PG 148Nicephorus Gregoras
Byzantine History
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — Historia Romana Bks I-XXIV; OCR Page view underneath — PG column chips mark the printed columns.
PG 148:597ἃ δὴ πάντα πυλῶν εἴσω γενόμενος εὐθὺς ἀπέῤῥιψε καὶ κατάδηλος πᾶσιν ἐγεγόνει βασιλεὺς ὤν· καὶ εὐθὺς δραμόντες μικροῦ πᾶσα ἡ πόλις ἐκείνη προσεκύνουν τε αὐτὸν καὶ ἠσπάζοντο καὶ εὐφήμοις ἐδεξιοῦντο φωναῖς. ἦσαν δὲ καὶ βραχεῖς τινες πάνυ αὐτόν τε μισοῦντες καὶ τῷ γηραιῷ καθαρῶς προσκείμενοι βασιλεῖ· οἳ καὶ δραμόντες τὴν ἀκρόπολιν ἐχειρώσαντό τε καὶ ἠσφαλίσαντο, κἀκεῖθεν εὐρώστως ἠμύνοντο πολιορκοῦντας τόν τε βασιλέα καὶ ὅσοι περὶ αὐτὸν ἠθροίσθησαν θιασῶται τῆς στάσεως· καὶ πολλοὺς ἐτίτρωσκον βάλλοντες λίθοις καὶ βέλεσιν, ὥστε καὶ πολλὰ τῶν ἐκεῖθεν βελῶν καὶ περὶ τὴν τοῦ βασιλέως ἐνεπάγη ἀσπίδα. τῇ δ’ ὑστεραίᾳ φρυγάνων ἀθροίσαντες πλῆθος οἱ περὶ τὸν βασιλέα τὰς πύλας ὑφῆψαν τῆς ἀκροπόλεως καὶ οὕτως αὐτὴν παρεστήσαντο. (Δ.) Ἄρας δ’ ἐκεῖθεν ὁ βασιλεὺς προῄει ἐπὶ τὸ ἄστυ Σεῤῥῶν, ᾧ τὸ συμμαχικὸν ἦν τῶν Τριβαλλῶν, οἷς δὴ καὶ διὰ σπουδῆς ἦν τὸ πρῶτον ὅπλα κατὰ τοῦ βασιλέως ἄρασθαι.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐπεὶ δὲ τὸν μὲν δεσπότην Δημήτριον καὶ τοὺς ἄλλους, τόν τε πρωτοβεστιάριον καὶ τὸν Ἀσὰν, ξὺν οὐδενὶ κόσμῳ διασκεδασθέντας εἶδον, τοὺς δ’ ἑπομένους αὐτοῖς στρατιώτας αὐτομολήσαντας ἐς τὸ τοῦ βασιλέως στρατόπεδον, ὑπόσπονδον καὶ αὐτοὶ τῷ βασιλεῖ τὸ ἄστυ παρέδοσαν ἀπιόντες οἴκαδε. ἐπεί γε μὴν ὁ βασιλεὺς οὕτω τὴν τύχην ἑώρα τὴν δεξιὰν ἄφθονόν τε καὶ μειδιῶσαν αὐτῷ προτείνουσαν, ἤδη μεθ’ ὅλης εὐθυμίας καὶ ἡδονῆς ἐς τὰ πρόσω προὐχώρει μεστὸς ἀγαθῶν ἐλπίδων. καὶ ἵνα μὴ διατρίβωμεν, ὀλίγων ἐντὸς ἡμερῶν ἅπαντα διελθὼν τὰ ἐκεῖ παρὰ τὴν Μακεδονίαν πολίχνια ῥᾷστά τε καὶ ἀπονητὶ παρεστήσατο καὶ σύν γε αὐτοῖς τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα ξυνειλήφει τοῦ τε δεσπότου καὶ τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Ἀσὰν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων συγκλητικῶν ἐκείνοις ἐκεῖσε συνδιατρίβοντες ἦσαν. ε. Ὁ δὲ γηραιὸς βασιλεὺς ἀπολωλεκὼς καὶ τὰς ἐκεῖθεν ἐλπίδας καὶ εἰς ἀμηχανίαν ἐσχάτην ἐμπεπτωκὼς ἐβούλετο ἤδη πέμπειν πρεσβείαν πρὸς τὸν ἔγγονον περὶ σπονδῶν καὶ εἰρήνης, πρὶν ἐκ Μακεδονίας αὐτὸν ἀναλῦσαι. ἀλλ’ εὐθὺς ἑτέρα τις ἐλπὶς, ὡς μὴ ὤφελεν, ἐπεισφρήσασα καὶ ταύτην ἐξέκρουσε τὴν βουλήν.
PG 148:599Μιχάηλος γὰρ ὁ τῶν Βουλγάρων ἄρχων λημμάτων ἐλπίδι μεγάλων ἑαυτὸν ἐπάρας διεμηνύσατο λάθρα τῷ γηραιῷ βασιλεῖ, εἰ βούλοιτο, συμμαχῆσαι αὐτῷ κατὰ τοῦ ἐγγόνου. ὁ δὲ βασιλεὺς, ὥσπερ ἐκ μεγάλου ναυαγίου καὶ κλύδωνος ἀπροσδοκήτως λιμένι περιτυχὼν, ἀπρὶξ ἐπελάβετο τούτου. καὶ ἑξῆς διεπρεσβεύοντο πρὸς ἀλλήλους περὶ τοῦ ποιητέου καὶ περὶ ἐπαγγελιῶν καὶ συνθηκῶν, μηδενὸς ἐπιγινώσκοντος τὰ βουλεύματα, πλὴν δυοῖν ἢ τριῶν τῶν πάνυ πιστοτάτων καὶ τῆς Κραλαίνης, ἣ διηνεκῶς τὸν πατέρα καὶ βασιλέα ἀγαθῶν ἐνεπίμπλα ἐλπίδων, ὧν αὐτὴν οἱ ψευδομάντεις καὶ ἐγγαστρίμυθοι ἐνεπίμπλασαν. (Β.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ὁρῶν στρεφομένην ἀνωμάλως τὴν τύχην κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ κατορχουμένην οὕτω τὰ πράγματα ἐδεδίει περὶ ἑαυτῷ μάλιστα πάντων αὐτὸς, ἅτε καὶ μάλιστα πάντων αὐτὸς κοινωνῶν τῷ βασιλεῖ ῥητῶν καὶ ἀποῤῥήτων καὶ γνώμης καὶ πράξεως πάσης. διὸ καὶ σύννους τις ἦν καὶ ἐμμέριμνος ἀεὶ καὶ τῶν μελλόντων πλήρης, οὐ μάλα τοι δεξιὸν τὸ μέλλον σκοπούμενος ἐπιόν.
ἐν μιᾷ γοῦν τῶν νυκτῶν ἔδοξεν ἀλλόκοτόν τινα θεάσασθαι ἄνθρωπον ἐπιστάντα οἱ κειμένῳ, ἀτεχνῶς λωποδύτῃ τινὶ καὶ ἀγρίῳ λῃστῇ ἐοικότα τὴν χεῖρά τε ἐμβαλόντα, ἀφελέσθαι τοῦ προσκεφαλαίου τὰς τοῦ θαλάμου κλεῖδας, ἐν ᾧ τά τε ἔπιπλα καὶ οἱ πολυτελεῖς ἔκειντο λίθοι καὶ ὅσα τῶν χρημάτων αὐτῷ περιῆν. τὸν δὲ βίᾳ τὸν ὕπνον ἀποτινάξασθαι καὶ θορύβου μεστὸν ἐγερθέντα βοᾷν καὶ τοῖς θεράπουσιν ἐγκελεύεσθαι διώκειν τὸν λωποδύτην, μὴ φθάσῃ διαδρὰς μετὰ τῶν χρημάτων. ἐλελήθει γὰρ αὐτὸν ἐνύπνιον εἶναι τὰ φαντασθέντα καὶ οὐκ ἀλήθειαν. τῶν δὴ θεραπόντων διανιστάντων εὐθὺς καὶ τὰς θύρας κεκλεισμένας εὑρόντων καὶ διαβεβαιωσάντων φαντασίαν εἶναι τὸ πρᾶγμα καὶ μεθημερινῶν φροντίδων βλάστημα, μόλις εἰς ἑαυτὸν ἐλθὼν θερμότατόν τινα στεναγμὸν ἐκ βάθους ἀνέπεμψε καὶ οὐ τοσοῦτον μεθημερινῶν φροντίδων βλάστημα τὸ φανθὲν ἔκρινεν, ὅσον μαντείαν τινὰ καὶ προαναφώνησιν τοῦ μέλλοντος καταλήψεσθαι τὸν οἰκεῖον οἶκον ἀφανισμοῦ. ὅθεν ἡμέρας γενομένης τὰ πλείω τῶν χρημάτων ἀφελόμενος τῆς οἰκίας, ἅτε ἀπεγνωσμένης ἤδη, διεμέρισέ τε καὶ τῶν φίλων τοῖς πιστοτάτοις λάθρα ἐδεδώκει φυλάττειν αὐτῷ.
ὁ δὲ τὴν γυναῖκα καὶ τὰς θεραπαινίδας περὶ τὸν οἶκον ἀφεὶς αὐτὸς περὶ τὰ βασίλεια ἀπρόϊτον τοῦ λοιποῦ τὴν διατριβὴν καὶ καταμονὴν ἐποιεῖτο, δεδιὼς τὴν τοῦ δήμου στάσιν φλεγμαίνουσαν κατ’ αὐτοῦ. (Γ.) Οἱ μέντοι παρὰ τοῦ γηραιοῦ βασιλέως προαποσταλέντες εἰς τὴν τῶν κατὰ Μακεδονίαν χωρῶν καὶ πόλεων διοίκησιν ἑάλωσαν ἅμα γυναιξί τε καὶ τέκνοις, ὡς ἔφθημεν εἰρηκότες, καὶ διαμερισθέντες ὅσα περὶ Θεσσαλονίκην καὶ Διδυμότειχον δεσμωτήρια πάντα μεστὰ ἑαυτῶν πεποιήκεσαν. ὁ δέ γε δεσπότης Δημήτριος φυγὰς ᾤχετο ἀπιὼν παρὰ τὸν Κράλην Σερβίας, γυναῖκα καὶ παῖδας καταλιπὼν διώκουσιν. ὁ δὲ πρωτοβεστιάριος Ἀνδρόνικος μέχρι τινὸς ἑπόμενος καὶ αὐτὸς τῷ δεσπότῃ οὐκ ἐδυνήθη μέχρι τέλους καθάπερ τις παράσιτος ἐς ἀλλοτρίαν ἀποβλέπειν τράπεζαν ὥσπερ ἐκεῖνος. ἀλλ’ ἀναλογισάμενος, ὅσον ἐξαπίνης ἀφῄρηται πλοῦτον καὶ κτήνη καὶ κτήματα καὶ δόξαν μετὰ πασῶν τῶν ἐλπίδων, ὑποπτεύσας δὲ καὶ περὶ τῆς γυναικὸς ὅσα αἱ παρὰ τῶν ἐχθρῶν ἁλισκόμεναι πάσχουσιν ἄσεμνα, ἐς ἀπογνώσεως καὶ ἀμετρήτου λύπης βυθοὺς ἑαυτὸν ἐδεδώκει· καὶ οὕτως ἐν βραχεῖ τὸ ζῇν πικρῶς ἐξεμέτρησεν ἐν τόποις ἀλλοτρίοις καὶ ἐρημίαις πλανώμενος.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:601ὁ δὲ Ἀσὰν Μιχαὴλ σπεύσας εἰσῆλθεν ἐς τὸ τοῦ Προσιάκου πολίχνιον· καὶ τοὺς οἰκήτορας ἐκεῖθεν ἐκβεβληκὼς εἰς ἑαυτοῦ τοῦτο σωτήριον οἰκητήριον εἶχεν ἀσφαλισάμενος. μετὰ δὲ βραχὺ προδοσίαν αἰσθόμενος ἑαυτοῦ μεταπέμπεται παρὰ τοῦ Κράλη Σερβίας φρουρὰν, ᾗ τὸ πολίχνιον παραδοὺς ᾤχετο παρὰ τὸν Κράλην καὶ αὐτὸς ἀπιών. (Δ.) Ἔτυχε δὲ τηνικαῦτα τὸ τοῦ Μελενίκου φρούριον καὶ ὁπόση τούτῳ περίοικος διοικῶν καὶ ἐπιτροπεύων ὁ Βασιλικὸς Νικηφόρος. οὗτος τῶν εὖ μὲν γεγονότων ἦν, ἐδόκει δὲ τοῖς ἥκιστα κρίνειν εἰδόσιν ὀρθῶς τόν τε τρόπον εἶναι ἁπλοῦς καὶ πρακτικῆς ἐς τὰ μάλιστα ἄπειρος. ἀλλὰ τοῦτον ὁ χρόνος ἔδειξε τῶν τότε πάντων ὡς ἀληθῶς συνετώτερον. οἱ μὲν γὰρ ἀπογνώσει δόντες ἑαυτοὺς ἀγνοίᾳ τοῦ συμφέροντος πικρῶς τὸν βίον ἀπήλλαξαν· οἱ δὲ ἑάλωσαν ἄκοντες καὶ μυρία πεπόνθασι τὰ δεινά· οἱ δ’ ἑκόντες προὔδοσαν ἑαυτούς.
οὗτος δὲ μόνος θεῷ τὰ πείσματα τῶν ἐλπίδων ἀναψάμενος πρὸς τοσοῦτον πραγμάτων κλύδωνα ἑαυτὸν ἀντέστησε, μέχρι τελευταίας ἀναπνοῆς τοῦ γηραιοῦ βασιλέως τὴν πρὸς αὐτὸν ἀκίβδηλον γνώμην καὶ πίστιν τηρήσας, καὶ μήτε πρὸς τὰς τοῦ νέου βασιλέως λαμπρὰς καὶ μεγάλας ὑποσχέσεις ἐνδοὺς, μήτ’ αὖ πρὸς τὰς παλαμναιοτάτας ἀπειλὰς καὶ περιστρατοπεδεύσεις αὐτοῦ δείσας ὅλως· ἀλλὰ τὸ φρούριον ἐκεῖνο στεῤῥῶς ἀσφαλισάμενος ἐκάθητο, λῆρον μακρὸν ἅπαντα τὰ τοιαῦτα ἡγούμενος, ἕως ἠκηκόει τὴν τοῦ γηραιοῦ βασιλέως ἀπαλλαγήν. μέχρι γὰρ τούτου δικαίαν ἡγεῖτο τὴν ἔνστασιν· τὸ δ’ ἑξῆς ἄδικόν τε καὶ πρόφασιν οὐδὲν εὔλογον ἔχουσαν. διὸ καὶ σπονδὰς πρὸς τὸν νέον εὐθὺς ποιησάμενος βασιλέα καὶ λαμπρὰς τὰς ἀμοιβὰς παρ’ αὐτοῦ δεξάμενος ἐδεδώκει τὸ φρούριον· καὶ λοιπὸν βουλήσει τοῦ βασιλέως αὐτὸς αὖθις ἦν ὁ διοικῶν καὶ ἐπιτροπεύων αὐτὸ, γέρας καὶ τοῦτο λαβὼν καὶ ἀντίδοσιν τῆς πρὸς τὸν δεσπότην ἐκεῖνον πίστεως καὶ στοργῆς. ἐπεὶ καὶ συνετοῖς πολεμίοις αἰδέσιμος ἀνδρὸς ἀρετή. καὶ γὰρ Δημοσθένην τὸν Ἀττικὸν ἐν τοῖς μάλιστα πολεμίοις ὄντα Φίλιππος ἐμακάριζε, λέγων·
εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις φάσκει τῆς πατρίδος ἐμὲ προτιμᾷν, τοῦτον ἀργυρίου μὲν πριαίμην ἂν, φιλίας δ’ οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν, ὡς ἀκροπόλει καὶ τείχει, νεωρίοις καὶ τάφρῳ· θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω τὴν πόλιν τοῦ κτήματος. ἀλλὰ ταῦτα μὲν ὕστερον. νῦν δ’ ἐπανιτέον ὅθεν ἐπὶ ταῦτα ἐξέβημεν. (Ε.) Ἔαρος γὰρ ἀρχομένου κατὰ τὴν ἕκτην δηλαδὴ τῆς ἁγίας τεσσαρακοστῆς ἑβδομάδα συνεκρότησε πόλεμον τὰ ἀμφοῖν τοῖν βασιλέοιν στρατεύματα ἀγχοῦ τοῦ Μαυροποτάμου. ἐστρατήγει δὲ τούτων μὲν Κωνσταντῖνος ὁ Ἀσὰν, ἐκείνων δ’ ὁ πρωτοστράτωρ. εἰλήφεσαν τοίνυν κἀνταῦθα τὸ κράτος οἱ ἐναντίοι. τῶν δ’ ἡμετέρων πεπτώκασι μὲν ἐν τῷ πολέμῳ οὐ πλείους τῶν δέκα στρατιωτῶν· ἑάλωσαν δὲ τῶν ταξιάρχων οἱ πλείους μετὰ τοῦ στρατηγοῦντος Ἀσάν. οἱ δ’ ἕτεροι γυμνωθέντες δυστυχῶς τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανῄεσαν.
PG 148:603ἰδὼν δὲ ὁ νέος βασιλεὺς κατὰ ῥοῦν τοῖς αὐτοῦ κινήμασιν ἑπομένην τὴν τύχην, τὰ κατὰ Μακεδονίαν καὶ Θρᾴκην πάντα καταστησάμενος ὡς αὐτῷ γε ἦν βουλομένῳ ἐπὶ τὸ Βυζάντιον μεσοῦντος ἔαρος ἔσπευδε καὶ αὐτὸς, μὴ φθάσαντες ἐντὸς ὁ τῶν Βουλγάρων στρατὸς εἰσπηδήσωσιν, ἔπειτα μήτε στρατὸν ἀνάλογον ἔχουσαν εὑρηκότες τὴν βασιλεύουσαν καὶ ἄλλως πεπονηκυῖαν ἰδόντες ἐκ τοῦ λιμοῦ, ὃν ὁ τῶν Βενετικῶν τηνικαῦτα στόλος προὐξένησε, κατασφάξωσι τόν τε βασιλέα καὶ πᾶσαν εἰπεῖν ἡλικίαν καὶ μίαν ἀρχὴν καταστήσωσι τῷ σφῶν αὐτῶν ἀρχηγῷ τὴν ἀπὸ Βυζαντίου μέχρι τοῦ Ἴστρου· ἢ εἰ μὴ τοῦτό γε δυνηθεῖεν, ἀλλ’ οὖν τό γε δεύτερον δύναμιν αἰφνίδιον τῷ γηραιῷ βασιλεῖ παρασχόντες ἄβατον αὐτῷ δὴ τῷ νέῳ τοῦ λοιποῦ τὴν ἐπὶ τὸ Βυζάντιον καταστήσωσι, κἀνταῦθα περὶ τὸ τῆς σπουδῆς ἁπάσης συμπέρασμα τὸ σκάφος αὐτῷ τῆς τύχης ἀνατραπείη, πάσας τὰς τῶν δρόμων ἐκείνων ἐλπίδας ὑποβρυχίους πεποιηκός. ἔτυχε τοίνυν τρεῖς ἐν ταὐτῷ κινδύνους ἡ ταλαίπωρος αὕτη μεγαλόπολις θεασαμένη τότε, οὓς κατὰ μέρος λέξοντες ἥκομεν.
(2.) Νῆες μακραὶ τετταράκοντα παρὰ Βενετικῶν ὁπλισθεῖσαι λαμπρῶς τὸν ἔκπλουν κατὰ τῶν ἐν τοῖς Γαλάτου Γεννουϊτῶν ἐποιήσαντο, μὴ βουλομένων μεθ’ ἡσυχίας ἀποδιδόναι τὰ χρήματα, ὅσα παρὰ φορτίδος νεὼς αὐτῶν πειραταὶ Γεννουῖ̈ται περὶ μέσα που τὰ πελάγη τῆς κάτω θαλάσσης βιαίως ἀφείλοντο. καὶ ἐλθοῦσαι αἱ μὲν δύο καὶ τριάκοντα ἐσέπλευσάν τε ἐς τὸ πρὸ Βυζαντίου Κέρας καὶ ἔστησαν ἑαυτὰς μετωπηδὸν ἐς ἐπαγγελίαν πολιορκίας τῶν ἐν τοῖς Γαλάτου Γεννουϊτικῶν, εἰ ἀναβάλοιντο τὴν τῶν χρημάτων ἀπόδοσιν· αἱ δ’ ὀκτὼ παρεφύλαττον ἀνιοῦσαι τὸν πρὸ τοῦ Ἱεροῦ πορθμὸν, ὃν δὴ τοῦ Πόντου καλοῦσιν αὐχένα. ἔνθα στρογγύλας τέτταρας ναῦς εὑρηκότες πρὸς ἔκπλουν ἑτοίμους ἐκράτησάν τε καὶ δύναμιν αὐταῖς ἐνεβίβασαν καὶ κατὰ τῶν ἐκ τοῦ Πόντου καταγομένων Γεννουϊτικῶν ὁλκάδων καὶ ταύτας ὁπλίσαντες ἔστησαν. ἦν οὖν ἡμερῶν ὀλίγων ἰδεῖν τοσαύτας ὁλκάδας ἁλούσας Ῥωμαϊκὰς ὁμοῦ καὶ Λατινικὰς, ὡς πεπληρῶσθαι τούτων πάντα μικροῦ τὸν πορθμόν. ἡλίσκοντο γάρ σφισιν ὁμοῦ καὶ Ῥωμαίων ὁλκάδες, μὴ λάθωσι δι’ αὐτῶν παραῤῥυέντες καὶ Λατίνων συχνοί.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:605καὶ συνέβαινεν οὕτω τῆς σιτοπομπίας ἀποκλεισθείσης λιμὸν τοῖς Βυζαντίοις ἐγγίνεσθαι οὐ μικρόν. διήρκεσε γὰρ τὸ τῆς τοιαύτης πολιορκίας ἄχρι πεντεκαίδεκα ἡμερῶν, ἐν αἷς πόλεμος μὲν οὐκ ἐγίγνετο. οὐ γὰρ ἀπελέγοντο τὴν τῶν ζητουμένων χρημάτων οἱ Γεννουῖ̈ται ἀπόδοσιν· ἀλλ’ ὑπισχνοῦντο μὲν, ὑπερετίθεντο δέ· τοῖς δὲ Βενετικοῖς ἥκιστα τῶν δυνατῶν ἦν ὅλως ἐπανιέναι κενούς. ἦσάν γε μὴν οὐδένες, οὓς οὐ μάλα ἐξέπληξεν ἡ τῶν Βενετικῶν εὐταξία καὶ ἡ μετὰ δικαιοσύνης μεγαλοπρέπεια. οὐδὲ γὰρ ἠξίωσε τῶν πάντων ἐκείνων οὐδεὶς ἐξελθὼν ἀφελέσθαι τι τῶν ἁπάντων ἄνευ τιμῆς ἀργυρίου, καὶ ταῦτα τοσούτου παμπληθοῦς τε καὶ σύρφακος ὄχλου συνόντος. ἀλλ’ ἦσαν ἅπαντες πρὸς τὴν τῶν ἀρχόντων ἐξουσίαν ἑπόμενοι, καθάπερ ποιμέσι τὰ ποίμνια. καὶ ἦσαν ἀνὰ πάσας ἐκείνας τὰς ἡμέρας ἱστάμενοι ἐπὶ τῶν νεῶν, μηδαμῶς ἐνδιδόντες πρὸς τὴν ἀκμὴν ἐκείνην τῆς τοῦ ἡλίου φλογός. τὰ δὲ τῶν Ῥωμαίων ἀκάτια κατὰ πλῆθος περιεκύκλουν αὐτοὺς, πᾶν ὅ,τι χρειῶδες ἐτύγχανέ σφισιν ἀφθόνως κομίζοντα καὶ ἀντιλαμβάνοντα πλείονα ἢ ἐχρῆν τὸν μισθόν. ἀλλ’ οὐδὲ τῶν ἁλισκομένων ἐκείνων νεῶν ἁπασῶν τοῦ πληρώματος ἐλυμήναντο τὸ παράπαν οὐδέν.
ἦν γὰρ τῶν μὲν πλήρωμα σῖτος καὶ κριθὴ, τῶν δὲ ὄψων ταρίχη, ὁπόσα γεωργοῦσι λίμναι Κωπαί̈δες τε καὶ Μαιώτιδες καὶ ποταμοὶ Τανάϊδες. ἀλλὰ διετήρησαν ἐς τἀκριβὲς ἀλώβητα, ἕως ἀπολαβόντες τὸ χρέος ἀπέδοσαν ἅπαντα. ἓν μὲν δὴ τοῦτο δεινὸν ἐπέστη τότε τῇ πόλει. δεινότερον δ’ ἂν ἦν, εἰ καὶ εἰς πέρας προὔβαινον τὰ λαθραῖα βουλεύματα. ὁ γὰρ βασιλεὺς ἔξωθεν πρεσβείαν πρὸς αὐτοὺς κρύφα ἀπεστάλκει χρήματα ὑπισχνούμενος, εἰ συνεργοὶ συνεσκιασμένοι γένοιντό οἱ πρὸς τὴν τῆς πόλεως ἅλωσιν. τοῦτο μὲν οὖν οὐκ ἐγεγόνει, εἴτε μὴ δεξαμένων τῶν Βενετικῶν τὴν τοιαύτην πρεσβείαν, εἴτε οὐ ῥᾴδιον εἶναι τοῦτο συννενοηκότων διὰ τὸ συνεχέσι φρουροῖς πεπυργωμένον εἶναι τὸ τεῖχος ἅπαν ὁμοῦ καὶ τὰς πύλας τῶν Βυζαντίων. (Ζ.) Δεύτερον δὲ τῶν περιστάντων τότε τῇ πόλει δεινῶν, τρισχιλίους ἱππέας κατὰ τὰ ξυγκείμενα ὁ τῶν Βουλγάρων ἀπολεξάμενος ἀρχηγὸς συμμαχήσοντας ἀποστέλλει τῷ βασιλεῖ κατὰ τοῦ νέου βασιλέως· οἷς δὴ προστεταγμένον ἦν, ὡς ἐθρυλλήθη παρ’ ὡντινωνοῦν, εἰ ἀδείας ἐπιτύχοιεν προσηκούσης, νεωτερισμόν τινα διαπράξασθαι περὶ τὸ Βυζάντιον.
ἀλλ’ ἐληλυθόσιν οὐ συγκεχώρηταί σφισιν ἐντὸς γενέσθαι πυλῶν, πλὴν ἢ μόνῳ τῷ σφῶν στρατηγῷ. διὸ καὶ παρεκκλίναντες ἐστρατοπεδεύκασι περὶ τόπον σταδίους ἀπέχοντα τῆς βασιλευούσης πέντε καὶ ἐννενήκοντα. (Η.) Ἀλλὰ μιᾷ ἡμέρᾳ πρότερον ἐξιππασάμενος ὁ νέος βασιλεὺς μετ’ ὀλίγων πάνυ τινῶν ἧκεν ἐξ ἀφανοῦς ἀθρόως εἰσπηδήσων ἐς τὸ Βυζάντιον. αἰσθομένων δὲ τῶν πυλωρῶν ἀπεκλείσθη, ὡς ἐντεῦθεν ἀναγκασθέντα δεῖσθαι τοῦ βασιλέως καὶ πάππου θερμῶς καὶ ὑπισχνεῖσθαι πρὸς ἅπαν ὑπείξειν τὸ προσταττόμενον, ὡς εἷς τῶν ἀργυρωνήτων, πρίν τι γενέσθαι τῶν ἀπευκτῶν θατέρῳ δυοῖν, οὕτω κορυφωθείσης τῆς μεταξὺ μάχης. ἀλλ’ αἱ τῶν Βουλγάρων ἐλπίδες κουφίζουσαι τὴν τοῦ γηραιοῦ βασιλέως ἔτι ψυχὴν οὐκ εἴων συνθέσθαι ταῖς ἐκείνου δεήσεσιν. ἔπειτα οὐδὲ πιστεύειν εἶχεν αὐτῷ καθαρῶς ἐκ πολλῶν τῶν προειληφότων. τούτων μὲν δὴ τριῶν περιστάντων τότε κινδύνων τῇ πόλει οὐδεὶς τοῦ σκοπουμένου τετύχηκε τέλους. (Θ.) Ὅ γε μὴν βασιλεὺς ὁ νέος ἄρας ἐντεῦθεν ἀπῄει, σφοδρῶς ἀνιώμενος πρὸς τὴν ἀωρίαν τῶν βουλευμάτων, καὶ τὴν οὕτω συμβᾶσαν τῶν πραγμάτων ἐμέμφετο περιπέτειαν καὶ οἷον εἰπεῖν ἀπεγνωκότι ἐῴκει·
PG 148:607καὶ προελθὼν κατέλυσε παρὰ χωρίῳ τινὶ Λόγους ἐπικεκλημένῳ. ἐκεῖθεν διαπρεσβεύεται πρὸς τὸν στρατηγὸν τῶν Βουλγάρων, ἀγχοῦ που στρατοπεδεύοντα· καὶ δῶρα τὰ μὲν ἤδη πέπομφε, τὰ δὲ ὑπισχνεῖται, εἰ λαβὼν τὸν οἰκεῖον στρατὸν ἐπὶ τὰ οἴκοι ἀναχωροίη. καὶ συνθέμενον πρὸς εὐωχίαν καλεῖ μετὰ τῶν αὐτοῦ ταξιάρχων· καὶ τῇ ὑστεραίᾳ ψυχαῖς ἡδομέναις οἴκαδε προὔπεμψε. 2. Τούτων οὕτως ἐχόντων αὐτομολοῦσι πρὸς βασιλέα τὸν νέον περὶ τὸ δηλωθὲν χωρίον στρατοπεδεύοντα δύο τινὲς τῶν τοῦ τείχους τῆς βασιλευούσης φρουρῶν, ὄνομα Κάμαρίς τε καὶ Καστελλάνος, τεκτονικήν τινα μετιόντες τὴν τέχνην· οἳ καὶ ἀπολαβόντες τὸν βασιλέα μηδενὸς ἄλλου συνόντος πλὴν τοῦ μεγάλου δομεστίκου Καντακουζηνοῦ διαλέγονται περὶ προδοσίας καὶ ἀπαιτοῦσιν ἐγγράφους ὑποσχέσεις χρημάτων ὁμοῦ καὶ κτημάτων ἀφθόνων. ἃ δὴ πάντα λαβόντες ῥᾳδίως καὶ διδάξαντες τὴν ὥραν καὶ τὸν τρόπον αὐτοὶ μὲν ἐπανῆκον ἐς τὴν ὑστεραίαν δέει τοῦ μὴ ἐς ὑποψίας ἐμπεπτωκέναι τοῖς ἐκ γειτόνων. ὁ δὲ βασιλεὺς τέτταρας περιμείνας ἡμέρας ἐκεῖ κλίμακα διὰ μηρίνθου κατεσκευάκει, ὁποίας καὶ περὶ τὸν ἱστὸν αἱ μέγισται αἰωροῦσιν ὁλκάδες.
τῆς δὲ κυρίας ἐληλυθυίας νυκτὸς οἱ μὲν προδόται ὤνιον εἰληφότες ἐξ ἑσπέρας οἶνον πολὺν ἄκρατον πίνειν παρεῖχον τοῖς γείτοσι τῶν φρουρῶν, ὡς ἐντεῦθεν εἰς ὕπνον τραπέσθαι πάντας βαθύτατον καὶ μηδὲν πλὴν τοῦ ἀναπνεῖν ἀπεοικέναι νεκρῶν. περὶ δὲ μέσας νύκτας ἥκουσιν οἱ τὴν κλίμακα φέροντες παρὰ τὸ τεῖχος· ἣν εὐθὺς ἀνιμήσαντο σχοῖνον χαλάσαντες ἄνωθεν οἱ προδόται, δι’ ἧς καὶ ἀνήγαγον τῶν ἔξωθεν ὁπλιτῶν ὀκτωκαίδεκα· οἷς καταβεβηκόσιν ἐκμοχλεῦσαι ῥᾳδίως τὴν τοῦ Ῥωμανοῦ καλουμένην ξυμβέβηκε πύλην, καὶ λοιπὸν ἀκωλύτως στρατὸς εἰσεχώρει ξύν γε τῷ βασιλεῖ. (Β.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε. δύντος γὰρ ἤδη τοῦ ἡλίου καὶ τῶν Βυζαντίων πυλῶν κλεισθεισῶν ἧκέ τις καὶ τῶν ἔγγιστα χωρίων τῷ δρόμῳ ἀσθμαίνων· καὶ κρούσας τὰς παρὰ τῇ Γυρολίμνῃ πύλας ἐκπληκτικώτερον ἐκάλει τινὰ τῶν ἔνδον· καὶ ἐλθόντι ἑωρακέναι ἔφασκε πρὸ βραχέος πολλούς τινας τῶν τοῦ νέου βασιλέως σπουδῇ προσελαύνοντας πρὸς τὰ περὶ τὸν Ῥωμανὸν τείχη τῆς πόλεως. ὅπερ ἀκουσθὲν τῷ βασιλεῖ φόβον ἐνέβαλε πλεῖστον καὶ θόρυβον ἐνεποίησε λογισμῶν.
