PG 147Nicephorus Callistus Xanthopulus et al.
Callistus and Ignatius Xanthopoulos, Monks
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 635–636page 1 of 89
Methodus et Regula accuratissima de bis qui elegerunt pacifice vivere et monastice; de dir
PG 147:635ΤΩΝ ΕΝ ΜΟΝΑΧΟΙΣ ΚΑΛΛΙΣΤΟΥ ΚΑΙ ΙΓΝΑΤΙΟΥ ΤΩΝ ΞΑΝΘΟΠΟΥΛΩΝ ΜΕΘΟΔΟΣ ΚΑΙ ΚΑΝΩΝ, ΣΥΝ ΘΕΟ, ΑΚΡΙΒΗΣ, Καὶ παρὰ τῶν ἁγίων ἔχων τάς μαρτυρίας, περὶ τῶν αἱρουμένων ἡσύχως βιῶναι, καὶ μοναστικῶς, περί τε ἀγωγῆς, καὶ πολιτείας, καὶ διαίτης αὐτῶν· καὶ περὶ τοῦ, ὅσων καὶ ἡλίκων ἀγαθῶν πρόξενος ἡ ἡσυχία καθίσταται, τοῖς λόγῳ μετιοῦσιν αὐτήν Διακέκριται δὲ ἡ παροῦσα τοῦ λόγου πραγματεία ἐν κεφαλαίοις ἑκατόν· τὸ δὲ τοῦ λόγου Προοίμιον, ὅπερ καὶ πρώτου κεφαλαίου ἀριθμὸν κέκτηται, ἐστὶ, περὶ τῆς δι' ἁγίου Πνεύματος τοῖς πιστοῖς ἐνυπαρχούσης θείας, καὶ ὑπερφυοῦς δωρεάς τε ταὶ χαρίτος. α'. Ἔδει μὲν ἡμᾶς, κατὰ τοὺς θείους φάναι χρη σμούς, θεοδιδάκτους τυγχάνοντας, ὡς τὸν καινόν νόμον ἀῤῥήτως ἐν καρδίᾳ ἐγγεγραμμένον, πυρσού τηλαυγέστερον, περιφέροντας, καὶ ἀγαθῷ, καὶ εὐθυ τάτῳ πηδαλιουχουμένους Πνεύματι, οἷα τέκνα, καὶ κληρονόμους μὲν Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ, ἀγγελομιμήτως τε πολιτεύεσθαι, [ἴσ. καὶ] μηδόλως δεῖσθαι τοῦ διδάξοντος, γνῶθι [ἴσ. γνῶναι] τὸν Κύ ριον. Νῦν δὲ ἡ ἐκ πρώτης ἡμῶν τριχὸς περί γε τὸ κρεῖττον ἀποβουκόλησις, καὶ ἡ εἰς τὸ χεῖρον παρα τροπή· πρὸς δὲ, καὶ ἡ τοῦ δεινοῦ Βελίαρ φενακισμός, καὶ ἡ καθ' ἡμῶν τυραννὶς ἄσπονδος, πόρρω θέειν τῶν σωτηρίων, καὶ θεουργῶν ἐντολῶν ἡμᾶς κακίστως διέθετο, κατά τε κρημνών ψυχωλέθρων φέρεσθαι καὶ τὸ οἰκτρότατον, καθ' ἑαυτῶν καὶ φρονεῖν, καὶ πράττειν ἠρέθισεν, ὅθεν καὶ, κατὰ τὸ θεῖον λόγιον, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν ἅμα γὰρ πάντες ἀτραποῦ τῆς εὐθείας ἐκκλίναντες, ἠχρειώθημεν, καὶ διὰ τοῦτο σάρκες τούλου χρηματί
col. 637–638page 2 of 89
PG 147:637ζοντες, καὶ τῆς σελασφόρου καὶ θεῖχῆς χάριτος ὑστερούμενοι, τῆς παρ' ἀλλήλων πρὸς τὰ καλὰ τῆς τε καὶ βοηθείας ἐπιδεόμεθα. Οτι χάριν επερωτήσεώς τινος ἀδελφοῦ, καὶ κατὰ τὸν ἐκείνου σκοπὸν καὶ μὴν καὶ τηρήσεως ἐντολῆς Πατρικῆς, οὕτως ἡ παροῦσα ἐξ ηπλώθη τοῦ λόγου ὑπόθεσις. β'. Ἐπεὶ δὲ σύ, πόθῳ, κατὰ τὸ Κυριακὸν λόγιον, τοῦ ἐρευνᾶν τὰς θείας καὶ ζωοπαρόχους Γραφάς, και μυεῖσθαι ἀνεπισφαλῶς, καὶ παρ' ἡμῶν τῶν ἀχρείων πολλάκις ἀπῄτησας λόγον, καὶ κανόνα ἔγγραφον, ὠφελείας χάριν τῆς σῆς, ἴσως δὲ καὶ ἑτέρων, ὡς αὐτὸς φής, καν μή πρότερον γοῦν, ἀλλά γε νῦν, Θεοῦ συνάρσει, δεῖν κεκρίκαμεν ἀποπερᾶναι τὸ σὸν ἐπαι νετὸν καταθύμιον· τῆς μὲν συντρόφου ἡμῖν ῥαθυ μίας, ἕνεκα τῆς ἀγάπης, καὶ τῆς σῆς λυσιτελείας, ἀμνημονήσαντες, σὲ δ' ἀγάμενοι ταμάλιστα τῆς περὶ τὰ καλὰ σπουδῆς, καὶ τῆς ἐμμόνου φιλοπονίας, Πνευματικὸν τέκνον καὶ λίαν φίλτατον, καὶ πρό γε τούτων, τὸ ἀπὸ τοῦ Θεοῦ δεδοικότες πρόκριμα,; ὅπερ κατὰ τοῦ τὸ τάλαντον ἀποκρύπτοντος ἠπείληται “φοβερῶς, πρὸς δὲ τοῖς εἰρημένοις, καὶ Πατρικὸν ἐκπληροῦντες παράγγελμα, ὁ πρὸς ἡμᾶς ἐνετείλαντο οἱ ἡμῶν Πατέρες, καὶ πνευματικοὶ διδάσκαλοι, ὡς ἂν καὶ θεοφιλέσιν ἄλλοις, τὰ παρ᾽ ἐκείνων δεδ δαγμένα πιστεύσωμεν. Θεὸς δ' ἄρα ὁ τῆς ἀγάπης Πατὴρ, καὶ πάντων χρηστῶν ἀπαξαπλῶς ἀφθονοπάρ οχος πρύτανις, δοίη ἡμῖν [ἰσ. μέν] τοῖς βραδέσι καὶ ισχνοφώνοις, λόγον καίριον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, ὁ καὶ πολλάκις ζώοις ἀλόγοις λόγον ἐμπνεύσας, εἰς τὴν τῶν ἀκουόντων ὠφέλειαν· σοὶ δὲ, καὶ πᾶσι τοῖς ἐντυγχάνουσι τοῖσδε, κατὰ τὸν σὸν λόγον, προσθείη ὠτίον τοῦ σοφῶς τε καὶ ἐπιστημόνως του των ἀκροάσθαι, καὶ, ὡς φίλον αὐτῷ, ἀκλινῶς πολι τεύεσθαι, ὅτι χωρὶς αὐτοῦ, ὡς γέγραπται, οὐ δυνά- 3. μεθα ποιεῖν οὐδὲν τῶν χρησίμων καὶ σωτηρίων, καὶ ὅτι, ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην εκοπίασαν οἱ οἰκοδομούντες· καὶ ταῦτα μὲν *Οτι παντὶς πράγματος ὁ σκοπός προηγεῖται, καὶ ὁ σκοπὸς τοίνυν τῆς παρούσης πραγματείας, τὸ μαθεῖν τίς ὁ θεμέλιος. γ'. Ἐπεὶ δὲ παντός πράγματος ὁ σκοπός προ ηγείται· σκοπός δ' ἀμφοτέρων, ἡμῶν μὲν, τοῦ πρὸς δύναμιν τὰ πρὸς τὴν σὴν ἐξειπεῖν πνευματικὴν αύξησιν συντείναντα, σοῦ δὲ, τοῦ κατὰ τὰ εἰρημένα γνησίως βιῶναι· δέον πρὸ παντὸς ἑτέρου διεξετάσαι, πρὸς οἷον ἄρα τὸ πλήρωμα τῆς κατὰ Χριστὸν οἶκο δομίας ἐνοπτριζόμενοι, καὶ ἀρχὴν βάθρου χρήσιμον καταβάλλοντες, ἐφεξῆς, καιροῦ καλοῦντος, μᾶλλον δὲ τῆς ἄνωθεν ἀῤῥωγῆς πλουσίως εὐμοιρηκότες, καὶ ὄροφον ἐπάξιον, τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος ἐπισ θήσομεν. Ότι πάσης κατὰ Θεὸν πραγματείας ἀρχὴ, τὸ κατὰ τὰς ἐντολὰς τοῦ Σωτῆρος πολιτεύεσθαι, τέλος δὲ τὸ ἐπανελθεῖν πρὸς τὴν ἀρχῆθεν δε ρηθεῖσαν ἡμῖν διὰ τοῦ θείου βαπτίσματος τε λείαν χάριν τοῦ παναγίου καὶ ζωαρχικοῦ Πνεύ ματος. δ'. Αρχή τοίνυν πάσης τῆς κατὰ Θεὸν πραγματ τείας, ὡς ἐν συντόμῳ διαλαβεῖν, τὸ σπεύδειν ἡμᾶς οὕτως.
col. 639–640page 3 of 89
PG 147:639παντί τρόπῳ, καὶ πάσῃ δυνάμει, πολιτεύεσθαι κατὰ τὴν θεσμοθεσίαν, πασῶν τῶν θεοποιῶν ἐντολῶν τοῦ Σωτῆρος· τέλος δὲ, τὸ ἐπανελθεῖν διὰ τῆς τούτων τηρήσεως, πρὸς τὴν ἄνωθεν καὶ ἐξ αὐτῆς ἀρχῆς πρεῖκα δοθεῖσαν ἡμῖν, ἐκ τῆς ἱερᾶς κολυμβήθρας, τελείαν πνευματικὴν τῆς χάριτος ἀναμόρφωσιν, καὶ ἀνάπλασιν, ἢ, εἴ τί σοι φίλον τὸ τοιοῦτον δῶρον ἀποκαλεῖν, καὶ τὸν παλαιὸν ᾿Αδάμ σὺν ταῖς πράξεσι, καὶ ταῖς ἐπιθυμίαις ἀποθεμένους, τὴν νέον, καὶ πνευματικὴν ἐνδύσασθαι, ὅς ἐστιν ὁ Κύριος Ἰησοῦς Χριστός, ὥς φησιν ὁ θειότατος Παῦλος 4 Τεκνία μου, οὖς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· ο καὶ, ο Οσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χρι στὸν ἐνεδύσασθε. Ει Περὶ τοῦ τίς ἡ χάρις, καὶ πῶς ἂν γένοιτο ἡμῖν ταύτης ἐπιτυχεῖν. Καὶ τίνα τὰ ταύτην θο λοῦντα, καὶ τίνα αὖθις τὰ αὐτὴν ἀνακαθαίροντα. ε'. Ἀλλὰ τίς ἡ χάρις, καὶ πῶς ἂν γένοιτο ἡμῖν ταύτης ἐπιτυχεῖν· καὶ τίνα μὲν τὰ ταύτην θολοῦντα, τίνα δ᾽ αὖ τὰ ἀνακαθαίροντα, ὁ τὴν ψυχὴν καὶ τὴν γλῶτταν παντὸς χρυσίου λαμπρότερος, δηλώσει σου ‹ οὕτω λέγων· τί δέ ἐστι τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα; Σα φέστερον μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρίσματα ενήργει, πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι· ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ή ψυχή λάμπει, τῷ . Πνεύματι καθαιρομένη, καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθά τινα αἴγλην. "Ωσπερ γὰρ εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας εκπέμπειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχή και θαιρομένη, καὶ ἀργύρου παντός λαμπροτέρα γενο μένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, εἰς δόξαν τὴν ἐγγινομένην, καὶ τοιαύτην, οἵαν εἰκὸς ὑπὸ Κυρίου Πνεύματος. «Καὶ μετ' ὀλίγα·. Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Εννόησον Παῦλον, οὗ τὰ ἱμάτια ενήργει· Πέτρον, οὗ αἱ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἂν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦταν αὐτῶν αἱ μαρμαρυγαὶ, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργουν· βασιλέως γὰρ ἱμάτια, καὶ τοῖς λῃσταῖς φοβερά. Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώματος λάμπουσαν ταύτην; Ατενίσαντες, φησίν, εἰς τὸ πρόσωπον Στε φάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου.» Αλλ' οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν απαστράπτουσαν δόξαν. Οπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου τότε εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως, αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώματον. Καὶ καθάπερ πυραυγή σώματα [Ισ. χρώματα] ἀπὸ τῶν λαμπρών σωμάτων ἐπὶ τὰ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει· διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπο
col. 641–642page 4 of 89
PG 147:641λοῦσιν οἶμαι [σ. ἀλλ' οἴμοι]· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητά ἐπτοῆσθαι. «Αὕτη γὰρ ἡ δόξα ἡ ἀπόρθητος, καὶ φρικώδης, μέχρι μεν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων· καὶ τῇ πυκνότητι τῶν νεφῶν, ἀποκρουόμενοι τὰς ἀκτῖ νας· ο καὶ αὖθις ἀλλαχοῦ· «Τὰ σώματα τῶν εὐηρεστηκότων Θεῷ, τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖα τινα, καὶ ἴχνη ἀμυδρά, καὶ ἐν τῇ Παλαιά, καὶ ἐν τῇ Καινῇ, δοθῆναι παρεσκεύασεν ὁ Θεός ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωϋσέως, τοσαύτῃ κατελάμπετο τότε δόξῃ, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς. Ἐν δὲ τῇ Καινῇ, τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τοῦ Χριστοῦ. Ακήκοα; τῶν ῥημάτων τοῦ Πνεύματος; συνήκας τοῦ μυστηρίου τὴν δύναμιν; ἐπέγνως ὁποῖαι μὲν αἱ ὠδῖνες τῆς τελείας ἐν ἡμῖν ἐκ τῆς ἱερᾶς κολυμβήθρας πνευματικῆς ἀναπλάσεως; ἡλίκαι δὲ αἱ ἐπικαρπίαι καὶ τὸ πλήρωμα, καὶ τὰ ἔπαθλα; καὶ ὅπως τῶν ἐφ' ἡμῖν ἐστι, τὸ ταύτην τὴν ὑπερφυᾶ χάριν, καὶ αὐξά νειν καὶ ἐλαττον, ήγουν φανεροῦν, καὶ ἀμαυροῦν, ὅσον τὸ καθ' ἡμᾶς; Τὰ δέ ἐστιν, ἡ τῶν βιωτικῶν πραγμάτων θύελλα, καὶ ἡ ἐξ αὐτῶν ἀποτικτομένη τῶν παθῶν σκοτομήνη, ἃ δίκην χειμῶνος, ἢ ἀγρίου χειμάρρου ἡμῖν ἐπιῤῥυέντα, καὶ τὴν ψυχὴν κατακλύζοντα, οὐδὲ ἀναπνεῦσαι, ἢ ἐνατενίσαι ταύτην ἐῶσι πρὸς τὸ ὄντως ὂν καλὸν, καὶ μακάριον, δι' δ καὶ. γεγένηται, ἀλλ' ὅλως ὅλην, τῷ σάλῳ καὶ τῷ καπνῷ τῶν ἡδονῶν δυνηθεῖσαν καὶ δριμυθεῖσαν, σκοτίζουσι, καὶ ὑποβρύχιον ἀπεργάζονται. Ωσπερ γοῦν τὰ τού των αὖθις ἐναντία, ἤτοι τὰ διὰ τῶν θεοποιῶν ἐντολῶν ἀπογεννώμενα, τοῖς μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα περιπατοῦσι (Πνεύματι γάρ, φησί, περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε), ονήσιμα πέφυκε, καὶ σωτήρια, καὶ πρὸς αὐτὸν, δίκην κλί μακος, φέροντα τὸν κολοφῶνα, καὶ τὸ ἀκρότατον τῶν ἀναβαθμῶν, τὴν ἀγάπην, ἥτις ἐστιν ὁ Θεός. *Οτι ἐν μὲν τῷ ἁγίῳ βαπτίσματι, δωρεὰν τὴν θείαν χάριν δι' αὐτῆς δεχόμεθα, ταύτην δὲ τοῖς πάθεσι συγκαλύψαντες αὖθις τῇ τῶν ἐντο λῶν ἐκπληρώσει, ταύτην ἀνακαθαίρομεν. ς'. Ἀλλὰ τότε μὲν ἐν τῇ θείᾳ μήτρα, δηλονότι τῇ η Ιερα κολυμβήθρα, δωρεάν το όλον τελείαν, τὴν θείαν χάριν δεχόμεθα. Εἰ δέ πως ἐσύστερον, τῇ τῶν προσ καίρων παραχρήσει, καὶ τῇ τῶν βιωτικών πραγμάτ των φροντίδι, καὶ τῇ τῶν παθῶν ἀχλύτ, ταύτην, ὡς μή ὤφελε, συγκαλύψομεν [Ισ. συγκαλύψαιμεν ], ἔξεστιν ἡμῖν καὶ οὕτω διὰ μετανοίας, καὶ τῆς τῶν θεουργῶν ἐντολῶν ἐκπληρώσεως, αὖθις ἐπαναλαβεῖν τὴν τοιαύτην ὑπερφυά φαιδρότητα, καὶ ἀνακτήσασθαι, καὶ τὴν ταύτης φανέρωσιν κατιδεῖν τηλαυγέστατα. Τῆς ἑκάστου κατὰ τὸ μέτρον μέντοι ἐν πίστει ἐπι μελείας, καὶ ἡ ταύτης εμφάνεια ἀποκαλύπτεται, και πρό γε τούτων, τῇ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἀντι λήψει, καὶ εὐδοκίᾳ, ὡς λέγει ὁ ἅγιος Μάρκος· «Ο
col. 643–644page 5 of 89
PG 147:643Χριστὸς τέλειος Θεὸς ὢν, τελείαν τοῖς βαπτισθεῖσι πληρώματος τοῦ Χριστοῦ.» Εἴ τι οὖν προσφέρομεν καὶ ἐξ αὐτοῦ ἦν ἐν ἡμῖν κεκρυμμένον. τὴν χάριν τοῦ ἁγίου Πνεύματος έδωρήσατο, προσθήκην μὲν παρ' ἡμῶν οὐ λαμβάνουσαν, ἀποκαλυπτομένην δὲ ἡμῖν καὶ ἐμφανιζομένην, κατὰ ἀναλογίαν τῆς τῶν ἐντολῶν ἐργασίας, καὶ προσθήκην ἡμῖν τῆς πίσ στεως παρέχουσαν, ἕως ἂν καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, εἰς μέτρον ἡλικίας τοῦ ἐν αὐτῷ ἀναγεννηθέντες, καὶ τοῦτο ἤδη παρ' αὐτοῦ, Οτι δεῖ τὸν κατὰ Θεὸν πολιτευόμενον, πάσας τὰς ἐντολὰς μετιέναι· τὸ δὲ πλεῖστον μέρος τῆς ἐργασίας, απονέμειν πως, ταῖς τῶν ἄλλων πρώταις, καὶ οἶον γενικωτέραις. ζ. Ἐπεὶ οὖν, ἡ μὲν ἀρχὴ καὶ ἡ ρίζα πάσης, ὡς ἔφημεν, τῆσδε τῆς πραγματείας, τὸ κατὰ τὰς σω τηρίου; ἐντολὰς πολιτεύεσθαι, τὸ δὲ τέρμα, καὶ ὁ Ει, καρπός, τοῦ ἐπαναδραμεῖν πρὸς τὴν διὰ τοῦ βαπτίσ σματος τοπρῶτον δωρηθεῖσαν ἡμῖν τελείαν χάριν τοῦ Πνεύματος, ἐν ἡμῖν μὲν οὖσαν (αμεταμέλητα γὰρ τοῦ Θεοῦ, φησί, τὰ χαρίσματα), ἀλλὰ συγκεχωσμένην τοῖς πάθεσιν, ἀποκαλυπτομένην δὲ τῇ τῶν θεουργῶν ἐντολῶν ἐργασίᾳ· προσῆκον, διά γε τῆς κατὰ τὸ δυνατὸν ἐκπληρώσεως πασῶν τῶν τοιούτων ἐντολῶν, τὴν ἐν ἡμῖν φανέρωσιν τοῦ πνεύματος, παντὶ τρόπῳ σπεύδειν ἀνακαθᾶραι, καὶ ἐμφανέστατα ἐποπτεῦσαι. «Λύχνος γάρ, φησὶ πρὸς τὸν Θεὸν ὁ μακάριος Δαβίδ, τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου, καὶ ἡ ἐντολή Κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμοὺς, καὶ πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.» Καὶ ὁ Ἐπιστήθιος· ου τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσί.» Καὶ ὁ Σωτὴρ δὲ, «Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖ νός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν μὲ ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Καὶ ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· ν και, «Ο μὴ ἀγαπῶν με, τοὺς λό γους μου οὗ τηρεῖ, μάλιστα δὲ τούτων, ταῖς πρώταις καὶ γενικωτέραις, καὶ οἱονεὶ μητράσι τῶν λοιπῶν, τὴν πλείστην μοῖραν τῆς ἐργασίας ἀποδιδόναι πως οὕτω γὰρ, σὺν Θεῷ, ἀπταίστως καὶ τοῦ προκειμένου σκοποῦ, αὐτῆ; δηλαδὴ τῆς καλῆς ἐνάρξεως, καὶ τοῦ τέλους τῆς ἐφέσεως ἐπιτύχοιμεν ἂν, ἤτοι τῆς τοῦ Ο Πνεύματος φανερώσει»;. Οτι ἀρχὴ πάσης θεοφιλοῦς ἐργασίας, ἡ μετὰ πίστεως ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μετ' αὐτῆς, ἡ ἐξ αὐτῆς ἀνατέλλουσα εἰρήνη, καὶ ἀγάπη. η'. Ἀρχὴ μέντοι πάσης θεοφιλοῦς ἐργασίας, ἡ μετὰ πίστεως ἐπίκλησις τοῦ σωτηρίου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτὸς ἀπεφήνατο Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν» καὶ μετὰ ταύτης, ἡ εἰρήνη. Δεῖ γὰρ, φησί, προσεύχεσθαι, χωρὶς ὀργῆς, καὶ διαλογισμῶν. Καὶ ἡ ἀγάπη· ὅτι ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. Αὕτη δὲ ἡ εἰρήνη καὶ ἡ ἀγάπη, οὐ μόνον εὐπρόσδεκτον ποιοῦσι τὴν
col. 645–646page 6 of 89
PG 147:645εὐχὴν, ἀλλὰ καὶ ἐξ αὐτῆς πάλιν τῆς εὐχῆς γεννῶνται, καὶ ἀνατέλλουσι, δίκην διδύμων ἐνθέων ἀκτίνων, καὶ αὔξονται, καὶ τελειοῦνται. *Οτι δι᾿ ἑκάστου τούτων, καὶ ὁμοῦ τῶν τριῶν, ἡ πάντων τῶν ἀγαθῶν σωρεία επιδαψιλεύεται ἡμῖν. θ'. Ἀπὸ δὴ τούτων, μᾶλλον δὲ δι᾽ ἑκάστου τού των, καὶ ὁμοῦ τῶν τριῶν, ἡ τῶν ἀγαθῶν ἡμῖν πάνω των σωρεία επιδαψιλεύεται, καὶ πλημμυρεῖ. Διὰ μὲν γὰρ τῆς ἐν πίστει ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ ἔλεος, καὶ τὴν τῷ ὄντι ζωὴν, ἐν αὐτῷ κεκρυμμένην οὖσαν, βεβαίως ἐλπίζομεν λήψεσθαι· ὡς ἄλλης θείας πηγῆς ἀεννάου, ὑπερβλύζοντος αὐτά, τοῦ ἔνδον καρδίας καθαρῶς ἐπιβοωμένου ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ διὰ δὲ τῆς πάντα νοῦν ὑπερεχούσης, καὶ ὅριον οὐδὲν ἐχούσης, εἰρήνης, τῆς πρὸς Θεὸν καὶ ἀλλήλους κατ αλλαγῆς ἀξιούμεθα· διὰ δὲ τῆς ἀγάπης, ἧς τὸ κλέος ἀσύγκριτον, ὡς οὗτης τέλος καὶ κεφάλαιον τοῦ τε νόμου καὶ τῶν προφητῶν· καὶ δὴ καὶ τὸν Θεὸν ἀγάπην ὀνομάζεσθαι· ὁλικῶς τῷ Θεῷ συναπτόμεθα, καταργουμένης τῆς ἁμαρτίας ἡμῶν τῇ τοῦ Θεοῦ δικαιοσύνῃ, καὶ τῇ δι᾿ ἀγάπης ἐν ἡμῖν παρα δόξως ἐνεργουμένῃ υἱοθεσίᾳ τῆς χάριτος. Η γάρ ἀγάπη, φησί, καλύψει πλῆθος ἁμαρτιῶν, καὶ ἡ ἀγάπη πάντα στέγει, πάντα πιστεύει, πάντα ελπ ζει, πάντα ὑπομένει, ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῷ καιρῷ τοῦ σωτηρίου πάθους, ταῦτα τοῖς μα θηταῖς οἷόν τινας ἐξιτηρίους ἐντολὰς, καὶ κλῆ ρον ἔνθεον κατέλιπε τοῖς ἰδίοις, ὡσαύτως και μετὰ τὴν ἀνάστασιν. ι. "Οθεν καὶ αὐτὸς ὁ πανάγαθος καὶ γλυκύτατος Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὅτε πρὸς τὸ ὑπὲρ ἡμῶν ἐκούσιον αὐτοῦ πάθος ἀφίκετο, καὶ ὅτε μετὰ τὴν ἀνάστασιν τοῖς ἀποστόλοις ὤφθη· καὶ μὴν καὶ ἡνίκα πρὸς τὸν ἑαυτοῦ φύσει καὶ ἡμῶν χάριτι Πατέρα ἔμελλεν επανέρχεσθαι, ἅτε Πατὴρ γνήσιος καὶ φιλόστοργος, οιονεί τινας εξιτηρίους ἐντολὰς, καὶ παραμυθίας προσηνεῖς, καὶ γλυκύτατα καὶ βέβαια, ὡς εἰπεῖν, ὅμημα· μᾶλλον δὲ κληρονομίαν θεοπάροχον ἀναφαίρετον· ταῦτα πᾶσι τοῖς ἰδίοις κατέλιπε· καὶ τοῦτο μὲν, οἷς φησι πρὸς τοὺς μαθητάς, τοῦ σωτηρίου πάθους ἐπιστάντος, οὕτως· «Ο τι ἂν αιτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω· ν καὶ, ο 'Αμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὅσα ἂν αιτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ἡμῖν· ἕως ἄρτι οὐδὲν ᾐτήσατε ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾗ πεπληρωμένη· καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε.» Καὶ αὖθις μετὰ τὴν ἀνάστασιν σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια εκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς,» καὶ τὰ ἑξῆς. Τούτοις ἀκόλουθα διαγορεύει καὶ ὁ Ἐπιστήθιος· η Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεία ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται, ἵνα πιστευσ: τε, ὅτι Ἰησοῦς ἐστιν ὁ
col. 647–648page 7 of 89
PG 147:6474. Ει Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωήν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Καὶ ὁ θεσπέσιος Παῦλος Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει, καὶ τὰ ἑξῆς. Καὶ γοῦν καὶ ἐν ταῖς τῶν ἀποστόλων οὕτως ἀναγέγραπται Πράξεσι· «Τότε Πέτρος πλησθεὶς Πνεύματος ἁγίου εἶπε· Γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ἂν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.. Καὶ μετ' ὀλίγα· ι Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σω τηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Καὶ αὖθις ὁ Σω τήρ' «Εδόθη πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ο τοῦτο δὲ πάλιν, δι' ὧν ὁ θεάνθρωπος Κύριος είρηκε πρὸς τοὺς ἀποστόλους πρὸ τοῦ σταυροῦ· «Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ ταῦτα λαλῶ, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ν και, «Αὕτη ἐστὶν ἡ ἐμὴ ἐντολὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους· ν και, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις· καθώς ηγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Καὶ αὖθις μετὰ τὴν ἔγερσιν, κατά διαφό ρεις ώρας πολλάκις δεδωκώς φαίνεται τὴν εἰρήνην, ἐμφανιζόμενος τοῖς ἰδίοις καὶ λέγων, «Εἰρήνη ὑμῖν.» Καὶ πρὸς τὸν Πέτρον δὲ, ᾧ καὶ τὴν ἡγεμονίαν τῶν μαθητῶν ἐνεπιστεύσατο, ἀντέκτισίν τινα τῆς πρὸς αὐτὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν διαπύρου ἀγάπης, τὴν τοῦ ποιμνίου φροντίδα ἐπιδεικνύμενος εἶναι, οὕτω τὰ τρίτον φησίν·. Εί με φιλεῖς, Πέτρε, πλέον τῶν ἄλλων, ποίμαινε τὰ πρόβατά μου.» Εἴποι δ' ἄν τις ἴσως οὐκ ἀπὸ σκοποῦ καὶ τοῦτο, ὅτι διά γε τῶν δηλωθέντων εξαισίων τουτωνὶ τριῶν, ἀποτίκτεται ἡμῖν ἑτερά τινα τρία ἐξαίρετα· τὰ δέ ἐστιν, ἡ τῆς ψυχῆς κάθαρσις, 5 φωτισμὸς, καὶ ἡ τελείωσις. Ὅτι ἐν τούτοις τοῖς τρισὶ συνεξύφανται πᾶσαι αἱ ἀρεται. επ'. Εἰ δέ τις ἀκριβῶς ἐθελήσειεν ἐξετάσαι έναρ γῶς, ἐν τούτῳὶ τῷ τριπλόκῳ, καὶ οἷον ἀῤῥήκτῳ σπαρτίῳ, εὑρήσει αιωρημένην, καὶ συνεξυφασμένην πᾶσαν τὴν τῶν ἀρετῶν ἄφθονον [ἰσ. ἄφθαρτον ] καὶ θεότευκτον αλουργίδα· καὶ γὰρ οἷα τις τιμία άλυσις, καὶ σειρὰ ποικιλόχρυσος, πέφυκεν ἡ κατὰ Θεὸν που λιτεία, μίαν τῆς μιᾶς ἐξηρτημένην ἀρετὴν εὐαγῶς ἔχουσα, καὶ εἰς τὸ ἓν συνηρμοσμένας ἁπάσας. Καὶ γοῦν καὶ ἐν ἔργον αἱ πολλαὶ καταρτίζουσιν, ὅπερ ἐστὶ τὸ θεωθῆναι τὸν εἰλικρινῶς αὐταῖς συζώντα ἄνθρωπον· συνδέσμους οἷον δή τινας καὶ κρίκους, πλουτοῦσαί πως, αὐτήν τε τοῦ Κυρίου Ἰησοῦ Χρι στοῦ φίλτατον [σ. φιλτάτην] τοῦ ὀνόματος ἐν πίστει, εἰ βούλει δὲ, καὶ ἐλπίδι, καὶ ταπεινώσει, σωτήριον, ἐπίκλησιν, καὶ τὴν εἰρήνην ἅμα καὶ τὴν ἀγάπην, τὸ θεοφύτευτον ὄντως καὶ τριστέλεχον δένδρον, καὶ ζοωπάροχον· οὗ ὁ κατὰ καιρὸν ἀπτόμενος, καὶ ὡς ΣΧΙ, 17.
col. 649–650page 8 of 89
PG 147:649εἰκὸς μεταλαμβάνων, οὐ θάνατον, ὡς πρωτόπλαστος, ἀλλὰ ζωὴν τρυγᾷ ἀνώλεθρον καὶ αἰώνιον. 'Οτι καὶ ἡ διὰ Θεοῦ Πατρὸς πρὸς πιστοὺς τοῦ ἁγίου Πνευματος δωρεά, καὶ ἐπέλευσις, ἐν Χριστῷ Ἰησοῦ, καὶ ἐν τῷ ἁγίῳ αὐτοῦ ὀνόματι ἐπιβραβεύεται. ιβ. Ναὶ μὴν, καὶ ἡ διὰ Θεοῦ Πατρὸς πρὸς πιο στοὺς τοῦ ἁγίου Πνεύματος δωρεὰ, καὶ ἐπέλευσις, ἐν Χριστῷ Ἰησοῦ, καὶ ἐν τῷ ἁγίῳ αὐτοῦ ὀνόματι ἐπιβραβεύεται, ὥς φησιν αὐτὸς ὁ ὑπέρθεος, καὶ φιλόψυχος Κύριος Ἰησοῦς Χριστὸς πρὸς τοὺς ἀπο στόλους, ὅτι ο Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύ σεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.» Καὶ αὖθις· ο Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὁ πέμψει ὁ Πατήρ ἐν τῷ ὀνόματί μου. *Οτι εἰκότως τοῖς ἁγίοις ἡμῶν διώρισται Πατράσι, καὶ μετὰ τοῦ ἐνοικοῦντος αὐτοῖς ἁγίου Πνεύ ματος προσεύχεσθαι ἡμᾶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ παρ' αὐτοῦ ζητεῖν τὸ Έλεος. καὶ ιγ'. Διὰ ταῦτα γοῦν καὶ οἱ κλεινοί καθηγεμόνες ἡμῶν, καὶ διδάσκαλοι πάνυ σοφῶς, καὶ μετὰ τοῦ ἐνοικοῦντος αὐτοῖς παναγίου Πνεύματος, ἐκδιδάσκουσι πρὸ πάσης καλῆς ἄλλης εργασίας καὶ μελέτης, πάντας μὲν, μάλιστα δὲ τοὺς εἰς τὸ στάδιον τῆς θεοποιοῦ ἡσυχίας ἑαυτοὺς ἐμβαλεῖν ἐθέλοντας, καὶ ἀφορισθῆναι Θεῷ, καὶ ῥαγῆναι τοῦ κόσμου, καὶ κατὰ λόγον ἡσυχάζειν, ἐν Κυρίῳ προσεύχεσθαι, καὶ παρ' αὐτοῦ τὸ ἔλεος ἐκζητεῖν ἀδιστάκτως, καὶ τὸ τούτου πανάγιον καὶ γλυκύτατον ὄνομα, ἀδιάλειπτον ἔργον, καὶ μελέτημα ἔχειν, καὶ τοῦτο ἐν καρδίᾳ, καὶ ἐν νοί, καὶ ἐν χείλεσι διηνεκώς περιφέρειν, καὶ ἐν αὐτῷ, καὶ μετ' αὐτοῦ, καὶ ἀναπνεῖν, καὶ ζῆν, καὶ καθεύδειν, καὶ ἐγρηγορέναι, καὶ κινεῖσθαι, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ ὡς ἔπος εἰπεῖν, πάντα κατὰ τὸν ὅμοιον τρόπον πράττειν ἐπείγεσθαι. Ὥσπερ γὰρ τούτου ἀπόντος, ἅπαν συῤῥέει δεινόν, μᾶλλον δὲ οὐδὲν πάρο εστιν ἡμῖν τῶν χρησίμων· οὕτω δὴ τούτου ἐν ἡμῖν παρόντος, πᾶν ἐναντίον ἀπελήλαται μάλιστα δὲ οὐδέν ἐστιν ἡμῖν ἐλλεῖπον τῶν ἀγαθῶν, καὶ γοῦν, καὶ πρὸς κατόρθωσιν ἀδύνατον [σ. λείπει τὸν ἀρετῆς] καθάπερ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν διαγορεύει, ὅτι Ο μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Τοῦτο τσιγαροῦν τὸ πάσῃ κτίσει φοβερὸν καὶ σε βάσμιον καὶ πρᾶγμα, καὶ ὄνομα, τὸ ὑπὲρ πᾶν πράγμα καὶ ὄνομα, καὶ ἡμεῖς οἱ ἀνάξιοι ἐν πίστει ἐπικαλεσάμενοι, καὶ ἐπ' αὐτῷ τὰ τοῦ παρόντος λόγου Ιστία ὁλοτρόπως ἀναπετάσαντες, οὕτω τοῦ λέγειν καὶ τοῖς πρόσω χωρεῖν ἀρχόμεθα. Οτι δεῖ τὴν ἀπταίστως βαδίζειν ἐθέλοντα, τὸν κατὰ Κύριον δρόμον τῆς ἡσυχίας πρὸ πάντων ἐκλέξασθαι μετὰ τῆς καθόλου αποταγῆς καὶ ὑποταγὴν τελείαν. εδ. Ἐν τῷ ὀνόματι τοῦ μεγάλου Θεοῦ τοῦ Σωτῆ τος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος· ι Εγώ εἶμι τὸ φῶς, ἡ ζωή, καὶ ἡ ἀλήθεια, ἡ ὁδὸς, καὶ ἡ
col. 651–652page 9 of 89
PG 147:651πρὸς τὸν Πατέρα Θεὸν θύρα, καὶ δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει, δηλονότι σωτήριον.» Πρόσ σχες οἷς λέγομεν, καὶ γνησίως σοι συμβουλευόμεθα πρὸ πάντων, ἐκλεξαι σεαυτόν, μετὰ τῆς καθόλου, κατὰ τὴν ἱερὰν ἐκφαντορίαν, ἀποταγῆς, καὶ ὑποταγὴν ἀνέλευτον, καὶ τελείαν· ἤγουν σπουδάσας ζήτ τη σον εὑρεῖν ὁδηγὸν, καὶ διδάσκαλον ἀπλανῇ· εἴη δ᾽ ἂν τὸ ἀπλανές, ἐν τῷ μαρτυρίαν ἐν οἷς λέγει, παρὰ τῶν ἱερῶν παριστᾷν Γραφῶν, καὶ πνευματοφόρον, τοῖς λόγοις ἔχοντα τὴν πολιτείαν συνάδουσαν, ὑψηλὸν μὲν τὴν διάνοιαν, ταπεινὸν δὲ τῷ φρονήματι, καὶ τοῖς ἄλλοις τρόποις χρηστὸν, καὶ οἷον τὴν κατὰ Χριστὸν διδάσκαλον, τὰ θεοπαράδοτά φησι λόγια, Καὶ δὴ εὑρηκώς, κακείνῳ ὡς Πατρὶ γνησίῳ Υιός φιλόστοργος προσκολληθεὶς σώματί τε καὶ πνεύ ματι· ὅλος μένε το απεκείνου στοιχῶν τοῖς ἐκείνου ἐπιτάγμασιν, ὡς εἰς αὐτὸν τὸν Χριστὸν, εἰς ἐκεῖνον ἀφορῶν, καὶ οὐκ ἄνθρωπον, πᾶσάν τε ἀπὸ σοῦ πόρρω βαλὼν ἀπιστίαν, καὶ δισταγμόν· καὶ μὴν, καὶ φρό νημα, καὶ μετὰ θελήσεως θέλημα, οὕτως ἁπλῶς, καὶ ἀπεριέργως ἔσο κατ᾽ ἴχνος ἑπόμενος τῷ διδα σκάλῳ, οἷά τι κάτοπτρον κεκτημένος, εἰς πληροφο εναργῇ τὴν πρὸς τὸν μυσταγωγὸν ἀδιάκριτον, ρίαν καὶ ἄκραν ὑπακοὴν, τὴν οἰκείαν συνείδησιν. Εἰ δὲ ποτε καί τι τῶν ἐναντίων ὑποσπείρῃ τῇ σῇ διανοία ὁ τοῖς καλοῖς ἐχθραίνων διάβολος, ὡς ἀπὸ πορνείας και πυρὸς ἀποπήδησον πρὸς ἑαυτὸν, καὶ τὸν ὑπου ; βάλλοντα ἀπατεῶνα σοφῶς ἀντιφθεγγόμενος, ὡς οὐχ ὁ ὁδηγούμενος τὸν ὁδηγοῦντα, ἀλλ᾽ ὁ ὁδηγῶν τὸν οδηγούμενον ἐδηγεῖ καὶ οὐκ ἐγὼ τοῦ ἄρχοντος άλλ' αὐτὸς τὸ ἐμὸν κρῖμα ἀνεδέξατο· καὶ οὐκ ἐγώ, ἐκείνου - ἀλλ αὐτὸς κριτής, ἐμοῦ καθέστηκε, κατὰ τὸν τῆς Κλίμακος, καὶ τὰ τούτοις παρόμοια. Οὐδὲν γὰρ τῆς τοιαύτης ἀγωγῆς, δηλαδὴ τῆς ὑπου ταγής, γνησιέστερον τῷ ἑλομένω ἀναντιῤῥήτως, διαῤῥῆξαι μὲν τὰ χειρόγραφα τῶν οἰκείων άμπλας κημάτων, ἐγγραφῆναι δὲ τῇ θείᾳ δέλτῳ τῶν σωζο μένων. Εἰ γὰρ, κατὰ τὸν μακάριον Παῦλον, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἡμῶν Κύριος Ἰησοῦς, καθ' ἡμᾶς δι' ἡμᾶς χρηματίσας, καὶ τὴν πατρικὴν εὐδοκίαν μάλα σοφῶς οἰκονομῶν, τὴν τοιαύτην ώπται τεμὼν ὁδὸν, δι' ἧς καὶ ὑπὲρ τῆς κατ' ἄνθρωπον εὐαρεστήσεως, τῆς πατρώας ἠξίωται ἀναῤῥήσεως·ι Εται πείνωσε γάρ, φησίν, ἑαυτὸν, γενόμενος ὑπήκους μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, ο καὶ τὰ ἑξῆς· τίς ἄρα λοιπὸν ὁ αὐθαδῶς προσδοκήσας, ἵνα μὴ λέγωμεν ἀμαθῶς, ὡς ἐπιτυχὴς ἔσται τῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ δόξης, καὶ τῶν πατρικῶν ἐπάθλων, μὴ τὴν αὐτὴν τρίβον βαδίζειν ᾑρημένος, τῷ καθηγητῇ καὶ διδασκάλῳ ἡμῶν Ἰησοῦ Χριστῷ; Δεῖ γὰρ καὶ τὴν μαθητήν, εἴ περ μέλοι τούτῳ γενέσθαι, ὡς τὸν διδάσκαλον, ὡσεὶ [ἴσ. ὡς εἰς] ἐκμαγείον, καὶ ἀρχέτυπον κάλλιστον, οὕτως ὅλῳ μένει ψυχῆς, ἀφορῶν ἀκλινῶς, πρὸς τὸν του παιδοτρίβου βίον, καὶ τὰ ἐπιτηδεύματα· καὶ τοῦ
col. 653–654page 10 of 89
PG 147:653τον όσημέραι ζηλοῦν ἐπείγεσθαι. Εἶτα, περὶ με, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γέγραπται τό· ι Καὶ ἦν ὑποτασσόμενος τῷ πατρὶ, καὶ τῇ μη τρὶ αὐτοῦ.» Καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ· Οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι.» Καὶ ἔστιν: « ἕτερος, ὁ ἑτέρως βιοῦν ἐθέλων, ἤτοι αυταρέσκως, και αὐτεξουσίως, καὶ ἄνευ ὁδηγοῦ, καὶ ὁ τοιοῦτος οίεται, ὡς εἴη κατὰ λόγον τὴν ἔνθεον βιοτήν πορευόμενος; Οὐμενοῦν· οὐδαμῶς, ὡς ὑπὲρ τὰ ἐσκαμμένα πηδών. Καὶ λέγει ὁ τῆς Κλίμακος· Ὥσπερ ὁ μὴ ἔχων ὁδηγὸν εὐχερῶς ἐν τῇ ὁδῷ πλανᾶται· οὕτω καὶ ὁ αὐτεξουσίως τὴν μοναδικὴν ὁδὸν πορευόμενος, εὐχερῶς ἀπόλο λυται, κἂν πᾶσαν τὴν τοῦ κόσμου σοφίαν ἐπίσταται! διά τοι τοῦτο καὶ οἱ πολλοὶ, ἵνα μὴ εἴπωμεν πάντες, εἰ μὴ ὑποτασσόμενοι, καὶ μὴ μετὰ βουλῆς βαδίζοντες, σὺν πόνῳ μὲν, καὶ ἱδρῶτι τὰ πλεῖστα ὀνειροπολοῦντες, σπείρουσι· τῇ δὲ ἀληθείᾳ, ἀμῶσι τὰ λίαν ἐλάχιστα. Τινὲς δὲ καὶ ἀντὶ σίτου, συλλέγουσι, φεῦ! ζιζάνια, ὡς στοιχοῦντες, καθὰ λέλεκται, τῇ ιδιορρυθμίᾳ καὶ τῷ αὐταρέσκῳ φρονήματι, οὗ οὐ δὲν χεῖρον· καὶ τούτου μάρτυς ὁ τῆς Κλίμακος, οὕτω γράφων· ο Ὅσοι πρὸς τὸ στάδιον τῆς νοερᾶς ὁμολογίας ἐπεχειρήσατε ἀποδύσασθαι· ὅσοι τὸν τοῦ Χριστοῦ ζυγὸν ἐπὶ τὴν οἰκεῖον αὐχένα ἆραι βούλε; σθε· ὅσοι τὸ ἑαυτῶν φορτίων, ἐπὶ τὸν τοῦ ἑτέρου τράχηλον ἐπιθεῖναι σπουδάζετε· ὅσοι τὰς ἑαυτῶν ενας γράψαι εκουσίως σπεύδετε, καὶ ἀντ᾽ ἐκείνων» Ελευθερίαν γραφῆναι ὑμῖν βούλεσθε· ὅσοι χερσὶν ἑτέρων ἀνυψούμενοι, καὶ νηχόμενοι, τὸ μέγα τοῦτο περαιούσθε πέλαγος· γνῶτε, ὡς σύντομόν τινα, καὶ τραχεῖαν ὁδὸν βαδίζειν ἐπεχειρήσατε, μίαν καὶ μόνην πλάνην ἐν ἑαυτῇ κεκτημένην· αὕτη δὲ καλεῖται Ιδιορρυθμία· ὁ γὰρ ταύτην εἰσάπαν ἀπαρνησάμενος, ἐν οἷς ἂν δοκῇ καλοῖς, καὶ πνευματικοῖς, καὶ θεαρές στους, πρὸ τοῦ βαδίσαι, ἔφθασεν. Υπακοή γάρ ἐστιν, ἀπιστεῖν ἑαυτῷ ἐν τοῖς καλοῖς ἅπασι, μέχρι Ει. τέλους ζωής. "Οθεν καὶ αὐτὸς ταῦτα μετὰ συνέσεως καταμαθών, καὶ τὴν ἀγαθὴν μερίδα, καὶ ἀναφαίρε τον τῆς αιθεροδρόμου ἡσυχίας εξασκεῖν γλιχόμενος, ἔπου τοῖς καλῶς τεθεσπισμένοις, ὡς σοι δεδήλωται, νόμοις, καὶ πρῶτον ἀσπασίως ἄσπασαι τὴν ὑπὸ ακοήν· εἶθ᾽ οὕτω τὴν ἡσυχίαν. Ωσπερ γὰρ ἡ πρᾶξις τῆς θεωρίας ἐπίβασις, οὕτω καὶ ἡ ὑπακοὴ τῆς ἡτυ γίας· καὶ μὴ θέλε μεταίρειν ὅρια, καθώς γέγρα η πται, ἃ ἔθεντο οἱ Πατέρες. Καὶ οὐαὶ δὲ τῷ μόνῳ. Τούτῳ γὰρ τῷ τρόπῳ, καλὴν ἀρχὴν θεμέθλου καταβαλών, καιροῦ προϊόντος, καὶ εὐκλεέστατον όροφον ἐπιθήσεις τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Ως γὰρ Οὗ ἡ ἀρχὴ, κατὰ τὸν εἰπόντα, ἀδόκιμος, καὶ τὸ πᾶν ἀπόβλητων· οὕτως αὖ, οὗ ἡ ἀρχὴ δόκιμος, καὶ τὸ ὅλον εὐπρεπές, ναὶ μὴν, καὶ εὔτακτον, εἰ καὶ τοῦ ναντίον ἔσθ' ὅτε συμβαίνει· καὶ τοῦτο μέντοι παρὰ τῇ ἡμετέρᾳ προθέσει προαιρέσει ἐπιγίνεσθαι πέτυχε. Τίνα τὰ τῆς ἀληθοῦς ὑποταγῆς σημεῖα, ἃ κατ ἔχων ὁ τῷ ὄντι ὑπήκοος, εἴη ἂν ἀπταίστως υποτασσόμενος. ιε'. Αλλ' ἐπειδήπερ πολὺς ὁ περὶ τῆς τοιαύτης ἀγωγῆς λόγος, καὶ δυσδιεξίτητος, ὅθεν καὶ οἱ ταύτην μετερχόμενοι, διαφόρως μετέρχονται, δέον καὶ περὶ αὐτῆς μίκρ' ἄτια, οιονεί σήμαντρα ἐπισημήνασθαί οἱονεὶ
col. 655–656page 11 of 89
PG 147:655σοι καὶ κατέχων ὡς κανένα καὶ στάθμην ἄπταιστον, εὐαγῶς ἔσῃ πολιτευόμενος· καὶ δὴ λέγομεν τάδε· χρὴ τὸν ἀληθῶς ὑπήκοον, ὡς ἡμῖν δοκεῖ, φυ λάττειν τὰς πέντε ταύτας ἀρετὰς κατὰ πᾶσαν ἀνάγε κην· καὶ πρώτην τὴν πίστιν· ήγουν ἔχειν αὐτὸν καθαρὰν καὶ ἄδολον πίστιν, πρὸς τὸν ἑαυτοῦ ἐπιστά την· ἐπὶ τοσοῦτον, ὡς δοκεῖν [σ. εἰς] αὐτὸν τὸν Χριστὸν βλέπειν, καὶ ὑποτάσσεσθαι, ὥς φησιν ὁ Κύ ριος Ἰησοῦς· «Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ δ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. › Καὶ πᾶν ὅ τοῦ τῆς κλίμακος οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί. Δευτέραν τὴν ἀλήθειαν· ἤτοι ἀληθεύειν αὐτὸν ἐν ἔργῳ, καὶ λόγῳ, καὶ τῇ τῶν λογισμῶν ἀκριβεῖ ἐξομολογήσει. «Αρχή γὰρ, γέγραπται, τῶν λόγων σου, ἀλήθεια· καὶ ἀληθείας ἐκζητεί Κύριος. Καὶ ὁ Χριστὸς δέ φησιν Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ δὴ καὶ αὐτοαλήθεια κέκληται. Τρίτην τὸ μὴ ποιεῖν τὸ οἰκεῖον θέλημα. Ζημία γάρ, φησίν, ὑπηκόῳ, τὸ ποιεῖν τὸ ἴδιον θέλημα ἀλλ' ἀεὶ κόπτειν αὐτὸ ἐθελοντί· δηλονότι μὴ ἀναγε καζόμενον ὑπὸ τοῦ ἰδίου Πατρός. Τετάρτην τὸ μὴ ἀντιλέγειν, καὶ φιλονεικεῖν τοκαθόλου· ἐπεὶ ἡ ἀντι λογία καὶ ἡ φιλονεικία, οὐκ ἔστι τῶν εὐσεβῶν. Καὶ γράφει ὁ ἱερώτατος Παῦλος· «Εἰ δέ τις δοκεῖ φιλό νεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὔτε αἱ Ἐκκλησίας τοῦ Θεοῦ. Εἰ δ' οὕτως ἁπλῶς, καὶ κοινῇ πᾶσι Χριστιανοῖς ἀπείργεται τὰ τοιαῦτα, πολλῷ μᾶλλον μονασταῖς· καὶ ταῦτα κατὰ τὸν Κύ ριον ἐπαγγελλομένοις ὑποτάσσεσθαι ἀκριβῶς. Το μέντοι ἀντιλέγειν, καὶ φιλονεικεῖν, ἔχει τὴν ὕπαρξιν ἐκ γνώμης, ἀπιστίᾳ καὶ ὑψηλοφροσύνῃ συζώσης ὡς εἴρηται· Υψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς ὥσπερ καὶ τοὐναντίον, ήγουν τὸ μὴ ἀντιλέγειν, καὶ μὴ φιλονεικεῖν, προέρχεται ἐκ πιστῆς καὶ ταπεινόφρονος διαθέσεως. Καὶ πέμπτην δὲ χρὴ φυλάττειν τοῦτον ἀρετὴν, τὸ ἔχειν ἀκριβῇ καὶ εἰλικρινῆ ἐξομολόγησιν πρὸς τὸν προεστῶτα, καθὼς καὶ ἐν τῇ ἀποκάρσει, ὡς ἐπὶ τοῦ φοβεροῦ παρεστῶτες βήματος τοῦ Χριστοῦ, ἐνώπιον Θεοῦ καὶ ἁγίων ἀγγέλων δεδώκα μεν ὑπόσχεσιν, τὸ ἔχειν ἡμᾶς ἀρχὴν, καὶ τέλος μετά τῶν ἄλλων ἐπαγγελιών καὶ συνθηκῶν ἡμῶν τῶν πρὸς Κύριον, καὶ ἐξαγγελίαν τῶν τῆς καρδίας κρυπτών. Είρηται καὶ τῷ θείῳ Δαβίδ·. Εἶπα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφο ήκας, ο κτλ. Καὶ τῷ τῆς Κλίμακος· Μώλωπες θριαμ δευόμενοι, οὐ προκόψουσιν ἐπὶ τὸ χεῖρον, ἀλλ' ἐαθή ο σονται. Ταύτην τὴν πενταδικὴν τῶν δηλωθεισῶν ἀρετῶν ἀπαρίθμησιν, ὁ σοφῶς καὶ ἐπιστημόνως τηρῶν, ἀναμφιβόλως γινωσκέτω, ὡς ἀπεντεῦθεν ἐπιτυχῆς ἔσται τῆς τῶν δικαίων ὡς ἐν ἀῤῥαβῶνι μακαριότητος. Καὶ ταῦτα μὲν, τὰ τῆς ἀξιομνημονεύτου υπ ακοῆς ἴδια, καὶ οἷον ἡ ῥίζα, καὶ ὁ θεμέλιος· ἄκουσον δὲ καὶ οἶοι οἱ κλάδοι, καὶ ὁ καρπὸς, καὶ ὁ ὄροφος. Ἐξ ὑπακοῆς, φησὶν αὖθις ὁ τῆς Κλίμακος, ταπείνωσις· ἐκ ταπεινώσεως, διάκρισις· ἐκ διακρίσεως, διόρασις· ἐκ δὲ ταύτης, προόρασις· & μόνου Θεού ἔργον· καὶ τοῖς μακαρίως θεουργουμένοις, δῶρον
col. 657–658page 12 of 89
PG 147:657δωρούμενον παρ' αὐτοῦ, ἐξαίρετον, καὶ ὑπερφυέστα του. Πρὸς δὴ τοῖς εἰρημένοις, ἔστω σοι καὶ τοῦτο δῆλον· ὅτι γε κατὰ τὴν σὴν ἠκριβωμένην ὑποταγήν, βλυστάνει καὶ ἐν σοὶ ἡ ταπείνωσις· καὶ αὖθις κατὰ τὴν ταπείνωσιν ἡ διάκρισις ώσαύτως καὶ καθ᾿ ἑξῆς αἱ λοιπα!. Καὶ ἀγωνίζου, ὅση σο: δύναμις, ἀπταίστως τὴν τῆς ὑπακοῆς θέειν πορείαν. Οὕτω γὰρ καὶ τῶν πρόσω ἀνεπισφαλῶς ἐπιβήσῃ. Εἰ δέ πως ἐν τῇ τῆς ὑποταγῆς ὑποσκάζεις νύσση, ἴσθι ὡς οὐκ ἂν καλῶς περανεῖς τὸν ἐπίλοιπον δίαυλον τῆς προκειμένης βαλβίδος· τὴν κατὰ Χριστόν φαμεν πολιτείαν οὔτε μὴν στεφανωθήσῃ τῇ τοῖς νικηταῖς δωρουμένη ταινίᾳ· μέντοιγε, καὶ οἷά τις ὁδηγὸς ἡ ὑπακοὴ, καὶ & ταύτης πρόσθεν είπομεν ἴδια, ἔστω σοι, καθάπερ τὸ παρὰ τοῖς ναυτικοῖς, διοπτευόμενον, πρὸς τὴν τοῦ ἀπλανούς τήρησιν· ἵν᾿ ἀκλινῶς πρὸς αὐτὴν ἀφορῶν, ὑπερπλεῦσαι δυνηθῇς τὸ τῶν ἀρετῶν μέγα πέλαγος καὶ οὕτω πρὸς ὅρμον ὁρμήσῃς [ἴσ. ὁρμίσῃς] τὸν ἀκύ μαντον τῆς ἀπαθείας· ἂν δὲ καὶ ζάλη τις, καὶ σάλος ἐπέλθῃ σοι, καὶ τοῦτο ἔσετα: παρὰ τῇ σῇ ὑποταγῇ [σ. παρακοῇ]. Τὸν γὰρ ἀληθῆ ὑπήκοον οὐδὲ αὐτὸς ὁ διά βολος, κατὰ τοὺς Πατέρας, ἄν τι βλάψαι δεδύνηται ἵνα δέ σοι καὶ τὸ τῆς παναγάστου ὑπακοῆς τίμιον ὕψος, ἡλίκον ἐστι, δι᾿ ὀλίγου ἐπιδείξωμεν, μιᾶς ἔτι χρήσεως ἁγίου Πατρός διαμνημονεύσωμεν. Λέγει τοιγαροῦν αὖθις ὁ φαεινότατος λαμπτήρ τῆς κατὰ Χριστὸν πολιτείας, καὶ νέος Βεσελεήλ τῆς οὐ ρανίου Κλίμακος • Οπλον μὲν οἱ Πατέρες, την ψαλμ ῳδίαν· τὴν δὲ προσευχήν, τεῖχος· λουτῆρα δὲ, τὸ ἄμωμον δάκρυον εἶναι ὁρίζονται· τὴν δὲ μακαρίαν ὑπακοὴν, ὁμολογίαν ἔκριναν ἧς χωρίς, οὐδεὶς τῶν ἐμπαθῶν ὄψεται τὸν Κύριον. Ικανὰ μὲν οὖν καὶ ταῦτα, ὡς ἡμῖν δοκεῖ, πρὸς ἐναργεστάτην δήλωσιν τε καὶ ἔπαινον τοῦ ἀμιμήτου μιμήματος τῆς τρισολβίου ὑπακοῆς. Ἔξομεν δ᾽ ἔτι πείρᾳ ταῦτο καταμαθεῖν τε καὶ διαγνῶναι, εἴ γ' ἐπὶ τὸ ἄναντες ἀνανεύσωμεν, καὶ συνδιασκεψώμεθα, τί μὲν τὸ τῆς συντρι ῆς καὶ θνητότητος ἡμῖν παραίτιον, μή τοιούτοις το καταρχάς δεδημιουργημένοις· τί δ᾽ αὖθις τὸ τῆς ἀνακαινίσεως καὶ τῆς ἀθανασίας. Ευρίσκομεν τοί νυν, τοῦ μὲν προτέρου πρόξενον οὖσαν, ήγουν τῆς φθορᾶς, τὴν τοῦ πρώτου Αδάμ ἰδιοπιστίαν τε καὶ ίδιος βυθμίαν, καὶ τὸ ἀνυπότακτον· ἐξ ὧν ἡ τῆς ἐνα τολῆς τῆς θείας ἀθέτησις καὶ παράβασις. Τοῦ δὲ δευτέρου, ήτοι τῆς ἀφθαρσίας πρύτανιν, τὴν τοῦ .δευτέρου Αδάμ, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησ σοῦ Χριστοῦ πρὸς τὸν Πατέρα ὁμοβουλίαν τε καὶ ὑποταγὴν, ἀφ᾽ ὧν ἡ τῆς ἐντολῆς αὐτοῦ τήρησις. Εγώ γάρ, φησὶν ὁ Σωτὴρ, ἐξ ἐμαυτοῦ οὐκ ἐλά Ξησα· ἀλλ' ὁ πέμψας Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω· καὶ οἶδα, ὅτι ἡ ἐνα τολὴ αὐτοῦ, ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ.» Ὡς οὖν ἐν τῷ προπάτορι καὶ τοῖς κατ' αὐτὸν, ρίζα πάντων ἀνιαρῶν, καὶ μήτηρ, ἡ οἴησις· οὕτως ἐν τῷ καινῷ θεανθρώπῳ Ἰησοῦ Χριστῷ, καὶ τοῖς κατ' αὐτὸν ζῆν ἐφιεμένοις, ἀρχὴ, καὶ πηγὴ, καὶ θεμέλιος πάντων ἀγαθῶν, ἡ ταπείνωσις. Τὴν τοιαύτην στάσιν, καὶ
col. 659–660page 13 of 89
PG 147:659κοσμον ἱερὸν πάντων τῶν θεοειδῶν ἀγγέλων διατηροῦντα· καὶ δὴ καὶ τὴν ἐπίγειον, καὶ καθ᾿ ἡμᾶς Ἐκκλησίαν καὶ τοὺς ἄλλως τῆς τοιαύτης θεσμούς. σίας ἐκκλίνοντας, καὶ σκολιώς, ἵνα μὴ αὐθαδῶς λέ γωμεν, ἐθέλοντας πολιτεύεσθαι, ἀπό γε Θεοῦ, καὶ τῆς φαεινῆς κληρουχίας τῆς οὐρανίου, καὶ τῆς καθ ολικῆς Ἐκκλησίας, διαῤῥήγνυσθαι, καὶ ἐξοστρακί ζεσθαι, καὶ εἰς τὸ σκότος καὶ τὸ πῦρ ἀποπέμπεσθαι τῆς γεέννης, μεμνήμεθά τε καὶ πιστεύομεν· ὁ δὲ τοὺς περὶ τὸν ἑωσφόρον πονηροὺς κακεργάτας, καὶ τοὺς κατὰ καιροὺς τῶν κακοδόξων αἱρετικῶν λογο λέσχας πεπονθέναι φαμὲν, ὡς τὰ θεόγραφα παρ έστησε λόγια, οἵτινες διὰ τὸ αὐτάρεσκον, καὶ τὴν ὑπερηφανίαν, τῆς τε θείας, ὡς εἴρηται, δόξης, καὶ τρυφῆς, καὶ τοῦ ἱεροῦ συλλόγου, ἐλεεινῶς ἀπερεί φθησαν. Εἴρηται δὲ καὶ τινι τῶν σοφῶν, ὅτι τὰ ἐναν τία τῶν ἐναντίων ἰάματα. Ἐπεὶ οὖν, τῶν μὲν σκυ θρωπῶν πάντων αἴτιον τὸ ἀνυπότακτον καὶ ἡ ἀλα ζονεία· τῶν δὲ φαιδρωπῶν, τὸ ὑποτεταγμένον καὶ συντετριμμένον· δεῖ δὴ τὸν ἀπταίστως βιοῦν ἱμετρή μενον, ἐν ὑποταγῇ Πατρὸς δοκίμου καὶ ἀπλανοῦς διαζήν, χρόνου τριβῇ, καὶ ἐπιστήμῃ θείων, τὸ κρά της φέροντος, καὶ τὸν βίον ἐγκεκοσμημένου, τῷ και κλῳ τῶν ἀρετῶν· καὶ τὴν τούτου ἐπιταγήν. καὶ συμ βουλήν, ὡς Θεοῦ φωνάς, καὶ βουλήν οἴεσθαι, ο Σω τηρία γάρ, φησίν, ἐν πολλῇ βουλῇ. Και ο Αντρ ἀσύμβουλος, καθ' ἑαυτοῦ πολέμιος.» Εἰ δὲ καί τισι τῶν κλεινῶν Πατέρων εξεγένετο, καὶ χωρὶς τῆς τοιαύτης ἀσκήσεως τῆς κατ' ὑποταγὴν, ἐπιτυχεῖν τῆς θεοποιοῦ ἡσυχίας, καὶ τῆς κατὰ Θεὸν τελειότη της, ἀλλὰ κατὰ ἀποκάλυψιν θείαν, καὶ σπανίως. Γέγραπται δὲ, ὡς οὐ νόμος Ἐκκλησίας, τὸ σπάνιον ὥσπερ οὐδὲ μία χελιδὼν ἔαρ ποιεῖ. Ἀλλ' αὐτὸς ον προεισαγωγικὴν ἐπιστήμην τῆς παγκάλου ἡσυχίας, τὴν ἀληθῆ ὑποταγὴν πιστεύων, ἄφες τὰ ἅπαξ οἰκονομικῶς γεγενημένα· καὶ ἔσο στοιχῶν, [ισ. λείπει κατά] τὰ κοινῇ ψηφισθέντα τοῖς σεβασμίοις Πατράσιν. Οὕτω γὰρ καὶ τῶν βραβείων των νομίμως βιούντων, ἀξιωθήσῃ. Τί δέ; ὁδοῦ μὲν τῆς τυχούσης, οὐκ ἂν τις ἔλοιτο, μήπω ταύτης ἐν πείρα γενόμενος, ἅψασθαι, ἄνευ ἀπλανούς ὁδηγοῦ, καὶ μὴν καὶ θαλαττίου πελάγους, ἄτερ ἐπιστήμονος κυβερνήτου· ὁμοίως δὲ, καὶ τῆς οἱασοῦν τέχνης καὶ τάξιν ἐρῶμεν, καὶ τὸν ἀνωτάτω, καὶ ὑπὲρ ἡμᾶς διά επιστήμης, χωρὶς ἁπταίστου διδασκάλου· τῆς δὲ είναι τῶν τεχνῶν τέχνης, καὶ τῶν ἐπιστημῶν ἐπιστήμης, καὶ τῆς πρὸς Θεὸν φερούσης τρίβου, καὶ τοῦ νοητού ἀπείρου πελάγους, ἤτοι τῆς μοναδικής πολιτείας, ἥτις ἀφωμοίωται τῇ τῶν ἀγγέλων βιοτῇ, τολμά τις ἀπάρχεσθαι τῆς ἀσκήσεως, καὶ ἑαυτῷ πιστεύει, τοῦ τέλους ταύτης τυχεῖν, πλὴν ὁδηγοῦ, καὶ κυβερνήτου, καὶ διδασκάλου δοκίμου καὶ ἀληθοῦς; Οντως ὁ τοιοῦτος κἂν ὁποῖος εἴη τυχόν, φρεναπατῇ ἑαυτὸν, καὶ πρό γε τοῦ ἀρχὴν βαλεῖν, πεπλάνηται· οἷα μη κατὰ νόμον ἀσκούμενος· ὥσπερ τουναντίον, πριν τοῦ βαδίσαι, τὸ τέλος πέφθακεν, ὁ τοῖς Πατρικοῖς πειθόμενος θεσμοίς. Πόθεν γὰρ ἄλλοθεν εἰδέναι ἔχο
