PG 147Nicephorus Callistus Xanthopulus et al.
Callistus, Patriarch of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 813–814page 1 of 2
Capitula de precatione
PG 147:813ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΚΑΛΛΙΣΤΟΥ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ α΄. Εἰ βούλει μαθεῖν τὴν ἀλήθειαν, μίμησαι ὡς ἐκ παραδείγματος τὸν κιθαρῳδόν. Κάτωθεν μὲν γὰρ ἐκεῖνος ὑποκλίνει τὴν κεφαλὴν, καὶ τὴν ἀκοὴν προς ερείδων τῷ ᾄσματι, ὑποσείει τὸ πλῆκτρον διὰ τῆς χειρὸς, καὶ ἅμα τῶν χορδών τεχνικώς συγκρουομένων ἀλλήλοις, ή κιθάρα τὸ μέλος ἐκπέμπει, καὶ β κιθαρῳδὸς ἄλλεται τῇ τοῦ μέλιτος γλυκύτητα. β'. Εστω σοι, ὦ φιλοπονώτατε τοῦ ἀμπελῶνος ἐργάτα, σαφὲς τὸ παράδειγμα, καὶ μὴ ἀπίστει νήφων γὰρ ἐκεῖθεν ὡς ὁ κιθαρῳδὸς, πρὸς τὸ βάθος δηλονότι τῆς καρδίας, βαδίως ἕξεις τὸ ζητούμενον. Ψυχὴ γὰρ ἔρωτι θείῳ ἁλοῦσα κατάκρας, στραφήναι εἰς τὰ ὀπίσω οὐ δύναται. • Εκολλήθη γάρ, φησὶν ὁ θεῖος Δαβίδ, ἡ ψυχή μου ὀπίσω σου.» γ'. Κιθάραν νόει μοι τὴν καρδίαν, αγαπητέ χορο δὰς δὲ τὰς αἰσθήσεις· πλῆκτρον δὲ τὴν διάνοιαν, ἥτις διὰ τοῦ λογικοῦ κινεῖ τὸ πλῆκτρον ἐνδελεχώς ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ μνήμη, ἐξ ἧς ἡδονή τις ἄρ ῥητος τῇ ψυχῇ ἐπιγίνεται, καὶ τῷ καθαρῷ νοῖ τὰς θείας αὐγὰς ἐνοπτρίζεται. δ. Ἐὰν μὴ τὰς αἰσθήσεις του σώματος μύσωμεν, οὐκ ἂν τὸ ἀλλόμενον ὕδωρ ἐν ἡμῖν ἀναβλύσοι, δ δ Κύριος τῇ Σαμαρείτηδι ἐκείνῃ ἐχαρίσατο. Ζητοῦσα γὰρ τὸ αἰσθητὸν τοῦτο ὕδωρ, τὸ τῆς ζωῆς εὗρεν εἰς ἑαυτὴν ἔνδον ἀλλόμενον. Ὡς γὰρ ἡ γῆ κατὰ φύσιν ἔχει τὸ ὕδωρ, καὶ ἅμα προχέει· οὕτω καὶ ἡ γῆ τῆς καρδίας, κατὰ φύσιν, ἔχει τοῦτο ἀλλόμενον καὶ πηγάζον, οἱονεὶ τὸ πατρικὸν φῶς, ὅπερ ὁ Ἀδὰμ ἐκεῖνος διὰ τῆς παρακοῆς προσαπώλεσε. ε'. Καθάπερ ἐκ πηγῆς ἀεννάου, τὸ ὕδωρ οὕτω καὶ τὸ ζῶν καὶ ἀλλόμενον ὕδωρ ἀπὸ τῆς ψυχῆς ἀνα βλύζει· ὅπερ δὴ καὶ ἐν τῇ τοῦ θεοφόρου ἀνδρὸς Ἰγνατίου ψυχῇ ἐνοικῆσαν, παρεσκεύαζε λέγειν αὐτ τήν· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλοϋλον ἀλλ᾽ ὕδωρ ἐστὶν ἐνεργοῦν καὶ λαλοῦν. ς'. Εοικεν αὕτη ἡ μακαρία, καὶ τρισολβία δὲ μᾶλο λον, ή νοερά φημι νήψις τῆς ψυχῆς, ὕδατι ἀλλομένῳ καὶ πηγάζοντι ἐκ τοῦ βυθοῦ τῆς καρδίας, καὶ τὸ μὲν ἐκ τῆς πηγῆς ὕδωρ αναδιδόμενον, τὴν πηγὴν
col. 815–816page 2 of 2
