείμενα ἐξελών, ἔτι καὶ πρὸς τὴν Ἑλλη νικὴν τά τε τῶν κωδίκων καὶ τὰ τῶν διγέστων μετα βέβληκε φράσιν· πρὸς δὲ καὶ νόμων εἰσαγωγὴν ποιη σάμενος, ὥσπερ τινὰ πρῶτα στοιχεία,Ἰνστιτοῦτα τὸ βιβλίον ὠνόμασεν· εἰσαγωγὴν γὰρ τοῦτο δηλοί Αλλ ἐπεὶ τὸ σύνταγμα τῶν διγέστων κατ' ἐπιτομήν, ώ; εἴρηται, συνετέθη, ἔδοξέ τισ. πολλὰ τῶν καιριωτές ρων ἐκ τῆς σπουδασθείσης συντομίας παραλελείφθαι. Διὸ πάλιν ὡρίσθη καὶ ἐγένοντο τὰ λεγόμενα παράτι τλα, καθ᾽ ἕκαστον τίτλον ἀναπληρώσεις ἔχοντα τῶν παραλελειμμένων χρησίμων· ἐξηγηταῖς δὲ καὶ ὑπουργοῖς οὐκ ὀλίγοις ὁ βασιλεὺς εἰς ταῦτα ἐχρή σατο. Στέφανος γάρ τις εἰς πλάτος τὰ διγέστα ἐξη γήσατο· Κύριλλος κατ' ἐπιτομήν· Δαρόθεος μέσῃ τάξει ἐχρήσατο· Θαλέλαιος Κηνσωρ τους κώδικας εἰ; πλάτος ἐκδέδωκε· Θεόδωρος Ερμουπολίτης συν
col. 997–998page 23 of 224
PG 144:997τετμημένως· ἔτι δὲ συντομώτερον ᾿Ανατόλιος· ὁ δὲ Ισίδωρος στενώτερον μὲν τοῦ Θαλελαίου, πλατύτερον δὲ τῶν λοιπῶν δύο. ᾿Αμείψαι δὲ θελήσας ὁ βασι λεὺς καί τινας τῶν παλαιῶν διατάξεων, νεαρὰς ἑβδο μήκοντα καὶ ἑκατὸν ἐφιλοπόνησε διατάξεις, καὶ ἰδίαν ταύταις χώραν ἀπένειμεν ἤμειψε γὰρ τὸ περὶ γά μων, τὸ περὶ φαλκιδίου, καὶ τῶν τοιούτων, καὶ δὴ καὶ τὸ περὶ νόθων, ἅπερ ὁ μέγας πρῶτος διετάξατο Κωνσταντίνος, συμπαθέστερον περὶ τοὺς τοιούτους διατεθείς. Ταύτας δὲ τὰς νεαρὰς διά τινος ἐξέθετο Τρισουνιανοῦ, δεξιοῦ μὲν ἄλλως τὴν φύσιν, καὶ εἰς ἄκρον πᾶσαν παιδείαν ἐξησκημένου, φιλοχρηματία δὲ δαιμονίως άλισκομένου. Διὸ καὶ ἐν τῷ ταύτας συγγράφειν, πολλοὶ τῶν ἐχόντων δίκας χρήμασιν αὐτὸν ὑποφθείροντες παρέπειθον, τὰ μὲν πρὸς τὸ συμφέρον αὐτοῖς μεθαρμόττειν, τὰ δὲ πρὸς ἀσάφειαν Β. καὶ διχόνοιαν σχεδιάζειν. Τελευταῖος δὲ πάντων, δ ἐν βασιλεῦσιν ἀοίδιμος Λέων ὁ Σοφός, μίαν τὰ πάντα ποιησάμενος πραγματείαν διά τινος Σαββατίου πρωτ τοσπαθαρίου, καὶ τὰ διέχοντα τῇ θέσει συνάψας εἰς ἕν, τά τε δίγεστα καὶ τοὺς κώδικας, καὶ πολλὰ τῶν Ινστιτούτων, καὶ αὐτὰς τὰς τοῦ Ἰουστινιανοῦ Νεαράς, ἐν βιβλίοις μὲν ἑξήκοντα, τεύχεσι δὲ ὠργάνωσεν ἕξ, πᾶν ἐναντίον καὶ τὴν χρῆσιν οὐ παρεχόμενον ἐν τοῖς πράγμασιν ἀποκρίνας τε καὶ ὑπεξελών, διὰ τὸν ὡς εἰκὸς, πολλὰ τῶν ἀρχαίων νομοθετημάτων παρευδοκιμηθῆναι τοῖς ὕστερον· ἀλλὰ καὶ τῶν ἐκλεγέντων τὴν συνθήκην τῆς φράσεως, μηδὲν περιττὸν ἔχειν καὶ παρέλκον ἐφρόντισεν· ἔπειτα τὰ ἀνὰ μέρος καὶ διεσπαρμένως περὶ τοῦ αὐτοῦ πράγματος εἰρημένα, εἰς μίαν κατέστησε τίτλου περιοχήν· πεποίηκε δὲ καὶ οὗτος νεαρὰς διατάξεις εἴκοσι πρὸς ταῖς ἑκατόν· ἀλλ᾽ οὐ πᾶσαι τὴν τήμερον πολιτεύονται. ᾿Αλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. Δεῖ δὲ ἄρα καὶ τὰ κεφάλαια κατὰ στοιχεῖον τοῦ παρόντος συντάγματος ὡς ἐν πίνακι γραφῇ παραδοῦναι. (Ζήτει περὶ νόμων καὶ ἐν τῷ Ζ' κεφ. τοῦ Ν στοιχείου). ΠΙΝΑΞ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ. ᾿Αρχὴ σὺν Θεῷ τοῦ στοιχείου. Περὶ τῆς ὀρθοδόξου πίστεως. α'. Περὶ τῶν ἀρνησαμένων τὴν ἀμώμητον ταυτην τῶν Χριστιανῶν πίστιν, καὶ ὅπως τους μεταμελομένους τούτων προσίεσθαι δεί. β'. Περὶ αἱρετικῶν, καὶ ὅπως χρὴ δέχεσθαι τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας. γ. Πῶς δεῖ τὰς λεγομένας ἀγαπας ποιεῖν, ήτοι συμπόσια. 8. Περὶ ἀγορᾶς καὶ πράσεως. Νόμοι. ε'. Περὶ ἀλογευσαμένων, ήτοι ζωοφθόρων. ς'. Περὶ ἀναγνωστών. ζ'. Περὶ ἀναθέματος. η΄. Περὶ ἀντιμινσίου. θ'. Περὶ ἀποδημίας Επισκόπων καὶ κληρικῶν. ι. Περὶ ἀπολυτικῶν γραμμάτων. ια'. Περὶ τῶν ἁρπαζόντων ἐπισκόπων τὰς μὴ ἀν ηκούσας αὐτοῖς Εκκλησίας. ιβ. Περὶ τῶν ἁρπαζόντων λῃστοιχῶς τὸ ἀλλό τρια, Α.
col. 999–1000page 24 of 224
PG 144:999ιγ'. Περὶ τῶν ἁρπαζόντων ἐπὶ γάμῳ γυναῖκας. Β. για ιδ. Περὶ ἀῤῥενομανίας. ιε'. Περὶ ἀρχόντων, ὁποίους εἶναι δεῖ τούτους. ις'. Περὶ τῶν ἐν ἀφεδρῳ γυναικών. ιζ. Περὶ ἀφηλίκων. την Περὶ ἀφορισμού. Αρχὴ τοῦ στοιχείου. σ'. Περὶ τοῦ ἁγίου βαπτίσματος. β'. Περὶ τῶν ἀμφιβαλλομένων νηπίων εξ έδαπτί σθησαν. γ'. Περὶ τῶν βαπτιζομένων νηπίων των Ἀγαρηνῶν, καὶ περὶ τῶν βαπτιζομένων παρὰ ἀνιέρων. δ'. Περὶ τῶν βαπτιζομένων ἐξ Ιουδαίων. ε. Περὶ βασιλέως. ς'. Πότε ὁ βασιλεὺς εἰς τὸ ἅγιον είσεισι θυσιαστήριον. ζ'. Οτι βασιλέα ὑβρίζειν οὐ δεῖ. η'. Περὶ τῶν βαθμῶν τοῦ γάμου. θ'. Περὶ τῶν βδελυττομένων τους εννόμους γά μους, τὸν οἶνον, τὰ κρέα, καὶ ἕτερα. ι. Περὶ βίας καὶ δυναστείας. τα'. Περὶ βιβλίων την θείας Γραφῆς γνησίων καὶ νάθων. ιβ. Περὶ θεοθανών, ήτοι τῶν ἑαυτοὺς ἀναιρούν των. εγ'. Περί βισέκτου. 'Αρχὴ τοῦ στοιχείου. α'. Περὶ τῶν τοῦ γάμου βαθμών β'. Περί γάμων ἐπιτετραμμένων και κεκωλυμέ νέον. Νόμος. γ. Περὶ τῶν τοὺς ἐννόμους γάμους βδελυπτομένων, δ. Περὶ διγάμων, τριγάμων, καὶ πολυγάμων ἀν δρῶν τε καὶ γυναικῶν. ε'. Περὶ τῆς δευτερογαμήσαι βουλομένης γυναικὸς, ἐν τῇ ἀποδημίᾳ ἡ στρατεία τοῦ ἀνδρὸς αὐτῆ; ή ἀφανισθέντος. δ'. Ὅτι τῷ διγαμοῦντι οὐ δεῖ συνεστιᾶσθαι τὸν Ιερολογήσαντα πρεσβύτερον. ζ. Ὅτι τοὺς εἰς γάμον ἐπιόντας Χριστιανούς, οὐ δεῖ παιγνίοις προσέχειν. η'. Περὶ τῶν γαμουμένων παρθένων γυναικών Ο παρά γνώμην τῶν οἰκείων γονέων. θ'. Περί γάμων παρανόμων συγγενικών. ι. Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας ἁρπαζόντων. ια΄. Περὶ τῶν ἐπὶ γάμῳ λαμβανόντων τάς τῷ Θεῷ ἀφιερωμένας. ιβ΄. Ὅτι οὐ δεῖ γάμους συναλλάττειν μετὰ αἱρε τιχῶν. ιγ. Ο γάμος ἐκ ποίων αἰτιῶν λύεται. ιδ. Περὶ γυναικῶν διακόνων καὶ χηρών. ιεʹ. Περὶ γυναικῶν μεμνηστευμένων, ἐν ᾧ καὶ περὶ μνηστείας. ις'. Περὶ τῶν τὰς ἰδίας γυναίκα; ἐκβαλλόντων προφάσει εὐλαβείας ή παραλόγως ι΄. Οτι τῶν ἰδίων γυναικών χωρίζεσθαι δεῖ τοὺς ἐπισκόπους.
col. 1001–1002page 25 of 224
PG 144:1001ιη'. Οτι τῶν ἰδίων γυναικῶν δεῖ τοὺς ἱερωμένους ἐγκρατεύεσθαι, ὅτε τὰ ἅγια μεταχειριεῖσθαι μέλ λουσιν. θ'. Περὶ τῶν γυναῖκας συνεισάκτους εχόντων ἐπισκόπων ἢ κληρικῶν. κ'. Περὶ τῶν γυναιξὶ συλλουομένων, κα'. Ὅτι γυναῖκας οὐ δεῖ πρεσβύτιδας γίνεσθαι. κβ'. "Οτι γυναίκας οὐ δεῖ εἰσέρχεσθαι εἰς τὸ ἅγιον θυσιαστήριον. κγ'. Οτι τὰς γυναῖκας δεῖ ἐν ἐκκλησίᾳ σιγαν. κδ'. Ὅτι οὐ δεῖ γυναῖκα ἀνδρικὴν περιβεβλήσθαι στολήν. κε'. Οτι γυναίκα λεχὼ οὐκ ἀναγκαῖον τὰς νενομισμένας νηστείας τηρεῖν. κς'. Περὶ τοῦ γυναῖκα ἔχοντος δαιμονῶσαν. αα. Περὶ τῶν γυναικῶν τῶν ἐν ἀφέδρων, ἤτοι τῶν οὐσῶν ἐν ῥύσει. κη'. Περὶ τῶν γυναικῶν πρὸς τὸ ἀμβλῶσαι φάρ μαχα δεχομένων. κθ'. Περὶ γυναικὸς τῆς ἀμελῶς ἐχούσης περὶ τὸ κύημα, ἢ ἐκτιθεμένης. λ'. Περὶ τῶν γυναῖκας παρθένους βιαζομένων. λα'. Περὶ γοητείας. Αρχὴ τοῦ στοιχείου. α. Περὶ δαιμονώντων, ἢ δαιμονᾷν ὑποκρινομέν νων. β'. Περὶ δανειστῶν καὶ δανείου καὶ ἐνεχύρων. γ΄. Περὶ διαζυγίου. δ. Περὶ διαθήκης. ε'. Περὶ διακόνων. 5. Περὶ διγάμων. ζ. Πῶς δεῖ διδάσκειν τὸν λαὸν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους. η'. Περὶ δικαιοσύνης. θ'. Περὶ δικαστηρίων, καὶ τῶν δίκας ἐχόντων κλη ρικῶν τε καὶ λαϊκῶν, ἐν ᾧ καὶ περὶ κατηγόρων καὶ μαρτύρων. ι. Οτι δὶς ἐπὶ τὸ αὐτὸ ἐκδικεῖν οὐ χρή. ια΄. Περὶ τῶν διωκόντων τινάς δι' εὐσέβειαν. ιβ΄. Περὶ δούλων ἐλευθερίας ἢ κληρώσεως. Νόμοι. ιγ. Περὶ δωρεῶν. Νόμοι. Αρχὴ τοῦ στοιχείου. α'. Περὶ ἐγγύης. Νόμοι. β. Περὶ ἐθῶν τῆς Ἐκκλησίας ἀγράφων. γ΄. Περὶ ἐθῶν Ἑλληνικῶν. δ. Περὶ ἐθῶν πολιτικῶν. σ'. Περὶ εἰρηνικών γραμμάτων. ς'. Περὶ εἰκόνων θείων. ζ. Περὶ ἐμπρησμού. Νόμοι. η· Περὶ ἐμφυτεύσεως. Δ.
col. 1003–1004page 26 of 224
PG 144:1003θ'. Περὶ ἐνδυμάτων ἑρμοδίων τοῖς ἱερωμένοις. '. Περὶ ἐνεχύρων. ια΄. Περὶ ὧν ἔχουσιν αἱ ἐκκλησίαι καὶ οἱ ἐπίσκοποι πρεσβείων καὶ προνομίων. ι'. Περὶ ἐκκλησιῶν οἰκοδομῆς καὶ καθιερώσεως. ιγ'. Περὶ τῶν ἐν ἐκκλησίᾳ προσφύγων. ιδ. Οτι οὐ δεῖ ἐν ἐκκλησίαις δύο πόλεων ένα εἶναι κληρικόν. ιε'. Ὅτι οὐ δεῖ τῆς ἐκκλησίας ἔνδον τὰς λεγομένας ἀγάπας ἢ συμπόσια γίνεσθαι, ἢ τῶν ἱερῶν ταύ της ένδον περιβόλων καπηλεία εἶναι, ἤ τι κατ' ἐμε πορίαν προτίθεσθαι, ἢ κτήνος χωρὶς ἀνάγκης εἰτά γειν, ή τινα μετά γυναικός καταμένειν. ις'. Ὅτι τὰ τῶν εκκλησιῶν πράγματα ἀνεκποίητα εἶναι δεῖ· καὶ ὅπως δεῖ τοὺς ἐπισκόπους ταῦτα διοικεῖν. ιζ'. Περὶ ἐπισκόπων. ιη'. "Οτι τοὺς ἐπισκόπους χωρίζεσθαι δεῖ τῶν ἰδίων γυναικῶν. 10΄. Περὶ ἐπισκόπων ἐκκλησίας λαμβανόντων διά προστασίας ἀρχόντων. κ'. Περὶ ἐπισκόπου χειροτονηθέντος καὶ μὴ κατα δεχομένου ἀπελθεῖν εἰς τὴν λαχοῦσαν αὐτῷ ἐκκλησίαν, ἢ ἀπελθόντος καὶ μὴ δεχθέντος· ἢ μὴ δυνηθέντος ἀπελθεῖν τῷ ὑπὸ ἐθνῶν τὰς ἐκκλησίας κατο έχεσθαι. κα'. Περὶ ἐπισκοπῶν μητροπόλεων γινομένων, καὶ ὅτι οὐ δεῖ ἐν μιᾷ ἐπαρχίᾳ δύο εἶναι μητροπολίτας. κα. Οτι δεῖ τοὺς ἐπισκόπους τὰς ἐπισκοπές και τὰ μοναστήρια ἀνακαλεῖσθαι, εἰ κοινὰ γένοιντο καταγώγια. κγ'. Περὶ τῶν τοῦ ἐπισκόπου ἰδικῶν πραγμάτων, καὶ ὅπως δεῖ τὰ τῆς ἐκκλησίας διοικεῖν αὐτόν. κδ. Οτι τὸν ἐπίσκοπον καὶ οἰκονόμον ἔχειν δεῖ τῶν τῆς ἐκκλησίας πραγμάτων. κε'. Ὅτι οὐ δεῖ τὸν ἐπίσκοπον μοναστήριον και ζειν ἐπὶ λύμῃ τῶν τῆς ἐκκλησίας αὐτοῦ πρατο μάτων. κς'. Οτι δεῖ τὸν ἐπίσκοπον χορηγεῖν τοῖς ἐνδεῶς ἔχουσι τῶν κληρικῶν ἐκ τῶν τῆς ἐκκλησίας πραγ μάτων. 27. κζ'. Οτι τοῦ ἐπισκόπου τελευτήσαντος οὐ χρὴ τὰ τούτου πράγματα ὑπὸ τῶν κληρικῶν αὐτοῦ ἢ τοῦ μητροπολίτου ἁρπάζεσθαι, ἀλλὰ φυλάσσεσθαι τῷ χειροτονηθήσεσθαι μέλλοντι. κη'. Ὅτι οὐ δεῖ τὸν ἐπίσκοπον εἰς πρεσβυτέρου κατιέναι βαθμόν. κύ'. Ὅτι ὁ ἐπίσκοπος κατὰ μοναχοὺς ἀποκαλείς τῆς ἱερωσύνης εκπίπτει. λ'. Οτι οὐ δεῖ γίνεσθαι ἐπίσκοπον ἐν χώμῃ ἢ πόσ λει μικρά. λα'. Περὶ χωρεπισκόπων. λβ'. Περὶ ἐπιορκίας. λγ'. Περὶ ἐπιτρόπων και κουρατόρων. λδ. Περὶ εὐνοίχων. λε'. Περὶ εὐχῶν εὐταξίας. λς'. Περὶ ἐφορκιστών.
col. 1005–1006page 27 of 224
PG 144:1005Ἀρχὴ τοῦ Ζ στοιχείου. α'. Περὶ τοῦ ζέοντος ὕδατος τοῦ τοῖς θείοις μυστηρίοις ἐμβαλλομένου. β'. Περὶ ζωγραφίας δι' ἡδονῆς τὰς ψυχὰς λυμαινομένης. γ΄. Περὶ ζωοφθόρων ήτοι κτηνοβατών. Αρχὴ τοῦ 11 στοιχείου. α'. Περὶ ἡγουμένων. β'. Περὶ τῆς ἡλικίας τῶν χειροτονουμένων κληρι χών. γ. Περὶ τοῦ τῆς ἡμέρας διαστήματος. ᾿Αρχὴ τοῦ Θ στοιχείου. α. Περὶ θεάτρων καὶ θυμελικῶν διαφόρων παιγνίων. β. Περὶ θεολογίας καὶ ὀρθοδόξου πίστεως. γ. Περὶ τῶν ἁγίων Θεοφανείων. δ. Περὶ τῶν θυσιαστήρια ἱστάντων κληρικῶν παρὰ γνώμην τῶν οἰκείων ἐπισκόπων. ε'. Οτι εἰς τὸ ἅγιον θυσιαστήριον ἱερωμένοις μό ναις ἐπιβαίνειν ἀσφαλές· εἰσέρχονται δὲ καὶ βασι λεῖς, ὅτε τὰ δῶρα τῇ θείᾳ τραπέζη προσοίσειν μέλο λουσι· λαϊκοῖς δὲ ἢ γυναιξὶν εἰσιέναι ἀπείρηται. Ἀρχὴ τοῦ 1 στοιχείου. α'. Περὶ ἱερῶν σκευῶν καὶ ἱεροσυλίας. β'. Οτι οὐ δεῖ ἔνδον τῶν τοῦ ἱεροῦ περιβόλων τὰς λεγομένας ἀγάπας ποιεῖν, ἢ καπηλεῖα εἶναι, ἤ τι κατ' ἐμπορίαν προτιθέναι, ἢ κτήνος χωρὶς ἀνάγκης εἰσάγειν, ή τινα μετά γυναικός καταμένειν. γ. Περὶ τῆς θείας ἱερουργίας. δ'. Περὶ Ἰουδαίων, καὶ ὅτι μετ' αὐτῶν κοινωνίαν ὅλως ἔχειν οὐ δεῖ τοὺς πιστούς. Ἀρχὴ τοῦ Κ στοιχείου. α'. Περὶ τῶν καθαιρεθέντων ἤδη ἐπισκόπων καὶ κληρικῶν, καὶ ὑπὸ πόσων ἐπισκόπων καθαιροῦνται. β. Περὶ τῶν καινιζομένων ἐκ βασιλέων ἐκκλησ σιῶν ἢ πόλεων. γ΄. Περὶ καινοτομιών. δ'. Περὶ Καλανδῶν, καὶ κληδονισμών. ε. Περὶ κανόνων εκκλησιαστικῶν, καὶ πόρους, καὶ ποίους δεῖ κανόνας κρατεῖν. ς'. Περί κανονικού. ζ'. Οτι εἰς καπηλεῖον οὐ δεῖ τὸν κληρικὸν εἰσ ιέναι. τ'. Περὶ καρποφορίας τῆς εἰς τοὺς θείους ναούς. θ'. Περὶ κατηγορίας ἐπισκόπων καὶ κληρικῶν, καὶ τίνες εἰς κατηγορίαν δεκτέοι, καὶ τίνες ἄδεκτοι. ι. Περὶ κατηχουμένων. 12. Τίνας δεῖ κληρονομεῖν τὰ ἴδια του επισκόπου. ιβ'. Περὶ κληρονομίας καὶ ἀποκλήρων υἱῶν ἢ γο νέων. ιγ'. "Οτι κληροῦσθαι δεῖ καὶ τοὺς μὴ καταγομέ τους ἐκ γένους ἱερατικοῦ, εἰ ἄξιοι εἶεν. ΙΙ. nΟΙ
col. 1007–1008page 28 of 224
PG 144:1007Λ. ιδ. Οτι οὐ δεῖ τοὺς κληρικούς μετατίθεσθαι. ιε'. Οτι τῶν κληρικῶν τοῖς ἐνδεῶ; ἔχουσιν ἐκ τῶν τῆς ἐκκλησίας δεῖ χορηγεῖν. ις. Ὅτι οὐ δεῖ τοὺς κληρικοὺς ἁρπάζειν τὰ τοῦ τελευτήσαντος ἐπισκόπου πράγματα. ιζ'. "Οτι οὐ δεῖ κληρικὸν ἕνα ἐν δυσὶν εἶναι πόλε σιν, ἢ ἐν μιᾷ πόλει δύο ἐκκλησίας ὑπηρετεῖν. ιη'. Οτι οὐ δεῖ τοὺς κληρικούς πράττειν τι ἄνευ γνώμης τοῦ ἐπισκόπου. ιθ'. Οτι οὐδὲ οἱ κληρικοὶ ἀπολελυμένως έχειρο τυνοῦντο. κ'. Ὅτι τοὺς κληρικοὺς τῶν ἐκκλησιῶν καὶ μου ναστηρίων ὑπὸ τὴν ἐξουσίαν εἶναι δεῖ τοῦ ἐπισ σκόπου. κα'. Ὅτι ὁ κληρικός, ἐν ᾧ ἂν περιπέσῃ ἁμαρτήματι, καθαιρεῖται μόνον, οὐ μὴν καὶ ἀφορίζεται. κβ'. Οτι τῶν κληρικῶν οἱ πρὸς μείζονα βαθμόν ἀνιέναι μὴ πειθόμενοι, ἐπίπτουσι καὶ οὗ νῦν εἰσι κγ'. Περὶ κλοπῆς. κδ'. "Οτι οὐ δεῖ κοινωνεῖν τῷ ἀκοινωνήτῳ. κε'. Περὶ τῶν μὴ κοινωνούντων τῆς ἱερᾶς τελουμένης λειτουργίας, ἢ τὴν κοινωνίαν ἐπὶ τρεῖς κυριακὰς ἀναβαλλομένων. κς'. Οτι οὐ δεῖ κοινωνίαν διδόναι τοῖς σώμασι τῶν ἤδη τελευτησάντων. κζ'. Ὅτι τὸν κοινωνήσειν μέλλοντα οὐ δεῖ προστ ιέναι τῇ ἰδίᾳ γυναικί. κη'. Πότε κοινωνεῖ ὁ ὀνειρασθείς. κθ'. Οτι τῆς θείας κοινωνίας χάριν οὐ δεῖ τι μεταλαμβάνειν. λ'. Περὶ τῶν κοινωνεῖν διακρινομένων ἀπὸ πρεσ σβυτέρου γεγαμηκότος. λα'. Περὶ τῆς ἐν τῇ κοινωνίᾳ εὐταξίας πρεσβυτέρων καὶ λαϊκῶν. λβ'. Ὅτι κοσμικὰς φροντίδας οὐ δεῖ μετιέναι κλη ρικοὺς ἢ μονάζοντας, εἰ μή που κατ' ἐπιτροπήν βα σιλέως. λγ'. Περί κουρατόρων. 28. Περὶ κριτηρίων, ἔνθα δεῖ κρίνεσθαι κληρικούς τε καὶ μοναχούς, καὶ περὶ κριτῶν αἱρετῶν. λε'. Περὶ τῶν κύβοις καὶ μέθαις σχολαζόντων. λς'. Ὅτι ἐν Κυριακῇ κατ' εξαίρετον τοὺς ἐπι Ο σκόπους διδάσκειν δεῖ τὸν λαών. λζ'. Ὅτι ἐν Κυριακῇ οὐ δεῖ νηστεύειν, ἢ γόνυ κλίσ νειν, ἢ ἐργάζεσθαι, ἢ θεώρια γίνεσθαι. λη'. Περὶ κωδικέλλου. Αρχὴ τοῦ στοιχείου. α'. Περὶ τῶν ἀπὸ λαϊκῶν γενομένων ἐπισκόπων. β'. Περὶ τῶν εἰς λαϊκοῦ τάξιν ἐρχομένων ἐπισκόπων, ἢ κληρικῶν, ἢ μοναχῶν. γ'. Ὅτι τοὺς λαϊκοὺς ἐπ' ἐκκλησίας διδάσκειν οὐ δεῖ. δ'. Περὶ τῆς θείας λειτουργίας. ε'. Περὶ Λατίνων ς'. Περὶ λῃστῶν μετανοούντων. 5. Περὶ τῶν λῃστὰς ἀναιρούντων.
col. 1009–1010page 29 of 224
PG 144:1009η'. Περὶ τῶν λῃστρικῶς ἀρπαζόντων τὰ ἀλλότρια. θ'. Οτι λούεσθαι οὐ δεῖ τὸν ἄνδρα ὁμοῦ ταῖς γυ ναιξίν. ι. Περὶ τῆς λοχείας τῆς ἀλοχεύτου Θεοτόκου. ια'. Περί λύσεως γάμου. Ἀρχὴ τοῦ 1 στοιχείου. α. Περὶ μάγων, μαθηματικῶν, καὶ μάντεων, ἔτι δὲ ἀστρολόγων, ἐπαοιδῶν, ἀλλὰ δὴ καὶ γοητειῶν, φαρμακειῶν, καὶ περιάπτων. β'. Περὶ μαλακίας. γ'. Περὶ μεθυόντων. δ. Περὶ μεταθέσεως καὶ μεταβάσεως ἐπισκόπων καὶ κληρικῶν. ε'. Οτι τοὺς μετανοοῦντας οὐ δεῖ ἀποβάλλεσθαι. ς'. Περὶ τῶν τῆς μετανοίας τόπων. ζ. Οτι κατὰ τὴν τῶν μετανοούντων διάθεσιν ἔξεστι τῷ ἐπισκόπῳ ἢ ἀνιέναι ἢ ἐπιτεῖναι τούτοις τὰ ἐπιτίμια. η΄. Οτι δεῖ τοὺς ἔτι μετανοοῦντας, τῆς τελευτῆς ἐφισταμένης, τῆς θείας ἀξιοῦσθαι κοινωνίας· εἰ δὲ ἀνακληθείεν, ταύτης πάλιν ἀπέχεσθαι. θ'. Οτι τῶν μετανοούντων τοὺς λογισμούς δέχε σθαι, καὶ λύειν καὶ δεσμεῖν τὰ ἡμαρτημένα, τοῖς ἐπι σκόποις ἐδόθη κατ' ἐπιτροπὴν δὲ τούτων, καὶ τοῖς πρεσβυτέροις. ι'. Περὶ μιαροφαγησάντων. ια΄. Περὶ μίμων καὶ σκηνικῶν. 13. Περὶ μισθώσεως.. ιγ. Περὶ μνηστείας. ιδ. Περὶ μοιχείας. ιε'. Περὶ μοναστηρίων καὶ μοναχῶν. ις'. Περὶ τοῦ ἁγίου μύρου. Ἀρχὴ τοῦ Ν στοιχείου. α'. Περὶ νεῶν οἰκοδομῆς καὶ καθιερώσεως. β'. Οτι οὐ δεῖ ἔνδον τῶν τοῦ νεὼ περιβόλων συμ πόσα γίνεσθαι, ἢ καπηλεῖα εἶναι, ἤ τι κατ' ἐμπο μίαν προτίθεσθαι, ἢ κτήνος χωρὶς ἀνάγκης εἰσάγειν, ἤ τινα μετά γυναικός καταμένειν. γ΄. Περὶ νηπίων εκτιθεμένων, ἢ ἀμφιβαλλομένων, εἰ ἐβαπτίσθησαν. δ΄. Περὶ νηστείας. ε'. "Οτι οὐ δεῖ νηστεύειν ἐν τοῖς Σάββασι καὶ ταῖς Κυριακαῖς. ς'. Ὅτι τοὺς νηστεύοντας οὐχ ὡς βδελυκτῶν τῶν βρωμάτων ἀπέχεσθαι δεῖ. ζ'. Περὶ νόμου. τ'. Περὶ νομής. Περὶ τοῦ Ε' στοιχείου α'. Περὶ ξοάνων καθαιρέσεω;. β'. Ὅτι δεῖ τοὺς ξένους τῶν κληρικῶν ὑποδέχεσθαι. Αρχή του 0 στοιχείου α'. "Οτι οἰκονόμον ἔχειν δεῖ τὸν ἐπίσκοπον καὶ τὸν ἡγούμενον. β'. Περὶ οἰωνισμῶν. γ'. Περὶ ὀνειρασθέντος. 6. Περί όρκων.
col. 1011–1012page 30 of 224
PG 144:1011Π. Σ. 'Αρχὴ τοῦ Π στοιχείου. α'. Περί παιγνίων θυμελικῶν. β'. Περὶ τῶν ἐν πανδοχείῳ ἐσθιόντων κληρικών, γʹ. Περὶ παραιτήσεως ἐπισκόπων. δ'. Περὶ τῶν παρθενίαν ἑλομένων γυναικών, ε'. Περὶ τῆς ἐν Παρασκευῇ νηστείας. ς'. Περί παρακαταθήκης. ζ'. Περὶ τοῦ ἁγίου Πάσχα. η'. Περὶ πατριάρχου. θ'. Περὶ περιοδευτῶν, ἤτοι ἐξάρχων. ι'. Περὶ πίστεως ἐρδοθόξου. ια΄. Περὶ πλεονεξίας καὶ ἁρπαγής. τβ'. Πῶς δεῖ τοὺς πνευματικούς Πατέρας οἰκονομεῖν τοὺς αὐτοῖς ἐξομολογουμένους. ιγ'. Ὅτι οὐ δεῖ πνικτὰ ζῶα ἐσθίειν, ιδ. Περὶ ποινῶν. ιεʹ. Περὶ πορνείας. ις. Περὶ τοῦ πορνεῦσαι ἐπιθυμήσαντος καὶ μὴ πράξαντος. ιζ'. Περὶ πορνοβοσκών. ιη'. Περὶ πρεσβείων καὶ προνομίων, ὧν ἔχουσιν οἱ ἀρχιερεῖς καὶ αἱ ἐκκλησίαι, καὶ περὶ τῶν παρ χιῶν αὐτῶν. εθ'. Περὶ ὧν ἔχουσιν οἱ πρεσβύτεροι δικαίων. κ'. Περὶ προικῴων πραγμάτων. κα'. Περί προδοτών. ᾿Αρχὴ τοῦ Ρ στοιχείου. α'. Περὶ τῶν ἐν φύσει ἀπροαιρέτῳ γενομένων ἀν δρῶν τε καὶ γυναικῶν. Αρχὴ τοῦ Σ στοιχείου. α΄. Ὅτι τοῖς Σάββασιν οὐ δεῖ νηστεύειν. β'. Περὶ σκηνικών. γ'. Ὅτι σταυρὸν ἐν ἐδάψει γράφειν οὐ δεῖ, ἀλλὰ καὶ τοὺς ὄντας ἀπαλείφειν. δ'. Περὶ συμβολαίων καὶ συμφώνων. Νόμοι, ε'. Περὶ συμποσίων. 5. Περὶ τῶν τὰς ἱερὰς συνάξεις ἀποστρεφομένων, ζ'. Περὶ τῶν συνεισάκτους γυναίκας ἐχόντων κλη ρικών. η'. Περὶ τῶν συνεπισταμένων κληρικοῖς ἁμαρτήματα καὶ μὴ ὁμολογούντων. θ'. Περὶ τῶν συνόδων τῶν ἐτησίων γινομένων. ι. Περί συστατικών γραμμάτων. ια΄. Περὶ τῶν συνωμοσίας, ἢ φατρίας, ἢ στάσεις ποιούντων. ιβ'. Περὶ σχισματικῶν. Αρχὴ τοῦ Τ στοιχείου. α'. Περὶ τῆς τάξεως τῶν κληρικῶν. β'. Περὶ ταφῆς. γ΄. Οτι τους τελευτήσαντας οὔτε βαπτίζειν θεμε τὸν οὔτε τοῖς σώμασιν αὐτῶν κοινωνίας μεταδιδόναι. δ'. Περὶ τῶν τέκνων τῶν κληρικῶν. ε'. Περὶ τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῶν ἐν αὐτ τῇ τελουμένων ἐθῶν. ς'. Περὶ τῆς ἐν Τετράδι νηστείας.
col. 1013–1014page 31 of 224
PG 144:10135. Οτι τόκους λαμβάνειν ἀπείρηται παντί κλη ρικῷ, καὶ περὶ τόκων. Νόμοι. η'. Περὶ τοῦ τρισαγίου ὕμνου. θ'. "Οτι τὰς τρίχας τῆς κεφαλῆς οὐ δεῖ καλλωπίζειν. ι'. Περί τυμβωρύχων. ια΄. Οτι τύπτειν κληρικοῖς οὐκ ἐξεῖται. ᾿Αρχὴ τοῦ Υ στοιχείου. α'. Περὶ ὕβρεων. β'. Περί Υδροπαραστατῶν αἱρετικῶν. γ'. Περὶ υἱοθεσίας. δ'. Περὶ ὑπηρετῶν ἤτοι ὑποδιακόνων, ε΄. Περὶ ὑποβόλου. ᾿Αρχὴ τοῦ Φ στοιχείου. α'. Περὶ Φαλκιδίου. β'. Περὶ φαρμακῶν καὶ μάγων. γ. Περὶ φθορᾶς παρθένων. δ'. Περὶ φιλαργυρίας. ε'. Περὶ φένων ἑκουσίων καὶ ἀκουσίων. 5΄. Περὶ τῶν φονευόντων ἑαυτούς. ζ'. Περὶ τῶν φόνων τῶν ἐν πολέμοις, καὶ τῶν φιλο νευόντων ληστάς. η'. Περὶ τῶν φονευουσών γυναικῶν διὰ φαρμάκων τὰ ἔμβρυα. θ'. Οτι οὐ δεῖ φυλακτήρια ποιεῖν. ι. Περὶ τῶν ἐν φυλακαῖς κατακρίτων. 'Αρχὴ τοῦ Χ στοιχείου. α'. Οπως τῶν χειροτονουμένων ἐπισκόπων αἱ ψῆ φοι γίνονται, καὶ περὶ τῆς γινομένης ἐν ταύτα:; ἀντιλογίας β'. Ὅτι τὰς τῶν χειροτονουμένων ψήφους οὔτε παρ' ἀρχόντων οὔτε παρὰ τοῦ δήμου γίνεσθαι χρή. γ'. Περὶ τοῦ χρόνου οὗ ἐντὸς δεῖ τοὺ; ἐπισκόπους χειροτονεῖσθαι. ϋ. Οποίους εἶναι δεῖ τοὺς χειροτονουμένους. ἐπίσ σκόπους, καὶ τίνα πρὸ πάντων γινώσκειν χρή. ε'. Ὑπὸ πόσων ἐπισκόπων χειςοτονοῦνται οἱ ἐπί σκοποι καὶ οἱ λοιποὶ κληρικοί. ς'. Οτι τὸν χειροτονηθήσεσθαι μέλλοντα ἐπισκόπου δεν πρότερον τῆς ἰδίας χωρίζεσθαι γυναικός. ζ'. Περὶ τῆς τῶν χειροτονουμένων ἡλικίας, η'. Ὅτι οὐ δεῖ χειροτονεῖν ἕτερον ἀντ᾿ αὐτοῦ τὸν τελευτῶντα ἐπίσκοπον. θ'. "Οτι οὐ δεῖ χειροτονεῖσθαί τινα ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, ἂν μὴ πρότερον τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ πάντας ποιήσῃ Χριστιανούς. ι'. Οτι οὐ δεῖ χειροτονεῖσθα: άθρόον τὸν λαϊκὸν ἐπίσκοπον, οὐδὲ τὸν ἄρτι φωτισθέντα [καὶ διὰ ποίας αἰτίας ὁ κληρικὸς τῆς ἱερωσύνης ἀφαιρεῖται]. ια΄. Πότε χειροτονεῖται εὐνοῦχος ἐπίσκοπος ἢ κλη ρικός, ἢ ἄλλως τὸ σῶμα λελωβημένος. ιβ. Ὅτι οὐ δεῖ χειροτονεῖσθαι ἐπίσκοπον ἐν ἐκ κλησίᾳ, ἧς ὁ προϊστάμενος ἔτι περίεστιν. ιγ'. Οτι οὐ δεῖ χειροτονεῖσθαι ἐπίσκοπον ἐν πόλει μικρά ή κώμῃ. ιδ. Περὶ χειροτονίας χωρεπισκόπων. 4. φιλαργυρία.

Prologue to the SyntagmaPrologus Syntagmatis

col. 1015–1016page 32 of 224
PG 144:1015ιε΄. Περὶ τοῦ χειροτονηθέντος ἐπισκόπου καὶ μὴ καταδεχομένου ἀπελθεῖν εἰς τὴν λαχοῦσαν αὐτῷ ἐχε κλησίαν. ις΄. Ὅτι οὐ δεῖ χειροτονίας ποιεῖν τὸν ἐπίσκοπον ἐν ταῖς μὴ ὑποκειμέναις αὐτῷ ἐνορίαις. ιζ'. Ὅτι χειροτονεῖν ἐπισκόπῳ οὐκ ἐφεῖται κλη ρικὸν ἐνορίας ἑτέρας. ιη'. Τίσι τῶν ἐπισκόπων δέδοται ἀλλοτρίους λαμα βάνειν κληρικούς, καὶ χειροτονεῖν ἐν ταῖς ὑπ' αὐτοὺς ἐκκλησίαις. ιθ'. Οτι χειροτονεῖται κληρικὸς καὶ ὁ μὴ ἐκ γέν νους ἱερατικοῦ καταγόμενος. κ'. Πότε χειροτονοῦνται καὶ δοῦλοι. κα'. Περὶ χειροτονίας αναγνωστών. κβ'. "Οτι οὐκ ἐχειροτονοῦντο ἀπολελυμένως οἱ κλη ρικοί. κγ'. Οτι χειροτονεῖται ὁ πρὸ τοῦ βαπτίσματος Ούσας κατηχούμενος. κα'. "Οτι ἀναχειροτονήσεις οὐ δεῖ γίνεσθαι. κε'. Περὶ τοῦ ὑποκειμένου ἁμαρτήμασι καὶ χειροτονηθέντος. κς'. Οτι οὐ δεῖ χειροτονεῖσθαι τὴν ἐν νόσῳ φωτι σθέντα. κζ'. Περὶ τῶν τὴν χειροτονίαν ὀμνυόντων μὴ και, ταδέξασθαι. κη'. Περὶ τῶν χειροτονουμένων ἐπὶ χρήμασιν. κθ'. Περὶ χηρῶν γυναικῶν. λ'. Περὶ τῶν χλευαζόντων τοὺς ἀσθενῶς τοῦ σώ ματος ἔχοντας. λα'. Περὶ τοῦ ἁγίου χρίσματος, καὶ τίνες χρίονται μόνοι τῶν προσερχομένων τῇ ἐκκλησία αἱρετι χων. λδ'. Περὶ Χριστιανισμοῦ. λγ'. Περὶ χωρεπισκόπων. ᾿Αρχὴ τοῦ Ψ στοιχείου. α'. Πῶς δεῖ ψάλλειν καὶ εὔχεσθαι. β'. Περὶ ψαλτῶν καὶ ἀναγνωστών. γ΄. Οτι πρὸς τοὺς ψευδομάρτυρας τῶν αἱρετικῶν οὐ δεῖ ἀπιέναι δ'. Οπως αἱ ψῆφοι γίνονται τῶν μελλόντων χειροτονεῖσθαι. ᾿Αρχὴ τοῦ Ο στοιχείου. 3'. Τίνας δεῖ ὡράριον φορεῖν. ΠΡΟΛΟΓΟΣ. Περὶ τῆς ὀρθοδόξου πίστεως. Τὰς τῶν ἱερῶν τοίνυν ὑποθέσεις κανόνων κατά στοιχεῖον διελεῖν δοκιμάσαντες, οὐ μὴν ἀλλὰ καὶ ὡς
col. 1017–1018page 33 of 224
PG 144:1017οἷόν τε τό γε εἰς ἡμᾶς ἧκον ταύτας ἐπιτεμεῖν, ὡς ἂν ῥᾳδίως ἐντεῦθεν οἰανδηποτοῦν ὑπόθεσιν τοῖς ζη τοῦσιν εὑρίσκειν ὑπάρξῃ, δεῖν ᾠήθημεν καὶ οὕτως ἄρα προθέμενοι, τοὺς τὴν ὀρθὴν πίστιν ὀρθοῦντας θεοπνεύστους κανόνας τεταχέναι προτέρους. Τοῖς γὰρ ἐπὶ τῷ θεμελίω ταύτης ἀσφαλῶς ἱδρυμένοις ἐν καλῷ κείσεται μὴ ἐν παρέργῳ καὶ τὰ τῶν λοιπῶν ἐκθεῖναι κανόνων· οἱ δὲ τῆς ἀληθοῦς ἡλλοτριωμένοι πίστεως, καὶ τὸν θησαυρὸν τῶν ὀρθῶν σεσυλημένοι δογμάτων, ποίαν τῶν ἱερῶν κανόνων ἐπιστροφὴν σχοιεν ἄν; Ταύτῃ τοι καὶ τὰ φύσει πρότερα, οὐκ ἐχρῆν τῶν ἀριθμῷ καὶ τάξει τοῦτο κληρωσαμένων στοιχείων δεύτερα θεῖναι. Οἷον ἄρα καὶ τοῖς ζωῆς μεταλαχοῦσι, τροφὴν προσίεσθαι ὁ τῆς φύσεως δίδωσι νόμος· καὶ ταύτην δήπου μὴ προσιεμένους, ἐπὶ πλεῖστον ἴσμεν ἔστιν οὓς τῶν θείων ἀνδρῶν διαρκές σαντας· τοῖς δέ γε τὸ ζῆν ἀφῃρημένοις παρέλκον οἶμαι καὶ περιττόν τά γε πρὸς ὄνησιν ἡ τροφή, τῆς ὀρεκτικῆς καὶ μεταληπτικῆς οἰχομένης δυνάμεως ἄλλως τε καὶ πίστει μὲν σωθέντας ενίους ἔστιν ὅπου λόγος αἱρεῖ, καὶ αἱ τῶν πραγμάτων ἱστορίαι διδά σκουσιν· ἔργων γε μήν, πίστεως μή προηγησαμένης, τοσοῦτον οἱ μετιόντες ἀπώναντο, ὁπόσον καὶ οἱ τὰς ὄψεις εκκεκομμένοι τοῦ ἡλιακοῦ τοῦδε φωτός. Τῆς μὲν οὖν ἁγίας καὶ οἰκουμενικῆς δευτέρας συνόδου εὐθὺς ὁ πρῶτος κανὼν μόνην είναι κυρίαν πίστιν ἐνόμισεν, ἣν οἱ ἐν Νικαίᾳ τριακιόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι Πατέρες εκπεφωνήκασιν, ὡς ἐξ ὑγιῶν συνισταμένην δογμάτων· ἁπάσας μέντοι τὰς ἄλλως ἢ ὡς αὕτη φρονούσας αἱρέσεις ἑάσας ἐῤῥῶ σθαι, τῷ ἀναθέματι παραπέμπει. Ο δέ γε σ' αὐτῆς καὶ τοὺς εἰς Σαρδικήν συνεληλυθότας δι' ἐπαίνου τίθεται, ἀνθ' ὧν τὸν περὶ τῆς πίστεως τόμον τῶν ἐν Νικαίᾳ προσεπεκύρωσαν. Ἡ ἁγία δὲ καὶ οἰκουμενικὴ γ' σύνοδος ἐν ἔκτῳ καὶ ἑβδόμῳ κανόνι τοὺς εἰς τοῦτο τόλμης ιόντας, ὡς ἕτερον παρὰ τὸ ἐν Νικαίᾳ συντεθὲν ἱερὸν σύμ βολον συγγράφειν, ἔτι δὲ καὶ τοὺς τὰ δυσσεβῆ Νε στορίου δόγματα προσιεμένους, καὶ ἡ οὕτω τοὺς Εκκλησίᾳ προσιόντας πειρωμένους μυσταγωγεῖν, τοῦ κλήρου μὲν ἐξωθεῖ, εἰ κληρικοὶ εἶεν, λαϊκοὺς δὲ ἐφίησι τῷ ἀναθέματι. Η γε μὴν ἁγία καὶ οἰκουμενικὴ ς' σύνοδος ἐν τῷ πρώτῳ κανόνι τὴν πρὸς τῶν ἱερῶν ἀποστόλων παρα δοθεῖσαν ἡμῖν πίστιν παρεγγυᾷ μὴ καινοτομεῖν· πρὸς δὲ καὶ τὰ ἐν τῇ πρώτη δογματισθέντα μὴ παρεξιέ και συνόδῳ· οἱ δὴ τὸ ὁμοούσιον τῶν τριῶν τῆς θεαρχικῆς πίστεως ὑποστάσεων τοῖς πᾶσι κηρύξαντες, τοὺς περὶ τὸν θεομανῆ Αρειον τῷ φρονήματι σφῶν μή συμβαίνοντας τελέως ἀποκηρύττουσιν·· ἔτι δὲ καὶ τὰ ἐν τῇ δευτέρᾳ θεσπισθέντα συνόδῳ προσκυ νητέα είναι προστάττει. Αὕτη γὰρ τὸν πνευματομάχον διωσαμένη Μακεδόνιον, καὶ τοὺς σὺν αὐτῷ τῷ ἀναθέματι καταδικάσασα, τὸ Πνεῦμα τὸ ἅγιον ὁμός τιμον Πατρὶ καὶ Υἱῷ ὡς Θεὸν ἀληθινὸν παραδέδωκεν' ἀλλὰ δὲ καὶ τὸν ἄνουν Απολλινάριον κατακρί

Beginning of Letter AInitium Litterae A

col. 1019–1020page 34 of 224
Initium Litteræ A
PG 144:1019ἀπ Κύριον ἐδογμάτισεν· οὐ μὴν ἀλλὰ καὶ ὅσα γε ἡ τρίτη σύνοδος ἐψηφίσατο, κρατύνειν ἐσπούδασεν. Ἕνα γὰρ ἐκείνη Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ μετὰ τὴν σάρκωσιν ἐδογμάτισε, καὶ τὴν αὐτὸν ἀσπόρως καὶ ὑπὲρ φύσιν τεκοῦσαν ἀειπάρθενον Κόρην αλη θῶς καὶ κυρίως ἀπεφήνατο Θεοτόκον, καὶ τὸν λη ρώδη Νεστόριον, τὸν ἕνα Χριστὸν εἰς δύο διαιροῦντα υἱοὺς, αὐτοῖς αὐτοῦ δόγμασι τῷ αἰωνίῳ ἐφίησιν ἀναθέματι· ὡς δὲ καὶ τῶν ἐν τῇ δ' Πατέρων τὰ ἱερά δόγματα ἐμπεδεῖ, οἳ τὴν ἐξάγιστον σύγχυσιν Εὐτυ χους τε καὶ Διοσκόρου, τῶν οὐδῶν τῆς Ἐκκλησίας ἐξοστρακίσαντες, τὸν ἕνα Χριστὸν ἐκ δυοῖν φύσεων συντεθέντα, καὶ ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν ἕνωσιν θεωρούμενον, ἀτεχνῶς ἐδογμάτισε. Τούτους γὰρ τὴν ἐκ διαμέτρου τῆς Νεστορίου ἀσπασαμένους δυσσέβειαν, καὶ δοκήσει τὸ μέγα τῆς οἰκονομίας τελεσθῆναι μυστήριον οἰομένους, τὸν μὲν, τῆς δυσσεβούς διαιρέσεως, τοὺς δὲ, τῆς δυσσεβεστέρας συγχυτικής ἑνώσεως, ενδίκως μισήσαντες, Θεοῦ πόρρω βάλλουσιν. ᾿Αλλὰ δὲ καὶ ὅσα ἡ πέμπτη θείῳ ἐμπνευσθεῖσα Πνεύματι ἐδογμάτισεν, ἐπισκήπτει ἀσπάζεσθαι, καὶ τῶν πρὸ αὐτῆς καταψηφισθέντων ἀποδιίστασθαι, τῶν όλεθρίων, φημί, ὠριγένους καὶ τῶν περὶ αὐτὸν λη ρημάτων. ᾿Αλλὰ καὶ ἡ τὰ τῶν πρὸ αὐτῆς ἱερῶν συν όδων ταύτῃ βεβαιωσαμένη και στηρίξασα, ἡ ἕκτη, φημί, σύνοδος ἦδε, ἐν αὐτῷ τῷ ῥηθέντι α' κανόνι, δύο θελήσεις, ὡς καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς τοῦ Κυρίου ἡμῶν δογματίσαντες, τοὺς περὶ νασα, Εννουν καὶ ἔμψυχον ανειληφέναι σάρκα τὴν Πύρρον καὶ Σέργιον μίαν θέλησιν ἐπὶ τοῦ Κυρίου ἀλογίστως κηρύξαντας ἐκκηρύκτους τιθέασι πάν των δὲ τῶν ἐπ᾿ εὐσεβείς γνωρίμων κρατεῖν τὴν πίστιν βεβαίαν μέχρι συντελείας αἰῶνας εὐσεβῶς τεθεσπίκασι· καὶ τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας τῆς ἡμῖν παραδεδομένης ὀρθῆς καὶ ὑγιοῦς πί στεως τοῦ ἀναθέματος ἀξίους ψηφίζονται. Τούτοις συνάδουσα καὶ ἡ ἐν Καρθαγένη σύνοδος ἔν τε τῷ πρώτῳ καὶ δευτέρῳ ταύτης κανόνι τὰ τῶν ἐν τῇ πρώτῃ συνόδῳ θείων Πατέρων δογματισθέντα, περί τε τοῦ ὁμοουσίου τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος, καὶ τῆς εἰς αὐτὴν ἡμῶν πίστεως, διαφερόντως ἐπισκήπτει πρεσβεύειν, ων καὶ τὸ ἱερὸν τῆς πίστεως σύμβολον πρὸς λέξιν ἐκτίθεται. Οἱ δὲ πολιτικοὶ οὕτω κατὰ ῥῆμα θεσπίζουσι νό μοι· Χριστιανός ἐστιν ὁ πιστεύων μίαν εἶναι θεό τητα ἐν ἴσῃ ἐξουσίᾳ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ο δὲ παρὰ τὰ εἰρημένα δεξά ζων αἱρετικός ἐστιν. ΑΡΧΗ ΤΟΥ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ τῶν ἀρνησαμένων τὴν ἀμώμη. τον ταύτην τῶν Χριστιανῶν πίστιν, καὶ ὅπως τοὺς μεταμελομένους τούτων προσίεσθαι δεῖ. Επικαιρότατον δ᾽ ἂν εἴη μετὰ τοῦτο διεξιέναι, ὅπως τοὺς ἅπαξ φωτισθέντα;, Παῦλος ἂν δή που ὁ μέγας έφησε, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπου ρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσομένους Θεοῦ ῥῆμα, δυνάμεις τε
col. 1021–1022page 35 of 224
PG 144:1021μέλλοντος αἰῶνος, καὶ παραπεσόντας (ἢ τῆς ζημίας!)!) καὶ ἀρνησαμένους τὴν εἰς τὸν Κύριον πίστιν, οἱ θεῖοι Πατέρες, σπλάγχνοις ἀφάτων οἰκτιρμῶν, αὖθις ὠδίνουσι (Παῦλος καὶ τοῦτο ἀναπληρούτω μοι) μέσ χρις ἂν μορφωθῇ Χριστὸς ἐν αὐτοῖς· οἷς μέντοι που λὺς ὁ μετάμελος τῆς δεινῆς ἀβουλίας εἰσῄει. Πλείους γὰρ οἱ Πατέρες κἂν τούτοις ἐπιτετηρήκασι τὰς δια φοράς, ταῦτ᾽ ἄρα καὶ διαφόρους προσενηνόχασι τὰς ἐκ τῶν ἐπιτιμίων θεραπείας. Ο τοίνυν μέγας τῆς Νύσσης Γρηγόριος, τῷ τῆς σου φίας περιόντι καὶ πνευματικὴς ἐπιστήμης συμπάν των τῶν ἡμῖν ἁμαρτανομένων την γένεσιν ἀκριβούμενος, εὐθὺς ἐν τῷ πρώτῳ κανόνι, Τρία, φησί, τὰ κατὰ ψυχὴν ἡμῶν θεωρούμενα, τὸ λογικόν, τὸ θυμικόν, καὶ τὸ ἐπιθυμητικόν· ἐν τούτοις καὶ τὰ κατορθώματα των ἀρετὴν μετιόντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀποῤῥεόντων. Καὶ τοῦ μὲν λογικοῦ ἀρετὴν εἶναι τὴν εὐσεβῇ περὶ τὸ θεῖον ὑπόληψιν, καὶ τὴν τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴν ἐπιστήμην, καὶ τί μὲν ὀρεκτὸν ἐν τοῖς οὔτι, τί δὲ βδελυκτὸν ἐπίστασθαι καὶ ἀπόβλητον· κακίαν δὲ τούτου τὴν ἐκ τοὐναντίου περὶ τὸ θεῖον ἀσέβειαν· οἷον, εἴ τις τὴν εἰς Χριστὸν ἀρνησάμενος πίστιν, πρὸς Ἰουδαϊσμὸν, ἢ εἰδωλολατρείαν, ἢ Μανιχαϊσμὸν ἐξετράπη, ἢ πρὸς γόητας καὶ μάγους ἀπιὼν ἐάλω, καὶ τοὺς διὰ δαιμόνων και θάρσιά τινα καὶ ἀποτροπιασμοὺς ἐνεργεῖν ὑπισχνουμένους· καὶ ἁπλῶς εἰπεῖν, τὸ περὶ τὴν κρίσιν τῶν πραγμάτων ἐσφάλθαι, ὡς τιθέναι τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, κατὰ τὴν Γραφήν. Τοῦ δ᾽ αὖ ἐπιθυμητικοῦ ἀρετὴν ἀτεχνῶς εἶναι τὴν τῆς ἀρετῆς ἔφεσιν· τὸ ἐρωτικῇ τε πάσῃ δυνάμει καὶ ψυχῆς Ολοσχερεῖ διαθέσει Θεῷ κολλάσθαι, καὶ μηδενὸς τὴν εἰς αὐτὸν ἀγάπην προϊεσθαι, παρ' οὗ πηγάζεται τοῖς ἀνθρώποις ἡ ἀρετὴ καὶ πᾶν δώρημα τέλειον, ᾗ που φησιν ὁ θεῖος Ἰάκωβος· τούτου δέ γε σκαιότητα τὴν φιληδονίαν, τὴν φιλοχρηματίαν, τὴν τῆς κενῆς δέξης ἔφεσιν, καὶ τοῦ ἐπικεχρωσμένου τοῖς σώμασιν ἄνθους, εγε δὴ καὶ εἰς πορνείαν ἐν καρδίᾳ μελε τωμένην τελευτᾷ, ἢ καὶ μοιχείαν· ταύτας οὖν, τὴν μὲν ἐπιβουλὴν ὡρίσατο καὶ ἀδικίαν τοῦ ἀλλοτρίου τὴν δέ γε πορνείαν ἐπιθυμίας μόνης ἐκπλήρωσιν, τὸν τοῦ πέλας γάμον μὴ διορύττουσαν· τῆς δὲ ἀπό που μοιχείας καὶ τὴν παιδεραστίαν ἡρτῆσθαι, καὶ τὴν ζωοφθορίαν· φύσεως γὰρ καὶ ταῦτα κρίνει μοι χείαν, ὡς ἂν εἰς ἀλλότριον δήπου καὶ παρὰ φύσιν γενομένης τῆς ἀδικίας. Τῆς γε μὴν θυμώδους δια θέσεως ἐπαινουμένην καὶ κατὰ φύσιν ἐνέργειαν, τὴν πρὸς τὸ κακὸν ἀπέχθειαν, τὸ τοῖς πάθεσι πολε μεῖν, πρὸς ἀνδρίαν τε ἑστομώσθαι, καὶ μὴ τὰς τοῦ θανάτου ἀπειλὰς δεδιέναι· πεῖράν τε ἀλγεινῶν μὴ καταπτήσσειν βασάνων, καὶ πρὸς τὴν τῶν ἡδίστων ἢ συνήθων διάζευξιν μὴ μαλακίζεσθαι, τῆς πίστεως καὶ ἀρετῆς ἀντεχόμενον. Εκτροπὴν δὲ ταύτης καὶ ἀπόπτωμα τὸ φθονεῖν τε καὶ μνησικακεῖν, τὰς ἐμ φιλονείκους ερεσχελίας, α? δὴ καὶ εἰς πληγὰς ἔσθ' ὅτε τελευτῶσι καὶ φόνους. Περὶ μὲν οὖν τῶν δύο τῆς ψυχῆς δυνάμεων, θυμού
col. 1023–1024page 36 of 224
PG 144:1023τε, φημί, καὶ ἐπιθυμίας, καὶ τῶν ἐν τούτοις συν ισταμένων ἁμαρτημάτων, τῷ προσήκοντι τόπῳ, καὶ ὡς ἡ τάξις ἀπαιτεῖ τῶν στοιχείων, βηθήσεται ἅττα δὲ ἡ τοῦ λογιστικοῦ παρὰ φύσιν δημιουργεί κίνησις, τὸ νῦν ἤδη σκοπήσωμεν· ταῦτα γὰρ καὶ χαλεπώτερα τοῖς Πατράσιν ἐκρίθη, καὶ μείζονος καὶ ἐπιπονωτέρας δεόμενα τῆς ἐπιστροφῆς, καὶ τού των οὐχ ἥκιστα τὴν τῆς ὀρθῆς πίστεως ἄρνησιν, περὶ ἧς καὶ εἰπεῖν προεθέμεθα. Αὕτη τοίνυν, μὴ ὅτι γε τῇ τῶν τρόπων διαφορᾷ, ἀλλὰ καὶ τῷ διαλλάττοντι κρίνεται τῶν καιρῶν. "Ητοι γὰρ μόνον και ταπλαγέντες ἀπειλὴν, ἢ κολακεία ὑποκλαπέντες, εἰσὶν οἱ κατηνέχθησαν, ἢ καὶ βασάνων πειραθέντες, καὶ πρὸς τὴν δριμύτητα μὴ ἀντισχόντες τῶν αἰκισμῶν. Καὶ οἱ μὲν ἐθελοντὶ τὰ τῆς ἀσεβείας ἠσπάσαντο, πραγμάτων ἀπηλλάχθαι νομίζοντες· οἱ δὲ καὶ μετὰ τὴν τῆς πίστεως ἀθέτησιν διῶνται, φεύ! τῶν εὐσεβῶν γεγόνασι. Καὶ τούτων αὖθις οἱ μὲν τὴν πλάνην τῆς ἀληθείας ηλλάξαντο, ἐν προοιμίοις οὔ σης τῆς εὐσεβείας, καὶ μηδέπω καλῶς ἱδρυμένης, ἡνίκα καὶ ὁ διωγμὸς σφοδρὸν ἔπνει καὶ μανικόν, τῶν τυράννων ἀνηκέστοις καθυποβαλλόντων βασά νοις τοὺς πρεσβεύοντας τὴν ἀλήθειαν· οἱ δὲ, ὅτε τὰ τῆς εὐσεβείας τὴν ὑφ᾽ ἡλίῳ περιέσχε, καὶ βασιλέας οὐχ ἧττον ἑκόσμει οὗ περίκεινται διαδήματος. Περὶ τῶν διὰ φόβον ἀρνησαμένων κληρικῶν τὴν πίστιν. Περὶ μὲν οὖν τῶν φόβῳ κινδύνου κατενεχθέντων κληρικῶν ὁ ξβ' τῶν ἁγίων ἀποστόλων κανών, Εἴ τις, φησί, κληρικός διὰ φόβον ἀνθρώπινον, Ἰουδαίου, ἢ Ελληνος, ἢ αἱρετικοῦ, εἰ μὲν τὸ τοῦ Χριστοῦ ἀρνή σεται όνομα, πάντη ἀποβαλλέσθω· εἰ δὲ τὸ τοῦ κλη ρικοῦ, καθαιρείσθω· μετανοήσας δὲ, χώραν λαϊκοῦ λαμβανέτω. Ο μέντοι α' και β' τῆς ἐν ᾿Αγκύρα συνόδου και νὼν τοὺς φόβῳ βασάνου θύσαντας πρεσβυτέρους καὶ διακόνους, εἶτα ἀναπαλαίσαντας ήτοι μετανοήσαντας, καὶ τῶν τυράννων ἐνώπιον τὸν Χριστὸν ὁμολογήσαντας, τῆς μὲν τιμῆς μετέχειν καὶ τῆς καθέδρας κελεύει, ἱερατικὸν δέ τι ἐνεργεῖν οὐκ ἐφίησιν. Ο δὲ ἅγιος Πέτρος Αλεξανδρείας ἐν τῷ ι' και νόνι, Οἱ τὸν ἴδιον καταλιπόντες, φησί, κλῆρον, καὶ τοῖς κινδύνοις σφᾶς αὐτοὺς ἐπιδεδωκότες, στεφάνων εφέσει μαρτυρικῶν, ἡττηθέντες δὲ τῶν βασάνων καὶ τεθυκότες, εἰ καὶ εἰσαὖθις ἀναπαλαῖσαι τούτοις ὑπῆρξε, καὶ Χριστιανοὺς ἑαυτοὺς ἐνώπιον τῶν τυ ράννων ὁμολογῆσαι, δίκαιοι ἂν εἶεν τῶν λαϊκῶν ἀξιοῦσθαι κοινωνίας καὶ μόνης· ἀναισθήτως δ' ἔχειν αὐτοὺς ἀποφαίνεται, εἰ τῆς λειτουργίας αὖθις μετα ποιοῖντο, ἧς ἐκπεπτώκασιν έκοντί. Τῷ γὰρ τοῦ κλήρου ἅπαξ ἀποφοιτήσαντι, οὐδὲ ἡ ὑπὲρ Χριστοῦ ὁμολογία τοῦτον αὖθις χαρίσασθαί οἱ διὰ τὴν ἔκπτωσιν δύναται. Ὁ δὲ τῆς α' συνόδου ι' κανών, Εἰ καὶ προεχειρίσθησαν, φησὶ, οἱ παραπεπτωκότες καὶ ἀρνησάμενοι, ἀγνοούντων ἢ εἰδότων τῶν χειροτονησάντων, γνω σθέντες ὕστερον, καθαιροῦνται, μηδὲν ἐκ τῆς χειροτονίας ὠφεληθέντες.
col. 1025–1026page 37 of 224
PG 144:1025Α. Περὶ τῶν ἀρνησαμένων λαϊκῶν. Λαϊκούς γέ τωι, τοὺς ἀπειλῇ καὶ μόνῃ κολάσεως, Η δημεύσεως, ἢ ἐξορίας, τῇ ἀσεβείς υπείξαντας, ὁ ς' τῆς ἐν Ἀγκύρᾳ συνόδου κανὼν ἐπὶ ἐξαετίαν τῶν ἱερῶν μυστηρίων ἀπείργει, Ταύτης οὐκ ἐπάδει της ψήφου καὶ ὁ τρίτος τοῦ ἁγίου Ιερομάρτυρος Πέτρου Αλεξανδρείας. Ο δέ γε α' αὐτοῦ τοὺς μετὰ πεῖραν ἀνηκέστων τεθυκότας βασάνων ἐπὶ τριετίαν καταδικάζει. Ὁ δὲ β' τοὺς μετὰ τὴν ἐν φυλακῇ μόνῃ ταλαιπωρίαν καὶ μέχρι τετραετίας. Οὕτω καὶ ὁ τῆς ἐν 'Αγκύρᾳ δ' τῶν τοιούτων και θάπτεται, πρὸς δὲ καὶ ὁ ε'· πλὴν τοὺς μετὰ τὸ Οῦσαι ἐν ἐσθῆτι δειπνήσαντας φαιδροτέρα μᾶλλον ἐπιπλήττει ἢ τοὺς ἐν τῷ δείπνῳ δεδακρυμένους καὶ πενθικὸν ἔσθημα περικειμένους. ' δ' αὖ η' ταύτης τοὺς δὶς καὶ τρὶς θύσαντας μετὰ βίας εἰς ἕβδομον ἔτος τῆς κοινωνίας ἐξοστρα χίζει. Ο δὲ Νύσσης μέγας Γρηγόριος ἐν τῷ α' κανόνι, Οι βασάνοις χαλεπαῖς αἰκισθέντες, φησί, καὶ θύσαντες, ἐν ῥητῷ χρόνῳ ἐτῶν ἐννέα ἐπετιμήθησαν. Ὁ δὲ ζ' τῆς ἐν ᾿Αγκύρᾳ τοὺς ἐν εἰδωλείῳ ἐθνι καῖς συνεστιαθέντας, εἰ καὶ ἴδια βρώματα ἐπικομιζόμενοι βεβρωκατι, παρὰ δέ γε τὸ δόξαι τοῖς ἀπί στους συνεορτάζειν, μετά διετίαν εἰς κοινωνίαν κελεύει δέχεσθαι. "Οθεν, φασί τινες, καὶ τοὺς πρέ σύεις ἢ αἰχμαλώτους, ἐθνικοῖς συνεστιαθέντας, χρὴ μετρίως ἐπιτιμᾷν· τοὺς δὲ καταφρονήσει καὶ ἀδια φορία τοῦτο ποιοῦντας σφοδρότερον. Ὁ δὲ μέγας Βασίλειος ἐν πα' τοὺς μετὰ πεῖραν βασάνων περιγενέσθαι τῶν πόνων μὴ ἐξαρκέσαν τας, καὶ εἰδωλοθύτων γευσαμένους, καὶ ὅρκους ὀμωμοκότας Ελληνικούς, μετὰ χρόνους ἓξ τῇ ἱερᾷ προσιέναι ἀξιοῖ κοινωνίᾳ. Τους μέν τοι μεγάλης ἄνευ ἀνάγκης τὴν πίστιν προδεδωκότας, και τρα πέζης δαιμονίων ἡμμένους, εἰς ἔτος δδοον παρα τείνει, Περὶ τῶν ἀρνησαμένων εκουσίως. Η πρώτη γε μὴν τῶν οἰκουμενικῶν σύνοδος ἐν τε τῷ ια' καὶ ιβ κανόνι ταις χωρίς οἱασοῦν ἀνάγκης τὰ τῶν Χριστιανῶν ἐξομοσαμένοις ἐπὶ τῆς τυραν είδος τοῦ δυσσεβοῦς Λικινίου, καὶ γνήσιον αὖθις τὸν μετάμελον ἐπιδειξαμένοις, εἰς δωδέκατον ἔτος τὴν μέθεξιν τῶν ἁγιασμάτων ἀπείρηκεν, εἰ καὶ ἀνάξιοι πάσης ἦσαν φιλανθρωπίας, φησί, οὕτω δόξαν τοῖ; ἁγίοις Πατράσι ψηφίσασθαι, τοῦ καιροῦ καταστοχασαμένοις, οἶμαι, καὶ τῶν πραγμάτων· τῷ τηνι κάδε γὰρ σφοδρὸν κατὰ Χριστιανῶν ὁ διωγμός έπνει. ᾿Αλλὰ γὰρ οὐχ οὕτω κρίσεως ὁ μέγας Βασίλειος, οὐδὲ· ὁ ἀδελφὰ τούτῳ φρονῶν ἀδελφὸς Γρηγόριος Νύσσης. Ο μὲν γὰρ ἐν ογ' κανόνι τοὺς τὸν Χρισ στὸν ἠρνημένους διὰ βίου τῆς ἱερᾶς κοινωνίας έχε βάλλει, προσκλαίοντας ἐσαεὶ καὶ ἐξομολογουμένους ἀπαίροντας δὲ τοῦ βίου τῶν ἁγιασμάτων ἀξιοῦσθαι
col. 1027–1028page 38 of 224
PG 144:1027κελεύει, τῇ τοῦ Θεοῦ τεθαῤῥηκότας καὶ πεπιστευκότας φιλανθρωπία. Ὁ δὲ Νύσσης μέγας Γρηγόριος ἐν τῷ αʹ κανόνι, Ο ἑκουσίως, φησί, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰη σοῦν Χριστὸν ἀρνησάμενος πίστιν, καὶ Ἰουδαϊσμῷ, ἢ εἰδωλολατρείᾳ, ἣ Μανιχαϊσμῷ, ἢ ἄλλῳ τινὶ τῶν τῆς ἀθεΐας εἰδῶν ὄντων πλειόνων προσθέμενος, εἶτα καταγνούς ἑαυτοῦ, μετάνοιαν εἰσπράττεται τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ συμπαρατεινομένην. Οὐδέ ποτε γὰρ τῆς μυστικῆς εὐχῆς ἐπιτελουμένης σύνο αμα τοῖς πιστοῖς τὸν Θεὸν προσκυνεῖν τούτῳ ἐφεῖ ται, ἀλλὰ καὶ κατὰ μόνας προσεύξεται, καὶ τῆς κοινωνίας τῶν ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται τοῦ δὲ θανάτου ἐφισταμένου, τῆς μερίδος τῶν θείων μεταλήψεται δώρων. Είγε μὴν συμβαίη παρ' ελπίδα τοῦτον ἐπιβιώναι, τῶν αὐτῶν εἰσαὖθις ἐπιτιμίων ὑπόδικος ἔσεται διὰ βίου, τῶν ἁγιασμάτων μέχρις αὐτῆς εἰργόμενος τῆς ἐξόδου. Περὶ τῶν μετὰ τὴν ἄρνησιν καὶ ἑτέρους διωξάντων. Εἰ δέ τινες, ὁ ἔννατος τῆς ἐν 'Αγκύρα φησὶ και νών, τοσοῦτον κατεπλάγησαν τὸ βαρὺ τῶν κολάσεων, ὡς μὴ ὅτι τῆς πίστεως ἀποστῆναι, ἀλλὰ καὶ κατεξαναστῆναι οἷς ἐμέλησε τῶν τῆς πίστεως, ὥστε καὶ θύειν προτρέπειν δαίμοσιν, ἢ ἀγνοουμένους ἔστιν οὓς καταμηνύειν οἷα Χριστιανούς, ἢ καὶ κρυπτομένους εἰς μέσον ἕλκειν, ὁ τῆς δεκαετίας τέλειος ἀριθμὸς τὸ τέλειον τῆς ἀφέσεως τούτοις μεταμελομένοις ἐπιμετρήσει. Οὐ γὰρ δήπου περὶ τῶν ἐξάρ. νων πάντη γεγενημένων, καὶ ἀπεναντίας ἱσταμένων τῇ ἀσεβείᾳ ὁ κανὼν οὗτος διέξεισιν, οἵπερ ἄρα καὶ διώκται τῆς Ἐκκλησίας πεφήνασιν ἀτεχνῶς· ἐκεῖ να γάρ, εἴ γε καὶ ἀληθῶς μεταγνοίεν, καὶ βαρυτέρων, εἰ οἷόν τε, πειραθήσονται τῶν ἐπιτιμίων, ἢ οἱ πρὸ τούτου ῥηθέντες ἄμφω δικαιοῦσι κανόνες. Οὐ δὴ τούτους φησὶν, ἀλλὰ τοὺς ἔτι μὲν τὰ τῶν ὀρθο δόξων φρονοῦντας, δέει γε μὴν τῶν βασάνων τὰ τῶν ἀσεβῶν ὑπέρχεσθαι σκηπτομένους. Ο δὲ μένας ᾿Αθανάσιος ἐν τῇ πρὸς Ρουφινιανὸν ἐπιστολῇ, Τῶν κεκοινωνηκότων τοῖς τὰ 'Αρείου φρο νοῦσιν ἱερωμένων, φησί, οἱ μὲν βίᾳ καθυπαχθέντες κανονικῶς μὲν εὐθύνονται, τοῦ τόπου δὲ ἧς μετέ λαγον τάξεως οὐκ ἐκβάλλονται, καὶ μάλιστα εἰ τὸν λογισμὸν ἥκιστα εἶχον ἐκείνοις συμβαίνοντα, ὥς φασι, δι' οἰκονομίαν δὲ κεκοινωνηκέναι προσεποιήσαντο, δέει τοῦ μὴ φθαρῆναι τὰς ἐκκλησίας τῇ τῶν δυσσεβῶν ἀντεισαγωγῇ, αὐτῶν ὑπερορίων μετὰ τῆς εὐσεβείας γεγενημένων. Οἱ δὲ πρὸς τῷ κεκοινωνηκέναι καὶ τῆς ἀσεβείας ὑπεραγωνιζόμενοι, καὶ συν ηγοροῦντες εἰς δύναμιν, οὐ τοῖς ἐπιτιμίοις μεταμελόμενοι καθυποβάλλονται, ἀλλὰ γυμνούμενοι τῆς ἱερωσύνης, ἐν τῇ τῶν λαϊκῶν τάττονται χώρα. Τοῖς δὲ ἀπατηθεῖσιν, ἢ βίαν παθοῦσι λαϊκοῖς, συγγνώμη δίδοται, κανονικῶς πρότερον ἐπιτιμωμένοις, καὶ φανερῶς ἀναθεματίσασι τὰ τῶν αἱρετικῶν, καὶ τὴν ἐν Νικαίᾳ ὀρθόδοξον πίστιν πρεσβεύειν ὑπισχνουμένοις. Ταύτην οὐκ ἐγώ, φησί, μόνος τὴν ψῆφον, ἀλλ᾽ οἱ καὶ εἰς συνόδους τοπικὰς ἀθροισθέντες θεῖο Πατέρες εξήνεγκαν.
col. 1029–1030page 39 of 224
PG 144:1029Περὶ τῶν ἀρνησαμένων κατηχουμένων. Οὐδὲ τοὺς περιπεπτωκότας τῶν κατηχουμένων ἀνευθύνους περιιδεῖν οἱ θεῖοι Πατέρες ενόμισαν. Ο γὰρ δ' τῆς α' συνόδου κανὼν εἰς τρίτον ἔτος ἐν τῷ 1 τῶν ἀκροωμένων ἐπιτιμίῳ κελεύει γίνεσθαι τοὺς τοιούτους, εἶθ' οὕτω πρὸς τὴν προτέραν τάξιν ἐπαν ιέναι, καὶ τοῖς κατηχουμένοις συνεύχεσθαι. Ὁ δὲ τῆς ἐν Αγκύρα ιβ' κανὼν τοὺς πρὸ τοῦ βαπτίσματος τεθυκότας, μετὰ τὸ βάπτισμα, εὖ μάλα τοῦ ἄγους ἀποπλυναμένους, καὶ εἰς ἱερωσύνην ἐπι σκήπτει προάγεσθαι. Περὶ τῶν ἀναγκασθέντων ἀρνήσασθαι καὶ μὴ ὑποκυψάντων. (γε μήν γ' τῆς ἐν ᾿Αγκύρᾳ κανὼν τοὺς ἐκπο δὼν τοῖς διώκουσι γενομένους, κατὰ τὴν φεύγειν ὅταν διώκωσιν ἡμᾶς κελεύουσαν ἐντολὴν, διαδρᾶναι δὲ τελέως μὴ δυνηθέντας, ἀλλὰ συλληφθέντας καὶ πρὸς βίαν ἀναγκασθέντας ή λιβανωτὸν εἰς χεῖρας δέξασθαι, ἢ τῷ στόματι τῶν ἀνιέρων σπουδῶν γεύ σασθαι, οὐ μὴν ἀνεχομένους ἔχειν σιγῇ, ἀλλὰ βοῶν τας είναι Χριστιανούς, οἷα τὸν λογισμὸν κεκτημένους ζήττητον, τούτους ὡς ἥκιστα ἁμαρτόντας, της κοινωνίας δεῖν ἔκρινε μὴ ἐξείργεσθαι· οὐ μόνον δὲ, ἀλλὰ καὶ εἰς ἱερωσύνην μηδὲν ἐπιδοιάζοντας προ Βιβάζειν, εἶχε καὶ ὁ προτοῦ βίος τούτοις εἶχε τὸ ἀνεπίληπτον· οὐ γὰρ τοῦ τῆς ὁμολογίας στεφάνου διήμαρτον. Οὕτω περὶ τῶν τοιούτων καὶ ὁ ἱερομάρτυς Πέ προς ψηφίζεται ἐν τῷ ιδ' κανόνι. Νόμοι πολιτικοί. Οἱ ἀξιωθέντες τοῦ ἁγίου βαπτίσματος, καὶ πάλιν Ἑλληνίζοντες, ἐσχάτῃ τιμωρίᾳ ὑπόκειντα:. Οἱ ἀποστάντες τῆς τῶν ὀρθοδόξων πίστεως, καὶ αἱρετικοί γενόμενοι, ἢ θύσαντες, ἢ θῦσαί τινι ἐπαγγειλάμενοι, οὐ δύνανται διατίθεσθαι, ἢ δωρεῖσθαι, οὔτε ἐκ διαθήκης, οὔτε ἐξ ἀδιαθέτου λαμβάνειν τι δύνανται. ΚΕΦΑΛ. Β'. Περὶ αἱρετικῶν, καὶ ὅπως χρὴ δέχε σθαι τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας. ᾿Αλλὰ γὰρ ὅπως καὶ τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας, καὶ τῇ καθολικῇ προσιόντας Ἐκκλησίᾳ, οἱ θεῖοι Πατέρες προσδέχεσθαι τεθεσπίκασιν, ἤδη σκου πητέον. ᾿Αλλὰ μήπω περὶ τούτου, ὡς ἐν εἴδει δὲ διαιρέσεως τῶν ἀποδιϊσταμένων τοῦ ὀρθοῦ φρονή μετος, τὰς γενικωτάτας πρῶτον ῥητέον προσηγορίας, ἃς δὴ τὸ ἀπατηλὸν καὶ πολυσχιδὲς τῶν νόθων διγμάτων ἑκάστοις αὐτῶν ἐπεκλήρωσε. Τὰς μὲν γὰρ αἱρέσεις προσηγορεύκασιν, ἐν τῷ α' κανόνι φή σὶν ὁ μέγας Βασίλειος, τὰ δὲ σχίσματα, τὰς δὲ, παρασυναγωγάς. Αἱρέσεις μὲν οὖν τοὺς πάντη ἀπεῤῥηγμένους, καὶ κατ' αὐτὴν ἀπηλλοτριωμένους τὴν πίστιν, οἷον Μανιχαίους, Ουαλεντίνους, Μαρκιωνιστάς, Πεπουζηνούς, καὶ τοὺς ἐκείνοις παρα πλησίους· σχίσματα δὲ, τοὺς δι' αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ιάσιμα πρὸς ἀλλήλους διενεχθέντας, και μάλιστα τοῦ διαφέρεσθαι περὶ τοῦ τρόπου τῆς μετανοίας πρὸς τὴν καθολικὴν Ἐκκλησίαν παρασυναγωγὰς δὲ τὰς παρασυνάξεις, οἷον, εἴ τις τῶν
col. 1031–1032page 40 of 224
PG 144:1031έπισκόπων ἢ πρεσβυτέρων, πταίσματι ἁλοὺς, ἐπε σχέθη τῆς λειτουργίας, καὶ τοῖς κανόσιν ὑποκύψει μὴ ἀνασχόμενος, ἑαυτῷ τὴν προεδρίαν ἐξεδίκησε καὶ λειτουργίαν, καὶ τούτῳ συναπῆλθον οἱ ἀπαιδευσίαν νησοῦντες ἐκ τοῦ λαοῦ, τὴν καθολικήν καταλελοιπότες Εκκλησίαν. Δέδοκτο τοίνυν, φησὶν, ἐξ ἀρχῆς τὸ μὲν τῶν αἱρετικῶν βάπτισμα παντελῶς ἡθετηκέναι, περὶ γὰρ αὐτὴν τὴν εἰς Θεὸν πίστιν πέφυκε τούτοις ή διαφορά· παραδέχεσθαι δὲ τῶν ἀποσχισάντων τοὺς μέν του παρασυνάγοντας, ἀξιολόγῳ μετανοίᾳ τὴν ἐπιστροφὴν ἐπιδειξαμένους, ἐνοῦσθαι πάλιν τῇ Ἐκ κλησίᾳ· ἔστι δ' ὅτε καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, εἶτα μεταμελομένους, εἰς τὴν προτέραν τάξιν ἐπανιέναι. Τούς γε μὴν Καθαρούς, τῶν ἀπεσχισμένων καὶ αὐτοὺς όντας, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας, έδοξε, φησί, τοῖς περὶ Κυπριανὸν, καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, πάντας ἀναβαπτίζεσθαι. Εἰς γὰρ τὴν Καρχηδόνα, ἧς ἐπίσκοπος ὁ μέγας Κυπριο ανὸς ἦν, σύνοδος Πατέρων ἀρχαιοτέρα πασῶν ήθροιστο, οἷς ήρεσεν ἐκ κοινῆς ψήφου πάντας απο ρετικούς τε καὶ σχισματικούς προσιόντας τῇ Ἐκε κλησίᾳ βαπτίζεσθαι. Συνελογίζοντο γὰρ οὑτωσί· Εἰ καὶ μὴ περὶ δόγματα οἱ σχισματικοὶ σφάλλοιντο, ἀλλ' ἐπεί τοί γε κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας ὁ Χριστός ἐστι, κατὰ τὸν θεῖον ᾿Απόστολον, ἐξ οὗ τὰ μέλη πάντα ζωοῦται, καὶ τὴν πνευματικὴν αὔξησιν δέχεται, οὗτοι δὲ τῆς ἁρμονίας τῶν μελῶν τοῦ σώματος ἀπεῤῥάγησαν, οὐκέτι παραμένουσαν αὐτοῖς ἔχουσι τὴν χάριν τοῦ ἁγίου Πνεύματος· δ τοίνυν οὐκ ἔχουσι, πῶς ἂν τοῖς ἄλλοις μεταδοῖεν; ἀλλ' ὅμως, φησὶν ὁ μέγας οὗτος Πατήρ, ἐπεί τισι τῶν κατὰ τὴν ᾿Ασίαν ἔδοξε δι' οἰκονομίαν τὸ τῶν Καθαρῶν βάπτισμα δέχεσθαι, ἔστω δεκτόν. Περὶ 'Εγκρατιτῶν. Τὸ τῶν Ἐγκρατιτῶν μέντοι οὐκ ἐξῆν· Μαρκιωνιστῶν γὰρ ἐστιν ἄντικρυς ἡ κατ' αὐτοὺς αἱρεσις βλάστημα. Κατ' ἐκείνου; γὰρ καὶ οὗτοι τὸν γάμον βδελύσσονται, τοῦ Σατανᾶ εἶναι αὐτὸν ἀποφαινόμενοι· τὸν οἶνον ἀποστρέφονται, τὴν τῶν ἐμψύχων ἀπαγορεύουσιν ἐδωδὴν, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μετ μιασμένην εἶναι ληροῦσι. Μὴ γὰρ λεγέτωσαν, ὅτι εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα βαπτίζονται, οι γε κακῶν ποιητὴν τὸν Θεὸν εἶναι λέγουσιν, έφαμίλλως τῷ Μαρκίωνι. 'Αλλ᾿ ἵνα μὴ τῆς ἀκρι βείας εχόμενοι όκνηροτέρους αὐτοὺς ποιήσαιμεν εἰ; τὸ προσιέναι τῇ καθολικῇ Ἐκκλησίᾳ, χρηστέον, φησί, τῷ ἔθει, καὶ τοῖς τὰ καθ᾿ ἡμᾶς οἰκονομήσασι Πατράσιν ἀκολουθητέον, καὶ ὡς ἐκείνοις δοκεῖ, χρυσ μενοι τῷ ἁγίῳ μύρῳ, οὕτω τῶν ἁγιασμάτων μετα λαμβανέτωσαν. Περὶ 'Υδροπαραστατών. Υδροπαραστάται δ' εἰσὶν οἱ μόνον ὕδωρ ἐν τῇ ἱερουργία τοῦ ἁγίου προσφέροντες ποτηρίου, οἶνον δὲ τούτῳ μιγνύναι μὴ ἀνεχόμενοι, καὶ τὸν ἔννομον γάμον μηδὲν διενηνοχέναι πορνείας οιόμενοι. Τὰ αὐτὰ καὶ ὁ μιʹ κανὼν τοῦ αὐτοῦ διορίζεται. Ζήτει περὶ Υδροπαραστατῶν καὶ ᾿Αρμενίων ἐν τῷ τ κεφ. τοῦ Κ στοιχείου.
col. 1033–1034page 41 of 224
PG 144:1033᾿Αλλὰ γὰρ καὶ ὁ ζ' κανὼν τῆς οἰκουμενικῆς β' συνόδου, όπως χρὴ δέχεσθαι τοὺς ἐξ αἱρέσεως ἐπισ στρέφοντας ἀριδήλως νομοθετεῖ. Εἰς δύο γὰρ μοίρας ἅπαντας διελών, τοὺς μὲν μύρῳ χρίεσθαι, τοὺς δὲ ἀναβαπτίζεσθαι διωρίσατο. Αρειανοὺς μὲν οὖν, καὶ Μακεδονιανούς, καὶ Σαββατιανοὺς, καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαρούς, καὶ ᾿Αριστερούς, καὶ Τεσσαρασκαιδεκατίτας ήτοι Τετραδίτας, καὶ Απολλιναριστὰς, ἐπείπερ ἐξίσης ἡμῖν τῷ θείῳ τελειοῦνται βαπτίσματι, οὐκ οἴεται δεῖν τούτους ἀναβαπτίζειν, ἀλλὰ, μετὰ τὸν τῆς σφετέρας αἱρέσεως ἔγγραφον ἀναθεματισμόν, τῷ ἁγίῳ χρίειν μύρῳ κελεύει τό τε μέτωπον αὐτῶν, καὶ τοὺς ὀφθαλμούς, καὶ τὰς ρίνας, τὸ στόμα τε, καὶ τὰ ὦτα, και σφραγίζοντας λέγειν· Σφραγίς δωρεᾶς Πνεύματος ἁγίου. Περὶ Ευνομιανῶν. Ευνομιανούς γε μήν, τοὺς εἰς κατάδυσιν βαπτιζομένους μίαν, καὶ Μοντανιστάς, τοὺς καλουμένους Φρύγας, καὶ Σαβελλιανούς, τους διδάσκοντας τὴν υἱοπατρίαν, καὶ τοὺς παραπλησίους τούτοις, ὡς οὐδὲν ἄμεινον τῶν ἀβαπτίστων Ἑλλήνων ἀληθείας δικαζούσης διακειμένους, τῇ καθολική προσιόντας Ἐκκλησίᾳ, εὐθὺς κελεύει βαπτίζεσθαι· ἢ γὰρ ὅλως οὐκ ἐβαπτίσαντο, ἢ καὶ βαπτισάμενοι οὐ κατὰ τοὺς θεσμοὺς τῆς τῶν ὀρδοδόξων Ἐκκλησίας ἐνεσημάνθησαν· ταύτῃ τοι καὶ ἀφώτιστοι τοῖς θείοις Πατράσι λογίζονται. Περὶ ᾿Αρειανῶν. Αρειανοὶ μὲν οὖν εἰσιν οἱ τὰ ᾿Αρείου φρονοῦντες, ὃς πρεσβύτερος ὢν τῆς κατ' ᾿Αλεξάνδρειαν ἐκκλησίας, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ ἅγιον Πνεῦμα έτε ρούσια τῷ Πατρὶ καὶ κτίσματα ὁ βέβηλος εδογμάτ τιζε. Περὶ Μακεδονιανῶν καὶ 'Ημιαρείων. Μακεδονιανοὶ δὲ οἱ περὶ μὲν τοῦ Υἱοῦ ὑγιῶς φρο νοῦντες, τὸ δὲ ἅγιον Πνεῦμα κτιστὸν βλασφημοῦντες, καὶ ἀλλότριον τῆς θεότητος, παρ' ὅ καὶ Ημιάρειο ἐκαλοῦντο· ταυτησὶ δὲ τῆς κλήσεως καὶ ἑτέρα τῶν ἐξαγίστων αἱρέσεων ἔτυχεν· οἱ δὴ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε κτίσματα ὡς ὁ ᾿Αρειος, οὔτε μὴν ὁμοούσια τῷ Πατρὶ δοξάζειν ήνείχοντο, ξένῳ δέ τινι τρόπῳ ὁμοούσια τῷ Πατρί· ἐδεδίεσαν γὰρ, ὡς ἔφασκον, μὴ πάθος περὶ τὸν Πατέρα διὰ τῆς γεννήσεως νομισθῇ. Περὶ Ναβάτου. Ναβάτος δὲ πρεσβύτερος ὢν τῆς παλαιᾶς Ρώσ μῆς, τῆς τῶν λέγομένων Καθαρῶν αἱρέσεως ἦρξε, σχισματικὸς ὢν κυρίως, οὐχ αἱρετικό; οὐ γὰρ περί τι τῶν ὀρθῶν δογμάτων τοῖς πιστοῖς διεφέρετο, ἀλλὰ τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θύσασιν ἀπηγόρευε τὴν μετάνοιαν· τοῖς τε διγάμοις οὐκ ἐκοινώ νε:· ἀνθ' ὧν, εἰ καὶ μὴ περὶ τὴν πίστιν ἔσφαλτο, διὰ μέντοι τὸ ἀσυμπαθὲς αὐτοῦ καὶ μισάδελφον, συνόδου γενομένης ἐν Ρώμῃ ἐπὶ Κορνηλίου τοῦ πάππα, Δεκίου βασιλεύοντος, ἀπεβλήθη καὶ ἀνεθεματίσθη, ὡς ὁ τοῦ Παμφίλου Ευσέβιος ἱστορεῖ.