col. 661–662page 14 of 89
PG 147:661μεν, ἢ κατὰ τῆς σαρκός, ὡς εἰκὸς, στρατεύεσθαι, ή κατὰ παθῶν καὶ δαιμόνων ὁπλίζεσθαι; ταῖς γὰρ ἀρεταῖς, ὡς γέγραπται, αἱ κακίαι παραπεπήγασι, καὶ εἰσί πως ἀγχίθυροι. Πόθεν δὲ τὰς τοῦ σώματος αἰσθήσεις παιδεύειν, καὶ τῆς ψυχῆς τὰς δυνάμεις ὡς ἐν κιννύρα ῥυθμίζειν; μᾶλλον δὲ, πῶς ἐξέσται ἡμῖν διακρῖναι ἐμφας, καὶ ἀποκαλύψεις, και παρακλήσεις, καὶ θεωρίας θείας, καὶ μὴν καὶ δόλους, καὶ πλά νας, καὶ φάσματα δαιμονιώδη; Καὶ ἵνα συντόμως εἴπωμεν, πῶς εἰς ἑνώσεις Θεοῦ, καὶ θεουργικάς τε λετὰς, καὶ μυστήρια, προφθάσαι ἀξιωθησόμεθα, ἄνευ μνήσεως μυσταγωγοῦ ἀληθοῦς, καὶ πεφωτισμένου; Οὐκ ἔστιν ὄντως, οὐκ ἔστιν. Οπηνίκα δὲ καὶ τὸ τῆς ἐκλογῆς σκεῦος, τὸν μακαριώτατον κατο ίξωμεν Παῦλον, τὸν τῶν ἀῤῥήτων μύστην, τὸ τοῦ Χριστού στόμα, τὸ φῶς τοῦ κόσμου, τὸν κοινὸν ἥλιον, τὸν τῆς οἰκουμένης συμπάσης διδάσκαλον, τοῖς συναποστόλοις κοινούμενον καὶ συνδια σκεπτόμενον τὸ Εὐαγγέλιον· καὶ ἡ αἰτία, μήπως, φησίν, εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Ναὶ μὴν, καὶ αὐτὴν τὴν αὐτοσοφίαν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, περὶ μὲν ἑαυτοῦ φθεγγόμενον, ότι ο καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν· ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πα τρίς· ο περὶ δὲ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύ ματος, ὅτι ο Οὐκ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ᾽ ὅτα ἂν ἀκούσῃ, λαλήσει, ο διά γε τὸ τῆς τάξεως χρήσιμον, ἥτις συνέχει καὶ τὰ οὐράνια καὶ τὰ ἐπίγεια, φρίκῃ, καὶ θάμβει, καὶ ἀγωνία συνεχόμεθα, περί τε τῆς ἡμετέρας ουθενείας, καὶ ῥᾳθυμίας, καὶ τῶν ἐκ παραφροσύνης καὶ οιήσεως αἱρουμένων σκαιῶς, καὶ ἐπικινδύνως, ἰδιοῤῥύθμως καὶ ἀνυποτάκτως πολι τεύεσθαι. Τῷ ὄντι γὰρ φοβερὸς ὁ τοιοῦτος ἀγὼν, καὶ μυρίοι οἱ λωποδύται, καὶ τὰ τῶν πειρατῶν ἔνω εδρα ἀναρίθμητα· πρὸς δὲ, καὶ τὰ ναυάγια, μέτρον οὐκ ἐπιδέχονται· ὅθεν καὶ ἐκ τῶν πολλῶν, πάνυ ὀλίγοι εἰσὶν οἱ σωζόμενοι· ἀλλ᾿ οὗτοι μὲν ὡς βούλονται, ὁδευέτωσαν. «Εκάστου γάρ, ὡς γέγραπται, τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μάλιστα δὲ, μὴ οὕτως ἁπλῶς, περ βούλονται· ἀλλ᾿ ὡς δεῖ καὶ βούλεσθαι καὶ βιῶναι· δοίη πᾶσιν ὁ Κύριος σύνεσιν. Σὺ δὲ καὶ πᾶς ὁ βουλόμενος κατὰ Θεὸν ζῆ σαι, ὥσπερ ἀπό τινος κρασπέδου τῶν τοιούτων ῥη μάτων, τὸ ὅλον χρύσεον καὶ πνευματικών υφασμα τῆς μακαρίας ὑπακοῆς μαθών, ἐπείχθητι, ὡς προ δεδήλωται, εὑρεῖν διδάσκαλον ἀπλανῆ καὶ τέλειον τελείων δέ ἐστι, κατὰ τὸν Χριστοφόρον Παῦλον, ἡ στερεά τροφή· τῶν διὰ τὴν ἕξιν ἐχόντων τὰ αἰσθητήρια γεγυμνασμένα προς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Καὶ τούτῳ τῷ τρόπῳ, ήγουν ἐμπόνως, καὶ μετὰ πίστεως ζητῶν, οὐ μὴ ἁμάρτης τοῦ προκειμέ του σκοποῦ. «Πᾶς γάρ, φησὶν ἡ θεία Γραφή, ὁ αἰ τῶν, λαμβάνει· καὶ ὁ ζητῶν, εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται.» Κἀκεῖνός σοι πάντα καθ' εἱρμὸν καὶ τάξιν μυσταγωγήσει τα δέοντα καὶ θεο φιλῆ. Καὶ ἔτι δὲ μᾶλλον χειραγωγήσει, πρός γε τὸ τι,
col. 663–664page 15 of 89
PG 147:663θεάρεστα, καὶ πνευματικώτερα, καὶ τοῖς πολλοῖς ἀνέκφορα· ὁρῶν σε ἐκ ψυχῆς ἐπιχαίροντα τῇ μετ τριότητι, καὶ λιτότητα, καὶ εὐτελείᾳ· ἔν τε βρώμασι, καὶ πόμασι, καὶ σκεπάσμασι, καὶ περιβολαίοις· καὶ ἀρκούμενον τοῖς τῷ καιρῷ χρησίμοις, καὶ προς. φόροις, καὶ ἀναγκαίοις· καὶ μὴ τοῖς περιττοῖς. καὶ βλακώδεσι, καὶ οἷς οἱ περπερότητι, καὶ στιλβό τητι [σ. στιλπνότητι] ἀφρόνως συζῶντες ἀποτε μνύνονται, καὶ καθ᾿ ἑαυτῶν, καὶ τῆς σφῶν σωτηρίας, τὸ ξίφος ὠθοῦσι. Καὶ λέγει ὁ μέγας ἀπόστολος· ο Εχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. ο 'Αλλ' αὐτὸς ζητεῖς καὶ μα θητιᾷς, καὶ παρ' ἡμῶν ἐγγράφως ἀκηκοέναι τὰ πρόσφορα τῇ τε ἀρχῇ, καὶ τῇ μεσότητι, καὶ τῷ τέ λει τῆς κατὰ Χριστὸν πολιτείας; ᾿Αλλὰ κἂν ἐπαινετὸν τὸ ἐρώτημα, ἀλλ' ἐργώδης ἐκ τοῦ προχείρου ἀπόκρισις· ὅμως, Χριστοῦ δεξιὸν ὀρέγοντος, πρὸς τὴν σὴν ζήτησιν, καὶ τοῦτο ποιῆσαι σπουδάσομεν ὡς ἐν βάθρῳ βεβηκότι καὶ ἀπαλεύτῳ, τῇ παγγεράστῳ τελείᾳ ὑπακοῇ ἐποικοδομοῦντες τὸν πολυθρύλλητον οἶκον, πάσης τῆς πνευματικῆς οἰκοδομίας τὴν θεοποιόν φαμεν ἡσυχίαν. Καὶ δὴ λέγομεν ούτω, πι τρικαῖς καὶ πνευματοςθόγγοις χρήσεσιν, ὡς ἀκραδάντοις στύλοις έπερειδόμενοι. Ὅτι σὺν τῇ ὀρθοδόξῳ πίστει δεῖ ἐπιμελεῖσθαι πλήρη εἶναι καὶ τῶν καλῶν ἔργων, τὴν γνη σίως ἐθέλοντα ἡσυχάσαι καὶ κατὰ Θεόν· καὶ ὅτι ἡ πίστις διπλῆ· καὶ ὅτι μετὰ ταύτης χρή εἶναι τὸν ἡσυχάζοντα εἰρηνικὸν, ἀπερίσπαστον, ἀμέριμνον ἤτοι ἀφρόντιστον, σιωπηλίν, ἥσυχον, εὐχάριστον ἐν παντὶ, ἐπιγνώμονα τε τῆς ἰδίας ἀσθενείας, καὶ γενναίως φέρειν τοὺς πειρασμούς, καὶ πρὸς Θεὸν ἐλπίζειν, καὶ παρ' αὐτοῦ τὸ συμφέρον ἐκδέχεσθαι. ις'. Α'. Φησὶν ὁ Σωτήρα • Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ σὺ τοίνυν, ἀγαπητέ, εἴπερ οὐ λόγοις ψιλοῖς ἐρᾶς τῆς θεοποιοῦ ἡσυχίας, ἥτις ἀπάρτι τὰς ἐμφάσεις εἰσδέχεσθαι τηλαυγώς προξενεῖ τῆς οὐρανῶν βασιλείας, καὶ τοῦ Θεοῦ, τοῖς τα την γνησίως μετιοῦσιν· ἐν δὲ τῷ μέλλοντι, ολικώ. τερον καὶ τελειώτερον· ἀλλ' ἀληθείᾳ ἐρᾷς καὶ πρά γματι, ἐπιμελοῦ, πρὸς τῇ ὀρθοδόξῳ πίστει, πλήρης εἶναι καὶ τῶν καλῶν ἔργων. Εἶθ' οὕτως ἔσο εἰρη νικὸς μετὰ πάντων, τό γε τὸν μέρος· ἀπερίσπαστος, αμέριμνος, ἤτοι ἀφρόντιστος το καθόλου, σιωπηλός. ήσυχος, ευχάριστος ἐν παντὶ, ἐπιγνώμων τε τῆς οἰκείας ἀσθενείας· καὶ το όλον, ἄγρυπνον ὄμμα και νηφάλιον, πρὸς τοὺς καθ' ἑκάστην διαφόρους και του λυειδεῖς ἐπισυμβαίνοντάς σοι πειρασμούς, τήρει υπομονῇ τε καὶ μακροθυμία, πρὸς πᾶσαν τρικυμίαν, καὶ θλίψιν προσπαλαίων, ἐπερχομένην σοι ὁπωσδήποτε. Περὶ μὲν γὰρ τοῦ πρώτου, καὶ τοῦ δευτέρου, ήγουν του, πρὸς τῇ ὀρθοδόξῳ πίστει, καὶ καλοῖς › ἔργοις κατακοσμείσθαι, σαφής σοι διδάσκαλος, ὁ Ει κλεινὸς ἀδελφόθεος, οὕτω φάσκων. Η πίστις χω ρις τῶν ἔργων νεκρά ἐστιν· ὥσπερ καὶ τὰ ἔργα, χωρίς πίστεως. Καί· Δεῖξόν μοι ἐκ τῶν ἔργων σου τὴν πίστιν σου. Καὶ πρό γε τούτου, ὁ πάντων καθηγητὴς καὶ διδάσκαλος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, λέγων πρὸς τοὺς μαθητάς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα όσα ἐνετα:λάμην ὑμῖν.» Καὶ ὁ Θεολόγος δέ φησιν, ὅτι τρία ταῦτα ζητεῖ ὁ Θεὸς ἀπὸ παντὸς ἀνθρώπου, τοῦ ἔχοντος τὸ βάπτισμα· πίστιν ὀρθὴν ἀπὸ ψυχῆς· σωφροσύνην ἀπὸ τοῦ σώματος· καὶ ἀλήθειαν ἀπὸ τῆς γλώττης. ΣΑΝΗ, δ
col. 665–666page 16 of 89
PG 147:665Ὅτι ἡ πίστις διπλής 67, Ει Β΄. Σημείωσαι δὲ, ὅτι ἡ πίστις κατὰ τὰ θεοπαράδοτα λόγια διπλῆ ἐστιν, ἡ μὲν, καθόλου πάντων τῶν ὀρθοδόξων Χριστιανῶν, εἰς ἣν ἀρχῆθεν τε βεβαπτίσμεθα, καὶ ᾗ τελευταίον συναπέλθοιμεν· ἡ δὲ, σπα νίων, κἀκείνων, τῶν διὰ τῆς τῶν θεοποιῶν παθῶν ἐντολῶν ἐκπληρώσεως, εἰς τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐπαναδεδραμηκότων, καὶ οὕτω πεπλουτης κάτων τῷ τῆς χάριτος θείῳ φωτί, ἅπασαν τὴν ἑαυ τῶν ἐλπίδα ἐπιστηρίξαι πρὸς Κύριον· καὶ τοσοῦτον, ὦ τῆς ἀξίας! ὡς μηδαμῶς, κατά γε τὸ Κυριακὸν λό γιον, διακρίνεσθαι τούτους ἐν καιρῷ προσευχῆς, εἰς τὰ πρὸς Θεὸν αἰτήματα· ἀλλὰ μετὰ πίστεως ζητεῖν, καὶ οὕτω λαμβάνειν ἐκ τοῦ προχείρου τὰ συμφέροντα· καθὸ καὶ τὸ ἐξ ἔργων εἰλικρινῶν βεβαιόπιστον, οἱ μακάριοι προσεκτήσαντο, ὡς πᾶσαν γνῶσιν, καὶ διάκρισιν, καὶ δισταγμόν, καὶ φροντίδα, ἀφ' ἑαυτῶν ρίψαντες, καὶ ὅλοι ὅλως τῇ θείᾳ μέθῃ τῆς πρὸς Θεὸν πίστεως, καὶ ἐλπίδος, καὶ ἀγάπης, καταβαπτισθέντες, καὶ γοῦν ἀλλοιωθέντες, τὴν κρείττω, καὶ μακαρίαν τῆς δεξιᾶς τοῦ 'Υψίστου, κατὰ τὸν θεῖον Δαβίδ, ἀλλοίωσιν. Ἀλλὰ τὸ μὲν εἰς πλάτος περὶ τῆς πρώτης πίστεως λέγειν, οὐ τοῦ παρόντος καιροῦ τὸ δὲ περὶ τῆς δευτέρας, ἥτις ὥσπερ τις καρπὸς ἕνα θεος ἐκ τῆς πρώτης ἀνθεῖ, καὶ ἀποτίκτεται, ὡς λίαν εὔκαιρον. Η γὰρ πίστις, οἷόν τις ρίζα και κερά λαιον πέφυκε, τῆς φερωνύμου θεοποιοῦ ἡσυχίας. Ἐὰν γὰρ μὴ πιστεύσης, φησὶν ὁ τῆς Κλίμακος, πῶς ἡσυχάσεις; Λέγει τοίνυν ὁ θεῖος Δαβίδ· «ἐπίστευσα, διὸ ἐλάλησα.» Καὶ ὁ μέγας ἀπόστολος Παῦλος· «Εστι πίστις, ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων· καὶ ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ο κ. τ. Καὶ ὁ Σωτὴρ δὲ πρὸς τοὺς αἰτήσαντας αὐτὸν μαθητὰς προσθεῖναι αὐτοῖς πίστιν, οὕτω φησίν·. Εἰ ἔχετε πίστιν ὡσεὶ κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ. Έκρι ζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάτσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.» Καί· Ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· "Αρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.» Καί· «Πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε. Και· «Η πίστις σου σέσωκέ σε. Γράφει δὲ καὶ ὁ ὅσιος Ἰσαάκ· Ἡ πίστις λεπτοτέρα τῆς γνώσεως, καθὼς ἡ γνῶσις, τῶν πραγμάτων τῶν αἰσθητῶν. Πάντες γὰρ οἱ ἅγιοι, τὴν πολιτείαν ταύτην καταξιωθέντες εὑρεῖν, ὅπερ ἐστὶν ἔκπληξις εἰς Θεόν, ἐν τῇ δυνάμει τῆς πίστεως διάγουσιν, ἐν τῇ τρυφῇ τῆς πολιτείας ἐκείνης, τῆς ὑπὲρ φύσιν. Πίστιν δὲ λέγου μεν, οὐκ ἐν ᾗ πιστεύει τις, ἐν τῇ διαφορᾷ τῶν προσο κυνητῶν ὑποστάσεών τε καὶ θείων, καὶ ἐν τῇ ἐξαι ρέτῳ καὶ ἰδίᾳ φύσει αὐτῆς τῆς θεότητος, καὶ ἐν τῇ οικονομίᾳ τῇ θαυμαστῇ τῇ ἐν τῇ ἀνθρωπότητι, ἐν τῇ προσλήψει τῆς φύσεως ἡμῶν, εἰ καὶ αὐτὴ ὑψηλή ἐστι λίαν· ἀλλὰ τὴν πίστιν τὴν ἐκ τοῦ φωτὸς τῆς χάριτος ἀνατέλλουσαν ἐν τῇ ψυχῇ ἐν τῇ μαρτυρία τῆς διανοίας, στηρίζουσαν τὴν καρδίαν ἀδίστακτον
col. 667–668page 17 of 89
PG 147:667του εἶναι, ἐν τῇ πληροφορίᾳ τῆς ἐλπίδος, τῇ ἀπεχούσῃ ἀπὸ πάσης οιήσεως· καὶ οὐκ ἐν τῇ ἐπιδόσει τῆς ἀκοῆς τῶν ὤτων ἑαυτὴν δεικνύει, ἀλλ' ἐν τοῖς πνευ » ματικοῖς ὀφθαλμοῖς, τὰ μυστήρια τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ καὶ τὸν κρυπτὸν καὶ θεῖον πλοῦτον, τὴν κεκρυμμένον ἐκ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῆς σαρ κὸς, καὶ ἀποκαλυπτόμενον ἐν τῷ πνεύματι, τοῖς ἐν τῇ τραπέζῃ τοῦ Χριστοῦ διαιτωμένοις, ἐν τῇ ἀδο λεσχίᾳ τῶν νόμων αὐτοῦ, καθὼς εἶπεν· Ἐὰν της ρήσητε τὰς ἐντολάς μου, ἀποστελῶ ὑμῖν τὸν Παρά κλητον, τὸ Πνεῦμα τῆς ἀληθείας, όπερ ὁ κόσμος οὐ δύναται δέξασθαι· κἀκεῖνος διδάξει ὑμᾶς πᾶσαν τὴν ἀλήθειαν, ο καὶ τὰ ἑξῆς. Καὶ αὖθις·. Ἕως ἂν ἔ.03 ἐκείνο, ὅπερ ἐστὶν ἡ τελείωσις τῶν μυστηρίων, καὶ ἀξιωθῶμεν φανερῶς τῆς ἀποκαλύψεως αὐτῶν, ἡ πίσ στις λειτουργεί μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἁγίων, μυστήρια Κέητα, ὧν ἀξιωθείημεν διὰ τῆς χάριτος αὐτοῦ τοῦ Χριστοῦ, ἐνταῦθα μὲν, ὡς ἐν ἀῤῥαβῶνι· ἐκεῖ δὲ ἐν ὑποστάσει της αληθείας, εν τη βασιλεί τῶν οὐρανῶν, μετὰ τῶν ἀγαπώντων αὐτόν.» "Οτι δεῖ εἰρηνικὸν ὑπάρχειν σε. Γ'. Περὶ δέ γε τοῦ τρίτου, δηλαδή τοῦ εἰρηνικών εἶναί σε μετὰ πάντων, εναργής σοι παραίνεσις, ἡ τοῦ μακαρίου Δαβὶδ χρῆσις· καὶ μὴν καὶ ἡ τοῦ Χρ. στοφόρου Παύλου γεγωνότερον σάλπιγγος βοῦσα· ἡ μέν· «Ειρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. — ι Καὶ μετὰ τῶν μισούντων τὴν εἰρήνην ήμην ειρηνικός. Και Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Η δέ Εἰρήνην διώκετε μετά πάντων, καὶ τὸν ἁγιασμένο οὗ χωρὶς οὐδεὶς όψεται τὸν Κύριον.» Και· «Ει δυνατὸν τὸ ἐξ ὑμῶν, μετὰ πάντων εἰρηνεύοντες.» Ὅτι δεῖ ἀπερίσπαστον εἶναί σε. Δ'. Τοῦ δέ γε τετάρτου, δηλαδὴ τοῦ ἀπερίσπαστον τυγχάνειν σε, ὁ ὅσιος Ἰσαὰκ δηλώσει σοι λέγων, ὅτι Ἐὰν ἡ ἐπιθυμία, φησί, γέννημα τῶν αἰσθήσεων ὑπάρχῃ, σιωπησάτωσαν λοιπόν, οι μετά περισπασμοῦ τὴν εἰρήνην τῆς διανοίας φυλάττειν ὁμολογοῦντες· καὶ μετὰ περισπωμένων μή συναναστρα φῇς. * Οτι δεῖ ἀμέριμνον καὶ ἀφρόντιστον ὑπάρχειν σε. Ε΄. Τοῦ δὲ δὴ πέμπτου, δηλονότι τοῦ ἀμέριμνον, καὶ ἀφρόντιστον ἐξ εὐλόγων, καὶ ἀλόγων πρα γμάτων ὑπάρχειν σε, διδασκαλεῖόν σοι, ὅπερ ἐν Εὐαγγελίοις φησὶν ὁ Κύριος·. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνάτε τῇ ψυχῇ ὑμῶν τί φάγητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχή πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα, τοῦ ἐνδύματ το;; Εμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνών δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πήχυν ένα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε;» Καὶ μετ' ὀλίγα·. Μὴ οὖν μεριμνήσητε λέ γοντες· Τί φάγωμεν; *, Τί πίωμεν; 4, Τί περιβαλώμεθα; Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεί. Ο δε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρήζετε τούτων ἁπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ
col. 669–670page 18 of 89
PG 147:669Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· μὴ οὖν μεριμνήσητε εἰς τὴν αύριον· ἡ γὰρ αύριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρε κετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.» Λέγει δὲ καὶ ὁ ἅγιος Ἰσαάκ· Χωρὶς ἀμεριμνίας, φῶς ἐν τῇ ψυχῇ σου μη ζητήσης· μήτε γαλήνην καὶ ἡσυχίαν, ἐν τῇ χαυνότητι τῶν αἰσθήσεών σου. Καὶ ὁ τῆς Κλίμακος" Μία θρίξ ταράσσει ὀφθαλμόν· καὶ μικρὰ φρον τὶς ἀφανίζει ἡσυχίαν. Ησυχία γάρ ἐστιν ἀπόθε εις νοημάτων, καὶ ἄρνησις εὐλόγων φροντίδων. Ο δια τως ἡσυχίαν κατειληφώς οὐδὲ τῆς ἑαυτοῦ σαρκό; φροντίσει. Αψευδής γάρ ἐστιν ὁ ἐπαγγειλάμενος. Οτι δεῖ σιωπηλὸν εἶναί σε. ς'. Ετι περὶ τοῦ ἔκτου, δηλαδὴ τοῦ σιωπᾷν, ὁ εἱρμὸς εἰπεῖν ἡμᾶς ἐκβιάζει τοῦ λόγου. Λέγει οὖν καὶ περὶ τούτου ὁ ὅσιος Ἰσαάκ· Ὁ κωλύων τὸ στόμα αὐτοῦ ἐκ τῆς καταλαλιᾶς, φυλάττει τὴν καρ δίαν αὐτοῦ ἐκ τῶν παθῶν· καὶ ὁ καθαίρων τὴν καρ δίαν αὐτοῦ ἐκ τῶν παθῶν, ἐν πάσῃ ὥρᾳ θεωρεῖ τὸν Κύριον· καὶ ὅτε πάντα τὰ ἔργα τῆς πολιτείας εἰς ἐν μέρος θήσεις, καὶ τὴν σιωπὴν ἐν ἄλλῳ, εὑρήσεις αὐτὴν ὑπερβάλλουσαν ἐν σταθμῷ. Καί· Ὑπὲρ πάντα τὴν σιωπὴν ἀγάπησον, ὅτι προσεγγίζει σε [ἴσ. σοι] πρὸς καρπόν. Ἡ γλῶσσα γὰρ ἀσθενεῖ πρός τὴν ἐξήγησιν αὐτοῦ. Πρῶτον μὲν βιασώμεθα ἑαυ τοὺς σιωπάν, καὶ τότε ἐκ τῆς σιωπῆς γεννᾶται ἡμῖν τι, ὁδηγοῦν ἡμᾶς εἰς αὐτὴν τὴν σιωπήν. Δη σοι ὁ Θεὸς αἰσθηθῆναι τινος γεννωμένου ἐκ τῆς σιω πῆς. Ἐὰν δὲ ἐν ταύτῃ τῇ πολιτείᾳ ἄρξῃ, οὐκ ἐπί σταμαι ἐγὼ ποῖον τῶς ἀνατελεῖ σοι ἐντεῦθεν. Καὶ αὖθις· Η σιωπή μυστήριόν εστι τοῦ μέλλοντος αἰῶνος· οἱ δὲ λόγοι ὄργανόν εἰσι τοῦ κόσμου τούτου. Καὶ τῷ ἁγίῳ δὲ Αρσενίῳ, οὕτως ἡ θεία φωνὴ τὸ δεύτερον ἐθέσπισε· Αρσένιε, φεύγε, σιώπα, ἡσύ χαζε, καὶ σωθήσῃ. *Οτι δεῖ ήσυχον εἶναί σε. Ζ. Ωσαύτως δὲ καὶ περὶ τοῦ ἑβδόμου, ήγουν τοῦ ἡσύχως βιῶναί σε, ἀξιόπιστοι πρὸς παράστασιν, ὅ τε μέγας Βασίλειος, καὶ ὁ ἅγιος πάλιν Ἰσαάκ, ὁ μὲν εἰρηκώς· Ἡ ἡσυχία, ἀρχὴ καθάρσεως τῇ ψυχῇ· ὁ δὲ, Όρος ἡσυχίας, σιωπὴ ἀπὸ πάντων· ὁ μὲν, τὴν ταύ της ἀρχὴν, ὁ δὲ, τὸ τέλος διὰ τῶνδε τῶν φωνῶν ὡς ἐν συντόμῳ ἐπισημάναντες. Καὶ ἐν τῇ Παλαιᾷ δὲ Γραφῇ οὕτως εἴρηται·. Ημαρτες; ἡσύχασον· 2 καὶ, η Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός.» Λέγει δὲ καὶ ὁ τῆς Κλίμακος· Εργον ἡσυχίας προηγούς μενον, ἀμεριμνία πάντων πραγμάτων εὐλόγων, ἢ ἀλόγων· ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, τοῖς δευτέροις πάντως περιπεσείται. Προσευχὴ ἄοκνος, καὶ τρίτον, ἐργασία καρδίας άσυλος. Αδύνατον, τὸν μὴ γράμματα μεμαθηκότα, φυσικῶς ἐν δέλτοις μελετάν ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρότερον κτησαμένους, τὰ δύω λόγῳ μετελθεῖν. Καὶ αὖθις ὁ ἅγιος Ἰσαάκ Πόθος ἡσυχίας ἐστί, προσδοκία τοῦ θανάτου διηνεκὴς· ὁ ἐκτὸς ταύτης τῆς μελέτης εἰσερχόμενος ἐν τῇ ἡσυχία, οὐ δύναται βαστάσαι, ἅπερ ὀφείλομεν καρ τερεῖν καὶ βαστάζειν ἐκ παντὸς τρόπου. Ει ι
col. 671–672page 19 of 89
PG 147:671*Οτι δεῖ ἐν παντὶ εὐχαριστεῖν. Η'. Ομοίως καὶ περὶ τοῦ ὀγδόου, ἤτοι τοῦ ἐν παντὶ εὐχαριστεῖν σε, ἔστω ἱκανὸς ὑφηγητής, ὁ θεῖος ἀπόστολος Παῦλος προστάσσων· «Ἐν παντὶ εὐχαριστεῖτε, ν καὶ ὁ ὅσιος Ἰσαάκ· Ἡ εὐχαριστία τοῦ λαμα βάνοντος, ερεθίζει τὴν διδόντα, τοῦ δοῦναι δωρήμα τα μείζονα των προτέρων. ῾Ο μὴ εὐχαριστῶν ἐπὶ τοῖς μικροτέροις, καὶ ἐπὶ τοῖς μείζοσι, ψεύστης ἐπὶ καὶ ἄδικος, καὶ ὁ ὁδηγῶν τὰ χαρίσματα τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, καρδία κινουμένη πρὸς εὐχα ριστίαν ἀδιάλειπτον· ὁ ὁδηγῶν τὸν πειρασμὸν πρὸς τὴν ψυχὴν, ἡ ἔννοιά ἐστι τοῦ γογγυσμοῦ, ἡ κινουμένη ἀεὶ ἐν τῇ καρδίᾳ, καὶ στόμα διαπαντὸς εὐχαριστοῦν, εὐλογίαν δέχεται παρὰ τοῦ Θεοῦ, καὶ καρ δία διαμένουσα ἐν εὐχαριστίᾳ, ἐμπίπτει ἐν αὐτῇ ἡ χάρις. Οτι δεῖ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν. Θ'. Ἡλίκον μέντοι τὸ κέρδος συλλέγεται τῷ περ φθακότι γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν, ὁ καὶ ἔννα τον τῷ ἀριθμῷ πέφυκε, προσχών τῷ ἔκτῳ ψαλμῷ τοῦ θείου Δαβίδ μαθήσῃ, ἐν οἷς φησιν· ὁ Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.» Καὶ ἀλλαχοῦ·. Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ.. Καὶ ὁ ἅγιος Ἰσαάκ· Μακά ριος άνθρωπος, ὁ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν, διότι αὕτη ἡ γνῶσις γίνεται αὐτῷ θεμέλιος, καὶ ἀρχὴ πάσης ἀγαθωσύνης. Όταν γὰρ μάθῃ τις, καὶ ἐν ἀληθείᾳ αἰσθηθῇ τῆς ἑαυτοῦ ἀσθενείας, τηνικαύ τα περισφίγγει τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῆς χαυνότη α τος τῆς ἀμαυρούσης τὴν γνῶσιν, καὶ θησαυρίζει ἑαυτῷ παραφυλακήν. Καί· Ὁ ἄνθρωπος ὁ φθάσας γνῶναι τὸ μέτρον τῆς ἀσθενείας αὐτοῦ, οὗτος ἔφθασε τὸ τέλειον τῆς ταπεινώσεως. *Οτι δεῖ γενναίως φέρειν τοὺς πειρασμούς. Ι'. Ὑπόλοιπον δὲ τοῦ λόγου κεφάλαιον, ὁ καὶ τὸν ἐκτεθέντα ἡμῖν εἰς δέκατον ἀριθμὸν συμπληροί, καθο έστηκε, τὸ γενναίως φέρειν καὶ ἀνθίστασθαι μετά ὑπομονῆς καὶ μακροθυμίας, πρὸς τοὺς μέλλοντας επισυμβαίνειν σοι διαφόρους καὶ πολυειδείς πειρασμοὺς. "Ακουσον τοίνυν οἷα καὶ περὶ τούτου, τῇ ἱερᾷ Γραφῇ ἀνάγραπτα τελεῖ· καὶ γοῦν λέγει ὁ Χριστοφόρος Παῦλος· ο 'Αδελφοί, οὐκ ἔστιν ἡμῖν ἡ πά λη, πρὸς αἷμα, καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχὰς, η πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορα; τοῦ ".»: – σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς Ει οι πονηρίας ἐν τοῖς ἐπουρανίοις· καὶ, «Εἰ ἐκτός έστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες· ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί·, καὶ, ο Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ἂν παραδέχεται. ο Καὶ ὁ ἀδελφόθεος· ι 'Ανὴρ ἀπείραστος ἀδόκιμος καὶ ὁ ἅγιος Ηλίας ὁ ἔκδικος· Έξεστι παντὶ Χρι στιανῷ, τῷ ὀρθῶς πιστεύοντι εἰς Θεόν. μὴ ἀμεριμνεῖν, ἀλλὰ πάντοτε προσδοκἂν καὶ ἐκδέχεσθαι πει. ρασμόν· ἵνα ὅταν ἔλθῃ, μὴ ξενίζηται, μηδὲ ταράττηται, ἀλλ᾽ εὐχαρίστως ὑπομένειν τὸν κόπον τῆς θλίψεως, καὶ ἐννοεῖν, τί ψάλλων σὺν τῷ προφήτη λέγει· «Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, οι Ι,
col. 673–674page 20 of 89
PG 147:673καὶ οὐκ εἶπεν· ὅτι Η παιδεία σου κατέστρεψε με.»: •.. ἀλλ', 'ανώρθωσέ με εἰς τέλος. Μήτε μην ζήτει τὰς τῶν πειρασμῶν αἰτίας, ὅθεν ἐπέρχονται, ἀλλὰ μόνον εὔχου τῷ Θεῷ, εὐχαρίστως φέρειν αὐτούς, ὡς λέγει ὁ ἅγιος Μάρκος, ὅτι Πειρασμοῦ ἐπελθόντος, μὴ ζήτει διά τί, ἢ διὰ τίνος ἐλήλυθεν, ἀλλ' ὅπως ἂν αὐτὸν εὐχαρίστως καὶ ἀμνησικάκως ὑπομείνῃς. Καὶ πάλιν· Εἰ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν, τὸν ἐκτὸς πειρασμῶν εὐαρεστήσαντα, εὐχαριστεῖν δεῖ τῷ Θεῷ ἐπὶ πάσῃ συμβάσει· καὶ, Πᾶσα θλίψις ἐλέγχει την ροπήν τοῦ θελήματος, εἴτε εἰς δεξιὰ ῥέπει, εἴτε εἰς ἀρι στερά· διὰ τοῦτο ἡ συμβᾶσα θλίψις, πειρασμὸς ὀνο μάζεται, τῷ μετόχῳ πεῖραν τῶν κεκρυμμένων θελη μάτων παρέχουσα. Καὶ ὁ ἅγιος Ἰσαὰκ δὲ, σὺν πολύ λοῖς ἄλλοις καὶ ταῦτά φησι· Πάντα ἄνθρωπον ώφε λεῖ 5 πειρασμός· ἐὰν γὰρ τὸν Παῦλον ὠφελεῖ, πᾶν στόμα φραγήσεται. Καὶ ὑπόδικος γενέσθω πᾶς ὁ κόσμος τῷ Θεῷ. Οἱ ἀγωνισταὶ πειράζονται, ἵνα προσ θήσωσι τῷ πλούτῳ αὐτῶν, οἱ χαῦνοι, ἵνα ἐκ τῶν βλαπτόντων φυλάξωνται ἑαυτοὺς, καὶ οἱ ὑπνώττοντες, ἵνα εἰς ἐξυπνισμὴν εὐτρεπισθῶσι, καὶ οἱ μακρὰν ὄντες, ἵνα προσεγγίσωσι τῷ Θεῷ, οἱ δὲ οἰκεῖοι, ἵνα ἐν παρρησίᾳ εἰσοικισθῶσι. Πᾶς υἱὸς ἀγύμναστος, οὐ δέχεται τὸν πλοῦτον τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, εἰς τὸ βοηθεῖσθαι ὑπ' αὐτοῦ, καὶ διὰ τοῦτο λοιπόν, πρώτ τον πειράζει ὁ Θεὸς, καὶ βασανίζει, εἶτα δεικνύει τὸ χάρισμα. Δόξα τῷ Δεσπότῃ τῷ ἐν φαρμάκοις στρυ φνεῖς, τὴν τροφὴν τῆς ὑγιείας ἡμῖν προσάγοντι. Οὐκ ἔστιν ὅστις ἐν τῷ καιρῷ τῆς γυμνασίας μὴ ἄθεται, καὶ οὐκ ἔστι τις, ᾧ οὐ πικρὸς ὁ καιρὸς, ἐν ᾧ τὸν Ιὸν ποτίζεται τῶν πειρασμῶν, καταφαίνεται. Χωρὶς γὰρ τούτων, οὐ δυνατὸν κρᾶσιν προσκτήσασθαι ἰσχυράν· καὶ, τὸ ὑπομεῖναι δὲ, οὐχ ἡμῶν ἐστι. Πόθεν γὰρ ἔχει τὸ κεράμιον τὸ ἀπὸ πηλοῦ, ὑπο μεἶναι τὴν φύσιν τοῦ ὕδατος, εἰ μὴ τὸ πῦρ τὸ θεῖκόν, αὐτὸ στερεώσειεν; Ἐὰν ὑποταγῶμεν αιτούμενοι ἐν ταπεινώσει μετ' ἐφέσεως ἀδιαλείπτου, καὶ ἡμεῖς ἐν καρτερία πάντα λαμβάνομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἴρηται δὲ καὶ ἐν τῇ Σοφίᾳ τοῦ Σει. ράχ· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ τῷ Θεῷ σου, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ εύθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον· ο καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγής. Οτι δεῖ πρὸς Θεὸν ἐλπίζειν, καὶ παρ' αὐτοῦ τὸ συμφέρον ἐκδέχεσθαι. Ει, Χειν, Τὴν τῆς ἐλπίδος ἄγκυραν, πρὸς τὸν σώζειν δυ νάμενον Θεὸν, ἀναρτῶν καὶ παρ' αὐτοῦ τὴν τῶν πειρασμῶν ἔκβασιν συμφερόντως ἀπεκδεχόμενος. Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πει ρασθῆναι ὑπὲρ δ δυνάμεθα, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν. Καὶ ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονή, δοκιμήν· ἡ δὲ δοο κιμή, ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Καὶ, ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, καὶ, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ ὁ ἀδελφόθεος δὲ, οὕτω φησί· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, το
col. 675–676page 21 of 89
PG 147:675κατεργάζεται υπομονήν· ἡ δὲ ὑπομονή, ἔργον τέλειον Ε', ἐχέτω, ἵνα ἦτε τέλειοι, καὶ ὁλόκληροι, ἐν μηδενὶ λει πόμενοι. Καὶ, Μακάριος ἄνθρωπος, ὃς ὑπομένει πει ρασμόν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς, ἐν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν· καὶ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και ροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· καὶ, Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλου Ιλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τους πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου, καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν. Γρά φει δὲ καὶ ὁ μακάριος Συμεὼν ὁ Μεταφραστής Ψυ χὴ δεσμοῖς ἁλοῦσα τοῦ πρὸς Θεὸν ἔρωτος, οὐδὲν ἡγεῖ ται τὸ πάσχειν, ἀλλὰ τοῖς ἀλγεινοῖς ἐντρυφᾷ, καὶ θάλλει κακοπαθείᾳ· καὶ ὅταν οὐδὲν ὑπὲρ τοῦ ἐρωμένου πάσχει τῶν λυπηρῶν, τότε πάσχειν ἡγεῖται μᾶλ λον, καὶ ὡς κόλασιν τὴν ἄνεσιν διαφεύγει. ο Περὶ φόβου Θεοῦ, ὅτι διπλοῦς· ὁ μὲν τῶν ἀρχα το το ΣΑΣΙ, 12. οι ρίων, ὁ δὲ τῶν τελείων. ι. Οὐκ ὀκνητέον δὲ τανῦν διαμνημονεῦσαι, καὶ περὶ τοῦ κατὰ Θεὸν διπλοῦ φόβου, εἰ καί πως διά γε τὸ δόξαν ἡμῖν, μετὰ τὸ τέλος τῆς σημειωθείσης ἡμῖν δεκάδος τῶν εἰρημένων κεφαλαίων, μνησθῆναι περὶ τοῦ τελείου φόβου, τὴν τάξιν τοῦ πρώτου φόβου παρεσαλεύσαμεν· μετὰ τὴν πίστιν, ο φόβος τοῖς θείοις Πατράσι τέτακται. Περὶ τοῦ πρώτου φόβου· ἕως [ἰσ. οἶος] τῶν ἀρχαρίων. Ἴσθι τοίνυν, φίλτατε, ὅτι ὁ φόβος ὁ κατὰ Θεὸν, διπλοῦς ἐστιν, ὁ μὲν, τῶν ἀρχαρίων, ὁ δὲ, τῶν τε λείων. Καὶ περὶ μὲν τοῦ πρώτου οὕτω γέγραπται Αρχὴ σοφίας, φόβος Κυρίου· ο και, «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· ο καὶ, ο Ότι τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ν καὶ, Οὗ φόβος, ἐντολῶν τήρησις. Λέγει δὲ καὶ ὁ ὅσιος Ἰσαάκ Ο φόβος τοῦ Θεοῦ ἀρχὴ ἐστι τῆς ἀρετῆς.» Λέγεται δὲ εἶναι γέννημα τῆς πίστεως, καὶ σπείρεται ἐν καρδία, ὅταν ἀποχωρισθῇ ἡ διάνοια, ἐκ τοῦ περισπασμοῦ τοῦ κόσμου, τοῦ συνάξαι τὰς νοήσει; αὐτῆς τὰς ῥεμβο μένας ἐκ τοῦ μετεωρισμοῦ, ἐν τῇ ἀδολεσχίᾳ τῆς μελ λούσης αποκαταστάσεως. Και, Αρχὴ τῆς ἀληθινῆς ζωῆς τοῦ ἀνθρώπου, ο φόβος τοῦ Θεοῦ· καὶ οὗτος σύν μετεωρισμῷ τινων ἐν τῇ ψυχῇ διαμεῖνα: οὐ πείθεται· καὶ, Σοφίσθητι τοῦ θεῖναι θεμέλιον ἐν τῇ ὅδοι πορία σου τὸν φόβον τοῦ Θεοῦ, καὶ ἐν ὀλίγαις ἡμέραις ἀποκαθίστασαι ἐν τῇ πύλῃ τῆς βασιλείας, χωρίς κα κλεύσεως ὁδοῦ, Περὶ τοῦ τοῦ β' καὶ τελείου θείου φόβου Περὶ δὲ τοῦ δευτέρου, ἤτοι τοῦ τελείου θείου φό του, οὕτως εἴρηται·. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα ο και, ο Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οι πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ·, και, ο Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέ το
col. 677–678page 22 of 89
PG 147:677ρημα τοῖς φοβουμένοις αὐτόν· ν και, ο Ἰδοὺ οὕτως εὐ λογηθήσεται ἄνθρωπος, ο φοβούμενος τὸν Κύριον και, Ο φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος.» Γράφει δὲ καὶ ὁ ἅγιος Πέτρος ὁ Δαμασκηνός Σημεῖον τοῦ πρώτου φόβου, τὸ μισεῖν, καὶ ὀργίζεσθαι τὴν ἁμαρτίαν, ὡς ὁ πληγεὶς ὑπὸ θηρός τοῦ δὲ τε λείου, τὸ ἀγαπᾶν τὴν ἀρετὴν, καὶ φοβεῖσθαι τὴν τρο» πήν. Καὶ ὅτι οὐδεὶς ἀναλλοίωτος· καὶ ἐπὶ παντὸς πρά γματος ἐν τῷ βίῳ τούτῳ, ὀφείλομεν ἀεὶ τὴν πτῶσιν › φοβεῖσθαι. "Οθεν καὶ αὐτὸς ταῦτα συνετῶς ἀκροώμενος, σπούδασον μετὰ τῶν προειρημένων πάντων, καὶ τὸν πρῶτον ἀρτίως φόβον παρὰ σεαυτῷ κατέχειν ἀδιαλείπτως· οἷα γὰρ θησαυροφυλάκιον πέφυκεν ἀσφαλέστατον πάσης ἀγαθῆς πράξεως. Οὕτω γὰρ Έχων, κατευθυνόμενα ἕξεις τὰ διαβήματά σου, πρὸς; τὴν ἐργασίαν πασῶν τῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῶν· ἐδῷ δὲ προβαίνων, προσκτήσῃ καὶ τὸν τέλειον, καὶ ἁγνὸν φόβον, τῷ πόθῳ τῶν ἀρετῶν, καὶ τῷ ἐλέει τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν. “Οτι χάριν τῶν ἐντολῶν, καὶ τῆς κατ' αὐτὰς πί στεως τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καιροῦ κα λοῦντος, ὀφείλομεν μηδ' αὐτῆς τῆς ζωῆς ἡμῶν φείσασθαι. τηʹ. Πρὸς δὲ τοῖς εἰρημένοις, δέον καὶ τοῦτο εἰδέ 18. ναι σε, ὅτιπερ, χάριν τῶν ζωοπαρόχων ἐντολῶν, καὶ τῆς κατ᾿ αὐτὰς πίστεως τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὀφείλομεν, καιροῦ καλοῦντος, καὶ αὐτὴν τὴν ψυχὴν ἀπολέσαι ἀσμένω;· ἤτοι μηδ' αὐτῆς φείσασθαι τῆς ζωῆς ἡμῶν. Ὡς περὶ τούτου αὐτὸς ὁ Κύριος Ἰησοῦς Χριστός φησιν, ὅτι. ῾Ο ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν,; ἀναμφιβόλως πιστεύων, καὶ μὴ διακρινόμενος, ὅτι καὶ ἀνάστασις, καὶ ζωὴ, καὶ πᾶν εἴ τι σωτήριον, αὐτός ἐστιν ὁ θεάνθρωπος Ἰησοῦς ὁ Σωτὴρ, ὡς αὐτὸς είρηκεν, ὅτι Εγώ εἰμι ἡ ἀνάστασις, καὶ ἡ ζωή· δ᾽ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· ο και, εΠᾶς ";; ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν», › αἰώνα·, και, ο Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, Ει, « ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωήν ";, « αἰώνιον·, και, ο Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περ ριστὸν ἔχωσιν.» Οὕτως οὖν ἔχων, ἀεί τε τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, ὡς εἴρηται, τρέχε, σὺν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἀμεταστρεπτὶ τὸν σὸν δρόμον ούτωσί. Καλόν δὲ, ὡς ἡμῖν δοκεῖ, καὶ μάλα πρόσφορον, πρότερον ἐκθέσθαι τοῦ μακαριωτάτου Νικηφόρου τοῦ πάνυ, περὶ τῆς ἔνδον καρδίας δι᾿ εἰσπνοῆς ῥινὸς εἰσε όδου φυσικήν τινα μέθοδον, συντείνουσαν πως καὶ πρὸς τὴν τῆς διανοίας ἐπισυναγωγήν· ἵν' οὕτως καθ' εἱρμὸν, σὺν Θεῷ, ἡ παροῦσα πραγματεία προβῇ εξο θετον. Λέγει τοίνυν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, σὺν πολ τοῖς ἄλλοις, τὸ κῦρος παρ' ἀναγράπτων μαρτυριών τῶν ἁγίων ἔχουσι, καὶ τάδε
col. 679–680page 23 of 89
PG 147:679Μέθοδος φυσικὴ περὶ τῆς ἔνδον καρδίας δι' εἰσ πνοῆς ῥινὸς εἰσοδοεξόδου, καὶ τῆς μετ' αὐτῆ ἐνεργουμένης παρ' ἡμῶν προσευχῆς, ἥτις ἐστι, τὸν Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με, συντείνει δέ πως ἡ τοιαύτη μέθοδος καὶ πρὸς τὴν τῆς διανοίας ἐπισυναγωγήν. ιθ'. «Οἶδας, ἀδελφέ, ὅτι ἡ πνοή, ἣν ἀναπνέομεν, ὁ ἀὴρ οὗτός ἐστιν· ἐμπνέομεν δὲ αὐτὸν, οὐ δι' ἔτι ρόν τι, ἀλλ᾽ ἢ διὰ τὴν καρδίαν· αὕτη γάρ ἐστιν ἡ τῆς ζωῆς παραίτιος, καὶ τῆς θέρμης τῷ σώματι. Επι σπᾶται τοίνυν ἡ καρδία τὸ πνεῦμα, ἵνα τὸ μὲν ἐπυ της θερμόν, ἔξωθεν διὰ τῆς ἐκπνοῆς διωθήσῃ, ἑαυτῇ δὲ εὐκρασίαν παρέξῃ παραίτιος δὲ τῆς τοιαύτης οἰκονομίας, ἢ μᾶλλον ὑπουργὸς, ὁ πνεύμων ἐστὶν, δς αραιός ὑπὸ τοῦ Δημιουργοῦ κτισθείς, οἷά τις φυσητὴρ, ἀλύπως εἰσάγει καὶ ἐξάγει τὸ περιέχον. Οὕτως οὖν ἡ καρδία, τὸ μὲν ψυχρὸν ἕλκουσα τοῦ Πνεύματος, τὸ δὲ θερμὸν διωθοῦσα, τὴν τάξιν δηλονότι δι' ην ᾠκονομήθη πρὸς τὴν τοῦ ζώου σύστασιν, ἀπαραδά τως διατηρεί. Σὺ οὖν καθίσας ἐν κελλίῳ ἡσύχῳ, καὶ συναγαγών σου τὸν νοῦν, εἰσάγαγε αὐτὸν, τὸν νοῦν δηλαδή, εἰς τὴν τῆς ῥινὸς ὁδὸν, ἔνθα τὸ πνεῦμα εἰς τὴν καρδίαν εἰσέρχεται, καὶ ὤθησαι αὐτὸν, καὶ παρα βίασαι συγκατελθεῖν μετὰ τοῦ εἰσπνεομένου πνεύμα της εἰς τὴν καρδίαν. Εἰσελθόντος δὲ αὐτοῦ ἐκεῖσε, οὐκ ἔτι ἀνεύφραντα, οὐδὲ ἄχαρί, γενήσεται σοι τὰ μετὰ ταῦτα, ἀλλ' ὥσπερ ἀνήρ τις τοῦ ἑαυτοῦ οἴκου ἀπίδημος, ἐπὰν ἐπιστρέψῃ, οὐκ ἔχει ὅ τι καὶ γένηται ἀπὸ τῆς χαρᾶς, ὅτι κατηξιώθη τοῖς τέκνοις, καὶ τῇ γυναικὶ ἐντυχεῖν, οὕτω καὶ ὁ νοῦς, ἐπὰν μετὰ τῆς ψυχῆς ἐνωθῇ, ἀρξή του ἡδονῆς καὶ εὐφροσύνης ἐμπί πλαται. Τοίνυν, ἀδελφὲ, συνείθισον τὸν νοῦν, τοῦ μὴ ταχέως ἐκεῖθεν ἐξέρχεσθαι· πάνυ γὰρ ἐν ταῖς ἀρχαῖς καταδέχθυμεῖ, ἐκ τῆς τῶν ἔνδον συγκλείσεως καὶ στενώσεως· ἐπὰν δὲ συνήθης γένηται, οὐκ ἔτι στέρ γει ταῖς ἔξωθεν περιφοράς. Η γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστιν· ἣν τῷ ἐκεῖσε περισκο ποῦντι, καὶ διὰ καθαρᾶς προσευχῆς ταύτην ἐπιζητοῦντι, τὰ ἔξω πάντα, στυγητά δοκοῦσι καὶ μισητά. ο Καὶ μετὰ βραχέα· ο Χρή δέ σε καὶ τοῦτο μαθεῖν, ὡς ἐκεῖσε τοῦ νού; σου τυγχάνοντος, οὐ σιωπᾷν, καὶ ἀργὸν ἴστασθαι ἔκτοτε ὀφείλεις ἐξν αὐτὸν, ἀλλὰ δὲς αὐτῷ τὸν Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με, ἔργον ἔχειν, καὶ μελέτην ἅπαυστον, καὶ μηδέ ποτε ἐκ τούτου πανέσθω· τοῦτο γὰρ ἀμετεώριστον συνέχον τὸν νοῦν, ἀχείρωτον δεικνύει αὐτὸν καὶ ἄψαυστον, ταῖς προσβολαῖς τοῦ ἐχθροῦ, καὶ εἰς ἀγά πην καὶ πόθον θεῖον, τοκαθημέραν ἀνάγει. ταῦτα μὲν ὁ μακαρίτης ούτος Πατήρ, σκοπὸν ἔχων προηγούμενον, ἵνα πως ενεργουμένης τῆς φυσικῆς ταυτησί μεθόδου, ἐπανέλθῃ ὁ νοῦς ἐκ τῆς συνήθους περιφορά;, καὶ αἰχμαλωσίας, καὶ τοῦ ῥεμβασμοῦ, πρὸς προσοχὴν, καὶ διὰ τῆς προσοχῆς, ἐπαναζεύξῃ πρὸς ἑαυτὸν, καὶ οὕτω τῇ προσευχῇ ἑνωθῇ, καὶ ἵνα Έκτοτε κατέρχηται εἰς τὴν καρδίαν, μετ' αὐτῆς δη λονότι τῆς προσευχῆς, καὶ παραμένῃ ἀεὶ ἐν αὐτῇ, καθά και τις ἕτερος τῶν θεοσόφων ὡσανεὶ ἐπεξηγούμενος τὴν προεκτεθεῖσαν χρῆσιν, ὡς ἐν πείρᾳ τῆς τοιαύτης ἱερᾶς ἐργασίας πεφυκώς τάδε διαγορεύει. Καὶ
col. 681–682page 24 of 89
PG 147:681Περὶ τῆς δι' εἰσπνοῆς ῥινὸς φυσικῆς μεθόδου, καὶ τῆς σὺν αὐτῇ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐπικλήσεως. κ'. Δέον καὶ τοῦτο τῷ φιλομαθεί κατάδηλον ποιή σαι· ὅτι, ἐάνπερ τὸν νοῦν ἡμῶν ἐν τῇ εἰσόδῳ τοῦ πνεύματος συγκατέρχεσθαι αὐτῷ ἐκπαιδεύσωμεν, εοτηνικαῦτα μάθοιμεν ἂν ἀκριβῶς, ὅτι κατερχόμενος ὁ νοῦς, οὐ πρότερον τούτου ἀπερχόμεται [σ. ἀπάρχεται], πρὶν ἄν, πάντα λογισμόν· παραιτήσηται, καὶ ἑνιαῖος, καὶ γυμνὸς γένηται, οὐδεμιᾶς ἑτέ ρας μνήμης περιδεδραγμένος, ἢ τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικλήσεως, πάλιν δὲ ἐκεῖθεν ἀναχωρῶν, καὶ εἰς τὰ ἔξω ἐρχόμενος, ἐπὶ τὴν πολυ σχεδῆ μνήμην, καὶ ἄκων μερίζεται. Ὅτι καὶ ὁ θεῖος Χρυσόστομος, ὡς καὶ ἕτεροι τῶν πάλαι ἁγίων Πατέρων, ἐν Χριστῷ Ἰησοῦ τῷβ Κυρίῳ ἡμῶν προσεύχεσθαι διορίζεται· καὶ ἔν. δον καρδίας· καὶ ταύτην φησὶ προσευχὴν, τό, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με. κα'. Λέγει δὲ καὶ ὁ μέγας Χρυσόστομος «Παρα καλῶ ὑμᾶς, ἀδελφοί, τὸν κανόνα τῆς προσευχῆς μη δέποτε καταπατήσητε, ἢ καταφρονήσητε, καὶ μετὰ μικρόν· ι Οφείλει ὁ μονάζων, εἴτε ἐσθίει, εἴτε πίσ νει, εἴτε καθέζεται, είτε διακονεῖ, εἴτε ὁδεύει, εἴ τε τι ἕτερον ποιεῖ, ἀδιαλείπτως κράζειν τὸν Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με. Καὶ μετ' ὀλίγον· ο Ἵνα τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ κατερχόμενον εἰς τὸ βάθος τῆς καρδίας, τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομάς, ταπεινώσῃ τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωοποιήσῃ· «Αδιαλείπτως τοίνυν παράμεινον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον, καὶ ὁ Κύριος τὴν καρδίαν, καὶ γένηται τὰ δύο εἰς ἕν.» Καὶ αὖθις· «Μὴ χωρίζετε τὴν καρδίαν ὑμῶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ προσμένετε, καὶ φυλάζ σετε αὐτὴν, μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ, καὶ μηδὲν ἕτερον ἐννοι, Ένα μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν.» *Ετι περὶ τῆς δι' εἰσπνοῆς ῥινὸς μετὰ προσοχῆς ἔνδον καρδίας μνήμης τοῦ Ἰησοῦ. κβ'. Γράφει δὲ καὶ ὁ τῆς Κλίμακος· «Ἰησοῦ μνή μη κολληθήτω τῇ πνοῇ σου, καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.» Καὶ ὁ ἅγιος Ησύχιος· «Εἰ ἀληθῶ; ἄρα περιβαλεῖν αἰσχύνην τοῖς λογισμοῖς θέλοις, καὶ ἡσυχάζειν εὐμενῶς, καὶ νήφειν τῇ καρδίᾳ μετὰ εὐκολίας, Ἰησοῦ εὐχὴ κολληθήτω τῇ σῇ πνοῇ· καὶ ἐν ὀλίγαις, ἡμέραις γινόμενον ἔψει τοῦτο.» Οτὶ δεῖ τὸν νοερώς νήφειν ἐθέλοντα, καὶ μᾶλ λον τὸν ἀρχάριον, καθῆσθαι κατά γε τὸν και δὲν τῆς προσευχῆς, ἐν ἡσύχῳ καὶ ἀφεγγεῖ εἰκίσκῳ, διὰ τὸ, οὕτως τόν τε νοῦν, καὶ τὴν ε άνοιαν πως ἀπὸ μέρους συνάγεσθαι φυσι κῶς. κγ'. "Οθεν σὺν τοῖς δηλωθεῖσιν, ὡς ἄνωθεν οὖσι, καὶ ἐκ Πατέρων ἁγίων μεγάλων προτεθεσπισμένοις, κατὰ τὰς ἐξαπλωθείσας ἡμῖν μαρτυρίας, περὶ τοῦ, δι' εἰσπνοῆς ῥινὸς, καὶ ἔνδον καρδίας, ἔν τε τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ ἐν τῷ αὐτοῦ ἁγίῳ καὶ σωτηρίῳ ὀνόματι προσεύχεσθαι, καὶ μελετάν, καὶ νήφειν, καὶ παρ' αὐτοῦ ἐκζητεῖν μα; α ἔλεος • πρόσεστι δὲ καὶ τοῦτο, τὸν ἐν ἡσύχῳ,
col. 683–684page 25 of 89
PG 147:683Λ καὶ ἀεὶ μὲν, μάλιστα δὲ κατὰ τὴν ἀποτεταγμένων και ρὸν τῆς προσευχῆς, καὶ μὴν καὶ ἐν ἀφεγγεῖ γωνία, καθῆθαι τὸν νοερώς ἐν καρδίᾳ νήφειν ἐπιμελούμενον, καὶ μᾶλλον τὸν ἀρχάριον, ὡς οἱ ἐν πείρᾳ ὄντες τῆς τοιαύτης παμμακαρίστου έργασίας, θεῖοι Πατέ ρες καὶ διδάσκαλοι, μυσταγωγοῦσί τε καὶ διακελεύονται· ἐπείπερ ἡ τῶν ὀφθαλμῶν βλέψις, καὶ ὅρασις, πρὸς τὰ δρώμενα καὶ βλεπόμενα, σκεδάννυσθαι φύ σικῶς καὶ διαμερίζεσθαι τὴν διάνοιαν, πεφήνασι πρόξενοι, καὶ μέντοι τοῦ σκύλλεσθαι καὶ ποικίλλεσθαι· ταύτης δὲ συγκλεισθείσης, ὡς λέλεκται, ἐν ἡσύχῳ, καὶ σκοτεινῷ δωματίῳ, αυτή τε τοῦ μερι σμοῦ, καὶ τοῦ, ὅσον ἐκ τῆς ὁράσεως καὶ βλέψεως ποικίλλεσθαι, παύεται· καὶ οὕτω γοῦν καὶ ὁ νοῦς ἑκὼν ἄκων ἀπὸ μέρους γαληνιᾷν, καὶ πρὸς ἑαυτὸν εἴωθε συνάγεσθαι, ὥς φησιν ὁ μέγας Βασίλειος· Νους μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, επάνεισι πρὸς ἑαυτόν. *Ότι πρό γε πάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς τοῦ ἁγίου αὐτοῦ ὀνόματος. μετὰ πίστεως ἐν καρδίᾳ ἐπικλήσεως τὸ ἀξέμε βαστον τῷ νοὶ ἐπιχορηγεῖται· συνεργεῖ δέ πως καὶ ἡ ἐν καρδίᾳ δι' εἰσπνοῆς ῥινός φυσική μέθοδος, καὶ ἡ ἐν ἡσύχῳ καὶ ἀφεγγεῖ χώρο και έδρα, καὶ τὰ παρόμοια. α. Καὶ πρό γε τούτων, μᾶλλον δὲ πρὸ πάντων, τὸ τοιοῦτον τῷ νῷ κατορθοῦται ἀγώνισμα, τῇ συν άρσει τῆς θείας χάριτος, τῇ ἐκ τῆς μονολογίστων καρδιακῆς καθαρᾶς καὶ ἀῤῥεμβάστου ἐπικλήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν πίστει ἐπιγ νομένῃ, ἀλλ' οὐ ψιλῇ μόνῃ τῇ προεκτεθείσῃ φυσική μεθόδῳ, τῇ δι' εἰσπνοῆς ῥινός, ἢ τῆς ἐν ἡσύχῳ καὶ σκοτεινῷ χώρῳ καθέδρας· ἄπαγε· τὰ τοιαῦτα γὰρ οὐ δι' ἕτερόν τι τοῖς θείοις Πατράσιν ἐπινενόηται, ἀλλ' ἢ, ὡς συνεργά πως όντα, πρὸς τὴν τῆς διανοίας ἐπισυναγωγὴν, καὶ πρὸς ἑαυτὴν ἐκ τοῦ συνήθους ῥεμβασμοῦ ἐπάνοδο, τε καὶ προσοχήν, ὡς προείπο μεν· δι' ὧν καὶ τῷ νο! τὸ διηνεκῶς, καὶ καθαρώς, καὶ ἀῤῥεμβάσεως προσεύχεσθαι ἀποτίκτεται· ὡς φησιν ὁ ἅγιος Νείλος, ὅτι προσοχή, προσευχήν ζη τοῦσα, προσευχὴν ευρήσει. Προσευχὴ γὰρ τῇ προσ οχῇ, εἰ καί τι ἄλλο, ἔπεται, ἐφ᾽ ἣν σπουδαστέον. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον· σὺ δὲ, τέκνον, θέλων ζωὴν, καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ ἐν σώ ματι ὡς ἀσώματος ζῆν, ὑπὸ κανόνα καὶ στάθμην Ο ζήθι τοιαύτην. Οπως δεῖ διέρχεσθαι τὸ ἀπὸ τῆς ἑσπέρας ἕως τοῦ ἄρθρου διάστημα τὸν ἡσυχάζοντα, καὶ ἀρχὴ τῆς κατὰ πλάτος διδασκαλίας. κε'. Δύνοντος τοῦ ἡλίου, τὸν ὑπεράγαθον καὶ παντοδύναμον Κύριον Ἰησοῦν Χριστὸν ἐπικαλεσάμενος εἰς ἐπικουρίαν, κάθισον ἐπὶ σκίμποδος, ἐν κελλίῳ ἡσύχῳ καὶ ἀφεγγεῖ, καὶ συναγαγών σου τὸν νοῦν ἐκ τῆς ἔξωθεν συνήθους περιφορᾶς καὶ περιπλανήσεως, καὶ ἔνδον καρδίας ὠθήσας ηρέμα, δι' εἰσπνοής ῥινός, κράτησον τὴν εὐχὴν, ήγουν τὸν Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με· ἅμα δηλονότι τῇ πνοῇ συνεισάγων ἡνωμένως πως καὶ τὰ τῆς προσευχῆς ῥήματα, καθώς φησιν ὁ ἅγιος Ησύχιος· «Είσο πνοῇ τῆς ῥινός, νῆψιν ἕνωσιν, καὶ Ἰησοῦ ὄνομα, καὶ μελέτην θανάτων ἀλάθητον, καὶ ταπείνωσιν. ο
col. 685–686page 26 of 89