καὶ ἔδοξεν ἀνοίξαντι συχνοὺς τῶν στρατιωτῶν ἐξαποστεῖλαι, φύλακας περιπόλους τοῦ χερσαίου γενησομένους τείχους ἀπὸ θαλάττης ἄχρι θαλάττης. ἀλλ’ ὁ μέγας ἐμποδὼν γεγένηται λογοθέτης, ἀνάξιον εἶναι φήσας μεγαλοπρεπέσι φρονήμασιν, ἐνδιδόναι πρὸς οὕτω σμικροπρεπεῖς ἀκοὰς καὶ φήμας ἀγεννεῖς. [ἢ γὰρ μὴ εἶναι τὸ λαληθὲν ἀληθὲς, ἢ μωρὰν εἶναι τὴν ἐπιχείρησιν, τοσούτοις ὅπλοις τῶν τε πυλῶν ὁμοῦ καὶ τῶν τειχῶν πεφραγμένων. ταὐτὸν γὰρ πείσονται, εἰ τῇ εἰσόδῳ νῦν ἐπιχειρεῖν ἐθελήσαιεν οἱ πολέμιοι, ὁποῖον καὶ οἱ πρὸς κέντρα λακτίζοντες. ταυτὶ δ’ ἔφασκεν οὗτος, εἴτε διὰ τὸ ἀδαὴς στρατιωτικῶν εἶναι πραγμάτων, εἴτε τοῦ θεοῦ σφήλαντος τὴν τούτου διάνοιαν, ἵνα καὶ πέρας ἡ κυρωθεῖσα ἄνωθεν ψῆφος σχοίη κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ τῶν τούτου πραγμάτων. (Γ.) Οὔπω τὸ τρίτον τῆς νυκτὸς παρεῤῥύη καὶ συχνοὶ παρὰ τὰς πύλας αὖθις τῆς Γυρολίμνης ἧκον ἀγροῖκοί τινες ἐκ τῶν προαστείων τῆς Βυζαντίδος καὶ πολὺν ἐδήλουν τοῖς φύλαξιν ἀθροίζεσθαι ὅμιλον ἔξωθεν παρὰ τὰς πύλας τοῦ Ῥωμανοῦ. ὅπερ αὖθις εἰς τὰς βασιλικὰς ἀκοὰς ἀνενηνεγμένον εἰς φόβον καὶ θόρυβον ἤγαγε πλείονα·
PG 148:609καὶ τραχυτέρᾳ χρησάμενος τῇ φωνῇ πρὸς τὸν μέγαν ἔφασκε λογοθέτην· ἔοικας, ἄνθρωπε, σιδήρου φύσιν εἰληφέναι. διὰ γὰρ τοῦτο καὶ ἀδεῶς ἔχεις τῶν λογισμῶν καὶ οὐκ ἐπαισθάνῃ τῶν περιστοιχιζόντων ἡμᾶς ἄρτι κινδύνων. ἢ οὐχ ὁρᾷς, ὡς οὐκ ἐᾷ με τὸ πρᾶγμα καθῆσθαι, μηδὲ καταδαρθάνειν· ἀλλ’ ὥσπερ τις ἰσχυρὸς πάταγος ὁ τοῦ ἐγγόνου μου θόρυβος κροτεῖ μου τὰς ἀκοὰς καὶ συγχεῖ μου τὴν διάνοιαν καὶ δεινῶν μοι πέλαγος ἔῤῥωγε, τάς γε φρένας τινάττων συχνὰ καὶ κυκῶν καὶ βυθίζων μου τὴν καρδίαν; ὅδ’ ἄντικρυς Μακκαβαῖος ἦν, τοῖς προτέροις ἐμμένων δόγμασι καὶ περιφρονῶν τὰ λεγόμενα, καθάπερ τις προβλὴς θαλάττιος· ὥστε καὶ ἀναστὰς ἀπῄει καθευδήσων, ἔργῳ δεικνὺς ὡς μάταιος ὄχλος καὶ οὐδὲν ἰσχυρὸν τὰ πρὸς πολεμίων ἔξωθεν δρώμενα. (Δ.) Ὁ δὲ βασιλεὺς μόνος ἀπολειφθεὶς καὶ οὐκ ἔχων πλὴν τῶν οἰκειακῶν μειρακίσκων ἕτερον, ᾧ κοινωνήσει τοῦ πάθους, ἐπὶ τῆς βασιλικῆς καὶ αὐτὸς ἑαυτὸν κατέκλινε κλίνης, μηδὲν τῶν ἱματίων ἐκδύς·
PG 148:611ἀλλ’ ἅμα τούτοις καὶ ὅλην ἐνδεδυμένος σαφῆ τὴν ἀπόγνωσιν ἔκειτο μεμερισμένος πικροῖς καὶ ἀλλεπαλλήλοις λογισμοῖς τὴν ψυχὴν καὶ ὅλον τὸ σῶμα περιστρεφόμενος τῇδε κἀκεῖσε συχνὰ, ὥσπερ ἂν εἰ κρατῆρας εἶχε πυρὸς ὑφάπτοντας κάτωθεν τὴν κλίνην. τούτων οὕτως ἐχόντων πολὺς ἠκούσθη θόρυβος ἔξω περὶ τὰ βασίλεια καὶ τὰς βασιλείους πύλας, τὴν τοῦ νέου βασιλέως περιηχῶν εἴσοδον, καὶ κρότος ὅπλων μάλα πολύς· ἦσαν γὰρ οἱ συνεισελθόντες τῷ βασιλεῖ στρατιῶται πλείους ὀκτακοσίων· καὶ ἅμα πανταχόθεν εὐφημίαι καὶ γλῶσσαι τὸν νέον ἀνακηρύττουσαι βασιλέα. αἰσθόμενος δ’ ὁ γηραιὸς βασιλεὺς τοῦ θορύβου καὶ τῆς βοῆς ἐξανέστη τῆς κλίνης, ἐκπλήξει πολλῇ συνεχόμενος· καὶ μὴ ἔχων οὐδένα τὸν βοηθήσοντα, μήτε στρατιώτην, μήτε στρατηγόν· πλὴν γὰρ τῶν θαλαμηπόλων μειρακίσκων ἐρημία πολλὴ τὰ βασίλεια εἶχε· καταφεύγει πρὸς τὴν θείαν εἰκόνα τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας. συχνῶν γὰρ ἡμερῶν ἐκομίσθη πρὸς τὰ βασίλεια πρότερον καὶ ἦν αὐτῷ παραμύθιον ἀσφαλές.
PG 148:614πρὸς ταύτην τοίνυν καταφυγὼν καὶ περιχυθεὶς τοὔδαφος μάλα περιαλγής τε καὶ ἔνδακρυς ἐδεῖτο θερμῶς, μὴ περιϊδεῖν κινδυνεύοντα μιαιφονίας ξίφεσι τὴν ψυχὴν παραπέμψαι. ναὶ μὴν καὶ ἐπήκοος ἐγένετο τῆς δεήσεως αὐτοῦ καὶ ταχίστην ἐχαρίσατο τὴν ἐπικουρίαν ἡ πάνθ’ ὅσα βούλεται δυναμένη πάναγνος θεοτόκος. (Ε.) Τοιαύτας γὰρ ἔνδον τῶν βασιλείων αὐτοῦ τὰς δεήσεις τῇ θεοτόκῳ προσφέροντος, ὁ νέος ἔξωθεν βασιλεὺς συγκαλέσας πάντας τοὺς περὶ αὐτὸν στρατηγοὺς καὶ ταξιάρχους παρεκελεύετο μάλα σφοδρῶς, μήτε χεῖρα φονεύτριαν, μήτε γλῶσσαν ὑβρίστριαν ἐπενεγκεῖν μήτε τῷ πάππῳ καὶ βασιλεῖ, μήτε μηδενὶ τῶν ἁπάντων ἑτέρῳ. οὐ γὰρ ἡμεῖς, φησὶν, ἀλλ’ ὁ θεὸς ἡμῖν τὰ τοιαῦτα παρέσχετο τρόπαια. καὶ θεοῦ μὲν βούλησις πάντα κινεῖ· ὑπηρετεῖ δὲ πάντα, ἀστέρες, ἀὴρ, θάλασσα, γῆ, ἄνθρωποι, κεραυνοὶ, πρηστῆρες, λοιμοὶ, σεισμοὶ, ὑετοὶ ῥαγδαῖοι, καρπῶν ἀφορίαι, καὶ ὅσα τούτοις ἑπόμενα, τὰ μὲν πρὸς εὐδαιμονίαν, τὰ δὲ πρὸς κακοδαιμονίαν, ἢ μᾶλλον πρὸς παίδευσιν καὶ σωφρονισμόν. ὑπηρέταις δὴ οὖν ἡμῖν καὶ κολασταῖς τῆς παρούσης χρώμενος παιδεύσεως δίδωσι νίκας καὶ τρόπαια ταῖς ἡμῶν δεξιαῖς.
PG 148:616χρήσεται δ’ ἴσως ἄλλοις αὔριον καθ’ ἡμῶν· καὶ ὁποῖοι καὶ ἡμεῖς ἐσόμεθα τοῖς ἐς τὰς ἡμῶν χεῖρας παραδοθεῖσιν εἰς παίδευσιν, τοιοῦτοι πάντως ἔσονται καὶ ἡμῖν, οἷς ἡμεῖς παραδοθησόμεθα. ὥστε εἰ μὴ δι’ ἔλεον καὶ οἶκτον συγγενικῶν τε καὶ ὁμοφύλων αἱμάτων, διὰ γοῦν πρόνοιαν ἡμῶν αὐτῶν φιλανθρωπίᾳ νυνὶ χρήσασθαι βέλτιον, μὴ βαρυτέρας αὐτοὶ πειραθῶμεν θεομηνίας. (2.) Ἐν τούτοις ἐλθών τις ἐκ τῶν βασιλείων ἀνέῳξέ τε τὰς πύλας τῷ νέῳ βασιλεῖ καὶ ἀγγελίας αὐτῷ ταύτας κομίζει παρὰ τοῦ πάππου· ἐπειδὴ τήμερον ὁ θεὸς ἀφελὼν ἐμοῦ τὸ βασίλειον, υἱέ μου, σκῆπτρον σοὶ τοῦτ’ ἐχαρίσατο, μίαν ταύτην αἰτῶ παρὰ σοῦ χάριν ἀντὶ πολλῶν, ὧν ἐξ αὐτῆς σοι γενέσεως ἐδεδώκειν αὐτός (ἐῶ γὰρ λέγειν ἐν ταῖς παρούσαις τύχαις ὢν, ὅτι καὶ τῆς γενέσεως αὐτῆς καὶ τῆς ἐς βίον προόδου μετά γε θεὸν αὐτός σοι κατέστην αἴτιος)· χάρισαί μοι τὴν ἐμαυτοῦ ζωήν· φεῖσαι πατρικῆς κεφαλῆς· μὴ βίαιον ἐπενέγκῃς αἵματι σίδηρον, ἀφ’ οὗ σὺ τὰς πηγὰς ἐδέξω τοῦ ζῇν. ἄνθρωπος μὲν ἐπόπτης ἐστὶν οὐρανοῦ τε καὶ γῆς· τῶν δ’ ἀνθρωπίνων πράξεων ἐπόπται γῆ τε καὶ οὐρανός.
μὴ δὴ οὖν ἐθελήσῃς ἀθεμίτων ἔργων καὶ οἵων οὐδείς πω τετόλμηκεν ἐξ αἰῶνος ἐπόπτας λαβεῖν γῆν τε καὶ οὐρανόν. εἰ δ’ ἀδελφικὸν αἷμα κατὰ τοῦ Κάϊν ἐβόα πάλαι πρὸς κύριον, πῶς οὐ πατρικὸν αἷμα βοήσει πρὸς κύριον καὶ γῇ τε καὶ ἡλίῳ καὶ ἀστράσι τὸ τοσοῦτον ἀναγγελεῖ τόλμημα καὶ διατραγῳδήσει πρὸς ἅπαντας βασιλέας ἐθνῶν; αἰδέσθητι γῆρας ἐλεεινὸν ἐμοὶ μὲν βίου τελευτὴν οὐκ εἰς μακρὰν ὑπισχνούμενον, σοὶ δὲ φροντίδων μακρῶν ἀνάπαυσιν. αἰδέσθητι χεῖρας, αἵ σε πολλάκις ἐν σπαργάνοις ὄντα καὶ γάλαξιν ἠγκαλίσαντο. αἰδέσθητι χείλη πολλάκις μετὰ θερμοῦ σε τοῦ φίλτρου φιλήσαντα καὶ δευτέραν προσειπόντα ψυχήν. κάλαμον ἐῤῥιμμένον ὑπὸ τῆς τύχης οἴκτειρον καὶ μὴ καὶ αὐτὸς ἐθελήσῃς δευτέραν ἐπενεγκεῖν συντριβήν. μὴ ταῖς παρούσαις ἄνθρωπος ὢν πίστευε τύχαις· ἀλλ’ ὅρα τὸ τῶν πραγμάτων ἀβέβαιον καὶ ἀστάθμητον ἀρξάμενος ἐξ ἐμοῦ. ὅρα μακροῦ βίου τέλος.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
θαύμασον, πῶς μία δὴ νὺξ αὕτη με βασιλέα παρειληφυῖα πολυετῆ βασιλευόμενον οἴχεται καταλιμπάνουσα. τούτοις τοῖς λόγοις μαλακισθεὶς ὁ νέος Ἀνδρόνικος μικροῦ καὶ δακρύων ἥττων γενόμενος εἴσεισι τὰ βασίλεια, πολλὴν ὑπὲρ σωτηρίας τοῦ πάππου ποιούμενος πρόνοιαν. καὶ πρῶτα μὲν τῇ σεβασμίᾳ τῆς θεομήτορος εἰκόνι τὴν προσήκουσαν ἀποδοὺς προσκύνησιν, ἔπειτα τὸν πάππον ταύτης ἐχόμενον ἀπολαβὼν ἠσπάσατό τε περιπτυξάμενος καὶ λόγοις ἀνεκτήσατο μειλιχίοις. (Ζ.) Ἐκεῖθεν ἄπεισιν εἰς τὴν τῶν Μαγγάνων μονὴν, ἔνθα φθάσας ὁ λόγος ἐδήλωσεν ἐν ἀδέσμῳ φυλακῇ τὸν πατριάρχην Ἠσαί̈αν καθῆσθαι. τοῦτον οὖν ἄρας ἐκεῖθεν καὶ ἐφ’ ἓν τῶν βασιλικῶν ὀχημάτων ἀναβιβάσας, ὡς εἶχε τῶν ἐρυθροβαφῶν κοσμημάτων, τῷ πατριαρχικῷ φέρων ἀποδίδωσι θρόνῳ· οὐκ ἐπισκόπων τινῶν οὐδὲ πρεσβυτέρων προοδευόντων καὶ ἑπομένων, ἀλλ’ αὐλητῶν καὶ αὐλητρίδων καὶ ὀρχηστῶν καὶ ὀρχηστρίδων σὺν ᾠδαῖς χαρμοσύνοις τὴν πομπὴν ποιουμένων ἐκείνην.
ὧν μία τις, ἡ μάλιστα τῶν ἄλλων αὐλητρίδων δοκιμωτάτη, ἵππου ἐν ἀνδρικῷ τῷ σχήματι ἐπιβαίνουσα τοῖς στρατευομένοις εἵπετο μὲν καὶ πρότερον, εἵπετο δὲ καὶ νῦν προπομπεύουσά τε τῷ πατριάρχῃ καὶ ταῖς συνήθεσι καὶ πορνικαῖς φλυαρίαις τόν τε πατριάρχην, καὶ ὅσοι τότε παρῆσαν, εἰς γέλωτας ἀσήμους ῥᾷστα παρασύρουσα. (Η.) Ἦν δ’ ἕωθεν ἐς ἑσπέραν ἰδεῖν τὴν ἡμέραν ἐκείνην κενωθέντα τὸν ὄλβον ἅπαντα τῶν οἴκων τῶν λαμπροτάτων καὶ λείψανα τὴν ταχίστην καταστάντας αὐτοὺς ἐρειπίων καὶ δημοτικὸν ἄθυρμα· καὶ μάλιστα πάντων τὴν τοῦ μεγάλου λογοθέτου λαμπροτάτην οἰκίαν, καὶ ὅσα τῶν χρημάτων ἔν τε τῇ οἰκίᾳ ἐταμιεύοντο, καὶ ὅσα φθάσας τισὶ τῶν φίλων παρέθετο. τῶν γραμματείων γὰρ εὑρεθέντων, ἃ τοὺς εἰληφότας φίλους ἐδήλου, λαφύρων μερὶς ἐγεγένηντο πάντα καὶ οὐδὲν τῶν ἁπάντων αὐτῷ παρελείφθη· ἀλλὰ τὰ μὲν εἰς τὸ βασιλικὸν εἰσενήνεκται πρυτανεῖον, τὰ δὲ δημοτῶν διενείμαντο χεῖρες· καὶ γέγονε πένης εὐθὺς ὁμοῦ τοῖς παισὶν ὁ πάντων μετὰ βασιλέα εὐδαιμονέστατος πᾶσι δοκῶν. ἀκράτου γὰρ τῆς εὐδαιμονίας ἐν πολλοῖς ἀπολελαυκὼς τοῖς ἡλίοις ὅλον ἐκπέπωκεν ἄκρατον ἡμέρᾳ μιᾷ τὸν τῆς λύπης κρατῆρα.
καὶ ἦν ἀκούειν τῶν μεμψιμοίρων λεγόντων τά τε ἄλλα καὶ ὡς πενήτων ἦν αἵματά τε καὶ δάκρυα τὰ τοιαῦτα χρήματα, συνεισφερόμενά τε καὶ χορηγούμενα παρ’ οἷς ἐπετέτραπτο πόλεών τε καὶ χωρῶν διοίκησις Ῥωμαϊκῶν· ἵν’ ἐκείνων μὲν ἀπηνῶς χρωμένων τοῖς ταλαιπώροις Ῥωμαίοις, οἷά τισιν ὠνητοῖς ἀνδραπόδοις, αὐτὸς ἐπιτειχίζῃ τούτοις τὴν ἐς βασιλέα καταφυγὴν καὶ μένῃ τὸ μέγα τοῦτο δεινὸν ἀνεκδίκητον πανταχόθεν· ὅθεν ὁ τῆς δίκης ὀφθαλμὸς οὐκ εἰς τέλος κεκοίμηται, ἀλλὰ διανέστη καὶ τὴν προσήκουσαν ὀψὲ καὶ μόλις ἐπήνεγκε κόλασιν. ταῦτα παρὰ πολλῶν ᾀδόμενα πικροτέραν ἐποίουν τὴν τοῦ ἀνδρὸς συμφοράν. (Θ.) Πῶς δ’ ἄν τις ἐξαριθμοίη τὴν τότε πρὸς ἀλλήλους ἐπανάστασιν πάντων Ῥωμαίων, καὶ μάλιστά γε τῶν Βυζαντίων; ἡ γὰρ τῶν δυοῖν βασιλέων διαφορὰ διαφόρους ὡς τὸ εἰκὸς καὶ τοὺς ὑπηκόους ποιήσασα κατ’ ἀλλήλων ἐξέμηνε· τέκνα κατὰ γονέων, φημὶ, καὶ γονέας κατὰ τέκνων, ἀδελφοὺς κατ’ ἀδελφῶν καὶ κατὰ γειτόνων γείτονας· τὸ δὲ μεῖζον, ἐπισκόπους καὶ πρεσβυτέρους κατ’ ἐπισκόπων καὶ πρεσβυτέρων καὶ μοναχοὺς κατὰ μοναχῶν.
καὶ εἰ μὴ βασιλεὺς φιλανθρώπου γνώμης τυχὼν ἐς ὑπερβολὴν τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου τὴν φορὰν ἀνεχαίτισε, τάχ’ ἂν Μυσῶν λείαν εἰργάζοντο τά τε ἱερὰ καὶ τῶν Βυζαντίων τοὺς οἴκους· τάχα δ’ ἂν καὶ φόνος ἠγείρετο πλεῖστος, δίκην βουλομένων παρ’ ἀλλήλων τῶν πλείστων λαμβάνειν, εἴ τίς τινι κατὰ τὰς μάχας ἐκείνας ἐμπεπαρῴνηκεν. εἰ γὰρ ἐγὼ, φησὶν ὁ βασιλεὺς, τοῖς γλῶσσάν τε βακχεύουσαν καὶ ξίφος ἐπίβουλον ἄρασι κατ’ ἐμοῦ πᾶσαν αἰτίαν ἀφῆκα, πολλῷ μᾶλλον ὑμᾶς τοῦτο ποιεῖν χρὴ πρὸς τοὺς συνδούλους· τοῦτο μὲν καὶ ὡς τὴν μίμησιν ἀναφέρειν ὀφείλοντας εἰς ἐμέ· τοῦτο δὲ καὶ ὡς εἰδότας οὐχ ὅμοιον ὂν τὸ τῆς ἐκβάσεως τέλος ὑπηκόου τε φονευθέντος καὶ βασιλέως. (Ι.) Εἰ δὲ καὶ ἡμεῖς τῷ γηραιῷ κατὰ τὸ εἰκὸς προσκείμενοι βασιλεῖ ῥοθίοις τισὶν ἐνετύχομεν τοῦ χειμῶνος ἐκείνου, καινὸν οὐδέν. οὔτε γὰρ δίκαιον ἦν, ἡμᾶς μηδεμιᾷ προσκεῖσθαι μερίδι, τοῦ Σόλωνος τοῦτο προτρέποντος· καὶ πρός γε τῶν εἰκότων αὖ, τοῦ ποιμένος παταχθέντος δεινὰ παθεῖν κατὰ τὸ ἀνάλογον ἅπαν τὸ ποίμνιον. ζ.
Ἦν μέντοι τετάρτη καὶ εἰκοστὴ τοῦ μαί̈ου μηνὸς ἡ ἡμέρα ἐκείνη τῆς ἑνδεκάτης ἰνδικτιῶνος, ἐν ᾗ ταῦτα πάντα τετέλεσται. περὶ οὖν δείλην ὀψίαν τῆς ἡμέρας ἐκείνης ἐπανιόντι τῷ βασιλεῖ πρὸς τὰ βασίλεια ὑπαντήσας ὁ χρηματίσας πατριάρχης Νίφων ἤρετο ὅ,τι βούλοιτο πράττειν ἐπὶ τῷ πάππῳ; τοῦ δὲ φιλάνθρωπα φήσαντος καὶ βασιλικὰ ἐδυσχέρανέ τε τὰ μέγιστα καὶ ἐμέμφετο. ἦν γὰρ οὗτος καὶ πρὸς ἅπαντας μὲν τοὺς εὖ πράττοντας τὴν γνώμην διάστροφος καὶ φθόνου μεστός· ἰδίᾳ δ’ ἐς τὰ μάλιστα ἦν μῖσος ὑποκαθήμενον τρέφων ἐκ πολλοῦ κατὰ τοῦ γηραιοῦ βασιλέως, ὅτι μὴ ἐπεκούρησε τούτῳ, ὅτε τὰς δίκας τῆς τε ἱεροσυλίας καὶ τῶν ἄλλων ἀτοπημάτων ἐπ’ αὐτοφώρῳ ἑαλωκὼς τῶν πατριαρχικῶν ἐκπέπτωκε θρόνων. ὅθεν πρῶτον δι’ ἓν μὲν δὴ τοῦτο, καὶ δεύτερον, ὅτι καὶ τοὺς πατριαρχικοὺς αὖθις ὠνειροπόλει θρόνους καὶ ἐβούλετο τοῦτον ἐκ μέσου πεποιηκὼς ἀκώλυτον εὑρεῖν τὴν τῆς δόξης ἀνάβασιν, φησὶ πρὸς τὸν βασιλέα· εἰ βούλει, φησὶ, βασιλεύειν ἀφόβως, μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου·
PG 148:617ἀλλὰ πάντα τοῦ πάππου τὰ τῆς βασιλείας ἀφελόμενος σύμβολα τρίχινον ῥάκος ἀνάγκασον ὑπελθεῖν, κἄπειτα ἢ πρὸς εἱρκτὴν, ἢ πρὸς ὑπερορίαν παράπεμψον. ἔφεσις γὰρ τῷ μοχθηρῷ τούτῳ Νίφωνι ζέουσα, μὴ αὐτὸν μόνον χρηματίσαντα λέγεσθαι πατριάρχην, ἀλλὰ κἀκεῖνον χρηματίσαντα βασιλέα. φάρμακον γάρ τι τοῦτο τῆς αὐτοῦ βασκανίας ἐνόμιζεν οὐκ ἐνθυμούμενος ὅλως ὁ μάταιος, ὅτι φαῦλον καὶ ἀφανῆ τυγχάνοντα ἄνθρωπον ἀνειληφὼς ἐκεῖνος καὶ τιμὰς ἐκ τιμῶν ἀεὶ χαριζόμενος ἐπὶ μέγιστον ὕψωσε δόξης τε καὶ πλούτου καὶ περιφανείας. (Β.) Ἀλλὰ τούτοις αὐτοῦ γε τοῖς λόγοις καὶ τῶν περὶ τὸν βασιλέα τινὲς συμβήσαντες ἔπεισαν ἀποθεῖναι τὴν περὶ τὸν πάππον φιλάνθρωπον γνώμην· καὶ εἰ μὴ τελέως, ἀλλ’ οὖν ἀμφιῤῥεπῆ πεποιήκασι καὶ βουλομένῳ συμμεριστὴν ἑαυτῷ τῆς βασιλείας καταστῆσαι τὸν πάππον, ἐμπόδιον οὗτοι κατέστησαν.
PG 148:619ὅθεν μετὰ πλεῖστα σκέμματα κεκύρωται, περικεῖσθαι μὲν τὸν πάππον τὰ βασιλικὰ σύμβολα, καθῆσθαι δ’ ἐν τοῖς τῶν βασιλείων θαλάμοις ἀπρόϊτόν τε καὶ ἄπρακτον, ἔχοντα πρὸς διατροφὴν ἑαυτοῦ τε καὶ ὅσοι ἐναπελείφθησαν αὐτῷ μειρακίσκοι τὴν ἐπέτειον πρόσοδον τῆς ἁλιευτικῆς, ἣ πρὸ τοῦ Βυζαντίου τελεῖται, δέκα χιλιάδων τέως ἔγγιστα οὖσαν· τὸν δὲ μέγαν λογοθέτην τὸν Μετοχίτην ὑπερόριον πέμψαι ἐς Διδυμότειχον. (Γ.) Ἠσαί̈ας δ’ ὁ πατριάρχης καταβληθέντα θεασάμενος τοσούτων ἐτῶν βασιλέα καὶ οἷον εἰπεῖν κατειρχθέντα οὐκ ἐκάμφθη τὰ σπλάγχνα, ἀλλ’ ὑπερήσθη καὶ φωνὴν ἀφῆκεν ἐλέγχουσαν τήν τε σκληρότητα καὶ τὴν ἄνοιαν, ἢ μᾶλλον ἀπόνοιαν αὐτοῦ. εὐφρανθήσεται γὰρ, φησὶ, δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν· δίκαιον μὲν ἑαυτὸν ὀνομάζων, ἐκδίκησιν δὲ τὴν τοῦ βασιλέως καθαίρεσιν. ἔπειτα πρὸς ἄμυναν ἔβλεψε καὶ καταδρομὴν τῶν ἐπισκόπων καὶ πρεσβυτέρων· καὶ τοὺς μὲν ἀργεῖν τῆς ἱερωσύνης ἐκέλευσεν ἐπὶ ῥητοῖς ἔτεσι, τοὺς δὲ μέχρι τελευτῆς. ἔστι δ’ οἷς καὶ μετριώτερον ἐπήνεγκε τὸ ἐπιτίμιον· ἁπλῶς δ’ εἰπεῖν, οὐδένα τῶν τῷ γηραιῷ βασιλεῖ συμφρονούντων εἴασεν ἀτιμώρητον.
(Δ.) Ἐν τούτοις καὶ Ἰωάννης, ὁ ἐμὸς μετά γε θεὸν κηδεμὼν ἀπὸ βρέφους φανεὶς, ὁ πρὸς μητρὸς θεῖος ἐμοὶ, εἰς βαθὺ γῆρας ἐληλακὼς καταλύει τὸν βίον ἐν τῇ λαχούσῃ μητροπόλει, μηδὲν μήθ’ ὑπὸ γήρως, μήθ’ ὑπὸ τῆς πληγῆς τῶν ποδῶν τυραννηθεὶς καθυφεῖναι βραχὺ τῆς ἡλικιώτιδος καὶ μεγάλης ἀσκήσεως μέχρι τελευτῆς αὐτῆς. ἦν δ’ ἡ λαχοῦσα τοῦτον μητρόπολις ἡ κατὰ Πόντον Ἡράκλεια. ὃν δὴ καὶ πρῶτον εἶδε δῆμος Ἡρακλειώτης, πατέρα χρηστὸν καὶ θεοῦ μεστὸν, οὐκ ἀγρότην ἄνδρα καὶ διδάσκαλον αὐτοσχέδιον καὶ γλῶτταν ἐν οὐ καιρῷ προτείνοντα βακχεύουσαν ἀπὸ δίφρου καὶ κόπτουσαν μὲν τὰς ἐπὶ τοῦ βήματος ἀκοὰς καὶ πολὺν ἐπαντλοῦσαν τὸν ἄλογον θόρυβον, πρὸς δέ τι χρήσιμον οὐδαμῆ ἀπαντῶσαν· ἀλλ’ ἐξ ἔτι νέου γλῶσσαν καὶ ἀκοὴν καὶ διάνοιαν παιδευθέντα καλῶς πάσῃ παιδείᾳ τῶν τε τοῦ πνεύματος λόγων καὶ ὅσοι τῶν θύραθεν· ὡς ἔχειν ἀρκούντως ἤδη καὶ βίῳ καὶ λόγῳ τοῖς ὑπηκόοις διδόναι θεσμοὺς καὶ κανόνας, ὁπόσοι κοσμοῦσιν εὐτραπελίαν ἠθῶν καὶ ῥυθμίζουσι παλάμης κράτος καὶ θυμὸν μετριάζειν παρασκευάζουσι καὶ ἀκόλαστον ἅπαν ταλαντεύουσι κίνημα.
ἔξεστι δὲ τοῖς βουλομένοις ἀκούειν κατὰ μέρος ὁποῖος καὶ ὅσος τὴν ἅπασαν ἀρετὴν ὁ ἀνὴρ ἐξ οὗπερ ἡμεῖς αὐτῷ συγγεγράφαμεν βίου. η. Ἀλλὰ γὰρ οὔπω τριάκοντα παρῆλθον ἡμέραι καὶ ἀκούσας ὁ βασιλεὺς, ὡς ὁ τῶν Βουλγάρων ἄρχων Μιχάηλος ἐξιὼν κατατρέχει τὰς ἀστυγείτονας πόλεις καὶ χώρας Ῥωμαίων, μέλλει δ’ αὐτίκα προχωρήσειν ἄχρι καὶ Διδυμοτείχου καὶ Ἀδριανουπόλεως, μισθοφορικὸν ἐπαγόμενος οὐκ ὀλίγον ἐκ τῶν παρὰ τὸν Ἴστρον οἰκούντων Σκυθῶν, ἔξεισι τὴν ταχίστην καὶ φθάνει πρὸς Ἀδριανούπολιν· κἀκεῖθεν πέμψας πρέσβεις ἐζήτει μαθεῖν τὴν τοῦ παρασπονδῆσαι αἰτίαν· καὶ ἤκουσεν ἐκεῖθεν, ὡς ἥκιστα ἦν σοι τῶν δυνατῶν εἰσελθεῖν ἐς Βυζάντιον καὶ τὴν αὐτοκρατορικὴν ἀρχὴν περιζώσασθαι, εἰ σύμμαχος αὐτὸς ἐβουλόμην τῷ πάππῳ γίνεσθαι τῷ σῷ, χρήματά τε καὶ χώραν ὅμορον ἐπαγγελλομένῳ μοι δώσειν· ἃ πάντα νῦν ἐζημίωμαι σοῦ γε εἵνεκα καὶ τῶν σῶν ἐπαγγελιῶν.