col. 1035–1036page 42 of 224
PG 144:1035Περὶ Σαββατιανῶν. Σαββατιανοὶ δὲ, ὧν ἡγήσατο Σαββάτιος τις προ σβύτερος, τῆς αἱρέσεως μὲν κἀκεῖνος ὢν τοῦ Ναβά του, τῇ δὲ περὶ τὰ χείρω φιλοτιμία καὶ ἰουδαϊκών σαββατίζειν ᾑρεῖτο, νηστείαν ἐν τούτῳ μετιών, καὶ τάλλα παραπλησίως ἐκείνοις, καθὼς δὴ καὶ οἱ Λα τίνοι τανῦν. Περί Αριστερῶν. Οἱ αὐτοὶ δὲ καλοῦνται καὶ ᾿Αριστεροί, ὅτι τὴν ἀρισ στεράν εἰσι βδελυττόμενοι χεῖρα, δι' αὐτῆς προσίεσθαι τὸ οἱονοῦν μὴ τολμῶντες. Περί Τεσσαρεσκαιδεκατιτῶν. Τεσσαρεσκαιδεκατῖται δὲ, οἱ τὸ πάσχα τελοῦντε; οὐκ ἐν ἡμέρᾳ Κυριακῇ, κατὰ τοὺς ἱερούς τῆς Εχ κλησίας θεσμούς, ἀλλ᾽ ἐν ᾗ ἂν ἡμέρᾳ τεσσαρεσται δεκαταίαν τύχῃ τὴν σελήνην γενέσθαι, ὁ τῆς τῶν Ἰουδαίων θρησκείας ἐστὶν ἰδιαίτατον. Περὶ Τετραδιτῶν. Οἱ δ᾽ αὐτοὶ καὶ Τετραδῖται, ὅτι τὸ πάσχα ἑορτάζοντες οὐ καταλύειν, ἀλλὰ νηστεύειν αἱροῦνται, ς ἐν ταῖς τετράσιν ἡμεῖς, Ἰουδαίους κάν τούτῳ μιμούν μενοι, τοὺς μετὰ τὸ πάσχα ἄζυμα καὶ πικρίδας ἐσθίοντας. Περὶ ᾿Απολιναριστῶν. Απολιναρισταὶ δὲ, ὧν ἦρχεν ὁ πολὺς τὴν κακίαν Απολινάριος, τῷ τῆς ἐν Συρίᾳ Λαοδικείας θρόνο ἀνοχῇ Θεοῦ εἰσφθαρείς, δ; περὶ τὴν οἰκονομία, φι νερῶς ἐβλασφήμει, λέγων τὸν Υἱὸν τοῦ Θεοῦ σῶμα μὲν ἔμψυχον, νοῦ δὲ παντάπασιν ἄμοιρον, ἐκ τῆς ἁγίας ἀνειληφέναι Παρθένου, ἅτε τῆς θεότητος ἀπο χρώσης ἀντὶ τοῦ νοῦ, ἄλογον ὥσπερ τὴν ψυχὴν τοῦ Κυρίου φρονῶν· ἀλλὰ καὶ μίαν φύσιν ἐπὶ τοῦ Κυρίου ἐδίδασκεν· οὗτοι πάντες ἐῤῥῶσθαι πολλὰ ταῖς οἱ κείαι; αἱρέσεσι φράσαντες, μύρῳ μόνῳ χριόμενο τοῖς Ἐκκλησίας ἐναριθμούνται τροφίμοις. Αθρει δή μοι ὅσοι τε καὶ οἷοι, οὓς οἱ θεῖοι Πατέ ρες ἀξιοῦσιν ἀναβαπτίζεσθαι. Περὶ Εὐνομιανών Ευνομιανοί, ὧν ἡγεῖτο Ευνόμιος. Γαλάτης δὲ ὤν, Κυζίκου γέγονεν ἐπίσκοπος, χείρονα μακρῷ τοῦ Αρείου φρονῶν· τρεπτὸν γὰρ καὶ δοῦλον, καὶ κατὰ πάντα ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἐδογμάτιζε τούς γε μὴν τῇ ἀπάτῃ τούτου προστιθεμένους εἰς μίαν κατάδυσιν ἐβάπτιζεν ὁ ἐξάγιστος, κατὰ κεφαλῆς αὐτ τοὺς καταδύων ἄνω τῶν ποδῶν αὐτοῖς τετραμμένων ἀλλὰ καὶ τὰς μελλούσας κολάσεις μὴ ἀληθεῖς εἶναι ἀπεφλυάρει, δι' ἐκφόβησιν μόνην ἀπειληθείσας. Περὶ Μοντανιστών. Μοντανισταί, οἱ ἀπὸ Μοντανοῦ τινος σχόντες τὴν κλῆσιν, οἱ δὴ καὶ Φρύγες ὠνομάζοντο, ἢ τοῦ αἵρεσ σιάρχου τούτων Φρυγὸς ὄντος, ἢ τὴν ἀρχὴν ἐκ βρυσ γίας τῆς τοιαύτης φυείσης αἱρέσεω;. Ο τοίνυν Μον τανὸς οὑτοσὶ Παράκλητον ἑαυτὸν προσηγόρευς, καὶ δύο γυναῖκας επαγόμενος Πρίσκιλλαν καὶ Μαξίμιλλαν, προφήτιδας αὐτὰς ἐκάλει. Περὶ Πεπουζηνών. Καὶ Πεπουζηνοὶ δὲ οἱ τοιοῦτοι προσηγορεύοντο. Πίπουζαν γὰρ τῆς Φρυγίας κώμην ἐκθειάζοντες,
col. 1037–1038page 43 of 224
PG 144:1037Ἱερουσαλὴμ αὐτὴν ὠνόμαζον· οὗτοι καὶ τοὺς γάμους λύειν ἐπέτρεπον, καὶ βρωμάτων ἔστιν ὧν ἀπέχεσθαι ἐδίδασκον· τὸ πάσχα διέστρεφον· εἰς ἓν πρόσωπον τὴν ἁγίαν Τριάδα συνήρουν τε καὶ συνέχεον· καὶ αἷμα παιδὸς ἐκκεντουμένου, ἀλεύρῳ συμφύροντες καὶ ἀρτοποιοῦντε; προσέφερον, καὶ αὐτοῦ μετελάμβανον. Περὶ Σαβελλιανών. Σαβελλιανοί, οἵτινες ἀπὸ Σαβελλίου τοῦ Λίβυος ὠνομάσθησαν, ὅς Πτολεμαΐδος τῆς Πενταπόλεως ἐπίσκοπος γεγονώς, συναλοιφὴν ἐπὶ τῆς ἁγίας Τριάδος καὶ σύγχυσιν ἐδογμάτιζε· τὰς τρεῖς ὑπου στάσεις τῆς μιᾶς ουσίας καὶ θεότητος εἰς ἓν πρόσο υπον συναιρῶν καὶ συγχέων, τριώνυμον τὸν αὐτὸν λέγων, νῦν μὲν ὡς Πατέρα φαίνεσθαι, νῦν δὲ ὡς Υἱόν, ἔστι δ' ὅτε ὡς ἅγιον Πνεῦμα, ἄλλοτε ἄλλως μεταμορφούμενον καὶ μετασχηματιζόμενον· ὡς ἐκ τῆς καινῆς ταύτης αναλύσεως ή συνθέσεως, κατὰ τὸν θεολόγον Γρηγόριον, μὴ μᾶλλον ἐν τὰ πάντα, ἢ μηδὲν ἔκαστον εἶναι ὁριζόμενος· φεύγει γὰρ εἶναι ὅπερ ἐστὶν, εἰς ἄλληλα χωροῦντα καὶ μεταβαίνοντα, ψιλῶν καταλειπομένων τῶν ὀνομάτων. Περὶ Παυλιανισάντων. Ὁ δὲ τῆς α' συνόδου ιθ' κανών, καὶ τοὺς Παυλια νίσαντας, εἶτα τῇ καθολικῇ προσπεφευγότας ἐκκλησίᾳ, προστάττει ἀναβαπτίζεσθαι· σκοπῆσαι δὲ δεῖ, τίνας ὁ κανὼν ἀναβαπτίζειν ἐπιτρέπει, τοὺς ἀπὸ ὀρθοδόξων Παυλιανίσαντας, ἢ τοὺς ἐξ ἀρχῆς τῆς ἐκείνων ἐθάδας αἱρέσεως. Εἰ δέ τινες αὐτῶν, φησίν, ἐν τῷ κλήρῳ ἐξητάσθησαν, ἀγνοησάντων ἴσως ὅπως εἶχον ἀσεβείας τῶν αὐτοὺς χειροτονησάντων, καὶ τούτους μετὰ τὸ γνωσθῆναι δέον ἀναβαπτίζεσθαι, μηδὲν ἐκ τῆς χειροτονίας ἀποναμένους· καὶ εἰ μὲν εὑρεθεῖεν μετὰ τὸ βάπτισμα καὶ κατὰ τὸν βίον ἄμεμ πτοι, χειροτονεῖσθαι ὑπὸ τοῦ ἐπισκόπου τῆς ἐκκλησ σίας, ᾗ προσῆλθον, εἰ δ' οὖν, τοῦ κλήρου εἶναι ἀπεωσμένους. Περὶ Παυλικιανῶν. Παυλικιανοὶ δὲ οἱ Μανιχαίοι μετωνομάσθησαν ἀπό τίνων ἀδελφῶν δύο, Παύλου καὶ Ἰωάννου, ὁρμωμένων ἐκ Σαμοσάτων, υἱῶν γυναικός τινος Μανιχαίας, Καλλινίκης τούνομα, δυσσεβείᾳ μᾶλλον ἢ γάλακτι τοὺς υἱοὺς θρεψαμένης. Οὗτοι ένα εἶναι Θεὸν ἐκή ρυσσον, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα τὸν αὐτὸν προσαγορευόμενον· εἷς γὰρ φησί, Θεὸς, καὶ ὁ Υἱός αὐτοῦ ἐν αὐτῷ, ὡς ὁ λόγος ἐν ἀνθρώπῳ. Ο δὲ Λόγος οὗτος ἐπὶ γῆς ἐλθών, ἐν ἀνθρώπῳ ᾤκησεν, Ἰησοῦ καλουμένῳ, καὶ τὴν οἰκονομίαν πληρώσας, ἀνῆλθε πρὸς τὴν Πατέρα· ὁ δὲ Ἰησοῦς οὗτος, κάτωθεν ήν ἀπὸ Μαρίας ἀρξάμενος· ἀπὸ τοίνυν τῶν δύο τουτωνὶ Παύλου καὶ Ἰωάννου, τοῖς σφῶν μαθηταῖς ἡ τῶν Παυλικιανῶν ἐπετέθη προσωνυμία, βαρβαρικώτερον συντεθεῖσα· ἀντὶ γὰρ Παυλοϊωάννοι, Παυλικιανοί κατονομάζονται· τὰ δὲ τῆς τούτων αἱρέσεως Φώ τιος ὁ πατριάρχης Κωνσταντινουπόλεως χρηματίσας, ἐν ἱκανῷ στηλιτεύει λόγῳ. Τοὺς οὖν ἄρτι καὶ προσεχῶς ῥηθέντας ἄμφω και
col. 1039–1040page 44 of 224
PG 144:10397, 1, 19, 1. 95. νόνας, τόν τε ζ' τῆς β' συνόδου, καὶ τῆς α' τὸν ιθ' ὁ με τῆς ς' συνόδου κανών Ενώσας, καὶ τοῖς αὐτῶν σχεδόν χρησάμενος βήμασι, προσεπάγει, χρῆναι ἀνα βαπτίζεσθαι τοὺς τε Μανιχαίους, καὶ Οὐαλεντίνους, καὶ Μαρκιωνιστάς Νεστοριανούς δὲ, λιβέλλους δύο δόναι, γράμματα δηλαδὴ τὴν σφῶν αἵρεσιν στηλιτεύοντά, ονομαστί τε τὸν Νεστόριον ἀναθέματι καθ υποβάλλειν· οὐ μὴν, ἀλλὰ καὶ Εὐτυχέα, καὶ Δ.6. σχορον, καὶ Σεβῆμον, τοὺς ἐκ διαμέτρου τοῦ Νεστορίου ἑτέραν ἐξευρηκότας δυσσέβειαν. Τὰ μὲν οὖν κατὰ τὸν Νεστόριον ὅσον ουπω βηθήσ σεται· περὶ μέν τοι τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου ήδη ῥητέον. Περὶ Διοσκόρου καὶ Εὐτυχους. Ο τοίνυν Διόσκορος, τῆς περιωνύμου πόλεως 'Αλεξανδρείας τοὺς ἱεροὺς ἀνιέρως διεχείριζεν οι κας· Εὐτυχὴς δὲ, τῶν ἐν τῇ βασιλίδι τῶν πόλεων ἱερῶν σεμνείων ἀρχιμανδρίτης ἐτύγχανεν ων. Οὗτοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμοούσιον μὲν ἐπίστευον τῷ Πατρί, περὶ δέ γε τὴν ἐνανθρώπησιν βλάσφημον γλώτταν ἐκίνουν, καὶ φεύγοντες δῆθεν τὴν τοῦ Νεστορίου διαίρεσιν, δύο υἱοὺς εἰσάγοντος, εἰς ἕτερον κρημνὸν ἀπεναντίας ὠθοῦντο· τὰς γὰρ δύο ἐπὶ τοῦ Κυρίου φύσεις, τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος, μετὰ τὴν ἕνωσιν συγκραθῆναι, καὶ εἰς μίαν ἀποτελεσθῆναι φύσιν δυσσεβῶς ἐδογμάτιζον, ὡς ἐντεῦθεν καὶ τῇ θεότητι προσαρμόζεσθαι ἅπερ ἡ άνθρωπότης ὑπέστη θεῖα παθήματα. Αλλὰ καὶ τὴν σάρκα οὐχ ὁμοούσιον ἡμῖν ἀνειληφέναι τὸν Κύριον ἔλεγον, οὐδ᾽ ἐκ τῶν παρθενικῶν συμπαγήναι αἱμά των, ἀλλ' ἀῤῥήτως πως καὶ θειοτέρως σεσαρκώσθαι αὐτὸν ἀνέπλαττον· οὓς καθεῖλεν ἡ ἐν Χαλκηδόνι οἰκουμενικὴ δ' σύνοδος τῶν χλ' Πατέρων. Περὶ Σεβήρου. “Ο γε μὴν Σεβήρος, Αντιοχείας ἐπίσκοπος ἦν, κατ' οὐδὲν ἐνδέων τά γε εἰς ἀσέβειαν Διοσκόρου καὶ Εὐτυ χούς· ταύτῃ τοι καὶ πρὸς τῶν ὀρθοδόξων τοῦ θρόνου ἅμα καὶ τῆς πόλεως ἐξοστρακισθεὶς, τὴν ᾿Αλεξάνδρειαν κατειλήφει, ἔνθα καὶ βίβλον συντάττει πάσης γέμουσαν δυσσεβείας, ἐν ᾗ κατέτρεχε μὲν τῆς ἐν Χαλκηδόνι δ' συνόδου, κρατύνειν δ' ἐπειρᾶτο την δογματίζουσαν αἵρεσιν, μίαν φύσιν ἐπὶ τοῦ Κυρίου μετὰ τὴν ἕνωσιν· ταύτην δὲ τὴν βίβλον ἐπέγραψε φιλαλήθη ο τὴν οὐχ ἥκιστα τῷ τοῦ ψεύδους περι λημένην πατρὶ, ἣν οἱ ἀπ' ἐκείνου λεγόμενοι Σεβηριανοί τιμῶσιν ὑπὲρ τὰ Εὐαγγέλια· οἱ αὐτοὶ δὲ λέγον τα: Ακέφαλοι, τῷ μὴ μόνον πολλοὺς ἐσχηκέναι γεννήτορας καὶ ἀρχηγούς τῆς αἱρέσεως, ἀλλὰ καὶ διαφόροις δόξαις μεριζομένους, καὶ ἀλλήλοις ὅλως μὴ συμβαίνοντας. Περὶ Μανιχαίων. Μανιχαῖοι δὲ λέγονται οἱ πρεσβεύοντες τὰ τοῦ Μάνεντος· ὁ δὲ Μάνης οὗτος, παράκλητον ἑαυτὸν ἐκάλει, δοκήσει δὲ καὶ φαντασία τὸν Χριστὸν ἡγεῖτο πεφηνέναι. Δύο ἀρχὰς ἐδογμάτιζε, πονηράν τε καὶ ἀγαθήν, ἤτοι Θεόν τε καὶ ὕλην· τὴν παλαιὰν ἐβλα σφήμει διαθήκην· σελήνην καὶ ἀστέρας προσκυνεῖν οἷα θεοὺς ἐπέτρεπε σαρκὸς ἀνάστασιν ηρνείτο "
col. 1041–1042page 45 of 224
PG 144:1041μετεμψύχωσιν ἐδίδασκε, βοτάνας καὶ ὕδωρ καὶ δένω δρα έμψυχα είναι φάσκων. Περί Ουαλεντινιανῶν ἤτοι Εὐχιτῶν. Ουαλεντινιανοὶ δὲ, ἡ κατὰ τοὺς χρόνους τοῦ Οὐ λεντίνου καὶ Οὐάλεντος βλαστήσασα αίρεσις τῶν Βογομίλων ἤτοι Μασσαλιανῶν· τοῦτο δὲ ἐξελληνιζόμενον Εὐχίτας δηλοῖ· πολὺ γὰρ παρ' αὐτοῖς τὸ τῆς εὐχῆς ὄνομα, ἣν καὶ τοῖς πολλοῖς ποιοῦσιν ἀνέκφορον καλοῦνται δὲ ἐκ τοῦ πράγματος καὶ Ἐνθουσιασταί δαίμονος γὰρ ἐνέργειαν λαμβάνοντες, Πνεύματος ἁγίου εἶναι ταύτην ὑπολαμβάνουσιν. Οἱ γὰρ τέλεον τὴν νόσον ταύτην εἰσδεδεγμένοι, ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηράν· ὕπνῳ δὲ τὰ πολλὰ σφᾶς αὐτοὺς ἐκδιδόντες, ἐνθουσιασμὸν τὰς τῶν ὀνείρων φαντασίας ἀποκαλοῦσι· φύσει λέγουσιν εἶναι τὰ κακὰ, καὶ ἐν ἑκάστῳ ἀνθρώπῳ πνεῦμά τι θεῖον συνοικεῖν, καὶ δαίμονα· τοὺς τικτομένους παῖ τας ἐκ τοῦ προπάτορος έλκειν ᾿Αδάμ, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν πρὸς τοὺς δαίμονας δου λείαν, καὶ συνουσιωμένον φέρειν δαίμονα ἑκάστῳ τούτων συνοικοῦντα καὶ κατεξουσιάζοντα. Καὶ τὸ μὲν βάπτισμα ἀδυνάτως ἔχειν ἐξελαύνειν αὐτὸν, ἢ τὰς ῥίζας ἀνασπᾷν τῶν ἁμορτημάτων, μόνην δὲ τὴν επιτεταμένην εὐχὴν ἐκεῖνόν τε ἐξωθεῖν καὶ ταύτας καθαίρειν· καὶ μετὰ τὴν γενομένην τοῖς αὐτῶν τε λεοτέροις ἀπάθειαν, ἐπιφοιτᾷν αὐτοῖς ὁρατῶς τὸ ἅγιον Πνεῦμα, καὶ τῆς τῶν παθῶν κινήσεως τὸ σῶμα ἐλευθεροῦν, ὡς μηκέτι λοιπὸν δεῖσθαι μήτε νηστείας πιεζούσης αὐτὸ, μήτε διδασκαλίας χαλινούσης, καὶ μὴ βαίνειν ἄτακτα παιδευούσης· οὐ μὴν ἀλλὰ καὶ αἰσθάνεσθαι τούτους τῆς τοῦ ἐπουρανίου νυμφίου κοινωνίας, ὥσπερ ἡ γυνὴ τῆς τοῦ ἀνθρώπου συνουσίας, καὶ τὴν ἁγίαν Τριάδα αἰσθητοῖς ὁρᾷν ὀφθαλμοῖς, μόνοις γὰρ τοῖς τοιούτοις ὑπ' ὄψιν ἐμφανίζει σθαι ταύτην, κἀντεῦθεν τὰ μέλλοντα τούτοις προ βλέπειν. Νομοθετοῦσι μὴ δεῖν μεταδιδόναι τοῖς προς αιτοῦσιν, ἀλλ᾽ ἑαυτοῖς μόνοις, ἑαυτοὺς εἶναι λέγοντες πτωχοὺς τῷ πνεύματι, οὓς ὁ Κύριος ἐμακάρισε λύουσι τοὺς γάμους· ὀμνύουσιν ἀδεὼς καὶ ἐπιορκοῦσι· καὶ ἕτερα μυρία τερατεύονται καὶ παρανομοῦσιν, ἃ καὶ φιλοθέων ἀκοαῖς παραδιδόναι οὐκ ευαγές. Περί Βογομίλων. Ἡ δὲ τῶν Βογομίλων αἵρεσις οὐ πρὸ πολλοῦ συν έστη τῆς καθ᾿ ἡμᾶς γενεάς, μέρος οὔτα τῆς τῶν Μασσαλιανῶν, καὶ συμφερομένη τὰ πολλὰ τοῖς ἐκεί νων δόγμασιν· ἔστι δὲ ἃ καὶ προσεξευροῦσα, καὶ τὴν λύμην αὐξήσασα. Εἴη δ' ἂν Βογόμιλος, κατὰ τὴν τῶν Μυσῶν γλώσσαν, ὁ τοῦ Θεοῦ τὸν ἔλεον ἐπισπώμενος· γ γὰρ καλεῖται παρ' αὐτοῖς ὁ Θεὸς, μουλι δὲ, ὁ ἔλεος· οὗτοι τὰς τῆς Παλαιᾶς καὶ Καινῆς ἀθε τοῦσι βίβλους, μετὰ τοῦ ἐν αὐταῖς γεγραμμένου Θεοῦ, ὡς κατ' ἐπίπνοιαν γραφείσας τοῦ Σατανᾶ, πλὴν μόνων ἑπτὰ, ὧν ἐστι καὶ τὸ Εὐαγγέλιον· παρ ερμηνεύουσι δὲ καὶ ταύτας βλασφήμοις ἐννοίαις καὶ μυσαραῖς, καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς· μεταφέρουσιν ἀτιμάζουσι τὸν θεῖον σταυρὸν, ὡς ἀναιρέτην τοῦ Κυ ρίου· ἔτι δὲ καὶ τὴν φρικτὴν ἱερουργίαν τοῦ δεσπο
col. 1043–1044page 46 of 224
PG 144:1043ναοῖς δαιμόνων θυσίαν ταύτην ἀποκαλοῦντες· λέ γουσι γὰρ ἐν πᾶσι τοῖς ἱεροῖς ναοῖς τοὺς δαίμονα κατοικεῖν· καὶ τὸ μὲν παρ' ἡμῖν βάπτισμα τοῦ Ιωάννου λέγοντες, τὸ δὲ παρ᾽ αὐτοῖς, τοῦ Σωτῆρος μένην ὀνομάζουσι προσευχὴν τὸ, Πάτερ ἡμῶν, τὰς δ' ἄλλας ἀθετοῦσι, βαττολογίαν ἀποκαλοῦντες. Θεο. τόκους λέγουσι τοὺς παρ' αὐτοῖς ἔνοικον κτησαμέν νους τὸ ἅγιον Πνεῦμα, ὡς ἂν τὸν λόγον ἐν τῷ διδά σκειν γεννώντας. Λέγουσιν οὐ μόνον όναρ, ἀλλὰ καὶ ὕπαρ βλέπειν, τὸν μὲν Πατέρα, ὡς γέροντα καθειμένον ἱκανῶς τὴν ὑπήνην, τὸν δὲ Υἱόν, ἄρτι τὸν ἴου. λον παραμείβοντι ἐοικότα· τὸ δὲ ἅγιον Πνεῦμα, ὡς νεανίαν δεινῶς ἐψιλωμένον τὰς παρειάς, τῶν δαιμόνων οὕτως ἐξαπατώντων αὐτοὺς, καὶ διδασκόντων, ἄνισον εἶναι τὴν ἁγίαν Τριάδα κατὰ τὴν τῶν σχημάτ των τούτων διαφοράν. Καὶ τὰ πλείω παρείσθω μα τῆς τούτων καὶ τῆς τῶν Μασσαλιανῶν δυσσεβείας, ἵνα μὴ ἐπὶ πλεῖστον τὰς τῶν ἐντυγχανόντων ἀκοί ἀποκναίω· ὅστις δὲ μὴ ἐν παρέργῳ τοὺς αὐτῶν γνώ και βούλεται λήρους, τὴν περὶ τούτων διεξιούσαν βίβλον ἀνελιττέτω, καὶ σαφέστερον εἴσεται. τικοῦ σώματος καὶ αἵματος, τῶν ἐνοικούντων ταῖς ᾿Αλλὰ καὶ ὁ ζ' κανών, ἔτι δὲ καὶ ὁ η' τῆς ἐν Λαοδικείᾳ συνόδου, τοὺς ἐπιστρέφοντας τῶν προβληθέν των Φρυγῶν, εἰ καὶ κληρικοὶ νομίζονται εἶναι, καὶ μέγιστοι παρ' αὐτῶν ὀνομάζονται, ὡς τῶν ἄλλων προέχοντες, καὶ διδασκάλων ἐν ἐκείνοις πληροῦντες τάξιν, ἀναβαπτίζεσθαι ἀξιοῦσιν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, ἅπαντας τοὺς εἰς μίαν κατάδυσιν πρὸς τῶν ἑτεροδόξων βαπτισαμένους, καὶ τῇ καθολικῇ προσιόντας Εκκλησία, αὖθις βαπτίζεσθαι οἱ θεῖοι κανόνες θεσπίζουσι. Καὶ ὁ προδιαληφθεὶς δὲ τῆς β' συνόδου σ' κανών, ἐν τῷ περὶ τῆς ὀρθοδόξου πίστεως κεφαλαίῳ, ὑπὸ ἀνάθεμα τίθησι τὴν τῶν Εὐνομιανῶν αἵρεσιν, εἴτου» Εὐδοξιανῶν, καὶ τὴν τῶν Ἡμιαρείων, ήτοι Πνευμα. τομάχων, καὶ τὴν τῶν Σαβελλιανῶν, καὶ Μαρκελλιανῶν, Φωτεινιανῶν τε καὶ ᾿Απολλιναριστῶν. Περὶ Εὐδοξίου. Καὶ περὶ μὲν τῶν Εὐνομιανῶν εἴρηται· οἱ αὐτοὶ δὲ καὶ Εὐδοξ:ανοὶ ἐκαλοῦντο, ἀπό τινος Ευδοξίου, συναιρεσιώτου τῷ Ευνομίῳ, ὅς Κωνσταντινουπόλεως γεγονὼς ἐπίσκοπος, τὸν Εὐνόμιον Κυζίκου ἀρχιερές Ο κατέστησεν. Περὶ 'Ανομοίων. Οἱ δ' αὐτοὶ καὶ Ἀνόμοιοι ὠνομάζοντο, διὰ τὸ λέο γειν τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα μηδεμίαν ὁμοιότητα κατ' ουσίαν ἔχειν πρὸς τὸν Πατέρα. Περί Μαρκελλιανών. Ἡ δὲ τῶν Μαρκελλιανών Μαρκελλόν τινα ἔσχεν αἱρεσιάρχην, ὃς ἐξ ᾿Αγκύρας μὲν ώρμητο τῆς Γαλα τίας, καὶ αὐτῆς ἐπίσκοπος ἐγεγόνει· ἐπίσης δὲ τῷ προῤῥηθέντι ἐδογμάτιζε Σαβελλίῳ. Περὶ Φωτεινοῦ. Οἱ δὲ Φωτεινιανοὶ ἀπὸ Φωτεινοῦ εἶλκον τὴν κλή σιν, ἐκ Συρμίου μὲν ἐρμωμένου, κανταῦθα ἐπισκοπήσαντος, τὰ αὐτὰ δὲ τῷ προλεχθέντι Παύλῳ φρονήσαντος τῷ Σαμοσατεῖ,
col. 1045–1046page 47 of 224
PG 144:1045Οπως δεῖ δέχεσθαι τοὺς ἀπὸ Ναβάτου. Ὁ δὲ η' τῆς πρώτης συνόδου κανών, οὓς φθάσαντες είπομεν Καθαρούς ήτοι Ναβατιανούς, τῇ καθο λικῇ προσιόντας Ἐκκλησίᾳ, ἐγγράφως κελεύει όμο λογεῖν, ὡς ἀσφαλῶς τὰ δόγματα πάντα τηρήσουσι ταύτης, τοὺς τὸν Χριστόν τε ἀρνησαμένους ἐπιστρέφοντας δέξονται, καὶ κατὰ τοὺς ὡρισμένους τῇ μετα νοίᾳ τῶν παραπεπτωκότων καιρούς, ἐκείνους οίκου νομήσουσι, τοῖς τε διγάμοις κοινωνήσουσι. Καὶ εἰ τούτοις συγκατάθοιντο, τοὺς οἰκείους αὖθις ἐκκλησιαστικοὺς ἀπολαμβάνειν βαθμούς, οὓς πρώην κατα λελοίπασι, πρεσβύτεροι δήπου τυγχάνοντες ἢ διάκονοι· εἰ δὲ καὶ ἐπίσκοποι, καὶ τούτοις ταῖς ἰδίαις ἐπι σκοπαῖς ἀποκαθίστασθαι, εἴπερ μὴ ταύτας ἐν τῷ μεταξύ μετειλήφασιν ἕτεροι. *Οπως χρὴ δέχεσθαι τοὺς Δονατιστάς. Ὁ δὲ νζ' καὶ ὁ ξη' τῆς ἐν Καρθαγένῃ, τοὺς ἐκ τῆς αἱρέσεως τῶν Δονατιστῶν τῇ ὀρθοδόξῳ πίστει προσ ερχομένους, μήτε, εἰ τοῦ λαοῦ εἶεν, ἀναβαπτίζεσθαι διατάττονται, καὶ τοὺς κληρικοὺς ἔχειν αὖθις τοὺς Ιερατικούς βαθμούς, προνοίᾳ τοῦ πλείονας οὕτω τῇ καθολικῇ προσιέναι πίστει. Περὶ Δονάτου. Τούτων αιρεσιάρχης ἦν Δονάτος τις όνομα, δς μὴ ἄλλως τῶν θείων μεταλαμβάνειν ἐδίδασκε μυστηρίων, εἰ μή τις, ὀστοῦν ἀνθρώπινον κατέχων ἐν τῇ χειρὶ, τοῦτο πρῶτον ἀσπάζοιτο, καὶ οὕτω μεταλαμβάνειν. Περί Αγγελιτῶν. Ὁ δὲ τῆς ἐν Λαοδικεία λε', Ο τὴν τοῦ Θεοῦ, φησί, καταλιμπάνων Εκκλησίαν, καὶ ἀγγέλους ἐπονομάζων καὶ ἐπικαλούμενος, συνάξεις τε τούτοις ἐπιτελῶν, καὶ τῇ κεκρυμμένῃ ταύτῃ σχολάζων είδω λολατρείᾳ, ἔστω ἀνάθεμα, οὐχ ὡς τῆς πρὸς ἀγγέλους τιμῆς εἰδωλολατρείας οὔσης, ἀλλὰ τέχνη τις ἦν τοῦτο τηνικαῦτα τοῦ πονηροῦ, ἀγγέλοις μόνοις πεί θοντος προσανέχειν, καὶ μὴ τὸν Χριστὸν ἐπικαλεῖσθαι, ἵνα τοὺς πειθομένους κατὰ μικρὸν εἰς τὸ τῆς εἰδωλολατρείας λαθὼν ἐκχυλίσῃ βάραθρον· φιλεῖ γὰρ, ὡς ἐπίπαν, ἐκ τῶν δεξιῶν ὑποκλέπτειν ὁ δόλιος. Ἔφασκον γὰρ οἱ μύσται τοῦ πλάνου, μὴ δεῖν τὸν Χρι στόν, τοὺς δὲ ἀγγέλους εἰς βοήθειαν ἐπικαλεῖσθαι, καὶ εἰς τὴν προσαγωγὴν τὴν πρὸς τὸν Πατέρα· τὸ γὰρ ἐπικαλεῖσθαι τὸν Χριστὸν ἐν τούτοις, μεῖζον ἢ καθ' ἡμᾶς. Ταύτης τῆς αἱρέσεως (παλαιὰ γὰρ ἦν) καὶ ὁ θεῖος ᾿Απόστολος ἐν τῇ πρὸς Κολασσαεῖς ἐπι στολῇ μέμνηται, λέγων· Μηδεὶς ἡμᾶς καταβραβευέ τω ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, & μὴ ἑώρακεν ἐμβατεύων· ἤτοι μηδεὶς ὑμῖν ἐπηρεαζέτω, νικῶσιν ἐν τῇ ἀμωμήτῳ πίστει καὶ πολιτείᾳ, μηδὲ τοῦ βραβείου ἀποστερείτω, ἐπὶ ξένας παραδόσεις μεταφέρων ὑμᾶς, ἐκ τῆς ὀρθῆς δηλαδὴ πίστεως εἰ; τὴν τῶν ἀγγέλων θρησκείαν διὰ ταπεινοφροσύνης, ὡς ὑπὲρ ἡμᾶς ὄντος τοῦ ἐπικαλεῖσθαι τὴν Κύ ριον, καὶ αὐτῷ κεχρῆσθαι πρὸς τὸν αὐτοῦ Πατέρα προσαγωγῇ· καταβραβεύειν δ' ἔστι τὸ μὴ τῷ νική. σαντι τὸ βραβεῖον, ἀλλ᾽ ἑτέρῳ διδόναι, ἀδικουμένου τοῦ ἀριστέως. ὡς δὲ ὁ ἅγιος Επιφάνιος ἱστορεῖ ἐν τῷ βιβλίῳ τῶν Παναρίων, αίρεσιν εἶναι ἑτέραν τῶν καταβραβεύειν,
col. 1047–1048page 48 of 224
PG 144:1047Αγγελικών λεγομένην, ἢ ὡς ἀγγελικῶς οἱόμενοι βιοῦν, οὕτως ἑαυτοὺς ὀνομάζοντες, ἢ ὡς παρ' ἀγγέ λων τὰ θεῖα μυεῖσθαι νομίζοντες. Περὶ Μαξίμου τοῦ Κυνικού. ᾿Αλλὰ καὶ ὁ δ' τῆς β' συνόδου Μάξιμον ἀποκηρύτο τει τινά, μήτε ἐπίσκοπον αὐτὸν γενέσθαι ἢ εἶναι ἀποφαινόμενος, διὰ τὸ ἐκθέσμως κεχειροτονεῖσθαι, μήτε τοὺς ὑπ' αὐτοῦ χειροτονηθέντας κληρικούς ὑπάρχειν. Τούτου καὶ ὁ Θεολόγος Γρηγόριος ἐν τιν τῶν μὴ ἐπ' ἐκκλησίας αναγινωσκομένων αὐτοῦ μέσ μνηται λόγων. Οὗτος δὲ ὁ Μάξιμος Αιγύπτιος ἦν φιλόσοφος κυνικός (κυνικοὶ δὲ ἐλέγοντο παρὰ τὸ αὔθαδες καὶ θρασύς· καὶ προσελθὼν τῷ μεγάλῳ Πα τρὶ Γρηγορίῳ τῷ Θεολόγῳ, καὶ κατηχηθεὶς ἐβαπτίσατο, εἶτα καὶ τῷ κλήρῳ συγκατελέγη, καὶ τῷ με γάλῳ ἐκείνῳ Πατρὶ ὁμοδίαιτος ἦν. Εν ἐφέσει δὲ τοῦ ἀρχιερατικοῦ θρόνου τῆς βασιλευούσης γενόμενος, χρήματα εἰς ᾿Αλεξάνδρειαν πέμπει, κἀκεῖθεν ἐπισ σκόπους ἄγει τοῦτον χειροτονήσοντας, ἔχων καί τινα συνεργὸν τῶν οἰκείων τῷ Θεολόγω. "Ηδη δὲ τῆς έχε κλησίας ἔνδον γενόμενοι, καὶ φωραθέντες, πρὶν ἢ τὴν τελετήν τελέσασθαι, παρὰ τῶν πιστῶν ἀπηλάθησαν ἀλλ᾽ οὐδὲ οὕτως ἡσύχασαν· οἰκίαν δὲ εἰσδύντες χιο ραύλου τινὸς, ἐκεῖ χειροτονοῦσι τὸν Μάξιμον, εἰ καὶ μηδὲν τῆς περὶ ταῦτα μοχθηρίας ἀπώνατο, οὐ γὰρ ἀνῦσαί τι ὅλως δεδύνητο· ἐς ὕστερον γὰρ γνωσθείς, καὶ τὰ ᾿Απολλιναρίου φρονῶν, ἀναθεματίσθη. Τῆς τέ γε τρίτης συνόδου ὁ α' καὶ β' κανών, ἔτι δὲ καὶ ὁ γ' καὶ ὁ δ' καὶ ὁ δ', τοὺς τὰ Νεστορίου καὶ τοῦ ὁμοδόξου τούτου Κελεστίνου φρονοῦντας ἐπισκόπους ἢ κληρικοὺς τῆς ἱερωσύνης ἐξοστρακίζουσιν οὖς δὲ ὁ Νεστόριος τῆς ἱερωσύνης ἐξέωσε, μὴ συν τεθειμένους τῇ ἐκείνου κακοδοξίᾳ, αὖθις ἀπολαύειν κελεύουσι τοὺς οἰκείους βαθμούς· ὅσους γε μὴν ὑπὸ τῆς συνόδου ἢ τῶν ἰδίων ἐπισκόπων ἐπὶ ἀτόποις πρά ξεσιν ἐλεγχθέντας τε καὶ καθαιρέσει ὑποβληθέντας ἀκανονίστως εἰς κοινωνίαν δεξάμενος ὁ Νεστόριο; τοῖς οἰκείοις βαθμοῖς ἐγκατέστησε, τούτους μηδὲν ἧττον εἶναι καθῃρημένους. Περὶ Νεστορίου. Ο μὲν οὖν Νεστόριος οὗτος, πατριάρχης ὢν Κων σταντινουπόλεως ψιλόν ἄνθρωπον ἔλεγε τὸν Χριστὸν, ἑνωθῆναι δὲ αὐτῷ κατὰ σχέσιν τὸν Υἱὸν τοῦ Θεοῦ, παρὸ οὐδὲ Θεοτόκον, ἀλλὰ Χριστοτόκον τὴν ἁγίαν Παρθένον ὠνόμαζεν, ὃς ψήφῳ τῶν ἐν Ἐφέσῳ ἀθρο σθέντων ἁγίων Πατέρων καθῄρητο, προεξάρχοντος τούτων τοῦ ἐν ἁγίοις Κυρίλλου πάππα Αλεξανδρείας, ἐπέχοντος δὲ καὶ τὸν τόπον Κελεστίνου τοῦ πάππι τῆς πρεσβυτέρας Ρώμης, συναιρομένου καὶ Μέμνωνος, ἐπισκόπου Εφέσου. Μετὰ δὲ τὴν τρία την ἡμέραν, Ἰωάννης παρῆν ὁ πατριάρχης Αν τιοχείας σὺν πλείοσιν ἐπισκόποις, μεθ' ὧν ἐν καὶ Θεοδώρητος ἐπίσκοπος Κύρου, καὶ Νέας Ἐδέσσης· οἳ καὶ τῆς ἀπολείψεως υδριοπαθής σαντες, τῇ καθαιρέσει Νεστορίου ἐμέμψαντο, καὶ τὸν ἅγιον Κύριλλον τόν τε Εφέσου. Μέμνωνα παραλόγως καθεῖλον· ὁ μέντοι Θεοδώρητος καὶ εἰς ἀνασκευὴν τῶν ιβ' κεφαλαίων, ὧν ὁ μέγας ἐξέθετο Κύ ελέθει
col. 1049–1050page 49 of 224
PG 144:1049Α. εἰς ἔλεγχον μὲν τῆς Νεστορίου κακοδοξίας, στηριγ μὲν δὲ τῆς ὀρθοδόξου πίστεως, κεφάλαια ἕτερα του αῦτα ἐκδέδωκε, καὶ ὁ Ἴβας ὁμοίως ἐπιστολήν· καὶ μεγίστη γέγονε μεταξύ τούτων ἡ διαφορὰ, ὡς καὶ καθαίρεσιν αὖθις τὴν σύνοδον τῶν ἀρχιερέων ἐκείνων καταψηφίσασθαι, οἷα δὴ τοῖς τοῦ Νεστορίου ὑποπτευθέντων στοιχεῖν. Ἐπεὶ οὖν οὕτω δι᾿ ἀλλήλων οἱ ἀρχιερεῖς κεχωρήκασι, καὶ σχίσμα ἦν παρ' αὐτοῖς, ὁ βασιλεὺς πάντας εἰς τὴν βασιλεύουσαν μετακαλε σάμενο;, τὰ τῆς ὁμοφροσύνης καὶ ἄμφω τὰ μέρη ἀσπάσασθαι παρεσκεύασεν· ὁ μέντοι Θεοδώρητος, πρὸς ἔριν καὶ ιβ' κεφάλαια συντεταχέναι μὴ ἀρνησάμενος, τῇ ἀποβολῇ τούτων καὶ ἀθετήσει ἑαυτόν τε τῆς αἰτίας παρητήσατο, καὶ τῆς προτέρας ἔτυχετιμῆς τε καὶ τάξεως, ἀγαπήσας τε τοῖς πεπραγμένοις τῇ ἁγίᾳ συνόδῳ, τῇ καθαιρέσει Νεστορίου καὶ οὗτος ἐπεψηφίσατο. Περὶ Κελεστίου. Ο δὲ Κελέστιος μαθητής ἦν Πελαγίου τινός μου ναχοῦ· ώρμηντο δὲ καὶ ἄμφω τῆς Καρθαγένης, ὡς ὁ Κωνσταντινουπόλεως Φώτιος ἱστορεῖ, καὶ καινότερα ἐπεισήγον τῇ Ἐκκλησίᾳ δόγματα. Θνητὸν γὰρ πλασθῆναι τὸν Ἀδὰμ τὴν ἀρχὴν διετείνοντο, ἀλλὰ μὴ ἐκ παραβάσεως τούτῳ καταδικασθῆναι· τά τε ἀρτί τεκα βρέφη με χρείαν ἔχειν βαπτίσματος, οὐ γὰρ ἐφέλκονται τὴν προγονικὴν ἐξ Ἀδὰμ ἁμαρτίαν· τόπου τε εἶναι μεταξὺ τοῦ παραδείσου καὶ τῆς κολάσεως, εἰς ἂν τὰ μὴ φωτισθέντα βρέφη μετατιθέμενα μακαρίως ζῇν. Ταῦτα καὶ ἕτερα ἓξ παραπλήσια τούτοις κεφά λαια τοῖς περὶ Πελάγιον καὶ Κελέστιον ἐπρεσβεύετο, ὰ δὴ καὶ ἡ παρούσα οικουμενική τρίτη σύνοδος τῷ ἀναθέματι καθυπέβαλεν, αλλά γε καὶ ἡ ἐν Καρθαγένῃ σύνοδος. Καὶ ζήτει τοὺς περὶ τούτων διεξιόντας ταύτης κανόνας ἐν τῷ α' κεφ. τοῦ στοιχείου, τὸν ρθ' φημὶ καὶ τοὺς καθεξής τρεῖς ἑτέρους· ἀλλὰ δὴ καὶ ἐν τῷ λε' κεφαλαίῳ τοῦ στοιχείου κανόνας τῆς αὐτῆς συνόδου ριδ' καὶ ριε'· ἅπερ γὰρ οὗτοι τοῦ ἀνα θέματος ἀξιοῦσι, παρ' ἐκείνοις ἀφρόνως ἐδογματίζετο. Καὶ ὁ μέγας δὲ Λέων ὁ πάππας, τοὺς περὶ Πελάγιον καὶ Κελέστιον ἐπιστρέφοντας ἐγγράφως ἀναθεματίζειν τὸ σφῶν ἐθέσπισε φρόνημα. Ο δὲ με' τῶν ἁγίων ἀποστόλων κανὼν τοὺς συν ευξαμένους αἱρετικοῖς ἐπισκόπους ἢ πρεσβυτέρους ἀφορίζει· ἐπιτρέψαντας δέ τισι τούτων τὰ τῶν κλη ρικῶν ἐνεργῆσαι καθαιρεί. Ο δὲ μς' καὶ τοὺς δεξαμένους τὸ ἐκείνων βάπτισμα, τοὺς ὑπ' ἐκείνων δηλαδή βαπτισθέντας, ἢ ὅσα εἰς θυσίαν προσάγουσι, καθαιρεῖ. Ὁ δὲ ξδ' τὸν εἰσερχόμενον κληρικὸν ἢ λαϊκὸν εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσευχῆς χάριν, τὸν μὲν καθαιρεῖ, τὸν δὲ ἀφορίζει. Τίς γάρ, φησί, συμφώνησις Χριστῷ πρὸς Βελίαρ; τίς δὲ μερὶς πιο στῷ μετὰ ἀπίστου; Καὶ ὁ μὲν τῆς ἐν Λαοδικείας' τοὺς περιπεσόντας αἱρέσεσι, καὶ ἔτι ταύταις ενεσχημένους, πόρρω βάλε λει τῆς Ἐκκλησίας, καὶ εἰς οἶκον Θεοῦ εἰσιέναι οὐ συγχωρεῖ. Ο δὲ λ' οὐδὲ τὰς τῶν αἱρετικῶν εὐλογίας ἢ ἀλογίας εἰπεῖν οἰκειότερον, λαμβάνειν ἐφίησιν.
col. 1051–1052page 50 of 224
PG 144:1051Ὁ δὲ λγ' αἱρετικῶν ἢ σχισματικῷ ὅλως ἡμᾶς οὐκ ἐπιτρέπει συνεύχεσθαι. Ὁ δὲ λί' οὔτε τὰ παρὰ τῶν Ἰουδαίων ἢ αἱρετικῶν πεμπόμενα εορταστικά λαμβάνειν, ἢ συνεορτάζειν τούτοις ἐφίησιν. Ο δὲ θ' καὶ λδ', τοὺς καταλιμπάνοντας τοὺς τοῦ Χριστοῦ μάρτυρας, καὶ ἀπιόντας εἰς τοὺς τῶν αἱρε τικῶν ψευδομάρτυρας, καὶ εἰς τὰ λεγόμενα τούτων μαρτύρια καὶ κοιμητήρια, ὡς ἀλλοτριοῦντας ἑαυτοὺς τοῦ Θεοῦ, ὁ μὲν τῆς κοινωνίας μέχρι τινὸς ἀπείργει, ὁ δὲ ἀναθεματίζει. Εἰκὸς γάρ τινας υποκειμένους αἱρέσεσιν, ἐν τοῖς διωγμοῖς, ἐνστῆναι μέχρι θανά του, οὓς καὶ μάρτυρας οἱ ὁμοδοξοῦντες αὐτοῖς ἑκά λουν, μαρτύριά τε τοὺς οἴκους, ἐν οἷς τὰ ἐκείνων ἐτέθαπτο σώματα. Ο δὲ θ' Τιμοθέου Αλεξανδρείας, τῆς θείας τε λουμένης ἱερουργίας, τῇ εὐχῇ κελεύει τοὺς αἱρετικοὺς μὴ παρεῖναι, εἰ μή που μετανοεῖν ἐπαγγέλλοιν το. Εἰ γὰρ τοῖς κατηχουμένοις τοῦτο οὐκ ἐφεῖται, πολλού γε δεῖ τοῖς αἱρετικοῖς· ἀλλὰ καὶ οἱ ἐπαγγελλόμενοι, ἐν τόπῳ, ὅς ἀνεῖται τοῖς κατηχουμένοις, ἐστήξουσι, μὴ βουλόμενοι δὲ μετανοεῖν, καὶ τούτου ἐκβληθήσονται. "Οτι τοὺς ἐν ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή. Ὁ δὲ μέγας Βασίλειος, ἐν τῷ πέμπτῳ κανόνι, σύμπαντας τοὺς ἐν ἐξίδῳ μετανοοῦντας τῶν αἱρετικῶν ἐπιτάττει προσδέχεσθαι, δοκιμάζοντας μὲν εἰ ἀληθῆ τὴν μετάνοιαν ἐπιδείκνυνται, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδή. Ογε μὴν κρὸ τῆς ἐν Καρθαγένῃ συνόδου. ἐπισκόποις ἢ κληρικοῖς ἀπείρηκεν εἰς κληρονομίαν τῶν ἰδίων πραγμάτων ὅλως εἰσάγειν ἄπιστον ἢ αἱρετικὸν, εἰ καὶ τούτοις κατά γένος ᾠκείωνται. Ο δὲ πα', Ἐπισκόπῳ, φησί, τῷ ἐπὶ τέλει διατιθεμένῳ τοῦ βίου, αἱρετικοὺς τῶν τούτου κληρονομεῖν, καὶ εἰ καθ' αἷμα τούτῳ προσήκουσι, καὶ μετὰ θάνατον ἀνάθεμα δέον τῷ τοιούτῳ λεχθῆναι, καὶ τὸ ὄνομα αὐτοῦ τῆς τῶν ἱερέων μνήμης ἀπαλειφθῆς ναι. Νόμοι πολιτικοί. Καὶ παρὰ διαφόρων δέ γε βασιλικῶν νόμων αἱρε τικοῖς οὐκ ἐπιτέτραπται κληρονομείν, μὴ ὅτι γε τῶν τοῖς ἐπισκόποις προσόντων ἢ κληρικοῖς, ἀλλ᾽ οὐδὲ τῶν τοῖς λαϊκοῖς Χριστιανοῖς, εἰ καὶ παῖδες αὐτῶν τύχοιεν ὄντες· οἱ δέ γε τῶν αἱρετικῶν παῖδες, Χρι στιανοί γενόμενοι, ἀναγκάζουσι τοὺς ἰδίους γονείς γενόμενοι, ἀναγκάζουσι τοὺς ἰδίους γονείς τρέφειν αὐτοὺς καὶ ἐνδύειν, καὶ προῖκα τούτοις διδόναι κατὰ τὰ μέτρον τῆς αὐτῶν περιουσίας. ῾Ο μὴ δοξάζων τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι Ισοδύναμον, οὔτε Χριστιανός λέγεται, καὶ ἄφρων ἐστὶ, καὶ αἱρετικός, καὶ ἄτιμος, καὶ τιμωρεῖται. Αιρετικός ἐστι καὶ τοῖς κατὰ τῶν αἱρετικῶν ὑπό κειται νόμοις ὁ μικρὸν γοῦν ἐκκλίνων τῆς ὀρθοδόξου πίστεως· ἀλλὰ καὶ μηδεμίαν στρατείαν, ἢ τὴν οἰαν αν δημόσιον φροντίδα μετιέναι τοὺς αἱρετικοὺς
col. 1053–1054page 51 of 224
PG 144:1053Α. θεσπίζομεν, μήτε ἀξιωματικοὺς γίνεσθαι, μὴ διδά σκειν τούτους, μὴ χειροτονίας ποιεῖν, μὴ λιτανεύειν αἱρετικοὺς δὲ λέγομεν πάντας εἶναι τοὺς μὴ μετα λαμβάνοντας τῶν ἁγιασμάτων παρὰ τῶν ἱερέων κατὰ τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν. Μανιχαῖοι καὶ Δονατισταὶ μὴ ἐχέτωσαν τὰ τῶν ὀρθοδόξων προνόμια, ἀλλὰ καὶ ἐσχάτως τιμωρείσθω σαν· ὡσαύτως καὶ οἱ Απολλιναρισταὶ, καὶ οἱ μὴ ταῖς ἁγίαις τέσσαρσι συνόδοις πειθόμενοι, καὶ οἱ κατὰ τῆς ἁγίας δ' συνόδου ἢ λέγειν τι ἢ διδάσκειν τολμώντες. Μανιχαίος, εἰ ἐν Ῥωμαϊκῷ τόπῳ ὀφθείη διάγων, ἀποτεμνέσθω. Μοντανισταὶ ἐξαιρέτως μηδένα τῶν παρ' αὐτοῖς καλουμένων Πατριαρχῶν ἢ κληρικῶν ἐντὸς ἐχέτωσαν Κωνσταντινουπόλεως· κωλυέσθωσαν δὲ καὶ ἐντὸς αὐτῆς στρατεύεσθαι, ἢ συσσίτια ποιεῖν, ἢ ἀνδράποδα ἐμπορεύεσθαι. Αἱρετικὸς κατὰ ὀρθοδόξου μὴ μαρτυρείτω. Εκβαλλέσθωσαν δὲ καὶ αἱ αἱρετικαὶ γυναῖκες τῶν δεδομένων προνομίων ταῖς ὀρθοδόξοις· οὐ γὰρ περὶ τὴν ἱκάνωσιν τῆς προικὸς αὐτῶν καὶ τῶν προγαμιαίων δωρεῶν προτιμηθήσονται τῶν προτέρων δανειστῶν τοῦ ἀνδρὸς, ὥσπερ αἱ ὀρθόδοξοι. Ἐπειδὴ γὰρ φησίν, ἑαυτὰς τῶν τοῦ Θεοῦ χωρίζουσι δωρεῶν, καὶ τῆς ἀχράντου κοινωνίας τῆς καθολικῆς ἐκκλησίας ἀλλοτριοῦσι, δίκαιον ἂν εἴη καὶ τῶν παρ' ἡμῶν δεδωρημένων ταῖς εὐσεβέσι τῶν γυναικῶν δικαίων καὶ προνομίων ἀλλοτριοῦσθαι. Τῶν γὰρ εὐσεβῶν εὐσεβεῖς ὄντες εὐεργέται καὶ νομοθέται πρὸς Θεοῦ καθεστήκαμεν, οὐ τῶν περὶ ἐλαχίστου τὰ τῆς ὑγιοῦς πίστεως τιθεμένων· κοινὸν γὰρ ἡμῖν οὐδὲν πρὸς ἐκείνους. Ταῖς νομίμοις γε μήν τοὺς αἱρετικούς τα φαῖς παραδίδοσθαι συγχωροῦμεν. ΚΕΦΑΛ. Γ'. Πῶς δεῖ τὰς λεγομένας ἀγαπας ποιεῖν, ἤτοι τὰ συμπόσια. Ὁ μὲν τὰ τῆς ἐν Γάγγρᾳ συνόδου κανών, τοὺς κοινωνεῖν μὴ ἀνεχομένους τοῖς ἐκ πίστεως καὶ εὐ λαβείας τὰς λεγομένας ἀγάπας ἐν Ἐκκλησίᾳ ποιοῦσ., καὶ εἰς τιμὴν τοῦ Κυρίου τοὺς ἀδελφοὺς εἰς ἑστίασιν προσλαμβάνουσιν, ὡς βδελυσσομένους τὸ γινότα μενον, τῷ ἀναθέματι παραπέμπει. Εἰ γὰρ καὶ τοῖς βηθησομένοις κανόσι ταῦτα γίνεσθαι ἀπείρηται, ἀλλ᾽ οὖν τοῖς ἀγαθῇ γνώμη τοῦτο ἐρῶσιν ἔστιν ὅπη ἐγεῖται. Ὁ δὲ οδ' τῆς ς' συνόδου κανών, καὶ ὁ κη' τῆς ἐν Λαοδικείᾳ, ἀφορισμὸν ἐπανατείνονται τοῖς ἐνδόν ἐκκλησίας ἢ τοῦ Κυριακοῦ δειπνοῦσι, καὶ ἀγάπην δῆθεν ἐσθίουσι, καὶ ἀκούμβιτα στρωννύειν τολμώ. σιν· ἀλλὰ γὰρ ἅπας τόπος τῷ Θεῷ ἀνατεθειμένος κυριακός λέγεται. ᾿Αρχαῖον δὲ ἦν ἔθος, μετὰ τὴν τῶν θείων κοινωνίαν μυστηρίων κοινὴν τράπεζαν τοὺς πλουσίους τοῖς πένησι προτιθέναι. Τούτου τοῦ ἔθους καὶ ὁ μέγας ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Κορινθίους μέμνηται α'· ἐκεῖνος γὰρ καὶ ἀγάπην τοῦτο καλεῖ, ἢ ὡς εἰς ἀγάπην συνάγον, ἢ ὡς δι' ἀγάπην γενόμενον· ἀλλ' ὡς παραίτιον σκανδάλου γεγονός ὕστερον, οἱ θεῖοι Πατέρες ἐκλυσαν· ἀκούμβιτα δὲ
col. 1055–1056page 52 of 224
PG 144:1055ἀκούμβω γὰρ παρ' ἐκείνοις, τὸ ἀναπίπτω. 'Ακούμβιτα λατινικῶς στρωμνὰς εἰς ύψος ηρμένας δηλοί. αναπίπτω. Τὰ αὐτὰ καὶ ὁ τῆς ἐν Καρθαγένῃ μβ' διατάττεται, κωλύων ὅλως ἐν ἐκκλησίᾳ συμπόσια γίνεσθαι· εἰ μήπου τις ἐν ἀλλοδαπῇ ὀδεύων, καὶ καταγωγίου ἀπορῶν, εἰς Ἐκκλησίαν ἐξ ἀνάγκης εἰσέλθοι. ΚΕΦΑΛ. Δ'. Περὶ ἀγορᾶς καὶ πράσεως. Νόμοι πολιτικοί. Αγορασία καὶ πρᾶσις συνίσταται, ἡνίκα ἂν περὶ τοῦ τιμήματος ἑκάτερον τῶν συμφωνούντων συναινέσεις μέρος· ὁ μὲν τὴν καταβολὴν ποιησάμενος τοῦ τιμήματος, ὁ δὲ παραδοὺς τὸ πιπρασκόμενον ἀῤῥαβῶνος δὲ δοθέντος, καὶ διαλυομένης τῆς πρά σεως, εἰ μὲν ὁ ἀγοραστής εἴη ὁ διαλύων, ἀπόλλυσι τὸν ἀῤῥαβῶνα· εἰ δὲ ὁ πράτης, διπλοῦν δν ἔλαβεν ἀῤῥαβῶνα παρασχεῖν ἀναγκάζεται. Ο κρατῶν ὀφφίκιον ἐν ἐπαρχίᾳ οὐ δύναται κινη τὸν ἢ ἀκίνητον ἐν αὐτῇ ἀγοράζειν πράγμα, ή δι' ἑαυτοῦ ἢ δι᾽ ἑτέρου, εἰ μὴ παρὰ τοῦ δημοσίου και γὰρ καὶ τοῦ πράγματος ἐκπίπτει, καὶ τὸ δοθὲν τί μημα οὐκ ἀναλαμβάνει. ῾Ο ἁρπάσας πρᾶγμα ή βίᾳ ἀφελόμενος, ἐὰν μὴ ἀποκαταστήσῃ τοῦτο, ἀνισχύρως αὐτὸ ἀγοράζει. Ἐὰν ὁ δημόσιος διὰ δημόσια χρέη πωλήσῃ προ γματα τοῦ χρεώστου, οὐδὲ αὐτὸς ὁ χρεώστης, οὐδὲ ὁ δανειστὴς δύναται προσαγαγεῖν τὸ χρέος, καὶ ἐκε δικῆσαι τὰ πράγματα· πάντων γὰρ προτιμότερ [ ἐστιν ὁ δημόσιος. Ἐὰν ὁ τῶν δημοσίων ἀπαιτητής, κατὰ κέλευσιν τοῦ ἄρχοντος πωλήσῃ τὸν ἀγρὸν τοῦ ἀγνωμονοῦντος ἐν τοῖς δημοσίοις, οὐκ ἀνατρέπεται ἡ πρᾶσις· ἐὰν δὲ χωρὶς κελεύσεως τοῦ ἄρχοντος γένηται, ἢ κατὰ δόμον, ἢ δίχα τιμήματος, ἀνατρέπεται. Τὸ τοῦ ἀφήλικος ἀκίνητον πρᾶγμα καλῶς πωλεῖται δι᾽ ἴδιον αὐτοῦ χρέος, ἢ διὰ πατρον, ἢ διὰ δημόσ σιον, δηλονότι ἐπὶ φανερᾶς κριτού αποφάσεως. Κἂν συγγνώμην ἡλικίας ἀπαιτήσῃ ὁ ἥττων, οὐ πωλεῖ ἀκίνητον πρᾶγμα χωρὶς δεκρέτου, ἀλλ᾽ οὐδὲ ὑποτίθεται· εἰ δὲ πωλήσει, δύναται οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ οἱ κληρονόμοι τὸ πραθὲν ἀνατρέψαι εἴσω ἐνιαυτοῦ μετὰ κε' ἔτη. Ωσαύτως δὲ καὶ ὁ κακῶς ηγόρασεν ἢ ἐνήλλαξε, δύναται αὐτὸ ἀνατρέψαι, τὸ καταβληθὲν ἐπαναλαμβάνων τίμημα εἴσω τοῦ εἰρη μένου χρόνου· ἡ δὲ ἁρμόζουσά τινι ἀποκατάστασις παραπέμπεται καὶ ἐπὶ τοὺς αὐτοῦ κληρονόμους. Συγγνώμην δὲ ἡλικίας αἰτεῖ, ὁ μὲν ἀνὴρ ἀπὸ κ ἔτους, ἡ δὲ θήλεια ἀπὸ ιη'. Σὺ δὲ γνῶθι τὴν τελείαν ἡλικίαν εἶναι ἀπὸ κε' ἔτους. Επίτροπος οὐ δύναται ὀρφανοῦ ἀγοράσαι πράγμα, ἢ κουράτωρ, ἢ προκουράτωρ. Καλῶς ἀνατρέπουσιν οἱ ἥττονες ἅπερ κατὰ δέλον κακῶς ἐπώλησαν οἱ αὐτῶν κηδεμόνες. Τα χωρὶς δόλου σύμφωνα, καὶ μὴ τοῖς νόμοις εναντιούμενα, ἔξέωνται. Οἱ τῇ εὐθηνίᾳ ἐπι υλεύοντες διὰ τοῦ προαγορά
col. 1057–1058page 53 of 224
PG 144:1057ζειν τὰ ὤνια, ἢ ἀποτίθεσθαι, ἢ καὶ καιρὸν ἀφορίας ἐκδέχεσθαι, ἔμποροι μὲν ὄντες, τῆς πραγματείας εἴργονται, ἢ ἐξορίζονται, εὐτελεῖς δὲ, εἰς δημόσιον ἔργον καταδικάζονται. Ο αγορασθεὶς αἰχμάλωτος, εἰ μὲν εὔπορος εἴη, ἐκπληρούτω τὰς ὑπὲρ αὐτοῦ τιμάς· ἀπορῶν δὲ, τριετίαν δουλευέτω τῷ ἀγοράσαντι, καὶ οὕτως ἀπο λυέσθω. ῾Ο ἐπὶ παρανόμῳ συναλλάγματι διδοὺς ἀγωγὴν οὐκ ἔχει εἰς τὸ ἀναλαβεῖν τὴ δοθέν. ΚΕΦΑΛ. Ε'. Περὶ ἀλογευσαμένων ήτοι ζωοφθό ρων. Τῶν ἀλόγοις συμφθαρέντων ζώοις ὁ ις' τῆς ἐν Αγκύρᾳ κανών θαυμασίαν πεποίηται τὴν διαίρεσιν οἱ μὲν γὰρ τὴν ἐπάρατον ταύτην ἅπαξ τελεσάμενοι πρᾶξιν, φησί, μήπω τὸ εἰκοστὸν ἐκπληρώσαντες ἔτος, μηδὲ γυναικὶ συζευχθέντες, καὶ τῇ μετανοίᾳ, τὴν θεραπείαν ἐπιζητήσαντες, εἰς πεντεκαιδέκατον ἔτος τοῦ τόπου τῆς ὑποπτώσεως μὴ ἐξιέτωσαν, καὶ εἰς ἑτέραν πεντετηρίδα τοῖς εὐχομένοις εἰς ταὐτὸ συνιόντες, οὕτω τῆς κοινωνίας καταξιούσθωσαν, εἶχε θερμοτάτην ἐπιδείξαιντο τὴν μετάνοιαν· οἱ δὲ μέχρι κόρου τοῦ πάθους ἐμφορηθέντες, τῇ μακρᾷ τῆς εἰκοσαετηρίδος προσκείσθωσαν ὑποπτώσει, καὶ εἰς ἕτερον ε' ἔτος τοῖς πιστοῖς συνιστάμενοι, οὕτω τῇ κοινωνία προσίτωσαν. Τοῖς γε μὴν τούτῳ συνεσχη μένοις, τὴν νέαν υπερβεβηκότι, καὶ ἐν ἡλικίᾳ γενο μένοις, καὶ γυναιξὶ συζῶσιν, ὁ πεντάκις πέντε την ὑπόπτωσιν ἐπιμετρήσει καὶ ἑτέρα πενταετηρίς τῶν θείων δώρων μνηστεύσει την μετάληψιν. "Οστις μέντοι πεντηκοντούτης ὤν, ἢ καὶ πρὸς γῆρας ἤδη κλίνων, καὶ τῇ ἰδίᾳ χρώμενος γυναικὶ, τούτῳ ἑάλω, ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ τῶν μυστηρίων εἰργόμενος, ἐν τῷ καιρῷ τοῦ θανάτου κοινωνήσει καὶ μόνον. Ὁ δὲ ιζ' ταύτης λελεπρωμένους τούτους ἐπονομάζει· οὕτω γὰρ ὁ Μωσαϊκός νόμος τοὺς ἀκαθάρτους καὶ μεμιασμένους ἐκάλει· καὶ τοῖς χειμαζομέναις προστάττει συνεύχεσθαι· εἶεν δ' ἂν οὗτοι οἱ τὴν ἀχείμαστον λιμένα τῆς Ἐκκλησίας προσχώσαντες ἑαυτοῖς τῇ πρὸς τὰ πάθη ῥοπῇ, καὶ θύραν τοῖς πνεύμασι τῆς πονηρίας ἀνοίξαντες, ἃ δὴ μυρίαν ἐπιγείρει τῇ ψυχῇ τρικυμίαν καὶ ζάλην. Ο δὲ μέγας Βασίλειος ἐν τῷ ζ', ἔτι δὲ καὶ ἐν τῷ ξγ' κανόνι τοὺς ἀλογευσαμένους μετὰ τὴν ἐξομολόγησιν εἰς ἔτος δέκατον πέμπτον τῆς κοινωνίας ἀπείργει. Ὁ δὲ Νύσσης μέγας Γρηγόριος, ἐν τῷ γ' κανόνι, τὴν ἀλόγιστον ζωοφθορίαν εἰς ὀκτωκαιδέκατον ἔτος Εκτείνει. Νόμος. Ο μέν τοι πολιτικός νόμος. Οἱ ἀλογευσάμενοι, φησίν, ήτοι κτηνοβάται, καυλοκοπείσθωσαν. ΚΕΦΑΛ. Γ'. Περὶ ἀναγνωστῶν. Ο λγ' τῆς ἕκτης συνίδου κανών, Μηδείς, φησί, κουρᾶς ἄνευ καὶ σφραγίδος τοῦ οἰκείου ποιμένος, ἐπ' ἐκκλησίας ἀναγνωσκέτω τὰς ἱερὰς βίβλους,
col. 1059–1060page 54 of 224
PG 144:1059ἐπὶ τοῦ ἄμβωνος ἱστάμενος· τοὺς δὲ παρὰ τοῦτο ποιεῖν τολμῶντας ἀφορισμῷ ὑποβάλλεσθαι. Ο δὲ τῆς ζ' συνόδου εδ' οὐδὲ τὸν κεκαρμένον ἐκ μειρακίου ἢ φαιὰ ἐνημμένον, ἢ μοναχικών ἠμφιεσμένον σχῆμα, τοῦτο ποιεῖν ἐφίησι, μὴ πρὸς του ἀρχιερέως τὴν χειροθεσίαν δεξάμενον. Εξεἶναι δὲ καὶ ἡγουμένοις φησίν ἱερωσύνῃ σεμνυνομένοις, ἀνα γνώστας ἐν τοῖς οἰκείοις μοναστηρίοις χειροτονεῖν, εἰ ἐπ' ἐρημίας οἶμαι τὰ μοναστήρια τυγχάνουσι κείμενα. Τοῦτο δὲ καὶ χωρεπισκόποις ποιεῖν ἐφεῖται. Ζήτει καὶ τὸ δ' κεφ. τοῦ Γ' στοιχείου, καὶ τὸ κα' τοῦ Χ στοιχείου, καὶ ἐν τῷ ε' κεφαλαίῳ τοῦ στοιχείου κανόνα τοῦ μεγάλου Βασιλείου να Νόμος. Ἡ δὲ Ἰουστινιάνειος Νεαρὰ κελεύει μὴ γίνεσθαι τινὰ ἀναγνώστην εἰ μὴ ιη' ἐτῶν γένοιτο. Ζήτει καὶ τὸ ιγ' κεφ. τοῦ Κ στοιχ. ΚΕΦΑΛ. Ζ'. Περὶ ἀναθέματος. Ζήτει τὰ περὶ τούτου ἐν τῇ ἐπιγραφῇ τῆς ἐν Γάγγρᾳ συνόδου, ἥτις τῷ καταλόγῳ τῶν λοιπῶν συνό δων ἐν τῇ ἀρχῇ συνηρίθμηται. ΚΕΦΑΛ. Η'. Περὶ ἀντιμινσίων. Τὰ ἀντιμίνσια, τῆς ἁγιαστικῆς μετέχοντα δυνά μεως, ἂν αὐτοῖς ἡ τῆς καθιερώσεως τῶν νεωστί ἀνεγειρομένων ναῶν ἀκολουθία καὶ ἡ ἑπταήμερος ἐν τῷ ἐκεῖ θυσιαστηρίῳ κειμένοις ἱερουργία χαρίζεται, ἔνθα ἂν χρεία γένηται τούτων, ἀκωλύτως παρα πέμπονται, καὶ οὐ περιγράφεται ἐν τῇδε τῇ ἐνορία, ἢ ἐν ἐκείνῃ, ἀλλὰ καὶ ὑπερόρια γίνονται, καθὰ δὲ καὶ τὸ ἅγιον μύρον, καὶ ἕτερα ἅγια· ἐκλήθησαν δὲ οὕτως, ὡς ἀντιπρόσωπα καὶ ἀντίτυπα τῶν πολλῶν τοιούτων μίνσων, τῶν καταρτιζόντων τὴν ἁγίαν δε σποτικὴν τράπεζαν· ἀλλὰ καὶ ἀπὸ τοῦ κατ᾽ Ἰταλοὺς μίνσου ή τούτων παρήχθη προσηγορία· κυρίως δὲ ἐπ' ἐκείνων τῶν τραπεζών τίθενται, ἂς καθιέρωσις οὐχ ἡγίασεν. ΚΕΦΑΛ. Θ'. Περὶ ἀποδημίας ἐπισκόπων καὶ κληρικών. Οὐδὲ τὰ τῆς ἀποδημίας τῶν ἐπισκόπων ἢ κληρικῶν παροπτέα τοῖς Πατράσιν ἐκρίθη· ὁ γὰρ ις' τῆς λεγομένης α' και β' συνόδου κανών, Ο πλέον τῶν ἐξ μηνῶν, φησί, τῆς ἑαυτοῦ ἐκκλησίας ἀποδημῶν ἐπίσκοπος, καὶ ἐν ἀλλοδαπῇ διατρίβων, με βασιλικοῦ ἢ πατριαρχικοῦ εἴργοντος αὐτὸν ἐπιτάγματος, ή βαρείας νόσου κλινοπετῆ διόλου ποιούσης, ὡς ἀκινήτως πρὸς μετάβασιν ἔχειν, ἀλλοτριωθήσεται τῆς ἱερωσύνης, καὶ ἕτερος εἰ; τὴν ἐπισκοπὴν ἐκεί. νου ἀντεισαχθήσεται. Ὁ δὲ τῆς ἐν Σαρδικῇ ζ', Εἰ μὴ γράμμασι βασιλικοῖς μεταπεμφθείη, φησίν, ὁ ἐπίσκοπος, ἀπιέναι μὴ τολμάτω πρὸς βασιλέα, ἀξιωμάτων ἕνεκα μάλι στα, & δὴ κοσμικοῖς οὐχ ἧττον ἢ ἐπισκόποις προσο ήκει. Εἰ δὲ δι' ἐπικουρίαν προφανῶς ἀδικουμένων πενήτων, χηρῶν τε καὶ ὀρφανῶν, τὴν ὡς τὸν βασι λέα στείλασθαι προθυμηθείη, ἢ παραιτησόμενος του; ἐπὶ πταίσμασιν ἐξυρίᾳ παραπεμφθέντας, ἢ ἑτέραις ἐξεταζομένους κολάσεσιν, ἐπαινετέος μᾶλλον ἢ μεμπτέος τοῖς γε νοῦν ἔχουσιν.
col. 1061–1062page 55 of 224
PG 144:1061Ο δὲ η' ταύτης, Εἰ μέντοι δι᾽ ὑπηρέτου, φησί, τὴν δεδηλωμένην ἱκεσίαν ὑπὲρ τῶν προσφευγόντων τῇ ἐκκλησίᾳ καὶ δεομένων ἐπικουρίας ὁ ἐπίσκοπος ποιήσαιτο, καὶ τῇ τῶν πολλῶν οὐχ ὑποπετεῖται μέμψει, καὶ τὴν ἐν τῷ στρατοπέδῳ ταλαιπωρίαν ἐκφεύξεται. Ο δὲ θ', Τὰς μετὰ συνοδικῆς, φησί, διαγνώσεως πρὸς τὸν βασιλέα τοῦ ἐπισκόπου πεμπομένας ἐπι στολὰς ὑπὸ τοῦ τῆς πόλεως ἐκείνης μητροπολίτου, ἐν ᾗ τὰς διατριβὰς ὁ βασιλεὺς τῷ τηνικαῦτα ποιεῖται, ἀνακρίνεσθαι δεῖ, καὶ εἰ μὴ φορτικαὶ τούτῳ δοκοῦσιν, ἐπιδίδοσθαι· εἰ δ᾽ οὖν, πρὸς τὸν πέμψαντα ταύτας ἀνακομίζεσθαι. Ὁ δὲ κ', Τῆς ἐνίων αναισχυντίας είνεκεν, ἵνα μὴ τὰ τῆς ἱερωσύνης διαβάλλοιτο, καὶ παρὰ τῶν ἐν ταῖς παρόδοις καθεστηκότων ἐπισκόπων, ἀνακρίνεσθαι τοὺς ἀπιόντας ποι τῶν ἀρχιερέων χρὴ, τῶν μητροπολιτῶν, οἶμαι, οἷς οἱ τοιοῦτοι πάντως ὑπόκεινται. Πρὸς ἐκείνων γὰρ καὶ μόνον τοὺς ὑπ' αὐτοῖς ἀνα κρίνεσθαι χρεὼν ἐπισκόπους, ἔστι δ' ὅτε καὶ τοὺς μὴ ὑποκειμένους αὐτοῖς, καὶ τούτοις παρὰ κανόνας τι πράξειν ώρμημένοις, οὐχ ὅπως μὴ συναινεῖν, ἀλλὰ καὶ ἀπελέγχειν, καὶ ὡς οἷόν τε, διακωλύειν. Εἰ μὲν γὰρ ἀπίοιεν πρὸς βασιλέα, ἢ ὑπ' αὐτοῦ προσ κληθέντες, ἢ τῶν προδεδηλωμένων εὐλόγων ὑποθέσεων χάριν, ἐφεῖναι τούτοις τὴν πάροδον, τὰς εἰρη νικὰς αὐτῶν σημειωσαμένους ἐπιστολάς. Εἰ δὲ δι' ἐπίδειξιν ἄλογον εἰς ἀλλοτρίαν πόλιν ἀπέρχονται, διδάξαι τὸν ἐνταῦθα λαὸν οἰόμενοι, καὶ καταισχύναι τὸν ταύτης ἐπίσκοπον, ἢ πρὸς βασιλέα ἰδίας ποιη σήμενοι ἀξιώσεις, μὴ κοινωνῆσαι τούτοις, ὡς ἐκ τοῦ κανόνος οὖσι καθῃρημένοις. Ο γὰρ τῆς ἐν 'Αντιοχείᾳ ια' καὶ τῆς κοινωνίας ἀποκηρύττει, καὶ τῆς ἀξίας ἀπόβλητον τίθησι πάντα ἐπίσκοπον ἢ πρεσβύτερον, ἢ ὅλως ὄντα τοῦ κανόνες, τὸν ἄνευ γνώμης καὶ γραμμάτων τῶν ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπων, καὶ μάλιστα τοῦ μητροπολίτου, ἀπιέναι πρὸς βασιλέα, καὶ ὑπὲρ ἀναγκαίων, φημί, πραγμάτων, τολμήσαντα. Αλλ' οὐδὲ ὁ ις' τῆς ἐν Καρθαγένῃ διὰ θαλάσσης μακρὰν ὁδὸν στέλλεσθαι τὸν ἐπίσκοπον ἐπιτρέπει, εί μή τοί γε μετὰ κοινοῦ ψηφίσματος τῶν τῆς ἐπαρ χίας ἐπισκόπων, κατ' ἐξαίρετον δὲ τοῦ τῆς συνόδου τὰ πρῶτα φέροντος πατριάρχου ἢ μητροπολίτου ἐντετυπωμένης καὶ σεσημασμένης γραφής, συνιστάσης τοῦτον πρὸς οὓς ἔπεισι, καὶ ἀξιούσης περί αὐτοῦ. Ὁ δὲ απ' ταύτης, οὐδὲ πρὸς ἑτέραν ὑπ' αὐτῷ τελοῦσαν παροικίαν εὐπρόσοδον ἀποδημεῖν δικαιοί, κἀκεῖ διατρίβειν ἐπὶ πολὺ, τὴν πρωτότυπον ἐκκλησ σίαν καταλιμπάνοντα, καὶ τῶν σωτηριωδῶν αὐτῇ παραγγελμάτων ὀλιγωροῦντα, κέρδους ἰδίου την σωτηρίαν τοῦ λαοῦ προϊέμενον. Βαλσαμών. Εκ τούτου τινὲς συλλογίζονται μὴ ἐξεῖναι, μήτε τὸν ὑπὸ ἐθνῶν τῆς οἰκείας ἐπισκοπῆς ἐκβληθέντα, ἐν ἑτέρᾳ ὑπ᾽ αὐτῷ τελούσῃ κατοικεῖν. παροικία, μήτε τὸν φαύλης καὶ μικρᾶς ἐπισκοπῆς προϊστάμενον, εἰς ἑτέραν πολυανθρωποτέραν χώ ραν, ὑποτελῆ καὶ ταύτην αὐτῷ τυγχάνουσαν, απ
col. 1063–1064page 56 of 224
PG 144:1063θόρμητον μεταβαίνοντα κατοικεῖν, ἢν μὴ βασιλούς ἐτῇ, καὶ διάγνωσις ἐπικρίνῃ τοῦτο συνοδική. Ὁ δὲ ιβ' τῆς ἐν Σαρδικῇ, Τὸν εἰς ἀκινήτους αὑτ τοῦ κτήσεις ἀπιόντα ἐπίσκοπον, ὑπερορίους οὖσας τῆς αὐτοῦ ἐπαρχίας, ἐπὶ τῷ συγκομίσαι τοὺς οἱ κείους καρπούς, ὡς ἂν ἔχῃ τοῖς δεομένοις ἐπαρ κεῖν, ἐπὶ τρισὶ καὶ μόναις Κυριακαίς κελεύει τοῦτον τῷ τῆς ἐπαρχίας ἐκείνης πρεσβυτέρω συνέρχεσθαι, καὶ τοῖς ἐνταῦθα πιστοῖς συνεύχεσθαι καὶ συμ ψάλλειν, ἵνα μή προσκεκρουκώς ᾗ τῷ ἀφορίζοντε κανόνι τὸν ἐπὶ τρισὶ Κυριακαῖς τῆς ἐκκλησίας ἀπολιμπανόμενον· ἔστι δὲ καὶ οὗτος ταύτης κα' οὐ μὴν ἀλλὰ καὶ πυκνῶς εἰς τὴν πόλιν τῆς χώρας ἐκείνης μὴ ἀπιέναι· οὕτω γὰρ καὶ ζημίαν οὐχ ὑποστήσεται, συνεχέστερον ἐπιτηρῶν τὰ οἰκεῖα, καὶ ὁ ἐγχώριος ἐπίσκοπος κενῆς δόξης καὶ ὑπερ οψίας αὐτὸν οὐ γράψεται, ὡς ἂν εἰς αὐτοῦ αἰσχύνην τὸν ὑπ' αὐτῷ λαὸν διδάσκειν ἐθέλοντα. Βαλσαμών. Εἰς γὰρ τὰς ἀκινήτους κτήσεις τῶν ἀλλοτρίων ἐκκλησιῶν ὁ ἐγχώριος ἐπίσκοπος τὰ ἀρχιερατικὰ ἐνεργεῖ δίκαια. Μόνῳ δὲ τῷ πατριάρχη Κωνσταντινουπόλεως ἐκ συνηθείας ἐφεῖται μακράς, σταυροπήγιά τε διδόναι, καὶ τὴν ἀναφορὰν καὶ μνήμην τοῦ ὀνόματος αὐτοῦ ἔχειν, οὐ μόνον ἐφ᾽ οἷς κέκτηται ἰδίοις χωρίοις οπουδήποτε κειμένοις, καὶ τοῖς ἀκινήτοις κτήμασι τῶν ὑποκειμένων τούτῳ μοναστηρίων, ἀλλὰ καὶ ἐν ταῖς τῶν μητροπόλεων αὐτοῦ ἐνορίαις, ἔνθα ἂν παρὰ τοῦ τὸν νεὼν ἀνεγείροντος δηλαδή προσκληθείη. Τι ἐστι μετάθεσις, μετάβασις, καὶ ἐπίβασις. Εἰ δέ τι περαιτέρω τῆς ἀπραγματεύτου ἀποδημίας καινοτομηθείη τοῖς ἐπισκόποις, ἢ μετάθεσις λέγεται τοῦτο, ἢ μετάβασις, ἢ ἐπίβασις. Καὶ μετάθεσις μέν ἐστι, τὸ ἐξ ἐλάττονος ἐκκλησίας εἰς μείζονα χηρεύουσαν ἀναχθῆναί τινα τῶν λόγῳ καὶ σοφίᾳ διαφερόντων, καὶ τὴν εὐσέβειαν κινδυνεύουσαν δυναμένων στηρίξαι, οἷα καὶ τὰ κατὰ τὸν μέγαν ἔσχε Γρηγόριον, τὸν τῆς θεολογίας ἐπ ώνυμον, ἣν οὐκ ἄν τις εὖ φρονῶν εἴπῃ μὴ τῶν σφόδρα επαινουμένων εἶναι. Τοῦτο καὶ ὁ ιδ' τῶν ἁγίων ἀποστόλων κανὼν τῶν ἀναγκαίων εἶναι κρίνει, μὴ ἐξεῖναι λέγων ἐπισκόπου καταλιπόντα τὴν ἑαυτοῦ παροικίαν, ἑτέρᾳ ἐπι πηδᾷν, κἂν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰ μή τις ἀναγκαία εἴη αἰτία ἡ τοῦτο ποιεῖν αὐτὸν κατεπείγουσα, οἷα δυνάμενον τοῖς ἐκεῖ τά γε εἰς εὐσέβειαν συλλαβέσθαι· καὶ τοῦτο δὲ οὐκ οἴκαθεν ἑλέσθαι δεῖ, ἀλλὰ καὶ κρίσει πολλῶν ἐπισκόπων, καὶ ἱκανῇ παρακλήσει Μετάβασις δὲ, ὅταν τις τῶν ἐπισκόπων, τῆς ἐκκλησίας αὐτοῦ καταληφθείσης ὑπὸ ἐθνῶν, γνώ μῃ τῶν κατὰ τὴν χώραν ἐπισκόπων εἰς σχολάζουσ σαν ἑτέραν μεταβῇ, διά τε τὸ περὶ τὴν ὀρθοδοξίαν αὐτοῦ ὑγιές, καὶ τὴν τῶν ἐκκλησιαστικῶν ἐπιστήμην νόμων τε καὶ δογμάτων. Έχει δὲ καὶ αὕτη πάντως τὸ ἀνεπίκλητον, ὡς ἡ ἐν Ἀνα τιοχεία σύνοδος ἐν τῷ ιγ' κανόνι καὶ κβ' διέ ξεισι, μὴ δεῖν, λέγουσα, πρὸς ἑτέραν ἐπίσκοπον ἐπαρχίαν ἀπιέναι καὶ χειροτονίας ποιεῖν, εἰ μή που
col. 1065–1066page 57 of 224
PG 144:1065παραχωρηθείη πρὸς τοῦ ἐπισκόπου τῆς ἐπαρχία; ἐκείνης· εἰ δ' οὖν, καὶ τὰς χειροτονίας, καὶ τὰ ἄλλως ὑπ' αὐτοῦ πραττόμενα τυγχάνειν ἄκυρα, καὶ αὐτὸν καθαιρέσει καθυποβάλλεσθαι, ὡς σκανδάλου καὶ ταραχής αἴτιον ὑπάρξαντα, Ἐπίβασις δέ ἐστιν ἡ κατὰ αὐτονομίαν, ἢ κατά τινα φαύλην οίκονομίαν τοῦ σχολὴν ἄγοντος, ἢ καὶ τοῦ ἔχοντος ἐκκλησίαν ἐπισκόπου πρὸς χηρεύουσαν ἐκκλησίαν παράλογος έπεισαγωγή, ἣν τοσού τον ἐβδελύξαντο οἱ ἐν Σαρδικῇ θεῖοι Πατέρες, ὥστε καὶ ἀκοινώνητον εἶναι παντὶ Χριστιανῷ τὸν ἐργά την ταύτης διωρίσαντο, καὶ μηδὲ ἐν ταῖς τελευταίαις ἀναπνοαῖς λαϊκῆς γοῦν κοινωνίας ἀξιοῦσθαι. Εὐθὺς γὰρ ἐν τῷ α' κανόνι, καὶ μέντοι καὶ τῷ β', οὕτω φασί· μηδενὶ τῶν ἐπισκόπων ἐξεῖναι τὴν πό λιν, ἐν ᾗ κεχειροτόνητο, καταλιπόντα, πρὸς ἑτέραν μεταβῆναι· τεκμήριον γὰρ ἀλαζονείας καὶ πλεονεξίας ἀτέχνως καθέστηκεν ἡ τοιάδε μετάβασις, καὶ δόξης κενῆς ἔφεσις, καὶ τοῦ πλείονα κτήσασθαι πράγματα· ἐπεί τοί γε πῶς οὐχ εὕρηταί τίς ποτε ἐκ μείζονος πόλεως εἰς ἑλάσσονα μεταβεβηκώς; ταῦτ᾽ ἄρα καὶ δίκαιος ἂν ὁ τοιοῦτος εἴη, τῆς τῶν πιστῶν ἐκκόπτεσθαι όμηγύρεως· εἰ δὲ καὶ δόλους άλεξη βάπτων, φησί, καὶ κατασκευαζόμενος, καὶ χρήματί τινας ὑποφθείρων ἀναπείθει, στάσεις κατά τὴν ἐκκλησίαν ἐγείρειν, τὴν αὐτοῦ προστασίαν ἐπιζητοῦντας, μηδὲ θνήσκων τῆς τῶν λαϊκῶν ἀξιούσθω κοινωνίας· καὶ τῶν πιστῶν γὰρ ὅλως ἐνάριθμον εἶναι τοῦτον οὐκ ἀνέχεται. Ὁ δὲ τῆς δευτέρας συνόδου β' τοὺς ὑπὲρ διοίκησιν ἐπισκόπους, ταῖς ὑπερορίαις ἐκκλησίαις, ταῖς ὑπὲρ τὰ ἑκάστῃ δηλαδή αφωρισμένα κειμέναις ὅρια, ἀκλή τους θεσπίζει μὴ ἐπιέναι, τὴν ἄτακτον αὐτῶν καὶ λῃστρικὴν ἔφοδον ἐντεῦθεν ἐμφαίνων· μηδὲ ταύταις ἐπιδημεῖν ἐπὶ χειροτονία ἢ ἑτέρα οιδήτινι ἱερατικῇ διοικήσει· τὰς μέντοι καθ' ἑκάστην ἐπαρ χίαν ἐκκλησιαστικές διοικήσεις, ψήφους, φημὶ, καὶ χειροτονίας, καὶ ἀμφιβολιών λύσεις, ἐν ἀφορισμοῖς δειχνυμένας καὶ ἐπιτιμίοις, καὶ λοιποῖς τοιούτοις, τὴν ἑκάστης ἐπαρχίας οἰκονομεῖν σύνοδον· τὸ δέ γε ἔθος κρατεῖν τῶν ἐν τοῖς βαρβάροις έθνεσι κειμένων ἐκκλησιῶν, ὥστε ἀνενδοιάστως ἐπιφοιτᾷν καὶ ταῖς τῶν ἄλλων ἐκκλησιῶν παροικίαις, εἴ τις ἐν λόγῳ διαλάμπων, του; λοιποὺς ἐπιστηρίζειν δύναιτο τοῦτο δὲ συγκεχώρηται παρὰ τὸ μὴ εἶναι κἀκεῖ ἐπισκόπου; ἀποχρῶντας εἰς συνόδου πλήρωμα. Ὁ δὲ τῆς ἔκτης συνόδου κ' ἐπισκόπῳ διδάσκειν ἐν πόλει δημοσίᾳ οὐκ ἐπιτρέπει τῇ τούτῳ μὴ ὑπο κειμένῃ· ἰδίᾳ μέντοι τὸν ἐν αὐτῇ ἐρωτῶντα δι δάξαι, καὶ μέντοι καὶ δημοσίᾳ τοῦ ἐγχωρίου ἐπι τρέψαντος ἐπισκόπου, ἔτι δὲ καὶ χειροτονίας ποιῆσαι οὐ κεκώλυται. Εἰ δέ τις παρὰ ταῦτα, φησί, πράτ των φωραθείη, τῆς μὲν ἐπισκοπῆς παυέσθω, τὰ δὲ τοῦ πρεσβυτέρου ἐνεργείτω, ἀντίῤῥοπον τῷ ἐξ επάρσεως πταίσματι τὴν ἐν τῷ πρεσβυτερείῳ τα πείνωσιν ὑπενεγκών· ἐπεὶ καὶ τὰ ἐναντία τῶν ἐναν τίων ίσμεν ἰάματα· οὐ γὰρ ἄλλο τι τούτῳ ἡμάρτης και τελείας ἄξιον καθαιρέσεως.