PG 147:685ὠφελεῖν γὰρ οίδασι τὰ ἀμφότερα· ἔχων μετά γε τῆς εὐχῆς, καὶ τῶν ἄλλων τῶν εἰρημένων σοι, καὶ μνή μην κρίσεώς τε καὶ ἀνταποδόσεως ἀγαθῶν, καὶ φαύλων πράξεων, καὶ ὁλικῶς ἐκ ψυχῆς ἡγούμενος σαυτὸν, ἁπάντων ἀνθρώπων ἁμαρτωλότερον, καὶ δαι μόνων αὐτῶν ἐναγέστερον· κἀντεῦθεν, ὅπως μέλλης αἰωνίως κολάζεσθαι, ἐν οἴῳ δ᾽ ἂν λογισμῷ τῶν δη λωθέντων γένηταί σοι κατάνυξις, καὶ πένθος, καὶ δάκρυα, ἐν ἐκείνῳ δῆτα καὶ πρόσμενε, ἕως ἂν μόνα ταῦτα παρέλθωσιν· εἰ δ᾽ ἔτι οὐ κατηξίωσαι τῆς τῶν δακρύων δωρεᾶς, ἀγώνισας, καὶ εἶξαι ταπεινῷ φρο νήματι, ἵνα κτήσῃ ταῦτα· διὰ γὰρ τούτων, τῶν μὲν παθῶν καὶ μολυσμῶν, καθαιρόμεθα, τῶν δὲ χρη στῶν καὶ σωτηρίων ἐν μεθέξει γινόμεθά, ὥς φησιν ὁ τῆς Κλίμακος, ὅτι ο Ὥσπερ τὸ πῦρ ἀναιρετικὸν και λάμη;, οὕτω τὸ δάκρυον τὸ ἁγνὸν, παντὸς ῥύπου φαινομένου καὶ νοουμένου. ο Καὶ ἕτερος Πατήρ· Ο βουλόμενος ἀποκτήσασθαι κακίας, κλαυθμῷ ἀποκτᾶται αὐτάς· καὶ ὁ βουλόμενος κτήσασθαι ἀρετὰ;, κλαυθμῷ κτᾶται αὐτάς· καὶ, ἐὰν μὴ ἔχῃς κατάνυξιν, γίνωσκε, ὅτι κενοδοξίαν ἔχεις· ν αὕτη γὰρ οὐκ ἀφίησι τὴν ψυχὴν κατανυγῆναι. Εἰ δὲ οὐκ ἐπέλθοι δάκρυα, κάθησο προσέχων ἐν τούτοις τοῖς λογισμοῖς μετά γε καὶ τῆς εὐχῆς, ὥραν μίαν· εἶθ᾽ οὕτως ἀνα στὰς, ψάλλε σὺν προσοχῇ τὸ μικρὸν ἀπόδειπνον, καὶ πάλιν καθίσας, κράτησον τὴν εὐχήν, όση σοι δύναμις, καθαρῶς καὶ ἀῤῥεμβάσεως, δηλαδὴ ἐκτὸς μερίμνης, καὶ λογισμοῦ οἴου δή τινος, καὶ τῆς ὁποιασοῦν φαντασίας, σὺν πολλῇ νηφαλιότητι, ώρας τὸ ἥμισυ, κατά τὸν λέγοντα· Χωρίς πνοῆς καὶ τροφῆς, ἔξω τῶν ἄλλων γενοῦ ἐν εὐχῇ, εἰ θέλεις μετὰ μένου γενέσθαι τοῦ νοῦ. Εἶτα σφραγίσας σεαυτὸν τῷ τύπῳ τοῦ τις μίου καὶ ζωοποιοῦ σταυροῦ, ὁμοίως καὶ τὴν σὴν κλίνην, καὶ ἐπ' αὐτὴν καθίσας, καὶ περὶ τῶν μελ λὄντων, ἀπολαύσεων, φαμέν, καὶ κολάσεων, εἰς ἔνω νταν ἐλθὼν, τοῦ τε ρευστοῦ, καὶ ἀπατηλοῦ τῶν προσο καίρων· καὶ δὴ καὶ τοῦ αἰφνιδίου καὶ κοινοῦ χρέους, ἤτοι τοῦ θανάτου· καὶ τοῦ μετὰ τὸ τέλος, καὶ πρὸ τοῦ τέλους φρικτοῦ λογοθεσίου· τῶν τε ἑπταισμένων σοι τοκαθόλου ὡς ἐν συντόμῳ διαμνημονεύσας, καὶ περὶ τούτων τὴν ἄφεσιν θερμῶς αιτησάμενος, λογοπραγήσας τε σαυτὸν ἠκριβωμένως, ὅπως τὴν παρελθοῦσαν ἡμέραν διῆλθες, ἀναπεσών, κρατῶν καὶ τὴν εὐχὴν, κατὰ τὸν λέγοντα, Ἰησοῦ μνήμη συγκοιμηθήτω σοι, ὕπνωσον ώρας πέντε, ἢ ἐξ· μᾶλ λον δέ, κατὰ τὸ τῆς νυκτὸς διάστημα, κοιμήθηκε καὶ αὐτὸς τὸ ἀνάλογον. Οπως δεῖ τὴν κατὰ τὸν ὄρθρον διέρχεσθαι και ρὸν, ἄχρι καὶ τῆς πρωΐας. κς. Εξυπνος δὲ γενόμενος, καὶ τὸν Θεὸν δοξολο γήσας, καὶ αὖθις εἰς τὴν σὴν ἀντίληψιν τοῦτον ἐπι καλεσάμενος, ἄρξαι το πρῶτον τοῦ πρώτου ἔργου, ήγουν τοῦ εὔχεσθαι ἐν καρδίᾳ ἀῤῥεμβάστως, καὶ καθαρῶς, ἕως ὥρας μιᾶς· τοτηνικαῦτα καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστην πέφυκε πως ὁ νοῦς γαληνὸς καὶ ἀθόρυβος. Μέντοιγε καὶ ἐντεταλμεθα, τὰ πρῶτα, καὶ ἐξαίρετα θύειν τῷ Θεῷ· ἤτοι τὴν πρωτόνοιαν ὡ, οἷόν τε ἀνατείνειν ἀκλινῶς, διὰ καρδιακῆς καθαράς προσευχῆς, πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
col. 687–688page 27 of 89
PG 147:687& Καὶ λέγει ὁ ἅγιος Νείλος· Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἑαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ. Μετὰ δὴ ταῦτα, ψάλλε τὸ μεσονυκτικόν· εἰ δ' ἀκμὴν ἀπαγὴς ὢν πρὸς τελειοτέραν ἡσυχίαν, διὰ τοῦτο οὐ δύνασαι, ὡς εἴπομεν, ἀπάρξασθαι, ἢ καὶ δι' ἑτέραν ἴσως αἰτίαν, ὡς πολλάκις είωθε προσγίνεσθαι, τοῖς ἔτι πρὸς τὴν τοιαύτην εργασίαν ἀρχομέν νοις, ναὶ μὴν, καί που σπανίως καὶ τοῖς προκόπτουσι, καὶ μήπω πεφθακόσι τὸ τέλειον· οἱ γὰρ τέλειοι πάντα ἰσχύουσιν ἐν τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ σὺ δ' οὖν ἀναστὰς ἐκ τοῦ ὕπνου, καὶ ὡς ἔχεις δυνά μεως ανανήψας ψάλλε πρώτον τὸ μεσονυκτικόν, μετά πάσης προσοχῆς καὶ συνέσεως. Εἶθ' οὕτω καθίσας, εἶξαι καθαρῶς καὶ ἀῤῥεμβάστως ἐν καρδίᾳ, ὡς δε δήλωται, ὥραν μίαν· μᾶλλον δὲ, ὡς ὁ δοτὴρ τῶν ἀγαθῶν παρέξει σοι. Φησὶ γὰρ ὁ τῆς Κλίμακος" 4 Νύκτωρ μὲν, τὰ πολλὰ τῇ προσευχῇ δίδου· τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρας δὲ πάλιν, πρὸς τὴν στην παρασκευάζου δύναμιν.» Εἰ δὲ καὶ οὕτως ἀγω νισάμενος, ἔτι ὀλιγωρεῖς, καὶ ἀκηδιᾶς, καὶ τὸν νοῦν θολούμενον κέκτησαι ὑπό τινος συμβεβηκότος, ανα στὰς, διεγέρθητι, ὡς οἶδας, ἐχόμενος τῆς εὐχῆς. Εἶτα καθίσας, σπούδασον εὔξασθαι, ὡς προγέγραπται, ἐπιμελούμενος ἀεὶ, ἵνα διὰ προσευχῆς καθαράς, τῷ καθαρῷ ὁμιλῇς Θεῷ. Εἶτα διαναστάς, ψάλλε συν ετῶς τὸν ἑξάψαλμον, τὸν ν, καὶ κανόνα οἷον βού λει. Εἶθ' οὕτω καθίσας, καὶ διαγρηγορών, εύξαι είλι κρινῶς ὥρα; τὸ ἥμισυ. Καὶ αὖθις ἀναστὰς ψάλλε τοὺς αίνους, τὴν συνήθη δοξολογίαν, τὴν πρώτην ὥραν. Καὶ μετὰ ταῦτα, ἀπόλυτο. Εἰς τοσοῦτον δὲ ύψος φερέσθω τὰ διὰ τῶν σῶν χειλέων λεγόμενα, ὡς μόνο, ὑπαρχειν ἀκουστὰ τοῖς σοῖς ὡσίν· ἐπεὶ καὶ κι οπούς χειλέων προσφέρειν τῷ Θεῷ ἐντεταλμεθα ἐξ ὕλης ψυχῆς καὶ διανοίας εὐχαριστῶν τῷ φιλανθρώπῳ καὶ κηδεμόνι πανσόφῳ Θεῷ ἡμῶν, τῷ κατὰ τὸ αὐτοῦ ἄπειρον ἔλεος, ἀξιώσαντι ἡμᾶς διελθεῖν εὐμαρῶς τὸ τῆς παρελθούσης νυκτὸς πέλαγος, καὶ τὸ τῆς ἐνεστώσης ἡμέρας κατιδεῖν φαιδρὸν στάδιον καὶ θερμῶς ὡσαύτως ἐκλιπαρῶν, ἵνα περ βραβεύσῃ ἡμῖν διαδρᾶναι ἀκυμάντως, καὶ τὸν τῶν δαιμόνων καὶ παθῶν ἀσέληνον καὶ ἄγριο, λαίλαπα, καὶ ἐλεῆσαι ἡμᾶς. Όπως δεῖ πολιτεύεσθαι ἀπὸ τῆς πρωΐας ἕως τοῦ ἀρίστου. κζ'. Αὖθις δὲ ἀπὸ τῆς πρωΐας ἕως τοῦ ἀρίστου, κατὰ τὸ δυνατόν σοι, ὅλος ὅλον ὅλῳ Θεῷ ἀναθεὶς, καὶ τούτῳ ἐν συντετριμμένη καρδίᾳ εὐξάμενος, συν ἀρασθαί σοι, ἀσθενεῖ, καὶ ῥᾳθύμῳ, καὶ ἀπροαιρέτῳ τυγχάνοντι, διελθε ἐν προσευχῇ καθαρᾷ καρδιακή καὶ ἀῤῥεμβάστῳ· ἐν ἀναγνώσει, ὄρθιος μὲν ἀναγινώσκων τὸ τετυπωμένον σοι ἐκ τοῦ Ψαλτηρίου, τοῦ Αποστόλου, καὶ τοῦ ἁγίου Εὐαγγελίου· ὁμοίως ποιῶν κάν ταῖς εὐχαῖς, ταῖς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ταῖς εἰς τὴν ὑπέραγνον Θεοτόκον καθήμενος δὲ ἐν ταῖς λοιπαῖς ἀναγνώσεσι τῶν ἁγίων Γραφών. Μετὰ δὴ ταῦτα, ψάλλε νουνεχῶς τὰς συν ήθεις ώρας, αἳ ὑπὸ τῶν τῆς Ἐκκλησίας τροφίμων
col. 689–690page 28 of 89
PG 147:689πάνυ σοφῶς διετυπώθησαν, ὅλῳ μένει ψυχῆς ἀπ ωθούμενος τὴν ἀργίαν, ὡς πάσης κακίας διδάσκαλον καὶ μετὰ τῶν παθῶν, καὶ τὰς ἀφορμάς αὐτῶν, καν μικραί τινες είναι δοκῶσι, καὶ ἀβλαβεῖς φαίνωνται. Περί παραφυλακῆς ἀπὸ τῆς ἀργίας· καὶ ὅτι ἀναγκαῖον τηρεῖν τὴν ἐκκλησιαστικὴν παρά δοσὶν καὶ τὸν ἡσυχάζοντα. κη. Καθὼς λέγει ὁ ἅγιος Ἰσαάκ ο Παραφυλάτ τεσθε, ὦ ἀγαπητοί, ἀπὸ τῆς ἀργίας· διότι ἐγκέκρυπται ἐν αὐτῇ ἐγνωσμένος θάνατος· καθότι χωρίς αὐτῆς, ταῖς χερσὶ τῶν αἰχμαλωτίσαι τὸν μοναχὸν σπευδόντων, ἐμπίπτειν οὐκ ἔσται. Οὐ περὶ ψαλμών ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατακρινεῖ ἡμᾶς ὁ Θεὸς, οὐδὲ περὶ τῆς τῆς προσευχῆς ἀργίας· ἀλλ' ὅτι τῇ καταλείψει τούτων, εἴσοδος γίνεται τοῖς δαίμοσιν. Ηνίκα δ' ἂν εὔρωσι χώραν, καὶ εἰσέλθωσι, καὶ συγκλείσωσι τὰς θύρας τῶν ὀφθαλμῶν ἡμῶν, τότε πληρώσουσιν ἡμᾶς τυραννικῶς καὶ ἀκαθάρτως, ἅτινα ὑπὸ τὴν θείαν ἀπόφασιν συνέχουσι τοὺς ἐργάτας αὐτῶν, μετά ἐκδικήσεως σφοδροτάτης· καὶ γινόμεθα ὑποχείριοι, χάριν τῆς ἐγκαταλείψεως τῶν μικρῶν, ἅτινα διὰ τὸν Χριστὸν φροντίδος ἀξιοῦνται, ὡς γέγραπται παρὰ τῶν σοφωτάτων· Ὁ μὴ ὑποτάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα, ὑποταγήσεται τῷ ἀντιδίκῳ αὐτοῦ. Ὥστε ταῦτα τὰ μικρά σοι φαινόμενα, ὡς τείχη σοι λογια σθήσονται κατέναντι τῶν αἰχμαλωτιζόντων ἡμᾶς, ὧντινων ἡ τελείωσις ἔνδοθεν τοῦ κελλίου ὑπὸ τῶν κρατούντων τὴν τάξιν τῆς Ἐκκλησίας σοφῶς τέθεινται, πρὸς φυλακὴν τῆς ἡμετέρας ζωῆς, ἐν πνεύματι α ἀποκαλύψεως, ὧν ἡ κατάλειψις ὑπὸ τῶν ἀσόφων μια κρὰ λογίζεται, τὴν δὲ ὑπ' αὐτῶν ζημίαν μὴ λογιζομένων. Τούτων, ἥ τε ἀρχὴ τῆς ὁδοῦ, καὶ ἡ μεσότης, ἐλευθερία ἀπαίδευτος, ἥτις ἐστὶ μήτηρ τῶν παθῶν. Κρείσσον γὰρ ἀγωνίσασθαι μὴ ἐγκαταλείψαι τὰ μικρά, ἢ τόπον δοῦναι τῇ ἁμαρτίᾳ ἐν τῷ πλατυσμῷ αὐτῶν. Ταύτης γὰρ τῆς ἀκαίρου Ελευθερίας, δουλεία τὸ τέλος ἀπότομος., Καὶ αὖθις· ε τί γλυκεῖαί εἰσιν αἱ ἀφορμαὶ τῶν παθῶν! Τὰ μὲν γὰρ πάθη ενίοτε δύναταί τις κόψαι, καὶ τῷ μακρυσμῷ αὐτῶν γαλης νια· καὶ εὐφραίνεται ἐν τῷ παύεσθαι αὐτά. Τὰς μέντοι αἰτίας λιπεῖν οὐ δύναται· διὰ τοῦτο μὴ θέλοντες πειραζόμεθα, καὶ ἐν μὲν τοῖς πάθεσι, λυπούμεθα, τὰς δὲ ἀφορμὰς ἐμμένειν ἐν ἡμῖν ἀγαπῶμεν. Τὰς ἁμαρτία; οὐκ ἐφιέμεθα, τὰς δὲ ἐπιφερούσας ἡμῖν αὐτὰς αἰτίας μεθ᾿ ἡδονῆς δε χόμεθα. Τούτου ένεκεν παραίτιοι γίνονται τῇ ἐνερ γεί, αἱ δεύτερα: τῶν πρώτων. Ὁ τὰς ἀφορμάς τῶν παθῶν ἀγαπῶν, ὑποχείριός ἐστιν ἄκων καὶ μή βουλόμενος· καὶ δεδούλωται τοῖς πάθεσιν. Ὁ μισῶντας ἰδίας ἁμαρτίας, παύσεται ἀπ' αὐτῶν· καὶ ὁ ὁμολογῶν αὐτὰς, τεύξεται ἀφέσεως. 'Αδύνατον δέ τινι τὴν ἕξιν τῆς ἁμαρτίας καταλιπεῖν, πρὶν ἔχθραν κτήσηται μετ' αὐτῆς, καὶ ἀφέσεως τυχεῖν πρὸ τῆς τῶν πλημμελημάτων ὁμολογήσεως· ἡ μὲν γὰρ τα πεινώσεως ἐστιν ἀληθοῦς αἰτία· ἡ δὲ, κατανύξεως, ἀπὸ αἰσχύνης ἀκολουθούσης τῇ καρδίᾳ.» Καὶ πάλιν Οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος, εἰ μὴ ἡ ἀμετα νόητο;. ο 'Αλλὰ περὶ μὲν τούτων ἅλις. Σὺ δὲ μετὰ τὴν τῶν εἰρημένων ὡρῶν ψαλμῳδίαν, φάγε· κρατῶν Ο
col. 691–692page 29 of 89
PG 147:691καὶ τὴν εὐχὴν ἐν τῇ τροφῇ, ἵν' οὕτω ποιῶν ἔλθῃς εἰ Εἰ εἰς ἕξιν, σθένει τῆς χάριτος, τοῦ προσεύχεσθαι άδια λείπτως, κατὰ τὴν ἐντολήν. ᾿Αλλ' ὁ μὲν περὶ τῆς τὸ σῶμα διακρατούσης τροφῆς, ἀῤῥήτῳ σοφίᾳ τοῦ κτίσαντος, λόγος, μικρὸν ἀναμεινάτω· ὁ δὲ περὶ τῆς τὴν ψυχὴν συνιστώσης, καὶ ζωούσης λόγος, προ τασσέσθω· ἥτις ἐστὶ κατὰ τοὺς ἀγίους, ἡ ἱερὰ καὶ θεοποιός προσευχή. Καὶ μάλα εἰκότως· ἐπεὶ καὶ ἡ ψυχή προτιμωτέρα του σώματος. Ἔτι περὶ προσευχῆς· καὶ ὅτι δεῖ προσευχεσθαι ἀεί. κθ'. • Ωσπερ τοῦτο τὸ σῶμα τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες· οὕτω καὶ ψυχὴ μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχήν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης. Καὶ ὅτι γε παντός θανά του ἡγεῖσθαι πικρότερον προσήκει, το στερηθῆναι προσευχῆς, διδάσκει καλῶς ἡμᾶς ὁ μέγας Δανιήλ ὁ προφήτης, μᾶλλον ἑλόμενος ἀποθανεῖν, ἢ στιγμὴν ώρας στερηθῆναι προσευχῆς. Ἔτι διδάσκει ἡμᾶς καλῶς ὁ θεῖος Χρυσόστομος· Πᾶς προσευχόμενος, τῷ Θεῷ διαλέγεται. Ὅσον δέ ἐστιν, ἄνθρωπον ὄντα τῷ Θεῷ ὁμιλεῖν, ἀγνοεῖ τῶν ἁπάντων μὲν οὐδείς παραστῆσαι δὲ λόγῳ τὴν τιμήν, οὐκ ἄν τις δυνητ θείη. Αὕτη γὰρ ἡ τιμὴ καὶ τὴν τῶν ἀγγέλων ὑπεραίρει μεγαλοπρέπειαν. Ετι· Προσευχὴ κοινόν ἔργον ἀγγέλων ὁμοῦ καὶ ἀνθρώπων. Καὶ οὐκ ἔτι μέσον οὐδὲν ἑκατέρας φύσεως, τόγε εἰς προσευχήν αὕτη σε χωρίζει τῶν ἀλόγων· αὕτη σε συνάπτει τοῖς ἀγγέλοις. Ταχέως δέ τις εἰς τὴν ἐκείνων μετα στήσεται πολιτείαν, καὶ βίον, καὶ δίαιταν, καὶ τι μὴν, καὶ εὐγένειαν, καὶ σοφίαν, καὶ σύνεσιν· πάντα τὸν βίον ἐν προσευχαῖς, καὶ τῇ τοῦ Θεοῦ λατρεία σπουδάζων ἐσχολακέναι. Ετι· "Οταν ἴδῃ ψυχὴν ὁ διάβολος περιπεφραγμένην ἀρεταῖς, οὐ τολμᾷ γε νέσθαι πλησίον αὐτῆς, δεδοικώς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἢν αἱ προσευχαὶ παρέχουσι, μᾶλλον τρέ φουσαι την ψυχήν, ἢ τὸ σῶμα τὰ σιτία. Ετι· Νεύρα τῆς ψυχῆς εἰσιν αἱ προσευχαί. Ωσπερ γὰρ τὸ σῶμα διὰ τῶν νεύρων συνέχεται, καὶ συντρέχει, καὶ ἵστα ται, καὶ ζῇ, καὶ πέπηγεν· ἂν δὲ ταῦτά τις ἐκτέμῃ, πᾶσαν ἁρμονίαν διαλύει τοῦ σώματος· οὕτω; αἱ ψυχαὶ διὰ τῶν ἁγίων προσευχῶν ἁρμόζονται, καὶ συνεστήκασι, καὶ τὸν δρόμον τῆς εὐσεβείας τρέχουσιν εὐχερῶς. Αν δὲ τῆς προσευχῆς στερήσης σαν τὸν, ταὐτὸν ποιεῖς, ὥσπερ ἂν εἰ τὸν ἰχθὺν ἐκ τοῦ ὕδατος ἐξήγαγες. Ωσπερ γὰρ ἐκείνῳ ζωὴ τὸ ὕδωρ, οὕτω σοὶ προσευχή· διὰ ταύτης ἔστι τὸν ἀέρα, ὥσπερ δι᾽ ὕδατος ἀναπτῆναι, καὶ εἰς τοὺς οὐρανούς ἀναβῆναι, καὶ Θεοῦ γενέσθαι πλησίον. Ετι· Προς ευχή, καὶ δέησις, ναοὺς Θεοῦ τοὺς ἀνθρώπους εργά ζεται· καὶ ὥσπερ χρυσὸς, καὶ λίθοι πολύτιμοι, καὶ μάρμαρα ποιοῦσι τοὺς οἴκους τῶν βασιλέων, οὕτω καὶ προσευχὴ τοὺς ἀνθρώπους, ναοὺς τοῦ Χριστοῦ. Τί οὖν ἂν γένοιτο μεῖζον προσευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ; καὶ ὃν οὐ χωροῦσιν οὐρανο!, οὗτος εἰς ψυχὴν εἰσέρχεται ζῶσαν ἐν προσ ευχαῖς. Ετι· Κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμέν
col. 693–694page 30 of 89
PG 147:693νης, ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἄλυσιν, καὶ ζῶν ἐν αἷματι, καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐχ ἑνὶ τούτων ἐθάῤῥησεν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν· ἀλλὰ ταῖς προσευχαῖς ἐτείχιζε τὴν ψυχήν· καὶ μετὰ τὰ σημεῖα, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις › ἀθλητὴς ἐπὶ παλαίστραν στεφάνου. Καὶ γὰρ καὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, καὶ τῶν ἄλλων ἁπάντων ἡ προσευχὴ χορηγός. "Ην γὰρ ἐπὶ δένδρων ἰσχὺν ἔχει τὰ ὕδατα, ταύτην ἐπὶ τοῦ βίου τῶν ἁγίων, αἱ προσ: « ευχαί. Ετι· Προσευχή, σωτηρίας ἀφορμὴ, ἀθανασίας πρόξενος, τῆς Ἐκκλησίας τεῖχος ἀῤῥαγές, φυ λακτήριον ἄσυλον, φοβερὸν μὲν τοῖς δαίμοσι, σωτήη ρων δὲ τοῖς εὐσεβέσιν ἡμῖν. Ετι· Ὥσπερ τινὸς βασιλίδος εἰσιούσης εἰς τινα πόλιν, πάντα τὸν πλοῦ σαν συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰσιούσης εἰς ψυχήν, πᾶσα ἀρετή συνεισέρχεται. Ετι· Οπερ ἐστὶ θεμέλιος οἴκῳ, τοῦτο ἐν ψυχῇ προσευχή· καὶ δεῖ ταύτην πρώτην ὥσπερ κρηπίδα καὶ ῥίζαν ἐν τῇ ψυχῇ πήξαντας ἐποικοδομεῖν σπου δαίως, καὶ σωφροσύνην, καὶ πρόνοιαν πτωχῶν, καὶ πάντας τοὺς νόμους τοῦ Χριστοῦ. Ετι· Φῶς ἐστι διανοίας καὶ ψυχῆς, ἡ μετὰ σπουδῆς εὐχή· φῶς ἄσβεστον καὶ διηνεκές. Διὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις δ πονηρός· καὶ ἅπερ οὐδέ ποτε ἐλογισάμεθα, ταῦτα συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς, καταχεῖ τῆς ἡμε τέρας ψυχῆς. Ἔτι· Μέγα ὅπλον εὐχή· μεγάλη ἀσφάλεια.» Καὶ ὁ Θεολόγος· «Μνημονευτέον Θεοῦ, η ἀναπνευστέον. καὶ αὖθις· συνεχέστερον νύει τὸν Θεὸν, ἢ ἀνάπνει.» Καὶ ὁ ἅγιος Ἰσσάκ· ῎Ανευ ἀδιαλείπτου προσευχῆς, προσεγγίσαι τῷ Θεῷ οὐ δύνασαι. Και· Μετὰ τὸν κόπον τῆς προσευχῆς, ποιῆσαι τῷ νοῖ μέριμναν ἑτέραν, σκορπισμὸν τῆς διανοίας ἀπεργάζεται. Καί· Πᾶσα προσευχή, ἐν ᾗ μή μοι χθήσῃ τὸ σῶμα, καὶ θλιβῇ ἐν αὐτῇ ἡ καρδία, ἔκτρωμα λογίζεται· χωρὶς γὰρ ψυχῆς ἐστιν ἐκείνη ἡ προσ ευχή.» Καὶ ὁ τῆς Κλίμακος· «Προσευχή έστι, κατά μὲν τὴν αὐτῆς ποιότητα, συνουσία, καὶ ἕνωσις ἀν θρώπου καὶ Θεοῦ· κατὰ δὲ ἐνέργειαν, κόσμου σύ στασις, Θεοῦ καταλλαγή, δακρύων μήτηρ καὶ πάλιν Ουγάτηρ, ἁμαρτημάτων ἱλασμός, πειρασμῶν γέη φυρα, θλίψεως μεσότοιχον, πολέμων θραῦσις, ἀγγέ λων ἔργον, ἀσωμάτων πάντων τροφή, ή μέλλουσα εὐφροσύνη, ἀπέραντος εργασία, ἀρετῶν πηγή, χα ρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφή ψυχῆς, νοῦ φωτισμὸς, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύτρωσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρός, θυμοῦ μείωσις, ἔσοπτρον προκοπής, Μεστρὼν ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόν των ἀποκάλυψις, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένων, δικαστήριον, καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ μέλλοντος βήματος. Καὶ πάλιν· Οὐδὲν ἕτερόν ἐστι προσευχή, εἰ μὴ κόσμου ὁρατοῦ καὶ ἀοράτου ἀλλοτρίωσις.» Καὶ ὁ ἅγιος Νεί λος· ο Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς πᾶσιν, ἵνα τὸ πᾶν κληρονομήσῃς. Ετι· Προσευχή ἐστιν Ει
col. 695–696page 31 of 89
PG 147:695ἡ ἀνάβασις τοῦ πρὸς Θεόν. Ετι· Προσευχή ἐστιν όμι λία νοῦ πρὸς Θεόν. Ετι· Ωσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἡ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματική προσευχή, τροφὴ ὑπάρχει.» Καὶ ταῦτα μὲν οὕτω;, εὔκαιρον δὲ νῦν καὶ περὶ τῆς σωματικής διαίτης, κατά γε σταθμόν, ποσότητά τε καὶ ποιότητα ταύτης, ἐκθέσθαι ὡς ἐν βραχεῖ τοκαταδύναμιν. Περὶ τῆς σωματικῆς διαίτης· ἕως [ἴτ. οἴως] πῶς δεῖ τρέφεσθαι τὸν ἡσυχάζοντα. λ'. Γέγραπται· «Υἱὲ ἀνθρώπου, σταθμῷ τὴν ἄρτον σου φάγεσαι· καὶ μέτρῳ τὸ ὕδωρ σου πίεσαι, ὡς διὰ τούτων, ἱκανῶς ἔχοντος τοῦ κατὰ Θεὸν ἀγω νιζομένου, διαζῇν. Αν γὰρ μὴ δῷς, κατὰ τὴν λέ γοντα, αἷμα, οὐκ ἂν λάβοις πνεῦμα. Λέγει δὲ καὶ ὁ μέγας Παῦλος· «Υπωπιάζω μου τὸ σῶμα, καὶ δου λαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Καὶ ὁ θεῖος Δαβίδ· «Τὰ γόνατά μου Βἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον.» Καὶ ὁ Θεολόγος· «Οὐδενὶ οὕτω τῶν πάν των, ὡς κακοπαθείᾳ, Θεὸς θεραπεύεται, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται.» Καὶ ὁ ἅγιος Ἰσαάκ «Ωσπερ μήτηρ κήδεται τέκνου, οὕτω Χριστὸς κήδεται σώματος κακοπαθοῦντος, καὶ πλησίον ἐστὶ τοῦ σώο ματος αὐτοῦ διαπαντός.» Καὶ αὖθις· «Εν γαστρὶ πεπληρωμένῃ γνῶσις Θεοῦ μυστηρίων οὐκ ἔστι. ν Καί· ο Ὥσπερ ἔπεται τοῖς ἐν δάκρυσι σπείρουσι τὰ δράγματα τῆς ἀγαλλιάσεως, οὕτως ἀκολουθεῖ ἡ χαρὰ τῇ διὰ Θεὸν κακοπαθείᾳ.» Καὶ Μακάριος Ο απο στομίσας ἑαυτὴν ἀπὸ πάσης ἡδυπαθείας, τῆς χωρι ζούσης αὐτὸν ἀπὸ τοῦ κτίσαντος αὐτόν.» Καὶ πάλιν Ἐν πολλῷ καιρῷ πειραζόμενος ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς, καὶ ἐμαυτὸν δοκιμάσας ἐν τοῖς δυσὶ τρό ποις τούτοις πολλάκις, καὶ δεξάμενος ἐκ τοῦ ἐναν τίου πληγὰς ἀναριθμήτους καὶ ἀξιωθεὶς μεγάλων ἀντιλήψεων κρυπτῶς, ἐκομισάμην ἐμαυτῷ πεῖραν ἐκ τῶν μακρῶν χρόνων τῶν ἐτῶν, καὶ ἐν δοκιμασία, καὶ Θεοῦ χάριτι, ταῦτα ἔμαθον· ὅτι ὁ θεμέλιος πάν των τῶν ἀγαθῶν, καὶ ἡ ἀνάκλησις τῆς ψυχῆς ἐκ τῆς αἰχμαλωσίας τοῦ ἐχθροῦ, καὶ ἡ ὁδὸς ἡ πρὸς τὸ φῶς καὶ τὴν ζωὴν φέρουσα, οὗτοι οἱ δύο τρόποι εἰσί τὸ συνάξαι ἑαυτὸν εἰς ἕνα τόπον· καὶ τὸ ἀεὶ νη στεῦσαι· τουτέστι, τὸ κανονίσαι ἑαυτὸν ἐν ἐγκρατείᾳ γαστρός, σοφῶς καὶ φρονίμως, ἐν ἀκινήτῳ καθέδρα, καὶ ἀδιαλείπτῳ σχολῇ, καὶ μελέτῃ Θεοῦ. Ἐντεῦθεν γὰρ ἡ τῶν αἰσθήσεων ὑποταγή· ἐντεῦθεν ἡ τοῦ νοῦ νήψις· ἐντεῦθεν τὰ ἄγρια πάθη ἡμεροῦνται, τὰ ἐν σώματι κινούμενα· ἐντεῦθεν ἡ πραότης τῶν λογισμῶν· ἐντεῦθεν αἱ τῆς διανοίας φωτειναὶ κινή σεις· ἐντεῦθεν ἡ πρὸς τὰ θεῖα ἔργα τῆς ἀρετῆς σπουδή· ἐντεῦθεν τὰ ὑψηλὰ νοήματα, καὶ λεπτά έντεῦθεν τὰ ἄμετρα δάκρυα, τὰ ἐν παντὶ καιρῷ για νόμενα, καὶ τοῦ θανάτου ἡ μνήμη· ἐντεῦθεν ἡ σω φροσύνη ή καθαρά, ἡ τελείως ἀπέχουσα ἐκ πάσης φαντασίας, τῆς τὴν διάνοιαν πειραζούσης· ἐντεῦθεν ἡ ὀξυδερκία, καὶ ἡ ὀξύτης τῆς γνώσεως τῶν μακρὰν ὄντων· ἐντεῦθεν τὰ βαθύτερα τῶν μυστικών νοημάτ των, ἅπερ ἡ διάνοια καταλαμβάνει, ἐν τῇ δυνάμει τῶν θείων λογίων, καὶ αἱ εσώτεραι κινήσεις αἱ ἐν τῇ ψυχῇ γινόμεναι, καὶ ἡ διαφορὰ καὶ ἡ διάκρισις
col. 697–698page 32 of 89
PG 147:697Ει τῶν πνευμάτων ἐκ τῶν ἁγίων δυνάμεων, καὶ τῶν ἀληθινῶν δράσεων ἐκ τῶν ματαίων φαντασιῶν ἐντεῦθεν ὁ φόβος τῶν ὁδῶν καὶ τῶν τρίτων τῶν ἐν τῷ πελάγει τῆς διανοίας, ὁ κόπτων τὴν ῥαθυμίαν καὶ τὴν ἀμέλειαν, καὶ ἡ φλόξ τοῦ ζήλου ἡ καταπατοῦσα πάντα κίνδυνον καὶ διαβαίνουσα πάντα φόβον, καὶ ἡ θέρμη ἡ καταφρονοῦσα πάσης ἐπιθυμίας καὶ ἐκ τῆς διανοίας ἐξαλείφουσα ταύτην, καὶ λήθην ἐμποιοῦσα πάσης μνήμης τῶν παρερχομένων μετά τῶν ἄλλων· καὶ ἵνα συντόμως εἴπω, ἡ ἐλευθερία τοῦ ἀνθρώπου τοῦ ἀληθινοῦ, καὶ ἡ χαρὰ τῆς ψυχῆς, καὶ ἡ ἀνάστασις, καὶ ἡ μετὰ τοῦ Χριστοῦ ἐν τῇ βα σιλείᾳ τῶν οὐρανῶν ἀνάπαυσις ἐντεῦθεν. Εἴ τις δὲ ἀμελήσει ἐν τοῖς δυσὶ τούτοις, γνώτω ὅτι οὐ μόνον ἐκ πάντων τῶν προειρημένων τούτων ζημιοί ἑαυτὸν, ἀλλὰ καὶ τὸν θεμέλιον πασῶν τῶν ἀρετῶν διασείει, ἐν τῇ καταφρονήσει τῶν δύο τούτων ἀρετῶν. Και ὥσπερ εἰσὶν αὗται ἐν τῇ ψυχῇ, ἀρχὴ καὶ κεφαλή τῆς θείας ἐργασίας, καὶ θύρα, καὶ ὁδὸς ἢ πρὸς τὸν Χριστόν, ἐάν τις κρατήσῃ αὐτὰς, καὶ ἐν αὐταῖς ὑπομείνῃ, οὕτω καὶ ἐάν τις ἀναχωρήσῃ ἐξ αὐτῶν, καὶ ἀποπηδήσῃ ἀπ' αὐτῶν, πρὸς ταῦτα τὰ δύο τὰ ἐναντία τούτων καταντῇ· λέγω δή, τὸ μετεωρισθῆναι τῷ σώματι, καὶ γαστριμαργεῖν ἀθέσμως.» καὶ τὰ ἑξῆς. Καὶ ἐν ἄλλοις· ι Καὶ οἱ μὲν ἐν ταῖς ἀρχαῖς αὐτῶν ῥάθυμοι καὶ χαῦνοι ὑπάρχοντες, οὐ μόνον ἐκ τῶν ἀγώνων τούτων καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἀπὸ ἤχου φύλλων δένδρου δειλιάσι καὶ τα ράττονται· καὶ ἀπὸ μικρᾶς ἀνάγκης τῆς ἀπὸ τῆς χρείας τοῦ λιμοῦ, καὶ ἀπὸ μικρᾶς ἀσθενείας νικῶνται, καὶ ἀπαρνοῦνται, καὶ εἰς τὰ ὀπίσω στρέφονται. Οἱ δὲ ἀληθινοὶ καὶ δόκιμοι, οὐδὲ ἐκ τοῦ χόρτου τῶν λαχάνων χορτάζονται· οὐδὲ διατιώμενοι ῥίζαις βο τάνων ξηρῶν, πρὸ τῆς νενομισμένης ώρας τῆς τρο φῆς, καταδέχονται τινος γεύσασθαι· ἀλλὰ καὶ χαμευνοῦσιν, ἐν ἀτονίᾳ ὄντες καὶ ἀγωνίᾳ τοῦ σώματος καὶ ἀμβλυωποῦσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἐκ τῆς ἄγαν κενώσεως τοῦ σώματος· κἂν δὲ ἐκ τῆς ἀνάγκης ἐγγίσωσιν ἐξελθεῖν ἐκ τοῦ σώματος, οὐδὲ οὕτω χεῖρα διδοῦσιν ἡττηθῆναι καὶ πεσεῖν, ἐκ τῆς ἐῤῥωμένης αὐτῶν προαιρέσεως. Ποθοῦσι γὰρ καὶ ἐφίενται τοῦ βιάσασθαι ἑαυτοὺς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ· καὶ κοπιᾶν ὑπὲρ τῆς ἀρετῆς αἱροῦνται, ἢ τὴν πρόσκαιρον ζωὴν ἔχειν, καὶ πᾶσαν ἀνάπαυσιν τὴν ἐν αὐτῇ. Καὶ ὅταν ἐπέλθωσιν αὐτοῖς οἱ πειρασμοί, μᾶλλον εὐφραίνονται ὅτι ἐν αὐτοῖς τελειοῦνται, ἤτοι τέλειοι γίνονται. Αλλ' οὐδὲ ἐκ τῶν μοχθηρῶν κόπων τῶν γινομένων ἐν αὐτοῖς διστάζουσιν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ· ἀλλ᾿ ἕως ἂν ἐκλείψωσιν ἐκ τῆς ζωῆς, προβι μοῦνται δέξασθαι γενναίως τὰς ἐπηρείας, καὶ οὐκ ἀναχωροῦσιν, ὅτι ἐν αὐτοῖς τέλειοι γίνονται. ο Τού τοῖς καὶ τοῖς τοιούτοις τοιγαροῦν καὶ ἡμεῖς στοιχούντες, ναὶ μὴν καὶ τῷ κελευόντι, Οδῷ βασιλικῇ πορεύου, μὴ ἐκκλίνῃς δεξιὰ ἢ ἀριστερά, πειθαρχοῦντες, καὶ τύπον ἐκτιθέμεθά σοι, καὶ κανόνα μεσότητος, ὅστις δῆτα καὶ τοῦτον ἔχει τὸν ὅρον. Οπως δεῖ κατὰ δευτέραν, καὶ τετάρτην, και ἕκτην, τρέφεσθαι τὸν ἀγωνιζόμενον. λα. Κατά γε τὰς τρεῖς ἡμέρας τῆς ἑβδομάδες, ήγουν δευτέραν, τετάρτην, καὶ ἔκτην, ποιοι διηνε κω; ἐννάτας, ἤτοι ἔσθιε ἅπαξ τῆς ἡμέρας, μετα λαμβάνων ἄρτους οὐγγιῶν ἕξ· ἀπὸ τῶν ξηροτρόφων ἐγκρατῶς τοῦ ἀρκοῦντος· καὶ ὕδατος, ἕως τριῶν ἢ
col. 699–700page 33 of 89
PG 147:699τεσσάρων ποτηρίων, εἰ βούλει· ἑπόμενος τῷ κανόνι τῶν ἁγίων ἀποστόλων, θεσπίζοντι· «Εξ τις ἐπίσκοπος, ἡ πρεσβύτερος, ἢ διάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τὴν ἁγίας Τεσσαρακοστὴν τοῦ Πάσ σχα οὐ νηστεύει, ἢ τετράδα, ἢ παρασκευήν, καθαι. ρείσθω· ἐκτὸς εἰ μὴ δι' ἀσθένειαν σωματικὴν ἐμπο δίζοιτο. Εἰ δὲ λαϊκός εἴη, ἀφοριζέσθω. Η δέ γε δευτέρα εσύ πτερον τοῖς θείοις Πατράσι κεκανόνισται. ο Όπως δεῖ τρέφεσθαι κατὰ τρίτην καὶ πέμπτης. λβ'. Ἐν δὲ ταῖς δυσὶ πάλιν ἡμέραις, δηλαδὴ τῇ τρίτῃ καὶ τῇ πέμπτῃ, δις ἔσθιε τῆς ἡμέρας· κατὰ μὲν τὸ γεῦμα τρεφόμενος ἄρτου οὐγγίαις ἐξ· ἀπὸ ἐψητοῦ ἐγκρατῶς· καί τινος τῶν ξηροτρόφων μετ ἔχων καὶ οἴνου μεμιγμένου σὺν ὕδατι, ἕως, ε. χρήσεις, ποτηρίων τριῶν ἢ τεσσάρων· κατὰ δὲ τὴν ἑσπέραν, ἀπογευόμενος ἄρτου συγγίας τρεῖς, καὶ τινος τῶν ξηροφάγων, ἢ ἐπωρῶν τινων· οἴνου τε σὺν ὕδατι, ποτηρίου ἑνὸς, ἢ τὸ πολὺ δύω, δίψης πολλῆς ἐπικρατούσης σε. Σφόδρα γὰρ συνεργεῖ ἡ δίψα καὶ ἐν τοῖς δάκρυσι, σύνοικον ἔχουσα καὶ τὴν ἀγρυπνίαν, ὥς φησιν ὁ τῆς Κλίμακος· Δίψα και ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβείσης, ἐξεπήδησαν ὕδατα.» Καὶ ὁ ἅγιος Ἰσαάκ· «Δια Θεὸν δίψησον, ἵνα σε εμπλήσῃ τῆς ἀγάπης αὐτοῦ. Εἰ δέ γε καὶ ἐν ταῖς δυσὶ ταύταις ἡμέραις προκρίνεις τὸ μονοφαγεῖν, ἄριστα διαπράξεις. Ἐπεὶ καὶ πρώτη, καὶ μήτηρ, καὶ ῥίζα, καὶ πηγὴ, καὶ θεμέλιος πάντων τῶν καλῶν ἡ νηστεία καὶ ἡ ἐγκράτεια πε φυκε. Λέγει δὲ καί τις τῶν θύραθεν· Ἑλου βίου ἄριστον. Ηδὺν δὲ αὐτὸν ἡ συνήθεια ποιήσει. Καὶ ὁ μέγας Βασίλειος· Οπου προαίρεσις, τὸ κωλύον οὐδέν. Καὶ ἕτερος τῶν θεοφόρων• Αρχή καρποφορίας, ἄνθος· καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια. Αλλά ταῦτα μὲν ἴσως καὶ τὰ τούτοις ἑπόμενα δίξει τισὶ δυσχερή, ναὶ μὴν τάχα καὶ ἀδύνατα· ὁ δὲ τὴν ἐκ τούτων ἐπανθοῦσαν ἐπικαρπίαν ἀναλογιζόμενος, καὶ οἷον ἡλίκον κλέος ἀπογεννᾷν ειώθασιν ἐνοπτριζόμενος, εὐχερῆ ταῦτα κρινεῖ, καὶ τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βοηθείᾳ, καὶ τῇ οἰκείᾳ κατὰ δύναμιν σπουδῇ, βάστα καὶ λόγοις καὶ ἔργοις κηρύξει, καὶ τὸ κῦρος τούτοις ἐπισφραγίσει. Καὶ λέγει ὁ ἅγιος Ἰσαάκ· «"Αρτος εὐτελῆς ἀπὸ τραπέζης ἀγνού, ἀγνίζει τὴν ψυχὴν τοῦ ἐσθίοντος ἀπὸ παντὸς πάθους.» Καί· ο 'Από τραπέζης νηστευόντων, καὶ ἀγρυπνούν των, καὶ κοπιώντων ἐν Κυρίῳ, λάβε σεαυτῷ φάρμακον ζωῆς, καὶ διέγειρον τῆς ψυχῆς σου τὴν ἀνάξιν ὅτι ὁ ἡγαπημένος ἀνακέκλιται ἐν μέσῳ αὐτῶν, ἁγιάζων τὰ βρώματα, καὶ τὸ πικρὸν τῆς κακουχίας αὐτῶν, μεταβάλλει εις την γλυκύτητα αὐτοῦ τὴν ἀνεκδιήγητον. Οἱ δὲ πνευματικοὶ καὶ ἐπουράνια λειτουργοὶ αὐτοῦ ἐπισκιάζουσιν αὐτοὺ:. καὶ τὰ ἅγια αὐτῶν βρώματα.» Καὶ· ε Οσμή νηστευτοῦ ἡδυτάτη· καὶ ἡ ἀπάντησις αὐτοῦ εὐφραίνει καρδίας διακριτικῶν.» Και·. Προσφιλής τῷ Θεῷ ἡ διαγωγή τοῦ ἐγκρατους. Όπως δεῖ τρέφεσθαι κατὰ Σάββατον· καὶ περὶ ἀγχυπνίων· καὶ ὅπως δεῖ ἐσθίειν κατὰ τιν καιρὶν αὐτῶν. λγ'. Εν δέ γε παντί Σαββάτῳ, πλὴν τοῦ μεγάλου, δέον σε διφαγεῖν, ὡς προτετύπωται ἐν τῇ τρίτῃ καὶ
col. 701–702page 34 of 89
PG 147:701τῇ πέμπτῃ, διά τε τὸν ὄρον τῶν ἱερῶν κανόνων, καὶ διὰ τὸν δεῖν ἔχειν σε ἐν πάσαις ταῖς τοῦ ὅλου ένιαυ τοῦ Κυριακαῖς, πλὴν τῆς κατὰ τὴν Τυροφάγον ἀγρυπνίας· εἰ μή που πρόσεστί τις ἀγρυπνία τῶν Δεσποτικῶν μεγάλων ἑορτῶν, ἡ τινος τῶν μεγίστων ἁγίων· ἵνα ποιήσας ἐκείνην, ἐάσῃς τὴν τῆς κυριακῆς· ὅμως κἂν οὕτως, ἢ οὕτως, δὶς ἔσθιε κατὰ τὰ Σάββατα. Χρήσιμον δὲ, ἀεὶ ἐκβιάζεσθαί σε εἰς τὴν τῆς νυκτερινῆς ἀγρυπνίας εργασίαν· ὅθεν καὶ μετὰ τῆς κατὰ συγκυρίαν ἐπελθούσης μέσον τῆς ἑβδομάδος ἀγρυπνίας, λυσιτελέστατόν σοι ποιεῖν καὶ τὴν τῆς Κυριακῆς, καὶ μέγα σοι τὸ κέρδος ἔψεται τάχιστα μᾶλλον δὲ, οὕτω ῥαγήσεται πρώιμον τὸ φῶς σου, κατὰ τὸ εἰρημένον· «Καὶ τὰ ἱμάτιά σου [ἐν ἄλλο άματά σου] ταχὺ ἀνατελεῖ. ο Φησὶ δὲ καὶ ὁ ἅγιος Ἰσαάκ· ι Εκάστῳ ἀγῶνι τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας, ὁ κόπος τῆς ἀγρυπνίας καὶ τῆς νηστείας ἐστὶν ἢ ἀρχὴ, καὶ μάλιστα τῷ ἀνταγωνιζομένῳ πρὸς τὴν ἐν ἡμῖν ἔνδον ἁμαρτίαν· καὶ τὸ σημεῖον τοῦ μία σους τῆς ἁμαρτίας, καὶ τῆς ἐπιθυμίας αὐτῆς, ἐκ τούτου ὁρᾶται τοῖς ἀνταγωνιζομένοις πρὸς τὸν ἀόρα τον πόλεμον τοῦτον. Καὶ πᾶσαι σχεδὲν αἱ τῶν παθῶν προσβολα! ἀπομειοῦσθαι ἐν τῇ νηστείᾳ άρχονται. Καὶ μετὰ ταύτην, ἡ ἀγρυπνία τῆς νυκτός συνεργεί πρὸς τὴν ἄσκησιν. Ὁ ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ τὴν ὁμιλίαν τῆς συζυγίας ταύτης ἀγαπῶν, οὗτος φίλος τῆς σωφροσύνης γίνεται· καθὼς ἡ ἀνάπαυσις τῆς γαστρός, ἀρχὴ πάντων τῶν κακῶν, καὶ ἡ χαυνότης τοῦ ὕπνου, ἡ ἐξάπτουσα τὴν ἐπιθυμίαν τῆς πορνείας οὕτως ἡ ὁδὸς τοῦ Θεοῦ ἡ ἁγία, καὶ πάσης ἀρετῆς ὁ Θεμέλιος, ἡ νηστεία ὑπάρχει, καὶ ἡ ἀγρυπνία, καὶ ἡ ἐγρήγορσις ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ.» Καὶ αὖ θ:ς• • Ψυχὴ ἡ - στιλβωθεῖσα τῇ τοῦ Θεοῦ μνήμη, καὶ τῇ ἀκοιμήτῳ ἀγρυπνίᾳ, νυκτὸς καὶ ἡμέρας, ἐκεῖ οἰκοδομεῖ ὁ Κύριος ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, νεφέλην σκεπάζουσαν αὐτὴν ἐν ἡμέρᾳ, καὶ φωτὶ πυρὸς διαυγάσαι [ἔσ. ἢ, φωτισμὸν πυρὸς διαυγάζον τα, ἢ, διαυγάσει] τὴν νύκτα· καὶ ἔσωθεν τοῦ γνόφου αὐτῆς φῶς λάμψει.» Ετι· «Εκλεξαι σεαυτῷ εργασίαν τρυφῆς, ἀγρυπνίαν διηνεκῆ τὴν ἐν νυξίν ἐν ᾗ ἀπεδύσαντο οἱ Πατέρες πάντες τὸν παλαιὸν ἄνθρωπον, καὶ ἠξιώθησαν τοῦ ἀνακαινισμοῦ τοῦ νοός. Ἐν ταῖς ὥραις ταύταις αἰσθάνεται ἡ ψυχή τῆς ζωῆς ἐκείνης τῆς ἀθανάτου· καὶ ἐν τῇ αἰσθήσει αὐτῆς, ἀποδύεται τὸ σκότος τῶν παθῶν, καὶ ὑποδέχεται τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ πάλιν· ο Τίμησον τὴν ἐργασίαν τῆς ἀγρυπνίας, ἵνα εὕρης παράκλησιν ἐν τῇ ψυχῇ σου.» Ετι· «Μὴ νομίσῃς, ὦ ἄνθρωπε, ὅτι ἐν πάσῃ τῇ ἐργασίᾳ τῶν μοναχῶν, ἔστι τις δια αγωγή, μείζων τῆς ἀγρυπνίας τῆς νυκτερινῆς. Και· «Μοναχὸν διαμένοντα ἐν τῇ ἀγρυπνίᾳ, μετά διακρίσεως τοῦ νοὸς, τοῦτον μὴ ἴδῃς ὡς σαρκοφόρον τάξεως γὰρ ἀγγελικῆς ὡς ἀληθῶς τοῦτο τὸ ἔργον.» Ετι• • Ψυχὴ ἐν τῇ διαγωγῇ ταύτῃ τῇ ἀγγελική τῆς ἀγρυπνίας κοπιῶσα, οφθαλμούς χερουβικούς ἕξει, τοῦ διαπαντὸς ἀτενίζειν, καὶ κατοπτεύειν τὴν ἐπουράνιον θεωρίαν.» Ταύτας δὲ, ἤτοι τὰς ἀγρυ πνίας, διανύεις ἐν προσευχῇ, ψαλμῳδίᾳ καὶ ἀνα γνώσει, καθαρῶς καὶ ἀῤῥεμβάσεως, καὶ μετὰ κατα
col. 703–704page 35 of 89
PG 147:703νύξεως μόνος, ἢ μετὰ φίλης καὶ ὀμπρόπου συνα οδίας. Ποίει δὲ καὶ μετὰ πᾶτάν σου ἀγρυπνίαν, με κρὰν παράκλησιν, διὰ τὸν ἐκ τῆς ἀγρυπνίας γεγε νημένον κόπον, ἔν τε βρώμασι καὶ πόμασι, κατὰ τὸ δεῖπνον· ήγουν φάγε ἄρτον οὐγγίας τρεῖς· παράθεμα τι ξηρότροφον, τὸ ἱκανόν σοι πίε καὶ οἶνον σύν ὕδατι, ποτήρια τρία. Ορα δὲ μή πως εἰς ἡμέραν εννάτης, ἔχων ἀγρυπνίαν, διὰ τὴν ἀγρυπνίαν ἴσως, καταλύσῃς τὴν ἐννάτην. Τοῦτο καὶ γὰρ δεῖ ποιῆσαι, κἀκεῖνο μὴ ἀφιέναι. Τὴν γὰρ παράκλησιν, τελεσθεί της τῆς ἀγρυπνίας, διωρίσατο ὁ λόγος ποιεῖν σε Ὅπως χρὴ ἐσθίειν κατὰ τὰς Κυριακάς· καὶ περὶ ἑτέρων τινῶν· πρὸς δὲ, καὶ κόπου, καὶ ταπεινώσεως. λδ'. Ομοίως δὲ κἂν ταῖς Κυριακαῖς ἁπάσαις, δις ἔσθιε τῆς ἡμέρας, ὥσπερ δὴ καὶ ἐν τοῖς Σάββασιν αὕτη δὲ ἡ διατύπωσις, οὕτω σώα τηρείσθω, χωρίς ἀσθενείας· καὶ μὴν καὶ τῶν τοῖς θείοις Πατράσιν ἐκκεχωρημένων, καὶ ἀπολελυμένων ὡσανεὶ ἡμερῶν, Βέκ μακρᾶς συνηθείας, καὶ αἰτιῶν τινων καινοτέρων, ἐνθέων, φαμὲν, ἢ καὶ ἐναντίων. Ἐν μὲν γὰρ ταύ ταις, οὔτε μονοφαγοῦμεν, οὔτε ξηροτροφούμενο ἀλλὰ πάντων τῶν χρησίμων καὶ ἀνεπιλήπτων, καὶ λαχάνων μετέχομεν· ἐγκρατῶς μέντοι, καὶ μετὰ τῆς διορισθείσης ποσότητος· ἀεὶ γὰρ ἄριστον, τὸ ἐν πᾶ σιν ἐγκρατεύεσθαι. Εν δέ γε ταῖς σωματικαῖς ἀσθε νείαις, ὡς ἔφημεν, ἀνερυθριάστως μεταληπτέον ἁπάντων τῶν χρησίμων, καὶ συνιστώντων τὸ σῶμα νομίμων· παθοκτόνους γὰρ, οὐ σωματοκτόνους ἡμᾶς ὑπάρχειν, οἱ θεῖοι Πατέρες ἐδίδαξαν. Ωσαύτως εἰκός σε, καὶ ἐκ πάντων τῶν δεδογμένων, ἤτοι ὅσα ἐφεῖται τῷ ἐπαγγέλματι, μικρὸν ἀπογεύεσθαι, εἰς δόξαν καὶ εὐχαριστίαν Θεοῦ, καὶ διὰ τὸ ἄτυφον Αποστρέφου δὲ καὶ τὰ περισσά. «Η γὰρ σπάνι; τῶν πραγμάτων, ὥς φησιν ὁ ἅγιος Ἰσαάκ, διδάσκει τὴν άνθρωπον ἄκοντα, καὶ μὴ βουλόμενον, τὴν ἐγγρά τειαν· ἐπεὶ, ὅταν εὐθηνίαν καὶ ἄδειαν λάβωμεν τούτων, οὐ δυνάμεθα ἑαυτοὺς κατέχειν. Σωματικὴν ἀνάπαυσιν μὴ ἀγαπήσῃς. Ψυχὴ γὰρ ἡ τὸν Θεὸν ἀγαπῶσα, κατὰ τὸν ὅσιον πάλιν Ἰσαὰκ, ἐν τῷ θεῷ καὶ μόνῳ τὴν ἀνάπαυσιν κέκτηται.» Μᾶλλον δὲ σὺν κόπῳ καὶ κακουχίᾳ καὶ τὸ ταπεινὸν ἐκλέγου. Ο γὰρ κόπος, καὶ ἡ ταπείνωσις, γράφει τις τῶν ἁγίων, κτῶνται τὸν Ἰησοῦν. *Οπως δεῖ διαιτᾶσθαι καὶ πολιτεύεσθαι κατὰ τὰς ἁγίας Τεσσαρακοστὰς, καὶ μᾶλλον κατὰ τὴν μεγάλην. 35. λε'. Περὶ δέ γε διαίτης, ἴσως καὶ πολιτείας τῆς ἐν ταῖς ἁγίαις Τεσσαρακοσταῖς, περισσὸν ἡγούμεθα λεπτομερῶς καὶ ἰδίως διερμηνεύειν. Ὡς γάρ προ διώρισται τελεῖν σε, ἐν αἷς ἡμέραις ποιεῖς ἐννάτας, οὕτω θέμις καὶ ἐν ταῖς ἁγίαις Τεσσαρακοσταῖς ἐργά ζεσθαι, πλὴν τῶν Σαββάτων καὶ τῶν Κυριακῶν. Μᾶλλον, εἰ δυνατὸν, καὶ ἀκριβέστερον, καὶ νηφαλιώτερον, καὶ μάλιστα κατὰ τὴν ἁγίαν και μεγάλην Τεσσαρακοστὴν, ὡς ἀποδεκάτωσιν οὖσαν τοῦ ὅλου ἐνιαυτοῦ, καὶ τὰ βραβεία τῶν ἀγώνων, διὰ τῆς δεσποτικῆς καὶ θείας ἀναστασίμου καὶ λαμπροφόρου ἡμέ ρας, τοῖς κατὰ Χριστὸν Ἰησοῦ νικηταῖς παρέχουσαν. Περὶ διακρίσεως, ὡς ἐν μέρει, καὶ ὅτι τῇ ἐμμέν τρῳ ἐργασίᾳ, τιμὴ οὐκ ἔστι· καὶ περὶ ὑποταγῆς. λς'. Πλὴν καὶ ταῦτα, καὶ τὰ τούτοις παραπλήσια,
col. 705–706page 36 of 89
PG 147:705χρή μετιέναι σε μετὰ ἀκριβούς διακρίσεως, πρός τὴν τοῦ διπλοῦ ζώου συμφωνίαν, καὶ εἰρηναίαν κατά στασιν. «Μετὰ γὰρ σοφίας, φησὶν, οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται· καὶ αἰσθήσεως έμε πίπλαται τὰ ταμεία, παντὸς πλούτου τιμίου καὶ κα λοῦ.» Γράφει δὲ καὶ ὁ θεῖος Θαλάσσιος· «Η μετὰ λόγου ευδιάκριτος ἔνδεια καὶ στενότης, βασιλική ἐστιν ὁδός· ὥστε ὁ ἀδιάκριτος ὑπωπιασμός, ἢ ἡ ἄλογος συγκατάβασις, ἀσύμφορά εἰσιν, ὡς ἑκατέρωθεν παρὰ λόγον γινόμενα.» Καὶ ὁ ὅσιος Ἰσαάκ· ι Επεται τῇ ἀνέσει τῶν μελῶν, ἡ τῶν λογισμῶν ἔκστασις καὶ φύραις· καὶ τῇ ἀμέτρῳ ἐργασίᾳ, ἀκηδία· καὶ τῇ ἀκηδίᾳ, ἔκστασις· διαφέρει δὲ ἔκστασις ἐκστάσεως τῇ μὲν γὰρ πρώτῃ ἐκστάσει ἔπεται ὁ πόλεμος τῆς πορνείας· τῇ δὲ δευτέρᾳ, ἡ τοῦ ἰδίου ἡσυχαστηρίου κατάλειψις, καὶ ἀπὸ τόπου εἰς τόπον μετακίνησις· τῇΒ δὲ ἐμμέτρῳ καὶ ἐπιπόνως διαμενούσῃ ἐργασίς, τιμή οὐκ ἔστι· τούτων δὲ ἡ μείωσις μὲν, πληθύνει την ἡδονὴν· ἡ δὲ ἀμετρία, τὴν ἔκστασιν.» Καὶ ὁ μέγας Μάξιμος· «Μὴ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχε· ἀλλ᾽ ὄρισον αὐτῇ τὴν κατὰ δύναμιν ἄσκησιν καὶ ὅλον τὸν νοῦν, περὶ τὰ ἔνδον τρέψον. Η γάρ σωματική γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος ή δὲ εὐσέβεια πρὸς πάντα, καὶ τὰ ἑξῆς· εἰ δέ πως ἡ τῆς σαρκὸς πλάστιγξ ἀνθέλκει, καὶ τυραννεῖ, καὶ βαρύνει τὴν τῆς ψυχῆς πλάστιγγα, πρὸς ῥοπὰς καὶ κινήσεις ἀτάκτους, και ψυχοφθόρους καθέλκουσα, καθό γέγραπται, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός.» Αλλ' αὐτὸς ταύτην κημῷ ἐγκρατείας χαλινώσας, νέκρωσον, ἕως ἂν καὶ ἄκουσα, εὐήνιος γένηται· καὶ ὑποταγῇ τῷ κρείττονι, μεμνημένος τοῦ μεγάλου φάσκοντος Παύ λου • • "Οσον ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσ οὗτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ τῇ ἡμέρᾳ.» Καὶ τοῦ ἁγίου Ἰσαάκ· «Δίδου σεαυτὸν ἀποθανεῖν ἐν τοῖς ἀγωνίσμασι, καὶ μὴ ζῇν ἐν ἀμελείᾳ· οὐ μόνον γὰρ οἱ διὰ τὴν εἰς Χριστὸν πίστιν δεξάμενοι τὸν θάνατον, μάρτυρές εἰσιν, ἀλλὰ καὶ οἱ διὰ τὴν τῶν ἐντολῶν αὐ τοῦ τήρησιν ἀποθνήσκοντες. Καὶ κρεῖσσον ἡμῖν θά νατος ἐν τῷ ἀγῶνι, ἢ ζῆσαι ἐν παραπτώματι.» Και πρό γε πάντων, μετὰ βουλῆς καὶ ἐρωτήσεως ἔσο, πάντα ποιῶν τοῦ σοῦ κατὰ Κύριον πνευματικού Πα τρός. Οὕτω γὰρ, Χριστοῦ χάριτι, καὶ τὰ ἐπαχθῆ καὶ ἀνάντη, κούφα, καὶ ὡς κατὰ πρανούς πεδίου δόξει σοι φέρεσθαι. 'Αλλ' ἐπανιτέον ὅθεν ἐξήλθομεν. Οπως δεῖ τὸν ἀγωνιζόμενον διέρχεσθαι τὸ μετὰ τὸ γεῦμα ἄχρι δύσεως ἡλίου διάστημα· καὶ ὅτι δεῖ πιστεύειν, κατὰ τὸν κόπον, καὶ τὸ μέσ τρον τῆς ἐργασίας ἡμῶν, τὴν τῶν θείων χαρι σμάτων διανομὴν ἐπιδίδοσθαι ἡμῖν. λζ'. Μετὰ δέ γε τὸ ἀριστῆσαι ὡς δεῖ τὸν ἀγωνιζόμενον, κατὰ τὸν θεσπέσιον Παῦλον, κελεύοντα, ὅτι ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἀνάγνωθι καθε ἡμενος, ἐν τοῖς νηπτικοῖς το πλέον συγγράμμασι τῶν Πατέρων, ἱκανῶς. Καὶ ἔκτοτε κοιμήθητι ὥραν μίαν, εἴπερ εἰσὶν αἱ ἡμέραι μεγάλαι. Εἶθ' οὕτως ἀναστὰς, μικρὸν ἐργοχείρησον, κρατῶν καὶ τὴν εὐχήν. Μετά
col. 707–708page 37 of 89
PG 147:707δὴ ταῦτα πρόσευξαι, ὡς προδεδήλωται· ἀνάγνωθι, μελέτησον, καὶ σπούδασαν ἵνα ταπεινωθῇς καὶ ἔχῃ; σεαυτὸν ὑποκάτω πάντων ἀνθρώπων, «Ο γάρ ὑψῶν, φησίν, ἑαυτὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Καί· ι Ο δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Και, ότι ο Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ταπεινοῖς δὲ δίδωσι χάριν.» Και Αρχή υπερηφανείας, τὸ μὴ εἰδέναι τὸν Κύριον. ο Καί· «Υπερήφανοι παρηνόμουν ἕως σφόδρα.» Και Με τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς τα πεινοῖς συν απαγόμενοι.» Λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος Οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν ἐχυ τὸν εἶναι νομίζων. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν.» Καὶ ὁ ἅγιος Ἰσαάκ· ι Τοῖς ταπεινόφροσιν ἀποκαλύπτονται τὰ μυστήρια.» Καί· ο Οπου βλαστάνει ἡ ταπείνωσις, ἐκεῖ ἡ τοῦ Θεοῦ δόξα βρύει.» Και, ότι ο Πρ τῆς χάριτος τρέχει ἡ ταπείνωσις, καὶ πρὸ τῆς παι δείας τρέχει ἡ οἴησις.» Καὶ ὁ ἅγιος Βαρσανούφιος Εἰ ἀληθῶς σωθῆναι θέλεις, ἄκουσον ἔργῳ· ἄρον τοὺς πόδας σου ἀπὸ τῆς γῆς, καὶ ἀνάγαγε εἰς τὸν οὐρανὸν τὸν νοῦν σου καὶ ἐκεῖ γενηθήτω σου ἡ με λέτη νύκτα καὶ ἡμέραν· καὶ ὅσην ἔχεις δύναμιν και ταφρονήθητι· πυκτεύων ἰδεῖν σεαυτὸν, ὑποκάτω παντὸς ἀνθρώπου· αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδός· ἐκτὸ αὐτῆς, ἄλλη οὐκ ἔστι, τῷ σωθῆναι θέλοντι, ἐν τῷ ἐν δυναμοῦντι αὐτὸν Χριστῷ. Τρεχέτω ὁ θέλων τρεχέτω ὁ θέλων· τρεχέτω ὁ θέλων, ἵνα καταλάβη μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ θέλου του ζωὴν αἰώνιον χαρίσασθαι παντὶ τῷ θέλοντι. Ο Καὶ ὁ τῆς Κλίμακος· ι Οὐ νενήστευσα· οὐκ ἠγρύ πνηκα· οὐκ ἐχαμεύνηκα, ἀλλ' ἐταπεινώθην, καὶ ἔσω σέ με συντόμως, διώκων πρὸ παντὸς ἑτέρου καὶ τὸ αψήφιστον, ὥς φησιν ὁ ἅγιος Βαρσανούφιος· ὅτι τὸ ἀμεριμνῆσαι ἀπὸ παντὸς πράγματος, ποιεί σε προσ εγγίσαι τῇ πόλει· καὶ τὸ μὴ ψηφισθῆναι ἐν ἀνθρώποις, ποιεῖ σε οἰκῆσαι τὴν πόλιν· καὶ τὸ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου, ποιεῖ σε κληρονομήσει τὴν πόλιν, καὶ τοὺς θησαυρούς. Καὶ εἰ σωθῆναι θέλεις, τὸ ἀψήφιστον κράτει, καὶ τρέχε πρὸς τὸ προκείμεν νον.» Εστι δ' αὖ, κατὰ τὸν τούτου τοῦ ἁγίου μαθη τὴν ὅσιον Ἰωάννην, τὸ ἀψήφιστον, τὸ μὴ ἱσῶσαι ἑαυτόν τινι· καὶ τὸ μὴ εἰπεῖν περὶ καλοῦ ἔργου, ὅτι Κἀγὼ τοῦτο ἐποίησα.» Εἶτ᾽ αὖθις καθίσας πρόσει Ει Ει Ε Ει και καθαρῶς, καὶ ἀῤῥεμβάσεως, ἕως ἂν καταλάβη τὸ ἑσπέρας· καὶ οὕτω ψάλλε τὸν συνήθη ἑσπερινὸν, καὶ ἀπόλυσον· ἐξ εἰλικρινοῦς καρδίας πιστεύων κατὰ τὸν κόπον, καὶ τὴν δι' ἀρετὴν ὀδύνην, καὶ τὸ μέτρον τῆς ἐργασίας ἡμῶν, καὶ τὴν τῶν δωρεῶν καὶ ἐπάθλων διανομὴν καὶ ἀνάῤῥησιν, παρὰ τοῦ Θεοῦ ἐπιβρα βεύεσθαι ἡμῖν, καὶ παράκλησιν· ὡς φησιν ὁ θεῖος Ψαλμωδός· «Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εύφραναν την ψυ γήν μου.» Καὶ ὁ Σωτήρ·. Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ ὁ μέγας Παῦλος· ι Επερ Χριστῷ συμ πάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· λογίζομαι γὰρ Κολ.