PG 148:621οἶσθα γὰρ, ὡς πολλῶν με τῶν ἐπαγγελιῶν ἐμπέπληκας καὶ πολλῷ μειζόνων ἢ ὁ πάππος ὁ σὸς, οὐ μόνον τοῦ μὴ συμμαχεῖν ἐκείνῳ γε εἵνεκα, ἀλλὰ καὶ διὰ τὸ ἐπὶ τῇ σῇ ἀδελφῇ κῆδος καὶ τὴν συγγένειαν. ὁ δὲ βασιλεὺς δειλίας αἰτίαν ἐκφεύγειν ἐθέλων, καίτοι μὴ ἀντίπαλα κεκτημένος στρατεύματα, μηδὲ ἀξιόμαχα πρὸς τὴν τῶν ἐχθρῶν δύναμιν, ὅμως πολέμῳ τὴν τῶν πραγμάτων κρίσιν ἐπιτρέπειν ἔγνωκε δεῖν. τόλμῃ γὰρ φυσικῇ μᾶλλον ἢ λογισμοῖς τε καὶ σκέμμασιν ἐκέχρητο πρὸς ἅπαντα τὰ συμπίπτοντα. ὅθεν πολλή τις ἐγίγνετο σπουδὴ καὶ παρασκευὴ τῶν ἑκατέρωθεν στρατοπέδων· καὶ ἦν ἐν κινδύνοις καὶ φόβοις πολλοῖς τὰ Ῥωμαίων πράγματα. δείσασα δ’ ἡ μήτηρ καὶ δέσποινα περὶ τῷ υἱῷ διαπρεσβεύεται πρὸς ἀμφοτέρους περὶ τῶν ἐν ἀλλήλοις σπονδῶν· καὶ γίνεται διαλλακτὴς ἀμφοτέρων, ἅτε μήτηρ ἀμφοτέρων τυγχάνουσα καὶ τὸ θαῤῥεῖν ἐντεῦθεν μακρὸν κεκτημένη τὴν ἐπιτίμησιν ὁποίαν ἐθέλοι καθ’ ἑκατέρων ἐπενεγκεῖν. οὕτω μὲν οὖν τῶν σπονδῶν γενομένων χρήματα πλεῖστα δεξάμενος ὁ Μιχάηλος ἀνεχώρησεν οἴκαδε.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[A. M. 6791 AD 6836] dixi, imperatoris sententia magis valuit quam no stra. Sed de his quidem satis hactenus. CAPUT XIV. Junior Andronicus coronatur. Senior equo dejectus; sinistrum omen. Panhypersebastus Cralis socer. Generi armis adjutus revellat. Oblata Cæsaris dignitate contentus arma ponit. Moritur. Legatio de ejus uxore Byzantium reducenda. Gregoras legatus cum aliis missus. Que sibi el sociis suis in itinere occiderint, narrat. Scythica incursionis fama. De Strymone fluvio, ut eum legati trajecerint. Errores, pericula et alii casus. De Strummitza oppidulo. Pascha ab oppidanis ritu barburo celebratum. Scopiorum situs. De Axio flumine. Cæsarissa a legatis convenitur. Ejus mulieris mæror et habitus miserabilis. Crules audita legatione, Casarissam dimittit. Abeuntem prosequitur, non satis splendide. Burbarorum mores nolari. Caesarissa Thessalonicanı abit, ut viro justa persolvat. Gregoras, accepiss ab ea mandatis, Byzantium revertitur. 1. Post hæc Byzantium profectus imperator iv Nonas Februarii octava indictione coronatus est. Accidit autem, ut utroque imperatore ea de causa in magnum Sanctæ Sophiæ templum abeunte senior lapso equo in limosam quamdam paludem ex aqua pluvia collectam concideret in via: qui casus non bonum ei qui cecidisset omen esse visus est judicio prudentiorum. II. Sequendi anno Panypersebasti filia Crali Servia nuptura abiit. Paulo post et mater, ejus visendæ gratia, eodem sese contulit. Quam mox et pauypersebastus secutus est, nolens imperatori diutius obnoxius esse, 374 sed sibi ipsi vindicare imperium, quod nimirum hæreditario jure ad se pertineret. Relicta igitur Thessalonica cura et administratione et ipse ad Cralem generum suum abiit, a quo ad exsequendia destinata adjuraretur. Ab eo igitur susceptus et una cum eo egressus orn1en regionem usque ad Strymonem et Serrhas @ populatur. Quamobrem senior imperator majorum malorum mein legatos ad eum misit. ei Casareæ dignitatis insignia deferenda ei simul curavit. Qus ille Scopiis, quod exiguum oppidumn est, accepta gestavit, seque deinceps quieturum esse promisit neque quidquam amplius petiturum. Sed jam Thessalonicam rediturus gravissimo morbo affectus intra paucos dies illic decessit. Cæsarissa vero uxor ejus cum consuetudinem filiae et generi desiderans, tum Romanos reverita, propter illa quæ maritus ejus fecerat, inde abire noluit. Qua re pater ejus coactus imperatori auctor fuit mittendæ ad Cralem legationis tumn de cateris Romani imperii rebus ordinandis, tum de Cæsarissa cogenda, ut domum rediret. Variorum nolm. Pro tis legitur in cod. Vat. In his desinit dis sertatio seu epistola ad Josephum. Exstat in dem Codice Vaticano ejusdem argumenti disertatio, cujus iutium, Vide Lalicem Operum Gregorae initio hujus omnis. Loires. Auno Christi 1325, Feuruani 2. Dogang. Joannes Palaologus, Metochitæ gener. Vide Hist. Cantucuz. lib. 1, cap. 45. Boivin,

[A. c. 1282 ad 1328] BYZANTINÆ HISTORIÆ LIB. VIII. [P. III. Atque ipse quoque tunc legatus ad Cralem ivi cum alios comitaturus, tum Cæsarissæ ipsius fratrem, ob eas scilicet causas, quas supra diximus. In eo autem itinere non paucas experti sumus difficultates, cum Scythic incursionis fama Thraciam pervagaretur ac perterreret et 375 homines ex agris in castella se reciperent, desertis aedibus, in quibus nos vesperi diversari et corpora fessa de via recreare oportebat. Ac ea quæ ad Strymonem usque nobis acciderunt, mitto. Ibi autem gravius aliquid nobis accidit; eorum nempe omnium, quæ dolorem et risum in hominum animis consociant, maxime dignum auditu. Temeritate enim nostra, quæ Democriti splenem postulet, in id periculum devenimus, quo vel Heracliti lacrymæ exbauriantur. Norunt omnes, Strymonem fnvium et peditibus et equitibus esse impervium: propterea quod maximus est omnium fluviorum, qui Macedoniam ac Thraciam mediain secantes in Hellespontum et Ægæum mare exonerant. Oritur enim e superimpendentibus maximis montibus, qui a Ponto Euxino exorsi continentibus jugis usque ad lonium mare porriguntur, ac meridiem et Austrum versus Thraciam et Macedoniam, versus septentrionem Mysorum terras et Istrum fluvium terminant: qui et ipse maximus inter eos qui Scythiam perfluunt quinque ostiis in Euxinum pontum irrumpit. Hunc igitur Strymonem, talibus fontibus ortum et adeo vorticosum, unica eaque exigua etiam terni cum ipsis jumentis, magnam diei partem consumpsimus. Nostrum enim et jumentorum numerus bis septuaginta excedebat. Et jam sol 376 meridiem pretergressus ad occasum et al vespertinum horizontem vergebat. Cumque ibi subsistere et diversari deberemus, ultra per imprudentiam perreximus, sperantes, nos opportuna diversoria statim inventuros, priusquam stadiorum quiúdecim iter conficeremus. Sed ea spes frustrata nos est. Nam prædonum continentes incursiones locum illum paulo ante vastuin et descrtum celerrime effecerant. Proinde velut errones quidam rebus nostris Deo incertæque spei commissis navicula trajiciendo nunc singuli, atque interdum bamur. Deinde nox supervenit. Nam sol occiderat et viæ omnes umbra involvebantur. Quin et luna aberat. Modo enim alterum suum circa terram ecceutricum prætergressa quadratoque radio solem Faerat Gregoras Caesarissæ præceptor et fratris ejus. Vide cap. 5, sect. 7,˝ hujus libri. BOIVIN. Exstat in codice Vaticano 1086, fol. 441, epistola ad Andronicum Zaridam, in qua Gregoras qua sibi in via acciderint narrat. Vide Indicem Epistolarum Gregora initio hujus volum. Initium Ita accepi ex RP. D. Bernardo Montefalconio. Eam ipsam epi stolam puto hue translatam esse ab auctore, cui sua ipsius scrinia compilare pulchrum fuit. BOIVIN. Homerus Odyss. 388. DUCANG. Astronomicz eruditionis intempestiva ostenfatio. Sic infra lib. xn, cap. 13, secl. 6, etc. BOIVIN.

(Β.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ἐς τὴν ὑπερορίαν ξὺν οὐδενὶ κόσμῳ ἀπαγόμενος τῷ τῆς στραγγουρίας νοσήματι κάτοχος ἐγεγόνει· ὃ καὶ μᾶλλον ἐπίεζε τοῦτον, ἢ πάνθ’ ὅσα ἐπεπόνθει, εἱρκτὴν λέγω καὶ δόξης ἔκπτωσιν καὶ χρημάτων ἀφαίρεσιν καὶ φαύλων ἀνθρώπων ἐλέγχους καὶ λοιδορίας. (Γ.) Ὁ δὲ τοῦ βασιλέως πάππος δριμυτέραν τὴν ἕξιν τοῦ σώματος ἐκ τῆς λύπης κτησάμενος τέως μὲν τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐζημίωται, τῆς ὀπτικῆς αὐγῆς μαρανθείσης. οὐ πολλῷ δ’ ὕστερον καὶ τὴν ἑτέραν τῶν ὄψεων προσεζημίωται καὶ διέμεινεν οὕτως ἑξῆς νυκτί τε δουλεύων διηνεκεῖ καὶ, τὸ τῆς θείας φάναι γραφῆς, τὸ πόμα ἑαυτοῦ μετὰ κλαυθμοῦ κιρνῶν καὶ ἄρτον ὀδύνης ἐσθίων. ἐῶ γὰρ λέγειν τοὺς ἐμπαιγμοὺς καὶ τὰς ἀσέμνους λοιδορίας τῶν φυλάκων ὁμοῦ καὶ τῶν οἰκετῶν, ὁποίας καὶ ὅσας αὐτοῦ καταχέοντες ἦσαν. ἐῶ δ’ αὖ καὶ ὅπως ἄδεια δέδοται πάσαις ταῖς πλυνούσαις εἰσιέναι ὁπότε βούλοιντο πλύνειν ὧντινων βούλονται τὰ ἱμάτια παρὰ τὸ ῥέον ὕδωρ διὰ τῆς τοῦ παλατίου αὐλῆς· καὶ ὅπως τοῖς ἐκ γειτόνων ἀλόγοις ζώοις καταπάτημα γέγονε τὰ βασίλεια καὶ νομὴ, ὄνοις λέγω καὶ ἵπποις καὶ βουσὶ καὶ ὄρνισι κατοικιδίοις.
PG 148:623καὶ εἴ τι δὲ τοιοῦτον ἕτερον εἰς ἐμπαιγμὸν καὶ περιφρόνησιν τοῦ γηραιοῦ βασιλέως ἦν, πάντ’ οὐκ ἠμέλει πράττων καὶ συνεργῶν ὁ πρωτοστράτωρ, τῶν ἐν Βυζαντίῳ πραγμάτων ἐπίτροπος ὢν καὶ διοικητὴς τηνικαῦτα. (Δ.) Μόνος ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς ἄχραντον διετήρησε λοιδορίας καὶ γνώμην καὶ γλῶσσαν καὶ ἦθος πρός τε τὸν βασιλέα καὶ ὅσοι τῆς προσούσης ἐξέπεσον δόξης. οἱ δ’ ἄλλοι καθάπερ ἄκρατον πεπωκότες τὴν τοῦ καιροῦ περιπέτειαν μεθυούσῃ γνώμῃ πρὸς τὰς ἐνεστώσας τύχας ἐχρήσαντο. συνέσει γὰρ οὗτος αὐτοφυεῖ καὶ βαθείᾳ φρενῶν αὔλακι κοσμούμενος ὁ ἀνὴρ ἐς τοὺς τῶν παλαιῶν ἀνδρῶν ἀγαθοὺς χαρακτῆρας ἐκείνους ἀνῆγεν ἑαυτὸν κατά τε μεγαλοπρέπειαν τρόπων καὶ δεξιᾶς ἀφθονίαν. καὶ νῦν γὰρ εὐτυχῶς τῶν πραγμάτων ἐλθόντων αὐτῷ ὁ δὲ οὐκ ἐνετρύφησε τῇ τύχῃ, οὐδ’ ὑπὲρ τὸ μέτρον ἦρε τὴν ὀφρὺν, ἀφειδήσας ἴσως ἐς τὸ φιλότιμον τοῦ φρονήματος· ἀλλ’ ἔμεινε τῆς σωφροσύνης τῶν ὅρων ἐντὸς ἀκλινής.
καὶ νῦν ἐμοὶ νήφειν (ἔλεγε) χρεὼν, ὅτε τοὺς ἄλλους μεθύειν ἀνάγκη. στάδιον γὰρ, ὡς εἰπεῖν, καθορᾶται καὶ βάσανος ἀκριβὴς ταῖς ἀνθρωπίναις ψυχαῖς, ὁπόσα κατὰ χρόνον εὐτυχήματα φύεται, παρὰ τοσοῦτον ἐς ὕβρεως ὄγκον ὑψοῦντα τοὺς ἄφρονας, παρ’ ὅσον τοῖς εὖ φρονοῦσι βεβηκυίας γνώμης βεβηκότα φέρει τρυγῶντα πολλαχόθεν τὸν ἔπαινον. (Ε.) Ἐν τούτοις ἐξάγεται καὶ ὁ Συργιάννης τῆς εἱρκτῆς, ὅρκους ἐγγράφους πρότερον δοὺς καὶ ἐπαρασάμενος ἑαυτῷ τὰ φρικωδέστατα, εἰ μελετήσειέ τι κατὰ τοῦ βασιλέως· εἰ δ’ ὅπως ποθ’ ἁλοίη ψευδόμενος ὑπὸ κριταῖς ἀπροσωπολήπτοις, μετὰ τοῦ κληρονόμον εἶναι τῶν φρικωδεστάτων ἐκείνων ἀρῶν καὶ κεφαλικὴν ὑφίστασθαι τιμωρίαν. (2.) Ἀλλὰ γὰρ ἐν τούτῳ τῷ ἔτει καὶ ἅμα τῷ ἐφεξῆς, ἠρεμησάσης τῆς τῶν Ῥωμαίων στάσεως καὶ τῶν ἐπ’ ἀλλήλους πολέμων καὶ ἐκδρομῶν πεπαυμένων, τοσαύτην εὐθηνίαν ἐθεάσαντο σίτου Βυζάντιοι, ὁπόσην οὐδὲ τούτων οἱ πρόγονοι πάλαι πολὺν ἤδη τὸν χρόνον. θ.
Ἄρτι δὲ τῆς ὥρας ἐπιστάσης, ἐν ᾗ φυτηκομοῦσαι καὶ ζωγραφοῦσαι τὴν γῆν αἱ τοῦ ἦρος χεῖρες τῇ ποικίλῃ τῆς χλόης βαφῇ πλείστην ταῖς τῶν ἀνθρώπων ὄψεσι τὴν τέρψιν χαρίζονται, ἑτοίμους ὁ βασιλεὺς τὰς τῶν Ῥωμαίων δυνάμεις εἶναι παρεκελεύσατο. βούλεσθαι γὰρ αὐτὸν διαβῆναι πρὸς τὴν Ἀσίαν καὶ πόλεμον ἄρασθαι κατὰ Ὀρχάνου, τοῦ τῆς Βιθυνίας ἡγεμονεύοντος, τά,τε ἄλλα καὶ ὅτι Νίκαιαν τὴν προκαθημένην Βιθυνίας πόλιν κινδυνεύει χειρώσασθαι, διπλῷ πολέμῳ πολιορκῶν, λιμῷ καὶ στρατῷ. λήγοντος μὲν οὖν ἤδη τοῦ ἦρος ὁ στρατὸς διαπεραιούμενος τὸν πρὸ τοῦ Βυζαντίου πορθμὸν διέβαινεν ἐς Ἀσίαν ἅμα τῷ βασιλεῖ, δισχίλιοι μὲν τοῦ στρατοῦ τὸ ἀπόλεκτον ὄντες· τὸ δὲ πλεῖστον ἀγοραῖοί τινες καὶ βάναυσοι καὶ δῆλοι ὄντες κιβδηλεύσειν τὴν μάχην. ἐπεφέροντο γὰρ καὶ τὰ τῆς δειλίας τεκμήρια, ἀκάτιά φημι καὶ ἐφόλκια πλεῖστά τε καὶ οἷον εἰπεῖν ἰσάριθμα τοῖς ἑαυτῶν σώμασιν, ἵνα φυγῆς γενομένης ἑτοίμως ἔχωσι πρὸς αὐτήν. περὶ γὰρ διώξεως καὶ νίκης οὐδὲν αὐτοῖς οὐδαμῆ μεμελέτηται. ὁ δὲ τῆς Βιθυνίας ἀρχηγὸς τῶν Τούρκων τοὺς τὰ πολέμια ἐμπειροτέρους ἐκλέξας τὰ στενὰ τῶν ὁδῶν ἐπεπόμφει φυλάττειν.
αὐτὸς δ’ ὀκτακισχιλίους ὁπλίτας λαβὼν ἔξεισι τὸν βασιλέα ἐκδεξόμενος. ὅθεν βασιλεῖ τριταίῳ μετὰ τὴν ἐς Ἀσίαν διάβασιν περί τι πολίχνιον γενομένῳ παράλιον, Φιλοκρήνην οὑτωσί πως ὠνομασμένον, ἐπεὶ ἐμεμαθήκει τὰς πέριξ δυσχωρίας διειληφότα παρακαθῆσθαι μετὰ τοῦ βαρβαρικοῦ στρατοπέδου τὸν Ὄρχανον, ἐνταῦθα καὶ αὐτῷ πήξασθαι τὸ στρατόπεδον καὶ διανυκτερεῦσαι ξυνεβεβήκει. (Β.) Ἐπεὶ δ’ ἅμα ἡλίῳ τῶν βαρβάρων ἐνίους ἑώρα τῶν πέριξ ὀρῶν παρακατιόντας, πρῶτα μὲν ψιλοὺς, ἔπειτα δ’ ὁπλίτας, καὶ μάλιστα ἄλλους ἱππέας, ὁπλισάμενος καὶ αὐτὸς ἤλαυνεν ἐπ’ αὐτούς. πρῶτα μὲν οὖν ἀκροβολισμοὶ παρὰ τῶν βαρβαρικῶν ἐγίγνοντο τοξοτῶν πόῤῥωθεν ἱσταμένων καὶ οὐ μάλα ἐθελόντων τέως προσιέναι. ὅπερ οὐ νόμιμον ὁ βασιλεὺς εἶναι λογισάμενος τοῖς βαρβάροις, ἀλλὰ δειλίαν, θάρσος τε ἀνελάμβανε καὶ παρεξιέναι κατ’ ὀλίγους καὶ ἐξιππάζεσθαι τὰς τάξεις ἐκέλευεν. ὅπερ οὐκ εἰς καλὸν ἀποβήσεσθαι πέρας ἔνιοι τῶν περὶ αὐτὸν ἐμπειροτέρων φάσκοντες οὐκ ἠδυνήθησαν ἐπισχεῖν.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:625ἐπεὶ δ’ οὕτω κενεμβατούσης τῆς μάχης παρῄει τὸν μεσημβρινὸν ὁ ἥλιος, ὁπότε δὴ μάλιστα κατὰ γῆς αὐτὸς ἀκμαιοτέραν καταπέμπει τὴν φλόγα, θεασάμενος ἄνωθεν ἐκ τῆς ἀκρωρείας ἀπαγορεύοντας ἤδη Ῥωμαίους ἔκ τε τοῦ καύματος ἔκ τε τῶν συνεχῶν δρόμων καὶ περιδρομῶν, ὁ Ὄρχανος κάτεισι καὶ αὐτὸς, οὐκ εὐαρίθμητον ἐπαγόμενος στράτευμα. καὶ περιστάντες σὺν ἀσήμῳ τῇ κραυγῇ οἱ μὲν συχνοῖς τοῖς βέλεσιν ἔβαλλον, οἱ δὲ τοῖς ξίφεσι κατὰ στόμα προσυπαντῶντες ἔπαιον. οἱ δὲ Ῥωμαῖοι τὴν πρώτην ἐκείνων ἔφοδον γενναίως ὑπενεγκόντες εὐρώστως ἠμύνοντο μέχρι πολλοῦ καὶ πλείστους ἐτίτρωσκόν τε καὶ ἔσφαττον. ἔπειτα τὴν νύκτα βλέποντες οὐκ εἰς μακρὰν ἐπιοῦσαν καὶ δεινὸν ἡγησάμενοι τὸ ἐν πολεμίᾳ νυκτομαχεῖν, ἐπὶ πόδα ἀνεχώρουν ἐπειγόμενοι παρὰ τὸ οἰκεῖον στρατόπεδον. ὅτε καὶ μάλιστα σφοδρότερον ἐπιτιθέντες οἱ βάρβαροι οὐκ ὀλίγον εἰργάζοντο φόνον τῆς τε ἵππου καὶ αὐτῶν, ἕως ἡ νὺξ ἐπελθοῦσα τὴν μάχην διέλυσε. τέτρωται δ’ ἐν τούτοις καὶ ὁ βασιλεὺς ἅτερον τοῖν ποδοῖν ἐλαφρῷ τινι βέλει καὶ οὐ μάλα καιρίῳ. (Γ.) Ἐν ταύτῃ δὲ τῇ νυκτὶ γίνεταί τι θέαμα ἐλεεινὸν καὶ προφανής τις θεομηνία.
PG 148:627ἐπεὶ γὰρ ὁ βάρβαρος ἐτεθαυμάκει θεασάμενος τῶν Ῥωμαίων τήν τε ὅπλισιν καὶ τὴν ἀνδρικὴν ἔνστασιν, ἐνόμισεν οὐ μέχρι τούτου στῆναι θελήσειν αὐτοὺς, ἀλλὰ καὶ ἐς τὰ πρόσω χωρεῖν ἐς τὴν ὑστεραίαν. ὅθεν τριακοσίους ἐκεῖ καταλελοιπὼς ἱππέας θεωρίας εἵνεκα, αὐτὸς τὴν ὅλην ἀναλαβὼν στρατιὰν ἤλαυνεν ἐς τὰ πρόσω, σπεύδων προκαταλαβεῖν τὰ τῶν ὁδῶν καιριώτερα. ἐκεῖνος μὲν οὖν οὕτως ᾤχετο ἀπιών· ὁ δὲ βασιλεὺς ἐς τὸ τῆς Φιλοκρήνης εἰσῄει πολίχνιον θεραπείας εἵνεκα τοῦ ποδός. ὅπερ ὁ στρατὸς θεασάμενοι τῶν Ῥωμαίων καὶ ἥκιστα καθαρῶς τὴν αἰτίαν μεμαθηκότες φεύγειν ἐνόμισαν ὑπὸ δειλίας αὐτόν. μέλλειν γὰρ ἐπικείσεσθαι τούτοις νυκτὸς τὸν Ὄρχανον μετὰ μάλα πολλοῦ τοῦ στρατοῦ καὶ μηδένα ζῶντα Ῥωμαίων καταλιπεῖν, τὸν ἐς τὴν ὑστεραίαν θεάσασθαι ἥλιον. ὅθεν ὅσοι μὲν ἀκάτια ἐπεφέροντο, ᾤχοντο φεύγοντες γυμνοὶ δι’ αὐτῶν. οἱ δὲ σπεύδοντες πρὸ τῶν πυλῶν τοῦ πολιχνίου κατεπατήθησαν ὑπ’ ἀλλήλων οἱ πλείους καὶ ἀπεπνίγησαν· ἄλλοι δ’ ἀλλήλων ἐξαρτώμενοι δίκην σειρᾶς, οἱ μὲν διὰ τῶν ἐπάλξεων εἰσεπήδων, οἱ δὲ ἀποσπώμενοι πρὸς τῶν ὄπισθεν ἐφελκομένων ἀνετρέποντό τε καὶ ἔθνησκον πίπτοντες.
ἦσαν δ’ οἳ καὶ ὑπὸ μόνης δειλίας ἀπέψυξαν ἱστάμενοι. ἄρτι δὲ καὶ ὁ ἥλιος ὑπερβὰς τὸν ὁρίζοντα ἡρμήνευσε τοῖς τριακοσίοις ἐκείνοις βαρβάροις τὴν ἄπιστον ἐκείνην συμφορὰν τοῦ Ῥωμαϊκοῦ στρατοῦ· καὶ προσελάσαντες καὶ θεασάμενοι προκείμενα παρὰ τὸ στρατόπεδον ἵππους καὶ ὅπλα καὶ σκηνὰς ἀνδρῶν κενὰς, πρὸς δὲ τούτοις καὶ τοὺς βασιλικοὺς ἵππους μετὰ τῶν ἐρυθρῶν ἐφεστρίδων καὶ τὴν βασιλικὴν σκηνὴν, ἅπαντα λαβόντες οἱ διακόσιοι ἀπῄεσαν. οἱ δ’ ἑκατὸν ἐγγὺς γενόμενοι πολλοῖς κατέπειρον βέλεσιν, ὅσοι μὴ ἔφθησαν μήτ’ ἐς ἀκάτια, μήτ’ ἐς τὸ πολίχνιον ἑαυτοὺς ἐμβαλόντες. (Δ.) Ταῦτα θεασάμενος καὶ ὁ βασιλεὺς καὶ μὴ ἔχων ὅ,τι καὶ δράσειε, τῆς περιστάσεως οὐδὲν οὐδαμῆ χορηγούσης εὐμήχανον, ἐς πλοῖον ἐμβὰς καὶ αὐτὸς ἐπανῄει πρὸς τὸ Βυζάντιον. διηπόρει δ’ οὖν ὅμως καθ’ ἑαυτὸν γνωσιμαχῶν καὶ ζητῶν τὴν τῆς θεομηνίας αἰτίαν, δι’ ἣν τὸ τῶν Ῥωμαίων στρατόπεδον οὕτως ἐν ἀκαρεῖ διέφθαρται, μηδενὸς τῶν πολεμίων διώκοντος.
συνῆκε δ’ ὀψὲ καὶ πλεῖστα μὲν ἕτερα, καιριώτερον δ’ εἶναι τὸ τῶν πολιτικῶν πραγμάτων ἀστάθμητον καὶ τὸ περὶ τὰς δίκας νόσημα πολύχουν ὂν καὶ δυσίατον διὰ τὴν ἐκ τοῦ χρόνου προσγενομένην ἕξιν αὐτῷ καὶ πολλὴν ἐπάγον τῷ κοινῷ τῶν πραγμάτων τὴν σύγχυσιν καὶ ζημίαν. ὥσπερ γὰρ τὰ ἔκ τινος καχεξίας σωματικῆς ἐπισυμβαίνοντα νοσήματα τοῖς ἀνθρώποις σπανίοις ἐπισυμβαίνει καὶ οὐκ ἐς τὸ κοινὸν τὴν διάβασιν ἴσχει, τοῦ δ’ ἀέρος νοσήσαντος ἀνάγκη κοινωνεῖν τοῦ νοσήματος ἅπαντας, ὅσοι τοῦ αὐτοῦ κοινῇ μετειλήφασιν ἀέρος, οὕτως ἔχειν ἔφασκε τὰ μερικὰ πάντ’ ἀδικήματα πρὸς τὸ περὶ τὰς κρίσεις γινόμενον. (Ε.) Ὅθεν μετ’ οὐ πολλὰς τὰς ἡμέρας ἄπεισιν ἐς τὸν πατριάρχην Ἠσαί̈αν· καὶ πρῶτα μὲν πείθειν τοῦτον ἀποθέσθαι ἐπιχειρεῖ τὸν πρὸς τοὺς ἐπισκόπους κότον καὶ λῦσαι τὸν ἀφορισμὸν τῷ λαῷ. μηδὲ γὰρ εἶναί φησι τῶν εἰκότων, αὐτοῦ συγχωροῦντος ἅπασιν ἅπαντα, πρὸς ὃν καὶ τὰ κοινὰ φανερῶς ἀφεώρων πταίσματα, ἐκεῖνον πατριάρχην ὄντα καὶ τῆς εἰρήνης ἅμα διδάσκαλον εἶναι ὀφείλοντα, ἔπειτα ὑποκαθημένην τρέφειν ὀργὴν κατ’ ἀνθρώπων ἐν πολλοῖς δυομένοις ἡλίοις, μηδ’ ἐφ’ ἑνὸς συγχωρούμενον.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:637εἰ δὲ μοναχὸν Ἀντώνιον, ὁμολογία τοῦτ’ ἂν νομισθείη τοῖς τὰ ἡμέτερα κακουργοῦσιν, ὅτι μὴ βιαίως, ἀλλ’ ἑκὼν προελόμενος τὸ μοναχικὸν περιεθέμην σχῆμα αὐτός. (Η.) Ταῦτα καὶ πλείω τούτων διεξελθὼν ἐπ’ αὐτῶν μηδὲν δ’ ὧν ἐζήτουν ἐκεῖνοι μαθεῖν ἀποκρινάμενος ἐξέπεμψεν. αὐτὸς δ’ ἐπὶ τῆς κλίνης καθεσθεὶς, ἐπίστρεψον, φησὶ, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε, μηδὲν τοῦ λοιποῦ λύπης ἄξιον ἐξειπὼν οὐδὲν τῶν ἁπάντων, εἴτε περιουσίᾳ συνέσεως χαλινώσας τὴν γλῶτταν, εἴτε διὰ τὸ ὑπερβάλλον τῆς λύπης οὐ μάλα ἑκὼν ἀδακρυτὶ παραδραμὼν τὴν συμφορὰν, ὥσπερ ἀμηχανίᾳ καὶ νάρκῃ τῆς ψυχῆς πεδηθείσης, πρὶν τὸ περὶ τὸν ἐγκέφαλον ἀθροισθὲν ὑγρὸν εἰς δακρύων φορὰν ἐκτακῆναι. ἰδοὺ γὰρ καὶ ἥλιος, ὅπη μετρίας ἀφίησι τὰς ἀκτῖνας, πολλὰ τὰ πνεύματα καὶ τὰς ὑγρότητας ἐκεῖθεν ἀνέλκει· ὅπη δ’ ὑπερβαλλούσας, ὁ δὲ φθάνει κατηναλωκὼς σφᾶς, πρίν τι ἐκεῖθεν ἀνιμήσασθαι. παραπλησίως δ’ οὖν καὶ ὅσα τῶν ἐν ψυχῇ γινομένων παθῶν μετριώτερά πως ἡμῖν ξυνεῖναι ἐθέλοι, ταῦτα καὶ λόγον ἔχειν ἑρμηνέα τῆς ἐν καρδίᾳ φλογὸς οὐ μάλα τοι ἀπαναίνεται.
ὅσα δ’ ἀφειδοῖεν τοῦ πλεονεκτούσαις χρῆσθαι ταῖς ἕξεσι, ταῦτ’ ἴδοι τις ἂν ἐξιστῶντα μέν πως καὶ τὴν ψυχὴν, δυοῖν δὲ πείθοντα θάτερον, εἰ καὶ μηδέτερον ὡς εἰκός· ἢ γὰρ πάντα λέγειν μᾶλλον ἢ ἃ δεῖ, ἢ μηδὲν μᾶλλον ἢ ἃ δεῖ. ἵνα δὲ πρὸς τὴν τοῦ παρόντος λόγου βεβαίωσιν καὶ παλαιοτέρῳ τινὶ διηγήματι χρήσωμαι· ὁπότε γὰρ Καμβύσου τοῦ Πέρσου στρατεύσαντος ἐκ Σούσων ἐπ’ Αἴγυπτον, ἐπεὶ μετὰ τῆς ἀρχῆς καὶ ὁ τῶν Αἰγυπτίων ἑάλω βασιλεὺς, ἀγομένων ἐπὶ θάνατον ξὺν οὐδενὶ κόσμῳ τῶν υἱέων οὐδὲ βραχύ τι αὐτὸς βλέπων ἐφθέγξατο, ἀλλὰ σιωπῇ κύψας ἔπειτα μόνον ἑώρα τοὔδαφος· τῶν δὲ γνωρίμων ἕνα ἰδὼν, ὃς πρότερον μὲν πλούτῳ πολλῷ καὶ δόξῃ χρησάμενος ἦν ἱσταμένης Αἰγύπτου, νῦν δὲ πάνυ διεῤῥωγυῖαν ἐσθῆτα περικείμενος προσαιτῶν περιῄει, εἴ τις ἄρτον ὀλίγον παράσχοι· ὁ δὲ τὴν αὐτὸς ἑαυτοῦ κεφαλὴν ἤδη πατάξας καὶ βύθιόν τι στενάξας ὀνομαστὶ τὸν ἑταῖρον ἐκάλει, μονονοὺ τοῖς δάκρυσι βρέχων τοὺς λόγους.
PG 148:639ἐπεὶ δὲ καὶ τὴν αἰτίαν ὁ Καμβύσης ἤρετο, ὅπως ἐπὶ μὲν τοῖς υἱέσι μὴ δακρύσας μηδὲ φθεγξάμενος μηδὲν ὁ δὲ τὸν ἑταῖρον ἐδάκρυσε καὶ προσείρηκε, φάναι λέγεται, καὶ σφόδρα μεῖζον εἶναι ἢ ὥστε καὶ δακρῦσαι τὸ τῶν υἱέων πάθος· τὸ δὲ τοῦ ἑταίρου μὴ τοσοῦτον ὂν καὶ δακρύειν λοιπὸν δίκαιον, ὃς μεγάλης ἐκπεπτωκὼς δόξης ἐς τοσαύτην δυςτυχίαν ἐπὶ γήραος ἀφίκετο οὐδῷ. (Θ.) Τοῖς μέντοι περὶ τὸν πατριάρχην κεκύρωται, μνημονεύεσθαι πρὸ τοῦ ἐγγόνου καὶ βασιλέως αὐτὸν, εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Ἀντώνιον μοναχόν. οὔπω τέτταρες ἐκεῖθεν ἡμέραι παρῆλθον καὶ ἀκούων τὸν δῆμον ὁ πρωτοστράτωρ διαψιθυρίζοντα ἐν οἴκοις, ἐν ἀγοραῖς, ἐν πύλαις, καὶ πανταχῆ περὶ τοῦ γηραιοῦ βασιλέως, ὡς ἄδικα ἐπεπόνθει καὶ βασιλεὺς ἦν καὶ ἔσται τελευτήσαντος τοῦ ἐγγόνου καὶ οὐχ ἕτερος τῶν ἁπάντων· οὐ γὰρ ἂν τοῦτο νόμος εἴη μοναδικὸς, ἄκοντας καὶ τυραννουμένους ὑπέρχεσθαι τὸ μοναδικὸν σχῆμα· δεινὰ ἐπὶ δεινοῖς ἐμελέτησεν αὖθις. καὶ πέμψας ὅρκον ἀπῄτησεν ἔγγραφον ἐξ αὐτοῦ διαβεβαιούμενον, μηδέποτε μήτε ζητῆσαι βασίλειον κράτος, μήτε μὴν διδόμενον δέξασθαι, μήτ’ ἄλλον τινὰ προβαλέσθαι.
εἰ δ’ οὖν, ἐπὶ ξυροῦ σοι, φησὶ, τὸ αἷμα τήμερον ἵσταται. καὶ ἅμα τοὺς ἀλλοφύλους ἐκείνους ὁπλίτας αὐτῷ περιέστησεν αὖθις. ὁ δ’ αὖθις δείσας περὶ τῇ ζωῇ ἄκων καὶ τοῦτ’ ἐπεπράχει· καὶ ἐπεὶ τυφλὸν εἶναι τοῦτον εἰρήκειμεν, ὑφ’ ἑτέρου λοιπὸν τὴν χεῖρα χειραγωγούμενος ἄνω μὲν ἐρυθρὸν προὔθηκε τὸν τοῦ θείου σταυροῦ τύπον, κάτω δὲ μέλανα· καὶ οὕτω συνεχωρήθη τὸ ζῇν. (Ι.) Ἐν δὲ τούτῳ τῷ χρόνῳ εὕρηται παρὰ τὴν τῶν Περσῶν γῆν πύργος τις ἐγκεκαλυμμένος, νομισμάτων μεστὸς καθαρωτάτου χρυσίου μυριάδες οὐ ῥᾳδίως ἀριθμηταί. ὧν οὐκ ὀλίγα διαδεξάμενοι οἱ τῶν Λατίνων ἔμποροι διέσπειραν πανταχῆ γῆς καὶ θαλάττης, εἰδότες χρειώδη τυγχάνοντα διὰ τὴν τοῦ χρυσοῦ καθαρότητα· ὧν ἕκαστον πολλοῖς τῶν Βυζαντίων ὤνιον ἐγεγόνει τριῶν νομισμάτων πολιτικῶν. ια. Ἐν τούτῳ τῷ χρόνῳ γραφαὶ παρά τε Ἰταλῶν καὶ ἔτι ὁπόσοι Κολχίδα Περσῶν ἀποσπάδες οἰκοῦσιν ἥκουσιν ἐς Βυζάντιον, ὀφρύος τε καὶ κορύζης μακρᾶς οὖσαι μεσταὶ καὶ προῤῥήσεων ὅσαι μειρακιώδεις καὶ ἀγεννεῖς καὶ οἵας αὐλητρίδες καὶ ὀρχηστρίδες ἐς χαμαιτυπεῖα προπίνουσι χαριζόμεναι τοῖς ἐκεῖσε κωμάζουσιν.