col. 1067–1068page 58 of 224
PG 144:1067Ο δὲ τῆς ἐν 'Αγκύρᾳ ιη', Οι χειροτονίαν ἐπισκόπου, φησί, δεξάμενοι, καὶ πρὸς τὴν παροικίαν ἀπὸ ιόντες, ἐν ᾗ ἐπωνομάσθησαν, κωλυόμενοι δὲ καὶ τῶν ἐκείνοις ἐπιβῆναι ὁρίων πρὸς τοῦ ἐνταῦθα λαοῦ, καὶ ἐντεῦθεν ἑτέραις ἐπιέναι τολμῶντες, καὶ τοὺς ἐν αὐταῖς ἐπισκόπους βιάζεσθαι, καὶ στάσεις κινεῖν, ἀφοριζέσθωσαν. Εἰ μέντοι ἀποχρῶν ἡγήσαιντο τῆς τιμῆς καὶ καθέδρας +ξιώσθαι μόνης τῶν πρεσβυτέρων, ἔνθα καὶ πρότερον ὑπῆρξε τούτοις πρεσβυτέροις εἶναι, μενέτωσαν ἡσυχῆ βιοῦντε;· εἰ δὲ πρὸς τοὺς καθεστῶτας ἐπισκόπους φωραθείεν στασιάζοντες, καὶ τὴν τιμὴν ἀφαιρεῖσθα: τούτους τοῦ πρε σβυτέρου, καὶ τῆς Ἐκκλησίας ἐκπτώτους γίνεσθαι. Ὁ δὲ τῆς ἐν ᾿Αντιοχείᾳ ις'. Ο τελέως, φησίν, ἐκβεβλημένος ὑπὸ ἐθνῶν τῆς ἰδίας ἐπισκοπῆς, καὶ ὡς σχολάζων εἰς σχολάζουσαν ἐπιῤῥίψας ἑαυτὸν ἐκκλησίαν, καὶ τὴν ταύτης ὑφαρπάσας θρόνον, μὴ τελείας επιτρεψάσης συνόδου, ἀπόβλητος καὶ τῆς Ιερωσύνης ἔστω, κἂν ἅπας ὁ λαὸς, ὃν ὑφήρπασε, τοῦτον αἱροῦτο· τελεία δὲ ἐστι, φησί, σύνοδος, σύνεστι καὶ ὁ μητροπολίτης· οὐ γὰρ ἐφεῖται ταῦτα πράττειν μόνοις τοῖς τῆς ἐπαρχίας ἐπισκόποις. Ο δὲ κα' μὴ μεταβαίνειν ἐπίσκοπον ἀπὸ τῆς ἰδίας παροικίας εἰς ἑτέραν διορίζεται, μήτ' αὐθαιρέτως ἐπιρρίπτοντα ἑαυτὸν, μήτε μὴν ὑπὸ λαῶν ἐκβιαζόμενον, μήθ' ὑπὸ ἐπισκόπων ἀναγκαζόμενον μένειν δὲ ἐν ᾗ κεκλήρωτο ἐξ ἀρχῆς, ὑπὸ τοῦ Θεοῦ, καὶ μὴ μεθίστασθαι. Ὁ δὲ τῆς ἐν Σαρδικῇ γ'. Εἰ καὶ συνεληλύθασι, φησὶν, εἰς ἡντιανοῦν ἐπαρχίαν, πλείους τῶν ἐπι σκόπων, ὥς τι τελέσοντες ἐκκλησιαστικὸν, - ἡ ἀκλήτους πρὸς αὐτοὺς ἀπιέναι τοὺς ἀφ' ἑτέρας ἐπαρ χίας· καλουμένους γε μὴν μὴ ἀναδύεσθαι τὴν ἄφι ξιν διὰ τὸ φιλάδελφον. Ο δὲ ια', Εάν τις τῶν ἐπισκόπων, φησί, λόγων παιδείαν ἱκανῶς ἡσκημένος, πρὸς ἑτέραν ἀπίῃ πόλιν ἢ ἐπαρχίαν, ζητήσεως ἐκεῖ γενομένης περὶ τῆς ἐν ἡμῖν θρησκείας, ήτοι λατρευομένης εὐσεβείας, μὴ κατ' ἐπίδειξιν καὶ κόμπον ἀλόγιστον συνεχῶς τοῖς λαοῖς ὁμιλείτω, ἐν περιφρονήσει τὸν τῆς χώρας που μένα τιθέμενος, καταισχύνων αὐτὸν, καὶ προφέρων τὸ περὶ λόγους ἀνάσκητον· αἴτιον γὰρ τοῦτο ταρα χῆς καὶ ὑπονοίας οὐκ ἐλεύθερον, οἷα ταῦτα ποιῶν ἐξεπίτηδες τῷ ἐποφθαλμιᾷν τῇ τῆς πόλεως ἐκείνης καθέδρᾳ. Δεῖ τοίνυν, φησί, καὶ τὸν ἀτάκτως ἧττον τα καταστείλαι, καὶ νομοθετῆσαι τὸ φιλάδελφον μήτε οὖν ὁ ἐπίσκοπος παντάπασιν ἀπωθείτω τὸν συνεπίσκοπον, ἀπάνθρωπον γὰρ τοῦτό γε καὶ σκαιὸν, καὶ φαῦλον, καὶ πονηρόν μήτε μὴν ουτος ἐνταυθοί διατρίβων, πλέον τῶν τριῶν ἑβδομάδων τῆς οἰκείας ἐκκλησίας ἀπολιμπανέσθω· εἰ γὰρ ὁ ἀγράφως φερόμενος κανὼν τῆς κοινωνίας ἀπείργει τὸν ἐν πόλει διάγοντα λαϊκὸν, καὶ ἐπὶ τρεῖς ἑβδο μάδας τῇ κοινῇ συνάξει τῆς ἐκκλησίας μὴ συνο ιόντα, πολλῷ γε δήπου τὸν ἐπίσκοπον οὐ δέον τῆς 80 ἑαυτοῦ ἐκκλησίας ἀποδημεῖν ἐπὶ τοσοῦτον χρόνον, βαρυτάτη; ἄνευ ἀνάγκης, καὶ παραλιπεῖν τὸ ἐμπιστευθεν αὐτῷ ποίμνιον· ἀλλὰ γὰρ ὕστερον ὁ ἀγρά φως φερόμενος αὑτοσὶ κανὼν ὀγδοηκοστός ἐχρημάτισε τῆς ἔκτης συνόδου. Ὁ δὲ ιζ' αὖθις τῆς ἐν Σαρδικῇ τὸν ἀδίκως
col. 1069–1070page 59 of 224
PG 144:1069Α. φησὶ τῆς ἰδίας ἐκβεβλημένον ἐπισκοπῆς, ἡ ὑπὸ αἱρετικής δυναστείας περί πλείονος τὰ τῆς ὀρθῆς πίστεως ποιούμενον δόγματα, ἢ τῷ τὴν ἔνσαρκον οἰκονομίαν ὁμολογεῖν, παρὰ εἰδωλολατρῶν ἐξωσθέν τα, ἢ τῆς ἀληθείας καὶ δικαιοσύνης μεταποιούμενον, ὑπὸ τῶν κακῶς τὸν πλησίον ποιεῖν εἰωθότων, ὡς καθωσιωμένον, καὶ εἰς κόλασιν ἀφωρισμένον ἀπελαυνόμενον, ἀθῶόν γε μὴν αὐτὸν ἀληθείας δικα ζούσης υπάρχοντα, τὸν δή τοιοῦτον ἐν ἑτέρᾳ διατρίβειν πόλει μὴ κωλύεσθαι, μέχρις ἂν εἰς τὴν οἰκείαν ἐπανήκῃ, τὸν φόβον διαδρὰς τοῦ κινδύνου, καὶ τὴν δοκοῦσαν ἐκ τῆς ἐξορίας ἀποτρέψηται ὕβριν· σκληρὸν γὰρ καὶ ἀπάνθρωπον, τὸν ἀδίκως τῆς αὐτοῦ πόλεως ἀπεληλαμένον μὴ πρὸς τῶν συν επισκόπων ἱλαρῶς καὶ φιλοφρόνως ξενίζεσθαι. Ο δὲ τῆς ἔκτης συνόδου κανών την τοὺς προφάσει βαρβαρικῆς ἐφόδου, ἢ φορολόγων ἀπανθρωπίας, ἢ λιμοῦ ἀνάγκης, ἢ ἡσδηποτοῦν ἄλλης αἰτίας πρὸς ἀλλοδαπὴν ἀπάραντας ἐπισκόπους, ἢ κληρικούς, καὶ τῆς αἰτίας διαλυθείσης, μὴ ἐπανήκειν προθυμουμένους, ἀφορίζεσθαι κελεύει, μέχρις ἂν εἰς τὴν ἐκκλησίαν ἐπανέλθωσιν, ἧς μετανάσται γεγόνασιν τὐ μὴν, ἀλλὰ καὶ τὸν ὑποδεξάμενον τούτους ἐπίσκοπον, καὶ εἰσέτι κατέχειν πειρώμενον, ἀφορισμῷ ὑποτίθησιν. Ο δὲ κγ' τῆς τετάρτης συνόδου, τοὺς ἀποδημεῖν ἐλομένους ὧν κεκλήρωνται ἐκκλησιῶν κληρικούς τε καὶ μοναχούς, παρά γνώμην τοῦ ἰδίου επισκόπου, προφάσει ὡς μὴ παρ' αὐτοῦ διοίκησιν ἐγκεχειρισμένους τινὰ, ἴσως μὴ ἐπιτηδείως ἔχειν αὐτοὺς περὶ τὰ τοιαῦτα κρίναντος, ἔστι δ' ὅτε καὶ ἀκοινωνήτους πρὸς αὐτοῦ γενομένους, καὶ εἰς βασιλεύουσαν ἢ εἰς Ετέραν ἀπιόντας πόλιν, καὶ ἐπὶ πλεῖστον αὐτόθι διατρίβοντας, καὶ τὴν τῆς ἐκκλησίας ταράσσοντας καὶ θορυβοῦντας κατάστασιν, ἀνατρέποντάς τέ τις των οἴκους τῷ ἡμελημένως βιῶναι, καὶ ἄκοντας ἐξωθεῖσθαι διορίζεται παρὰ τῆς ἐν τῇ πόλει συν όδου, ὥστε τοὺς οἰκείους τόπους καταλαβεῖν. Ὁ δὲ τῆς ζ' συνόδου τ' καθαιρεῖ οὐ μόνον τὸν ἀπὸ πόλεως εἰς πόλιν μεταβαίνοντα ἱερέα, ἀλλὰ καὶ τὸν εἰς τὴν βασιλεύουσαν εἰσιόντα, καὶ ἐν τοῖς εὐκτηρίοις οἴκοι; τῶν ἀρχόντων λειτουργοῦντα ἄνευ γνώμης τοῦ ἰδίου ἐπισκόπου καὶ τοῦ Κωνσταντινουπόλεως. Ὁ δὲ δ' τῆς τετάρτης συνόδου κληρικούς, φησι τῆς οἰασοῦν ἐκκλησίας μὴ ἐξεῖναι εἰς ἄλλης πόλ λεως τάττεσθαι ἐκκλησίαν, ἀλλὰ στέργειν ἐκείνην, ἐν ᾗ λειτουργεῖν ἐξ ἀρχῆς ἠξιώθησαν, ἐκτὸς τῶν κατ' ἀνάγκην τῆς ἰδίας πατρίδος ἐκπεπτωκότων ἐπίσκοπος δὲ τὸν ἑτέρου δεξάμενος κληρικόν, ἀκοινώνητος ἔστω, ἕως ἂν ὁ κληρικὸς εἰς ἣν καταλέλοιπεν ἐκκλησίαν ἐπιστρέψῃ. Ο δὲ ιγ' τῆς ἐν Νεοκαισαρεία συνόδου τοὺς ἐκτὸς ἐστινοσοῦν πόλεως πρεσβυτέρους εἰς ταύτας εἰσέρχεσθαι καὶ προσφέρειν, ἢ τῆς θείας μεταδιδόναι τινὶ κοινωνία; οὐκ ἐπιτρέπει, παρόντος τοῦ τῆς τόσ λιως ἐπισκόπου ἢ πρεσβυτέρου· ἐὰν δὲ ἀπῶσιν οὗτοι, καὶ εἰς εὐχὴν κληθῇ μόνος, εἰσελθεῖν αὐτὸν οὐ κωλύει, καὶ τῶν ἁγιασμάτων τισὶ μεταδοῦναι, εἰ
col. 1071–1072page 60 of 224
PG 144:1071τῆς ὑποκειμένης εἴη τῇ πόλει καὶ οὗτος δηλαδή επαρχία;· ἑτέρας γὰρ πρεσβυτέρῳ οὐκ ἐφεῖται λει τουργεῖν, παρά γνώμην τοῦ ἐγχωρίου ἐπισκόπου ὥσπερ οὐδὲ ἐπισκόπῳ παροικίας ἑτέρας, τοῦ γνη σίου μὴ ἐπιτρέποντος ἐπισκόπου, εἰ καὶ ὑπὸ τοῦ τῆς πόλεως ἐκείνης μετακληθείη λαοῦ. Περὶ τῶν διδομένων τοῖς ἀποδημοῦσι κληρικοῖς παρὰ τῶν ἐπισκόπων ἐπιστολῶν συστατικών, ἀπολυτικῶν, καὶ εἰρηνικῶν. Καὶ ὁ μὲν λγ' τῶν ἁγίων ἀποστόλων κανών τους ἐξ ἀλλοδαπῆς ἐρχομένους επισκόπους καὶ λοιπούς κληρικούς συστατικῶν ἄνευ γραμμάτων παρεγγυᾶται μηδόλως εἰς κοινωνίαν προσίεσθαι· εἰ δὲ καὶ ταῦτα ἐπιφέροιντο, μηδ' οὕτως ἀνεξετάστως αὐτοῖς κοινωνεῖν· συμβαίνει γὰρ ἔσθ' ὅτε, κατὰ πίστιν τι νὰς σφαλλομένους, πρὸς τὴν τῶν πολλῶν ἐξαπάτην, συστατικὰς ἐπιστολάς τινῶν ἐπισκόπων λαβεῖν, ἀγνοησάντων ἴσως τὴν ἐγκεκρυμμένην αὐτοῖς περὶ τὰ δόγματα λύμην· πολλὰ γὰρ τὰ κατὰ συναρπαγὴν ἴσμεν γινόμενα· πολλοῖς γοῦν πιστεύσασι μὲν μεγάλη ἀπήντησε συμφορά, ἀπιστία δὲ φραξαμέν νοις, λαμπρά περιγέγονε σωτηρία· εἰ οὖν ἀναμφιβόλως δειχθεῖεν ὀρθόδοξοι, τῆς κοινωνίας τούτοις μεταδιδόναι· εἰ δ' οὖν, τὰ πρὸς τὴν χρείαν ἐπιχορηγοῦντες ἐκπέμπειν, ἵνα μὴ φειδωλία; γραφὴν καν τοῖς προστριψώμεθα. Περὶ συστατικών. Ὡς ἐν βραχεῖ δὲ ῥητέον περὶ τῶν διδομένων ἐπιο στολῶν πρὸς τῶν ἐπισκόπων τοῖς τῶν οἰκείων ἀποδημοῦσι πόλεων ἢ χωρῶν, ὧν αἱ μὲν λέγονται στο στατικαὶ, αἱ δὲ ἀπολυτικαὶ, αἱ δὲ εἰρηνικαί. Καὶ συστατικαὶ μὲν εἰσιν αἱ κληρικοῖς διδόμεναι παρὰ τῶν αὐτοὺς χειροτονησάντων ἐπισκόπων, πρὸς ἑτέραν μεθισταμένοις, καὶ συνιστᾶσαι, ἤτοι δηλοποιοῦσαι, ἢ τὸν περὶ τὴν ἱερωσύνην βαθμον τουτωνί, ἢ καὶ ὡς τὰ τῆς ὑγιούς πρεσβεύουσι πίσ στεως, ἢ κατηγορίας κατ' αὐτῶν κινηθείσης, ἢ καὶ συκοφαντίας, καὶ τηνάλλως ἀπελεγχθείσης εἰρήσθαι, τὸ ἀνεπίληπτον τοῖς ἐπιφερομένοις προσμαρτυρού σαι, ὡς ἀθῶοι πεφήνασ:· δίδονται δὲ καὶ λαϊκοῖς ύποβληθεῖσιν ἀφορισμῷ, καὶ πρὸς ἀλλοδαπὴν ἀπι και τούτους δεῆσαν, συνιστᾶσαι τῷ ταύτης ἐπ σκόπῳ, ὡς τοῦ δεσμοῦ τῶν ἐπιτιμίων ήδη λέλυνται. Περὶ ἀπολυτικών. Απολυτικαὶ δὲ αἱ δηλοῦσαι κατά γνώμην τοῦ ἀρχιερέως εφείσθαι τῷ ἐπισκόπῳ ἢ τῷ κληρικῷ τὴν μετοίκησιν, καὶ συγχωροῦντος, κἀκεῖ τὰ τῆς ἱερωσύνης ἀνεμποδίστως αὐτοὺς μετιέναι. Περὶ εἰρηνικών. Εἰρηνικαὶ δὲ ῥηθεῖεν μὲν καὶ αὗται, περὶ ὧν ἄστε διέξιμεν, ὅτι τοιάσδε γραφὰς τοῦ κληρικοῦ διακομίζοντος πρὸς ἐν ἄπεισιν, οὐκ ἂν εἴη μαγῆναι τὰ συνδέοντα πρὸς εἰρήνην τῆς θείας ἀγάπης δεσμά καὶ ἄμφω τοὺς ἐπισκόπους· οὔτε γὰρ ὁ τὸν ἀλλή τριον ταὐτῇ δεχόμενος κληρικὸν, τὸν συνεπίσκοπον λυπήσας σκανδάλου γενήσεται πρόξενος, οὔτε ὁ τὴν ἀρχὴν τοῦτον χειροτονήσας, ὡς ἀναξιοπαθήσας δυσχερανεῖ· λέγοιντο δ' ἂν εἰρηνικαὶ καὶ αἱ πρὸς τοὺς συνεπισκόπους ἰδίᾳ πεμπόμεναι, μηδὲν ἔχοντος τοῦ
col. 1073–1074page 61 of 224
PG 144:1073διακομίζοντος αἴτιον. Δεῖ οὖν, τὸν ἀποδημεῖν ἑλόμενον κληρικών, διττές επιφέρειν ἐπιστολάς, συστατικήν τε καὶ ἀπολυτικήν, ὡς ἂν τῇ μὲν εἰς σύστασιν χρήσηται, τοῦ τε περὶ τὴν ὀρθὴν πίστιν υγιούς αὐτοῦ φρονήματος, καὶ τοῦ περὶ τὸν βίον ἀνεπιλήπτου, ἔτι τε τοῦ προσόντος αὐτῷ ἱερατικοῦ βαθμοῦ τῇ δὲ, εἰς τὸ ἀνεμποδίστως καὶ ἐφ' ἑτέρας ἐκκλησίας ἐξεῖναι Ιερουργεῖν, ἢ καὶ τῷ κλήρῳ ταύτης συγκαταλεγῆναι. Ο δέ γε ιβ' ἔτι δὲ καὶ ιγ' τῶν αὐτῶν ἁγίων ἀπο στόλων, ὃν ὁ ἴδιος ἐπίσκοπος χειροτονῆσαι οὐκ ἀξιοῖ κληρικὸν, τοῦτο ἴσως δι᾿ αἰτίας τινὰς ὑπερτιθέμενος, μέχρις ἂν διαλυθῶσι, μηδαμῶς ἑτέρῳ προσιέναι διὰ ταῦτα τὸν κληρικὸν ἐπισκόπῳ κελεύουσιν· οὐ μὴν οὐδ᾽ ἐκείνῳ τὸν ἀλλότριον ἐφιᾶσι κληρικὸν ὑπο δέχεσθαι, συστατικῶν ἄνευ γραμμάτων τοῦ παρ' ᾧ ἐξητάζετο ἐπισκόπου· τοὺς δὲ παρὰ ταῦτα πρᾶξαι τολμήσαντας, τῇ μιᾷ τοῦ ἀφορισμοῦ καταδίκῃ καὶ ἀμφοτέρους ὑπάγεσθαι, τόν τε κληρικόν, φημί, καὶ τὸν προσδεξάμενον ἐπίσκοπον· εἰ δὲ κεχειροτονημένος μὲν εἴη ὂν προσεδέξατο κληρικὸν ὁ ἐπίσκοπος, ἀφωρισμένος δὲ ἐπί τινι πταίσματι, αὐτῷ μὲν ἐπιτείνεσθαι τὸν ἀφορισμόν, τόν γε μὴν προσδεξάμενον ἐπίσκοπον ἀφορίζεσθαι. Ο δὲ ιε' πρὸς δὲ καὶ ὁ ις' τῆς λειτουργίας ἀπείργουσι τὴν ἀπὸ παροικίας εἰς ἑτέραν παροικίαν μεταβαίνοντα κληρικόν, γνώμης ἄνευ τοῦ κεχει.0 τονηκότος αὐτὸν ἐπισκόπου, καὶ μάλιστα, εἰ καλούμενος πρὸς αὐτοῦ οὐκ ἐπάνεισι· κοινωνεῖν μέντοι τοῖς ἐκεῖ ὡς γε δὴ λαϊκὸν, οὐ κωλύουσιν· ὁ δὲ προσ δεξάμενος αὐτὸν ἐπίσκοπος, εἰ τὰ κατ' αὐτὸν μὴ ἀγνοήσας τῷ οἰκείῳ κλήρῳ συναριθμήσεις, καὶ ἀδεῶς ἐνεργεῖν ἐπιτρέψειεν, ἀπολυτικῆς ἄνευ γρά φῆς τοῦ οἰκείου ἐπισκόπου, ἀφορισμῷ ὑποβαλλέσθω, φησίν, ὡς ἀταξίας καὶ ἀκαταστασίας διδάσκαλος· εἰ δὲ καὶ ἐπὶ μείζονα βαθμὸν τοῦτον κεχειροτόνηκεν, ἄκυρον εἶναι τὴν τοιαύτην χειροτονίαν· ὥστε εἰ μὴ ἀπολυτικὴν ἐπιφέροιτο γραφὴν ὁ κληρικός, ἱερουργεῖν τούτῳ ἐν ἀλλοδαπῇ οὐκ ἐφεῖται. Τὰ αὐτὰ καὶ ὁ ις' τῆς αʹ συνόδου διέξεισιν, ὡς δὲ καὶ ὁ τῆς ἐν ᾿Αντιοχείς γ΄. Πλὴν ἐπὶ πολὺ ἐπιμένον τα τῇ ἀπειθείᾳ τὸν κληρικὸν τελέως καθαιρεῖσθαι προστάττει, καὶ ἐλπίδα μηκέτι ἔχειν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ ιγ' τῆς δ' συνόδου, καὶ ὁ τῆς ἐν 'Αν. τ!υχείᾳ ζ' ξένους κληρικοὺς καὶ ἀγνώστους κελεύουσι μὴ λειτουργεῖν συστατικῶν ἄνευ τοῦ οἰκείου Επισκόπου. 'Ο δὲ τῆς ἔκτης ις' μια υπάγει τῇ καταδίκῃ τῆς καθαιρέσεως τὸν ἐπισκόπῳ τε προσελθόντα, καὶ αὐτὸν τὸν προσδεξάμενον συστατικῶν ἄνευ καὶ ἀπο λυτικῶν γραμμάτων, ὡς καταισχύνοντας, ὅσον τὸ ἐπ' αὐτοῖς, τὸν παρ' οὗ την χειροτονίαν ἐδέξαντο. Αλλ' οὐδὲ ὁ μα τῆς ἐν Λαοδικείᾳ, ἔτι δὲ καὶ ὁ με, κληρικὸν ἢ ἱερατικὸν ὅλως ὁδεύειν οὐκ οἴεται δεῖν δίχα κελεύσεως τοῦ ἰδίου ἐπισκόπου, ἢ κανονικῶν τούτου ἐπιστολῶν. Ὁ δὲ ρς' τῆς ἐν Καρθαγένη μετά ἐπιλυτικῆς
col. 1075–1076page 62 of 224
PG 144:1075γραφῆς τοῦ μητροπολίτου ἀπιέναι θεσπίζει τους ἐπισκόπους εἰς τὸ κομητάτον, ήγουν ἔνθα ἐστὶν ὁ κόμης, ήτοι ὁ βασιλεύς. Ο δὲ νθ' οὐδὲ πλεῖν κελεύει ἄνευ ταύτης τῶν ἐπισκόπων τινά. Ο δὲ τῆς ἐν Ἀντιοχείᾳ η' κανονικὰς ἐπιστολάς, ἤτοι συστατικὰς καὶ ἀπολυτικὰς ἐπισκόποις μόνοις ἐφεῖται διδόναι, οἷς καὶ ἡ τῶν χειροτονιῶν ἀφώρισται τελετή· οὐ μὴν καὶ τοῖς πρώτοις τῶν ἱερέων, διὰ τὸ μὴ ἐξεῖναι καὶ τούτοις χειροτονεῖν· τοῖς δέ γε χωρεπισκόποις, ἣν ἀνεπίληπτοι ὦσιν, εἰρηνικὰς πέμπειν ἐφεῖται, τοῖς ὁμέροις τῶν ἐπισκόπων· ἐπεὶ καὶ ἄλλοις προνομίοις τούτους οἱ κανόνες ἐδωρήσαντο. Ο δὲ τῆς τετάρτης συνόδου ια', Τοῖς προσερχομένοις τῇ Ἐκκλησίᾳ, φησί, πένησι, καὶ βοηθείας προσδεομένοις, εἰρηνικὰς ἐπιστολὰς δίδοσθαι δεῖ, ἀλλὰ μὴ συστατικάς· ταύτας γὰρ τοῖς οὖσιν ἐν υπολήψει μόνῃ προσώποις προσήκει δίδοσθαι, ὡς τὴν αὐτῶν συνιστώσας ὑπόληψιν· τοὺς δὲ ἱερουργεῖν βουλομένους κἂν τῇ ἀλλοδαπῇ σὺν ταύταις καὶ συστατικές δεῖ κομίζεσθαι. *Ο δὲ ε' τῆς αὐτῆς τετάρτης συνόδου, καὶ ὁ τῆς ἐν Σαρδικῇ ις' περὶ τῶν μεταβαινόντων ἀπὸ πόλεως εἰς πόλιν ἐπισκόπων ἢ κληρικῶν. ὁ μὲν τοὺς περὶ τούτων τεθέντας τῶν ἁγίων ἀποστόλων κανόνας θεσπίζει κρατεῖν· ὁ δὲ περὶ τῶν εἰς Θεσσαλονίκην ἀπιόντων, κἀκεῖ διατριβόντων ἐπιπολύ, τὰ περὶ αὐτῶν ὡρισμένα τηρεῖσθαι προστάττει. Ὁ δὲ τῆς πρώτης ιε' ἀπὸ πόλεως εἰς πόλιν μετ ταβαίνειν κωλύει τὸν ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, τῆς αὐτῆς οὖσαν καὶ ταύτην δηλαδὴ ἐπαρ χίας· τοῦ μὲν γὰρ τὴν τῆς καθέδρας αἰτιᾶται μετάθεσιν, ὡς καὶ ἀνωτέρω μοι εἴρηται, τῶν δὲ, τὸ μεταπίπτειν ἀπὸ τῆς ἐκκλησίας ἢ τῆς μονῆς, ἐν αἷς ὑπηρετεῖν ἐχειροτονήθησαν· καὶ γὰρ οὐδὲ οὗτοι ἀπολελυμένως τῷ τότε τας χειροτονίας ἐδέχοντα κατὰ τὸν ς' κανόνα τῆς τετάρτης συνόδου, ἀλλ' ἐν τῇδε τῇ ἐκκλησίᾳ, ἢ τῷ δεῖνι μοναστηρίῳ· διὸ καὶ ἀκυροῖ τὴν τοιάνδε μετάβασιν. Ο δὲ τῆς ἐν Σαρδική ιε', Εί τις, φησίν, ἐξ ἑτέρας παροικίας ὑπηρέτη, δεξάμενος χωρὶς τῆς τοῦ ἰδίου ἐπισκόπου συγκαταθέσεως, ἔν τινι βαθμῷ τοῦ οἰκείου κλήρου εγκαταστήσειεν, ἄχυρος ἔστω καὶ ἀβέβα:05 ή τοιαύτη κατάστασις. Ὁ δὲ τῆς ἐν Καρθαγένῃ ἐγ', Οστις δήποτε ἐν ἐκκλησίᾳ, εἰ καὶ ἅπαξ ἀνέγνω, φησί, χειροθεσίαν εἰς τοῦτο δεξάμενος, εἰς ἑτέραν πρὸς κλήρωσιν μὴ μεταβαινέτω. Μόνῳ δὲ τῷ ἐπισκόπῳ Καρθαγένης δέδοται, τῷ οἰκείῳ κλήρω συγκαταλέγειν κληρικούς ἑτέρων ἐνοριῶν, καὶ χωρὶς ἀπολυτικῆς γραφῆς τῶν χειροτονησάντων αὐτούς· καὶ τοῦτο εἴσῃ σαφῶς ἐκ τοῦ νε' ταύτης κανόνος, ὃς ἐπικυρῶν δείκνυται τὴν ἄνωθεν διδομένην ἄδειαν τῷ Καρχηδόνος ἐπισκόπῳ, ὥστε μετ' ἐξουσίας λαμβάνειν ἀφ' ἑκάστης ἐκκλησίας οὓς βούλεται κληρικούς, καὶ ἐν τῇ ἰδίᾳ χειρο το εἶν ἐκκλησίᾳ· διὰ δὲ τὸ φιλάδελφον υποτίθεται μετ᾿ εἰδήσεως τοῦτο ποιεῖν τῶν ἐχόντων αὐτοὺς ἐπισκόπων· τοῖς δὲ λοιποῖς μητροπολίταις, κληρι
col. 1077–1078page 63 of 224
PG 144:1077κὸν ἀλλότριον οὐκ ἐφίησι δέχεσθαι, καὶ χειροτονεῖν ἡ αὐτὸν πρεσβύτερον ἢ διάκονον, εἰ μήπου τις χρήσι μας εἰς προστασίαν εὑρεθείη λαοῦ· τοῦτον γὰρ δέδοται καὶ τῷ ἀλλοτρίῳ μητροπολίτη μεταπέμψασθαι, είγε βουληθείεν ἀμφότεροι, καὶ ἐπισκοπικῷ τιμῆσαι ἀξιώματι· τοῦτο δέ, φησί, συγκεχώρηται τῷ μὴ τοσοῦτον ἀναγκαίαν εἶναι τὴν τῶν ἱερέων καὶ διακόνων χειροτονίαν, ὅσον τὴν τῶν ἐπισκόπων, καὶ τῷ σπανίως εὑρίσκεσθαι τοὺς δυναμένους ἔργῳ καὶ λόγῳ δι' ἑαυτῶν πρὸς τὰ κράτιστα τοὺς λαοὺς ὁδηγεῖν· τὸν δὲ μὴ δεχόμενον κληρικὸν τὸ τῆς ἐπισκοπῆς ἀξίωμα ἀναγκάζειν οὐ θέμις· οὐδαμοῦ γὰρ εἴρηται ἄκοντά τινα καὶ βίᾳ εἰς τὴν τοιάνδε προεδρίαν ἀνάγειν. Ἐφιλοτιμήθη δὲ καὶ τῷ Κωνσταντινουπόλεως θρόνῳ, λαμβάνειν όθενδήποτε τῶν ὑποκειμένων αὐτῇ ἐκ κλησιῶν οὓς βούλεται κληρικούς, καὶ τοῖς οἰκείοις συναριθμεῖν· οὐ μὴν ἀλλὰ καὶ τῷ Βουλγαρίας, καὶ τῷ Κύπρου, διὰ τὴν βλʹ Ἰουστινιάνειον Νεαράν, ἦν καὶ ζήτει ἐν τῷ ια' κεφαλαίῳ τοῦ στοιχείου. Εδόθη δὲ καὶ τῷ βασιλεῖ τὰς τῶν κληρικῶν ὡσαύ τως μεταθέσεις ποιεῖν. Νόμοι πολιτικοί. Τοῖς θεοφιλεστάτοις ἐπισκόποις τὰς οἰκείας κατα λιμπάνειν ἐκκλησίας, καὶ εἰς ἄλλας επαρχίας πα ραγίνεσθαι, ἀπαγορεύομεν· εἰ δὲ ἀνάγκη τις ἀπαι τεῖ τοῦτο ποιῆσαι, μὴ ἄλλως ἢ μετὰ γραμμάτων τοῦ μακαριωτάτου αὐτῶν πατριάρχου ἢ μητροπολίτου, ἢ κατὰ βασιλικήν δήπου κέλευσιν τοῦτο ποιείτωσαν. ᾿Αλλὰ μηδὲ εἰς τὴν βασιλίδα τῶν πό λεων ἄλλως ἢ οὕτως ἐπιδημείτωσαν. Αλλ' εἰ καὶ κατὰ τὸν τρόπον τοῦτον ἐπίσκοπος οπουδήποτε ἀποδημή σειε, μὴ πλέον ἑνὸς ἐνιαυτοῦ τὴν ἰδίαν καταλιμπανέτω ἐκκλησίαν. Τοὺς δὲ ἐπισκόπους, τοὺς κατὰ την βασιλίδα πόλιν, ὡς εἴρηται, παραγινομένους, καν οιασδήποτε διοικήσεως ὦσι, πρὸ πάντων ἀπιέναι δεῖ πρὸς τὸν μακαριώτατον ἀρχιεπίσκοπον Κων σταντινουπόλεως καὶ πατριάρχην, καὶ οὕτω δι' αὐ τοῦ πρὸς τὴν ἡμετέραν εἰσιέναι γαληνότητα. Τοῖς δὲ παρὰ ταύτην ἡμῶν τὴν διατύπωσιν ἀποδημοῦσιν, ἢ ὑπὲρ τὸν ὡρισμένον τοῦ ἐνιαυτοῦ χρόνον ἔξω τῆς ἰδίας ἐκκλησίας ποιοῦσι, κελεύομεν πρῶτον μὲν μὴ χορηγεῖσθαι παρὰ τῶν οἰκονόμων τῆς ἰδίας ἐκκλησίας δαπάνας, ἔπειτα ὑπομιμνήσκεσθαι αύτ τοὺς διὰ γραμμάτων τῶν ἀρχιερέων, ὑφ' οὓς τελοῦσιν, ὥστε ἐπανελθεῖν εἰς τὰς ἰδίας ἐκκλησίας ὑπερτιθεμένους δὲ τὴν ὑποστροφήν, κατὰ τοὺς ἱερούς καλεῖσθαι καὶ αὖθις κανόνας· καὶ εἰ μὴ ἐντὸς τοῦ. ὡρισμένου χρόνου υποστρέψουσιν εἰς τὰς ἰδίας έχε κλησίας, αὐτοὺς μὲν τῆς ἐπισκοπῆς ἐξωθεῖσθαι, γνώμῃ καὶ κρίσει καὶ δοκιμασίᾳ τοῦ οἰκείου ἀρχιε ρέω;· ἑτέρου; δ' ἀντ᾿ αὐτῶν καλλίονας χειροτονεῖσθαι κατὰ τὴν τοῦ παρόντος νόμου δύναμιν· ταῦτα δὲ καὶ ἐπὶ κληρικῶν οἱασδηποτοῦν ὑπηρεσίας, ἔτι δὲ καὶ μοναχῶν, κελεύομεν κρατεῖν· τοὺς δὲ παραβαίνοντας ἐκπίπτειν τοῦ οἰκείου σχήματος. ᾿Αλλὰ καὶ ἄμφω ταῦτα ὁρῶμεν τανῦν ἀθετούμενα· οὔτε γὰρ οἱ ἀρχιερεῖς διὰ γραμμάτων τοῦ πατριάρχου εἰς τὴν βασιλεύουσαν ἐπιδημοῦσιν, ἀλλ᾽ αυθόρμητοι παραγενόμενοι, καὶ ταῖς πύλαις ταύτης προσιόντες, μηνύματι την σφετέραν ἔλευσιν τῷ
col. 1079–1080page 64 of 224
PG 144:1079πατριάρχη δηλοῦσι, καὶ οὕτως ἀκινδύνως τῆς με Η γάλης επιβαίνουσι πόλεως· καὶ ἐπὶ πολὺν δὲ χρόνον ἐν αὐτῇ διατρίβοντες οὐδεμίαν ὑφίστανται κάκωσιν καίτοι γε καὶ τοῦ ἀοιδίμου βασιλέως Μανουὴλ προ ὀλίγου θεσπίσαντος μὴ πλείονα τοῦ παρὰ τῶν φιλ ευσεβών νόμων καὶ τῶν θείων κανόνων ορισθέντος καιροῦ διατρίβειν τοὺς ἀρχιερεῖς ἐν τῇ μεγίστη τῶν πόλεων, μή τινος ὄντος ἀπαραιτήτου εμποδισμού, ή καὶ ἄκοντας τῆς πόλεως ἐκβάλλεσθαι· ἀλλὰ καὶ τὴν εἰς ταύτην τούτων ἐπιδημίαν, κατὰ τὴν ἐκ παλαιοῦ κανονικῶς καὶ νομίμως κρατήσασαν συνήθειαν για νεσθαι. Θεσπίζομεν καὶ τοὺς κληρικούς, τοὺς ἑτέρᾳ ἐνα ρία τεταγμένους, μηδαμώς παρά γνώμην τοῦ οἰκείου ἐπισκόπου εἰς ἑτέραν ἐνορίαν μεταπίπτοντας, ἢ ἐν εκκλησίᾳ καταλέγεσθαι, ή χειροτονίαν δέχεσθαι ἐκ γὰρ τοῦ μὴ τὰ τοιαῦτα παρατηρείσθαι, πολλής ἀταξίας καὶ πλάνης πολλαὶ τῶν ἐκκλησιῶν ἐπλη ρώθησαν· εἰ δέ τις φωραθείη τὴν παροῦσαν διά ταξιν ἀθετῶν, εἰ μὲν τὴν οἰκείαν ἐνορίαν ἀπολιπών ἐν ἑτέρα καταλεγῇ ἐκκλησία, μηδένα βαθμόν χει ροτονίας προσλαβών, τῆς ὑπερορίου ἐκκλησίας ἐλαυνόμενος, ἐπαναστρεφέσθω καὶ ἄκων πρὸς τὸν οἰκεῖον ἐπίσκοπον· εἰ δὲ καὶ χειροτονίαν προσείληφεν, οὗτος μὲν ἐπὶ τριετίαν τῆς λειτουργίας ἀργείτω ἐπὶ δὲ τῇ κρίσει τοῦ οἰκείου ἐπισκόπου ἡ ἐπ' αὐτῷ συγγώμη καταλιμπανέσθω. ΚΕΦΑΛ. 1. Περὶ ἀπολυτικῶν γραμμάτων. Περὶ τῶν διδομένων παρὰ τῶν ἀρχιερέων ἀπολυ τικῶν γραμμάτων τοῖς ἀποδημούσι τῶν κληρικῶν ἱκανῶς ἐν τῷ προσεχῶς ἐκτεθέντι περὶ ἀποδημίας διείληπται κεφαλαίῳ. ΚΕΦΑΛ. ΙΑ'. Περὶ τῶν ἁρπαζόντων ἐπισκόπων τὰς μὴ ἀνηκούσας αὐτοῖς ἐκκλησίας. Οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν πεποιημένων ἐπισκό των άρπαγμα της μηδοτιοῦν διαφερούσας αὐτοῖς Εκκλησίας, ἐν τῷ αὐτῷ τῷ περὶ ἀποδημίας φημὶ ἐγκατέσπαρται κεφαλαίῳ, καὶ παλιλλογεῖν ἔξω λόγου καθέστηκε. Λέγει δὲ καὶ ὁ νγ' κανὼν τῆς ἐν Καρθαγένη συν όδου· Εἰσί τινες τοῖς οἰκείοις θαῤῥοῦντες πλήθεσι, κνήθους: τὰς αὐτῶν ἀκοὰς, ἤτοι κολακεύουσι, καὶ ἑτέρων ἐκκλησίας ἁρπάζοντες· ἀλλὰ ταύτας χρή μετ' ἐξουσίας τῶν τὰ πρῶτα φερόντων ἀρχιερέων, πατριαρχῶν, ἡ μητροπολιτῶν, ἐξ αὐτῶν ἀφελέσθαι τοὺς ἔχοντας· τὸ δὲ κνήθειν τὰς ἀκοὰς, ἐκ τοῦ Αποστόλου είληπται· δηλοῖ δὲ, τὸ λόγοις ἀπατηλοῖς τὰς ἀκοάς τινων ἡδύνειν, ἐκ μεταφορᾶς τῶν ἀλόγων ζώων· ταῦτα γὰρ καταψώμενα, καὶ κντ θόμενα, και γαργαλιζόμενα χερσὶν ἀνθρώπων, ἡμε ροῦνται καὶ χειροήθη γίνονται. Ζήτει καὶ ἐν τῷ κδ' κεφ. τοῦ Χ στοιχείου κανόνα ταύτης ν'. ΚΕΦΑΛ. ΙΒ'. Περὶ τῶν ἁρπαζόντων ληστρικῶς τὰ ἀλλότρια. ῾Ο ἅγιος Γρηγόριος ὁ Θαυματουργός, ἐν τῷ γ' κανόνι, τὸν λῃστεύοντα καὶ πλεονεκτοῦντα, καὶ τῶν ἀλλοτρίων αἰσχροῦ κέρδους χάριν εφαπτόμενον, ἐκκήρυκτον καὶ ἀπόβλητον τῆς τοῦ Θεοῦ Ἐκκλησία;
col. 1081–1082page 65 of 224
PG 144:1081Α. καθίστησιν, οἷα καὶ τοὺς δι' αἰτίας ἀτόπους τῆς πα τρικῆς οὐσίας ἐκβαλλομένους καὶ ἀποκηρυσσομένους υἱούς· τὸ δὲ τολμῆσαί τινας, φησίν, ἐν οιμωγῇ του σαύτῃ καὶ θρήνοις τοσούτοις, τῶν βαρβάρων τὰ πάντα ληϊζομένων, τὸν ἐπ' ἐλέθρῳ πάντων ἐπιόντα καιρόν, κέρδους είναι νομίσαι καιρὸν, ἀνθρώπων ἐστὶν ἀσεβῶν καὶ θεοστυγῶν, καὶ μηδεμίαν ἀτοπίας καταλελοιπότων ὑπερβολήν· ὅθεν ἔδοξε τους τοιούτους ἅπαντας ἐκκηρύξαι, μήποτε ἐφ' ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργὴ, καὶ ἐπ᾿ αὐτοὺς πρώτους τους προετ στῶτας, τῷ μὴ σπουδῇ τούτους ἐπιζητῆσαι καὶ διορ θώσασθαι· οἱ γὰρ ἐφιέμενοι τὰ τῶν αἰχμαλώτων κερδαίνειν, ὀργὴν καὶ ἑαυτοῖς καὶ παντὶ ἐπισωρεύουσι τῷ λαῷ· ἐξαίρων δὲ ταυτην την πλεονεξίαν, πολλῷ χείρονα καὶ τῆς τοῦ ᾿Αχαρ εἶναι κατασκευάζει· καὶ γὰρ οὗτος, φησίν, ἀπὸ τοῦ ἀναθέματος μόνος καὶ ἰδίᾳ λαβὼν, ἐπὶ πάντα τὸν Ἰσραὴλ τὴν ὀργὴν ἤγαγε τοῦ Θεοῦ· ταύτῃ τοι, καὶ οὐκ ἐκεῖνος μόνος, ἀλλὰ καὶ οἱ αὐτοῦ πάντες καταλευσθέντες ἀπέθανον· εἰ γὰρ ἐκ προνομῆς καὶ οὗτοι κἀκεῖνος ὀφείλοντο, ἀλλ' ἐκεῖνος μὲν τὰ τῶν πολεμίων, οὗτοι δὲ τὰ τῶν ἀδελφῶν· οὕτω χαλεπωτέρα ἡ τούτων παρανομία, ήπερ ἡ ἐκείνου λανθάνει δέ τις ἑαυτὸν ἀπατῶν, ὡς ἄρα ἐῤῥιμμένοις λέγων περιτύχοι, καὶ μή τινὸς ἀντιποιουμένου ἀνέλοιτο, τὸν κεκτημένον ἴσως ηγνοηκώς· οὐ γὰρ ἔξεστι καὶ οὕτως εὑρόντι κερδάναι καὶ οἰκειώσασθαι τὸ ἀλλότριον, ἀλλὰ περι φυλάξαι τῷ κεκτημένῳ· εἰ γὰρ ὁ παλαιός κελεύει νόμος, ὅτι ἂν ὁ ἀδελφός σου ἢ ὁ ἐχθρός σου ἐκ ῥ θυμίας ἀπολέσῃ τὸ ἴδιον, καὶ ταῦτα ἐν καιρῷ εἰρή νης, οὐ καθέξεις, ἀλλ' ἐπανασώσεις τῷ ἀπολέσαντι, πόσῳ μᾶλλον τοῦ φεύγοντος ἀδελφοῦ, ἢ τοῦ γεγονό της αιχμαλώτου δέον περιφυλάξαι τὰ ἐγκαταλειφθέντα πράγματα, καὶ ἀποδοῦναι οἱ δυσπραγοῦντι; Πολλῆς μέν τ' ἂν εἴη καὶ τοῦτο ἀνοίας, τὸ μετα ποιεῖσθαι τῶν ἀλλοτρίων ἀντὶ τῶν ἰδίων τῶν ἀπω λομένων, καὶ οἴεσθαι μηδὲν εἶναι δεινόν, και τοι μηδὲν εἰς κακίας λόγον τῶν εἰρημένων ἀπολειπόμ νον· ὅπερ γὰρ αὐτοῖς γεγόνασιν οἱ πολέμιοι, τοῦτο τοῖς ἀδελφοῖς οὗτοι γενέσθαι σπουδάζουσιν. Απήγ γειλε δέ τις ἡμῖν, ὡς καί τινας τῶν πολεμίων τὰς χεῖρας διαφυγόντας, βία τινὲς κατέχουσιν ἄπιστοι πάντως δντες καὶ ἀσεβεῖς, καὶ Θεὸν ὅλως μὴ ἐπει γνωκότες· πέμψατέ τινας εἰς τὴν χώραν ἐρευνῆσαι τὰ περὶ τούτου, μὴ σκηπτοὶ κατενεχθῶσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Ἐν τῷ ι' δὲ κανόνι ὁ αὐτὸς μέγας Γρηγόριος τοὺς ἀλλοτρίοις οἴκοις ἐπιέναι τολμήσαντας, εἰ μὲν κατηγορηθέντες ἐλεγχθείεν, οὐδὲ τῆς ἀκροάσεως ἀξιοῖ· ἑαυτοὺς δὲ ὁμολογήσαντας ἐκοντί, καὶ ἅπερ ἀφείλοντο ἀποτίσαντας, ὑποπίπτειν κελεύει, καὶ τοῖς κατηχουμένοις συνεξέρχεσθαι. Νόμοι. Ο δὲ νόμος τὸν ἀπὸ ἐμπρησμοῦ ἁρπάζοντα, ἢ ναυαγίου, ἢ καταπεσούσης οἰκίας, εἴσω μὲν ἐνιαυ τοῦ, εἰς τὸ τετραπλοῦν ἀποδοῦναι καταδικάζει, μετά δὲ τὸν ἐνιαυτὸν, εἰς τὸ ἁπλοῦν· ὡσαύτως καὶ τὸν κατά δόλου ταῦτα ὑποδεχόμενον. Τοὺς δὲ ἅρπαγας,
col. 1083–1084page 66 of 224
PG 144:1083και πρὸ καταδίκης προσάγοντας τὸ ὑπ' αὐτῶν ἄρ παγὲν, οὐ προσίεται, ἀλλ᾽ εἰς τὸ τετραπλάσιον κατα δικάζει. Ἐάν τις βιαίως ἁρπάσῃ κινητά πράγματα, ἐντὸς μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν ἐνέχεται, ἐὰν μερ τυρηθῇ ἡ ποσότης καὶ τὸ εἶδος τῶν πραγμάτων, μετὰ δὲ τὸν ἐνιαυτὸν, εἰς τὸ ἁπλοῦν. Ἐὰν δὲ ἡ βιαία ἁρπαγὴ δείκνυται, τὰ δὲ ἁρπαγέντα ἀγνοοῦσιν οἱ μάρτυρες, ἐπόμνυται ὁ τὴν βιαίαν ἀφαίρεσιν ὑπο στὰς, καὶ ἀπολαμβάνει ἀπὸ τοῦ ἅρπαγος ὅσα ἐπαν μόσεται διαρπαγήναι, εἰς τὸ ἁπλοῦν, Εάν τις χωρίς δικαστικῆς ἀποφάσεως ἀφέληταί τι πράγμα, εἰ μὲν δεσπότης ἐστὶ τοῦ πράγματος, ἐκπίπτει τῆς δεσποτείας αὐτοῦ· εἰ δὲ ἀλλότριών ἐστι τὸ πρᾶγμα, καὶ τὴν τιμὴν αὐτοῦ δίδωσι. Κάν ταῦθα τοίνυν, ἔσωθεν τοῦ ἐνιαυτοῦ κινουμένης τῆς ἀγωγῆς, δίδοται ή ποινή μετὰ δὲ τὸν ἐνιαυτὸν, τὸ πράγμα μόνον καὶ οἱ καρποί. Ο ἁρπάζων γῆν, ἢ μετατιθεὶς ὅρια, διπλῆν τὴν ἁρπαγὴν ἀποδίδωσιν. Οἱ μεθ᾽ ὅπλων ἐπιόντες, καὶ πορθοῦντες ἀλλο τρίους οἴκους ἢ ἀγροὺς, εἰς κεφαλὴν τιμωρούνται. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῶν ἁρπαζόντων ἐπὶ γάμ γυναῖκας. Ο ια' κανὼν τῆς ἐν Αγκύρα συνόδου τὰς μνη στευθείσας κόρας τισὶν, εἶθ' ὑπ' ἄλλων ἁρπαγείσης, εἰ καὶ παρανόμως αὐτὰς ἐδιάσαντο, κελεύει τοῖς μνηστευσαμένοις αὖθις ἀποκαθίστασθαι, είγε αἱρεῖν (το δηλονότι ταύτας λαβεῖν· ἄκοντες γὰρ οὐκ ἀναγ κασθήσονται. 'Ο δὲ τοῦ μεγάλου Βασιλείου κβ', Οὐ χρή, φησίν, εἰς μετάνοιαν προσίεσθαι τὸν ἐξ ἁρπαγῆς εἰληφότε γυναῖκα, πρὶν ἂν ταύτης ἀφαιρεθῇ· καὶ εἰ μὲν ἦν προμνηστευθείσα τινι, ἐκείνῳ εἰς ἐξουσίαν ἀποκαθε ίστασθαι, είγε βουληθείη ταύτην λαβεῖν· εἰ δὲ μήπω τινὶ προμεμνήστευτο, πρὸς τοὺς γονέας ἐπαν ιέναι, ἢ καὶ ἄλλως καθ' αἷμα ταύτῃ προσήκοντας κἂν μὲν ἔλωνται οὗτοι, συναινούσης κἀκείνης, τὴν κηδείαν τοῦ ἁρπαγος, τὸ συνοικέσιον ἔστασθαι· εἰ δ' οὖν, μὴ βιάζεσθαι. Ο μέντοι συμφθαρείς γυναικί εἶτ᾽ οὖν λαθραίως ἐκούσῃ, εἶτ᾽ οὖν βιασάμενος, τῷ τῶν πορνευόντων ἐπιτιμίῳ ὑποβαλλέσθω· καὶ ἐν τέσσαρσι χρόνοις τοὺς τέσσαρας τόπους διερχέσθω τῆς μετανοίας, ἑνὶ μὲν ἔξω τῆς θύρας τοῦ νεώ προς κλαίων, ἑνὶ δ' ἀκροώμενος, ἑτέρῳ δ᾽ εἰς μετάνοιαν ὑποπίπτων, τῷ δὲ τετάρτῳ τοῖς μὲν πιστοῖς συνι στάμενος, τῶν δὲ θείων ἀπεχόμενος μυστηρίων ἑξήκοντος δὲ καὶ τούτου, τηνικαῦτα του τελείου τυγχανέτω. 'Ο δὲ λ' τοὺς ἁρπάζοντας γυναῖκας, καὶ τοὺς συνεργοῦντας αὐτοῖς, ἐπὶ τριετίαν πόῤῥω μὲν τῶν εὐχῶν, μετὰ δὲ τῶν ἀκροωμένων ίστασθαι κατεδίκασεν. Εἰ μέντοι ἐκοῦσα, φησὶν, ἐπιδέδωκεν ἑαυτὴν ή γυνή, μήτε φθορᾶς προηγησαμένης, ἥτις ἐπὶ τῶν παρθένων κυρίως λέγεται, μήτε μὴν κλοπῆς, Απ θραίας οἱονεὶ μίξεως, ἀνεύθυνος ὁ ταύτην λαβὼν τῶν ἐκ τοῦ κανόνος ἐπιτιμίων, οἷα μη βίας μεσολαβούσης· καὶ μάλιστα, εἰ αὐτεξουσία ἐτύγχανεν οὖσα,
col. 1085–1086page 67 of 224
PG 144:1085Α. χήρα δηλαδή, καὶ ἐπ' αὐτῇ ἦν τὸ ἀκολουθῆσαι, ἢ μή. Τῶν γὰρ σχημάτων ἡμῖν, φησίν, οὐ φροντιστέον, τοῦ πλάσματος δηλαδή, καὶ τῆς ὑποκρίσεως αἰδουμένη γὰρ ἔσθ' ὅτε ἡ γυνὴ ἑαυτὴν ἐπιδοῦναι τῷ ἐραστῇ ἢ τῷ ἐρωμένῳ, ἐσχηματίσατο μὲν ἁρπαγῆναι, πρὸς δὲ ἀλήθειαν, ἐκοῦσα ἐπηκολούθησεν· εἰ τοίνυν κατὰ προσποίησιν ἡ ἁρπαγή γέγονεν, οὔτε τὰ ἐπιτίμια χώραν ἔξουσι», οὔτε οἱ κατὰ ἁρπακτῶν κείμενοι νόμοι· μόνῃ δὲ τῇ περὶ ὕβρεως ἀγωγή ἔνοχοι τοῖς πατράσιν οἱ λαβόντες τὰς ὑπεξουσίας ἔσονται· οὗτος γὰρ καὶ τὸν παρά γνώμην αὐτῶν γε νόμενον γάμον διασπῶσι. Ὁ δὲ κη' τῆς τετάρτης συνόδου, καὶ ὁ τῆς ἕκτης Αβ' ούτωσὶ διορίζονται· τοὺς ἐπ' ὀνόματι συνοικεσίου γυναῖκας ἁρπάζοντας, ἢ συμπράττοντας, ἢ συναιρομένους, κληρικούς μὲν ὄντας, καθαιρεῖσθαι, λαϊκοὺς δὲ, ἀναθεματίζεσθαι· ὑπὸ ταῖς αὐταῖς γὰρ εὐθύναις ποιοῦνται καὶ τοὺς ἀρήγειν αὐτοῖς ἑλομένους, καὶ μάλα εἰκότως· ὁ μέν γε τὸν ἔρωτα τῆς ἁρπαγῆς, εἰ καὶ πάνυ σαθρὰν ἀπολογίαν προΐσχεται, πρὸς τὴν ἀθέμιτον ὑποκνίζοντα πράξιν, καὶ τοῦ λογισμού γενόμενον βιαιότερον τῷ δέ γε συντρέχοντι, εἰς ἂν τῶν νοῦν ἐχόντων συγγνοίη, μηδὲν ἕτερον ἢ τὴν οίκοθεν μοχθηρίαν πρὸς τὴν ἐξάγιστον πρᾶξιν ἔχοντε συνελαύνουσαν, ἢ δή, πρὸς τοῖς ἄλλοις ἀτόποις, καὶ τὴν τῆς πολιτείας ἀνάστατον τίθησι κοσμιότητα; Συμπράττων δ' ἂν εἴη ἡ πράξει τῇ ἁρπαγῇ συνεργῶν· συναιρόμενος δὲ, ὁ μηχανὰς ὑποτιθέμενος καὶ βουλάς. Νόμοι. Οἱ ἁρπάζοντες γυναῖκα ἢ μεμνηστευμένην, ἢ ἀμνήστευτον, ἢ χήραν, είτε εὐγενής ἐστιν, είτε δούλη, ἢ ἀπελευθέρα, καὶ μάλιστα, εἰ τῷ Θεῷ εἴη καθιερωμένη, καὶ εἰ τὴν ἰδίαν τις μνηστὴν Αρτα σεν, εἰ μὲν μεθ' ὅπλων, ἤτοι ξιφῶν, ἢ ροπάλων τὴν ἁρπαγὴν ἐποιήσατο, ὁ τοιοῦτος ξίφει τιμωρείσθω· οἱ δὲ συνυπουργοῦντες αὐτοῖς, ἢ συνειδότες, ἢ ἐχόντες ὑποδεξάμενοι, ή οιανδήποτε σπουδήν εἰσε νεγκόντες, τυπτόμενοι σφοδρῶς καὶ κουρευόμενοι ῥινακοπείσθωσαν· ἐπειδὴ οἱ ἁρπάσαι προθέμενοι, έτοιμοι καὶ φονεύειν τοὺς ἀνθισταμένους εἰσί· εἰ δὲ χωρίς οιωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν ἁρπάτας χειροκοπείσθω, οἱ δὲ καθ' οιονδήτινα τρόπον συνεργήσαντες, τυπτόμενοι και κουρευόμε καὶ ἐξοριζέσθωσαν, εἴτε βουλομένων τῶν γυναικῶν, εἶτε μὴ βουλομένων ἡ ἁρπαγὴ γέγονε, καὶ μάλιστα, εἰ συνοικούσας τισὶν ἀνδράσιν ἐπειράθησαν ἁρπά σαι· ἀλλὰ καὶ οἱ γονεῖς τῆς γυναικός, ἂν μὴ τὴν ὀξίαν παρ' αὐτῶν δίκην πειραθῶσι λαβεῖν, περιορι ζέσθωσαν· εἰ δὲ καὶ δοῦλος ἀλοίη συνεργήσας τῇ πράξει, καιέσθω. Οἱ ἁρπάζοντες, ἢ ὑπονοθεύοντες, ἢ διαφθείροντες ἀσκήτριαν, ἢ μοναστριαν, ἢ διάκονον, ἢ ἄλλο είνα βὲς ἔχουσαν σχῆμα, καὶ οἱ μετασχόντες, τὸν ἄνωθεν εἰρημένον ἐκ τοῦ νόμου κίνδυνον ὑπομένουσι, καὶ τα πράγματα αὐτῶν τῇ ἐκκλησίᾳ ἢ τῷ μοναστηρίῳ τῆς ὑβρισθείσης προστίθενται διὰ τῶν ἐπισκόπων καὶ τῶν ἀρχόντων· αὕτη δὲ μετὰ τῶν ἰδίων πραγμάτ
col. 1087–1088page 68 of 224
PG 144:1087των τῷ μοναστηρίῳ ἐμβάλλεται ἀσφαλῶς φυλαχθηση Π. μένη· εἰ μέντοι γε διάκονος εἴη, νομίμους έχουσα παι δας, τὸ κατὰ νόμους τῆς περιουσίας αὐτῆς λαμβάνουσιν Ο παρθένον ἢ χήραν ἁρπάσας οὐ δύναται ταύτην γαμεῖν, οὐδὲ συναινοῦντος τοῦ ταύτης πατρός, καὶ συγχωροῦντος τὸ ἔγκλημα. Μὴ γαμείσθω ἡ ἁρπαγεῖσα τῷ ἁρπάσαντι αὐτὴν, ἀλλ᾽ εἰ καὶ συναινέσουσι τῷ τοιούτῳ συνοικεσίω οι γονεῖς αὐτῆς, περιορίζονται. *Αλλως δὲ κολάζεται ὁ ἁρπάσας κόρην, καὶ ἄλλως ὁ κατὰ βίαν φθείρας παρθένον· ἡ μὲν γὰρ ἁρπαγή, διὰ τὴν ἀναίδειαν τοῦ ἁρπάσαντος, οὐ συγγινώσκεται· ἡ δὲ κατὰ βίαν γενομένη φθορά, ἐὰν παρὰ τῆς βιασθείσης καταδέχηται, συγγινώσκεται, καὶ συνοικῆσαι τούτοις δέδοται. Η ἁρπαγείσα κερδαίνει τὰ τοῦ ἁρπαγος πράγματ τα, μὴ θελήσατα συζευχθῆναι νομίμως αὐτόν· ἐπε! τοι γε, εἰ θελήσει τοῦτο, δημεύεται ἤ τε αὐτῆς περιουσίᾳ καὶ ἡ τοῦ ἅρπαγος καὶ ἡ τῶν συναιρομένων ἐπὶ τῷ κακῷ, κἄν τε γονεῖς τούτων ώσι, κἄν τε ἀλλότριοι. Η αρπαγὴ μείζων ἐστὶ τῆς μοιχείας· καὶ ὁ ἄρο πάσας γεγαμημένην, ἢ παρθένον, ἐσχάτως τιμωρεῖ τα, καὶ ξένου κατηγοροῦντος, καὶ εἰ ὁ πατὴρ τῆς χάρης παρακληθείς συνεχώρησεν. Ἐὰν δοῦλος ἁρπαγὴν παρθένου καταμηνύσῃ, ἐλεύ θερος γίνεται, ἢ ἐὰν τὴν ἤδη συγχωρηθεῖσαν ἁρπα γὴν ἀπελέγξῃ. Ο δούλην άλλοτρίαν, πόρνην οὖσαν, ἁρπάζων ή κρύπτων, οὔτε ὡς κλέπτης, οὔτε ὡς ἀνδραποδιστής ἐνέχεται· οὐ γὰρ κλοπῆς, ἀλλ' ἡδονῆς χάριν τοῦτο πεποίηκε· πλὴν εἰς χρήματα ζημιοῦται παρὰ τοῦ ἄρχοντος, καὶ σωφρονίζεται. Ἡ δὲ ιζ' Ἰουστινιάνειος Νεαρὰ ἀπαγορεύει ὅρους ἀσυλίας φυλάττεσθαι τοῖς ἅρπαξι τῶν παρθένων, κ καὶ ζήτει ἐν τῷ ιγ' κεφ. του στοιχείου. ᾿Αλλὰ καὶ ἐν ταῖς ἡμέραις τοῦ Πάσχα οἱ τῶν παρ θένων άρπαγες ἐγκλείονται καὶ δεσμοῦνται· καὶ ζή τε; ἐν τῷ ζ' κεφ. τοῦ Π στοιχείου νόμου:. ΚΕΦΑΛ. ΙΔ'. Περὶ ἀῤῥενομανίας. Ο μέγας Βασίλειος, ἐν τῷ ζ' κανόνι, ἔτι δὲ καὶ τῷ ξβ', Ο τὴν ἀσχημοσύνην, φησὶν, ἐν τοῖς ἄῤῥεσι δια πραξάμενος, καὶ μετανοήσας, εἰς ιε' ἔτη τοῖς προσ ήκουσι τῆς μετανοίας ἐπιτιμίοις ὑποβαλλέσθω, καὶ μετὰ τοῦτο τῆς κοινωνίας ἀξιούσθω. Ο δὲ Νύσσης Γρηγόριος, ἐν τῷ γ' κανόνι, εἰς επ' ἔτη τὴν τούτων ἐπεκτείνει μετάνοιαν. Ὁ δὲ Νηστευτής Ιωάννης, Εἰ παιδίον, φησίν, ὑπό τινος ἀνδρὸς μολυνθείη, εἰ μὲν εἰς τοὺς μηρούς τὴν βοὴν δέξαιτο, προσφόρως ἐπιτιμώμενον, εἰς δεσ ρωσύνην ἐρχέσθω· εἰ δὲ εἰς ἀφεδρῶνα, μηδόλως ἱερατικοῦ ἀξιούσθω βαθμοῦ· εἰ γὰρ κἀκεῖνο οὐχ ἥμαρτε διὰ τὸ ἀνήλικον, ἀλλ' ὅμως τὸ σκεῦος αὐτοῦ ἐῤῥάγη, καὶ ἱερουργῆσαι αὐτὸν οὐκ ἐνδέχεται με μόλυται γάρ. Νόμος. Οἱ ἀσελγεῖς, ὅ τε ποιῶν καὶ ὁ πάσχων, ξίφει το μωρείσθωσαν, εἰ μὴ ἄρα ὁ πεπονθὼς ἐλάττων εξη τῶν ιβ' ἐτῶν· τότε γὰρ τὸ ἐνδεὲς τῆς ἡλικίας τῆς τοιαύτης αὐτὸν ἀπαλλάττει ποινῆς.
col. 1089–1090page 69 of 224
PG 144:1089ΚΕΦΑΛ. ΙΕ'. Περὶ ἀρχόντων, ὁποίους δεῖ εἶναι τούτους. Νόμοι. Δεῖ τὸν ἄρχοντα τὴν θείαν, ὡς οἷόν τε, φύσιν μια μεῖσθαι, καὶ εἶναι πρὸς ἅπαντα συμπαθῆ, ἀμνησίκακον, ἀνεξίκακον, ἀόργητον, ἀπροσωπόλητον, άδω ρωδόκητον, καὶ μὴ εὐχερῶς μηδὲ ἀνεξετάστως διαβολαῖς καὶ λοιδορίαις πείθεσθαι· ἐκ γὰρ τοῦ δουλεύειν τὸν ἄρχοντα τοῖς ἐναντίοις τῶν ἀπηριθμημένων ἀρετῶν πάθεσι, πολλοὶ πολλάκις ἀδίκως κινδυ γεύουσι. Τρία χαρακτηρίζει τὸν ἀληθῆ ἄρχοντα, τὸ ταπεινὴν πρὸς τοὺς ἀφιερωμένους Θεῷ, τὸ ἁπλοῦν ἐν ταῖς τραπέζαις καὶ εὐμετάβλητον, καὶ τὸ ἀπροσωπόλη στον ἐν ταῖς κρίσεσι καὶ ἀδωροδόκητον. Ὁ ἄρχων εὐέντευκτος ἔστω τοῖς προσιούσιν, ἀλλὰ μὴ εὐκαταφρόνητος, καὶ μὴ ἐξίσου ἀναστρε φέσθω τοῖς ἀρχομένοις, καὶ μὴ δηλούτω τῇ ὄψει ἐλεῶν ἡ ὀργιζόμενος· μετὰ φρονήσεως ἔστω πρὸς τοὺς συνηγόρους, καὶ μὴ δεχέσθω τοὺς κεκωλυμένους. Υπαρχει δὲ λέγονται οἱ τῶν ἐπαρχιῶν ἐξάρχοντες· ἔπαρχος δὲ, ὁ τῆς Κωνσταντινουπόλεως. ΚΕΦΑΛ. 14'. Περὶ τῶν ἐν ἀνέδρῳ γυναικῶν. Ὁ ἅγιος ἱερομάρτυς ᾿Αλεξανδρείας, ἐν τῷ β' και νόνι, τὰς ἐν ἀφέδρῳ οὖσας τῶν γυναικῶν κελεύει μὴ προσιέναι τῇ θείᾳ τραπέζῃ, μηδὲ τῶν ἀχράντων κοινωνεῖν μυστηρίων· οὐδὲ γὰρ ἡ αἱμορροούσα ψα σαι τοῦ Κυρίου τετόλμηκε, πλὴν τοῦ κρασπέδου τῶν αὐτοῦ ἱματίων· μεμνῆσθαι δὲ τοῦ Δεσπότου, καὶ βοηθείας δεῖσθαι τυχεῖν καθ' ἑαυτὰς, οὕτω διακειμένας, ἀνεπίφθονον· τοῖς δὲ τῶν ἁγίων 'Αγίοις, τῷ μὴ πάντη καθαρῷ, ἐπισφαλές προσιέναι καὶ ἐπικίνδυνον ἐν ἀφέδρῳ δέ φησιν εἶναι τὰς ὑπὸ τῆς φύσεως τῶν ἐμμήνων ἐνοχλουμένας, παρὰ τὸ κεχωρῆσθαι αὐτὰς τῆς τῶν λοιπῶν ἕδρα;, ὡς ἀκαθάρτους· αἱ γὰρ τῶν 'Εβραίων γυναίκες, τοῦτο πάσχουσαι, ἐν ἰδίῳ τόπῳ καθήμεναι ἡσυχάζουσιν, ἕως ἂν ἡμέραι παρέλθωσιν ἑπτὰ, καὶ ἡ τῶν ἐμμήνων παύσηται φύσις· ἀλλὰ γὰρ αἱ τοιαῦται τὸ νῦν εἶναι, οὐχ ὅπως τοῦ θυσιαστηρίου, εἰς ὅπερ πάλαι ταύταις ἐφεῖτο εἰσέρχεσθαι, ἀλλὰ καὶ τοῦ νεώ, καὶ τοῦ πρὸ τοῦ νεώ τόπου ἐκβάλλονται. Καὶ ὁ ς' Τιμοθέου, Τάς οὕτως ἐχούσας τῶν γυ ναικῶν, πρὶν καθαρθῆναι, ἀθέμιτον, φησί, τῶν θείων κοινωνεῖν μυστηρίων. Νόμος. Η δὲ ιζ' Νεαρὰ τοῦ βασιλέως Λέοντος τοῦ σοφοῦ, 'υρίζομεν, φησί, περὶ τῶν τεκουσῶν γυναικῶν, αἱ τῇ φυσικῇ καθαίρεσθαι ειώθασι φύσει, ἑτέρας μὴ ἐπι κειμένης αὐταῖς ἐπικινδύνου ἀσθενείας, μέχρι μ' ἡμερῶν ὑπερτίθεσθαι, τὰς μὲν ἀτελέστους τὸ φώτι σμα, τὰς δὲ μεμυσταγωγημένας τὴν τῶν θείων μυ στηρίων μετάληψιν· νοσήματος δέ τινος αὐταῖς κατασκήψαντος, καὶ τὴν καταστροφὴν ἀπειλοῦντος τοῦ βίου, τὰς μὲν τοῦ φωτίσματος τὰς δὲ, τῶν ἁγιασμάτων εὐθὺς ἀξιοῦσθαι.