col. 709–710page 38 of 89
PG 147:709ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν Λ μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. «Λέγει δὲ καὶ ὁ τὰ θεῖα σοφός Μάξιμος· «Λίτιον εἶναι λέ γεται τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τὸ μέτρον τῆς ἑκάστου πίστεως· καθὼς γὰρ πιστεύομεν, καὶ τὴν ἐπὶ τὸ πράττειν τῆς προθυμίας ἐπίδοσιν ἔχομεν. Ο γοῦν πράττων, κατὰ τὴν ἀναλογίαν τῆς πρά ξεω;, ἐπιδείκνυται τὸ μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσε, τὸ μέτρον τῆς χάριτος. Ο δὲ μή πράττων, κατὰ τὴν ἀναλογίαν τῆς ἀπραξίας, ἐπιδείκνυται τὸ μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπί στησε, τὴν τῆς χάριτος στέρησιν. Οὐκοῦν κακώς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερός, ἐπ' αὐτῷ σαφῶς, ἀλλ' οὐκ ἐπ' ἄλλῳ κειμένης, τῆς τοῦ πιστεύειν καὶ πράττειν, καὶ πρὸς τὸ μέτρον τῆς πίστεως ἐρχομένην εἰσδέξασθαι τὴν χάριν, ἐπιλογῆς· καὶ ἐκ ψυχῆς αἰτούμενοι, διαμεἶναι τὸν ὑπόλοιπον χρόνον ἡμῶν.» Καὶ αὐτὰ δὴ τὰ τέλη τῆς ζωῆς, Χριστιανά, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά· καὶ πρὸς τούτοις ἀποδοῦναι ἡμᾶς καλὴν τὴν ἀπολογίαν, ἐπὶ τοῦ φοβεροῦ ἑστῶτας βήματος τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ότι μείζων πάσης ἐργασίας, ἡ καθαρὰ προσευχῇ ἐστιν. λη'. Πρὸς δὲ τοῖς δηλωθεῖσι, καὶ τοῦτο ἴσθι, ἀδελ μὲ ὅτι πᾶσα μέθοδος, καὶ πᾶς κανὼν, εἰ βούλει δὲ, καὶ πρᾶξις διάφορος, διὰ τὸ μὴ δύνασθαι ἡμᾶς ἔτι ἐν καρδίᾳ καθαρῶς καὶ ἀῤῥεμβάσεως προσεύχεσθαι, τετύπωται οὕτω καὶ κεκανόνισται. Ἐπεὶ τούτου, εὐδοκίᾳ καὶ χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπαρτισθέντος, καὶ πολλὰ, καὶ ποικίλα, καὶ διαι ροῦντα μεθέντες, τῷ ἑνὶ, καὶ ἑνιαίῳ, καὶ ἐνωτικῷ ἀμέσως ὑπὲρ λόγον ἐνούμεθα, ὡς εἴρηται τῷ κλεινῷ Θεολόγῳ· Θεὸς θεοῖς ἐνούμενός τε καὶ γνωριζόμενος· ὅπερ ἐστὶν, ἡ διὰ τοῦ ἁγίου Πνεύματος ἐν καρ δίᾳ ἐνυπόστατος ἔλλαμψις, ἥτις τίκτεται, ὡς εἴρηται, ἐκ τῆς μνημονευθείσης καθαρᾶς καὶ ἀῤῥεμβάστου καρδιακῆς προσευχῆς. Σπάνιον δὲ τοῦτο, καὶ μόλις εἷς ἐκ χιλίων ὁ καταξιωθεὶς, Χριστοῦ χάριτι, προκόψαι εἰς τήνδε την κατάστασιν. Τὸ δὲ καὶ ταύτην ὑπερπλεῦσαι, καὶ τῆς πνευματικῆς ἀξιωθῆναι προσω ευχῆς, καὶ τυχεῖν τῆς ἀποκαλύψεως τῶν μυστηρίων τοῦ μέλλοντος αἰῶνος, πάνυ ὀλίγων, καὶ κατὰ γενεάς καὶ γενεὰς εὑρισκομένων, εὐδοκία τῆς χάριτος, καθ ἀπερ γράφει καὶ ὁ ἅγιος Ἰσαάκ· ι Ωσπερ μόλις ἐκ μυριάδων ἀνθρώπων, εἷς εὑρίσκεται πληρώσας τὰς ἐντολὰς, καὶ τὰ νόμιμα μικρὸν ἐνδεῶς, καὶ φθάσας εἰς τὴν τῆς ψυχῆς καθαρότητα, οὕτως εἷς ἐκ χιλίων εὑρίσκεται, καταξιωθεὶς φθάσαι μετὰ πολλῆς παρα φυλακῆς, εἰς τὴν καθαρὰν προσευχὴν, καὶ διαῤῥῆξαι 1) τοῦτον τὸν ὅρον, καὶ τυχεῖν ἐκείνου του μυστηρίου. Διότι πολλοὶ τῆς καθαρᾶς προσευχῆς οὐδαμῶς ἠξιώ θησαν, ἀλλ᾽ ὀλίγοι. Πρὸς δὲ τὸ μυστήριον ἐκεῖνο τὸ μετ᾿ ἐκείνην, καὶ πέραν, ὁ φθάσας, μόλις εὑρίσκε και γενεᾷ καὶ γενεᾷ, τῇ χάριτι τοῦ Χριστοῦ. Καὶ μετ' ὀλίγα· ι Καὶ εἰ μετὰ καθαρότητος μόλις τις προσεύχεται, τί εἴπωμεν περὶ τῆς πνευματικῆς; Πᾶσα δὲ πνευματικὴ κατ' αὐτὸν αὖθις κινήσεως ἠλευθέρωται· καὶ ἡ κλίνουσα κάτωθέν ἐστι τῆς πνευματικῆς.» Διόπερ καὶ αὐτὸς εἰ βούλει τῶν τοι ούτων καινῶν μυστηρίων, ἔργῳ καὶ πράγματι, ήτοι αὐτῇ τῇ πείρα, ἐν Χριστῷ Ἰησοῦ καταξιωθῆναι, ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ, καὶ ἐργασία του. ἐπείρου Ει
col. 711–712page 39 of 89
PG 147:711προφθάσαι εἰς τὴ προσευχεσθαι ἐν χαρδίς, καθαρώς καὶ ἀῤῥεμβάσεως· ἵν' οὕτως, ὡς ἐκ νηπίου θηλάζου τος, προκόψῃς εἰς ἄνδρα τέλειον· εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ μετὰ τοῦ πιστοῦ οίκονόμου καὶ φρονίμου, τοῦ μακαρισμοῦ καὶ τῆς αναῤῥήσεως ἐπιτύχῃς, ὡς οἰκονομῶν ἐν κρίσει τους σους λόγους· ήγουν κατὰ λόγον πολιτευόμενος, ὅθεν καὶ οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα, καθὼς περὶ τούτου γράφει ὁ ἅγιος Φιλήμων, οὕτως· ο 'Αδελφέ, εἴτε ἐν νυκτί, εἴτε ἐν ἡμέρᾳ, ἀξιώσει σε ὁ Θεὸς καθαρῶς τῷ να προσεύξασθαι ἀπερισπάστως, μὴ πρόσχῃς τῷ ἰδίῳ κανόνι· ἀλλ' ὅση σοι δύναμις ἐπεκτείνου τῷ Θεῷ κολλώμενος· καὶ αὐτὸς φωτίζει τὴν καρδίαν σου περὶ ἐργασίας πνευματικῆς.» Καί τις τῶν θεοτότων Εἰ θέλεις ἐν σώματι ὡς ἀτώματος Θεῷ λειτουργεῖν, εὐχὴν ἀδιάλειπτον κτῆσαι κρυπτῶς ἐν τῇ καρδίᾳ σου, καὶ γίνεται πρὸ θανάτου ἡ ψυχή σου, ὡς ἄγγε λος.» Τούτοις συνάδοντα γράφει καὶ ὁ ἅγιος Ἰσαάκ. Ερωτηθεὶς γὰρ παρά τινος, τί ἐστι τὸ περιεκτικὸν τῶν κόπων ὅλων τοῦ ἔργου τούτου, δηλαδή της ήσυ χίας, ἵνα τις καταντήσας εἰς αὐτό, μάθῃ ὅτι τὴν τε λειότητα της πολιτείας έφθασεν, ἀπεκρίθη οὕτως Οταν ἀξιωθῇ τις τῆς διαμονῆς τῆς προσευχῆς ὅταν γὰρ φθάσῃ ταύτην, πρὸς τὴν ἄκραν πασῶν τῶν ἀρετῶν ἔφθασε, καὶ τουλοιποῦ, κατοικητήριον τοῦ ἁγίου Πνεύματος ἐγένετο. Ἐὰν γάρ τις τὴν χάριν τοῦ Παρακλήτου ἀκριβῶς οὐκ ἐδέξατο, τὴν διαμονὴν ταύτης τῆς προσευχῆς τελειῶσαι ἐν ἀνέσει οὐ δύ ναται. Τὸ γὰρ Πνεῦμα, φησίν, ὅταν κατοικήσῃ ἐν σινι τῶν ἀνθρώπων, οὐ παύεται ἐκ τῆς προσευχῆς. Αὐτὸ γὰρ τὸ Πνεῦμα ἀεὶ προσεύχεται. Τότε, οὔτε ἕν τῷ καθεύδειν αὐτὸν, οὔτε ἐν ἐγρηγόρσει, ἡ προσευχή ἐκ τῆς ψυχῆς αὐτοῦ, κόπτεται· ἀλλ' ἐὰν ἐσθίῃ, καὶ ἐὰν πίνῃ, καὶ ἐὰν κοιμᾶται, καὶ ἐάν τι πράττῃ, καὶ ἕως ἐν βαθεῖ ὕπνῳ, αἱ εὐωδίαι, καὶ οἱ ἀτμοὶ τῆς προσευχῆς ἐν τῇ καρδίᾳ αὐτοῦ ἀναδίδονται, ἄνευ κόπου· καὶ χωρισμὸν τότε ἡ προσευχὴ οὐκ ἔχει ἀλλὰ πάσας τὰς ὥρας αὐτοῦ, κἂν ἡσυχάσῃ ἔξωθεν αὐτοῦ ἡ τοιαύτη, ἀλλ᾽ οὖν πάλιν ἡ αὐτὴ λειτουργεί ἐν αὐτῷ κρυπτῶς. Τὴν σιωπὴν γὰρ τῶν καθαρῶν, είνα Ει λογισμοὶ αὐτῶν, θεῖα: κινήσεις εἰσίν· αἱ κινήσεις δὲ τῆς καθαρᾶς καρδίας, καὶ διανοίας, φωναί πραεῖαί εἰσιν, ἐν αἷς κρυπτῶ; τῷ κρυπτῷ ψάλλουσι.» Καὶ ἄλλοι δὲ πολλοὶ τῶν θεοφόρων, ἐκ τῆς χάριτος αὐτῆς πείρα με μυσταγωγημένοι, τοιαῦτα πλεῖστα θαύματος ἄξια ἐξέθεντο· ἅπερ καὶ διὰ τὸ τοῦ λόγου μήκος εἰάσαμεν. Περὶ τῆς κατὰ τὸ νυχθήμερον ποσότητος των γονυκλισιῶν. 20'. Περὶ δέ γε ποσότητος γονυκλισιῶν, τριακοσίας ἴσμεν τῷ ἀριθμῷ; τὸς τοῖς θείοις ἡμῶν Πατράσι διωρισμένας, ὃς καὶ ὀφείλομεν ποιεῖν καθ᾿ ἕκαστον νυχθήμερον τῶν τῆς ἑβδομάδος πέντε ἡμερῶν· καὶ γὰρ ἐν παντὶ Σαββάτῳ, καὶ πάσῃ Κυριακῇ, καὶ μὴν καὶ ἐν ἄλλαις ἐξ ἔθους σεσημειωμέναις ἡμέραις, καὶ δὴ καὶ ἑβδομάσι, κατά τινας μυστικοὺς καὶ ἀπορρήτους λόγους, σχολὴν τούτων ἄγειν ἐντετάλμεθα. Εἰσὶ μέντοι τινὲς ὑπερβαίνοντες τοῦτον τὸν ἀριθμόν. Ενιοι δὲ καὶ ὑστερίζοντες, ἕκαστος καθὼς ἔχει Ισχύος, ἢ προαιρέσεως. Καὶ σὺ τοίνυν ποίει το κατα δύναμιν· μενούν γε μακάριος τῷ ὄντι, καὶ τοῦτο πολ
col. 713–714page 40 of 89
PG 147:713λάκις, ὁ ἐν πᾶσι τοῖς κατὰ Θεὸν, πάντοτε ἐκδιάζων & « ἑαυτόν. «Βιαστή γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, '. καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. *Οτι οὐ μόνον, ὡς προείρηται, κατὰ τὸν ἀγῶνα, καὶ τὸ μέτρον τῆς ἡμῶν ἐργασίας, ἡ τῶν θεί διανομὴ ἐπιχορηγεῖται, ἀλλὰ καὶ κατὰ τὴν ἕξιν, καὶ ἐπιτηδειότητα. καὶ τὴν πίστιν, καὶ τὴν προσοῦσαν ἡμῖν διάθεσιν φυσικήν. μ'. Καὶ τοῦτο τοίνυν ἰστέον ὡς οὐ μόνον, καθάπερ προειρήκαμεν, κατὰ τὸν ἀγῶνα καὶ τὸ μέτρον τῆς ἐργασίας ἡμῶν ἡ τῶν θείων δωρεῶν διανομὴ ἐπιχορηγεῖται ἡμῖν, ἀλλὰ καὶ κατὰ τὴν τῆς πολιτείας ἕξιν καὶ ἐπιτηδειότητα, καὶ μὴν, καὶ κατὰ τὴν πίστιν ἡμῶν πρὸς τὰ προκείμενα, καὶ τὴν προσφυῶς προς οὖσαν ἡμῖν διάθεσιν φυσικήν. Και λέγει ὁ ἅγιος Μά ξιμος· ι Ὁ νοῦς, σοφίας ὄργανον· ὁ λόγος, γνώσεως ἡ κατ' ἄμφω φυσική πληροφορία, τῆς κατ' ἄμφω συνισταμένης πίστεως· τοῦ δὲ τῶν ἰαμάτων χαρί σματος, ἡ φυσική φιλανθρωπία. Πᾶν γὰρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καὶ προσφυές, ὥσπερ δύναμιν, ἢ ἔξιν, ἢ διάθεσιν, ὄργανον δεκτικόν· οἷον ὁ τὸν νοῦν πασῶν αἰσθητῶν φαντασιῶν ποιήσας και θαρόν, δέχεται σοφίαν· ὁ δὲ τὸν λόγον, τῶν ἐμφύτων παθῶν, θυμοῦ, λέγω, καὶ ἐπιθυμίας καταστήσας δε σπότην, δέχεται γνῶσιν· ὁ δὲ τὴν κατὰ νοῦν καὶ λό γον περὶ τὸ θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τὴν πάντα δυναμένην δέχεται πίστιν· ὁ δὲ τὴν φυσικήν κατορθώσας φιλανθρωπίαν, μετὰ τὴν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ιαμάτων δέχεται χαρίσματα. Καὶ ταῦτα μὲν οὕτως. Ορα δὲ, ἵνα μηδεὶς γινώσκῃ τὸ ἔργον σου, ἐκτὸς τοῦ ἐπιστατοῦντος, καὶ ὁδηγοῦν-G τός σε· ὑπερευχόμενος καὶ ἡμῶν τῶν ἀναξίων, τῶν λεγόντων μὲν, μὴ ποιούντων δὲ τὸ ἀγαθὸν, ἵνα κατα ξιωθῶμεν τοῦ ποιεῖν πρῶτον τὰ Θεῷ ἀρέσκοντα εἶτα καὶ τοῖς ἄλλοις λέγειν, καὶ παραινείν. Ο γὰρ ποιήσας καὶ διδάξας, κατὰ τὸ θεῖον λόγιον, οὗτος μέ γας κληθήσεται. Σὲ δ' αὖθις ὁ παντοκράτωρ καὶ παν οικτίρμων Κύριος ἐνισχύσαι, καὶ εὐοδώσαι, τούτων ἀκροᾶσθαι συνετῶς, καὶ ποιεῖν αὐτά, μετά πάσης ἐφέσεως. Οὐ γὰρ οἱ ἀκροπταὶ τοῦ νόμου, δίκαιοι παρά τῷ Θεῷ, κατὰ τὸν θεῖον Παῦλον, ἀλλ' οἱ ποιηταὶ, καὶ ὁδηγήσαι εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σωτήριον καὶ πρὸς τὴν προκειμένην νοεράν, καὶ ἱερὰν ἐργασίαν χειραγωγήσαι ἐν πνεύματι, εὐχαῖς ἁγίων. Αμήν. Αλλ' ἐπειδήπερ προλέλεκται ἡμῖν περὶ διακρίσεω, μικρόν τι πρακτικῆς, εὔκαιρον ἀρτίως καὶ περὶ τῆς καθόλου, καὶ τελειοτάτης διακρίσεως, κατὰ τὸ ἐγχω ρῶν, ὡς ἐν συντόμῳ διαλαβεῖν· ἐπεὶ καὶ μείζων αὖ η πασῶν τῶν ἀρετῶν, κατὰ τοὺς κλεινούς ἡμῶν Πατέρας, πέφυκε. Περὶ τῆς καθόλου, καὶ τελειοτάτης διακρίσεως καὶ τὶς ὁ παρὰ φύσιν, καὶ σαρκικῶς ζῶν· καὶ τὶς ὁ κατὰ φύσιν καὶ ψυχικῶς· καὶ τὶς ὁ ὑπὲρ φύσιν, καὶ πνευματικῶς πολιτευόμενος. μα'. 'Ο σαρκικῶς καὶ παρὰ φύσιν ζῶν καὶ πολι τευόμενος, οὗτος τὸ οἰκεῖον διακριτικὸν παντελῶς ἀπώλεσεν· ὁ δὲ τῶν κακῶν ἀποχὴν μὲν ποιησάμενος,
col. 715–716page 41 of 89
PG 147:715. &:» Α' ἀρχὴν δὲ βαλὼν τοῦ ποιεῖν τὸ ἀγαθὸν, ὡς γέγραπται Εκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ο οὗτος ὡς εἰσαγωγικός, καὶ οἷς ὑπέχων πρὸς διδασκαλίαν, παρακύπτει μικρόν τους, πρὸς αἴσθησίν τινα διακρίσεως, καὶ ἀρχαρίῳ πρέπουσαν. ῾Ο δὲ κατά φύσιν, και ψυχικῶς, ἅτε διενεργῶν ἐν διανοίᾳ, καὶ κατὰ λό. τον βιούς, ὃς καὶ μέσος καλεῖται, οὗτος πρὸς τὸ ἴδιον μέτρον, ὁρᾷ τε καὶ διακρίνει τά τε καθ᾿ ἑαυτὸν, καὶ τὰ τῶν ὁμοίων αὐτῷ. Ὁ δὲ ὑπὲρ φύσιν, καὶ πνευμα. τικῶς πολιτευόμενος, οὗτος, ὡς τὸν ἐμπαθῆ, καὶ τὴν εἰσαγωγικὸν, καὶ τὸν τῆς μεσότητος ὅρον ὑπερβάς, καὶ Χριστοῦ χάριτι προκόψας εἰς τὸν τέλειον, ήγουν τὸν ἐνυπόστατον φωτισμὸν, καὶ τὴν τελειοτάτην διά κρίσιν, ὁρᾷ τε ἑαυτὸν, καὶ διακρίνει τηλαυγέστατα καὶ δὴ, καὶ πάντας ὁρᾷ, καὶ διακρίνει ἀκραιφνώς ""αὐτὸς ὑπ᾽ οὐδενὸς, εἰ καὶ ὁρᾶται, δρώμενος, καὶ διακρινόμενος· καὶ μὴν καὶ ἀνακρινόμενος, ὡς πνευματικός, ἀληθῶς ὢν καὶ καλούμενος, «Οὐ χάρτη καὶ μέλανι, ἀλλὰ πράξει καὶ χάριτι, ὥς φησιν ὁ θεῖος Απόστολος· ὅτι ὁ μὲν πνευματικός πάντας ἀνακρίνει· αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. ο *Ετι περὶ διακρίσεως, ὡς ἐν παραδείγματι. μβ΄. Τούτων ὁ μὲν ἔοικε τῷ ὡς ἐν νυκτὶ βαθεία καὶ στυγνῇ σκοτομήνῃ πορευομένω· ὅθεν καὶ τῷ ἀψηλαφήτῳ σκότει περιπλανώμενος καὶ σκοτούμενος, οὐ μόνον ἑαυτὸν οὐχ ὁρᾷ καὶ διακρίνει, ἀλλ' οὐδὲ ὅπου ὑπάγει καὶ περιπατεῖ, ὥς φησιν ὁ Σωτήρ·. Ο περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. Ο δὲ, νυκτὶ αἰθρίᾳ, ἀστράσιν αὐγαζομένῃ, ὅθεν καὶ ταῖς τῶν ἀστέρων μαρμαρυγαῖς μικρόν πως αὐγαζόμενος, κατ' ὀλίγον βαδίζει, προσκόπτων τους πόδας πολλάκις ἐν λίθοις αδιακρισίας, καὶ πάσχων συμ πτώματα· οὗτος τοίνυν βραχύ τι καὶ ἑαυτὸν ὁρᾷ, καὶ διακρίνει, καὶ ὡς ἐν σκιᾷ, καθὰ γέγραπται· Έγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» 'Ο δὲ, νυκτὶ πανσελήνῳ, καὶ γαληνῇ· ὅθεν καὶ ταῖς σεληνιακαῖς βολαῖς εὐθυνόμενος, ἀπλανέστερόν τε ὁδεύει, καὶ εἰς τὰ ἔμπροσθεν ἔρχεται· ὁρᾷ τε αὐτὸν, ὡς ἐν ἐσόπτρῳ, καὶ διακρίνει καὶ τοὺς ὁμοίως συνοδεύοντας αὐτῷ, ὡς εἴρηται Καλώς ποιεῖτε, τῷ νόμῳ δηλαδή προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.» 'Ο δὲ, μεσημβρία σταθερᾷ καὶ καθαρωτάτῃ, ἡλιακαῖς ἀκτῖσιν ἀκράτοις φαιδρυνομένῃ· διόπερ ἡ τοιοῦτος καὶ ἑαυτὸν εἰλικρινῶς καθορᾷ, τῷ ἡλιακώ φωτὶ, καὶ διακρίνει· καὶ τοὺς πολλοὺς ἀνακρίνει μᾶλλον δὲ καὶ τοὺς πάντας, κατὰ τὸν θεῖον ἀπόστολον· καὶ μὴν, καὶ πάντα τὰ παρεμπίπτοντα αὐτῷ σχεδὸν ὁποιαδήτινα ὁπωσδήποτε, ἀπλανῶς αὐτός τε πορευόμενος, καὶ τοὺς ἑπομένου; αὐτῷ, ἀπταίστως ὁδηγῶν, πρὸς τὸ ὄντως φῶς, καὶ τὴν ζωὴν, καὶ τὴν ἀλήθειαν· περὶ ὧν καὶ γέγραπται· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Λέγει δὲ καὶ ὁ θειότατος Παῦλος Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, δ; ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.»
col. 717–718page 42 of 89
PG 147:717Καὶ ὁ μακάριος Δαίδ· ο Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Καί· Ἐν τῷ φωτί σου οψόμεθα φῶς.» Καὶ ὁ Κύριος· «Εγώ είμι '.. •; τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περι πατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. Περὶ τροπῆς, καὶ ἀλλοιώσεως τῆς πρὸς ἕκαστον, καὶ τοῦ ὑπερέχοντος κλέους τῆς ταπεινώσεως. μγ'. Εἰδέναι δέ σε καὶ τοῦτο βουλόμεθα, ὡς καὶ οἱ εἰς τὸ τέλειον διὰ καθάρσεως, καὶ φωτισμοῦ, καθὼς Έχει δυνάμεως, πεφθακότες· οὐ γὰρ ἔστι τελεία τε λείωσις ἐν τῷ ἀτελεῖ αἰῶνι, ἀλλὰ μᾶλλον ἀτέλεστος τελειότης· καὶ οἱ τοιοῦτοι τοίνυν οὐ πάντοτε μεθ᾿ ἑαυτῶν τὸ ἀναλλοίωτον ἔχουσι, διά τε την φυσικήν ἀσθένειαν, καὶ τὴν ἐφέρπουσαν [σ. ὑφέρπουσαν ἐνίοτε οἴησιν· ἀλλὰ γὰρ καὶ ἀλλοιώσεις, καὶ κλοπὰς, πρὸς δοκιμασίαν ἔσθ' ὅτε πάσχουσι, καὶ αὖθις δὲ ἀντιλήψεις εἰσδέχονται μείζονας· καὶ ὁ δὲ τούτοις ἐναντίον, μέρος τῶν λύκων οἱ Πατέρες εἶναι ὁρίζονται. Η γὰρ ἀτρεψία, καὶ τὸ ἀναλλοίωτον ἐν αἰῶνι τῷ μέλλοντι συντετήρηται· ἐν δέ γε τῷ παρόντι, στὸ μὲν, καθαρότητος, εἰρήνης τε καὶ παρακλήσεω; θείας καιρός· ὁτὲ δὲ φύρσεως, καὶ ζάλης, καὶ κατα; ηφείας, καὶ τοῦτο δὲ πρὸς τὸ μέτρον τῆς ἑκάστου πολιτείας, καὶ προκοπῆς, καὶ οἷς οἶδεν ὁ Κύριος κρι μασι· καὶ μὴν, καὶ ἵνα διὰ τούτων τὸ ἀσθενὲς ἡμῶν τεκμαιρόμενο: Μακάριος γάρ, φησίν, ὁ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν, μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυ τοῖς, κατὰ Παῦλον· ἀλλ' ἐπὶ τῷ ἐγείροντι τοὺς να;. κρούς·, καὶ οὕτω διηνεκώς, ἐν ταπεινώσει και μετανοίᾳ, καὶ ἐξομολογήσει, πρὸς Θεὸν ἀνατρέχωμεν. Καὶ λέγει ὁ ἅγιος Ἰσαάκ· ι Κατὰ μίαν καὶ μίαν, ποτάκις παραβαίνουσί τινες, καὶ ἐν τῇ μετανοίᾳ, ιατρεύουσι τὰς ψυχὰς αὐτῶν· καὶ ἡ χάρις ὑποδέχεται αὐτούς. Ἐν πάσῃ γὰρ τῇ φύσει τῇ λογικῇ, ή τροπὴ ἀδιορίστως διέρχεται. Καὶ ἀλλοιώσεις διέρχον. ται κατὰ παντὸς ἀνθρώπου, ἐν πάσαις ταῖς ὥραις αὐτοῦ· ἐξ ὧν πολλῶν εὑρίσκει ὁ διακριτικός συνιέναι τοῦτο· ἀλλ' αἱ δοκιμασίαι αἱ μετ' αὐτοῦ καθ' ἑκά στην ἡμέραν, μάλιστα δύνανται σοφίσαι αὐτὸν ταῦτα, ἐὰν νήφῃ· ἵνα καὶ παρατηρήσηται ἑαυτὴν ἐν τῷ νῷ, καὶ μάθῃ πόσην ἀλλοίωσιν πραότητος καὶ ἐπιεικείας ὑποδέχεται ἡ διάνοια καθ᾿ ἑκάστην ἡμέραν· καὶ; τῶς ἐκ τῆς εἰρήνης αὐτῆς, ἐξαίφνης εἰς θόλωσιν στρέφεται, ὅταν αἰτία τις ἐκ τόπου μὴ ἔστιν αὐτῷ καὶ πῶς ἐν κινδύνῳ μεγάλῳ καὶ ἀῤῥήτῳ γίνεται. Καὶ τοῦτό ἐστιν, ὅπερ ὁ μακάριος Μακάριος έγραψε φα νερῶς ἐν πολλῇ προνοίᾳ καὶ σπουδῇ, εἰς μνήμην τῶν ἀδελφῶν καὶ διδασκαλίαν, τοῦ μὴ ἐκκλίναι, ἐν τῷ καιρῷ τῆς ἀλλοιώσεως τῶν ἐναντιώσεων, εἰς τὴν ἀπόγνωσιν, ὅτι τοῖς ἐν τῇ τάξει τῆς καθαρότητος ἱσταμένοις, ἀεὶ συμβαίνει αὐτοῖς πτώματα, καθώς συμβαίνει τῷ ἀέρι ψύχος· καὶ χωρὶς τοῦ εἶναι αὐτοὺς ἐν ἀμελείᾳ, ἢ ἐν λύσε οὐ μὴν δὲ, ἀλλὰ καὶ ἡνίκα κατὰ τάξιν αὐτῶν πορεύονται, συμβαίνει αὐτοῖς πτώματα, εναντιούμενα τῷ σκοπῷ τοῦ ἑαυτῶν θελή ματος. Καὶ παρακατιών· Τί οὖν ἐστιν ἄρτι; ἀλλοιώσεις, φησί, γίνονται εἰς ἕκαστον κατὰ τὸν ἀέρα.