εἴπερ γάρ τι τῶν ἁπάντων ἕτερον καὶ τὸ τῆς ἀμαθίας δ’ ἔμοιγε ἐς τὸ πείθειν τοὺς κουφοτέρους καὶ κατωφρυωμένους δραστικώτατον ἔδοξε καὶ ἀνυσιμώτατον, προπέτειαν ἀπερίσκεπτον ὑφηγούμενον καὶ πρόχειρον ἐς ἅπαν καθ’ ἅπαντα χρόνον, εἴ τί που τοῖς κούφοις αὐτῶν λογισμοῖς ἐπιφύεται. πρὸς μὲν δὴ ταύτας ἀντιλέγειν καὶ ἀπελέγχειν οἱ πλεῖστοι τῶν φίλων προὐτρέποντό με· οὐκ οἶδα, εἴτ’ ἐμὲ βασανίζειν ἐθέλοντες, ὥσπερ τοὺς ἁμιλλητηρίους τῶν ἵππων ἐν διαφόροις πεδίοις ἐλαύνοντες οἱ δρόμων Ὀλυμπικῶν ἀθληταὶ, εἴθ’ ἑαυτοῖς μέρος ἐντεῦθεν ἡδονῆς ἐκπορίζοντες. οὐδενὶ γὰρ ἑτέρῳ τῶν πάντων οὕτως ἕπεται ἥδεσθαι τὴν ψυχὴν, ὡς ὅσα καὶ οἷα τῶν κατ’ ἔφεσίν ἐστιν ὁρᾷν καὶ ἀκούειν. παραπλήσιον γάρ ἐστιν, ὥσπερ ἂν εἴ τις διψῶσι μὲν τῶν ἡδίστων πιεῖν ἐδεδώκει ὑδάτων, φλεγομένοις δ’ ὥρᾳ θέρους ζέφυρον ἐμηχανήσατο ἀναψύξεως.
PG 148:641ἐφίεται δὲ πάντως ἄλλος ἄλλου κατὰ τὴν τοῦ ἐν αὐτῷ κριτικοῦ τῆς ψυχῆς ἕκαστος δύναμιν, καθάπερ αἰτίας τινὸς καὶ ῥίζης ὑποκειμένης τῆς ἐκεῖθεν κινουμένης ὁρμῆς καὶ ἀναλόγως χειραγωγούσης ἐς τὰς προθέσεις τάσδε ἢ τάσδε τοῦ βίου, ὁποίας πολλὰς καὶ ποικίλας γῆ τε αὕτη καὶ οὐρανὸς ἐκεῖνος προί̈σχεται. τὴν μὲν οὖν αἵρεσιν τῆς τούτων ἐφέσεως ταυτησὶ εἰ μὴ καθάπαξ ἅπαντες, ἀλλ’ οὖν οἱ πλείους δέξαιντ’ ἂν οἶμαι· τήν γε μὴν ἀωρίαν αὐτῆς καὶ τὸ λίχνον, ταύτην δ’ οὐ πάνυ τοι ἔγωγε. πάντα μὲν γὰρ ἐρευνᾷν ἕν τι τῶν ἁρμοζόντων εἶναι, οὐκ ἄν ποτ’ αὐτὸς ἑκών γε εἶναι ἀπαγορεύσαιμι· ἐν δ’ ἅπαντι καιρῷ καὶ χρόνῳ καὶ παντὶ τῷ βουλομένῳ, τοῦτο δὲ καὶ μάλα τοι σφόδρα αὐτός. οὔτε γὰρ παντὶ καιρῷ τὸ καίριον ἔνεστιν, οὔτ’ αὖ παντὶ τῷ βουλομένῳ προσήκει πανταχῆ τὸ βούλεσθαι· ἀλλ’ ἔστι καὶ καιρὸς ἀκαιρίας γέμων καὶ βούλησις ἀβουλίας πολλάκις μεστή. ἀλλ’ οὖν ἐπειδὴ ταῦτα συγχωρητέα ὅπως ποτὲ ἔδοξεν εἶναι ἡμῖν, ἅπαξ τὰ βάρη τῶν τοιούτων ὁποῖά γε εἴη προσίεσθαι προθεμένοις καὶ χαρίζεσθαί σφισιν ὁπόσον τὸ ἐφικτὸν ἐπεφύκει, οὔτ’ ἀκοὴν αὐτοῖς οὔτε γλῶτταν ἀπεκλείσαμεν·
ἀλλὰ μετρίοις ἐλέγχοις ἔστιν ἃ τῶν γραφομένων ἠμειψάμεθα. καὶ ὁπόσους τό,τε καίριον ἐς τὸ τῆς ἀσφαλείας μουσεῖον ἐπαιδαγώγησε, καὶ πᾶς τις οἶμαι ἀκηκοὼς οὐκ ἂν ἡμῖν μέμψαιτο. καὶ τὰ μὲν ἄλλα τῶν γραφομένων ἀπόῤῥητα κεῖσθαι παρήκαμεν τέως, ἀκαιρίας ὡς τὰ πολλὰ κατορχουμένης αὐτῶν πάνυ τοι φορτικῆς καὶ ματαίας· ἃ δ’ ὡς ἐν ἐπιστολῆς σχήματι πρὸς ἕνα τῶν φίλων εἰρήκειμεν, ἵνα μὴ τὸ τῆς εὐσχήμονος ἡμῶν σιωπῆς ὑπόληψιν ἀπορίας ὑπόθοιτο τοῖς ἀφειδεστέροις τῶν ὑβριστῶν, ταῦτα καὶ νῦν τοῖς ἐντυγχάνειν ἐθέλουσιν ἱστορίας ἕνεκα παραθήσομεν. (Β.) Ὁπόσα γὰρ, ἔφην, τῶν λεγομένων νοῦν ἡγεμόνα προβάλλεται καὶ τούτῳ τὴν πρέπουσαν αὐτονομίαν σαφῶς ἐπιτρέπει, ταῦτα καὶ νοῦν πάντως ἐπόπτην ἐφέλκεται καὶ γλῶσσαν ἀναμένει σὺν ἐπιστήμῃ δικάζουσαν. ὅσα δ’ ἁρμονίας ἁπάσης παραιτησάμενα νόμους ὅρων ἐπιστημονικῶν ὑπερόριον καὶ φυγάδα τείνουσι πόδα, ταῦτ’ οὔτε νοῦν ἐπόπτην οἶδεν ἐφέλκεσθαι καὶ πάντα λόγον ἑρμηνέα μάλα σφοδρῶς ἀποσείεται, φύσεως ὄντα σαφῶς ἀῤῥωστήματα καὶ λύρας ὥσπερ ῥαγείσης πλημμελῆ τινα κρούσματα.
PG 148:643ὥστ’ ἔπεισί μοι σφόδρα θαυμάζειν, ὦ φίλων ἄριστε, πῶς οὕτω κἀμὲ ξυνωθεῖς καλινδεῖσθαι τὸν φίλον περὶ τὰ φαῦλα καὶ γλῶτταν παρέχεσθαι τουτουσὶ τοὺς σαφεῖς ἐξελέγχουσαν λήρους, ὁπόσοι τῶν Ἐπιζεφυρίων βαράθρων συχνὸν ἀναῤῥήγνυνται, καθάπερ τινὲς τῶν Ἡφαίστου κρατήρων αὐτόματοι ῥύακες· καὶ ἔτι ὁπόσοι τῷ πλήθει νιφάδεσσι χειμερίῃσιν ἐοικότες τῆς ἀνωτέρας ἠπείρου κατίασιν. ἀδικοίημεν γὰρ ἂν, νὴ τὸν φίλιον, τούς τε τῆς ἐπιστήμης κανόνας τούτοις προσάγοντες καὶ ἡμᾶς αὐτούς. τὸ γὰρ ὁπωσοῦν ἑαυτὸν ἑκών γε εἶναι διεφθορόσι διδόναι τρόποις καὶ λόγοις οὐκ ἀποχωρεῖ κακίας, οὐδ’ ἀνασοβεῖ τὰ δίκτυα τοῦ ψόγου, ἀλλὰ καθάπερ συγγενῆ κηλῖδα χλεύην ἐπίφθονον ἐπισύρεται. τίνα γὰρ ἀμαθίας Καύκασον οὐχ ὑπερβαίνουσιν, ὁπόσους οἱ μὲν κάτωθεν ὡς ποῤῥωτάτω τῆς ἀληθείας χαλκεύειν εἰώθεσαν ὄγκους ῥημάτων, οἱ δ’ ἄνωθεν ἀγεννεῖς τινας καὶ μειρακιώδεις κροτοῦσι θορύβους, καὶ ταῦτα τὴν Περσῶν καὶ Χαλδαίων μετιέναι φάσκοντες ἐπιστήμην;
εἰ γὰρ ἐς τοῦτο Χαλδαίοις καὶ Πέρσαις ἡ πᾶσα περιί̈- σταται μέθοδος καὶ οὐρανὸς διὰ τοῦτ’ ἐς τὴν αἰθέρος σφαῖραν εὖ καὶ τεταγμένως περιφέρει τοὺς ἀστέρων δρόμους, ὡς λημμάτων μὲν φορὰν ἦρος ἀρχομένου γραμματεῦσι προφαίνειν, νοσήματα δ’ αὖ γέρουσι φθίνοντος ἤδη τοῦ θέρους, χάριεν ἂν, νὴ τοὺς λόγους, δόξειε τοῖς διασύρειν ποθοῦσι τὸ τῆς ἐπιστήμης χρηστὸν καὶ τοῖς τε ἐξ ἁμάξης λοιδοροῦσιν ἀποχρῶσα πρόφασις ἐς ὕβρεις καὶ ὁπόσοι πρὸς ταῖς σκηναῖς ἄφθονα δραματουργοῦσι τὰ σκέμματα. ἐγὼ δὲ λίαν ἡδέως κἀκεῖνο θαυμάσαιμι ἂν, ὅτι μὴ καὶ περὶ δρυῶν προτεθέσπισται τοῖς ἀνδράσιν, ὡς πολλὰς ἐξανθήσει τὸ γένος βαλάνους καὶ ὡς ἄκανθα τὴν ἐφαπτομένην ἀμύξει παλάμην· καὶ εἰ τέκοι γαλῆ, μήτηρ ἔσται τοῦ τεχθησομένου· καὶ θέρους μὲν ἔσται καῦμα, χειμῶνος δὲ ψύχος, καὶ ὅσα τῶν πάνυ προδήλων, εἰ μή γε δὴ βουσὶν, ἀλλ’ οὖν ἀνθρώποις ἅπασίν ἐστιν.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἵνα δὲ μήτε σὺ τῶν λυπουμένων εἴης, μήτε τὸ σεμνὸν τῆς ἐπιστήμης ἐς τοιαύτας ἐσχατιὰς κατενηνεγμένον ὑβρίζοιτο, φέρε μέσην βαδίσαντες βραχέα ἄττα τῶν μεσημβρινῶν τουτωνὶ λήρων ἐξελέγξωμεν, ἢ μᾶλλον, εἰπεῖν, τῶν γηί̈νων πλανήτων καὶ τὰ πλεῖστα τῆς ἄνω λήξεως καταψευδομένων, ὡς ἂν ἄρδην ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα λύοιτο πᾶν, καθάπερ ὁ τῆς Πηνελόπης ἐκεῖνος ἱστός. ἀνέμων ἐκεῖνοι προλέγουσιν ἔσεσθαι κίνησιν, ὑφ’ ὧν ἐς φθορὰν τὰ τῶν ἀνθρώπων λυθήσονται σώματα. ἡδέως ἂν οὖν ἔγωγε τὰς αἰτίας ἐροίμην τῆς τῶν ἀνθρώπων λύσεως. εἰ μὲν γὰρ ἄλλο τι ἢ φορά τις ἀέρος καὶ διαίρεσις ὁ ἄνεμος ἦν, εἶχεν ἄν τινα λόγον ἴσως ὁ λόγος. ὅσα μὲν γὰρ ἄλλο τι παρὰ τὸν ἀέρα τυγχάνοντα δίεισιν αὐτὸν, ἢ διόδῳ σωματικῇ τέμνοντα φέρεται δι’ αὐτοῦ, καθάπερ λίθος καὶ σίδηρος καὶ ὅσα σκληροτέρας ἢ κατὰ τὸν ἀέρα φύσεως ἔλαχεν, ἢ διαδόσει ποιότητος, ὅσα δηλαδὴ χεομένην καὶ τῷ ἀέρι πάνυ τοι προσφυῶς ἀνακιρναμένην ἔσχεν αὐτὴν, ὥσπερ ὀσμαὶ καὶ χρώματα καὶ σκηπτοὶ καὶ πρηστῆρες.
PG 148:645καὶ μέντοι καὶ ἄνεμος εἰ καθ’ ὁντιναοῦν τουτωνὶ τρόπον ἢ διαιρῶν δηλαδὴ τὸν ἀέρα καὶ τὸν ἐκείνου τόπον μεταλαμβάνων διῄει, ἢ τούτῳ διαδόσει ποιότητος σφαλερᾶς ἀνεκιρνᾶτο, πᾶσαν γένεσιν ἐκ τοῦ παραχρῆμα φθορὰ προφανὴς διεδέχετο ἄν. νῦν δὲ τοὐναντίον εὐκρασίας ἡμᾶς ἁπάσης ἐμπιπλῶντα βλέπομεν τοῦτον αἰεί. οὐδὲν γὰρ ἕτερον ἄνεμος ἢ στεῤῥοτέρα φορὰ καὶ χύσις ἀέρος, ὃς ἀεὶ πλούσιος μὲν ἡμῖν περικέχυται, αὐτοῦ δ’ ἀπολαύομεν καθόσον ἐφικτὸν ἑκάστῳ, κἂν πάνυ τοι πλεῖστος ἕπηται. ἐκεῖνό γε μὴν καὶ μαντείας ἴσως δεῖται, καὶ οὐκ ἔχω ὅ,τι φῶ. πόλεων γὰρ καὶ δένδρων καὶ ὀρῶν φασιν ἐξ ἀνέμων πάντων ὁμοῦ κινηθέντων καταστροφὰς καὶ μεταβάσεις. πῶς γὰρ καὶ πῆ περιχωρήσει καὶ μεταστήσεταί τι τούτων, περικυκλούντων, ὥς φασιν, οὑτωσὶ τῶν ἀνέμων ἐκ διαμέτρου; ἑνὸς μὲν γὰρ ξυνωθήσαντος ἀνέμου καὶ ξὺν βίᾳ κλονήσαντος ἀνατετράφθαι οἰκίαν ἔσθ’ ὅτε ἢ δένδρον ἐπὶ θάτερα μέρη, καινὸν οὐκ ἂν εἴη, ἀλλ’ ὡς τὰ πολλὰ τῶν ὅρων τῆς συνηθείας ἐντός. πολλῶν δ’ ἀντιπνεόντων ὁμοῦ; σχολῇ γ’ ἂν καταστραφείη τι τῶν ἁπάντων.
τὴν γὰρ τοῦ ἑνὸς ἀντώθησιν ἡ θατέρου ἐξεναντίας ἀντίστασις θραύουσα καὶ ἀναχαιτίζουσα ἀκλόνητον τὸ παράπαν ἐξ ἀντιπεριστάσεως ἵστασθαι παρασκευάσει τὸ βιαζόμενον. ἄλλως τε καὶ ὁμοῦ τοὺς κατὰ διάμετρον ἀνέμους κινεῖσθαι, οὔτ’ Ἀριστοτέλης φύσιν ἔχειν δίδωσιν, οὔθ’ ὁ πολὺς ἔφηνε χρόνος. ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε. τὴν γὰρ τοῦ Κρόνου καὶ Ἄρεως ὑφ’ ἑνὶ ζωδίῳ συνέλευσιν αἰτίαν τῆς τῶν ἀνέμων τίθενται μάχης καὶ πρό γε τούτων ἡλιακήν τινα ἔκλειψιν. εἰ οὖν ταῦτα φανείη ψεῦδος περιφανὲς, ἡγούμενα ὄντα τῶν ἐφεξῆς, ψευδῆ πάντως μετὰ τοῦ μείζονος προσθήκης φανεῖεν ἂν καὶ τὰ τούτοις ἑπόμενα· ὥσπερ ἂν εἴ τις τὴν ῥίζαν τοῦ δένδρου τεμὼν συναφεῖλεν εὐθὺς καὶ τὴν τῶν ἀκροδρύων ψυχήν. οὐ γὰρ μόνον ἐν τοῖς παροῦσι καιροῖς οὐκ εἰσὶν ὑπὸ ζώδιον ἓν Κρόνος καὶ Ἄρης, ἀλλ’ οὐδὲ δυοῖν συνεχῶς ἐξελιττομένων ἐνιαυτῶν οὐκ ἄν πω συνέλθοιεν ἄν. Ἄρης γὰρ ἐκ πολλοῦ περὶ τὴν τοῦ λέοντος πεντεκαιδεκάτην μοῖραν τὸν Κρόνον καταλελοιπὼς ἤδη καὶ ἐς τὰς τοῦ σκορπίου χηλὰς διαβαίνει.
ἡλιακήν γε μὴν ἔκλειψιν οὔτε τὸ παρὸν ἅπαν θέρος, οὔτε τὸ ἐφεξῆς μετὰ τοῦτο φθινόπωρον ὄψεται, κἂν πάντες ἄνθρωποι, κἂν πάντες φάσκωσιν ὄρνιθες. ἔσται δέ σοι τούτων διδάσκαλος ὅ,τε χρόνος καὶ ἡ αἴσθησις πρὸς ἀκριβῆ τὴν ἀλήθειαν. οὐδὲν γὰρ οὕτως εἰς ἐπιστήμης ἀπόδειξιν ἀναντίῤῥητον ἕτερον, ὡς ἐμπειρία καὶ αἴσθησις. αἴσθησις μὲν γὰρ, φησὶν, ἐμπειρίαν ποιεῖ, ἡ δὲ ἐμπειρία τὰς ἀρχὰς δίδωσι τῇ ἐπιστήμῃ. ὥσπερ οὖν σίτου σπαρέντος εἰς γῆν ἐνδέχεται στάχυν ἔσεσθαι, σπόρου δ’ οὐκ ὄντος οὐδὲ βλάστην ἐκδέχεσθαι χρή· οὕτω κἀν τούτοις. εἰ ἔσται ἔκλειψις ἡλίου καὶ συνδρομὴ Κρόνου καὶ Ἄρεως, φαῖεν ἂν ἴσως καὶ ἀνέμων ἔσεσθαι κυκεῶνας καὶ πόλεων καταστροφὰς καὶ ἀναμοχλεύσεις ὀρῶν· εἰ δ’ ἐκεῖνα οὐκ ἔσται, ἐξ ἀνάγκης ἕπεται καὶ κατὰ χώραν ἵστασθαι πᾶν ὄρος καὶ πόλιν ἅπασαν. ἴσμεν γὰρ, ὡς τούτων ἀναιρουμένων, ὅσα γε ἕνεκά του γίνεται καὶ αἴτια νομίζεται τῶν ἑξῆς, συναναιρεῖται πάντως ὁμοῦ τά τε αἰτιατὰ καὶ ὧν ἕνεκα ἐκεῖνα γίγνεσθαι ἔμελλεν. ἐκκεκύλισται δὲ τούτοις ὁ λόγος ἐς τόδε τῆς ἀτοπίας παρὰ τὸ νομίζειν τό,τε αἴτιον ὡς μὴ αἴτιον καὶ αὖ τὸ μὴ αἴτιον ὡς αἴτιον.
τὰ γὰρ τῶν ἀστέρων ἄλλοτ’ ἄλλως ἔχοντα σχήματα καὶ ἄλλοτ’ ἄλλως ἐχούσας τὰς ἐκβάσεις προφαίνει· τὰς μὲν γὰρ ἐκ τοῦ σύνεγγυς, τὰς δὲ μεθ’ ἱκανὸν τὸν χρόνον. οἱ δ’ οὔτε τοῦθ’ ἱκανοὶ ξυνιέναι ἐγένοντο καὶ ἄλλα ἀντ’ ἄλλων ᾐτιάσαντο, ὁδὸν τοῦ προσήκοντος πόῤῥω βαδίσαντες· ὥσπερ ἂν εἴ τις, ὅτι Θεμιστοκλέους ἐκ Μεγάρων Ἀθήναζε κατιόντος ὑετὸς κατεῤῥάγη, αἴτιον εὐθὺς τοῦ συμπτώματος ἡγοῖτο Θεμιστοκλέα· ἢ πάλιν Κροῖσον, ὅτ’ αὐτοῦ διαπεραιουμένου τὸν Ἅλυν ἥλιος ὑπερέβαλε τὸν ὁρίζοντα. καὶ γὰρ Θεμιστοκλέους ἀπόντος φύσις ὑετοὺς καταῤῥήγνυσθαι· καὶ ἀπαλλάξαντος τοῦ Λυδοῦ διηνεκῶς τὸν ὁρίζοντα μετὰ πᾶσαν ἥλιος ὑπερβάλλει τὴν νύκτα. ἦν ἕτερα μυρία πρὸς ἔλεγχον, ἀλλὰ μήκους ἕνεκα καὶ κόρου σιωπῶμεν. τὸ μὲν γὰρ καλῶς ἐν καλαῖς ὑποθέσεσι λέγοντας εὐδοκιμεῖν, κἂν εἰς μῆκος ὁ λόγος ὁδεύῃ, ἀλλ’ οὖν ἐπαίνων οὐκ ἐκπέπτωκε· τὸ δ’ ἐν ἀτόποις καὶ κιβδήλοις, τοῦτο δὲ καὶ τῶν ἐπαίνων πάμπαν ἐξεκεχωρήκει καὶ μυκτῆρος κατατρέχοντος οὐ σφόδρα ἀπαλλάττει.
PG 148:647λέγεται γὰρ καὶ Φίλιππος ἀποσκῶψαι πρὸς τὸν παῖδα Ἀλέξανδρον, ὅτι δεξιῶς τε καὶ ἐμμελῶς ἐκιθάρισεν, αἰσχρὸν εἶναι φήσας ἐν τοῖς φαύλοις ἐπιδείκνυσθαι φιλοτίμως τὸν εὐγενῆ. ιβ. Τοῦ δ’ ἐπιγενομένου ἦρος ἐπειδήπερ ὁ Κράλης Σερβίας δῆλος ἦν οὐκ ἠρεμήσων, εἰ μὴ ἐπεξέλθοι Μιχάηλον τῆς ἐς τὴν ἀδελφὴν ὕβρεως καὶ ἀδικίας, ὅτι γυναῖκα νόμιμον οὖσαν αὐτῷ καὶ παῖδας τεκοῦσαν αὐτῷ τῆς ἀρχῆς διαδόχους διωσάμενος αὐτὴν ἐπ’ οὐδεμιᾷ προφάσει τὴν τοῦ βασιλέως ἠγάγετο ἀδελφήν· διαπρεσβεύεται πρὸς τὸν βασιλέα Μιχάηλος, ξυνωθῶν αὐτὸν διὰ τῆς τῶν Ῥωμαίων ἰόντα χώρας εἰσβάλλειν εἰς τὴν τῶν Τριβαλλῶν γῆν. μέλλειν γὰρ καὶ αὐτὸν ἐκστρατεύειν κατ’ ἐκείνου μετὰ βαρείας δυνάμεως, ὡς ἂν μὴ ἔχων ὅπως ἀρκέσειε πρὸς τὰς ἑκατέρωθεν μάχας ἀσθενέστερος γένηται, πολλὴν ἀποβεβληκὼς ἑκατέρωθεν χώραν ἑαυτοῦ. καὶ δὴ παρεσκευάζοντο πρὸς ἐκστρατείαν ἄχρι φθίνοντος ἔαρος.
PG 148:649(Β.) Θέρους δ’ ἤδη ἱσταμένου ὁ μὲν βασιλεὺς ἐπειδὴ μὴ ἀξιόλογον εἶχε στρατὸν πρὸς τὴν τοῦ Κράλη δύναμιν, ἐστρατοπεδεύσατο παρελθὼν παρὰ πεδίον τι τῆς Πελαγόνων χώρας, ὅπη καὶ ὅμορα ἦσαν Ῥωμαίοις ὑπείκοντα πολίχνια, καραδοκῶν ἐκεῖθεν τὴν ἑτέρωθεν τοῦ Μιχαήλου στεῤῥοτέραν κατὰ τῶν Τριβαλλῶν ἔφοδον ὅπη χωρήσειεν ἀκούσεσθαι πρότερον· κἄπειθ’ ὅ,τι γνοίη καὶ αὐτὸς διαπράξεσθαι. ὅτε δὴ καὶ ἡλίου γεγενῆσθαι ἐπισκότησιν ἐξεγένετο περὶ τὴν δωδεκάτην ὥραν τῆς ἑκκαιδεκάτης τοῦ Ἰουλίου ἡμέρας, οὐ μεῖον τῶν ια δακτύλων, εἴ τις παρὰ τὸν διὰ Βυζαντίου παράλληλον ποιοῖτο τὴν οἴκησιν, τετάρτην καὶ εἰκοστὴν τοῦ καρκίνου τηνικαῦτα μοῖραν ἀμείβοντος τοῦ ἡλίου καὶ τὴν μὲν ἀρχὴν τῆς ἐπισκοτήσεως ἀπὸ μέσου δεικνύντος ἰάπυγος καὶ θρασκίου, τὸ δὲ τέλος ἀπ’ ἀρχομένου ἔγγιστα ἀπηλιώτου. (Γ.) Ὁ μέντοι Μιχάηλος πλεῖστον ἀγείρας στρατὸν, δώδεκα μὲν χιλιάδας ἐκ τῆς οἰκείας χώρας, τρεῖς δ’ ἑτέρας Σκυθῶν μισθοφόρων, ἐσβάλλει διὰ τῶν ἀρκτικωτάτων Αἵμου τοῦ ὄρους ἐς τὴν τῶν Τριβαλλῶν χώραν, ἔνθα δὴ μάλιστα καὶ ποταμοῦ τοῦ Στρυμόνος εἰσὶν αἱ πηγαί.
τέτταρας μὲν οὖν ἡμέρας διηνυκὼς ἐπὶ τῆς πολεμίας ἐδῄου καὶ ἔκειρε τὴν γῆν ἀδεῶς καὶ ἐδενδροτόμει τοὺς ἀγροὺς καὶ κακῶς ἐποίει τὴν χώραν, οὔπω μηδενὸς ἐκεῖθεν ὅπλα ἀνταίροντος. τῇ πέμπτῃ δ’ ἅμα ἡλίῳ ἐπιφαίνεται καὶ ὁ Κράλης Σερβίας, χεῖρα βαρεῖαν ἐπαγόμενος καὶ ὅπλα τῇ λαμπρότητι τὰς τῶν ὁρώντων ἀποκρύπτοντα ὄψεις. ἐπεὶ δ’ ἑκάτερα τὰ στρατεύματα παρετάξαντο καὶ τὰ σημεῖα ἤρθη, ὁ Κράλης τὰς ἑαυτοῦ τάξεις ἐῤῥωμένως παρακελευσάμενος μάχεσθαι, ὁ δ’ ἐπὶ τὴν τοῦ Μιχαήλου σημαίαν ἐκτρέχει, ἔχων περὶ αὐτὸν χιλίους ἱππέας Κελτοὺς μεγέθει τε σώματος καὶ ῥώμης περιουσίᾳ καὶ ὅπλων ἐμπειρίᾳ πολεμικῶν κράτιστα ἠσκημένους τε καὶ ἐσκευασμένους. καὶ ταύτην ξὺν οὐ πολλῷ πόνῳ καθῃρηκὼς ἔδραμεν ἐπὶ τὴν τοῦ Μιχαήλου παράταξιν· καὶ συμπατήσας τὸ πολὺ τοῦ περὶ αὐτὸν στρατεύματος καὶ καταβαλὼν ζῶντα χειροῦται καὶ τετραυματισμένον καὶ τὸν Μιχάηλον. τὸ δὲ Βουλγαρικὸν ἄλλο στράτευμα τὸ μὲν πλεῖον ἐκεῖ κατεκόπη, τὸ δὲ περιλειφθὲν γεγυμνωμέναις σαρξὶν ἐς τὰ οἴκοι ἐχώρουν.
PG 148:651ὁ μέντοι Μιχάηλος τρεῖς ἡλίους τὸ ἐξ ἐκείνου τεθέαται ζῶν καὶ μάλα μόλις τὴν συμφορὰν ἐπιγινώσκειν δυνάμενος, τῷ δὲ τετάρτῳ μετήλλαξε, μὴ δυναμένου τοῦ σώματος πλέον ἐξαρκέσαι πρὸς τὸ καίριον τῶν τραυμάτων. ὁ δὲ βασιλεὺς μαθὼν τὸ πραχθὲν τὴν ταχίστην ἐς Βυζάντιον ἐπανῄει, μηδὲν μήτε δεδρακὼς μήτε πεπονθώς. (Δ.) Ἐπεὶ δ’, ὡς πολλάκις εἰρήκειμεν, οὐδὲν τῶν ἐν βίῳ εὐτυχημάτων ἀκήρατον ἐς τέλος διαπερᾷ τὸν αἰῶνα, οὐδὲ βασκανίας ἐκτὸς, οὐδ’ ἐνταῦθα ἐπέλιπε τὸ χρεών· ἀλλ’ ἀντέπνευσε καὶ τοῖς τοῦ Κράλη λαμπροῖς εὐτυχήμασι χειμὼν χαλεπός τε καὶ φρικωδέστατος, ὃς πάντα ἐπέκλυσε καὶ κατέχωσεν αὐτῷ τὰ τοῦ βίου τερπνὰ καὶ αὐτό γε τὸ ζῇν προσαφῄρηκεν. ἔχει δὲ οὕτως. ἦν αὐτῷ παῖς δεύτερον τηνικαῦτα καὶ εἰκοστὸν παραλλάττων ἔτος, ὃν ἐξ ἑτέρας γεγέννηκε γυναικὸς καὶ ἐς διαδοχὴν ἀνῆγε τῆς ἀρχῆς μάλα ἐπιμελῶς.
ἐπεὶ δ’ αὐτὸς μὲν τῇ τοῦ Καίσαρος θυγατρὶ συνεζύγη, πεντηκοντούτης ἀνὴρ κόρῃ δωδέκατον ἀγούσῃ τὸν χρόνον, καὶ πρὶν τῷ παιδὶ γυναῖκα ἀγαγέσθαι, παιδοποιεῖν ἤρξατο μετὰ τῆς τοῦ Καίσαρος θυγατρὸς, ἐς ὑποψίας καὶ φόβους ὁ παῖς ἐξενήνεκται, ὁποίους ὑποσπείρειν εἰκὸς τοὺς ἡλικιώτας ἐς τὴν σφριγῶσαν τούτου ψυχήν· καὶ ἀποστασίαν λοιπὸν ἐμελέτα καὶ ἐπανάστασιν κατὰ τοῦ πατρός. ὃν οὕτως ἔχοντα βλέποντες οἱ ἐκεῖ μεγιστᾶνες καὶ στρατηγοὶ καὶ ταξίαρχοι, καὶ ὅσοι κόρον εἰλήφεσαν τῆς ἀρχῆς τοῦ πατρὸς διὰ τὸν χρόνον, λάθρα τούτῳ προσῄεσαν ἕκαστοι καὶ τοὺς τῆς ἀποστασίας ἐξεπύρσευον αὐτῷ λογισμούς· καὶ μετ’ οὐ πολλὰς τὰς ἡμέρας ἀπολαβόντες αὐτὸν ἐξεπολέμωσάν τε κατὰ τοῦ πατρὸς καὶ Κράλην Σερβίας αὐτοκράτορα ἀνηγόρευσαν. ἐπεὶ δὲ συχνῶν ἡμερῶν κατ’ ὀλίγους ἅπαντες αὐτῷ προσεῤῥύησαν τοῦ στρατοῦ τὸ ἀπόλεκτον, προσελάσαντες δέσμιον ἀπονητὶ καὶ τὸν πατέρα προσήνεγκαν τῷ υἱῷ· κἀκεῖθεν ἐς εἱρκτὴν ἀπήνεγκαν, ἄκοντος μὲν ἴσως καὶ ἀσχάλλοντος τοῦ υἱέως, σιωπῶντος δ’ οὖν ὅμως καὶ ἀντιλέγειν οὐ δυναμένου τῇ τοῦ πλήθους ὁρμῇ. ἐδεδίει γὰρ, μήπου τι καὶ αὐτὸς πάθοι τῶν ἀδοκήτων.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐ πολλαὶ παρῆλθον ἡμέραι κἀκεῖνον μὲν ἐν δεσμοῖς ἀπέπνιξαν, πικρὸν αὐτῷ τοῦ βίου τὸ πέρας ἐπενεγκόντες ἀντὶ τῶν ἡδέων ἐκείνων εὐτυχημάτων· τῷ δὲ υἱῷ τὴν ἀρχὴν ἤδη βεβαιοτέραν καὶ ἀσφαλῆ κατεστήσαντο καὶ ἅμα αὐτῷ ἐξελάσαντες εὐθὺς ᾠκειώσαντο τὴν Ῥωμαίων χώραν ἄχρι Στρυμόνος καὶ Ἀμφιπόλεως· ὅτε δὴ καὶ Στρούμμιτζαν εἷλον ξύν γε ἄλλοις πολιχνίοις. ιγ. Ἐς δὲ τοὐπιὸν ἔτος ἀκούων ὁ βασιλεὺς διασπωμένην τὴν τῶν Βουλγάρων ἀρχὴν ὑπό τε τῆς προτέρας τοῦ Μιχαήλου γυναικὸς ὑπό τε τῶν τοῦ Μιχαήλου συγγενῶν (ἡ γὰρ τοῦ βασιλέως ἀδελφὴ μόλις ἐκεῖθεν φυγοῦσα τὸ ζῇν ἐπορίσατο), πολλῶν οὖν ἐκεῖ μαχομένων καὶ ὑπὲρ τῆς ἀρχῆς ἀντιποιουμένων, στρατὸν ἀπολέξας ὁ βασιλεὺς ἱκανὸν ἐπέθετο τοῖς περὶ τὸν Αἷμον πολιχνίοις καὶ εἷλε μικροῦ πάντα ἀπονητὶ, τῶν οἰκητόρων προσεῤῥυηκότων ἑκόντων. μεθ’ ὧν προσεῤῥύη καὶ παραθαλασσία πόλις ὀχυρά τε καὶ πολυάνθρωπος καλουμένη Μεσημβρία. ἐν ᾗ διατρίβων ὁ βασιλεὺς ὡς τὰ πολλὰ μετὰ τοῦ στρατοῦ φορτικὸς ἔδοξε τὴν ταχίστην διά τε τὴν γενομένην δι’ αὐτοὺς ἐπίλειψιν τῶν χρειωδῶν καὶ διὰ τὴν τῶν προσόδων φθοράν.