col. 1091–1092page 70 of 224
PG 144:1091υ ΚΕΦΑΛ. ΙΖ'. Περὶ ἀφηλίκων. Νόμος. Ὁ ἀφήλιξ ἐν τοῖς ἁμαρτήμασιν οὐ βοηθείται, οἷον κλοπὴν ἢ ζημίαν ποιήσας, κἂν μηδὲν εἰς αὐτὸν ἐν τεῦθεν περιέλθῃ. Ζήτει καὶ τὸ δ' κεφ. τοῦ παρόντος στοιχ. καὶ τὸ λγ' κεφ. τοῦ στοιχείου· ζήτει καὶ ἐν τῷ η' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΗ'. Περὶ ἀφορισμοῦ. ᾿Αλλὰ γὰρ καὶ ταῦτα συντεταχέναι τοῖς φθάσασι, τις ἂν φήσαιτο μὴ δεῖν, τὸν νοῦν προσέξων τοῖς για γνομένοις; φημὶ δὴ περὶ τῶν ὅσοις μὲν ὑπῆρξε τη χάριτι τῆς ἀληθείας ἀφωρίσθαι Θεῷ, τῇ δέ γε τονης α σφῶν προαιρέσει πρὸς τὰς φαύλας ἀπερρυηκότας τῶν πράξεων, καρπὸν ἐντεῦθεν ἐσχηκέναι, τὸ ἀφορισθῆναι Θεοῦ. Ὁ γοῦν ι' τῶν ἁγίων ἀποστόλων κανών, Ο τῷ ἀφωρισμένῳ τῆς κοινωνίας, φησιν, εὐχῆς κοινωνήσας, ἐν οἱῳδήποτε τόπῳ, καὶ οὗτος ἀφοριζέσθω γὰρ διαβέβληται τούτῳ, ἢ καταπεφρόνηται ὁ ἐκεῖνον ἐπιτιμήσας, οἷα μὴ καλῶς ἀφορίσας μηδὲ δικαίως ἁπλῶς μέντοι τοῖς ἐπιτιμηθεῖσιν ὁμιλεῖν οὐκ ἀπο εέργει. Καθαιρεθέντι δὲ κληρικῷ, καὶ μετὰ τοῦτο αὖθις ἱειουργήσαντι, τὸν συνευξάμενον κληρικὸν ὁ ια' τῶν αὐτῶν κανὼν καθαιρεί. 'Ο δὲ λβ', Ον ὁ ἴδιος ἐπίσκοπος τῆς κοινωνίας σφώρισεν, ἑτέρῳ δέχεσθαι μὴ ἐξέστω, φησίν· εἰ δὲ ὁ ἀφορίσας οἴχεται θανών, ὁ τὴν ἐκείνου προστασίαν διαδεξάμενος, τὰ κατ' αὐτὸν δοκιμάσας, ἢ ἀνεῖναι ἡ ἐπιτεἶναι τὸ ἐπιτίμιον ἐχέτω τὴν ἄδειαν, ἑτέρῳ δὲ οὐκ ἐφίησι τοῦτο δρᾷν, εἰ μὴ τῇ συνοδικῇ ἐξει τάσει, καὶ ζῶντος καὶ τετελευτηκότος τοῦ ἀφορά σαντος. Τὰ αὐτὰ καὶ ὁ θ' τῆς ἐν Καρθαγένη ψηφίζεται, ὅτι τὸν μὴ ἀσυντηρήτως, ἀλλ' ἀξίως τῶν ἀτοπημά των καθαιρεθέντα κληρικὸν ὁ δεξάμενος εἰς ἱερατικὴν κοινωνίαν, καθαιρεθήσεται· καὶ ὁ τῷ ἀφορισθέντι συνευξάμενος, τὰ ὅμοια αὐτῷ πείσεται. Τούτοις συνάδει καὶ ὁ ς' τῆς ἐν ᾿Αντιοχεία, κληρικοὺς τε καὶ λαϊκοὺς ἀφορισμοῦ καθυπαχθέντας δε σμοῖς παρὰ τῶν ἐπισκόπων, μὴ παρ' ἑτέρων λύεσθαι, πρὶν ἢ ἄν ὁ δεδεκὼς ἀντ, ἢ σύνοδος κοινὴ τὰ κατ' αὐτοὺς σκέψηται. Ὁ δὲ τῆς ἐν Σαρδικῇ ιγ', Τὸν ἀκοινώνητον γεν. μενον παρὰ τοῦ ἰδίου ἐπισκόπου πρεσβύτερον, ἢ διά κονον, ἢ ὅλως τοῦ κλήρου ἑτέρῳ ἐπισκόπῳ τὰ κατ' αὐτοὺς εἰδότι, εἰς κοινωνίαν μὴ ἐξεῖναι δέχεσθαι ὕβριν γὰρ τοῦτο φέρει τῷ ἀφορίσαντι. Ὁ δὲ ιδ', Εἴ τινα τῶν τοῦ κλήρου, θυμού ήττη θεὶς ὁ ἴδιος ἐπίσκοπος πρὸς ὀργὴν ἀφορίσει, ὅπερ οὐκ ἔδει, οὐ χρὴ, φησὶν, ἀθρόον τὸν τοιοῦτον τῆς κοι νωνίας χωρίζεσθαι, ἀλλ' ἀφικνεῖσθαι πρὸς τὴν τῆς επαρχίας μητροπολίτην, ὑφ᾽ ἂν ὁ ἀφορίσας τελεῖ, καὶ τὴν αἰτίαν τοῦ ἀφορισμοῦ πρὸς αὐτοῦ ἐξετάζεσθαι, μὴ δυσχεραίνοντος παρὰ τοῦτο τοῦ ἐπισκόπου· ού τω γὰρ ἡ βεβαιωθήσεται αὐτοῦ ἡ ἀπόφασις, ή, μὴ καλῶς ἔχοντα, διορθωθήσεται· πρὸ μέντοι γε τῆς
col. 1093–1094page 71 of 224
PG 144:1093τελείας διαγνώσεως, οὐ δέον ἀνέδην προσιέναι τον ἐφορισθέντα τῇ κοινωνίᾳ, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν κληρικῶν τὸ προσῆκον νέμοντας σέβας τῷ ἐπισκόπῳ, ὥς γε δὲ καὶ οὗτος αὐτοῖς τὰ τῆς ἀγάπης δίκαια, ἐπιπλήττειν τῷ ἐπιτιμηθέντι πρὸς τὴν ἐπιτιμίαν ἀφηνιάζοντι, μέχρις ἂν ἡ ἐξέτασις τὸ δέον ἐπ' αὐτῷ ψηφίσηται· ὁ δὲ προστίθησιν ὁ κανών, τὸ μή, ἐνδημοῦντος τοῦ οἰκείου μητροπολίτου, ἀνατιθέναι τὰ τῆς ὑποθέσεως τῷ πλησιοχώρῳ, τὸ πολιτευόμενον τανῦν ἔθος οὐ προσίεται. Τούτῳ συνάδει καὶ ὁ τῆς ἐν Καρθαγένῃ ρλθ'. Εί τις γὰρ, φησί, τῶν ἐπισκόπων, ὀργίλος ῶν, ὅπερ οὐκ ἔδει, τραχέως κινηθεὶς ἐξέωσέ τινα τῶν ὑπ' αὐτ τὸν κληρικῶν καὶ τῆς ἐκκλησίας, καὶ τῆς κοινωνίας, προνοητέον μήπως ἀδίκως ὁ ἐπιτιμηθεὶς ἐκβέβληται· ἄδειαν τοιγαροῦν ἐχέτω τοῖς ὁμόροις προσιέναι τῶν ἐπισκόπων, παρ᾽ ὧν καὶ τὰ τῆς αἰτίας ἀκριβεῖ δοθήτω βασάνῳ· ἀλλὰ καὶ τὸν ἐπίσκοπον πράως δεῖ φέρειν καὶ ἱλαρῶς τὴν ἐξέτασιν, καὶ ταῖς τῶν πλειο των προσηνῶς τίθεσθαι ψήφοις, ὑφ᾽ ὧν ἡ κυρία ή ἄχυρος ἡ αὐτοῦ γνώμη γενήσεται. Ὁ δὲ ε' τῆς πρώτης συνόδου, Χρὴ μὲν, φησί, κατὰ τῶν γενομένων ἀκοινωνήτων, παρὰ τῶν καθ᾽ ἐκά στην επαρχίαν ἐπισκόπων, εἴτε τοῦ κλήρου εἶεν, εἴτε τοῦ λαοῦ, τὸν διαγορεύοντα κρατεῖν κανόνα, τοὺς παρ' ἐνίων ἀποβληθέντας, ἑτέροις προσιτοὺς μὴ εἶναι • προνενοηκέναι μέντοι γε δεῖ, μὴ ἄρα μικροψυχία, η φιλονεικία, ἢ ἀηδία, ἡ ἑτέρᾳ οἱᾳδήτινι ἐμπαθείᾳ τοῦ ἐπισκόπου, ἀποσυναγώγους συμβεβήκει τοὺς ἀνθρώπους γενέσθαι· ταύτῃ τοι καὶ παρὰ ταῖς ἑτησίως γινομέναις συνόδοις ἐξετάσει τὰ κατ' αὐτοὺς δίδοσθαι, καὶ ἢ τὸν ἀφορίσαντα παραλόγως εὐλόγως εὐθύνεσθαι, ἢ τὸν παραλόγως δυσχεραίνοντα τῷ ἀφωρίσθαι, εὐγνωμόνως τὴν ἐπιτιμίαν δέχεσθαι. Ἀλλὰ καὶ ὁ δὲ τῆς ἑβδόμης συνόδου, "Ο αἰσχροκερδῶς, φησίν, εἰσπράττων ἐπίσκοπος τοὺς ὑπ' αὐ τὸν ἐπισκόπους, ἢ κληρικούς, ἢ μοναχούς, χρυσόν, Η άργυρον, ἢ οἱονδήποτε εἶδος, προφασιζόμενος προ φάσεις ἐν ἁμαρτίαις, μὴ τοῖς θείοις δηλαδὴ ἐμπε ριειλημμένας κανόσι, καὶ τοὺς μὴ ῥᾳδίως πορίζοντας τὸ ἐπιταχθὲν ἀφορισμῷ ἀμυνόμενος, ἢ δι' ἑτέραν ἐμπάθειαν τῆς λειτουργίας ἀπείργων τινὰ τῶν ὑπ' αὐτὸν κληρικῶν, ἢ σεπτὸν κλείων ναὸν, ὥστε τὰς ἐν ἔθει τοῦ Θεοῦ λειτουργίας ἐν αὐτῷ μὴ τελεῖσθαι, εἰς ἀναίσθητον τὴν ἑαυτοῦ μανίαν ἐκπέμπων, ἀναίσθητος ὄντως ἐστί, φησὶ, καὶ ταῖς αὐταῖς ὑποπεσεῖται ποιναῖς, ὁ μὲν ἐπίσκοπος παρὰ τοῦ μητροπολίτου ἀφοριζόμενος, ὁ δὲ παρὰ τοῦ παι τριάρχου ευλόγως υφιστάμενος ο παραλόγως ἑτέροις ἐπήνεγκε. ή Παῦλος γοῦν ὁ θεῖος ᾿Απόστολος, οἱονεὶ κανόνα τιθεὶς, τοῖς Ἐφεσίων είρηκε πρεσβυτέροις· Αργυ ρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα, καὶ τὰ ἑξῆς· καὶ αὖθις· Οὐκ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. ᾿Αλλὰ καὶ Πέτρος, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρό της, ο Ποιμαίνετε, φησί, τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως, κατὰ Θεόν μὴ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μὴ ὡς κατακυ
col. 1095–1096page 72 of 224
PG 144:1095ριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι του ποιμνίου. Οὐ γὰρ ὡς δούλοις καὶ ὑπηρέταις χρή σθαι τοῖς κληρικοῖς, ἀλλὰ χωρὶς ἐμπαθείας καὶ ἀνάγκης κελεύει ποιμαίνειν τούτους καὶ διορθοῦσθαι, Ο δὲ κθ' τῆς ἐν Καρθαγένῃ, Ο διὰ ῥᾳθυμίαν, φησίν, ἤτοι πλημμέλειαν τῆς κοινωνίας ἀφορισθεὶς, εἶτ' οὖν ἐπίσκοπος, εἴτε οιοσδήποτε κληρικός, εἰ καὶ ἀναξιοπαθεῖν οἷοιτο, οὐ χρὴ κατολιγωρεῖν αὐτὸν τῆς ἐπιτιμίας, μέχρις ἂν κρίσει τὰ κατ' αὐτὸν δού τελειοτέρα· πρὸ δέ γε τῆς ἐξετάσεως, εἰ κοινωνήσει τινι φοραθείη, οὐκ ἂν φθάνοι κατ' αὐτοῦ αὐτὸς τὴν ψῆφον ἐπενεγκών της τελείας καθαιρέσεως. Θεόδωρος Βαλσαμών, "Οτι οὐ δεῖ δίχα εὐλόγου αἰτίας ἀφορίζειν τινά. Ἐκ τούτου φασί τινες, ὡς ὁ μὲν δι' αἰτίαν ἀφοῦ ριζόμενος, τοῖς θείοις ἀπειρημένην κανόσι, δι᾿ ἀπό γιστον μέντοι τοῦ ἀφορίσαντος θέλημα, ἀκινδύνω; καταφρονήσει τοῦ ἀφορισμοῦ, καὶ μᾶλλον ὁ ἀφορίσας ὑπόδικος ἔσται κολάσει· εἰ γὰρ εὐκαίρως ἢ ἀκαίρως ἄδεια δοθείη τῷ ἐπισκόπῳ κληρικούς τε καὶ λαϊκοὺς ἀφορίζειν, καὶ πρὸς ἀνάγκην ἔχειν τοὺς έπιτιμωμένους τὸν ἄκαιρον ἀφορισμὸν δεδιέναι καὶ φυλάττειν, κἂν τυραννίδος κατατολμήσαιεν οἱ ἐπίσ σκοποι, καὶ τῆς εὐσεβείας κατορχήσαιντο, καὶ πολ λῶν κακῶν γένοιντο οἱ θεῖοι κανόνες παραίτιοι, όπερ ἀτοπίας οὐδεμίαν ὑπερβολὴν καταλείπει· διά του τοῦτο, καὶ μετὰ προσδιορισμοῦ, Εἰ διὰ ῥαθυμίαν ἀφώρισταί τις, φησὶν ὁ κανών, δι' ἁμάρτημα τυχόν, ὅπερ οἱ θεῖοι κανόνες ἀπαγορεύουσι. Τοῦτο καὶ ὁ θεῖος Διονύσιος ὁ ᾿Αρειοπαγίτης ἐν ἐπιστολῇ λέγει· Οὐ γὰρ ἕλκεται τὸ θεῖον ταῖς τῶν ἱερέων παραλόγοις ὁρμαῖς. Ὁ δὲ με' αὐτῆς τὸν ἐν ᾿Αφρικῇ τῆς κοινωνίας ἀφορισθέντα κληρικὸν, εἰ εἰς τὴν Ῥώμην περαιωθείς ἱερουργῆσαι τολμήσειε πρὸ τελείας τῆς ἐπ' αὐτῷ κρίσεως, τελείᾳ καθυποβάλλει τῇ καθαιρέσει. Ὁ δὲ ρλβ', ἔτι δὲ καὶ ὁ ρλγ', Ο λέγων, φησίν, επίσκοπος, ὡς ἐξομολογηθείη τις αὐτῷ πταίσμα, οἷον τῆς κοινωνίας αὐτὸν ἐκβαλεῖν, ὁ δὲ διατείνεται μηδέποτε τοιοῦτό τι τούτῳ προσαναθεῖναι, οὐ πιο στευθήσεται μόνος, κατὰ τοῦ δῆθεν ἐξομολογησαμέν νου μαρτυρῶν ὁ ἐπίσκοπος, οὐ μὴν ἀλλὰ καὶ συγκα νωνεῖν ἐκείνῳ ἀναγκασθήσεται· εἰ δὲ δεινοπαθών τὴν συνείδησιν, καὶ σκανδαλιζόμενος ἐπ' αὐτῷ, οὐκ οἴεται δεῖν εἰς κοινωνίαν προσίεσθαι, ἐφ' ὅσον χρόνον οὐ κοινωνεῖ τῷ ἀφορισθέντι, μηδὲ οἱ ἄλλοι τούτῳ ἐπίσκοποι κοινωνείτωσαν· ὥστε μᾶλλον παραφυλάττεσθαι τὸν ἐπίσκοπον, μὴ λέγειν κατά τινος περ ἀποδείξεσιν ἐλέγξαι παρ' ἑτέροις οὐ δύναται. Ζήτει καὶ ἐν τῷ θ' κεφ. τοῦ παρόντος στοιχείου κανόνας ἀποστολικούς ιμ', ιγ', ις', καὶ ἐν τῷ ιβ' κεφ. τοῦ Π στοιχείου, κανόνας τῆς ἐν Νεοκαισαρεία συνόδου θα καὶ ι' καὶ Θεοφίλου γ'. Νόμοι. Ἡ δὲ Ἰουστινιάνειος Νεαρά, Πᾶσι, φησί, τοῖς ἐπισκόποις καὶ πρεσῆυτέροις ἀπαγορεύομεν χωρίζειν
col. 1097–1098page 73 of 224
PG 144:1097Β. τῆς ἁγίας κοινωνίας, πρὶν ἂν ἡ αἰτία δειχθῇ, δι᾿ ἣν οἱ ἐκκλησιαστικοί κανόνες τοῦτο γίνεσθαι κελεύουσιν. Εἰ δέ τις παρὰ ταῦτα τῆς ἁγίας κοινωνίας χω ρίσει τινά, ἐκεῖνος μὲν, ὃς ἀδίκως τῆς κοινωνίας ἐχωρίσθη, λυόμενος του χωρισμοῦ ὑπὸ τοῦ μείζονος ἱερέως, τῆς ἁγίας ἀξιούσθω κοινωνίας· ὁ δὲ ἀδίκως τινὰς ταύτης χωρίσαι τολμήσας, ὑπὸ τοῦ ἱερέως, ὑφ' ὂν τέτακται, χωρισθήσεται τῆς κοινωνίας, ἐφ' ὅσον ἂν χρόνον ἐκεῖνος συνίδῃ, ἵνα, ὅπερ ἀδίκως ἐποίησε, δικαίως ὑπομείνῃ. Οὐ δεῖ τοὺς ἐπισκόπους ἢ κληρικοὺς ἀναγκάζειν τινὰς καρποφορεῖν ἢ ἀγγαρίας διδόναι, ἢ τοὺς μὴ οὕτω ποιοῦντας ἀφορίζειν, ἢ ἀναθεματίζειν, ἢ μὴ ειδέναι κοινωνίαν, ἢ μὴ βαπτίζειν· ἀθέμιτον γάρ. ΑΡΧΗ ΤΟΥ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ τοῦ ἁγίου βαπτίσματος. Ἀλλὰ γὰρ ἐπὶ τὸ ἑξῆς ἤδη μετιόντες στοιχεῖον, τὰ περὶ τοῦ ἁγίου βαπτίσματος προύργου οἶμαι δι εξιέναι. ϋ μζ' τῶν ἁγίων ἀποστόλων κανὼν τὸν μὲν τοῦ ἀληθοῦς ἠξιωμένον βαπτίσματος, ὡς τὸ τοῦ Κυρίου ἐπίταγμα καὶ ἡ τῶν ἀποστόλων ἔχει παράδοσις, μὴ ἀναβαπτίζειν κελεύει· τὸν δέ γε δυσσεβῶς πρὸς τῶν ἀσεβῶν μολυνθέντα μᾶλλον ἢ βαπτισθέντα, μηδὲν ἐπιδοιάζοντας ἀναβαπτίζειν. Εἰ δὲ τὸ μὲν ἀληθινὸν ήδη βαπτισάμενος ἔτυχε, πρὸς δὲ τῶν ἀσεβῶν μεμή λυνται ὕστερον, μύρῳ χρίεσθαι μόνον· καὶ τοῦτο γὰρ μέρος εἶναι πιστεύεται τοῦ θείου βαπτίσματος· τοῦ δὲ μὴ οὕτω ποιοῦντος, εἶτ᾽ οὖν ἐπισκόπου, είτε πρε σβυτέρου, τελείαν καταψηφίζεται την καθαίρεσιν, ὡς ἐγγελῶντος τὸν σταυρὸν τοῦ Κυρίου, καὶ τὸν σω τήριον αὐτοῦ διακωμῳδοῦντος θάνατον. Φησὶ γὰρ ὁ θεῖος Απόστολος· Εκουσίως ἁμαρτανόντων ἡμῶν μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρ τιῶν ἀπολείπεται θυσία, ἤτοι διὰ βαπτίσματος κάθε αρεις· εἷς γὰρ ὁ τοῦ Χριστοῦ θάνατος, καὶ ἐν τὸ καθαρτήριον βάπτισμα. Τὰ αὐτὰ καὶ ὁ τῆς ἐν Καρθαγένη συνόδου να δια τάττεται. Ὁ δὲ μθ' αὖθις τῶν ἁγίων ἀποστόλων εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βαπτίζειν κατὰ τὸ τοῦ Κυρίου παρεγγυάται λόγιον, ἀλλὰ μὴ εἰς τρεῖς ἀνάρ χους, ἢ τρεῖς υἱοὺς, ἡ τρεῖς παρακλήτους. Εἷς γὰρ ὁ ἄναρχο; Πατὴρ, διὰ τὸ ἀναίτιον, καὶ εἷς ὁ Υἱός, διὰ τὴν ἄῤῥητον γέννησιν, καὶ εἷς ὁ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὴν ἐκ τοῦ ἀγεννήτου ἐκπό ρευσιν. Οἱ δὲ μὴ οὕτω ποιοῦντες, ἐπίσκοποι ἢ πρε σβύτεροι, ἐπιτιμίαν υφίστανται τὴν καθαίρεσιν. Ο δέ γε ν', μια βαπτίσματα μιας μυήσεως ἐπι τελεῖν, τρεῖς δηλαδή καταδύσεις ἐν ἑνὶ βαπτίσματι, καὶ ἑκάστῃ τῶν καταδύσεων ἓν ὄνομα τῆς ἁγίας ἐπι λέγειν Τριάδος· ἀλλὰ μὴ ἓν βάπτισμα εἰς τὸν θάνα τον τοῦ Κυρίου διδόμενον, ἤτοι ἅπαξ καταδύειν τὸν βαπτιζόμενον, καὶ εἰς μίαν κατάδυσιν τὸν τοῦ Κυ μίου ἐπιφημίζειν θάνατον, ὡς ἡ παραπληξίας γέ μουσα τῶν Εὐνομιανῶν αἵρεσις υποτίθεται· ἧς καὶ ὁ ζ' τῆς β' συνόδου κανὼν μέμνηται. Οὐ γὰρ εἶπεν ὁ

Beginning of Letter BInitium Litterae B

col. 1099–1100page 74 of 224
Initium Litteræ B
PG 144:1099Κύριος, Εἰς τὸν θάνατόν μου βαπτίσατε, ἀλλὰ, απο ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Τὸν δὲ μὴ οὕτω ὁρῶντα, ἐπί σκοπον ἢ πρεσβύτερον, τῇ ἀφαιρέσει ζημιοί τῆς ἱερωσύνης. Ζήτει καὶ ἐν τῷ β' κεφ. τοῦ στοιχείου τὸν ζ' κανόνα τῆς β' συνόδου, ἀφ' οὗ δὴ καὶ εἴση σα φῶς, τίνας δεῖ ἀναβαπτίζειν, καὶ τίνας μόνῳ χρίειν τῷ θείῳ μύρῳ. Ο δὲ τῆς ἐν Λαοδικείᾳ μη' καὶ τῷ ἐπουρανίῳ χρίεσθαι μύρῳ τοὺς φωτιζομένους θεσπίζει· τοῦτο γὰρ ταῖς εὐχαῖς καὶ τῇ ἐπικλήσει τοῦ ἁγίου Πνεύ ματος ἁγιαζόμενον τοὺς χρισμένους ἁγιάζει, καὶ μετόχους τῆς ἐπουρανίου τοῦ Χριστοῦ βασιλείας καθίστησιν, εἰ μὴ τὸ τοῦ βίου Αμελημένον, καὶ ἡ τῶν ἔργων φαυλότης ἡμᾶς ταύτης αλλοτριώσειεν. Τύπον δέ τινες φέρειν φασὶ τὸ ἅγιον μύρον του παρὰ τῆς πόρνης ἐπιχεθέντος τῷ Ἰησοῦ μύρουδή λωσις γὰρ ἦν κἀκεῖνο καὶ τοῦτο ταφῆς καὶ ἀναστάσεως. Ο δὲ λα' τῆς ς' συνόδου, ἔτι δὲ καὶ ὁ νθ', ἀλλὰ καὶ ὁ τῆς λεγομένης πρώτης καὶ δευτέρας συνόδου 19', μια καθαιροῦσι ψήφῳ τὸν παρὰ γνώμην τοῦ ἐγχωρίου ἐπισκόπου βαπτίζοντα ἱερέα ἐν εὐκτηρίῳ ἔνδον οἰκίας τυγχάνοντι. 'Ο δὲ οη' αὖθις τῆς ς' συνόδου, καὶ ὁ τῆς ἐν Λα δικείᾳ μς' τὸν πρὸς τὸ σωτήριον ἑτοιμαζόμενον βά πτισμα τὸ τῆς πίστεως πρότερον ἐκμανθάνειν μυ στήριον ἐπισκήπτουσι, καὶ τῇ ε' ἡμέρᾳ τῆς ἑβδομάδος ἑκάστης, τῷ ἐπισκόπω, ἢ τῷ πρὸς αὐτοῦ ἐπιτετραμμένῳ κατηχεῖν αὐτὸν πρεσβυτέρῳ, ἀπαγγέλλειν & μεμαθήκει τῆς ἑβδομάδος, ἵνα μὴ βαπτισάμενος, καὶ τῇ μυήσει τοῦ καθ' ἡμᾶς μυστηρίου ἀσφαλῶς ἱδρυμένος μὴ εὑρεθείς, αἱρετικοῖς λόγοις καὶ νόθοις ὑποσυρῇ. ῾Ο δὲ τῆς αὐτῆς ἐν Λαοδικείᾳ μὲ τὸν μὴ κατὰ πᾶσαν τὴν ἁγίαν τεσσαρακοστὴν διὰ νηστείας καὶ λοιπῆς ἀσκήσεως προκαθαρθέντα οὐκ ἐφίησι κατὰ τὸ μέγα βαπτίσασθαι σάββατον· νόμος γὰρ ἦν τῇ Εκκλησίᾳ ἐν τούτῳ τοὺς πλείους τῶν κατηχουμένων βαπτίζειν· διότι τὸ βάπτισμα την ταφήν ζωγραφεί καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου· κἀκεῖνο τὸ σάββατον μεθόριόν ἐστι τῆς ταφῆς καὶ τῆς ἀναστάσεως. «Οποι γάρ, φησὶν ὁ ᾿Απόστολος, ἐβαπτίσθημεν, εἰς τὸν θάνατον τοῦ Κυρίου ἐβαπτίσθημεν·» καὶ αἱ τρεῖς γὰρ καταδύσεις τὴν τριήμερον αὐτοῦ ταφὴν καὶ ἀνά στασιν ὑπεμφαίνουσιν. Εἰ δέ τις νοσήσας, ὁ μζ' φησὶ, καὶ ἐν χρόνῳ κιν δύνου γενόμενος, τοῦ θείου ἀξιωθείη βαπτίσματος, πρὶν τὰ τῆς εὐσεβείας κατηχηθῆναι, ῥαῖσας τῆς νό σου, μανθανέτω τῆς πίστεως τὸ μυστήριον, καὶ ὅπως χάριτι καὶ δωρεᾷ, μηδὲν προεισενεγκάμενος, τῆς τῶν ἁμαρτημάτων ἐνοχῆς ἀφεθείη, ἐπιγνώσεώς τε ἀξιω θείη τοῦ ἀληθινοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος. 'Ο δὲ τῆς ἐν Νεοκαισαρείᾳ ιβ' τὸν διὰ νόσον βα πτισάμενον, καὶ ἐξάντη ταύτης γενόμενον, ἱερᾶσθαι οὐκ ἐπιτρέπει, οἷα μὴ προαιρέσει τὸ ἀγαθὸν, ἀλλ' ὑπ' ἀνάγκης ἴσως ἑλέμενον, τὸν φιλήδονον βίον μετ ταδιώκοντα πρότερον καὶ φιλόσαρκον, εἰ μήπου διά
col. 1101–1102page 75 of 224
PG 144:1101τὴν εἰσέπειτα περὶ τὴν πίστιν σπουδήν καὶ τὴν τῶν Λ; ἀνθρώπων σπάνιν συγκατάβασις γένοιτο. Ο δὲ τῆς ἐν Καρθαγένη με βαπτίζειν ἀπείρηκε τὸν νήσοις ἢ ἑτέροις συμπτώμασι τὸ ὑγιὲς ἀφῃρημένον τοῦ νοῦ· εἰ μὴ ῥαΐσας μικρὸν, τὴν ὑπὲρ τῆς πίστεως προαίρεσιν καὶ τὸν προσήκοντα πόθον ση μήνεις τῇ φωνῇ. Εἰ δὲ πρὸ τῆς ἀσθενείας μαρτυρης θείη τὸ βάπτισμα ἐπιζητῶν, καὶ δι᾿ αἰτίας τινας ὑπερτιθέμενος, ἀναμφιβόλως βαπτισθήσεται. Ζήτει καὶ ἐν τῷ α' κεφ. τοῦ στοιχείου κανόνα ιβ' τῆς ἐν Αγκύρα συνόδου. Ο δὲ ς' τῆς ἐν Νεοκαισαρεία συνόδου τῶν γυναικῶν τὰς ἐγκύμονας οὐκ ἀπείργει βουλομένας βαπτίσα σται. Οὐ γὰρ κοινωνεῖ ταύταις τοῦ φωτίσματος καὶ ς» ἔμβρυον, μήπω παρὰ τῆς φύσεως δεξάμενον τὴν τοῦ ἀγαθοῦ προαίρεσιν καὶ τοῦ χείρονος, οὐδ' οἷόν τε ταῦτα περιεργάσασθαι ὅπως ἔχουσι διαθέσεως· τὰ δέ γε νήπια, διὰ τῶν ἀναδόχων κατατιθέμενα, καὶ ἔργοις αὐτοῖς φωτιζόμενα, τῆς θείας κοινωνοῦσιν ἐλλάμψεως. Ὁ δὲ ς' τοῦ Τιμοθέου Αλεξανδρείας. Η κατηχουμένη γυνή, φησὶ, εἰ κατὰ τὴν ἡμέραν ἐν ᾗ βαπτισθῆναι προέθετο, τὰ κατ᾽ ἔθος αὐτῇ συμβαίη, εἰς τὴν ἐπιοῦσαν ὑπερτιθέσθω τὸ φώτισμα. Ὁ δὲ α' αὐτοῦ, Εἰ παιδίον, φησί, κατηχούμενον, ἢ καὶ ἀνὴρ τῆς ἱερᾶς τελουμένης θυσίας, προσελθών ἀπονήρως, τῶν θείων μεταλήψεται δώρων, ἀγνοοῦν τις τοῦ ἱερέως εἶναι τοῦτον κατηχούμενον, εὐθὺς βαπτιζέσθω· ὑπὸ γὰρ τοῦ Κυρίου προσκέκληται. Ο δὲ κ' τοῦ μεγάλου Βασιλείου, Τάς αἱρετικὰς γυναῖκας καὶ μήπω τοῦ θείου ἠξιωμένας βαπτίσμα *ς, ἀλλ' ἐν τῇ τῶν κατηχουμένων τάξει παραμενούσας εἰσέτι, εἰ παρθενίαν ὁμολογήσαιεν, εἶτα ἀνδράσιν ἑαυτὰς ἐκδοῖεν, μὴ καταδικάζεσθαι ὡς ψευσαμένας τὴν ὁμολογίαν. "Οσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· βαπτισάμεναι γὰρ τῶν πρὸ τοῦ βαπτίσματος σφαλμάτων ἁπάντων συγχώρησιν ἔχουσιν, ἐπεὶ καὶ σύμπαντες οἱ πιστεύσαντες καὶ βαπτισάμε και οὐδ᾽ ἡντιναοῦν ὑπέχουσι δίκην ἀνθ' ὧν πρὸ τοῦ βαπτίσματος ημαρτον· ταῦτα γὰρ τὰ πρεσβεῖα καὶ ἐξαίρετα τῆς πνευματικῆς ἀναγεννήσεως. Ο δὲ δ' τοῦ Θεοφίλου 'Αλεξανδρείας, περί τινος τῇ ἰδίᾳ συμφθαρέντος ἀδελφιδῇ, Εἰ μὲν πρὸ τοῦ βασ πτίσματος, φησί, ταύτῃ ἐμίγνυτο, καὶ μετὰ τοῦτο ταύτης ἀπέσχετο, μενέτω διάκονος· τὸ γὰρ ἅγιον βάπτισμα τα πρώην αὐτοῦ ἐκαθάρισεν ἁμαρτήματα εἰ δὲ μετὰ τὸ βάπτισμα ἔσχε ταύτην, ἐκβληθήτω τοῦ κλήρου· τῷ δὲ ἐξ ἀγνοίας αὐτὸν χειροτονήσαντι οὐδὲν βλάβος ἐκ τούτου γενήσεται. Ὁ δὲ δ' τοῦ ἁγίου Κυρίλλου κανών, Κἂν χωρι σμίν, φησίν, ὑπομείνωσί τινες τῶν κατηχουμένων, πταισμάτων ἕνεκεν ἐπιτιμηθέντες, καὶ μέλλωσι τε λευτάν, βαπτιζέσθωσαν, καὶ μὴ ἀμέτοχοι τῆς χάρι τος τῶν ἀνθρωπίνων ἀποδημείτωσαν. Ο δὲ β' τοῦ Τιμοθέου Αλεξανδρείας κατηχούμε του δαιμονῶντα, πρὶν ἢ τοῦ ἀκαθάρτου δαίμονος καθαρθῆναι, κωλύει βαπτίζεσθαι· ἀθέμιτον γὰρ τὸν παρασχόντα ἑαυτὸν τῷ πονηρῷ δαίμονι εἰς ἐνοίκησιν τῇ πρὸς τὰ φαύλα ῥοπῇ, καὶ τὸ φῶς τοῦ ἁγίου Πνεύ
col. 1103–1104page 76 of 224
PG 144:1103ματος ὑποδέχεσθαι, μή τελέως ἀπαλλαγέντα τοῦ σκοτεινοῦ καὶ πονηροῦ πνεύματος· εἰ δὲ καὶ ἡ τε λευτή τούτῳ ἐπισταίη, κελεύει βαπτίζεσθαι, ἵνα μὴ κενὸς ἐξέλθοι τοῦ βίου, τὸ ἐφόδιον μή τῆς θείας φέρ ρων χάριτος. Ο δὲ δ', Εἰ καὶ μὴ ὑπὸ δαίμονος, φησὶν, ὁ κατο ηχούμενος ἐνοχλεῖται, ἀλλ᾽ ὑπὸ νόσου τῶν φρενών ἐξεκρούσθη, ὡς μηδὲ ἀποκρίνεσθαι οἷός τε εἶναι, ἀφηρημένος καὶ τὴν φθογγὴν, ἀλλ' ἐπεὶ φθάσας ἔδει ξεν ἐκ προαιρέσεως τὴν πίστιν ἀσπάζεσθαι, ἑκὼν εἰς τοὺς κατηχουμένους καταλεγείς, ἀναμφιβόλως βαπτισθήσεται. Ο δὲ τῆς ἐν Καρθαγένῃ ρθ' καὶ ὁ ρι' ἀνάθεμα κατεψηφίσαντο τῶν λεγόντων, ὅτι θνητὸς ἐξ ἀρχῆς ὁ ᾿Αδὰμ ἐπλάσθη, καὶ τεθνήξεσθαι ἔμελλε, και εξ μὴ παρέβη τὴν ἐντολὴν, καὶ οὐχὶ διὰ τὴν ἁμαρτίαν ὑπεισῆλθεν ὁ θάνατος. Η γὰρ Εκκλησία ούτε θνητὸν αὐτὸν δοξάζει πλασθῆναι παρὰ Θεοῦ, οὔτε ἀθάνατον, ἀλλὰ μέσον μεγέθους καὶ ταπεινότητος, δεκτικὸν δηλαδὴ τὸν αὐτὸν ἀμφοτέρων, ὡς ὁ τῆς θεολογίας ἐπώνυμος ἔφη, ἢ ὡς μετέχοντα καὶ τοῦ μεγέθους τῆς νοερᾶς φύσεως, καὶ τῆς ταπεινότητος τῆς αἰσθη τῆς φύσεως. Ψυχὴ γὰρ ἀνθρώπου διὰ τοῦ θείου ἐμφυσήματος τὸ εἶναι λαβοῦσα, μείζων τοῦ πηλίνου τούτου καθέστηκε σώματος· δῶρον δὲ εἰληρὼς καὶ τὸ αὐτεξούσιον, καὶ τὰ τῆς κακίας ἀντὶ τῆς ἀρετῆς ἑλόμενος, τὸν θάνατον Αλλάξατο τῆς ζωῆς. Ἐπειδὴτοίνυν «δι' ἑνὸς τοῦ παραβεβηκότος ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, ὡς εἴρηκεν ὁ ᾿Απόστολος, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀν θρώπους ὁ θάνατος διῆλθεν, ν ὥσπερ τις κλῆρος δη λαδή πατρῷος διαβὰς ἐπὶ τοὺς ἐγγόνους. «Εφ᾽ ᾧ γάρ πάντες, φησίν, ήμαρτον, ο οὐδὲ τὰ νήπια τῆς τοῦ Αδάμ ἄρα ἁμαρτίας ελεύθερα, ὡς τῆς συλλήψεως αὐτῶν ἐν ἀνομίαις γινομένης· ἐξ ἡδονῆς γὰρ ἡ συν ἀφεια καὶ ἡ ἑπομένη σύλληψις, καὶ εἰ μὴ ὁ νόμος ἐπεκούρει τῷ γάμῳ, ἁμαρτία ἂν ἐλογίζετο, φιληδονίας σαφῶς καὶ ἐρέξεως σαρκικῆς κινούσης εἰς αὐτ τὸν, κἂν διὰ παιδοποιίαν γίνηται. Εἰ οὖν αἰτίαν ἔχει τῆς σαρκὸς τὴν ἐπιθυμίαν τῶν ἀνθρώπων ἡ γένεσις, οὐκ ἐλεύθερα καὶ τὰ νεογνὰ τῆς προγονικῆς ἁμαρ τίας, ἣν καθαρθῆναι δεῖ τῷ θείῳ τῆς παλιγγενεσίας λουτρῷ. Εἰ γὰρ καὶ ἀναισθήτως τῷ ἀτελεῖ τῆς φύσ σεως ἔχει τὰ νήπια, ἀλλὰ παρὰ τὴν πίστιν τῶν προς αγόντων τὸν φωτισμὸν τοῦ Πνεύματος δέχεται, καὶ τούτου τὰς πίστεις φθάσας ἐναργῶς παρέσχεν ὁ Κύ ριος, ἡνίκα διὰ τὴν ἑτέραν πίστιν, ἑτέρους τὴ φρο νεῖν ὑπὸ νοσημάτων ἀφηρημένους, οὐ μόνον σωματ τικῆς, ἀλλ᾽ ἤδη καὶ ψυχικῆς ἀρρωστίας μετὰ πολλοῦ τοῦ περιόντος ἀπήλλαττε. Χρὴ τοίνυν καὶ ταῦτα εἰς ἄφεσιν βαπτίζειν ἁμαρτιῶν· τὴν δὲ μὴ οὕτω κα φρονοῦντα καὶ ὁρῶντα, ἀλλὰ πλαστὸν οἰόμενον καὶ οὐκ ἀληθῆ τὸν εἰς ἄφεσιν ἁμαρτιῶν ἐπὶ τῶν νηπίων τοῦ βαπτίσματος τύπον, τοῦ ἀναθέματος ἀξιοῦσιν. Ὁ δὲ ρια', Η διὰ τοῦ βαπτίσματος, φησί, χορη γουμένη χάρις ἡμῖν, οὐ μόνον τῶν ἡμαρτημένων ἄγεσιν, ἀλλὰ καὶ δύναμιν ἐνίησιν εἰς τὸ μηκέτι ἁμαρτάνειν ἡμᾶς, εἰ μὴ διὰ βαθυμίαν ἐχόντες τά
col. 1105–1106page 77 of 224
PG 144:1105ὰ τῆς ἁμαρτίας ἀσπασαίμεθα· τοὺς δὲ μὴ οὕτω φρο νοῦντας, τῷ ἀναθέματι παραπέμπει. Ὁ δὲ ριβʹ, Ἡ διὰ τοῦ βαπτίσματος χάρις, φησί, τὴν γνῶσιν ἡμῖν τῶν ἁμαρτημάτων ἀποκαλύπτουσα, βοήθειαν εἰς τὸ μὴ ἁμαρτάνειν παρέχει, τῷ γνῶναι τίνα δεῖ ἐπιζητεῖν, καὶ τίνα παντί σθένει φεύγειν· οὐ μὴν ἀλλὰ καὶ δύναμιν παρέχει κρυπτώς, ὥστε ἀγα πᾶν καὶ προθυμεῖσθαι πράττειν τὸ ποιητέον· ἑκάτερον γὰρ, ἥ τε γνῶσις καὶ ἡ ἀγάπη, δῶρον Θεοῦ. Τὸν δὲ μὴ οὕτω δόξης ἔχοντα, ἀλλὰ τὸ εἰδέναι τί δεῖ ποιεῖν μόνον τὴν χάριν ἡμῖν διδόναι οἰόμενον, οὐ μὴν καὶ τὸ ἀγαπᾶν δ δεῖ ποιεῖν, τοῖς κληρονόμοις συν τάττει τοῦ ἀναθέματος· διότι ἡ γνῶσις μόνη φυσιοί, ἡ δὲ ἀγάπη οἰκοδομεί. Ὁ δὲ ριγ τοῖς λέγουσι δύνασθαι ἡμᾶς καὶ δίχα τῆς διὰ τοῦ βαπτίσματος χάριτος τὰς ἐντολὰς πράτ τειν μὲν, δυσχερέστερον δὲ, αὕτη γὰρ εὐχέρεια, μόνην εἰς τὸ ταύτας ἀνύττειν δίδωσι, τοῦ ἀναθέματος τιμᾶται σαφῶς· τὸ πᾶν γάρ ἐστι τῆς θείας χά ριτος, κἀκείνης ἄνευ οὐδὲν τῶν δεόντων κατορθώσαι δυνάμεθα. Οὐ γὰρ εἶπε, φησὶν, ὁ Κύριος, Χωρὶς ἐμοῦ εὐχερῶς οὐ δύνασθε ποιεῖν, ἀλλὰ, ο Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ὁ δὲ ταύτης τη' τοὺς ἤδη τετελευτηκότας οὔτε βαπτίζειν, οὔτε τῶν θείων κελεύει μεταδιδόναι μυσ στηρίων. Μὴ συνιέντες γάρ τινες τῶν ἀποστολικῶν ῥημάτων τὴν δύναμιν, ἐν τῇ πρὸς Κορινθίους γράφ φοντος πρώτῃ, «Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; ν οἱ μὲν τοὺς νεκροὺς αὑτῶν ἐβάπτιζον, οἱ δὲ ἄλλους ὑπὲρ τῶν νεκρῶν ζῶντας· ἀλλ' ὁ κανὼν τοῦτο κωλύει γίνε σθαι. Οὐ γὰρ τοὺς ἤδη τεθνηκότας ὁ ᾿Απόστολος κελεύει βαπτίζειν, ἢ ἀντ᾽ ἐκείνων ἄλλους· ἀλλ᾽ ἐπεὶ οἱ βαπτιζόμενοι, μανθάνοντες τοῦ καθ' ἡμᾶς μυστηρίου τὴν δύναμιν, μετὰ τῶν ἄλλων καὶ ἀνάστασιν νεκρῶν ἤτοι σωμάτων ἐλπίζειν διδάσκονται, καὶ τὴν ἐν τῇ κολυμβήθρᾳ κατάδυσιν καὶ ἀνάδυσιν τὸν θά να τον υπεμφαίνειν καὶ τὴν ἀνάστασιν, πρὸς τοὺς περὶ ταύτην ἀμφιβόλως ἔχοντας, φησὶν ὁ Ἀπόστολος, ὅτι Εἰ μὴ ἀνάστασίς ἐστι, τί ποιήσουσιν οἱ βαπτιζόμενοι ἐπ' ἐλπίδι τοῦ ἀναστῆναι τοὺς νεκρούς; ματαιοπονοῦντες λοιπόν, εἴ γε περὶ τῆς ἀναστάσεως ἀμφιβάλλουσιν. Οἷς μὲν γὰρ πράττουσιν, ὁμολογοῦσι προσδοκῶν τὴν ἀνάστασιν· οἷς δὲ νῦν λέγουσιν, ἀρ νοῦνται αὐτήν· βαπτίζονται γὰρ ὑπὲρ τῶν νεκρῶν τῇ φύσει σωμάτων, εἰς ἀφθαρσίαν καὶ αὐτὰ μετα σκευασθῆναι πιστεύοντες· ἐπεί τοί γε ἡ ψυχὴ ἀθά νατος φύσει πέφυκε καὶ ἀτελεύτητο;· ταῦτα δὲ φθορα καὶ ἀλλοιώσει ὑπόκειται. Διὰ γὰρ τοῦτο ἅπερ τις διὰ ῥημάτων ὁμολογεῖ πιστεύειν, διὰ τῶν πραγμά των δείκνυσιν ὁ ἱερεὺς, εἰκονίζων ἐν τῷ ὕδατι τὴν ἀλήθειαν. ΚΕΦΑΛ. Β'. Περὶ τῶν ἀμφιβαλλομένων νηπίων, εἰ ἐβαπτίσθησαν. Ο πδ τῆς ἔκτης συνόδου, ἔτι δὲ καὶ ὁ οβ' τῆς ἐν Καρθαγένη, τὰ ἀμφιβαλλόμενα νήπια, εἰ τοῦ θείου τετυχήκει βαπτίσματος, μήτ' ἄλλων ἀσφαλῶς ἐπι
col. 1107–1108page 78 of 224
PG 144:1107τάττουσιν. Εἰ γὰρ καὶ ἐν ὁμολογεῖν βάπτισμα ἀπὸ τοῦ θείου συμβόλου δεδιδάγμεθα, ἀλλ' ἐπειδὴ ὁ Κύ ριος ἔφη, «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύ ματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, εὐλαβητέον μὴ τῇ στερήσει τοῦ θείου φω τίσματος, τὸ προσῆκον τῷ πνευματικῷ γάμῳ μὴ περικείμενα ἔνδυμα, τοῦ νυμφῶνος ἅμα καὶ τῆς βασ σιλείας ἀποῤῥιφῇ. Δέον γὰρ ἐν τοῖς ἀμφιβόλοις νικᾶν φιλανθρώπως τὸ ἀναμφίβολον. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν βαπτιζομένων νηπίων τῶν 'Αγαρηνῶν. & μαρτυρούντων, χωρὶς ἐπιδοιασμοῦ, βαπτίζειν προς Ἰδεῖν ἔστι κὰν τῷ βαθεῖ σκότῳ τῆς τῶν ᾿Αγαρη νῶν δυσσεβείας τὸ φῶς ἐνδυναστεύον τῆς χάριτος, καὶ ὑπὸ ταύτης μὴ καταλαμβανόμενον ἢ σβεννύμενον· ἐπεὶ τῶν σημείων οὐδὲ τοῖς ἀπίστοις ἐφθόνησεν, ενάγουσα τούτους πρὸς τὴν θείαν ἐπίγνωσιν. Εθος γοῦν ἐστι τῶν ᾿Αγαρηνῶν τοῖς πλείστοις, μὴ πρότερον τὰ σφέτερα περιτέμνειν βρέφη, πρὶν ἂν οἱ ὑπο τελεῖς ὄντες αὐτοῖς τῶν Χριστιανῶν ἱερεῖς, καὶ άκοντες ἀναγκασθῶσι ταῦτα βαπτίσαι. Εζητήθη τοί νυν τὰ περὶ τούτου ἐν τῇ κατὰ τὴν βασιλεύουσαν συνόδῳ, Λουκᾶ τοῦ ἱεροῦ τὸν πατριαρχικὴν ἐθύνοντας θρόνο», εἰ δεῖ τοὺς τοιούτους, τῇ ἀληθινῇ τῶν Χρι στιανῶν πίστει προσερχομένους, ἀναβαπτίζειν, ἢ μόνον χρίειν τῷ μύρῳ, καὶ ἐψηφίσθη, τούτους ανα τιῤῥήτως αὖθις βαπτίζειν· ὅπερ γὰρ ἐλούσαντο βά πτίσμα, οὐ κατὰ σκοπὴν εὐσεβῆ, ἀλλ' ὡς φαρμακεία ἢ ἐπαοιδία τινὶ τούτῳ ἐχρήσαντο· ἐφ᾽ ᾧ μὴ νοσώδης ἢ δυσώδης ἡ κράσις τῶν σωμάτων τοῖς περιτμηθης σομένοις γενήσεται. Ἐζητήθη καὶ τοῦτο, τοῦ Ἡρακλείας ερομένου Μανουήλ, εἰ χρὴ δέχεσθαι ὡς πιστὸν, ὃν ἀνίερος ἐβάπτισε, τὸ ἱερᾶσθαι πλασάμενος τοῦτο γὰρ ἐπὶ τῆς ἐνορίας αὐτοῦ τηνικαῦτα συνέβη), καὶ ἐψηφίσατο ἡ σύνοδος καὶ τούτους ἀναβαπτίζεσθαι. Ἐπεὶ γὰρ, φησί, κατὰ τοὺς ἱεροὺς τῶν ἀποστόλων κανόνας, τὸν με καὶ με, μόνοις ἐπισκόποις ἐδόθη καὶ ἱερεῦσιν ἡ τοῦ ἁγίου βαπτίσματος τελετή· δείκνυται δὲ τοῦτο καὶ ἐκ τοῦ κς' καὶ μς' τῆς ἐν Λαοδικεία συνόδου, τοῦ μὲν μὴ ἐφορκίζειν τοὺς μὴ προαχθέντας ὑπὸ ἐπισκόπων κελεύοντος, τοῦ δὲ, τους φωτιζομένους τὴν πίστιν ἀπαγγέλλειν τοῖς ἐπισκόποις ἢ πρεσβυτέροις· οὐ μὴν ἀλλὰ καὶ οἱ ῥηθέντες τῆς ς' συνόδου καὶ τῆς ἐν Καρθαγένῃ, τοὺς ἀμφιβόλως ἔχοντας εἰ ἐβαπτίσαντο, ἀμελητὶ βαπτίζειν προστάττουσιν. Οὐ μὴν ἦν ἴσιον οὐδὲ ἀσφαλὲς, τὸν βαπτισθέντα παρὰ τοῦ μὴ λαβόντος ἐξουσίαν βαπτίζειν, καὶ διὰ τοῦ βαπτίσματος ἄφεσιν διδόναι ἁμαρτημάτων (ῥυπτικὸν γὰρ τούτων τὸ βάπτισμα), τῷ θείῳ τῶν πιστῶν και ταλέγειν χορῷ· οὐ μικρὸς γὰρ ὁ κίνδυνος, μήποτε παρὰ τὸν τοιοῦτον δισταγμόν, αὐτὸς μὲν τῆς ἐκ τοῦ ἁγίου βαπτίσματος καθάρσεως στερηθῇ, ἡμεῖς δὲ ἀβαπτίστῳ λάθωμεν κοινωνοῦντες. Εἰ δέ τις ἐνίσταιτο λέγων, διὰ τὰς γινομένας παρὰ τοῦ λαϊκοῦ εὐχές, καὶ τὴν χρίσιν τοῦ ἁγίου μύρου, ἀληθὲς χρῆναι τὸ πρὸς τοῦ ἀνιέρου διδόμενον λογίζεσθαι βάπτισμα, οὕτως ἂν φήσαι καὶ τοὺς χειροτονηθέντας πρός τινος ἀνέμου καὶ τὸν ἐπίσκοπον ὑποκρινομένου, δεῖν εἶναι
col. 1109–1110page 79 of 224
PG 144:1109Β. κληρικοὺς καὶ μετὰ τὸ φωραθηναι· ὅπερ άτοπον, ἀλλὰ καὶ ὑπεναντίον τῷ δ' κανόνι τῆς β' συνόδου, τῷ περὶ Μαξίμου τοῦ κυνικοῦ διαταττομένῳ, μήτε αυτ τὸν γενέσθαι ἢ εἶναι ἐπίσκοπον, καὶ τοὺς ὑπ' αὐτοῦ χειροτονηθέντας μηδὲν πλέον ἐντεῦθεν ἀπένασθαι, πάντων ἀκυρωθέντων ὧν ἀθέσμως ἐκεῖνος ἔδρασεν. Ετι μὴν καὶ τῷ ιη' τῆς ἐν Σαρδικῇ, τοὺς παρὰ Μου σαίου καὶ Εὐτυχιανοῦ ἀνιέρων δντων χειροτονηθέντας, τοῦ κλήρου τελέως ἐκβάλλοντι, καὶ εἰς τὴν τῶν λαϊ κῶν κατάγοντι χώραν. Ωσπερ οὖν ἐκεῖνοι ἀχειροτόνητοι, οὕτω καὶ οὗτοι ἀβάπτιστοι λογισθήσονται καὶ ὥσπερ οἱ τῶν ᾿Αγαρηνῶν βαπτιζόμενοι παῖδες τῷ μὴ δυσωδίας ἀπόζειν, Χριστιανοὶ οὐ λογίζονται, οὕτως οὐδὲ οἱ μύρω χριόμενοι πρὸς τῶν ἀνιέρων, ὅτι μηδὲ δέδοται τοῖς τοιούτοις ἁγιασμοῦ τινος ὅλως μεταδιδόναι. Εἰ δέ τις ἀνθυποφέρει τὸ παρὰ τοῦ με γάλου Αθανασίου, ἔτι παιδὸς ὄντος, γεγονός, ἐνθυ μηθήτω τὸν θεσπίζοντα πολιτικὸν νόμον, ὅτι τὸ παρά κανόνας οὐχ ἕλκεται εἰς ὑπόδειγμα, καὶ οὐ νόμος Ἐκκλησίας τὸ σπάνιον. ΚΕΦΑΛ. Δ'. Περὶ τῶν βαπτιζομένων ἐξ Ιουδαίων. Περὶ δέ γε τοῦ σκληροτραχήλου καὶ ἀπεριτμήτου τῇ καρδίᾳ γένους τῶν Ἰουδαίων, οὕτως ὁ τῆς ζ' συν- 8 όδου η' γινώσκει κανών. Ει γάρ τις αὐτῶν, φησὶ, ἐξ εἰλικρινούς καρδίας τὰ Χριστιανῶν ἔλοιτο, καὶ ἡμῖν ἐξ ὅλης καρδίας ὁμολογήσεις, θριαμβεύων ὅσα πράτ τειν τῷ τῶν Ἑβραίων είθισται γένει, ἐφ᾽ ᾧ καὶ ἑτέρους ἐλεγχθῆναι καὶ διορθωθῆναι, οὗτος καὶ προσδεχθήτω, καὶ τοῦ θείου ἀξιωθήτω βαπτίσματος, πρὸς δὲ καὶ οἱ αὐτοῦ παῖδες· καὶ ἀσφαλιζέσθω τῶν Ἰουδαϊκῶν ἐπιτηδευμάτων ἀποδιίστασθαι. Εἰ δὲ μὴ οὕτω φρονοίη, μηδὲ δι' αὐτὸ τὸ καλὸν τὸν Χριστιανι σμὲν αἱροῦτο, ἀλλ' ή τινας βουλόμενος ἐκφυγεῖν ἐπηρείας ἢ δόξης ἐπικαίρου καὶ ἀνθρωπίνης εὐδαιμονίας ἁλοὺς ἔρωτι, τῇ πίστει σκήπτοιτο προσιέναι, τόν γε δὴ τοιοῦτον βαπτίζειν οὐκ ἐπιτρέπει. Εἰ δὲ καὶ οὕτω γνώμης ἔχοντες ἔλαθόν τινες βαπτισάμενοι, καὶ ὑποκρίνονται μὲν τὰ Χριστιανῶν, κρύφα δὲ τῶν Ἰουδαϊκῶν ἐθῶν καὶ παρατηρήσεων φωραθείεν έχε μενοι, μήτε εἰς ἐκκλησίαν εἰσίτωσαν, φησί, μήτε οιασδήτινος ἀξιούσθωσαν κοινωνίας, μηδὲ οἱ παῖδες αὐτῶν τῷ θείῳ βαπτίσματι σημειούσθωσαν, μήτε δοῦλον παραχωρείσθωσαν κτᾶσθαι Χριστιανὸν, ἀλλὰ φανερῶς κατὰ τὴν τῶν Ἑβραίων θρησκείαν ἐπιτρε πέσθωσαν πολιτεύεσθαι. Νόμοι. Ὁ δὲ νόμος φησίν· Ἰουδαῖος τὸ θέλειν εἶναι Χρι στιανός προσποιούμενος, ὡς ἂν τὴν κατ' αὐτοῦ κατ ηγορίαν, ἢ τὴν ἀπὸ χρέους ἀγωγὴν παραμένων, τῇ Εκκλησίᾳ φύγῃ, εἰ μὴ ἀποδοίη τὰ χρέα, ἢ ἐλουθε ρωθείη τοῦ ἐγκλήματος, μὴ δεχέσθω. Ἰουδαῖος Χριστιανὸν ἀνδράποδον μὴ ἐχέτω, μήτε κατηχούμενον περιτεμνέτω, μήτε ἄλλος αἱρετικός τοῦτο ποιείτω. ΚΕΦΑΛ. Β'. Περί βασιλέως. Νόμοι. Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν
col. 1111–1112page 80 of 224
PG 144:1111πᾶσι τοῖς ὑπηκόοις· μήτε κατά προσπάθειαν ἀγαθοποιῶν, μήτε κατ' ἀντιπάθειαν τιμωρῶν, ἀλλ' ἀνα λόγως ταῖς τῶν ἀρχομένων ἀρεταῖς, ὥσπερ τις ἀγωνοθέτης, τὰ βραβεῖα ἐξ ἴσου παρεχόμενος, μηδὲ κενὰς εὐεργεσίας εἰς βλάβην ἄλλων τισὶ χαριζόμενος. Σκοπὸς τῷ βασιλεῖ τῶν τε μενόντων καὶ ὑπαρχόν των δι' ἀγαθότητος ή φυλακὴ καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι' ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τρόπων καὶ ἐπιτηδεύσεων ἡ ἐπίκτησις. Τέλος τῷ βασιλεῖ, τὸ εὐεργετεῖν· διὸ καὶ εὐεργέ της λέγεται· καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν κατὰ τοὺς παλαιοὺς τὸν βασιλικών χαρακτήρα. Επισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεὺς, καὶ ἐνθέῳ ζήλῳ περιβόητος. ΚΕΦΑΛ. Γ'. Πότε ὁ βασιλεὺς εἰς τὸ ἅγιον εἴσεισι θυσιαστήριον. Ο ξθ' τῆς ἔκτης συνόδου κανών, Μόνοις μὲν τοῖς ἱερεῦσι, φησὶν, ὁ τῆς Ἐκκλησίας θεσμὸς τὸ ἅγιον ἀνῆκε θυσιαστήριον· ἡ δὲ ἀρχαία τῶν θείων Πατέ ρων παράδοσις, καὶ τοὺς βασιλέας εὐσεβείας ἀμει ομένη τε καὶ τιμῶσα, οὐκ ἀποκλείει τῆς εἰς τοῦτο παρόδου (ἅτε χριστοὺς ὄντας Κυρίου, καὶ πατριάρχας προβάλλεσθαι ειωθότας τῇ τῆς θείας ἐπικλήσει Τριάδος), ηνίκα μέντοι τὰ νενομισμένα καὶ μόνον δώρα τῇ θείᾳ τραπέζῃ προσοίσειν μέλλουσι· λαϊ κοῖς δὲ τὰ ἔνδον τοῦ θυσιαστηρίου εἰσιτητὰ εἶναι παντάπασί γε ἀπείρηκεν. Οἱ γε μήν Λατίνοι, κατά πάσης ἐκκλησιαστικῆς θεσμοθεσίας ὁμόσε χωρεῖν προθέμενοι, οὐχ όπως τῇ τῶν λαϊκῶν ἀνδρῶν εἰσόδῳ, ἀλλὰ καὶ τῇ τῶν γυναικῶν τὸ θεῖον βεβηλοῦσι θυ σιαστήριον. Εἰς τοσοῦτον δ᾽ ἧκον παραπληξίας, ὥσθ οἱ μὲν ἄνδρες καὶ ἐν αὐτῷ καθῆσθαι οὐ φρίττουσιν, ἱσταμένων αὐτοῖς τῶν ἱερουργούντων· αἱ γυναῖκες δὲ καὶ τὴν ἱερὰν περιίσανται τράπεζαν ἀνερυθριά στο πρωσώπῳ, ἱερουργοῦντος τοῦ ἱερέως. Μὴ ἐξέστω τινὶ τῶν ἁπάντων ἐν λαϊκοῖ; τελοῦντι, ἔνδον ἱεροῦ εἰσιέναι θυσιαστηρίου, μηδαμῶς ἐπὶ τούτῳ τῆς βασιλικῆς εἰργομένης εξουσίας καὶ αὐθεντίας, ἡνίκα δ᾽ ἂν βουληθεὶς προσάξαι δῶρα τῷ πλάσαντι κατὰ τὴν ἀρχαίαν παράδοσιν ΚΕΦΑΛ. Ζ'. "Οτι βασιλέα υβρίζειν οὐ δεῖ. Ο πδ τῶν ἁγίων ἀποστόλων κανών, Ὅστις ὑβρίζει βασιλέα, φησίν, ἢ ἄρχοντα παρὰ τὸ δίκαιον, εἰ μὲν κλη μικός εἴη, καθαιρείσθω, λαϊκὸς δὲ ἀφοριζέσθω. Καὶ ὁ Μωσαϊκὸς γὰρ νόμος. Αρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς, ὁ ὑποτίθεται. Καὶ Πέτρος, ἡ κορυφὴ τῶν ἀποστόλων· «Τὸν βασιλέα τιμᾶτε, καὶ Παῦλος ὁ μέγας, ὑπερ εύχεσθαι κελεύει τῶν βασιλέων, καὶ τῶν ἐν ὑπεροχή πάντων, καὶ ταῦτα ἀπίστων· παρὰ τὸ δίκαιον δὲ προσθείς (καὶ γὰρ αὐτὸν ἀμεταβλήτως τὸν ἱερὸν ἐξεθέμην κανόνα), τὴν μὲν ἀπεοικυίαν ὕβριν ἀνεῖ λεν, οὐ μέντοι καὶ τὸν ὑπὲρ τοῦ δικαίου ἔλεγχον,
col. 1113–1114page 81 of 224
PG 144:1113δε τούτων καθάπτοιτό τις, ἔστιν ἃ παρὰ τὸ προσ ἦχον δρώντων, κἂν εἰς ὕβριν αὐτοῖς οἱ ἔλεγχοι λόγοι λογίζωνται. Νόμοι. Ο τὸν βασιλέα ὑβρίζων οὐκ εὐθὺς τιμωρεῖται, οὔτε τι ἄλλο σκληρὸν ἢ τραχὺ ὑπομένει· ἡ γὰρ ἀπὸ κουφότητος εἶπε, καὶ περιφρονεῖται· ἢ ἐξ ἀνοίας, καὶ ἐλεεῖται· ἢ ὡς ἀδικούμενος, καὶ συγχωρεῖται. ᾿Αναφέρεται δὲ τὰ περὶ τούτου τῷ βασιλεῖ, καὶ αὐτὸς ἐκ τῆς ποιότητος τοῦ προσώπου κρίνει, εἰ ὀφείλει συγχωρηθῆναι ἡ τιμωρηθῆναι. Ο καθοσίωσιν πλημμελῶν, ἤτοι φατριάζων κατά βασιλέως, ξίφει τιμωρείσθω. Πᾶς ἡ εὑρίσκων φλυαρίαν κατὰ βασιλέως ἐν χάρτη ἐσφραγισμένην ἢ ἀσφράγιστον, καὶ μὴ παραχρήμα καίων, ἀλλὰ ἀναγινώσκων, ὑποκείσθω τιμωρίᾳ, ᾗ τινι ὑπέκειτο καὶ ὁ συντεθεικὼς τὴν φλυαρίαν. ΚΕΦΑΛ. Η'. Περὶ τῶν τοῦ γάμου βαθμών. Ἀλλὰ γὰρ οὐκ ἄν τις οἶμαι τῶν εὖ φρονούντων ἀωρίας ἡμᾶς γράψαιτο, κατά γε τὸ νῦν διεξιόντας καὶ τὰ τῶν λεγομένων τοῦ γάμου βαθμῶν, καὶ τῆς αὐτῶν συγγενείας τήν τε ἐγγύτητα καὶ ἀπόστασιν ἔθεν δὴ τῶν συγκεχωρημένων οἱ τὴν κώλυσιν ἔχον τες σαφῶς διακρίνονται καὶ ἐλέγχονται. Τοὺς μὲν οὖν βαθμοὺς ἀπὸ μεταφορᾶς εἰρῆσθαί φασί τινες τῶν τῆς κλίμακος ἀναβαθμῶν. Ὡς γὰρ δι' ἐκείνων ἡ ἄνοδος καὶ ἡ κάθοδος γίνεται, οὕτω διὰ τῶν τῆς συγγενείας βαθμῶν οἵ τε ἀνιόντες καὶ οἱ κατιόντες, εὑρίσκονται· οἱ δὲ μὴ οὕτως ἔχοντες ἐκ πλαγίου γνωρίζονται. Προβαίνειν μέντοι πεφύκασι κατὰ τὴν τῶν γεννήσεων τάξιν· ἑκάστην γὰρ γέννησιν βαθ μὲν ἀποτελεῖν ἕνα νενόμισται. Τούτων οἱ μὲν εἰς πλάτος, οἱ δὲ εἰς βάθος ἐκτείνονται· καὶ οἱ μὲν τοῦ πλάτους τὴν αὐτὴν πρὸς ἀλλήλους ἀποσώζουσι τά ξιν. Υἱοὶ μὲν γὰρ ὄντες, τὸν πρῶτον ἅπαντες πληρ ροῦσι βαθμόν· ἀδελφοὶ δὲ, πρὸς ἀλλήλους τὸν δεύ τερον, κἂν ἐπέκεινα ὦσι τῶν δέκα· διότι τους γαμιο χῶς συναπτομένους ἐκ τοῦ αὐτοῦ αἵματος ἀνάγκη πᾶσα μὴ πλείους εἶναι τῶν δύο ταύτῃ τοι καὶ τούσδε μόνους ἐκ τῶν ἀδελφῶν θεωροῦντες, δευτέρου φαμὲν εἶναι βαθμοῦ, κατὰ τὴν διπλῆν αὐτῶν πάντως γέννησιν· ὡσαύτως οἱ ἀνεψιοὶ τὸν τρίτον ἐπέχουσι, καὶ οἱ πρωτεξάδελφοι τὸν τέταρτον, καὶ τὸν ἕκτον οἱ δισεξάδελφοι, καὶ ἐφεξῆς ἀναλόγως. Οἱ δὲ κατὰ βάθος οὐ πάντες τὸν αὐτὸν βαθμὸν ἔχουν σιν, ἀλλ' οἱ μὲν υἱοὶ τὸν πρῶτον, οἱ ἔγγονοι τὸν δεύ τερον, καὶ οἱ δισέγγονος τὸν τρίτον, καὶ ἐφεξῆς ὁμοίως· παρ' ὁ καὶ οὐ κατὰ τὰς γενέσεις, ὡς γε ἔδοξε τοῖς ἀρχαιοτέροις, ἀλλὰ κατὰ τὴν οἰκειότητα καὶ τὴν τοῦ γένους ἐγγύτητα, καὶ τὴν ἀπόστασιν αὖθις πρὸς τὴν πρώτην τοῦ γένους ἀρχήν, κάλλιον τοὺς βαθμούς ὀνομάζεσθαι. Μεταξὺ γὰρ πατρὸς καὶ υἱοῦ μικρά τις διάστασις· πάππου δὲ καὶ ἐγγόνου, μείζων· δισεγγόνου δὲ πρὸς τὸν αὐτὸν, ἔτι μείζων οὕτω σχέσεως ἔχουσι καὶ οἱ ἐκ πλαγίου.
col. 1115–1116page 82 of 224
PG 144:1115Διαίρεσις τῆς συγγενείας. Γενικὸν δὲ ὄνομα οὖσα ἡ συγγένεια, εἰς δύο κατά πρώτην διαίρεσιν τέμνεται, είς τε τὸ φύσει, καὶ τὸ θέσει. Καὶ φύσει μὲν συγγενής ἐστι, πατὴρ τυχόν, υἱός, μήτηρ, θυγάτηρ, ἀδελφὸς, ἀνεψιός, ἐξανε ψιλς, ὁ ἐκ τοῦ ἀνεψιοῦ γεννηθείς, καὶ ὅσα τοιαῦτα θέσει δὲ, πενθερος γαμβρός, γυναικάδελφος, θετός υἱός. Τὸ φύσει δὲ πάλιν ὑποδιαιρείται εἰς δύο, εἰς τε τὸ μετὰ γάμου νόμιμον, καὶ τὸ ἐκ πορνείας γε γονός· τὸ δὲ θέσει ὑποδιαιρεῖται καὶ αὐτὸ εἰς τε ἀγχιστείαν, καὶ θέσιν· καὶ ἔστιν ἀγχιστεία μὲν ἡ ἐξ ἐπιγαμβρίας συγγένεια· ἀγχιστεία δ᾽ ἔστιν οἱ κειότης προσώπων ἐκ γάμων ἡμῖν συνημμένων συγ γενείας ἐκτός· θέσις δὲ, ἡ χωρίς σαρκικῆς συνα φείας υιοθεσία. Περὶ ἀδελφοποιΐας. Η μέντοι ἀδελφοποιΐα οὐ νόμιμήν ἐστιν· ἄπαιδες μὲν γὰρ ὄντες, ἐσοφισάμεθα τὴν υἱοθεσίαν εἰς δια δοχὴν τῶν πραγμάτων· τὴν δὲ ἀδελφοποιΐαν οὐδε μία εἰσάγει εύλογος πρόφασις. Τὰ μὲν οὖν τὸ εὖλε γον ἔχοντα καὶ ὁ νόμος ἐδέξατο· τὰ δὲ μὴ τοιαῦτα οὐ παρεδέξατο. Πάλιν καθ᾽ ὑποδιαίρεσιν τὰ ἐξ ἀγχιστείας ἢ ἐκ δύο γενῶν συνίσταται, ὡς θεῖος καὶ ἀνεψιός συνα φθέντες θείᾳ καὶ ἀνεψιᾷ, ἢ δύο πρωτεξάδελφοι, δυτι πρωτεξαδέλφαις, καὶ καλεῖται ἀγχιστεία· ἡ παρεμβέβληται καὶ ἕτερον πρόσωπον μεταξὺ τῶν δύο τού των γενῶν, καὶ καλεῖται ἐξ ἀγχιστείας τριγένεια. Εἰσὶ δὲ ταῦτα καὶ κωλυτὰ καὶ ἀκώλυτα, ὡς ἐν τοῖς ἑπομένοις δειχθήσεται. Ἡ δὲ θέσις ἢ κατὰ υἱοθεσίαν γίνεται διαδοχής χάριν, ἢ κατὰ ἀναδοχὴν τὴν ἀπὸ τοῦ θείου βαπτίσματος στηριγμοῦ καὶ διδασκαλίας,· ἔτι δὲ καὶ μαρ τυρίας ἕνεκα. 'Αλλ' ἡ μὲν υἱοθεσία καὶ εἰς κληρονομίαν εἰσέρχεται· διὰ τοῦτο γὰρ καὶ ἐγεγόνει· ἡ δὲ ἀπὸ τοῦ ἁγίου βαπτίσματος εἰς τοὺς γαμικούς με νους ζητείται βαθμούς. Καὶ αὕτη μὲν ἡ καθολικώτερα τῆς συγγενείας διαίρεσις· ἐφεξῆς δὲ περὶ τῶν κατὰ μέρος ἐροῦμεν, καὶ πρῶτόν γε τῶν ἐξ απ ματος. Περὶ τῆς ἐξ αἵματος συγγενείας. Διαιρείται τοίνυν τὸ ὁμογενὲς καὶ ἐξ αἵματος εἰς τε ἀνιόντας, καὶ κατιόντας, καὶ τοὺς ἐκ πλα γίου. Καὶ ἀνιόντες μέν εἰσιν οἱ ἡμᾶς γεγεννηκότες, οἷον πατὴρ. καὶ μήτηρ, πάππος καὶ μάμμη, καὶ οἱ τούτων ἀνωτέρω· κατιόντες δὲ, οἱ ἐξ ἡμῶν γεννηθέντες, οἷαν υἱὸς, θυγάτηρ, ἔγγονος, ἐγγόνη, δισέγγονος, δισεγγόνη, καὶ οἱ τούτων ἐφεξῆς ἐκ πλαγίου δὲ, οἱ μήτε ἡμᾶς γεγεννηκότες, μήτε ἐξ ἡμῶν γενο νηθέντες, ὑπὸ δὲ τὴν αὐτὴν καὶ μίαν ἀρχὴν καὶ γονὴν ἡμῖν ἀναγόμενοι, οἷον, ἀδελφὸς, ἀδελφή, θεῖος, θεία, ἀνεψιός, ἀνεψιά, εξάδελφος, ἐξαδέλφη, καὶ οἱ τούτων ἐπέκεινα, οἱ ἀπὸ λοξότητας δηλαδή συγγενείς.
col. 1117–1118page 83 of 224
PG 144:1117Περὶ ἀνιόντων καὶ κατιόντων. Αλλ᾽ εἰ μὲν ἀνιόντες πρὸς τοὺς κατιόντας, κἂν μὴ ἐξ ἐννόμων ὦσι γάμων, ἐπ' ἄπειρον κωλύονται. Οὐ γὰρ οἷόν τε τὸν πάππον τῇ αὐτοῦ ἐγγόνῃ συνα φθῆναι· ἄπειρον δέ φαμεν κατὰ τὸ δυνατὸν, οὐ τὸ φύσει ἄπειρον· οὐ γὰρ ἀθάνατα τὰ γένη. Περὶ τοῦ ἐξ αἵματος εβδόμου βαθμοῦ. Τοῖς δὲ ἐκ πλαγίου, ο όγκος εφίησι τον γάμον βαθμὸς, τοῦ ζ' τοῦτον παντάπασιν εἴργοντος. Οὐ γὰρ δύναταί τις τὴν τοῦ διεξαδέλφου θυγατέρα λα βεῖν· ἀλλὰ πρότερον μὲν τὸ τοῦ ζ' βαθμοῦ ἐξ αἷμα τος, ἐρωτώμενον μὲν ἐκωλύετο, όπωσδήποτε δὲ προς βαῖνον οὐκ ἐκωλύετο μὲν, ἐπετιμᾶτο δὲ διὰ τὸ σιωπηθῆναι τῷ νόμῳ, μέχρι τοῦ ς' κωλύοντι μόνον.; Νόμος. Φησί γάρ· Τὴν τοῦ ἀδελφοῦ μου, ἢ τῆς ἀδελφῆς μου θυγατέρα λαμβάνειν εἰς γάμον οὐ θέμις, οὐδὲ τὴν τούτων ἐγγόνην, τετάρτου οὖσαν βαθμοῦ· οὐδὲ τὴν θυγατέρα τοῦ θείου, ήγουν ἐξαδέλφην· οὐδὲ ὁ υἱός μου τὴν ἐγγόνην αὐτῶν, οἵτινες λέγονται δισεξ ἀδελφο.. Ἐπεὶ δέ τινες τῷ βάρει τῶν ἐπιτιμίων κρύφα τοὺς τοιούτους ἐπετέλουν γάμους, ἀνηνέχθη τὰ περὶ τούτου τῇ συνόδῳ, Λουκᾶ τοῦ θείου τὸν πατριαρχι και ιθύνοντος θρόνον, καὶ ἐξ ἐκείνου ὥρισε καὶ ἔστησεν ἡ ἁγία σύνοδος, μηδόλως τὸν τοιοῦτον προ βαίνεν ἢ ἴστασθαι γάμον, ἀλλ' ἐρωτώμενον μὲν κατ λύεσθαι, προβαίνοντα δὲ διασπᾶσθαι, καὶ τοὺς πράξαντας ἀφορίζεσθαι, καὶ τὸν ἱερολογήσαντα ἱερέα, εἰ μὴ ἀγνοίᾳ ἐκλάπη, καθαιρεῖσθαι. ἐπεκύρωσε δὲ τὴν συνοδικήν ταύτην πρᾶξιν καὶ θέσπισμα τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου Μανουήλ τοῦ πορφυρογεννήτου. Ταύτῃ τοι καὶ οὐκ ἐφεῖταί τινι τὴν τοῦ δισεξαδέλφου αὐτοῦ θυγατέρα λαβεῖν, ἀνεψιάν του του τυγχάνουσαν· τὸ γὰρ φύσει δίκαιον, καὶ εὐπρεπὲς, καὶ σεμνὸν, ὥσπερ τινὰ χαλινών, ὁ νόμος τοῖς γάμοις ἐπέθηκεν. Περὶ τοῦ η βαθμοῦ ἐξ αἵματος. Εἴ; γε μὴν τὸν η' βαθμὸν προβαίνων ὁ ἐξ αἵματος γάμος συγκεχώρηται· τὴν γὰρ τρισεξαδέλφην, ἢ τὴν ἐγγόνην τοῦ διαεξαδέλφου λαμβάνειν, οὐδ' ἡντιναοῦν ἔχει κώλυσιν. Πλατῦναι γὰρ οἱ πολιτικοὶ νό μα τὴν τῶν ὑπηκόων βουλόμενοι γνησιότητα, καὶ μὴ περὶ μόνην περικλείεσθαι τὴν συγγένειαν, τοὺς μεταξὺ τῶν ἐκ πλαγίου διεκώλυσαν γάμους, ὡς ἂν τοῖς ἔξωθεν τῆς ἑαυτῶν συγγενείας ἐξ ἀνάγκης συνε απτόμενοι, τὴν πρὸς αὐτοὺς σχοῖεν γνησιότητα καὶ εύνοιαν. Περὶ τῶν ἐκ πορνείας γεννωμένων. Τὸ δὲ ἐκ πορνείας οὐκ ἔχει ἅπαν ὄνομα ἕν, ἀλλ᾽ ὑποδιαιρεῖται καὶ τοῦτο. Εἰ μὲν γὰρ ἐκ γυναικὸς συνοικούσης τινὶ φανερῶς καὶ διόλου γέγονε παῖς, φυσικὸς οὗτος ὀνομάζεται, καὶ ἔχει δευτέραν τάξιν ὡς πρὸς τὸ φύσει νόμιμον, καὶ προτιμᾶται εἰς κλη
col. 1119–1120page 84 of 224
PG 144:1119ρονομίαν καὶ τῶν ἀνιόντων, οὐχ ὅπως τῶν ἐκ πλα γίου. Εἰ δὲ φανερὸς μὲν ἐστιν, οὐ μέντοι ἐκ συνοικούσης τῷ ἀνδρὶ γυναικός, ονομάζεται νόθος· εἰ δὲ παντελῶς ἀφανής, λέγεται σκότιος, ὥς φησιν Ομηρος, Σκότιον δ' ἐγείνατο μήτηρ, περὶ οὗ λόγος ἡμῖν οὐδείς· οὔτε γὰρ εἰς γαμικά συναλλάγματα,, οὔτε μὴν εἰς κληρονομίαν ἐν τοῖς τοιούτοις ἐστὶν ἀμφισβήτησις Νόμος. Φησὶ δὲ καὶ ὁ νόμος· Τὴν ἐκ πορνείας ἀδελφήν οὐδεὶς λαμβάνει· καί· Ο πορνεύσας μετά τινος γ ναικός, εἴπερ ἐστὶ φανερὰ ἡ πορνεία, τὴν μὲν μη τρυιὰν αὐτῆς κωλύεται λαβεῖν, λαμβάνει δὲ τὴν διεξαδέλφην αὐτῆς. γ Περὶ τῶν ἐξ ἀγχιστείας. Καὶ αὕτη μὲν ἡ τῶν ἐξ αἵματος· τῶν δὲ ἐξ ἄγχιο στείας ποικιλοτέρα ή εὕρεσις. Εν τούτοις γὰρ βα ὑμῶν ποσότητα ζητεῖν οὐδόλως τοῖς παλαιοῖς ἔδοξε, ἀλλὰ τὰ συγκεχυμένα κατὰ τὴν τοῦ γένους κλῆσιν καὶ ἀπρεπὴ ῥητῶς κωλύσαντες, τὰ λοιπὰ ἀνέγκλητα εἴασαν· οἱ δὲ νεώτεροι καὶ βαθμοὺς αὐτοῖς ἐπενόησαν, καὶ τὰ ὑπὲρ τὸν ἔκτον βαθμὸν προβαίνειν δε δώκασι. Καί τοι ῥητῶς εὑρίσκομεν καὶ ἔκτον συγκεχωρημένον, καὶ ἕβδομον κεκωλυμένον, τὸν μὲν ὡς ἀσύγχυτον, τὸν δὲ ὡς συγκεχυμένον· ὥστε οὐ χρή βαθμούς παρεισάγειν εἰς ταῦτα· ἀλλ' ὁ μὲν ὁ νόμος δ ῥητῶς ἐκώλυσε, φεύγειν· ὁ δὲ μὴ ἐκώλυσε, παρα δέχεσθαι· ἐκώλυσε δὲ ὁ μὲν παλαιότερος νόμος τὰ προσεχέστερα καὶ ἐγγύτερα. Νόμος. Φησί γάρ· Πενθερά ἐστιν ἡ μήτηρ καὶ ἡ μάμμη, καὶ ἡ προμάμμη τῆς γαμετής μου, καὶ οὐδεμίαν απ τῶν λαμβάνω· καὶ νύμφη λέγεται ἡ τοῦ υἱοῦ καὶ τοῦ ἐγγόνου, καὶ ἡ τοῦ προεγγόνου γαμετή· καὶ προ γονὴ λέγεται ἡ ἐξ ἄλλου θυγάτηρ, καὶ ἐγγόνη, καὶ προ εγγόνη τῆς γαμετής μου, καὶ οὐδεμίαν αὐτῶν λαμ βάνω. Οὐδὲ τὴν μητρυιάν μου, εἰ καὶ πολλὰς ἔσχεν ἡ πατήρ μου, ἐπειδὴ μητέρων ἔχουσι τάξιν· οὔτε μητρυιὰ τὸν γενόμενον ἄνδρα τῆς προγονῆς μου, οὐδὲ τὴν θυγατέρα τῆς ἀποζευχθείσης μοι γυναικός, τὴν μετὰ τὴν ἀπόζευξιν τεχθεῖσαν ἐξ ἑτέρου ἀνδρός. Ο δὲ τοῦ Σισιννίου τόμος δύο ἀδελφοὺς ἐκώλυσε λαμ βάνειν θείαν καὶ ἀνεψιάν, καὶ ἀνάπαλιν· ἔτι δὲ δύο ἀδελφοὺς λαμβάνειν δύο πρωτεξαδέλφας· ἐνθεωρεῖται δὲ τῷ μὲν πρώτῳ ὁ πέμπτος βαθμός, τῷ δὲ δευ τέρῳ, ὁ ἔκτος. Μέχρι μὲν οὖν τοῦ πέμπτου βαθμού πάντη τὸ ἐξ ἀγχιστείας κεκώλυται, εἰ δεῖ κάν του τους βαθμούς ἀριθμεῖν· τὰ δὲ τοῦ ἔκτου βαθμοῦ εἰ μὲν αὐτὰ οὐκ ἔχει σύγχυσιν περὶ τὰ τοῦ γένους ὀνό ματα, οὐ κωλύεται· εἰ δέ τις ὁρᾶται σύγχυσις, εἴργεται. Βαθμὸς ἕκτος ἀκώλυτος. Καὶ δὴ τὸν μὲν ἐξ ἑνὸς καὶ πέντε βαθμῶν γινό μενον γάμον οἱ μὲν ἄλλοι πάντες κωλύουσιν· ὁ δὲ
col. 1121–1122page 85 of 224
PG 144:1121Β. με Θεσσαλονίκης Μιχαήλ ο Χούμνος, ἐν ἰδίῳ ψηφίσματι, ἀκώλυτον ἀποφαίνει, οἷον, εἰ πατὴρ καὶ υἱός, πρώτου ὄντες βαθμοῦ, συναφθείεν μικρᾷ θείᾳ καὶ ἀνεψιᾷ, πέμπτου ούσαις βαθμού. Εκτος κεκωλυμένος. Εἰ δὲ ὁ ζητούμενος ἔκτος ἐξ ἀγχιστείας βαθμός Εκ δύο σύγκειται καὶ τεσσάρων, εἰ μὲν γίνεται σύγχ χυσις, ὁ δεύτερος κεκώλυται. Οὐ γὰρ δυνατὸν δύο αὐταδέλφους δυσὶ συναφθῆναι πρωτεξαδέλφαις, ή τὸ ἀνάπαλιν· γίνονται γὰρ ἀντὶ αὐταδέλφων σύγ γαμβροι, καὶ συγχέονται ἐντεῦθεν τὰ τῆς συγγενείας ὀνόματα. Φησὶ δὲ ὁ ἱερὸς καὶ μέγας Βασίλειος· Εν οἷς τὰ τοῦ γένους ὀνόματα συγχέονται, ἐν τούτοις ὁ γάμος ἀθέμιτος. Εκτος ἀκώλυτος. Εἰ δὲ οὐ γίνεται σύγχυσις, καὶ ὁ ἔκτος ἀκώλυτος ἐστιν· πάππον γὰρ καὶ ἔγγονον ακώλυτόν ἐστι συν ναφθῆναι μεγάλῃ θείᾳ καὶ ἀνεψιᾷ· ἔκτου γὰρ καὶ τοῦτο βαθμοῦ, ἀλλ' ἔστιν ἀσύγχυτον· πάλιν γὰρ μετὰ τοὺς γάμους πάππου καὶ ἐγγόνου ἀποσώζουσι τόπους. Τὴν γὰρ μεγάλην θείαν, καὶ τὸν μέγαν θεῖον, ἤτοι τοῦ πάππου τὴν ἀδελφὴν, καὶ τὸν ἀδελφὸν, μάμμην καὶ πάππον οἱ πολλοὶ ὀνομάζουσι. Διὰ τοῦτο οὔτε ἀπὸ τοῦ νόμου τὸ παρὸν κεκώλυται ζήτημα, καὶ τῷ τόμῳ παρεῖται τοῦ Σισιννίου, ὡς ἀκώλυτον ἐκεῖνο δέ, ὡς σύγχυσιν ἔχον, κεκώλυται. Εκτος ακώλυτος. Εἰ δὲ ἐκ τριῶν ἐστι καὶ τριῶν, εἰ μὲν οὐκ ἔχει σύγχυσιν, ἀκώλυτόν ἐστιν· οἷον, ὅταν μὲν θεῖος καὶ ἀνεψιός θείαν λάβῃ καὶ ἀνεψιάν, οὐδεμία γίνεται σύγχυσις. Πάλιν γὰρ θείου καὶ ἀνεψιοῦ σώζουσι τό που· διὰ τοῦτο καὶ ἀκώλυτον εἶναι παντάπασιν, ή τε τοῦ ῥηθέντος νόμου σιωπή, οὐ μὴν ἀλλὰ καὶ θεσπίσματα βασιλικά, καὶ πράξεις συνοδικαὶ πᾶσιν ἐγνώ ρισαν. Εκτος κεκωλυμένος. Οταν δὲ ὁ μὲν θεῖος προλαβὼν ἔσχε τὴν ἀνεψιάν, ὁ δὲ ἀνεψις βούλεται συνοικήσαι τῇ θείᾳ, τὸ ἐπιγινόμενον διὰ τὴν σύγχυσιν κεκώλυται. Γίνονται γὰρ ὡς ἀπὸ τῶν γάμων, ὁ μὲν θεῖος ἀνεψιός, ὁ δὲ ἀνε ψιὸς θεῖος· καὶ ἔστι τοῦτο σαφὴς τῶν ὀνομάτων τοῦ γένους σύγχυσις. *Εβδομος κεκωλυμένος. Αλλὰ καὶ ὁ μέχρις ἑβδόμου βαθμοῦ θεωρούμενος ἐξ ἀγχιστείας γάμος, εἰ μὲν ἐξ ἑνὸς εἴη καὶ ἕξι κε κώλυται. Οὐ γὰρ οἷόν τε πατέρα καὶ υἱὸν δισεξαδέλ φαις συναφθῆναι δυσί· γίνονται γὰρ, ἀντὶ πατρὸς καὶ υἱοῦ, σύγγαμβροι. *Εβδομος ακώλυτος. Εἰ δὲ ἐκ δύο καὶ πέντε, οὐδαμῶ;· εἴτε γὰρ πάππος καὶ ἔγγονος, εἴτε δύο αὐτάδελφοι συναφθεῖεν μικρᾷ θείᾳ καὶ ἀνεψε, ὁ δεύτερος γάμος ἀνέγκλητός ἐστιν.
col. 1123–1124page 86 of 224
PG 144:1123Εβδομος ακώλυτος. Εἰ δὲ ἐν τριῶν καὶ τεσσάρων, πάλιν, εἰ μὲν ἐστιν ἀσύγχυτον, συγκεχώρηται· θεῖος γὰρ καὶ ἀνεψις δύο πρωτεξ. δέλφας ἀκωλύτως λαμβάνουσιν. Εβδομος κεκωλυμένος. Εἰ δὲ σύγχυσιν ὁρᾶται ἔχον, οὐ δῆτα· πάππος γὰρ καὶ δισέγγονος δύο πρωτεξαδέλφας λαβεῖν εἰργος ται, ἵνα μὴ καὶ οὗτοι σύγγαμβρο: λογισθείεν. Αλλ ὁ μὲν προλαβὼν μένει ακίνητος, κωλύεται δὲ ὁ ἐπι γινόμενος, ἢ προβὰς διασπάται· τὰ δὲ ὑπὲρ τὸν έβδομον ἐξ ἀγχιστείας ἀπολυπραγμόνητά εἰσι καὶ ἀκώλυτα, ὥσπερ ἐν τοῖς ἐξ αἵματος τὰ ὑπὲρ τὸν ὄγδοον. Οὐ καλῶς δέ τισιν εἴρηται, ὅτι τὰ εὑρισκ μενα ἐξ ἀγχιστείας ἕκτου βαθμοῦ, ὅτε μὲν ἐξ ἴσης εἰσὶν, ὡς ἐξ ἑκατέρου μέρους τρεῖς εἶναι βαθμούς. ἀκώλυτά εἰτι· κεκωλυμένα δὲ, ὅτε εἰσὶν ἄνισα· ἐκ γὰρ τῶν εἰρημένων ἀνωτέρω δέδεικται, μὴ τὸ ἴσεν καὶ τὸ ἄνισον, ἀλλὰ τὸ συγκεχυμένον καὶ ἀσύγχυ τον, ἢ ἐφιέναι, ἢ ἀπείργειν τὸ συνάλλαγμα. *Οτι οὐ δεῖ τὸν αὐτὸν δύο δευτέρας ἐξαδέλφας λαβεῖν. Κεκώλυκεν ἡ Ἐκκλησία τὴν αὐτὴν καὶ ἕνα δύο δευτέρας ἐξαδέλφας λαμβάνειν. Οὐ γὰρ ἔβδομος ἐξ ἀγχιστείας, ὡς οἴονταί τινες, συνάγεται βαθμός, ἀλλὰ ἔκτος, διὰ τὸ ἑνὸς βαθμοῦ λογίζεσθαι τὸν ἄν δρα μετὰ τῆς γυναικός· τοῦτο γὰρ ζητηθὲν ἐπὶ ο τῶν ἡμερῶν τοῦ πατριάρχου Νικολάου, ἐκωλύθη τὰ γὰρ μᾶλλον τὴν ἕνωσιν ἔχοντα πλείονος καὶ τῆς παρὰ τῆς Ἐκκλησίας· προββη δὲ καὶ θέσπισμα του ἐν βασιλεῦσιν ἀοιδίμου Μανουήλ, μὴ γίνεσθαί ποτε τοῦτο διοριζόμενον. Διὰ τί δὲ τὰ ἐξ ἀγχιστείας, εἶτ ουν διγενείας, εἰς τὸν ἕβδομον λύεται βαθμόν; Το ἓν ἢ φύσει ἐστὶν, ἢ θέσει· καὶ φύσει μὲν, ὡς εἰς ἄνθρωπος· θέσει δὲ, ὡς ὁ ἀνὴρ μετὰ τῆς νομίμου γυναικός, οὓς σχέσις ἤνωσε καὶ συνάφεια σαρκική, ὡς εἴρηται· ι Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Οταν μὲν οὖν ἐξ αἵματος ᾗ ἡ οἰκείωσις καὶ γένους ἑνὸς, τὸ οἰκεῖόν τε καὶ τὸ ἓν φύσει ἐστίν· ὅταν δὲ ἐξ ἀγχιστείας καὶ δύο γενῶν, θέσει τὸ ἕν, καὶ ἡ οἰ κειότης αὐτοῖς οὐ κατὰ τὴν ἐξ αἵματος οικειότητα διὸ καὶ τῷ ὑποβεβηκότι βαθμῷ, καὶ πρὸ τοῦ ὀγδόου, εὐθὺς ἡ τοιαύτη οἰκειότης τε καὶ ἔνωσις λύεται αποστάσεως πρὸς τὴν διάλυσιν δέονται, ὥσπερ τά ἧττον ἡνωμένα, ελάττονος. Περὶ τῶν ἐκ τριγενείας. Τὰ δὲ ἐκ τριγενείας γαμικά ζητήματα εἰτι μὲν καὶ ταῦτα ἐξ ἀγχιστείας, ἀλλὰ τῇ τοῦ τρίτου γένου; ἐπιπλοκῇ ῥᾷον ἢ τὰ ἐκ δύο συμπεπλεγμένα γενών λύονται· ὥσπερ γὰρ ταῦτα δυσὶ βαθμοῖς ὑποβέβηκε τῶν ἐξ αἵματος, (τὰ μὲν γὰρ εἰς τὸν ὄγδοον, τι δὲ ἐξ ἀγχιστείας ἐκ δυοῖν γενεῖν ἔσθ' ὅτε καὶ εἰς τὸν ἔκτον λύονται), οὕτω πάλιν τὰ ἐκ τριγενεία;, δυσίν ὑπ.6.βασθέντα βαθμοῖς τῶν ἐκ δύο γενῶν, τὴν ἀρο χὴν τῆς λύσεως κατὰ τὸν τέταρτον εὐθὺς λαμβάνει
col. 1125–1126page 87 of 224
PG 144:1125βαθμὸν, εἰ καὶ πολλῷ μᾶλλον εἰς ταῦτα βαθμούς λαμβάνειν οὐ δεῖ, ἀλλὰ ζητεῖν, εἰ οὐκ ἐκωλύθη παρά τοῦ νόμου ῥητῶς. Τοῖς δὲ μάλιστα ἀκωλύτοις ὁ τέ ταρτο; ἐπακολουθεῖ βαθμός. Τέταρτος βαθμὸς ἀκώλυτος. Οἷον τὸ ἐπὶ τοῦ πατριάρχου Στυπῇ ἀπορηθέν τε ἐμοῦ καὶ λυθέν· Κωνσταντίνος γάρ τις ἔλαβεν εἰς γυναίκα Θεοδώρου τινὸς αὐταδέλφην Ανναν· θανούσης ἐκείνης, ἔλαβεν εἰς δεύτερον συνοικέσιον τὴν τοῦ Θεοδώρου γυναικαδέλφην Ειρήνην, ὡς γενέσθαι τὸν Κωνσταντίνον καὶ γαμβρὸν τοῦ Θεοδώρου καὶ σύγγαμβρον. Εἰσὶ δὲ ἐν τούτῳ βαθμοὶ τέσσαρες· ὁ Θεόδωρος γὰρ καὶ ἡ ᾿Αννα, βαθμοῦ δευτέρου ή γυνὴ τοῦ Θεοδώρου καὶ ἡ Εἰρήνη, βαθμοῦ δευτέρου, ὁμοῦ τέσσαρες· ὁ μὲν γὰρ νόμος δύο μόνα ἐκ τριγενείας εκώλυσεν, ἃ καὶ ἑνὸς μόνου βαθμού τυγχάνουσι, καὶ οὐ πλείονος. Νόμος. Οἶον, ὅτι οὐ δύναμαι λαβεῖν τὴν ποτέ γυναῖκα τοῦ προγόνου μου, οὐδ᾽ ἡ μητρυιὰ λαβεῖν τὸν ποτὲ ἄνα δρα τῆς προγόνης αὐτῆς, κἂν τούτοις γὰρ τριγένειά ἐστιν. Αλλ' ἐπεὶ ὁ πρόγονος καὶ ἡ προγόνη υἱοῦ ἢ θυγατρὸς λόγον ἐπέχουσι πρὸς τὸν πατρῳὸν, ἢ τὴν μητρυιάν, καὶ ἡ γυνὴ ἢ ὁ ἀνὴρ αὐτῆς, νύμφης γαμβροῦ, ἀθέμιτα τὰ τοιαῦτα τυγχάνουσι συνοικέσια. Τὰ γὰρ ἄκρα δύο γένη, ὁ ἀνὴρ καὶ ἡ γυνή, βαθε μὲν οὐκ ἔχουσιν οὔτε πρὸς ἄλληλα, οὔτε πρὸς τὸ μέσον γένος· τὴν γὰρ ἀνδρὸς μετά γυναικός συνά φειαν εἰς βαθμὸν οὐκ εἰσάγομεν, ἀλλ' ἓν μὲν εἶναι ταύτην λογιζόμεθα, ὅτε καθ᾿ ἑαυτὸν ὁρᾶται· καὶ γὰρ ἡ τοῦ ἀδελφοῦ μου γυνή, διὰ τὴν πρὸς αὐτὸν ἄκραν ἔνωσιν, δευτέρου μοι ἐστι βαθμοῦ, ἰσχναῖς ἐπινοίαις διὰ τὴν ἐντολὴν ἐνουμένη· ὅτε δὲ πρὸς ἕτερον συγγενικὸν αὐτῆς πρόσωπον ὁ βαθμός ζη τείται, οὐχ οὕτως· ἡ γὰρ ἀδελφὴ τῆς νύμφης, πρὸς μὲν αὐτὴν, δευτέρου ἐστὶ βαθμοῦ, πρὸς ἐμὲ δὲ τε τάρτου· καὶ ἡ αὐτῆς θεία, πρὸς ἐκείνην μὲν τρίτου, πρὸς ἐμὲ δὲ πέμπτου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τῶν οὐκ ἐνδεχομένων γάρ ἐστιν, ὥσπερ τὸν ἄνδρα, οὕτω δὴ καὶ τὸν τούτου ἀδελφὸν, σάρκα λογίσασθαι μίαν μετὰ τῆς νύμφης, καὶ δι' ἐπινοίας ἐπίνοιαν συνάψαι παρὰ τὴν τοῦ νόμου δύναμιν· οἱ γὰρ ἐκ πλαγίου πρῶτον βαθμὸν οὐκ ἔχουσιν, ἀλλ' ἐκ τοῦ δευτέρου ἄρχονται. Ο μὲν οὖν νόμος τὰ ἐκ τριγενείας πρώτου βαθμοῦ μόνα κεκώλυκεν, ὥσπερ εἴρηται ἡ δὲ κρατοῦσα συνήθεια καὶ τὰ παρὰ ταῦτα, καὶ ὑπὲρ τὸν πρῶτον βαθμὸν ἐκ τριγενείας ὄντα, ἀκώ λυτα οὐκ ἔχει. Τρίτος ακώλυτος. Οἷον, ἔσχε τις γυναῖκα· χρόνῳ δ᾽ ὕστερον, ἐκεί νης θανούσης, τὴν γυναῖκα τοῦ θείου αὐτῆς εἰς δεύ τερον ἔλαβε συνοικέσιον· ἄλλος τὴν προγένην τοῦ γυναικαδέλφου αὐτοῦ ἔλαβεν· ἐν τούτοις γὰρ βαθμοὶ μὲν ἀναφαίνονται τρεῖς, λύονται δὲ ὅμως κατὰ τὴν συνήθειαν· ἡ μέντοι ἀκρίβεια, ὥσπερ εἴπομεν, τὸν
col. 1127–1128page 88 of 224
PG 144:1127τέταρτον ἐν τούτοι; βαθμὸν ἀπαιτεῖ· δεῖ γὰρ τὴν Ο οἰκειότητα τῆς ἀγχιστείας πλαγιασθῆναι μικρόν, καὶ τηνικαῦτα ἔσται θεμιτός ὁ γάμος. Οἷον, ὅτι τοῦ γυναικαδέλφου μου ή γυνή προσεχώς εκείωται προς τὸ μέσον γένος, ὥσπερ κἀγὼ πρὸς αὐτόν· ὁ οὖν ἡμέ τερος ἀδελφὸς δύναται ταύτην ἀμέμπτως λαβεῖν, θανόντος τοῦ γυναικαδέλφου μου, ἢ ἐγὼ τὴν ἐκείνης ἀδελφὴν, αὐτὴν δὲ οὐ θέμις λαβεῖν. Πάλιν ἔλαβον εἰς τὴν ἀδελφήν μου γαμβρόν, οὗ τὴν ἐπ' ἀδελφῷ ποτὲ νύμφην αὐτὸς ἔλαβον εἰς γυναῖκα, καὶ ἔστιν ἀκώλυτον, ἐπεὶ καὶ τετάρτου βαθμοῦ εὑρίσκεται, καὶ μακρύνεται μικρὸν καὶ τῆς οἰκειότητος τοῦ μέσσου γένους· τὸ γὰρ πρὸς αὐτὸ προσεχῶς συναπτά μενον πρόσωπον, ἡ ἀδελφή μου ἐστιν, ἐγὼ δὲ ἐκ πλαγίου, καὶ μικρὸν ἀπωτέρω τοῦ μέσου. Πάλιν ἐπὶ τῇ θυγατρὶ ἐγένετό μοι γαμβρός τού του τὴν ποτὲ μὲν νύμφην ἐπ' ἀδελφῷ λαβεῖν με εἰ; γυναῖκα οὐ θέμις, ὡς προσεχώς συναπτομένην πρὸς τὸ μέσον γένος· τὴν δὲ αὐτῆς ἀδελφὴν, οὐκ ἀθέ μιτον. ᾿Αλλὰ καὶ γαμβρός, καὶ γυναικάδελφος χηρεύσαν τες, θείαν καὶ ἀνεψιὰν οὐδαμῶς λαμβάνουσιν· οὗ δὲ τετελεύτηκεν ή γυνή, λαμβάνειν τούτῳ ἐφεῖται τὴν του συγγάμβρου αὐτοῦ ἀδελφήν, ᾿Αλλὰ δὴ καὶ τὴν θυγατέρα τῆς δισεξαδέλφης τῆς προτέρας αὐτοῦ γυναικός, ἦτο: τὴν πρωτεξαδέλφην τῆς πενθερᾶς αὐτοῦ. Κεκώλυται δὲ λαβεῖν τὴν θυγατέρα της πρωτεξαδέλφης της προτέρας αὐτοῦ γυναικός. Δύο δὲ ἀδελφῶν γυναικάδελφον καὶ γυναικαδέλ την συνάπτεσθαι θεμιτόν. Τὸ δὲ ψήφισμα τοῦ πατριάρχου Λέοντος τοῦ Στυπῆ ἐφίησι λαβεῖν γαμβρόν καὶ γυναικάδελφον δύο αδελ φάς οἷα πέμπτου γινομένου βαθμού. Τὸ δὲ αὐτὸ ψήφισμα, ἔτι δὲ καὶ τοῦ πατριάρχου Αρσενίου, δύο ἀδελφοὺς νύμφην λαβεῖν καὶ ἀνδραδέλφην, ἀκώλυτον εἶναι κρίνουσιν. Ο θεῖος καὶ γαμβρὸς ἐπ' ἀνεψιᾷ πρώτῃ, δύο λα δεῖν ἀδελφὰς οὐ κωλύονται, εἰ καὶ ς' γίνεται βα θμός. ᾿Αλλὰ καὶ γαμβρὸς καὶ γυναικάδελφος δύο πρώ τας ἐξαδέλφας λαβεῖν οὐ κωλύονται, εἰ καὶ ζ' γίνεται βαθμός. Τὸ δὲ ψήφισμα τοῦ πατριάρχου Μιχαήλ, τὴν θυγατέρα τοῦ Ἰωάννου τυχόν, καὶ τὴν ἀνεψιὰν τῆς γυναικὸς αὐτοῦ, δυσὶν ἀδελφοῖς ἐπιτρέπει συζευχθῆναι. 'Αθέμιτα μέντοι τῶν εἰρημένων ἔνιά τινες ἐψηφίσαντο, τό τε λαβεῖν τὸν σύγγαμβρον τὴν ἀδελφὴν ὕστερον τοῦ συγγάμβρου αὐτοῦ. Ἔτι δὲ καὶ τὸν γυναικάδελφον τὴν ἐπ' ἀδελφῷ νύμφην τοῦ ἰδίου αὐτοῦ γαμβροῦ· ὥσπερ δὴ καὶ ἐκεῖνο, ὅπερ τὸν Χοῦμνον Θεσσαλονίκης ἰδίῳ ἔφημεν
col. 1129–1130page 89 of 224
PG 144:1129λύσαι ψηφίσματι, τὸ πατέρα καὶ υἱὸν λαβεῖν μικρὰν θείαν καὶ ἀνεψιάν. Νόμος. Φησὶ γὰρ ὁ νόμος· Ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπές ζητοῦμεν. Περὶ υἱοθεσίας. Καὶ οὕτω μεν τὰ ἐκ τριγενείας· τήν γε μὴν δια δοχής ένεκα γινομένην υἱοθεσίαν παραφυλάττειν, καθὰ δὴ καὶ τὴν ἐξ αἵματος, πρὸς τῶν ἱερῶν κανό νων καὶ τῶν φιλευσεβῶν δεδιδαγμεθα νόμων· κατά τε τοὺς γαμικούς δηλαδή βαθμούς, καὶ τὴν τῶν γου νέων κληρονομίαν. δ Νόμος. Φησὶ γὰρ ὁ νόμος· Οὐ δύναμαι τὴν πρὸς πατρὸς ἢ μητρὸς θείαν λαβεῖν εἰς γυναῖκα, εἰ καὶ εἰσὶ θε ταὶ, ἐπειδὴ μητέρων τάξιν ἔχουσιν, ἥτις τυχόν τῷ πάππῳ μὲν υἱοθετήθη, ἀδελφῆς δὲ τόπον ἐπεῖχε πρὸς τὸν πατέρα, πρὸς ἐμὲ δὲ θείας· οὔτε ὁ θετὸς πατὴρ τὴν τοῦ θετοῦ υἱοῦ θυγατέρα, ἢ τὴν ἐγγόνην· οὔτε ὁ θετὸς υἱὸς τὴν τοῦ θετοῦ πατρὸς γα μετήν, ἢ τὴν μητέρα, ἢ τὴν ἀδελφὴν αὐτῆς, ἢ τὴν ἀπὸ υἱοῦ ἐγγόνην. Ἐὰν δὲ ὁ ἐπίτροπος, ἢ ὁ γενόμενος κουράτωρ υἱοθετῆσαι βουληθῇ τὸν ἄνδρα τῆς ἐπιτροπευομένηςκουρατορευομένης, ἢ τὸν πατέρα αὐτῆς, ἡ θέσις ἄχυρός ἐστιν· οὐ μὴν ὁ γάμος λύεται· λύεται δὲ, ἡνίκα τις τὸν ἴδιον γαμβρὴν εἰσποιήσαιτο. Ἡ δὲ κδ' νεαρὰ τοῦ βασιλέως Λέοντος τοῦ Σου φοῦ, κωλύουσα τοὺς εἰσποιουμένους πρὸς γαμικὴν ὁμιλίαν συνάπτεσθαι τοῖς τοῦ εἰσποιησαμένου παι σιν, ἐπάγει· Ἀλλὰ πάλαι μεν μὴ κατὰ λόγον, νῦν δὲ κατὰ τὸν πρέποντα θεσμὸν καὶ δίκαιον τῆς υἱος θεσίας γινομένης, καὶ διὰ τελετῆς ἱερᾶς, τῶν μὲν εἰς γονέων τάξιν καθισταμένων, τῶν δὲ εἰς τὴν τῶν παίδων, οὐκέτι περιλείπεται λόγος εἰς γάμον συν ἀπτεσθαι τοῖς κατὰ φύσιν τοῦ εἰσποιησαμένου παισι τοὺς εἰσποιητοὺς παῖδας, μηδὲ τὸ τῶν ἀδελφῶν ὄνομα πρὸς τὸ τῆς συζυγίας μεθαρμόζεσθαι, ὥστε γαμβροὺς ἀντὶ ἀδελφῶν καλεῖσθαι. *Οτι υἱοθετοῦσι καὶ εὐνοῦχοι. Τοῦ δὲ νόμου λέγοντος, ὅτι ἡ θέσις μιμεῖται τὴν φύσιν, καὶ διὰ τοῦτο κωλύοντος τοὺς εὐνούχους εἰσ ποιεῖν τινα, καὶ ἔχειν αὐτὸν ὑπεξούσιον, ή και νεαρά τοῦ αὐτοῦ βασιλέως ἐθέσπισε καὶ τοῦτο γίνεσθαι ἀκωλύτως. Οτι υἱοθετοῦσι καὶ παρθένοι Ἡ δὲ κζ' καὶ ταῖς παρθενοις εἰσποιεῖν δίδωσι, καὶ τοὺς εἰσποιηθέντας ὑπεξουσίους ἢ αὐτεξουσίους, δίκαια κληρονομίας ἔχειν ἐπ' αὐταῖς· καὶ μὴ δεῖ σθαι βασιλικοῦ ἐπιτάγματος, ἢ πράξεως δικαστῶν. Περὶ τῆς ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀναδοχῆς. Ἡ δὲ ἀπὸ τοῦ ἁγίου βαπτίσματος κατὰ ἀναδοχὴν ν νομένη υἱοθεσία, οὐκ εἰς κληρονομίαν εἰσέρχεται,
col. 1131–1132page 90 of 224
PG 144:1131ἀλλ᾽ εἰς τοὺς γαμικούς μόνους, ὡς εἴρηται, ζητεῖται βαθμούς. Φησὶ γὰρ ὁ νγ' κανὼν τῆς ἕκτης συν όδου· Ἐπειδὴ μείζων ἐστὶν ἡ κατὰ πνεῦμα οἰκειή τῆς τῆς τῶν σωμάτων συναφείας, τοὺς ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος παῖδας ἀναδεχομένους, καὶ μετὰ τοῦτο ταῖς ἐκείνων μητράσι χηρευούσαις γαμικῶς συναπτομένους, ορίζομεν, ἀφίστασθαι μὲν τοῦ τοιούτου συνοικεσίου, ἔπειτα καὶ τοῖς τῶν πορνευόντων ἐπιτιμίοις ὑποβάλλεσθαι· ὁ γὰρ μὴ ἑτοίμως τοῦ κακοῦ ἀφιστάμενος, καὶ ἐξομολογούμενος, ὡς αἱμομίκτης κρίνεται. Νόμος. Ο δὲ νόμος φησίν· Ο μέντοι ἀπὸ τοῦ ἁγίου βαπτίσματός τινα δεξάμενος, οὐ δύναται αὐτὴν ὕστε ρον πρὸς γάμον ἀγαγέσθαι, ὡς ἤδη γενομένην αὖ τοῦ θυγατέρα, οὐδὲ τὴν ταύτης μητέρα ή θυγατέρα ἀλλ᾽ οὐδὲ ὁ υἱὸς αὐτοῦ· ἐπεὶ οὐδὲν ἄλλο δύναται οὕτως εἰσαγαγεῖν πατρικὴν διάθεσιν καὶ δικαίαν γάμου κώλυσιν, ὡς ὁ τοιοῦτος δεσμός, δι' οὗ, Θεοῦ μεσιτεύοντος, αἱ ψυχαὶ αὐτῶν συνάπτονται. Ισχυρίζονται τοίνυν τινές, ὡς, ἐπεὶ ἀπὸ τοῦ κανόνος καὶ τοῦ νόμου, μείζων ἡ πνευματικὴ τῇ; κατά σάρκα συγγενείας ορίζεται, χρῆναι τοὺς ταύτη συνδεδεμένους παρατηρεῖν τοὺς κεκωλυμένους βαθμοὺς ἄχρι τοῦ ἑβδόμου, ὅσους δηλαδὴ καὶ εἰς τὴν καθ' αἷμα συγγένειαν· τοῖς δὲ πλείσι τοῦτο οὐκ ἔδοξεν, ἀλλὰ μόνα τὰ τῷ ῥηθέντι νόμῳ περιεχόμενα κωλύεσθαι πρόσωπα. Οι μέντοι βαθμοὶ τῶν ἐξ υἱοθεσίας αμφοτέρας ἐνηλλαγμένως ἀριθμοῦνται πρὸς τοὺς βαθμούς τῶν ἐξ αἵματος· ἐκεῖ μὲν γὰρ ὁ πατὴρ πρὸς πάντας τοὺς αὐταδέλφους πρώτου πάντως υπάρχει βαθμοῦ ἐνταῦθα δὲ ὁ πνευματικὸς οὗτος πατὴρ, πρὸς μὲν τὸν παῖδα, ὃν εἰσεποιήσατο, πρώτου ἐστὶ βαθμοῦ, πρὸς δὲ τὸν σαρκικὸν τοῦ παιδὸς πατέρα δευτέρου· ἀδελφὸς γὰρ αὐτοῦ λογίζεται. Πρὸς δὲ τοὺς αὐταδέλφους τοῦ πνευματικοῦ υἱοῦ αὐτοῦ, τρίτου οὐ γὰρ κακείνους ἔσχεν υἱούς. Ο υἱὸς δὲ πρὸς τοὺς σαρκικοὺς ἀδελφοὺς αὑτοῦ δευτέρου, καὶ πρὸς τὸν σαρκικὸν αὐτοῦ πατέρα, πρώτου, ὥσπερ καὶ πρὸ τὸν πνευματικόν. Διὰ τοῦτο ἔξεστι τῷ βουλομένῳ λαβεῖν εἰς γυ ναῖκα τὴν τοῦ συντέκνου αὐτοῦ ἀδελφήν. Ὁ δὲ τὸν υἱὸν αὐτοῦ ἀπὸ τοῦ ἁγίου βαπτίσματ ἀναδεχόμενος, τῆς γυναικὸς αὐτοῦ διαζεύγνυται. Περὶ τῶν κεκωλυμένων γάμων καὶ χωρὶς συγγενείας. Εστι δ' ὅτε καὶ χωρὶς συγγενείας ὁποιασοῦν τῶν εἰρημένων πέντε συγγενειῶν κωλύεται τὸ συνάλλαγμα· οἷον, ὁ κατηγορηθεὶς μοιχός, εἰ καὶ μὴ προφανῶς ἀπηλέγχθη, οὐ δύναται ταύτην εἰς γυναῖκα λαβεῖν· οὐδὲ ὁ ἀπελεύθερος τὴν γυναῖκα του πάτρωνος αὐτοῦ, μετὰ τὸν ἐκείνου θάνατον· δίδωσι γὰρ ὑποψίαν ὅτι καὶ ζῶντος ἐκείνου ταύτην μοι χεύων ἦν. Περὶ ἐπιτρόπου καὶ ἀφηλίκων. Οὐδὲ ὁ ἐπίτροπος τὴν ὀρφανὴν, ἢ ὁ υἱὸς αὐτοῦ,
col. 1133–1134page 91 of 224
PG 144:1133Β. πρὸ τοῦ λυθῆναι τὴν ἐπιτροπήν. Λύεται δὲ ἡ ἐπι- Λ τροπὴ τὸν τριακοστόν χρόνον. Πέντε γὰρ καὶ εἴκοσι χρόνοι εἰσὶ τῆς ἐνηλικιώσεως, καὶ τέσσαρες τῆς ἀποκαταστάσεως, καὶ τῇ ἀρχῇ τοῦ τριακοστοῦ χρό νου αὐτίκα ἡ ἐνοχὴ τοῦ ἐπιτρόπου λύεται· καὶ ἔχει ἄδειαν ἐξ ἐκείνου συζυγῆναι τῇ ἐπιτροπευομένῃ, πρὶ τούτου δὲ οὐδαμώς. Ἡ δὲ μήτηρ τῆς ἐπιτροπευθείσης δύναται καὶ πρὸ τούτου τῷ ἐπιτρόπῳ τῆς μητρὸς αὐτῆς γαμη θῆναι. Ἐπεὶ δὲ καὶ οἱ ἁπλῶς οἰκειακοὶ ὑποχείριοι, εἰ καὶ μὴ εἰσι δούλοι, ἢ ἐγένοντό ποτε, τάξιν ἀπελευθέρου ἔχουσιν, οὐδὲ οὗτοι μετὰ θάνατον τῶν ἰδίων δεσποτῶν τὰς ἐκείνων λαμβάνειν δύνανται γαμετάς, ἵνα μὴ δοῖεν προλαβούσης μοιχείας ὑπόνοιαν. Οὐδὲ ὁ σκηνικός, ἤτοι ὁ δημόσιος παιγνιώτης, ἢ δ τούτου υἱὸς, συγκλητικοῦ θυγατέρα δύναται λα δεῖν, Νόμος. Φησὶ γὰρ ὁ νόμος, ὅτι ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπὲς δεῖ ζη τεῖν. Ἐπὶ μὲν γὰρ τῶν ἐξ αἵματος, καὶ τῶν τοῦ ἁγίου βαπτίσματος, καὶ τῶν ἐξ υἱοθεσίας, βαθμούς δεῖ ζητεῖν, καὶ τὰ ὑπὲρ τὸν ζ' τούτοις ἀκώλυτα. Επὶ δὲ τῶν ἐξ ἀγχιστείας, καὶ τῶν ἐκ τριγενείας, τὰ ῥη τῶς κωλυθέντα ἢ σύγχυσιν ἔχοντα φυλάττεσθαι χρή ἐπὶ δὲ τῶν ἔξω συγγενείας, τὸ εὐπρεπές. Νόμοι. Η οὖν παρανόμως γαμηθεῖσα δύναται διαλύειν τὸν γάμον, καὶ γαμεῖσθαι ἄλλῳ ὕπερον. Οἱ δὲ ἀπὸ κεκωλυμένων γάμων τικτόμενο: παῖδες οὐδὲ τῆς τῶν νόθων ἀξιούνται προσηγορίας, οὐδὲ διαδέχονται κατά τινα τὸν ἴδιον πατέρα. Ο πρὸς ἐλευθέραν, μὴ ποιησαμένην πόρον ἐκ τοῦ σώματος, ἔχων συνήθειαν, οὐ παλλακήν, ἀλλὰ γαμετὴν ἔχειν δοκεῖ. Δύναται ὁ κουράτωρ συνάψαι τὴν ἰδίαν θυγατέρα τῷ κουρατορευομένῳ ὑπ' αὐτοῦ· τὸν δὲ υἱὸν αὐτοῦ τῇ κουρατορευομένῃ οὐ δύναται χωρίς βασιλικῆς κελεύσεως, ἐπεὶ ἀτιμοῦτα:. Οὔτε ὁ πατὴρ τοῦ ἐπιτρόπου, οὔτε ὁ συνυπεξού σις αὐτοῦ ἀδελφὸς δύναται γαμεῖν τὴν ὀρφανήν. Αἱ τῶν πενθουμένων γαμεται κωλύονται ἐν τῷ που θέλω χρόνῳ γαμεῖσθαι, εἰ μὴ κατὰ κέλευσιν βασιλέως· αἱ δὲ τῶν μὴ πενθουμένων, ἤτοι τῶν ἐπὶ καθοσιώσει καταδικασθέντων, οὐ κωλύονται. Ἡ ἐν τῷ πενθεῖν τὸν ἄνδρα γεννήσασα, ἔτι λύεται γάμῳ προσελθεῖν· ἡ δὲ ἐν τῷ πενθέμα χρόνῳ τεκοῦσα, οἱ κωλύεται. Κατὰ δύο γὰρ αἰτίας ὁ πένθιμος ἑτυπώθη καιρός, διὰ τὸ μὴ σύγχυσιν γίνεσθαι τῆς μονῆς, καὶ διὰ τὴν ὀφειλομένην τοῖς ἀνδράσι τιμήν· ὧν ἡ μὲν μία λύεται διὰ τοῦ τόκου ἡ δὲ ἑτέρα οὐκ ἔτι διὰ τὴν ὀφειλομένην αἰδὼ καὶ τιμὴν τῷ ἀνδρί. Αἱ οὖν γυναῖκες τῶν μὴ ἀξίων πενθείσθαι, διὰ τὸ εἰς δημόσια τυχόν περιπεσείν
col. 1135–1136page 92 of 224
PG 144:1135ἐγκλήματα, μετὰ τὸν τόκον οὐ κωλύονται λοιπὸν καὶ ἐν τῷ πενθίμῳ γαμεῖσθαι. Ἡ πρὸ τοῦ πενθίμου χρόνου δευτερογαμούσα γυνὴ ἀτιμοῦται, μηδὲν ἐκ τοῦ πρώτου γάμου κερδαίνουσα, καὶ μηδὲν πλέον του τρίτου μέρους τῆς ἰδίας ουσίας δοῦναι δυναμένη τῷ δευτέρῳ ἀνδρι, ὅτε παῖδας δηλαδὴ οὐκ ἔχει. Ἐὰν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν περὶ τὸν ενδέκατον μῆνα τέκῃ ἡ γυνή, πορνεία ἐστὶ τὸ γεγο νὸς, καὶ τοῖς αὐτοῖς ἐπιτιμίοις ἐνέχεται, οἷς ἡ περι τὸν πένθιμον γάμον δευτερογαμοῦσα· ἐκπίπτουσα δηλονότι τῆς τε προικώας καὶ πάσης ἀνδρώας ὑπο στάσεως. ΚΕΦΑΛ. Θ. Περὶ τῶν βδελυσσομένων τους ἐννόμους γάμους, τὸν οἶνον, τὰ κρέα, καλ ἕτερα. Ὁ τῶν ἁγίων ἀποστόλων να κανών, Ἐπίσκοπος, φησίν, ἢ πρεσβύτερος, ἢ ἄλλος τοῦ κλήρου, 5 μὴ δι' ἄσκησιν καὶ ἐγκράτειαν, ἀλλ' ὡς βδελυκτῶν ἀπεχί μενος γάμου τε, καὶ κρεῶν, καὶ οἴνου, ἐπιλελησμένος, ὅτι ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ὅτι πάντα καλὰ λίαν, καὶ βλασφημῶν διαβάλλει τοῦ Θεοῦ τὴν δημιουργίαν, ή διερ θούσθω, ή καθαιρείσθω, καὶ τῆς Ἐκκλησίας ὡς πορρωτάτω γινέσθω, ὡς ἀπεναντίας τοῖς ὀρθοῖς τού τοῖς ἱστάμενος δόγμασιν. Ε! δὲ καὶ λαϊκός ταύτη φρονῶν εἴη, τῆς Ἐκκλησίας αφοριζέσθω· οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ γενομένων κακόν, ἀλλ' ἡ τούτων παράχρησις βλαβερόν. Εἰ δὲ κακίας ταῦτα αἴτια ἦν, οὐκ ἂν παρήχθησαν παρὰ τοῦ Θεοῦ· ὥστε ὁ τὰ τοῦ Θεοῦ διαβάλλων ποιήματα, εἰς τὸν ποιήσαντα τὴν βλασφημίαν ἐκτείνει. Ὁ δὲ τῆς ἐν Γάγγρα σ' τῷ ἀναθέματι παραπέμπει, ὅς ἀκάθαρτον εἶναι τὸν νόμιμον γάμον ἡγεῖται, καὶ τὴν ἀνδρὶ συνεζευγμένην κοσμίαν γυναῖκα καὶ σώφρονα βδελυσσόμενος, διὰ τὴν πρὸς τὸν σύνευνον ὁμιλίαν, ἅτε μὴ δυναμένην ἐντεῦθεν τῆς τῶν οὐρα νῶν βασιλείας ἐπιτυχεῖν. Φησὶ γὰρ ὁ Ἀπόστολος «Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη αμίαντος· καὶ πάλιν Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πί στεως ἐν ὑποκρίσει ψευδολόγων καὶ κεκαυτηριασμένων τὴν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν.» Ταύτην καὶ ὁ τέταρτος τὴν δίκην ἐπανατείνεται τῷ διακρινομένῳ καὶ μὴ μεταλαβεῖν ἀνεχομένῳ παρὰ πρεσβυτέρου γεγαμηκότος, τὴν ἱερὰν τελέσαν τις λειτουργίαν, οἷα τὸν τίμιον γάμον βδελυσσο μένῳ. Τούτῳ καὶ ὁ νβ' ὑπάγεσθαι κελεύει τῷ ἀναθέματι τὴν τοῦ ἰδίου ἀνδρὸς ἀναχωροῦσαν γυναῖκα, οἷα βδελυκτὸν τὸν γάμον νομίζουσαν. Ο γάρ τοι Από στολος, «Μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου γένηται·» καὶ αὖθις· «Η γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ.» Εἰ δέ που δι᾿ ἔφεσιν τοῦ μονήρους βίου τὴν ἀναχώρησιν ἕλοιτο, ἀνεπίκλητος.