col. 719–720page 43 of 89
PG 147:719Σύνες ἐκεῖνο τὸ, εἰς ἕκαστον· ὅτι καὶ ἡ φύσις, μία ο Ει ἐστίν. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι περὶ τῶν ὑποδεεστέρων καὶ ἐλαχίστων μόνων εἶπε, καὶ οἱ τέλειοι ἐλεύ θεροι τῆς ἀλλοιώσεως, καὶ ἐν μιᾷ τάξει ἀκλινῶς ίστανται οὗτοι, χωρὶς ἐμπαθῶν λογισμών, καθώς καὶ οἱ Εὐχεται λέγουσι, διὰ τοῦτο ἔθηκε τὸ, εἰς ἕκα στον. Πῶς οὖν τοῦτο, ὦ Μακάριε; Όμως σὺ λέγεις, τὸ ψύχος, καὶ μετὰ μικρὸν, καύσων· καὶ ἴσως χάλα ζα· καὶ μετ' ὀλίγον, εὐδία. Καὶ ἐν τῇ γυμνασία ἡμῶν, οὕτω γίνεται· πόλεμος, καὶ ἀντίληψις τῆς χάριτος· καὶ ἐν καιρῷ, γίνεται ἡ ψυχὴ ἐν χειμῶνι καὶ ἐπανίστανται ἐπ' αὐτὴν κύματα σκληρά. Κα! πάλιν ἀλλοίωσις, επισκεπτομένης τῆς χάριτος, καὶ πληρούσης τὴν καρδίαν αὐτοῦ, χαράς τε καὶ εἰρή νης τῆς ἀπὸ τοῦ Θεοῦ· καὶ λογισμῶν σωφρόνων και εἰρηνικῶν· τούτους τους λογισμούς τῆς σωφροσύνη; ἐκφαίνει ὧδε, αινιττόμενος τοὺς πρὸ τούτου, κτηνώδεις ὄντας, καὶ ἀκαθάρτους. Καὶ παραινεῖ λέγων Ἐὰν οὖν μετὰ τούτους τοὺς λογισμούς τους σώρο νας, καὶ ἐπιεικεῖς, ἀκολουθῇ ἐπιφορά, μὴ λυπηθώ μεν καὶ ἀπογνῶμεν.» Καὶ ἐν τῇ ὥρᾳ τῆς ἀναπαύσεως τῆς χάριτος, μή καυχησώμεθα πάλιν, ἀλλ' ἐν τῷ καιρῷ τῆς χαρᾶς, ἐκδεξώμεθα τὴν θλίψιν. Καὶ προϊών • • Γνῶθι ὅτι πάντες οἱ ἅγιοι ἐν τούτῳ τῷ ἔργῳ ἐγένοντο. Οσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἡ παράκλησις ἡ περισσή, μετὰ τούτων γίνεται ἡμῖν ἐν τῷ κρυπτῷ. Διότι ἐν πάσῃ ἡμέρᾳ, καὶ ἐν πάσῃ ὥρᾳ, ἐκζητεῖται παρ' ἡμῶν ἡ δοκιμὴ τῆς πρὸς Θεὸν ἀγάπης ἡμῶν, ἐν πάλῃ καὶ ἀγῶνι, πρὸς τοὺς πειρασμοὺς. Καὶ τοῦτό ἐστι τὸ μὴ λυπεῖσθαι ἡμᾶς, τὸ μὴ ἀχηδιᾷν τῷ ἀγῶν. Καὶ οὕτω κατευθύνεται ἡ ὁδὸς ἡμῶν. Ὁ δὲ θέλων ἐκ τούτων τραπήναι, ἢ κλίναι, οὗτος τῶν λύκων μέρος ἐστίν.» Ὢ θαῦμα ἐκ τούτου τοῦ ἁγίου! Πῶς ἐν λόγῳ μικρῷ, ἐ:αίωσε τὴν χρῆσιν ταύτην, καὶ ἀπέδειξεν αὐτὴν πεπληρωμένην συνέσεως, καὶ ἐξέβαλε τὸν δισταγμὸν τελείως ἐκ τῆς διανοίας τοῦ ἀναγινώσκοντος! • Ἐκεῖνος δὲ, φησίν, ὁ ἐκκλίνων ἐκ τούτων, καὶ μέρος τῶν λύκων ὤν, ἐν οὐχ ὁδῷ θέλει πορεύεσθαι, καὶ τοῦτο ἔθηκεν ἐν τῇ διανοίᾳ αὐτοῦ κτήσασθαι, καὶ ἐν τρίτῳ ἰδικῇ, τῇ μὴ πατηθείσῃ ὑπὸ τῶν Πατέρων, πορεύεσθαι βούλεται.» Καὶ μετὰ μικρόν· «Η ταπείνωσις, καὶ χωρὶς ἔρ γων, πολλά συγχωρεί πλημμελήματα· ταῦτα δὲ, χωρὶς αὐτῆς, ἐξεναντίας ἀνωφελῆ εἰσι.. Καὶ μετὰ βραχύ· ο Καθάπερ ἅλας τῇ τροφῇ, οὕτως ἡ ταπείνωσις πάσῃ ἀρετῇ· καὶ ἰσχὺν πολλῶν ἁμαρτημάτων αὕτη δύναται συντρίψαι· ὑπὲρ ταύτης λοιπὸν χρεία τοῦ λυπεῖσθαι ἀδιαλείπτως κατὰ διάνοιαν, ἐν ταπεινότητι, καὶ ἐν τῇ λύπῃ τῆς διακρίσεως· καὶ ταύτην ἐὰν κτησώμεθα, υἱοὺς ἡμᾶς ποιεῖ τοῦ Θεοῦ· καὶ χω εἰς ἔργων ἀγαθῶν παριστᾷ ἡμᾶ; τῷ Θεῷ· διότι χωρὶς ταύτης, πάντα τὰ ἔργα ἡμῶν μάταιά εἰσι, καὶ πᾶσαι αἱ ἀρετα, καὶ πᾶσαι αἱ ἐργασίαι. Λοιπὸν τὴν ἀλλοίωσιν τῆς διανοίας θέλει ὁ Θεός.» Καί· ο 'Εν διανοία βελτιούμεθα· αὐταρκεί αὕτη μόνη ἀβοηθήτως ἵστασθαι ἐνώπιον τοῦ Θεοῦ· καὶ λαλεῖν ὑπὲρ ἡμῶν.» Ετι φησίν· Εἶπέ τις τῶν ἁγίων· Ὅταν ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας, λέγων σοι, Μνημόνευσον τῶν ἀρετῶν σου, εἰπέ· Γέρον, βλέπε τὴν πορνείαν σου, ο Περί μετανοίας, καθαρότητος καὶ τελειότητος. μδ. Τελειότης παντὸς δρόμου, ἐν τοῖς τρισὶ τού τοις ἐστίν· ἐν τῇ μετανοίᾳ, καὶ τῇ καθαρότητι, καὶ τῇ τελειότητι. Τι δέ ἐστιν ἡ μετάνοια; Καταλείψαι
col. 721–722page 44 of 89
PG 147:721τὰ πρότερα, καὶ λυπεῖσθαι ὑπὲρ αὐτῶν. Καὶ τί ἐστιν ἡ καθαρότης συντόμως; Καρδία ἐλεήμων ὑπὲρ πάτης κτιστῆς φύσεως. Καὶ τί ἐστιν ἡ τελειότης; Βάθος ταπεινώσεως, ὅπερ ἐστὶ κατάλειψις πάντων ὁρατῶν τε καὶ ἀοράτων, ὁρατῶν μὲν, πάντων τῶν αἰσθητῶν· ἀοράτων δὲ, τῶν νοητῶν· καὶ ἐκτὸς μετ ρίμνης τῆς ὑπὲρ αὐτῶν. Ἔτι, μετάνοιά ἐστι, διπλή νέκρωσις ἑκουσίως ἐκ πάντων. Καρδία ἐλεήμων ἐστὶ, καῦσις καρδίας ὑπὲρ πάσης τῆς κτίσεως, ὑπὲρ τῶν ἀνθρώπων, καὶ τῶν ὀρνέων, καὶ τῶν ζώων, καὶ τῶν δαιμόνων, καὶ ὑπὲρ παντός κτίσ σματος. Καὶ πάλιν, ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ καὶ ἐν τῇ σαρκὶ καταλελειμμένοι, ἐὰν ἕως τῆς ἁψῖδος τῶν οὐρανῶν ὑψωθῶμεν, χωρὶς ἔργων, καὶ μόχθου γενέσθαι ἡμᾶς, ἐν ἀμεριμνίᾳ τε εἶναι, οὐ δυνάμεθα· τοῦτό ἐστι τὸ τελείωμα, Συγχώρησόν μοι· τὸ πλέον δὲ τούτου, μελέτη ἐστί· τουτέστι χω ρίς διανοίας. Καὶ ὁ ἅγιος Μάξιμος· «Η κατὰ ἀρετὴν φιλοτοφία, γνώμης ἀπάθειαν, ἀλλ' οὐ φύσεως, εργά ζεσθαι πέφυκε· καθ' ήν δηλαδὴ τὴν γνωμικὴν ἀπά θειαν, ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χά ρις.» Καὶ αὖθις· «Ο λύπης καὶ ἡδονῆς σαρκὸς πεῖραν λαβὼν, λέγοιτ' ἂν δόκιμος, ὡς εὐχερείας, καὶ δυσχερείας τῶν περὶ σάρκα πραγμάτων πεπειραμένος, τέλειος δὲ, ὁ τὴν ἡδονὴν τῆς σαρκὸς, καὶ τὴν ὀδύ νην, τῇ τοῦ λόγου δυνάμει καταπαλαίσας, ὁλόκληρος δὲ, ὁ τὰς κατὰ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἕξεις, ἀτρέπτους τῇ περὶ τὸ θεῖον συντονίᾳ διατηρήσας. Διὰ δὴ ταῦτα, καὶ μείζων πασῶν τῶν ἀρετῶν ἡ διάκρισις εἶναι διώρισται, ὡς ἐν οἷς ἂν ἐγγένηται, εὐδοκίᾳ Θεοῦ, ἐξὸν τῷ θείῳ φωτὶ αὐγαζομένοις, Ο καὶ θεῖα, καὶ ἀνθρώπινα διακρίνειν ηκριβωμένως πράγματα, καὶ μυστικά, καὶ ἀπόκρυφα θεάματα, εἶεν· ὥρα δὲ καθεξής μικρόν πως ὡς ἐφικτόν διαμεθ οδεῦσαί σοι καὶ τὴν τῆς προεπηγγελμένης ἱερᾶς καὶ θεοποιοῦ ἡσυχίας ἀρχὴν, οἱονεὶ ἐκδηλότερον, ὁ δὲ θεὸς ἡγείσθω καὶ τῶν ἤδη ῥηθησομένων. Περὶ τῶν πέντε ἐργασιῶν τῆς πρώτης καὶ οἶον εισαγωγικῆς ἡσυχίας τῶν ἀρχαρίων, ήγουν προσευχῆς, ψαλμῳδίας, ἀναγνώσεως, μελέτης, καὶ ἐργοχείρου. με'. Διὰ πέντε ἐργασιῶν, δι' ὧν ὁ Θεὸς θεραπεύει ται, ὀφείλει ὁ ἐν ἡσυχίᾳ ἀρχάριος διέρχεσθαι τὸ νυχθήμερον, δηλαδὴ ἐν προσευχῇ, ἤτοι μνήμῃ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ διηνεκῶς εἰσαγομένῃ [ἐν ἄλλ. προσαγομένη], ώς προείρηται διὰ πνοῆς ῥινὸς ἐν τῇ καρδίᾳ ἡρέμα, καὶ αὖθις οὕτως ἐξαγομένῃ. μεμυκότων χειλέων, δίχα τῆς οἰασοῦν ἄλλης ἐννοίας, καὶ φαντασίας, ἥτις δι' ἐγκρατείας περιεκτικῆς γα στρός, φαμὲν, ύπνου τε καὶ τῶν ἄλλων αἰσθήσεων, ἔνδον τοῦ κελλίου, σὺν ταπεινώσει εἰλικρινεί κατορθοῦται, ἐν ψαλμῳδίᾳ, ἐν ἀναγνώσει ἔκ τε τοῦ ἱεροῦ Ψαλτηρίου, Αποστόλου, καὶ τῶν ἁγίων Εὐαγγελίων, τῶν τε συγγραμμάτων τῶν θεοφόρων, καὶ ἁγίων Πατέρων, και μάλιστα τῶν περὶ προσευχῆς, καὶ νήψεως κεφαλαίων, πρὸς δὲ, καὶ τῶν λοιπῶν ἐνθέων λογίων τοῦ Πνεύματος, ἐν ἐμπόνῳ καρδίας μνήμῃ τῶν ἁμαρτημάτων, καὶ ἐν μελέτῃ κρίσεως Θεοῦ, ἢ θανάτου, ἢ κολάσεως, ἢ ἀπολαύσεως, καὶ τῶν ὁμοίων· καὶ ἐν ἐργοχείρῳ μικρά, ὡς ἀκηδίας φιμών τρι, καὶ πάλιν ἐπανακάμπτειν εἰς προσευχήν, καν
col. 723–724page 45 of 89
PG 147:723βίαν ἔχῃ τὸ πρᾶγμα, ἕως οὗ ἐθίσῃ ὁ νοῦς, τὸν ἴδιον ρεμβασμὸν ἀποτίθεσθαι ῥᾳδίως τῇ πρὸς τὸν Κύριον Ἰησοῦν Χριστὸν ἀδολεσχία ολικῇ, καὶ μνήμῃ δι ηνεκεῖ, καὶ τῇ πρὸς τὸ ἔνδον ταμείον, ήγουν τὸν περὶ τῆς καρδίας ἀπόκρυφον χώρον, συνεχεῖ ἐπινεύσει, καὶ ἐῤῥιζώσει πεπηγυία. Γράφει καὶ γὰρ ὁ ἅγιος Ἰσαάκ ο Σπούδασον εἰσελθεῖν εἰς τὸ ταμεῖον τὸ Ενδοθέν σου, καὶ ὄψει τὸ ταμεῖον τὸ οὐράνιον ἓν γάρ ἐστι τοῦτο κἀκεῖνο· καὶ ἐν μιᾷ εἰσε όδῳ θεωρεῖς τὰ ἀμφότερα. Καὶ ὁ ἅγιος Μάξιμος Η καρδία ἡγεμονεύει ὅλου τοῦ ὀργάνου, καὶ ἐπὶν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει Φων τῶν λογισμῶν καὶ τῶν μελῶν. Ἐκεῖ γάρ ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ τῆς ψυχῆς, ἐκεῖ τοίνυν δεῖ σκοπεῖν· εἰ ἐνέγραψεν ἡ χάρις του παναγίου Πνεύματος τους νόμους. Ὁ Ἐκεῖ· ποῦ; Ἐν τῷ ἡγεμονικῷ ὀργάνῳ, ἐν τῷ τῆς χάριτος θρόνῳ, ὅπου ὁ νοῦς, καὶ τῆς ψυχῆς πάντες οἱ λογισμο!, ἐν τῇ καρδίᾳ δηλαδή. "Οθεν άρχεσθαι δεῖ τοὺς ἐθέλοντας κατὰ λόγον ἡσυχάσαι, καὶ τίς ἡ ἀρχὴ, καὶ ἡ αὔξησις, καὶ ἡ προκοπὴ καὶ ἡ τελείωσις. μς'. Αὕτη ἡ ἐργασία τῶν ἀρχαίων μοναχῶν, ἡ πρώτη, καὶ οἷον εἰσαγωγικὴ τῶν αἱρουμένων κατά λόγον ἡσυχάσαι, ἀρχομένων μὲν ἀπὸ φόβου Θεού, καὶ ἐκπληρώσεως τῆς κατὰ δύναμιν πασῶν τῶν θεοποιῶν ἐντολῶν· ἀμεριμνίας ἐξ εὐλόγων, καὶ ἀλόγων πραγμάτων, καὶ πρό γε πίστεως καὶ ἀπο φυγῆς τῶν ἐναντίων παντελούς, καὶ πρὸς τὸ ὄντως ὃν ἀκραιφνοῦς διαθέσεως, ὡς προείρηται, αὐξανομένων δὲ ἐλπίδι ἀκαταισχύντῳ, καὶ εἰς μέτρον ἡλικίας προβαινόντων τοῦ πληρώματος τοῦ Χριστοῦ, τῷ διὰ προσευχῆς καρδιακής καθαρᾶς, καὶ ἀῤῥεμβάστου ἐγγινομένη, ὁλικῷ ἐνθέῳ, καὶ διαφόρ: έρωτι, καὶ οὕτω τελειουμένῳ, τῇ ἀκινήτῳ καὶ ἀκλινεῖ πνευ ματική προσευχῇ, καὶ τῇ ἐκ τῆς τελείας ἀγάπης πηγαζομένῃ πρὸς μόνον μόνῃ ἀμέσῳ ἐκστάσει, ἀρ παγῇ τε καὶ ἑνότητι τοῦ ἄκρου ἐφετοῦ, ὅπερ ἐστὶν ἡ διὰ πράξεως πρὸς θεωρίαν ἁπλανής προκοπὴ καὶ ἀνάστασις [σ. ανάτασις], ήνπερ παθὼν καὶ ὁ θεο πάτωρ Δαβίδ, καὶ ἀλλοιωθεὶς τὴν μακαρίαν ἐκείνην ἀλλοίωσιν μέγα ἀνεβόησεν «Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Καὶ ἕτερος τῶν ἐν τῇ Παλαιᾷ διαπρεψάντων Οφθαλμὸς οὐκ εἶδ:, καὶ οἷς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν ο Καὶ τοῦτο συμπεραίνων ὁ μέγας Παῦλος ἐπάγει τό· ι Ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτ τοῦ, τὸ γὰρ Πνεῦμα πάντα έρευνα, καὶ τὰ βάση τοῦ Θεοῦ. Περὶ τάξεως ἡσυχίας ἀρχαρίων. μϛ΄. Ο τοίνυν ὡς προείπομεν ἀρχάριος ὀφείλει μὴ συνεχῶς ἐξέρχεσθαι τῆς αὐτοῦ κέλλης, ὁμιλίας το καὶ θεωρίας ἀπέχεσθαι πάντων, εἰ μὴ διὰ πολλήν ἀνάγκην, καὶ τότε μετά προσοχῆς καὶ ἀσφαλείας, καὶ σπανίως, ὥς φησιν ὁ θεῖος Ἰσαάκ· «Περί παν τὸς πράγματος αὕτη ἡ μνήμη ἐμμεινάτω ἐν το ὅτι κρείττων ἐστὶν ἡ βοήθεια ἡ ἐκ τῆς παραφυία χῆς, ὑπὲρ τὴν βοήθειαν τὴν ἐξ ἔργων,» καὶ ὅτι γε,
col. 725–726page 46 of 89
PG 147:725μὴ μόνον ἀρχαρίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς προχ. πτουσιν ἤδη σκορπισμὸν, καὶ διάχυσιν τὰ τοιαῦτα προξενεῖ, ὡς ὁ αὐτὸς αὖθις ἅγιος Ἰσαάκ φησιν, ὅτι «Ἡ ἀνάπαυσις τοὺς νέους βλάπτει μόνον, ἡ δὲ λύσις καὶ τοὺς νέους, καὶ τοὺς γέροντας, καὶ ἡ ἡσυχία τὰς ἔξω αἰσθήσεις νεκροί, καὶ τὰς ἔσω κινήσεις ἐγείρει, ἡ δὲ ἔξω ἀναστροφὴ τὰ ἐναντία τούτων πράττει, ήγουν τὰς ἔξω αἰσθήσεις ἐγείρει, καὶ τὰς ἔσω κινήσεις νεκροῖ.» Καὶ ὁ μὲν τὴν πρᾶξιν, καὶ μὴν καὶ τὴν κατὰ τὸ εὖ πράττειν ὁδὸν τῆς ἡσυχίας οὔ τως εἰπὼν ὑπεμφαίνει· ὁ δὲ τῆς Κλίμακος, τὸν κατὰ τὴν τρίβον καλῶς πράττοντα καὶ βαδίζοντα, * διὰ τῶν ἑξῆς ἐπισημαίνει γράφων ο Ησυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παραδοξότατον· καὶ ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου @» ἀγρυπνεῖ· καὶ κλεῖς μὲν θύραν κέλλης σώματι, καὶ θύραν γλώττης φθέγματι, καὶ ἔνδον πύλην πνεύμα Περὶ τῆς διὰ προσοχῆς, καὶ νήψεως προσευχῆς καρδιακῆς, καὶ τῆς ἐργασίας αὐτῆς. μη'. Η σὺν προσοχή και νήψει γινομένη ἔνδον καρδίας, ὡς εἴρηται, προσευχή, χωρὶς ἄλλης ἐννοίας, δηλονότι, καὶ φαντασίας τῆς οἰασοῦν, διὰ μὲν τοῦ, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, πρὸς αὐτὸν τὸν μνημονευόμενον Κύριον Ἰησοῦν Χριστὸν ἀΰλως, καὶ ἀλαλήτως παντάπασιν ὁ νοῦς ἀνατείνεται, διὰ δὲ τοῦ, Ἐλέησόν με, παλινδρομεῖ, καὶ κινεῖται πρὸς ἑαυτὸν ὡς οὐκ ἀνεχόμενος ἑαυτοῦ μὴ ὑπερεύχεσθαι πρὸς ἀγάπην δὲ προκόψας διὰ πείρα; ἐνικῶς, τὸ καθόλου πρὸς αὐτὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν ἀνατείνεται· τοῦ δευτέρου πληροφορίαν ἐναργή λα Εών. *Οπως τὴν προσευχὴν οἱ θεῖοι Πατέρες παρέδοσαν λέγειν ἡμᾶς, καὶ ὅτι διαφόρως, καὶ τίς ἡ προσευχή. μθ'. Διόπερ οὐκ ἀεὶ τὴν προσευχὴν ὁλόκληρον οἱ θεῖο: Πατέρες πάντες παραδιδόντες φαίνονται, ἀλλ' ὁ μὲν, ὁλόκληρον, ὁ δὲ, τὸ ἥμισυ· ὁ δὲ, ἀπὸ μέρους, καὶ ἕτερος, ἑτέρως, πρὸς τὴν τοῦ προσευχομένου ἴσως δύναμιν καὶ κατάστασιν. Καὶ ὁ μὲν θεῖος Χρυσόστομος ὁλόκληρον αὐτὴν παραδίδωσιν οὕτω λέγων· • Παρακαλῶ ὑμᾶς, ἀδελφοί, τὸν κανόνα τῆς προσευχῆς μηδέποτε καταπατήσητε, ἢ καταφρονήσητε. Ἤκουσα γάρ ποτε τῶν Πατέρων λεγόντων, δ:: Ποῖος ἐκεῖνος ὁ μονάζων, ἐὰν τὴν κανόνα κατα φρονήσῃ, ἢ καταπατήσῃ; ἀλλὰ ὀφείλει εἴτε ἐσθίει. εξ τε πίνει, είτε καθέζεται, εἴτε διακονεῖ, εἴτε Οδεύει, εἴτε τι ἕτερον ποιεῖ, ἀδιαλείπτως κράζειν τό, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με, ἵνα αὕτη ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐρεθίσῃ πρὸς πόλεμον τὸν ἐχθρόν. Πάντα γὰρ διὰ τῆς μνήμης ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχή, είτε πονηρὰ, εἴτε ἀγαθά. Πρῶτον δὲ τὸ κακὸν ἔχει ἰδεῖν ἔσωθεν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ τότε τὰ καλά· ἡ γὰρ μνήμη ἔχει κινῆσαι τὸν δράκον τα, καὶ ἡ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι· ἡ μνήμη ἐλέγξαι τὴν ἐν ἡμῖν οἰκοῦσαν ἁμαρτίαν, καὶ ἡ μνήμη ἔχει αὐτὸν δαπανῆσαι καὶ κινῆσαι πᾶσαν τὴν δύνα μιν τοῦ ἐχθροῦ ἐν τῇ καρδίᾳ, καὶ ἡ μνήμη έχει αύ
col. 727–728page 47 of 89
PG 147:727τὴν νικῆσαι καὶ ἐκριζῶσαι κατά μέρος, ἵνα τὸ δικ μα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ κατερχόμενον εἰς τὸ βάθος τῆς καρδίας, τὸν μὲν δράκοντα τὴν κρατοῦντα τις νομάς ταπεινώσῃ, τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωο-οιήσῃ. Αδιαλείπτως τοίνυν παράμεινον το ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον, καὶ ὁ Κύριος τὴν καρδίαν, καὶ γένητα τὰ δύω εἰς ἕν. ᾿Αλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μια; ημέρας, ἢ δύω, ἀλλὰ χρόνου πολλοῦ καὶ καιρο πολλοῦ γὰρ ἀγῶνος καὶ χρόνου χρεία, ὅπως ἐκλη θῃ ὁ ἐχθρὸς, καὶ ἐνοικήσῃ ὁ Χριστός.» Καὶ αὖθις Χρὴ ἀσφαλίζεσθαι, καὶ ἡνιοχεῖν τὸν νοῦν, καὶ χαλιναγωγεῖν αὐτὸν, καὶ πάντα λογισμὸν, καὶ πιο σαν τοῦ πονηροῦ ἐνέργειαν κολάζειν διὰ τῆς ἐπι κλήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Και ὅπου τὸ σῶμα ἵσταται, ἐκεῖ ἔστω καὶ ὁ νοῦς, ἵνα μέσο, τοῦ Θεοῦ καὶ τῆς καρδίας μηδὲν ἕτερον εύ ρίσκηται ὡς μεσότοιχον, ἢ φραγμὸς ἐπισκοτοῦν τὴν καρδίαν, καὶ χωρίζον τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ. Ἐὰν δὲ καί ποτε ἁρπάζῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λο γισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πράξιν αὐτῷ λογισθῇ ἐν ἡμέρα κρίσεως ἐνώπιον τοῦ Κυρίου, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Σχολάσατε τοίνυν διαπαντός, καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτη ρήσῃ ὑμᾶς, καὶ μηδὲν ἕτερον ζητεῖτε, ἢ μόνον ἔλεος παρὰ τοῦ Κυρίου τῆς δόξης. Ζητοῦντες δὲ ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ ζητεῖτε, καὶ βοᾶτε ἀπὸ πρωί ἕως ἑσπέρας, εἰ δυνατὸν καὶ ὅλην τὴν νύκτα, τὸν Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με, καὶ βιάσασθε τὸν νοῦν ὑμῶν εἰς τοῦτο τὸ ἔργον ἕως θανάτου πολλῆς γὰρ βίας χρείαν ἔχει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστιν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπὸ άγουσα εἰς τὴν ζωήν, καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρα νῶν. Παρακαλῶ οὖν ὑμᾶς, μὴ χωρίζετε τας καρδίας ὑμῶν ἀπὸ Θεοῦ, ἀλλὰ προσμένετε, καὶ φυλάσσετε αὐτὰς μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ, καὶ μηδὲν ἕτερον ἐννοῇ, ἵνα με γαλυνθῇ ὁ Χριστὸς ἐν ὑμῖν.» Πρὸ δέ γε τούτου ὁ μέγας Παῦλος τὸν Κύριον Ἰησοῦν γράφων φησίν·. Εάν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δ καιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Καὶ αὖθις· «Οὐδεὶς λέγει Κύριον Ἰησοῦν. εἰ μὴ ἐν Πνεύ ματι ἁγίῳ.» Προστίθησι δὲ τὸ, ἐν Πνεύματι ἁγίῳ, τουτέστιν, ὅταν ἐνέργειαν Πνεύματος ἁγίου δέξηται ἡ καρδία, δι' ἧς καὶ προσεύχεται, ὅπερ ἐστὶ τῶν προκοψάντων, καὶ ἐν αὐτοῖς ἐναργῶς ἐνοικοῦντα τὴν Χριστὸν πεπλουτηκότων. Ακόλουθα τούτῳ φάσκει καὶ ὁ ἅγιος Διάδοχος· «Απαιτεῖ ἡμᾶς πάντως ὁ νοῦς, ὅταν αὐτοῦ πάσας τὰς διεξόδους τῇ μνήμῃ ἀποφράξωμεν τοῦ Θεοῦ, ἔργον ὀφεῖλον πληροφορεῖν αὐτοῦ τὴν ἐντρέχεια». Δεῖ οὖν αὐτῷ διδόναι τὸν Κύριε Ἰησοῦ, μόνον εἰς ὁλόκληρον πραγματείαν τοῦ σκου
col. 729–730page 48 of 89
PG 147:729τοῦ· Οὐδεὶς γάρ, φησί, λέγει Κύριον Ἰησοῦν, εἰ μὴ Πνεύματι ἁγίῳ. Αλλ' αὐτὸ στενῶς τὸ ῥῆμα διαπαν τὰς ἐν τοῖς ταμείοις αὐτοῦ θεωρείτω, ἵνα μὴ εἰς φαντασίας ἐκτρέποιτό τινας. Ὅσοι γὰρ τοῦτο τὸ ἔνδο ξον, καὶ πολυπόθητον ὄνομα ἐν τῷ βάθει τῆς καρδίας μελετῶσιν ἀπαύστως, οὗτοι δύνανται καὶ τὸ φῶς τοῦ νοῦ ὁρᾷν ποτε· στενῇ γὰρ μερίμνῃ ὑπὸ τῆς δια νοίας κρατούμενον, πάντα τὸν ἐπιπολάζοντα ῥύπον τῇ ψυχῇ ἐν αἰσθήσει ἱκανῇ καταφλέγει. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν, φησί, πῦρ καταναλίσκον, ὅθεν καὶ εἰς ἀγάπην λοιπὸν πολλὴν τὴν ψυχὴν τῆς αὐτοῦ δόξης προσκαλεῖται ὁ Κύριος ἐγχρονίζον γὰρ ἐκεῖνο τὸ ἔνδοξον και πολυπόθητον όνομα, διὰ τῆς μνήμης τοῦ νοῦ, τῇ θέρμῃ τῆς καρδίας, ἕξιν ἡμῖν ἐμποιεί πάντως τοῦ ἀγαπᾶν τὴν ἀγαθότητα αὐτοῦ μηδενὸς ὄντος λοιπὸν τοῦ ἐμποδίζοντος. Οὗτος γάρ ἐστιν ὁ μαργαρίτης ὁ πολύτιμος, ὅντινα πωλήσας πᾶσαν τις τὴν περιουσίαν αὐτοῦ κτήσασθαι δύναται, καὶ ἔχειν ἀνεκλάλητον ἐπὶ τῇ αὐτοῦ εὑρέσει χαράν. Ο δὲ ἅγιος Ησύχιος τὸν Χριστὸν Ἰησοῦν οὕτω γράφων ἐπιτίθησιν· Αναπτᾶσα ψυχὴ διὰ θανάτου ἐν ἀέρι ἐν πύλαις οὐρανίαις μεθ' ἑαυτῆς ὑπὲρ αὐτῆς Ἰη σοῦν ἔχουσα, οὔτε ἐκεῖ τοὺς ἐχθροὺς αὐτῆς αἰσχυνθήσεται, ἀλλὰ παρρησίᾳ ὡς νῦν, καὶ τότε λαλήσει ἐν πύλαις πρὸς αὐτοὺς, μόνον ἕως ἐξόδου αὐτῆς μὴ ἐκκακήσῃ βοᾷν πρὸς Χριστὸν Ἰησοῦν ἡμέρας τε καὶ νυκτός· καὶ αὐτὸς ποιῶν ποιήσῃ τὴν ἐκδίκησιν αὐτῆς ἐν τάχει, κατὰ τὴν ἀψευδῆ αὐτοῦ καὶ θείαν ὑπόσχεσιν, ἣν ἔφη περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, καὶ ναὶ λέγω ὑμῖν ποιήσει καὶ ἐν τῇ ζωῇ τῇ παρούσῃ, καὶ μετὰ τὴν τοῦ σώματος αὐτῆς ἔξοδον. Ο δέ γε τῆς Κλίμακος, ὃν Ἰησοῦν μόνον φάσκων· Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· οὐ γὰρ ἔστιν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἰσχυρότερον ὅπλον, καὶ οὐδὲν ἄλλο προστίθησι. Καὶ αὖθις δέ φησιν· Ἰησοῦ μνήμῃ κολληθήτω ἡ πνοή σου, καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν. Ετι, ὅτι οὐ μόνον παρὰ τῶν εἰρημένων ἁγίων Πατέρων, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν κορυ φαίων ἀποστόλων, Πέτρου, καὶ Παύλου, καὶ Ιωάννου εὕρηται μεμυσταγωγημένα πως ἐν πνεύματι τὰ τῆς ἱερᾶς καὶ θεοποιοῦ προσευχῆς ῥήματα. ν. Οὐ μόνον δὲ πρὸς τουτωνὶ τῶν εἰρημένων (εοφόρων Πατέρων, καὶ τῶν κατ' αὐτοὺς, εὑρήσει τις τὰ τῆς ἱερᾶς προσευχῆς τοιαῦτα βήματά πως μεμυσταγωγημένα, ἀλλ᾽ οὖν πρό γε τούτων, καὶ ἀπ' αὐτῶν τῶν πρώτων, καὶ κορυφαίων ἀποστόλων, τοὺς περὶ Πέτρον φαμὲν, καὶ Παῦλον, καὶ Ἰωάννην, Ο μὲν γάρ φησιν, ὡς προέγημεν, ο Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ ". ὁ δὲ, ε Η χάρις, καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ, ἐγένετοι, και, Πᾶν πνεῦμα ὁ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστιν. ο Ο δέ γε πρόκριτος τῶν τοῦ Χριστοῦ μαθητῶν πρὸς τὴν πρὸς αὐτοὺς τοὺς ἀποστόλους τοῦ Σωτῆρος, καὶ διδασκάλου ἐπερώτησιν, τὴν, ο Τίνα με λέγουσιν εἶναι οἱ ἄνθρωποι;» τὴν μακαριωτάτην ἀντεπάγων ὁμολογίαν, ἀπεκρίνατο·. Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος.» Διά τοι τοῦτο καὶ οἱ μετ' αὐτοὺς, ἡμῶν κλεινοὶ παιδοτρίβαι· καὶ μᾶλλον οἱ τὸν ἄζυγον καὶ ἐρημικὸν καὶ ἥσυχον βίον ὁδεύσαντες, τάς τοιαύτας χρήσεις ὡς σποράδην, και ἀναμέρος τοῖς τρισὶ τουτοισὶ στύλοις τῆς εὐαγούς Εκκλησίας προδιαγγελθείσας, ὡς θείας φωνάς και τὰ ἀποκάλυψιν ἐν ἁγίῳ Πνεύματι προτεθεσπισμέ
col. 731–732page 49 of 89
PG 147:731ναὶ μὴν καὶ διά γε τριῶν ἀξιοπίστων, τα πολλά μεμαρτυρημένας, Διὰ δὲ τριῶν, φησί, μαρτύρων σταθήσεται πᾶν ῥῆμα·, οὗτοι οἱ οὐρανόφρονες, εἰς τὸ ἓν συνάψαντες ἄριστά τε καὶ μετὰ τοῦ ἐνοικοῦντος αὐτοῖς ἁγίου Πνεύματος συναρμόσαντες, στήλην προσευχῆς προσηγορεύκασι, καὶ τοῖς μετὰ ταῦτα παρέδωκαν, κατὰ τὴν ὅμοιον τρόπον κρατεῖν τε καὶ φυλάττειν αὐτήν. Ὅρα μέντοι καὶ τάξιν, καὶ ἀκο λουθίαν σφόδρα τὸ ἐξαίσιον μετὰ τῆς ἄνωθεν σοφίας έχουσαν· ὁ μὲν γάρ φησί Κύριον Ἰησοῦν, ὁ δὲ, Ἰη σοῦν Χριστὸν, ὁ δὲ Χριστὸν Υἱὸν τοῦ Θεοῦ· ὡσανεί πως ὁ εἷς τῷ ἑτέρῳ ἑπόμενος, καὶ προσεχῶς ἀλλήλων εχόμενοι, τῇ τε συμφωνίᾳ, καὶ τῷ συνδέσμῳ τῶν ;» τοιώνδε θεουργῶν ῥημάτων. Ιδοι; γὰρ ἂν τούτων ἕκαστον τὸ ἐπὶ τέλος ὂν θατέρῳ, ὡς ἀρχὴν θάτερον Βεσ. θατέρου] τοῦτο λαμβάνοντα, καὶ οὕτω προβαῖνον ἄχρι τῶν τριῶν· τὸ δ' αὐτὸ κάν τῇ προσθήκη τῆς τοῦ Πνεύματος σημασίας επόψει· εἰρηκότος γὰρ τοῦ μακαρίου Παύλου τό, «Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· ο τούτῳ δὴ τῷ ἐπὶ τέλους κειμένῳ, τὸ Πνεῦμα τὸ ἅγιον λέγ μεν, ἀρχῇ κέχρηται ὁ βροντόφωνος Ἰωάννης εἰ πών·. Πᾶν πνεῦμα 8 ὁμολογεῖ Ἰησοῦν Χριστὸν εληλυθότα ἐν σαρκὶ, ἐκ τοῦ Θεοῦ ἐστι, ταῦτα δὲ προὔθηκαν ἅπασιν, οὐκ οἴκοθεν καὶ παρ' ἑαυτῶν, ἀλλὰ τῇ τοῦ παναγίου παλάμῃ κινούμενοι Πνεύματος· καὶ γὰρ ἡ τοῦ θειοτάτου Πέτρου δι' ἀποκαλύψεως ὁμολογία ἐν Πνεύματι ἁγίῳ ἐστὶν ἐνερ γουμένη· Πάντα γάρ, φησίν, ἐνεργεῖ τὸ ἓν, καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθώς βούλεται· κ καὶ οὕτω γοῦν τὸ οἱονεὶ ἔντριπτον, καὶ ἄῤῥη στον σπαρτίον τῆς θεοποιοῦ προσευχῆς μάλα σοφῶς, καὶ ἐπιστημονικῶς ἐξυφανθέν τε καὶ συῤῥαφέν, καὶ συναρμολογηθέν, καὶ εἰς τοὺς καθ' ἡμᾶς διατ βαίνει τὸν ἴσον τρόπον τηρούμενον. Τῆς μέντοι, Ελέησόν με, λέξεως τὴν προσθήκην οἱ καθεξῆς θεῖοι Πατέρες τοῖσδε τοῖς τῆς προσευχῆς σωτηρίοις βή μασιν, ήγουν τοῦ, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, συνήρμοσαν, καὶ ἐπέταξαν, καὶ μᾶλλον διὰ τοὺς κατ' ἀρετὴν νηπιωδεστέρους, ήγουν τοὺς ἀρχα ρίους, καὶ ἀτελεῖς. Οἱ γὰρ προβεβηκότες και τέ λειοι κατὰ Χριστὸν, δι᾿ ἑνὸς ἑκάστου τῶν τοιούτων χρησμῶν, ἤγουν τοῦ, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, καὶ μὴν ἔσθ' ὅτε, καὶ ἐκ μόνης τῆς Ἰησοῦ προσηγορίας ἱκανοῦνται, καὶ ὡς ὁλόκληρον έργα σίαν τοῦτο προσευχῆς ἐνστερνίζονται, καὶ ἀσπάζονται· οἷα δὴ διὰ τούτου, ἀῤῥήτου, καὶ πάντα νοῦν καὶ πᾶσαν ὄψιν, καὶ ἀκοὴν ὑπερνικώσης ἡδονῆς, καὶ θυμηδία; πληρούμενοι. Καὶ οὕτω τοίνυν έξω σαρκὸς καὶ κόσμου γινόμενοι οἱ τρισόλβιοι, μύοντες τὰς αἰσθήσεις τῇ ἐνοικούσῃ αὐτοῖς θείᾳ δωρεά τε καὶ χάριτι βακχικῶς τε καὶ μακαρίως, ἐρωτολη πτούμενοι καθαίρονται, καὶ φωτίζονται, καὶ τε λειοῦνται, ἅτε τὴν τῆς ὑπερουσίου θεότητος ύπερ φυᾶ, καὶ ἄναρχον, καὶ ἄκτιστον χάριν ἀπαρτίω; ἐν άρραβῶνος μέρει κατοπτριζόμενοι ἀδήλως, τῇ μνήμῃ καὶ μόνῃ, καὶ δὴ καὶ μελέτη, ὡς εἴρηται, τῆς μιᾶς
col. 733–734page 50 of 89
PG 147:733ἑκάστης τῶν δηλωθεισών προσηγοριῶν τοῦ θεανθρώπου Λόγου ἱκανούμενοι, καὶ διὰ ταύτης εἰς ἀρ παγάς, καὶ γνώσεις, καὶ ἀποκαλύψεις ὑπεραιρόμενοι, καὶ καταξιούμενοι ἀλαλήτους ἐν πνεύματι. Τούτων εἰς ἐναργή πληροφορίαν, καὶ πίστωσιν σαφεστάτην, ὁ γλυκύτατος καὶ φιλόψυχος Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, οὗ οἱ λόγοι ἔργα, καὶ τὰ ῥήματα κατ' αὐτόν, Πνεῦμά εἰσι, καὶ ζωή εἰσιν, ἀπεφήνατο μάλα διαπρυσίως, ότι ο Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Καί·. Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.» Καὶ αὖθις· ι Ο τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω καὶ τὰ ἑξῆς κατὰ τὰ προαποδοθέντα ἡμῖν. *Οτι ἔξεστι καὶ τοῖς ἀρχαρίοις ποτὲ μὲν ὅλοις τῆς προσευχῆς ῥήμασι, ποτὲ δὲ ἐν μέρει ταύ της προσεύχεσθαι, ἔνδον μέντοι τῆς καρδίας καὶ ἀεὶ, καὶ περὶ τοῦ μὴ μετατάσσειν [ἰσ. μετ αλλάσσειν] συνεχῶς τὰ ῥήματα. να'. Εξεστι δὲ καὶ τοῖς ἀρχαρίοις ποτὲ μὲν ὅλοις τοῖς τῆς προσευχῆς ῥήματι, ποτὲ δὲ ἐν μέρει ταύ της προσεύχεσθαι, ένδον μέντοι καρδίας, καὶ διηνε- Η κῶς· κατὰ γὰρ τὸν ἅγιον Διάδοχον, «῾Ο ἐνδημῶν ἀεὶ τῇ ἑαυτοῦ καρδίᾳ, ἐκδημεῖ πάντως τῶν ὡραίων τοῦ βίου. Πνεύματι γὰρ περιπατῶν, τὰς τῆς σαρκὸς ἐπιθυμίας εἰδένα: οὐ δύναται, ἐπειδὴ λοιπὸν ἐν τῷ φρουρίῳ τῶν ἀρετῶν τοὺς περιπάτους ὁ το ούτος ποιεῖται, αὐτὰς ὥσπερ τὰς ἀρετὰς πυλωρούς ἔχων τοῦ τῆς ἁγνείας πολίσματος. Διὸ δὴ καὶ ἄπρακτοι λοιπὸν αἱ τῶν δαιμόνων γίνονται μηχαναὶ ἐπ' αὐτῷ. Γράφει δὲ καὶ ὁ ἅγιος Ἰστάκ· Τοῦ ἐπισκεπτομένου τὴν ψυχὴν αὐτοῦ ἐν πάσῃ ὥρᾳ, εὐφραίνεται ἡ καρ δία ἐν ταῖς ἀποκαλύψεσι, καὶ ὁ συνάγων τὴν θεω ρίαν αὐτοῦ ἔσωθεν ἐν ἑαυτῷ θεωρεῖ τὴν αὐγὴν τοῦ Πνεύματος. Οστις ἐβδελύξατο πάντα μετεωρισμόν, θεωρεῖ τὸν Δεσπότην αὐτοῦ ἔσωθεν τῆς καρδίας αὐτοῦ, μηδέ γε συνεχῶς ἐναλλάσσειν τὰς ῥήσεις τῆς προσευχῆς, ἵνα μὴ τῇ συνεχεῖ ἐναλλαγῇ, καὶ μετα φορᾷ, ἀστασίαν ώσανεί τινα, καὶ ἐκκλινισμὸν ἐθίσας ὁ νοῦς, ἀπαγὴς καὶ ἄκαρπος διαμείνῃ, ὡς τὰ συνε εχώς μετακινούμενα, καὶ μεταφυτευόμενα δένδρα. *Οτι ὁ καρπὸς ἔνδον καρδίας προσεύχεσθαι, καὶ χρόνου μακροῦ δεῖται, καὶ ἀγῶνος, καὶ βίας, ἁπλῶς πᾶν ἀγαθὲν διὰ πολλοῦ μόχθου, καὶ καιροῦ κατορθοῦται. να'. Καὶ τοῦτο δὲ τὸ ἀεὶ ἔνδον καρδίας προσεύχεσθαι, ὁμοίως δὲ καὶ τὰ τούτου ἐπέκεινα, οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, καὶ διὰ βραχέως πόνου, καὶ μικροῦ καταθοῦται. Εἴπερ ἄρα καὶ τοῦτο σπανίως ἔν τισι κατὰ ἀπόῤῥητον οἰκονομίαν εὕρηται, ἀλλὰ καὶ χρό του μακροῦ, καὶ καμάτου, καὶ ἀγῶνος σωματικού τε καὶ ψυχικοῦ, καὶ βίας πολλῆς, καὶ ἐπιτεταμένης πρὸς κατόρθωσιν δεῖται. Κατὰ γὰρ τὸ ἐπιβάλλον μέρος τῆς ἐλπιζομένης ἐν μεθέξει γενέσθαι ἡμᾶς [ἰσ. ἡμῖν] δωρεάς τε καὶ χάριτος, ἀναλόγους τὸ κατὰ δύναμιν χρὴ, καὶ τοὺς ὑπὲρ αὐτῆς ἀγῶνας καταβαλέσθαι, καὶ τὰς ὥρας ἐπιμετρεῖν, ἡ δὲ ἐστι κατὰ τοὺς ἱεροδιδασκάλους, τὸ ἐκβληθῆναι ἐκ τῶν τῆς καρδίας νομῶν τὸν ἐχθρὸν, καὶ κατοικῆσαι ἐναργώς ἐν αὐτῇ τὸν Χριστόν. Λέγει καὶ γὰρ ὁ ἅγιος Ισαάκ «Ο θέλων ἰδεῖν τὸν Κύριον, μηχανᾶται καθαρίσαι αὐτοῦ τὴν καρδίαν ἐν ἀδιαλείπτῳ μνήμῃ τοῦ Θεοῦ, καὶ οὕτως ἐν τῇ λαμπρότητι τῆς διανοίας αὐτοῦ ἐν πάσῃ ὥρᾳ ὄψεται τὸν Κύριον.» Καὶ ὁ ἅγιος Βαρσα νούφιο, «Ἐὰν μὴ ἡ ἔσωθεν ἐργασία μετά γε Θεοῦ βοηθήσῃ τῷ ἀνθρώπῳ, ἐπὶ ματαίῳ πρὸς τὴν ἔξωθεν
col. 735–736page 51 of 89
PG 147:735κοπιᾷ ἡ γὰρ ἐσωτέρα εργασία σὺν πόνῳ καρδίας φέρει τὴν καθαρότητα· ἡ δὲ καθαρότης τὴν ἀληθινὴν τῆς καρδίας ἡσυχίαν, ἡ δὲ ἡσυχία αὕτη την τα πείνωσιν, ἡ δὲ ταπείνωσις κατοικητήριον Θεοῦ και τασκευάζει τὸν ἄνθρωπον· ἀπὸ δὲ τῆς κατοικήσεως ταύτης, σὺν τοῖς πάθεσιν οἱ δαίμονες ἐξορίζονται, καὶ γίνεται ὁ ἄνθρωπος οὕτω ναὸς τοῦ Θεοῦ πλήρης ἁγιάσματος, πλήρης φωτισμοῦ, καθαρότητός τε καὶ χάριτος. Μακάριος οὖν ἐκεῖνος, ὁ τὸν ἑαυτοῦ Κύριον ἐν ἀδύτοις καρδίας ἐνοπτριζόμενος, ἐκχέων τὴν ἑαυτοῦ δέησιν μετὰ κλαυθμοῦ ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος.» Καὶ ὁ ὅσιος Ἰωάννης ὁ Καρπάθιος Πολλοῦ ἀγῶνος καὶ χρόνου χρεία ἐν ταῖς προσευχαῖς, ὅπως εὕρωμεν ἐν τῇ ἀπαρενοχλήτῳ τῆς δια νοίας καταστάσει ἕτερόν τινα ἐγκάρδιον οὐρανὸν, ἔνθα οἰκεῖ ὁ Χριστὸς, ὥς φησιν ὁ ᾿Απόστολος· ἢ οὐκ ἐπιγινώσκετε, ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ὑμῖν; εἰ μήτι ἄρα ἀδόκιμοι ἐστέ. Καὶ ὁ μέγας Χρυ σόστομος" «'Αδιαλείπτως παράμεινον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον, καὶ ὁ Κύριος τὴν καρδίαν, καὶ γένητα: τὰ δύο ἕν. ν ᾿Αλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας, ἢ δύω, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ· πολλοῦ γὰρ ἀγῶνος καὶ χρόνου χρεία ὅπως ἐκβληθῇ ὁ ἐχθρὸς, καὶ ἐνοικήσῃ ὁ Χριστός. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ὁ δὲ λόγο; ἐπανερχέσθω πρός γε τὰ καθ' εἱρμὸν προς κείμενα. η Περὶ προσευχῆς καρδιακῆς μὴ καθαρᾶς, καὶ ὅπως ἔρχεται τις εἰς τὴν καθαράν, καὶ ἀλέμ βαστον προσευχήν. νγ'. Ἐκ τοῦ προσμένειν τῇ εἰρημένῃ μεθέλη τῆς καρδιακῆς καθαρᾶς, καὶ ἀῤῥεμβάστου, εἰ καὶ μὴ καθαρᾶς ἴσως ἄλλως, καὶ ἀῤῥεμβάστου προσευχῆς, δῆλον ὅτι διὰ τὰς ἐμποδὼν ταύτῃ γενομένας προλήψεις, καὶ τοὺς λογισμούς, ἔρχεται ὁ ἀγωνιζόμενος ἐν ἕξει τοῦ ἀδιάστως, καὶ ἀῤῥεμβάσεως, καὶ και θαρῶς, καὶ ἀληθῶς προσεύχεσθαι, δηλαδὴ τῷ προσ μένειν ἐν τῇ καρδίᾳ τὸν νοῦν, καὶ μὴ μετὰ βίας, καὶ ὀλιγώρως διὰ τῆς εἰσπνοῆς εἰσάγεσθαι, καὶ αὖθις ἀποπηδᾷ», ἀλλὰ αὐτὸν ἀεὶ προσμένειν ταύτῃ καὶ ἀεννάως οὕτω προσεύχεσθαι. Λέγει καὶ γὰρ ὁ ἅγιος Ησύσχιος· «Ο μὲν [ἰσ. μή] ἔχων εὐχὴν καθαράν λογισμῶν, ὅπλον οὐκ ἔχει εἰς πόλεμον, εὐχὴν δὲ λέγω τὴν ἀεννάως ἐνεργουμένην ἐν ἀδύτοις καρδίας, ἵνα τῇ τοῦ Ἰησοῦ Χριστοῦ ἐπικλήσει ὁ κρυφίως πολεμῶν μαστίζηται, καὶ φλέγηται πολέμιος. ο Καὶ αὖθις· ο Μακάριος οὗτος, ὃς οὕτω κεκόλληται Ἰησοῦ εὐχῇ, ἐν διανοίᾳ, καὶ φωνεῖ αὐτὸν ἀδιαλείπτως ἐν καρδίᾳ, ὥσπερ ἤνωται ὁ ἀὴρ τοῖς ἡμῶν σώμασιν, ἢ ὡς φλόξ κηρῷ.» Καὶ πάλιν· «Καὶ διερχόμενος μὲν ἥλιος ὑπὲρ γῆν, ποιεῖ ἡμέραν· τὸ δὲ τοῦ Κυρίου Ἰησοῦ ἅγιον ὄνομα, καὶ σεβάσμιον ἐν τῇ διανοία λάμπον τῇ συνεχείς, γεννήσει ἀναριθμήτους ήλιο φεγγοειδεῖς ἐννοίας. Περὶ τῆς ἀῤῥεμβάστου καὶ καθαρᾶς καρδιακής τα προσευχῆς, καὶ τῆς ἐξ αὐτῇς τικτομένης θέρ μης. νδ'. Καὶ τοῦτο ἔστι τε καὶ ὀνομάζεται προσευχή καρδιακή, καθαρὶ, καὶ ἀῤῥέμβαστος, ὡς εἴρηται, ἐξ ἧς γεννᾶται τις θέρμη ἐν τῇ καρδίᾳ, κατὰ τὸ
col. 737–738page 52 of 89
PG 147:737Εθερμάνθη ή καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ' ο πῦρ, ὅπερ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἦλθε βαλεῖν εἰς τὰς γαίας τῶν καρ διῶν ἡμῶν, τὰς πρὶν μὲν ἀκανθη φόρους τοῖς πάθεσι, νῦν δὲ - πνευματοφόρους τῇ χάριτι, ὥς φησιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Πύρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη;» Ο δὴ καὶ τοὺς περὶ τὸν Κλεώπαν ποτέ, ἀναθερμάνασα, καὶ ἐκκαύσασα [σ. ἀναθερμάναν καὶ ἐκκαῦσαν] ἐκστατικῶς πρὸς ἀλλήλους βοἂν ἐποίησε, τό·. Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ ὁδῷ;» Λέο γει δὲ καὶ ὁ ἐκ Δαμασκοῦ Ἰωάννης ὁ πάνυ, ἔν τιν τροπαρίῳ τῶν πρὸς τὴν ὑπέραγνον Θεοτόκον αὐτοῦ μελισμάτων· «Ελκει με πρὸς ὑμνῳδίαν πόθου τοῦ παρθενικοῦ, τὸ πῦρ τὸ ἐγκάρδιον.» Γράφει δὲ καὶ ὁ ἅγιος Ἰσαάκ· «Ἐκ τῆς ἐργασίας τῆς βιαίας τίκτεται ἡ θέρμη ἡ ἄμετρος, ἡ πυρπολουμένη ἐν τῇ καρ δίᾳ ἐκ τῶν θερμῶν ἐνθυμήσεων τῶν καινῶς ἐπιπο λευόντων τῇ διανοίᾳ. Αὕτη δὲ ἡ ἐργασία καὶ ἡ φυ λακὴ λεπτύνουσι τὸν νοῦν ἐν τῇ θέρμῃ αὐτῶν, και παρέχουσιν αὐτῷ ὅρασιν, καὶ προϊών, καὶ ἐκ τῆς θέρμης ταύτης τῆς ἐκ τῆς χάριτος τῆς θεωρίας επι γινομένης, γεννᾶται ἡ ἐπιῤῥοὴ τῶν δακρύων, καὶ μετὰ μικρὸν, καὶ ἐκ τῶν ἀπαύστων δακρύων δέχε ται ἡ ψυχὴ τὴν εἰρήνην τῶν λογισμῶν. Ἐκ δὲ τῆς εἰρήνης τῶν λογισμῶν, ὑψοῦται εἰς τὴν καθαρότητα τοῦ νοός· διὰ δὲ τῆς τοῦ νοῦ καθαρότητος ἔρχεται ὁ ἄνθρωπος εἰς τὸ βλέπειν τὰ μυστήρια τοῦ Θεοῦ. Καὶ μετὰ βραχέα· «Μετὰ δὲ ταῦτα φθάνει ὁ νοῦς ἰδεῖν ἀποκαλύψεις, καὶ σημεῖα, ὡς εἶδεν Ἰεζεκιήλ ός τροφήτης. Ετι· «Τα δάκρυα καὶ ὁ ραπισμὸς τῆς κει φαλῆς ἐν τῇ προσευχῇ, καὶ τὸ κυλινδεῖσθαι μετά θερ μότητος, ἐξυπνίζουσι τὴν θέρμην τῆς γλυκύτητος αὐτῶν ἔνδοθεν τῆς καρδίας· καὶ μετὰ ἐπαινουμένης εκστάσεως πέταται ή καρδία πρὸς τὸν Θεὸν, καὶ βοᾷ· Ἐδίψησεν ἡ ψυχή μου πρὸς σὲ τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ σου, Κύριε;» καὶ τὰ ἑξῆς. Καὶ ὁ τῆς Κλί μαχος· «Πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ, προσευχήν ἀνέστησεν· ταύτης δὲ ἐγερθείσης καὶ εἰς οὐρανὸν ἀναληφθείσης, καὶ πυρὸς ἐν ἀνωγα!ῳ ψυχῆς κατά βασις γέγονεν.» Ετι· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρό νιμος μοναχός, ὃς τὴν θέρμην τὴν ἑαυτοῦ ἐφύλαξεν ἄλβεστον, καὶ μέχρι τῆς ἑαυτοῦ ἐξόδου καθ᾿ ἡμέ μάν προστιθεὶς πῦρ πυρὶ, καὶ θέρμην θέρμῃ, καὶ πόθον πόθῳ, καὶ σπουδὴν σπουδῇ, οὐκ ἐπαύσατο; Καὶ ὁ ἅγιος Ηλίας ὁ ἔκδικος· «Οπόταν ἀπὸ τῶν ἔξωθεν σχολάσασα ἡ ψυχή συναφθῇ τῇ ψυχῇ, τότε οἷά τις φλέξ περικυκλώτατα ταύτην ἐκείνη, σίδηρον καθάπερ τὸ πῦρ, πεπυρακτωμένην ὅλην καθίστησιν. Καὶ ἔστι μὲν ψυχὴ ἡ αὐτή· οὐκ ἔτι δὲ καὶ ἀπτή. Οὐδὲ γὰρ ὁ πυρακτωθεὶς σίδηρος, ταῖς ἔξωθεν ἐπαφαῖς.» Ετι· «Μακάριος ὁ ἐν τῷ βίῳ τούτῳ αὐτωσὶ θεωρηθῆναι ἀξιωθείς· καὶ τὸν ἑαυτοῦ φύσει πήλινον ἀνδριάντα, χάριτι, πύρινον κατιδών! Οτι καὶ ἡ θέρμη διαφόρως ἔχει τήν γένεσιν. καὶ [σ. τὸ καὶ περιττόν] κυριωτέρα δὲ ἡ ἐκ τῆς καθαρᾶς καρδιακῆς προσευχῆς. νεʹ. Γίνωσκε δὲ ὅτι καὶ ἡ τοιαύτη θέρμη διαφό. ρων καὶ πολυτρόπως ἔχει τὴν ἐν ἡμῖν αὐτῆς γένεσίν
col. 739–740page 53 of 89
PG 147:739τ: καὶ ὕπαρξιν. Καὶ τοῦτο δῆλον παρὰ τῶν ἐκτεθέν των χρησμῶν τῶν ἁγίων, ὀκνῶμεν δὲ εἰπεῖν καὶ ἀπ' αὐτῆς τῆς πράξεω;· ἔστι δὲ τούτων κυριωτέρα πως, ἡ ἐκ τῆς καρδιακής καθαράς προσγινομένη προσευχῆς θέρμη· καὶ μετ' αὐτῆς διηνεκώς προϊοῦσα, καὶ αὐξανομένη, καὶ εἰς φωτισμὸν τὸν ἐνυπόστατον σαββατίζουσα, ήγουν ἐνυποστάτες πεφωτισμένον ἐργαζομένη κατὰ τοὺς Πατέρας τὸν οὕτως ἔχοντα ἄνθρωπον. Τι τὸ προσεχῶς ἔργον τῆς καρδιακής θέρμης. νς'. Ητις δὴ θέρμη προσεχῶς ἀποσοβεῖ τὰ ἐμπου δίζοντα τὴν προτέραν καθαρὰν τελείως ἐκτελεῖσθαι προσευχήν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν τῶν δαιμόνων, καὶ τῶν παθῶν ἡμῶν. Λέγει καὶ γὰρ ὁ ἅγιος Διάδοχος ο Οτε μετά ζεστῆς τινος ἀλγηδόνος ἡ καρδία εἰσδέχεται τὰ τόσα τῶν δαιμόνων, ὡς αὐτὰ οἴεσθαι φέρειν τὰ βέλη των πολεμούμενον, μισεῖ μετὰ πόνου ἡ ψυχὴ τὰ πάθη, ὡς ἐν ἀρχῇ οὖσα τοῦ καθαίρεσθαι. Ἐὰν γοῦν μὴ ἀλγήσῃ μεγάλως ἐπὶ τῇ ἀναιδείᾳ τῆς ἁμαρτίας, οὐκ ἄν δυνηθῇ πλουσίως χαρῆναι ἐπὶ τῇ τῆς δικαιοσύνης χρηστότητι. Ο τοίνυν θέλων καθαρίσαι τὴν ἑαυτοῦ καρδίαν, τῇ μνήμῃ τοῦ Ἰησοῦ Χριστοῦ δια παντὸς ἐκπυρούτῳ αὐτὴν, τούτο μόνον μελέτην καὶ ἔργον άπαυστον ἔχων. Οὐ γὰρ ποτὲ μὲν εὔχεσθαι δεῖ, ποτὲ δὲ μή, τοὺς τὴν ἑαυτῶν σαπρίαν ἀποβαλεῖν θέλοντας· ἀλλ' ἀεὶ τῇ προσευχῇ σχολάζειν ἐν τῇ τηρήσει τοῦ νοῦ, κἂν ἔξω που αὐλίζοιντο τῶν εὐκτηρίων δόμων. Ον γὰρ τρόπον ὁ θέλων καθαρίσαι χρυσίον, ἐὰν καὶ πρὸς βραχὺ τὸ πῦρ ἑάσῃ σχολάσαι τοῦ χωνευτηρίου, σκληρίαν πάλιν τῇ καθαιρομένη ὕλῃ ἐμποιεῖ· οὕτω καὶ ὁ ποτὲ μὲν μεμνημένος τοῦ Θεοῦ, ποτὲ δὲ μή· ὅπερ δοκεῖ κτᾶσθαι διὰ τῆς προσο ευχῆς, τοῦτο ἀπόλλυσι διὰ τῆς σχολῆς. ᾿Ανδρὸς δέ ἐστι φιλαρέτου ἴδιον, τὰ ἀεὶ τῇ μνήμῃ τοῦ Θεοῦ τὸ τῆς καρδίας καταναλίσκειν γεῶδες, ἵνα οὕτω τοῦ κακοῦ κατ' ὀλίγον ὑπὸ τοῦ πυρὸς τῆς τοῦ ἀγαθοῦ μνήμης δαπανωμένου, τελείως εἰς τὴν φυσικὴν αὐτῆς ἡ ψυχὴ μετὰ πλείονος δόξης επανέλθῃ λαμ πρότητα. Καὶ γοῦν οὕτως ὁ νοῦς προσμένων ἀκαι λύτω; ἐν καρδίᾳ, καθαρῶς, καὶ ἀπλανῶς εύχεται, κατὰ τὸν λέγοντα ἅγιον· «Τότε ἐστὶν ἀληθὴς καὶ ἀπλανής προσευχή, ὅτε τὴν καρδίαν ὁ νοῦς τηρεῖ ἐν τῷ προσεύχεσθαι.» Γράφει δὲ καὶ ὁ ἅγιος Ησύχιος Οι Οὗτος ἀληθινὸς τῳόντι μοναχὸς, ὁ νήψιν κατορθών, καὶ οὕτως ἀληθινός νηφάλιος, ὁ ἐν καρδίᾳ ὧν μου ναχός. ο Π. ρὶ τοῦ ἐκ τῆς θέρμης προσοχῆς τε καὶ προσο ευχῆς τικτομένου πόθου καὶ ἔρωτος. νζ'. Ἐν δὲ τῇ τοιαύτῃ θέρμῃ, καὶ σὺν προσοχή προσο ευχή, ήγουν καθαρά προσευχή, ὁ πρὸς τὸν μνημος νευόμενον, ἀεὶ Κύριον Ἰησοῦν Χριστὸν πόθος, καὶ θεῖος ἔμως, καὶ ἡ ἀγάπη ἐν καρδίᾳ τίκτεται, ὡς γέγραπται Νεάνιδες ἠγάπησάν με [ισ. σε], ελκυσάν με, ο καὶ ὅτι, «Τετρωμένη· ἀγάπης εἰμὶ ἐγώ.» Λέγει δὲ καὶ ὁ ἅγιος Μάξιμος· «Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον Έρωτα, πλέον δὲ πάντων
col. 741–742page 54 of 89
PG 147:741* καθαρά προσευχή. Διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων.» Περὶ δακρύων καρδιακῶν· καὶ ἔτι περὶ θείου πόθου καὶ ἔρωτος. νη'. Ἐξ ἧς καρδίας, καὶ δάκρυον ὅτι πλεῖστον ἀπο ῥεῖ καθαίρον, καὶ πιαῖνον τὸν ἐξ ἀγάπης ταῦτα πεπλουτηκότα, ἀλλ' οὐ τῆκον, καὶ ξηραῖνον τοῦτο καὶ γὰρ, τὸ ἐκ τοῦ θείου φόβου, κἀκεῖνο, τὸ ἐκ τοῦ θεϊκοῦ ἔρωτος τῷ σφοδρῷ καὶ ἀσχέτῳ πόθῳ, καὶ ἔρωτι τοῦ μνημονευομένου Κυρίου Ἰησοῦ Χριστοῦ. Καί με ενθουσιῶσα βοᾷ • Εθελξας πόθῳ με, Χριστέ, καὶ ἡλλοίωσας τῷ θείῳ σου ἔρωτι. Καί· Ολος εἶ, Σῶτερ, γλυκασμός, ὅλος εξ ἐπιθυμία καὶ ἔφεσις, ὅλος ἀκόμαστος, ὅλος υπάρ χεις κάλος ἀμήχανον. Καὶ μετὰ Παύλου κραυγάζει τοῦ Χριστοκήρυκος· «Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει & ἡμᾶς.» Και·. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ή στενοχωρία, ή διωγμός, η γυμνότης, ἢ κίνδυνος, ή μάχαιρα;» Καὶ αὖθις Πέπεισμαι, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε "Αγε γελοι, οὔτε Αρχαί, οὔτε Εξουσίαι, οὔτε Δυνά μεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσα: ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Ει Ει Παραίνεσις περὶ τοῦ μὴ ζητεῖν ὑπὲρ τὸ μέτρον. καὶ ἔτι περὶ τῆς ἐν καρδίᾳ διηνεκούς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προτροπή. νθ'. Ιν' οὖν τις ἀξιωθείῃ τούτων δὴ, καὶ τῶν μετὰ ταῦτα πάντων, ἅπερ νυνὶ λέγειν οὐχ εὔκαιρον. Μη ζήτει γάρ, φησί, πρὸ καιροῦ τὰ τοῦ καιροῦ. Καὶ τὸ καλὸν οὐκ ἔστι καλόν, ὅταν οὐ καλῶς γένηται. Καὶ κατὰ τὸν ἅγιον Μάρκον, οὐ συμφέρει πρὸ τῆς εργασίας τῶν προτέρων, εἰδέναι τὰ δεύτερα· ἡ γὰρ γνῶσις φυσιοῖ διὰ τὴν ἀργίαν· ἡ δὲ ἀγάπη οἰκοδομεῖ διὰ τὸ τὰ πάντα ὑπομένειν. Χρὴ σπεύ δειν καὶ ἀεὶ ἀγωνίζεσθαι, καθάπερ εἴρηται, τὴν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μνήμην ἔνδον βάθους καρ δίας διηνεκώς περιφέρειν, καὶ οὐκ ἐκτὸς, καὶ ἐπιπολαίως, ὡς λέγει καὶ περὶ τούτου ὁ αὐτὸς μακά ριός Μάρκος· ὅτι «Ἐὰν μὴ διὰ καθολικῆς καὶ νοερᾶς ἐλπίδος ἀνοιγῇ τὸ ἐνδότατον, καὶ ἀπόκρυφον, καὶ εἰλικρινὲς τῆς καρδίας ἡμῶν χώρημα, οὐκ ἔστι βε βαίως ἐπιγνῶναι τὴν ἐνοικοῦντα, οὔτε εἰδέναι εἰ προσεδέχθησαν αἱ λογικαὶ ἡμῶν θυσίαι, ἢ οὔ, ο Περὶ θερμοῦ ζήλου, καὶ τῆς ἐν ἡμῖν ἐμφανείας θείας, καὶ τοῦ τῆς χάριτος ἐνυποστάτου φω τισμού. ξ'. Οὕτω γὰρ ἐκκλινεῖ ῥᾳδίως, οὐ τῶν ἔργων τῶν πονηρῶν μόνον, ἀλλὰ καὶ τῶν ἐμπαθῶν λογισμῶν, καὶ τῶν ἀπροπῶν φαντασιῶν, καθὰ γέγραπται· «Πνεύ ματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τες λέσητε. Μᾶλλον δὲ παντὸς λογισμοῦ, καὶ πάσης φαντασίας εκστήσεται ὡς τῷ ὑπὲρ ἀρετῆς αὐτοῦ θερμῷ ζήλῳ καταφλέγων, καὶ ἀφαντῶν πᾶταν που νηροπραξίαν αἰσθητῶς, καὶ νοητῶς, τὸ πρὶν ἐνερ τοῦσαν ἐν ἑαυτῷ, σὺν τοῖς ἀρχηγοῖς αὐτῶν κακοχάρ
col. 743–744page 55 of 89
PG 147:743τοῖς δαίμοσι, ὥς φησιν ὁ ἅγιος Ἰσαάκ· ο Φοβερός έτσι τοῖς δαίμοσι καὶ παθεινὸς τῷ Θεῷ καὶ τοῖς ἀγγέ λοις αὐτοῦ, ὁ μετὰ θερμού ζήλου ἐκριζῶν τὰς ἐκ τοῦ ἐχθροῦ φυομένας ἐν αὐτῷ ἀκάνθας. Καὶ εἰς προ κοπὴν ἤξει τοῦ πληροφορίαν ἐντεῦθεν σχεῖν τῆς πρὸς αὐτὸν ἀγάπης, καὶ ἐναργοῦς ἐμφανείας, καὶ ἐνοικήσεως τοῦ ἐνυποστάτου, καὶ θειοτάτου φω τισμοῦ τοῦ τῆς χάριτος. Εἰ βούλοιο δὲ εἰπεῖν, μάλα φαιδρῶς ἐπαναδραμεῖται πρὸς τὴν ἄνωθεν, καὶ διὰ τῆς τοῦ βαπτίσματος χάριτος τελεσιουργηθεῖσαν ἡμῖν εὐγένειαν, καὶ υἱοθεσίαν πνευματι χήν.» Καὶ λέγει αὖθις ὁ ἅγιος Ἰσαάκ· «Αὕτη ἐστὶν ἡ ΠἹερουσαλήμ, καὶ ἡ τοῦ Θεοῦ βασιλεία, ἡ ἐντὸς ἡμῶν κεκρυμμένη κατὰ τὸν τοῦ Κυρίου λόγον. Αὕτη ή χώρα νεφέλη ἐστὶ τῆς δόξης τοῦ Θεοῦ, εἰς ἣν μόν νοι οἱ καθαροὶ τῇ καρδίᾳ εἰσελεύσονται τοῦ θεάσασθαι τὸ πρόσωπον τοῦ ἰδίου Δεσπότου.» Μόνον αὐτὸς μὴ ζητείτω τὴν τοῦ Θεοῦ ἐμφάνειαν, ἵνα μὴ δέξηται τὸν ὡς ἀληθῶς σκότος ὄντα, καὶ φῶς εἶναι ὑποκρινόμενον. Περὶ ἐνεργείας θείας, καὶ ἐναντίας. ξα'. Ὅταν δὲ ὁ νοῦς αὐτοῦ μὴ ζητοῦντος φῶς ὁρᾷ, μὴ παραδεχέσθω τοῦτο, μήτε μὴν καταργείτω, ὡς φησιν ὁ ἅγιος Μάρκος, ὅτι «Εστι ἐνέργεια χάριτος τῷ νηπίῳ ἀγνοουμένη. Καὶ ἔστι τῆς κακίας ἑτέρα τῇ ἀληθείᾳ ἐξομοιουμένη. Καλόν δὲ τὰ τοιαῦτα μή ένοπτρίζεσθαι διὰ τὴν πλάνην, μήτε ἀναθεματίζειν διὰ τὴν ἀλήθειαν· ἀλλὰ πάντα δι' ἐλπίδος προσφεύγειν τῷ Θεῷ. Αὐτὸς γὰρ οἶδε τῶν ἀμφοτέρων τὸ χρήσιμον· ἀλλ᾽ ἐρωτάτω τὸν ἔχοντα χάριν καὶ δύο ναμιν πρὸς Θεὸν διδάξαι, καὶ διακρίνει. Περὶ διδασκάλου περωτισμένου καὶ ἀπλανούς ξβ'. Καὶ εἰ μὲν εὕροι τὸν διδάξαντα, οὐ καθώς μόνον ἔγνω ἀπὸ τῆς θείας Γραφῆς, ἀλλὰ καθάπερ καὶ ἐκεῖνος μακαρίως ἔπαθε τὸν θεῖον φωτισμόν, τῷ Θεῷ χάρις. Εἰ δ' οὖν κρεῖττον τὸ μὴ παραδέξασθαι, ἀλλ' ἐν ταπεινώσει πρὸς τὸν Θεὸν καταφυγεῖν, ἀνά ξιον ἑαυτὸν ἐξ εἰλικρινοῦς καρδίας, λογιζόμενος, καὶ ἀποκαλῶν τῆς τοιαύτης αξίας καὶ θεωρίας· ὥσ περ ἄρα τοῦτό τε καὶ ὅσα προείρηται, καὶ δὴ ἐτ θήσεται, καὶ ὅσα μεμνήμεθα, Χριστοῦ χάριτι, παρά τε γλωσσῶν ἀψευδῶν, Πνεύματι ἁγίῳ κινουμένων τε καὶ φθεγγομένων· τῶν τε θεοπνεύστων Γραφῶν, καὶ μερικῆς πείρας. Περὶ φωτισμοῦ ἀληθινοῦ, καὶ ψευδοῦς ἤγουν φωτὸς θείου, καὶ πονηροῦ. ξγ'. Εἰ γὰρ καὶ ἐν ἐνίοις αὐτῶν οἱ κλεινοὶ Πατέρες ἡμῶν συγγράμματι τὰ σημεῖα τοῦ ἀπλανοῦς καὶ τοῦ τῆς πλάνης ὑπεμφαίνουσί πως φωτισμοῦ, καθὰ δῆτα, καὶ ὁ τοῦ Λάτρου τρισόλβιος Παῦλος πεποίηκεν εἰρηκώς πρὸς τὸν περὶ τοῦ τοιούτου ἐπερωτήσαντα αὐτὸν μαθητὴν αὐτοῦ, ὅτι τὸ μὲν τῆς ἀντικειμένης δυνάμεως φῶς, πυροειδές ἐστι, καὶ καπνῶδες καὶ τοῦ αἰσθητοῦ πυρὸς ὅμοιον· καὶ ἐπειδὰν αὐτὸ μετριοπαθής, και κεκαθαρμένη ψυχή θεάσηται, ἀηδῶ; ἔχει πρὸς αὐτό, καὶ βδελύττεται· τὸ δὲ τοῦ ἀγαθοῦ ἀγαθὸν, χαριέστατόν τέ ἐστι, καὶ ἀκραιφνές, καὶ προσβαλών ἁγιάζει, φωτός τε καὶ χαρᾶς, καὶ Ελαρότητος πληροῖ τὴν ψυχὴν, καὶ ἡπίαν αὐτὴν καὶ
col. 745–746page 56 of 89
PG 147:745φιλάνθρωπον ἀπεργάζεται· καὶ ἕτεροι δὲ ὡσαύτω;. Αλλ' ὅμως ἅτε τὰ προειρημένα διὰ ζώσης ἤκουσα φωνῆς, οὕτω δὴ καὶ περὶ τούτου κατὰ καιρὸν ἀκού σεις· νῦν γὰρ οὐ καιρός. Περὶ φαντασίας ἀπρεποῦς τε καὶ εὐπρεποῦς. καὶ ὅπως χρὴ μετιέναι αὐτάς. οι ξδ'. Ἐπεὶ δὲ μικρῷ πρόσθεν περὶ φαντασία; ἐμνήσθημεν, καὶ φαντασίας ἀπρεπούς, ὀνησιμώ τατον, ὥς γε ἡμῖν δοκεῖ, ἐν βραχεῖ καὶ περὶ αὐτῆς, μᾶλλον δὲ περὶ πάσης φαντασίας ὡς δυνατὸν δια λαβεῖν. Λίαν γὰρ ἀνθίσταται ἡ ἐπάρατος τῇ κα θαρᾷ καὶ καρδιακή προσευχή, καὶ τῇ ἑνιαία, καὶ ἀπλανεῖ τοῦ νοῦ ἐργασία. Οθεν καὶ οἱ θεῖοι Πατέρες πολλαχῶς περὶ αὐτῆς, καὶ κατ' αὐτῆς ἀποφθέγγονται. Αὕτη τοίνυν, ἡ ποικιλόμορφος, ως 3 μυθευόμενος Δαίδαλος, καὶ πολυκέφαλος κατά τὴν ὕδραν φαντασία, οἷόν τις γέφυρα τῶν δαιμό. νων, τοῖς ἁγίοις προείρηται· δι' αὐτῆς γὰρ διερ χόμενοι, καὶ δια περῶντες οἱ φόνιοι αλάστορες, κοινωνοῦσι πως καὶ συμμίγνυνται τῇ ψυχῇ, σίμβλον κηφήνων ταύτην ἀπεργαζόμενοι, καὶ ἐννοιῶν ἀκάρ πων, καὶ ἐμπαθῶν οἰκητήριον· ἣν δὴ φαντασίαν ἀποβλητέον το σύνολον· εἰ μή που βούλει, ἕνεκα με τανοίας, καὶ συντριβής, πένθους τε καὶ ταπεινοφροσύνης, πρὸ δὲ καὶ τῆς τῶν ἔντων μελέτης, καὶ μὴν καὶ χάριν ἀπρεποῦς φαντασίας, εὐπρεπῆ φαντασίαν παραβαλεῖν, καὶ ἀντισηκῶσαι· κἀκεί την ταύτῃ συμμίξας, καὶ ἀντιστρατευσάμενος, καὶ ὡς ρίψασπιν τὴν ἄσεμνον, καὶ ἔταμὸν κατὰ κρά τος βαλών, οὕτω κατ' αὐτῆς ἆραι τὰ νικτήρια. Καὶ γοῦν οὕτω ποιῶν οὐ μόνον ζημίας, ἀλλὰ καὶ κέρδους σαυτῷ αἴτιος εἴης ὡς ἐν ἁπταίστῳ κρίσει τὰ κατ' αὐτὸν διευθύνων, Στε φαντασίαν ἀπρεπῆ φαντασίᾳ εὐπρεπεῖ καταργῶν, καὶ τοῖς τῶν ἐναντίων όπλοις τούτους δὴ τοὺς ὑπεναντίους και ρίως πλήττων ἢ ἀποκτείνων, ὡς πάλαι τὸν Γολιάθ ὁ θεῖος Δαβίδ. Οτι οὐ μόνον ἡ ἀπρεπής φαντασία, ἀλλὰ καὶ ἡ εὐπρεπὴς ἀπόβλητος τοῖς ἁγίοις εἰς τὴν καθαρὰν προσευχὴν, καὶ εἰς τὴν ἁπλῆν καὶ ενιαίαν ἐργασίαν τοῦ νοός. ξε'. Τοῦτο δὲ, τῶν ἔτι νηπίων, ήτοι τῶν ἀρχα ρίων ἆθλόν ἐστιν. Οἱ γὰρ τῷ χρόνῳ προβεβηκότες, ὁλικῶς τὴν ἀπρεπῆ φαντασίαν σὺν τῇ εὐπρεπεῖ ἀπο βάλλονται, καὶ φρούδην ἐργάζονται· ὡς κηρὸν της κόμενον ἀπὸ προσώπου πυρὸς, ἀποτεφροῦντες, καὶ διαλύοντες, διὰ τὴν καθαρὰν προσευχὴν, καὶ τὴν ἐκ πάντων τοῦ νοὸς ἀτύπωτον ἀπόθεσίν τε καὶ γύμνωσιν, ἕνεκα τῆς πρὸς Θεὸν ἁπλῆς ἐπιβολῆς· εἰ βούλει δὲ, καὶ παραδοχῆς, καὶ ἀσχηματίστου, καὶ Ενιαίας Ενώσεως. Λέγει καὶ γὰρ ὁ ἅγιος Ησύχιος ο Πᾶς λογισμός, φαντασία ἐστὶν ἐν τῷ νῷ αἰσθητοῦ τινος πράγματος. Νοῦς γὰρ ἂν ὁ Ασσύριος οὐκ ἄλλως ἀπατᾶν ἐξισχύει, εἰ μὴ χρήσηται τοῖς παρ' ἡμῶν αἰσθητοῖς καὶ συνήθεσι. Καὶ ὁ ἅγιος Διάδοχος Ἐπειδὴ πᾶς λογισμὸς διὰ φαντασίας αἰσθητῶν τινων εἰσέρχεται ἐν τῇ καρδίᾳ, τότε αὐγάζει αὐτῇ τὸ μακάριον φῶς τῆς θεότητος, ὅταν πάντη ευκαιρήσῃ ἀπὸ πάντων, καὶ ἀσχημάτιστος ἐκ τούτων γένηται, είπερ ή λαμπρότης ἐκείνης, κατὰ στέρησιν τῶν πάντων νοημάτων παραφαίνεται τῷ καθαρῷ να δ
col. 747–748page 57 of 89
PG 147:747Καὶ ὁ μέγας Βασίλειος· Ὥσπερ οὐκ ἐν χειροποιή τοις ναοῖς κατοικεῖ Κύριος, οὕτως οὐδὲ ἐν διατυπώσεσι τισι καὶ πλάσμασι νοητοῖς. Προβέβληνται γὰρ ταῦτα ἀποτειχίζοντα τὴν κεκιβδηλευμένην ψυχήν τὴν μὴ δυναμένην καθαρῶς ἐνατενίζειν πρὸς τὴν ἀλήθειαν, ἀλλ᾽ ἔτι τοῦ ἐσόπτρου ἐχομένην, καὶ τοῦ αἰνίγματος. Καὶ ὁ θεῖος Εὐάγριος· Ἐκεῖ λέγεται καθέζεσθαι τὸν Θεὸν, ἔνθα γινώσκεται· διὸ καὶ θρόνος λέγεται τοῦ Θεοῦ, νοῦς καθαρός. Τὸ τοίνυν νόημα τοῦ Θεοῦ, οὐκ ἐν τοῖς νοήμασιν εὑρεθήσεται τοῖς τυποῦσι τὸν νοῦν, ἀλλ' ἐν νοήμασιν τοῖς μὴ τυποῦσι. Διόπερ τὸν προσευχόμενον δεῖ παντάπασι χωρίζεσθαι τῶν νοημάτων τῶν τυπούντων τὸν νοῦν καὶ ἄλλως μὲν τυπωθήσεται ὁ νοῦς ὁρῶν νοῦν· καὶ ἄλλως δὲ διατεθήσεται ὁρῶν τὸν λόγον αὐτοῦ. Ἐν τεῦθεν μανθάνομεν πῶς ἡ γνῶσις ἡ πνευματικὴ ἀεί στησι τὸν νοῦν τῶν νοημάτων τῶν τυπούντων αὐτόν. Ατύπωτον δὲ ἀσκοῦσα, παρίστησι τῷ Θεῷ. Καὶ ὁ άγιος Μάξιμος ἐν τοῖς Σχολίοις τοῦ μεγάλου Διονυσίου· Ετερόν ἐστι φαντασία, καὶ ἕτερόν ἐστι νόη σις, ήτοι νόημα. Από τε γὰρ διαφόρων δυνάμεων γίνονται, καὶ ἰδιότητι κινήσεως [σ. λείπει, διαφέρουσι]. Η μὲν γὰρ νόησις, ἐνέργειά ἐστι καὶ ποίησις ἡ δὲ φαντασία πάθος, καὶ τύπωσις ἀναγγελτική αι. σθητοῦ τινος, ἢ ὡς αἰσθητοῦ τινος. Καὶ ἡ μὲν αἴσθησις ἀντιλαμβάνεται τῶν ὄντων κατὰ ἀθρίαν μόρφωσιν. Ὁ δὲ νοῦς ἐφάπτεται, τουτέστιν ἀντιλαμ Εάνεται τῶν ὄντων ἑτέρῳ τρόπῳ, καὶ οὐκ ὡς ἡ απ σθησις. Περὶ μὲν οὖν τὸ σωματικὸν, ἢ τὸ πνευματικ τὸν, ἐν ᾧ καὶ τὰς αἰσθήσεις εἶναι πρώην ἔφαμεν, τὸ παθητικὸν καὶ μορφωτικόν ἐστι κίνημα. Τὸ δὲ κρι τικὸν, καὶ ἀντιληπτικὸν, τῇ ψυχῇ, καὶ τῷ νῷ δου τέον. Τούτῳ οὖν τῷ τῆς ψυχῆς ἀντιληπτικῷ καὶ τὸ φανταστικὸν ἀποστείλαι [ἰσ. ἀποδιαστεῖλαι ὑποστεῖλαι] δεῖ. Διαιρεῖται δὲ ἡ φανταστικὴ εἰς τρεῖς μοίρας· πρώτην μὲν εἰς τὴν τῶν ἀντιλήψεων εἰκονιστικήν πρὸς τὰ ποιοῦντα αἰσθητὴν τὴν ἀντίληψιν δευτέραν δὲ, τὴν ἐκ τῶν μενόντων ἐγκαταλειμμάτων ἀπὸ τούτων ἀνατυπωτικὴν, τὴν μὴ ἔχουσαν ερηρεισμένας ἐπί τι τὰς εἰκόνας, ἣν καὶ ἰδίως φανταστικήν καλοῦσιν· τρίτην, ἐν ᾗ πᾶσα ἡδονὴ, καὶ φαντασία δοκοῦντος ἀγαθοῦ, ἡ κακοῦ κατὰ λύπην ‹ ‹ συνίσταται. Οὐδεμία τοίνυν, καθὰ εἴρηται, φαντασία χώραν ἔχει ἐπὶ Θεοῦ· πάντων γὰρ ἅπαξ ἁπλῶς Dὑπὲρ ἔννοιάν ἐστι, καὶ ὑπέρκειται. Καὶ αὖθις ὁ μέσ γας Βασίλειος· Νοῦς μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, επάνεισι μὲν πρὸς ἑαυτόν· δι' ἑαυτοῦ δὲ, εἰς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κά κείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει. Ταῦτα τοιγαροῦν, καὶ αὐτὸς εἰδὼς, ἐπείγου ὅσαι ἆραι, σὺν Θεῷ ἀφαντάστως, ἀσχηματίστως, ἀδιατυπώτως, ὅλος ὅλῳ να καθα ρῷ, καὶ ψυχῇ καθαρά εὔχεσθαι ὁλοτρόπως· λέγει καὶ γὰρ ὁ ἅγιος Μάξιμος. Περὶ τοὺς, ψυχῆς καὶ καρδίας καθαρῶν καὶ τελείων. ξς'. Περὶ τοὺς καθαροῦ.-Νοῦς καθαρός ἐστιν ὁ ἀγνοίας χωρισθεὶς, καὶ ὑπὸ τοῦ θείου φωτός κατα λαμπόμενος.