ἐπεί γε μὴν μετὰ πολλοὺς τοὺς περὶ τῆς ἀρχῆς ἀγῶνας τὴν νικῶσαν Ἀλέξανδρος εἰλήφει ὁ τοῦ Μιχαήλου ἀδελφιδοῦς, καὶ τῆς ἡγεμονίας τὸ κράτος βεβαίως περιεζώσατο, τὸν Βουλγαρικὸν συλλέξας στρατὸν, προσεταιρισάμενος δὲ καὶ μισθοφορικὸν ἐκ Σκυθῶν οὐκ ὀλίγον ἐς τὴν ὅμορον ἐσέβαλε χώραν Ῥωμαίων καὶ ἤλασεν ἄχρις Ὀρεστιάδος· καὶ πλείστην μὲν λείαν ξυνηθροικὼς, πολλὰ δὲ καὶ τῶν περὶ τὸν Αἷμον πολιχνίων καθ’ ὁμολογίαν παραστησάμενος καὶ ἐς τὰ τῶν Βουλγάρων ἤθη πάλιν ἐπανεστράφθαι πεποιηκὼς ἐπανῆκε χαίρων οἴκαδε μετὰ πολλῶν τῶν λαφύρων. (Β.) Ἐν τούτῳ τῷ χρόνῳ καὶ Νίκαιαν εἷλον οἱ βάρβαροι, τὸ μέγα καὶ περιβόητον ἄστυ, λιμῷ καὶ στρατῷ πολιορκηθεῖσαν μακρῷ· καὶ πολλὰς τῶν ἐκεῖσε θείων εἰκόνων καὶ βίβλων ἐς Βυζάντιον κομίσαντες, καὶ ἁγίων γυναικῶν λείψανα δύο, χρήμασιν ἠλλάξαντο. ἀδεῶς δὲ ἤδη τὰς οἰκήσεις ἐν τοῖς παραλίοις τῆς Βιθυνίας οἱ βάρβαροι ποιήσαντες βαρυτάτους ἐπέθηκαν φόρους τοῖς ἐναπολειφθεῖσι βραχέσι πολιχνίοις, δι’ οὓς τέως οὐκ αὔτανδρα πρὸς ὄλεθρον ἤλασαν παντελῆ, μάλα ῥᾳδίως δυνάμενοι καὶ ἐν βραχυτάτῳ χρόνῳ τοῦτο τελεῖν.
PG 148:653οὐκ ἐπιλείπουσι δ’ ὅμως συχνὰς ποιούμενοι τὰς ἐφόδους καὶ ζωγροῦντες τῶν ταλαιπώρων τοὺς πλείους ἔκ τε γῆς καὶ θαλάττης ἀεί. (Γ.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ἐλθὼν ἐκ τῆς ἐξορίας οὐ παρὰ τῇ οἰκίᾳ κατέλυσε· πάλαι γὰρ, ὡς εἰρήκειμεν, εἰσελθόντος τοῦ βασιλέως ἐν Βυζαντίῳ αὕτη διέφθαρται καὶ τελέως ἠρήμωται πρὸς τῶν δημοτῶν· κατέλυσε δ’ ἀπέναντι καὶ πλησίον παρὰ τῇ ἱερᾷ δηλαδὴ μονῇ τῆς Χώρας, ἣν πολλοῖς αὐτὸς ἀναλώμασιν ἀνεκαίνισε πρότερον, τοῖς ὀδοῦσι τοῦ χρόνου δεινῶς κοπτομένην ἰδών. ἐδομήθη γὰρ αὕτη τὸ ἀρχαῖον πρὸς τοῦ βασιλέως Ἰουστινιανοῦ ἐπιμήκης τὸ σχῆμα. εἶτα τοῦ χρόνου ταύτην μέχρι κρηπίδων συντρίψαντος ἄλλον ἐκ βάθρων ἀνήγειρε νεὼν, εἰς ὃ καὶ νῦν ὁρᾶται σχήματος, ἡ τοῦ βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ πενθερά. τοῦ δὲ χρόνου πάλιν φθορὰν ἀπειλοῦντος οὗτος ἁβροτέρᾳ χρησάμενος δεξιᾷ, πλὴν τοῦ μεσαιτάτου νεὼ, πάντα καλῶς ἐπεσκεύασεν. ὅθεν καὶ πάντων εἰς τέλος ἀπολωλότων ἤδη τἀνδρὶ τῶν ἔξω πραγμάτων σωτήριος αὕτη λιμὴν ἐν καιρῷ περιστάσεως ὤφθη ψυχῆς ὁμοῦ καὶ σώματος. πρὸς μὲν οὖν τὴν ἱερὰν ἀποβλέπων μονὴν τὸ λοιπὸν ἡδονὴν ἀπόῤῥητον παρείχετο τῇ ψυχῇ·
PG 148:656πρὸς δ’ αὖ τὴν ἐρήμωσιν τῆς οἰκίας, κατήφειαν τοῖς ὀφθαλμοῖς ἐτρύγα μακρὰν καὶ πλήθουσαν εἶχεν αὖθις τὴν ψυχὴν πυρὸς καὶ φλογὸς, ἣν ἐκπυρσεύουσι τοιαῦται βαρυθυμίαι καὶ συμφοραί. καὶ μέντοι καὶ τὸ τῆς τύχης πρὸς τιμωρίας ἀκόρεστον ἀναλογιζόμενος ἐξεπλήττετο, πῶς οὐδὲ τοὔδαφος τῆς λαμπρᾶς ἐκείνης οἰκίας ἐς τὸν ἐνόντα κόσμον ἀφείθη· ἀλλ’ ὃ μήπω πρότερον ἐξ αἰῶνος ἐφ’ ἑτέρου ἐπινενόηται, νῦν ἐπὶ τοῦδε καὶ πέπρακται. ἐκσπασθὲν γὰρ ἅπαν ἐπέμφθη δῶρον τῷ τῶν δυτικῶν Σκυθῶν ἄρχοντι, λαμπρότητός τινος ἕνεκα τοῦ τῆς οἰκίας ἐδάφους ἐκείνου ζητήσαντι. ἐκωλύετο δὲ πρὸς τῶν τὴν ἡγεμονίαν διοικούντων, μηδ’ ὅλως μήτε δι’ ὄψεως, μήτε διὰ γλώττης ἐκδήμου τῷ γηραιῷ προσομιλεῖν βασιλεῖ. καὶ ἦν οὐ μικρὰ καὶ τοῦτο λύπης προσθήκη τἀνδρί. ιδ. Καιρὸς δὲ ἤδη καὶ περὶ τῆς τοῦ γηραιοῦ βασιλέως διεξελθεῖν τελευτῆς, ἣν θεοσημεῖαι πολλαὶ προεμήνυσαν· αἳ ἦσαν τοιαίδε. ἐπισκότησις πρῶτον ἡλιακὴ, τοσαύτας ἡμέρας προειληφυῖα τὴν αὐτοῦ τελευτὴν, ὅσα καὶ αὐτὸς ἦν ἔτη τὰ πάντα βεβιωκώς. ταύτην τὴν ἡλιακὴν ἐπισκότησιν ἔκλειψις διεδέξατο σεληνιακή·

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:658καὶ ταύτην αὖθις σεισμὸς γῆς ἐν ἑσπέρᾳ, ᾗ τὴν μνήμην ἐτέλουν ἐκ χρονικῆς περιόδου Χριστιανοὶ τοῦ ὁμωνύμου αὐτῷ Ἀντωνίου. κατ’ αὐτὴν μέν γε τὴν τοῦ φεβρουαρίου δωδεκάτην ἡμέραν, ἣν ἡ τῆς ἀπροσδοκήτου τελευτῆς ἐκείνου διαδέχεσθαι ἔμελλεν ἑσπέρα, βιαίου πεπνευκότος ἐκ τῶν βαράθρων τῆς μεσημβρίας ἀνέμου, ἠγρίωται μὲν τὰ θαλάττης κύματα τοσοῦτον, ὥστε τοὺς ὅρους ὑπερβάντα πολλὰ μέρη τῶν ἑῴων καὶ παραλίων τοῦ Βυζαντίου τειχῶν καθῃρηκέναι, πολλὰς δὲ καὶ τῶν ἐν ἐκείνῳ τῷ μέρει πυλῶν ἐκμοχλεῦσαι καὶ εἰσδραμόντα δίκην τινῶν πολεμίων πολλὰ τῶν ἔνδον οἰκημάτων κατακλύσαι. (Β.) Τηνικαῦτα μέντοι πεπτώκασι καὶ πολλοὶ τῶν ἐπὶ τοὺς νεὼς ἱδρυμένων ἐκ σιδήρου σταυρῶν, ὑπενεγκεῖν οὐ δυνάμενοι τὴν τοῦ πνεύματος βίαν. πέπτωκε δὲ καὶ ὁ πρὸ τοῦ νεὼ τῶν τεσσαράκοντα μαρτύρων ἱστάμενος πάλαι κίων, ὃς ὑπό τινος μὲν καυτηρίας τεθραυσμένον εἶχε τὸ πρὸς τῇ βάσει μέρος· ὃ καὶ τοῖς παριοῦσιν ὑπόνοιαν παρεῖχεν αὐτίκα ἀνατραπήσεσθαι καὶ φόβον ἐντεῦθεν οὐ μάλα παράλογον. ὥστε παριόντα ποτὲ καὶ τὸν βασιλέα τοῦτον ἐκώλυόν τινες τῶν περὶ αὐτὸν μὴ πλησίον ἰέναι δεδιότες ἴσως τὸν κίνδυνον.
ὁ δὲ πρὸς τὴν σφῶν εἰρωνευσάμενος δειλίαν καὶ τοιόνδε τινὰ λόγον οὑτωσί πως ἐπελθόντα τῇ γλώττῃ τότε προήνεγκεν· εἴθε συμπαρατείνοιτό μοι τὸ ζῇν τῇ τοῦδε τοῦ κίονος στάσει. ὃ δὴ καὶ κατὰ τὴν πρόῤῥησιν νῦν ἀποβὰν θαυμάζειν ἐπῄει τοῖς μεμνημένοις. (Γ.) Τοῦ δ’ ἡλίου πρὸς ἑσπέραν ἤδη ἐπειγομένου ἀπῄειν κἀγὼ πρὸς τὸν βασιλέα κατὰ τὸ εἰωθός. εἰωθὸς γάρ μοι πορεύεσθαι πρὸς αὐτὸν παραμυθίας ἕνεκα κατὰ περίοδον τριῶν που ἢ τεττάρων ἡμερῶν. ἀπιὼν μὲν οὖν καὶ νῦν αὖθις κατὰ τὸ εἰωθὸς πρὸς αὐτὸν καὶ παρακαθίσας τῆς συνήθους ἀπήλαυον ὁμιλίας. συνήθεια δ’ ἦν αὐτῷ, ἐλλογίμῳ τινὶ πρὸς ἡμᾶς καὶ σπουδαιοτέρᾳ χρῆσθαι τῇ ὁμιλίᾳ μετά τινος ἀστειότητος καὶ χάριτος. παρῆν δὲ καὶ αὐτοῦ θυγάτηρ Σιμωνὶς ἡ Κράλαινα καί τινες ἕτεροι τῶν ὁμοίαν ἐμοὶ τρεφόντων γνώμην καὶ τρόπου διάθεσιν πρός τε τὸν βασιλέα καὶ τὴν αὐτοῦ θυγατέρα τὴν Κράλαιναν καὶ τὴν ἴσην ἐχόντων ἐμοὶ πρὸς αὐτοὺς οἰκειότητα. παρετάθη δὲ τὰ τῆς ὁμιλίας ἐκείνης ἡμῖν ἄχρι μέσων νυκτῶν καὶ πρός γε ἔτι μέχρι πρώτης ἀλεκτοροφωνίας, μηδενὸς ἐκφανέντος συμβόλου νοσήματος οὑτινοσοῦν.
(Δ.) Ἔπειτα ἡμῖν μὲν, ἄπιτε χαίροντες, ἔφησε, τὰ δὲ τῆς νῦν ὁμιλίας λείψανα ἐς τὴν ὑστεραίαν πάντα λελέξεται. ὁ δὲ τροφῆς αὐτῷ κομισθείσης ἐδεδειπνήκει. ἦν δὲ τὰ τῆς τροφῆς ὀστρακόδερμα πάντα διὰ τὰ τῶν νηστίμων ἐκείνων ἡμερῶν νόμιμα· ἐφ’ οἷς δέον ἀκρατοποσίᾳ χρήσασθαι, δυναμένῃ γηραιὸν τονῶσαι στόμαχον πρὸς κατεργασίαν τῆς σκληροτέρας ἐκείνης τροφῆς· ὁ δὲ ψυχροποσίᾳ ἐχρήσατο. ἔθος γὰρ αὐτῷ ἦν, ὁπότε αἴσθοιτο θερμοτέρας τῆς ἕξεως τῶν οἰκείων φλεβῶν γινομένης, ἀμέτρῳ χρῆσθαι ψυχροποσίᾳ, ὑπὲρ τοῦ μὴ ἠναγκάσθαι ποτὲ τῶν φλεβῶν μηδεμίαν τεμεῖν. τοιαύτῃ τοίνυν διαίτῃ καὶ νῦν χρησάμενος δυσφορεῖν εὐθὺς ἤρξατο καὶ πάνυ πονήρως ἔχειν τοῦ στομάχου καὶ τῆς καρδίας. ἐπεὶ δὲ καὶ τῶν ἀναπνευστικῶν ὀργάνων ἐμφραττομένων ἤδη καὶ στενοχωρουμένων ᾐσθάνετο καὶ ὅσον αὐτίκα τεθνηξόμενον ἔβλεπεν ἑαυτὸν καὶ διὰ τὴν ἀωρίαν οὐχ εὕρισκεν οὐδένα, ὃς αὐτῷ μεταδοίη τῶν θείων μυστηρίων, κεκλεισμένων ἁπασῶν τῶν περὶ τὰ βασίλεια πυλῶν, ἀναστὰς ηὐχαρίστησέ τε τῷ θεῷ καὶ ὑπὲρ σωτηρίας τῆς αὐτοῦ ψυχῆς ηὔξατο σὺν πλουσίοις τοῖς δάκρυσι καὶ γονυκλισίαις πολλαῖς.
εἶτα ἐγκόλπιον φέρων τὴν τῆς θεομήτορος θείαν εἰκόνα ἐς τὸ στόμα ἐνέβαλεν ἀντὶ τῶν θείων μυστηρίων καὶ καθίσας ἐπὶ τῆς κλίνης εὐθὺς ἀπήλλαξεν, οὔπω τῆς νυκτὸς ἐκείνης ληξάσης. κλίνην δ’ ἐνταῦθα νοητέον οὐ τὴν συνήθη καὶ ἐν τῷ φανερῷ κειμένην, ἀλλὰ τὴν πάνυ τοι ἐνδοτάτην καὶ παρὰ πλευρὰν τοῦ οὐρηδόχου κειμένην οἰκίσκου. ἀφ’ οὗ γὰρ ἤρξατο δυσφορεῖν καὶ στενοχωρεῖσθαι τὰ ἔνδον, συχνάκις καὶ κατὰ μόριον ὥρας ἐς τὸν τοιοῦτον εἰσῄει οἰκίσκον χρείας ἀναγκαίας εἵνεκα τῆς γαστρός. τὸ δ’ οὖν τελευταῖον μὴ δυνηθεὶς ἐς τὴν συνήθη καὶ φανερὰν ἑαυτὸν ἀνασώσασθαι κλίνην, νάρκῃ πεδηθέντων τῶν νεύρων τε καὶ ἁρμονιῶν ἤδη τοῦ σώματος, ἐς τὴν εἰρημένην καθίσας ἀπήλλαξεν. (Ε.) Ἐντεῦθεν δὲ καὶ ἡμῖν ἐξεγένετο ῥᾴδιον ἤδη ξυνιέναι τὴν τοῦ χρησμοῦ λύσιν, ἄδηλον οὖσαν τὸ πρότερον ἅπασιν. εὕρηται γὰρ ἐκ πολλοῦ βίβλος τῷ βασιλεῖ, ἣν ὁ γεγραφὼς ἄδηλος ἦν τὸ παράπαν γράμματά τε αἰνιγματώδη καὶ ἀμυδρά τινα δι’ εἰκόνων γνωρίσματα φέρουσα τῶν μελλόντων ἀεὶ βασιλεύειν. ἐν ᾗ τὰ μὲν τῆς γνώμης καὶ περινοίας τοῦ τοιούτου βασιλέως γνωρίσματα ξύν τε ἄλλοις καὶ ἡ τῆς ἀλώπεκος ἐδείκνυ εἰκών·
PG 148:659τῆς δὲ τελευτῆς, ἐν τοιούτῳ κειμένη τόπῳ καθέδρα καὶ δύο παριστάμενα μελανειμονοῦντα μειράκια, ἀπερικαλύπτους ἔχοντα πάντη τὰς σφῶν αὐτῶν κεφαλάς. τὸ οὖν μελανειμονεῖν καὶ τὸ ἀσκεπεῖς εἶναι καὶ τὸ δύο τὰ μειράκια φανῆναι ἐδήλου τῷ βασιλεῖ τὸ τοῦ μέλανος ῥάκους ἔνδυμα καὶ τὴν στέρησιν τῆς βασιλικῆς καλύπτρας καὶ τὴν ἐπὶ τούτοις διετίαν. δύο γὰρ ἔτη συνέζησε τοῖς τοιούτοις ῥάκεσιν. καὶ οἶμαί γε μὴ διαμαρτάνειν ἐμὲ τῆς προσηκούσης λύσεως, τοιαῦτα περὶ τοῦ χρησμοῦ διεξιόντα. (2.) Ἅμα δ’ ἡλίῳ τὸν ἐκείνου νεκρὸν ἐς τὴν μονὴν τοῦ Λιβὸς ἐπικεκλημένην ἀπήνεγκαν, ἣν ἡ μήτηρ αὐτοῦ Θεοδώρα ἡ δέσποινα ἀνεκαίνισεν. ἔνθα δὴ καὶ τὸ πένθος κατ’ ἔθος ἐπὶ ἐννέα ἡμέρας τετέλεσται. α. Τῇ μέντοι δευτέρᾳ τοῦ πένθους ἡμέρᾳ προτραπεὶς ἔγωγε ὑπὸ τῆς θυγατρὸς τοῦ βασιλέως τῆς Κραλαίνης, ἅτε τοῦ πένθους προεξαρχούσης, ᾆσαί τινα θρῆνον ἀπὸ γλώττης αὐτοσχεδίως προσήκοντα τῷ καιρῷ, ἐπὶ τῇ τοῦ πλήθους ἀθροίσει παρελθὼν ἔλεξα τοιάδε.

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:661(Β.) Τὸ μὲν τῆς συμφορᾶς μέγεθος, ὦ παρόντες, σιωπᾷν ἡμᾶς ἀναγκάζει καὶ ὥσπερ νενεκρωμένα φέρειν καὶ γλῶτταν καὶ ἀκοὴν καὶ διάνοιαν, τῆς ζωτικῆς τοῦ ἡμετέρου ἡλίου ἀκτῖνος σβεσθείσης καὶ ὑπὸ γῆν καταδύσης. ἀλλ’ ἡ θορυβοῦσα καὶ καταπλήττουσα τὴν οἰκουμένην μεγάλη τῆς λύπης βροντὴ μάλα ἄτοπον αὖθις ἐνταῦθα τὴν σιωπὴν ἀπελέγχει. ποῦ γὰρ εἰκὸς, οὐρανοὺς μὲν βοᾷν ἄνωθεν τῶν θρήνων τὸ μέγεθος, ὅτι τοὺς ἑαυτῶν ἔσβεσαν ὀφθαλμοὺς ἥλιον καὶ σελήνην, γῆν δὲ κάτωθεν ὡς ὁρᾶτε σειομένην καὶ θάλασσαν καταιγίζουσαν ἐναργῶς ἀπαγγέλλειν, παγκόσμιον εἶναι τὴν τῆς συμφορᾶς αἴσθησιν, ἡμᾶς δὲ σιωπῇ τὴν τοσαύτην ἀνέχεσθαι φέρειν ζημίαν; ἀλλ’, ὦ γῆς ἥλιε, ποῦ γῆς ἔδυς, καταλιπὼν ἡμᾶς τῷ παγετῷ νεκροῦσθαι τῶν συμφορῶν; ὦ κοινὴ τῶν Ῥωμαίων ψυχὴ, ποῖ ποτε ἤρθης; φεῦ τῆς δρεπάνης τοῦ χρόνου, οἵαν τῆς οἰκουμένης ἀπηνῶς ἐξεθέρισε κεφαλὴν, οἷον τῶν πόλεων ἐξώρυξεν ὀφθαλμόν; ὢ τίς τῶν κοινῶν πραγμάτων ἔσβεσε τὴν μεγάλην λαμπάδα; ὢ τίς τὸν τοῦ καλοῦ παντὸς εὐεργέτην ἐξαίφνης ἡμᾶς ἀπεστέρησεν; ἐκεῖνος ἦν ὁ τῆς βασιλικῆς εὐταξίας θεμέλιος· ἀλλὰ νῦν κεῖται βραχεῖ καλυπτόμενος λίθῳ.
PG 148:663ὢ οἵαν πικρίας ἀνέφλεξε κάμινον ταῖς ἁπάντων καρδίαις. ἐκεῖνος ἦν ὁ νύκτας ὅλας ἐγρηγορώς τε καὶ ἄγρυπνος διαμένων, ὡς μὴ τῶν Ῥωμαϊκῶν πραγμάτων κλαπῇ τὸ συμφέρον· ἀλλὰ νῦν ἐν τάφῳ τὸν μακρὸν ὕπνον ὑπνώττει. ἐκεῖνος ἦν ἡ εὔστροφος καὶ μέλιτος γέμουσα γλῶσσα, τὸ πάσης καὶ παντοίας φρονήσεως ὄργανον· ἀλλὰ κεῖται νῦν τὴν μακρὰν σιωπὴν σιωπῶν. ὢ δεινῆς ἀγγελίας, ἣ ταχέως διερχομένη γῆν ὁμοίως καὶ θάλασσαν τὰς ἁπάντων πλήττει ψυχὰς ξίφους παντὸς χαλεπώτερον. ἐκεῖνος ἦν τὸ μέγα τῆς οἰκουμένης κλέος καὶ τὸ τῆς παιδεύσεως κράτιστον ἀρχέτυπον· ἀλλὰ νῦν βραχεῖα κόνις τοῦ ἐκείνου καταχορεύει σώματος. ἐκεῖνος ἦν τὸ γλυκὺ τῶν ἐν γῇ γλωσσῶν ἁπασῶν διήγημά τε καὶ περιλάλημα· ἀλλὰ νῦν ὁ πικρὸς ἐκείνου κατετυράννησε θάνατος. ἀλλ’ ὢ πόθεν ἐξαίφνης ἡμῖν τὸ τοσοῦτον ἀνεῤῥάγη τῶν συμφορῶν πέλαγος, θαλάσσης ἁπάσης ὑπάρχον πικρότερον; πόθεν ἡμῖν ἐπιόντες οἱ τοσοῦτοι τῶν δεινῶν χειμῶνες καὶ κλύδωνες τοὺς ἡμῶν ἐτάραξαν λογισμοὺς καὶ πρὸς τὴν τῶν ἀναισθήτων φύσιν ἐπείγεσθαι συνωθοῦσι; τίς ὁ τοσοῦτος κλόνος καὶ βρασμὸς τῶν ἀνθρώπων;
μὴ κεραυνῶν ἐξαισίων οὐρανόθεν πολλῶν ὁμοῦ συῤῥαγέντων πληγή τις ἐνέσκηψε τοῖς ἀνθρώποις ἀφόρητος καὶ τοὺς μὲν εἰς γῆν κατήνεγκε, τοὺς δ’ ἡμιθνῆτας κατέλιπε φέρεσθαι; ἦν ἄρα καὶ καθ’ ἡμῶν, ὡς ἔοικε, τῶν δυστήνων πληγὴ ταμιευομένη τῷ χρόνῳ, πολλῶν κεραυνῶν αἰθερίων ἀντάξιος, τὴν τοῦ βασιλέως φημὶ συμφοράν. νῦν ἔδει πάντας ἀνθρώπους, βροντῆς μεγάλης ἀνειληφότας ἐνταῦθα φωνὴν, συμφωνίαν τινὰ πεποιηκέναι παγκόσμιον καὶ κοινὸν ἀνεγεῖραι μέγιστον θρῆνον, ἵν’ ἀρκοῦσαν τὴν ἔνδειξιν οὕτω τὸ πάθος ἴσως προσλάβῃ. νῦν ἔδει τοὺς μεγέθει καὶ κάλλει διαπρεπεῖς τῶν ἀστέρων ἐφ’ ἓν συνδραμόντας διαγράψαι καὶ ἀσφαλέστατα ἐγχαράξαι τῶν τοῦ βασιλέως ἡμῶν γνωρισμάτων τὰ κάλλιστα, ἵν’ ὥσπερ τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν οἱ οὐρανοὶ, οὕτω καὶ τὸ τούτου διατρανοῦντες εἶεν μνημόσυνον ἐν πᾶσι τοῖς αὐτῶν ἐξελιγμοῖς ἀεὶ καὶ περιφανέστατον αὐτοκρατορίας ἀρχέτυπον τοῦτον προβάλλοιντο τοῖς ἑξῆς. ἐκεῖνος γὰρ ἦν ἡ τῆς βασιλείας εὐθύτης καὶ στάθμη· ἐκεῖνος ἦν ἡ τῆς ἱερωσύνης αἰδὼς καὶ σεμνότης καὶ ὁ τῆς ἐκκλησίας φαιδρότατος λύχνος· ἀλλὰ νῦν τῷ τοῦ τάφου μοδίῳ συγκρύπτεται.
ἐκεῖνος ἦν ὁ καθάπερ ὁλκάδα μεγάλην σαλευομένην τὴν ἐκκλησίαν στηρίξας καὶ τοὺς ταύτης εἰς γαλήνην τρέψας χειμῶνας καὶ ἀεὶ τῶν ταύτης δογμάτων ἱστάμενος πύργος ἀκλόνητος· ἀλλὰ νῦν ἐς ᾅδου πυθμένας φεῦ κατενήνεκται. ἐκεῖνος ἦν ὁ τοῦ ἤθους κανὼν, ἡ τοῦ ἀνθρωπίνου εἴδους εὐκοσμία· οὗ καὶ ἡ σιωπὴ πολλῷ βελτίων ὑπῆρχε τῶν ἄλλων λαλούντων παραίνεσις. ἡ γάρ τοι φύσις εὐθὺς βασιλικόν τε καὶ μεγαλοπρεπείας μεστὸν τὸ εἶδος ἀρχῆθεν ἐνήρμοσε, κάλλει τε καὶ ἐμβριθείᾳ τῇ προσηκούσῃ ταύτην κεράσασα καὶ οἱονεί τινα στήλην κατεσκευακυῖα. αἰδοῦς καὶ σεμνότητος· οἷς ἅπασιν ἐπέπρεπέ τε καὶ ἐπεκόσμει τό,τε ἱλαρὸν καὶ τὸ εὐμενὲς, ὅλον χαρίτων γέμον καὶ, ἵν’ εἴπω, ὅλον μεστὸν ἀνθέων ἠρινῶν· ἀλλὰ νῦν κόλποι γῆς σὺν ἀκοσμίᾳ πικρῶς ἐμερίσαντο. ἀλλ’ ὢ τῆς ἀδίκου ταύτης τῶν συμφορῶν τυραννίδος· ὢ βαθείας νυκτὸς, ἣ τοὺς ἡμῶν ὀφθαλμοὺς συσκιάζουσα ὅπη πλανώμεθα βλέπειν οὐ συγχωρεῖ. ὢ πόθεν οἱ τοσοῦτοι καταῤῥαγέντες τῶν δεινῶν ἀπαρκτίαι καὶ νότοι, καθάπερ ἐξ ὁρμητηρίου κοινοῦ, τὰς ἡμῶν δυσμενῶς συγκυκῶσι ψυχὰς καὶ ῥιζόθεν ἐπείγονται ἀνασπᾷν.