col. 1137–1138page 93 of 224
PG 144:1137Β. Ταύτῃ καὶ ὁ θ' τῇ δίκῃ δίδωσι τὸν παρθενίαν μετιόντα καὶ τοῦ βίου ἀναχωρήσαντα, ἅτε τὸν γὰ μον βδελυσσόμενον, καὶ μὴ δι' αὐτὸ τὸ τῆς παρθενίας καλὸν καὶ σεβάσμιον, Ὁ δὲ νγ' τῶν ἁγίων ἀποστόλων, Οὐ δεῖ, φησίν, ἐν ταῖς τῶν ἑορτῶν ἡμέραις, Σαββάτου τυχὸν καὶ Κυριακῆς, ἡ οιασδηποτοῦν ἑτέρας, οίνου καὶ κρεῶν, ὡς ἐβδελυγμένων, ἀπέχεσθαι. Ο δὲ οὕτω καὶ φρο νῶν καὶ ποιῶν, ὡς τὴν ἰδίαν κεκαυτηριασμένος συνείδησιν, καὶ σκανδάλου τοῖς πολλοῖς γινόμενος αἴτιος, εἰ μὲν τοῦ κλήρου εἴη, καθαιρείσθω, εἰ δὲ τοῦ λαοῦ, ἀφοριζέσθω· εἰ μήπου τις ἂν ἀφωρισμέναις ἡμερῶν περιόδοις ἀσκῶν, ἐξ ἴσης ταῖς ἄλλαις, κάν τῷ Σαββάτῳ καὶ τῇ Κυριακῇ τηρήσεις τὴν ἐγκράτ τείαν. Ο δὲ τῆς ἐν Ἀγκύρᾳ ιδ' τοῖς τῶν χρεῶν ἀπεχομένοις δι᾿ ἄσκησιν γεύεσθαι μόνον ἐπὶ τῶν συν άξεων παρεγγυάται· καὶ οὕτως, εἰ βούλοιντο, τὴν τούτων ἐδωδὴν μὴ προσίεσθαι, ἀλλά γε τῶν συνεψο μένων τούτοις λαχάνων μὴ ἀπαναίνεσθαι τὴν μετ τάληψιν, ὡς ἂν ἐντεῦθεν πᾶσαν πρόφασιν σκανδάλου περιέλωσι τῶν οἰομένων τούτους διὰ βδελυρίαν τῶν τοιούτων ἀπέχεσθαι. Καὶ οὐχ ἥκιστα τούτοις ἐστιᾶσθαι προσῆκε κατ' ἐκείνας τῶν ἡμερῶν, ἡνίκα τῶν αἱρετικῶν ἔνιοι νηστεύειν ἀπὸ τούτων ειώθασιν, ὡς ἂν μὴ συμβαίνειν δόξα εν τῷ ἐκείνων φρονήματι, καὶ μάλιστα εἰ τύχοιεν ἐπιχωριάζοντες πόλει, τῷ πλείστῳ γε μέρει τοιαῦτα νοσούσῃ. Εἰ δὲ μὴ ὑπείκοιεν τῷ κανόνι, κληρικούς μὲν ὄντας, τῆς ἱερωσύνης ἀπογυμνοί, λαϊκούς δὲ ἀφορίζει. Τῶν δὲ Λατίνων οἱ μοναχοί, τῶν μὲν χρεῶν ἀπεχόμενοι, τὸ δὲ στέαρ τούτων μετὰ λαχάνων ἀδιαφόρως ἐσθίοντες, οὐ μοι δοκοῦσι τοῦ παρόντος μέλειν αὐτοῖς κανόνος· οὐ γὰρ ἵνα σκάνδαλον περι έλωσιν, ἀλλ᾽ ἵνα τὴν γαστέρα ἐμπλήσωσι, τοῦτο δρῶσι σαφῶς. Ο δὲ μέγας Βασίλειος ἐν τῷ κη' κανόνι γελοίον ἡγεῖται τὸ εὔξασθαί τινα θείων κρεῶν ἀπέχεσθαι ὅθεν καὶ τὴν ἐπαγγελίαν ἀθετεῖσθαι κελεύει, καὶ τὴν χρήσιν τῶν χρεῶν ἀδιάφορον ἔχειν οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον), καὶ τοῦ λοιποῦ τῶν ἀπαιδεύτων επαγγελιών ὡς καταγελάστων ἀπέχεσθαι. Ἐν δὲ μιᾷ τῶν πρὸς τὸν ἅγιον ᾿Αμφιλόχιον Επι στολῶν, φησί· Τοῖς δὲ κομψοῖ; ἐγκρατευταῖς, πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα, διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω· ὅτι οὐδὲν θαυμαστὸν εἴ τινων ἀπεχόμεθα, ἐπειδὴ καὶ τὰ περιττώματα ἡμῶν βδελυττόμεθα· κατὰ μέν γε τὴν ἀξίαν οὐδὲν διενήνοχε λαχάνου χόρτου τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν τοῖς λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι, τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπεὶ λάχανόν ἐστι τὸ κώνειον, ὥσπερ κρέας τὸ γύπειον· ἀλλ᾽ ὅμως οὔτε υἱοσκύαμον φά γοι ἄν τις νοῦν ἔχων, οὔτε γυπὸς ἅψαιτο, μὴ μετ γάλης ἀνάγκης κατεπειγούσης· ὥστε ὁ φαγών οὐκ Ανόμησεν. Ο δὲ τῆς ἐν Γάγγρᾳ συνόδου β' ἀνάθεμα κατα η
col. 1139–1140page 94 of 224
PG 144:1139ψηφίζεται τοῦ κατακρίνοντος τὸν μεταλαμβάνοντα Α. Νη χρεῶν μετ' εὐλαβείας καὶ πίστεως, χωρὶς αἵματος, καὶ πνικτοῦ, καὶ εἰδωλοθύτου, ὡς ἂν διὰ τὴν τούτων μετάληψιν ἐλπίδα σωτηρίας μὴ ἔχοντα. Ἀλλὰ καὶ ὁ ι' τὸν ἀδρὰ περιβεβλημένον μά τια, καὶ βδελυττόμενον τοὺς τῇ συνήθει κεχρημένους ἐσθῆτι, ἢ σηρικὰ ἐνημμένους μετ᾿ εὐλαβείας καὶ μὴ διὰ βλακείαν ἢ ἔπαρσιν, τῷ ἀναθέματι δί δωσι. Ταύτην καὶ ὁ ε' κανὼν ἐπάγει τὴν δίκην τῷ ἐν καταφρονήσει τὸν οἶκον τοῦ Θεοῦ τιθεμένῳ, καὶ τὰς ἐν αὐτῷ βδελυττομένῳ συνάξεις. Εν παντὶ μέν γε τόπῳ εὔχεσθαι ὁ μακάριος κελεύει Παῦλος, ἀλλ' οὐχ ὥστε καταφρονεῖν τῶν συνάξεων, καὶ τοῖς ἱεροῖς μὴ προσιέναι. Ο δὲ κ' καὶ τοὺς ὑπερηφάνῳ φρονήματι βδελυτ σομένους τὰς τελουμένας συνάξεις καὶ λειτουργίας, ἔνθα μαρτύρων τεθησαύρισται λείψανα, τῷ ἀνα θέματι καταδικάζει. Ζήτει καὶ τὸν ις' ταύτης ἐν γ΄ κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Ι'. Περὶ βίας καὶ δυναστείας. Ζήτει τὸ ιβ' κεφάλαιον τοῦ 4 στοιχείου. ΚΕΦΑΛ. ΙΑ'. Περὶ βιβλίων τῆς θείας Γραφῆς γνησίων καὶ νόθων. Ο πε' τῶν ἁγίων ἀποστόλων κανών, Ταῦτα, φησί, τὰ βιβλία διαφερόντως πρεσβεύειν χρὴ σύμπαντας κληρικούς τε καὶ λαϊκούς, τῆς μὲν παλαιᾶς διαθήκης τὰ πέντε Μωσαϊκά, ὧν αἱ κλήσεις τῶν ἐπιγράφων· Γένεσις· Έξοδο;· Λευϊτικόν Αριθμοί Δευτε ρονόμιο,· Ἰησοῦ υἱοῦ Ναυῆ, ἔν· Κριτῶν, ἕν Ρούθ, ἔν' Βασιλειῶν, δ· Παραλειπομένων της βίβλου τῶν ἡμερῶν, δύο· Εσδρα, δύο· Ἐσθήρ, ἔν· Μακ καβαίων, τρία· Ἰδ, ἔν· Ψαλτήριον, ἕνα Σολομῶν. τος, τρία - Παροιμίας, Εκκλησιαστικήν, Ασμα ᾀσμάτων· Προφητῶν, ιβ'. Ησαΐου, ἔν· Ἱερεμίου, ἔν· Ἰεζεκιήλ, ἕν· Δανιήλ, ἔν· ἔξωθεν δὲ προσιστορείσθω τοῖς νέοις καὶ ἡ τοῦ πολυμαθούς σοφία Σιράχ. Τῆς Καινῆς δὲ Διαθήκης, Εὐαγγέλια τέσ σαρα· Ματθαίου, Μάρκου, Λουκᾶ, Ἰωάννου· Παύ λου ἐπιστολὰς ιδ' ήτοι προς Ρωμαίους α'· πρὸς Κορινθίου, β' προς Γαλάτας, απ· πρὸς Ἐφεσίους, α'· πρὸς Φιλιππησίους, α'· πρὸς Κολοσσαεῖς, α' πρὸς Θεσσαλονικεῖς, β'· προς Εβραίους, μίαν πρὸς Τιμόθεον, β'· πρὸς Τίτον, απ· πρὸς Φιλήμονα, Επιστολάς καθολικὰς ἑπτά, ήγουν, Πέτρου, β' Ἰακώβου, μίαν· Ἰωάννου γι· Ἰούδα, α'. "Ας δὲ προστίθησι διὰ τοῦ Κλήμεντος δύο ἐπιστολάς, καὶ τὰς πονηθείσας τούτῳ Διατάξεις τῶν ἀποστόλων, ὕστερον ὁ τῆς δ' συνόδου β' κανών διέγραψεν, ὡς πολὺ τὰ νέθον πρὸς τῶν αἱρετικῶν καὶ παρέγγρα στον δεξαμένας. Τοιαύτην ἀπαραλλάκτως τῶν βιβλίων ποιεῖται τὴν ἀπαρίθμησιν καὶ ὁ ξ' τῆς ἐν Λαοδικεία κανών, ἄνευ τῶν διὰ τοῦ Κλήμεντος ἐπιστολῶν τε καὶ δια τάξεων. Αριθμεῖ δὲ ταῦτα καὶ ὁ κδ' τῆς ἐν Καρθαγένη Καὶ τῶν κανονικῶν, φησίν, ἐκτὸς τούτων Γραφών, μηδὲν ἐπ' ἐκκλησίας ἀναγινωσκέσθω. Προστέθη σε δὲ οὗτος καὶ τὴν Ἰουδήθ, την Τωβίαν, καὶ τὴν Ἀπο κάλυψιν Ἰωά νου.
col. 1141–1142page 95 of 224
PG 144:1141'Ο δὲ μς' καὶ τὰ ὑπομνήματα τῶν μαρτυρικῶν ποθημάτων ἐν ταῖς ἐτησίαις αὐτῶν ἀναγινώσκεσα μνήμαις διορίζεται· ταύτῃ τοι καὶ τὰ παρὰ τῶν ἁγίων Πατέρων καὶ ὁμολογητῶν συγγραφέντα, καὶ ἀναγινώσκειν δέον, καὶ κατασπάζεσθαι, ἅτε πρὸς τὴν ἀληθινὴν καὶ ὀρθόδοξον πίστιν ἡμᾶς ἀνάγοντα. Ο δὲ μέγας ᾿Αθανάσιος τῶν μὲν τοῖς αἱρετικοῖς πονηθέντων καὶ ὀνομαζομένων πρὸς αὐτῶν ἀποκρύφων ἀπείρηκε τὴν ἀνάγνωσιν· τῶν δὲ τέως ῥηθέν των ἱερῶν βιβλίων ὁμοίαν καὶ οὗτος ποιεῖται τὴν ἀπαρίθμησιν. Ταῦτα γὰρ ἐπινοία, φησί, θειοτέρα γεγράφθαι πιστεύομεν· καὶ τῆς Παλαιᾶς Διαθήκης κβ' εἶναι βίβλους τῶν παρ' Εβραίοις ισαρίθμους γραμμάτων. Τὰς γὰρ τέσσαρας τῶν Βασιλειῶν δύο βίβλους εἶναι λέγει, καὶ τὰς δύο τῶν Παραλειπομένων μίαν, τὰς τῶν ιβ' προφητῶν μίαν, καὶ τῶν τεσσάρων τέσσαρας. Τῷ δὲ Ἱερεμία προστίθησε τοὺς τοῦ Βαρούχ θρήνους, καὶ τὴν ἐπιστολήν· ἀριθ. μήσας δὲ καὶ τὰς τῆς Καινῆς, προστίθησι ταῖς ῥη θείσαις καὶ τὴν ᾿Αποκάλυψιν Ιωάννου· καὶ ταύται; προστιθέναι ἢ ἀφαιρεῖν, ἀνόσιον εἶναι κρίνει. Εξω θεν δὲ τῶν κανονιζομένων εἶναί φησι τὴν σοφίαν Σολομώντος, τὸν Σιράχ, τὴν Εσθήρ, τὸν Ἰουδήθ καὶ τὸν Τωβίτ, τὸν Ποιμένα, καὶ τὴν Διδαχὴν τῶν ἁγίων ἀποστόλων· ταύτην δὲ καὶ ἡ ς' σύνοδος ἠθέτησεν, Τοιαύτην τῶν ἱερῶν βίβλων ποιεῖται τὴν ἀπαρίθμησιν δι' ἐμμέτρων ηρωϊκῶν στίχων καὶ ὁ μέγας Γρηγόριος ὁ Θεολόγος, ισαρίθμους τὰς τῆς Παλαιᾶς εἶναι λέγων τῶν παρ' Εβραίοις είκοσι δύο γραμμάτ των· στιχηρὰς δὲ λέγει τὰ πέντε· Ἰώβ, Δαβὶδ τοὺς οι ψαλμούς, καὶ τοὺς τρεῖς Σολομωντείους, καὶ τῶν δώδεκα προφητῶν μίαν, ὧν αἱ κλήσεις· Ωσηέ, 'Αμ μως, Μιχαίας, Ἰωήλ, Ἰωνᾶς, ᾿Αβδιού, Ναούμ, 16 βακούμ, Σοφονίας, 'Αγγαίος, Ζαχαρίας, Μαλαχίας τῶν δὲ τῷ μεγάλῳ ῥηθέντων ᾿Αθανασίῳ ἀκανονίστων οὗτος οὐ μέμνηται. Τούτοις καὶ ὁ ἅγιος ἕπεται Αμφιλόχιο;, δι' ἰάμβων τὴν ἐκμέτρησιν ἐκποιησά μενος. Ὁ δὲ ξ' τῶν ἁγίων ἀποστόλων κανὼν τὰ ψευδεπίγραφα τῶν ἀσεβῶν βιβλία τὸν ἀναγινώσκοντα δημο σία, πνευματικόν, φημί, ἢ κληρικὸν, ἐπὶ λύμῃ τοῦ λαοῦ καὶ τοῦ κλήρου, καθαιρέσεως άξιοι. Οὐ μόνον γὰρ οἱ περὶ πλείστου τὸ ψεῦδος ποιούμενοι λόγοις οἰκείοις τὸ δυσσεβὲς αὐτῶν φρόνημα κρατύνειν πε ρῶνται, ἀλλὰ καὶ τοῖς τῶν εὐσεβῶν συγγράμμασι τὰ σμέτερα παρενείρουσιν, ὡς ἐν ταῖς ῥηθείσαις ἐπι στολαῖς τοῦ ἱεροῦ Κλήμεντος καὶ ταῖς διατάξεσιν ἐσκαιώρηται. Εἰσὶ δ᾽ οἳ καὶ τοῖς ἑαυτῶν ἐπιγραφάς ἁγίων τεθείκασι πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων εὐηθεστέρων, οἱονεὶ μέλιτι τοῦ δηλητηρίου τὴν κατ λικα περιχρίσαντες. Ο δὲ ἔγ' τῆς ἕκτης συνόδου, καὶ τὰ ψευδῶς συν τεθέντα μαρτυρολόγια πρὸς τῶν μηδὲν ὑγιὲς φρονούν των, ὕβριν μὲν τοῖς ἁγίοις μάρτυσιν οἰομένων προσο τρίψασθαι, τοὺς δ' ἐντυγχάνοντας τῆς πρὸς αὐτοὺς ἀφιστάναι τιμῆς, πυρὶ κελεύει δίδοσθαι· τοὺς δὲ τούτοις ὡς ἀληθέσι προσέχοντας ἀναθεματίζεσθαι. Τοῖς γὰρ ἁγίοις μάρτυσι τῶν ἄθλων καὶ τῆς εὐδοξίας βασκήναντες, ψευδῆ καὶ ἀλλόκοτα συντετηχέναι βι ὡς δεδήλωται.
col. 1143–1144page 96 of 224
PG 144:1143λία προήχθησαν, τῶν δῆθεν ὑπὸ τῶν ἁγίων μαρτύρων πραχθέντων ἢ λαληθέντων, ἐφ᾽ ᾧ τοὺς ἐντυγχάνοντας εἰς ἀπιστίαν ἢ γέλωτα ἀνάγεσθαι. Πόσου τοίνυν ἄξιος ἂν εἴη μακαρισμοῦ ὁ θαυμάσ σιος Συμεών, ὁ τὸ καλεῖσθαι Μεταφραστής διαφεύ ρόντως τῶν ἄλλων ἀπενεγκάμενος, ὁ τῇ ἐπινοίᾳ τοῦ ἁγίου Πνεύματος τὰ τῶν ἁγίων μαρτύρων ὑπὲρ ἀλη θείας σκάμματα πολλοῖς ἱδρῶσι καὶ πόνοις συγγραψάμενος, καὶ δυνάμει λόγου καὶ σοφίᾳ καλλύνας εἰς ὕμνον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ δόξαν διαιωνίζουσαν τῶν ὑπὲρ αὐτοῦ ἡγωνισμένων ἁγίων μαρτύρων· καὶ πᾶν δυσσεβὲς ἀποῤῥάψας στόμα, καὶ μηδ' ἡντιναοῦν πρόφασιν ἀμφιβολίας τοῖς εὐσεβέσι καταλιπών. Ο δὲ θ' τῆς ἑβδόμης συνόδου κανών, Τὰ συγγεγραμμένα, φησί, τοῖς κατὰ τῶν ἁγίων εἰκόνων αυτο τήσασι, τὰς ἀσυλλογίστους αὐτῶν ὑπολήψεις συλλογιζόμενα, ὁ κατέχων καὶ κρύπτων, κληρικὸς ὤν, τῆς ἱερωσύνης ἀποδυέσθω, λαϊκὸς δὲ, ἀφοριζέσθω. Αθυρμάτων γὰρ, φησί, παιδικῶν, οὐδὲν ταυτὶ διενής νοχε, μανίας ὄντα καὶ ἀκολασίας βακχεύματα είν δωλα, φεῦ τῆς παραπληξίας 1 τὰς σεπτὰς εἰκόνας ἀποκαλοῦντα· ἀλλ᾽ ἢ πρὸς τὸ τῆς Μεγάλης ἐκκλησίας ὁ εὑρὼν ἐπισκοπεῖον παραπεμπέτω, ἐφ᾽ ᾧ παν τελεῖ τῇ ἀφανείᾳ δοθῆναι, ἢ, ὡς ὁ πολιτικὸς κελεύει νόμος, εὐθὺς κατακαιέτω. Ο δὲ τῆς ἐν Λαοδικείᾳ ιε' καὶ ὁ νθ' οὐκ ἐπιτρέπουσι πλέον τῶν κεκανονισμένων βιβλίων τῆς τε Παλαιᾶς καὶ Καινῆς, ἐπ᾿ ἐκκλησίας ἀναγινώσκεσθαι, ἅπερ τῷ πε δηλαδὴ ἀποστολικῷ κανόνι διείληπται· οὐδέ γε πλὴν τῶν ρν ψαλμῶν τοῦ Δαβὶδ ἰδιω τικοὺς ἑτέρους ᾄδειν ἐφίησιν, ὡς οἱ τοῦ Σολομῶντος λεγόμενοι και τινων ἑτέρων. Ὁ δὲ τῆς ἔκτης συνόδου ιθ', ἐν ταῖς κυριωνύμοις τῶν ἡμερῶν, ἐν οἷς ειώθασιν ὁ λαὸς, τῶν ἔργων ἀφέμενοι, προσεδρεύειν ταῖς ἐκκλησίαις, τοὺς ἐπισ σκόπους κελεύει τῷ τῆς διδασκαλίας νάματι τούτους κατάρδειν, ἐρανιζομένους ἐκ τῶν ῥηθέντων τῆς θείας Γραφῆς βιβλίων τὰ τῷ καιρῷ προσήκοντα ῥητὰ, καὶ τοῖς πράγμασι καὶ ταῦτα ἑρμηνεύειν, κατὰ τὴν τῶν θείων Πατέρων ἐξήγησιν, ἀλλὰ μὴ ἐξ οἰκείων νοη μάτων και λογισμῶν· καὶ μᾶλλον ἐν τούτοις εὐδο κιμεῖν, ἢ τοῖς οἴκοθεν ἐξευρημένοις, ἵνα μὴ ἀπορία ἔσθ' ὅπου συνεσχημένοι, δόξωσι τοῦ σκοποῦ τῆς Γρα φῆς μὴ ἐπιβατεύειν. Ἐκ δὲ τῆς των θείων Πατέρων διδασκαλίας εἴσονται οἱ λαοὶ τίνα δεί αἱρεῖσθαι, καὶ τίνων ἀποδιΐστασθαι, καὶ τὴν οἰκείαν ζωὴν πρὸς ἀρε τὴν ρυθμίσουσι, δέει τῶν ἐπηρτημένων κολάσεων, καὶ τῷ τῆς ἀγνοίας οὐχ ἁλώσονται πάθει· τὸν δὲ μὴ οὕτω δρῶντα ἐπίσκοπον ὁ μὲν παρὼν οὐκ ἐπιπλήττει κανών. Ο δέ γε ἀποστολικός νη' τὸν ἀμελοῦντα τοῦ ο! κείου κλήρου, καὶ μὴ ἐκπαιδεύοντα τὴν εὐσέβειαν, ἐπίσκοπον ἢ κληρικὸν, ἀφορίζει· ἐπιμένοντα δὲ τῇ ῥαθυμίᾳ καθαιρεῖ. *Οτι οὐ χρὴ τὰς ἱερὰς κατατέμνειν βίβλους. Ο δὲ ξη' τὰ βιβλία τῆς θεοπνεύστου Γραφῆς, τῆς Παλαιάς τε καὶ Καινῆς, καὶ τῶν ἐγκριθέντων καὶ δεδοκιμασμένων Πατέρων καὶ διδασκάλων, ἐπισκή
col. 1145–1146page 97 of 224
PG 144:1145πτει φυλάττειν, καὶ μὴ κατατέμνειν ἢ διαφθείρειν, μηδὲ τοῖς βιβλιοκαπήλοις ή μυρεψοῖς ἀποδιδόναι πρὸς ἀφανισμὸν, εἰ μή τι ἄρα τέλεον ὑπὸ σητῶν, ή ὕδατος, ἢ ἑτέρῳ τρόπῳ ἀχρειωθείη· τὸν δὲ τοιοῦτόν τι ποιεῖν ἁλισκόμενον ἐπ' ἐνιαυτὸν ἀφορίζεσθαι. Νόμοι. Τὰ κατὰ Χριστιανῶν συγγράμματα Πορφυρίου καὶ ἄλλων αἱρετικῶν καιέσθωσαν, καὶ τὰ Νεστορίου, καὶ ὅσα μὴ συμφωνεί ταῖς ἐν Νικαίᾳ καὶ Ἐφέσῳ συνόδοις, καὶ Κυρίλλῳ τῷ ᾿Αλεξανδρείας, ὧν οὐκ ἔπι παρεξιέναι τὴν πίστιν. Οἱ δὲ τὰ λεχθέντα βι βλία ἔχοντες καὶ ἀναγινώσκοντες ἐσχάτως τιμωρεί σθωσαν. Οι μαθηματικοί, μὴ καίοντες ἐπὶ τῶν ἐπισκόπων τὰς βίβλους αὐτῶν, καὶ τῇ εὐσεβείς προσιόντες, πάσης ἀπωθοῦνται πόλεως· εὑρισκόμενοι δὲ ἐν ταῖς πόλεσι, δεπορτατεύονται, ἤτοι ἐξορίζονται. Ο ἔχων βιβλία Μανιχαϊκά, καὶ μὴ φανερῶν αὐτὰ ἐπὶ τῷ καυθῆναι, τιμωρεῖται. Οἱ ἔχοντες τὰ Σεβήρου συγγράμματα καὶ μὴ καίοντες αὐτὰ, χειροκοποῦνται. ΚΕΦΑΛ. ΙΒ'. Περὶ τῶν βιοθανών, ήτοι τῶν έαυ τοὺς ἀναιρούντων. Τοὺς βιοθανεῖς ὁ ᾿Αλεξανδρείας Τιμόθεος, ἐν ιδ' κανόνι, τῆς ειωθυίας ὑπὲρ τῶν εὐσεβῶν προσφορᾶς, καὶ εὐχῆς, καὶ ψαλμῳδίας, καὶ τῆς νομιζομένης ὁσίας, στέρεσθαι ἀξιοῖ· ὅσοι δηλαδὴ τὸν λογισμόν ὑγια κεκτημένοι, καὶ μὴ τὰς φρένας ὑπὸ νόσου παρατραπέντες, διὰ λύπην ἢ μικροψυχίαν, ἐκ φόβον, * ἐπηρείας ἡστινοσοῦν, ἑαυτοὺς διεχειρίσαντο. Νόμος. Ὁ ἑαυτὸν ἀνελών, ἢ ἀνελεῖν ἐπιχειρήσας, διὰ φέ σου ἐγκλήματος καὶ μὴ διὰ νόσον, τιμωρεῖται ὡς ἀνελών ἕτερον, καὶ ἡ οὐσία αὐτοῦ δημεύεται. ΚΕΦΑΛ. ΙΓ'. Περί βισέκτου. Τὸ τοῦ βισέκτου όνομα Ρωμαϊκόν ἐστι, δηλοῦν τὸ δὲς ἐξ· αἱ γὰρ Ῥωμαῖκαὶ λέξεις ἀντὶ τοῦ δ τὸ β προσλαμβάνουσι. Λέγεται δὲ οὕτω, διὰ τὸ δὶς ἐξ εἶναι τὰς ὥρας τῆς προστιθεμένης ἡμέρας τῷ Φεβρουαρίῳ, καὶ δὶς ἐξ τῆς νυκτός, ἥτις κατὰ τετραετίαν είωθεν ἀπαρτίζεσθαι, τοῦ περιττεύοντος τεταρτημορίου τῆς ἡμέρας καθ᾿ ἕκαστον ἐνιαυτὸν εἰς μίαν ἡμέραν την ι καῦτα συντιθεμένου, ἥτις καὶ προστίθεται τῷ Φε βρουαρίῳ, ὡς εἶναι τὰς τούτου ἡμέρας κθ', τὰς δὲ τοῦ ἐνιαυτοῦ ἡμέρας τξς'. Συνέβη δὲ τούτῳ καὶ ἀλλαχόθεν τὴν προσηγορίαν ταύτην λαβεῖν. Εἰς τρία διῄρουν οἱ Ρωμαῖοι τῶν μηνῶν τὰς ἡμέρας· καὶ τὰς μὲν ὠνόμαζον καλάνδας· τὰς δὲ, νόννας· τὰς δὲ, εἰδοὺς, από τινων τριῶν Ρωμαίων εὐπατριδῶν οὕτω κληθείσας, ἐν χαιροῖς λοιμοῦ θρεψάντων τοὺς ἐν τῇ Ῥώμῃ. Καὶ καλάνδαι μὲν ἐλέγοντο παρ' αὐτοῖς αἱ παρ' Έλλησι νουμηνίαι· ἐπὶ μὲν Μαρτίου καὶ Μαΐου, Ιουλίου τε καὶ Οκτωβρίου, ἀπὸ τῆς πρώτης μέχρι τῆς ζ'· αἱ δὲ μετ' αὐτὰς εὐθὺς λέγονται νόνναι, μέχρι τῆς ιεʹ, αξ δὲ λοιπαὶ, είδοί. Ἐπὶ δὲ τῶν ἄλλων πάντων μηνῶν, τὰς μὲν νόννας ἀπὸ τῆς ε' ἔλεγον τοῦ μηνός, τὰς δὲ Βίσεκστον

Beginning of Letter ΓInitium Litterae &Gammalig;

col. 1147–1148page 98 of 224
Initium Litteræ Γ
PG 144:1147ΜΑΤΤΗ ΕΙ εἰδοὺς ἀπὸ τῆς ιγ'. Διὰ δὴ τὴν τοιαύτην ἀνισότητα, Γ. καθ' ἑκάστην νουμηνίαν, ὁ ἱερεὺς ἐκάλει τὸν λαὸν καὶ ὑπεδείκνυ τούτοις τὴν τῶν νοννῶν ἡμέραν καὶ τῶν εἰδῶν· παρὸ καὶ μᾶλλον καλάνδας οίονται τινες τὴν πρώτην λέγεσθαι τοῦ μηνός, διὰ τὸ καὶ καλεῖσθαι παρὰ τοῦ ἱερέως τὸν λαόν. Ὀνόμαζον τοίνυν, ὡς καὶ ἐπὶ τῶν ἄλλων μηνῶν, τὴν α' Φεβρουαρίου καλάνδας Φεβρουαρίου· τὴν β' πρό τεσσάρων νονών Φεβρουαρίων· τὴν δὲ γ' πρό τριῶν· τὴν δὲ τετάρτην, πρὴ μιᾶς νουνῶν τὴν δυάδα γὰρ, ὡς ἀποφράδι, οὐκ ἠξίουν ὅλως καλεῖν· καὶ διὰ τοῦτο τὸν μονάδι μείζονα ἢ ἐλάττονα προκατελάμβανον ἀεὶ ἀριθμόν· τὴν δὲ πέμπτην, νόννας Φεβρουαρίας· τὴν δὲ ιγ' εἰδούς τὴν δὲ ιδ' πρὸ δεκαὲξ καλανδῶν Μαρτίων· ἡνίκα το νυν εἶχεν ὁ Φεβρουάριος κθ', ἔλεγον καὶ τὴν κι' πάν λιν πρὸ ἓξ καλανδῶν Μαρτίων, ὥσπερ καὶ τὴν κα τὴν δὲ κς' πρὸ πέντε· τὴν δὲ κι' πρὸ τεσσάρων· τὴν δὲ κη' πρὸ τριῶν· τὴν δὲ κθ' πρὸ μιᾶς, εἶτα καλάνδας Μαρτίου· ἐκαλεῖτο οὖν καὶ διὰ τοῦτο βίσεκτος, ἡνίκα εἶχεν ὁ Φεβρουάριος κι', διὰ τὸ λέγεσθαι δις τὸ πρὸ ἓξ καλανδῶν Μαρτίων. ΑΡΧΗ ΤΟΥ Γ' ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ τῶν τοῦ γάμου βαθμών. Ζήτει τὸ ὄγδοον κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Β'. Περὶ γάμων ἐπιτετραμμένων· καὶ κεκωλυμένων. Ὁ τῶν ἁγίων ἀποστόλων κς' κανών, καὶ ὁ ς' τῆς ς' συνόδου, καὶ ὁ τῆς ἐν Καρθαγένῃ ις' τοῖς τῷ κλήρῳ κατειλεγμένοις εἰς ἀναγνώστας ἔτι καὶ ψάλο τας τελοῦσι, νομίμως συγχωροῦσι γαμεῖν· μετὰ δέ γε τὸ εἰς βαθμὸν προαχθῆναι ὑποδιακόνου, η διακόνου, ἢ πρεσβυτέρου, οὐκέτι· τῶν γὰρ ἱερωμένων τοὺς πρὸς γάμον ἐκκλίνοντας καθαιροῦσιν εὐθύς. Καὶ ὁ α' γὰρ τῆς ἐν Νεοκαισαρείς τὸν δῆθεν να μίμως γυναικὶ συναφθέντα πρεσβύτερον τῆς ἱερω σύνης ἀπογυμνοί. Οἱ δὲ τῆς ς' συνόδου θεῖοι Πατέρες, ἐν ιγ' κανόνι ἀνατρέποντες τὸ ἐν τῇ τῶν Λατίνων Εκκλησία κρα τῆσαν ἔθος, τὸ τοὺς χειροτονουμένους ἱερέας τε καὶ διακόνους πίστεις πρότερον διδόναι, ἢ μὴν τελέω; μετὰ τὴν χειροτονίαν ἀφέξεσθαι τῶν πρὸ ταύτης νο μίμως συζευχθεισῶν αὐτοῖς γυναικῶν, Ἡμεῖς, φασί, καὶ μετὰ τὴν χειροτονίαν, ἐῤῥῶσθαι τὰ συνοικέσια βουλόμεθα, τῶν ἀξίως τῆς ἱερωσύνης ἠξιωμένων, ἵνα μὴ τὸν εὐλογηθέντα τῇ τοῦ Κυρίου παρουσία γάμον λάθωμεν ρίζοντες, καὶ προσέτι ἀποφηναμένου, ο "Δ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέ των καὶ μὴν καὶ ὁ ᾿Απόστολος τίμιον εἶναι λέγει τὸν γάμον, καὶ τὴν κοίτην αμίαντον· καὶ πάλιν· «Δέδεται γυναικί; μὴ ζήτει λύσιν. ο Ο τοίνυν ἀποστερῶν διάκονον, ἢ ὑποδιάκονον, ἢ πρεσβύτερον τῆς πρὸς τὴν νόμιμον γυναίκα συνα φείας, καθαιρείσθω, ἐκτὸς ὡρισμένου δή τινος και ροῦ, ὅτι μεταχειρίζειν τὰ ἅγια μέλλοιεν, ἵνα καθα ροὶ τῷ καθαρῷ προσιόντες, τῶν αἰτημάτων με δια μάρτοιεν. ᾿Αλλὰ καὶ τισι τῶν περὶ τὴν Νίκαιαν τὴν πρώτην
col. 1149–1150page 99 of 224
PG 144:1149Γ. συστησαμένων σύνοδον ἐδόκει νόμον ἐπεισάγειν, ἐπισκόπους, καὶ πρεσβυτέρους, διακόνους τε καὶ ὑποδιακόνους, μὴ συγκαθεύδειν ὅλως ταῖς γαμεταῖς. ἄς, πρὶν ἢ ἱερᾶσθαι, νομίμως ἡγάγοντο. Ο μέν του Παφνούτιος, μιᾶς τῶν κατὰ τὰς Θήβας πόλεων ἐπίσ σκοπος ῶν, ἀνὴρ ἐκ παιδὸς ἐν ἀσκητηρίῳ τεθραμμέν νος, καὶ πᾶσαν κατωρθωκὼς ἀρετὴν, ἐπὶ σωφροσύνῃ δὲ καὶ μάλιστα γεγονώς περιβόητο;, οὐ μὴν ἀλλὰ καὶ τῷ τῆς ὁμολογίας στεφανῳ κεκοσμημένος (άτε ρο; γὰρ αὐτῷ τῶν ὀφθαλμῶν δι᾿ εὐσέβειαν ἐξορώρυκτο), ἀντεῖπε τοῖς οὕτως ἔχουσι γνώμης, τίμιόν τε τὸν γάμον ἀποκαλῶν, καὶ σωφροσύνην τὴν πρὸς τὰς Ιδίας γαμετάς όμιλίαν· συνεβούλευσε τε τῇ συνόδῳ, μὴ τοιοῦτον θέσθαι νόμον, δυσχερές είναι τοῖς ἐν κόσμῳ διάγουσι τὸ πρᾶγμα φέρειν ἀποφαινόμενος ίσως γὰρ τοῦτό γε καὶ αὐτοῖς, καὶ ταῖς τούτων γαμεταῖς, τοῦ μὴ σωφρονεῖν αἰτία γενήσεται· κατὰ δὲ τὴν ἀρχαίαν τῆς Ἐκκλησίας παράδοσιν, τοὺς μὲν ἀγάμους τοῦ ἱερατικού τάγματος κοινωνήσαντας, μηκέτι γαμεῖν· τοὺς δὲ μετὰ τὸν γάμον εἰς ἱερωσύ την προβιβασθέντας, ὧν ἔχουσι γαμετῶν οὐ χωρίζεσθαι. Ταῦτα μὲν ὁ Παφνούτιος, καὶ ταῦτα γάμου ἄπειρος ὤν· ἐπῄνεσε δὲ τὴν τοῦ θεσπεσίου ἀνδρὸς εἰσήγησιν καὶ ἡ σύνοδος, καὶ οὐδὲν περὶ τούτου νενα μοθέτηκεν, ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, καὶ οὐκ ἀνάγκῃ θέσθαι νενόμικεν. Οὕτω θεοφιλής ὁ Παφνούτιος οὗτος ἦν, ὡς καὶ σημεῖα θαυμαστὰ γίνεσθαι ὑπ' αὐτοῦ· σφόδρα δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἐτίμα τὸν ἄνδρα, καὶ συνεχῶς ἐπὶ τὰ βασίλεια μετεπέμπετο, καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει. . Τῷ δὲ ι' τῆς ἐν ᾿Αγκύρῃ μηδόλως πρόσχης των νοῦν, δύνασθαι λέγοντι γαμεῖν τὸν διάκονον καὶ μετὰ τὴν χειροτονίαν τῇ τοῦ οἰκείου ἐπισκόπου ἐπι τροπή. Νόμος. Φησὶ γὰρ ἡ νεαρὰ τοῦ βασιλέως Λέοντος τοῦ Στα φοῦ, ὡς εἰ καὶ ἀπὸ συνηθείας ἀγράφου ἐξῆν τοῖς ἱερωμένοις ἐντὸς δεκαετίας μετὰ τὴν χειροτονίαν ψηφιζομένης λαμβάνειν νομίμους γυναῖκας, ἀλλὰ τοῦτο, ὡς ὑπὸ τῶν κανόνων κεκωλυμένον, οὐκ ὀφεί λει κρατεῖν. Ο χειροτονῶν ἄγαμον ἐρωτάτω αὐτὸν, εἰ δύναται χωρίς νομίμου γαμετής σεμνῶς βιοῦν, καὶ εἰ κατά θοιτο, τοῦτον χειροτονείτω. Ὁ δὲ ἐπιτρέπων διακόνῳ γυναῖκα μετὰ τὴν χειροτονίαν λαβεῖν, τῆς ἐπισκοπῆς ἐκβαλλέσθω· πρεσβύτερος δὲ, ἢ διάκονος, ἢ ὑποδιάκονος, μετὰ τὴν χειροτονίαν γαμῶν, ἐκβάλλεται του κλήρου. Τοῖς κληρικοῖς ἐπιτέτραπται νομίμους ἔχειν γαμε τάξο Οι ψάλται καὶ οἱ ἀναγνῶσται δύνανται νομίμως γαμεῖν· οἱ δὲ ὑποδιάκονοι, καὶ διάκονοι, καὶ πρε σβύτερος, καθάπαξ κεκώλυνται· ὅθεν τούτων οἱ γάμῳ κοινωνήσαντες ἐκπίπτουσι τῆς ἱερωσύνης. "Ορος γάμου. Γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικός συνάφεια καὶ συγκλήρωσις πάση; ζωῆς, θείου τε καὶ ἀνθρωπίνου
col. 1151–1152page 100 of 224
PG 144:1151δικαίου κοινωνία, είτε δι' ευλογίας, είτε διά στεφανώματος, ἢ διὰ συμβολαίου· τὰ δὲ παρὰ ταῦτα για νόμενα ως μή γεγονότα λογίζονται. Εννόμους δὲ γάμους μεταξύ αλλήλων συνιστῶσι Ρωμαίοι, ηνίκα τὰ περὶ τῶν γάμων τοῖς νόμοι; διηγορευμένα φυλάξωσι. Δεῖ δὲ τοὺς μὲν ἄρρενας ἐφήβους εἶναι, τὰς δὲ θηλείας, ἀνδρὸς δεκτικές, τουτέστι, τοὺς μὲν ὑπερβεβηκέναι τὸν τεσσαρεσκαιδέκατον χρόνον, τὰς δὲ μείζονας εἶναι τῶν δώδεκα ἐνιαυτῶν. Ταῦτα δὲ λέγομεν, εἴτε αὐτεξούσιοι, είτε ὑπεξούσιοι εἰσιν οἱ πρὸς γάμον συνιόντες. Οὐ γίνεται γάμο; εἰ μὴ συναινέσουσιν οἱ συναπτόμενοι, καὶ οἱ ἔχοντες αὐτοὺς ὑπεξουσίους. Τὸν γάμον οὐ τὸ συγκαθευδῆσαι ἀλλήλοις τὸν ἄν δρα καὶ τὴν γυναῖκα συνίστησιν, ἀλλ' ἡ γαμική σύν τῶν συναίνεσις. Ο αὐτεξούσιος, τελείαν ἄγων τὴν ἡλικίαν, καὶ χωρὶς τῆς τοῦ πατρὸς συναινέσεως γαμεῖ. Τὰ πένθη τῶν ἀνιόντων οὐκ ἐμποδίζει τοὺς γά μους τῶν πενθούντων προσώπων. Ὁ ἐν σωφροσύνῃ διάγων μὴ ἀναγκαζέσθω πρὸς γάμον ἐλθεῖν παρὰ τοῦ ἰδίου πατρός, κἂν ὑπεξούσιος Γ. Μηδείς μυστικῶς στεφανούσθω, ἀλλὰ παρόντων πλειόνων· ὁ δὲ τοῦτο κατατολμήσας τιμωρία τω φρονείσθω, δηλονότι καὶ τοῦ ἱερέως, ὡς ἐν τοῖς ἀπρε πέσιν ἑαυτὸν παρεμβάλλοντος, τὰς ἀξίας «εὐθύνας εἰσπραττομένου, κατὰ τὴν τῶν ἐκκλησιαστικῶν κα Ο νόνων διάταξιν. Κωφὸς, καὶ ἄλαλος, καὶ τυφλὸς, καὶ γαμεῖν δύνανται, καὶ περὶ προικὸς ἐνέχονται. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν τοὺς ἐννόμους γάμους βλε Αυττομένων. Ζήτει τὸ θ' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Δ'. Περὶ διγάμων, τριγάμων, καὶ πολυ γάμων ἀνδρῶν τε καὶ γυναικῶν, καὶ περὶ δι γάμων ιερωμένων. Ο ιζ' τῶν ἁγίων ἀποστόλων κανών, Ὁ δυσί γά μοις, φησί, μετὰ τὸ βάπτισμα ὁμιλήσας, η πορνεία περιπεσών, οὐ δύναται εἶναι ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τοῦ ἱερατικοῦ καταλόγου. "Η γὰρ χάρις τοῦ παναγίου Πνεύματος, τῷ τοῦ θείου βαπτίσματος μυστηρίῳ, τῷ μήτε λόγῳ βητῷ, μήτε νῷ καταληπτῷ, παντὸς ρύπου τὸν βαπτισάμενον ἀποπλύνασα, καὶ φωτὸς δεκτικὸν ἀποφήνασα, οὐ κωλύει λοιπὸν καὶ τῷ καθαρῷ φωτὶ τῆς ἱερωσύνης τοῦτον καταφαιδρύνεσθαι· μετὰ δέ γε τὸ θεῖον λου τρὸν οὐκέτι περὶ ἁμαρτιῶν ὑπολείπεται θυσία, οἷς καὶ ἱερωσύνην χαρίσασθαι. Περὶ ἀναγνωστών. Ὥστε παρὰ κανόνας δρῶσι τῶν ἀναγνωστῶν οἱ διγαμήσαντες, καὶ τὴν οἰκείαν τάξιν ἔτι διατηροῦντες. Τοῦ κανόνος τούτου καὶ ὁ μέγας μέμνηται Βασί λειο; ἐν τῷ δωδεκάτῳ αὐτοῦ κανόνι, Τους διγάμους,
col. 1153–1154page 101 of 224
PG 144:1153Γ. λέγων, παντελῶς ὁ κανὼν τῆς κατὰ τὸν κλῆρον ὑπηρεσίας ἀπέκλεισε, τοῦτον δὴ λέγων. Ὁ δὲ ἀποστολικός της, Οὐδὲ ὁ χήραν λαβών, ἢ ἐκβεβλημένην πρὸς τοῦ οἰκείου ἀνδρὸς, ἡ ἑταίραν, ἢ οἰκέτιν, ἢ τῶν ἐπὶ σκηνῆς, αἱ τῷ ἀσέμνως βιῶναι οὐ πιστεύονται σωφρονεῖν, δύναται εἶναι ἐπίσκοπος, ή πρεσβύτερος, ἢ ὅλως τοῦ κλήρου. Τοῖς δυσὶ τούτοις αποστολικοῖς κανόσι καὶ ὁ γ' τῆς ς' συνόδου συνάδει κανών. Νόμοι. Μηδεὶς δευτερογαμήσας χειροτονείσθω πρεσβύτερος ἢ διάκονος, μήτε μὴν εἰ γυναικὶ συνοικεῖ τὸν οἰκεῖον ἄνδρα καταλιπούσῃ, μήτε εἰ παλλακὴν ἔχει ἀλλ᾽ ἢ μιᾶς ἀνὴρ γενόμενος σώφρονος, καὶ ἐκ παρ θενίας. Εἰ δέ τις τούτων γαμετὴν ἢ παλλακὴν εἰς αγάγοιτο φανερώς ἢ λαθραίως, εὐθέως τῆς ἱερᾶς ἐκπιπτέτω τάξεως, καὶ ἰδιώτης Εστω. Ἡ δὲ οθ' νεαρὰ τοῦ βασιλέως Λέοντος τοῦ Σοφού, τοὺς διγαμοῦντας τῶν κληρικῶν, μήτε τοῦ σχήματος ἀλλοτριοῦσθαι κελεύει, μήτε τῆς ἐκτὸς τοῦ βήματος ὑπηρεσίας. Φησί γάρ· Οὐκ ἀποδεχόμεθα της προ αιρέσεως τὸν παλαιὸν νομοθέτην, ὃς βούλεται προς αδύτερον, ἢ διάκονον, ἢ ὑποδιάκονον, μετὰ τὴν ἐπ' αὐτῷ χειροθεσίαν συναφθέντα γυναικ, παντελῶς τοῦ τοιούτου ὑπεξίστασθαι σχήματος, καὶ πρὸς τὸν λαῖ κὸν βίου ἐπαναστρέφεσθαι, ἀλλ' ἀκυροῦμεν τὸ δόγμα. θεσπίζομεν δὲ, μόνῃ τῇ ὑποχωρήσει τῆς τάξεως, ἐφ᾽ ᾧ πρὸ τοῦ γάμου ἐγνωρίζοντο, ἀρκεῖσθαι τὴν δίκην αὐτοῖς· τοῦ δὲ κληρικοῦ σχήματος καὶ τῆς ἄλλης ἐν ταῖς ἐκκλησίαι; ὑπηρεσίας εφάπτεσθαι οὐκ ἀθέμιτον. Περὶ διγάμων λαϊκών. Αλλ' ὁ μὲν θεῖος ἀπόστολος Παῦλος, τὰς νεωτέρας χήρας γάμοις αὖθις προσομιλεῖν, εἰ βούλοιντο, συν εχώρησε, τὸ εὐόλισθον τῆς φύσεως ὑπειδόμενος. Οἱ δὲ θεῖοι Πατέρες, καὶ τῶν ἀνδρῶν τοὺς διγαμεῖν αἱρουμένους ᾤοντο δεῖν μὴ κωλύειν, τοῦ σαρκικοῦ φρονήματος μὴ ἀγνοοῦντες τὴν ἐπανάστασιν· οὐ μὴν ἀνεπιτιμήτως εἴασαν ἔχειν. Φησὶ γὰρ ὁ α' τῆς ἐν Λαοδικείᾳ συνόδου κανών Οι νομίμως δευτέροις ὁμιλήσαντες γάμοις, δλίγου διππεύσαντος χρόνου, καὶ ταῖς εὐχαῖς καὶ ταῖς νησ στείαις σχολάσαντες, τῆς κοινωνίας κατά συγγνώμην ἀπολαυέσθωσαν. Εἰ δὲ, πρὶν τὰ τοῦ νομίμου γάμου τελέσασθαι, λαθραίᾳ μίξει συνῆλθον, καὶ ὡς πεπορνευκότες ἐπιτιμάσθωσαν. Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ δ' κανόνι, Οἱ μὲν, φη σὶν, ἐπὶ ἐνιαυτὸν ἕνα οἱ δὲ ἐπὶ δύο, τῆς ἱερᾶς εἴρ τουσι κοινωνίας τὸν διγαμοῦντα. Περὶ γυναικῶν εἰς δεύτερον ερχομενων γάμον. Ἐν δὲ τῷ μα' κανόνι, Η χήρα γυνή, φησίν, εἰ
col. 1155–1156page 102 of 224
PG 144:1155καὶ τῶν προσεχῶν γονέων ἀφῄρηται, καὶ εἰς δεύτε μον ἐλθεῖν αὐθαιρέτως οὐ κεκώλυται συνοικέσιον, Φησὶ γὰρ ὁ ᾿Απόστολος· Εάν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ, τουτέστιν ἀνδρὶ πιστῷ συναφθῆναι· ζῶντες δὲ οἱ γονεῖς, ὧν ὑπεξούσιος οὖσα τυγχάνει, καὶ μὴ συναινέσαντές, διασπάται δύνανται τὴν τοῦ γάμου συνά φειαν. Νόμοι. Φησὶ γὰρ ὁ νόμος • Η ἐλάττων τῶν κε' ἐνιαυτῶν αὐτεξουσία, μέλλουσα δευτερογαμεῖν, γνώμῃ τοῦ πατρὸς γαμείσθω. Η χήρα γυνὴ ἀναγκάζεται μεἶναι τὸν πένθιμον ἐνιαυτὸν, διὰ τὴν σύγχυσιν τῆς γονῆς, ὅπερ ἐπὶ τοῦ ἀνδρὸς οὐκ ἔστι. Γαμηθεῖσα δὲ πρὶν ἢ πληρωθῆναι τὸν μετὰ τὸν θάνατον τοῦ ἀνδρὸς ἐνιαυτὸν, ἀτιμοῦται, καὶ οὐ δύναται πλέον τοῦ τρίτου τῆς οὐσίας δι δόναι τῷ δευτέρῳ ἀνδρὶ, ἢ ἐν διαθήκῃ καταλιπεῖν, ὅτε παῖδας δηλαδὴ οὐκ ἔχει· καὶ αὐτὴ δὲ οὐδὲν ἔξει ἀπὸ κληρονομίας, ή ληγάτου, ἢ μόρτις καύσα, ήγουν ἐπιτελευτίου δωρεᾶς, ἀλλὰ ταῦτα λαμβάνουσιν εἰ κληρονόμοι τοῦ καταλιπόντος. Καὶ εἴ τι κατέλιπεν αὐτῇ ὁ πρῶτος ἀνὴρ, λαμβάνουσι κατὰ βαθμὸν τὰ δέκα πρόσωπα, τουτέστιν ἀνιόντες καὶ κατιόντες, καὶ ἐκ πλαγίου, μέχρι δευτέρου βαθμοῦ· ἐξ ἀδιαθέτ του δὲ κληρονόμος τῶν συγγενῶν αὐτῆς μέχρι τρίτου βαθμοῦ· ἀλλὰ καὶ πάσης ἀξίας στερεῖται, καὶ τῶν ἀπὸ τοῦ πρώτου ἀνδρὸς εἰς αὐτὴν ἐλθόντων προφάσει μνήστρων, ἢ κατὰ βούλησιν τοῦ τελευτήσαντος. Κατὰ κέλευσιν δὲ βασιλέως δύναται γυνὴ ἐν τῷ πενθίμῳ χρόνῳ δεύτερον νυμφίον ἑαυτῇ ἐπεισαγαγεῖν· ἡ δὲ τεκοῦσα ἐν τῷ πενθίμῳ χρόνῳ παραχρήμα δύναται γαμηθῆναι. Ζήτει τὰ περὶ τούτου καὶ ἐν τῷ η' κεφ. τοῦ στοιχείου. Οὐδεὶς δύναται, ὑπὸ τὴν πολιτείαν ὧν τῶν Ῥω μαίων, δύο γαμετὰς ἐν ταυτῷ ἔχειν. Ο δύο γαμετὰς ἐν ταυ ῷ ἔχων τυπτέσθω, ἐκδιωκομένης τῆς ἐπεισάκτου γυναικὸς μετὰ τῶν τεχθένα των ἐξ αὐτῆς παίδων. Περὶ τριγάμων. Ο μέγας Βασίλειος, ἐν τῷ δ' κανόνι, Ἐπὶ τῶν τριγάμων συνήθειαν, φησί, κατελάβομεν πενταετίας ἀφορισμόν, τοῦ γάμου δηλαδὴ μὴ διασπωμένου και λοῦσι δὲ τὸν τοιοῦτον οὐκέτι γάμον, ἀλλὰ πολιγα μίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην, τουτέστι μὴ διακεχυμένην, ἀλλὰ συνεσταλμένην, καὶ ἐν μετ περιγραφομένην γυναικί. Διὶ καὶ ὁ Κύριος τῇ Σε μαρείτιδι, πέντε άνδρας διαμετάτῃ, Ον νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· ὡς οὐκ ἔτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων του μέτρου τῆς διγαμίας, τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσχήματι. Δεῖ δὲ, φησί, μὴ πάντη τούτους ἀπείργειν τῆς ἐχε κλησίας, ἀλλ' ἐν τοῖς τόποις μόνοις τῶν ἀκροωμένων καὶ συνεπταμένων μετρείσθαι τούτοι; τὴν καταδίκην, οὐ μὴν καὶ τῶν προσκλαιόντων. ᾿Αλλὰ καὶ αὖθις ἐν τῷ ν', Τριγαμία; νόμος, της
col. 1157–1158page 103 of 224
PG 144:1157σιν. οὐκ ἔστιν, ἐκκλησιαστικός δηλαδή. Τὰ μέντοι τοιαῦτα, οἷα λύπη τῆς Ἐκκλησίας ὁρῶμεν. Δημο σίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνει μένης πορνείας αἱρετώτερα· οὐ γὰρ καταδικάζομεν τὴν πράξιν ὥστε καὶ διασπᾷν· κατὰ δὲ τὸν αὐτίκα ῥηθησόμενον τῆς ἑνώσεως τόμον, καὶ τὴν διαστολὴν καὶ ψῆφον αὐτοῦ, τούτους δεχόμεθα.. Ὁ δὲ τῆς θεολογίας ἐπώνυμος καὶ μέγας Γρηγόριος, Τὸ πρῶτον, φησί, συνοικέσιον, νόμος· τὸ δεύ τερον, συγχώρησις· τὸ τρίτον, παρανομία· τὸ δ' ὑπὲρ τοῦτο χοιρώδης βίος, οὐδὲ πολλὰ ἔχων τῆς και κίας τὰ παραδείγματα. Περὶ τοῦ τόμου τῆς ἑνώσεως. Ηδη μὲν οὖν τοῖς παλαιοῖς νόμοις τρεῖς ἐπεγινώ σκοντο γάμοι. Ὁ δὲ βασιλεὺς Λέων ὁ Σοφὸς, καὶ εἰς τέταρτον ἐλθὼν συνοικέσιον, ἀφορισμῷ παρὰ τοῦ πατριάρχου Νικολάου καθυπεβλήθη· οὗ καὶ ἐδεῖτο δ βασιλεὺς λυθῆναι τοῦ δεσμοῦ. Ως δ' ἐκεῖνος τὸ παράπαν ἀδυσώπητος ἦν, τῆς Ἐκκλησίας τοῦτον ἐκβάλλει, καὶ τὸν Εὐθύμιον Σύγκελλον, ἄνδρα ἱερὸν, προχειρίζεται πατριάρχην, ὃς καὶ τὸν βασιλέα θεσπί. σαι βουλόμενον καὶ μέχρι τοῦ τετάρτου βαθμού παρατείνεσθαι τοῖς βουλομένοις τὰ συνοικέμια, πάτῃ σπουδῇ διεκώλυσεν, οὐχ ὅπως τὴν τετραγαμίαν, ἀλλὰ καὶ τὴν τριγαμίαν ἀθέμιτον εἶναι μετὰ τῶν πλειόνων ἀρχιερέων διατεινόμενος. Διὰ δὲ τοῦτο καὶ σχίσμα περὶ τὴν Ἐκκλησίαν ἐγεγόνει, καὶ τὰ τῆς στάσεως μέχρι τῆς βασιλείας τοῦ υἱοῦ αὐτοῦ Κων σταντίνου του Πορφυρογεννήτου, καὶ Ῥωμανοῦ τοῦ πενθεροῦ τούτου διήρκεσε. Καὶ τηνικαῦτα ἐξηνέχθη τόμος ὁ λεγόμενος τῆς ἑνώσεως, τῷ συκή ἔτει, διαλαμβάνων πότε, καὶ τίτι τὸν τρίτον δε γάμον παραχωρεῖν, ταῖς ἀνειμέναις τῶν ἐρώτων ἐπιθυμίαις ἐκ πολλοῦ τοῦ περιόντος επιτιθεὶς χαλινόν, ὃς καὶ κατὰ τὸν Ιούλιον μῆνα ἐτησίως ἐπ' ἄμβωνος ἀναγινώσκεται. Πρὸς γοῦν τῷ τέλει ταῦτά φησι· Τοὺς εἰς ἔτος ἀναβεβηκότας τεσσαρακοστόν, καὶ πρὸς τρίτον ἑαυτοὺς ἐπιρρίπτοντας γάμον, οἷα ῥύπη τῆς ἐκκλησίας τυγχάνοντας, μέχρι πενταετίας ἀκοινωνήτους εἶνα: θεσπίζομεν, καὶ τοῦ τοσούτου χρόνου ἑξήκον της, ἀπαξ τοῦ ἔτους τῇ κοινωνίᾳ προσιέναι, κατὰ τὴν σεβάσμιον τοῦ σωτηρίου Πάσχα ἡμέραν, ἐν τῇ πρὸς ταύτης νηστεία καθ' ὅσον οἷόν τε ἀποκαθαίροντας ἑαυτούς. Ο δὲ τολμῶν ἱερεὺς, παρὰ τὸν διατεταγμένον ὅρον, μεταλήψεως θείας τινάς τούτων ἀξιω σαι, περὶ τὸν ἴδιον κινδυνεύσει βαθμόν. Ταῦτα δέ φαμεν, ὅταν μὴ τέκνα τούτοις ἐκ τῶν προτέρων γά μων παρῇ· εἰ δ' οὖν, ἀσυγχώρητος αὐτοῖς ἔσται ἡ τριγαμία. Εἰ δέ τις τριακοντούτης ῶν, καὶ τοῦ γέ νου; ἔχων ἐκ τῶν φθασάντων γάμων διαδοχήν, ὅμως γε μὴν διὰ τὸ τῆς σαρκικῆς ἐπιθυμίας ακόλαστον τρίτῃ συναφθείη γυναικὶ, ἐπὶ τετραετίαν ἀκοινώνη της ἔττω. Εἶθ' οὕτω τρὶς τοῦ ἐνιαυτοῦ μεταλαμβανέτω, ἐν τῇ ἀναστασίμῳ τοῦ Πάσχα ἡμέρᾳ, ἐν τῇ κοιμήσει τῆς ἀχράντου Θεοτόκου, καὶ ἐν τῇ τῶν γενεθλίων του Κυρίου ἑορτῇ, τῶν πρὸ τούτων νηστειῶν τὸ πλεῖστον τῆς ἐντακείσης αὐτῷ κηλίδος ἀποσμήχειν πιστευομένων. Εἰ δὲ ἀπαις ὢν τυγχάνει, δρο
col. 1159–1160page 104 of 224
PG 144:1159συγγνώμης ἀξιοῦται, δι᾿ ἔφεσιν παιδοποιία; τὸν τρίτον γάμον αἱρούμενος, καὶ τῷ συνήθει ἐπιτιμίῳ θεραπευθήσεται, ἐπὶ τρισὶ χρόνοις τῆς κοινωνίας εἰργόμενος. Περὶ πολυγάμων. Ο τῆς ἐν Νεοκαισαρείᾳ συνόδου τρίτος κανών, Περὶ τῶν πλείστοις, φησί, γάμοις περιπεσόντων, ὡς καὶ τῆς τριγαμίας προελθεῖν περαιτέρω, ὁ μὲν ώρι σμένος χρόνος σαφής· εἰ καὶ ἀτεχνῶς ἀσαφής, μή τινος τῶν παλαιοτέρων δηλώσαντος. Η δὲ πίστις καὶ ἡ ἀναστροφὴ τῶν μετανοούντων συντέμνειν οἶδε τὸν χρόνον, φησί. Ὁ δὲ τὰ πάντα σοφὸς Βασίλειος, ἐν τῷ π' και νόνι, Τὴν πολυγαμίαν οἱ Πατέρες, φησί, τῷ τῆς ἀφασίας συνεκάλυψαν σκότει, οἷα κτηνώδη, καὶ τῆς άνθρωπίνης ἀπεοικυίαν διαγωγῆς. Ἡμῖν δὲ παρίσταται, ἤτοι δοκεῖ καὶ κρίνεται, πλέον ἢ τὴν πορνείαν ταύτην κολάζεσθαι· πολυγαμία δέ ἐστιν οὐ τὸ πολύ λαῖς ἀδιαφόρως μίγνυσθαι, ἀλλὰ τὸ πολλὰς ἀγαγέσθαι τὸν αὐτὸν, εἰ καὶ μὴ ἀθρόον. "Γάμος γὰρ οὐ τὸ γι ναικὶ συμφθαρήναι μόνον ἐστὶ κατὰ χυδαιοτέραν διά λεκτον, ἀλλ᾽ ἀνδρὸς καὶ γυναικὸς συνάφεια, καὶ συγ Ο κλήρωσις τοῦ βίου παντὸς θείου τε καὶ ἀνθρωπίνου δικαίου κοινωνία, ὡς οἱ νόμοι διαγορεύουσιν. Οὐ γὰρ ἀπὸ μόνης τῆς συναφείας γινώσκεται, ἀλλὰ καὶ ἀπὸ τῆς διαθέσεως τῶν συναλλαξάντων. Αποσεσιωπῆσθαι δέ φασι τοῖς Πατράσιν, ὅτι ἡ μὲν τριγαμία τῷ νόμῳ ἐπιγινώσκεται, ἡ δὲ πολυγαμία καὶ τοῖς νόμοις καὶ τοῖς κανόσιν ἀπείρηται. Πᾶν γὰρ συνάλλαγμα, τοὺς ὅρους ὑπερβαίνον τῆς τριγαμίας, πολυγαμία σαφῶς ὀνομάζεται· καὶ τῆς πορνείας δὲ εἴρηκε χείρονα, καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ πορνεύων, εἰς ἑαυτὸν μόνον τὴν ἀδικίαν προΐστησιν, ἐκοντὶ τῷ βαράθρῳ τῆς ἀκολασίας ἑαυτὸν ἐπιρρίπτων. Ὁ δὲ δ' ἢ σ' γάμον δῆθεν ἑαυτῷ συναλλάξας, κατορχεῖται μὲν τῶν κα λυόντων τοῦτον θείων κανόνων, ἀδικεῖ δὲ τοὺς γνη σίους αὐτοῦ παῖδας, παρασπείρων τούτοις καὶ νόθους. Διὸ καὶ μετὰ τὴν τῆς παρανομίας ἀπαλλαγήν, καὶ τὴν γνησίαν ἐξομολόγησιν, καὶ πλέον τῶν πορνευσάντων εὐθύνεσθαι ἀξιοῖ· τοὺς μὲν γὰρ εἰς ἑπταετίαν, τοὺς δὲ καὶ εἰς ὀκτὼ παρατείνει χρόνους, εἰ ἀκριβῶς τὸν νοῦν ἐπιστήσεις τοῖς τοῦ ἁγίου θεσπίσμασιν. Εἰ γὰρ τῶν δύο τόπων τῆς μετανοίας μόνον μνησθείς, τέσσαρας ἐν αὐτοῖς διελθεῖν ὥρισε χρέ νους, ἦπου καὶ ἐν τοῖς δυσὶν ἑτέροις, εὖς παρῆκε διὰ συντομίαν ὡς δήλοις, ἑτέρους δεῖ τέσσαρας διαγαγεῖν, πρὸ τῆς τῶν ἁγιασμάτων μεθέξεως. Νόμος. Ο δὲ νόμος φησίν· Εστω οὖν τοῦτο πᾶσι κατά δηλον, ὡς εἴ τις τολμήσειε προς τέταρτον γάμον, τὸν οὐ γάμον, ἐλθεῖν, οὐ μόνον ἀντ᾿ οὐδενὸς ὁ τοιοῦτος νομιζόμενος γάμος λογισθήσεται, ἀλλ' οὐδὲ οἱ ἐξ αὐ τοῦ τεχθέντες παίδες γνήσιοι λογισθήσονται, καὶ ταῖς ποιναῖς δὲ τῶν μεμολυσμένων τῇ πορνείᾳ ὑποβλη
col. 1161–1162page 105 of 224
PG 144:1161θήσονται οἱ τοιοῦτοι, ἀπ' ἀλλήλων πρότερον διαιρεθέντες. ΚΕΦΑΛ. Ε'. Περὶ τῆς εἰς δεύτερον γάμον ἐλθεῖν βουλομένης γυναικός, ἐν ἀποδημίᾳ ἡ στρατεία τοῦ ἀνδρὸς αὐτῆς ἀφανισθέντος. Ὁ λα' τοῦ μεγάλου Βασιλείου κανών, "Η ἀναχωρήσαντος, φησί, τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἀφανοῦς ὄντος, μὴ ἀναμείνασα τὴν ἐπάνοδον, μήτ' αὖ πρὸς τῶν ἀκριβῶς τὰ κατ' αὐτὸν ἐγνωκότων μαθοῦσα, εἰ ἀλη θῶς ἐτεθνήκει, καὶ γαμουμένη ἑτέρῳ, τῷ τῆς μοι χείας ἐνέχεται κρίματι. Ὁ δὲ λς', Καὶ αἱ τῶν ἐπὶ μακρὸν ἀποδημούντων στρατιωτῶν σύνευνοι τῷ αὐτῷ, φησί, τῆς μοιχείας ἐγκλήματι περιπίπτουσιν· ἔχουσι δέ τινα συγγνώμην τῷ ἐν χρόνῳ θανάτου ἀεὶ τοὺς στρατιώτας ὑποπτεύεσθαι, ἅτε περὶ πολέμους, καὶ κινδύνους, καὶ σφαγάς ἀναστρεφομένους. Τοῖς δυσὶ τούτοις τοῦ Βασιλείου κανόσι καὶ ἡ ἔκτη σύνοδος ἀρεσθεῖσα, ἐννενηκοστόν τρίτον κανόνα ἑαυτῆς ἐποιήσατο, αὐτοῖς τοῖς αὐτοῦ ῥήματι χρησαμένη, καὶ προστίθησιν, ὡς Ἐπανήκων ὁ στρατιώτης ἐκ τῆς χρονίας ἀποδημίας, εἰ βουληθείη, λήψεται τὴν ἰδίαν γυναῖκα· συγγνώμη δὲ καὶ ταύτῃ καὶ τῷ νου μίμως συναφθέντι δίδοται ἀνδρί. Οὐ γὰρ ἐπιτιμῶνται, διὰ τὴν ἄγνοιαν· ἡ δὲ τοῦ μὴ ὄντος στρατιώτου ἀσύγγνωστος, μὴ ἀναμείνασα τὴν ἐπάνοδον. Εἰ δὲ οὐχ αἱρεῖται ἡ γυνὴ τὴν μετὰ τοῦ ἐπανελθόντος στρατιώτου συμβίωσιν, οὐδὲ μετὰ τοῦ δευτέρου εν δρὸς καὶ βουλομένη συνοικεῖν ἐαθήσεται. Εἰ γὰρ βουληθείη δίως μετὰ τὴν ἐκείνου ἐπάνοδον, εἰ καὶ μὴ προσίεται ταύτην, ἔτι συνοικεῖν τῷ δευτέρῳ, ὡς μοιχαλίς τιμωρηθήσεται, καὶ ὁ γάμος αὐτίκα δια σπασθήσεται· ἐκείνας γὰρ συγγνώμης ἀξιοῦσθαί φα σιν οἱ Πατέρες, τὰς ἑτοίμως ἀφισταμένας τοῦ δευ τέρου συνοικεσίου, καὶ τῷ ἐξ ἀγνοίας μὴ συντιθεμένας ἁμαρτήματι, οὐ μὴν τὰς ἀνθισταμένας, καὶ τὴν μοιχείαν προαιρουμένας. Νόμοι. Ἐὰν στρατιώτης ἐν ἐξπεδίτῳ διάγῃ, ήγουν ἐν δημωφελεί κατασκευάσματι, ὁσουσδήποτε ἐνιαυτούς, περιμενέτω τοῦτον ἡ αὐτοῦ γαμετή, κἂν εἰ μὴ γράμματα ἐδέξατο παρ' αὐτοῦ. Εἰ δὲ καὶ τελευτήσαντα πύθοιτο, μηδ' οὕτως εὐθέως γαμείσθω, ἂν μὴ πρότερον τοὺς χαρτουλαρίους έρηται, εἰ τῇ ἀληθείᾳ ἐτελεύτησε, κἀκεῖνοι, τῶν ἁγίων Ευαγγελίων προ κειμένων, ὅρκῳ πιστώσωνται τὴν αὐτοῦ τελευτήν ἀλλὰ καὶ οὕτω μενέτω αὖθις ἐνιαυτὸν, καὶ τότε να μίμως γαμείσθω. Εἰ δὲ παρὰ τὸν προσδιορισμόν γαμηθείη τοῦτον, καὶ αὐτή, καὶ ὁ λαβὼν αὐτὴν, ὡς μοιχοί τιμωροῦνται· εἰ δὲ καὶ οἱ καταθέμενοι ἀπο δειχθείεν ψευσάμενοι, ἀποστρατεύονται· καὶ ἔχει ἄδειαν ὁ ἐπανελθὼν στρατιώτης τὴν ἰδίαν λαβεῖν, εἰ βούλοιτο, γαμετήν. Περὶ δὲ αἰχμαλώτων ἡ νεαρά Λέοντος τοῦ Σοφοῦ μὴ λύεσθαι διορίζεται προφάσει τῆς αἰχμαλωσίας γάμοι, μηδὲ τῷ ἐλευθέρῳ συντηρηθέντι μέρει ἐξεῖ και πρὸς ἕτερον ἐπιδεῖν συνοικέσιον. Εἰ δὲ καὶ συναφθείη ἑτέρῳ, ἄδειαν ἔχειν τὸ ὑποστρέψαν μέρος
col. 1163–1164page 106 of 224
PG 144:1163ἐκ τῆς αἰχμαλωσίας, τὸ οἰκεῖον ἀνακαλεῖσθαι μέλος, καὶ τὸν δεύτερον γάμον διασπᾷν. Θ. ΚΕΦΑΛ. Γ'. "Οτι τῷ διγαμοῦντι οὐ δεῖ συνεστιᾶσθαι τὸν ἱερολογήσαντα πρεσβύτερον. Ο ζ' τῆς ἐν Νεοκαισαρεία συνόδου κανών πρε σβύτερον ἐν τῷ γάμῳ τοῦ δευτερογαμοῦντος ἑστιᾶσθαι οὐκ οἴεται δεῖν. Ον γὰρ ἐπιτιμᾶν μέλλει καὶ ἐπ' ἐνιαυτὸν τῆς θείας είργειν μεταλήψεως, πως οἷόν τε κοινωνεῖν τούτῳ τραπέζης τηνικαῦτα, καὶ κατὰ τοῦτο δοκεῖν τῷ γινομένῳ συμπράττειν; Μετὰ μέν τοι τὸν γάμον αὐτῷ συνεσθίειν οὐ κωλυθήσεται. ΚΕΦΑΛ. Ζ'. "Οτι τοὺς εἰς γάμον απιόντας Χρι στιανοὺς οὐ δεῖ παιγνίοις προσέχειν. Ο νγ' κανὼν τῆς ἐν Λαοδικείᾳ συνόδου κελεύει τοὺς εἰς γάμον απιόντας Χριστιανοὺς τῆς προσηκούσης αὐτοῖς ἀντιποιεῖσθαι σεμνότητος, καὶ μὴ τοῖς ὀρχουμένοις ἢ παίζουσι προσέχειν τὸν νοῦν ἡμέληται δὲ τανῦν τὰ τοῦ κανόνος τούτου. Ζήτει καὶ ἐν τῷ α' κεφ. τοῦ Θ στοιχείου κανόνα ταύτης νδ', καὶ τῆς ς' συνόδου κδ'. ΚΕΦΑΛ. Η'. Περὶ τῶν γαμουμένων παρθένων γυναικῶν παρὰ γνώμην τῶν οἰκείων γονέων. Ο λη' τοῦ μεγάλου Βασιλείου κανὼν τὰς ὑπεξου σίας κόρας, αἳ παρὰ γνώμην τῶν ἰδίων πατέρων τοῖς ἐρασταῖς εἰς γάμου κοινωνίαν ἐκδεδώκασιν ἑαυ τὰς, ὡς πόρνας καταδικάζει. Εἰ μέντοι, φησί, διαλ λαγεῖεν αὐταῖς οἱ γονεῖς, καὶ τὴν μετὰ τοῦ ἐραστού καὶ φθορέως αὐτῶν συνοίκησιν καταδέξαιντο, τὸ ἐξ ἀρχῆς παράνομον τῇ τῶν γονέων ὕστερον συναινέσει δοκεῖ θεραπεύεσθαι· πλὴν καὶ οὕτω γε διὰ τὴν προτέραν παρανομίαν, μετὰ τρία έτη τῆς κοινωνίας αἱ τοιαῦται ἀξιωθήσονται. ᾿Αλλὰ τότε μὲν συναινέσει μόνῃ ὁ γάμος ἵστατο· ἐφ' ἡμῶν δὲ οὐκ ἂν συσταίη χωρὶς ἱερολογίας. ᾿Αλλὰ καὶ ὁ μ' ἔτι δὲ καὶ ὁ μβ' τὴν ἄνευ γνώμης τοῦ οἰκείου δεσπότου γαμουμένην δούλην οὐδὲν ἄμεινον πόρνης ἔχειν ψηφίζονται· αἱ γὰρ συνθῆ και τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον. Ταύτῃ τοι καὶ οι παρά γνώμην τῶν κρατούντων γάμοι πορνείαι λογίζονται· εἰ δέ γε μετέπειτα τὰ τοῦ τοιούτου παρουσιασθείη γάμου, τοῦ κυρίου αὐτῆς ἢ τῷ γάμῳ μόνον συγκατανεύσαντος, ἢ καὶ τὴν ἐλευθερίαν χαρισαμένου, ὁ γάμος μὲν ἔσται ἀνεύθυνος, ἡ δὲ προσ τέρα ἁμαρτία, οἷα πορνεία, δικαίως ἐπιτιμηθήσεται. Δούλη δὲ γαμικῶς ὁτῳδήποτε συναφθεῖσα ἐλευθέρῳ, τοῦ δεσπότου εἰδότος καὶ μὴ ἀντιλέγοντος, οὐχ ὡς πόρνη λογισθήσεται. Η γὰρ ἐκείνου σιγὴ τὴν ἐλευ θερίαν ἐξ ἀνάγκης καὶ τὸ ἀναμάρτητον ταύτῃ χαρί ζεται. Νόμος. Η υπεξουσία, ἢ ὁ ὑπεξούσιος, οὐ δύνανται νομί
col. 1165–1166page 107 of 224
PG 144:1165μως γαμεῖν, μὴ συναινοῦντος καὶ τοῦ ἔχοντος αύ τοὺς ὑπεξουσίους, εἰ μή που ὁ πατὴρ γεγονυίαν αὐτ τοῦ τὴν θυγατέρα χρόνων κε' ἀνδρὶ συζεύξαι ὑπερές Θετο· τότε γὰρ ἐλευθέρῳ συζευχθῆναι μόνη οι κεκώλυται. Ζήτει καὶ τὸ λ' κεφ. τοῦ παρόντος στοιχείου. ΚΕΦΑΛ. Θ'. Περὶ γάμων παρανόμων καὶ ἀθεμίτων συγγενικών. Τῶν μὴ ἐννόμως γινομένων γάμων οἱ μὲν λέγο ται ἀθέμιτοι, ὡς οἱ μετὰ συγγενῶν, ἡ αἱρετικῶν· εἰ δὲ, παράνομοι, ὡς οἱ μετὰ ἐπιτροπευομένης· οἱ δὲ, κατάκριτοι, ὡς οἱ μετὰ τῆς ἀνατεθειμένης τῷ Θεῷ οὺς οἱ μὲν θεῖοι κανόνες διασπασθαι μόνον θεσπίζουσιν, οἱ δὲ νόμοι, καὶ δημεύεσθαι τους συναλλάξαντας καὶ ἐξορίζεσθαι· εὐτελεῖς δὲ ὄντας καὶ μαστίζεσθαι. Λατινικῶς δὲ ὁ μὲν παράνομος γάμος λέγεται νεφάριος, ὁ δὲ κατάκριτος, δαμνάτος, ἔγκεστος δὲ, δ ἀθέμιτος. Περὶ κληρικῶν ἀθεμιτογαμούντων. Ο τοίνυν ιθ' τῶν ἁγίων ἀποστόλων κανών, Ο δύο, φησὶν, ἀδελφὰς ἀγόμενος, ἢ ἀδελφιδήν, κληρικός εξ ναι οὐ δύναται. Πᾶς γὰρ ἀθέμιτος γάμος, εἴτε ἐξ αἴ ματος, εἴτε ἐξ ἀγχιστείας, διασπᾶται, καὶ ὁ τούτῳ ἁλους, οὐχ ὅπως τοῦ κλήρου ἐξωθεῖται, ἀλλὰ καὶ ἐπι τιμίοις ὑποβάλλεται. Ο γὰρ κι' τοῦ μεγάλου Βασιλείου ἱερέα των ἀθέσμῳ γάμῳ ἐν ἀγνοίᾳ περιπαρέντα, τὴν καθ' αἷ με τυχόν προσήκουσαν εἰσοικησάμενον, ἢ μονά στριαν τὸ ἱερὸν ἀρνησαμένην σχῆμα, ἢ τὴν τῷ παρ τρὶ αὐτοῦ ἐπιτροπευθεῖσαν, τοῦτον τῆς μετὰ τῶν πρεσβυτέρων καθέδρας μόνης μετέχειν ἀξιοῖ, τῶν δὲ λοιπῶν ἐνεργειῶν τῆς ἱερωσύνης ἀπέχεσθαι, μετα νοούντα διὰ παντὸς Θεῷ καὶ ἀνθρώποις μετὰ δα κρύων, τῷ μὲν, ὡς μόνῳ δυναμένῳ τὰς ἁμαρτίας ἀφιέναι, τοῖς δὲ, ἵνα τὴν συγχώρησιν αὐτῷ παρὰ Κυρίου αιτήσωνται. Εὐλογεῖν δὲ τὸν τὰ οἰκεῖα θε ραπεύειν ὀφείλοντα τραύματα, οὔτε ἰδίᾳ, οὔτε δημο σία προτήκει, φησίν· ἡ γὰρ εὐλογία χάριτος πνευ ματικῆς καὶ ἁγιασμοῦ μεταδίδωσιν· ᾧ δὲ τούτων οὐ μέτεστι διὰ τὸ ἀνόμημα, εἰ καὶ κατὰ ἄγνοιαν γέγονε, πῶς οὗτος ἑτέρῳ δυνηθείη μεταδούναι; Εἰ δὲ τοῦτο, σχολῇ γ' ἂν τὸ σῶμα τοῦ Κυρίου διανεμεῖ· ἀποχρῶσα γὰρ αὐτῷ συγγνώμη διὰ τὴν ἄγνοιαν, τὸ μὴ ἐπ τιμηθῆναι, ἀλλὰ καὶ τῆς καθέδρας εἰσέτι μετέχειν. Τὸν δὲ κανόνα τοῦτον ἐν καλοῦ μοίρᾳ τῇ πρώτη λεχθήναι νομίσαντες οἱ τῆς ς' συνόδου θεῖο: Πατέρες, κς' κανόνα ἑαυτοῖς πεποιήκασιν, αὐταῖς ταῖς αὐτοῦ χρησάμενοι λέξεσι προσθέντες μόνον, ὡς ὁ τοιοῦτος Σύεσμος γάμος προδήλως διαλυθήσεται, καὶ οὐδαμῶ; ὁ ἀνὴρ μετουσίαν ἕξει πρὸς τὴν δι' ἧς τῆς ἱερᾶς ἐνερ γείας εστέρηται. Εἰ γὰρ μὴ διασπασθείη τὸ ἄθεσμον συνοικέσιον, οὔτε τὴν καθέδραν ἕξει, ἀλλὰ καὶ τῆς Εκκλησίας ἐξωσθήσεται μετὰ τῆς παρανόμως αὐτῷ μιγνυμένης, καὶ διὰ τῆς τῶν ἀρχόντων ἐξουσίας ὁ γάμος διαλυθήσεται. Ο γάρ μετὰ τὴν ἐπίγνωσιν νι
col. 1167–1168page 108 of 224
PG 144:1167ἐπιμένων τῇ ἁμαρτίᾳ, ας αἱμομίκτη; ἀτεχνῶς τιμω ρηθήσεται. Περὶ λαϊκῶν ἀθεμιτογαμούντων, 'Η δὲ πρὸς Διόδωρον, τὸν ἐπίσκοπον Ταρσοῦ, τοῦ μεγάλου Βασιλείου ἐπιστολὴ, πάσης μὲν σοφίας τε πλήρωται, καὶ ῥητορικῇ περιήνθισται πιθανότητι ἀνασκευάζει δὲ ἅττα οὐδὲ εἰς διάνοιαν ἀνθρώπῳ Χριστιανῷ τῇ τοῦ Θεοῦ χάριτι τὴν τήμερον ἔρχεται. Ερωτηθεὶς γὰρ πρός τινος ὁ Διόδωρος, εἰ δύναιτο τῆς γυναικὸς αὑτοῦ θανούσης τὴν ἐκείνης ἀδελφὴν ἀγαγέσθαι πρὸς γάμον, ἀπεκρίνατο ἐγγράφως τοῦτο μὴ κωλύεσθαι. Τῷ δὲ μεγάλῳ Πατρὶ Βασιλείῳ τὸν τοιοῦτον ἀπαγορεύοντι γάμον, ἡ τοῦ Διοδώρου ἔγ γραφος ἀπόφασις ἐμφανίζεται· ὑπὲρ ἧς καὶ δεινοπαθήσας ὁ ἅγιος, τὴν πολλῆς ὠφελείας γέμουσαν συνέταξε ταύτην ἐπιστολὴν, μὴ μόνον τὴν τοιοῦ τον, ἀλλὰ καὶ πάντα ἄθεσμον ἀνατρέπουσαν γάτ μον. Τῷ γὰρ γενικῷ χρησάμενος τῆς ἀκαθαρσίας ὀνόματι, τούτους ἅπαντας συμπεριείληφεν ἐν βρα χεί. Ἐν δὲ τῷ κγ' κανόνι, Περὶ τῶν δύν, φησίν, ἀδελφὰς γαμούντων, ὅπως ἔχομεν κρίσεως, ἀπὸ τοῦ ἐκπεφωνημένου ἡμῖν ἐπιστολιδίου, οὗ τὸ ἀντίγραφον ἀπεστάλκαμέν σου τῇ εὐλαβείᾳ, εὖ μάλα εἴση ταύτην δὴ λέγων τὴν πρὸς Διόδωρον ἐπιστολὴν, ἣν καὶ πρὸς τὸν ἅγιον πέπομφεν ᾿Αμφιλόχιον τῷ δὲ λαβόντι, φησί, τοῦ ἰδίου ἀδελφοῦ τὴν γυναῖκα, οὐ πρότερον τόπος μετανοίας δοθήσεται, πρὶν ἂν ταύ τῆς ἀποστῇ. Ταύτης τῆς ἐπιστολῆς καὶ ὁ νδ' τῆς ἔκτης συνέ του κανών μέμνηται, καί φησιν· Εἰ καὶ ὀλίγους τῶν ἀπειρημένων γάμων ὁ ἅγιος ἠριθμήσατο, σιωπῇ δὲ τοὺς πλείους τούτων παρέδραμεν, ἵνα μὴ τὸν λόγον καταῤῥυπάνῃ τοῖς βεβήλοις ὀνόμασι, τῇ τῆς ἀκαθαρσίας μόνον γενικῇ προσηγορία τους πιο ρανόμους σύμπαντας ὑποδείξας γάμους, ἀλλ' ἡμεῖς ὁρίζομεν, τὸν τῇ οἰκείᾳ ἐξαδέλφῃ γαμικώς συναπτά μενον, ἢ πατέρα καὶ υἱόν, μητρὶ καὶ θυγατρί, ή δύο ἀδελφαῖς, πατέρα καὶ υἱόν, ἢ ἀδελφοὺς δύο, δυσὶν ἀδελφαῖς, ὑπὸ τὸν τῆς ἑπταετίας πίπτειν και νόνα, ἀφισταμένους πρότερον τοῦ παρανόμου συναι κεσίου. 'Ο δὲ τοῦ μεγάλου Βασιλείου αὖθις ἐξ' τὴν ἀδελ φομιξίαν εἰς είκοσι χρόνους, ὡς καὶ τὴν φόνον, τῆς κοινωνίας ἐκβάλλει. 'Ο δὲ ξη', Ἡ τῆς ἀπειρημένης, φησί, συγγενείας πρὸς γάμον σύστασις, εἰ φωραθείη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται· ἅπερ εἰσὶν ἡ εἰς ιεʹ χρόνους τῆς κοινωνίας στέρησις, πρότερον τοῦ γάμου διασπω μένου. Ὁ δὲ νε', ῾Ο ἀδελφῇ ἰδίᾳ, ἐκ πατρός, ἢ μητρός, συμμιανθείς, καὶ τοῦ οἴκου τῆς προσευχῆς ἐξωθείς σθω, φησὶν, ἕως ἂν ἀποστῇ τῆς ἀθεμίτου καὶ παρα νόμου μίξεως. ᾿Αποσχόμενος δὲ καὶ ἀξίως μετα νοήσας, μετὰ δώδεκα ἔτη τῆς θείας ἀξιούσθω κοι νωνίας. Ὁ δὲ ος', Ὁ αὐτὸς ἔστω, φησί, τύπος καὶ περὶ τῶν τὰς νύμφας αὐτῶν λαμβανόντων Ο δὲ οη'· Οἱ δύο ἀδελφὰς εἰς συνοικέσιον λαμβά
col. 1169–1170page 109 of 224
PG 144:1169Σ. νοντες, εἰ καὶ κατὰ διαφόρους χρόνους, μετὰ τὸ διασπασθῆναι τὸν ἀθέμιτον γάμον, τῷ τῆς μοιχείας ὑπόκεινται κρίματι. Ο δὲ οθ' Καὶ οἱ ταῖς μητρυιαῖς αὐτῶν ἐπιμαινόμενοι τῷ κανόνι ὑπόκεινται, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφοῖς συμμιαινόμενοι. Ὁ δὲ τῆς ἐν Νεοκαισαρείᾳ συνόδου β' τὴν δυσὶν ἀδελφοῖς γημαμένην ἐξωθεῖσθαι τῆς ἐκκλησίας ἕως θανάτου κελεύει, μὴ πειθομένην λύσαι δηλαδὴ τὸν γάμον· νότῳ δὲ περιπεσοῦσαν τὸν θάνατον ἀπει λούσῃ, εἰ ἐπαγγέλλεται, ὡς ῥαῖσασα λύσει τὸν γά μον, προσδέχεσθαι εἰς μετάνοιαν. Εἰ δὲ καὶ τὴν γυναῖκα τελευτῆσαι συμβαίη, ἢ καὶ τὸν ἄνδρα, ἔτι τῇ τοιαύτῃ παρανομίᾳ ἐνεσχημένους, δυσχερής ή μετάνοια τῷ περιλειφθέντι· ἐλέγχεται γὰρ ὡς οὐκ ἂν ἀπέστη τῆς ἁμαρτίας, εἰ ἔτι περιὴν τὸ ἀποιχή. μενον πρόσωπον. Ὁ δὲ τῆς ἐν Ἀγκύρᾳ κε' ἰδικῶς περί τινος έχε πεφώνηται, ὃς κόρην μέν τινα έμνηστεύσατο, τῇ δὲ ταύτης ἀδελφῇ συμφθαρεὶς ἐγκύμονα πεποίηκε. Μετὰ δὲ τοῦτο γήμαντος αὐτοῦ τὴν μνηστήν, ἡ φθα ρεῖσα ὑπὸ τῆς λύπης ἀπήγξατο. Τοὺς οὖν συνειδή τας εψηφίσαντο οἱ Πατέρες ἐπὶ δέκα ἔτη μη κοι νωνῆσαι. Συνειδότες δέ εἰσι οἱ συμπράξαντες, οὐ μὴν οἱ ἔχοντες ἁπλῶς εἴδησιν καὶ κωλύσαι μὴ δυ νάμενοι· ἐπὶ γὰρ τῶν ἀθεμίτων πράξεων οὐχ ἧττον οι συνεργούντες τῶν αὐτουργῶν τιμωρούνται. Νόμοι. Ὁ δὲ ια' τοῦ Τιμοθέου Αλεξανδρείας τους κλη ρικοὺς κελεύει μὴ ἀπιέναι καλουμένους εις γάμον, εἰ πύθοιντο εἶναι παράνομον, εὐχῆς χάριν καὶ προς φορᾶς· πολλοῦ γε δεξ μεθ᾽ ἱερολογίας συζευγνύ καὶ τοὺς οὕτω γῆμαι προελομένους, ἵνα μὴ ἀλλο τρίαις κοινωνήσωσιν ἁμαρτίαις. Ζήτει καὶ ἐν τῷ ιε κεφ. τοῦ παρόντος στοιχείου, περὶ τοῦ συμφθαρέντος τῇ ἰδίᾳ πενθερᾷ. Νόμοι. Ὁ ἀθέμιτος οὐ βεβαιούνται γάμος· διὰ τοῦτο, ἐὰν πρὸ κατηγορίας λυθῇ, συγχωρεῖται ἡ ποινή. Ἐπὶ τοῦ ἐν ἀγνοίᾳ γενομένου αθεμίτου γάμου, δίδωσι συγγνώμην καὶ ἡ Ἐκκλησία, καὶ ἡ ἐπανόρθωη σις τοῦ ἁμαρτήματος και μάλιστα εἰ μήπου τις αὐτοῦ κατηγόρησεν. Οἱ αἱμομίκται, είτε γονεῖς πρὸς τέκνα, ἢ τέκνα πρὸς γονεῖς, ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς, ξίφει τιμω ρείσθωσαν. Οἱ δὲ κατ᾽ ἄλλην συγγένειαν πρὸς ἀλλή τους συμφθειρόμενοι, τουτέστι, πατήρ εἰς γυναῖκα υἱοῦ, ἢ υἱὸς εἰς γυναῖκα πατρὸς, ήγουν μητρυιάν, ἢ πατρῳὸς εἰς προγόνην, ἢ ἀδελφὸς εἰς ἀδελφοῦ γυναῖκα, ἢ θεῖος εἰς ἀνεψιάν, ἢ ἀνεψιὸς εἰς θείαν, ἢ εἰς δύο ἀδελφὰς, ἢ εἰς μητέρα ξένην καὶ τὴν αὐτ τῆς θυγατέρα, καὶ ἐν εἰδήσει οὗτοι μιγνύμενοι, τυπτόμενοι ῥινοκοπίτθωσαν, αὐτοί τε καὶ αἷς συνεφθάρησαν. Οἱ πρὸς γάμον συναπτόμενοι, ἢ ἄλλως σαρκικῶς
col. 1171–1172page 110 of 224
PG 144:1171συμφθειρόμενο: ἐξάδελφοι, καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες καὶ μόνον, ἢ καὶ πατὴρ καὶ υἱὸς πρὸς μητέρα εἰσιόντες καὶ θυγατέρα, ἢ δύο ἀδελφοὶ εἰς δύο ἀδελφὰς, ἢ δύο ἀδελφοὶ πρὸς μητέρα και θυγα τέρα, πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθωσαν. Ο τῇ ἰδίᾳ συντέκνῳ ἢ ὀνόματι γάμου μιγνύμεν νος, ἢ ἄλλως λαθραίως συμπλεκόμενος, ἅμα τῇ αὐτῇ ῥινοκοπείσθωσαν. Εἰ δὲ ὕπανδρος εἴη, πρὸς τούτ καὶ τυπτέσθωσαν. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας άρπα ζόντων. Ζήτει τὸ ιγ΄ κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΑ'. Περὶ τῶν ἐπὶ γάμῳ λαμβανόντων τὰς τῷ Θεῷ ἀφιερωμένας. Ο ις' τῆς τετάρτης συνόδου κανών, παρθέναν φησὶν, ἀναθεῖσαν ἑαυτὴν τῷ Δεσπότῃ Θεῷ, ὡσαύτως και μονάζοντα, μὴ ἐξεῖναι γάμῳ προσομιλεῖν. Εἰ δὲ παραβαῖεν τὰ ὡμολογημένα, τῆς θείας ἀφορίζει σθαι κοινωνίας· τὸν δὲ χρόνον τῆς αὐτῶν μετα νοίας ὁ κατὰ τόπον ἐπίσκοπος πρὸς τὴν διάθεσιν ἑκάστου οἰκονομήσει. Φησὶ γὰρ καὶ ἡ θεολόγος Γρη γορίου φωνή· Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς, μέσος παραληφθείς, πόσος ὁ κίνδυνος ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθηκών, τούτων παραβάτας εὑρίσκεσθαι; Ο δὲ δ' τῆς ἔκτης συνόδου κανὼν τὸν γυναικὶ μιγνύμενον ἀφιερωμένη Θεῷ, εἴτε παρθένος εἴη δηλαδή, εἴτε χήρα, κληρικὸν μὲν ὄντα, καθαιρεῖ λαϊκὴν δὲ, ἀφορίζει· ἄλλως δὲ 5 νόμος τούτους και Ο λάζει. Τῶν μέν τοι τοῖς ἑξῆς ῥηθησομένων κανόσιν, ἀπραξίαν μὲν ἡ τῶν πραγμάτων κατεψηφίσατο μετ ταβολή, λεγέσθω γε μήν, Ο ιε' τῆς τετάρτης συνόδου κανών, Μή χειροτονείσθω, φησί, γυνή διάκονος, πρὶν εἰς μ' αὐτὴν ἥκειν χρόνον· τὴν δὲ μετὰ τὴν χειροτονίαν εἰς τὴν θείαν ἐνυβρίσασαν χάριν, καὶ γάμῳ ἑαυτὴν ἐπιδοῦσαν, ταύτην τε ἀναθεματίζεσθαι καὶ τὸν αὐτῇ συμ φθαρέντα. Ο δὲ μέγας Βασίλειος, ἐν κδ' κανόνι, Εἰ καὶ ἀνδρὶ, φησί, χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος ὁ χωλίων δευτερογαμεῖν, εἰ μὴ τὸ τῶν διγάμων ἐπι τίμιον μόνον, ἀλλά γε τὴν τῷ τάγματι τῶν χηρῶν καταλεγεῖσαν γυναῖκα, ὕστερον γαμουμένην, έκρινεν ὁ ᾿Απόστολος παρορᾶσθαι, καὶ μὴ τρέφεσθαι παρά τῆς Ἐκκλησίας. Ἡ μέντοι έξηκοντούτις, εἰ πρὸς δεύτερον ἀποκλίνεις γάμον, τῆς κοινωνία; ἀπο κλεισθήσεται μέχρις ἂν τοῦ πάθους ἀποστῇ, τὸ ἐνα γὲς τούτου μεσήσασα καὶ ἀκάθαρτον. Εἰ μέντοι προ ἑξήκοντα, φησίν, ἐτῶν ταῖς χήραις αὐτὴν ἀριθμήσωμεν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. Νόμος. Οἱ ταῖς μοναζούσαις, ἢ ταῖς διακόνοις, ἢ ταῖς ἀσκητρίαις ένασελγαίνοντες, ὡς τὴν νύμφην Χρισ στοῦ, τὴν Ἐκκλησίαν, ὑβρίζοντες, ῥινοκοπείσθωσαν αὐτοί τε καὶ αἷς οὗτοι συνεφθάρησαν. Αἱ χειροτονούμεναι διάκονοι, εἰ τολμήσαιεν κατ