col. 749–750page 58 of 89
PG 147:749Περὶ ψυχῆς καθαράς. Ψυχή καθαρά ἐστιν, ἡ παθῶν ἐλευθερωθεῖσα, καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη. Περὶ καρδίας καθαρᾶς. -- Καρδία καθαρά έστιν, ἡ παντάπασιν ἀνείδεον τῷ Θεῷ, καὶ ἀδιαμόρφωτο παραστήσασα τὴν μνήμην· καὶ μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημαθῆναι τύποις, δι' ὧν ἐμφανής γίνε σθαι πέφυκε. Τούτοις επομένως, καὶ τάδε προσ κείσθω. Περὶ τελείου νοός. Νοῦς ἐστι τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς τὸν ὑπεράγνωστον ἐγνωκώς, καὶ τῶν αὐτοῦ δημιουργημάτων [σ. τὰ καθόλου] θεα σάμενος· καὶ τῆς ἐν αὐτοῖς προνοίας και κρίσεως τὴν περιληπτικὴν γνῶσιν παρὰ Θεοῦ εἰληφώς· ὡς ἄνθρωπος δέ φημι. Περὶ ψυχῆς τελείας. — Ψυχή ἐστι τελεία, ἧς ἡ παθητική δύναμις νένευκεν ολοτελῶς πρὸς Θεόν. Περὶ καρδίας τελείας. Καρδία τελεία τάχα ἐκείνη λέγεται, ή μηδεμίαν ἔχουσα φυσικήν καθ' οιονδήποτε τρόπον πρὸς ὁτιοῦν κίνησιν, ἐν ᾗ καθά περ πτυχίῳ λειανθέντι καλῶς διὰ τὴν ἄκραν ἁπλό τητα, παραγενόμενος ὁ Θεὸς τοὺς ἰδίους νόμους ἐγγράφει. Περὶ τοῦ καθαρού. — Ετι νοῦν καθαρίσαι κατά τὸν ἅγιον Διάδοχον, μόνου τοῦ ἁγίου Πνεύματός ἐστι Ετι νοῦν στήναι, κατὰ τὸν τῆς Κλίμακος, μόνου τοῦ ἁγίου Πνεύματός ἐστιν. Ετι φησὶν ὁ ἅγιος Νείλος Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στε ρησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψε ται αὐτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερή. Καὶ αὖθις· Νοῦ κατάστασίς ἐστιν, ὕψος νοητὸν οὐ ρανίῳ χρώματι παρεμφερές ᾧ καὶ τὸ τῆς ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπισ γίνεται φῶς. Καὶ ὁ ἅγιος Ἰσαάκ· Ὅταν ὁ νοῦς ἀποδύηται τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύηται τὸν καινὸν τῆς χάριτος, τότε τὴν ἑαυτοῦ καθαρότητα ὄψεται ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ· ἥτις Θεοῦ τόπος ὑπὸ τῆς γερουσίας τῶν υἱῶν Ἰσραὴλ ὠνόμασται, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει. Οὕτω καὶ γοῦν ποιῶν, ὡς προείρηται, ἤτοι καθαρῶς, καὶ ἀφαντάστως, καὶ ἀδιατυπώτως προσευχόμενος, κατ' ίχνος ἔσῃ Επόμενος τοῖς ἁγίοις. Εἰ δὲ μή γε, φαντασιαστής γενήσῃ ἀντὶ ἡσυχαστοῦ· καὶ ἀντὶ σταφυλῆς τρυγήσῃς ἀκάνθας· 8 μή σοι γένοιτο. *Οπως οἱ προφῆται ἐφαντάζοντο. ξζ'. Εἰ δέ τινες τὰς τῶν προφητῶν ὁράσεις, σχηματ τισμούς τε καὶ ἀποκαλύψεις, διὰ φαντασίας, καὶ ἀκου λουθίας φυσικῆς γεγενῆσθαι ὑπολαμβάνουσιν· οὗτοι πέρξω τοῦ ὀρθοῦ σκοποῦ καὶ τῆς ἀληθείας ἴστωσαν φέρεσθαι· οἱ γὰρ προφῆται, καὶ νῦν οἱ καθ᾿ ἡμᾶς ἱερομῦσται, οὐ κατὰ φυσικὴν ἀκολουθίαν τινὰ, καὶ τάξιν, ναὶ μὴν καὶ φαντασίαν ἑώρων, καὶ ἐφαντάζοντο, ἅπερ εώρων, καὶ ἐφαντάζοντο, ἀλλὰ θείως, καὶ ὑπὲρ φύσιν τὸν νοῦν τῇ ἄῤῥήτῳ δυνάμει, καὶ χάριτι τοῦ ἁγίου Πνεύματος τυπούμενοι, καὶ φαντασιούμενοι, ὥς φησιν ὁ μέγας Βασίλειος, ὅτι Αφάτῳ τινὶ δυνάμει φαντασιούμενοι τὸν νοῦν οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἐν ηχοῦντα αὐτοῖς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ. Καὶ
col. 751–752page 59 of 89
PG 147:751αὖθις Εώρων οἱ προφῆται τυπούμενοι τῷ Πνεύ ματι τὸ ἡγεμονικόν. Καὶ ὁ Θεολόγος Γρηγόριος Τοῦτο (ήγουν τὸ Πνεῦμα τὸ ἅγιον) ενήργει πρότερον ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίαις δυνάμεσι. Καὶ μετά μικρόν· Επειτα ἐν τοῖς Πατράσι καὶ ἐν τοῖς προφήταις· ὧν οἱ μὲν ἐφαντάσθησαν Θεόν, ἢ ἔγνωσαν, οἱ δὲ τὸ μέλλον προέγνωσαν· τυπούμενο. τῷ Πνεύματι τὸ ἡγεμονικὸν, καὶ ὡς παροῦσι συν ὄντες τοῖς ἐσομένοις. "Ετι περὶ φαντασιῶν, καὶ πολλῶν, καὶ ποικίλων θεωριών.. ξη'. Ει δέ τινες ἀμφιβάλλουσιν ἔτι ὡς τὰς φαντασίας ἀποδεχόμενοι, καὶ τὰς πολλὰς καὶ ποικίλας θεωρίας, καὶ ἐναντιοῦνται ἡμῖν, ὡσανεί πως τοῖς ἁγίοις ἡγούμενοι ἔπεσθαι, τῷ λέγειν, τὸν μὲν Θεί λόγον νῷ μόνῳ τὸν Θεὸν σκιαγραφεῖσθαι, οὐκ ἐκ τῶν κατ᾿ αὐτόν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἔν τι τῆς ἀλη θείας ίνδαλμα, καὶ τὰ ἑξῆς. Τὸν δὲ θεῖον Μάξιμον, μὴ δύνασθαι τὸν νοῦν ἀπαθὴ γενέσθαι ἐκ μόνης τῆς πράξεως, ἐὰν μὴ διαδέχωνται αὐτὸν πολλαὶ καὶ ποικίλαι θεωρίαι. Ομοίως καὶ ἑτέρους ἁγίους τὰ ἴσε τούτοις διαγορεύοντας, οἱ τοιοῦτοι γινωσκέτωσαν, ὡς ἐκείνοις τοῖς μακαρία; οὐ περὶ τῆς κατὰ παρα δοχὴν ἐργασίας ἐκεῖσε, καὶ χάριτος, τῆς γνωστικής, αμὲν, καὶ ἐποπτικῆς, καὶ αὐτῇ πείρα συναπτούσης Θεῷ τὸν ἄνθρωπον, οἱ λόγοι οὗτοι πεφήνασιν· ἀλλὰ περὶ τῆς κατ' ἐπιβολὴν, δηλαδή, τῆς ἐκ τῆς σοφίας, καὶ τῆς τῶν ὄντων ἀναλογίας, καὶ ἁρμονίας συλλεγομένης θεωρίας, καὶ εἰς τὴν περὶ Θεοῦ ἔννοιαν πα ραχυπτούσης ἀμυδρώς πως, ἥντινα καὶ τοῖς πολλοῖ, μᾶλλον δὲ πᾶσιν ἅπαξ ἁπλῶς ἔξεστι μετέρχεσθαι, καὶ διανοεῖσθαι, ὡς ἐπιστημονικῶς [σ. λείπει τὸ τις] τὰς τοιαύτας τῶν ἁγίων χρήσεις ἐξητακώς, ἐναργώς εἴσεται, ὡς γέγραπται· Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργός κατα λαμβάνεται· οὐμενοῦν ἐκ τῆς κατὰ κόσμον καὶ θύραθεν πολυλέσχου καὶ ματαίας τεχνικῆς μαθή σεως· αὕτη γὰρ ὡς λάτρις άσεμνος, καὶ ἐπιστημονική, καὶ σοφιστικῇ, καὶ ἀποδεικτικῇ οἰήσει γαυρουμένη, οὐκ εὐαγγελικῇ πίστει, καὶ ταπεινώσει, καὶ ἀληθεῖ συγκαταθέσει στοιχειουμένη πόῤῥω τῶν ἱερῶν προθύρων ἐξωστράκισται, ἡμῖν δὲ νῦν ὁ λόγος περὶ τῆς τελείας καὶ ἐνα υποστάτου ἐλλάμψεως, καθ᾽ ἦν καὶ οἱ τῶν ἀπο στόλων πρόκριτοι, οἱ ἐπ᾽ ὅρους Θαβώρ τῷ Ἰησοῦ συναναβάντες, ἀῤῥήτως τὴν καλὴν καὶ τῷ ὄντι μακαρίαν ἀλλοιωθέντες ἀλλοίωσιν ἔπαθον, καὶ τὴν ἀθέατον βασιλείαν, καὶ θεότητα, καὶ αἰσθηταῖς ὀφθαλμοῖς μετασκευασθεῖσι πρὸς τὸ θειότερον, ήγουν πνευματικοῖς γεγονότι τῇ δεξιᾷ τοῦ πανο αγίου Πνεύματος, κατιδεῖν ἠξιώθησαν· καθ᾿ ὅσον δὲ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ ὁ οὐρανὸς τῆς γῆς, καὶ ἡ ψυχὴ ὑπερφέρει τοῦ σώματος, κατά τοσοῦτον, καὶ ἡ κατὰ παραδοχὴν ἐργασία, καὶ χάο ρις, τῆς κατ' ἐπιβολήν· ἡ μὲν γὰρ, ἤτοι ἡ κατ' ἐπιβολὴν, ὡς ἔφημεν, ἔξωθεν καὶ διὰ τῆς τῶν ὄντων εὐτάκτου φορᾶς, τάξεώς τε καὶ συλλογῆς ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἔν τι τῆς ἀληθείας ίνδαλμα τὸ προκόπτειν ἔχει, καὶ πρὸς
col. 753–754page 60 of 89
PG 147:753Δύο Εἰ Θεὸν ἐν πίστει ἀνατείνεσθαι· ἡ δὲ, ἤγουν ἡ κατὰ πα ραδοχήν; ἀμέσως παρ' αὐτοῦ τοῦ Θεοῦ ὑποστατικῶς Ενδον καρδίας πέφυκε γίνεσθαι, ἔσθ' ὅτε καὶ ἔξωθεν, καὶ τῷ σώματι μεταδιδοῦσα ἐμφανῶς ὑπὲρ ἔννοιαν τῆς οἰκείας ἐλλάμψεως καὶ τοῦ θειοτάτου φωτι σμοῦ, ὑπερφυῶς πασχούσης τῆς καρδίας, κατὰ τὸν σοφώτατον Μάξιμον, οὐ ποιούσης τὴν ἀγέννητον θέωσιν. Φησὶ γὰρ οὗτος ὁ ἅγιος· Ἀγέννητον λέγω θέωσιν τὴν κατ᾽ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν· ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ' ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν. Συνάδοντα τοῖς ῥηθεῖσι λέγει καὶ ὁ μέγας Διονύσιος Δέον εἰδέναι τὸν καθ᾿ ἡμᾶς νοῦν, τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν δι' ἧς τὰ νοητὰ βλέπει· τὴν δὲ ἔνωσιν ὑπεραί. ρουσαν τὴν τοῦ νοῦ φύσιν, δι' ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ.» Καὶ ὁ ὅσιος Ἰσαάκ ὀφθαλμοὺς κεκτήμεθα ψυχικούς, καθώς λέγουσιν οἱ Πατέρες, καὶ οὐχ ἡ αὐτὴ χρεία τῆς δι' εκατέρου θεωρίας· ἐν ἑνὶ μὲν γὰρ ὀφθαλμῷ, τὰ κεκρυμμένα ἐν ταῖς φύσεσιν ὁρῶμεν· ήγουν τὴν δύναμιν τοῦ Θεοῦ, καὶ τὴν σοφίαν αὐτοῦ, καὶ τὴν περὶ ἡμᾶς πρόνοιαν αὐτοῦ, τὴν καταλαμβανομένην ἐκ τῆς ἁγιότητος τῆς κυβερνήσεως αὐτοῦ εἰς ἡμᾶς καὶ ἐν τῷ ἑτέρῳ ὀφθαλμῷ, θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εἰς τὰ μυστήρια τὰ πνευματικὰ εὐδοκήσει ὁ Θεὸς εἰσάξαι ἡμᾶς.» Καὶ ὁ θεῖος Διάδοχος" «Τοῦ μὲν ἑνὸς ἁγίου Πνεύματος εἰσὶ χαρίσματα, ή τε σοφία, καὶ ἡ γνῶσις, ὡς καὶ πάντα τὰ θεῖα χαρίσματα· ἰδίαν δὲ ὥσπερ ἕκαστον τὴν ἐνέργειαν ἔχει. Διόπερ ἄλλῳ μὲν δίδοσθαι σοφίαν, ἄλλῳ δὲ γνῶσιν κατὰ τὸ αὐτὸ Πνεῦμα, ὁ ᾿Απόστολος μαρτυρεῖ· ἡ μὲν γὰρ γνῶσις, αὐτῇ πείρᾳ συνάπτει τὸν ἄνθρωπον τῷ Θεῷ, εἰς λόγους τῶν πραγμάτων τὴν ψυχὴν μὴ κινοῦσα. Διὸ καί τινες τῶν τὸν μονήρη βίον φιλοσοφούντων, φωτίζονται μὲν ὑπ' αὐτῆς ἐν αἰσθήσει· εἰς δὲ λόγους θείους οὐκ ἔρχονται. Η δε σοφία, είπερ μετὰ ταύτης ἐν φόβῳ δοθῇ τινι (σπά νιον δὲ τοῦτο), αὐτὰς τὰς ἐνεργείας φανεροί τῆς γνώ σεως· ἐπειδὴ ἡ μὲν, τῇ ἐνεργείς· ἡ δὲ τῷ λόγῳ φωτίζειν είωθεν. ᾿Αλλὰ τὴν μὲν γνώσιν εὐχὴ φέρει, καὶ πολλὴ ἡσυχία ἐν ἀμεριμνία παντελεῖ. Τὴν δὲ σοφίαν, ἀκενόδοξος μελέτη τῶν λογίων τοῦ Θεοῦ. Καὶ πρῶτον ἡ χάρις τοῦ διδόντος Θεοῦ.» Πρὸς δὲ, καὶ ὁ ἁγιός φησι Μάξιμος ἐν τοῖς Σχολίοις· 4 Τὸ φρέαρ τοῦ Ἰακώβ ἐστιν ἡ Γραφή· τὸ δὲ ὕδωρ ἐστὶν, ἡ ἐν τῇ Γραφῇ γνῶσις· τὸ δὲ βάθος, ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θεωρία· τὸ δὲ ἄνω τημά ἐστιν ἡ διὰ τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις· ἦν οὐκ εἶχεν ὁ Κύριος, αὐτολόγος ὑπάρ χων, καὶ οὐ τὴν ἐκ μαθήσεως καὶ μελέτης γνῶσιν διδοὺς τοῖς πιστεύουσιν, ἀλλὰ τὴν ἐκ χάριτος ἀεν νέου πνευματικῆς ἀένναον σοφίαν, καὶ μηδέ ποτε λήγουσαν τοῖς ἀξίοις δωρούμενος· τὸ γὰρ ἄντλημα, τούτεστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τὸ πᾶν ἐξ, μηδενὶ λόγῳ κρατούμενον. Η δὲ κατὰ χάριν γνῶσις, ὅλην ἔχει, καὶ δίχα μελέτης, τὴν ἐφικτὴν ἀνθρώποις σοφίαν, πρὸς τὰς χρείας ποιο καλως βλυστάνουσα.» Καὶ αὖθις ὁ ἅγιος Διάδοχος Ο νοῦς ἡμῶν, τὰ πολλὰ περὶ μὲν τὴν προσευχὴν,
col. 755–756page 61 of 89
PG 147:755δυσανασχέτως ἔχει, διὰ τὸ στενὸν ἄγαν, καὶ περι εσταλμένον τῆς εὐκτικῆς ἀρετῆς· εἰς δὲ τὴν θεολογίαν, χαίρων ἑαυτὸν ἐπιδίδωσιν, διὰ τὸ πλατύ, καὶ ἀπολελυμένον τῶν θείων θεωρημάτων. Ἵνα οὖν μὴ ὁδὸν αὐτῷ δῶμεν τοῦ πολλὰ θέλειν λέγειν, καὶ ὑπὲρ τὸ μέτρον αὐτὸν πτεροῦσθαι παραχωρῶμεν· τῇ χαρᾷ, τῇ προσευχῇ τὰ πλεῖστα καὶ τῇ ψαλμῳδίᾳ, καὶ τῇ τῶν ἁγίων Γραφῶν ἀναγνώσει σχολάζωμεν μήτε τῶν φιλολόγων ἀνδρῶν παρορῶντες τὰ θεωρήματα· ὧν ἡ πίστις διὰ τῶν λόγων γνωρίζεται· οὔτε γὰρ ἴδια αὐτὸν, τοῦτο ποιοῦντες, παρασκευάσωμεν ῥήματα ἐπιμιγνῦναι τοῖς λόγοις τῆς χάριτος· οὔτε μὴν ὑπὸ τῆς κενοδοξίας ὑποσυρῆναι, διαφορηθέντα διὰ τῆς πολλῆς χαρᾶς, καὶ τῆς πολυλογίας, παραχωρήσω μεν· ἀλλὰ καὶ πάσης φαντασίας ἐκτὸς, αὐτὸν ἐν τῷ ; καιρῷ τῆς θεωρίας φυλάξωμεν, καὶ δακρυώδεις αὐτῷ ? σχεδὸν τὰς πάσας ἐκ τούτου ἐννοίας περιποιήσωμεν. ᾿Αναπαυόμενος γὰρ ἐν τοῖς καιροῖς τῆς ἡσυχίας. καὶ καθηδυνόμενος ὑπὸ τοῦ τῆς εὐχῆς μάλιστα γλυκασμού, οὐ μόνον τῶν προειρημένων αἰτιῶν ἐκτὸς γίνεται, ἀλλὰ πλέον καὶ πλέον ἀνανεοῦται εἰς τὸ ὀξέως καὶ δίχα πόνου τοῖς θείοις ἐπιβάλλειν θεωρήμασι, μετά τοῦ καὶ εἰς τὴν γνῶσιν αὐτὸν τῆς διακρίσεως ἐν πολλῇ προκόπτειν ταπεινώσει. Πλὴν δεῖ εἰδέναι, ὅτι ἔστιν εὐχή, παντὸς πλάτους ἐπάνω· αὕτη δὲ ἐκείνων μόνον ὑπάρχει, τῶν ἐν πάσῃ αἰσθήσει καὶ προροφορίᾳ ἐμπεπλησμένων τῆς ἁγίας χάριτος.» Ακήκοας; Εστιν εὐχὴ, φησίν, ἐπάνω παντὸς πλάτους, ἥτις ἐκείνων μόνον ὑπάρχει, τῶν ἐν πάσῃ αἰσθήσει καὶ πληρο φερία, δηλονότι ἔνδον καρδίας ἐνυποστάτως ὑπερφυῶς ἐμπεπλησμένων τοῦ θειοτάτου φωτισμοῦ τῆς χά ριτος· ταύτην καὶ ὁ ἅγιος Ἰσαὰκ μνήμην ἀσφράγιστον ἀποκαλεῖ, ἤτοι ἀσχημάτιστον, ἀνείδεον, καὶ ἁπλῆν· καὶ ἄλλοι ἄλλως τῶν ἁγίων Πατέρων. Περὶ τῶν τῆς ψυχῆς πέντε δυνάμεων· ὁμοίως δὲ καὶ περὶ φαντασιῶν οἰκείων τῆς ψυχῆς, καὶ τοῦ νοῦ, καὶ ὅτι δεῖ ὁλικῶς φεύγειν τὴν φαν. τασίαν, καὶ τοὺς σχηματισμούς, καὶ τὰς ἐκτυ πώσεις, καὶ τὰς μορφώσεις ἐν τῇ καθαρᾷ προσ ευχῇ, καὶ τῇ ἁπλῇ καὶ ἑνιαίᾳ τοῦ νοῦ έργα σία. ξθ'. 'Αλλ' ἐπειδήπερ, ὡς δεδήλωται, οὐ μόνον παρὰ δαιμόνων, ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ ἀφ' ἑαυτῆς φυσικῶς ἔχει τὸ φαντάζεσθαι, διὰ τὸ πέντε δυνάμεις κεκτῆσθαι, ἤτοι νοῦν, διάνοιαν, δόξαν, φαντασίαν, καὶ αἴσθησιν, ὥσπερ ἄρα καὶ τὸ σῶμα τὰς πέντε αἰσθήσεις, ὅρασιν, ἔσφρησιν, ἀκοὴν, γεῦσιν, καὶ αφήν· μία δέ ἐστιν, ὡς ἔφημεν, τῶν τῆς ψυχῆς δυνά μεων καὶ ἡ φαντασία, δι' ἧς ἡ ψυχὴ καὶ φαντάζεται, χρή ταύτην καλῶς τὰ καθ᾿ ἑαυτὴν ἐθέλουσαν με. ἐθέλουσιν] οἰκονομεῖν καὶ διευκρινεῖν, τὰς μάλιστα συναπτούσας αὐτὴν τῷ Θεῷ δυνάμεις αὐτῆς, ἔν τε τῷ παρόντι αἰῶνι, ἔν τε τῷ μέλλοντι, ἀναπτεροῦν, καὶ πρὸς Θεὸν ἀνάγειν ὁλικῶς ἐπείγεσθαι, περὶ δέ γε τῶν λοιπῶν κατὰ τὸ προσῆκον φροντίζειν, καὶ κε χρῆσθαι, καὶ ποιεῖν. Ζητητέον τοίνυν, οἷα περὶ τού των οἱ Πατέρες φασὶ, καὶ τὸ εἰκὸς ἀποσώζει. Καὶ λέγει ὁ ἅγιος Μάξιμος· «Ἐπειδὴ ἡ ψυχὴ δι' ἑαυτὴν, ήτοι τὴν αὐτῆς οὐσίαν, ἔστι λογική τε καὶ νοερά, καὶ αὐθυπόστατος πάντως ἐστίν. Εἰ δὲ αὐθυπόστατες, δι' ἑαυτὴν φύσει, καὶ καθ᾿ ἑαυτὴν, καὶ μετὰ σώματος ενεργήσει, νοοῦσα κατὰ φύσιν καὶ λογιζομένη, καὶ οιδέποτε παυομένη τῶν φυσικῶς αὐτῇ προσουσῶν νοερῶν δυνάμεων· τὰ γὰρ φύσει τῷ ὁπωσοῦν ὄντι
col. 757–758page 62 of 89
PG 147:757προσόντα, ἕως ἔστι καὶ ὑφέστηκεν, ἀναφαίρετα τυγχάνει. Η ψυχὴ οὖν, ἀεί τε οὖσα ἀφ᾽ οὗ γέγονε, καὶ ὑφισταμένη, διὰ τὸν οὕτως αὐτὴν δημιουργήσαντα Θεὸν, ἀεὶ νοεῖ, καὶ λογίζεται, καὶ γινώσκει, καὶ καθ' ἑαυτὴν, καὶ μετὰ σώματος, δι' ἑαυτὴν, καὶ τὴν ἑαυτῆς φύσιν. Οὐδεὶς οὖν εὑρεθήσεται λόγος, δ τὴν ψυχὴν τῶν προσόντων αὐτῇ φυσικῶς, καὶ οὐ διὰ τὸ σῶμα, μετὰ τὴν τούτου λύσιν, ἀλλοτριῶσαι δυ νάμενος. Επεὶ οὖν τὸν νοῦν καὶ τὴν διάνοιαν ἐπι γινώσκομέν τε καὶ παρὰ τῶν ἁγίων μυσταγωγούμε α, καὶ κατὰ τὸν νῦν αἰῶνα, καὶ κατὰ τὴν μέλλοντα, περὶ Θεὸν κινεῖσθαι καὶ συνεργείν [σ. ἐνεργεῖν] τὰς δ' ἄλλας δυνάμεις κατὰ τὸν παρόντα καὶ μόνον αἰῶνα, ὡς ἰδίας αὐτῷ δέον καὶ τὴν ψυχὴν, οἷα Εν τεχνον κυβερνήτην, καὶ τὸ κῦρος τούτων φυσικῶς ἔχουσαν, καὶ μὴ κατὰ τὸ παρὸν εἰρημένην [Ισ. χρη μένην], μόνον διενεργεῖν, ἀλλὰ κατὰ τὸ μέλλον μά λιστα, τὸν νοῦν, καὶ τὴν διάνοιαν ὁλοτρόπως σπεύδειν; ἀνατείνειν πρὸς τὸν Θεὸν, καὶ κινεῖν, καὶ συνάπτειν, ἐν τῷ τῆς καθαρᾶς προσευχῆς, καὶ τῆς νοερᾶς, καὶ ἐνιαίας, καὶ ἁπλῆς ἐργασίας καιρῷ, τῆς δὲ φαντασίας τοκαθόλου τοῦτον χωρίζειν, καὶ τῶν ἄλλων δυ νάμεων· κατὰ γὰρ τὸν ἅγιον Νεῖλον, «Κατάστασίς» ἐστι προσευχῆς, ἕξις ἀπαθής· ἔρωτι ἀκροτάτῳ, εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον, καὶ πνευματικὸν νοῦν.» Οὕτω καὶ γὰρ πράττουσα ή ψυχή, τὸ εἰκὸς αὐτῇ, καὶ τίμιον ἀξίωμα, ἔσεται διαφυλάττουσα, *Ετι περὶ νοός. ο'. Ωσαύτως δὲ δεῖ καὶ αὐτὸν τὸν νοῦν, ὡς ἀμερῆ, καὶ ἁπλῆν, καὶ αὐτοτελῆ ὄντα οὐσίαν, καθαρὰν, και φωτοειδῆ, ἑαυτὸν τηρεῖν καὶ φυλάσσειν ἀμέτυχον, καὶ μεμερισμένον ταύτης, ήγουν τῆς φαντασίας, ὡς καὶ αὐτὸν ἀφ' ἑαυτοῦ δύναμιν φυσικήν κεκτημένον εἰς τοῦτο, καὶ εἰς τὸ ἀσχέτως πρὸς ἑαυτὸν ἀνα πολεῖν, καὶ συστρέφεσθαι, καὶ κινεῖσθαι. Τοῦτο γάρ ἐστιν ἡ στάσις τοῦ νοῦ, ὅ παρὰ τῆς θείας αὐτῷ ἐγγί. νεται χάριτος, κατὰ τὸν τῆς Κλίμακος λέγοντα· «Τὸ στῆσαι τὸν νοῦν, μόνον τοῦ ἁγίου Πνεύματός ἐστι. ο Καν γὰρ καὶ καθὴ δύναμις ὧν ὁ νοῦς τῆς ψυχῆς, καὶ ὑπ' αὐτῆς κινῆται καὶ ἄρχηταί πως, ἀλλ' οὖν γε καὶ ὀφθαλμὸς αὐτῆς ἔστι τε καὶ ὀνομάζεται, και γε ἰδίαν τινὰ δύναμιν φυσικὴν ἁπλῆν, καὶ αὐτοτελή, ὡς εἴπομεν, πλουτεί. Διά τοι τοῦτο, καὶ ὁπηνίκα κατὰ φύσιν σχετικῶς πρός τε τὴν ψυχὴν, καὶ τὰς αὐτῆς δυνάμεις διατελεί διακείμενος, τότε δὴ καὶ δυνάμει νοῦς ἐστιν, ὅπερ καὶ ψυχικὸς ἄνθρωπος κέκληται. Οπόταν δὲ τὴν ἰδίαν φυσικὴν, καὶ ἁπλῆν οὐσιώδη ἀναλάβῃ ἀξίαν, καὶ φαιδρότητα, τὴν ἀμερή, καὶ αὐτ τοτελή, καὶ αὐτοδέσποτον, ήγουν ἀπαλλαγῇ τῶν τε σωματικῶν, καὶ ψυχικῶν φυσικῶν σχέσεων, καὶ κι νήσεων, καὶ ἀπὸ τοῦ δυνάμει νοῦς εἶναι, εἰς τὸ ἐνερ γεία νοῦς γενέσθαι ἀξιωθῇ, ἤτοι εἰς τὸν ὑπὲρ φύσιν, καὶ πνευματικὸν προκύψῃ ἄνθρωπον, τότε δὴ ἀεὶ πρὸς ἑαυτὸν ἀκλινῶς ἐπανέρχεται, καὶ δι᾿ ἑαυτοῦ, πρὸς τὴν τοῦ Θεοῦ ἔννοιαν ἀσχέτως ἀναβαίνει πάν τη, καὶ ἀπολύτως, τὴν ἀδιαμόρφωτον, καὶ ἀνείδεον, καὶ ἁπλῆν, ὥς φησιν ὁ μέγας Βασίλειος· «Νοῦς μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, επάνεισι μὲν πρὸς ἑαυ τὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν τοῦ Θεοῦ ἔννοιαν ἀναβαί
col. 759–760page 63 of 89
PG 147:759κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλ. λαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει.» Καὶ οὕτω γοῦν καὶ τὸ κατ' εἰκόνα, καὶ καθ' ὁμοίως σιν αὐτοῦ ὁ νοῦς ἀναλαμβάνει, καὶ ἀποσώζει, νοῦς ὢν, καὶ δι' ἑαυτοῦ ἀμέσως νοερώς, τῷ θείῳ τῷ, δηλαδὴ τῷ Θεῷ, ἐνούμενός τε καὶ συγγινόμενος. Αύτη δέ ἐστιν ἡ ἐργασία, ἡ κατὰ κύκλον κίνησις, δηλονότι, ἡ πρὸς αὐτὸν τὸν νοῦν ἑαυτοῦ ἐπάνοδος, καὶ στροφή, καὶ ἔνωσις, καὶ ἡ δι᾿ ἑαυτοῦ, πρὸς τὸν Θεὸν, ἥτις καὶ μόνη τῷ ὄντι πέφυκεν ἁπλανὴς, καὶ ἄπταιστος, ὡς άσχετος οὖσα, καὶ ἄμεσος, καὶ ὑπὲρ νόησιν ἔνωσις, καὶ ὑπὲρ δρασιν δρασις. Καὶ λέγει ὁ μέγας διονύσιος· ι Ψυχής κίνησίς ἐστι, κυκλική μεν, ἡ εἰς ἑαυ τὴν εἴσοδος ἀπὸ τῶν ἔξω, καὶ τῶν νοερῶν αὐτῆς δυνάμεων ἡ ἐνοειδής συνέλιξις, ὥσπερ ἄν τιν κύκλῳ, τὸ ἀπλανὲς αὐτῇ δωρουμένη, καὶ ἀπὸ τῶν πολλῶν τῶν Εξωθεν αὐτήν· ἐπιστρέφουσα, καὶ συνάγουσα πρώτ τον εἰς ἑαυτὴν, εἶτα ὡς ἐνοιδῆ γενομένην, ἐνοῦσα ταῖς ἐνιαίως ἡνωμέναις δυνάμεσι, καὶ οὕτως ἐπὶ τὸ καλὸν, καὶ ἀγαθὸν χειραγωγούσα, τὸ ὑπὲρ πάντε τὰ ὄντα, καὶ ἐν καὶ ταυτὸν, καὶ ἄναρχον, καὶ ἀτελεύ. τητον. Ελικοειδῶς δὲ ψυχὴ κινεῖται, καθ' ὅσον οἱ. χείως ἑαυτῇ τὰς θείας ἐλλάμπεται γνώσεις· οὐ νος ρῶς, καὶ ἐνιαίως, ἀλλὰ λογικῶς, καὶ διεξοδικῶς, καὶ στον συμμίκτοις, καὶ μεταβατικαῖς ἐνεργείαις. Την κατ' εὐθεῖαν δὲ, ὅταν οὐκ εἰς ἑαυτὴν εἰσιοῦσα, καὶ ἑνικῇ νοερότητι κινουμένη· τοῦτο γὰρ, ὡς ἔφην, ἔστι τὸ κατὰ κύκλον. ᾿Αλλὰ πρὸς τὰ περὶ αὐτὴν πρωτοῦ σα, καὶ ἀπὸ τῶν ἔξωθεν, ὥσπερ ἀπό τίνων συμβό cίων πεποικιλμένων καὶ πεπληθυσμένων ἐπὶ τὰς ἁπλᾶς καὶ ἡνωμένας ἀνάγηται θεωρίας.» Καὶ ὁ ἅγιος Μάξιμος· «Τὴν ἄμεσον λαβὼν ἔνωσιν πρὸς τὸν Θεὸν ὁ νοῦς, τὴν τοῦ νοεῖν, καὶ νοεῖσθαι κατά φύ σιν παντελῶς δύναμιν έχει σχολάζουσαν· όπηνίκα γοῦν ταύτην λύσῃ, νοήσας τι τῶν μετὰ Θεὸν, διεκρίθη, τεμὼν τὴν ὑπὲρ νόησιν ἔνωσιν, καθ᾿ ἣν ἕως ἐστὶ τῷ Θεῷ συνημμένος, ὡς ὑπὲρ φύσιν, καὶ τῇ μεθέξει θεσ γεγενημένος, καθάπερ ὄρος ἀκίνητον, ἑαυτοῦ τὸν τῆς φύσεως μετατίθησι νόμον.» Καὶ αὖθις· «Νοῦς και θαρός, τῇ περὶ τὴν αἰτίαν ἐνώσει σχέσιν ἔλαβεν ὑπὲρ νόησιν, καθ᾿ ἣν ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν αὐτοῦ φυσικὴν κίνησίν τε καὶ σχέσιν, μόνης ἀγνώστως ἀντέχεται, κατὰ τὴν άφθεγκτον λῆξιν γεγενημένος, τῆς ὑπὲρ νόησιν παρ μακαρίστου σιγῆς, ἣν δηλῶσαι πεντελῶς οὐ δύναται λόγος, ἡ νόησις, ἀλλὰ μόνη κατά μέθεξιν ή πεῖρα, τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεων, ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον, ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις.» Πρὸς τοῦτο τοί νυν μὴ συνεργούμενος ὁ νοῦς παρὰ τῆς ψυχῆς, ἤτοι τὸ πρὸς Θεὸν ἀεὶ κινεῖσθαι, μήτε ἀφ' ἑαυτοῦ κατορθῶν, καὶ διενεργῶν τὸ οἰκεῖον, ἤγουν, τὸ πρὸς ἑαυτὸν Επανέρχεσθαι, καὶ οὕτως ἀσχέτως εἰς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνειν, μᾶλλον δὲ μὴ παρ' ἑκατέρων τοῦτο καρπούμενος, ἀλλὰ τῇ φαντασίᾳ ἐνούμενος, ἤδη λοιπὸν καὶ ποικίλλεται, καὶ μακρὰν ἀπέχει τοῦ Θεοῦ.