PG 148:665ὢ τίς τῶν τοσούτων καλῶν τὸν λειμῶνα τὸν εὐανθῆ λάθρα καὶ νυκτὸς ἐπελθὼν ἐξέτεμε; τίς τὸν πάσης ψυχῆς ναυαγούσης λιμένα κατέχωσεν; ὢ πόσοι κλαυθμοὶ καὶ στεναγμοὶ καὶ κραυγαὶ πρὸς αἰθέρα σήμερον ἐκ τῆς γῆς ἀνατρέχουσι, καθάπερ καπνὸς ἐκ μεγάλου πυρὸς τῆς καρδίας ἑκάστων ἀναῤῥηγνύμενοι; ὢ πόσοι τὰς τοῦ Νείλου πηγὰς προθυμοῦνται ζητεῖν εἰς δακρύων φορὰν, ὡς ἂν οὑτωσί πως δυνηθεῖεν ἐξισῶσαι τοὺς θρήνους τῷ κατασχόντι τὴν οἰκουμένην πάθει; ὦ τὰ πολυειδῆ τῶν ἁπάντων ὀνόματα κτησάμενος μόνος αὐτὸς, βασιλεῦ. οἱ μὲν γάρ σε πατέρα καλοῦσι κοινόν· οἱ δὲ κηδεμόνα τε καὶ προστάτην καὶ ὀρφανίας ἐπίκουρον· οἱ δὲ λιμένα σωτήριον καὶ στεῤῥὸν προμηθέα· οἱ δὲ γυμναστήν τινα καὶ διδάσκαλον πάσης ἰδέας καλοῦ καὶ παγκόσμιον δικαστὴν τῶν ἐν κόσμῳ παντοίων πραγμάτων. σκώληξ τὴν φύσιν τῶν ξύλων πολλάκις διέφθειρεν· ἡμῶν δὲ φθείρει νῦν τὰς καρδίας πικρότερον ὁ τοῦ βασιλέως ἔμμονος λογισμός. τὰς ἀμπέλους καὶ τὰ λήϊα πολλάκις ἐλυμήναντο χάλαζαι καὶ ἄνθρακες οὐρανίου πυρός· ἡμᾶς δὲ πλέον ἡ τοῦ βασιλέως ἐλυμήνατο στέρησις. κῆπος ἐκεῖνος ἦν παντοίοις βρίθων καρποῖς καὶ ὥσπερ ἔαρος ὥραν ἄγων ἀεί·
ἀλλὰ νῦν αὐτὸν ἐμάραναν, φεῦ τοῦ πάθους, αἱ τοῦ θανάτου φλόγες. ὦ πολλῶν πόλεων οἰκιστὰ, κατά τε Ἀσίαν φημὶ καὶ Εὐρώπην· οὐκ ὀκνήσω δ’ εἰπεῖν καὶ ταυτησὶ τῆς βασιλίδος τῶν πόλεων, ἣν πάλαι μὲν Κωνσταντῖνος ὁ μέγας ἐκεῖνος καὶ σοί γε ὁμότροπος ἔστησε, σὺ δ’ ἐπὶ γόνυ κλιθεῖσαν ἀνώρθωσας. πᾶσα μὲν γὰρ ἡ τῆς προτέρας ἐκείνης οἰκοδομῆς καλλονὴ καὶ τερπνότης δουλείας ἀλλαξαμένη ζυγὸν ἐτεθνήκει καὶ ἀπεῤῥύη· καὶ γενέσθαι τὸν βασιλικὸν ἐξεγένετο θρόνον Λατίνων λῃστῶν καταγώγιον καὶ βεβήλων ἑστίαν. ἀλλὰ δεύτερος αὐτὸς καταστὰς οἰκιστὴς, βασιλεῦ, ἐκ μέσου πεποίηκας τά τε τῆς ἐκκλησίας εὐθὺς καὶ τῶν δογμάτων ἐγκλήματα καὶ φερομένην ἐστήριξας ταύτην ἐς ἅπαν τὸ κράτιστον· τείχεσι δὲ καὶ ναοῖς καὶ οἰκίαις ἐς τὸ πρὶν ἀνήνεγκας κάλλος αὐτήν. ὢ τοῦ μεγάλου τοῦδε καὶ ἱεροῦ χρέους, ὃ πάντες οἱ ἐφεξῆς σοι ὀφείλουσιν εὐσεβεῖς, καθάπερ εὐεργέτῃ κοινῷ καὶ ἀρχηγῷ τῆς ὀρθῆς ἡμῶν πίστεως. ὢ πῶς ὁ τοῦ παντὸς ἄξιος ὡς ἄνθος παρῆλθες ἀγροῦ; ὢ πῶς ἐπὶ σοὶ καὶ τὰ στοιχεῖα θρηνοῦσι, βασιλεῦ, καὶ δέος μὴ ἡμᾶς κατακλύσωσιν;
PG 148:667ὢ πῶς ἐπὶ τῷ σῷ πάθει καὶ τείχη πίπτουσι πόλεων καὶ κίονες ἐκριζοῦνται πάλαι πολὺν ἤδη τὸν χρόνον βεβαίως ἱστάμενοι; ἀλλὰ δότε μοι τὴν τὸν μέγαν ἡμῶν θησαυρὸν κατέχουσαν κιβωτὸν, ἵνα θεάσωμαι, πῶς ὑπερπλέειν τὰ πολλὰ τῶν δακρύων δύναται ῥεύματα. ἀρκέσουσι γὰρ οἶμαι ταύτην ἀνέχειν ἃ πάντες ἄνθρωποι νῦν κρουνηδὸν προχέουσι δάκρυα, καθάπερ τὴν τοῦ Νῶε κιβωτὸν τῶν ὑδάτων ἐκεῖνα τὰ πλούσια ῥεύματα. ἀλλ’ ἐκείνη μὲν ἐκ τῶν κατακλυσμῶν οὓς ἔφερεν, ἔσωζεν· αὕτη δὲ τοὐναντίον εἰς μυρίων κατακλυσμῶν ἡμᾶς συνήλασε κλύδωνας. ὢ φρικτοῦ συναντήματος· ὢ ξένης ἑσπέρας ἐκείνης, ἣ τἀναντία μοι τῆς Δαβιδικῆς ἔδειξεν ᾠδῆς. τὸ ἑσπέρας γάρ μοι ηὐλίσατο ἀγαλλίασις καὶ εἰς τὸ πρωὶ̈ κλαυθμός. βαβαὶ τῆς ἐναλλαγῆς ταυτησὶ τῆς ἀτόπου, ἥ μοι παντὸς ἀψινθίου πικρότερον ἐκέρασε τὸν κρατῆρα. ὢ νυκτὸς ἐκείνης ἀσυμπαθοῦς, πῶς ἐς τὸν σφόδρα συμπαθῆ καὶ φιλάνθρωπον ἐκεῖνον ἄνθρωπον δυσμενὴς καὶ ἀφιλάνθρωπος ἔδοξε, πᾶσαν εὔνοιαν καὶ αἰδῶ κατόπιν ὥσπερ ἐς ἀβύσσους καὶ ῥεύματα ποταμῶν ἀποῤῥίψασα; ὦ μέγιστε θησαυρὲ τῶν καλῶν, βασιλεῦ, ἵνα τί τοὺς ποθοῦντας ὡς μισοῦντας κατέλιπες;

Book X · Chapter ILiber Decimus · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

humanas vero actiones cœlum et terra intuentur. 424 Ne velis igitur nefandi facinoris, quale ab omni ævo xemo unquam ausus est, inspectores habere caelos et terra:n. Quod si fraternus sanguis olim ad Dominum contra Cainum clamabat, quanto magis paternus sanguis ad Dominum clamabit, et terræ et soli et astris tantum facinus annuntiabit et apud o'mnes gentium reges detestabitur? Reverere sencctam misericordia plenam, quæ mihi quidem vitæ Guem proximo tempore, tibi autem magnarum solli citudinem cessationem pollicetur. Reverere manus, quæ te sæpe in cunis et in sinu natricis amplexæ sunt. Reverere labia, quæ te sæpe summa charitate deosculata suut et alteram animam appellarunt. Calami a fortuna profecti miserere, nec tu eum denuo conterere velis. Ne tu, cum homo sis, præsenti fortuna confdas; sed rerum inconstantiam et varietatem a me ipso exorsus considerato. Respice longæ vitæ fnem. Admirare, ut una nos, qua me multorum annorum imperatoreın accepit, alieno imperio subjectum relinquat.» His verbis junior Andronicus delinitus vis etiam a lacrymis temperans palatium ingreditur et de salute avi curam diligentem suscipit. Ac primum venerabilem Dei Gcnitricis imaginem ea qua par est adoratione impertit; deinde avum illi inhærentem abductuin salutat, amplectitur et blandis verbis recreat. 613 [4. 1983 10 1598] MIISTORIE LIB. IX. IMP. ANDRONIC. SEN.] 614 accepisti. Homo quidem caelum et terram intuetur C. VII. Inde in Manganorum monasterium abit, ubi patriarcham Isaiam in custodia vinculis libera sedere diximus. Quem inde abductum et uni ex imperatoriis curribus impositum, 425 ornamenta, ita ut erant, rubra præferenti, in patriarchicum solium restituit, nullis episcopis aut presbyteris sequenti bus aut antecedentibus; sed tibicinibus et tibicinis. saltatoribus et saltatricibus comitantibus, ac latis canticis eum prosequentibus. Quarum quidem tibi cinarum una probatissima habitu virili equitabat; et milites, ut secuta antea fuerat, ita tunc quoque scquebatur; patriarcham vero ipsum antecedebat, quem solitis et meretriciis nugis, ut et cæteros qui aderant, ad illiberalem risum facile provocabat. VIII. Eo die a mane ad vesperam omnes opes domorum splendidissimarum exhauriri et ipsas domos ita statim dirui ac vulgi ludibrium esse cerneres, ut vix rudera superessent: in primis magni logothelæ ades magnificentissimas, in quibus quidquid opum repositum erat, direptum est; item quidquid ille apud quosdam amnicos deposuerat. Litteris enim repertis, quibus perscriptum erat quid quisque amicus accepisset, omnia preda fucrunt; nec onprædæ nium rerum quidquam ei est relictum: sed alia in Gseum relata, alia manibus vulgi distracta, Ita snVariorum notæ. Deiparæ Ilodegetriæ, ut supra (col. 481). Ducang.

πάντες γὰρ ὡς ἐκ κοινοῦ πρυτανείου τῶν σῶν ἀπολελαύκασιν ἀγαθῶν. διὰ σοῦ γὰρ καὶ οἱ εὐγενεῖς εὐγενέστεροι καθεστήκασι καὶ ὁ τῶν ἱερέων δῆμος σεμνότερος καὶ ὁ τῶν σοφῶν κατάλογος σοφώτερος καὶ τὰ τείχη τῶν πόλεων ἰσχυρότερα καὶ ἁπλῶς εἰπεῖν ἅπαντες διὰ σοῦ βελτίους γεγόναμεν ἑαυτῶν. ἀλλ’ ὢ τῆς ἀμετρήτου καὶ ἀνεικάστου πλοκῆς τῶν δεινῶν. οἴχεται ἡ τοῦ κόσμου πολιτεία· οἴχεται ὁ τῶν πόλεων κόσμος· οἴχεται τὸ τῶν ῥητόρων καὶ φιλοσόφων γυμνάσιον τὸ πᾶσαν ὑπερβαῖνον Ἀκαδημίαν καὶ Λύκειον καὶ Στοὰν Ἀττικήν. ὢ τίς δώσει ταῖς ἡμῶν κεφαλαῖς ὕδωρ καὶ πηγὰς δακρύων τοῖς ἡμῶν ὀφθαλμοῖς, ἵνα τὰ μείζω τῶν τῆς Ἱερουσαλὴμ νέα θρηνήσωμεν πάθη. δότε μοι τὴν Ὀρφέως ἐν τραγῳδίαις δύναμιν, ἵνα καὶ τὰς ἀψύχους φύσεις κινήσω πρὸς οἶκτον τοῦ πάθους. δότε μοι τοὺς ἐν ποταμοῖς Βαβυλῶνος ἐκ βάθους καρδίας πάλαι θρηνήσαντας τὴν Σιὼν, ἵνα καὶ τὰς ἡμετέρας ὀδύνας ἀξίως ἐκεῖνοι πενθήσωσιν, ἃς ὁ τοῦ βασιλέως ἡμῖν ἐπήνεγκε θάνατος. ὢ πῶς παρέβλεψεν ἡμᾶς ὁ ἡμέτερος ἥλιος καὶ παρὰ πᾶν τὸ εἰκὸς ἀπεπλάνησε καὶ ἀντὶ τῆς ἑῴας ἀνατολῆς ἑῴαν τὴν δύσιν πεποίηται.
PG 148:670ὢ ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; θανεῖν αἱρετώτερον, ἢ διηνεκῶς ἄρτον ὀδύνης ἐσθίειν καὶ πόμα πίνειν κλαυθμοῦ. ἀλλ’ ἐκεῖνον μὲν, ὦ παρόντες, ἀμειβομένη δικαίως ἡ θεία καὶ ἀκήρατος διεδέξατο βασιλεία· ἡμεῖς δ’ ὀρφανοὶ καταλελειμμένοι τὸ μὲν στένειν ἐλεεινῶς καὶ δακρύειν οὐδέποτ’ ἂν οἶμαι παυσαίμεθα, ἕως ἂν ἐν ταῖς ψυχαῖς ἡμῶν τὴν τῆς ἐκείνου στερήσεως περιφέρωμεν μνήμην· παύεσθαι δ’ ἀνάγκη τοῦ λέγειν. πάντα γὰρ λόγον οἱ τοῦ βασιλέως ὑπερβαίνουσι θρῆνοι. (Γ.) Ταῦτα διεξιόντος μου θρῆνος ὁμοῦ παρὰ πάντων καὶ ὀλοφυρμὸς ἠγείρετο μέγιστος καὶ πολυειδὴς καὶ, οἷον εἰπεῖν, ἄχρις αἰθερίων ἁψίδων φθάνειν δυνάμενος. πάντες γὰρ ὡς πατέρα τοῦτον ἐπόθουν τε καὶ ἐπένθουν. ὁ γὰρ μακρὸς χρόνος κόρον μὲν ἴσως, ὡς ἄν τις φαίη, ποιεῖ παρόντος τοῦ πράγματος· πολλὴν δ’ ὅμως ἐνίησι καὶ τὴν σχέσιν ταῖς τῶν χρωμένων ψυχαῖς, ὡς καὶ ἀπιόντος τοῦ πράγματος μὴ συναπαίρειν τὴν μνήμην, ἀλλὰ παραμένειν ἐπὶ πολὺ ταῖς τῶν λειπομένων ἀνθοῦσαν ψυχαῖς, ὥσπερ ἐν ἠρινῇ καταστάσει, τῆς τέως δυσμενοῦς κηλῖδος φύσιν ἐχούσης διαδιδράσκειν ὡς τὰ πολλά.
PG 148:672(Δ.) Τέταρτον μὲν δὴ καὶ ἑβδομηκοστὸν ἔτος ἀπὸ γενέσεως αὐτῷ τελευτῶντι ἠνύετο, πεντηκοστὸν δ’ ἀφ’ οὗ τὰ σκῆπτρα τῆς αὐτοκρατορίας ἐδέξατο. ἦν δὲ τὴν ἡλικίαν εὐμήκης, τὸ εἶδος εὐπρεπὴς καὶ λίαν αἰδέσιμος καὶ ὥσπερ ἐκ φύσεως ἔχων τὸ ἡγεμονικόν τε καὶ φοβερόν· οὐκ ἄκρατόν γε μὴν, ἀλλ’ ὥσπερ τῷ ἀέρι κιρνάμενον τὸ τῆς ἡλιακῆς ἀκτῖνος φῶς χρῶμα γίνεται τούτῳ καὶ ὥσπερ μέλιτι γλυκύτης αὐτοφυὴς γίνεται ποιότης· οὕτω δὴ καὶ πραότης ἀποίητος μετά τινος θελγούσης χάριτος τοῖς ἤθεσιν αὐτοῦ κιρνωμένη χρῶμά τε ἅμα καὶ αὐτοχάλκευτος αὐτῷ ποιότης ἐφαίνετο. πολλὴν μὲν γὰρ ἐπὶ τοῦ προσώπου τὴν εὐφροσύνην ἡ φύσις ἐκένωσε, πολλὴν δ’ ἐπὶ τοῖς ὀφθαλμοῖς τὴν γαλήνην, λαμπρὰν δ’ ἐπὶ τῇ γλώττῃ τὴν τῆς ἠχοῦς ἁρμονίαν. τῷ δὲ ἤθει παντὶ τὸ ἱλαρὸν καὶ σεμνὸν ἐφαπλώσασα τερπνόν τι καὶ ἔνθεον παρεσκεύαζεν ἐπιπρέπειν. ἃ πάντα μάλα σαφεῖς τῶν σιωπώντων ἠθῶν τῆς ἐκείνου ψυχῆς ἐγίγνοντο ἄγγελοι. (Ε.) Ἵνα γὰρ τοὺς τρόπους τῆς γνώμης, ὁποῖος ἐκεῖνος, παραστήσω, ἑνὸς ἢ καὶ δυοῖν τῶν ἐκείνου μνησθήσομαι.
μικρὸν πρὸ τῆς τελευτῆς ἐν πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἐνδείᾳ διάγων ἐπεὶ μὴ ἐδύνατο καθάπαξ τὴν τοῦ ψύχους φέρειν ἀκμὴν (χειμῶνος γὰρ τηνικαῦτα τὸ ἀκμαιότατον ἦν), σκέπην ἐπέταξεν αὐτῷ γενέσθαι νυκτερινὴν ἐξ ἀλωπεκῆς. πάσης οὖν τῆς αὐτοῦ περιουσίας ἀριθμηθείσης τριῶν νομισμάτων οὐχ εὕρηται πλέον οὐδέν. ὅθεν τούτων μόνων ἐξ ἀνάγκης ὤνιον γενέσθαι, ὃ τῆς ψυχρότητος μεμελέτηται παραμύθιον. μετεώρου δὴ τῆς μελέτης οὔσης, προσελθών τις τῶν πάλαι οἰκειακῶν τὸν τῆς ἐνούσης πενίας ἐξετραγῴδει κίνδυνον βιαίως ἐπιτιθέμενον καὶ πρὸς θάνατον ὁλοσχερῶς συνωθοῦντα. τούτῳ καμφθεὶς ἐδεδώκει τὰ τρία ἐκεῖνα νομίσματα, συμφορῶν ἀλλοτρίων τὸν ἑαυτοῦ προελόμενος θάνατον, ὅσον τὸ ἐπ’ αὐτόν. ἓν μὲν δὴ τοῦτο τῆς αὐτοῦ συμπαθοῦς γνώμης τεκμήριον. δεύτερον δέ· ἐπεὶ γὰρ ἰατρῶν μὲν παῖδες αὐτῷ τὴν πολυήμερον ψυχροποσίαν ἀπηγόρευον, ὁ δ’ οὐ προσίετο τὴν οἰνοποσίαν, μέσην βαδίσας νομίσματος ἑνὸς μόλις ἐκ δανείου κἀκείνου παρευρεθέντος ὤνιον ἔσχε μέρος τι τῶν ἐξ Αἰγύπτου καὶ Ἀραβίας κομιζομένων γλυκέων ὑγρῶν, ἵνα γε τούτῳ κουφίζῃ τὸ τῆς ψυχροποσίας ἄκρατον.
ἀλλὰ πρὶν γεύσασθαι τούτου, πρόσεισιν αὖθις ἕτερός τις τῶν πάλαι οἰκειακῶν, μακροῦ νοσήματος βραχύ τι ζητῶν παραμύθιον. ὁ δὲ μὴ ἔχων οὐδὲν, ὅτῳ τὸν ἄνθρωπον παραμυθήσαιτο, δοθῆναι προσέταξε καὶ τούτῳ τὸ τῆς ἑαυτοῦ ἀσθενείας εἵνεκα παρασκευασθὲν ἐκεῖνο φάρμακον. τοσοῦτον αὐτῷ τῆς συμπαθείας περιῆν καὶ ῥᾷστα πρὸς τοὺς κακῶς ἔχοντας κάμπτεσθαι. (2.) Ἀλλὰ καὶ τελευτήσαντι χρέος μὲν εὕρηται, νόμισμα δ’ οὐδὲν οὐδαμῆ. ἀλλ’ οὗτος μὲν τοιοῦτον ἔλαχε τέλος. ἔτος δὲ τότ’ ἐνειστήκει τῆς τοῦ κόσμου γενέσεως ἑξακισχιλιοστὸν ὀκτακοσιοστὸν τεσσαρακοστόν. τηνικαῦτα δὲ καὶ τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ ἕκτον καὶ τριακοστὸν ἠνύετο ἔτος ἀπὸ γενέσεως. β. Ἐκεῖθεν ἡμέραι τριάκοντα μεταξὺ παρεῤῥύησαν καὶ ὁ μέγας τετελεύτηκε λογοθέτης ὁ Μετοχίτης, τρισὶ μεγίστοις δεινοῖς κυριευθεὶς τό,τε σῶμα καὶ τὴν ψυχήν. ἐπιέζετο μὲν γὰρ ἐκ πολλοῦ τῷ τῆς στραγγουρίας νοσήματι. κρατηθέντων δ’ ἤδη καὶ τῶν υἱέων εἰς δεσμωτήριον κραταιότερον εἰργάσατο καὶ ἐντεῦθεν λύπη τὸ τοῦ πάθους δριμύ.
ἐκ τοῦ σύνεγγυς δὲ καὶ ὁ τοῦ βασιλέως ἐπελθὼν θάνατος καὶ βεβαίαν ἤδη κομίσας αὐτῷ τὴν τῶν ὅλων ἀπόγνωσιν ἀνίσχυρον ἐς τέλος τὴν φύσιν πεποίηκε, χαλάσας τοὺς τόνους τῶν καιριωτέρων ὀργάνων καὶ τὰς ζωτικὰς παραλύσας δυνάμεις. ὅθεν τὸ μοναδικὸν ὑπελθὼν σχῆμα μετήλλαξεν. ἐπεὶ δὲ μέρος κἀγὼ τῶν ἐκεῖνον θρηνούντων θερμῶς, ὡς εἰκὸς, ἐγιγνόμην, παρελθὼν μονῳδίαν διῆλθον τοιάνδε. (Β.) Ἐμοὶ δὲ, ὦ παρόντες, ταὐτόν τι συνέβη παθεῖν, ὥσπερ ἂν εἴ τις ναῦς ἐξαίφνης ἐναντίοις ἐντετυχηκυῖα τοῖς πνεύμασιν ἐπὶ πρύμναν ἐκινδύνευσε καταδῦναι· ἔπειτα πρὶν ἢ δυνηθῆναι στῆναι καλῶς, ἕτερον ἐπιδραμὸν ἐκ πλευρᾶς κλυδώνιον ὑποβρύχιον ἠνάγκασε ταύτην γενέσθαι. πρὶν γὰρ τὴν προτέραν καὶ μεγίστην ἐκείνην τοῦ βασιλέως ἀποτινάξασθαι συμφορὰν, ἑτέρα μοι σήμερον αὕτη ἐπιδραμοῦσα, καθάπερ ἐπὶ κλύδωνι κλύδων κἀπὶ χειμῶνι χειμὼν, δεινῶς κατεβάπτισε καὶ πρὸς ἀβύσσους πυθμένας φεῦ κατήνεγκε συμφορῶν. ὢ πῶς οὐκ εὐθὺς ἀπέπτης, ψυχὴ, ἀλλ’ ἔτι τῷ δυστήνῳ τούτῳ παρέμεινας σώματι; ὢ πῶς οὐχ ὑπὸ τῶν ἀλγεινῶν διεῤῥάγη μοι τὸ σῶμα, ἀλλ’ ἀντέχειν ἔτι δύναται πρὸς τοσαύτας κυμάτων ἐπαγωγάς;
ὢ δυστυχής μοι γλῶττα, οἵας σοι τὰς μονῳδίας ὁ χρόνος ἐταμιεύσατο; φεῦ τῆς τῶν δεινῶν συνεχείας· βαβαὶ τῆς ἐναλλαγῆς τῶν πραγμάτων. οὓς γὰρ ἀεὶ κατὰ τῶν συμφορῶν προβόλους εἴχομεν ἀῤῥαγεῖς καὶ λαμπροὺς παρηγόρους, οὗτοι στρατεύματα συμφορῶν ἐφ’ ἡμᾶς ὁπλίζουσι σήμερον. ἡμεῖς δὲ καρτεροῦμεν ἔτι καὶ μονῳδεῖν ἀνεχόμεθα. ποῦ σοφῶν συναυλίαι καὶ λογίων ἅμιλλαι καὶ σεμνὰ παλαίσματα; ποῦ ῥητόρων πανηγύρεις καὶ κρότοι καὶ θέατρα πολλῷ τῶν Παναθηναίων ἐκείνων λαμπρότερα; φροῦδα τὰ πάντα, κόνις ἅπαντα. ὦ κάκιστε χρόνε, πῶς ἐκ μέσης ἠνέσχου τῆς οἰκουμένης τὴν τῆς σοφίας μητρόπολιν ἐξελεῖν ἀπηνῶς; πῶς τὴν τῶν λόγων καθεῖλες ἐπιβουλεύσας ἀκρόπολιν; πῶς οὕτω νεανιεύῃ καθ’ ἡμῶν συνεχῶς, μήτε τινὰ οἶκτον λαμβάνων, μήτε κορεννύμενος ὑπὸ τῆς τρυφῆς τῶν δεινῶν; χθὲς ἀφεῖλες ἡμῶν τὸν μέγιστον βασιλέα· σήμερον τὸν δεξιὸν ὑπηρέτην, τὸν Νέστορα τὸν βουληφόρον, τὸν μόνον τοσούτῳ βασιλεῖ δυνάμενον ἐξαρκεῖν. χθὲς τὸν τῶν Χαρίτων θάλαμον· σήμερον τὰ τῶν Χαρίτων προπύλαια· χθὲς τὸ ἔαρ τῶν ἀγαθῶν· σήμερον τὴν τὸ τοιοῦτον ἔαρ ἀγγέλλουσαν χελιδόνα· χθὲς τὸν μέγαν καὶ ἀπαράμιλλον νοῦν·
PG 148:673σήμερον τοῦ τοιούτου νοῦ τὸν ἐναρμόνιον κήρυκα· χθὲς τῆς χρυσῆς καὶ μεγάλης γλώττης τοὺς λόγους· σήμερον τὴν Ἀκαδημίαν καὶ τὸν Περίπατον καὶ τὴν Στοὰν ἐκείνης τῆς γλώττης κἀκείνων τῶν λόγων· χθὲς τὰς Μούσας· σήμερον τὸ ζῶν καὶ κινούμενον μουσεῖον· χθὲς τῆς εὐσεβείας καὶ τῶν δογμάτων τὸν κράτιστον πρόβολον· σήμερον τὴν δογματικὴν πανοπλίαν· χθὲς τὸν τῆς ἱερωσύνης κανόνα τε καὶ τὴν στάθμην· σήμερον τὴν ἱερὰν ὁπλοθήκην. ἀλλ’ ὦ πόσοι κλαυθμοὶ καὶ στεναγμοὶ συνεληλυθότες εἰς ἓν ἐξισωθῆναι δυνηθεῖεν ἂν τοῖς νῦν κατασχοῦσιν ἡμᾶς πάθεσιν; οἶμαι γὰρ, οἶμαι, ἂν θάλασσα μὲν ἅπασα μεταβάλῃ πρὸς φύσιν δακρύων, ποταμοὶ δ’ αὖ, ὁπόσοι τὴν γῆν περικλύζουσι, πρὸς δακρύων τραπῶσι φορὰν, οὐδ’ οὕτως ἂν ἱκανῶς δειχθείη τὸ μέγεθος ὅσον τῶν νῦν συμφορῶν. ἐκεῖνος ἦν ὁ τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος ἄριστος κυβερνήτης· οὗτος ὁ τὴν Ἑλίκην καὶ τὸν πόλον διασκοπούμενος ἄριστα. ἐκεῖνος ὁ τὰς αἰθρίας καὶ τὰ νέφη τῶν πόλεων καὶ τοὺς ἐκεῖθεν χειμῶνας προβλέπων· οὗτος ὁ τὰ ἱστία καὶ τοὺς κάλως καὶ τὰ πρυμνήσια διατιθέμενος εὖ. ἐκεῖνος ὁ τῆς φρονήσεως πρύτανις·
PG 148:677οὗτος ὁ τῆς φρονήσεως ἐκείνου διανομεὺς δεξιός. ἀλλ’ ἄμφω νῦν ὁ θάνατος ὀξέως ἐπιδραμὼν, ὁ δυσμενὴς ὁπλίτης, φεῦ τοῦ πάθους, εἰς γῆν καὶ κόνιν κατέχωσεν. ὢ πῶς οὐ γῆν μόνον, ἀλλ’ ἤδη καὶ αὐτοὺς οὐρανοὺς καὶ ἀστέρας ὀξέως τὰ νῦν περιέδραμε πάθη καὶ αὐτῆς τῆς ἀνωτέρας ἁψάμενα λήξεως; ἀλλὰ δεῦρο δή μοι πᾶς ὁ τῶν λειπομένων σοφῶν χορὸς, εἴπερ τινὲς λείπονται, θρηνήσατε τὴν πηγὴν τοῦ λόγου φραγεῖσαν. θρηνήσατε σιγῶσαν τὴν πάνυ τοι ἐμμελῶς ἀττικίζουσαν πρότερον γλῶσσαν καὶ τὸ γλυκὺ νέκταρ ἐκείνης ἀθρόως εἰς γῆν καταῤῥεῦσαν. θρηνήσατε στόμα ἐκεῖνο, ὃ χθὲς μὲν καὶ πρότερον οἱονεί τι σίμβλον κατεφαίνετο μέλιτος, νῦν δὲ θανάτου κηφῆνες διέφθειραν. θρηνήσατε τὸν τὸ Ῥωμαίων κλέος τῇ σοφίᾳ σεμνύνοντα πλέον, ἢ τὸ τῶν Ἀθηναίων πάλαι Σωκράτεις καὶ Πλάτωνες. θρηνήσατε τοὺς τῆς σοφίας κρατῆρας ἁπάσης ἐν βραχεῖ κενωθέντας εἰς γῆν. ἀλλ’ ὢ τίς ἐκ μέσης τῆς οἰκουμένης τὸν τῶν Μουσῶν ἀφήρπασεν Ἑλικῶνα; τίς τὸν τῆς σοφίας κατέχωσεν Ὄλυμπον; τίς τὸν λύχνον ἔσβεσε τὸν φωτίζοντα τοὺς ἡμῶν τῆς ψυχῆς ὀφθαλμοὺς καὶ καλῶς ἡμῶν τὸ τοῦ νοῦ διανοίγοντα βλέφαρον;
PG 148:679τίς τὴν τέχνην τῶν τεχνῶν καὶ τὴν τῶν ἐπιστημῶν ἐπιστήμην διέφθειρε; τίς τὸν οὐράνιον ἄνθρωπον εἰς ᾅδου πυθμένας κατήνεγκε; πάλαι γε μὴν ἡ Ἑλλὰς τὴν τῶν λόγων ἑστίαν ἐθρήνησε τὰς Ἀθήνας, ὁπότ’ ἐπιβούλως δραμὼν καθεῖλεν αὐτὰς ὁ Λακεδαιμόνιος Λύσανδρος. ἡμεῖς δ’ οὐδ’ ἀξίως θρηνεῖν ἔχομεν σήμερον ὅλας Ἑλλάδας αὐταῖς Ἀθήναις συγκαταδύσας. πάντα γὰρ εἷς ἀνὴρ οὗτος ἦν. ὦ Μοῦσαι καὶ λόγοι καὶ ἀρεταὶ καὶ πᾶσα παιδεία, πῶς τὰ κρῖνα ταχέως οὑτωσί πως ἐμιμήσασθε τοῦ ἀγροῦ, ὀξέως μὲν πρὸς ὕψος καὶ κάλλος ἀρθέντα, ὀξύτερον δ’ αὖ καταδύντα πρὸς μαρασμὸν καὶ φθοράν; τὸ γὰρ θεῖον ὑμῶν ἀνάκτορον, τὸ μέγα καὶ περιβόητον ὑμῶν ἐνδιαίτημα ὑπὸ γῆν καὶ φθορὰν νῦν κατελθὼν καὶ τὸ ὑμέτερον συγκατέχωσε κάλλος. οὗτος ἦν ὁ πάντας ὑπερφωνήσας φιλοσόφους καὶ ῥήτορας, ὁπόσους ὁ μακρὸς ὕμνησε χρόνος· ἀλλ’ οἴμοι κεῖται νῦν ἐν κόνει καὶ χώμασιν ἄφωνος. οὗτος ἦν ὁ τῷ νῷ καὶ τῇ γλώττῃ διαμετρῶν οὐρανὸν καὶ ἀστέρας βέλτιον ἢ κατὰ πάντα κανόνα καὶ στάθμην ἀνθρώπων· ἀλλὰ νῦν βραχὺς αὐτὸν διεμέτρησε λίθος.
οὗτος ἦν ἡ τῶν μεγάλων οὐρανοῦ καὶ γῆς ὁριζόντων καὶ παραλλήλων ἀρίστη διόπτρα, οὗτος ὁ κράτιστος καὶ αὐτοφυὴς ὡροσκόπος· ἀλλὰ νῦν αὐτὸν καὶ πρὸ τῆς ὥρας, φεῦ τοῦ δεινοῦ, βραχὺς ὁρίζων τῆς γῆς περιείληφεν. οὗτος ἦν ὁ πολλὴν ἐνδειξάμενος πρόνοιαν τῶν ἑξῆς ἐλλογίμων Ἑλλήνων, ὡς μὴ διακινδυνεύοιεν περὶ τὰς κρίσεις τῶν πάλαι σοφῶν· οὗτος ὁ ῥᾳδίαν τὴν τῆς ἀστροθεάμονος ἐπιστήμης σοφίαν πεποιηκώς· οὗτος ὁ τῆς Ἀριστοτελικῆς γλώττης τὰς λαβυρίνθους ἁπλώσας· ἀλλὰ νῦν αἱ ζωφώδεις τοῦ τάφου λαβύρινθοι πικρῶς περὶ αὐτὸν φεῦ ἐξελίςσονται. οὗτος ὁ τῆς ἀρίστης αἰδοῦς καὶ τῆς σωφροσύνης κανών· ἀλλὰ νῦν αὐτὸν ὁ θάνατος ἀναιδῶς ἐξέτεμε δραμών. ὢ πῶς ὁ παρὼν οὗτος χρόνος ἐν βραχεῖ πάντας ἀθρόον τοὺς πάλαι χρόνους τοῖς θρήνοις νενίκηκε; πολλοὺς γὰρ ἀμείψας ἡλίους τοσαύτην ζημίαν καθ’ ὅλης τῆς ἀνθρωπίνης ἐπενεγκεῖν φύσεως μέχρι νῦν οὐ δεδύνηται· νῦν δ’ ἐφ’ ἡμῶν ῥᾷστα δεδύνηται. χθὲς μὲν γὰρ τὰ πρῶτα καὶ μέγιστα τῶν καλῶν ἐλθὼν ἀφείλετο· τὰ δὲ λειπόμενα σήμερον ἐπανελθὼν προσαφείλετο. χθὲς τὸν τῆς γῆς ἥλιον γῆς πυθμέσιν ἀπέκρυψε· νῦν δὲ καὶ τὸν ἑωσφόρον ὁμοῦ συναπέκρυψε.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

615 [A. M. 6791 ad 6836] bito una cum liberis ad egestatem redactus est qui post imperatorem omnium felicissimus habebatur; et cui per multos annos mera quadam prospe ritate frui contigerat, is uno die totum ac merum tristitiæ pocu!um hausit. Ibi homines querulos 426 dicere audires cum alia, tum opes illas pauperum esse sanguinem et lacrymas, contributas videlicet et suppeditatas ei ab iis quibus Romanarum provinciarum et urbium administratio commissa fuisset, ut cum illi Romanos crudeliter pro ære emptis mancipiis tractarent, ipse miseris confugium ad imperatorem obstrueret, quo magna illa facinora ab omni parte manerent impunita. Itaque vindicte oculum non perpetuo dormitasse, sed experrectum sero ac vix tandem debitas illi penas irrogasse. Que cum vulgo cantarentur, calamitatem ejus acerbiorem faciebant. IX. Quis vero enumeret seditiones illas, quibus tunc Romani omnes atque in primis Byzantii inter se laborarunt? Nam duobus imperatoribus dissidentibus etiam subditi ut fit dissidebant: ut furore quodam liberi contra parentes, parentes contra liberos, fratres contra fratres, vicini contra vicinos, et quod majus est, episcopi contra episcopos, presbyteri contra presbyteros, monachi contra monachos sævirent. Quod ni imperator humanissimo ingenio præditus et militum et plebis impetum repressisset, fortassis illi templa et domos Byzantiorum praedam Mysorum effecissent: fortassis etiam cedes plurimis patrate essent, cum multi a se invicem pœnas expetere vellent, si quis alteri in dissidio illo contumeliose insultasset. ‹ Nam si ego, inquit imperator, iis qui vel petulanti lingua, vel ense insidioso contra me usi sunt, crimen 427 omne remisi, malto magis vobis id erga conservos vestros est faciendum; partim quia exemplum meum imitari debetis, partim quod non ignoratis, haud eumdem esse exitum ejus credis, qua imperator, ac ejus, qua home privatus interfectus sit. X. Quod si et nos, seniori imperatori merito addieti, tempestatis illius fluctus aliquot sustinuimus, nihil est novi. Neque enim æquum erat, nos neutri parti studere, ut Solon monuit. Przterea consenta. neum est, ipso pastore percusso universum gregem pro rata parte mala perpeti. [P. CAPUT VII. Niphon seniori cur infensus. Ejus male tractanai auctor. Invidus. Ingratus. Andronicus senior sulu imperii insignia retinet. Annuus reditus ei assignatus. Logotheta Didymotichum relegatur. Isaias pelrioroka seniori insultat. Episcopis et sacerdotibus pœnas irrogat. Joannes, Heracleæ metropolitanus, Gregoræ avunculus, moritur. Ejus elogium. De eodem plura in ejus vita, quam Gregoras scriptam a se testatur. 1. Fuit ille dies quartus et vicesimus mensis Maji undecimæ indictionis, quo hæc omnia gesta Proinde die 5 ab urbe capta, Ducang. Cantacuzenus urbem ait a juniore Andronico ocenpatam die Maii 19, Gregoras die ejusdem mensis 24. Cave enim credas, id quod Dueangius cro-lidit, Gregoram hoc loco voluisse assignare divm quintum ab urbe capta. Imo diem ipsum capiz

χθὲς τὴν μουσικὴν ἀνεῖλεν ἁρμονίαν· σήμερον τὴν μαγάδα καὶ τὰς νευράς. ὦ πῶς ὁ σιγῶντας τοὺς οὐρανοὺς εὑρηκὼς ἐκ πολλοῦ, ἔπειτα τὴν τοῦ θεοῦ διηγεῖσθαι δόξαν αὐτὸς παρεσκευακὼς, νῦν ἐν τάφῳ σιγᾷ; ὢ πῶς νεκρὸς ὢν αὐτὸς (φεῦ τῆς ἐμῆς συμφορᾶς) κινούμενόν τε καὶ ζῶν ἐμοὶ παραπέμπει τὸ πάθος, ὅλην τὴν ἡμέραν τὴν ἐμὴν κατατέμνον καρδίαν ξίφους παντὸς χαλεπώτερον, μᾶλλον δὲ καὶ νύκτας ὅλας, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν; ἡμέρας μὲν γὰρ καὶ τῶν ἐντυγχανόντων ὁμιλίαι συχναὶ καὶ κάλλος οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις κτισμάτων ἴσως ἀφέλκουσί τε τοῦ πάθους καὶ ἀποσπῶσιν ἐπὶ βραχὺ τὸν ἡμέτερον νοῦν· νυκτὸς δὲ σχολῆς γενομένης ἤδη κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν αἱ πᾶσαι τῶν συμφορῶν ἀλγηδόνες ἀθρόαι δραμοῦσαι καὶ τὴν ἐμὴν μετὰ τῆς μνήμης καρδίαν συνειληφυῖαι, καθάπερ τινὲς κύνες ἄγριοι σῶμα πεπτωκὸς, ἔνθεν κἀκεῖθεν πικρῶς περιέλκουσι, φεῦ, καὶ συμπνίγουσιν. ὢ πῶς πολλάκις ἐς αὐτὸν ἔγωγε ἀπιδὼν σοφίας ἁπάσης ἐπιδημίαν ἐς ἀνθρώπους αὐτὸν εἶναι ἐνόμισα, ψυχὴν καὶ σῶμα προσειληφυίας καὶ συνδιαιτωμένης ἀνθρώποις, ἵνα σοφοὺς ἀκροατὰς συνετίσῃ καὶ τὰ τῆς ἐπιστήμης καταστορέσῃ ναυάγια;
ὢ πῶς μετεμψύχωσίν τινα δοξάζειν καὶ αὐτὸς κεκινδύνευκα ἐπ’ ἐκείνῳ γενέσθαι καὶ πάντων ὁμοῦ τὰς ψυχὰς, Ὁμήρου καὶ Πλάτωνος καὶ Πτολεμαίου, καὶ ὅσοι ῥητορεύουσαν πεπλουτήκασι γλῶσσαν, ἐν ἑνὶ τῷ τούτου σώματι συνδραμεῖν καὶ διατρίβειν αὖθις ἐν βίῳ, καθάπερ ὁλκάδι μυριοφόρῳ χρωμένους αὐτῷ; ἀλλὰ νῦν ὁ τοσοῦτος καὶ τηλικοῦτος, φεῦ τῆς ἐμῆς συμφορᾶς, ᾤχετο ἀπιὼν εἰς τάφον καὶ κόνιν, πολὺν τὸν τῆς λύπης ἀνάψας πυρσὸν κατὰ τῆς ἐμῆς καρδίας. οὐ γὰρ ἠδύνατο ζῇν ἄνευ ψυχῆς καὶ πνοῆς. ψυχὴ δὲ πάντως αὐτοῦ καὶ πνοὴ, καὶ πᾶν εἴ τι ζωογονεῖν ἐπεφύκει, οὐχ ἕτερον ἦν τῶν ἁπάντων αὐτῷ, ἢ βασιλεὺς ὁ θεῖος ἐκεῖνος καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπος, ὃς καὶ ζῶν ἔτι ἐξαίρειν ἠπείγετο πολλῷ τῶν ἄλλων αὐτὸν, δεικνὺς ἐναργῶς, ὡς τοσούτῳ βασιλεῖ τοσοῦτον εἶναι καὶ τὸν ὑπηρέτην χρεών· τῷ φρονιμωτάτῳ δηλαδὴ τῶν ὅσοι τὴν γῆν διενείμαντο ἄνθρωποι τὸν πάσῃ σοφίᾳ πάντων ἐπέκεινα χρώμενον. καὶ νῦν δ’ αὖ τῶν ἐντεῦθεν ἀπαλλαγεὶς οὐκ ἔκρινε δεῖν ἀπηρτῆσθαι τοῦτον ἐπὶ τοσοῦτον αὐτοῦ· καὶ μέντοι ταχέως προσκαλεσάμενος ταχέως καὶ προσειλήφει.