col. 1173–1174page 111 of 224
PG 144:1173αισχύναι τὴν χειροτονίαν προσομιλοῦσαι γάμῳ, ἢ ἄλλῃ βίου πορνεία, θανάτου γενήσονται ένοχοι, καὶ τοῖς αὐτῶν μοναστηρίοις ἢ ταῖς αὐτῶν ἐκκλησίαις αἱ αὐτῶν περιουσίαι προσκυρωθήσονται. Οἱ δὲ γῆς μας καὶ φθεῖραι αὐτὰς τολμήσαντες ὑπεύθυνο εἰσι ξίφει, καὶ τὴν οὐσίαν αὐτῶν τὸ δημόσιον λή μετα. Περὶ γυναικῶν διακόνων καὶ χηρῶν. Ἕτερον δ' ἦν ποτε τὸ τῶν διακόνων γυναικῶν τάγμα, καὶ ἕτερον τὸ τῶν χηρῶν· τὰς μὲν γὰρ τὸ τῆς παρθενίας ἑλομένας σεμνὸν, καὶ πεῖραν τῆς ἐν ἁγνείᾳ ζωῆς ἐν τῷ τεσσαρακοστῷ χρόνῳ παρασχο μένας, διακόνους οἱ Πατέρες εχειροτόνουν. Τὸ γὰρ εὐεξαπάτητον αὐτῶν καὶ πρὸς κακίαν εὐόλισθον υφορώμενοι, εἰς τοῦτο τοῦ χρόνου χειροτονεῖν αὐτὰς ᾤοντο δεῖν· τὰς δέ γε κατειλεγμένας τῷ τάγματι τῶν χηρῶν, μὴ ἔλαττον ἐτῶν ἑξήκοντα εἶναι ὁ ᾿Από στολος διορίζεται· καὶ εἰκότως γε. Εκεῖναι μὲν γὰρ ἄγευστοι τῆς τοῦ κόσμου τυγχάνουσαι ἡδονῆς, οὐ ῥᾳδίως τῷ πάθει μετὰ τὸν τοσοῦτον ἁλώσονται χρό νον· αἱ δὲ χῆραι, ἀνδρὸς εὐνῆς πειραθεῖσαι, μᾶλ λον ἂν σχοῖεν πρὸς τὸ πάθος ἐπιῤῥεπέστερον, τὸ σαρκικὸν αὐτῶν φρόνημα τῆς συνηθείας ἐρεθιζούσης· παρὰ καὶ ἑξηκοντούτην την χήραν εἶναι ὡρί σαντο, ὡς πρὸς γῆρας κλίνασαν ἤδη, ἡνίκα καὶ τῆς ἐπιθυμίας ἀπομαραίνεσθαι φλόξ εἰώθει. Ησαν μέν της καὶ μήπω πρὸς ἑξηκοστόν ἀναβεβηκυίαι χρόνον, αἱρούμεναι μετὰ λαϊκοῦ σχήματος σωφρονεῖν· ὧν καὶ πλειόνως οἱ Πατέρες ἐφρόντιζον, ἢ τῶν χηρευσάντων ἀνδρῶν· καὶ τὰ πρὸς τροφὴν αὐταῖς ἀπὸ τῶν τῆς Ἐκκλησίας εχορήγουν, ἵνα μή, προφάσει τοῦ ἐνδεῶς ἔχειν, πρὸς δεύτερον ἀναγκασθεῖεν γά μον ἰδεῖν, ἢν οἱ χηρεύσαντες οὐκ ἔχουσι προβάλλεσθαι, προλυτρόπως τὰ πρὸς ζωὴν ποριζόμενοι. Εκ δὲ τῆς πρὸς Τιμόθεον πρώτης τοῦ μεγάλου Παύλου ἐπιστολῆς εἴσῃ σαφῶς, ὅσης παρὰ τῆς Ἐκκλησίας αἱ χήρα, φροντίδος ἠξίωντο. Αἱ μέντοι διάκονοι γυναῖκες τίνα τὴν ὑπηρεσίαν ἐν τῷ κλήρῳ τῷ τότε ἐξεπλήρουν, τοῖς πᾶσι σχεδὸν Ανόηται νῦν· πλὴν εἰσὶν οἱ λέγουσιν, ὅτι ταῖς βα πτιζομέναις τῶν γυναικῶν ὑπηρέτουν, ἀνδρῶν ὀφθαλμοῖς οὐ θεμιτόν ὃν γυμνουμένας ταύτας ὁρᾶσθαι, ὑπεράσμους ήδη βαπτιζομένας. "Αλλοι δέ φασιν, ὅτι καὶ εἰς τὸ ἅγιον θυσιαστήριον ἐφεῖτο ταύταις εἰσέρχεσθαι, καὶ τὰ τῶν διακόνων ἀνδρῶν παρα πλησίως αὐτοῖς μετιέναι. Κεκώλυνται δὲ παρὰ τῶν ὕστερον Πατέρων τούτου τε ἐπιβαίνειν, καὶ τὰ τῆς ὑπηρεσίας ταύτης μετέρχεσθαι, διὰ τὴν τῶν ἐμμήνων ἀπροαίρετον ῥύσιν· ἀλλὰ βατὸν μὲν εἶναι πάλαι καὶ γυναιξὶ τὸ ἅγιον θυσιαστήριον, ἐκ πολλῶν μὲν ἔστι καὶ ἄλλων καταστοχάσασθαι, καὶ μάλιστα ἐκ τοῦ ἐπιταφίου λόγου, ὃν ἐπὶ τῇ ἀδελφῇ ὁ μέγας Γρη γόριος ὁ Θεολόγος πεποίηκε. Γυναῖκα δὲ τῆς ἱερᾶς καὶ ἀναιμάκτου γίνεσθαι θυσίας διάκονον, οὗ μοι δοκεῖ τὸ πιθανὸν ἔχειν· ὡς ἔστιν οὐ λόγον σῶζον, τὰς μὴ συγχωρουμένας δημοσίᾳ διδάσκειν, εἰς διακόνου βαθμὸν ἀνιέναι, οἷς ἔργον τὸ διὰ λόγου και θαίρειν τοὺς ποοσιόντας τῶν ἀπίστων ἐπὶ τὸ βά
col. 1175–1176page 112 of 224
PG 144:1175Τα γε μὴν παλαιὰ τῶν βιβλίων, οἷς ἡ τῶν χειρι τονιῶν ἀπασῶν ἀκριβῶς ἐγγέγραπται τελετή, καὶ τὸν καθ᾽ ἡλικίαν ὁποῖον εἶναι δεῖ χρόνον ὑφηγείται τῆς διακόνου, ὅτι τεσσαρακοστός· καὶ τὸ σχῆμα, ὅτι μοναχικὸν, καὶ τοῦτο τέλειον· καὶ τὸν βίον, ὅτι τῶν ἀνδρῶν ἁμιλλᾶσθαι χρή ταύτην τοῖς ἄκροις τὴν ἀρετήν· τελεῖσθαι δὲ καὶ ἐπ' αὐτῇ, πλὴν ὀλίγων, ὅσα καὶ ἐπὶ τοῖς διακόνεις· τῇ γὰρ ἱερᾷ τραπέζη προσαγομένην μαφορίῳ καλύπτεσθαι, τῶν ἄκρων τούτου ἔμπροσθεν ἀπωρημένων· καὶ μετὰ τὸ ῥη θῆναι τό· 'Η θεία χάρις, ἡ τὰ ἀσθενῆ θεραπεύουσα, ουδέτερον τῶν ποδῶν εἰς γόνυ κλίνειν, ἀλλὰ μόνη, τὴν κεφαλὴν· καὶ ἐπιτιθέντα ταύτῃ τὸν ἀρχιερέα τὴν χεῖρα, ἐπεύχεσθαι αμέμπτως αὐτὴν τὸ τῆς δια κονίας ἔργον ἐπιτελέσαι, σωφροσύνην καὶ σεμνὴν πολιτείαν μετερχομένην, καὶ τοῖς ἁγίοις οὕτω ναοῖς προσκαρτερεῖν, οὐ μὴν καὶ τοῖς ἀχράντοις μυστη ρίοι; ὑπηρετεῖν ἐπιτρέπει, ἢ ῥιπίδιον ἐγχειρίζεσθαι, ὡς ἐπὶ τοῦ διακόνου, εἶτα τῷ τραχήλῳ ταύτης ὑπὸ τὸ μαφόριον ἐπιτιθέναι τὸν ἀρχιερέα το διακονικών ωράριον, φέροντα εἰς τὰ ἔμπροσθεν τὰς δύο τούτου ἀρχὰς, ἐν δὲ τῷ καιρῷ τῆς μεταλήψεως, μετὰ τοὺς διακόνους τῶν θείων κοινωνεῖν αὐτὴν μυστηρίων εἶτα λαμβάνουσαν τὸ ποτήριον ἐκ τῶν χειρῶν τοῦ ἀρχιερέων, μηδὲν μεταδιδόναι, ἀλλ᾽ εὐθὺς ἐπιτιθέναι τοῦτο τῇ ἁγίᾳ τραπέζη ΚΕΦΑΛ. ΙΒ'. "Οτι οὐ δεῖ γάμους συναλλάττειν μετὰ αἱρετικῶν. Περὶ κληρικών. Ο μὲν ιδ' τῆς δ' συνόδου κανὼν ὀρθοδόξους κλη ρικοὺς αἱρετικαῖς συνάπτεσθαι γυναιξὶ πάντη ἀπεί Ο ρηκε· τῶν δὲ ἤδη συνῳκηκότων τοὺς παῖδας, τῇ καθολική Εκκλησία κελεύει προσάγεσθαι· καὶ εἰ μὲν ὑπ' αἱρετικῶν ἔτυχον βαπτισάμενοι, ὧν τὸ βάπτισμα τοῖς ὑγιῶς φρονοῦσιν ἀπόβλητον, ἄνωθεν βαπτίζεσθαι· εἰ δ᾽ οὖν, μόνῳ τῷ θείῳ χρίεσθαι μύρῳ. Εἰ δὲ μήπω βαπτίσματος σφραγίδι προς του ένεσημάνθησαν, μηκέτι ὑπὸ αἱρετικῶν βαπτίζεσθαι ἀλλὰ μὴν μηδὲ γαμικῶς συνάπτειν τούτους αἱρετικοῖς, μήτε μὴν Ἰουδαίοις, μήθ' Ἕλλησιν· αἱρε τικοὺς μὲν τοὺς τὸ καθ᾿ ἡμᾶς δεχομένους μυστήριον λέγων, Εν τισι δὲ σφαλλομένους, παρὸ καὶ διαφερομένους τοῖς ὀρθοδόξοις· Ἰουδαίους δὲ, τους Χριστοκτόνους, καὶ Ἕλληνας, τοὺς περιφανῶς ἀπί στους καὶ εἰδωλομανίαν νοσοῦντας. Εἰ δ᾽ ἴσως ὁ αἱ ρετικὸς, ἢ ὁ ἄπιστος συνθέσθαι τῇ ὀρθοδόξῳ ἐπαγ γέλλεται πίστει, τὸ μὲν συνάλλαγμα προβαινέτω, φησί· ἡ δέ γε συνάφεια υπερτιθέσθω, μέχρις ἂν καὶ τὰ τῆς ἐπαγγελίας ἔργοις βεβαιωθῇ. Ταῦτα καὶ τῶν Λατίνων ποιεῖν εἰσπράττονται οἱ ὀρθοδόξους ἀγαγέσθαι γυναίκας αἱρούμενοι· οἱ δὲ μὴ πειθόμενοι τούτοις, κανονικοῖς ἐπιτιμίοις ὑπόκεινται· σὺν τῇ διαλύσει γὰρ τοῦ γάμου καὶ ἐπιτιμῶνται οἱ παραβαίνοντες, Ὁ δὲ τῆς ἐν Λαοδικείᾳ ι', Οὐ δεῖ, φησί, τοὺς τῆς Ἐκκλησίας ἀδιαφόρως πρὸς κοινωνίαν γάμου τὰ ἑαυτῶν τέκνα συνάπτειν αἱρετικοῖς. Ο δὲ τῆς ἐν Καρθαγένη και τὰ τέκνα τῶν κλητ
col. 1177–1178page 113 of 224
PG 144:1177ρικῶν ἐθνικοῖς, ήγουν ἀπίστοις ἢ αἱρετικούς, γαμι χῶς ἀπαγορεύει συνάπτεσθαι. Ο δὲ οβ' κανὼν τῆς ς' συνόδου οὕτω κατὰ ῥῆμα θεσπίζει· Μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικῇ συν άπτεσθαι γυναικί· μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυα ναίκα ὀρθόδοξου συζεύγνυσθαι· ἀλλ' εἰ καὶ φανείη τι τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυ μον ἡγεῖσθαι τὸν γάμον, καὶ τὸ ἄθεσμον διαλύεσθαι συνοικέσιον. Οὐ γὰρ χρὴ τὰ ἄμικτα μιγνύναι, οὐδὲ τῷ προβάτῳ λύκον συμπλέκεσθαι, καὶ τῇ τοῦ Χρι στοῦ μερίδι τὸν τῶν ἁμαρτωλῶν κλῆρον· ἂν δὲ παο μασῇ τις τὰ παρ' ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Εἰ γὰρ κατὰ τὴν πολιτικών νόμον γάμος ἐρίζεται κοινωνία καὶ συγκλήρωσις θείου τε καὶ ἀνθρωπίνου δικαίου, πῶς ἂν συμβαἶεν ἀλλήλοις οἱ περὶ τὰ μείζω διαφερόμενοι τῇ τῆς ψυχῆς διαθέσει, ταναντία φρο νοῦντες περὶ τὴν πίστιν; Διὸ καὶ μετὰ τὴν λύσιν τοῦ ὀθεμίτου γάμου, καὶ ἀφορίζεσθαι τους παραβαίνοντας ἀξιοῖ. ᾿Αλλὰ ταῦτα μὲν περὶ τῶν γαμικῶς τὸ νῦν εἶναι συναπτομένων, καὶ τοῦ μὲν ἑνὸς μέρους αἱρετικούς προσανέχοντος δόγμασι, θατέρου δὲ τὰ τῆς ὀρθῆς πρεσβεύοντος πίστεω:. Εἰ δὲ καὶ ἄμφω τὰ μέρη, φησί, ὅτε γαμικῶς συνῆλθον τὸ ἐξ ἀρχῆς, τῆς τῶν ὀρθοδόξων ηλλοτρίωντο μοίρας, εἶτα τὸ μὲν ἐπέγνω τὴν ἀλήθειαν, θάτερον δὲ τῷ σκότῳ τῆς ἀσεβείας εἰσέτι δουλεύει, οὐ παρὰ τοῦτο τὸ συνοικέσιον δια λυθήσεται, ὡς ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ὁ μέγας διορίζεται Παύλος· «Εἰ γὰρ αἱρεῖται, ο φησί, στῷ ἀπί στῳ συνοικεῖν ἡ πιστή, ἢ τούναντίον ὁ πιστὸς τῇ ἀπίστῳ, μὴ χωριζέσθω· ἡγίασται γὰρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ τὸ ἔμπαλιν, Πλὴν ὅρα, ὅπως καὶ ὁ θείος Απόστολος, συγκαταβάσει χρώμενος, Εί αἱρεῖται, ο φησί, ο τὸ πιστὸν μέρος συνοικεῖν τῷ ἀπίστῳ,» ὥστε, εἰ μὴ αἱρεῖται, ἀναμφιβόλως ὁ γάμος λυθή σεται. Πέπεισμαι δὲ ὅτι τῆς ἀρχῆς ἦν ταῦτα καὶ τῶν προοιμίων τοῦ κηρύγματος· τὸ δὲ τήμερον ἔχον, πῶς οἷόν τε Ἰουδαῖον ἢ Αγαρηνὴν βαπτισθέντα συν οικεῖν ἔτι τῇ ἀβαπτίστῳ, ἢ τὴν βαπτισαμένην τῷ μὴ πιστεύοντι; καθὰ δὴ καὶ ἐπὶ τοῦ πατριάρχου γέγονε Θεοδότου. Βυκινάτωρ γὰρ βασιλικός βαπτισθεὶς πατριαρχικῷ γράμματι διεζύγη τῆς γυναικός, μὴ πειθομένης τῷ ἀνδρὶ, πολλὰ παρακαλοῦντι τὰ τῆς εὐσεβείας ἑλέσθαι. Ο δὲ τῆς ἐν Λαοδικεία λα', Οὐ δεῖ, φησί, πρὸς πάντα αἱρετικὸν ἐπιγαμίαν ποιεῖν, οὐδὲ υἱοὺς διδά και ἢ θυγατέρας, δέει τοῦ μὴ τὴν ἐκείνων κακο δοξίαν μεταμαθεῖν, ἀλλὰ μᾶλλον λαμβάνειν, είγε ἐπαγγέλλοιντο Χριστιανοὶ γενέσθαι. Τὸ δὲ, Οὐ δεῖ πρὸς πάντα αἱρετικὸν, ἀντὶ τοῦ, πρὸς οὐδένα ἰδίωμα γάρ ἐστι γραφικόν, ὡς τό, «Μή φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐ τὸν λήψεται τὰ πάντα. Οὐ γὰρ οἷόν τε καί τινα λαβεῖν, καὶ ἀλλαχοῦ· Μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· ο οὐ γάρ είτε
col. 1179–1180page 114 of 224
PG 144:1179ζειν. καὶ οἱ ματαίωκτισθέντες· ἀσεβὲς γὰρ τοῦτο νομί Νόμος. Μὴ λαμβανέτω Ἰουδαῖος Χριστιανήν, μήτε Χρι στιανός Ἰουδαίαν, μήτε αἱρετικὸς καὶ ἀλλότριος τῆς πίστεως κατά τινα πρόφασιν Χριστιανοῖς πρὸς γάμον συναπτέσθω. ΚΕΦΑΛ. ΙΓ'. Ο γάμος ἐκ ποίων αἰτιῶν λύεται. Νόμος. Περὶ τῆς τῶν γάμων διαλύσεως ἐν πολλοῖς τόποις ὁ πολιτικής διέξεισι νόμος. Τελεώτερον δὲ ἡ Ἰουστινιάνειος Νεαρὰ ῥητῶς τὰς αἰτίας ἐκτιθεμένη, δι' ᾶς ὁ ἀνὴρ ἢ ἡ γυνὴ δύναται ῥεπούδιον πέμπειν, ἤτοι ἀποστάσιον τῷ ὁμοζύγῳ, καὶ τὴν προῖκα ἀπο κερδαίνειν, φυλαττομένης τῆς ἐπ' αὐτῇ δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν, ἢ, παίδων οὐκ ὄντων, ἀπολαύειν καὶ τῆς δεσποτείας τὸ ἀναίτιον πρόσωπον. Εἰ γὰρ καὶ πάλαι τοῖς ἀνθρώποις ἐξῆν καὶ ἐκ τῶν παλαιῶν νόμων, καὶ ἐξ ἔθους μικρού αναιτίως λύειν τὰ συνοικέσια, ὥστε λέγειν τὸν ἄνδρα τῇ ἐμοζύγῳ· Γύναι, πρᾶττε τὰ σά· καὶ ταύτην ἐκείνῳ • Ανερ, πρᾶττε τὰ σά· καθὰ δὴ καὶ τοῖς τῶν Εβραίων ἀνδράσι πάλαι νενομοθέτη το βιβλίον πέμπειν ἀποστασίου τῇ γυναικί· ἀλλὰ τὸ νῦν εἶναι τοῦτο παρὰ Χριστιανοῖς ἀνήρηται· αἰτίαι δὲ πρὸς τῶν εὐσεβῶν ἠρίθμηνται βασιλέων ὀνομαστό, δι' &ς καὶ μόνας τὸν γάμον ἔξεστι διαλύειν, καὶ μιᾶς ἄνευ ἐκείνων ἀθέμιτον διασπᾶν, Δ' αἰτίαι τῆς γυναικός, Καὶ ὁ μὲν ἀνὴρ πέμπει με πούδιον τῇ γυναικὶ, καὶ τὴν προῖκα ταύτης ἀποκερδαίνει, ὡς εἴρηται, διά τὰς αἰτίας ταύτας α'. Εἰ σύνοιδέ τινας ἡ γυνὴ τῇ βασιλείᾳ ἐπιβουλεύοντας, καὶ τῷ ἰδίῳ μὴ ἐφανέρωσεν ἀνδρί. β'. Εἰ κατηγορία μοιχείας κατὰ τῆς γυναικός γένοιτο, καὶ κατὰ τοὺς νόμους ἀπελεγχθείη μοιχεν θῆναι αὐτήν. γ. Ἐὰν οἰῳδήποτε τρόπῳ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπι βουλεύσῃ, ἢ ἄλλοις τοῦτο ποιοῦσι συνειδυῖα, τοῦτο Ο μη φανερώσῃ. δ. Ἐὰν ἀνδράσι ξένοις παρὰ γνώμην τοῦ ἀνδρὸς συμποσιάζῃ, ἢ συλλούηται ε'. Ἐὰν ἔξω τοῦ οἴκου μείνῃ παρὰ γνώμην τοῦ ἀνδρὸς, εἰ μή που τυχὸν παρὰ τοῖς ἰδίοις γονεῦσιν· ἡ αὐτὸς χωρὶς τῶν εἰρημένων αἰτιῶν ἐξωθήσῃ, καὶ, γονέων αὐτῇ μὴ ὑπαρχόντων, ἔξω τὴν νύχτα διαβι βάση. ς'. Ἐὰν ἱππικοῖς, ἢ θεάτροις, ἢ κυνηγεσίαις παρ ραγένηται, ἐπὶ τῷ θεωρῆσαι, ἀγνοοῦντος ἢ κωλύοντος τοῦ ἀνδρός. Τὸ μέν τοι γραφικὸν τὸ λέγον, Μὴ ἐπιστρέφειν τὴν μοιχευθεῖσαν πρὸς τὸν ἑαυτῆς ἄνδρα, περὶ ἀνδρὸς νόε: μὴ θέλοντος ἀναλαβέσθαι ταύτην. Βἰ γὰρ συγχωρεῖ τὸ ἔγκλημα ὁ ἀνὴρ, ἀκωλύτως αὐτὴν
col. 1181–1182page 115 of 224
PG 144:1181ἐντὸς διετίας ἀναλαμβάνει, κατὰ τὴν τοῦ Ἰουστινιανοῦ Νεαρὰν, καὶ Λέοντος τοῦ Σοφού. Α' αἰτίαι τοῦ ἀνδρός. Ἡ δὲ γυνὴ πέμπει ξεπούδιον τῷ ἀνδρὶ διὰ τὰς αἰτίας ταύτας, δυναμένη ἀναλαβεῖν τήν τε ἑαυτῆς προῖνα, καὶ τὴν διὰ τοὺς γάμους δωρεὰν τοῦ ἀνδρὸς, ὁμοίως τοῖς παισὶ φυλαττομένης τῆς ἐπὶ τῇ δωρε δεσποτείας, ἢ, παίδων οὐκ ὄντων, ἔχειν καὶ τὴν αὐτῆς δεσποτεία». α΄. Εάν τι κατὰ τῆς βασιλείας ἢ αὐτὸς βουλεύσηται, ἢ τοῦτό τισι βουλευομένοις συνειδώς μὴ φανερώσῃ τῇ βασιλείᾳ ἢ δι᾽ ἑαυτοῦ, ἡ δι' οιουδήποτε προσώπου. β'. Ἐν οἰῳδήποτε τρόπῳ ἐπιβουλεύσῃ τῇ ζωῇ τῆς γυναικός. γ. Ἐὰν τῇ τῆς γυναικός σωφροσύνῃ ἐπιβουλεύων, ἄλλοις αὐτὴν εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσῃ προδούναι. δ. Ἐὰν κατηγορήσας αὐτῆς ὁ ἀνὴρ ἐπὶ μοιχεία, μὴ ἀποδείξῃ. ε'. Ἐὰν ἑτέρᾳ συνέρχηται γυναικὶ ἐν τῷ αὐτῷ, οἴκῳ, ἢ τῇ αὐτῇ πόλει, καὶ ὑπομνησθεὶς παρ' αὐτῆς ἢ τῶν γονέων αὐτῆς, ἢ οἱουδήτινος ἑτέρου, ἀποσχέσθαι μὴ βούληται. Ἐπὶ τούτοις μὴ μόνον τὴν πρὸ γάμου δωρεὰν ὁ ἀνὴρ ζημιοῦται, ἀλλὰ καὶ ἕτερον τρίτον αὐτῆς ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας, καὶ τὰς τιμωρίας ὑφίσταται, ἃς ἔμελλε παθεῖν ἡ γυνή καταδικαζομένη. Πλὴν οὔτε ἡ γυνὴ αὐτονόμως ἀναχωρεῖν δύναται τοῦ ἀνδρὸς, οὔτε οὗτος ἐκείνης, χωρὶς κρίσεως καὶ ψήφου τῶν δικαστῶν, ὡς διάφοροι τοῦτο θεσπίζουσιν Ἰουστινιάνειοι Νεαραί. Διὰ τοῦτο ὁ γαμήσας τὴν μὴ οὕτως ἀπολυθεῖσαν μοιχᾶται. Λύσις γάμου ἀζήμιος, καὶ περὶ τοῦ δι' ἄσκησιν λυομένου γάμου. Αζημίως δὲ λύεται γάμος, ὅτε, τριετίας παρελθούσης, ὁ ἀνὴρ οὐχ οἷός τε εἴη συνιέναι τῇ γαμετῇ, εἰ καὶ αὐτὸς τὴν διάζευξιν οὐχ αἱρεῖται, μενούσης παρὰ τῷ ἀνδρὶ τῆς πρὸ τοῦ γάμου δωρεάς, μηδέν οίκοθεν ζημιουμένῳ. Λύεται γάμος καὶ ὅταν ἄσκησιν θάτερον ἕληται τῶν μερῶν, πρὸς τὴν ἐπὶ τὰ κρείττω μεταβαῖνον δὸν, καὶ τὸν ἀμείνω βίον αἱρούμενον. Τηνικαῦτα γὰρ κελεύομεν παῤῥησίαν εἶναι καὶ ἀνδρὶ καὶ γυναικὶ πρὸς τὰ βελτίω μεθισταμένοις διαλύειν τὸ συνοικέσιον, καὶ ἀναχωρεῖν μετά τινος βραχείας ὑπολιμπανομένης τῷ καταλελειμμένῳ παραμυθίας. υπερ γὰρ ἂν συμφωνήσειαν οἱ συμβαλόντες ἀπὸ τε λευτῆς γενέσθαι κέρδος, τοῦτο ἔχειν δεῖ τὸν καταλελειμμένον παρὰ θατέρου, εἴτε ἀνὴρ, εἴτε γυνὴ καθεστήκοι· διότι καὶ οὗτος τό γε ἐπὶ τῷ συνοική σαντι δοκεῖ τελευτᾷν, ἑτέραν ἀνθ' ἑτέρας βίου που ρείαν ἑλόμενος. Η γὰρ ἀπόκαρσις, καὶ ἄκοντος θατέρου τῶν ομοζύγων, γίνεται ἀσφαλῶς· καὶ λέγομεν ἀγαθῇ χάριτι τὴν διάζευξιν γίνεσθαι· καὶ τὸ περιλειφθέν πρόσωπον δύναται πρὸς ἑτέραν συζυγίαν ἐλθεῖν
col. 1183–1184page 116 of 224
PG 144:1183ἀλλὰ τῇ τοῦ χειροτονηθέντος ἐπισκόπου γυναικί τοῦτο οὐ δέδοται· καὶ διὰ τοῦτο μετὰ συναινέσεως αὐτῆς δεῖ γενέσθαι τὴν χειροτονίαν, καὶ οὕτως ἐπαν κολουθεῖν ἀπαραιτήτως τὴν ταύτης ἀπόκαρσιν. Λύεται γάμος καὶ ὅταν αἰχμάλωτος γένηται ὁ ἀνὴρ, ἢ ἡ γυνή, ἄδηλον δν ἐπὶ πενταετίαν, εἰ ζῇ. Εἰ δὲ παρὰ τὰς ὑφ᾽ ἡμῶν, φησί, διωρισμένας αἰτίας τολμήσουσί τινες διαλύειν τὸν γάμον, κελεύο μεν, εἰ μὲν κατιόντας ἔχοιεν, εἴτε ἐξ αὐτοῦ, εἴτε ἐξ ἄλλου γάμου, τὰς οὐσίας αὐτῶν ἐκείνοις δίδοσθαι, καὶ αὐτοὺς εἰς μοναστήριον ἐμβάλλεσθαι ἐπὶ πάντα τὸν τῆς ζωῆς αὐτῶν χρόνον, καὶ μέρος τῷ μοναστηρίῳ δίδεσθαι ἐκ τῆς οὐσίας αὐτῶν. Εἰ δὲ μὴ ἔχοιεν κατιόντας, ἀλλὰ ἀνιόντας, τούτους τὸ τρίτον μέρος τῆς οὐσίας αὐτῶν λαμβάνειν, εἰ μὴ τῇ λύσει τοῦ γάμου συνήνεσαν· εἰ δὲ μήτε ἀνιόντες, μήτε κατιόντες εἶεν, κελεύομεν πᾶσαν τὴν οὐσίαν τοῖς μονα στηρίοις οἷς ἐνεβλήθησαν δίδοσθαι· ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα συντιθέντας ἀθέμιτα συμβόλαια κελεύο μὲν τοῖς εἰς σῶμα ποιναῖς ὑποβάλλεσθαι, καὶ εἰς ἐξορίαν πέμπεσθαι. Εἰ δὲ οἱ τὸν γάμον λύειν ἐπιχειρήσαντες βουληθεῖεν ἑαυτοῖς συνελθεῖν, πρὶν ἂν ἐμβληθῶσι μοναστηρίοις, ἄδεια τούτοις δίδοται παρ' ἡμῶν, καὶ τὰς προειρημένας ποινάς συγχωρούμεν αὐτοῖς, καὶ τὰς ἰδία; ἔχειν περιουσίας. Τοῦ δὲ ἑνὸς προσώπου βουλομένου τον γάμον ἀνακαλέσασθαι, εἰ μὴ συναινέσεις καὶ τὸ ἕτερον, κατὰ τοῦ μὴ βου λομένου κρατεῖν τὰς ποινάς. Ταῦτα δὲ κελεύομεν γίνεσθαι καὶ κατὰ πρόνοιαν τῶν θεοφιλεστάτων ἐπισκόπων. Εἰ δὲ κατὰ συναίνεσιν ἀμφοτέρων τῶν μερῶν ἢ κατ' ἔρωτα σωφροσύνης λυθείη ὁ γάμος, κελεύομεν εὐθὺς ἑκάτερα τα μέρη προσέρχεσθαι τῷ μονήρει βίῳ, ἀζημίων δηλονότι φυλαττομένων αὐτῶν. Εἰ δέ τις τούτων ἢ γάμῳ προσέλθοι, ἢ πορνείᾳ περιπεσού, τὴν πᾶσαν αὐτοῦ περιουσίαν οἱ παῖδες λήψονται, Εἰ δὲ παῖδας οὐκ ἔχει, τὸ δημόσιον αὐτὴν διαδέξεται. ΚΕΦΑΛ. ΙΔ'. Περὶ γυναικῶν διακόνων και χηρῶν. Ζήτει τὸ ια' κεφ. τοῦ παρόντος στοιχείου. ΔΕΦΑΛ. ΙΕ'. Περὶ γυναικῶν μεμνηστευμένων, ἐν ᾧ καὶ περὶ μνηστείας. Ο ξθ' τοῦ μεγάλου Βασιλείου κανών, Εἰ ἀναγνώστης, φησί, τῇ αὐτοῦ μεμνηστευμένῃ πρὸ τοῦ γά μου μιχθείη, κακείνης τοῦτο ἐλομένης, ἐπ' ἐνιαυ τὸν ἀφοριζόμενος, εἰς τὸ ἀναγινώσκειν πάλιν ἐπι ἀνεισιν, εἰς μείζονα μὴ προκόπτων βαθμόν. Εἰ δὲ μνηστείας χωρίς συνέλθοι γυναικὶ, καὶ εἰ λαβείν αὐτὴν εἰς γυναῖκα λόγους ἴσως μετ' αὐτῆς ἐποιεῖτο, καὶ τῆς τοῦ ἀναγνώστου ὑπηρεσίας ἐκπίπτει, Εἰ δὲ ὑπηρέτης, ἤτοι ὑποδιάκονος τῷ δευτέρῳ πάθει ἁλοίη, τῆς ὑπηρεσίας τελέως εκβάλλεται, Ο δὲ μη' τῆς Γ' συνόδου κανὼν τὸν εἰς γάμου κοινωνίαν ἀγόμενον τὴν ἑτέρῳ μεμνηστευμένην, ἔτι τοῦ μνηστευσαμένου περιόντος, τοῖς τῆς μοιχείας ὑποβάλλει ἐγκλήμασιν. Εἰ δὲ μὴ γαμικῶς, ἀλλὰ πορνικῶς μετά τοιαύτης τις συμφθαρείη, καὶ οὗτος
col. 1185–1186page 117 of 224
PG 144:1185ὡς μοιχὸς τιμωρεῖται, καὶ ἡ γυνὴ ὡς μοιχαλίς· ὁ δὲ τὴν μνηστείαν ἀγν.ῶν, ὡς πόρνος. Περὶ μνηστείας. Τὴν γὰρ μνηστείαν οἱ νομοθέται ὁρίζονται μνή μην καὶ ἐπαγγελίαν τῶν μελλόντων γάμων. Καὶ ὁ μὲν Μωσαϊκός νόμος ὡς γάμον τὴν μνηστείαν ἐλογίζετο· καὶ ἡ τὴν ἄλλῳ μεμνηστευμένην φθεί ρων ὡς μοιχὸς ἐκολάζετο. Καὶ ἐπειδὴ τὰ τῆς μνηστείας αὐτοὺς συνήρμοττε σύμβολα, και γυ ναῖκα τὴν μνηστὴν προσαγορεύει. Εταπείνωσε γάρ, φησί, τὴν γυναῖκα τοῦ πλησίον, ήγουν διαπαρα θένευσε τὴν τούτου μνηστήν. Οὕτω καὶ ἡ ἁγία Παρ θένος γυνὴ τοῦ Ἰωσὴν ἐχρημάτισε· «Μή φοβηθής γάρι, φησί, «παραλαβεῖν Μαριάμ τὴν γυναῖκά σου. Παρ' ἡμῖν δὲ, πρώην μὲν φιλήματι τῶν συναπτομένων καὶ ἀρραβῶνι προὔβαινεν ἡ μνηστεία· καὶ ἐξὴν ταύτην λύειν, τῆς ποινῆς τοῦ προστίμου παρ εχομένης· μήπω δὲ τῆς μνηστείας λυθείσης, εἰκό. τως ὡς μοιχὸς ὁ τὴν γυναῖκα λαμβάνων ἐκρίνετο, ὡς ὁ ρηθεὶς κανὼν διορίζεται. "Οπου δὲ οὔτε μνη στεία προΰδη, ούτε φίλημα, οὔτε δόσις ἀῤῥαβῶνος ἐπηκολούθησε, μόνοι δὲ οἱ λεγόμενοι διὰ ψιλῶν γραμμάτων δεσμοί, κἂν ἕτερος λάβῃ τὴν γυναῖκα, τῷ τῆς μοιχείας ἐγκλήματι οὐχ ὑπόκειται. ᾿Απὸ δὲ τῆς ἐξενεχθείσης ὕστερον Νεκρᾶς τοῦ εὐσεβοῦς βα σιλέως ᾿Αλεξίου τοῦ Κομνηνοῦ κατὰ τὸ σφι, β' ἔτος, τὰ ἴσα δύναται τῷ τελείῳ γάμῳ σχεδὸν ἡ μνηστεία, ἅτε μετὰ ἱερᾶς καὶ αὕτη τελουμένη εὐχῆς· καὶ ἄλλως οὐ λύεται, εἰ μὴ καθ᾽ οὖς τρόπους καὶ τὸ @ τέλειον διασπάται συνοικέσιον· φησί γάρ Νεαρὰ περὶ μνηστείας τοῦ βασιλέως Αλεξίου τοῦ Κομνηνού, γεγονυία κατὰ τὸ σφη ἔτος. Μνηστείαι παρ' ἡμῶν ἐτυπώθησαν ἀληθεῖς, ὅσαι μετὰ τῆς ἱερᾶς εὐλογίας καὶ κατὰ τὸν ὡρισμένον ἡμῖν καιρὸν τελεσθεῖσαι γνωρίζονται. 'Αρμόδιος δ' ἂν εἴη μνηστείας καὶ γάμου καιρὸς, τῆς μὲν θη λείας τὸν δωδεκαετή χρόνον διατρεχούσης, τοῦ δὲ ἄρξενος τὸν τεσσαρεσκαιδέκατον διατρίβοντος. Μετὰ δὲ τὴν ἱερὰν τῶν εὐχῶν ἐπῳδὴν, καὶ τὴν συνήθη τοῦ ἀῤῥαβῶνος καὶ τοῦ φιλήματος παρα τήρησιν, βραχέος ἢ καὶ πλείονος καιροῦ διαλείποντος, ὡς ἂν δόξειε τοῖς συναλλάττουσιν, ἀπαραιτήτως καὶ τὸν ἔννομον γάμον προβαίνειν κελεύομεν, καὶ μὴ κατὰ ταὐτὸ συμβαίνειν ἐν ἡμέρᾳ μια πολλάκις καὶ ὥρᾳ. Εἰ δὲ πρὶν τὸν παρ' ἡμῶν ὁρισθέντα ἐπιστῆναι καιρὸν, καὶ τῶν εἰρημένων μη γενομένων παρατηρήσεων, μνηστείαι προβήσονται καὶ συμβόλαια, ταύτας μνηστείας ἀληθεῖς μηδὲ εἶναι, μηδὲ ὀνομάζεσθαι, εἰ καὶ προστίμου ποινή πρόσκειται. Αἱ γὰρ κυρίως μνηστείαι οὐ προστίμων λυθή σονται δόσεσιν, ἅπερ οὐδὲ τοῖς συμβολαίοις τὸ λοι πὸν ἐγγραφήσονται· ὅτι μηδὲ παρ' αὐτῶν αἱ μνη στείαι κρατύνονται, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ ἐπικλή-, σεως, αἴπερ καὶ ἄλυτοι τὸ παράπαν μένουσι, μόναις λυόμεναι ταῖς αἰτίαις, αἷς καὶ οἱ γάμοι. Ἐπεὶ δὲ κατὰ τὴν παλαιὰν τῶν νόμων συνήθειαν, μετὰ τὸν ἑπταετῆ χρόνον τῆς κόρης οὐ καλῶς αἱ μνηστείαι
col. 1187–1188page 118 of 224
PG 144:1187& προὔβαινον (ἀδεῶς γὰρ ἐπὶ τὰς μνηστευομένας εἰσ α ερχόμενος έκαστος τῇ συνεχεί θέᾳ, καὶ τῷ ἐλευ θερίῳ τῆς ὁμιλίας, τὸ τοῦ ἔρωτος φλεγμαῖνον προσ ανέκαιον), ἡμεῖς καὶ τοῦτο θεσπίζομεν· Τὰ μὲν κατὰ τὸν ἑπταετῆ τῶν συμβαλλόντων χρόνον ἄχρι τοῦ δεκάτου τετάρτου ἢ δωδεκάτου τῆς ἡλικίας χρόν νου γενόμενα, ὡς ἐν τύπῳ μνηστείας, συμβόλαια, μὴ τάξιν ὅλως εννόμου μνηστείας καὶ ἀσφαλοῦς ἀπο φέρεσθαι, ἀλλ' ὡς ἐπερωτήσεις μόνον ησφαλισμέν νας κρίνεσθαί τε καὶ ἐνεργεῖν, κατὰ τὸ ἔθος τῶν ἄλλων συναλλαγμάτων· ἐνεργεῖν δὲ τὸν παλαιὸν νό μον, τὸν ἐπὶ τῇ μνηστείᾳ ἐκφωνηθέντα, ἐν τοῖς κεκωλυμένοις προσώποις μόνον ἐπὶ τῇ ἀποζευχθείση μνηστῇ, διὰ τὸ περιὸν τοῖς παρὰ Χριστιανοῖς ἐμε πολιτευομένης καταστάσεως. Εἰ γὰρ καὶ μὴ μνηστεία ἐστὶ, κατὰ τὸ ἀκριβές, ἐντελὲς τὸ γινόμενον, ἀλλ' ὅτι σκοπὸν ἔχειν μηνστείας δοκεῖ, καὶ θεμέλιος γάτ μου ἐντεῦθεν προκαταβάλλεται, καλῶς ἂν ἔχοι, τα κεκωλυμένα τῷ νόμῳ πρόσωπα καὶ αὖθις κωλύεσθαι, καὶ μηδένα εἰς γυναῖκα λαμβάνειν, ἣν ὁ παλαιός νόμος μνηστήν τινος γενομένην, καὶ τῆς μνηστείας λυσμένης, οὐκ ἀφῆκεν ἑτέρῳ κατὰ γάμου συνέρχεσθαι. Περὶ μνηστείας κληρικών. Βαλσαμών. Αμέλει καὶ οὐκ ἐφεῖταί τινι τῶν τοῦ βήματος, θανάτῳ ἢ ἄλλῃ αἰτία τῆς οἰκείας διαζευχθέντι μνηστῆς πρὸ τοῦ γάμου, ἑτέρα συνάπτεσθαι γυναικί. " γὰρ πεποιηκέναι τοῦτο φωραθείς ὡς δευτερογαμήσας καθαιρεῖται· καὶ ὁ ἐμπεσών εις τι τοιοῦτον ἀναγνώστης εἰς ἕτερον οὐ προκόπτει βαθμόν. Εἰ δὲ ἀσύστατός ἐστιν ἡ μνηστεία, εἰ μὲν τὸ κατεγγυηθὲν πρόσωπον τῷ θέλοντι ἱερωθῆναι τὸν ἕκτον ὑπερέβη χρόνον, οὐ παραχωρηθήσεται ὁ μνηστευσάμενος ἑτέρα συναφθῆναι γυναικὶ, καὶ οὕτως ἱεσωθῆναι· δίγαμος γὰρ λογίζεται διὰ τὴν ἐπιθυμίαν, τῷ δεκτικὴν ἔρωτος εἶναι τηνικαῦτα τὴν γυ ναῖκα. Εἰ δὲ ἥττων τῶν ἓξ χρόνων ἦν τὸ κατεγγυή δὲν αὐτῷ πρόσωπον, ὅτε ἡ ἀθέτησις τῶν συμφώνων ἐγένετο, δύναται ὁ τοιοῦτος, καὶ ἑτέρᾳ γυναικί συζευχθείς, ἀκωλύτως εἰς ἱερωσύνην ἐλθεῖν. Τοῦτο δὲ ἐπὶ λαϊκῶν οὐ κρατεῖ· μόνους γὰρ τοὺς τοῦ βή ματος μιας γυναικὸς καὶ ταύτης παρθένου ἄνδρας εἶναι δεῖ, οἷα καὶ αὐτοὺς πάντως τῇ παρθενίᾳ πρὸ τούτου σεμνυνομένους. Τελείας δὲ τῆς μνηστείας ούσης, καὶ εἰ πρὸ τοῦ συμμιγῆναι τῇ μνηστευσαμένῃ τὸν ἄνδρα θανάτῳ ταύτης διέζευκται, οὐδὲ ὁ λαϊκὸς λαβεῖν δύναται ἐξαδέλφην ταύτης, ἢ ἕτερον πρόσωπον ἐκ τοῦ νόμου κεκωλυμένον· οὐ γὰρ ἡ συνάφεια, ἀλλ' ἡ τῆς εὐσ χῆς τελετὴ ποιεῖ τὴν μνηστείαν ὡς γάμον λογίζεσθαι. Περὶ τοῦ συμφθαρέντος τῇ ἰδίᾳ πενθερᾷ. Βαλσαμών. Εἰ μέν τοι προ τελεία; ἱεροτελεστία, μόνης δὲ μνηστείας συνισταμένης, τὸν νυμφίον τῇ πενθερά συμφθαρήναι συνέβη, ἢ ἑτέρῳ συγγενικώ προσώπῳ τῆς ἡ νηστῆς αὐτοῦ, κωλυθήσεται ο γαστ
col. 1189–1190page 119 of 224
PG 144:1189Γ. Οὐ γὰρ θεμιτὸν αἰμομιξίαν ἐν εἰδήσει προβῆναι. Εἰ δὲ μετὰ τὸν καλῶς συστάντα γάμου τὸ παράνομον τοῦτο συμβαίη, ο γάμος οὐ λύεται, ἀλλ' ἐπιτιμῶνται οι τὴν αἱμομιξίαν ποιήσαντες· φησὶ γὰρ νόμος· Τα ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυ ροῦται. Εκ ποίων αἰτιῶν α. μνηστεῖαι λύονται. Νόμοι. Λύεται δὲ ἡ μνηστεία, ὥσπερ καὶ οἱ γάμοι, δι' εὐπροσώπους ταύτας αἰτίας α'. Εἰ ἀνυπόστατός ἐστιν ἡ μνηστεία, καὶ ἀθέ μιτος διὰ τὸ ἀνήλικον τῶν παίδων. β'. Εἰ ἐγγάστριος ἐξ ἀλλοτρίων σπερμάτων ἡ γυνὴ πεφώραται. γ΄. Λύεται καὶ διὰ καινοτάτην θρησκείαν ἀγνοηθεῖσαν, καὶ δογμάτων διαφοράν. δ'. Η διὰ τρόπων αισχρότητα. ε'. Η τύχης εναλλαγήν. ς΄. Η διὰ γάμων ὑπέρθεσιν ὑπὲρ τετραετίαν μὴ ἐξ εὐλόγου ἐκταθεῖσαν αἰτίας, διὰ νόσον ἴσως χρο Μαν, ἢ θάνατον γονέων, ἢ κεφαλικά ἐγκλήματα, ή μακρὰν ἀποδημίαν ἐξ ἀνάγκης γενο μένην. ζ'. Ἔτι δὲ διὰ βίαν ἄρχοντος ἐπαρχίας τῆς μνη στείας γενομένης, τῆς τε κόρης καὶ τῶν γονέων αὐτ τῆς μὴ συναινούντων. η'. Η δι᾿ ἀπόκαρσιν ἀληθῆ, καὶ τὴν πρὸς τὸν μονήρη βίον μετάβασιν. θ'. Η τὸ εἶναι βουλευτήν. ι. Η διὰ τὸ ὑποκεῖσθαι τῷ δημοσίῳ τὴν οὐσίαν αὐτοῦ· ἢ ἄλλῳ λειτουργήματι ἔνοχον εὐμεθῆναι. Τούτων οὖν τῶν ἀπηριθμημένων τινὸς τὴν ἔνω σιν μὴ διαστήσαντος, ὁ τὴν ἑτέρῳ μνηστευθεῖσαν ἀγόμενος, ἔτι τοῦ μνηστευσαμένου ζῶντος, μοι χεται. Νόμοι. Μνηστεία ἐστὶ μνήμη καὶ ἐπαγγελία τῶν μελλόν των γάμων. Καὶ ἐγγράφως καὶ ἀγράφως μνηστεία γίνεται καὶ ψιλῇ συναινέσει συνίσταται, καὶ μεταξὺ ἀπόν των. Τὴν τοῦ πατρός μου ἢ τοῦ ἀδελφοῦ μου μνηστὴν οὐ δύναμαι λαβεῖν εἰς γυναῖκα, εἰ καὶ γαμεταὶ αὐτ τῶν οὐ γεγόνασιν· ἡ μὲν γὰρ μητρυιᾶς, ἡ δὲ νύμ της τάξιν ἐπέχει· οὐδὲ τὴν μητέρα τῆς ποτέ μου μνηστῆς, γέγονε γάρ μου πενθερά. Παρά γνώμην τῆς ὀρφανῆς ὁ ἐπίτροπος οὐ συνέ στησιν αὐτῇ μνηστείαν, οὔτε διαλύει τὴν γενο μένην. Η μανία εμποδίζει τῇ μνηστεία· ἐπιγενομένη δὲ, οὐ λύει τὴν σύστασιν. Οι συναινοῦντες τῷ γάμῳ καὶ τῇ μνηστεία Συναινοῦσι. Συναινοῦσι δὲ οἱ συναπτόμενοι, καὶ οἱ τούς των γονεῖς. Συναινεῖν δὲ δοκοῦσιν οἱ μὴ ῥητῶς ἀντι λέγοντες. Τότε δὲ μόνον ἀντιλέγειν δύνανται οἱ ὑπὸ
col. 1191–1192page 120 of 224
PG 144:1191μνηστεύονται οἱ γονεῖς. Τοιούτων δὲ μὴ ὄντων τῶν μνηστευομένων, κἂν εἰ ἀποκλήρους ἑαυτοὺς αἱροῦνται τὰ τέκνα ποιεῖν, μόνον ἵνα μὴ τὴν τῶν γονέων, ἀλλὰ τὴν οἰκείαν ἐκπληρώσωσι θέλησιν, ἀνίσχυρων εἶναι αὐτῶν θεσπίζομεν διὰ παντὸς τὸ βούλημα. Τὰ γὰρ ἐπὶ ἰδίᾳ καταστροφῇ καὶ ἀπωλείᾳ τῶν νέων ὁρμήματα παντί τρόπῳ κωλύειν οἱ νόμοι ἐγνώ εξούσιοι, ὅτε τοῖς τρόποις ἀναξίους καὶ αἰσχροὺς αὐτοῖς κασιν. Διχονοούντων δὲ τῶν γονέων περὶ τῆς ἐκλογῆς δηλονότι, ἡ τοῦ πατρὸς γνώμη κρατεί. Διχονοοῦνα τος τοῦ ὑπεξουσίου, οὐ γίνεται μνηστεία ὀνόματι αὐτοῦ. Ο πατήρ τῆς ὑπεξουσίας δύναται διαλύειν τὴν μνηστείαν· οὐ μὴν καὶ τῆς αὐτεξουσίας. Ἡ τὸ γινόμενον δοκοῦσα νοεῖν καλως μνηστεύεται, τουτέστιν, ἡ μὴ οὖσα ἥττων τῶν ἑπτὰ ἐτῶν. Εἰ μέντοι γε τῆς μνηστείας γεγενημένης ἔσωθεν τοῦ τρισκαιδεκαετούς χρόνου, τολμήσαιέν τινες τοῖς μνηστευομένοις, ἢ τὴν λεγομένην εὐλόγησιν ἢ τὸ στεφάνωμα περιθεῖναι, ὡς τῶν θείων νόμων παρα βάται γεγενημένοι, αὐτίκα τὴν μὲν προελθοῦσαν μνηστείαν, ἅμα τῇ δοκούσῃ συναφείᾳ διαλύεσθαι, καὶ τὰ παρ' ἑκατέρου τοῦ μέρους ἐν τῇ μνηστεία συμβληθέντα προστίματα, τοῦ τολμήματος ζημίαν ὑπέχοντας, τῷ τοῦ δημοσίου εἰσκομίζεσθαι μέρει μηδὲ τοῦ τολμώντος ἱερέως ἐπὶ τῇ τοιαύτῃ παρεῖναι πράξει, ἀνευθύνου καθεστηκότος, ἀλλὰ τῇ αὐστηρία τῶν ἱερῶν ὑποκειμένου κανόνων. Τὸ πένθος τοῦ ἀνδρὸς οὐ κωλύει τὴν γυναῖκα μνηστευθῆναι. Ο μνηστευσάμενος κόρην ἔφηβον, καὶ μὴ συμ φωνήσας χρόνον ἐν τῇ μνηστείᾳ, ὀφείλει ταύτην, εἰ μὲν ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγει, εἴσω διετίας γα μεῖν, εἰ δὲ ἐν ἀπουσίᾳ, εἴσω τριετίας. Εἰ δὲ ὑπέρ η ται χωρὶς εὐλόγου αἰτίας, δύναται ἡ κόρη ἑτέρῳ συνάπτεσθαι. Οὐ χρὴ τοὺς ἄρχοντας ἐξ ἐκείνης τῆς ἐπαρχίας, ἧς ἄρχουσι, μνηστεύεσθαι. Εἰ δὲ τοῦτο ποιήσουσιν, ἔξεστι τῇ κόρῃ καὶ τοῖς γονεῦσιν αὐτῆς, ἡ ἐπι τρόποις, ἢ κουράτορσι, παραιτείσθαι τὸν γάμον, καὶ κερδαίνειν τοὺς ἀῤῥαβῶνας, τοῦ αὐτοῦ κρα τοῦντος καὶ ἐπὶ υἱῶν, καὶ ἐγγόνων, καὶ συγγενών, καὶ συγκαθέδρων, καὶ ἐπὶ πάντων τῶν ἐν τῇ τάξει, καὶ τῶν οἰκείων αὐτοῦ, ἐὰν κατὰ σπουδὴν τοῦ ἄρο χοντος ἐμνηστεύσαντο. Εἰ μέντοrκαὶ μετὰ τὴν ἀρχὴν βούλεται ἡ κόρη συναφθῆναι αὐτῷ, ἔῤῥωται δ γάμος. Σημείωσαι γοῦν, ὅτι τότε κωλύει τὸ συνάλλαγμα ὁ νόμος, ὅτε τὸ ὀφφίκιον ὁ ἄρχων διαχειρίζει, καὶ δύναται φοβερὸς εἶναι τοῖς γονεῦσι τῆς κόρης ὥστε, είγε ἄρχων μὲν ἦν, οὐκ ἦν δὲ ἱκανὸς ἐκ φοβῆσαι τοὺς γονεῖς τῆς κόρης, οὐ κεκώλυται ή μνηστεία. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῶν τὰς ἰδίας γυναίκας προφάσει εὐλαβείας ἐκβαλλόντων κληρικών. Ο ε' τῶν ἁγίων ἀποστόλων κανὼν ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, τὴν ἑαυτοῦ γυναῖκα,
col. 1193–1194page 121 of 224
PG 144:1193προφάσει εὐλαβείας, ἐκβάλλοντα, ἀφορίζει, μέχρις ἂν αὖθις προσλάβηται, ἐπιμένοντα δὲ, καθαιρεί. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐθέ σπισε, μὴ ἐξεῖναί τινι τῷ παλαιῷ προσέχοντι νόμῳ, ἅτε βούλοιτο τὴν ἰδίαν ἐκβάλλειν γυναίκα χωρίς απειρημένης αιτίας. Έοικε γὰρ τὸν γάμον διαβάλο λειν, ὡς ἀκάθαρτον ἂν τὸ νομίμως μίγνυσθαι. Τι μιαν δὲ ἡ Γραφὴ τὸν γάμον ἀπεφήνατο, καὶ τὴν κοι τὴν ἁμίαντον. Τούτου καὶ ὁ ιγ' τῆς ἕκτης συνίδου κανὼν αὐτ τοῖς βήμασι μέμνηται ἄνευ τῆς τοῦ ἐπισκόπου προσθήκης. Αὕτη γὰρ ἡ σύνοδος πρώτη ταῖς γαμεταῖς ἀποτάττεσθαι τοὺς ἐπισκόπους ἐθέσπισεν. Περὶ τῶν τὰς ιδίας γυναῖκας ἐκβαλλόντων λαϊκῶν. Ο δὲ ἀποστολικὸς μην τὸν ἐκβάλλοντα λαϊκὸν παραλόγως τὴν ἑαυτοῦ γυναῖκα, καὶ ἑτέραν λαμβάνοντα, καὶ τὸν ὑποποιούμενον τὴν παρ' ἄλλου ἀπο λελυμένην, μὴ κατὰ νόμους δηλαδή, ἀφορισμῷ ὑπο βάλλει. Όσα γε μὴν περὶ τούτου τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ μεγάλου Πατρός Βασιλείου γλώττης ἐχρησμοδότησεν ἐν τῷ θ' αὐτοῦ κανόνι, ἄγνωμον κομιδῆ μὴ κατὰ μέρος διεξιέναι. "Ην μὲν γὰρ, φη σὶν, ἀκόλουθον, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, ἐξ [σης καὶ ἀνδράσι καὶ γυναιξὶ τὴν τῆς πορνείας αἰ τίαν λύσιν εἶναι τοῦ γάμου. Η δέ γε τῆς ἐκκλησίας συνήθεια οὐχ οὕτως ἔχουσα δείκνυται· ἐπὶ μὲν γὰρ τῶν γυναικῶν πολλήν ευρίσκομεν τὴν ἀκρίβειαν, τοῦ μὲν ᾿Αποστόλου λέγοντος • Ο κολα λώμενος τῇ πόρνῃ ἐν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου, ότι, ο Ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθής σεται.» Εἰ μὴ βουληθείη δηλαδὴ ὁ ἀνὴρ αὐτὴν προσ λαβέσθαι· καὶ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις· «Ο ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής· ν τουτέστιν, ὁ μιγνύμενος ὑπάνδρῳ γυναικί, ήτις δείκνυται μοι χαλίς. Τοὺς δὲ μοιχεύοντας τῶν ἀνδρῶν, ἡ πορνεύο οντας, κατέχεσθαι ὑπὸ τῶν ἰδίων γυναικῶν ὑποτίθεται· εἴτε γὰρ καὶ ἐμπικραίνοιτό τις τῇ γυναικὶ, καὶ πληγὰς ἐντείνοι, καρτερεῖν ταύτην δεῖ· εἴτε εἰς χρήματα ζημιοί, κἀκείνη την προῖκα δαπανωμένην ἐρῴη, ἢ καὶ ζηλοτύπως ἔχοι τῷ ἑτέραις τὸν ἄνδρα συμφθείρεσθαι, οὐκ ἐφεῖται ταύτῃ δια ζεύγνυσθαι τοῦ ἀνδρὸς παρὰ ταῦτα. Εἰ γὰρ, ἀπίστου θατέρου τῶν συνοικούντων τυγχάνοντος, θατέρω χωρισθῆναι οὐ δέδοται, κατὰ τὸν μακάριον Παῦλον, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως (Τί γὰρ οἶδας, γύναι, φησίν, εἰ τὸν ἄνδρα σώσεις;)· πῶς ἀνεύθυνος ἔσται ἡ δι' ἑτέραν αἰτίαν λύουσα τὴν συζυγία»; Ὥστε ἡ τὸν ἄνδρα παραλόγως ἀπολιπούσα, εἰ ἄλλῳ συνοικήσει, μοιχαλίς λογίζεται. Ἡ δὲ τῷ καταλειφθέντι ἀνδρὶ συναφθεῖσα νομίμω; οὔτε ὡς μοιχαλίς, οὔτε ὡς πόρνη κατακρίνεται. Εἰ μέντοι ὁ ἀνὴρ ἀποστὰς τῆς γυναικὸς, ἐπ' ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχὸς, ὡς ποιῶν αὐτὴν μοιχευθῆναι, καὶ ἡ συνοικούσα τούτῳ μοιχαλίς, διότι πρὸς ἑαυτὴν ἀλλότριον μετέτησεν ἄνδρα. ᾿Αλλὰ ταῦτα μὲν οὕτως. Ἀπὸ δὲ τῆς ὕστερον
col. 1195–1196page 122 of 224
PG 144:1195εξενεχθείσης Ἰουστινιανείου νεαρᾶς, ἦν τὸ ιγ' τοῦ παρόντος στοιχείου περιέχει κεφάλαιον, καὶ αὕτη ταῖς ἄλλαις αἰτίαις Αρίθμηται, δι᾿ ἂς λύειν ταΐ; γυναιξὶ τὰ συνοικέσια δίδοται· εἰ ἐν τῇ αὐτῇ δη λαδὴ οἰκίᾳ ή πόλει ἑτέρᾳ ὁ ἀνὴρ συμφθείροιτο γυναικὶ, καὶ τοῦ μέρους τῆς ἰδίας γυναικὸς ἐπιτιμώντων αὐτῷ καὶ ὑποτιθεμένων, ἀποστῆναι τῆς πρὸς ἐκείνην ὁμιλίας μὴ πείθοιτο· τηνι καῦτα γὰρ λύειν τοὺς γάμους διὰ τὴν ζηλοτυπίαν ἐφίησιν. Ει Ἐν δὲ τὸ κα' τὸν συνοικοῦντα γυναικί, δι' ἀσέλ γειαν δὲ καὶ ἑτέρα συμφθειρόμενον, πορνείας μὲν ὑπόδικον εἶναι κρίνει, ἐπὶ πλέον δὲ τοῖς ἐπιτιμίοις καθικνεῖται τοῦ μὴ συζῶντος γυναικὶ, καὶ τῷ ΠΑ θει τούτῳ ἁλόντος. Τῷ μὲν γὰρ συγγνώμη τις διά τὴν ἀνάγκην τῆς φύσεως· ὁ δὲ ταύτης ἐστέρηται, ἅτε τῆς φυσικῆς τυραννίδος τὴν νόμιμον ἔχων πα ραμυθίαν, διὰ δὲ μόνην ἀκρασίαν τῷ τῆς ἀκολασίας βορβόρῳ ἐγκυλινδούμενος. Οὐ μέντοι καὶ κανόνα, φησίν, ἔχομεν, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται, τῷ τῆς μοιχείας αὐτὸν ὑπάγοντα ἐγκλήματι, ἢ τῆς πρὸς τὴν οἰκείαν γυναῖκα συνοικήσεως ἀποκλείοντα· ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπα νιόντα τὸν ἄνδρα δέξεται· οὗτος δὲ τὴν γυναῖκε μιγεῖσαν ἑτέρῳ τῶν οίκων ἀποπέμψει, καὶ ἄκων ταύτην προσλαβέσθαι οὐκ ἀναγκασθήσεται. Τούτων δὲ ὁ λόγος, φησίν, οὐ ῥᾴδιος, ἡ δὲ συνήθεια οὕτω κεκράτηκεν. Ἐν δὲ τῷ λε', Ἐπὶ τῶν διαλυόντων τὸν γάμον, τὴν αἰτίαν χρὴ, φησί, σκοπεῖν. Καὶ εἰ μὲν παραλό. γως τοῦ ἀνδρὸς ἀνεχώρησεν ἡ γυνή, ἡ μὲν ἐπιτιμίων, ὁ δὲ συγγνώμης ἄξιος κρίνεται, πρὸς τὸ κοινωνεῖν μέντοι τῇ Ἐκκλησίᾳ, οὐ μὴν καὶ ἑτέρα δηλαδὴ κεχρήσθαι. Ἐν δὲ τῷ εἴ, Ο μέντοι καταλιμπάνων τὴν να μίμως αὐτῷ συναφθεῖσαν καὶ ἑτέραν ἀγόμενος τῷ τῆς μοιχείας ὑπόκειται κρίματι· οἱ δὲ Πατέρες ἡμῶν, φησὶν, εἰς ἑπταετίαν τοῖς τοιούτοις ἐπιτετι μήκασι, καὶ οὕτω τῆς προσφορᾶς ἀξιοῦσιν, ἐὰν μετὰ δακρύων μετανοήσωσι. Ταῦτα καὶ οἱ τῆς ἕκτης συνόδου ἐν τῷ πζ' κανόνι επικυροῦσιν αὐτοῖς τοῦ ἁγίου χρησάμενοι βήματι καὶ τὴν μὲν παραλόγως ἀπολιποῦσαν τὸν ἄνδρα ὡς μοιχαλίδα κατακρίνουσι· τὸν δὲ συγγνώμης ἀξιοῦσι, καὶ τῇ Ἐκκλησίᾳ κοινωνεῖν παρεγγνῶσι τόν γε μὴν καταλιμπάνοντα τὴν νομίμως συναφθεῖσαν, καὶ μεθ' ἑτέρα; γαμικὸν δῆθεν ποιοῦντα συν άλλαγμα, ὡς τῷ κρίματι τοῦ μοιχοῦ ὑποκείμενον, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, μέχρις επταετίας τῶν ἁγιασμάτων ἀπείργουσι. Καὶ αὖθις ἡ βασίλειος τῆς Ἐκκλησίας στολή, ἐν τῷ μς', τῷ πρὸς ὀλίγον παρὰ τῆς ἰδίας καταλειφθέντι γυναικός, διά τινα λύπην ἴσως, ἢ μικροψυχίαν, τούτῳ ἡ κατὰ ἄγνοιαν γημαμένη, εἶτα της πρώτης ἐπανελθούσης ἐξ ἀλλοδαπῆς ἴσως χώρας παρ' αὐτοῦ ἀφεθεῖσα, επόρνευσε μὲν ἐν ἀγνοίς, ἀν
col. 1197–1198page 123 of 224
PG 144:1197Γ. μων δὲ οὐκ εἰρχθήσεται. Οὐ γὰρ ἀνδρὸς ἀφείθη μέμου, μήπω τοῦ προτέρου γάμου λυθέντος, ἀλλὰ πορνείας ἀπήλλαχτο. Κάλλιον δὲ, φησὶν, εἰ. οὕτω μένοιεν· οὐ γὰρ εἴσχημον τὴν ὄνομασθεῖσαν τινὸς ἑτέρῳ συμβιοῦν. Φησὶ γὰρ ὁ νόμος, ὅτι Ἐν τοῖς γά μοις οὐ μόνον τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐτ πρεπὲς σκοποῦμεν. Ἐν δὲ τῷ μη' κανόνι, Η καταλειφθεῖσα πρὸς τοῦ οἰκείου ἀνδρὸς παραλόγως κατ' ἐμὴν γνώμην, φησίν, οὕτω μένειν ὀφείλει. Εἰπὼν γὰρ ὁ Κύριος, Εάν τις τὴν ἰδίαν καταλείπῃ γυναῖκα, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοι νωνίας· οὐ γὰρ εἰκὸς τὸν μὲν ἄνδρα ὑπεύθυνον εἶναι, ὡς μοιχείας αἰτίον, τὴν δὲ ἀνεπίκλητον, ἥτις μοιχαλίς παρὰ τοῦ Κυρίου προσαγορεύεται διὰ τὴν πρὸς ἕτερον κοινωνίαν. Ἀλλὰ γὰρ ὅπως ταῦτα θε- 1 ραπεύεται, ἀκριβέστερον ἐκ τῶν πολιτικῶν μεμά θηκας νόμων. ᾿Αλλὰ καὶ ἡ τῆς ἐν Καρθαγένῇ ρς τους διαλυθέντας τῆς τοῦ γάμου συναφείας, ἢ ἀλλήλοις κατα ἀλλάττεσθαι, ἢ οὕτω μένειν διακελεύεται, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν· Οΰ; ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· καὶ τοῦ ᾿Αποστόλου, ο Δέδε σαι γυναικί; μὴ ζήτει λύσιν. ο Ζήτει καὶ τὸ θ' κε φάλαιον τοῦ στοιχείου περὶ τῶν τοὺς ἐννόμους γάμους βδελυττομένων. ΚΕΦΑΛ. ΙΖ'. "Οτι τῶν ἰδίων γυναικών χωρίζεσθαι δεῖ τοὺς ἐπισκόπους. σιν Οἱ τῆς ἔκτης συνόδου θεῖοι Πατέρες ἐν τῷ ιβ' κανόνι ἀπείργουσι τοὺς ἀρχιερεῖς μετὰ τὴν χεῖρου τονίαν συνοικεῖν ὅλως ταῖς πρὸ τῆς χειροτονίας θεσμοῖς γάμου συναφθείσαις αὐτοῖς γυναιξί, καί φασ Οὐκ ἐπ' ἀθετήσει τῶν τοῖς ἱεροῖς ἀποστόλοις ἐν τῷ πέμπτη νενομοθετημένων κανόνι τοῦτο θεσπίζο μεν, ἀλλὰ τὴν ἐπὶ τὸ κρεῖττον ἐπίδοσιν τῆς ἐκκλησίας πραγματευόμενοι. Οἱ μὲν γὰρ θεῖοι ἀπόστολοι, ἄρτι τῆς Ἐκκλησίας τῇ τῶν Ἰουδαίων παχύτητι, καὶ τῇ Ἑλληνικῇ δεισιδαιμονία, πολλὰ χαίρειν εί πούσης, ἔστιν οἷς τῶν πατρῴων ἐθῶν ἐνεδίδοσαν χρῆσθαι. Οι τε γὰρ τῶν Ἰουδαίων, καὶ οἱ τῶν Ελ λήνων ἀρχιερεῖς, τῶν συνεύνων οὐκ ἐχωρίζοντο· τὸ δὲ τήμερον εἶναι χρήναί φασι, τοὺς ἀρχιερεῖς τὸν βίον πρὸς ἀκριβῆ σωφροσύνην ἀπευθύνοντας, οὐχ ὅπως τῆς τῶν ἀλλοτρίων, ἀλλὰ καὶ τῆς τῶν ἰδίων γυναικῶν ὁμιλίας ἀποδιίστασθαι· τοῦτο γὰρ σκανδάλου πρόφασιν οὐδ᾽ ἡντιναοῦν τοῖς ὑπὸ χεῖρα κατα λείπει· καὶ ἐπιφέρουσι τὸ ἀποστολικών ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίο:;, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς· εἶτα τοῖς μὴ τὰ τοῦ κανόνος πρεσβεύουσιν ἐπιτίμιον ἐπάγουσι τὴν καθαίρεσιν. Οτι δεῖ καὶ ἀποκαρῆναι τὴν χωρισθεῖσαν τοῦ ἐπισκόπου γυναῖκα. Ἐν δὲ τῷ μη' τὴν μέν τοι κατὰ κοινὴν συμφωνίαν διαζευχθεῖσαν τοῦ μέλλοντος ἐπὶ τῶν τῆς ἐπισκοπῆς καθεδεῖσθαι οἰάκων συνοικεῖν ὅλως αὐτῷ οὐ μεθιᾶσιν, ἀλλ' εἰς μοναστήριον κελεύουσιν εἰσιέναι, μὴ ἐν γειτόνων τῆς τοῦ ἐπισκόπου καταγωγής κει μενον. Οὐ γὰρ οἷόν τα συνεχῶς εἰς ἀλλήλους ὁρῶσι,
col. 1199–1200page 124 of 224
PG 144:1199μὴ ἀνάπτεσθαι σφίσι τὸν ἔρωτα τῇ μνήμῃ τῆς προσ τέρας διαγωγῆς· κἀκεῖ δὲ τῆς τοῦ ἐπισκόπου προ νοίας ἀπολαύειν αὐτὴν ἀξιοῦσιν, εἰ ἐνδεῶς ἔχουσα εἴη. Εἰ γὰρ αὐτῷ δὴ τῷ ἐπισκόπῳ περαιτέρω τῶν ἀναγκαίων εἰς ἑαυτὸν δαπανᾷν ἐκ τῶν τῆς ἐπισκ πῆς οὐκ ἐφεῖται, σχολῇ γ' ἂν ταύτῃ τῶν τῆς ἐκ κλησίας δοθήσεται, οἴκοθεν ἐσχηκυίᾳ τὰς πρὸς τὸ ζῆν ἀφορμάς. Εἰ δὲ καὶ ὁ βίος αὐτῆς σεμνὸς εἴη, καὶ εἰς τὸν τῆς διακονίας βαθμὸν προβιβάζεται· εἰς μοναστήριον δὲ εἰσιέναι κελεύουσιν, ὡς ἀπαραίτητον ἂν ἀποκείρασθαι ταύτην. Ἐξῆν μὲν γὰρ αὐτῇ πρὸ τῆς χειροτονίας τοῦ ἀνδρὸς μὴ διαζυγῆναι, κἀντεῦθεν καὶ τὴν χειροτονίαν κωλυθῆναι καὶ τὴν ἀπόκαρσιν. "Οτε δέ γε τὰ τῆς χειροτονίας συνήνεσε, δέον καὶ τῇ ἀποκάρει τὴν διάζευξιν βεβαιώσασθαι. Εζή τηται δὲ τὰ περὶ τούτου καὶ ἐπὶ τῆς βασιλείας Ἰσας κίου τοῦ ᾿Αγγέλου, τῶν τριῶν πατριαρχῶν συνεδρια ζώντων, τοῦ οἰκουμενικοῦ, τοῦ Ἀντιοχείας, καὶ τοῦ Ἱεροσολύμων, καὶ μητροπολιτῶν ὡσεὶ τεσσαράκοντα, οἳ καὶ ἐψηφίσαντο ἀπαραιτήτως ὀφείλειν ἀποκείρασθαι τὴν τοῦ χειροτονηθέντος ἐπισκόπου γυναῖκα, συνοδικοῖς γράμμασι τοῦτο σημειωσάμενος καὶ κυρώσαντες. Εντεῦθεν δείκνυται μηδὲ τὰς τῶν ἱερέων γυναῖκας θεμιτὸν εἶναι δευτερογαμεῖν. Ο δέ γε ταύτης λ' ἰδικῶς ἐκπεφώνηται τοῖς θείοις Πατράσι περὶ τῶν ἐν ταῖς βαρβαρικαῖς ἐκκλησίαις ἱερέων καὶ διακόνων, τῶν προφάσει εὐλαβείας μετὰ τῶν οἰκείων δῆθεν γαμετών συμφωνούντων τῆς πρὸς ἀλλήλους ομιλίας ἀπέχεσθαι. Τούτους γὰρ μηκέτι ταύταις συνοικεῖν διακελευόμεθα, φασίν, ὡς ἂν ἡμῖν ἐντεῦθεν ἐντελῆ τῆς ὑποσχέσεως παράσχωσι τὴν ἀπόδειξιν. Καὶ τοῦτο αὐτοῖς ἐνδεδώκαμεν διὰ τὸ ἀπεξενωμένον αὐτῶν καὶ βάρβαρον ἦθος, και διὰ τὸ περὶ τὴν πίστιν ἀπαγές, καὶ μὴ πάνω ἔδραῖον, καὶ ἵνα πρὸς σωφροσύνην μᾶλλον ἐπιῤῥων νύοιντο, πόρρω τῶν πρωην διάγοντες γαμετών. Το γὰρ αὐταῖς συνοικεῖν εἰς παροξυσμὸν πέφυκε φέρειν τῆς πρὸς αὐτὰς ὁμιλίας. ΚΕΦΑΛ. ΙΗ'. "Οτι τῶν ἰδίων γυναικῶν δεῖ τοὺς Ιερωμένους ἐγκρατεύεσθαι, ὅτι τὰ ἅγια μεταχειριεῖσθαι μέλλουσιν. Ο τρίτος τῆς ἐν Καρθαγένῃ συνόδου κανὼν τοὺς ἱερᾶσθαι λαχόντας, φησίν, ἀεὶ μὲν καὶ ἐν πᾶσιν ἐγκράτειαν καὶ σωφροσύνην, καὶ πᾶσαν ἄλλην ἀρε τὴν μετιέναι δεῖ, ὅπως καθαροὶ τῷ καθαρῷ προσιόντες, τῶν αἰτημάτων ἐπιτυγχάνοιεν, μεσῖται Θεού χρηματίζοντες καὶ ἀνθρώπων· ὥστε διαπρεσβευόμενοι πρὸς τὸν Θεὸν, τούτοις ἐκεῖνον, ὡς ἐφικτόν, ἐξιλάσκεσθαι, καὶ εἰρήνην τῷ κόσμῳ αἰτεῖσθαι· οὐχ ήκιστα δὲ τοῦ καιροῦ καλοῦντος αὐτοὺς πρὸς τὴν τῶν θείων μεταχείρησίν τε καὶ μετάληψιν μυστηρίων, ἔργῳ τὰ τῆς σωφροσύνης δεικνύναι ὀφείλοντας, καὶ τῆς τῶν ἰδίων γαμετῶν ὁμιλίας ἀπέχεσθαι χρή. Ο γε μὴν δ' ταύτης καὶ ὁ κη', προσέτι καὶ ὁ ογ' ἀσαφῶς εἰρημένοι, καὶ τοὺς τὰ θεῖα μυστήρια ψη
col. 1201–1202page 125 of 224
PG 144:1201λαφῶντας ἱερωμένους ἐκ τῶν ἰδίων ἐγκρατεύεσθαι συμβίων κελεύοντες, πρόφασιν τοῖς Λατίνοις ἐνῆκαν, τοὺς ἱερωθήσεσθαι μέλλοντας εἰσπράττειν, τῶν ἰδίων χωρίζεσθαι γυναικών. Εἰ τοίνυν οὕτω δόξης έχουσιν οἱ τοιοῦτοι κανόνες, αὐτοὶ ἂν εἶεν μᾶλλον δίκαιοι τῶν ἱερῶν κανόνων χωρίζεσθαι, τῶν τε ἀποστολικῶν καὶ συνοδικῶν, ὡς τἀναντία τούτοις ἄντικρυς δογματίζοντες. Τοῦτο γὰρ ἐκ πολλοῦ τοῦ κρείττονος ἀνα τρέπων ὁ ἐν τῷ β' κεφαλαίῳ βηθεὶς τοῦ παρόντος στοιχείου ιγ' τῆς ς' συνόδου κανῶν, ἀφορισμὸν ἐπι σείει τοῖς οὕτω καὶ φρονοῦσι καὶ πράττουσιν. Ἐν μέντοι τῷ καιρῷ τῆς τῶν θείων μεταχειρήσεως μυστηρίων τοὺς τῷ κλήρῳ κατειλεγμένους τῆς ὁμιλίας τῶν ἰδίων ἀπέχεσθαι γυναικῶν καὶ οὗτος καθῆκον εἶναι κρίνει καὶ ὅσιον, τῷ θείῳ Παύλῳ πειθόμενος, Μὴ ἀποστερεῖτε, λέγοντι, ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου γένηται, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστεία, τὴν ἐν ὡρισμένοις δηλαδή καιροῖς νηστείαν δηλῶν, ὅτε τις μέλλει τῶν ἁγια σμάτων μεθέξειν, καὶ τὴν ἐπιτεταγμένην μετὰ θερ μῶν δακρύων προσευχήν, οὐ μὴν ᾗ προσανέχειν ἀδιαλείπτως ἐπιτεταγμεθα· 'Αδιαλείπτως γὰρ, φησί, προσεύχεσθε.» Καὶ τοῖς Ἰουδαίοις γὰρ πάλαι ἐπετέτακτο, τῶν ἐν ὄρει μέλλουσι θείων ἐπαΐειν φωνῶν, ἐπὶ τρισὶν ἡμέραις γυναικὶ μὴ προσιέναι. Ο δὲ γ' τοῦ ἱερομάρτυρος Διονυσίου Ἀλεξανδρείας ἀρκοῦντας ἐφίστησι σφίσιν αὐτοῖς τοὺς ἱερω μένους διαιτητές, ἡνίκα τοῖς φρικτοῖς προσιέναι μέλλουσι μυστηρίοις, ἀπέχεσθαι μὲν τῶν ἰδίων γυ ναικῶν, ἀλλ' ἐκ κοινῆς συμφωνίας, κατὰ τὴν τοῦ μεγάλου Παύλου φωνήν, ὅτι ὁ ἀνὴρ τοῦ ἰδίου σώματ τος οὐκ ἐξουσιάζει, καὶ τὰ ἑξῆς. Ο δὲ ε' καὶ ὁ ιγ' τοῦ Τιμοθέου Αλεξανδρείας τοὺς σαρκικῶς τῆς νυκτὸς συναφθέντας ἄνδρας τε καὶ γυναῖκας μεθ᾿ ἡμέραν ἀπείργει, τῆς ἱερᾶς τελουμένης συνάξεως, τῶν θείων κοινωνῆσαι μυστηρίων, μαρτύριον ἀσφαλὲς τὴν προῤῥηθεῖσαν τοῦ Αποστόλου ῥῆσιν καὶ οὗτος προϊσχόμενος· μάλιστά γέ τοι τοῦ Σαββάτου καὶ Κυριακῆς φυλάττεσθαι χρή φησι τῆς πρὸς ἀλλήλους κοινωνίας, οἷα τηνικαῦτα τῆς ἱερᾶς θυσίας τῷ Κυρίῳ ἀναφερομένης. ΚΕΦΑΛ. 16'. Περὶ τῶν γυναῖκας συνεισάκτους ἐχόντων ἐπισκόπων, ἢ κληρικῶν. Ο γ' τῆς πρώτης συνόδου κανὼν ἐπίσκοπον, ἤ εινα τῶν τοῦ κλήρου, συνείσακτον έχειν γυναῖκα, οὐκ οἴεται δεῖν, εἰ μὴ ἄρα μητέρα, ἢ ἀδελφήν, ἢ θείαν, ἢ & μόνα πρόσωπα πᾶσαν διαπέφευγεν ύπου ψίαν. Συνεισάκτους δέ φησι τὰς ἑλομένας συνοικεῖν ἱερεῦσιν ἀζύγοις, τὰ πρὸς τὰς ἀναγκαίας χρείας αὐτοῖς διακονουμένας. Τούτου καὶ ὁ ε' τῆς ἔκτης συνόδου μεμνημένες κανὼν τοὺς τοιούτους γυναῖκα κεκτῆσθαι, ἢ θεραπαινίδα, πάντη ἀπείρηκε, πρόφασιν σκανδάλου του τους μὴ διδόναι προνοούμενος· τῷ δὲ παραβαίνοντι ἐπανατείνεται τὴν καθαίρεσιν. Προσεπάγει δὲ καὶ τοὺς εὐνούχους πᾶσαν εἶναι ἀνάγκην τοῦτο παραφυλάττεσθαι, τὴν ἐντεῦθεν μέμψιν ὑφορωμένους, εἰ
col. 1203–1204page 126 of 224
PG 144:1203μὴ βούλοιντο, κληρικοὺς μὲν ὄντας, καθαιρεῖσθαι, λαϊκοὺς δὲ, ἀφορίζεσθαι. Ο δὲ την τῆς ζ' συνόδου κανὼν ἀπροσκόπους εἶναι κατὰ τὸν ᾿Απόστολον τοὺς τοῦ κλήρου ἀξιοῖ, μὴ ὅτι τοῖς πιστοῖς, ἀλλά γε καὶ οἷς οὐδὲν τῶν τῆς εὐ σεβείας ἐμέλησε. Διά τοι τοῦτο, καὶ τὸν ἥντιναούν διακονίαν ἐπιτρέποντα γυναικὶ δούλῃ, ἢ ἐλευθέρα, ἐν ἐπισκοπείῳ ἢ μοναστηρίῳ, ἐπιτιμᾶσθαι παρεγ γιᾶται, ἐπιμένοντα δὲ, καθαιρεῖσθαι. Εἰς ἴδιον δὲ ἀπιόντα προάστειον τὸν ἐπίσκοπον ἢ τὸν ἡγούμενης, Ενθα γυναίκες τὰ τῆς ὑπηρεσίας μετίασιν, οὐχ ὑπὸ τούτων καὶ αὐτοὺς, ἀλλ᾽ ὑπὸ ἀνδρῶν ὑπηρετεῖσθαι βούλεται· ἐκείνας δὲ ἐν ἑτέρῳ διάγειν τόπῳ, έως ἂν ὁ ἐπίσκοπος ἢ ὁ ἡγούμενος ἐκεῖθεν υποχωρήσῃ. Εἰ γὰρ εἰς ἀλλότριον προάστειον ἢ ξενοδοχεῖον οὗται καταλύσουσι, δυσχερές οἶμαι τὰ τοῦ κανόνος τηρη θῆναι. Ο δὲ τῆς ἐν 'Αγκυρα θ' παρθένους γυναίκας χω λύει συνέρχεσθαί τισιν ὡς ἀδελφοῖς. Ἐπὶ τούτοις ἡ μεγάλη τῆς ἀληθείας σάλπιγξ, ὁ μέγας Βασίλειος, ἐπιστολὴν πρός τινα Γρηγόριον πρεσβύτερον πέμψας, ἐπιπληκτικώτερον τούτου καθάπτεται, τῷ τοιούτῳ προσανέχοντος πάθει. Ούτε πρῶτοι γάρ, φησίν, οὔτε μόνοι νενομοθετήχαμεν, γυναῖκας ἀνδράσι μὴ συνοικεῖν· ἀλλ᾽ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισάκτους μὴ εἶναι. 'Αγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνὸν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ τῶν γυναικών διαγωγής. Ὡς ἐὰν, ἐπαγγελλόμενός τις αὐτὴν τῷ ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῆται, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορία διώκων, τοῦ δὲ καθ᾽ ἡδονὴν ἀπρεπούς μὴ ἀφιστάμενος. Οὔτε γὰρ τὸν ἑβδομηκονταετή γεγονότα πείθομαι ἐμπαθῶς γυναικὶ συνοικεῖν, οὔτε ὡς ἐπὶ γενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν & καὶ ὡρίσαμεν. Αλλ' ἐπεὶ ἐδιδάχθημεν παρὰ τοῦ ᾿Αποστ λου, μή τιθέναι πρόσκομμα τῷ ἀδελφῶν, ἡ σκάνδαλον, οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον ἄλλοις ἀφορμὴ τρὸς ἁμαρτίαν ὑπάρξει, τούτου ένεκα προσετάξαμεν, επόμενοι τῇ διαταγῇ τῶν ἁγίων Πατέρων, χωρισθῆναι σε τοῦ γυναίου. Εκβαλε τοί νυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου· κατάστησον αὐτὴν ἐν μοναστηρίῳ· ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπὸ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι' ἡμᾶς βλασφημῆται. Εως δ' ἂν ταῦτα ποιῇ;, αἱ μυα ριάδες, ἂς περ σὺ γράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολ μήσῃς, μὴ διορθωσάμενος σεαυτὸν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχό μενοί σε εκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γε νήσονται. Ἐκ δὲ τῆς ἐπιστολῆς ταύτης πάρεστι γνώναι με δεῖν εὐθὺς ἀφορίζεσθαι τὸν ἀλλοτρία γυναικί συνοι
col. 1205–1206page 127 of 224
PG 144:1205Γ. κοοῦντα πρεσβύτερον, ἀλλ' εἰ μετὰ παραγγελίαν ταύτης ἀποστῆναι μὴ βουληθείη. Νόμοι. Ἐπίσκοπον μηδεμίαν παντελῶς γυναῖκα ἔχειν, ἢ μετ' αὐτῆς συνοικεῖν συγχωροῦμεν. Εἰ δ' ἀποδειχθείη τοῦτο, τῆς ἐπισκοπῆς ἐκβαλλέσθω. Μηδεὶς κληρικὸς γυναῖκα μὴ ἔχων, ἐπείσακτον ἐχέτω ἐν τῷ οἴκῳ αὐτοῦ, πλὴν μητρὸς, καὶ θυγα τρὸς, καὶ ἀδελφῆς, καὶ τῶν ἄλλων ἀνυπόπτων. Εἰ δὲ μὴ ταῦτα παραφυλάξεις, καὶ δὶς ὑπομνησθεὶς ὑπὸ τοῦ ἐπισκόπου ἢ τῶν συγκληρικῶν μὴ ἐκβάλοι αὐτὴν, ἢ κατηγορηθεὶς ἀποδειχθείη συναναστρεφόμενος ἀσέμνως αὐτῇ, καθαιρείσθω. Επίσκοπος μὴ συνοικείτω οἰᾳδήποτε γυναικί μηδέ γυνή διάκονος συνοικείτω ἀνδρί. ΚΕΦΑΛ. Κ'. Περὶ τῶν γυναιξὶ συλλουομένων. Ο οζ' κανὼν τῆς ς' συνόδου τὸ ἐν βαλανείοις τοὺς ἄνδρας μετὰ γυναικῶν λούεσθαι, ὡς καὶ παρὰ τοῖς ἔθνεσιν ὑπὸ κατάγνωσιν γινόμενον, πάντη ἀπείρηκε· καὶ κληρικοῖς μὲν τοῦτο ποιοῦσι καθαίρεσιν ὁρίζει τὸ ἐπιτίμιον, ἀφορισμὸν δὲ μονάζουσιν, ἢ λαϊκοῖς. Οὗτος δὲ τριακοστός ἐστι τῆς ἐν Λαοδικεία συνό δου, χωρὶς τῶν ἐπιτιμίων. Εἰ γὰρ ὁ ἐντυχών κατὰ τὸ παρῆκον γυναικὶ, πολλῆς δεῖται σπουδῆς, μὴ προσαναχρωσθῆναι τὸν λογισμὸν τῇ πρὸς ταύτην ἐπιθυμίᾳ, σχολῇ γ᾽ ἂν ὁ γυμνουμένας ταύτας ὁρῶν ἐν βαλανείῳ δυνηθείη φυλάξασθαι τῆς ἡδονῆς τὴν ἐπιβουλήν· τοῖς γὰρ ἀλλήλων μέλεσιν ὡς βέλεσιν ὁ ἐχθρὸς καθ᾿ ἡμῶν χρῆται. Εἶτ᾽ οὐκ αἰσχρῶν ἐστιν αίσχιστον τὸ γυμνοὺς ἄνδρας τε καὶ γυναῖκας ὑπ' ἀλλήλων ὁρᾶσθαι, καὶ ἀναφλέγειν σφίσι τὸν ἔρωτα, καὶ τῆς σαρκὸς ἀνάπτειν τὴν πύρωσιν; Αρκετὸν γὰρ τῷ σώματι ἡ κακία αὐτοῦ καὶ ἡ φυσική τούτου κίνησις· τί δεῖ τῇ φλογὶ πλείονος ὕλης, ἢ τῷ θηρίῳ δαψιλεστέρας τροφῆς ἐκ τῆς τῶν ὀφθαλμῶν ἑστιάσεως, ἵνα μᾶλλον δυσκάθεκτον γένηται, καὶ τοῦ λογισμοῦ βιαιότερον; "Αλλως τε καὶ σκανδάλου τοῖς πολλοῖς ἀφορμὴν ἂν παράσχοιμεν, οἵτινες ἐπετάχθημεν μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, καὶ ἀπρό σκοποι γίνεσθαι καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Εκκλησίᾳ τοῦ Θεοῦ. ᾿Αλλ' οὐδὲ τοῖς ὁμοζύγοις ἐφεῖται τοῦτο ποιεῖν. Εἰ γὰρ ἂν πεφύκασι σῶμα, καὶ ἀλλήλων μέλη τυγχάνουσιν, ἀλλ᾽ οὖν χρῆσθαι κακῶς οὐ χρὴ τοῖς οἰκείοις μέλεσιν. ΚΕΦΑΛ. ΚΑ'. "Οτι γυναῖκας οὐ δεῖ πρεσβύτιδας γίνεσθαι. Ο ια' τῆς ἐν Λαοδικείᾳ κανών οὐκ ᾠήθη δεῖν κατά γε τὸ παλαιὸν ἔθος πρεσβύτιδας γίνεσθαι, καὶ τῶν ἄλλων ἐν ἐκκλησίᾳ προκαθέζεσθαι γυναικών, ὡς διδασκάλου τάξιν πρὸς αὐτὰς ἐπεχούσας· σιωπᾷν γὰρ ὁ λόγος καὶ διδάσκεσθαι, οὐχὶ διδάσκειν, κοινῇ συμπάσαις ἐπέταξε γυναιξίν. Εξαιρῷ τοῦ λόγου τὰς ἐν τοῖς τῶν γυναικῶν μοναστηρίοις τῶν λοιπῶν προϊσταμένας· ἡ γὰρ, ἑνὸς σώματος τρόπον, ἐκ διαφόρων μελῶν ἁρμογή, διὰ τὴν σύμπνοιαν καὶ κατὰ Θεὸν τῶν λοιπῶν ὑποταγὴν, κεφαλῆς ταύταις δίδωσι χώραν. μ ΧΧΙ.