PG 147:815πλήρη ποιεῖ· τὸ δὲ ἀλλόμενον ἐκεῖθεν ἐκ τῆς καρ δίας, καὶ ὡς εἰπεῖν ἀε:κινήτως κινούμενον διὰ τοῦ ; Πνεύματος, ὅλον τὸν ἔσω ἄνθρωπον πλήρη ποιεῖ δρόσου θείας καὶ πνεύματος· τὸν δὲ ἔξω, πύρινον ἀπεργάζεται. ζ'. Νοῦς καθαρθεὶς ἐκ τῶν ἔξωθεν, καὶ τὰς αἰσθήσεις ὁλικῶς ὑποτάξας διὰ τῆς πατρικῆς ἀρετῆς, ἀκίνητος μένει, καθάπερ ὁ οὐράνιο; ἄξων, ὡς πρὸς κέντρον ἀφορῶν τὸ τῆς καρδίας βάθος, καὶ ἡγε μονεύων τῆς κεφαλῆς, ἀποβλέπει ἐκεῖσε, βολίδας έχων οἱονεὶ τὰς τῆς διανοίας αὐγὰς, ἀρυομένας ἐκεῖθεν τὰ θεῖα νοήματα, καὶ ὑποτάσσων τὰς αἰσθήσεις ἁπάσας τοῦ σώματος. τ'. Μηδείς, ἀκούων τῶν ἀμυήτων, ἢ δεομένων γάλακτος, ἅψηται τῶν τοιούτων ἀπηγορευμένων, ἐν Βοὐ καιρῷ. Τοὺς γὰρ τοιούτους οἱ θεῖοι Πατέρες πρὸ τοῦ καιροῦ τὰ τοῦ καιροῦ ζητήσαντας, καὶ εἱονεὶ πρὸς τὸν τῆς ἀπαθείας λιμένα σπουδάζοντας εἰσελθεῖν, οὐ μετὰ τοῦ προσήκοντος, ἔκστασιν φρονῶν ενόμισαν τὸ τοιοῦτον· καὶ πλέον οὐδέν. Αδύνατον γὰρ τὸν μὴ εἰδότα γράμματα ἐν δέλτῳ μελετάν. θ'. Τὸ κινηθὲν ἐξ ἀγῶνος ἐν τῇ ψυχῇ ὑπὸ τοῦ θείου Πνεύματος, γαληνὴν ἐκτελεῖ τὴν καρδίαν, κράζον, 'Α, ὁ Πατήρ· ἀλλ' ἐκεῖνο μὲν ἀσχημάτιστον ἢ καὶ ἄμορφον· ἡμᾶς δὲ μετασχηματίζει τῇ αἴγλῃ τοῦ θείου φωτός, καὶ μορφοποιεῖ ὡς εἰκός, ἅμα τῇ πυρώσει τοῦ θείου Πνεύματος, ἀλλὰ καὶ ἀλλοιοῖ, καὶ μεταμείβει, ὡς μόνος οἶδεν αὐτὸς, τῇ θεϊκή εξουσία. η ι. Νοῦς καθαρθείς διὰ τῆς νήψεως, ῥᾳδίως σκο τίζεται, εἰ μὴ τῇ συνεχεῖ μνήμῃ τοῦ Ἰησοῦ, ἀπο σχολεῖται πάντη τῶν ἔξωθεν. Ὁ δὲ τὴν πρακτικὴν συναρμόσας τῇ θεωρίᾳ, οἱονεὶ τῇ τοῦ νοὸς τηρήσει, ψόφους οὐκ ἀπαναίνεται· κτύπους ανάρθρους, ἢ καὶ ἐνάρθρους οὐκ ἀποσείεται. Τρωθεῖσα γὰρ ἡ ψυχὴ τῷ θείῳ ἔρωτι τοῦ Χριστοῦ, ὡς ἀδελφιδῷ τούτῳ γε κατακολουθεί. επ'. Στῆσαι μὲν τὰ τῆς σαρκὸς πάθη, καὶ τὰ σκιρτήματα τοὺς ἐν κόσμῳ διατρίβοντας· ἢ καὶ σὺν λόγῳ σχολάζειν, κατὰ τό· «Σχολάσατε, καὶ γνῶτε, εἰκὸς εἶναι γενέσθαι.» Εξαλείψαι δὲ ἡ ἀφανίσαι ἀδύνατον. 'Ο δὲ ἐρημικός βίος σαφῶς ἐκριζοῦν οἶδεν αὐτά. ιβ. Ἐπὶ τοῦ ἀλλομένου ὕδατος τὸ μὲν. ὀξυτέραν ἔχει τὴν κίνησιν· τὸ δὲ, γαληνὴν καὶ βραδυτέραν. Τὸ μὲν οὖν πρότερον, οὐδὲ θολωθῆναι ῥᾳδίως δύνα και διὰ τὸ τῆς κινήσεως τάχος. Εἰ δὲ καὶ πρὸς μικρὸν θολωθείη, ῥᾷον᾽ αὖθις καθαίρεται· ἅτε δὴ τοιαύτην ἔχον τὴν κίνησιν. Ἐπειδὰν δὲ τὸ ῥεῦμα τοῦ ὕδατος ἀλαττωθέν, σμικρότατον γένηται· οὐ μόνον θολοῦται, ἀλλὰ σχεδὸν καὶ ἀκίνητον μένει· δεῖται γάρ τινος ἀνακαθάρσεως, ὡς εἰπεῖν, καὶ κινήσεως. ιγ'. Τοῖς μὲν εἰσαγωγικοί;, καὶ ἠθικοῖς, καὶ πρακτικοῖς ὁ δαίμων διὰ ψόφων ἀνάρθρων, ἢ καὶ ἐνάρθρων επεισέρχεται. Τοὺς δὲ περὶ τὴν θεωρίαν, φαντασίας τινὰς εἰδωλοποιεῖ· ὡς δοκεῖν χρωματίζειν τὸν ἀέρα, δίκην φωτός· ποτὲ δὲ καὶ ὡς πῦρ ταύτας προφέρει, ἵνα διὰ τῆς ἐναντίας μοίρας ἀποπλανήτη
Page scan enlarged

Notebook

Full View