col. 761–762page 64 of 89
PG 147:761*Ετι περὶ καθαρᾶς προσευχής. θα'. Καὶ λέγει ὁ ἅγιος Νείλος· «Αγωνίζου στη σαι τὸν νοῦν σου κατὰ τὸν καιρὸν τῆς προσευχῆς, χωρὸν καὶ ἄλαλον, καὶ οὕτω δυνήσῃ προσεύξασθαι ἔτι ἐγὼ τὸ ἐμὸν λέξω, δ καὶ νεωτέροις είρηκα· μα κάριός ἐστιν ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῇ; τελείαν ἀμορφίαν ἐκτήσατο. ι Καὶ ὁ ἅγιος Φιλέ θεος· ο Σπάνιόν ἐστιν εὑρεῖν, τοὺς τῷ λογικῷ ἡσυχάζοντας, κακείνων μόνων ἐστὶν, οἵτινες τὴν θείαν χαρὰν καὶ παράκλησιν, διὰ τοῦδε τοῦ πράγματος ἐν ἑαυτοῖς ἔχειν διαπαντός μηχανῶνται. «Καὶ ὁ μέγας δὲ Βασίλειος Εὐχὴ καλή, ἡ ἐνεργῇ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνή μης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται, ἀλλὰ πάντα ἀποφεύγων ὁ φιλό θεος ἐπὶ Θεὸν ἀναχωρῇ.» *Οτι ἄλλο ἀπάθεια νοὸς, καὶ ἕτερον προσευχὴ ἀληθὴς, δ καὶ μείζον. Ει οβ. Ιστέον τοίνυν καὶ τοῦτο, ὡς, εἴπερ καὶ κατὰ τὸν ἅγιον Μάξιμον, «Οὐ δύναται ὁ νοῦς ἐκ μόνης τῆς πράξεως ἀπαθὴς γενέσθαι, ἐὰν μὴ διαδέχωνται αὐτὸν πολλαὶ καὶ ποικίλαι θεωρίαι, ἀλλ᾽ οὖν πάλιν, κατά γε τὸν θειότατον Νεῖλον, ἔνεστι καὶ ἀπαθῆ γε γενημένον, καὶ μὴ προσεύχεσθαι ἀληθῶς, ἀλλὰ ποικίλλεσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ. Φησὶ γὰρ οὗτος ὁ Πατὴρ περὶ τοῦ τοιούτου οὕτω· ι Κἂν ὑπὲρ τὴν σωματικὴν θεωρίαν ὁ νοῦς γένηται, οὔπω τέλειον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοημάτων εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν. ο Ετι· Οὐχὸ ἀπαθείας τετυχηκώς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασιν εἶναι, καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περι σπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ. Ετι· «Οὐκ ἂν ὅτι μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τό πον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτ των, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν· ἅπερ εἰ καὶ ψιλὰ βήματά εἰσιν, ἀλλ' ὡς πραγμάτων όντα θεω ρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν ἀπὸ Θεοῦ.» λέγει δὲ καὶ ὁ τῆς Κλίμακος· «ἂν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι Κυρίῳ κυρίως ἐνώπιοι ἐνωπίῳ λαλοῦσιν, ὡς οἱ πρὸς τὸ οὖς τοῦ βασιλέως· ἐκ δὲ τούτων καὶ τῶν τοιούτων, δύνασαι, ἀκριβῶς συνιδεῖν, τὴν τῶν ἑκατέρων πολιτειών δια φοράν, καὶ ἀσύγκριτον σύγκρισιν, τῆς κατὰ παραδοχὴν, φαμέν, καὶ τῆς κατ' ἐπιβολήν. Τῆς μὲν γὰρ βρ γον. μελέται· καὶ πολλαὶ, καὶ ποικίλαι θεωρίας. Τῆς δὲ ἐργασία, ἡ ἀληθὴς προσευχή. Πρὸς δὲ, καὶ ὅτι ἄλλο νοὸς ἀπάθεια, καὶ ἕτερον προσευχὴ ἀληθής.» Ετι τε ὡς ὁ ἔχων τὴν ἀληθῆ προσευχὴν κατὰ τοὺς ἁγίους, κατὰ πᾶσαν ἀνάγκην καὶ τὸν νοῦν ἀπαθῆ κει κτῆσθαι πέφυκεν, οὐ μὴν δὲ, καὶ ὁ ἔχων μόνον τὸν νοῦν ἀπαθῆ, δεδύνηται κεκτῆσθαι καὶ τὴν ἀληθῆ προσ ευχήν. Καὶ ταῦτα μὲν οὕτως· ὁ δὲ λόγος ἐπανερχέσθω πρὸς τὰ προκείμενα. Ἐπεὶ οὖν οὐ μόνον παρὰ τὰ
col. 763–764page 65 of 89
PG 147:763προειρημένα, ἀλλὰ καὶ αὐτὴ ἡ μνήμη τῶν ἀγαθῶν τα καὶ ἐναντίων, ἐκτυποῦν ἀθρόως τὸν νοῦν καὶ πρὸς φαντασίαν ἄγειν εἴωθέ πως, δεῖ καὶ περὶ τούτου Ολίγον διασημᾶναι. "Ετι περὶ φαντασιῶν, καὶ ἐκτυπωμάτων τοῦ νοῦ καὶ τῶν τῆς πλάνης καὶ τῆς ἀληθείας ση μείων· τίνα τὰ τῆς πλάνης σημεία. ογ'. Ἡσυχάζων, καὶ μόνος βουλόμενος εἶναι μετὰ μόνου τοῦ Θεοῦ, μηδέ ποτε παραδέξῃ εἴ τι δ' ἂν ἴδης αἰσθητόν, ἢ νοερόν, ἔσωθέν σου, ἢ ἔξωθεν, κἂν εἶδος δήθεν Χριστοῦ, ἢ ἀγγέλου, ἢ ἁγίου μορφήν, ή φω τὸς ἐκτύπωμα, φανταζόμενον τῷ νοῖ· ἀλλὰ μένε ἀπιστῶν, καὶ βαρούμενος εἰς τοῦτο, κἂν ἀγαθὸν εἴη, πρὸ ἐρωτήσεως, ὡς εἴπομεν, τῶν ἐμπείρων τοῦτο γὰρ ὠφελιμώτατον, καὶ Θεῷ προσφιλέστατόν τε καὶ εὐ απόδεκτον. Εσο δὲ ἀεὶ τηρῶν σου τὸν νοῦν, ἄχροον, αμόρφωτον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον, ἄποσεν, καὶ μόνα τῆς προσευχῆς ῥήματα προσέχων, καὶ με λετῶν, καὶ διανοούμενος, ἔνδον τῆς καρδιακῆς κινή σεως, κατὰ τὸν τῆς Κλίμακος φάσκοντα· «Αρχὴ μὲν προσευχῆς, προσβολαί μονολογίστως διωκόμεναι ἐκ προοιμίων αὐτῶν· μεσότη; δὲ, τὸ ἐν τοῖς λεγομένοις καὶ μόνοις εἶναι τὴν διάνοιαν· τέλος δὲ ταύτης, ἀρ παγὴ πρὸς Κύριον.» Καὶ ὁ ἅγιος δὲ Νεῖλος οὕτω φη σίν· «Εστι μὲν προηγουμένη τῶν τελείων προσευχή, ἁρπαγή τις τοῦ νοῦ, καὶ τῶν κατ' αἴσθησιν ἔκστασις ὁλοσχερής, στεναγμοῖς ἀλαλήτοις τοῦ πνεύματος ε τυγχάνοντος τῷ Θεῷ, τῷ βλέποντι τὴν τῆς καρδίας διάθεσιν, ἀναπτυσσομένην ὥσπερ ἐγγράμματον βι βλίον, καὶ τύποις ἀφθόγγοις τὸ ἑαυτῆς ἐμφανίζου σαν βούλημα. Οὕτως ἕως τρίτου ηρπάγη ὁ Παῦλος Cὐρανοῦ, εἴτε ἐν σώματι ἦν, εἴτε ἐκτὸς τοῦ σώματος ἀγνοῶν· οὕτως ὁ Πέτρος ἀνελθὼν ἐπὶ τὴ δῶμα τοῦ προσεύξασθαι, τὴν ὀπτασίαν τῆς ὀθόνης εἶδεν. Η δευτέρα δὲ μετὰ τὴν πρώτην ἐστὶ προσευχή, τὸ λέ γειν τὰ βήματα, παρακολουθοῦντος τοῦ νοῦ μετά και τα ύξεως, καὶ εἰδότος ᾧ προσάγει τὴν δέησιν. μεσολαβουμένῃ δὲ προσευχή, καὶ πεφυρμένη φροντίσι σωματικαῖς, τῆς τοῦ προσευχομένου ἀφέστηκε κατα στάσεως.» Μένων τοίνυν ἐν τούτοις, τάλλα μὴ παρα δίχου, ἕως καιροῦ εἰρήνης παθῶν, καὶ ἐρωτήσεως, ὡς προλέλεκται, τῶν ἐμπείρων, καὶ ταῦτα μὲν ἅπερ προείπομεν, καὶ τὰ τούτοις παρόμοια, τὰ τῆς πλάνης διὰ βραχέος σήμαντρα. Ορα δὲ καὶ τίνα τὰ τῆς ἀληθείας σημεῖα. Τὰ δέ γε τῆς ἀληθείας, καὶ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ Πνεύματος, σημεῖα, ἀγάπη, Dχαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, εγκράτεια, καὶ τὰ ἑξῆς, ὥς φησιν ὁ θεῖος Απόστολος, καρποὺς ἀποκαλῶν αὐτὰ τοῦ θείου Πνεύματος. Λέγει δὲ καὶ αὖθις· «Ως τέκνα τω τὸς περιπατεῖτε. • Ο γὰρ καρπὸς τοῦ Πνεύματος, ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, ων ἅπαν τούναντίον ἡ πλάνη κέκτηται. Λέγει δὲ καί τις τῶν θεοσόφων, ερωτηθείς παρά τινος, οὕτω·. Περὶ σωτηρίας ἁπλανῆ τρίβον, ὡς εἴρηκας, ἀγαπητέ, πολλαί εἰσιν ὁδοὶ αἱ ἀπάγονται εἰς τὴν ζωὴν, καὶ πολλαὶ αἱ πρὸς θάνατον. Καὶ προϊών, ἔχεις μίαν ὁδὸν ἀπάγουσαν πρὸς ζωήν, τὴν τῶν ἐντολῶν Χριστοῦ τήρησιν· ἐπὶ ταύταις ταῖς ἐντολαῖς εὑρήσεις πίσιν ἀρετῆς ἰδέαν· ἐξαιρέτως δὲ, τὰ τρία ταῦτα· ταπείνωσιν, ἀγάπην, καὶ ἔλεος· τούτων χωρίς, οὐδεὶς βα
col. 765–766page 66 of 89
PG 147:765ται τὸν Κύριον.» Καὶ μετὰ βραχέα· «Ταῦτα τὰ τρία, ἀκαταμάχητα ὅπλα κατὰ τοῦ διαβόλου, ἅπερ ἡ ἁγία Τριὰς ἡμῖν ἐδωρήσατο, ταπείνωσιν λέγω, ἀγάπην, καὶ ἔλεος, εἰς ἅπερ οὐδὲ ἀντιβλέψαι δύναται πᾶς ὁ τῶν δαιμόνων ἐσμός. Οὐκ ἔστι γὰρ παρὰ τούτοις τα πεινώσεως ἴχνος, οἴ γε διὰ τὴν ἔπαρσιν ἐξοφώθησαν, καὶ πῦρ αὐτοῖς ἡτοιμάσθη αἰώνιον. Που παρὰ τού-? τοῖς ἀγάπης, ἡ ἐλέους σκιά, οἱ πρὸς τὸ γένος τῶν ἀνθρώπων, ἄσπονδον τὴν ἔχθραν ἐκτήσαντο, καὶ δι ηνεκώς πολεμεῖν οὐ παύονται; Τούτοις λοιπὸν τοῖς ὅπλοις θωρακισθῶμεν, ἅπερ ὁ περιφέρων, ἀνάλωτος τοῖς πολεμίοις καθέστηκε. Καὶ μετ' ολίγα Ταύτην τὴν τρίπλοκον σειράν, ἢν ἡ ἁγία Τριὰς ἐξύφανε καὶ συνέπλεξεν, ὁρῶμεν καὶ τρία οὖσαν, καὶ ἕν. Τρία μὲν τοῖς ὀνόμασιν, εἰ δὲ βούλει, καὶ ταῖς ὑποστάσεσιν·: ‹ ἐν δὲ, τῇ δυνάμει καὶ ἐνεργείᾳ, καὶ τῇ πρὸς Θεὸν ". › ἐγγύτητι, καὶ νεύσει, καὶ οἰκειότητι.» Περὶ τούτων • ".» εἴρηκεν ὁ Δεσπότης, ὅτι. Ο ζυγός μου χρηστός ● ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν· ν καὶ ὁ ἠγαπημένος· «Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσί.» Καὶ μετά τινα· «Τούτου ἕνεκα ψυχὴ ἡ ἀνακραθείσα Θεῷ δια βίου καθαρότητα, καὶ τῆς τῶν ἐντολῶν φυλακῆς, καὶ τῶν τριῶν τούτων ὅπλων, ἅπερ εἰσὶν αὐτὸς ὁ Θεός, τὸν Θεὸν αὐτὸν ἐνεδύσατο, καὶ γέγονε θέσει θεός, διὰ ταπεινώσεως, ἐλέους τε καὶ ἀγάπης, καὶ τὴν ὑλικὴν δυάδα περάσας, καὶ ὑπεραναβὰς τὸ τοῦ νόμου κεφάλαιον, τὴν ἀγάπην λέγω, τῇ ὑπερουσίῳ καὶ ζωαρχικῇ Τριάδι συνήφθη, εντυγχάνων ἀμέσως, φωτὶ φῶς προσλαμβάνων, καὶ εὐφραινόμενος χαραν ἀδιάδοχον καὶ αἰώνιον. ο 'Αλλ' ἀπόχρη καὶ περὶ τού των· εἰκὸς δὲ ὥσπερ ἄρα περὶ τῶν τῆς πλάνης καὶ τῆς ἀληθείας διεμνημονεύσαμεν ὡς ἀπὸ μέρους γνωρισμάτων καὶ καρπῶν (ὅθεν καὶ ἐξ αὐτῶν, ἤτοι τῶν καρπῶν, κατὰ τὸν θεῖον Παῦλον ἐπιγνωσόμεθά πως τοὺς ἐνεργουμένους, οἷου πνεύματος εἰσιν), οὕτω καὶ περὶ τῆς ἐξ ἑκατέρων παρακλήσεως, τῆς θείας, φαμέν, καὶ ἀληθοῦς χάριτος, καὶ τῆς ἐπιπλάστου, καὶ ἐναντίας, χρήσεσι Πατρικαῖς δέον μικρόν τι διασημᾶναι. Λέγει τοίνυν περὶ ταύτης οὕτως ὁ θεῖος Διάδοχος" Περὶ παρακλήσεως θείας, καὶ ἐπιπλάστου. οδ'. «Ὅταν ὁ νοῦς ἡμῶν ἄρξηται τῆς τοῦ ἁγίου Πνεύματος αἰσθάνεσθαι παρακλήσεως, τότε καὶ ὁ Σατανᾶς ἐν ἡδυφανεί τινι αἰσθήσει, ἐν ταῖς νυκτεριναῖς ἡσυχίαις, ὅτε τις ὥσπερ εἰς ὕπνου τινὸς λεπτοτάτου ἔρχεται ροπήν, τὴν ψυχὴν παρακαλεῖ. Ἐὰν οὖν ἐν θερμῇ λίαν μνήμῃ εὑρεθῇ κρατῶν ὁ νοῦς τὸ ὄνομα τὸ ἅγιον τοῦ Κυρίου Ἰησοῦ, καὶ ὥσπερ ὅπλῳ κέχρηται κατὰ τῆς ἀπάτης τῷ ἁγίῳ καὶ ἐνδόξῳ ἐκείνῳ ὀνόματι, ἀναχωρεῖ μὲν ὁ πλάνος τοῦ δόλου εἰς πόλεμον δὲ λοιπὸν ἐνυπόστατον ἐξάπτεται τῆς ψυχῆς. Ὅθεν ἐπιγινώσκων ὁ νοῦς τὴν ἀπάτην ἀκρι Εως τοῦ πονηροῦ, πλέον εἰς τὴν πεῖραν προκόπτει τῆς διακρίσεως.» Καὶ αὖθις·. Ἡ ἀγαθὴ παράκλησις, ἐγρηγορότος τοῦ σώματος γίνεται· ἢ καὶ εἰς ὕπνου τινὸς μέλλοντος ἔρχεσθαι ἔμφασιν, ὅτε τις ἐν θερμῇ μνήμῃ τοῦ Θεοῦ, τῇ αὐτοῦ ὥσπερ κεκόλλητα: ἀγά πῃ· ἡ δὲ τῆς πλάνης εἰς λεπτόν τινα ἀεὶ, ὡς εἶπον, ὕπνον ἐλθόντος τοῦ ἀγωνιστοῦ, μετὰ μέσης μνήμης
col. 767–768page 67 of 89
PG 147:767^ τοῦ Θεοῦ. Ἡ μὲν γὰρ ὡς ἐκ Θεοῦ οὖσα, φανερῶς τὰς ψυχὰς τῶν τῆς εὐσεβείας ἀγωνιστῶν, ἐν ἐκχύσει πολλῇ τῆς ψυχῆς, παρακαλεῖν πρὸς τὴν ἀγάπην θέλει αὐτοῦ. Ἡ δὲ, ἐπειδὴ ἐν ἀνέμῳ τινὶ πλάνης ῥιπίζειν τὴν ψυχὴν εἴωθε, κλέπτειν διὰ τοῦ ὕπνου τοῦ σώμα τος τὴν πεῖραν τῆς αἰσθήσεως τοῦ ὑγιαίνοντος νοῦ ἐπιχειρεῖ, ὅτε μάλιστα περὶ τὴν μνήμην τοῦ Θεοῦ χλιαρῶς ἔχει. Ἐὰν οὖν εὑρεθῇ ὁ νοῦς, ὡς εἶπον, μεμνημένος προσεχῶς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, σκορπίζει μὲν τὴν αὖραν ἐκείνην τὴν ἡδυφανῆ του έχθροῦ, χαίρων δὲ εἰς τὸν κατ' αὐτοῦ κινεῖται πόλε μου, ὡς ὅπλον ἔχων δεύτερον λοιπὸν δεξιὸν μετὰ τὴν χάριν, τὸ ἐκ τῆς πείρας καύχημα. Καὶ πάλιν· Ἐὰν ἀναμφιβόλῳ καὶ ἀφαντάστῳ κινήσει ἡ ψυχὴ πρὸς τὴν ἀγάπην ἐξάπτηται τοῦ Θεοῦ, ἔλκουσα ὥσπερ καὶ τὴ σῶμα εἰς τὸ βάθος τῆς ἀγάπης ἐκείνης τῆς ἀρξή του, ἐγρηγοροῦντος, ή, ᾧ είρηκε τρόπῳ, εἰς ὕπνον έρχο. μένου τοῦ ὑπὸ τῆς ἁγίας χάριτος ἐνεργουμένου, μη δὲν ἄλλο τότε ὅλως ἐννοοῦσα, ἡ τοῦτο μόνον εἰς ὅπερ κινεῖται, εἰδέναι δεῖ τοῦ ἁγίου Πνεύματος εἶναι τὴν ἐνέργειαν· ἡδυνομένη γὰρ ὅλη ὑπ' ἐκείνης τῆς ἀφρά. στου γλυκύτητος, οὐδὲν ἕτερον δύναται τότε ἐννοεῖν, ἐπειδὴ ἀνενδότῳ τότε εὐφραίνεται χαρᾷ. Ἐὰν δὲ ἀμφιβολίαν ὅλως, ἡ ῥυπαρὰν τινα ἔννοιαν ὁ νοῦς ἐν τῷ ἐνεργεῖσθαι συλλάβῃ, εἰ καὶ τῷ ἁγίῳ κέχρηται ὀνόματι πρὸς ἄμυναν τοῦ κακοῦ, καὶ οὐχὶ μᾶλλον πρὸς ἀγάπην μόνον τοῦ Θεοῦ, δεῖ νοεῖν, ὅτι ἐκ τοῦ ἀπατεῶνός ἐστιν ἐκείνη ἡ παράκλησις, χαρᾶς ἐμφά σει. Ἡ δὲ χαρὰ ἐκείνη, ἄποιός ἐστι καὶ ἀδιάθετος όλη, θέλοντος μοιχεύεσθαι τοῦ ἐχθροῦ τὴν ψυχήν. Οταν γὰρ ἴδῃ τὸν νοῦν τῇ πείρᾳ τῆς αὐτοῦ αἰσθήσεως ἀκριβῶς καυχώμενον, τότε παρακλήσεσί τισιν, ὡς ἔφην, χρηστοφανέσι προσκαλεῖται τὴν ψυχήν, ἵνα διαφορουμένης αὐτῆς ὑπὸ τῆς χαύνης ἐκείνης καὶ καθύγρου ἡδύτητος, ἀγνώριστος αὐτῇ γένηται ἡ μίσ ξις του δολίου. Ἐκ τούτου οὖν γνωσόμεθα τὸ πνεῦ μα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης. Αδύ νατον μέντοι, ἢ τῆς θείας χρηστότητος ἐν αἰσθήσει γεύσασθαί τινα, ἢ τῆς τῶν δαιμόνων πικρίας αἰσθητῶς πειρασθῆναι, εἰ μή τις ἑαυτὸν πληροφορήσει, τὴν μὲν χάριν, εἰς τὸ βάθος τοῦ νοῦ κατεσκηνωκέναι, τὰ δὲ πονηρὰ πνεύματα, περὶ τὰ μέλη τῆς καρδίας ἐνδιατρίβειν, ὅπερ οὐδέ ποτε θέλουσι παρὰ ἀνθρώποις πιστευθῆναι οἱ δαίμονες, ἵνα μὴ ὁ νοῦς τοῦτο εἰδὼς ἀκριβῶς, τὴν μνήμην τοῦ Θεοῦ κατ' αὐτῶν ὁπλίζηται. Εχεις ήδη καὶ περὶ τούτου τὸ ἱκανὸν, καὶ ἀρκέσθητι τὸ γὰρ πέρα Γαδείρων, οὐ περατὸν, καὶ, μέλι εὑρών, ὀλίγον φάγε, ἵνα μὴ ἐμπλησθεὶς, ἐμέ σῃς αὐτό. Περὶ ἡδονῆς θείας, τῆς ἐκ τῆς καρδίας πηγαζομένης. οςʹ. Μᾶλλον δὲ εὔκαιρον οἰκειοτέρως εἰπεῖν· Τίς ἀναγγελεῖ γλυκύτητα μέλιτος, τοῖς μήπω γευσαμέν νοις, καὶ πολλῷ πλέον ἀσυγκρίτως, ἡδονὴν θείαν καὶ εὐφροσύνην ὑπερφυᾶ καὶ ζωήῤῥυτον, τὴν ἐκ τῆς καρδιακής καθαρᾶς, καὶ ἀληθοῦς προσευχῆς πηγαζομένην, καὶ ἀλλομένην ἀείβλυτα; ὥς φησιν ὁ θεάν θρωπος Ἰησοῦς· «Ος ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ
col. 769–770page 68 of 89
PG 147:769ὕδωρ δ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος 4. > ἀλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ αὖθις· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. — Ο πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν, ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος,» λέγει ὁ Ἐπιστήθιος, ε δ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· κ καὶ ὁ μέγας Παῦλος· «Εξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὰς καρδίας ἡμῶν, κράζον· 4662 ὁ Πατήρ, "Οτι ἡ πνευματική αὕτη ἡδονὴ, καὶ πολύσημος ἐστι, καὶ ἀνώνυμος. ος'. Ητις ἡδονὴ πνευματικὴ ὑπερφυής και ζωής φυτος, καὶ ἐνυπόστατος ἔλλαμψις· ὑπὲρ φωτός τε γνόφος, καὶ κάλλος ἀμήχανον, καὶ ὀρεκτῶν τὸ ἀκρό. τατον, ἐποψία τε καὶ θεοπτία, καὶ θέωσις προτεέρη ται μυστικῶς, ἀνέκφραστος μένουσα καὶ μετὰ τὸ φρασθῆναι ὁπωσδήποτε, καὶ ἄγνωστος μετὰ τὴ γνω σθῆναι, καὶ μετὰ τὸ διανοηθῆναι ἀνεπινόητος. Καὶ λέγει ὁ μέγας Διονύσιος· «Κατὰ τοῦτον ἡμεῖς γενέ-:. είναι τὸν ὑπέρφωτον εὐχόμεθα γνόφον, καὶ δι' ἀβλεψίας, καὶ ἀγνωσίας, ἰδεῖν καὶ γνῶναι, τὴν ὑπὲρ θέαν καὶ γνῶσιν, αὐτὸ τὸ μὴ ἰδεῖν, μηδὲ γνῶναι· τοῦτο γάρ ἐστι τὸ ὄντως ἰδεῖν καὶ γνῶναι, καὶ τὸν ὑπερούσιον ὑπερουσίως ὑμνῆσαι, διὰ τῆς πάντων τῶν ὄντων ἀφαι ρέσεως. Ετι Ο θεῖος γνόφος ἐστὶ, τὸ ἀπρόσιτον φῶς, ἐν ᾧ κατοικεῖν ὁ Θεὸς λέγεται, καὶ ἀοράτῳ γε ὄντι, διὰ τὴν ὑπερέχουσαν φανότητα, καὶ ἀπροσίτῳ τῷ αὐτῷ, δι᾽ ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας. Εν τού-C τῳ γίνεται πᾶς, ὁ Θεὸν γνῶναι, καὶ ἰδεῖν ἀξιούμενος αὐτῷ τῷ μὴ ὁρᾷν μηδὲ γινώσκειν, ἀληθῶς, ἐν τῷ ὑπὲρ όρασιν, καὶ γνῶσιν γιγνόμενος· τοῦτο αὐτὸ γινώσκων, ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά. Καὶ ὁ μέγας Βασίλειος Αῤῥητοι παντελῶς, καὶ ἀνεκδιήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί·; οὐ παρίστησι λόγος, οὐ δέχεται ἀκοὴ, κἂν ἐωσφόρου» Ει αὐγὰς εἴπῃς, κἂν σελήνης φαιδρότητα, καν ηλίου φῶς, πάντα άτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπόμενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ ὅσον βαθεῖα νύξ, καὶ στυγνή σκοτομή. νη, μεσημβρίας καθαρωτάτης. Τοῦτο τὸ κάλλος, σαρ κίνοις μὲν ὀφθαλμοῖς ἀθεώρητον, ψυχῇ δὲ μόνῃ καὶ διανοία καταληπτόν. Καὶ εἰ πού τινας περιέλαμψε η τῶν ἁγίων, ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατέλιπεν, οἱ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν, ἔλεγον· Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, καὶ ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε έξω, καὶ ὀφθήσομαι τῷ προσώπω, τοῦ: •! Θεοῦ μου; Καὶ τὸ, Αναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, Ει πολλῷ μᾶλλον κρείσσον. Καὶ, Νῦν ἀπολύεις τὸν δοῦ; λόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὡς δεσμωτήριον τὴν ἐνταῦθα ἡγούμενοι ζωήν οι γε διὰ» τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο, πάσῃ τῇ αἰωνίῳ ζωή, συμπαρεκτείνεσθαι την θεωρίαν τῆς λαμπρότητος τοῦ Κυ; ρίου. Καὶ ὁ Θεολόγος Οὗ ὁ φόβος, ἐντολῶν τήρησις,
col. 771–772page 69 of 89
PG 147:771οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπισ Ει Ει προσθοῦντος τῇ ψυχῇ νέφους, καὶ οὐκ ἐῶντος καθα ρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα, οὗ δὲ κάθαρσις, ἔλλαμψις, ἔλλαμψις δὲ, πόθου πλήρωσις, τοῖς τῶν μεγίστων, ἢ τοῦ μεγίστου, ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις.» Καὶ ὁ Νύσσης θεῖος Γρηγόριος· «Εἰ ἀποκλύσειας δι' ἐπιμελείας βίου, τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ρύπου, ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος, ὥσπερ ἐπὶ τοῦ στο δήρου γίνεσθαι πέφυκεν. Οταν γὰρ δι' ἀκόνης του τοῦ γυμνωθείη ὁ πρὸ ὀλίγου μέλας, αὐγάς τινας ἀπ' ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκ δίδωσιν· οὕτω καὶ ὁ ἔνδον ἄνθρωπος, ἂν καρδίαν όνο μάζει ὁ Κύριος· ἐπειδὰν ἀποξύσηται τὸν ἰώδη ρυ που, τὸν διὰ τοῦ πονηροῦ εὑρῶτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, καὶ ἀγαθὸς ἔσται, τῷ γὰρ ἀγαθῷ, ὅμοιον ἀγαθὸν πάντως ἐπακολουθεῖ.» Καὶ ὁ ἅγιος Νείλος Μακάριος ὁ καταλαβὼν τὴν ἄγνοιαν, τὴν τῆς προσευχῆς ἀχώριστον. ο Καὶ ὁ τῆς Κλίμακος Αβυσσος μὲν πένθους, παράκλησιν ἐθεάσατο, καθαρότης δὲ καρ δίας, ἐδέξατο ἔλλαμψιν, ἔλλαμψί; ἐστιν ἀβόητος ενέρ γεια, ερωμένη ἀοράτως, καὶ νοουμένη ἀγνώστως. Διά τοι τοῦτο καὶ τρισόλβιοι, οἱ κατὰ τὴν πάλαι Μι ρίαν, τὴν ἀγαθὴν ταύτην μερίδα καὶ πολιτείαν ἔχε λεξάμενοι, τὴν πνευματικὴν καὶ ἀναφαίρετον, καὶ τοιαύτης ευκληρίας θεοεικέλλου ἠξιωμένοι, ὥστε μετὰ πολλοῦ, καὶ ἐκστατικοῦ τοῦ γάνους, σὺν τῷ Θείῳ Παύλῳ ἐξεῖναι αὐτοῖς ἀναφανδὸν ἐνθουσιαν ἅμα, καὶ βοἂν τὸν Ὅτε ἡ χρηστότης καὶ ἡ φιλανθρωπία (επεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὴν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακοινώσεως Πνεύματος ἁγίου· οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου καὶ πάλινο Χρίσας ἡμᾶς καὶ σφραγισάμενος, καὶ δοὺς τὸν ἀβο βαβῶνα τοῦ Πνεύματος, εἰς τὰς καρδίας ἡμῶν· καὶ, Εχομεν δὲ τὸν θησαυρὸν τοῦτον, ἐν ὀστρακίνοις σκεύεσιν· ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν.» Κἀκεῖνοι μὲν, οὕτω· γένοιτο δὲ καὶ ἡμῖν, ταῖς ἐκείνων πρὸς Κύριον θεοπειθέσι λιταῖς, ἀπὸ μέρους κατ' ἐκείνους χρηματίσαι· ἐλέει, καὶ χάριτι. "Ετι δεῖ κατὰ πᾶσαν ἀνάγκην, πρῖον εἶναι τὴν καρδίαν, τὸν βουλόμενον ἠκριβωμένως ἡσυχάσαι. οζ'. Σὲ δὲ, ὦ τέκνον, τοῦτο νῦν κατὰ καιρὸν πρὸ τῶν ἄλλων, καὶ μετὰ τῶν ἄλλων δεῖ μαθεῖν, ὅτι ὥσπερ ὁ τοξεύειν μαθεῖν καλῶς ἐθέλων, οὐκ ἄνευ σημείων τὸ τόξον τείνει, οὕτως ὁ ἡσυχάσαι βουλόμενος μαθεῖν, τὸ ἀεὶ πρᾶος εἶναι τὴν καρδίαν, ὡς ση μεῖον ἐχέτω. Καὶ λέγει ὁ ἅγιος Ἰσίδωρος·. Οὐκ ἀρκεῖ πρὸς ἀρετὴν, τὸ ἀσκεῖν, ἀλλὰ χρὴ καὶ μετ τριάζειν πρὸς τὸ ἀσκεῖν. Εἰ γὰρ ἀγῶνα πραότητος μετερχόμενοι, γνώμῃ τοῦτον ταραχώδει ἐγκόπτομεν, οὐδὲν ἕτερόν ἐστιν, ἢ θέλειν μὲν σωτηρίας τυχεῖν, μὴ θέλειν δὲ ποιεῖν τὰ πρὸς αὐτὴν συμβαλλόμενα, ο
col. 773–774page 70 of 89
PG 147:773Καὶ πρό γε τούτου, ὁ θειότατος Δαβίδ· • Οδηγήσει ",»: « πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Καὶ ὁ Σειράχ· ι Τοῖς πραέσιν ἀποκαλύπτονται τὰ μυστή ριζ. Καὶ ὁ γλυκύτατος δὲ Ἰησοῦς· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Καί· ι Επι *?, τίνα ἐπιβλέψω, ἀλλ' ἡ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, ".» καὶ τρέμοντα μου τους λόγους; Καί· ο Μακάριοι οι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, ἤτοι τὴν καρδίαν, καρποφοροῦσαν τῇ χάριτι, ἓν τριάκον. τα, καὶ ἑξήκοντα, καὶ ἑκατόν. Κατὰ τὴν τάξιν, ἀρο χαρίων, μέσων καὶ τελείων· μηδέ ποτε ἐν μηδενὶ ταράττων, ἢ ταραττόμενος, εἰ μή πω περὶ εὐσεβείας ὁ λόγος. Οπως ἂν κατορθωθείη ἡμῖν ἡ πραότης, καὶ περὶ τοῦ τῆς ψυχῆς τριμερούς θυμικοῦ, ἐπιθυμητικοῦ, καὶ λογιστικοῦ. ση'. Τοῦτο δὲ εὐκόλως ἂν κατορθώσαις, πάντα ἐκκλίνων ἅμα, καὶ πρὸς ἀγάπην τὴν ψυχὴν κινῶν, τὰ πλεῖστά τε σιωπῶν, ἐμμέτρως τε σιτούμενος, καὶ ἀεὶ προσευχόμενος, ώς είρηται τοῖς Πατράσιν Οτι τὸ θυμικόν τῆς ψυχῆς, ἀγάπῃ χαλίνωσον καὶ τὸ ἐπιθυμητικόν αὐτῆς ἐγκρατείᾳ μάραναν· καὶ τὸ λογιστικὸν αὐτῆς τῇ προσευχῇ πτέρωσον· καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦται ποτε.» Και, ο θυμοῦ μὲν χαλινός, ἡ εὔκαιρος σιωπή· ἀλόγου δὲ ἐπιθυμίας, ἢ ἔμμετρος ἐδωδή· δυσκαθέκτου δὲ λογισμού, ἡ μονολόγιστος προσευχή.» Καὶ αὖθις· «Τρεῖς εἰσιν ἀρεταί, αἵτινες χορηγοῦσι φῶς τῷ νῷ διαπαντὸς· τὴ μὴ εἰδέναι πονηρίαν ἀνθρώπου τινός· τὸ ὑπο φέρειν τὰ ἐπερχόμενα αταράχως· καὶ τὸ ἀγαθοποιῆσαι τοὺς κακοποιοῦντας. Αἱ τρεῖς αὗται ἀρεταὶ γεν νῶσιν ἄλλας τρεῖς ἀρετὰς μείζονας αὐτῶν· τὸ μὴ εἰδέναι πονηρίαν ἀνθρώπου γεννᾷ τὴν ἀγάπην· καὶ τὸ ἐπενεγκεῖν τὰ ἐπερχόμενα αταράχως γεννᾷ τὴν πραότητα καὶ τὸ ἀγαθοποιῆσαι τοὺς κακοποιοῦντας κτᾶται τὴν εἰρήνην. κ. Καὶ πάλιν· • Τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις, γενικώτεραι ἐν τοῖς μοναχοῖς ο καὶ πρώτη μέν ἐστι τὸ μηδὲν ἁμαρτάνειν κατ' ἐνέρ γειαν· δευτέρα δὲ, τὸ μὴ ἐγχρονίζειν ἐν τῇ ψυχῇ τοὺς ἐμπαθεῖς λογισμούς· καὶ τρίτη, τὸ τὰς μορο φὰς τῶν γυναικῶν, καὶ τῶν λυπησάντων, ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν.» *Οτι ταχέως δεῖ μετανοεῖν ἐν ταῖς κατὰ σύμβασιν ἐκτροπαῖς, καὶ οὕτως εἰς τὸ ἑξῆς σοφῶς ἀσφα λίζεσθαι. οθ'. Εἰ δέ τι συμβαίη ποτέ διαταραχθῆναι σε, ἢ ἐν τινι ὀλισθῆσαι συμπτώματι, καὶ τοῦ προσήκοντος διαμαρτεῖν, εὐθέως δεῖ διαλλάττεσθαι πρὸς τὸν λελυπηκότα, ἢ καὶ λυπηθέντα· καὶ μετανοεῖν ἐκ ψυχῆς πενθεῖν τε καὶ δακρύειν, καὶ ἑαυτοῦ καταμέμφεσθαι· καὶ οὕτως εἰς τὸ ἑξῆς προσέχειν, καὶ ἀσφαλίζεσθαι πάνω σοφῶς, ὡς διδάσκει ὁ Κύριος Ἰησοῦς, ὅτι • Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν
col. 775–776page 71 of 89
PG 147:775σου. Καὶ ὁ ἀπόστολος Παῦλος· ο Πᾶσα πικρία, Ει ο καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγή, καὶ βλασφημία, ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, ο Χαριζόμενοι ἑαυ τοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. ο Καί· ο οργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» Και· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν.» Και «Μὴ ἐκδικοῦντες ἑαυτοὺς, ἀγαπητοί· ἀλλὰ διδόντες τόπον τῇ ὀργῇ.» Καί· «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» Καὶ τοῦτο μὲν εἴρηται περὶ τῆς πρὸς ἀλλήλους διαλλαγῆς. Περὶ ἀλίσθου, καὶ μετανοίας. π. Περὶ δέ γε ὀλίσθου, φησὶν ὁ ἅγιος Ἰσαάκ Ούχ όταν ολισθήσωμεν ἔν τινι, τότε λυπηθῶμεν ἀλλ' ὅταν ἐμμείνωμεν ἐν αὐτῷ. Τὸ γὰρ ολίσθημα, Β΄ συμβαίνει πολλάκις καὶ τοῖς τελείοις· τὸ δὲ ἐμμεῖναι ἐν αὐτῷ, νέκρωσίς ἐστι τελεία. Η λύπη δὲ, ἦν λυπούμεθα ὑπὲρ τῶν ἰδίων ὀλισθημάτων, εἰς τόπον εργασίας καθαράς λογίζεται ἡμῖν, ἐκ τῆς χάριτος. Ὁ ἐν ἐλπίδι μετανοίας ολισθαίνων ἐκ δευτέρου, ούτ της μετά πανουργίας πορεύεται μετὰ τοῦ Θεοῦ. τούτῳ ἀγνώστως, ἐπιπίπτει ὁ θάνατος· καὶ οὐ φθά ναι τὸν καιρὸν τῆς ἐλπίδος αὐτοῦ, τὰ ἔργα τῆς ἀρε τῆς πληρῶσαι. Ετι· «Δεῖ, φησί, γινώσκειν ἡμᾶς ἐν πάσῃ ὥρᾳ, ὅτι ἐν ταύταις ταῖς εἰκοσιτέσσαρσιν ώραις τῆς νυκτὸς καὶ τῆς ἡμέρας, τῆς μετανοίας χρήζομεν. Νόησις δὲ τοῦ ὀνόματος τῆς μετανοίας καθὼς ἐκ τοῦ ἀληθινοῦ τρόπου τῶν πραγμάτων ἐγνώ καμεν, τοῦτό ἐστι· δέησις ἐκτενὴς ἐν πάσῃ ὥρᾳ, ἐν εὐχῇ πεπληρωμένη κατανύξεως, προσεγγίζουσα τῷ Θεῷ, ὑπὲρ ἀφέσεως τῶν παρελθόντων· καὶ λύπη, ὑπὲρ τῆς τῶν μελλόντων φυλακῆς. Καὶ αὖθις· «Χά ρις μετὰ χάριν, ἡ μετάνοια ἐδόθη τοῖς ἀνθρώποις. Μετάνοια γάρ ἐστιν, ἀναγέννησις δευτέρα ἐκ Θεοῦ, καὶ ὅνπερ ἐκ τῆς πίστεως ἀῤῥαβῶνα ἐδεξάμεθα, διὰ τῆς μετανοίας τὸ χάρισμα αὐτοῦ ἐκδεχόμεθα. Μετά νοιά ἐστιν ἡ θύρα τοῦ ἐλέους, ἡ ἀνεῳγμένη τοῖς διώκουσιν αὐτήν. Διὰ τῆς θύρας ταύτης εἰσερχόμεθα πρὸς τὸ θεῖον ἔλεος, καὶ ἐκτὸς ταύτης τῆς εἰσόδου, οὐχ εὑρήσομεν ἔλεος. Διότι πάντες ήμαρ τον, κατὰ τὴν θείαν Γραφήν, δικαιούμενοι δωρεάν τῇ αὐτοῦ χάριτι. Η μετάνοιά ἐστιν ἡ χάρις ἡ δευτέρα, καὶ τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς πίστεως καὶ τοῦ φόβου. Ο φόβος δέ ἐστι, ράβδος πατρική, ή κυβερ Dνῶσα ἡμᾶς, ἕως ἂν φθάσωμεν εἰς τὸν παράδεισον τὸν πνευματικόν· καὶ ὅταν φθάσωμεν ἐκεῖσε, ἀφίησιν ἡμᾶς, καὶ στρέφεται. Παράδεισός ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἐν ᾗ ἡ τρυφὴ πάντων τῶν μακαρισμῶν.» Καὶ αὖθις· ο Ὥσπερ οὐ δυνατόν ἐστι περάσαι τὴν θάλασσαν τὴν μεγάλην, χωρὶς πλοίου, καὶ καράβου, οὕτως οὐ δύναταί τις χωρὶς φόβου περάσαι πρὸς τὴν ἀγάπην. Τὴν θάλασσαν τὴν ὀζομένην, τὴν τεθεῖσαν μεταξὺ ἡμῶν καὶ τοῦ νοητοῦ παραδείσου, διὰ καρά σου τῆς μετανοίας παρελθεῖν δυνάμεθα, τῆς ἐχούσης οὗτοι τοῦ φόβου, οὐ κυβερνῶσι τὸ πλοῖον τοῦτο τῆς τοὺς κωπηλάτας τοῦ φόβου. Ἐὰν δὲ οἱ κωπηλᾶται μετανοίας, δι' ἧς διερχόμεθα τὴν θάλασσαν τοῦ κόσμου τούτου πρὸς τὸν Θεὸν, καταποντιζόμεθα ἐν τῇ ὀξομένῃ θαλάσσῃ. σε
col. 777–778page 72 of 89
PG 147:777Έτι περὶ μετανοίας, φόβου, ἀγάπης, πένθους, δακρύων, καὶ αὐτομεμψίας. πα'. «Μετάνοιά ἐστι, τὸ πλοῖον· ὁ φόβος, ο κυ βερνήτης αὐτοῦ· ἡ ἀγάπη, ὁ λιμὴν ὁ θεϊκός. Καθ ίζει οὖν ἡμᾶς ὁ φόβος ἐν τῷ πλοίῳ τῆς μετανοίας, καὶ διαβιβάζει ἡμᾶς τὴν θάλασσαν τοῦ βίου τὴν ὀζομένην· καὶ πρὸς τὸν λιμένα τὸν θεῖον, ὅς ἐστιν ἡ ἀγάπη, ὁδηγεῖ ἡμᾶς, εἰς ὃν περῶσι πάντες οἱ 80 πιῶντες καὶ πεφορτισμένοι ἐν τῇ μετανοίᾳ· καὶ ὅτε φθάσομεν τὴν ἀγάπην, ἐφθάσαμεν εἰς τὸν Θεόν· καὶ ἡ ὁδὸς ἡμῶν ἐτελειώθη, καὶ διέβημεν πρὸς τὴν νῆσον τὴν ἐκεῖθεν τοῦ κόσμου οὖσαν, ὅπου ὁ Πατήρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.» Περὶ δὲ πέν θους τοῦ κατὰ Θεὸν, οὕτω φησὶν ὁ Σωτήρ ο Μακάριοι οἱ πενθοῦντες, ὅτι οὐτοὶ παρακληθήσονται.. "Ετι περὶ δακρύων, ὁ αὐτὸς γράφει ὅσιος Ἰσαάκ· ι Τὰ δάκρυα τὰ ἐν τῇ εὐχῇ, σημεῖόν ἐστι τοῦ ἐλέους τοῦ Θεοῦ, οὗπερ ἠξιώθη ἡ ψυχὴ ἐν τῇ ἑαυτῆς μετανοίᾳ καὶ ὅτι προσεδέχθη, καὶ ἤρξατο εἰσέρχεσθαι εἰς τὴν πεδιάδα τῆς καθαρότητος ἐν τοῖς δάκρυσιν. Ἐὰν γὰρ μὴ ἀρθῶσιν οἱ λογισμοὶ τῶν παρερχομένων, καὶ ῥί ψωσιν ἐξ ἑαυτῶν τὴν ἐλπίδα τοῦ κόσμου, καὶ κι νηθῇ ἐξ αὐτῶν ἡ καταφρόνησις αὐτοῦ, καὶ ἄρξωνται ἀγαθὰ ἐφόδια τῆς ἐξόδου αὐτῶν παρασκευάζειν, καὶ ἄρξωνται ἐν τῇ ψυχῇ λογισμοὶ κινεῖσθαί τινων ὄντων ἐκεῖσε, οὐ δύνανται οἱ ὀφθαλμοὶ δακρύειν. Τὰ δάκρυα γὰρ, ἐκ τῆς ἀκραιφνοῦς ἀδολεσχίας, καὶ ἀμετεωρίστου, τῶν λογισμῶν τε τῶν πολλῶν, καὶ συνεχῶν, καὶ ἀκλινῶς γινομένων, καὶ ἐκ μνήμης τινὸς λεπτοῦ γινομένου ἐν τῇ διανοίᾳ, καὶ λυπούντος τὴν καρ- & δίαν ἐκ τῆς μνήμης αὐτοῦ, καὶ ἐκ τούτων τὰ δάκρυα πληθύνονται, καὶ ἐπιπλέον αὐξάνονται.» Καὶ ὁ τῆς Κλίμακος· ο Ωσπερ τὸ πῦρ ἀναιρετικὸν καλάμης, οὕτω τὸ δάκρυον τὰ ἁγνὸν, παντὸς ῥύπου φαινομένου, καὶ νοουμένου.» Ετι· «Τὰ τῆς ἡμετέρας ἀναλύσεως καθαρὰ καὶ ἄδολα, ἑαυτοῖς περιποιησώμεθα δάκρυα" οὐ γάρ ἐστιν ἐν αὐτοῖς κλοπή, ἢ οἴησις· κάθαρσις δὲ μᾶλλον, καὶ ἀγάπης τῆς εἰς Θεὸν προκοπή, καὶ ἁμαρτίας Εκπλυσις, καὶ ἀπάθεια. Ετι· «Μὴ πίο στευε σαῖς πηγαῖς, πρὸ τελείας καθάρσεως· οὐ γὰρ ἔχει πίστιν οἶνος εὐθέως ἐκ τῶν ληνῶν ἐγκλειόμενος.» Ετι· «Τὰ μὲν ἐκ φόβου δάκρυα, αὐτὰ ἐν ἑαυτοῖς τὴν φυλακὴν κέκτηνται· τὰ δὲ τῆς ἀγάπης, πρὸ τῆς τελείας ἀγάπης, ἴσως εὐσύλητα ἔν τισι καθε εστήκασιν, εἰ μήπουγε τὸ ἀείμνηστον πῦρ ἐν τῷ καιρῷ τῆς ἐνεργείας, πάνυ τὴν καρδίαν εξάψεις. Καὶ θαυμαστὸν, πῶς τὸ ταπεινότερον ἀσφαλέστερόν ἐστιν ἐν καιρῷ αὐτοῦ.» Ετι· «Δάκρυον ἐξόδου, ἀπέτεκε φόβον· φόβου δὲ τεχόντος ἀφοβίαν, ἐπεφάνη χαρά χαρᾶς δὲ ἀκαταλήκτου ληξάσης τῆς ὁσίας ἀγάπης τὸ ἄνθος ἀνέτειλε. › Περὶ μέντοι αὐτομεμψίας, φησὶν ὁ μέγας Αντώνιος·. Αὕτη ἐστὶν ἡ μεγάλη εργασία τοῦ ἀνθρώπου, ἵνα τὸ σφάλμα αὐτοῦ, ἐπάνω ἑαυτοῦ βάλλῃ ἐνώπιον τοῦ Θεοῦ, καὶ προδοκήσῃ πειρασμόν, ἕως ἐσχάτης ἀναπνοῆς. Καὶ ἕτερος Πατὴρ ἅγιος έρω τηθείς, ο Τί πλέον εύρες, Πάτερ, ἐν τῇ ὁδῷ ταύτῃ; ν ἀποκριθεὶς εἶπεν, τὸν ἐν παντὶ ἑαυτὸν μέμφεσθαι ὅπερ καὶ ὁ ἐρωτήσας ἐπήνεσε· καὶ λέγει αὐτῷ Αλλη ὁδὸς οὐκ ἔστι πλὴν ταύτης.» Καὶ ὁ ἀββᾶς
col. 779–780page 73 of 89
PG 147:779Μετὰ στεναγμοῦ πᾶσαι αἱ ἀρεταὶ εἰς τὸν Ποιμήν Ο κόσμον τοῦτον εἰσῆλθον. Επαρον μίαν ἀρετὴν, καὶ ἐκτὸς αὐτῆς, κόπῳ ἵσταται ὁ ἄνθρωπος.» Καὶ ἠρώτ τησαν αὐτὸν, «Ποία ἐστὶν αὕτη; ν καὶ λέγει· « ὁ ἄνθρωπος διαπαντός μέμφηται ἑαυτόν.» Είπε πά λιν· ι Ο ἑαυτὸν μεμφόμενος, εἴ τι δ᾽ ἂν συμβῇ αὐτῷ, είτε ζημία, εἴτε ἀτιμία, εἴτε οιαδήποτε θλίψις, προ λαβὼν ἔχει ἑαυτὸν ἄξιον, καὶ οὐδέποτε ταράσσεται.» Περὶ προσοχῆς, καὶ τοῦ σοφῶς ἀσφαλίζεσθαι. πβ'. Ομοίως δὲ περὶ προσοχῆς καὶ ἀσφαλείας, γράφει ὁ θεσπέσιος Παῦλος *. Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι· ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.» Καὶ ὁ ἅγιος Ἰσαάκ· ο Ο σοφία, πόσον θαυμαστὴ ὑπάρχεις, καὶ πῶς προβλέπεις τὰς πάντα πόρρωθεν μακάριος ὁ εὑρών σε· ἐκ γὰρ τῆς ῥαθυμίας τῆς νεό τητος ἠλευθέρωται. Εἴ τις εμπορεύεται διὰ μικρᾶς ἐμπορεύσεως, ἤτοι περιποιήσεως, τὴν ἰατρείαν τῶν μεγάλων παθῶν, καλῶς ποιεῖ. Τούτο γάρ ἐστι φιλο σοφία, ἵνα τις καὶ ἐν τοῖς ἐλαχίστοις, και μικροίς τοῖς γινομένοις παρ' αὐτοῦ, ἀεὶ νήφῃ. Αναπαύσει; γὰρ μεγάλας θησαυρίζει ἑαυτῷ, καὶ οὐχ ὑπνοῖ· ἵνα μὴ συμβῇ αὐτῷ τι ἐναντίον, ἀλλὰ τὰς αἰτίας κόπτει πρὸ καιροῦ· καὶ διὰ τῶν ἐλαχίστων πραγμάτων υπο φέρει τὴν μικρὰν λύπην, ἐξαφανίζων δι' αὐτῆς, τὴν μεγάλην καὶ προϊών. Διὸ καὶ λέγει ὁ σοφος· «Γενοῦ ἐγρήγορος καὶ νηφάλιος ὑπὲρ τῆς ζωῆς σου - συγ γενὴς γάρ ἐστιν ὁ ὕπνος τῆς διανοίας, καὶ εἰκὼν τοῦ ἀληθινοῦ ἀθανάτου. Λέγει δὲ καὶ ὁ Ἱεροφάντης Ο Βασίλειος· ι Ὅστις εἰς τὰ μικρὰ ἑαυτοῦ ὀκνηρός ἐστι, μὴ πιστεύσης αὐτῷ εἰς τὰ μεγάλα διαπρέψαι.» *Οτι εἰς πάντα δεῖ σπουδάζειν τὰ εἰρημένα πρό δὲ πάντων, ὥστε εἶναι ἡσυχόν τε καὶ πρᾶν, καὶ καθαρῶς σπεύδειν ἐπικαλεῖσθαι τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔνδον καρδίας τὸν ἡσυχάζοντα. πγ'. Διὰ δὴ ταῦτα, περὶ πάντα μὲν σπούδαζε τὰ εἰρημένα· πρὸ δὲ πάντων, ἵνα ἡσύχως, καὶ πράως, καὶ μετὰ καθαροῦ τοῦ συνειδότος, τὸν Κύριον Τη σοῦν Χριστὸν ἔνδον βάθους καρδίας ἐπικαλῇ, καθά περ ἔφημεν. Οὕτω γὰρ τὴν αὐτοῦ θείαν χάριν ὁδῷ προβαίνων, ἀναπαυομένην ἔχεις [σ. λείπει εἰς] τὴν ψυχήν. Λέγει καὶ γὰρ ὁ τῆς Κλίμακος· ο Μηδεις Dὑπὸ θυμοῦ, καὶ οἰήσεως, ὑποκρίσεως τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμήσει ποτέ, μήπως ἔκστασιν ἐντεῦθεν κερδήσῃ· εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον· οἶμαι δὲ, οὐδὲ αὐτός.» Καὶ γοῦν οὐ μόνον ἀνα παυομένην ἔξεις τὴν χάριν τῇ σῇ ψυχῇ, ἀλλὰ καὶ ἀναπαύουσαν τὴν ψυχὴν τελείως ἐκ τῶν πρώην ὀχλούντων αὐτῇ, δαιμόνων τε καὶ παθῶν. Εἰ γὰρ καὶ ἐνοχλοῦσιν αὖθις, ἀλλ' οὐκ ἐνεργοῦσιν, ὅτι μὴ πρόσ κειται αὐτοῖς, μηδὲ ποθεῖ τὴν ἐκ τούτων ἡδονήν. Περὶ καλοῦ καὶ ἐκστατικοῦ ἔρωτος, καὶ θείου κάλλους. πω. Ολος γὰρ ὁ πόθος τοῦ τοιούτου, καὶ ὁ ἐγκάρ
col. 781–782page 74 of 89
PG 147:781δ:ος καὶ ἐκστατικὸς ἔρως, καὶ ἡ ὁλικὴ αὐτοῦ διάθεσις, πρὸς τὸ ὑπέρκαλον κάλλος ὁρᾷ, καὶ μακαριώτα τον, 5 καὶ ἐφετῶν τοῖς Πατράσιν εἴρηται τὸ ἀκρότα τον. Καί φησιν ὁ μέγας Βασίλειος·. Οταν ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν κατάσχῃ, ἅπαν αὐτῇ που λέμων καταγέλαστον εἶδος, καὶ πάντες αὐτὴν ὑπὲρ του ποθουμένου καταξαίνοντες, τέρπουσι μᾶλλον, ἢ πλήττουσι.» Καὶ αὖθις· «Τί τοῦ θείου κάλλους θαυ μασιώτερον; Τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρέπεια, χαριεστέρα; Ποῖος πόθος ψυχῆς, οὕτω δριμύς, καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένη ψυχῇ, καὶ ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ· Τετρωμένη ἀγάπης ἐγώ είμι;» Περὶ πολέμου, καὶ παιδευτικῆς παραχωρήσεως, καὶ τῆς κατὰ ἀποστροφὴν ἐγκαταλείψεως. πε'. Πολεμεῖται δὲ λοιπόν, κατὰ παραχώρησιν παιδευτικὴν, οὐ κατὰ ἀποστροφὴν ἐγκαταλείψεως. Διὰ τί; ἵνα μὴ ὑψωθῇ ὁ νοῦς αὐτοῦ, δι' ὅπερ εὗρεν ἀγαθόν· ἀλλὰ πολεμούμενός τε καὶ παιδευόμενος, προσλαμβάνει ταπείνωσιν ἀεὶ, δι' ἧς μόνης, οὐ μό νον νικῇ τοὺς ὑπερηφάνως πολεμοῦντας αὐτόν· ἀλλὰ καὶ δωρεῶν μειζόνων διηνεκώς ἀξιοῦται, προκόπτων ὅσον ἐφιχτὸν ἀνθρωπίνη φύσει, σειραῖς ἀφύκτοις καὶ βάρει σαρκὸς πεπεδημένος τε καὶ πιεζόμενος, καὶ χωρῶν πρὸς τὴν κατὰ Χριστὸν τελειότητα, καὶ ἀπάθειαν. Καὶ λέγει ὁ ἅγιος Διάδοχος. Ο Κύ ριος αὐτὸς λέγει, τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τῶν οὐρανῶν πεπτωκέναι, ἵνα μὴ ἀφορᾷ εἰς τὰ τῶν ἁγίων ἀγγέλων ὁ δυσειδὴς ἐνδιαιτήματα. Πῶς οὖν ὁ τῆς τῶν καλῶν δούλων κοινωνίας μὴ καταξιούμενος, κοινὸν δύναται ἔχειν οἰκητήριον μετὰ τοῦ Θεοῦ, τὸν ἀνθρώπινον νοῦν; Αλλ' ἐροῦσιν, ὅτι κατὰ παραχώρησιν τοῦτο γίνεται, καὶ πλέον οὐδὲν λέξουσιν. Ἡ μὲν γὰρ παιδευτική παραχώρησις οὐδαμῶς τὴν ψυ χὴν τοῦ θείου φωτός ἀποστερεῖ· κρύπτει δε μόνον, ὡς καὶ ἤδη εἶπον τα πολλά, τὸν νοῦν τὴν ἑαυτῆς παρ ουσίαν ἡ χάρις, ἵνα προωθοῖτο, ὥσπερ τὴν ψυχὴν τῇ πικρίᾳ τῶν δαιμόνων, διὰ τὸ μετὰ παντὸς φόβου, καὶ πολλῆς ταπεινώσεως ἐκζητεῖν αὐτὴν, τὴν ἐκ Θεοῦ βοήθειαν, τὴν τοῦ ἐχθροῦ αὐτῆς ἐπιγινώσκουσαν κατ' ὀλίγον κακίαν. Ον τρόπον ἐὰν μήτηρ ατακτούν τὸ οἰκεῖον περὶ τοὺς θεσμοὺς τῆς γαλουχίας βρέφος, βραχὺ τῶν ἑαυτῆς ἐξωθείη· ἀγκαλῶν, ἵνα καταπληττόμενον· ὑπό τινων περιεστώτων αὐτῷ σαπροειδῶν ἀνθρώπων, ἢ θηρίων οιωνδήποτε, μετὰ φόβου πολ-D λοῦ, καὶ δακρύων, εἰς τοὺς μητρώους ἀνθυποστρέφῃ κόλπου;. Ἡ δὲ κατὰ ἀποστροφὴν γινομένη παραχώρησις ὡσανεὶ δέσμιον παραδίδωσι τὴν μὴ θέλουσαν ψυχὴν ἔχειν τὸν Θεὸν, τοῖς δαίμοσιν. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς τέκνα, μὴ γένοιτο! ἀλλὰ βρέφη γνήσια τῆς τοῦ Θεοῦ εἶναι χάριτος πιστεύομεν μικραίς παραχωρήσεσι, καὶ πυκναῖς παρακλήσεσι παρ' αὐτῆς γαλουχούμενα· ἵνα διὰ τῆς χρηστότητος τοῦ Θεοῦ, φθάσωμεν ἐλθεῖν, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας.» Καὶ αὖθις· «Ἡ παιδευτική παρα χώρησις φέρει μὲν λύπην πολλὴν καὶ ταπείνωσιν, καὶ ἀπελπισμὸν σύμμετρον τῇ ψυχῇ, ἵνα τὸ φιλόδοξον αὐτῆς καὶ ἀπτόητον μέρος, πρεπόντως εἰς τα πείνωσιν ἔρχηται· εὐθέως δὲ φόβον Θεοῦ, καὶ δά Ει
col. 783–784page 75 of 89
PG 147:783πολ χρυον ἐξομολογήσεως επάγει τῇ καρδίᾳ· καὶ τῆς καλλίστης σιωπής, πολλὴν ἐπιθυμίαν. Ἡ δὲ κατὰ ἀποστροφὴν τοῦ Θεοῦ γινομένη, ἀπελπισμοῦ ὁμοῦ, καὶ ἀπιστίας, καὶ ὀργῆς, καὶ τύφου, τὴν ψυχὴν πλη ρωθῆναι παραχωρεῖ. Δεῖ οὖν ἡμᾶς εἰδέναι τὴν πεί ραν τῶν ἀμφοτέρων παραχωρήσεων· καὶ κατὰ τὸν ἑκάστης τρόπον, προσιέναι τῷ Θεῷ. Ἐκεῖ μὲν γὰρ εὐχαριστίαν μετὰ τῆς ἀπολογίας προσαγαγεῖν αὐτῷ ὀφείλομεν, ὡς τὸ τῆς γνώμης [σ. τῆς γνώσεως] ἡμῶν ἀκόλαστον, τῇ σχολῇ τῆς παρακλήσεως κολά ζοντι [ίσ. σχολάζοντι]· ἵνα ἀρετῆς ἡμᾶς καὶ κακίας ὡς Πατὴρ ἀγαθὸς, διδάσκῃ τὴν διαφοράν. Ενταῦθα δὲ, εξαγόρευσιν τῶν ἁμαρτημάτων άπαυστον, καὶ δάκρυον ἀνελλιπὲς, καὶ ἀναχώρησιν πλείονα· ὅπως ἂν οὕτω δυνηθῶμεν τῇ προσθήκη τῶν πόνων, δυσ Βωπῆσαί ποτε τὸν Θεὸν, ἐπιβλέψαι ὡς τὸ πρὶν εἰς τὰς καρδίας ἡμῶν. Πλὴν δεῖ εἰδένα: ὅτι, ὅταν κατὰ οὐ σιώδη συμβολὴν τῇ ψυχῇ καὶ τῷ Σατανᾷ ἡ μάχη γίνεται, ἐπὶ τῆς παιδευτικῆς λέγω παραχωρήσεως, ὑποστέλλει μὲν ὡς καὶ ἤδη εἶπον ἑαυτὴν ἡ χάρις ἀγνώστως δὲ συνεργεῖ τῇ ψυχῇ βοηθείᾳ, ἵνα την νίκην, τῆς ψυχῆς εἶναι μόνον ἐπιδείξῃ τοῖς ἐχθροῖς αὐτῆς.» Καὶ ὁ ἅγιος Ἰσαάκ· «Οὐ δυνατὸν ἐκτὸς τῶν κατὰ παραχώρησιν πειρασμῶν, σοφισθῆναι τὸν άνθρωπον ἐν τοῖς πολέμοις τοῖς πνευματικοῖς, καὶ γνῶναι τὸν ἑαυτοῦ προνοητήν, καὶ αἰσθηθῆναι τοῦ Θεοῦ αὐτοῦ, καὶ στερεωθῆναι ἐν τῇ πίστει αὐτοῦ κρυπτῶς, εἰ μὴ ἐν τῇ δυνάμει τῆς πείρας αὐτοῦ ἧς ἐδέξατο· καὶ ἡνίκα ἴδῃ ἡ χάρις, ὅτι ἤρξατο ἐν τῷ λογισμῷ αὐτοῦ ἡ οἴησις μικρὸν, καὶ ἤρξατο λογίζε Εσθαι μέγα περὶ ἑαυτοῦ, εὐθέως παραχωρεῖ τοὺς πει ρασμούς κατ' αὐτοῦ ἰσχυροποιηθῆναι, καὶ κραταιωθῆναι, ἕως ἂν μάθῃ τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ φύ γει, καὶ κατάσχῃ τὸν Θεὸν ἐν ταπεινώσει. Καὶ ἐν τούτοις ἔρχεται ὁ ἄνθρωπος, εἰς τὰ μέτρα τοῦ τε λείου ἀνδρὸς, ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ ὑψοῦτα: πρὸς τὴν ἀγάπην. Θαυμαστὴ γὰρ γνωρίζεται ἡ ἀγάπη τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, ὅταν ποτὲ ἐν μέσῳ γένηται πραγμάτων, τῶν διακοπτόντων τὴν ἐλπίδα αὐτοῦ· καὶ ἐκεῖσε δεικνύει ὁ Θεὸς τὴν δύναμιν ἑαυτοῦ, ἐν τῇ σωτηρίᾳ τῇ ἐπ' αὐτόν. Οὐδέποτε γὰρ μανθάνει ἡ ἄνθρωπος τὴν δύναμιν τὴν θεϊκὴν, ἐν ἀναπαύσει καὶ πλατυσμῷ· καὶ οὐδέποτε ἔδειξεν ὁ Θεὸς τὴν ἑαυτοῦ ἐνέργειαν αἰσθητικῶς, εἰ μὴ ἐν χώρᾳ ἡσυχίας, καὶ ἐν ἐρήμῳ, καὶ ἐν τόποις ἑστερημένοις τῶν συντυχιῶν· καὶ τῆς ταραχῆς τῆς κατασκηνώσεως τῆς μετὰ τῶν ἀνθρώπων. ο Περὶ ἀπαθείας, καὶ τοῦ, τί ἐστιν ἡ ἀνθρωπίνη ἀπάθεια. πς'. Πρὸς δὲ τούτοις, δέον ἐκ μέρους καὶ τὸν τῆς ἀπαθείας λόγον ἐνταῦθα προσθῆναι, καὶ τελειότητος, καὶ μετὰ μικρὸν οὕτω πέρας δοῦναι τῇ παρούσῃ πραγματεία. Ενθεν καὶ λέγει ὁ μέγας Βασίλειος. † Ὁ τοῦ Θεοῦ καταστὰς ἐραστής, καὶ τῆς ἐκείνου ἀπαθείας καὶ τὸ σμικρότατον κατασχεῖν ἐφιέμενος, καὶ τῆς πνευματικῆς ἁγιότητος, γαλήνης τε, καὶ αταραξίας, καὶ ἡμερότητος, καὶ τῆς ἐκ τούτων τικτομένης εὐφροσύνης τε, καὶ χαρᾶς ἐπιθυμῶν ἀπογεύσασθαι, παντὸς μὲν ὑλικοῦ πάθους τοῦ τὴν ψυχὴν ἐπιθολοῦντος, πόῤῥω τοὺς λογισμοὺς ἀπάγειν ἐσπούδακε. Καθαρῷ δὲ, καὶ ἀνεπισκιάστῳ ὄμματι, τὰ θεῖα περιαθροῖ· ἀπλήστως τοῦ ἐκεῖθεν φωτὸς εμφορούμενος· εἰς τοιαύτην τε ἔξιν, καὶ κατάστασιν
col. 785–786page 76 of 89
PG 147:785τὴν ψυχὴν ἐξασκήσας, οἰκειοῦται κατὰ τὴν ἐγχωροῦσαν ὁμοίωσιν, τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ γίνεται, οἷα δὴ μέγα τε ἆθλον, καὶ δυσήνυτον ἀνατλὰς, καὶ ἐκ τῆς κατὰ τὴν ὕλην συγ κράσεως δυνηθείς, ἀκραιφνεῖ καὶ κεχωρισμένῃ τῇ διανοίᾳ τῆς τῶν σωματικῶν ἐπιμιξίας παθῶν πως, ὁμιλῆσαι Θεῷ.» Καὶ τοῦτο μέν ἐστι περὶ ἀπαθείας. Περὶ δὲ τοῦ, τί ἐστιν ἡ ἀνθρωπίνη απάθεια, γράφει οὕτως ὁ ἅγιος Ἰσαάκ·. Ἡ ἀπάθεια, οὐχὶ τὸ μὴ αἰσθῆθηναι τῶν παθῶν ἐστιν· ἀλλὰ τὸ μὴ δέξασθαι αὐτά. Ἐκ τῶν πολλῶν γὰρ καὶ ποικίλων ἀρετῶν, ὧν ἐκτήσατο τῶν φανερῶν καὶ κρυπτῶν, ἡσθένησαν ἐν αὐτοῖς τὰ πάθη, καὶ οὐ δύνανται εὐχερῶς ἐπαναστῆναι κατὰ τῆς ψυχῆς· καὶ ἡ διάνοια οὐ χρήζει πάντοτε προσέχειν αὐτοῖς. Διότι ἐν παντὶ καιρῷ, πεπληρωμένη ἐστὶν ἐν τοῖς νοήμασιν αὐτῆς, ἐκ τῆς μελέτης, καὶ τῆς ὁμιλίας τῶν ἀρίστων τρόπων, τῶν ἐν τῇ συνέσει κινουμένων ἐν τῷ νοῖ. Καὶ ὅταν ἄρξωνται τὰ πάθη κινεῖσθαι καὶ ταράσσεσθαι, ἐξαί φνης ἁρπάζεται ἡ διάνοια ἐκ τῆς ἐγγύτητος αὐτῶν, ἐν συνέσει τινὶ, παρακυψάσῃ ἐν τῷ νοῖ· καὶ ἀπολιμπάνονται αὐτῷ τὰ πάθη ἀργὰ, καθάπερ εἶπεν ὁ μα κάριος Μάρκος· νοῦς ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ τὰς πράξεις τῶν ἀρετῶν πληρῶν, καὶ τῇ γνώσει πλη σπάσας, ὀλίγον αἰσθάνεται ἐκ τοῦ μέρους τοῦ κακοῦ καὶ ἀνοήτου τῆς ψυχῆς. Ἡ γνῶσις γὰρ αὐτοῦ ἀρ πάζει αὐτὸν εἰς τὸ ὕψος, καὶ ἀπαλλοτριοῖ αὐτὸν ἀπὸ πάντων τῶν ἐν τῷ κόσμῳ· καὶ διὰ τὴν ἐν αὐτοῖς ἀγνείαν, καὶ τὴν λεπτότητα, καὶ ἐλαφρότητα, καὶ ὀξύτητα τοῦ νοὸς αὐτῶν, καὶ διὰ τὴν ἄσκησιν πάλιν αὐτῶν, καθαρίζεται αὐτῶν ὁ νοῦς, καὶ διαυγὴς ἀπλο δείκνυται· διὰ τὸ τὴν σάρκα αὐτῶν ξηρανθῆναι ἐκ τῆς σχολῆς τῆς ἡσυχίας, καὶ τῆς πολλῆς διαμονής τῆς ἐν αὐτῇ. Τούτου χάριν εὐκόλως καὶ ταχέως ἐπι τίθεται ἑκάστῳ, καὶ ὁδηγεῖ αὐτοὺς ἡ θεωρία ἡ ἐν αὐτοῖς, πρὸς ἔκπληξιν τὴν παρ' αὐτῇ· καὶ ἐν τούτῳ πολλοστὸν πληθύνονται ταῖς θεωρίαις· καὶ οὐδέποτε ὑστερεῖται ὕλης συνέσεως ή διάνοια αὐτῶν· καὶ οὐδὲ ἐκτὸς ἐκείνων ποτέ, ὧν τοῦ πνεύματος ὁ καρπὸς ἐμποιεῖ αὐτοῖς, διαγίνονται. Καὶ ἐν τῇ συνηθείᾳ τῇ πολυχρονίῳ, ἐξαλείφονται αἱ μνῆμαι ἐκ τῆς καρδίας αὐτῶν, αἵτινες κινοῦσι τὰ πάθη ἐν τῇ ψυχῇ, καὶ ἡ ἰσχὺς τῆς ἐξουσίας τοῦ διαβόλου. Ὅταν γὰρ ἡ ψυχή μὴ μετριάσῃ μετὰ τῶν παθῶν, ἡ εταιρειάσῃ ἐν τῇ μελέτῃ τῇ ἐν αὐτοῖς, διὰ τὸ εἶναι αὐτὴν ἐξ ἄλλης φροντίδος κεκρατημένην ἀδιαλείπτως, οὐ δύναται ή ἰσχὺς τῶν ὀνύχων τῶν παθῶν, κατακρατῆσαι τῶν αἰσθήσεων αὐτῆς τῶν πνευματικῶν.» Καὶ ὁ θεῖος Διάδοχος· • Απάθειά ἐστιν, οὐ τὸ μὴ πολεμεῖσθαι ὑπὸ τῶν δαιμόνων· ἐπεὶ ἄρα ὀφείλομεν, κατὰ τὸν Απόστολον, ἐξεληλυθέναι ἐκ τοῦ κόσμου· ἀλλὰ τὸ πολεμουμένους ὑπ' αὐτῶν, ἀπολεμήτους μένειν. Καὶ γὰρ οἱ σιδηροφόροι πολεμισταί, τοξεύονται μὲν ὑπὸ τῶν ἀντιπάλων, καὶ τοῦ ἤχου τῆς τοξείας ἀκούουσιν, ἀλλὰ καὶ αὐτὰ βλέπουσι τὰ πεμπόμενα κατ' αὐτῶν σχεδόν ἅπαντα βέλη, οὐ πλήττονται δὲ διὰ τὴν στερ βότητα τῶν πολεμικῶν ἐνδυμάτων. Αλλ' ἐκεῖνοι μὲν σιδήρῳ φραττόμενοι, ἐν τῷ πολεμεῖσθαι, τὸ ἀπολέμη τον ἔχουσιν· ἡμεῖς δὲ τῇ τοῦ φωτὸς τοῦ ἁγίου παν
col. 787–788page 77 of 89
PG 147:787οπλίᾳ, καὶ τῇ τοῦ Σωτηρίου περικεφαλαίᾳ, διὰ πάντων τῶν καλῶν καθοπλισάμενοι, τὰς σκοτεινές τῶν δαιμόνων διακόψωμεν φάλαγγας. Οὐ γὰρ τὸ μη κάτι πρᾶξαι τὰ κακὰ μόνον καθαρότητα φέρει, ἀλλὰ καὶ τὸ ἐπιμελείᾳ τῶν καλῶν, κατακράτος ἀθετῆσαι τὰ κακά.» Καὶ ὁ ἅγιος Μάξιμος δὲ τετραχώς του την διαιρεί, οὕτω φάσκων·. Πρώτην απάθειαν λέγω, τὴν πρὸς ἁμαρτίαν τοῦ σώματος κατ' ενέργειαν ἀν έπαφον κίνησιν. Δευτέραν ἀπάθειαν λέγω, τὴν κατὰ ψυχὴν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν, δι ἧς ἡ τῶν παθῶν ἀπομαραίνεται κατὰ τὴν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτὴν πρὸς ἐνέργειαν οὐκ ἔχουσα τοὺς ἐμπαθεῖς λογισμούς. Τρίτην ἀπά θειαν λέγω, τὴν περὶ τὰ πάθη τελείαν τῆς ἐπιθυμίας ακινησίαν, δι' ἣν καὶ ἡ δευτέρα γίνεσθαι πέφυκε, τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη. Τετάρτην ἀπάθειαν λέγω, τὴν κατὰ διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν, καθ᾿ ἣν ἡ τρίτη την γένεσιν εἴληφεν, οὐκ ἔχουσαν τὰς φαντασίας τῶν αἰσθητῶν, εἰδοποιούσας αὐτῇ τῶν παθῶν τὰς εἰκόνας.» Ετι· ι Απάθειά ἐστιν εἰρηνική κατάστασις ψυχῆς, καθ' ήν δυσκίνητος γίνεται πρὸς κακίαν.» "Ετι περὶ ἀπαθείας καὶ τελειότητος πζ'. Καὶ γοῦν καὶ ὁ ἅγιος Εφραίμ, περί τε ἀπα θείας καὶ τελειότητος, οὕτω διαγορεύει· «Οἱ ἀπα θεῖς πρὸς τὸ ἄκρον ἐφετὸν ἀκορέστως ὑπερεκτεινό μενοι, ἀτέλεστον ποιοῦσε τὴν τελειότητα· διότι τῶν αἰωνίων ἀγαθῶν τέλος οὐκ ἔστιν. Έτι, τελεία μὲν, ὅσον πρὸς τὸ μέτρον τῆς ἀνθρωπίνης δυνάμεως. Ατέλεστος δὲ, ὡς ἀεὶ ὑπερβαίνουσα ἑαυτὴν ταῖς καθ ἡμέραν προσθήκαις, καὶ ὑψουμένη διηνεκώς ταῖς πρὸς Θεὸν ἀναβάσεσιν.» Ομοίως δὲ καὶ ὁ ἅγιος Νείλος οὕτω περὶ τελειότητός φησι· «Δύω τελειότητας νοη τέον· μίαν μὲν πρόσκαιρον, μίαν δὲ αἰώνιον· περὶ ἧς γράφει ὁ ᾿Απόστολος·. 'Οταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.». Τὸ γὰρ, όταν ἔλθῃ τὸ τέλειον, σημαίνει, ὅτι ἐνταῦθα οὐ δυνάμεθα χωρῆσαι τὴν θείαν τελειότητα.» Ετι· «Δύω τε λειότητας Παῦλος ὁ θεσπέσιος ἐπίσταται· καὶ οἶδε τὸν αὐτὸν τέλειον, καὶ οὐ τέλειον ἄνθρωπον • ὡς μὲν πρὸς τὸν παρόντα βίον, τέλειον λεγόμενον ἄνω θρωπον· ὡς δὲ πρὸς τὸν ἀληθῶς τέλειον, οὐ τέλειον. Διό φησιν, Οὐχ ὅτι ἔλαβον ἤδη τετελείωμαι.» Και μετ' ὀλίγα λέγει·. Οσοι οὖν τέλειοι, τοῦτο φρονώ μεν. ο Περὶ ἐμπαθείας, ηδυπαθείας, προσπαθείας, καὶ ἀπαθείας. πη'. Λέγει δὲ καὶ ὁ ἅγιος Ηλίας ὁ ἔκδικος Υλη πονηρά, σώματος μὲν, ἐμπάθεια· ψυχῆς δὲ, ἠδυπάθεια· προσπάθεια δὲ, τοῦ νοός. Κατηγορείται δὲ, τῆς μὲν, ἀφή· τῆς δὲ, αἱ λοιπαὶ αἰσθήσεις. Τῆς δὲ τελευταίας, ἐναντία διάθεσις. Ετι· «Ὁ μὲν ἡδυ παθὴς πλησίον ἐστὶ τοῦ ἐμπαθοῦς· ὁ δὲ προσπαθὴς, τοῦ ἡδυπαθοῦς· μακρὰν δὲ ἀμφοτέρων, ὁ ἀπαθής. Τί ἐστιν ἐμπαθής, ηδυπαθής, προσπαθὴς, καὶ ἀπαθής· καὶ περὶ θεραπείας ἀμφοτέρων. πθ'. • Εμπαθής ἐστιν ὁ τὸ ἁμαρτητικὸν ἔχων
col. 789–790page 78 of 89
PG 147:789τοῦ λογισμοῦ βιαιότερον, κἂν τέως μὴ ἁμαρτάνῃ εκτός. Ηδυπαθὴς δὲ, ὁ τὴν ἐνέργειαν τῆς ἁμαρ τίας ἔχων ἀσθενεστέραν τοῦ λογισμοῦ, κἂν πάσχῃ ἐκτός [ἐν ἄλλ. εντός]. Προσπαθὴς δὲ, ὁ τῇ ἐλευθερία μᾶλλον, ἢ τῇ δουλείᾳ τῶν μέσων προσκείμενος. Απαθὴς δ' ἂν εἴη, ὁ τούτων πάντων τὴν διαφορὰν ἀγνοῶν. Ὡσαύτως μέντοι καὶ περὶ τῆς ἀμφοτέρων θεραπείας, τάδε διασαφεῖ· ἀπόλλυται ἐκ ψυχῆς, ἐμπάθεια μὲν, διὰ νηστείας καὶ προσευχῆς· ἡδυπαθείᾳ δὲ, δι' ἀγρυπνίας, καὶ σιωπῆς· ἡ δὲ προσπαθείᾳ, διὰ ἡσυχίας, καὶ προσοχῆς· ἀπάθεια δὲ συνο ίσταται, ἐκ μνήμης Θεοῦ.» Περὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης. Η΄. Αλλ' ἐπεὶ πάντων ἀγαθῶν ἀρχὴ, καὶ μεσό της, καὶ τέλος, εἰ βούλοιο δὲ εἰπεῖν· καὶ χορηγὸς, καὶ πρύτανις, πίστις, ἐλπὶς, ἀγάπη· τὸ τρίπλοκον 5 σπαρτίον, καὶ θεοῦφαντον, καὶ μᾶλλον πάντων ἡ ἀγάπη, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί τε καὶ λέγεται, οὐ δίκαιον, μὴ καὶ διὰ τούτων το τοῦ παρόντος συγ γράμματος ἐλλείπον ἀναπληρῶσαι. Μάλλον δὲ, ἐπειδήπερ καὶ κατὰ τὸν ἅγιον Ἰσαὰκ τὴν τελειότητα τῶν πολλῶν καρπῶν τοῦ πνεύματος, τότε τις δέχεται, ὅταν ἀξιωθῇ τῆς τελείας ἀγάπης.» νο Φέρε καὶ περὶ αὐτῆς μικρόν διαμνημονεύσωμεν. Καὶ γοῦν γράφει ὁ τῆς Κλίμακος· ι Νυνὶ δὲ λοιπὸν μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα τὸν σύνδεσμον πάντων ἐπισφίγγοντα, καὶ κρατοῦντα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων, ἡ ἀγάπη ὁ Θεὸς γὰρ ὀνομάζεται. Πλὴν ἔγωγε, τὴν μὲν, ἀκτῖνα ὁρῶ, τὴν δὲ, φῶς, τὴν δὲ, κύκλον, πάντα δὲ, ἐν ἁπαύ γασμα, καὶ μίαν λαμπρότητα. Ἡ μὲν γὰρ πάντα δύναται ποιεῖν καὶ δημιουργεῖν, τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ, ἡ δὲ οὐ πί πτει, οὐδὲ στήκει τοῦ θέειν, οὐδὲ τὸν τρωθέντα λοι τὸν ἠρεμεῖν τῆς μακαρίας μανίας ἐξ.» Ετι·. Ὁ περὶ ἀγάπης λόγος, ἀγγέλοις γνώριμος, κἀκείνοις, κατὰ τὴν ἐνέργειαν τῆς ἐλλάμψεως, ἀγάπη ὁ Θεός ἐστιν. Ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀδύσσῳ τυφλώττων τὴν ψάμμον μετρεῖ. Αγάπη, κατὰ μὲν τὴν ποιότητα, ὁμοίωσις Θεοῦ, καθόσον ὑφικτὸν βροτοῖς· κατὰ δὲ ἐνέργειαν, μέθη ψυχῆς κατὰ δὲ τὴν ἰδιότητα, πηγή πίστεως, άβυσσος μας κροθυμίας, θάλασσα ταπεινώσεως. Αγάπη ἐστὶ κυ ρίως ἀπόθεσις παντοίας ἐναντίας ἐννοίας, εἴπερ ἡ ή ἀγάπη, οὐ λογίζεται τὸ κακόν. Αγάπη, καὶ ἀπάθεια, καὶ υἱοθεσία, τοῖς ὀνόμασι διακρίνεται μόνοις, ὡς φῶς, καὶ πῦρ, καὶ φλόξ, εἰς μίαν συντρέχουσιν ἐνέργειαν, οὕτω καὶ περὶ τούτων μοι νόει.» Καὶ ὁ ἅγιος Διά δοχος ο Πάσης πνευματικῆς, ἀδελφοί, ἡγείσθω θεω ρίας, πίστις, ἐλπὶς, ἀγάπη πλέον δὲ ἡ ἀγάπη. Αἱ μὲν γὰρ, καταφρονεῖν τῶν ὀρωμένων ἐκδιδάσκουσι καλῶν, ἡ δὲ ἀγάπη, αὐτὴν συνάπτει τὴν ψυχὴν ταῖς ἀρεταῖς τοῦ Θεοῦ, αἰσθήσει νοερᾷ, τὸν ἀόρατον Θεὸν ἐξε ιχνεύουσα.» Ετι· «Αλλη ἐστὶν ἡ ἀγάπη τῆς ψυ γῆς ἡ φυσικὴ, καὶ ἄλλη, ἡ ἐκ τοῦ ἁγίου Πνεύματος αὐτῇ προσγινομένη. Ἡ μὲν γὰρ, ἐκ τῆς ἡμετέρας, δτε θέλομεν, συμμέτρως κινεῖται θελήσεως, διόπερ καὶ εὐχερῶς ὑπὸ τῶν πονηρῶν πνευμάτων ἡνίκα μὴ βία κρατῶμεν τῆς ἑαυτῶν προαιρέσεως, διαρπά
col. 791–792page 79 of 89
PG 147:791ζεται· ἡ δὲ, τοσοῦτον ἐκκαίει τὴν ψυχὴν πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ὥστε πάντα τὰ τῆς ψυχῆς τότε μέρη, τῇ τοῦ θείου πόθου ἀλαλήτῳ ἐγκολλᾶσθαι χρηστότητι, ἐν ἀπείρῳ τινὶ ἁπλότητι διαθέσεως » ἐγκύμων γὰρ ὥσπερ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματι ‹ χῆς ἐνεργείας γινόμενος, πηγήν τινα αγάπης ἀνα βλύζει καὶ χαρᾶς. Καὶ ὁ ἅγιος Ἰσαάκ· Ἡ ἀγάπη, ἡ ἔκ τινων γινομένη πραγμάτων, ὡς λαμπάς ἐστι μικρά, ἐκ τοῦ ἐλαίου τρεφομένη, καὶ οὕτω συν ίσταται τὸ φῶς αὐτῆς ἢ καὶ ὡς χείμαρρος ρέων ἐκ τοῦ ὑετοῦ, οὗπερ ἡ ῥεῦσις καταπαύεται, τῆς συν ιστώσης αὐτὸν ὕλης, λείψιν παθούσης. Ἡ ἀγάπη δὲ, ἡ τὸν Θεὸν αἴτιον ἔχουσα, ὡς πηγή έστι βρύουσα, καὶ οὐδέ ποτε τὰ ρεύματα αὐτῆς ἀνακόπτεται· αὐτὸς γὰρ μόνο; ἐστὶ τῆς ἀγάπης πηγή, καὶ ἀνελλιπὴς ἡ ὕλη » Ει αὐτῆς.» Καὶ αὖθις ἐρωτηθείς, ποία ἐστὶν ἡ τελειότης τῶν πολλῶν καρπῶν τοῦ πνεύματος, ἀπεκρίθη ο Οταν τις ἀξιωθῇ τῆς τελείας ἀγάπης τοῦ Θεοῦ. Καὶ αὖθις ἐρωτηθεὶς, καὶ πόθεν γινώσκει τις, ὅτι ἔφθασεν εἰς ταύτην, ἔφη· Οταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐθέως ή καρδία αυτ του, κινεῖται ἐν τῇ ἀγάπῃ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς· ἔθος γὰρ ἔχει ἡ ἀγάπη, ἐκ τῆς μνήμης τῶν ἀγαπητῶν, ἐξάπτειν δάκρυα, καὶ τοιοῦτος ὤν, οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων. Διότι οὐ λείπει αὐτῷ ἀεὶ ὕλη φέρουσα αὐτ τὸν εἰς μνήμην τοῦ Θεοῦ, ὥστε καὶ ἐν τῷ ὕπνῳ αὐ »: τοῦ, συνομιλεῖ τῷ Θεῷ· ἔθος γὰρ τῇ ἀγάπῃ, πρᾶξαι τὰ τοιαῦτα, καὶ αὕτη ἐστὶν ἡ τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ αὐτῶν ταύτῃ. Ετι· Ἡ ἀγάπη τοῦ Θεοῦ, θερμή ἐστι τῇ φύσει, καὶ ὅταν ἀμέτρως ἐπι πέσῃ τινὶ, ποιεῖ ἐκείνην τὴν ψυχὴν, εκστατικήν. Διὰ τοῦτο οὐ δύναται ἡ καρδία τοῦ αἰσθηθέντος αὐτ τῆς, χωρῆσαι αὐτὴν, καὶ καρτερῆσαι, ἀλλὰ κατὰ τὸ μέτρον τῆς ποιότητος καὶ τῆς ἐπελθούσης αὐτῷ ; αγάπης, ὁρᾶται ἐν αὐτῷ ἀλλοίωσις ἀσυνήθης. Καὶ ταῦτα τὰ σημεῖα αὐτῆς τὰ αἰσθητά γίνεται τὸ πρόσω ωπον τοῦ ἀνθρώπου, πυῤῥόν, περιχαρές, καὶ τὸ σῶμα αὐτοῦ θερμαίνεται, ἀφίσταται ἀπ' αὐτοῦ ὁ φόβος, καὶ ἡ αἰδὼς, καὶ γίνεται ὡς ἐκστατικὸς, καὶ ή δύναμις ἡ συνάγουσα τὸν νοῦν φεύγει ἐξ αὐτοῦ, καὶ ὡς ἔκφρων γίνεται, τὸν φοβερὸν θάνατον ἡγεῖται χαράν, καὶ οὐδέποτε ἡ θεωρία τοῦ νοὸς αὐτοῦ, δια κοπήν τινα πάσχῃ, ἐκ τῆς τῶν οὐρανίων διανοήσεως. Καὶ ἀπὼν, ὡς παρὼν ὁμιλεῖ, μὴ ὁρώμενος ὑπό τινος. Ἡ γνῶσις, καὶ ἡ ὅρασις αὐτοῦ· παρέρχεται, ἡ φυτ σικὴ, καὶ οὐκ αἰσθάνεται αἰσθητῶς τῆς κινήσεως αὐτοῦ, ἧς ἐν τοῖς πράγματι κινεῖται. Κἂν γὰρ πράττη τι, οὐ τελείως αὐτοῦ αἰσθάνεται, ὡς τὸν νοῦν ἔχων ἐν τῇ θεωρίᾳ μετέωρον, καὶ ἡ διάνοια αὐτοῦ, ἀεὶ ὡς μετὰ ἄλλου ἀδολεσχει. Ταύτην τὴν πνευματικήν μέθην, ἐμεθύσθησάν ποτε οἱ ἀπόστολοι, καὶ οἱ μάρτυρες, καὶ οἱ μὲν, ὅλον τὸν κόσμον διελ θόντες, κοπιῶντες, καὶ ὀνειδιζόμενοι, οἱ δὲ, τὰ μέλη κατακοπτόμενοι, ἐξέχεαν τὰ αἵματα αὐτῶν, ὡσεὶ ὕδωρ, καὶ τὰ δεινότατα πάσχοντες, οὐκ ὠλιγώρησαν, ἀλλὰ γενναίως ὑπήνεγκαν· καὶ ὄντες σοφοί, ὡς ἄφρονες ἐνομίσθησαν, καὶ ἄλλοι ἐν ἐρημίαις ἐπλανήθησ σαν, καὶ ὄρεσι, καὶ ἐν σπηλαίοις, καὶ ταῖς ὁπαῖς τῆς γῆς, ἐν ἀταξίαις, εύτακτοι ὄντες. Ταύτην τὴν ἄνοιαν, ἀξιώσαι ἡμᾶς ὁ Θεὸς φθάσαι.»