col. 1207–1208page 128 of 224
PG 144:1207ΚΕΦΑΛ. ΚΒ'. "Οτι γυναῖκας οὐ δεῖ εἰσέρχεσθαι α Αίας μαστιγ. ιν, 293. εἰς τὸ ἅγιον θυσιαστήριον. Ο μδ' τῆς ἐν Λαοδικεία συνόδου κανὼν εἰσιτητών εἶναι γυναιξὶ τὸ ἅγιον θυσιαστήριον τῶν ἀτόπων ἡγεῖται, εἰ καὶ πρώην ἦν ἀνειμένον καὶ ταύταις. Εἰ γοῦν λαϊκοῖς ἀνδράσι τοῦτο ἀπείρηται, πολλοῦ γε δεῖ γυναιξίν. Εκβέβληνται δὲ, ὡς φασί τινες, παρὰ τὴν τῶν ἐμμήνων ἀπροαίρετον ῥύσιν. Ζήτει καὶ τὸ τα' κεφάλαιον τοῦ παρόντος στοιχείου, καὶ τὸ ς' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. ΚΓ. Ὅτι γυναῖκας δεῖ ἐν ἐκκλησία σιγαν. Ο ο' τῆς δ' συνόδου κανών σιγὴν ἀσκεῖν ταῖς γυναιξὶν ἐπιτάττει, κατὰ τὴν τοῦ μεγάλου Παύλου φωνὴν, οὐκ ἐν τῷ τῆς λειτουργίας μόνῳ καιρῷ, ἀλλή γε καὶ ἐπὶ πάσης τῶν πιστῶν συνελεύσεως. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Τοῦτο δὲ καὶ τοῖς θύραθεν ἁρμόδιον ἔδοξε φησί γάρ τις Γύναι, γυναιξί κόσμον ἢ σιγὶ φέρει. ΚΕΦΑΛ. ΚΑ'. "Οτι οὐ δεῖ γυναῖκας ἀνδρικὴν στο λὴν ἐνδύεσθαι. Ὁ ιγ' τῆς ἐν Γάγγρας συνόδου κανὼν οὐδὲ τῶν γυναικῶν ἀνεπιτιμήτους είασεν, ὅσαι διὰ νομιζομένην άσκησιν ἀντὶ τῆς εἰωθυίας γυναιξὶ στολής ἀνδρῷον ἔσθημα περιβέβληνται, ἀλλὰ καὶ ταύτας τῷ ἀναθέματι παραπέμπει. Εκαστος γάρ, φησίν, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. Ισμεν δὲ τὰς δι' ἄσκησιν ἀληθῆ, καὶ οὐ καθ᾽ ὑπόκρισιν τοῦτο ὑπελ θούσας τὸ σχῆμα, ὅσους ἀσκητικοὺς ἀγῶνας διήνυσαν, καὶ τοῦ ἄκρου τῆς ἀρετῆς ἐπελάβοντο. Ζήτει καὶ ἐν τῷ γ' κεφ. του στοιχείου κανόνα ξα' τῆς δ συνόδου. ΚΕΦΑΛ. ΚΕ'. "Οτι γυναικα τὴν λεγὼ οὐκ ἀναγ καῖον τὰς νενομισμένης νηστείας τηρεῖν. Ο η' κανὼν τοῦ Τιμοθέου Αλεξανδρείας τὴν τεκοῦσαν γυναῖκα κατὰ τὴν τεσσαρακοστὴν τοῦ Πάσ σχα μὴ φυλάττειν τὴν νενομισμένην νηστείαν μετ λεύει, ἀλλὰ καὶ οἶνου μεταλήψει, καὶ μετρίοις βρώ μασιν, ὁπότη δύναμις, ἑαυτὴν ἀνακτᾶσθαι. Η γὰρ νηστεία διὰ κατάλυσιν τοῦ σώματος επινενόηται, τοῦτο δὲ ἀσθενῶς ἔχον, οὐ δεῖται παιδαγωγίας, ἀλλὰ βοηθείας, εἰς τὸ ῥωσθῆναι τε, καὶ τὴν προτέραν συναγαγεῖν δύναμιν, ΚΕΦΑΛ. Κα'. Περὶ τοῦ γυναῖκα ἔχοντος δαιμονῶσαν. Ὁ μὲν Τιμόθεος Αλεξανδρείας ἐν τῷ ιεʹ κανόνι Οστις, φησί, δαιμονώσης της γυναικός, ὡς καὶ δεσμὰ περικεῖσθαι ταύτην σιδήρῳ πεποιημένα, σω φρόνως μὴ δυνάμενος ἔχειν, ταύτης μὲν διαζυγῆναι, ἑτέραν δ' ἀγαγέσθαι βουληθείη, οὗτος, ὡς οἶμαι, γραφὴν μοιχείας οὐ διαπέφευγε. Πλὴν ἐν οἷς οὐκ οἶδα βεβαίως εἰπεῖν, ἄμεινον ἤγημα, σιωπάν. Νόμος. Ἐκ δὲ τῆς Νεαρᾶς τοῦ βασιλέως Λέοντος τοῦ Σου φοῦ δέδοται τῷ ἀνδρὶ, διηνεκή μανίαν νοσούσης τῆς γυναικός, λύειν τὸν γάμον, καὶ ἑτέρα συνάπτεσθαι
col. 1209–1210page 129 of 224
PG 144:1209Γ. πλὴν τὸν μὲν ἄνδρα ἐπὶ τριετίαν διακαρτερείν αὕτη κελεύει, καὶ ἐντὸς ταύτης μὴ διαλύειν τὴν μετὰ τῆς μανείσης γυναικὸς αὐτοῦ συζυγίαν· τὴν δὲ γυναῖκα μὴ διαζεύγνυσθαι τοῦ μανέντος ἀνδρὸς αὐτῆς, εἰ μὴ παρέλθοι πενταετία. Τοῦτο καὶ ἡ τοῦ βασιλέως Νιο κηφόρου τοῦ Βοτανειά του νομοθετεῖ Νεαρά· Εἰ καὶ, ὁ νόμος φησί, μανία ἐμποδίζει τὸν γάμον, οὐ μὴν δια λύει τὸν καλῶς συστάντα. ΚΕΦΑΛ. ΚΖ'. Περὶ τῶν γυναικῶν τῶν ἐν ἀφέ δρῳ, ἤτοι τῶν αὐτῶν ἐν ῥύσει. Ζήτει τὸ ις' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΚΗ'. Περὶ τῶν γυναικῶν τῶν πρὸς τὸ ἀμβλῶσαι φάρμακα δεχομένων. Ο μα' τῆς ς' συνόδου κανών φόνου δίκας ὑπο έχειν κελεύει, ὅσαι τῶν γυναικῶν ἢ δέχονται, ἢ ἄλλαις ὀρέγουσι πρὸς τὸ ἀμβλῶσαι φάρμακα. Λάθρα γοῦν τινες ἀνδράσι μιγνύμεναι, καὶ συλλαμβάνουσαι, δέει τοῦ μὴ ἁλῶναι πορνείας γονεῦσιν ἴσως ἢ δεσπόταις, τῇ τοῦ δηλητηρίου πόσει τὰ ἔμβρυα φθείρειν ἐπιτηδεύουσιν, ἢ καὶ βάρει τὰς κοιλίας πιέζουσιν, ὥστε νεκρὰ τῆς γαστρὶς ἐκπεσεῖν· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἑαυτὰς ἐνίοτε προσαπολλύουσιν. Ὁ δὲ κα' τῆς ἐν Ἀγκύρᾳ, Εἰ καὶ ὁ πρότερος, φησίν, ὅρος μέχρις ἐξόδου τῆς κοινωνίας ἐξέωσε τὰς δεχομένας τὰ φθόρια, ἀλλ᾽ ἡμεῖς φιλανθρωπό. τερόν τι ποιοῦντες, δεκαετή χρόνον ὡρίσαμεν ἀρκεῖν αὐταῖς εἰς μετάνοιαν. Ἀλλὰ καὶ ὁ β' τοῦ μεγάλου Βασιλείου τὸ μέτρον τοῦτο τῆς δεκαετίας ταῖς τοιαύταις ὁρίζεται· καὶ τὴν θεραπείαν οὐ τῷ χρόνῳ μᾶλλον ἢ τῷ τρόπῳ πιστεύει τῆς μετανοίας. Ἐπεὶ δ' ὁ Μωσαϊκὸς νό μας, ὅτε μὲν οὐκ ἐξεικονισμένον τὸ ἔμβρυον ημ βλωτο, εἰς χρήματα ἐζημίου, ἐξεικονισμένου δ' ἐκπίπτοντος, εἰς ψυχὴν κατεδίκαζε, θνήσκειν και λεύων τὸν τὴν γυναῖκα πατάξαντα· τούτου μνησθεὶς ὁ ἅγιος, Διαφοράν, φησίν, ἡμεῖς οὐκ ἔχομεν, εἴτε μεμορφωμένα, εἴτ᾿ οὖν ἀμόρφωτὰ εἰσι τὰ ἀποβαλο λόμενα. Οὐ γὰρ εἰς χρήματα ζημιοῦμεν, ἀλλὰ φόνου. κρίνομεν τὴν τοῦτο ποιήσασαν, διά τε τὴν τοῦ ἐμβρύου φθορὰν καὶ αὐτῆς δὲ τῆς ἀποβεβληκυίας ἐπισυμβαίνει γὰρ ἔσθ' ὅτε τῷ ἐμβρύῳ καὶ ταύτην συμφθείρεσθαι. Τὸ γοῦν σπέρμα τῇ μήτρα κατα βαλλόμενον, πρότερον μὲν ἐξαιματοῦται, εἶτα εἰς ἀμόρφωτον πήγνυται σάρκα, εἶθ' οὕτως ἐξεικονίζεται καὶ διατυποῦται εἰς μέλη και μόρια. Ἀλλ᾽ ἐν μὲν τῷ τέλει τοῦ η' κανόνος, Καὶ αἱ διδοῦσαι, φησί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια ἐν τοῖς ἑκουσίως φονεύουσ: καταλογίζονται. Ενταῦθα δὲ τὸ τοῦ ἀκουσίου φόνου ἐπιτίμιον τὴν δεκαετίαν ἐπιτίθησι ταύταις, οἶμαι, παρὰ τὸ μήπω γεγονέναι τὸ κυοφορούμενον ἐν φύσει, καὶ τὸ μὴ ἐκ διαθέσεως ἀπανθρώπου μελετηθῆναι τὸν φύσ νον, ἀλλὰ δι' αἰσχύνην ἢ φόβον ἀγενῆ, γονέων τυχόν, ἢ δεσπότου, ἢ ἄλλου τινός, κίνδυνον ἀπειλοῦντος. Νόμοι. Ἡ ἐπίτηδες εκτρώσασα προσκαίρως ἐξορίζεται.
col. 1211–1212page 130 of 224
PG 144:1211Ἡ δὲ Νεαρά τοῦ βασιλέως Λέοντος τοῦ Σοφού ἄδειαν δίδωσι τῷ ἀνδρὶ διασπᾶν τὸν μετὰ τῆς γυ ναικὸς αὐτοῦ γάμον, ἐξεπίτηδες ἀμβλωςκούσης την ἐκείνου σποράν. Ο πόμα δεδωχὼς ἀμβλωθρίδιον, εὐτελῆς μὲν ὤν, μεταλλίζεται, τίμιος δὲ, εξορίζεται μετά και ρικῆς δημεύσεως. Εσχάτῃ δὲ τιμωρίᾳ υπάγεται, ἐάν τις ἀπέθανεν ἐκ τούτου, καὶ εἰ χωρίς δόλου, το ἀμβλωθρίδιον δέδωκεν. ΚΕΦΑΛ. ΚΘ'. Περὶ γυναικὸς τῆς ἀμελῶς ἐχούσ σης περὶ τὸ κύημα ἡ ἐκτιθεμένης. Ο λγ' τοῦ μεγάλου Βασιλείου κανών, ἔτι δὲ καὶ δ νβ', τὴν κατὰ τὴν ὁδὸν κυήσασαν, εἴ γε παρόν σῶσαι καταπεφρόνηκε του κυήματος, φόνου δίκας ὑπέχειν οίεται δεῖν, κἂν εἰ ἕτερος ἀνελόμενος, καὶ β φιλανθρώπως χρησάμενος, τὸ ζῇν αὐτῷ κεχάριστα:, αὐτῆς θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένης, ἐκ πορνείας ἴσως ταῦτο ἡ μοιχείας συνειληφυίας, καὶ τὴν ἁμαρτίαν ταύτῇ πειραθείσης συγ κρύψαι. Εἰ δὲ παρὰ τὴν ἀπορίαν τῶν προστησομένων, ἢ τὴν ἔνδειαν τῶν ἀναγκαίων, ἢ αἰχμάλωτος ἀγομένη, ἢ τῷ φεύγειν πολεμίους κρυπτομένη, καὶ τοῦ βρέφους κλαυθμυριζομένου, κινδυνεύουσα με νυθῆναι, ἑαυτὴν ἅμα καὶ τὸ τεχθὲν οὐκ ήρκεσε περισώσασθαι, συγγνωστὴ μᾶλλον ἡ μήτηρ τῆς ἐπηρείας. Ἐκ δὲ τούτου καὶ περὶ τῶν ἐκτιθεμένων τὰ οἰκεῖα βρέφη πρὸς ταῖς εἰσόδοις τῶν ἱερῶν λόγος πολλάκις ἐπὶ τῆς ἱερᾶς συνόδου γέγονε· καὶ ἤρε σεν ὡς φονευτριας ταύτας κολάζεσθαι, κἂν ἕτερος Ο ἀνέληται, καὶ ἐπιμελησάμενος ζωογονήσῃ. Νόμος. δ Φονεύει τὸ τικτόμενον οὐ μόνον ὁ πνίγων, ἀλλὰ καὶ ὁ ρίπτων, καὶ ὁ μὴ τρέφων, καὶ ὁ ἐν δημοσίοις τόποις ἐκτιθέμενος ἐπὶ ἐλεημοσύνῃ, ἂν αὐτὸς οὐκ ἔσχεν. ΚΕΦΑΛ. Λ'. Περὶ τῶν γυναῖκας παρθένους βια ζομένων. Ὁ τῶν ἁγίων ἀποστόλων ξ' κανὼν τὸν βιασάμενον παρθένον ἀμνήστευτον ἀφορίζεσθαι ἀξιοί (τὸν γάρ τοι μεμνηστευμένην τίς ἀντερεῖ μὴ οὐχ καὶ ὡς μοιχὸν τιμωρεῖσθαι δεῖν;) ἔχειν δὲ ταύτην καὶ μὴ ἐκβάλλειν, εἰ καὶ τῶν πενεστάτων οὖσα τυγχάνει, καὶ τῷ ἐκείνου μὴ προσήκουσα γένει. Νόμοι. Φησὶ γὰρ ὁ νόμος· Τὸν μετὰ σώφρονος παλλακευόμενον γυναικὸς, ἀναγκάζεσθαι δεῖ καὶ εἰς γά μου κοινωνίαν λαμβάνειν αὐτήν. Ως ἔοικε τοίνυν καὶ ὁ κανὼν ὑπὲρ μὲν τῆς βίας ἀφορίζεσθαι τὸν πλημμελήσαντα ἐπιτάττει διὰ δέ γε τῆς παρθένου την σωτηρίαν ἀναγκάζετ σθαι καὶ νομίμως αὐτῇ συναφθῆναι. Οὐ μὴν ἐν τῇ περὶ βίας ἀγωγῇ οὕτω θεσπίζειν ὁ νόμος δείκνυται. Νόμοι, Φησί γάρ· Ο βιασάμενος κόρην και φθείρας αὐτὴν ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ. Ο παρθένῳ κόρη μιγνύμενος ἐκείνης μὲν προαι
col. 1213–1214page 131 of 224
PG 144:1213Δ. ρέσει, ἀγνοουντων δὲ τῶν γονέων, τῆς πράξεως διαγινωσκομένης, εἰ μὲν θέλει λαβεῖν αὐτὴν εἰς γυναῖκα, καὶ συναινοῦσι καὶ οἱ γονεῖς, γινέσθω τὸ συνάλλαγμα. Εἰ δὲ τοῦ ἑνὸς προσώπου οἱ γονεῖς τοῦτο οὐ καταδέχονται, εἰ μὲν εὔπορος ἐστιν ὁ φθο ρεύς, τῇ φθαρείσῃ κόρῃ διδότω λίτραν μίαν χρυ σίου· εἰ δὲ ἐνδεής, τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ εἰ δὲ παντελῶς ἀπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω. Ο ὡρισμένος εἰς κατηγορίαν τῆς μοιχείας χρέ νας τῆς πενταετίας οὐκ ἔχει χώραν ἐπὶ τῆς κατὰ βίαν γενομένης φθορᾶς, ἀπροσδιορίστως γάρ κινεῖται, ἐπειδὴ καὶ δημοσίᾳ ἡ βία πλημμελεῖται. ΚΕΦΑΛ. ΛΑ'. Περὶ γοητείας. Ζήτει τὸ α' κεφάλαιον τοῦ Μ στοιχείου. ΑΡΧΗ ΤΟΥ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ δαιμονώντων ἢ δαιμονᾷν ὑπο κρινομένων. Ο οθ' τῶν ἁγίων ἀποστόλων κανὼν τὸν δαιμονῶντα μήτε κληρικὸν ἐπιτάττει γίνεσθαι, μήτ' εὐ χῆς τοῖς πιστοῖς κοινωνεῖν· ἀπαλλαχθέντα δὲ τελέως τοῦ δαίμονος, καὶ εἰς κλῆρον προβαίνειν, εἴ γε καὶ τὰ τοῦ βίου συμβαίνει τῷ ἀξιώματι· επεί τοι γε τον ἐκ διαλειμμάτων νοσοῦντα συγκαταλεγῆναι τῷ κλήρῳ οὐχ ὅσιον, ἵνα μὴ τῷ καιρῷ τῆς μανίας αύτ τοῦ καὶ τὰ τῆς ἱερωσύνης ὑβρίζηται, καὶ τὸ θεῖον ἀτεχνῶς βλασφημῆται. Πῶς γὰρ οἷόν τε τὸ καθαρὸν τῆς ἱερωσύνης φῶς ψυχῇ πιστευθῆναι, τὸ ἐξάγιστον εἰσοικισαμένῃ τῆς πονηρᾶς δυνάμεως σκότος δια τὴν πρὸς τὰ φαῦλα ροπήν; καὶ σαπρῷ γὰρ δήπου δοχείῳ μύρον οὐδ᾽ ἂν εἰς νοῦν ἔχων πιστεύσειεν. Η γὰρ ἐλευθέρα τῶν ἀκαθάρτων παθῶν ψυχὴ καὶ τῇ ἁγιωσύνῃ τῶν ἀγαθῶν χαίρουσα πράξεων, φου βερὰ τῇ πονηρᾷ τῶν δαιμόνων εἶναι πιστεύεται φάλαγγι. Αλλως τε καὶ λογισμοῦ καὶ φρονήσεως ἔρημος ὧν ὁ δαιμονῶν, καὶ φαῦλά τινα καὶ ἄσεμνα διαπραττόμενος, καὶ δαιμονιώδεις φωνὰς προϊέμενος, τὸν λαὸν συνταράττειν, καὶ τὴν ἐν τῷ νεῷ ψαλ μῳδίαν ἀχρειοῦν ἔμελλεν. Ὁ δὲ γ' τοῦ Τιμοθέου Αλεξανδρείας τὸν μὴ δι' ὅλου, ἀλλ' ἐκ διαλείμματος την μανίαν νοσοῦντα, μεταλαμβάνειν ἐφίησι τῶν ἁγιασμάτων, εἶπερ, ἐν ᾧ σωφρονῶν ὁρᾶται καιρῷ, μὴ διασύρῃ τὰ θεῖα, καὶ βλασφημῇ τὸ μυστήριον, μηδὲ κατὰ τῆς πίσ στεως φθέγγηται· οἷα καὶ ὁ Ἰούδας ἔδρασεν, λύψας ἃ ἐδιδάχθη τοῖς Ἰουδαίοις, ὡς τοῖς γινομένοις διαπιστῶν, καὶ τῷ διδασκάλῳ ὡς ἀνθρώπῳ ψιλῷ προσέχων, καὶ οὐ Θεῷ. Ὁ δὲ ιδ'. Εἴ τις, φησί, μὴ ὑγιὰ τὸν λογισμὸν ὡς ἀληθῶς κεκτημένος, ἑαυτὸν διεχειρίσατο, καὶ τῆς ὑπὲρ αὐτοῦ προσφορᾶς, καὶ τῆς εἰωθυίας εὐ τῆς ἀξιούσθων στέρεσθαι γὰρ καὶ τῆς νενομισμένης ὁσίας τόν γε τοιοῦτον οἱ χρή. Ὁ δὲ ξ τῆς ς' συνόδου τους δαιμονᾷν ὑποκρινομένους, καὶ τρόπων φαυλότητι, διὰ τὸ πρὸς κέρ δος ὁρᾶν, τὰ ἐκείνων σχηματιζομένους, ἐπιτιμᾶσθαι παντάπασι δικαιοῖ, καὶ πόνοις ὑποβάλλεσθαι, οἷοις ἂν ἀληθῶς δαιμονῶντες ὑποβληθεῖεν πρὸς ἀπαλ

Beginning of Letter ΔInitium Litterae Δ

col. 1215–1216page 132 of 224
Initium Litteræ Δ
PG 144:1215λαγὴν τῆς τοῦ δαίμονος ἐνεργείας. Τὸν γὰρ ὑπὲ Θεῷ ζῆν ἑλόμενον, καὶ τῶν ἀνθρωπίνων ήμεληκότα πραγμάτων, τὴν ἀπλανῆ καὶ τοῖς θείοις Πατράσι βάσιμον ἔδει, μὴ μέντοι τὴν ἐπικίνδυνον καὶ πολ λοῖς αἰτίαν αἱρεῖσθαι σκανδάλου. Πολλῆς γὰρ νήψεως τοῖς τοιούτοις χρεία καθέστηκε, ὥς τις φησὶ τῶν ἁγίων, μήπως ἐμπαίζειν ἐπιχειρήσαντες, εἰς ἐμ παιγμὲν ἑαυτῶν καταλήξωσιν, εἴ γε καὶ ὀρθῷ 20 γισμῷ τὴν ὁδὸν ταύτην είλοντο. Ζήτει καὶ ἐν τῷ α' κεφ. τοῦ στοιχείου κανόνα με τῆς ἐν Καρθαγένη συνόδου, τοῦ Τιμοθέου Αλε ξανδρείας β΄ καὶ δ' καὶ ἐν τῷ ιβ' κεφ. του στοι χείου κανόνα πγ' τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ τὸ κς' κεφ. τοῦ γ' στοιχείου. ΚΕΦΑΛ. Β'. Περί δανειστῶν, καὶ δανείου, καὶ ἐνεχύρων. Νόμοι. Η γυνὴ προτιμάσθω περὶ τὴν προίκα τῶν προ τέρων δανειστῶν τοῦ ἀνδρός· οὐ προτιμάται δὲ τού των περὶ τὴν πρὸ γάμου δωρεάν. Ἡ γυνὴ προτιμᾶται περὶ τὴν προίκα τοῦ δημο σίου χρέους, εἰ μή που προγενέστερον ὑπῆρξεν. Απαγορεύει ή διάταξις τῷ ἀνδρὶ ἐκποίησιν ποιεῖσθαι καὶ ὑποθήκην τῶν προικιμαίων πραγμά των, εἰ καὶ τοῖς γινομένοις ἡ γυνή συναινέσει, ἵνα μὴ τῆς γυναικείας φύσεως τὸ σαθρὸν ἀπώλειαν τοῖς αὐτῆς πράγμασιν ἐμποιήσῃ. Εἰ δὲ ἡ γυνὴ ὁρῶσα τὸν ἄνδρα τὰ ἴδια ὑποτιθέμενον, ἐσιώπησεν ἐπίτηδες, ὡς ἀπατῆσαι βουλομένη τὸν συναλλάσσοντα τῷ ἀνδρὶ, τότε οὐ βοηθεῖται. Ταῖς γὰρ ἀπατωμέναις γυναιξὶ βοηθεῖ τὸ δόγμα, οὗ ταῖς πανούργοις. Ἐὰν διὰ τὴν τοῦ ἀνδρὸς ἐνοχὴν παρενέβαλεν ἑαυτὴν ἡ γυνὴ τῷ δεσμῷ τοῦ ἀλλοτρίου συναλλάγματος, καὶ διὰ τῆς ἰδίας ὑποστάσεως τοῦτον ἀπαλλάξαι βούλεται τῆς ἐνοχῆς, καὶ ἐμελέτησεν, εἰ μὲν ὑποσχομένη οὐ κατέβαλεν, οὐδὲ καταβαλεῖν ἔτι ἀπαιτηθήσεται· εἰ δὲ κατέβαλε, διεκδικεῖν οὐ δύναται, δηλονότι τῶν ἐντελῶν οὖσα, Εἴ τις γυνὴ ἐν δανειακῷ γραμματείῳ συναινέσει τῷ ἰδίῳ ἀνδρι, ἢ ὑπογράψει, καὶ τὴν οἰκείαν περ ριουσίαν, ἢ καὶ ἑαυτὴν ἐνοχοποιήσει, οὐδὲν τοιοῦτον ισχύει ή κρατεί, κἄν τε ἅπαξ, κἄν τε πολλάκις ; τοιοῦτον ὑπὲρ τοῦ αὐτοῦ πράγματος γένηται, είτε ἰδικὸν, είτε δημόσιον εἴη τὸ χρέος, ἀλλ᾽ οὕτως εἶναι ὡς ἂν εἰ μηδὲ γεγραμμένον ἦν, εἰ μὴ φανε ρῶς ἀποδειχθείη, ὅτι τὰ χρήματα εἰς ἰδίας αὐτῆς τῆς γυναικὸς χρείας δανείσθη. Ο δανειστὴς τὰς οἰκείας αρνησάμενος ἀποδείξεις διπλάσιον τὸ περιεχόμενον αὐταῖς ποσὸν ἐλεγχόμενος καταλογιζέσθω τῷ χρεώστη. Οἱ ἐκ τοῦ ἐνεχύρου ληφθέντες καρποὶ ψηφίζονται εἰς τὸ χρέος· καὶ ἐὰν ἱκανοὶ γένωνται πρὸς τὸ ὅλον χρέος, λύεται ἡ ἀγωγὴ, καὶ ὰ ποδίδοτα: τὸ ἐνέχυρον. Εἰ δὲ καὶ πλείονες εἰσι τοῦ χρέους οι καρποί, ἀποδίδονται οι περιττεύοντες. Οἱ καρποὶ τοῦ ἀγροῦ ψηφίζονται εἰς τὸ χρέος, οι μόνον οὓς ἔλαβεν ὁ δανειστής, ἀλλὰ καὶ οὓς ἡδύν
col. 1217–1218page 133 of 224
PG 144:1217Δ. Στο λαβεῖν· εἰ δὲ καὶ έβλαψε τον ἀγρὸν, ἐνάγεται καὶ περὶ τούτου. Ἐὰν ὁ δανειστὴς μὴ παρ' ἰδίαν αἰτίαν ἀπολέσῃ τὸ ἐνέχυρον, οὐκ ἐγκαλεῖται. Χρὴ δὲ αὐτὸν ἀποδείξαι ὅτι ἀπώλεσε· τὰ γὰρ τυχηρὰ οὐ κινδυνεύεται τῷ δανειστῇ, ἀλλὰ δύναται κατά τύχην ἀπολέσας τὸ πράγμα, ἀπαιτεῖν τὸ αὐτῷ κεχρεωστημένον. Εἰ δὲ μεταξὺ τῶν συναλλασσόντων ήρεσεν, ἵνα ἡ ἀπώλεια τῶν ἐνεχύρων ἐλευθερώσῃ τὸν χρεώστην, τοῦτο Ισχύει. ΚΕΦΑΛ. Γ'. Περί διαζυγίου. Ζήτει τὸ ιγ' κεφάλαιον τοῦ Γ' στοιχείου. ΚΕΦΑΛ. Δ'. Περί διαθήκης. Ο μ' τῶν ἁγίων ἀποστόλων κανὼν τὸν ἴδια κεκτημένον πρὸ τῆς χειροτονίας ἐπίσκοπον κει λεύει δῆλα ταῦτα ποιεῖν, καὶ μὴ τοῖς τῆς ἐκκλησίας μιγνύναι, ἵν᾿ ἐξουσίαν ἔχοι τελευτῶν, οἷς βού λεται καὶ ὡς βούλεται, ταῦτα καταλιπεῖν, ὀρθοδόξοις μέντοι Χριστιανοῖς, καὶ μὴ προφάσει τῶν τῆς Εκκλησίας πραγμάτων ἀπόλλυσθαι τὰ τοῦ ἐπισκόπου, γυναῖκα καὶ παῖδας ἔσθ' ὅτε κεκτημένου, Η συγγενεῖς, ἢ οικέτας. Δίκαιον γὰρ παρὰ Θεῷ καὶ ἀνθρώποις μήτε τὴν ἐκκλησίαν ζημιοῦσθαι ἀγνοίᾳ τῶν τοῦ ἐπισκόπου πραγμάτων, μήτε τὸν ἐπίσκοπον ἢ τοὺς αὐτοῦ συγγενείς, προφάσει τῶν τῆς ἐκκλησίας, ζημίαν ὑπομένειν, βάρει χρεῶν ἴσως ὑποκειμένης, καὶ εἰς πράγματα τούτους ἐμπίπτοντας, τῷ αὐτοῦ διαλοιδορεῖσθαι θανάτῳ. Εἰ γὰρ μὴ δῆλα ποιήσαιτο τά τε πρὸ τῆς χειροτονίας, καὶ τὰ μετὰ ταύτην αὐτῷ περιελθόντα ἐξ αἰτίας εὐπροσε ώπου, ὁ μετ' αὐτὸν χειροτονηθεὶς τῶν αὐτοῦ πάν των ἀνθέξεται, ἀναδεδεγμένος πάντως καὶ τὴν τῶν χρεῶν ἔκτισιν. Ὁ δὲ λβ' τῆς ἐν Καρθαγένῃ συνόδου. Οἱ εἰς ἐπι σκοπήν, φησί, προελθόντες, ἢ κλῆρον, καὶ πρὸ τούτου μὲν ἀπορίᾳ καὶ πενίᾳ συζῶντες, εὐπορήσαντες δὲ μετὰ τοῦτο, ὥστε καὶ ἀγροὺς ἑαυτοῖς πρί ασθαι, καὶ χωρία, ἐπεὶ δοκοῦσιν ἐκ τῶν πραγμά. των ταῦτα τῆς ἐκκλησίας κτήσασθαι, ὀφείλουσι μὴ ἑτέροις, ἀλλὰ τῇ ἐκκλησίᾳ ταῦτα καταλιπεῖν, την τῆς ἱεροσυλίας γραφὴν φυλαττόμενοι. Εἰ δὲ κατὰ δωρεάν, ἢ συγγενῶν κληρονομίαν, καὶ μὴ καθ' ὁντιναοῦν ἕτερον τρόπον, εἰς ἀναῤῥύσεις τυχόν αἰχμαλώτων, ἢ νεῶν οἰκοδομὰς, ἔστιν & προεκτήσαντο, δεῖ καὶ τούτων τὴν ἐκκλησίαν μερῖτιν ποιήσασθαι εἰ δ᾽ οὖν, οὐκ ἄξιοι τῆς ἱερατικῆς τιμῆς κριθήσονται. Κατὰ τῶν ἐπισκόπων δὲ τοῦτο κρατήσει μά λίστα, ἐπεὶ οὐδ᾽ ὕπεστι τρόπος αὐτοῖς ἴσως ἕτερος, δι' ὃν κτήσονται πράγματα, ὅτι μὴ μόνος ὁ ἀπὸ τῶν τῆς ἐπισκοπῆς δικαίων. Ζήτει καὶ ἐν τῷ β' κεφ. τοῦ στοιχείου τῆς συνόδου ταύτης κανόνα κι' καὶ πα'. Νόμος. Ἡ δὲ ρλαν Ἰουστινιάνειος Νεαρά, Απαγορεύομεν, φησί, τοῖς ὁσιωτάτοις ἐπισκόποις, τὰ μετὰ τὴν ἐπι σκοπὴν αὐτοῖς οἱῳδήποτε τρόπῳ περιελθόντα πράγ ματα, κινητά, ἢ ἀκίνητα ἢ αὐτοκίνητα, εἰς ἰδίου; συγγενεῖς, ἢ πρὸς ἄλλους οἰῳδήποτε τρόπῳ μετα φέρειν, ἀλλὰ δαπανἂν αὐτὰ εἰς λύσιν αἰχμαλώτων,
col. 1219–1220page 134 of 224
PG 144:1219καὶ πτωχῶν ἀποτροφὴν, καὶ εἰς ἄλλας εὐσεβεῖς αἰτίας ὑπὲρ τοῦ συμφέροντος τῆς ἰδίας ἐκκλησίας· τὰ γὰρ μετὰ τὴν αὐτῶν τελευτὴν ἐκ τούτων περιττεύοντα ή κατ᾿ αὐτοὺς ἐκκλησία οἰκειοῦται. Αδειαν δὲ ἔχουσιν ἐκποιεῖν ἅτινα ἂν πρὸ τῆς ἐπι σκοπῆς ἐσχηκότες ἀποδειχθῶσι, καὶ ὅσα μετὰ τὴν ἐπισκοπὴν εἰς αὐτοὺς ἀπὸ συγγενῶν περιέλθῃ, οὓς ἐξ ἀδιαθέτου μέχρι τετάρτου βαθμοῦ διαδέχεσθαι δύνανται. Ταῦτα δὲ κρατεῖ καὶ ἐπὶ τῶν ἄλλων διοι κητῶν τῶν σεβασμίων μονῶν. Ἐὰν δὲ ἐπίσκοπος ἢ κληρικός οιουδήποτε βαθμοῦ ἄνευ διαθήκης νομίμων διαδόχων τελευτήσῃ, ή τούτων διαδοχή προσκυρούται τῇ ἐκκλησίᾳ, ἐν ᾗ κεχειροτόνηται. Νόμοι περὶ διαθήκης. Διαθήκη ἐστὶ δικαία βούλησις περὶ ὧν ἄν τις θέλῃ μετὰ θάνατον αὐτοῦ τὴν διοίκησιν γενέσθαι. Ο διατιθέμενος ὀφείλει τὸν νοῦν, οὐ μὴν καὶ τὸ σῶμα, ἐῤῥῶσθαι. ῾Ο ἄῤῥην πληρώσας τὰ ιδ' ἔτη διατίθεται· ἡ δὲ θήλεια τὰ ιβ'. Ἐὰν πατὴρ ἡ μήτηρ εἰς γάμον ἐκδώσῃ παῖδα θήλειαν ἢ ἄρξενα, καὶ συμβῇ τελευτᾶν τὸν παῖδα, οὐκ ἔχει ἐξουσίαν διαθέσθαι, εἴτε προὶς ἐστὶν, εἴτε ὑπόβολον, ἔτι τῶν γονέων περιόντων. Εἰ δὲ ἓν μέρος ἐξ αὐτῶν ἐτελεύτησεν, εἰς τὸ τοῦ θανόντος διατίθεται. Οὔτε ὑπεξούσιος διατίθεται, οὔτε ἄνηβος, οὔτε μαινόμενος, οὔτε ἄσωτος· ἄλαλος δὲ καὶ κωφὸς ἔστιν Ο ότε διατίθενται. Η προγενεστέρα διαθήκη ανατρέπεται ὑπὸ τῆς μεταγενεστέρας, τελείας οὔσης. Μὴ ἀναιρείσθω τῇ τῆς δεκαετίας παραδρομή ή διαθήκη, εἰ μὴ ἄρα τελείας γενομένης ἑτέρας ἐγε γράφου, ἡ ἀγράφου, ἐναντίαν γνώμην τοῦ διατιθεμένου δηλούσης, ἐπὶ ἑπτὰ ἢ πέντε μαρτύρων. Τελευτώντος τοῦ διατιθεμένου, καὶ ἐπομνύντος μηδὲν ἄλλο κεκτῆσθαι, εἰ μὴ ἅπερ ἐν τῇ διαθήκη ἐντέταχεν, οὐκ ἔχει ἄδειαν οἱοσδήποτε κληρονόμος ἐρευνᾶν καὶ βάσανον δούλων ποιεῖσθαι, ἢ ὅρκους ἀπαιτεῖσθαι τους συνευρεθέντας ἐν τῇ αὐτῇ κατά γραφῇ μάρτυρας· ἀλλὰ καὶ μή βουλόμενος πιο στούσθω τῇ τοῦ τελευτήσαντος ἐξωμοσίᾳ, δηλονότι η μὴ φωραθέντος τοῦ διατιθεμένου ἄλλως καὶ ἄλλως ὀμνύειν ἐπὶ τῷ αὐτῷ πράγματι. Αγραφος συνίσταται διαθήκη, ὅταν ἑπτὰ μαρτύρων ἅμα ευρισκομένων, τὴν αὐτοῦ ὁ διατιθέμενος φανερώσῃ βούλησιν. Εἰ δὲ ἐν ᾧ τις ἀγράφως διατίθεται τόπῳ, ἑπτὰ οὐχ εὑρίσκονται, δύναται καὶ ἐπὶ πέντε μαρτύρων οὐκ ἔλαττον τὴν οἰκείαν φανερὰν ποιεῖν βούλησιν. Ο γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρ τυρεί. Η διαθήκη ἑπτὰ μάρτυρας ἔχειν ὀφείλει· ὁ δὲ κωδίκελλος ε'. Ο μέντοι ἐν πολέμῳ πληγείς, καὶ ἐν ὁδῷ περιπατῶν, καὶ πρὸς τὸ θανεῖν ἐγγίσας, οὐ μόνον ἐπὶ τριῶν διαθήκην δύναται ποιεῖν, ἀλλὰ
col. 1221–1222page 135 of 224
PG 144:1221Δ. καὶ ἐπὶ δύο προσώπων διὰ τὴν συμβᾶσαν περί στασιν. Ἡ δὲ Νεαρὰ τοῦ βασιλέως Λέοντος τοῦ Σοφού, θεσπίζομεν, φησὶ, ἐν πάσῃ χώρᾳ καὶ πόλει, καὶ ὑπ' ἀμαθῶν κυροῦσθαι τὰς διαθήκας, εἰ μόνον ἐκ τοῦ τρόπου τὸ ἀξιόπιστον οἱ μάρτυρες ἀποφέρονται καὶ τὸν ἀριθμὸν δὲ οὐ μόνον ἄχρι τῶν πέντε περι ορίζομεν, ἀλλ' ἐν τόποις, ἐν οἷς, ὡς εἰκὸς, συμβαί νες σπάνιν ἀνδρῶν εἰς μαρτυρίαν ἀξίων εἰσιέναι, καὶ μέχρι τριῶν φθάνοντα τὸ εὐαπόδεικτον ἔχειν, καὶ εἶναι ἀθετήσεως κρείττω την μαρτυρίαν. Ζήτει καὶ τὸ λη' κεφ. τοῦ Κ στοιχείου, καὶ τοὺς ἐν τῷ ις' κεφ. τοῦ Μ στοιχείου νόμους ΚΕΦΑΛ. Ε'. Περί διακόνων. Ο ιδ' τῆς δ' συνόδου κανὼν, προσέτι καὶ ὁ ιε', τὰς ἡλικίας ορίζοντες τῶν χειροτονουμένων, τὸν μὲν πρεσβύτερον ἐτῶν θεσπίζουσιν εἶναι λ', εἰ καὶ ὁ βίος ἐκ περιουσίας συμβαίνει τῷ ἀξιώματι. Πρὸς γὰρ ἀρχέτυπον παράδειγμα τὴν τοῦ Σωτῆρος χρή βλέπειν οἰκονομίαν, ὃς τριακοντούτης βαπτισάμενος, εὐθὺς τοῦ διδάσκειν ἀπήρξατο· τὸν δέ γε διάκονον ε' εἶναι καὶ κ', τεσσαράκοντα δὲ τὴν διάκονον· τὸν δὲ ὑποδιάκονον μὴ ἐλαττόνως ἔχειν τῶν κ'. Τόν γε μὴν πρὸ τῶν ῥηθέντων χειροτονηθέντα χρόνων ἀφειδῶς καθαιρεῖσθαι κελεύουσι. τοὺς αὐτοὺς τῆς ἡλικίας τοῦ διακόνου χρόνους καὶ ὁ ις' κανὼν τῆς ἐν Καρθαγένη συνόδου ορίζεται τῆς δὲ διακόνου ὁ ιε' τῆς δ' συνόδου. Ζήτει τὰ περὶ τῶν διακόνων γυναικῶν ἀκριβέστερον ἐν τῷ ια' κεφ. τοῦ Γ΄ στοιχείου. Καὶ ὁ μὲν τῆς ἐν Νεοκαισαρείᾳ ιε', τῇ ομωνυμία τῶν ἐν ταῖς Πράξεσιν ἑπτὰ διακόνων καθυπαχθείς, μὴ πλείονας εἶναι τῶν ζ' διακόνων ἐτύπωσεν, εἰ καὶ ταῖς μείζοσι τῶν πόλεων τὸ τὴν Ἐκκλησίαν ἔχον ἄστυ συναμιλλάται. Γ. Ὁ δὲ τῆς δ' συνόδου ις' τὸν παρόντα διαγράφων κανόνα, καὶ τὰ ῥητὰ τῆς βίβλου τῶν Πράξεων έξη γούμενος, καὶ τὸν τὴν γλῶτταν παράγων χρυσοῦν, τῶν ῥητῶν τὴν διάνοιαν παντὸς μᾶλλον ἀκριβέστερον ἀναπτύσσοντα, δείκνυσι μὴ διακόνους λέγειν ἐνταῦθα τὴν θείαν Γραφὴν τοὺς ἐν τοῖς θείοις διακονουμένους μυστηρίοις, οὐδέπω γὰρ ἦσαν οὔτε ἐπίσκοποι, οὔτε πρεσβύτεροι, οὔτε μὴν διάκονοι, πλὴν μόνων τῶν ἀποστόλων, ἀλλ᾽ οἷς ἔμελεν, όπως τρέφοιντο οἱ περὶ τοὺς ἀποστόλους ἀθροιζόμενοι καὶ πιστεύοντες, οὓς καὶ εἰς τύπον ἡμῖν γεγονέναι τῆς περὶ τοὺς δεομένους σπουδῆς τε καὶ μεταδόσεως. Ο τοίνυν τῆς ἐν Νεοκαισαρείᾳ κανὼν μὴ εὐστόχως ῥηθείς, οὐδὲ πρὸ τῆς δ' ἐτηρεῖτο συνόδου. Ο μὲν γὰρ Ἰουστινιανὸς πρὸ ταύτης γεγονώς, ἑξήκοντα πρεσβυτέρους, καὶ διακόνους ἑκατὸν ἄῤῥενας, καὶ θηλείας μ' ἐν τῇ μεγάλῃ κατέστησεν Ἐκκλησίᾳ Ηράκλειος δὲ, πρὸ τῆς ε' ὧν καὶ αὐτὸς συνόδου, καὶ ἐπηύξησε τούτων τὸν ἀριθμόν. Τοῦτο καὶ περὶ τὰς ἄλλας τῶν ἐκκλησιῶν ἐγένετο, τοῦ ἐν Νεο καισαρείᾳ κανόνος μέχρι τοῦ γραφῆναι μόνον προκόψαντος. Ο δὲ τῆς πρώτης συνόδου της κανὼν τοὺς διακό
col. 1223–1224page 136 of 224
PG 144:1223νους ἀπείργει τῆς Εὐχαριστίας μεταδιδόναι τοῖς Γ. πρεσβυτέροις, ὅτι μηδὲ προσφέρει» τοῖς διακόνοις τὴν ἀναίμακτον ἐφεῖται θυσίαν, μήτε μὴν πρὸ τῶν ἐπισκόπων τῆς Εὐχαριστία; αὐτοὺς ἅπτεσθαι· ὑπη ρετῶν γὰρ τάξιν πληροῦσι πρὸς τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους. Διὸ καὶ μετὰ τούτους τοῖς θείοις δώροις δεῖ προσιέναι, ἐκείνων αὐτοῖς μεταδιδόντων οὐ μὴν οὐδὲ τοῦ ἱεροῦ βήματος ἔνδον μέσον τῶν ἱερέων τους διακόνους ἐπιτρέπει καθίζειν· τὴν δὲ μὴ ὑπείκοντα παύεσθαι τῆς διακονίας κελεύει· ἀλλ' ἐπὶ τῶν ἔξω τοῦ βήματος συνόδων ὁρῶμεν πολύ πρὸ τῶν ἱερέων καθημένους τοὺς ἔχοντας οφφίκια διακόνους, μηδὲν ὅλως οἶμαι προσῆκον αὐτοῖς. Περὶ τῆς τοῦ χαρτοφύλακος τιμής. Μόνῳ γὰρ τῷ χαρτοφύλακι δέδοται τῆς μεγάλης Εκκλησίας, καὶ ἐξ ἔθους μακροῦ, καὶ ἐξ ἐπι τάγματος ἐγγράφου τοῦ ἀοιδίμου βασιλέως νουήλ, καὶ τῶν ἀρχιερέων, ἐν ταῖς ἔξω προκαθῆσθαι συνόδοις. Ο δὲ ς τῆς ς συνέδου, στις τῶν διακόνων ἐκτὸς τοῦ βήματος μετὰ πρεσβυτέρων καθήμενος που στέργει τὴν ὑφεδρίαν, ἀλλὰ τῆς προεδρίας μετα ποιεῖται, τῆς θείας φωνῆς κατολιγωρῶν, ὅτι «Πᾶς ἡ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, οὐ καθαιρεῖσθαι, ἀλλὰ ὑποβιβάζεσθαι τοῦτον τῆς τοῦ ἰδίου ὀφφικίου κελεύει τιμῆς. ᾿Αποσταλεὶς δὲ πρὸς τοῦ οἰκείου ἀρχιερέως εἰς τινα πόλιν τὸν ἐκείνου τόπον αναπληρώτων, καὶ τὴν ἐκείνου δήπου καθέξει καθέδραν. Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἱερῶν ταγμάτων γίνεσθαι δέον, ὥστε μή ειναι κοσμικό θαῤῥοῦντα ἀξιώματι, ἢ ἐκκλησιαστικῷ ὀφφικίῳ, τοῦ μείζονος κατεπαίρεσθαι, τὸν ὑποδιάκονον τοῦ διακόνου τυχὴν, ἢ ἐκείνου τὸν ἀναγνώστην. ὡς ἔστι δεινὸν ἐν μὲν τοῖς κοσμικοῖς ἀξιώμασι μὴ ἐξεῖναι τῷ ἥττονα λαχόντι τιμὴν τῶν ἐν τέλει προ τετιμήσθαι, ἡμᾶς δὲ χείρους ἐκείνων ὡς ἀτάκτους ἐν τοῖς πνευματικοῖς ἀξιώματι φαίνεσθαι, τοῖς κρείττοσιν ἢ ἐκεῖνα. Τὰ αὐτὰ καὶ ὁ κ τῆς ἐν Λαοδικεία διορίζεται, ἐπίπροσθεν πρεσβυτέρου διάκονον μὴ καθέζεσθαι, εἰ μὴ πρὸς αὐτοῦ κελευσθείη· τὴν δὲ αὐτὴν ἔχειν τιμὴν καὶ τοὺς ὑποδιακόνους ὑπὸ τῶν ὑπηρ ρετῶν καὶ λοιπῶν κληρικῶν. Ζήτει καὶ ἐν τῷ ζ' κεφ. τοῦ στοιχείου κανόνα κα' τῆς ἐν Λαοδικεία συνόδου. ΚΕΦΑΛ. Γ'. Περὶ διγάμων. Ζήτει τὸ δ' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Η' Πῶς δεῖ διδάσκειν τὸν λαὸν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους. Ο νη' τῶν ἁγίων ἀποστόλων κανὼν ἐπισκόποις καὶ πρεσβυτέροις διδάσκειν ἐπισκήπτει τοὺς ὑπὸ χεῖρα τὰ πρὸς ὀρθοδοξίαν καὶ σεμνὸν βίον ῥυθμίζοντα δόγματα. Τούτοις ὁ Θεὸς δι᾽ Ἰεζεκιήλ βοᾷ τοῦ προφήτου·. Εἰ μὴ διαστείλῃ μηδὲ λαλήσῃς, ἀποθανεῖται μὲν ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητηθήσεται. Παῦλος δὲ ὁ μέγας μὴ ὅτι τὸν ἐπίσκοπον, ἀλλὰ καὶ τὸν πρε σβύτερον νηφάλιον εἶναι κελεύει, εγρηγορότα δηλα δή, καὶ μὴ ἀνειμένον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, καὶ δυνατὸν παρακαλεῖν τὴν
col. 1225–1226page 137 of 224
PG 144:1225λαὸν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν· ἐπίσκοπος γὰρ ὠνόμασται παρά τὸ σκοπεῖν· ἀκριβῶς, ὡς ἐξ ἀπόπτου καὶ μετεώρου τὰ τοῦ λαοῦ. Ταύτῃ τοῦ κἂν τοῖς ἀδύτοις τοῦ ἱεροῦ ἡ καθέδρα συμβολικῶς ἐφ᾽ ὕψους ἵδρυται τῷ ἀρχιερεῖ, καὶ τοῖς πρεσβυτέροις ἐνταῦθα συνεστάναι τούτῳ καὶ συγκαθῆσθαι δέδοται· κοινὸν γὰρ ἔργον ἀμφοῖν ἡ τοῦ δήμου πρὸς τὸ κρεῖττον ἐπίδοσις. Τοὺς δὲ περὶ τὴν τοῦ λαοῦ διδασκαλίαν ὀλιγώρως διαχει μένους ἀφορίζεσθαι, ἐπιμένοντας δὲ τῇ ἀμελείᾳ, καὶ καθαιρέσει κελεύει ἐπιτιμάν. Ταῦτα καὶ ὁ ιθ' τῆς ς συνόδου κανών παρ εγγυάται, ἂν καὶ ζήτει ἐν τῷ ια' κεφ. τοῦ στοιχείου. Ο δὲ τῆς ἐν Καρθαγένῃ ρκα', Τοῖς κατολιγωροῦσι, φησί, τῶν οἰκείων ποιμνίων ἐπισκόποις, καὶ μὴ δι δάσκουσι τὰ σωτήρια, παρεγγυάσθαι δεῖ πρὸς τῶν πλησιοχώρων, μεθεμένοις τὰ τῆς ῥᾳστώνης, τῆς προσηκούσης γενέσθαι σπουδῆς. Ἐξήκοντος δὲ και ροῦ μηνῶν ἐξ, καὶ μετὰ ῥᾳστώνης ἔτι βιούντων, τῷ ἔγγιστα ἐπισκόπῳ τὴν χώραν καὶ τὸν λαὸν προσανατιθέναι, τῷ δυναμένῳ τε καὶ προθυμουμένῳ τῇ διδαχῇ τούτους πρὸς τὸ κρεῖττον ῥυθμίζειν. Εἰ δὲ καὶ δι' οίκο νομίαν τινὰ τὴν σιγὴν αἱρεῖσθαί φησιν, ὡς ἂν οὕτω μᾶλο λον ενίους τῶν αἱρετικῶν ἐφελκύσηται, καὶ μὴ πρὸς ἀπείθειαν ἐρεθίσῃ, τρεῖς τῶν ἐπισκόπων ἐκλέ γεσθαι παρὰ τοῦ τῆς ἐπαρχίας πρωτεύοντος εἰς τὴν περὶ τούτου ἐπίκρισιν· καὶ εἰ ταῦθ' οὕτως ἔχειν δειχθείη, πρὸς αὐτὸν αὖθις τὴν χώραν ἐπαναστρέφεσθαι. Ὁ δὲ ρκγ' καὶ τῆς τῶν λοιπῶν κοινωνίας τὸν ἀμελῶς διακείμενον ἐξοστρακίζει μετὰ τὴν τῶν ἐξ μηνῶν παραδρομήν, εἰ μὴ πιστοῖς, ἀλλὰ δὴ καὶ ἀπίστοις τὰ ὑγια τῶν δογμάτων ενηχοίη, καὶ ὁσημέραι διαμαρτύροιτο, ὅπως τὰ τῆς ἀληθείας ἔχει, εἰ μή που ἢ νόσῳ κατείληπτο, ἢ μείζοσι τῆς Ἐκκλησίας ὑποθέσεσιν ενησχόλητο, ἢ ὁ ταῦτα διεκδικῶν ἄρχων ἀπῆν. Ο δὲ ξὰ τῆς ς' συνόδου τῷ δημοσίᾳ διδάσκοντι λαϊκῷ τὰ περὶ τῆς πίστεως δόγματα, καὶ μὴ τὸ οὖς ἐπέχοντι μᾶλλον τοῖς τῇ θείᾳ ψήφῳ διδασκαλεῖον ἐπ᾿ ἐκκλησίας ἀνοιξαμένοις, εἰ καὶ ἐπ' ἄκρον ἀπάσης ἐληλάκει σοφίας, ἀφορισμὸν εἰς μ' ἡμέρας ἐπιτιμᾶται· ἰδίᾳ δέ τις ἀποκρίνασθαι τοῖς πυνθανομένοις οὐ κωλυθήσεται. Νόμος. Μηδεὶς κληρικός, ἢ μοναχός, ἢ στρατευόμενος, ἢ οιοσδήποτε πληθὺν συνάγων, δημοσίᾳ περὶ τῆς πίσ στεως διαλεγέσθω. Υβρίζειν γὰρ δοκεῖ τὴν ἐν Χαλκηδόνι σύνοδον, τὴν δεόντως πάντα διατυπώσασαν, ὥστε, εἰ μὲν κληρικὸς εἴη ὁ ταῦτα ποιῶν, τοῦ συλλή γου τῶν κληρικῶν ἐκπεσεῖται, εἰ δὲ στρατευόμενος, τῆς στρατείας· οἱ δὲ λοιποὶ κατὰ τὴν οἰκείαν τύχην τιμωρηθήσονται. ΚΕΦΑΛ. Γ' [Η]. Περὶ δικαιοσύνης. Δικαιοσύνη ἐστὶ σταθηρὰ καὶ διηνεκής βούλησις ἑκάστῳ τὸ ἴδιον ἀπονέμουσα δίκαιον. Ίδια δικαιοσύνης τὸ κοσμίως ζήν, ἄλλον μή βλά πτειν, ἑκάστῳ τὸ ἴδιον ἀπονέμειν.
col. 1227–1228page 138 of 224
PG 144:1227Σοφία δικαιοσύνης τὸ εἰδέναι τὰ θεῖα, καὶ τὰ ἀν θρώπινα πράγματα, καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον. ΚΕΦΑΛ. Ζ' ['). Περὶ δικαστηρίων καὶ τῶν δίκας ἐχόντων κληρικῶν τε καὶ λαϊκῶν. Αλλ' ὁ μὲν θείος Απόστολος, Κορινθίοις ἐπι στέλλων, φησίν ο Ολως ήττημα ὑμῖν ἐστι, ὅτι κρί ματα έχετε μεθ' ἑαυτῶν. ὁ Ὅμως γε μὴν ὁ τῆς ἐν Σαρδική συνόδου τρίτος κανών, Εἰ δίκην σχοίεν πρὸς ἀλλήλους ἐπίσκοποι δύο, φησίν, οἱ τῆς ἐπαρχίας ἐκείνης ἐπίσκοποι καλῶς αὐτοῖς δικαζέτωσαν, καὶ μὴ ἐξ ἑτέρας τολμάτω τις αὐτῶν ἐπίσκοπον μετα πέμπεσθαι· δόξει γὰρ ὡς ἀμαθῶν ἢ ἀδίκων τῶν ἰδίων δή που καταγινώσκειν. Τοῦ δὲ πρὸς τούτων καταδικασθέντος, καὶ αὖθις ἀδικεῖσθαι διατεινομένου τῷ πάππα καὶ ἀμφοτέρους οἱ τῆς ἐπαρχίας περ πέτωσαν, γράψαντες καὶ τὰ κατ' αὐτούς· καὶ ἐπ᾿ αὐτῷ κείσεται, ἢ τὰ τῆς ὑποθέσεως αὖθις κρίσει δύο θῆναι, ἢ τὰ ἐψηφισμένα βέβαια μένειν. Ο δὲ ρζ' τῆς ἐν Καρθαγένῃ ἕνα ἐπίσκοπον δυσὶ δικάζειν ἐπισκόποις, δίκην έχουσι πρὸς ἀλλήλους, οὐκ ἐπιτρέπει· ἀλλ' οὐδὲ κληρικῷ, δίκην ἔχοντι μετά Επισκόπου. Ο δὲ ιζ' τῆς δ' συνόδου τὰς παροικίας ἀναφαιρέτους διαμένειν κελεύει παρὰ τοῖς ἔχουσιν αὐτὰς ἐπισκόποις, εἴτε ἀγροικικαὶ εἶεν, ἐν ἐσχατιαῖς δη λαδή κείμεναι, καὶ ὑπὸ ὀλίγων οἰκούμεναι, εἴτε ἐγὼ χώριοι, ὡς ἀγροῖς καὶ κώμαις πλησιάζουσαι, καὶ πολυανθρωπία βρύουσαι· καὶ μάλιστα εἰ τριακοντα στεί χρόνῳ ταύτας κατέσχον καὶ ᾠκονόμησαν, μή τινας βιασάμενοι, ή τινων παρασπάσαντες. Εἰ δέ που τοῦ χρόνου τούτου ἐντὸς ἕτερος ἐπίσκοπος περί τινος παροικίας ἀμφισβητήσεις, παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας τὴν ἀμφισβήτησιν λύεσθαι. Εἰ δέ τις τῶν ἐπισκόπων ἀδικεῖσθαι νομίζει πρὸς τοῦ οἰκείου μητροπολίτου, ἐξεῖναι τούτῳ δικάζεσθαι ἢ παρὰ τῷ ἐξω άρχῳ τῆς διοικήσεως, ἢ παρὰ τῷ θρόνῳ Κωνσταντινουπόλεως, εἴπερ δηλαδὴ τούτῳ ὑπόκεινται. Οὐ γὰρ πάντων οὗτος κάθηται δικαστής· ἐπείπερ τοὺς τῆς Συρίας τῷ τῆς ᾿Αντιοχείας ὑποκεῖσθαι νενόμισται, τοὺς δὲ τῆς Παλαιστίνης, τῷ Ἱεροσολύμων, τοὺς δὲ τῆς Αἰγύπτου τῷ ᾿Αλεξανδρείας. Τὰ αὐτὰ καὶ ὁ κε' τῆς ς' συνόδου διέξεισιν. Ο δὲ ρκα' τῆς ἐν Καρθαγένῃ, Οὐ δεῖ, φησί, δυνατ στείᾳ χρώμενον τὸν ἐπίσκοπον, χώρας ἐπιδράττεσθαι, ὑφ' ἑτέρου ἔτι κατεχομένης, ὡς αὐτῷ δῆθεν διαφερούσης, καὶ βουλομένου καὶ μὴ τοῦ ἐνταῦθα λαοῦ, τῇ δὲ τῶν ἐπισκόπων κρίσει τοῦτο ἀνατιθέναι, καὶ παρ' αὐτῆς ἀπολήψεσθαι προσδοκᾷν τὸ οἰκεῖον. Αντεκδίκητος δὲ γενόμενος, δίκαιος ἂν εἴη τοῦ ἰδίου στέρεσθαι δικαίου, ζημιούμενος τὸ ἀφαιρεθὲν δυνα στείᾳ. Οὐ μὴν ἀλλὰ καὶ ὁ μετὰ τὴν εἰσαγωγὴν τῆς κρίσεως τὸ πέρας τῆς ψήφου μὴ ἀναμείνας, τὴν χώραν ἁρπάσαι πειραθείς, εἰ καὶ γράμματα ειληφέ και τοῦ τῆς ἐπαρχίας μητροπολίτου προβάλλεται, τὴν τοῦ τόπου κατάσχεσιν ἐπιτρέποντα, τοῦ δικαίου ἐκπίπτει, εἰ μὴ αὐτοῦ λάβοι γράμματα του την καῦτα κατέχοντος τὸν λαὸν, δι' ὧν φανήσεται εἰρη νικῶς κατασχών μετὰ τῆς ἐκείνου γνώμης τὴν ἀλη θῶς αὐτῷ διαφέρουσαν χώραν. Κριτὰς δὲ ἡ ὁ τὸ
col. 1229–1230page 139 of 224
PG 144:1229πρῶτα φέρων τῆς ἐπαρχίας ἐκλέξεται, ἢ οὓς ἂν ἄμφω οἱ ἀντίδικος συμφωνήσαντες ἔλωνται, ὡς ἂν τὰς παρ' ἑκατέρων αλλήλοις επαγομένας αιτίας ἀκριβῶς βασανίσαντες διαλύσωνται. Πλημμελῶς δέ τινος ἐπισκόπου τὰ τῆς Ἐκκλησίας αὑτοῦ διοικήσαντος, καὶ ἑτέροις τὰς ἰδίας ἐνορίας παραχωρήσαντος, εἰ καὶ γράμματα προββησαν, οὐκ ἀποκλεισθήσεται ὁ μετὰ τοῦτον χειροτονησάμενος, ἀναζητεῖν τῆς ἑαυτοῦ Ἐκκλησίας τὰ δίκαια, κἂν εἰ πολὺς ὁ μεταξύ παρελθών εἴη χρόνος. Ζήτει καὶ ἐν τῷ λβ' κεφ. του στοιχείου κανόνα ι' τοῦ μεγάλου Βασιλείου. Ὁ δὲ θ' τῆς δ' συνόδου τους κληρικούς επισκής πτει καὶ μοναχούς, πράγματα πρὸς ἀλλήλους καὶ δίκας ἔχοντας, πρὸς τοῦ ἰδίου ἐπισκόπου κρίνεσθαι, χαίρειν ἐῶντας τὰ κοσμικὰ δικαστήρια, ὡς ὅ γε τού τους προστρέχων περὶ ἐλαχίστου τιθέναι καὶ ὑβρι ζειν δοκεῖ τὸν ἴδιον ποιμένα. 'Αλλ' ἔσθ' ὅπη τῇ ἐκεί νου γνώμῃ ἐφεῖται τοὺς τοιούτους δικάσασθαι, καὶ παρ' οἷς ἄμφω τὰ ἀντίθετα μέρη ἀρέσκεται· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα, ἐπιτιμίοις ὑποκεῖσθαι κανο νικοῖς. Εἰ δὲ πρὸς τὸν ἴδιον ἐπίσκοπον ὁ κληρικός ἔχει τὴν δίκην, οἱ τῆς ἐπαρχίας ἐπίσκοποι τούτους φησὶ δικαζέτωσαν. Εἰ δὲ πρὸς τὸν τῆς αὐτῆς ἐπαρ χίας μητροπολίτην ἐπίσκοπος ἢ κληρικὸς ἔχει τήν ἀμφισβήτησιν, ὁ τῆς διοικήσεως Εξαρχος ἢ ὁ τῆς βασιλευούσης πατριάρχης δικαζέτω· διοίκησις δὲ λέ γεται ἡ ἐπαρχίας πολλὰς περιέχουσα. Τὸ δὲ τῶν ἐξ άρχων προνόμιον, τὸ νῦν ἔχον οὐκ ἐνεργεῖ· εἰ γὰρ καὶ λέγονταί τινες τῶν μητροπολιτῶν ἔξαρχοι, ἀλλὰ τοὺς ἐν ταῖς διοικήσεσιν ἑτέρους μητροπολίτας οὐκ ἔχουσιν ὅλως ὑποκειμένους αὑτοῖς. 'Ο δὲ τῆς ἐν Καρθαγένη ιε' ιερωμένοις ἅπασι καὶ μοναχοῖς, ἐνάγουσι καὶ ἐναγομένοις, τὸ τῆς Ἐκ κλησίας ἀνοίγει δικαστήριον, εἴτε ἐγκλήματα, εἴτε χρήματα τὸ ζητούμενον εἴη. "Αν δέ τις τούτων που λιτικὸν ἔληται δικαστήριον, ἐκείνου καταφρονήσας, παρ' αὐτό γε τοῦτο, φησί, τοῦ ἰδίου ἐκπεσεῖται βαθμοῦ, καὶ εἰ ἀθῶος ἐν τούτῳ δειχθείη τῶν ἐγκλημάτων ἢ τῆς χρηματικῆς ἀγωγῆς. Ἐπισκόπων δὲ ἐπί τινι κρίσει ψηφισαμένων, καὶ ἔκκλητον κατ' αὐ τῶν γενέσθαι δεῆσαν, ἥτις ἐπὶ μείζονας κριτὰς εἴωθε γίνεσθαι, μητροπολίτας τυχὸν ἢ πατριάρχας, καὶ τῆς ὑποθέσεως βασάνῳ δοθείσης, καὶ τῆς τῶν προς λαβόντων κριτῶν ψήφου ἀνατραπείσης, οὐ δεῖ βλά πτεσθαι τοὺς πρώην ἀποφηναμένους, εἰ μή που δωροδοκηθέντες ἐλεγχθείεν, ἢ δι᾽ ἔχθραν θατέρου καταψηφισάμενοι μέρους, ἢ προσπαθῶς καὶ φιλίω; πρὸς τὸν ἀδικήσαντα διακείμενοι. Εἰ δὲ ἄμφω δήπου τὰ μέρη δικαστὰς ἔλοιντο, εἰ καὶ ἐλάττονες εἶεν τῶν ἐν ἄλλοις ὁρισθέντων, δώδεκα δηλαδὴ ἐπὶ ἐπισκόπων, καὶ ἐξ ἐπὶ πρεσβυτέρων, καὶ τριῶν ἐπὶ διακόνων, ὁ καταδικασθεὶς ὑπ' ἐκείνων οὐ δύναται ζητεῖν ἔκκλητον. Οὐ δεῖ δὲ κληρικοὺς ὄντας, πολιτικούς αἱρεῖσθαι, ἀλλὰ τῆς Ἐκκλησίας δικαστάς, ἵνα μὴ κανονικαῖς ὑποβληθῶσιν εὐθύναις. ἢ Ο δὲ κη' πρὸς δὲ καὶ ὁ ρκε' τοῖς κληρικοῖς αἰτιωμένοις τὴν τοῦ ἰδίου ἐπισκόπου ἀπόφασιν, ὡς ἂν μὴ δικαίως ἐξενεχθεῖσαν, τοὺς ἐκ γειτόνων ἐπισκόπους κριτάς κελεύει καθίζειν, θελήσει τοῦ ἤδη κρίναντος ἐπισκόπου. Εἰ δὲ καὶ μετὰ τούτους ἄφεσιν αἰτοῦσιν
col. 1231–1232page 140 of 224
PG 144:1231δικαζόμενοι, πρὸς τὸν τῆς ἐπαρχίας ἀπιέναι μη τροπολίτην. Εἰ δὲ πέραν τῆς θαλάσσης πρὸς ἄλλας ἐπαρχίας ἀπίοιεν, ἀφορίζεσθαι, τῶν ἐν Ἀφρικῇ εἰς κοινωνίαν αὐτοὺς μὴ προσιεμένων. Εντεῦθεν δείκνυται μὴ ἐξεῖναι τῷ 'Ρώμης, πάσας τὰς Εκκλησίας ἐπιτηρεῖν. Εἰ γὰρ τὰς ἐν Αφρικῇ τηρεῖν οὐ δίδωσιν ὁ κανών, πέραν τῆς θαλάσσης πρὸς τὴν Ῥώμην διακειμένας, σχολῇ γ᾽ ἂν καθ' ἑτέρων χωρῶν τὸ τοιοῦτον δίκαιον σχοίη. Ὁ δὲ οδ καθαιρεί τους προσιόντας Ιερωμένους τῷ βασιλεῖ, καὶ αἰτοῦντας πολιτικούς δικαστὰς τὰ τῆς ὑποθέσεως αὐτῶν ἐξετάσαι, τὸ τῆς ἐκκλησίας παραιτουμένους δικαστήριον· ἐπισκόπων μένω τοι δικαστήριον παρὰ βασιλέως αἰτοῦντας οὐκ ἐπισ πλήττει. Ὁ δὲ λ', Ἐὰν δύο, φησί, δικάζωνται, ὧν ἕτερος, ἐν ᾧ τὸ δικαστήριον συνίσταται τόπῳ, τὴν ἐξέτασιν παραιτεῖται, ὑπειδόμενος ἴσως τὴν τοῦ λαοῦ ἐπανάστασιν, τῷ ἀντιδίκῳ αὐτοῦ προσκειμένου, ὡς ἐκεῖ παραδυναστεύοντος, ἢ καὶ μάρτυρας οὐκ ἐῶντος παραγαγεῖν, ἐφεῖται τούτῳ τόπον ἐπιλέξασθαι ἔτε ρον, κἀκεῖ τὰ τῆς δίκης ἐξετασθῆναι, έγγιστα μέντοι διακείμενον, ἵνα μὴ δυσχερής τοῖς κριταῖς ἡ ἐκεῖσε εἴη ἀποδημία, τῷ τε ἀντιδίκῳ καὶ τῇ τῶν μαρτύρων προσέτι παραγωγή. Νόμος. Η ρκγ' Ἰουστινιάνειος νεαρά, Εἰ δέ τινες, φησί, ὁσιώτατοι ἐπίσκοποι τῆς αὐτῆς συνόδου, ἀμφισβήτησιν τινα πρὸς ἀλλήλους ἔχοιεν, είτε ὑπὲρ ἐκκλη ς σιαστικοῦ δικαίου, εἴτε ὑπὲρ ἄλλων τινῶν πραγμάτ των, πρότερον ὁ μητροπολίτης αὐτῶν μεθ᾿ ἑτέρων δύο ἐκ τῶν τῆς αὐτῆς συνόδου ἐπισκόπων τὸ πρᾶγμα κρινέτω. Κἂν μὴ ἐμμείνῃ ἑκάτερον μέρος τοῖς κεκριμένοις, τηνικαῦτα ὁ μακαριώτατος πατριάρχης τῆς διοικήσεως ἐκείνης μεταξὺ αὐτῶν ἀκροάσθω, κἀκεῖνα ὁριζέτω, ἅτινα τοῖς ἐκκλησιαστικοῖς κανόσι καὶ νόμοις συνάδει, οὐδενὸς μέρους κατὰ τῆς ψήφου αὐτοῦ ἀντιλέγειν δυναμένου. Οὐ γὰρ καὶ ἐκκλήτῳ αν τῶν πατριαρχῶν ὑπόκεινται ψῆφοι. Εἰ δέ τις τῶν παρὰ τοῖς ἐπισκόποις δικαζομένων ἐντὸς δέκα ἡμερῶν ἀντείπῃ τοῖς κεκριμένοις, την καῦτα ὁ τῶν τόπων ἄρχων τὸ πρᾶγμα ἐξεταζέτω, καὶ ἢ βεβαιούτω τὴν ψῆφον, ἢ ἐκβιβαζέτω, καὶ μὴ ἐξέστω τῷ δεύτερον ἐν τῷ τοιούτῳ πράγματι ηττηθέντι ἐκκαλεῖσθαι. Ἐναντίως δὲ τοῦ ἄρχοντος τοῦ ἐπισκόπου ψηφιζομένου, ἡ τοῦ ἄρχοντος ψῆφος ὑπόκειται ἐκκλήτῳ, καὶ κατὰ τὸν νόμον ἀναφέρεται καὶ γυμνάζεται. Εἰ μέντοι γε ἐκ βασι λικῆς κελεύσεως ή δικαστικῆς προστάξεως ἐπίσκοπος κρίνει, ἡ ἔκκλητος ἐπὶ τὸν παραπέμψαντα τὴν ὑπόθεσιν ἀναφερέσθω. Εἰ δὲ ἐκκλησιαστικὸν εἴη τὸ πράγμα, μηδεμίαν κοινωνίαν εχέτωσαν οι πολιτικοὶ ἄρχοντες πρὸς τὴν τοιαύτην ὑπόθεσιν, ἀλλ᾽ οἱ ὁσιώ τατοι ἐπίσκοποι κατὰ τοὺς ἱεροὺς κανόνας τῷ πρά γματι πέρας επιτιθέτωσαν. Τὸ αὐτοκρατορικὸν καὶ βασιλικόν κριτήριον ἐχ κλήτῳ οὐχ ὑπόκειται, οὐδὲ ἀναψηλαφᾶται ὑφ' ἑτέρου, ἀλλ' ὑφ᾽ ἑαυτοῦ ἀεὶ ἐπανακρίνεται, καθὰ καὶ ὁ θεό πτης Μωϋσῆς νομοθετῶν, Ἐπανακρινεῖς τὰς κρίσεις σου, διηγόρευσεν.