εἰ μὲν δὴ οὖν ἀπελθόντος ἐκείνου ζῇν οὗτος οὐκ ἠδύνατο, καθάπερ σῶμα ψυχῆς ἀπεῤῥωγὸς, βαβαὶ τῆς συμπνοίας τε καὶ τῆς μίξεως, ἣν εἰς ἄῤῥηκτόν τινα τὸν δεσμὸν ἡ μακρὰ συνήρμοσε σχέσις. εἰ δὲ καλέσαντος ἐκείνου ἔδραμε, παραχρῆμα ῥίψας τὸ σῶμα, βαβαὶ τῆς ἀγάπης καὶ τῆς στοργῆς, ἣν προσηκόντως ἔσχε πρὸς τὸν δεσπότην. Ἡρακλῆς μέντοι ἐκεῖνος, εἰ δὴ τὰ ὄντα εἰρήκασιν οἱ τῶν μύθων ἐνταῦθα πατέρες, πᾶσαν διέδραμε τὴν ὑφ’ ἥλιον, ὡς ἂν μάρτυρα τῶν οἰκείων ἅπασαν κτήσηται ἄθλων· οὗτοι δ’ ἐντὸς ὅρων μένοντες μόνῃ τῇ βελτίστῃ φήμῃ καὶ τὰς Ἡρακλείους διέβησαν στήλας καὶ ῥᾷστα πᾶσαν ἀνηρτήσαντο τὴν ὑφ’ ἥλιον. ἀλλὰ νῦν ἐξ ἀνθρώπων ἀπῆλθον, ἀθανατίσαντες πρότερον ἑαυτοὺς καὶ μνήμην καταλιπόντες ζῶσαν διηνεκῶς ἐν ταῖς τῶν ἐπιγινομένων ἀνθρώπων ψυχαῖς. ἡμῖν δὲ τοιούτων καὶ τοσούτων προβόλων καὶ στηριγμάτων οὑτωσὶ στερηθεῖσι τίς ἐλπὶς λείπεται τἀγαθοῦ; ταὐτὸν γάρ τι καὶ ἡμῖν νῦν ἕπεται δεδιέναι, ὅπερ ἄμπελοι καὶ φυτὰ νεογνὰ, ἐπειδάν τις ἐπιβούλως τοὺς κύκλῳ περιβόλους τε καὶ φραγμοὺς καθελὼν μηλόβοτον καταστήσῃ τὸν χῶρον. ἀλλὰ γὰρ εἴρηται κἀμοὶ τῆς μὲν ἀξίας, ὦ παρόντες, πάντως ἔλαττον·
τῆς δὲ τῶν ἄλλων προθυμίας ἴσως οὐκ ἔλαττον. ἡ μὲν γὰρ ἀξία τῆς ἐκείνου γλώττης ἐδεῖτο· ἡ δὲ προθυμία γνώμης τῆς ἐμαυτοῦ. (Γ.) Τούτων οὕτω λεγομένων πολὺς πρὸς τῶν συγγενῶν ἐγίνετο θρῆνος. εἶναι δὲ τὸν ἄνδρα συνέβαινε τὰ ἐς ψυχὴν ἀγαθὸν μὲν καὶ σώφρονα ἐν τοῖς μάλιστα· ἐῤῥωμένον δὲ τὸ σῶμα καὶ πάντα σύμμετρα κεκτημένον, ὥσπερ ὑπὸ κανόνι καὶ στάθμῃ τῆς φύσεως τελεσιουργησάσης αὐτῷ τήν τε ἡλικίαν ὁμοῦ πᾶσαν καὶ αὖ καθ’ ἕκαστα τῶν μελῶν καὶ μερῶν· ἐπιπρέπειν δ’ αὐτῷ καὶ ἱλαρότητα ὄψεως μετά τινος σεμνοῦ μειδιάματος καὶ ἦθος γαληνὸν καὶ εὐπρόσιτον· φιλότιμον δ’ εἶναι τὰ ἐς λόγους μᾶλλον ἢ πάντα χρήματα· ἐχορήγει γὰρ αὐτῷ πολλὴν τὴν ὁρμὴν καὶ ἡ τῆς διανοίας ὀξύτης καὶ τὸ τῶν νοημάτων γόνιμον· τὴν δὲ πρὸς τὰ θεῖα διάπυρον εὐλάβειαν καὶ εὐσέβειαν ὁμότροπον εἶναι καθάπαξ τῷ τελευτήσαντι βασιλεῖ. γ. Θέρους δ’ ἐπιγενομένου ἔγκυος ἐν Διδυμοτείχῳ διάγουσα ἡ τοῦ βασιλέως σύζυγος Ἄννα ἡ δέσποινα υἱὸν κατὰ τὴν ιη Ἰουνίου γεγέννηκεν, Ἰωάννην τὸν βασιλέα. ὃ δὴ πυθόμενος ὁ βασιλεὺς τὴν ταχίστην αὖθις ἐπανῆκεν ἐς Διδυμότειχον·
καὶ περιχαρὴς γενόμενος ἤμειψεν ἐς τὸ λαμπρότερον τὰ ἐνδύματα, ἃ διὰ τὴν τοῦ πάππου τελευτὴν τέως ἐνεδέδυτο. εἶτα καὶ ἀγῶνας ἐξετέλεσε δύο, μίμησίν τινα τῶν Ὀλυμπιακῶν ἀποσώζοντας, οὓς καὶ πρότερον μὲν πολλάκις ἐτέλει, νῦν δὲ φιλοτιμότερον· οἳ δὴ τοῖς Λατίνοις πάλαι ἐπινενόηνται γυμνασίας ἕνεκα σώματος, ὁπότε σχολὴν ἄγοιεν τῶν πολεμικῶν. (Β.) Τούτων ὁ μὲν εἷς μονομαχίας ἔνδειξιν ἔχει καὶ ντζούστρα παρὰ Λατίνοις καλεῖται. μερίζονται γὰρ κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας· ἔπειτα ὁπλίζουσιν ἀφ’ ἑκατέρου μέρους ἕνα καὶ ἕνα τῶν βουλομένων τινὰς καὶ πάντη καταφράκτους καθιστῶσιν. ἔπειτα δόρυ λαβόντες ἑκάτερος ἐν τρισὶν ὀβελίσκοις ἐσκευασμένα τὸ ἄκρον ἐπιπηδῶσιν ἀλλήλοις καὶ ἀπαντῶσιν εὐρώστως καὶ ὠθοῦσιν ἀλλήλους τοῖς δόρασι μετὰ πάνυ γενναίας τῆς ὁρμῆς· καὶ ὁ τοῦ ἵππου καταβαλὼν τὸν ἀντίπαλον στεφανίτης ἀναγορεύεται. κλήρῳ γοῦν καὶ ὁ βασιλεὺς τὴν τοιαύτην λαγχάνει μονομαχίαν, ὥστε καὶ παρὰ μικρὸν ἦλθε πολλάκις πληγῆναι καιρίαν. διὸ καὶ παραινούμενος ὑπὸ τῶν γηραιοτέρων ἀπέχεσθαι τῶν τοιούτων ἔργων·
ἀνοίκειον γὰρ εἶναι πάντη βασιλεῖ πρὸς τῶν δούλων παίεσθαι, καὶ ταῦθ’ οὕτως ἀνυποστόλως, ᾧ καὶ κίνδυνος ἕπεται· οὐκ ἐπείθετο, ἀλλὰ τοῖς ἡλικιώταις τῶν στρατιωτῶν μᾶλλον βραβεύων τὴν τῆς βουλήσεως ψῆφον τούτους ἀπήλαυνε, δειλίαν ἀγεννῆ ταῖς αὐτῶν καταψηφιζόμενος παραινέσεσιν. (Γ.) Ὁ δ’ ἕτερος τῶν ἀγώνων τορνεμὲν προσαγορεύεται. ἔχει δὲ οὕτως. μερίζονται κἀνταῦθα κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας καὶ ὁπλίζονται πάντες ὁμοῦ. καὶ ἀρχαιρεσιῶν γιγνομένων κλήρῳ λαγχάνουσι τὴν ἡγεμονίαν δύο τινὲς ἐξ αὐτῶν, ἑκατέρου μέρους ἑκάτερος. τούτου τοίνυν οὕτω μὲν πρότερον, νῦν δὲ συνεχῶς τελουμένου συναρίθμιος γίνεται καὶ ὁ βασιλεὺς τοῖς ὑφ’ ἡγεμόνι τεταγμένοις, οἱῳδήτινι στρατιώτῃ· καὶ συῤῥηγνυμένων κατ’ ἴσον ἀριθμὸν ἀμφοτέρων τῶν τάξεων μετὰ ῥοπάλων στεῤῥῶν παίει τε καὶ ὁ βασιλεὺς καὶ παίεται ἀφειδῶς. ἐπεὶ καὶ τὸν τρώσαντα, ἢ καὶ ἀποκτείναντα, συμβὰν οὑτωσί πως, κἀν τοῖς ἀγῶσιν ἀμφοτέροις, ἀνέγκλητον εἶναί σφισι νόμιμον ἦν.
PG 148:681μετὰ δὲ τὴν τοῦ ἀγῶνος τούτου διάλυσιν ἀπολαμβάνοντες ἑκάτερα τὰ μέρη τὸν σφῶν αὐτῶν ἡγεμόνα, μεθ’ ὧν καὶ ὁ βασιλεὺς τὴν τῶν ὑποτεταγμένων τάξιν οὐκ ἀπολιμπάνων τυγχάνει, ἄγουσι προπομπεύοντες εὐρύθμως καὶ κατὰ συζυγίαν ἐκ διαστήματος, ἄχρις οὗ συμπέπτωκε καταλύειν ἑκάτερον· ἔνθα προπίνων ἐκεῖνος ἅπασιν οἴνου κρατῆρα καὶ δεξιὰν ἑκάστῳ προτείνων οἴκαδε ἀπαλλάττεσθαι πάντας κελεύει. δ. Τούτων τοίνυν ἐν Διδυμοτείχῳ καὶ νῦν τελεσθέντων, ἀναλαβὼν ὁ βασιλεὺς ἱκανὴν στρατιὰν ἀκήρυκτόν τινα καὶ αἰφνίδιον ἐξάγει πόλεμον κατὰ Βουλγάρων, πρὶν ἐκείνους αἰσθέσθαι, βουλόμενος αὖθις σφετερίσασθαι τὰ περὶ τὸν Αἷμον φρούρια, ὅσα πρὸ βραχέος Ἀλεξάνδρῳ προσκεχωρήκει. ἐμβαλὼν οὖν ἐς τὴν πολεμίαν ἐδῄου καὶ ἔκαε τὴν χώραν, μηδὲ τῶν ἀσταχύων φειδόμενος ἐν ἅλωνι τυγχανόντων· ἐπιπορευόμενος δὲ καὶ τὰ φρούρια, καὶ ἀπειλῶν περιστρατοπεδεύσεις καὶ πολιορκίας, παρεστήσατο καθ’ ὁμολογίαν καὶ τούτων ἔστιν ἃ, ὑποσπόνδων ἀπιόντων τῶν ἐν φρουρᾷ τεταγμένων παρ’ Ἀλεξάνδρῳ.
PG 148:683(Β.) Ταῦτα πυθόμενος Ἀλέξανδρος καὶ περιαλγὴς γενόμενος διαπρεσβεύεται πρὸς τὸν βασιλέα περὶ εἰρήνης, οὐκ ἄξιον εἶναι λέγων Χριστιανοῖς ἀπηνῶς οὑτωσὶ κατ’ ἀλλήλων ἐπιέναι, ἐνὸν ὁμοδοξεῖν ἀλλήλοις τὰ πρὸς εἰρήνην καὶ ὁμοῦ κατὰ τῶν ἀσεβῶν ἀντιπαρατάττεσθαι, πολεμίων ὄντων ἀμφοῖν. ὁ δὲ βασιλεὺς δίκαιον εἶναι φήσας ὑπείκειν Ῥωμαίοις τὰ πάλαι παρὰ Ῥωμαίων ἀνοικοδομηθέντα φρούρια τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε. πλείονα γὰρ ἢ πεντεκαίδεκα φρούρια παρὰ τὰς ἀκρότητας καὶ ἀποτομὰς τοῦ Αἵμου ὁ πάππος αὐτοῦ καὶ βασιλεὺς Ἀνδρόνικος, τὰ μὲν ἐκ βάθρων ἀνήγειρε, τὰ δ’ ἐπῳκοδόμησε διὰ τοῦ τότε ἐπιτροπεύοντος Θρᾴκην Γλαβᾶ τοῦ πρωτοστράτορος, ἵν’ εἶεν κώλυμα καὶ διάφραγμα τῆς συνεχοῦς τῶν Σκυθῶν διαβάσεως. (Γ.) Ταῦθ’ οὕτω λεχθέντα καθ’ ἡσυχίαν Ἀλέξανδρος ἥκιστα φέρειν δυνάμενος τὰς αὐτοῦ συναθροίζει δυνάμεις εὐθὺς ἐς ὀκτακισχιλίους τὸν ἀριθμόν. μεταπέμπεται δὲ καὶ δισχιλίους ἐκ Σκυθῶν μισθοφόρους. ἄρας οὖν ἐκ Τερνόβου πεμπταῖος ἀφίκετο καὶ κατεστρατοπέδευσεν ἀγχοῦ τοῦ φρουρίου τοῦ ἐπιλεγομένου Ῥουσοκάστρου. ἐκεῖ γὰρ εἶναι καὶ τὸν βασιλέα ἐπύθετο.
ὁ δὲ βασιλεὺς καταπλαγὴς μὲν ἐγεγόνει πρὸς τὴν αἰφνίδιον ἔφοδον τῶν πολεμίων· τῆς δὲ περιστάσεως ἥκιστα συγχωρούσης ἐν μέσῃ τῇ πολεμίᾳ βουλεύσασθαί τι βέλτιον, ἐξῆγε καὶ αὐτὸς ὡς ἐξῆν τὴν Ῥωμαϊκὴν δύναμιν, οὐκ ἀξιόμαχον οὖσαν τοῖς ἀντιπάλοις, ἀλλὰ μόλις ἐς τρισχιλίους τὸν ἀριθμὸν ἀνιούσης, καὶ ἐς τρεῖς αὐτὴν διανείμας τάξεις οὐ πάνυ πόῤῥω τοῦ φρουρίου προῆγεν. ἔχειν γὰρ αὐτὸ μεμελέτηκε καταφυγήν τινα πρὸς τὴν ἐπὶ πόδα ἀναχώρησιν. ἐπεὶ δὲ τοὺς πολεμίους ἐπιόντας ἑώρα τό,τε δεξιὸν καὶ λαιὸν κέρας εἰς ἐπιμήκη στίχον ἑκατέρωθεν ἐκτείναντας, τὰ δὲ βαρύτερα τῶν ὅπλων εἰς μέσον ἔχοντας καὶ ἅμα τὸ βάθος τῆς οὐραγίας ὥσπερ τινὰ στεῤῥὸν θεμέλιον, φοβηθεὶς τὴν κύκλωσιν μεταβουλεύεται τάχιστα καὶ πρὸς μίαν τὰς Ῥωμαϊκὰς δυνάμεις ἤθροισε τάξιν ἀμφίστομον, ὥσπερ σεληνοειδὲς σχῆμα πεποιηκὼς, ὁπότε μηνοειδὴς εἴη. (Δ.) Αὐτὸς δ’ ἐς μέσους περιερχόμενος ἐπεφώνει τε καὶ παρεθάῤῥυνε, σύνετε δὴ, λέγων, ὦ ἄνδρες, ὡς ἐν ἀλλοτρίᾳ καὶ πολεμίᾳ μαχόμεθα γῇ καὶ πόῤῥω που τῆς πατρίδος ἀποκεκλείσμεθα·

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ οὔτε συμμαχίδας ἔχομεν πόλεις, αἳ παραβοηθήσουσι τήμερον ἡμῖν ἐς τὸν αἰφνιδίως συμπεσόντα τουτονὶ πόλεμον, οὔθ’ ὁπόθεν ἂν μισθοφορικὸν μεταπεμψώμεθα στράτευμα. μαχώμεθα τοίνυν ὡς τεθνηξόμενοι τήμερον καὶ συγκαταδύειν μέλλοντες τῷ τήμερον τούτῳ ἡλίῳ. κτησώμεθα μάρτυρας τῶν ἡμετέρων ἀνδρικῶν καὶ γενναίων ἀγώνων τήν τε πολεμίαν ταυτηνὶ γῆν, ἐφ’ ἣν τὸν περὶ ψυχῆς σήμερον τρέχομεν ἆθλον, καὶ τὰς τῶν ὑπολειφθησομένων πολεμίων ὄψεις. μὴ δὲ θορυβείτω τὰς ὑμετέρας καρδίας τὸ πλῆθος τῶν πολεμίων· πολλὰς γὰρ ἴσμεν δυνάμεις μεγάλας ὑπὸ βραχέων ῥᾷστα κατακοπείσας. ἔστω καὶ ἡμῖν ἐλπὶς ὁμοία πρὸς τὴν ἀπόῤῥητον ἀφορῶσι φιλανθρωπίαν θεοῦ, δι’ ἣν τά τε ἄλλα καὶ Θεμιστοκλῆς ἐξ Ἀθηνῶν μετ’ ὀλίγου στρατεύματος μικροῦ πᾶσαν ἐν τοῖς περὶ Σαλαμῖνα στενοῖς τὴν τῶν Περσῶν κατεβάπτισε δύναμιν· καὶ μετὰ τοῦτον ὁ Θηβαῖος αὖθις Ἐπαμεινώνδας δὶς τὴν μεγίστην ἐκείνην Σπάρτης νενίκηκε δύναμιν μετὰ βραχυτέρας πολλῷ περί τε Ἁλίαρτον καὶ τόπους Λευκτρικούς·
PG 148:685ὅτε δὴ καὶ Λύσανδρον ἀπώλεσεν ἡ Σπάρτη καὶ ξὺν ἀκοσμίᾳ φεύγοντα τὸν πολὺν ἐδέξατο Ἀγησίλαον καὶ καπνὸν ἤδη διὰ μακροῦ τεθέαται παρὰ τὸν Εὐρώταν πολέμιον. (Ε.) Πάντες μὲν οὖν γενναίως καὶ εὐρώστως, ὅσον ἐξῆν, καὶ παραβόλους ἀγῶνας ἀγωνιζόμενοι βαρείας καὶ ἀφειδεῖς φονευτρίας τοῖς πολεμίοις ἐπήνεγκαν χεῖρας· μάλιστα δὲ πάντων ὁ μέγας δομέστικος ὁ Καντακουζηνός· ὃς πολλὰ μὲν δεξάμενος πολέμια ξίφη, πολλὰς δὲ δοράτων βολὰς καὶ ὠθήσεις, αὐτὸς μὲν πλείστους τῶν πολεμίων κατήνεγκεν· ὁ δὲ μήτ’ ἀσπίδα μήτε ξίφος ἀποβαλὼν ἀπαθὴς τὸν ἀγῶνα διήνυσεν, ὥσπερ κεκολλημένος καὶ ἀκλόνητα ἡδρασμένος τῇ ἐπιβάσει τοῦ ἵππου. καὶ δεύτερος μετ’ αὐτὸν λαμπρῶς ἠγωνίσατο Πρωτοσέβαστος ὁ τοῦ Καίσαρος μὲν υἱὸς, ἔγγονος δὲ τοῦ Πορφυρογεννήτου. οὗτός τε γὰρ πολλοῖς περιπαρεὶς βέλεσι καὶ τὸν ἵππον ὁρῶν πανταχόθεν τοῖς πολεμίοις κατακοπτόμενον ξίφεσιν, ὡς καὶ τὸν τῆς κεφαλῆς μυελὸν (ὡς εἰπεῖν) τοῖς ἔξωθεν βλέπουσι φαίνεσθαι ἤδη, νῶτα τοῖς ἐχθροῖς οὐκ ἠνέσχετο δοῦναι.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ὁ ἵππος δ’ αὖ, ὥσπερ ἀντιφιλοτιμούμενος τῷ δεσπότῃ, οὐδ’ αὐτὸς πεσεῖν ἠνέσχετο πρότερον, πρὶν αὐτὸν ἐκβαλεῖν τοῦ πολέμου καὶ οἴκαδε διασῶσαι, κἀκεῖ παρὰ τὰς τοῦ δεσπότου θύρας ἐκμετρῆσαι τὸ ζῇν. (2.) Ἐπεί γε μὴν τέως τοὺς πολεμίους ἐθεάσαντο βιαζομένους προκαταλαμβάνειν τὸν λόφον, ὥστε καὶ κατὰ νώτου μάχεσθαι κυκλώσαντας αὐτοὺς, ἀναστρέψαντες ἔφευγον προτροπάδην ἐς τὸ φρούριον. οἱ δ’ ἔνδον οἰκοῦντες τήν τε ἧτταν θεασάμενοι τούτων καὶ ἅμα δεδιότες Ἀλέξανδρον ἀπέκλεισάν σφισι τὰς πύλας. βίᾳ οὖν αὐτὰς ῥήξαντες εἰσεχέοντο· καὶ τοὺς μὲν τῶν ἐνοικούντων ἐκβαλόντες, τοὺς δὲ κατασφάξαντες δίκην πολεμίων ἠσφαλίσαντο τὸ φρούριον. καὶ ἦσαν ἀσχάλλοντες καὶ πλεῖστα ἀγωνιώμενοι διὰ τὸ προφανῆ τὸν κίνδυνον ἔχειν ἐν ὀφθαλμοῖς. οὔτε γὰρ τοῖς ὑποζυγίοις χιλὸς ἦν ἐντὸς τοῦ φρουρίου, οὔτε φρέαρ, οὔτ’ ἄλλη τις ὕδατος εὐπορία· οἵ τε τραυματίαι τῶν στρατιωτῶν καὶ τῶν ἵππων ἀπρομήθευτοι λειπόμενοι, οἱ μὲν ἔθνησκον, οἱ δ’ ἐγγὺς τοῦ τεθνάναι ἐγένοντο· τάς τε πύλας ἀνοίγειν οὐ μάλα ἐνῆν, περιστρατοπεδευόντων κατὰ πλήθη τῶν πολεμίων· τά τε Ῥωμαίων ἀπῴκιστο ὅρια·
διακυβεύσαντάς τε τὸν κίνδυνον οἴχεσθαι λάθρα πρὸς συμμαχίδα πόλιν ἐγγίζουσαν καὶ παράλιον ἀπέγνωστό σφισι καὶ τοῦτο. ἡ γὰρ πόλις Ἀγχίαλος πολεμία ἦν, ἥ τε Μεσημβρία καλουμένη τὴν ἧτταν εὐθὺς ἀκηκουῖα Ῥωμαίων μετέθετο καὶ τὴν ἐκεῖσε Ῥωμαίων φρουρὰν ἀποσφάξασα ἔῤῥιψεν ἐκ τοῦ τείχους, ὁπόση μὴ ἔφθη φυγοῦσα. ὃ δὴ πεποιήκεσαν καὶ ὁπόσα περὶ τὸν Αἷμον φρούρια πάντα· θαῤῥεῖν τε οὐκ εἶχον διαπρεσβεύεσθαι περὶ ἐλευθερίας καὶ λύτρων πρὸς Ἀλέξανδρον. οὐ γὰρ ὑπελείποντό τινα συγγνώμης ἀφορμὴν ἐκ τῶν φθασάντων. τήν τε γὰρ ἐκείνου περὶ εἰρήνης πρεσβείαν θρασέως τε καὶ ἀκόσμως ἀπέπεμψαν τούς τε τῶν Βουλγάρων ἀγροὺς μετὰ τῶν ἀσταχύων πυρὶ παρέδοσαν· καὶ πρός γε τοῖς τὰ φρούρια οἰκοῦσιν οὐ καλῶς ἐχρήσαντο λαβόντες. (Ζ.) Διὸ πανταχόθεν στενόν τε καὶ ἄπορον τῷ βασιλεῖ τὸ πρᾶγμα ἐγίγνετο. τό γε μὴν εἰς θεὸν ἀῤῥαγεστάτην ἔχειν ἐλπίδα, τοῦτο δ’ οὐκ ἀπέγνωστό οἱ οὔτ’ ἐν ταῖς πρότερον περιστάσεσιν, οὔτε μὴν ἐν τῇ παρούσῃ, καίτοι τὸ συνειδὸς οὐκ ἀνέλεγκτον ἔχων διά τε τὴν παραλύπησιν, ἣν τῷ βασιλεῖ καὶ πάππῳ ἐν τῷ γήρᾳ ἐπήνεγκε, καὶ αὖ δι’ ὅσα νεότης μετ’ ἐξουσίας ὡς τὰ πολλὰ φιλεῖ διαπράττεσθαι·
PG 148:687ὅμως ἰχθύδιά τινα βραχέα τὰ τοιαῦτα ἐνόμιζεν ἁμαρτήματα ἐς τὸ μέγα πέλαγος βυθιζόμενα τῆς τοῦ θεοῦ φιλανθρωπίας. διὸ καὶ ὁμοίως ταῖς ἄλλαις περιστάσεσι καὶ τὴν ἀπαράμιλλον ταύτην παραδόξως ἀπεκρούσατο, ἀποῤῥήτῳ προμηθείᾳ τοῦ πάντα φιλανθρώπως οἰκονομοῦντος θεοῦ. οἴκοθεν γὰρ καὶ Ἀλέξανδρος ἐς τὴν ὑστεραίαν εἰς οἶκτον ἰὼν καὶ συμπάθειαν, πέμψας τῷ βασιλεῖ δεξιὰν, ἀφῆκεν ὑπόσπονδον οἴκαδε πορεύεσθαι ξύν γε τῷ στρατοπέδῳ, παραγγείλας μετριώτερον εἶναι τοῦ λοιποῦ. εἷς γὰρ, φησὶν, ἐνιαυτὸς τέσσαρας ὥρας φέρει καὶ μία καιροῦ ῥοπὴ πολλὰς πραγμάτων μεταβολάς. ἐν δὲ τούτοις καὶ τὸ παρὸν ἐτελεύτα θέρος. ε. Ὁ δέ γε Συργιάννης, ὕποπτος ὢν καὶ πρότερον τοῖς ἄρχουσι διὰ τοὺς ὅρκους, οὓς ἀπῄτησε παρὰ τῶν Θεσσαλονικέων, εἰσποιηθεὶς τῇ μητρὶ τοῦ βασιλέως δεσποίνῃ, ὁπότε τὰς τοῦ βασιλέως ἐπεβόσκετο φρένας ἡ ἀπηγορευμένη νόσος ἐκείνη περὶ τὸ Διδυμότειχον, νῦν ἤδη καὶ πρὸς τὰ παρὰ τοῦ Τζαμπλάκωνος προτεινόμενα καθοσιώσεως ἐγκλήματα εἰς Βυζάντιον ἀπολογησόμενος ἥκει μετάπεμπτος τῷ βασιλεῖ·
καὶ κριθεὶς ὑπὸ πᾶσι κριταῖς δὶς καὶ τρὶς οὐ καθαρῶς ἁλῶναι τοῖς ἐλέγχοις ἠδύνατο, ὥστ’ ἤδη καὶ πρὸς τῶν πλειόνων ἠθωοῦτο κριτῶν. μετεώρου δ’ ἔτι τῆς δίκης οὔσης ᾔτησεν ὁ βασιλεὺς ἐγγυητὰς ὑπὲρ τοῦ μὴ φυγεῖν αὐτὸν λαθόντα, πρὶν ἂν τελεία γένηται ἡ περὶ αὐτοῦ τοῖς ὅλοις κριταῖς ἀπόφανσις. ὃ δὴ πολὺν ἐνέσπειρε τὸν φόβον καὶ τὴν τῆς εἱρκτῆς ὑποψίαν ἐς τὴν τούτου ψυχήν· καὶ ἐς ἀνάμνησιν ἤρχετο αὖθις τῶν προτέρων ἐκείνων καὶ ἀπαραμυθήτων δεσμῶν, ὧν τὰ ἴχνη περὶ τὴν καρδίαν ἔτι κείμενα ἦσαν ἐναργῶς. ἐπεὶ δὲ καὶ ὀκνηροτέρους ἔβλεπε τοὺς ἐγγυησομένους, συχνοτέροις καὶ δριμυτέροις ἐπολιορκεῖτο μᾶλλον τοῖς φόβοις. διὸ καὶ ἀναγκασθεὶς ᾤχετο λάθρα φυγὼν καὶ πλεῖστα ζητούμενος εὐθὺς οὐχ εὑρέθη. (Β.) Μετὰ δ’ ἐνιαυτὸν ἔστειλεν ἐξ Εὐβοίας γράμματα τῷ βασιλεῖ, δεόμενος δοθῆναί οἱ συμπάθειαν καὶ χῶρόν τινα πρὸς οἴκησιν ἅμα γυναικί τε καὶ τέκνοις περί που τὰς ἐσχατιὰς τῶν κατὰ Μακεδονίαν Ῥωμαϊκῶν ὁρίων. βασκαίνειν γὰρ ἔφασκεν αὐτῷ τοὺς περὶ τὸν βασιλέα· καὶ διὰ τοῦτο πόῤῥω που τῶν τοιούτων διατρίβειν ἐθέλειν, δέει τοῦ δόλῳ διαφθαρῆναι.