col. 793–794page 80 of 89
PG 147:793Περὶ τῆς ἁγίας κοινωνίας, καὶ τοῦ, ὅσων ἀγαθῶν ἡμῖν πρόξενος, ἡ συνεχῶς μετὰ καθαροῦ τοῦ συνειδότος ταύτης μετάληψις, καὶ κοινωνία. κα'. Οὐδὲν δὲ οὕτω πρός τε ψυχῆς κάθαρσιν, καὶ φωτισμὸν νοός, καὶ σώματος ἁγιασμὸν, καὶ ἀμφοτέρων πρὸς τὸ θειότερον μεταστοιχείωσιν καὶ ἀθανασίαν ναὶ μὴν, καὶ πρὸς ἀποτροπὴν παθῶν καὶ δαιμόνων, ἢ μᾶλλον οἰκειοτέρως εἰπεῖν, πρὸς ἕνωσιν, καὶ Θεοῦ θείαν ὑπερφυᾶ τε συνάφειαν καὶ ἀνάκρασιν, συνεργεί καὶ συμβάλλεται ἡμῖν, ὡς ἡ ἐξ εἰλικρινούς καρδίας τε καὶ διαθέσεως, κατ' ἐφικτὸν ἀνθρώπῳ, συνεχής μετάληψις καὶ κοινωνία, τῶν ἁγίων, ἀχράντων, καὶ ἀθανάτων, καὶ ζωοποιῶν μυστηρίων· αὐτοῦ φαμεν τοῦ τιμίου σώματος, καὶ αἵματος τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Διά του τοῦτο ἀναγκαίον ὡς μάλιστα καὶ περὶ τούτου ἀπὸ σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζή σεται δι' ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ ὁ τρώγων μου τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα.» Καὶ ὁ Χριστοφόρος δὲ Παῦλος, τοιάδε φησίν· ο 'Αδελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, 8 καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό μου ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον, ή καινή διαθήκη ἐστὶν, ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥστε, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦ τον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος, καὶ τοῦ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ο γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίε: καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο μέρους διαλαβεῖν, καὶ τῷ τοιῷδε συντάξαι πονήματι, καὶ οὕτω πέρας δοῦναι τῷ λόγῳ. Καὶ τοῦτο γοῦν δῆ λον, οὐ μόνον ἐξ ὧν φθέγγονται οἱ ἅγιοι, ἀλλά γε πολλῷ πλέον, ἐξ αὐτῶν τῶν τῆς αὐτοζωῆς, καὶ αὐτ τοαληθείας ῥημάτων, ἐκδηλότερον.» Λέγει καὶ γάρ Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Καὶ οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτ τοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καί· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον.» Ετι· «Ἡ γὰρ σάρξ μου, ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου. ἀληθῆς ἐστι πόσις· ὁ τρώγων μου τὴν σε σε
col. 795–796page 81 of 89
PG 147:795ἐν ἡμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου και δευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθώμεν.» "Οτι ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν ἁγίων μυστηρίων· καὶ τί ποτέ ἐστι· καὶ διὰ τί ἐδέθη, καὶ τὶς ἡ ὠφέλεια. Ἀναγκαῖον ιβ. Γράφει δὲ καὶ ὁ Χρυσορρήμων μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων τί ποτέ ἐστι, καὶ διὰ τί ἐδόθη, καὶ τίς ἡ ὠφέλεια τοῦ πράγματος Εν σῶμα ἐσμεν, καὶ μέλη, ἐκ τῆς σαρκὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι, παρακολουθείτωσαν τοῖς λεγομένοις ἵνα οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα εἰς ἐκείνην ἀναχε ρασθῶμεν τὴν σάρκα, διὰ τροφῆς τοῦτο γίνεται, εν ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ν έχει πρὸς ἡμᾶς. Διὰ τοῦτο ἀνέμιξεν ἡμῖν ἑαυτὸν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἐν γενώ μεθα καθάπερ σῶμα κεφαλῇ συνημμένον. Τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο. Τοῦτο γοῦν ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν οἰκετῶν, οἷς ἦν μεθ' ὑπερβολῆς ποθεινός, ὅτι δὴ τὸν πόθον ἐνδεικνύμενοι, ἔλεγον· Τίς ἂν δῴη ἡμῖν ἐκ τῶν σαρκῶν αὐτοῦ ἐμ πλησθῆναι; Διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἄγων μείζονα, καὶ τὴν αὐτοῦ πόθον ἐνδεικνύμενος περὶ ἡμᾶς, οὐκ ἰδεῖν μόνον ἑαυτὸν παρέχων τοῖς ἐπιθυμοῦσιν, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν· καὶ ἐμπῆξαι τῇ σαρκί· καὶ συμπλακῆναι, καὶ τὸν πόθον ἐμπλῆσαι πάντα.» Ετι·ι Οι μετα έχοντες τοῦ παναγίου σώματος, καὶ τοῦ τιμίου αἷμα τος, μετὰ ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χρισ στοῦ τὴν βασιλικήν στολήν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Αλλ' οὐδὲν εἶπον οὐδέ πω· αὐτὸν γάρ εἰσιν ἐνδεδυμένοι τὸν βασιλέα. Αλλ' ὥσπερ ἐστὶ μέγα, καὶ φρικτὸν, καὶ θαυμαστόν, οὕτως ἂν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες, ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν, καὶ τιμω ρίαν. Ο γὰρ ἐσθίων, καὶ πίνων ἀναξίως τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου, κρίμα ἑαυτῷ ἐσθίει, καὶ πίσ νει. Εἰ γὰρ οἱ ῥυποῦντες τὴν πορφύραν την βασι λικὴν, κολάζονται ὁμοίως, ὥσπερ οἱ διαρρηγνύντες, οὐδὲν ἀπεικὸς, καὶ τοὺς ἀκαθάρτω διανοίᾳ δεχομέν ς νους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν, ταῖς αὐτὸ διαρρήξασι διὰ τῶν ἤλων. Ορα γοῦν, πως φο βερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν, εἰπών· ᾿Αθε τήσας τις νόμον Μωσέως, χωρίς οἰκτιρμῶν, ἐπὶ δυ σὶν, ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσετε τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγη σάμενος, ἐν ᾧ ἡγιάσθη; Οσοι τοίνυν μετέχομεν τούτου τοῦ σώματος, ὅσοι τοῦ αἵματος ἀπογευόμεθα, ἐννοεῖτε ὅτι ἐκείνου τοῦ ἄνω καθημένου, τοῦ προσκυνουμένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα. Οίμοι, πόσαι πρὸς σως τηρίαν ἡμῖν ὁδοί! Σῶμα ἡμᾶς ἑαυτοῦ ἐποίησε, σώ
col. 797–798page 82 of 89
PG 147:797ματος ἡμῖν τοῦ ἑαυτοῦ μετέδωκε, καὶ οὐδὲν τούτων ο» ἡμᾶς ἀποτρέπει τῶν κακῶν. Ν τῆς ἀναλγησίας! @ τῆς ἀναισθησίας!, Καὶ αὖθις· «Πρεσβύτης τις θαυμαστὸς, ἐμοὶ διηγήσατο, τοιοῦτόν τι ἀξιωθεὶς ἰδεῖν, καὶ ἀκοῦσαι, ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαί ρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες, ἐν συνε ειδήσει καθαρά, ὅταν ἀποθανεῖν μέλλωσι, δορυ φοροῦντες οἱ ἄγγελοι δι' ἐκεῖνο τὸ μεταληφθὲν, ἐν θένδε ἀπάγουσι.» Καὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμα σκηνός· Ἐπειδὴ διπλοί τινές ἐσμεν, καὶ σύνθετοι, δεῖ καὶ τὴν γέννησιν διπλὴν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν, σύνθετον. Ἡ μὲν οὖν γέννησις, δι' ὕδατος ἡμῖν, καὶ πνεύματος δίδοται, ἡ δὲ βρῶσις αὐτός ἐστιν ὁ ἄρτος τῆς ζωῆς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ὥσπερ ἐπὶ τοῦ βαπτί-, σματος, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ὕδατι λούεσθαι, " καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ τῷ ὕδατι, τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐποίησεν αὐτὴ λουτρὸν ἀναγεννήσεως, οὕτως ἐπειδὴ ἔθος ἡμῖν ἄρτον ἐσθίειν, ὕδωρ δὲ καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν ἑαυτοῦ θεότητα· καὶ πεποίηκεν αὐτά. σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων, και κατὰ φύσιν, ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα. Σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι, τὸ ἐκ τῆς ἁγίας Παρθένου σῶμα, οὐχ ὅτι αὐτὸ τὸ σῶμα, τὸ ἀναληφθέν, ἐξ οὐρανῶν κατέρχεται, ἀλλ' ὅτι αὐτὸς ὁ ἄρτος, καὶ ὁ οἶνος, μεταποιεῖται εἰς σῶμα, καὶ αἷμα Θεοῦ. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦσαι, ὅτι διὰ Πνεύματος ἁγίου, ὥσπερ ἐκ τῆς ἁγίας Θεοτόκου διὰ Πνεύματος ἁγίου, ἑαυτῷ, καὶ ἐν αὐτῷ ὁ Κύριος σάρκα ὑπετιήσατο, καὶ πλέον οὐδὲν γινώσκομεν. 'Αλλ' ὅτι ὁ Λόγος τοῦ Θεοῦ, ἀληθὴς, καὶ ἐνεργής ἐστι, καὶ παντοδύναμος, ὁ δὲ τρόπος, ἀνω εξερεύνητος, γίνεται τοίνυν τοῖς πίστει ἀξίως μετα λαμβάνουσιν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος, τοῖς δὲ ἐν ἀπιστίᾳ ἀναξίως μετέχουσιν, εἰς κόλασιν, καὶ τιμωρίαν, καθάπερ καὶ ὁ τοῦ Κυρίου θάνατος. Καὶ οὐκ ἔστι τύπος ὁ ἄρτος, καὶ ὁ οἶνος τοῦ σώμα τος, καὶ αἵματος τοῦ Χριστοῦ· μὴ γένοιτο· ἀλλο αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ, τεθεωμένον· καὶ αὐτὸ τὸ αἷμα - Η γὰρ σάρξ μου, φησίν, ἀληθῆς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῆς ἐστι πόσις. Σῶμά ἐστι καὶ αἷμα Χριστοῦ, εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς, καὶ τοῦ σώματος χωροῦν, οὐ δα πανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χω ροῦν, ἀλλ᾽ εἰς τὴν ἡμῶν οὐσίαν τε καὶ συντήρησιν, ρύπου παντὸς καθαρτήριον· κἂν χρυσὸν λάβῃ κίβδηλον, διὰ τῆς κριτικής πυρώσεως καθαίρει, ἵνα μὴ ἐν τῷ μέλλοντι, σὺν τῷ κόσμῳ κατακριθῶμεν. Δι' αὐτοῦ καθαιρόμενοι, ἐνούμεθα τῷ σώματι Χριστοῦ, καὶ τῷ Πνεύματι αὐτοῦ, καὶ γινόμεθα σῶμα Χρι στοῦ. Οὗτος ὁ ἄρτος ἐστὶν, ἡ ἀπαρχὴ τοῦ μέλλοντος ἄρτου, ὅς ἐστιν ὁ ἐπιούσιος· τὸ γὰρ ἐπιούσιον δηλοῖ, ἢ τὸν μέλλοντα, τουτέστι τὸν τοῦ μέλλοντος αἰῶνος, ἢ τὸν πρὸς συντήρησιν τῆς οὐσίας ἡμῶν λαμβανόμενον. Πνεῦμα ζωοποιόν ἐστιν, ἡ σὰρξ τοῦ Κυρίου, διότι ἐκ τοῦ ζωοποιοῦ Πνεύματος συνελήφθη· τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι. Τοῦτο
col. 799–800page 83 of 89
PG 147:799δὲ λέγω, οὐκ ἀναιρῶν τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὸ ζωοποιὸν καὶ θεῖον τούτου δηλῶσαι βουλόμενος. Ταῦτα μέντοι ἀντίτυπα τῶν μελλόντων λέγονται, οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα, καὶ αἷμα Χριστοῦ, ἀλλ' ὅτι νῦν μὲν, δι' αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεότητος, τότε δὲ, νοητῶς διὰ μόνης τῆς θέας.» Καὶ ὁ θειότατος Μακάριος· Ωσπερ ὁ οἶνος, εἰς πάντα τὰ μέλη τοῦ πίνοντος κιρνάται, καὶ γίνεται ὁ οἶνο; ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ οἴνῳ, οὕτως ὁ πίνων τὸ αἷμα τοῦ Χριστοῦ, τὸ Πνεῦμα τῆς Θεότητος ποτίζεται, καὶ κιρνᾶται ἐν τῇ τελείᾳ ψυχῇ, καὶ ἡ ψυχὴ ἐν αὐτῷ, καὶ οὕτως ἁγιασθεῖσα, ἀξία τοῦ Κυρίου καθίσταται. Πάντες γὰρ, φησί, τὸ αὐτὸ Πνεῦμα ἐποτίσθημεν, καὶ διὰ τῆς εὐχαριστίας τοῦ ἄρτου, Πνεύματος ἁγίου οι κατὰ ἀλήθειαν μεταλαμβάνοντες καταξιοῦνται μέτο Βοχοι γενέσθαι, καὶ οὕτω δύνανται εἰς αἰῶνας αἱ ἀξίαι ψυχαὶ ζῆσαι. Καὶ ὥσπερ τῷ σώματι ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστιν, ἀλλ' ἔξωθεν αὐτοῦ, τουτέστιν ἀπὸ τῆς γῆς, οὕτω καὶ τὴν ψυχὴν εὐδόκησεν ὁ Θεὸς, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ᾽ ἐκ τῆς αὐτοῦ Θεότητος, ἐκ τοῦ ἰδίου Πνεύματος, καὶ φωτός, ἔχειν βρῶσιν, πό σιν, ἔνδυμα, ὦ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς. Ἔχει γὰρ ἡ θεία φύσις, καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα, 'Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ ὕδωρ ζῶν, καὶ » • οἶνον εὐφραίνοντα, καὶ ἔλαιον ἀγαλλιάσεως.» Καὶ ὁ ἅγιος Ἰσίδωρος· Κοινωνία κέκληται ἡ τῶν θείων Μυστηρίων μετάληψις, διὰ τὸ τὴν πρὸς Χριστὸν ἡμῖν χαρίζεσθαι ἕνωσιν, καὶ κοινωνοὺς ἡμᾶς ποιεῖν τῆς αὐτοῦ βασιλείας. Καὶ ὁ ὅσιος Νεῖλος· 'Αδύ να τον άλλως σωθῆναι τὸν πιστὸν, καὶ ἄφεσιν τὴν πλημμελημάτων λαβεῖν, καὶ βασιλείας οὐρανῶν ἐπιτυχεῖν, εἰ μὴ μεταλαμβάνει μετὰ φόβου καὶ πί στεως καὶ πόθου τῶν μυστικῶν, καὶ ἀχράντων, σώματος καὶ αἷματος τοῦ Χριστοῦ.. Ομοίως γράφει καὶ ὁ μέγας Βασίλειος, ἐν τῇ πρὸς Καισαριαν Πατρικίαν ἐπιστολῇ· Καὶ τὸ κοινωνεῖν δὲ καθ' ἑκά στην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος, καὶ αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές, αυτ τοῦ σαφῶς λέγοντος· Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, καὶ ἔχει ζωὴν αἰώνιον. Τίς γὰρ ἀμφιβάλλει ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς, οὐδὲν ἄλλο ἐστὶν, ἢ ζῆν πολλαχῶς; Ἡμεῖς μέντοιγε, τέταρτον καθ' ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, ἐν τῇ παρασκευῇ, καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις, ἐὰν ᾗ μνήμη ἁγίου τινός ἐν οἷς οἶμαι, καὶ ἐλειτούργει ὁ ἅγιος· οὐ γὰρ καθ᾿ ἑκάστην ἐδύνατο, ὑπὸ τοσούτων φροντίδων ὀχλούμενος.» Εἶπε δὲ καὶ ὁ ἅγιος Απολλω, ὅτι «Δεῖ τὸν μοναχὸν, εἰ δυνατόν, καθ᾿ ἑκάστην ἡμέραν τῶν μυ στηρίων τοῦ Χριστοῦ κοινωνεῖν. Ο γὰρ μακρύνων ἑαυτὸν ἀπὸ τούτων, μακρύνεται ἀπὸ Θεοῦ, ὁ δὲ συν εχῶς τοῦτο ποιῶν, τὴν σάρκα συνεχῶς ὑποδέχεται ο ἡ γὰρ σωτήριος φωνή φησιν· Ὁ ἐσθίων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Τοῦτο οὖν συμφέρει τοῖς μοναχοῖς, ὑπό μνησιν τοῦ σωτηρίου πάθους συνεχώς ποιουμένοις. Καθ' ἡμέραν οὖν ἕτοιμον εἶναι δεῖ, καὶ παρασκευάζειν ἑαυτὸν τοιοῦτον, ὥστε ἄξιον εἶναι πάντοτε, περὶ
col. 801–802page 84 of 89
PG 147:801τὴν τῶν ἁγίων μυστηρίων υποδοχήν· ἐπεὶ καὶ ἀφ έσεως ἁμαρτιῶν, οὕτω καταξιούμεθα.» Λέγει δὲ καὶ ὁ τῆς Κλίμακος· «Εἰ σῶμα σώματι προσψαύων, ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς οὐκ ἀλλοιωθήσεται, δ Θεοῦ σώματι προσψαύων ἀθώοις χερσί;» γέγραπται δὲ καὶ ἐν τῷ Γεροντικῷ· «Ἰωάννης ὁ Βοστρη νὸς, ἀνὴρ ἅγιος, καὶ ἐξουσίαν ἔχων κατὰ πνευμάτων ἀκαθάρτων, ἠρώτησε δαίμονας, οἱ ἦσαν κατοικοῦντες εἰς κόρας τινὰς μαινομένας καὶ ἐνεργουμένας ὑπ' αὐτῶν πονηρῶς, εἰπών· ποῖα πράγματα φοβείσθε ἀπὸ τῶν Χριστιανῶν; οἱ λέγουσιν· Εχετε όντως τρία πράγματα μεγάλα, ἓν μὲν, ὅπερ φορεῖτε, εἰς τὸν τράχελον ὑμῶν, καὶ ἐν, ὅπερ λούεσθε εἰς τὴν Ἐκκλησίαν, καὶ ἐν, ὅπερ τρώγετε εἰς τὴν σύναξιν. Ἐρος μένου δὲ πάλιν, ἐκ τούτων τῶν τριῶν, ποῖον φοβεῖσθε πλέον; ἀπεκρίθησαν, εἰ ἐφυλάσσετε καλῶς ὅπερ μετ ταλαμβάνετε, οὐκ ἴσχυσεν οὐδεὶς ἐξ ἡμῶν ἀδικῆσαι Χριστιανόν· εἰσὶ δὲ ἃ δυσμενεῖς φοβοῦνται τῶν ἄλλων πλέον, ὁ σταυρός, ἡ βάπτισις, καὶ ἡ κοινωνία. Τέλος τῶν κατὰ πλάτος πασῶν ὑποθέσεων, καὶ μερική παραίνεσις πρὸς τὸν ἐπερωτήσαντα. Αγ΄. Ἰδοὺ δή, τέκνον φίλτατον, τετέλεσταί σου ἡ αἴτ τησις, σὺν Θεῷ· εἰ μὲν κατὰ γνώμην τὴν σὴν καὶ τὴν πρόθεσιν, ἀκριβῶς οὐκ οἴδαμεν, μέντοι γε κατὰ τὴν ἡμετέραν δύναμιν, καὶ Θεῷ δὲ φίλον, τὸ κατὰ δύνα μιν. Ορα τοίνυν, ἵνα μὴ μέχρι τούτου στῇ τὸ σὸν φιλομαθές, καὶ ἐπίπονον, ἀλλ᾽ ἵνα καὶ ἔργοις ὀφθῇς φιλομαθής, καὶ σπουδαῖος. Φησὶ καὶ γὰρ ὁ κλεινὸς ὀδελφόθεος· Ἀδελφοί μου ἀγαπητοί, γίνεσθε ποιη ταὶ λόγου, καὶ μὴ μόνον ἀκροαται, παραλογιζόμενοι ἑαυτοὺς, ὅτι, εἴ τις ἀκροατής νόμου ἐστὶ, καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ, κατανοοῦντι τὸ πρόσω ωπον τῆς γενέσεως αὐτοῦ, ἐν ἐσόπτρῳ· κατενόησες γὰρ ἑαυτὸν, καὶ ἀπελήλυθεν, καὶ ἐπελάθετο ὁποῖος ἦν, ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τῆς ἐλευθερίας, καὶ παραμείνας, οὗτος οὐκ ἀκροατής ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. ο *Οπως δεῖ ἀκούειν καὶ ἐκλαμβάνειν τὰ τῶν Πα τέρων πνευματικά βήματα. Εδ. Καὶ πρό γε τούτων, ἵνα πιστῶς, καὶ μετὰ τῆς προσηκούσης εὐλαβείας, ἐκλαμβάνῃς καὶ δι ακούῃς, τὰ τῶν Πατέρων θεῖα, καὶ πνευματικὰ θεσπίσματα· φησὶ γὰρ ὁ ἅγιος Μακάριος ο Αψαυστά ἐστι τοῖς ἀπείροις, τὰ πνευματικά· ψυχῇ δὲ ἁγίᾳ, καὶ πιστῇ, πρὸς κατάληψιν ἔρχεται ἡ τοῦ ἁγίου Πνεύματος κοινωνία, καὶ οἱ ἐπουράνιοι τοῦ Πνεύ ματος θησαυροί, τῷ πείρα λαβόντι μόνῳ γίνονται καταφανεῖς, ἀμυήτῳ δὲ, οὐδὲ ἐννοῆσαι δυνατὸν τοῦ παράπαν. Εὐλαβῶς τοίνυν περὶ αὐτῶν ἄκουε, μέχρις ἂν, καὶ σοὶ γένοιτο πιστεύοντι, καταξιωθῆναι τού των τυχεῖν· τότε γὰρ εἴσῃ αὐτῇ πείρᾳ τῶν τῆς ψυ χῆς ὀφθαλμῶν, οἱων ἀγαθῶν, καὶ μυστηρίων, ψυχαὶ Χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύνανται. Οὕτω γὰρ ἔχων, τάχιστα καὶ τὴν τῶν γεγραμμένων καὶ ἀκουτισθέντων ἐπισυλλέξεις ἐπικαρπίαν τε καὶ ὠφέλειαν, καὶ ἀπὸ τοῦ μανθάνειν, καὶ πράττειν, προ κόψεις, εἰς τὸ καὶ ἄλλους παραινεῖν καὶ ὁδηγεῖν αὐτῇ πείρα, πρὸς τὰ θειότερα, καὶ τοῖς πολλοῖς ἀμύητα· δ καὶ γένοιτό σοι, τῇ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ παναλκεστάτῃ παλάμῃ ἐπερειδομένῳ, καὶ κατευθυνομένῳ· Ἀμήν. Ἐπεὶ δὲ κόρος λόγου, πολέμιος
col. 803–804page 85 of 89
PG 147:803ἀκοπῖς, ὡς ὑπερβάλλουσα τροφή σώμασι, καὶ, παν μέτρον ἄριστον, δέον καὶ ἡμᾶς τὸν κόρον φεύγοντας, καὶ τὸ ἔμμετρον ἀσπαζομένους ὡς ἄριστον, μικρὸν ότι τῷ λόγῳ προσδιατρίψαντας, καὶ οἱονεί τινα σύν τομον ἀνακεφαλαίωσιν τῆς παρούσης πραγματείας διαγράψαντας, οὕτως ἐκεῖσε τὴν τοῦ λόγου ἐρεῖσαι άγκυραν. Ανακεφαλαίωσις, καὶ ὅπως δεῖ προσεύχεσθαι, καὶ περὶ φωτισμοῦ ἀληθοῦς, καὶ θείας δυνά μεως. ο με. Φασὶν οἱ Πατέρες, ὁ ἐν λόγῳ νήφειν ἐθέλων, ἀεὶ δι᾽ εἰσπνοῆς ῥινὸς ἔνδον καρδίας επειγέσθω προσεύχεσθαι καθαρῶς, καὶ ἀῤῥεμβάστως, μόνα τὰ τῆς εὐχῆς προσέχων, καὶ μελετῶν, καὶ διανοούμενος ῥήματα, ήγουν τὸ, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ "Θεοῦ, ἐλέησόν με, ἄχρι καιροῦ φωτισμοῦ νοὸς ἐν καρδίᾳ, ὥς φησιν ὁ ἅγιος Διάδοχος, ὅτι «Οσοι τὸ τοῦ Κυρίου Ἰησοῦ ἔνδοξον, καὶ πολυπόθητον όνομα ἐν τῷ βάθει τῆς καρδίας μελετῶσιν ἀπαύστως, οὗτοι δύνανται καὶ τὸ φῶς τοῦ νοῦ ὁρᾷν ποτε· ι οὗ γε γενημένου, Θεοῦ ῥοπῇ, ἔκτοτε τὸν ὑπόλοιπον δρόμον τῆς κατὰ Θεὸν πολιτείας ἡμῶν, ὡς ἐν φωτὶ περι πατοῦντες, μᾶλλον δὲ φωτὸς υἱοὶ ὄντες, ἁπλανῶς, καὶ ἀπροσκόπως οδεύσομεν, ώς φησιν ὁ φωτοπάροχος Ἰησοῦς, «Εως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Καὶ ὅτι· «Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ ὁ Δαβὶδ δὲ τοιάδε προς Κύριον βοᾷ ὁ Ἐν τῷ φωτί σου οψόμεθα φως.» Καὶ ὁ θειότατος Παῦλος· ο Θεός ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν.» Δι' αὐτοῦ καὶ γὰρ, ὡς διὰ λύχνου ἀσβέστου, καὶ παμφαοῦς, ὁδηγοῦνται, καὶ ἐνατενίζουσιν οἱ τῷ ὄντι πιστοὶ, εἰς τὰ ἐπέκεινα τῶν αἰσθήσεων, καὶ ἀνοίγεται αὐτοῖς, ὡς καθαροῖς τὴν καρ δίαν, ἡ οὐράνιος πύλη, πάσης τῆς ἰσαγγέλου, καὶ ὑψηλῆς πολιτείας, καὶ καταστάσεως. Καὶ αὖθις οὔ τως ὡς ἐξ ἡλιακοῦ δίσκου, ἀνατέλλει τούτοις, ε ἀνακρίνειν, τὸ διακρίνειν, τὸ διορᾷν, τὸ προορᾷν, καὶ τὰ παραπλήσια. Καὶ ἀπαξαπλῶς δι' αὐτοῦ ἀπαυ γάζει τούτοις ἡ τῶν ἀδήλων μυστηρίων πᾶσα δή λωσίς τε καὶ ἀποκάλυψις, δυνάμεώς τε ὑπερφυούς, καὶ θείας, ἐν πνεύματι εμπίπλανται, καὶ διὰ τῆς τοιάσδε ὑπερφυοῦς δυνάμεως, καὶ ὁ χοῦς αὐτῶν κου φιζόμενος, ἢ μᾶλλον τὸ βρίθον τῆς σαρκὸς ἀπολε πτυνόμενον καὶ μετεωριζόμενον, ὑπερίπταται. Διὰ ταύτης τῆς ἐν ἁγίῳ Πνεύματι φωτιστικῆς δυνάμεως, ἔτι μετὰ σαρκὸς ὄντες· καί τινες τῶν ἁγίων Πατέ ρων, ὡς ἄῦλοι καὶ ἀσώματοι, ποταμούς ἀβάτους, καὶ θαλάττας ναυσιπόρους, ποσὶν ἀβρόχως διῆλθον, δρό γους τε μακροὺς καὶ πολυημέρους, ακαριαίως δι ώδευσαν, καὶ ἕτερα ἐξαίσια, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ἡλίῳ ἐν θαλάσσῃ, ἐν ἐρημίαις, ἐν πόλεσιν, ἐν παντὶ τόπῳ καὶ χώρᾳ, ἐν θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἁπλῶς ἐν πάσῃ τῇ κτίσει, καὶ πᾶσι τοῖς στοιχείοις, ἐξειργάσαντο, καὶ διὰ πάντων ἐδοξάσθησαν, καὶ ἐν προς ευχαῖς δὲ τούτων ἱσταμένων, καὶ τὰ αὐτῶν εὐαγή,
col. 805–806page 86 of 89
PG 147:805καὶ τίμια σώματα, γῆθεν ὡς ὑπόπτερα ὑπερῄροντο τῷ ἀναλωτικῷ, καὶ ἐνθέῳ, καὶ ἀθλῳ πυρὶ τῷ τῆς χάριτος, τὸ σωματικὸν πάχος, καὶ μὴν καὶ τὸ βάρος, ἀποτεφρούμενοι, κούφως τε αίρεσθαι ενεργούμενοι. Ο τοῦ θαύματος! μεταστοιχειούμενοι, καὶ μεταχαλ κευόμενοι πρὸς τὸ θειότερον, τῇ θεουργῷ παλάμη τῆς ἐνσκηνούσης αὐτοῖς ἰσχύος, καὶ χάριτος. Καὶ μετὰ τέλος δὲ, ἐνίων καὶ τὰ σεβάσμια σώματα, τὸ ἀδιάλυτον φέρουσι, προδήλως τὴν ἐνοικοῦσαν αὐτοῖς, καὶ πᾶσι τοῖς βεβαιοπίστοις ὑπὲρ φύσιν χάριν καὶ δύναμιν πιστούμενα. Καὶ μετὰ τὴν κοινὴν μέντοι γε, καὶ παγκόσμιον ἐξανάστασιν, δι' αὐτῆς τῆς ἐν πνεύματι φωτιστικής δυναμεως, οἷόν πως πτεροφυήσαντες, ἀρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα, ὥς φησιν ὁ τῶν ἀῤῥήτων μύστης Θειότατος Παῦλος· «Καὶ οὕτω πάντοτε σὺν τῷ Κυρίῳ ἔσονται.» Πρὸς δὴ ταῦτα, καὶ ὁ πνεύματο φθόγγος ψάλλει Δαβίδ· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, δηλαδὴ τὴν αἰώνιον, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἴ.» Καὶ, ο Ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.» Καὶ αὖθις· «Θε τοῦ Θεοῦ κραταιοί, τῆς γῆς σφόδρα ἐπήρθησαν. ο Καὶ ὁ μεγαλοφωνότατος δὲ Ησαΐας οὕτω διαγορεύει Οι υπομένοντες τὸν Κύριον, πτεροφνήσουσιν· ἀλο λάξουσιν ἰσχὺν αὐτῶν.» Καὶ ὁ ἅγιος Μακάριος, Πᾶσα ψυχὴ ἡ διὰ πίστεως, καὶ πασῶν τῶν ἀρετῶν σπουδῆς, τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐντεῦθεν ἐν δυνάμει, καὶ πληροφορίᾳ καταξιωθεῖσα, καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἐνωθεῖσα, μυστηρίων οὐρανίων γνῶσιν ἐν ὑποστάσει λαμβάνειν πάντοτε καταξιοῦται. Ἐν δὲ τῇ ἡμέρᾳ τῆς ἀναστά σίως, τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι, τὸ σῶμα τῇ ψυχῇ συνδοξασθὲν, καὶ εἰς οὐρανοὺς ὑπὸ τοῦ πνεύ ματος, κατὰ τὸ γεγραμμένον, ἁρπαγὲν εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα· καὶ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ γενέσθαι καταξιωθὲν, εἰς αἰῶνας ἅμα ψυχῇ καὶ σώματι συμβασιλεύσουσιν ο Ετέρα ἀνακεφαλαίωσις. η κς'. Τούτων τῶν καινῶν, καὶ ὑπὲρ λόγον λόγων, ἀρχὴ, καὶ γεννήτρια, ή προμνημονευθεῖσα ἐν ἀμεριμνίᾳ ὁλικῇ, ἡσυχία, προσοχή τε καὶ προσευχή, βάθρον οἷόν πως βεβηκός, καὶ ἔπαλξιν ἀπόρθητον πλουτοῦσαι· τὴν κατὰ δύναμιν πασῶν τῶν θεοποιῶν ἐντολῶν ἐκπλήρωσιν. Ἐκ δὲ τῆς ἀμεριμνίας φαμέν, ἡσυχίας, προσοχῆς τε, καὶ προσευχῆς, ἡ ἐν καρδίᾳ " κίνησις καὶ θέρμη, ἢ τὰ πάθη, καὶ τοὺς δαίμονας φλέγουσα, καὶ τὴν καρδίαν ὡς ἐν χωνείᾳ καθαίρουσα καὶ ἐκ ταύτης, ὁ πρὸς τὸν Κύριον Ἰησοῦν Χριστὸν πόθος, καὶ ἄληκτος. Έρως. Ἐκ δή τούτου, ἡ γλυκερά τῶν καρδιακῶν δακρύων ἐπιρροή κρουνηδόν, δι' ὧν ἡ ψυχὴ, καὶ τὸ σῶμα, ὡς ὑσσώπῳ, τῇ μετανοίᾳ, τῇ ἀγάπῃ τε καὶ εὐχαριστίᾳ, καὶ ἐξομολογήσει, καθαίρεται καὶ πιαίνεται. Ἐκ δὲ τούτων, ἡ γαλήνη ή τε εἰρήνη τῶν λογισμῶν, ἧς οὐδὲν ὅριον, ὡς πάντα νοῦν ὑπερέχουσα. Ἐκ δὲ τούτων, ἡ χιονοφεγγόφωτος Ελ λαμψις· καὶ τέλος, ἡ κατὰ ἄνθρωπον ἀπάθεια· ἡ τε τῆς ψυχῆς πρὸ τοῦ σώματος ἐξανάστασις, καὶ ἡ πρὸς
col. 807–808page 87 of 89
PG 147:807τὸ κατ' εἰκόνα, καὶ καθ᾽ ὁμοίωσιν· διὰ πράξεώς τε καὶ θεωρίας, πίστεώς τε καὶ ἐλπίδος, καὶ ἀγάπης, αναμόρφωσις καὶ ἐπάνοδος. Η τε πρὸς Θεὸν ὑλικὴ ἀνάτασις, καὶ ἄμεσος ἔνωσις, Εκστασίς τε, καὶ παῦλα, καὶ στάσις, κατὰ μὲν τὸ παρὸν, ὡς ἡ ἐν ἐστ όπτρῳ, καὶ ἐν αἰνίγματι, καὶ ἀῤῥαβῶνι. Κατὰ δὲ τὸ μέλλον, ή προς πρόσωπον πρόσωπον, καὶ τελεία τελείως τοῦ Θεοῦ μέθεξι;, καὶ ἀϊδίως ἀπόλαυσις. *Οτι αὕτη ὄντως ἐστὶν ἡ ἁπλανὴς, καὶ ἀληθής, καὶ πατροπαράδοτος, καὶ κατὰ Θεὸν πολιτεία, δηλονότι ἡ ἐξ ὑπακοῆς ἡσυχία· ἥτις καὶ ἐν Χριστῷ κεκρυμμένη ζωή, εἰκότως τοῖς ἁγίοις προσείρηται. Αζ'. Αὕτη ἡ ὁδὸς, καὶ κατὰ Θεὸν νοερὰ πολιτεία, καὶ ἱερὰ ἐργασία, τῶν τῷ ὄντι Χριστιανῶν· ἡ ἀλη Βθής, καὶ ἁπλανὴς, καὶ ἀκίβδηλος, καί γε ἀριδήλως, ή ἐν Χριστῷ κεκρυμμένη ζωή. Ταύτην έτεμε μὲν καὶ ἐμυσταγώγησεν ὁ θεάνθρωπος, καὶ γλυκύτατος Ἰησοῦς· διώδευσαν οἱ θεῖοι ἀπόστολος· ἐπηκολούθησαν δὲ, οἱ μετ᾿ αὐτοὺς, αὐτοῖς ὡς δεῖ ἑπόμενοι, οἱ κλεινοὶ καθηγεμόνες ἡμῶν καὶ διδάσκαλοι· οἱ ἀπ' ἀρχῆς, αὐτῆς δὴ τῆς ἐπὶ γῆς πρώτης Χριστού παρουσίας, καὶ μέχρι τήμερον ὡς φωστήρες ἐν κόσμῳ λάμποντες, ταῖς τῶν ζωηρῶν λόγων μαρμαρυγαῖς, καὶ ταῖς τῶν ἔργων παραδοξοποιίαις· οἱ καὶ εἰς τοὺς καθ' ἡμᾶς, τὸ τοιοῦτον καλὸν σπέρμα, τὴν ἱερὰν ζύμην, τὴν ἀπαρχὴν τὴν ἁγίαν, τὴν ἄσυ τον παρακαταθήκην, τὴν χάριν, τὴν ἐξ ὕψους δύνατ μιν, τὸν πολύτιμον μαργαρίτην, τὸν ἔνθεον πατρ κὸν κλῆρον, τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρόν, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, τὸ βασιλικὸν σημεῖον, τὸ ζῶν καὶ ἀλλόμενον ὕδωρ, τὸ θεῖον πῦρ, τὸ σε βάσμιον άλας, τὸ χάρισμα, τὸ σφράγισμα, τὸ φῶς, καὶ τὰ ὅμοια τούτοις, πρὸς ἀλλήλους διέδωκαν· δ καὶ ἔσται κληροδοτούμενον, καὶ κατὰ γενεάς γενεών μυστικῶς διαπορθμευόμενον, ἄχρι καὶ αὐτῆς τῆς αἰῶνος. Αμήν. ο δευτέρας αὖθις ἐπὶ γῆς Χριστοῦ παρουσίας. Αψευδής γὰρ ὁ ἐπαγγειλάμενος, τὸ, ο Καὶ ἰδοὺ ἐγὼ μεθο ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ Ὅτι κἂν καὶ ἄλλαι ὦσιν όδοί σωτήριοι, ἀλλ' αὕτη ἡ πρόκριτος, καὶ βασιλίς, καὶ εἰς υἱοθεσίαν φέρουσα. μη'. Εἰ δὲ καὶ ἄλλαι ὁδοῖ, καὶ πολιτείαι, εἰ βούλει δὲ καὶ ἐργασίαι χρησταὶ πεφύκασι, πρὸς σωτηρίαν ὁδηγοῦσαι, καὶ καταπαύουσαι τὸν ταύτας μετιόντα, ὥσπερ ἄρα καὶ εἰσὶ, καὶ πρὸς δουλείαν, ἢ μισθαρνίαν, χειραγωγοῦσαι, καὶ καταλήγουσαι, καθὰ καὶ πολλαὶ μοναὶ τῷ Σωτῆρι παρὰ τῷ Πατρὶ αὐτοῦ ὑπάρχειν εἴρηνται· ἀλλ᾽ οὖν αὕτη πέφυκεν ἡ βασι λίς, καὶ πρόκριτος, καὶ πασῶν ἐργασιῶν, ὡς ψυχὴ σώματος υπερκειμένη, καὶ ὑπερφέρουσα, ἅτε εἰς υἱοθεσίαν Θεοῦ καινουργοῦσα ἐκ γῆς καὶ σποδοῦ, καὶ Θεὸν ἐργαζομένη παραδόξως ἐν πνεύματι, τὸν μετερχόμενον αὐτὴν, ὡς εἰκὸς, ἄνθρωπον, ὥς φησιν ὁ μέγας Βασίλειος· «Πνεῦμα ἅγιον ἐπελθὸν εἰς ψυχὴν ἀνθρώπου, ἔδωκε μὲν ζωὴν, ἔδωκε δὲ ἀθανασίαν, ήγειρε κεί. μενον.» Τὸ δὲ κινηθὲν κίνησιν ἀΐδιον ὑπὸ Πνεύματος ἁγίου, ζῶον ἅγιον ἐγένετο, ἔσχε δὲ ἄνθρωπος ἀξίαν,
col. 809–810page 88 of 89
PG 147:809πνεύματος εἰσῳκισθέντος ἐν αὐτῷ, προφήτου, ἀπο στόλου, ἀγγέλου, Θεοῦ· ῶν πρὸ τοῦ γῆ καὶ σποδός. “Οτι διὰ τὸ ὑψηλὸν τῆς ἐργασίας, καὶ πολυώνυ μᾶς ἐστιν αὕτη ἡ πολιτεία. 40. Διατοι τοῦτο, καὶ πολλαῖς, καὶ ποικίλαις αυτ τὴν, καὶ ἐνδόξοις κλήσεσιν, οἱ θεῖοι Πατέρες ἀποσεμνύνουσιν. ὁδὸν γὰρ γνωστικὴν προσηγορεύκασι, πρά ξιν ἐπαινουμένην καὶ θεωρίαν εὔστοχον, προσευχήν ἐπάνω παντὸς πλάτους, νήψιν νοός, νοεραν ἐργασίαν, ἔργον τοῦ μέλλοντος αἰῶνος· ἀγγελικὴν πολιτείαν οὐράνιον βιοτήν, ἔνθεον διαγωγήν, χώραν ζώντων, μυστικὴν ἐποψίαν, πνευματικὴν πανδαισίαν, Παρά δεισαν θεουργόν, οὐρανὸν, οὐράνιον βασιλείαν, Θεοῦ βασιλείαν, γνόφον ὑπέρφωτον, ἐν Χριστῷ, κεκρυμμένην ζωήν, θεοπτίαν καὶ θέωσιν τὸ ὑπερφυέστατον, καὶ τὰ τούτοις παραπλήσια • οἷσπερ θείοις Πατράσι, καὶ ἡμεῖς οἱ τῷ πηλῷ, καὶ τῇ πλινθείᾳ, τοῖς πονηροῖς καὶ ἀκαθάρτοις λογισμοῖς, καὶ λόγοις, καὶ ἔργοις, συζῶντες, ἑπόμενοι, τὴν τὴν αἴτησιν, ἀγαπητέ, ἐκπληρῶσαι διὰ σπουδῆς ἐθέμεθα· καὶ μὴν καὶ καθὼς ᾔτησας, καὶ ὑπὲρ τὸ μέτρον ἡμῶν εἰπεῖν οὐκ ὀκνήσαμεν, χάριν, ὡς καὶ ἐν προοιμίοις τοῖς τοῦ λόγου εἴπομεν τῆς σῆς ἀγάς πης, καὶ τῆς Πατρικῆς ἐντολῆς· ταύτης δὲ καὶ [ἰσ. περιττὸν τὸ καὶ] τῆς ἰσαγγέλου βιωτής πρύ τανις, ἡ τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, καινὴ καὶ ἀπόῤῥητος οἰκονομία καὶ ἐνανθρώπησις, εὐδοκία τοῦ ἀνάρχου Πατρὸς, καὶ συνεργεία τοῦ ἁγίου Πνεύ ματος. ΗΘΙΚΟΝ Οτι μετὰ τῆς τοῦ Θεοῦ βοηθείας, καὶ χάριτος, χρὴ καὶ ἡμᾶς ὡς δυνατὸν σπουδάζειν, καὶ ἀγωνίζεσθαι, ἵνα καταξιωθῶμεν ἀπὸ τοῦ νῦν ὡς ἐν ἀῤῥαβῶνος μέρει, τῶν τοιούτων ύπερ φυῶν, καὶ μεγίστων δωρεῶν· καὶ ἵνα μὴ διὰ μικρὰν ῥαθυμίαν, τούτων, φεῦ! ἀποτύχωμεν, ὁ μὴ γένοιτο! ρ'. Τοιούτων τοίνυν καὶ τηλικούτων ἀγαθῶν ἡμῖν προκειμένων, ἀγαπητοί, οὐ μόνον ἐν ἐλπίσι, καὶ ταῖς εἰς τὸ μέλλον ἐπαγγελίαις, ἀλλ᾽ ἀληθείᾳ ἀπάρτι και πράγματι, σπεύσωμεν, ἀντιβολοῦμεν, ἕως και μὴν ἔχωμεν· δράμωμεν, ἀγωνισώμεθα, ἵνα τούτων καὶ ἡμεῖς, διὰ μικρᾶς καὶ προσκαίρου σπουδής, καὶ πόνου βραχέος, τὸ δὲ πλεῖστον, Θεοῦ δωρεᾷ καὶ χάριτι, καταξιωθῶμεν. «Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ο Παύλου τοῦ θείου κήρυκος λέ γοντος· ἀκουσώμεθα· μᾶλλον δὲ καὶ ἀπὸ τοῦ νῦν σπουδάζοντες εὑρήσομεν καὶ αὐτὸν, ὡς ἐν ἀπ αρχῆς καὶ ἀρραβῶνος μέρει. Εἰ γὰρ οἱ εἰς βασι λικὰς συγγενείας, καὶ κοινωνίας ἐκ τῆς κάτω τύχης μετακαλούμενοι, πάντα πράττουσι, καὶ ἔργοις, καὶ λόγοις, καὶ ἐπινοίαις, καὶ αὐτῶν δὴ τῶν ἀνεφίκτων ἁπτόμενοι, μέντοι γε καὶ αὐτῆς τῆς ζωῆς πολλάκις καταφρονοῦντες, ὑπὲρ τῆς τοιαύτης δόξης τε καὶ τιμῆς, τῆς ρευστῆς, καὶ προσκαίρου, τῆς ἐνίοτε καὶ εἰς ὄλεθρον παντελή, οὐκ εἰς τὸ χρήσιμων καταντώσης, πόσον ἄρα ἡμᾶς εἰκὸς διαπράξασθαι, και σπουδάσαι εἰς κοινωνίαν, καὶ γάμους καὶ συνάφειαν, προικα λουμένους Θεοῦ, τοῦ πάντων βασιλέων Βασιλέων,
col. 811–812page 89 of 89
PG 147:811καὶ Δημιουργοῦ, καὶ μόνου ἀφθάρτου καὶ εἰσαεὶ διαμένοντος, καὶ δόξαν καὶ τιμὴν παρέχοντος τοῖς οἰκείοις, εὐκλεᾷ καὶ μόνιμον· καὶ οὐ μόνον τοῦτο δὲ, ἀλλά γε καὶ ἐξουσίαν ειληφότας τέκνα Θεοῦ γε νέσθαι. Οσοι γάρ, φησίν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, τέκνα Θεοῦ γενέσθαι, τοῖς πιο στεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Δίδωσιν ἐξουσίαν, οὐ τυραννικῶς ἔλκει καὶ παρὰ πρόθεσιν ἡμετέραν βιάζεται· ἀεὶ γὰρ ἡ τυραννίς, κατὰ τοῦ τυραννοῦντος τὸν τυραννούμενον ὁπλίζει, ἵνα κακῷ τὸ κακὸν ἐξιάσηται· καν τούτῳ τιμῶν ἡμῶν τὸ ἀρχαῖον τοῦ αὐτεξουσίου ἀξίωμα, καὶ ἵνα ὅπως εἴη τὸ ἀγαθὸν, τῇ αὐτοῦ μὲν ἐξειργασμένον το καθόλου εὐδοκίᾳ καὶ χάριτι· τῆς δὲ ἡμετέρας σπουδῆς καὶ ἐπιμελείας λογίζοιτο τὸ κατόρθωμα· κἀκεῖνος μὲν, εἰ καὶ Θεός Βεστι καὶ Δεσπότης, ἀλλ᾽ οὖν ἅπαν τὸ ἑαυτοῦ πε ποίηκε· πάντας γὰρ καὶ ὁμοίως ἔπλασε, καὶ ὡσαύ τως ὑπὲρ πάντων ἀπέθανε, ἵνα ἐπίσης σώσῃ τοὺς ἅπαντας. Ἐν ἡμῖν δὲ ἀπελείφθη τὸ προσελθεῖν, τὸ πιστεῦσαι, τὸ οἰκειωθῆναι, τὸ μετὰ φόβου, καὶ σπουδῆς, καὶ ἀγάπης λατρεύειν τῷ ὄντως ἀγαπήσαντι ἡμᾶς φιλανθρώπῳ Δεσπότῃ, καὶ κηδεμόνι, ὥστε καὶ θάνατον ἐθελῆσαι ὑπενεγκεῖν ἑκουσίως ὑπὲρ ἡμῶν, καὶ θάνατον ἐπονείδιστον, ἵνα ἡμᾶς τῆς τοῦ διαβόλου καὶ ἀρχεκάκου ἐχθροῦ ἀπαλλάξῃ τυραννίδος, καὶ τῷ Πατρὶ καὶ Θεῷ καταλλάξῃ· καὶ ; κληρονόμους μὲν Θεοῦ, συγκληρονόμους δὲ αὐτοῦ άπεργάσηται, τὸ παραδοξότατον, καὶ μακαριώτα τον· μὴ δὴ διὰ μικρᾶς καὶ βραχείας βαθυμίας. καὶ ἀμελείας, καὶ ἐπιπλάστου ἡδονῆς οἰασοῦν, τῶν “τοσούτων οίων ἡλίκων ἀποξενώσωμεν ἑαυτοὺς ἀγαθῶν καὶ γερῶν, καὶ ἀπολαύσεων· ἀλλὰ πάντα πράξωμεν, καὶ πραγματευσώμεθα· καὶ αὐτῆς, εἰ δέοι, τῆς ζωῆς, ὑπὲρ αὐτοῦ μὴ φεισώμεθα, ὡς κἀκεῖνος δι᾿ ἡμᾶς, καίτοι Θεὸς ὢν ὑπὲρ ἡμῶν πε ποίηκεν, ἵν' οὕτως καὶ τῶν ἀπάρτι, καὶ τῶν ἀπάν των δωρεῶν καὶ στεφάνων καταξιωθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, εὐδοκίᾳ καὶ χά ριτι αὐτοῦ τοῦ ὑπεραγάθου καὶ ἐλεήμονος, τοῦ Κυ ρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ταπεινώσαντος ἑαυτὸν τοσοῦτον ὑπὲρ ἡμῶν, καὶ τοῖς τοιούτοις ταπεινοῖς, τὴν ὑπερφυᾶ καὶ θεοποιὸν αὐτοῦ χάριν ἀπὸ τοῦ νῦν ἐνεργῶς πλουσίως ἐπιβραβεύοντος· ὅτι αὐτῷ πρέπει πᾶσα ἡ δόξα, καὶ ἡ τιμή, καὶ ἡ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ καὶ ἀχράντῳ αὐτοῦ Πατρί· καὶ τῷ συναἰδίῳ, καὶ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View