col. 1233–1234page 141 of 224
PG 144:1233. Δ.. Τὸ τοῦ πατριάρχου κριτήριον ἐκκλητῳ οὐχ ὑπό κειται, οὐδὲ ἀναψηλαφᾶται ὑφ' ἑτέρου, ὡς ἀρχὴ καὶ αὐτὸ τῶν ἐκκλησιαστικῶν κριτηρίων. Εξ αὐτοῦ γὰρ πάντα τὰ ἐκκλησιαστικά κριτήρια, καὶ εἰς αὐτὸ ἀναλύει, καὶ ἀναστρέφεται, αὐτὸ δὲ οὔτε ἔκ τινος, οὔτε πρὸς ἕτερον· τοιοῦτον γὰρ ἡ ἀρχή· ἐπανακρί νεται δὲ πνευματικῶς καὶ αὐτὸ ὑφ᾽ ἑαυτοῦ. Ζήτει καὶ τὸ η' κεφ. τοῦ Π στοιχείου. Οὐδένα τῶν τοῖς ἐκκλησιαστικοῖς τελούντων βαθμοῖς ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, ή ἁπλῶς τινα τοῦ καταλόγου τοῦ ἱερατικοῦ, ἄκοντα ή ἑκόντα, κριτηρίοις κοσμικοῖς παρίστασθαι ἀνεχόμεθα. Εἰ γὰρ ἄκοντά τις απαγαγών τινα τῶν ἐκκλησιαστικῶν κοσμικῷ κριτηρίῳ παραστῆναι βιάσηται, παρὰ τῆς ἡμετέρας γαληνότητος τὴν πρέπουσαν παίδευσιν δέξεται. Εἰ δὲ ἑκὼν ὁ ἱερατικὸς τῷ και σμικῷ κριτηρίῳ παρασταίη, ἢ καὶ αὐτὸς πρῶτος τὴν ἐκεῖθεν κρίσιν τοῦ ἐκκλησιαστικού κριτηρίου προτιμήσαιτο, οὗτος κἂν ἐκεῖθεν νομίσῃ τὸ δίκαιον λαβεῖν, ὑπὸ τῶν ἱερῶν κανόνων καταδικάζεται. Ποῦ γὰρ ἄξιος τυχεῖν ὧν ζητεῖ ὁ τὴν ἀρχὴν τοῦ ἀγῶνος ἀπὸ τῆς τῶν θείων θεσμῶν καταβαλλόμενος ὕβρεως; Ἀλλὰ καὶ ἡ τῶν βασιλέων Ηρακλείου καὶ Κωνσταντίνου νεαρά, μήτε ἐπίσκοπον διορίζεται, μήτε κληρικόν, μήτε μοναχόν, χρηματικῆς ἢ ἐγὼ κληματικής χάριν αἰτίας παρὰ πολιτικῷ ἢ στρα τιωτικῷ ἀνάγεσθαι ἄρχοντι, ἀλλὰ παρὰ μόνοις τοῖς ἰδίοις ἐπισκόποις, ή μητροπολίταις, ἢ πατριάρχαις. 'Η δὲ τοῦ βασιλέως ᾿Αλεξίου, Εἰ μερισμός, φησί, ἐν τοῖς διαμαχομένοις ἐστὶ, καὶ ὁ μὲν τῆς κοσμικῆς φαίνεται καταστάσεως, ὁ δὲ τῷ θείῳ κλήρῳ ἐγκατείλεκται, ὁ ἐνάγων τηνικαῦτα τῷ φόρῳ τοῦ ἐναγομένου ἐκ παντὸς ὑποκείσεται, καὶ ἕκαστος εἰς τὸ πρόσω φορον ἀπελεύσεται δικαστήριον. Τοὺς ἔκκλητον ἔχοντας δικαστὰς μείζονας εἶναι δεῖ τῶν ἐξ ἀρχῆς δικασάντων. Πᾶσα ἀγωγὴ ἁρμόζουσα σεπτῷ οἴκῳ εἰς τεσσαρα κονταετίαν εκτείνεται. Ἀντὶ γὰρ χρονίων παραγραφῶν τῶν ι' καὶ κ' καὶ λ' ἐνιαυτῶν ταῖς ἁγίαις Εκε κλησίαις καὶ τοῖς ἄλλοις ἅπασι σεβασμίοις τόποις, μόνην τὴν τῶν μ' ἐτῶν παραγραφὴν ἀνατίθεσθαι προστάττομεν· τούτου αὐτοῦ φυλαττομένου, καὶ ἐπὶ τῇ ἀπαιτήσει τῶν λεγάτων καὶ τῶν κληρονομιών, τῶν εἰς ἀσεβεῖς αἰτίας καταλελειμμένων. Ζήτει καὶ ἐν τῷ η κεφ. τοῦ Με στοιχείου. Μονάστριαν ἢ ἀσκήτριαν δι' οὐδεμίαν ἀγωγὴν συγχωροῦμεν ἀφέλκεσθαι ἐκ τῶν ἰδίων μοναστηρίων. Πάσα ὑπόθεσις, χωρὶς τῶν μὴ ἐπιδεχομένων ὑπέρθεσιν, ἐκκλήτῳ ὑπόκειται οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς. Κελεύοντος ἄρχοντος, δικαιως νεμόμεθα, ὁ δὲ ἀνάρχως τὸ ἴδιον ἀφελόμενος ἐκπίπτει αὐτοῦ. Τὰ κακῶς κριθέντα καὶ τυπωθέντα, οὔτε χρόνος, οὔτε νόμος, οὔτε συνήθεια βεβαιοί. Θεσπίζομεν μηδενὶ ἐξεῖναι, τοῦ τελευτήσαντος
col. 1235–1236page 142 of 224
PG 144:1235τοὺς ἐγγυητάς, πρὸ τῆς τῶν ἐννέα ἡμερῶν προ θεσμίας τοῦ πένθους, αἰτιᾶσθαι ἢ παρενοχλεῖν, ἢ εἰς δικαστήριον ἔλκειν, εἴτε ὀνόματι χρέους παρὰ τοῦ τελευτήσαντος καταγομένου, εἴτε ἄλλης οἱασοῦν αἰτίας χάριν εἰς τὰ μνημονευθέντα ἰδικῶς ὁρώσης πρόσωπα. Εἰ δὲ ἐντὸς τῶν ἐννέα ἡμερῶν τολμήσει τινὰ ὁμολογίαν, ἢ ὑπόσχεσιν, ἢ ἐγγύην παρ' αὐτοῦ κομίσασθαι, ταῦτα πάντα ἀνίσχυρα είναι θεσπίζο μεν· οὐ μὴν ἀλλὰ καὶ τοῦ χρέους καὶ τῆς ἀγωγῆς παντελῶς τοὺς ἐνάγοντας ἀλλοτριοῦσθαι. Εἰ δέ τις συκοφαντῶν ἐλεγχθείη τὸν ἀποιχόμενον, ὅσον παρ' ἐκείνου ἀπῄτει, τοσοῦτον καταβαλλέσθω τοῖς κληρονόμοις ἐκείνου· μετὰ δὲ τὴν τῶν ἐννέα παρέλευσιν τοὺς γονεῖς, ἢ τὴν γυναῖκα, ἢ τοὺς κληρονόμους, ἢ ἡμερῶν, εἴ τις κατὰ τῶν τοιούτων προσώπων τινὰς ἔχειν νομίσειεν ἀγωγάς, ταύτας κατὰ τοὺς νόμους ἐγγυμναζέτω. Περὶ δικαστῶν αἱρετῶν. Ο Ας' τῆς ἐν Καρθαγένη συνόδου κανών, Ἐὰν επιλέξηται, φησὶν, ὁ ἐκκαλεσάμενος δικαστὰς, καὶ μετ' αὐτοῦ κἀκεῖνος καθ' οὗ ἐξεκαλέσατο, τοῦ λοιποῦ ἀπὸ τούτων μηδενὶ ἐξέστω ἐκκαλεῖσθαι. Ἐὰν γὰρ κατὰ κοινὴν γνώμην οι δίκην ἔχοντες πρὸς ἀλ λήλους ἔλωνται δικαστάς, οὐκ ἐξέσται τούτοιςκατὰ τῆς ἐξενεχθείσης παρ' αὐτῶν ἐκκαλεῖσθαι ψήφου. Τὰ αὐτὰ καὶ ὁ ρκβ' ψηφίζεται, καὶ τοὺς μὴ πει θομένους ἀφορίζεσθαι ἀξιοῖ. Νόμοι. Ο αἱρετός δικαστὴς τὸ δοκοῦν αὐτῷ ψηφίζεται, καὶ οὐ πολυπραγμονεῖ τὴν ψῆφον ὁ πραίτωρ. Είτε δικαία, εἴτε ἄδικός ἐστιν ἡ τοῦ αἱρετοῦ δια καστοῦ ψῆφος, βεβαία μένει καθόλου. Μὴ χρείαν ἐχέτω ἐκκλήτου ἡ τοῦ αἱρετοῦ δικα στοῦ ἀπόφασις. Τὸ αἱρετὸν δικαστήριον ἔοικε κυρίῳ δικαστηρίῳ, καὶ ἀνήκει πρὸς τὸ περατοῦσθαι τὰς δίκας. Οὐχ ἁρμόζει δὲ ἐξ αὐτοῦ παραγραφή, ἀλλὰ ποινῆς ἀπαίτησις Ἐὰν δύο ὦσιν αἱρετοὶ δικασταί, καὶ διχονοῶσιν, ἀναγκάζονται καὶ τρίτον τινὰ ἐπιλέξασθαι, καὶ τῇ αὐτοῦ ἐμμεῖναι δοκιμασία. Οὐ γίνεται αἱρετός δικαστής μετὰ τῆς ἐξ ὅρκων ἀσφαλείας, ἀλλὰ μετὰ ποινῆς αὐτοὺς οἱ δικαζόμενοι ἐπιλεγέσθωσαν, καὶ ἀνάγκην ἐχέτωσαν ἢ ἐμμένειν τῇ ψήφῳ, ἢ τὸ πρόστιμον διδόναι, οπόσον ἂν τὰ Ο μέρη ἀμφότερα συμφωνήσωσιν. Εἰ μὴ ἔγκειται ποινὴ τῷ αἱρετῷ δικαστηρίῳ, ὁμολογήσει δέ τις ἐμμένειν τῇ ψήφῳ, ἐνάγεται ἀορίστως. Πληρέστατον δέ ἐστι τὸ μνημονεύον τοῦ κεφαλαίου τοῦ δόλου. ΚΕΦΑΛ. Η' [Ι]. Περὶ τῶν δικαζομένων δι' οἰκεῖα ἐγκλήματα ἐπισκόπων καὶ κληρικών. Ο οδ' τῶν ἁγίων ἀποστόλων κανὼν τὸν κατηγορηθέντα ἐπίσκοπον πρὸς ἀνθρώπων ἀξιοπίστων, ἐπὶ τὸ τῆς Ἐκκλησίας αναγκαίως χρῆναι μετακαλεῖσθαι φησι δικαστήριον, δύο ἐπισκόπων ἐπ' αὐτὸν στελλομένων· κἂν μὲν εὐθὺς ὑπακούσας παραγένηται, καὶ μὴ οἷός τε ὢν ἀποδύσασθαι τὰ ἐγκλήματα, ὁμολογήσῃ ἢ ἐλεγχθῇ, ὁρίζεσθαι τὸ προσῆκον αὐτῷ
col. 1237–1238page 143 of 224
PG 144:1237ἐπιτίμιον· μὴ ἀπαντήσαντος δὲ παραυτίκα, ἐκ τρί του τὴν αὐτοῦ μετάκλησιν γίνεσθαι. Εἰ δὲ καὶ οὕτως ἐπιμένει τῇ ἀπειθείᾳ, την σύνοδον τὰ δόξαντα κατ' αὐτοῦ ὁρίζεσθαι κατὰ τὴν ποιότητα τοῦ ἐγκλήματ τος, μηδὲν τῆς ἀπειθείας ἀποναμένου. Ὁ δὲ τῆς ἐν Καρθαγένῃ ιβ', Τὸν ἐγκλήμασι, φησί, περιπεσόντα ἐπίσκοπον, ὑπὸ πάσης προσήκει κρίνεσθαι τῆς συνόδου, εἰς ἣν ὁ τοιοῦτος τελεί δηλαδή. Εἰ δὲ δυσχερές εἴη τοὺς πάντας ἢ τοὺς πλείονας συνελθεῖν, μὴ ἐλάττονας γοῦν εἶναι τῶν ιβ'· οὕτω γὰρ πάσης περιαιρεθείσης ἀμφιβολίας, οὐ περιοπτέος ἔσται τοῖς ὑπὸ χεῖρα. Τὸν δέ γε πρεσβύτερον ἐξ κρίνουσιν ἐπίσκοποι, καὶ τρεῖς τὸν διάκονον· ἀσφα λέστερόν πως τὰς τῶν ἱερέων κρίσεις τῆς συνόδου ταύτης γίνεσθαι προμηθουμένης, ὡς ὑστεριζούσης τῷ χρόνῳ πρὸς τὴν ἐν ᾿Αντιοχείᾳ, ἤπερ ἐν τῷ δ' κανόνι τὰς τῶν πρεσβυτέρων καὶ διακόνων καθαιρέσεις ὑφ᾽ ἑνὸς ἐπισκόπου γίνεσθαι διορίζεται, ὑπὸ τῆς συνόδου δὲ τὰς τῶν ἐπισκόπων. Πράξις συνοδική. δ Ταύτῃ τοι καὶ ὁ ἁγιώτατος πατριάρχης Λουκᾶς ἄκυρον ἡγήσατο τὴν τοῦ ἐπισκόπου Αμαθοῦντος Ιωάννου καθαίρεσιν, ἣν ὁ ἀρχιεπίσκοπος ἐποιήσατο Κύπρου, ὅτι ἕνδεκα μόνοις συνὼν ἐπισκόποις, μὴ ἐπέκεινα ἦν αὐτὸς τῆς τῶν λοιπῶν δωδεκάδος. Καθὰ δὴ καὶ ὁ ιδ' τῆς αὐτῆς ἐν Καρθαγένη διορίζεται. Ενδείας γὰρ' οὔσης, φησὶν, ἐπισκόπων, ἔσθ' ὅτε καὶ ὑπὸ α' κρίνεται ὁ πρεσβύτερος, καὶ ὑπὸ τριῶν ὁ διάκονος, τοῦ ἰδίου αὐτῶν ἐπισκόπου ἐπ έκεινα τούτων προκαθεζομένου· ὥστε οἱ ἐφ' ἑαυτοὺς ἔχοντες τους δικαζομένους ἐκτὸς ὀφείλουσιν εἶναι τοῦ τεταγμένου ἀριθμοῦ τῶν συνδικαστῶν. Ὁ δὲ τῆς ἐν Ἀντιοχείᾳ ιδ', Επισκόπου, φησὶν, ἐπί τισιν ἐγκλήμασι κρινομένου πρὸς τῶν τῆς ἐπαρ χίας ἐπισκόπων, καὶ πρὸς ἀλλήλους τούτων δια φωνούντων, τῶν μὲν, ἀθῶον, τῶν δὲ, ὑπαίτιον ἀποφαινομένων, δεῖ τὸν μητροπολίτην τῆς ἐπαρχίας ἐκείνης καὶ ἑτέρους ἐκ τῆς ὁμόρου μεταπέμπεσθαι χώρας, καὶ τὴν ἀμφισβήτησιν δι' ἐκείνων λύεσθαι τῆς τῶν πλειόνων ψήφου βεβαιωθείσης. Ὁ δὲ ιε', Εἰ δὲ πάντες, φησί, μίαν κατ' αὐτοῦ ψῆφον ἐξενέγκοιεν, μηκέτι παρ' ἑτέροις τοῦτον δι κάζεσθαι, ἀλλὰ μένειν βεβαίαν τὴν σύμφωνον ψῆφον τῶν τῆς ἐπαρχίας ἐπισκόπων. Οὗτος δὲ ἀνῄρηται παρὰ τοῦ δ' τῆς ἐν Σαρδικῇ, ούτωσὶ διεξιόντος. Τοῦ κοινῇ ψήφῳ τῶν τῆς ἐπαρο χίας ἐπισκόπων καθαιρεθέντος, καὶ τῇ ψήφῳ μὴ ὑποκύπτοντος, ἀλλ᾽ ἔτι ἀποδύσασθαι λέγοντος δύο νασθαι τὰ ἐγκλήματα, μὴ πρότερον εἰς τὸν θρόνον αὐτοῦ χειροτονεῖσθαι ἕτερον, πρὶν ἂν ὁ πάππας Ρώ μης μαθὼν τὰ τῆς ὑποθέσεως, ὅρον ἐξενέγκῃ, καὶ ἀποφήνηται ἡ κυρωθῆναι, ἢ ἀνατραπῆναι τὴν κατα δίκην, τῆς δυτικῆς ὄντος επαρχίας τοῦ ἐπισκόπου δηλαδή, ἥτις καὶ μόνη τῷ Ρώμης ἀνεῖται, ἔνθα καὶ ἡ σύνοδος αὕτη συνήθροιστο· καὶ δὶς γὰρ ἐκε καλεῖσθαι τῷ κρινομένῳ ἐφεῖται. Ὁ δὲ ε', Καθαιρεθέντος, φησί, τοῦ ἐπισκόπου ψήφῳ κοινῇ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, καὶ ἔκε κλητον ἐπὶ τὸν πάππαν ποιησαμένου, κἀκείνου ἑτέροις
col. 1239–1240page 144 of 224
PG 144:1239τῶν ἀστυγειτόνων ἐπισκόποις τὴν ἐξέτασιν τῆς δίκης διὰ γραφῆς ἐπιτρέψαντος, τοῦ δὲ καὶ ὑπὸ τούτων καταδικασθέντος, αὖθίς γε μὴν ἐπιζητοῦντος ἐξέτασιν, εἰ μὲν τὰ ἤδη κριθέντα ἀρκεῖν ὁ πάππας νομί σει, τὸ κῦρος ἡ τῶν ἐπισκόπων ἐχέτω ἀπόφασις. Εἰ δὲ καὶ αὖθις κριθῆναι τὸν ἐπίσκοπον δοκιμάσει, μὴ ἀναγκαζέσθω ὁ καταδικασθεὶς εἰς 'Ρώμην ἀπιέναι, ἀλλὰ τὴν ἰδίαν ὁ πάππας ἐξουσίαν πρεσβυτέροις τῶν οἰκειοτάτων αὐτῷ δεδωκώς, καὶ πέμψας ἐκεῖσε μετὰ τῶν ἐγχωρίων ἐπισκόπων, τὰ τῆς ὑποθέσεως ἐξετασθῆναι κελευσάτω, καὶ οὕτω τελεία ἡ ἀπόφασ σις γενέσθω. Ὁ δὲ θὰ τῆς ἐν Καρθαγένη, Τον κατηγοροῦντα ἐπίσκοπον, παρὰ τῷ τῆς χώρας τὰ πρῶτα φέροντι, τὴν κατηγορίαν δεῖ, φησίν, ἐνιστᾷν· ὁ δέ γε κατηγορούμενος πρὸ τῆς τελείας ἀποφάσεως τῆς ἰδίας τις μῆς οὐκ ἀποκλείεται. Γράμμασι μέντοι κληθεὶς ἐπὶ τὸ δικαστήριον, εἰ μὴ ἀπαντήσειεν ἑνὸς παραρρυέντος μηνός, ἐξ ὅτου τὰ γράμματα ἐδέξατο, εἰς ποινήν τῆς ἀπειθείας ἀφορίζεται, μὴ ἐξὸν αὐτῷ ἱερουργίας ἅψασθαι οπουδήποτε. Εἰ δὲ ἀληθῶς ὑπὸ ἀναγκαίων αἰτιῶν δειχθείη κωλυόμενος, ἕτερος μὴν εἰς προσ θεσμίαν αὐτῷ δίδοται. Εξήκοντος δὲ καὶ τούτου, ἂν μὴ ἀφίκηται, τῆς τῶν πιστῶν κοινωνίας ἐκβάλλεται, μέχρις ἂν τὰ κατ' αὐτοῦ λαληθέντα δέξηται πέρας. Μήτε δὲ πρὸς τὸν τῆς ἐπαρχίας Εξαρχον, μήτε μὴν πρὸς τὴν ἑτησίως γενομένην σύνοδον ἀφικέσθαι φρον τίσας, αὐτὸς καθ' ἑαυτοῦ τὴν δίκην ἐξήνεγκεν, ὑπο βληθείς καθαιρέσει. Ο μέντοι κατήγορος, τῷ δικα στηρίῳ ἐνδιατρίβων, της κοινωνίας οὐκ εἴργεται υποχωρήσας δὲ κατά τινα σκήψιν, αὐτὸς μὲν ἀφορίζεται, ὅ γε μὴν ἐπίσκοπος τοῦ ἀφορισμοῦ ἀπολύεται. Δείξας δὲ μὴ κατὰ σκῆψιν, ἀλλ' ἐξ αἰτίας εὐπροσώπου γενομένην τὴν ὑποχώρησιν, καὶ αὖθις τὴν ὑπολο θεσιν κινεῖν οὐ κωλύεται. Εἰ δὲ διαβεβλημένος εἴη τοὺς τρόπους, κατηγορίαν μὲν τῆς ἱερωσύνης τοῦ Επισκόπου καθαπτομένην λέγειν οὐ συγχωρεῖται, ἰδίας δὲ καὶ χρηματικὰς κατ' αὐτοῦ κινεῖν ἀγωγής οὐ κωλύεται. Αλλ' οὐχ οὕτω τανῦν αἱ προθεσμίας τῆς κλήσεως τῶν ἡμερῶν γίνονται. Νόμος. Κατὰ δέ γε τὴν νεαρὰν τοῦ ἀοιδίμου βασιλέως Μανουήλ, διὰ τριῶν παραγγελμάτων τριακονθημέ ρων μετακαλοῦνται πάντες ἐνάγοντές τε καὶ ἐναγός μενοι, κἂν οἴας ὦσι καταστάσεως, κἂν οἴας ᾖ τὸ ἔγκλημα ὑποθέσεως. Αλλ' οὐδ' ὁ πη' ἐπιτρέπει τὸν ὑπὸ κατηγορίαν ἢ ἀφορισμόν γενόμενον ἐπίσκοπον τῆς ἐπισκοπῆς ἐξωθεῖσθαι, ἕως ἂν τὸ κατ' αὐτοῦ λυθῇ δικαστήριον. Τὰ αὐτὰ καὶ δ ις' τῆς λεγομένης α' και β' συνόδου κανών σαφῶς διατάττεται, μὴ χειροτονεῖσθαί τινα κελεύων εἰς ἐκκλησίαν, ἧς ὁ ἐπίσκοπος ἔτι περιών, οὔπω τῆς ἰδίας τελέως ἀπεκινήθη τιμῆς, εἰ καὶ πρός τινων ἐπὶ ἐγκλήμασιν ᾐτιάθη, καὶ μικροψυχήσας ἴσως παραίτησιν ἐποιήσατο. Στάσεως γὰρ καὶ ταραχής αἴτιον τοῦτό γε. Δεῖ δὲ τοὺς τῆς ἐκκλησίας πᾶσαν γε φιλαπεχθημοσύνην μάλιστα περιστα σθαι, ἀλλὰ κανονικῶς τὰ κατ' αὐτὸν ἐξετάζεσθα
col. 1241–1242page 145 of 224
PG 144:1241καὶ εἰ κατὰ λόγον ἡ παραίτησις ἐγεγόνει, ή κανονικῶς διὰ τὰ ἐγκλήματα καθηρέθη, τηνικαῦτα ἕτερον εἰς τὴν ἐπισκοπὴν προχειρίζεσθαι. ᾿Αλλὰ καὶ εἴ τις ἐν τῇ ἰδίᾳ τιμῇ καλῶς ἱδρυμένος, μὴ τὸν οἰκεῖον ἐθέλοι ποιμαίνειν λαὸν, ἀλλὰ τῆς οἰκείας ἀποστὰς ποίμνης, ὑπὲρ τὸ ἐξάμηνον ἐν ἑτέρῳ διατρίβοι τόπῳ, μή τινος ἀναγκαίου κατείργοντος, τὴν τοῦ ἐπισκόπου τιμὴν καὶ καθέδραν δικαίως ἀφαιρεθήσεται. Ὁ δὲ κ' τῆς ἐν Καρθαγένη πρεσβυτέροις ἢ δια κόνοις περί τινων εγκαλουμένοις τὸν ἴδιον αὐτῶν ἐπίσκοπον ἐφίστησι δικαστήν, σύν γε ἑτέροις ἐκ τῆς αὐτῆς ἐπαρχίας, οὓς ἂν ἐκλέξωνται οι κατηγορούμενοι, ἐξ μὲν ἐπὶ πρεσβυτέρων, καὶ τρισὶν ἐπὶ δια κόνων. Προθεσμίας δὲ καὶ ἐπιτιμήσεις τὰς αὐτὰς εἶναι καὶ τούτοις σαφῶς καὶ οὗτος διέξεισιν, οἵας δὴ καὶ ἐπὶ τῶν ἐπισκόπων ὁ προλαβών. Τὰ δέ γε τῶν λοιπῶν κληρικῶν αἰτιάματα μόνος ὁ αὐτῶν ἐπίσκοπος ἐξετάσει, καὶ πέρατι δώσει, φησίν. Ὁ δὲ οθ' ἀποκλείεσθαι λέγων τὸν κληρικὸν, ἑνὸς ἑξήκοντος ἔτους, καὶ μὴ δεξαμένης πέρας τῆς αὐτοῦ ὑποθέσεως, τὸ νῦν ἔχον οὐκ ἐνεργεῖ. Νόμος. Κατηγορίαν ἱερέως οὐδεὶς τῶν λαϊκῶν ἀρχόντων δικάζει, πλὴν εἰ μὴ καθοσιώσεως ἔγκλημα ή κατη γορία περιέχει. Ζήτει καὶ ἐν τῷ ις'. κεφ. τοῦ Π στοιχείου κανόνας τῆς ἐν Νεοκαισαρείᾳ συνόδου θα καὶ ι', καὶ Θεοφίλου ε'. Περὶ τῶν ἐν τοῖς δικαστηρίοις κατηγόρων. Ο ς' τῆς δευτέρας συνόδου κανών, Εἰς κατηγορίαν, φησίν, ἐπισκόπων ἢ κληρικῶν οὔτε πάντας ἀνεξετάστως προσίεσθαι δεί, οὔτε μὴν πάντας ἀπο κλείειν. Εἰ μὲν γὰρ Ιδιωτικήν τις ἐνίστησι κατ' αυτ τῶν δίκην, ἡδικεῖσθαι λέγων αὐτὸς ἐπὶ πράγμασι κινουμένοις ἢ ἀκινήτοις, ἢ ὑβρίσθαι, ή τι τοιοῦτο παθεῖν, μήτε πρόσωπον τοῦ κατηγοροῦντος, μήτε θρησκείαν σκοπεῖν· μηδένα γὰρ τῶν δικαίων ἀπο τυγχάνειν δίκαιον, ἀλλ᾽ ἴσην ἅπασιν ἡμᾶς ἐπιφέρειν τὴν ἀδέκαστον ψῆφον, ἐλεύθερον καὶ τῆς οἰασοῦν ἀδικίας τὸν ἐπίσκοπον μάλιστα ἢ τὸν κληρικὸν καθιστάντας. Εἰ δὲ ἐκκλησιαστικὸν εἴη τὸ ἔγκλημα, έκπτωσιν τῆς ἱερωσύνης ἐπισεῖον τῷ ἐπισκόπῳ, ὅπερ καὶ δημόσιον λέγεται, τοῦ ἰδιωτικοῦ ἀντιδιαστελλόμενον, καθότι πρὸς τοῦ δήμου παντὸς εἰώθει γυμνάζεσθαι, ούτε αἱρετικοὺς οἱουσδηποτοῦν προση ἴεσθαι δεί, οὔτε μὴν σχισματικοὺς καὶ παρασυνά γοντας, οὐδὲ τοὺς κατ᾿ ἄλλας αἰτίας τελέως έχῆς βλημένους τῆς Ἐκκλησίας· οὐ μὴν οὐδὲ τοὺς πρὸς ὀλίγον τῆς Ἐκκλησίας ἀφορισθέντας, εἴτε τῶν τοῦ κλήρου εἶεν, εἴτε τῶν τοῦ λαοῦ, ἂν μὴ πρότερον τὰς κατ' αὐτῶν αἰτίας ἀποτρίψωνται· οὐδὲ τοὺς ὑπὸ κατηγορίαν ὄντας, πρὶν ἂν τῶν ἐγκλημάτων ἀθῶοι φανῶσιν. Εἰ δὲ τούτων ἁπάντων ἐλεύθεροι εἶεν οἱ κατήγοροι, τότε δὴ, ἅττα ἂν ἐπάγωσι τῷ ἐπισκόπῳ ἐγκλήματα, οἱ τῆς ἐπαρχίας ἐκείνης ἐπίσκοποι, φησὶν, ἐξετάσουσιν. Εἰ δὲ οὗτοι μὴ οἷοί τε εἶεν ταῦτα διαλύσασθαι, ἡ τῆς διοικήσεως μείζων σύνοδος δοκιμάσασα πέρατι δώσει. Τὰ δέ γε τοῦ κληρικοῦ ὁ ἴδιος ἐπίσκοπος ἐξετάσει· ἀτονήσαντος δὲ πρὸς τὴν
col. 1243–1244page 146 of 224
PG 144:1243διάλυσιν, τῇ μείζονι καὶ ταῦτα συνόδω παραπεμφθήσεται. Μὴ μέντοι πρότερον, φησί, τὴν κατηγορίαν ἐνίστασθαι, πρὶν ἂν ἐγγράφως οι κατήγορος τὸν ἴσον ὑποσχεῖν ἀσφαλίσωνται κίνδυνον, εἴπερ ἐν τῇ τῶν πραγμάτων ἐξετάσει συκοφαντοῦντες τὸν ἐπίσκοπον ἐλεγχθείεν. Τὸν δὲ μή οὕτω δρᾶν ἀνεχόμενον, ἀλλ᾽ ἢ βασιλεί προσιόντα, ἢ κοσμικοῖς ἄρ χουσιν, ἢ οἰκουμενικῇ συνόδῳ, μὴ δεκτὸν εἶναι παν τάπασιν εἰς κατηγορίαν, ὡς ἀτιμάσαντα τοὺς τῆς διοικήσεως ἐπισκόπους, καὶ εἰς τοὺς θείους κανό νας υβρίσαντα, καὶ τὴν τῆς Ἐκκλησίας εὐταξίαν συγχέοντα. Τούτῳ συνάδει καὶ ἡ κα' τῆς δ' συνόδου, μὴ ἀδοχρ μάστως λέγων προσίεσθαι τοὺς κατηγοροῦντας ἐπι σκόπων ἢ κληρικῶν, εἴτε τῶν τοῦ κλήρου, είπε τῶν τοῦ λαοῦ εἶεν, εἰ μὴ πρότερον αὐτῶν ὁ βίος δοκιμασθείη, καὶ τὰ ἐπιτηδεύματα. ᾿Αλλὰ καὶ ὁ η' τῆς ἐν Καρθαγένῃ οὐκ ἐφίησιν Επισκόπου κατηγορεῖν τὸν διαβεβλημένον τοὺς τρό πους. Ὁ δὲ ρκη' οὐδὲ τὸν ἀφωρισμένον καὶ ἀκοινώνη τον, μέχρις ἂν λυθῇ τοῦ ἀφορισμοῦ. Ὁ δὲ ρκθ' οὐδὲ δούλοις κατηγορεῖν δίδωσιν, οὐδὲ ἀπελευθέροις, τῶν αὐτοὺς ἐλευθερωσάντων κληρικῶν, ἢ τῶν παίδων αὐτῶν, ἢ τῶν κληρονόμων ἑτέρων μέντοι κατηγορεῖν ἐφίησιν· ἀλλ᾽ οὐδὲ ἀτίμοις, οἱονεὶ μίμοις, καὶ θηριομάχοις, καὶ μονομάχοις. Αλλ' οἱ μὲν ἐπὶ σκηνῆς μίμοι, οἱ ἐν πανηγύρεσι καὶ δημοτικαῖς παίζοντες συνελεύσεσιν, ἄτιμοι· οἱ δὲ παρὰ βασιλεῖ ἀστεία πρὸς μετρίαν τέρψιν ἐπιτηδεύοντες, έντιμοι. Θηριομάχοι δὲ καὶ μονομάχοι, εἰ Ο μὲν πρὸς ἐπίδειξιν ἀνδρίας ὁρῷεν καὶ δόξης έρωτα, ἀριστεῖς ἂν λογίζοιντο· εἰ δὲ πρὸς μισθόν, άτιμα. Οἱ γὰρ τῆς οἰκείας ζωῆς μὴ φειδόμενοι, ἀλλὰ μισθοῦ ταύτην προϊέμενοι, σχολῇ γ' ἂν αὐτοῖς μελήσει ἐπαι νουμένης υπολήψεως· ἀλλ᾽ οὐδὲ Ἰουδαίοις,ή αίρε τικοῖς κατηγορεῖν ἐπιτρέπει, εἰ μή που περὶ ἰδίων οὗτοι πάντες ἐνάγουσιν ὑποθέσεων. Ὁ δὲ ργ', Τὸν ἐν πολλοῖς, φησὶν, ἐγκλήμασιν ἐπι σκόπου κατηγοροῦντα ἢ κληρικοῦ, καὶ τούτων ἑνὸς ἐξετάσει δοθέντος ἀποδεῖξαι μὴ δυνηθέντα, οὐδὲ περὶ τῶν λοιπῶν εἰκὸς τοῦτον πιστεύεσθαι. Νόμοι. Κρείσσον τὰ ἁμαρτήματα καταλιμπάνειν ἀνεκδίκητα, ή τινας ἀναιτίως κολάζεσθαι. Οὐ δεῖ πιστεύειν ταῖς καταθέσεσι τῶν κρινομένων, εἰ μὴ καὶ ἀπόδειξις διδάσκει τὸν δικαστήν. Τῶν ψυχικῶν ἁμαρτημάτων τῶν ὑπεξουσίων παί δων ίσως οι πατέρες δίκην ὑπέχουσιν, οὐ μὴν καὶ τῶν ἐγκληματικῶν. Οὐ γὰρ κολάζονται πατέρες ὑπὲρ τέκνων· φησὶ γὰρ ὁ νόμος· Τὰ ἁμαρτήματα τῇ και φαλῇ ἔπονται. Περὶ τῶν ἐν τοῖς δικαστηρίοις μαρτύρων. Ο οσ' τῶν ἁγίων ἀποστόλων κανὼν οὐδὲ εἰς μαρ τυρίαν τὸν αἱρετικών προσίεσθαι διορίζεται, όπου με οὐδὲ πιστὸν ἕνα μόνον· Ἐπὶ στόματος γὰρ, ο φησί, δύο μαρτύρων ή τριῶν, σταθήσεται πᾶν ῥῆμα· ο καὶ ὁ ᾿Απόστολος· ι Κατὰ πρεσβυτέρου κατηγορίαν με παραδέχου, εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
col. 1245–1246page 147 of 224
PG 144:1245Ὁ δὲ τῆς ἐν Καρθαγένη ρλα'; 'Αρχήν, φησί, τοὺς κεκωλυμένους εγκληματικῶς ἐνάγειν, οὐδὲ εἰς μαρτυρίαν προσίεσθαι χρή· τοὺς δ᾽ αὖ τὸν βίον ἀστείους, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προ δεδιωμένα, μὴ ἀνήβους εἶναι, ἐντὸς δηλαδὴ τὸν ἐτῶν, τῷ μήπω τούτοις εὐσταθὲς εἶναι τὸ φρόνημα. 'Αλλ' οὐδὲ οἰκειακοὺς τὸν κατηγοροῦντα παράγειν δεῖ μάρ τυρας, καὶ ὑπεξουσίους αὐτῷ, ἢ ὑποχειρίους, οὓς, εἰ μὴ πείθοιντο τὰ κατὰ νοῦν αὐτῷ λέγειν, ἐξέσται οἱ χολάζειν. Σεμνῆς δὲ μεταποιούμενοι πολιτείας οἱ ὑποχείριοι, ἱερεῖς, φημί, καὶ διάκονοι, καὶ λογικών ἐπιστήμονες μαθημάτων, οὐκ ἀπόβλητοι πρὸς μαρ τυρίαν ἔσονται. Ὁ δὲ νθ', Εἰ κληρικοί, φησί, παρὰ τῷ τῆς Ἐκ κλησίας κριθείεν δικαστηρίῳ, ὡς ὁ Ἀπόστολος παραγγέλλει, ο Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;» καὶ θάτε ρον μέρος τῆς ἐξενεχθείσης καταγνοίη ψήφου, μὴ ἐξεῖναι θατέρῳ μέρει εἰς τὸ τῆς ἐκκλήτου δικαστήριον ἔλκειν πρὸς μαρτυρίαν τὸν πρότερον τὴν ὑπό θεσιν δοκιμάσαντα, ἢ καὶ κρινομένης παρατυχόντα, μηδὲ τοὺς γένει προσήκοντας προβάλλεσθαι μάρ τύρας. Νόμοι. Αξιοπίστους εἶναι δεῖ τοὺς μάρτυρας. Καὶ παράγονται καὶ ἐπὶ χρηματικῶν καὶ ἐγκλη ματικῶν ὑποθέσεων, εἰ μὴ κεκωλυμένοι ὑπὸ τοῦ νόμου, ἢ ἐξκουσατευόμενοι. Απόβλητος εἰς μαρτυρίαν γίνεται ὁ καταδικασθεὶς διὰ τὸ ποιῆσαι ταραχώδη φλυαρίαν. Δεῖ τοὺς μάρτυρας πρότερον ομνύναι, πρὶν ἢ μαρτυρήσωσι· τοῖς τιμιωτέροις δὲ μᾶλλον πιστεύειν. Ἑνὸς δὲ μαρτυρία, οὐκ ἔστι δεκτὴ ἐν οἰᾳδήποτε δίκῃ, κἂν συγκλητικὸς ᾖ. Τῇ κατὰ τοῦ ἐπισκόπου ἀγωγῇ, εἰ μὲν χρηματικὴ εἴη, μέχρι λίτρας μιᾶς, δύο πιστοὶ ἔντιμοι μάρτυρες ἐνομότως μαρτυρήσουσιν· εἰ δὲ μέχρι ν λιτρῶν, τρεῖς· εἰ δὲ ἐπέκεινα, ε'. Εἰ δὲ ἐγκληματικὴν εἴη τὸ αἰτίαμα, διὰ ε' μαρτύρων πιστῶν καὶ ἐντίο μων ὀμνύντων ἀποδείκνυται. Οὐκ ἔστιν ἀξιόπιστος μάρτυς ὁ κελεύεσθαι δυνά μενος παρ' ἐμοῦ ἐπὶ τῷ μαρτυρήσαι. Δ. Ο κατήγορος οίκειακούς μάρτυρας οὐ δύναται παράγειν. Ο κατὰ συκοφαντίαν ἐπὶ παραστάσει παρὰ δι καστῇ προσφόρῳ αἰτιώμενος ἐπίσκοπον, λ' δίδωσι λίτρας. Κατὰ τρεῖς τρόπους ή συκοφαντία γίνεται, καὶ τριπλῆ ἡ ἐπεξέλευσις· ἡ γὰρ συκοφαντεί τις ὡς πλαστῶς κατηγορῶν, ἡ προδότης τῆς ἰδίας ὑποθέσ σεως γίνεται, τ' ἀληθῆ ἐγκλήματα κρύπτων, ἢ φευ γυδικεῖ, τελείως αναχωρῶν τῆς κατηγορίας. Οὐ πάντως δὲ συκοφάντης ἐστὶν ὁ μὴ ἀποδεικνὺς δ κατηγόρησεν, ἀλλ' ἐν τῇ κρίσει τοῦ δικαστοῦ ἐστι, μετὰ τὸ ἐλευθερωθῆναι τὸν κατηγορούμενον, ζητή σαι περὶ τούτου. Κἂν μὲν εἴπῃ Οὐκ ἀπέδειξας, ἐφεί σατο αὐτοῦ· ἂν δὲ εἴπῃ Ἐσυκοφάντησας, κατεδίκασεν
col. 1247–1248page 148 of 224
PG 144:1247ἡ αὐτὸν εἰς συκοφαντίαν· κἂν μηδὲν εἶπῇ περὶ τῆς ποινῆς, ἐπακολουθεῖ γάρ ἂν δὲ εἴπῃ, Προπετώς ἐκίνησας, ήγουν οὐκ ἀπέδειξας, οὐ ποιεῖ αὐτὸν συκοφάντην, οὐδὲ ποινὴν ὁ τοιοῦτος ὑφίσταται. Ἡ γυνὴ οὐ μετέρχεται ἀνδρῷον ὀφφίκιον, οὐδὲ ἐν διαθήκῃ μαρτυρεῖ, εἰ μὴ ἐν οἷς ἄνδρες οὐ προσκαλοῦνται. Ἀλλ᾿ οὐδὲ συνηγορεῖν ταύταις ἐφεῖται δη μοσίᾳ, ἑαυταῖς δὲ μόνον συνηγοροῦσι καὶ γυνὴ καὶ τυφλός· ουτος δὲ καὶ δικάζειν δύναται. Ἡ δὲ μη νεαρὰ τοῦ βασιλέως Λέοντος κωλύει τὰς γυναῖκας ἐπὶ συμφώνοις μαρτυρεῖν καὶ συναλλάγμασιν· ἐπὶ δὲ τοκετῶν, καὶ ἐφ᾽ ὧν μόνη θηλειών όψις δραν συγκεχώρηται, ἐπιτρέπονται μαρτυρεῖν. 'Εκ τῆς ραγʹ Ιουστινιανείου νεαράς. Τοῖς εὐλαβεστάτοις πρεσβυτέροις καὶ διακόνοις, εἰ εὑρεθεῖεν ὑπὲρ χρηματικῆς αἰτίας ψευδομαρτυρήσαντες, μὴ μέντοι γε δραῳ τὸ ψεῦδος βεβαιωσάμενος, τούτοις ἀρκέσει, ἀντὶ βασάνων, ἐπὶ τρεῖς ἐνιαυτούς χωρίζεσθαι τῆς θείας υπηρεσίας, καὶ μοναστηρίας παραδίδοσθαι. Εἰ δὲ καὶ τῷ ψεύδει τὸν ὅρκον προσέθηκαν, ὁ κανὼν αὐτοὺς προέκοψε τῆς ἱερωσύνης. Ὑπὲρ δὲ ἐγκληματικῶν αἰτιῶν εἰ ψευδομαρτυρίαν είποιεν, ἐγγραψάμενοι δηλονότι, ὡς τοῖς θείοις ώρισται κανότι, τοῦ κλήρου ἀπογυμνοῦνται καὶ ταῖς νομί μοις ποιναῖς ὑποβάλλονται. Αρκοῦσι πρὸς ἀπόδειξιν πέντε μάρτυρες, ἐγγράφων μὴ ὄντων· εἰ δέ εἰσιν ἔγγραφα, ήτοι συμβόλαια, τρεῖς μόνον ἀρκοῦσιν. Οι μάρτυρες ἀκοῇ μὴ μαρτυρείτωσαν, λέγοντες ὡς Ἠκούσαμεν ἔκ τινος τόνδε χρεωστεῖν, ἢ τόνδε καταβάλλεσθαι, κἂν δὲ ταβουλάριοι εἶεν οἱ ταῦτα μαρτυροῦντες. Ἐπὶ γὰρ τῶν ἐγκληματικῶν ἀνάγκη πᾶσα παραχθῆναι τοὺς μάρτυρας, καὶ μὴ τὰς φω νὰς αὐτῶν. Τοῖς μάρτυσι καὶ οὐ τοῖς μαρτυρίοις πιστευτέον αὐτοπροσώπως γὰρ ἐρωτῶνται παρὰ τῶν δικαστών ἐπὶ τῶν ἐγκλημάτων, καὶ ὁ μὴ δεικνὺς τὸ παρ' αὐτ τοῦ προτεθὲν ἐξορίζεται. Οἱ πένητες οὐ μαρτυροῦσι· πένης δέ ἐστιν ὁ μὴ ἔχων ν' νομισμάτων περιουσίαν. Οὐ μαρτυρεῖ ἀπελεύθερος κατὰ πάτρωνος, παιδὸς αὐτοῦ. Οὐ μαρτυρεῖ ὁ ἥττων τῶν κε' ἐτῶν, οὔτε ὁ ἐν δημοσίῳ δικαστηρίῳ καταδικασθεὶς, καὶ μὴ ἀποκαταστὰς, ἢ ἐν δεσμοῖς, ἢ ἐν δημοσίᾳ φρουρά βληθείς οὔτε ὁ ἐλεγχθεὶς λαβεῖν χρήματα ἐπὶ τῷ μαρτυρῆσαι, ἢ μὴ μαρτυρῆσαι· οὔτε ὁ καταδικασθεὶς ἐπὶ μοιχεία. Υιός πατρί, ἢ πατήρ υἱῷ, οὐ μαρτυρεί. Οὔτε οἱοσδήποτε ἐν ἰδίῳ πράγματι. Ο δοῦλος οὐ μαρτυρεῖ· οὐ γὰρ χρή πιστεύει προπετῶς τοῖς οἰκέταις λέγουσι κατά δεσποτων φύσει γὰρ ὁ δοῦλος τῷ δεσπότῃ πολέμιος. Ο κατά τινος ήδη μαρτυρήσας οὐ μαρτυρεῖ τὰ λιν κατ' αὐτοῦ. Κωλύεται μαρτυρεῖν ἄνησος, χωρίς, άλαλος, μαν
col. 1249–1250page 149 of 224
PG 144:1249Δ. νόμενος, ἄσωτος, υἱός ὑπεξούσιος, ὅταν ὁ πατὴρ αὐ-; τοῦ παρ' ἄλλου γραφῇ κληρονόμος ἐν διαθήκη. Η παραγραφὴ κατὰ μὲν τοὺς νόμους πολλαχώς, κατὰ δὲ τοὺς βήτορας τετραχώς γίνεται· ἀπὸ τοῦ λείποντος· οἷον ἀσώτου πατὴρ ἀφανὴς ἐγένετο, καὶ φόνου ὁ υἱὸς φεύγει· ἀπὸ τοῦ ὑπερβάλλοντος· οἷον δέκα νέοι επωμόσαντο μὴ γῆμαι, καὶ φεύγουσι κακοῦ βίου· ἢ ἀφ᾽ ὧν ἕτεροι πεποιήκασιν οὐ δεῖ κρίνεσθαι, οἷον ὁ τρισαριστεύς, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιο, καὶ προδοσίας φεύγων· ἢ κατὰ χρόνον, οἷον δειλού παῖς ἡρίστευσε, καὶ μοιχείας κρίνει τὴν γυναῖκα. Εξι περὶ τῶν ἐνδίκως καθαιρεθέντων. Ὁ δ' κανὼν τῆς ἐν ᾿Αντιοχείς συνόδου, Ὁ ὑπὸ συνόδου καθαιρεθείς, φησὶν, ἐπίσκοπος, ἔτι δὲ πρεσ σβύτερος, ἢ διάκονος, ὑπὸ τοῦ ἰδίου τοῦτο παθὼν ἐπισκόπου, εἰ μετελθεῖν ὁτιοῦν βουληθείη, & τοῖς Ιερεῦσιν ἔθος, μὴ ἐξεῖναι τούτῳ ἀδίκως ἔτι διατεινομένῳ παθεῖν ἑτέρα προσιέναι συνόδῳ, καὶ ζητεῖν ἐξετάσει τὰ κατ' αὐτὸν δοθῆναι, μηδὲ χώραν ἀπο λογίας αὐτῷ μετεῖναι· τοὺς δέ γε συνειδότας τὴν κατ' αὐτοῦ ἀπόφασιν, καὶ κοινωνεῖν αὐτῷ τολμήσαντας, καὶ τούτους τῆς Ἐκκλησίας ἐκκόπτεσθαι. Ο δὲ ιβ' τὸν ὑπὸ τοῦ ἰδίου αὖθις ἐπισκόπου καθαιρεθέντα, πρεσβύτερον ἢ διάκονον, ἢ ὑπὸ συνόδου ἐπί σκοπον, ἀπαγορεύει προσιέναι τῷ βασιλεῖ, καὶ παρ' αὐτῷ ζητεῖν τὴν ἐξέτασιν, ἀλλὰ μείζονι ἐπισκόπων συνόδῳ, καὶ ἃ νομίζει δίκαια ἔχειν, τούτοις προσαναφέρειν, καὶ τὴν παρ' αὐτῶν ἐξέτασιν ἐκδέχεσθαι καὶ ἐπίκρισιν. Εἰ δέ τις τούτων ὀλιγωρήσας ἐνοχλῆσαι τολμήσει τῷ βασιλεῖ, μηκέτι χώραν ἔχειν ἀπολογίας, μηδὲ ἐλπίδα μελλούσης αποκαταστάσεως. Ει γὰρ καὶ παντὶ καταδικαζομένῳ καὶ ἀδικεῖσθαι οιο μένῳ ἡ τῆς Ἐκκλησίας βοήθεια δέδοται, ἀλλ' ἐπει τοί γε τῶν πατριαρχῶν αἱ ψῆφοι ἐκκλήτῳ οὐχ ὑπόσ κεινται, ὁ πειρώμενος ἔκκλητον εἰς βασιλέα ποιή σασθαι, μετὰ τὴν τοῦ πατριάρχου ἐξενεχθεῖσαν ἀπόφασιν, τιμωρεῖται κατὰ τὸν παρόντα κανόνα. Ὁ δὲ κη' τῶν ἁγίων ἀποστόλων κανὼν τὸν καθαιρεθέντα δικαίως ἐπίσκοπον, ἢ πρεσβύτερον, ή διά χονον, ἐπὶ ἐγκλήματι φανεροῖς, καὶ ἅψασθαι τολμήσαντα τῆς ἀφαιρεθείσης αὐτῷ λειτουργίας, ἐκχό εκκό πτεσθαι παντάπασι κελεύει τῆς Ἐκκλησίας, διά τε τυχὸν τῆς αὐθαδείας τὸ περιὸν, καὶ ὅτι ἄλλως κολα σθῆναι κανονικῶς οὐκ ἔνι τὸν ἤδη καθαιρεθέντα. Ὁ δὲ ξε' τῆς ἐν Καρθαγένῃ, δικαίως κληρικού καταδικασθέντος, φησί, πρὸς τοῦ οἰκείου ἐπισκόπου, μηκέτι ἐκκλήτῳ βοηθουμένου, τοῦ κληρικοῦ δηλαδή, τοὺς χειρὶ χρωμένους, καὶ κωλύοντας τὴν ὁρισθεῖσαν κατ' αὐτοῦ ψῆφον τὸν ἐπίσκοπον ἐπενεγκεῖν, αἰτεῖσθαι χρὴ τὴν σύνοδον πρὸς τοῦ βασιλέως ποινή τούτους χρηματικῇ, καὶ ἀφαιρέσει τῆς τιμῆς ὑπο βάλλεσθαι, εἴτε τῆς Ἐκκλησίας εἶεν οἱ τοιοῦτοι δή που, εἴτε τοῦ λαοῦ, κἂν ὁποίας ὦσι καὶ ἡλικίας καὶ ούσεως. Ὁ δὲ ν' καὶ τῶν ἐπισκόπων τοὺς μὴ ταῖς ψήφοις ὑποκύπτοντας τῆς συνόδου τῇ τῶν ἀρχόντων ἐξου σία κελεύει δίδοσθαι· πλὴν οὐκ ἔννομον τοὺς ἱερω
col. 1251–1252page 150 of 224
PG 144:1251ή μένους εἰς κόλασιν κοσμικοῖς ἄρχουσι παραδίδο Π. σθαι, εἰ μὴ πρότερον καθαιρεθείεν. Τοῦτο δὲ γίνε ται, ἢ ὅταν μὴ δυνατή ή σύνοδος ᾖ τὴν οἰκείαν ἀπό φασιν εἰς ἔργον ἐξενεγκεῖν, ἢ ὅταν μέγα ᾖ τὸ ἁμάρ τημα, καὶ δεῖ τῇ παρὰ τῆς Ἐκκλησίας, καὶ τὴν παρὰ τῶν ἀρχόντων ἐπακολουθῆσαι κόλασιν. Εἰ γὰρ εὑρεθείη τυχὸν ἱερωμένος ἐπιβουλεύων τῷ βα σιλεῖ, πρὸς τῇ καθαιρέσει, καὶ τοῖς ἄρχουσι πρὸς ἐξέτασιν ἐκδοθήσεται, ὥστε καὶ κατεἰπεῖν τοὺς συνίστορας, ὥσπερ δὴ καὶ ἡ ῥηθεῖσα ραγ. Ἰουστινιάνειος νεαρὰ περὶ τῶν τοιούτων διακελεύεται. Νόμοι. Ἐπίσκοπος κανονικῶς τῆς ἱερωσύνης ἐκπεσών, καὶ ἐπιβαίνων τῇ πόλει ἀφ᾽ ἧς ἐξεβλήθη, ἢ κατα λιμπάνων τὴν τόπον ἐν ᾧ διάγειν ἐκελεύσθη, μονα στηρίῳ ἄλλης ἐπαρχίας εμβάλλεται. Ἐπίσκοπος ἀπὸ συνόδου καθαιρεθείς, καὶ ποιή σας τι στασιώδες πρὸς τὸ αὖθις ἀναλαβεῖν τὴν ἐπισ σκοπὴν, ἀπὸ ἑκατὸν μιλίων ἧς ἐξεβλήθη πόλεως οἰκείτω, μηδὲ βασιλεῖ προσιτός ἔστω. Εἰ δὲ καὶ προσιὼν ἀντίγραφα λήψοιτο, ἄχρηστα ἔστω καὶ ὁ ἐκδικῶν αὐτὸν ἀγανακτείσθω. ΚΕΦΑΛ. Θ' [ΙΔ']. Οτι δὶς ἐπὶ τὸ αὐτὸ ἐκδικεῖν οὐ χρή. Ο κε' τῶν ἁγίων ἀποστόλων κανών, Επίσκοπος, φησίν, ἢ πρεσβύτερος, ἢ διάκονος, ἐπὶ πορνεία ἀλοὺς, ἡ ἐπιορκίᾳ, ἢ κλοπῇ, καθαιρείσθω καὶ μὴ ἀφοριζέσθω· Οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· οἱ γὰρ ἱερᾶσθαι λαχόντες, εἰ καθαιρεθείεν, αλλά γε τῆς τῶν πιστῶν κοινωνίας οὐκ ἀφορίζονται, κἂν οἰῳδήποτε πάθει περιπαρῶσι. Μόνοι γε μὴν τῶν εὐθυνῶν ἀμφοτέρων τιμώνται διὰ τὸ περιὸν τῆς κακίας, οἱ διὰ χρημάτων ἢ δυναστείας ἀρχόντων, Ιερωσύνην, ἢ προστασίαν ἄλλως λαοῦ δεξάμενοι τούτους γὰρ ὁ κθ' ἀποστολικὸς κανὼν, ἔτι δὲ καὶ ὁ λ' καὶ τοὺς αὐτοῖς κοινωνοῦντας, οὐ μόνον καθαιρέ σε:, ἀλλὰ καὶ ἀφορισμῷ ὑποτίθησιν. Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ λβ' κανόνι τὴν ἐν τῇ πρώτῃ τῶν καθολικῶν τοῦ εὐαγγελιστοῦ Ἰωάν νου καὶ Θεολόγου ἐκλέξας φωνήν, τὴν ούτωσί πως διεξ:οῦσαν· ι Εστιν ἁμαρτία πρὸς θάνατον, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον· τοὺς τὴν προς θάνατον ἁμαρτίαν, φησὶν, ἁμαρτάνοντας κληρικούς, τὴν μέχρι πράξεως δηλαδή προχωρήσασαν, ἐκπίπτειν μὲν τοῦ βαθμοῦ τῆς ἱερωσύνης, τῆς ἐν τῇ εὐχῇ δὲ κοινωνίας τῶν λαϊκῶν μὴ ἐξείργεσθαι· ἐν οὐδενὶ γὰρ τῶν τέταχα διαιρουμένων τῆς μετα νοίας σταθήσονται τόπων· οὐ γὰρ ἐκδικήσεις δις ἐπὶ τὸ αὐτό. Ὥσπερ δὲ τὴν ἔμπρακτον ἁμαρτίαν πρὸς θάνατον λέγει φέρειν τὸν τῆς ψυχῆς, πορνείαν τι χόν, ἢ φόνον, ἢ τι τῶν τοιούτων, οὕτω τὴν ἄχρι βουλῆς καὶ συγκαταθέσεως προϊοῦσαν, οὐκ ἀνεπιτίμητον μὲν εἶναι, οὐ μὴν καὶ τὸν παντελῆ τῆς ψυχῆς μνηστεύεσθαι θάνατον, ὥστε καὶ καθαίρεσιν ἐπ ἄγειν, κατὰ τὸν δ' τῆς ἐν Νεοκαισαρεία συνόδου και νόνα, ὃν ζήτει ἐν τῷ ιε' κεφ. τοῦ 1 στοιχείου. Ού δὲ γὰρ ἂν πόρνος κριθείη, ὁ πορνεῦσαι μὲν προθέμενος, τὴν πράξιν δὲ μὴ τελέσας· ὡς δὲ καὶ ἐπὶ τοῦ φονέως λογιστέον, ὥς φησιν ὁ μέγας Θεολόγος Γρ
col. 1253–1254page 151 of 224
PG 144:1253Δ. γόριος, Εἰ κρίνει; φόνου τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, καὶ τὰ ἑξῆς. Τινὲς δέ φασι πρὸς θάνατον εἶναι ἁμάρτημα τὸ κεφαλῆς ἀφαίρεσιν, καὶ θάνατον ἐπάγον τῷ ἁμαρτάνοντι, καὶ κρίνειν τὸν ἅγιον μηδέν. πλέον τῆς καθαιρέσεως τὸν ἱερέα ὑφίστασθαι, καν μεγάλων αὐτουργὸς γέγονεν ἐγκλημάτων, ἃ δὴ καὶ θάνατον κατὰ τοὺς νόμους, καὶ κεφαλικὴν τὸ δη λεγόμενον ἐφέλκονται κόλασιν. Ἐν δὲ τῷ να' μίαν ἐπὶ τοῖς παραπεσοῦσι τῶν κλη ρικῶν ἁπάντων τὴν τιμωρίαν ὡρίσαντο, φησὶν, οι Πατέρες, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τύχοιεν ὄντες, καὶ χειροτονίαν πρεσβυτέρου ἢ διακόνου ἢ ὑποδιακόνου δεξάμενοι, εἴτε ἐν ἀνα γνώστου σφραγίδι ή ψάλτου, ή θυρωροῦ· οὐ γὰρ τοὺς μείζονος ὄντας βαθμοῦ μᾶλλον κολάζουσι, χου φότερον δὲ τοὺς ἐλάττονος· ἀλλ᾿ ὥσπερ ἐκεῖνοι τῆς ἱερωσύνης είργονται, οὕτως οἱ ἀναγνῶσται, τοῦ εἰσ ελθεῖν εἰς τὸ βῆμα, ἢ ἐπὶ ἄμβωνος ἀναγνῶναι, ή εἰς μείζονα προκόψαι βαθμόν. Τούτοις συνάδων καὶ ὁ κζ' τῆς ἐν Καρθαγένη, Οι ἐπὶ ἀνηκέστοις, φησὶν, ἁμαρτήμασιν ἐληλεγμένοι κληρικοὶ, καὶ παρὰ τοῦτο τῶν οἰκείων βαθμῶν ἐκε πίπτοντες, οὐκ ἀφορίζονται μὲν τῆς τῶν πιστῶν ὁμηγύρεως, ἀρκεῖν γὰρ αὐτοῖς εἰς κόλασιν τὴν καθαίρεσιν μόνην· ἀλλ' οὐδ᾽ ἡντιναοῦν χειροτονίαν τῆς ἐκτὸς τοῦ βήματος υπηρεσίας οίεται δέξασθαι, οὐδὲ ἀναβαπτίζονται, ὡς δῆθεν τοῦ ἐγκλήματος ἐκπλυνθῆναι, ὥς τινες κακῶς οἴονται, καὶ εἰς βαθμὸν αὖθις κλήρου προκόψαι. Εν γὰρ τὸ σωτήριον βάπτισμα· διὰ δὲ τοῦτο καὶ οἱ μετὰ τὴν καθαίρεσιν ἐπ' ἄμβωνος ἀναγινώσκοντες, ἢ εὐχὰς, ἢ εὐλογητὸν " λέγοντες, οὐχ ὅσια ὁρῶσι. Ζήτει καὶ ἐν τῷ θ' κεφ. τοῦ παρόντος στοιχείου κανόνα ν' τῆς ἐν Καρθαγένη συνόδου. Ζήτει καὶ ἐν τῷ ιε' κεφ. τοῦ Π στοιχείου κανόνα γ' τοῦ μεγάλου Βασιλείου, ΚΕΦΑΛ. Ι' [ΙΒ']. Περὶ τῶν διωκόντων τινὰς δι' εὐ σέβειαν. Ζήτει ἐν τῷ α' κεφ. τοῦ στοιχείου κανόνα θ' τῆς ἐν ᾿Αγκύρᾳ συνόδου καὶ τὴν πρὸς Ρουφινιανὸν τοῦ μεγάλου ᾿Αθανασίου ἐπιστολήν. ΚΕΦΑΛ. ΙΑ' [Γ]. Περὶ δούλων ἐλευθερίας καὶ κληρώσεως. 'Ο πε' τῆς ς' συνόδου κανὼν ἐπὶ τῆς τῶν δούλων ἐλευθερίας μὴ πλείους τῶν τριῶν μαρτύρων παρα λαμβάνεσθαι ἀξιοῖ· Ἐπὶ δύο γὰρ, ὥς φησιν ἡ Γρα φή, η τριῶν μαρτύρων πᾶν ῥῆμα βεβαιούμενον Ισμεν. Ο δέ γε γ' τῆς ἐν Γάγγρᾳ συνόδου ἄγνωμον οἴε ται κομιδή, δοῦλον ἀναπείθειν, προφάσει θεοσεβείας καὶ ἀσκήσεως, δεσπότου καταφρονεῖν, καὶ μὴ μετ' εὐνοίας καὶ τιμῆς ὑπείκειν τούτῳ, καὶ διακονεῖσθαι ταύτῃ τοι καὶ τὴν δικαίαν ἐνδεικνύμενος ἀγανάκτησιν, τῷ ἀναθέματι τὸν τῆς ἀγνωμοσύνης παραπέμπει διδάσκαλον. Ο γάρ τοι θεῖος ᾿Απόστολος τοῖς τὸν ζυγὸν ἕλκουσι τῆς δουλείας διὰ Τιμοθέου παρεγγυᾶται τοῦ πάνυ, πάσης τιμῆς ἀξίους τοὺς δεσπότας ἡγεῖσθαι· «Εἰ δὲ καὶ πιστοὶ εἶεν οἱ δεσπόται, φησί, μὴ περιφρονείτωσαν αὐτούς, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν οἱ τῆς εὐερ
col. 1255–1256page 152 of 224
PG 144:1255γεσίας ἀντιλαμβανόμενοι· ν καὶ πρὸς τὸν θεῖον αὖθις Τίτον ο Δίδασκε δούλους οἰκείοις δεσπόταις ὑποτάσσεσθαι, καὶ ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδειχνα μένους ἀγαθήν. ο Ὁ δὲ πβ' τῶν ἁγίων ἀποστόλων, πᾶσαν πρόφασιν σκανδάλου περιαιρῶν, οὐκ ἐπιτρέπει δοῦλον ἀλλό τριον παρά γνώμην τοῦ δεσπότου κληροῦσθαι· ὅλου γὰρ οἴκου ἀνατροπὴ ἔσθ' ὅτε γίνεται τοῦτο, καὶ λύ πης καὶ ἀτιμίας αἴτιον τῷ δεσπότῃ. "Η γὰρ τοῦ οἴκου τοῦτον εἶχε διοικητὴν, ἢ ἐργαστηρίου προϊστάμενον, ή χρήματα εἰς ἐμπορίαν πεπίστευτο. Εἰ δὲ ἄξιος ὁ οἰκέτης ἱερατικοῦ κριθείη βαθμοῦ, κοινοῦσθαι χρή τὸν ἐπίσκοπον τὰ περὶ αὐτοῦ τῷ δεσπότῃ, καὶ εἰ κἀκεῖνον σχοίη πειθόμενον, χειροτονεῖν ἀδεῶς τὸν οἰκέτην. Καὶ ὁ μέγας γὰρ Παῦλος τὸν Ονήσιμον, δοῦλον ὄντα Φιλήμονος, καί τοι εύχρηστον αὐτῷ κρι θέντα εἰς διακονίαν, ὅμως ἄνευ γνώμης τοῦ δεσπό του κατέχειν οὐκ ᾤετο δεῖν, ἀλλ' ἔπεμψεν αὐτὸν πρὸς Φιλήμονα. Ο δὲ δ' τῆς τετάρτης συνόδου καὶ ἀκοινώνητον εἶναι κελεύει τὸν δεχόμενον εἰς μοναστήριον δοῦλον ἐπὶ τῷ μονάσαι παρὰ γνώμην τοῦ ἰδίου δεσπότου. Νόμοι. Ο δὲ νόμος ἀρχεῖν εἰς ἐλευθερίαν φησὶ τοῦ δούλου τὸ εἰδότος τοῦ δεσπότου καὶ μὴ ἀντιλέγοντος, τῷ κλήρῳ αὐτὸν καταλεγῆναι. Η δὲ νεαρὰ τοῦ σοφοῦ Λέοντος, Τὸν κληρωθέντα δοῦλον, φησίν, ἀγνοοῦντος τοῦ δεσπότου, ἀλλὰ μὴν καὶ τὸν μονάσαντα, καὶ τὸν γεγονότα ἐπίσκοπον, τῷ προτέρω δεσπότῃ καὶ ἄκοντα ἀποκαθίστασθαι, μην δὲν τῆς χειροτονίας ἀπονάμενον. Οὐ μὴν ἀπροσδιορίστως δύναται ὁ δεσπότης ἀνακαλεῖσθαι τοῦτον, ἀλλ' ἐντὸς τριετίας μετὰ τὸ λαβεῖν αὐτὸν εἴδησιν τοῦ γεγονότος ἀριθμουμένης. Η τῶν προσώπων ἄκρα διαίρεσις αὕτη ἐστίν· ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσιν ἐλεύθεροι, οἱ δὲ δοῦλοι καὶ ἐλευθερία μέν ἐστιν εὐχέρεια φυσική, ἑκάστῳ συγχωροῦσα πράττειν & βούλεται, εἰ μὴ νόμος ἢ βία κωλύει: δουλεία δέ ἐστιν ἐθνικοῦ νόμου διατύπωσις καὶ πολέμων ἐπίνοια, ἐξ ἧς τις υποβάλλεται τῇ ἑτέρου δεσποτείᾳ, ὑπεναντίως του φυσικού νόμου" ἡ γὰρ φύσις πάντας ἐλευθέρους προήγαγεν. Πάλιν οἱ ἐλεύθεροι διαιρούνται εἰς δύο, εἰς εὐγε νεῖς καὶ ἀπελευθέρους. Καὶ εὐγενής μέν ἐστιν ὁ εὐθέως ἅμα τῷ τεχθῆναι ἐλεύθερος ῶν, καὶ μήπω τοῦ ζυγοῦ τῆς δουλείας γευσάμενος· ἀπελεύθερος δὲ ὁ ἐκ δούλου ἐλευθερωθέντος γεννηθείς. Δύναταί τις ἐλευθεροῦν τὸν ἑαυτοῦ δοῦλον ἢ ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις, ἢ ἐπὶ ἄρχοντος, ἢ ἐπὶ φίλων πέντε ἐπὶ τοῦτο προσκληθέντων, ἢ καὶ μέχρι τριῶν ἀπογραφομένων, ἢ δι᾽ ἐπιστολῆς, ἡ ἐν διαθήκη, ἢ ἐν οἰᾳδήποτε τελευταία βουλήσει. Καὶ ἐὰν τὸν ἴδιον δοῦλον ἐλευθέρῳ προσώπῳ ζεύξῃ, ἢ παρὰ γνώ μην αὐτοῦ ζευγνύμενον ἀκούσας ἀνάσχηται. Δοῦλος στρατευόμενος εἰδήσει τοῦ οἰκείου δεσπότου ἐλευθεροῦται. Ο μηνύων τὸν φόνον τοῦ οἰκείου δεσπότου την ἐλευθερίαν ἐχέτω ὡς ἔπαθλον.
col. 1257–1258page 153 of 224
PG 144:1257Ποινὰς ὑφίσταται ὁ ἀπελεύθερος μὴ τιμῶν τοὺς παῖδας τοῦ ἰδίου πάτρωνος· ὁ δὲ ὑβρίζων καταδουλοῦται ὑπ' αὐτοῦ ὡς ἀχάριστος. Τὸν πενόμενον πάτρωνα ἀναγκάζεται τρέφειν ὁ ἀπελεύθερος. ΚΕΦΑΛ. ΙΒ' [Δ']. Περὶ δωρεῶν. Νόμοι. Πᾶσα δωρεά τελεία γενομένη οὐκ ἀνατρέπεται, εἰ μὴ ἐξ ἀχαριστίας. Ἐὰν ὁ τὴν δωρεὰν εἰληφὼς ἀχάριστος ὀφθῇ περὶ τὸν δωρησάμενον, σκαιαῖς κατ' αὐτοῦ χρησάμενος ὕβρεσιν, ἢ χεῖρας ἀδίκους ἐπαγάγῃ, ἢ ζημίαν μεγίσ στην ἐπενέγκη, ἢ εἰς τὴν ζωὴν ἐπιβουλεύσῃ, ἢ τὰ ἐν τῇ δωρεά πάντα είτε εγγράφως ἢ ἀγράφως γεγονότα μὴ πληρώσῃ, μία γὰρ ἐκ τούτων τῶν αἰτιῶν ἐὰν ἐν δικαστηρίῳ κατὰ σύστασιν φανερῶς ἀποδειχθῇ, ἀνατραπέσθωσαν αἱ γενόμεναι δωρεαί. Οὔτε ἄνησος, οὔτε ἄνους δύναται δωρεῖσθαι· ἐν οὐδενὶ γὰρ τούτων ἐστὶ βούλησις. Εάν χαρίσηταί τις ἀφήλιξ τινὶ πρᾶγμα αὐτοῦ, δύναται, μετὰ τὸ παρελθεῖν τὰ κε' ἔτη, ἐντὸς τετρας τίας ἀγωγὴν ποιεῖσθαι, καὶ τὸ οἰκεῖον ἐπαναλαμβάνειν πράγμα. Εἴ τις δωρεάν ἄμετρον εἰς τινα ή τινας τῶν παί δων τοιήσαιτο, ἀνάγκην ἔχει ἐν τῇ διανομῇ τοῦ κλή ρου, τοσοῦτον ἐκάστῳ τῶν παίδων φυλάττειν τὰ ἐκ τοῦ νόμου μέρος, ὅσον ἦν πρὶν ἢ τὴν δωρεάν δ πατὴρ εἰς τοὺς παῖδας τοὺς ταύτῃ τετιμημένους ποιήσαιτο. ΑΡΧΗ ΤΟΥ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ ἐγγύης. Ο μὲν κ' τῶν ἁγίων ἀποστύλων κανών, μηδὲν περὶ διαφορᾶς ἐγγύης διαστειλάμενος, ἀπροσδιορίστως κελεύει τὸν ἐγγύας διδόντα κληρικὸν καθαιρεῖσθαι. Δίδωσι δέ τις ἐγγύας ἢ ὑπὲρ ἑαυτοῦ, ἡ ὑπὲρ ἄλλου· καὶ εἰ μὲν εἰς δικαστήριον ἀχθεὶς ὁ κληρικὸς, καὶ ἐγγύας εισπραττόμενος δοίη, τοῦ μὴ ἀπο ὁρᾶναι τυχὸν, οὐδὲν περὶ τὸ οἰκεῖον ἀξίωμα ζημιωθήσεται. Ἐπεὶ καὶ οἱ ἐν τῇ οἰκουμενικῇ τετάρτῃ συνόδῳ θεῖοι Πατέρες, (ὡς ὁ λ' αὐτῆς διέξεισι κανών), καὶ οἱ συνόντες τούτοις ἐκ τῆς συγκλήτου, ἐγγύας, ἀπῄτης σαν τοὺς ἀπ᾿ Αἰγύπτου ἐπισκόπους προσεδρίας χά ριν, ἢ τούτων ἀποροῦντας, ἐξωμοσίαν ποιήσασθαι, ὑπέρθεσιν ζητοῦντας καιροῦ, καὶ οὐδὲν οὐδενὶ βλάβος ἐκ τούτου γεγένηται· τρισκαίδεκα γὰρ ὄντες οἱ ἐξ Αἰγύπτου ἀρχιερεῖς, γράμμασιν οὐκ ἐπείθοντο τὰ τῇ ἁγίᾳ δογματισθέντα συνόδῳ ὑποσημήνασθαι, εἰ καὶ , τοὺς περὶ τὸν Διόσκορον καὶ Εὐτυχέα συνάμα τοῖς ἄλλοις τῷ ἀναθέματι καθυπέβαλον· παρῃτοῦντο γὰρ οὐχ ὡς ἀπαρεσκόμενοι τοῖς δρωμένοις, ἀλλὰ τῷ ἔθος ἔχειν, ὡς ἔλεγον, μηδέν τι πράττειν ἐκκλησιαστικὸν δίχα γνώμης τοῦ σφῶν αὐτῶν πατριάρχου, τοῦ τῆς Αλεξανδρείας δηλαδή, οὗ τηνικαῦτα ὁ θρόνος ἐκεῖ νος χηρεύων ἦν. Αμέλει καὶ καιρὸν ᾐτοῦντο σφίσι δοθῆναι μέχρις ἂν ᾿Αλεξανδρείας ἐπίσκοπος γένηται. Καὶ οἱ μὲν τῆς συνόδου θεῖοι Πατέρες, τὴν ἀναβολήν ὑποπτεύοντες, οἷοί τε ἦσαν καθαίρεσιν ἐκείνων και ταψηφίσασθαι. Οἱ δὲ τῆς συγκλήτου μένειν αὐτοὺς

Beginning of Letter ΕInitium Litterae Ε

col. 1259–1260page 154 of 224
Initium Litteræ Ε
PG 144:1259ἐπὶ τοῦ οἰκείου σχήματος φοντο δεῖν, εἰ δεῖεν ἐγε Εξομοσία γίας μὴ ἀποδράναι, ἢ τούτων ἀποροῦντες, ἐξωμοσίαν ποιήσαιντο· ὅπερ ήρεσε καὶ τῇ τῶν Πατέρων συνόδῳ. Εξωμοσία δέ ἐστι, τὸ ἔξω τῶν ε' ἔρχων ὁμόσαι, τῶν ἐμπεριειλημμένων τῷ νόμῳ, ἢ εἰς τὴν κεφαλὴν τοῦ βασιλέως τυχόν, ἢ εἰς τὴν οἰκείαν σω τηρίαν. ᾿Αλλὰ ταῦτα μὲν ταύτῃ συμβέβηκεν. Ει μέντοι τὰς ἐγγύας ὑπὲρ ἑτέρου τις δοίη, εἰ μὲν αἰσχροῦ κέρδους χάριν, τοῦτο καὶ τοῖς θείοις κανέσι καὶ τοῖς νόμοις ἀπείρηται· καὶ δείκνυται ἐκ τῆς ραγ Ιουστινιανείου νεαρᾶς οὕτω θεσπιζούσης Νόμος. Αλλ' οὐδὲ ἀπαιτητήν δημοσίων συντελειῶν, ἡ ἐκλήπτορα, ή μισθωτὴν τελῶν, ἢ ἀλλοτρίων κτή σεων, ἢ κουράτορα οἴκου, ἢ ἐντολέα δίκη;, ἢ ἐγγυη τὴν ὑπὲρ τούτων τῶν αἰτιῶν, ἐπίσκοπον ἡ οἰκονόμον ἢ ἄλλον κληρικόν οιουδήποτε βαθμοῦ, ἢ μοναχὴν ἰδίῳ ὀνόματι, ἢ τῆς ἐκκλησίας ἢ τοῦ μοναστηρίου ὑπεισιέναι συγχωρούμεν· ἵνα μὴ διὰ τῆς προφάσ σεως ταύτης καὶ τοῖς ἁγίοις οἴκοις ζημία γένηται, καὶ αἱ θεῖαι ὑπηρεσίαι ἐμποδίζωνται· καὶ ταῦτα μὲν ἡ νεαρά. Εἰ δὲ ἀγάπη τὸ κινοῦν εἴη, δι᾽ ἦν καὶ τὰς ψυχὰς ἡμῶν τιθέναι ὑπὲρ τῶν ἀδελφῶν ἐντεταλμεθα, οἷον, εἰ ἑλκόμενόν τινα, καὶ ἐγγύας ἀπαιτούμενον ὑπέρ τινος παραστάσεως, καὶ τῷ μὴ δύνασθαι δοῦναι εἰς εἰρατὴν ἀπαγόμενον, τῶν τις κληρικῶν ἐλεήσας, ἐγγύας ὑπὲρ αὐτοῦ δοίη, μὴ ὅτι καθαιρέσεως, ἀλλὰ καὶ λαμπρῶν ἀξιωθήσεται τῶν γερῶν, οἶμαι, παρά τῷ δικαίῳ κριτῇ, ὡς εὐαγγελικὴν πεπληρωκὼς ἐν Ο τολήν. Νόμος. Ο δὲ νόμος τοὺς κληρικούς δικαζομένους ἐγγύας κελεύει διδόναι. Ἡ δὲ ῥηθεῖσα Ιουστινιάνειος νεαρὰ τοὺς κληρικοὺς δικαζομένους κελεύει μὴ διδόναι ἐγγύας, ἀλλ' ὁμολογίαν ποιεῖν ἐνυπόθηκον ἄνευ ὅρκου· τοὺς δὲ Επισκόπους δικαζομένους μήτε ἐγγύας διδόναι, μήτε ὁμολογίαν ποιεῖν. ΚΕΦΑΛ. Β'. Περὶ ἐθῶν τῆς Ἐκκλησίας ἀγράφων. Ο μέγας Βασίλειος ἐν μὲν τῇ πρὸς Διόδωρον επιστολῇ, τὸ ἄγραφον ἔθος νόμου δύναμιν ἔχειν φησὶ, διὰ τὸ ὑπὸ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. Ἐν δὲ τῷ κζ' τῶν πρὸς τὸν μακάριον 'Αμφιλόχιον περὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένων κεφαλαίων, Τῶν ἐν τῇ Ἐκκλησίᾳ, φησί, φυλαττομένων δογμάτ των καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἀγράφου διδα σκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παρα δόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς θεοσέβειαν, καὶ τούτοις οὐδεὶς ἀντερεῖ, ὅστις κατὰ μικρὸν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πεπείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν, ὡς μὴ μεγά λην ἔχοντα την δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον, μᾶλ λον δὲ εἰς ὄνομα ψιλόν περιστάντες τὸ κήρυγμα οἷον, τῷ τυπῳ τοῦ σταυροῦ κατασημαίνεσθαι, τίς ὁ διὰ γράμματος διδάξας, ἢ τὸ πρὸς ἀνατολὰς ἐπεστρά
col. 1261–1262page 155 of 224
PG 144:1261φθαι κατὰ τὴν προσευχήν; ὀλίγοι γὰρ ἴσμεν, ὅτι τὴν ἀρχαία ζητοῦμεν πατρίδα, τὸν παράδεισον, ἂν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ ὀρθοὶ μὲν πληροῦμεν τὰς εὐχὰς τῇ μιᾷ τῶν σαββά των, τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ μόνον ὡς συναναστάντες Χριστῷ, καὶ τὰ ἄνω ζητεῖν ὀφεί λομεν, ἀλλ' ὅτι καὶ δοκεῖ πως αὕτη τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκὼν, μία οὖσα ἡ αὐτὴ ἀνακι κλουμένη καὶ ὀγδόη, ἀναγκαίως τὰς ἐν αὐτῇ προσ ευχὰς ἑστῶτες ἀποπληροῦμεν, ἵνα τῇ συνεχεί ὑπομνήσει τῆς ἀτελευτήτου ζωῆς, τῶν πρὸς τὴν ἀνάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Περὶ τῆς ἁγίας Πεντηκοστῆς. Καὶ πᾶσα δὲ ἡ Πεντηκοστὴ τῆς ἐν τῷ αἰῶνι προσ διχωμένης ἀναστάσεώς ἐστιν ὑπόμνημα. Η γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, ἑπτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς Πεντηκοστῆς ἑβδομάδας ἀποτελε. Διὰ δὴ τοῦτο καὶ ὁ μέγας οὑτοσὶ Βασίλειος, τὰς ἱλαστηρίους εὐχὰς, ἐπὶ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιδημίᾳ, ἄριστα πάντα θεολογήσας τε καὶ συνθέμενος, καὶ δουλικῷ τῷ σχήματι κλίνειν γόνυ παρεγγυήσας τῷ λαῷ, τούτων ἐπ' Ἐκκλησίας ἐκφωνουμένων, τὴν αὐθεντίαν τῆς φυσικῆς θεότητος προσμαρο τυρῶν κἀντεῦθεν τῷ Πνεύματι, οὐκ ᾤετο δεῖν ταύ τας ὑπαναγινώσκεσθαι, τῇ τρίτῃ ὥρᾳ τῆς Κυριωνύμου καὶ Πεντηκοστῆς τοῦ Πάσχα ἡμέρας, καθ' ήν ὥραν τε καὶ ἡμέραν τὸ πανάγιον Πνεῦμα τοῖς ἐπου στόλοις ἐπιδεδήμηκεν. Οὐ γὰρ ἦν σῶζον λόγον, τὸν ὑποφήτην τῶν ὀργίων τοῦ Πνεύματος, καὶ τῆς Ἐκ κλησίας τὸν νομοθέτην, τῆς Κυριακῆς ὁμοῦ καὶ Πεντηκοστῆς τὰ ῥηθέντα καταλύειν πρεσβεία, μεγά λων μυστηρίων ἐξηρτημένα. Ταύτῃ του καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας τούτων ἑταμιεύσατο τὴν ἀνάγνωσιν, καθ᾽ ἣν ἥ τε κυρία τῶν ἡμερῶν καὶ ἡ Πεντηκοστή τέλος ἤδη λαμβάνει, αἱ δὲ τῆς δευτέρας ἡμέρας ἀρχαὶ καταβάλλονται, ἀπὸ ἑβδόμης ὥρας τὰς ἀρχὰς τῆς ὑστεραίας ἑκάστης ειωθός δήπου λογίζεσθαι· τοῦτο γὰρ οὐχ ὅπως τῇ Ἐκκλησίᾳ, ἀλλ᾽ ἤδη καὶ τοῖς πολιτικοῖς δοκεῖ νόμοις, καὶ τοῖς τῇ ἀστρολογία ἐσχολακόσιν· εἰ καὶ πλάνον τοῖς πολλοῖς ἐνῆκεν ἡ τῶν εὐχῶν ἐπὶ τῆς ἑσπέρας ἀνάγνωσις, τῇ δευτέρα τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν ἐπιγράφεσθαι, ἡ δέ ἐστι μεθέορτος, ως γε δὴ καὶ αἱ καθεξῆς ἡμέ ρας τῆς αὐτῆς ἑβδομάδος· καθ' ἦν τε ἡμέραν ὁ πιο λαιὸς ἐδίδοτο νόμος (Πεντηκοστὴ δὲ ἦν αὐτὴ,) κατ' ἐκείνην καὶ ἡ τοῦ Παρακλήτου ἐπιφοίτησις, καὶ ἕνα καὶ τὸν αὐτὸν ἐντεῦθεν τῆς Παλαιᾶς καὶ τῆς Νέας νομοθέτην γνωρίζεσθαι. Καὶ αὐθίς φησι· Καὶ καθ' ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν ἔργῳ δεί κνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατερρύημεν, καὶ διὰ τῆς φιλανθρωπίας αὖθις τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν. Τὰ δὲ τῆς ἐπικλήσεως ῥήματα ἐπὶ τοῦ ἄρτου τῆς εὐχαριστίας καὶ τοῦ που τηρίου τῆς εὐλογίας, τίς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; Οὐ γὰρ τούτοις ἀρκούμεθα, ὧν ὁ ᾿Από στολος καὶ τὸ Εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ προλέγο μεν, καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον ἰσχύν, ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες· τὸ εὐλογεῖν τὸ ὕδωρ τοῦ βαπτίσμα
col. 1263–1264page 156 of 224
PG 144:1263τος, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ προσέτι αὐτὴν η τὸν βαπτιζόμενον, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ ἐλαίου χρίσιν, καὶ τὰ ὅσα περὶ τὸ βάπτισμα· τὸ ἀποτάσσεσθαι τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ Γραφῆς; οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀποῤῥήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήσῳ καὶ ἀπεριέργῳ σιγῇ οἱ Πατέρες ἡμῶν ἐφύλαξαν, καλῶς ἐκεῖνοι δεδιδαγμένοι τῶν μυστηρίων τὰ σεμνά σιωπῇ διασώζεσθαι; "Α γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτου πῶς ἦν εἰκὸς τὴν διδασκαλίαν, θριαμβεύειν ἐν γράμμασιν; Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων ἐθῶν παραδόσεως, ως μὴ καταμεληθεῖσαν τῶν δογμάτων τὴν γνῶσιν, εὐκαταφρόνητον τοῖς πολ λοῖς γενέσθαι διὰ συνήθειαν. "Αλλο μὲν γὰρ δόγμα, καὶ ἄλλο κήρυγμα. Τὰ μὲν γὰρ δόγματα σιωπάται, τὰ δὲ κηρύγματα δημοσιεύεται· σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ χρῆται ἡ Γραφή, δυσθεώρητον και τασκευάζουσα τῶν δογμάτων τὸν νοῦν, πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές· καὶ ἀποστολικὴν δὲ εἶμαι, τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν. Ἐν γοῦν τῇ πρὸς Θεσσαλονικεῖς πρώτῃ, "Αρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγων, εἴτε δι᾽ ἐπιστολῶν, τοῦτο πάλιν ὁ θεῖος ἐξηγούμενος Χρυσόστομος, Εντεῦθεν, φησί, δῆλον, ὅτι οὐ πάντα δι' ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφως. Ομοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα, ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐχο κλησίας ἀξιόπιστον ἡγούμεθα· παράδοσις ἐστι, μηδὲν πλέον ζήτει. ΚΕΦΑΛ. Γ'. Περὶ ἐθῶν Ἑλληνικῶν. Ο ξε' τῆς ς' συνόδου κανὼν τὸ ἑλληνικοῖς ἔθεσε τοὺς πιστοὺς προσανέχειν, τῶν ὀλεθρίων ἡγεῖται. Καλάνδας γοῦν, καὶ βοτὰ, καὶ βρουμάλια, καὶ τοιαύ τα μέμνηται άττα, ἐν οἷς τελετὰς ἄγειν τοῖς Ἕλλη σιν εἴθιστο. Καὶ ἡ μὲν τῶν καλανδῶν ἑορτὴ ἐτησίως ἐν τῇ αʹ τοῦ Ἰανουαρίου ἐτελεῖτο μηνός, τῷ την α καῦτα τὴν σελήνην ἀνακαινίζεσθαι, καὶ τὸν θεμέλιον ταύτης αὐτόθεν ψηφίζεσθαι, οἰομένους μετ' εὐθυμίας τὸν ὅλον διάγειν χρόνον. Εἰς τρία δὲ διῄρουν οἱ Ρω μαῖοι τῶν μηνῶν τὰς ἡμέρας· καὶ τὰς μὲν ὠνόμαζον καλάνδας, τὰς δὲ, νόννας, τὰς δὲ, εἰδοὺς, τὰ δέ γε βετὰ τῷ Πανὶ, ὡς ὁ λῆρος ἔχει, ἀνεῖντο, οἷς τῶν βου τῶν, ἤτοι τῶν προβάτων ἐφόρῳ. Τὰ μέντοι Βρουμάλια ή ρουσάλια, καὶ τὸ τήμερον εἶναι μετὰ τὸ ἅγιον Πάσχα ἐν τοῖς ἀγρόταις γενόμενα ίδο: τις ἂν, ἅπερ ἐτελοῦντό ποτε τῷ Διονύσῳ παρὰ τοῖ; Ελλησι. Βρού μος γὰρ παρ' αὐτοῖς τούτῳ ἐπίθετον. Περιαιρεθῆναι δὲ βούλεται ὁ κανὼν καὶ τὴν ἐν τῇ α' τοῦ Μαρτίου τελουμένην ἑορτὴν (ἑλληνικὴ δὲ ἦν καὶ αὔτη), ὑπὲρ τῆς τῶν ὡρῶν τάχα καὶ τοῦ ἀέρος εὐκρασίας. Κωλύει καὶ τὰς τῶν γυναίων δημοσίας ορχήσεις, ὡς πρὸς ἀκολασίαν ἐρεθιζούσας· καὶ τὸ γυναικείαν στολὴν τοὺς ἄνδρας ἐνδύεσθαι, ή γυναῖκας τὴν ἀνδράσιν άρμόδιον, ὡς γε δὴ ἔδρων οἱ τῷ Διονύσῳ βακχεύοντες. Έτι τε προσωπεία κωμικὰ ὑποδύεσθαι, εἰς σκώμματα ἔστιν ὧν ἐπιτηδευόμενα ἢ τραγικά, τὰ περι παθῆ, καὶ θρήνους ἐμποιοῦντα· ἢ σατυρικά, τὰ εἰς τιμὴν τῷ Διονύσῳ τελούμενα παρὰ Σατύρων καὶ Βάκχων. Τὸ δὲ ἐν τοῖς ληνοῖς τὸ τοῦ Διονύσου ἐπισ
col. 1265–1266page 157 of 224
PG 144:1265λέγειν ὄνομα, καὶ τοῖς πίθοις ἐπιχεομένου τοῦ οἴνου ἐπικαγχάζειν, πῶς οὐκ ἀτεχνῶς δυσσεβές; Ο τοίνυν κανὼν τοὺς ἐν γνώσει τοιοῦτόν τι ποιοῦντας, ἱερω μένους μὲν ὄντας, καθαιρεῖσθαι προστάττει· λαϊκοὺς δὲ, ἀφορίζεσθαι. 'Ο δὲ ξε' καὶ τὸ κατὰ τὰς νουμηνίας πυρκαϊὰς ἐν ταῖς πλατείαις ἀνάπτειν, καὶ ὑπερβάλλεσθαι τούτων, ὡς ἀσεβείας ήρτυμένον ἑλληνικῆς, ἐξαιρεθῆναι τε έως κελεύει· ὃς δὲ τοῦτο ποιῶν φωραθείη, τοῦτον ιὲν, κληρικὸν ὄντα, καθαιρεῖσθαι, λαϊκὸν δὲ, ἀφορί εσθαι. Ἐκ δὲ τῆς τετάρτης τῶν Βασιλειῶν, ἀπει νημένον εἶναι τοῦτο καὶ τῷ παλαιῷ δείκνυσι νόμῳ, ἔνθα φησί, ο Καὶ ᾠκοδόμησε Μανασσῆς θυσιαστή τον πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ διήγαγε τὰ έκνα αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο, καὶ οἰωνίζε το, καὶ ἐποίησεν ἐγγαστριμύθους, καὶ γνώστας ἐπλή. θυνε, καὶ ἐποίησε τὸ πονηρὸν ενώπιον τοῦ Κυρίου τοῦ παροργίσαι αὐτόν., Ἐν μὲν οὖν ταῖς νουμηνίαις εἴθιστο καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἑορτάζειν και γόνυ κλίνειν, ὡς τὸ μηνιαῖον διάστημα διέλθοι εὐ τυχῶς, περὶ ὧν καὶ ὁ Θεὸς εἰρηκέ που διὰ τοῦ προ φήτου, ο Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου, ο ὥσπερ οὖν καὶ ἐν τῷ τέως Θεοῦ χάρι τι, εὐχαὶ πρὸς Θεὸν ἱλαστήριοι πρὸς τοῦ πιστοῦ λαοῦ γίνονται, καὶ ἁγιασμοί, καὶ τῷ ὕδατι τῆς εὐλογίας χριόμεθα. Πυρκαϊὰς δὲ ἀνάπτοντες ὑπερήλλοντο, ἴσως οιόμενοι, τὰ μὲν φθάσαντα δήπουθεν δυσχερή, ώσπερεί κατακαιόμενα φρούδα γίνεσθαι, αἴσια δὲ ἀνακύπτειν εἰσέπειτα· στρατιὰν μέντοι τοῦ οὐρανοῦ τοὺς ἀστέρας νοητέον. Καὶ οἱ μὲν θεῖοι οὗτοι Πατέ ρες τὸ, διήγαγεν ἐν πυρὶ, ἀντὶ τοῦ ὑπερπηδὲν τοῖς τέκνοις ἐπέταττεν, ἐξελάβοντο. Ὁ δὲ ἅγιος Κύριλλος Αλεξανδρείας, τὸν προφήτην εξηγούμενος Ησαΐαν, ἀντὶ τοῦ, ὡλοκαύτωσεν αὐτοῦ τοῖς δαίμοσιν, ἡρμή νευσε. Κληδών δέ ἐστιν ἡ διά τινων σημείων μαν τεία, οὗτινοσοῦν ἐθέλοντος τὴν ἰδίαν τύχην καταμαθεῖν. Οιωνισμός δέ ἐστι τὸ ἐπιτηρεῖν τὰς τῶν ὀρνί θων πτήσεις τε καὶ κλαγγὰς, 8 καὶ οιωνοσκοπία παρά τοῖς Ἕλλησιν ὠνομάζετο. Εγγαστρίμυθοι δὲ καὶ γνῶσται λέγονται οἱ σατανικῶς ἐνθουσιῶντες, καὶ προλέγοντες δῆθεν τὰ ἄγνωστα, οἷαί εἰσιν αἱ τῶν ᾿Αθιγγάνων γυναῖκες, καὶ αἱ διὰ τῶν κριθῶν μαντευόμεναι. Ει τοίνυν παρὰ τοῖς δεξαμένοις τὸν ἀτε λέστερον νόμο πονηρὰ ταῦτα ἐδόκει, καὶ τὴν ὀργὴν Κυρίου ἠρέθιζε, πόσῳ μᾶλλον τοῖς τὸν τελεώτερον καὶ πνευματικώτερον νόμον παραλαβοῦσιν ἡμῖν, ὡς ἄθεσμα καὶ ἀσεβῆ παντάπασιν ἀπεστράφθαι προσο ήκει; Ὁ δὲ οα' καὶ τοῖς διδασκομένοις τοὺς πολιτικούς νόμους ἀφορισμὸν ἐπανατείνεται, εἰ ἔτι τοῖς ἑλλην κοῖς ἔθεσι κεχρημένοι στολὰς ἐνδύσονται, ἰδία; μὲν οἱ τῶν μαθημάτων ἀρχόμενοι, ἰδίας δὲ οἱ τῶν τε λεωτέρων εφικόμενοι, τοῖς τε ἐπὶ θεάτρων ἀνιοῦσιν, ἀλλὰ δὴ καὶ τὰς λεγομένας κυλίστρας παίζουσιν, ὁποῖαί ποτ' ἂν ἦσαν. Ταῦτα γὰρ ἅπαντα εὐχαῖς τῶν θεσπεσίων τούτων νομοθετῶν τὸ τήμερον εἶναι σεσί γηται. ΚΕΦΑΛ. Δ'. Περὶ ἐθῶν πολιτικών. Νόμος. Περὶ ὧν ἔγγραφος οὐ κεῖται νόμος, παραφυλάτ οιωνοσκοπία
Page scan enlarged

Notebook

Full View