καὶ ὅρκους ἐπὶ τούτοις ἦν ἐπιφέρων τοῦ μὴ κακὸς φανῆναι πώποτε τῷ βασιλεῖ. (Γ.) Ἐπεὶ δ’ αἱ παρακλήσεις παρὰ θύραν ἧκον καὶ ἤνυσαν οὐδὲν, ἄρας ἐξ Εὐβοίας ἀφίκετο πρὸς τὸν Κράλην Σερβίας· ὑφ’ οὗ καὶ προσδεχθεὶς ἀσμενέστατα πάντ’ ἦν αὐτὸς, πάρεδρος ὁμόπνους, φίλος ὁμογνώμων, σύμβουλος δεκτὸς, τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώτατος, ἄλλος Θεμιστοκλῆς Ἀρταξέρξῃ τῷ Πέρσῃ. εἰδότι γὰρ τὴν περὶ αὐτοῦ φήμην ἐκ πολλοῦ νῦν ἕρμαιον ἡγεῖσθαι ἐπῄει λαμπρὸν τὴν ἐπιδημίαν αὐτοῦ· καὶ ὑπισχνουμένῳ ποιήσειν ὑπήκοον Τριβαλλοῖς τὴν ἐν Μακεδονίᾳ χώραν Ῥωμαίων, εἰ καὶ αὐτὸς αὐτῷ συνάροιτο ἄρξαι Ῥωμαίων, ἐπίστευέ τε καὶ συναίρεσθαι ἠπείγετο λίαν ἀσμένως. 2. Τούτων οὕτως ἐχόντων πέρας τοῦ βίου ἐδέξατο καὶ ἡ μήτηρ τοῦ βασιλέως ἡ δέσποινα καὶ τέθαπται ἐν Θεσσαλονίκῃ· ὅτε δὴ καὶ παραμυθητικόν τι προσφώνημα ἔγωγε πρὸς τὸν βασιλέα διεξῆλθον οὑτωσί πως ξυγκείμενον.
PG 148:689(Β.) Σὲ δὲ, ὦ μέγιστε καὶ θειότατε βασιλεῦ, πολλάκις ἡμεῖς θαυμάσαντες ἐν τοῖς ὅπλοις, καὶ πρό γε τούτων ἔν τε φιλανθρωπίᾳ καὶ ἱλαρότητι, καιρὸν ἔχομεν ἤδη λοιπὸν, ἵνα σε κἀν τῇ καρτερίᾳ θαυμάσωμεν τῆς μεγίστης ταυτησὶ συμφορᾶς, ἣν ὁ τὰ πάντα σαλεύων αἰὼν καθάπερ τι γυμνάσιον ἄλλο προὔβαλε νῦν καὶ θέατρον ἀγώνων τῇ γενναίᾳ καὶ ἀνδρικῇ σου ψυχῇ. ἔνθα δὴ καὶ μάλα μᾶλλόν σε δεῖ τὸ κράτος λαμπρῶς ἀναδήσασθαι, ἢ πρότερον ἐν τοῖς ὅπλοις. ἐκεῖ μὲν γὰρ καὶ ὁ τῆς τύχης κύβος τῇ χειρὶ πολλάκις μείζονα προσῆψε τὴν δόξαν ἢ τῇ ψυχῇ καὶ τὸ τῆς γνώμης ἀξίωμά τε καὶ μέγεθος ἔλαθε παρὰ τὸ εἰκὸς κιβδηλεύσας καὶ δεύτερον τῆς χειρὸς ἀποφήνας. ἐνταῦθα δὲ καθαρῶς γνώμη καὶ σύνεσις ὁπλίζεται πρὸς μεγάλους χειμῶνας καὶ κλύδωνας, οὓς ἡ τοιαύτη μάλα σφοδρῶς ἀνεστόμωσε συμφορά. ἴσασι γὰρ ἅπαντες, ὡς ὅσῳ τιμιώτερον καὶ βέλτιον ψυχὴ σώματος, τοσούτῳ καὶ μείζους οἱ ταύτης ἀγῶνες καὶ κλύδωνες, πρὸς ἅπερ ἂν ὁ συμπίπτων ἐπάγοι χρόνος ἀντίπαλα στρατόπεδα θλίψεων. ἐπειδήπερ ἐκεῖ μὲν καὶ πολλὴ πολλαχόθεν ἡ συμμαχία ἐπιτηδεύεται.
ἀσπὶς γὰρ καὶ δόρυ καὶ κράνος τὴν τῶν ἀγωνοθετούντων πολλάκις ἁρπάσαντα κρίσιν καὶ συγκυκήσαντα τοὺς ἐλέγχους ἐν ἀδήλοις ἔσθ’ ὅτε βυθοῖς τῆς παλάμης τἀγκλήματα συνεκάλυψαν. ἐνταῦθα δ’ ἡ τῆς ψυχῆς ἀνδρία καθαρῶς ἀποδυομένη πρὸς τοὺς ἀγῶνας ἔχει καθάπερ ἐπὶ στεῤῥᾶς κρηπῖδος, τῆς γνώμης τε καὶ συνέσεως, γυμνοὺς καὶ ἀόπλους τοὺς πόδας ἐρείσασα μάλα γενναίως ἀνθίστασθαι καὶ ἀντέχειν πρὸς ἅπαν λύπης κῦμα καὶ ῥόθιον, καθάπερ προβλὴς ἀτίνακτος ἑστῶσα πρὸς ὑβρίζουσαν θάλασσαν. σφοδρὸς μὲν οὖν ἦν ὁ χειμὼν ἐκείνης τῆς τραγῳδίας, ἣν ὁ τοῦ βασιλέως καὶ πατρὸς ἐπήνεγκέ σοι θάνατος· σφοδρὸς δ’ αὖ καὶ ὁ τοῦ βασιλέως καὶ πάππου, εἰ μὴ καὶ μείζονα φαίη τις ἂν, ὅτι ζῶν καὶ κινούμενον αὐτὸς ἐλέλειπτο φάρμακον, ἡδονὴν ὁμαλῶς οὑτωσί πως ἀντιτεχνώμενον τῆς σφόδρα ζεούσης ἐκείνης καὶ φλεγμαινούσης πληγῆς. ἀλλ’ ἡ νῦν ἐπελθοῦσά σοι τῆς μητρὸς καὶ δεσποίνης συμφορὰ πολλῷ στρατηγουμένη τῷ ὑπερβάλλοντι πᾶσαν ὑπερπέπαικε λύπης ὑπερβολὴν διά τε τὸ τῆς φύσεως συγγενέστερον καὶ πολλῷ μᾶλλον διὰ τὸ μόνην ταύτην τοῦ γένους καταλελεῖφθαι τελευταίαν ἄγκυραν καὶ θυμηδίας ἀκρόπολιν.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἅπτεται γὰρ καὶ αὐτῶν, ὡς εἰπεῖν, μυελῶν τῆς ψυχῆς καὶ σὴς ὀστέων καθίσταταί σοι τῷ πάντα γενναίῳ. καὶ πῶς γὰρ οὔ; μήτηρ τε οὖσα καὶ μήτηρ βασιλικωτάτη τε καὶ γλυκυτάτη καὶ στεῤῥοῖς καὶ ἀῤῥήκτοις τῆς φύσεώς σοι συνδεδεμένη τοῖς σπλάγχνοις· καὶ τό γε μεῖζον, πλείστους ὑπὲρ σοῦ τοὺς πόνους ἀνατλᾶσα. οὐ σὲ δὲ μόνον ἐς τόδε λύπης ἐκείνη θανοῦσα ξυνώθησεν, ἀλλὰ καὶ πάντας τοὺς ὑπηκόους ἡμᾶς· καὶ διπλῆ γε μᾶλλον. ζημία μὲν γὰρ καὶ ἡμῖν ἐγεγόνει μεγίστη, καὶ τοσοῦτο μεγίστη, ὅσον καὶ περιοῦσα λιμήν τις ὑπῆρχε τοῖς ὅλοις ἐκείνη σωτήριος καὶ πανήγυρις εὐθυμίας· τὸ δὲ μεῖζον, ὅτι καὶ σοῦ τὸν βασιλικώτατον καὶ τῶν κοινῶν πραγμάτων ἡγεμόνα τε καὶ ἐπόπτην νοῦν τῶν δεουσῶν ἀπασχολεῖ φροντίδων·
PG 148:691εἰ δὲ μὴ καθάπαξ καὶ ὡς ἐπίπαν ἀπηρτισμένως, ἀλλ’ οὖν ἐν τοσούτῳ περιστάσεων κλύδωνι καὶ τὸ σμικρὸν ἐμπόδιον μέγιστον τῇ τῶν πραγμάτων ὁλκάδι γίγνεται βλάβος, καὶ παραπλήσιον, ὥσπερ ἂν εἴ τις κυβερνήτης χειμῶνος ἐν μέσῳ πελάγει τυχὼν, κάτωθεν μὲν τῶν κυμάτων κατὰ τῆς νηὸς ἐπανισταμένων, ἄνωθεν δὲ τῶν πνευμάτων τῆς ὀθόνης κατορχουμένων, μεταξὺ καὶ αὐτὸς τῆς πηδαλιουχίας ἐκλαθόμενος ἐπινυστάξειεν, ὡς μηδὲν εἶναι λοιπὸν τὸ κωλύον, αὔτανδρον τὴν ναῦν αὐτίκα μάλα βυθοδρομήσασαν ἐς πυθμένας θαλάσσης καταδῦναι. ὅθεν εἰ μή τι ἄλλο, ἀλλ’ οὖν διά γε τὰς ὑπηκόους τῶν πόλεων, ἃ τῆς λύπης ἔργα πεφύκασιν ἄλλοις παραχωρήσας σαυτῷ τὸ σύνηθες καὶ βασίλειον μεγαλοπρεπὲς διατήρησον. μίμησαι τῆς ἀπελθούσης ἐκείνης γενναίας ψυχῆς τὴν στεῤῥότητα, ἣ διὰ τοὺς πρὸς τὸν θεὸν ἀκμάζοντας ἔρωτας, οὓς ἀποῤῥήτως ἔβοσκεν ἐν καρδίᾳ πάλαι πολὺν ἤδη τὸν χρόνον, ἀφ’ οὗ τῆς τῶν φυσάντων διέσωσε δόξης αὐτὴν, ἐπιλαθομένη μὲν σώματος, ἐπιλαθομένη δὲ δόξης καὶ κόσμου βασιλικοῦ καὶ τὸ πάντων ὑπέρτερον ἐπιλαθομένη σοῦ τοῦ φιλτάτου, ᾧ κόσμος ἐκείνῃ πᾶς οὐχ ὑπῆρχεν ἀντάξιος, ἔδραμε μὲν πρὸς θεόν·

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:693ἔδραμε δὲ πρὸς τὸν βασιλέα καὶ σύζυγον, οὐχ ὅτι σύζυγος, ἀλλ’ ὅτι δι’ ἐκεῖνον ἐς τὰ τῆς ὀρθοδοξίας ἀκίβδηλα μετακεχωρήκει νάματα· καὶ εἰ χρὴ μὴ λυμήνασθαι τὴν ἀλήθειαν, ἔδραμε πρὸς τὸν πατέρα καὶ βασιλέα, τὸν τῆς ὀρθοδοξίας αὐτῇ καταστάντα διδάσκαλον· ὃς πρῶτος ἐκείνην ἐκεῖθεν ὡς ῥόδον λαμπρὸν ἐκ πικρῶν ἀκανθῶν ἐξελέξατο καὶ ὡς χρυσὸν καθαρὸν ἐκ μετάλλων κιβδήλων ἀνώρυξε, πᾶν εἴ τι λιθαργύρινόν τε καὶ χολοβάφινον ἦν ἐκεῖ καταλελοιπυῖαν. εἰ δὲ τὴν ἐκείνης οὐκ ἔχεις μιμήσασθαι καρτερίαν, ἀλλ’ οὖν τῶν πάλαι βασιλέων τοὺς πλείστους μετὰ πολλοῦ τοῦ βελτίονος νικῶν φιλανθρωπίᾳ καὶ ἱλαρότητι πρὸς τοὺς πταίοντας νίκησον καὶ τῇ πρὸς τὰς λύπας βασιλικῇ καρτερίᾳ δυοῖν ἕνεκα· ἵνα τε τῷ καλλίστῳ καὶ ποικίλῳ σου πέπλῳ τῶν μακρῶν ἀγαθῶν καὶ τοῦτο καλῶς ἐπιπρέπῃ, καθάπερ ἐν ἄνθεσιν ἄνθος ὡραῖον κἀν λίθοις πολυτελέσι λίθος ὑπέρτιμος, καὶ ἵνα τελέως τοῖς ἅπασι βρίθων καλοῖς ἐν τῇ σειρᾷ τῶν πρὸ σοῦ βεβασιλευκότων αὐτὸς ἐπιπρέπῃς, ὡς ἐν τοῖς χρώμασι πορφύρα κἀν τοῖς ἀστράσιν ἥλιος.
φέρε τοίνυν ἀπόδος τὴν τῆς γλώττης ἡμέραν ταῖς τῶν ὑπηκόων ἀκοαῖς, τὴν τῶν ὀφθαλμῶν εὐδίαν τῇ τῶν ἡμετέρων ὄψεων ὁμίχλῃ. διασκέδασον ἡμῶν τῆς ψυχῆς τὸν χειμῶνα ταῖς ἀκτῖσι τῆς σῆς ἱλαρότητος. χρῆσαι τῇ ἑορτῇ τοῦ συνήθους καὶ γαληνοῦ μειδιάματος. γενοῦ πᾶσιν ἀρχέτυπον, ὥσπερ ἐν τοῖς ἄλλοις καλοῖς, οὕτω κἀν τῇ τῶν δεινῶν καρτερίᾳ. ἡμεῖς δὲ καὶ τῶν Ἑλλήνων ἔστιν οὓς ἀκούοντες ἐν ταύτῃ μάλιστα φιλοτιμησαμένους αἰσχυνοίμεθ’ ἂν, εἰ τοῖς μὲν ἄλλοις ἅπασιν ἀριστεύμασι πλεῖστον ἐκείνων διενεγκόντα πλουτήσαντες βασιλέα ἐν τούτῳ μόνῳ τὰ δεύτερα φέροντα βλέποιμεν. ταῦτ’ ἄρα καὶ τὸ τοῦ Ἀχιλλέως ἐκείνου περὶ τὰς λύπας ἡττώμενον ἦθος ἀποτριψάμενος καὶ πρός γε δὴ τοῦ Μακεδόνος Ἀλεξάνδρου μίμησαι τούτων τὸ σταθερόν. μίμησαι τοὺς Περσικοὺς βασιλέας τε καὶ σατράπας, ὁπόσοι πρὸς τὰς ἀντιπάλους τύχας οὐδὲν ἀγεννὲς ἐπεπράχεσαν. μίμησαι τοὺς πάλαι Ῥωμαίων ὑπάτους καὶ Καίσαρας, οἳ καὶ αὐτοὶ τῶν τοῦ χρόνου δεινῶν ἀπολελαυκότες ἐπὶ τοῦ συνήθους φρονήματος ἐκαρτέρησαν. καὶ τί δεῖ παραδειγμάτων ἀλλοτρίων; μίμησαι σαυτὸν, ὁποῖος πολλάκις ἐφάνης ἐν τοῖς ἄλλοτε ἄλλοις ἐπεισπεσοῦσί σοι λυπηροῖς·
πῶς πολλοῦ πολλαχόθεν πολλάκις ἀναζέσαντος κλύδωνος ἀκλόνητον καὶ ἀήττητον διετήρησας τὴν ψυχὴν, ὥσπερ οἱ βαθεῖαν ἄγοντες ἡσυχίαν; πῶς πολλάκις τῶν ὑπηκόων ἁμαρτημάτων, δίκην ἀπαρκτίου, τὴν τοῦ θυμοῦ ῥύμην εἰς ὄγκον κυμάτων ἐγείρειν ἐθελόντων οὐχ ἡττήθης πώποτε· ἀλλὰ γενναιότητι χρώμενος καὶ συνέσει ψυχῆς ἀντὶ τοῦ κολάζειν τοὺς ἁμαρτάνοντας ἐκόλασας μὲν τὸν θυμὸν, τοῖς δ’ ἁμαρτήσασι τὸ σύνηθες παρέσχες φιλανθρώπευμα; ταῦτα ἐπὶ καιροῦ νῦν ἀναμιμνησκόμενος μίμησαι σὺ σαυτὸν, ἵνα καὶ ἡμεῖς, ὡς ἐπίπαν εἰπεῖν, ὅλην τῇ γλώττῃ παρασχόντες ἐλευθερίαν εὐπετῶς παρὰ τὰς σὰς τῶν ἐγκωμίων θαλάσσας πελαγίζειν ἀφῶμεν αὐτὴν κἀκ πάντων ἀνθολογοῦντες τῶν σῶν ἐγκωμίων τὰ κράτιστα στέφανόν σοι δημιουργῶμεν ἀκήρατον, καὶ οἷον οἱ τῆς σοφίας κρατῆρες ἀναχωνεύοντες εἰς μακροὺς ἡλίους ἀθανατίζουσιν. ἐγὼ δ’ ὑπὸ μάλα σφοδροῦ τε καὶ φλέγοντος πόθου νικώμενος τολμηρότερον ἐχρησάμην τῷ λόγῳ. σὺ δέ μοι σύγγνωθι, θειότατε αὐτοκράτορ, τῇ συνήθει κἀνταῦθα φιλανθρωπίᾳ σου χρώμενος. ζ.
Ἦρος δ’ ἐπιστάντος ὁ μὲν Κράλης συνήθροιζε τὰς δυνάμεις, ὁ δὲ Συργιάννης λαθραῖα διεπέμπετο γράμματα πανταχῆ τῆς Ῥωμαίων ἡγεμονίας, ἀρξάμενος ἐκ τῆς ὁμόρου χώρας τῶν Τριβαλλῶν καὶ διαλαβὼν πᾶσαν παράλιον καὶ μεσόγειον πόλιν καὶ χώραν ἄχρι Βυζαντίου· ἐν οἷς γῆς τε ὑπισχνεῖτο κληροδοσίας καὶ χρημάτων χάριτας καὶ ἀξιωμάτων ἐπιδόσεις καὶ ὅσα ἐπὶ τούτοις ὅμοια. ταῦτ’ ἄρα καὶ μικροῦ πάντες ἐκεχήνεσαν πρὸς αὐτὸν καὶ ταῖς γνώμαις ὁλοσχερῶς αὐτῷ προσετίθεντο καὶ χρήμασι καὶ γράμμασι τὴν ἐκείνου κατήπειγον ἔφοδον. (Β.) Ὅ γε μὴν βασιλεὺς πάλαι εἰδὼς τὴν τοῦ ἀνδρὸς περίνοιαν καὶ τὴν περὶ τὰ τοιαῦτα ὀξυτάτην ἀγχίνοιαν σφόδρα ἐδεδίει περί τε ἑαυτῷ καὶ τοῖς ὅλοις καὶ δραστικωτέραν τὴν αὐτοῦ ἐνόμιζεν ἔφοδον, ἢ Σκυθῶν καὶ πάντων φάναι ἐθνῶν. πρὸς μὲν γὰρ τὰς τῶν ἀλλοφύλων ἐχθρῶν φάλαγγας ἀντιτάττειν εἶχεν ἂν τὰς ὁμοφύλους πόλεις, φυσικὴν ἐχούσας καθάπαξ πρὸς ἐκείνους ἀπέχθειαν ἐκ τῆς διαφορᾶς τοῦ σεβάσματος·
PG 148:695ἡ δὲ τοῦ ὁμοφύλου καὶ συνήθους μάχη καὶ ταύτην ἐκ βάθρων ἀνέτρεπε τὴν ἐλπίδα καὶ συνέτριβε μάλα σφοδρῶς πᾶσαν τούτου διάνοιαν καὶ μόνον οὐκ ἐπὶ τῶν βασιλείων πυλῶν τὸ πολέμιον ἔβλεπε πῦρ σφοδρῶς ἐπιὸν πανταχόθεν ἔκ τε γῆς καὶ θαλάττης. ὅθεν καὶ ἀπεγίνωσκε μὲν, ἐπεμέλετο δ’ οὖν ὅμως, ὅσον ἦν ἐφικτὸν, ὅλας ἀναρτήσας ἐς θεὸν τὰς ἐλπίδας. ὃ δὴ σύνηθες ἦν αὐτῷ ποιεῖν ἀεὶ καὶ, ὡς εἰπεῖν, σύνοικον καὶ συνέστιον καὶ μάλιστα ἐν ταῖς μείζοσι συμφοραῖς. (Γ.) Τὰ μὲν οὖν πρῶτα πύργοις μεγίστοις ὠχύρωσε τὰς βασιλείους αὐλὰς καὶ πύλας καὶ σίτου πλῆθος ἐντέθεικε διαρκέσον ἐς πλεῖστον τοῖς τε φρουροῖς καὶ αὐτῷ, εἰ δεήσειεν. ἀφίξεσθαι γὰρ ἄχρι καὶ ἐς τὰ βασίλεια προσεδόκα τὸν πολέμιον καπνόν. ἔπειτα μέλλων ἀπαίρειν ἐς Μακεδονίαν, ἵνα τῇ παρουσίᾳ φοβήσῃ τοὺς λάθρα τἀναντία βουλευομένους ἐν ταῖς πόλεσι, διάδοχον τοῦ πατριαρχικοῦ θρόνου μετὰ τὴν τοῦ Ἠσαί̈ου τελευτὴν Ἰωάννην τὸν ἐκ τῆς πόλεως Ἄπρω κατέστησεν, ἐς ἱερέα τῷ τηνικαῦτα τοῦ βασιλικοῦ κλήρου τυγχάνοντα.
ᾧ δὴ καὶ ὑπὸ θεῷ μάρτυρι παραδίδωσι φέρων ἐπὶ μέσου τοῦ μεγίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας τήν τε σύζυγον δέσποιναν καὶ τὰ τέκνα, ἐπίτροπον ἅμα καὶ φύλακα τοῦτον εἶναι μετά γε θεὸν παρακελευσάμενος ἐπ’ αὐτοῖς, εἴ τί που τῶν ἀδοκήτων τοῖς κοινοῖς ἐπισυμβαίη πράγμασι. (Δ.) Ταῦτα διαπραξάμενος ὅλῃ σπουδῇ τὴν ἐς Μακεδονίαν ἤλαυνε, μηδένα στρατὸν ἐπαγόμενος. ὕποπτοι γὰρ αὐτῷ πάντες ἤδη καθίσταντο, πλὴν μόνων τῶν πιστοτάτων οἰκειακῶν καὶ τοῦ μεγάλου δομεστίκου τοῦ Καντακουζηνοῦ, ὃν ἐν τοῖς μάλιστα σύμπνουν τε καὶ ὁμόφρονα αὐτῷ τε ἔφηνεν ὁ χρόνος καὶ τοῖς ἄλλοις ἅπασιν ἱλαρὸν καὶ χαρίεντα. ἐπεί γε μὴν ἐφευρετικὸν ἡ ἀνάγκη δοκεῖ πολλαχῆ, εἰσῄει ἐς γνώμην ὀψὲ καὶ τῷ βασιλεῖ διὰ πολλῶν δραμόντι τῶν λογισμῶν, ὡς οἰκονομίας τρόποι καὶ δόλον ἐγκυμονοῦσαι μέθοδοι πολλῷ γε τῆς τῶν ὅπλων βίας ἀνυσιμώτεροι καθεστήκασιν ἐς τὰ πλεῖστα τῶν ἔργων, καὶ μάλιστα ἐς ὁπόσα θορύβους πλουτοῦσι πολέμων. καὶ ἅμα ἐς τὰς τῶν παλαιῶν ἀνδρῶν πράξεις ἀνῆγε τὸν λογισμὸν, ὅπως τε Δαρεῖος ὁ Μῆδος διὰ Ζωπύρου ῥᾷστα τὴν ἄμαχον εἷλε Βαβυλῶνα·
PG 148:697καὶ Ἀντίγονος, τῶν Ἀλεξάνδρου διαδόχων ὁ κράτιστος, πολλάκις καταστρατηγηθεὶς ὑπ’ Εὐμένους, ὃς τῆς Ἀλεξάνδρου παλαίστρας ἦν καὶ αὐτὸς, γέμων ὁρμῆς ἀπὸ γυμνασίου περιφανοῦς, τάχ’ ἂν αὐταῖς δυνάμεσι καὶ τὸ ζῇν ἀπελίμπανεν, εἰ μὴ δόλοις πόῤῥωθεν καὶ λαθραίαις ἐπιβουλαῖς τὸν ἄνδρα διεχειρίζετο. καὶ πρό γε τούτων ὁ Ἀθηναῖος Θεμιστοκλῆς τὸν πολὺν ἐκεῖνον στόλον τῶν Μήδων λόγοις οἰκονομικοῖς καὶ δόλοις κατετροπώσατο, μὴ δυνάμενος ἄλλως. (Ε.) Τῷ μὲν δὴ βασιλεῖ σκεπτομένῳ τοιαῦτα πρόσεισί τις τῶν τῆς συγκλήτου Σφραντζῆς ὁ Παλαιολόγος καὶ ἀπολαβὼν λάθρα κοινολογεῖται περὶ τῶν προκειμένων φροντίδων· καὶ ὑπισχνουμένῳ τῷ βασιλεῖ πλοῦτον καὶ δόξαν ἀνθυπισχνεῖται, φυγὴν ὑποκριθεὶς, φονεύσειν τὸν Συργιάννην. οὐ πολλαὶ παρῆλθον ἐκεῖθεν ἡμέραι καὶ φήμη διασκίδναται περὶ Θεσσαλονίκην, ἔνθα διατρίβων ἦν τηνικαῦτα ὁ βασιλεὺς, ὡς Σφραντζῆς ὁ Παλαιολόγος, ἐξαργυρισάμενος πάνθ’ ὅσα ὑπῆρχεν αὐτῷ βοσκήματα, βριθούσαις χερσὶν αὐτόμολος οἴχεται ἀποδρὰς ἐς τὸν Συργιάννην.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:700ὅπερ ἀκηκοὼς ὁ βασιλεὺς, καὶ τὸν ἀγνοοῦντα ὑποκριθεὶς, πέμψας τόν τε οἶκον ἐδημοσίευε καὶ τὴν σύζυγον περιαγαγεῖν ἀτίμως διὰ τῆς ἀγορᾶς ἐκέλευσεν. ὃ δὴ τὰ μάλιστα ἔπεισε Συργιάννην ἀνυπόπτως διατεθῆναι πρὸς τὸν Σφραντζῆν καὶ σύμβουλον ἄριστον εἶναι νομίζειν αὐτόν. ὥστ’ ἔγραφον καὶ τῶν συνήθων λάθρα πολλάκις αὐτῷ ἔκ τε Θεςσαλονίκης ἔκ τε Βεῤῥοίας, ὡς οὐκ ἐπ’ ἀγαθῷ σοι ἔσται ἡ τοῦ Σφραντζῆ ἐπιδημία· φονεύσων γὰρ ἥκει σε. ὁ δὲ οὐκ ἐπείθετο, ἀλλ’ ὅρκους ἐγγράφους ὑπ’ αὐτοῦ καὶ πάνυ φρικώδεις δεξάμενος ἐνώπιον τῆς θείας καὶ ἱερᾶς τραπέζης, ἱερέων τὴν θείαν τελούντων μυσταγωγίαν, συμπορευόμενος ἦν αὐτῷ τοῦ λοιποῦ καὶ συνδιαιτώμενος ἀνυπόπτως καὶ ἀδεῶς. ἐχρῆν γὰρ ὧν πάλαι ἐδεδράκει τὰ ὅμοια καὶ αὐτὸν ὀψὲ πεπονθέναι καὶ δι’ ὅρκων ἀπατηθέντα καὶ αὐτὸν δίκας δοῦναι ὧν ἠδικήκει τὸν τοῦ βασιλέως πάππον Ἀνδρόνικον τὸν βασιλέα καὶ, εἰ χρὴ φάναι, καὶ θεὸν αὐτόν· εἴπερ εἰς θεὸν ἡ ἐπιορκία τὸ τῆς περιφρονήσεως ἀνατίθησιν ἔγκλημα. ἔφθημεν γὰρ ἄνω που εἰρηκότες, ὡς αὐτὸς ὁ τῆς τοῖν δυοῖν βασιλέοιν διαστάσεώς τε καὶ μάχης αἰτιώτατος ἦν καὶ ἡ ἀρχέγονος ῥίζα πάντων τῶν ἐφεξῆς θορύβων.
PG 148:702(2.) Θέρους δὲ ἤδη μεσοῦντος ἀναλαβὼν τὰς δυνάμεις ὁ Κράλης εἵπετο τῷ Συργιάννῃ εὐθὺ Θεσσαλονίκης ἐλαύνοντι· καί σφισι προσεχώρουν αἱ μεταξὺ πόλεις καὶ χῶραι ῥᾳδίως, τοῦτο μὲν καὶ τὴν τοῦ Συργιάννου ποθοῦσαι πάλαι ἐπιστασίαν, τοῦτο δὲ καὶ ὑπὲρ τῶν ἀσταχύων δεδοικυῖαι. ὥρα γὰρ ἦν τηνικάδε ἅλωνος. ὁ μέντοι Σφραντζῆς μηνύειν τε ἐθέλων τῷ βασιλεῖ τὰ δρώμενα καὶ ἅμα ἀνύποπτος τῷ Συργιάννῃ δοκεῖν πρόφασίν τινα δαιμονίαν ἐπλάσατο καὶ πάνυ βαθεῖαν. προσιὼν γὰρ ἔφασκεν αὐτῷ συνθήκας ἔχειν δύο τινῶν, οἳ περὶ τὸν τοῦ βασιλέως κοιτῶνα μάλιστα τὴν προσεδρείαν ποιοῦνται, βεβαιωσάντων, εἰ προσηκούσης ἀδείας τύχοιεν, διαχειρίσασθαι τὸν βασιλέα. δέον οὖν εἶναι πέμπειν πρὸς αὐτοὺς καὶ ἀναμιμνήσκειν τῶν συνθηκῶν. καὶ οὕτω λαβὼν τὸ ἐνδόσιμον ἔπεμπε καὶ ἐμήνυε τῷ βασιλεῖ τὰ δρώμενα. ἦσαν δὲ ταῦτα, ὡς ἀποροίη διαπράξεσθαί τε τὴν μελέτην καὶ ἅμα ἑαυτῷ διατηρήσειν τὸ πόῤῥω γενέσθαι κινδύνων. πολὺν γὰρ αὐτῷ περικεχύσθαι νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν ὄχλον καὶ μόνον οὐδέπω ἀπολελεῖφθαι.
δεῖν οὖν ἡμεροσκόπους τετάχθαι στρατιώτας τινὰς ἐν τοῖς προαστείοις τῆς Θεσσαλονίκης, ἵν’ ὅταν αἴσθωνται προσιούσας τὰς δυνάμεις μετὰ τοῦ Συργιάννου, ἐκδέξωνταί με φεύγοντα πρὸς τὴν πόλιν ἐκ τοῦ στρατοπέδου, πρὶν γνωσθεὶς ἀπόλωμαι μηδὲν πεπραχώς. αἰσχρὸν γὰρ ἴσως, δηρόν τε μένειν κενεόν τε νέεσθαι· αἰσχρότερον δ’ ἔτι, δηρὸν μένοντα πρὸς τῷ μηδὲν πεπραχέναι καὶ τὸ ζῇν αὐτοῦ που πρὸς τὰς τῶν ἐχθρῶν πύλας ἀπολιπεῖν. (Ζ.) Ἐπεί γε μὴν ἐπιὼν ὁ Συργιάννης μετά γε τοῦ Κράλη καὶ τῶν στρατιωτικῶν δυνάμεων ῥᾷστα καὶ ἀπὸ μόνης τῆς φήμης κατεδουλοῦτο πάντα καὶ προσδόκιμος ἦν καὶ αὐτῇ ἤδη προσβαλεῖν τῇ Θεσσαλονίκῃ· ὁ μὲν τῶν Θεσσαλονικέων δῆμος μετέωρος ἦν ὅλος ταῖς γνώμαις πρὸς τὴν ἐκείνου ἔφοδον· καὶ μελέτην πεποίηνται τὰς πύλας ἀναπετάσαντες ἀπονητὶ τοῦτον εἰσδέξασθαι προσιόντα. ὁ δὲ βασιλεὺς βαρείαις ἀλγηδόσιν ἐμερίζετο τὴν ψυχὴν καὶ τοὺς ἐς ἀπόγνωσιν συνωθοῦντας λογισμοὺς ἀνεμέτρει συχνὰ καὶ ἀπὸ μέσης ψυχῆς καὶ ζεούσης καρδίας τὴν θείαν ἐπεβοᾶτο βοήθειαν· καὶ νῦν μὲν ἐλπίδας εἶχε χρηστὰς, τὴν συνήθη πρὸς αὐτὸν τοῦ θεοῦ φιλανθρωπίαν μεμνημένος·
νῦν δ’ ἀπογνώσεως λογισμοὶ τὴν αὐτοῦ ψυχὴν πικρῶς ἐπεβόσκοντο. ὅθεν ἔξω μὲν πρὸ τῶν τειχῶν ἡμεροσκόπους ἔπεμψε στρατιώτας τριάκοντα, κατὰ τὴν τοῦ Σφραντζῆ προαναφώνησιν· πρὸ δὲ τοῦ λιμένος εἶχε τριήρη μίαν ταχυναυτοῦσαν, εἰς ἣν ἔμελλεν ἐλθόντος ἀπράκτου τοῦ Σφραντζῆ εἰσπηδήσειν τε εὐθὺς ἅμα τοῖς ἀμφ’ αὑτὸν καὶ ἀποπλεῦσαι τὴν ταχίστην ἐς τὰ τῶν Βυζαντίων βασίλεια. (Η.) Ὡς δὲ ἐγγύς τε αἱ δυνάμεις ἐγένοντο καὶ ἐστρατοπεδεύσαντο σταδίων οὐ πόῤῥω τοῦ ἄστεος ἑξήκοντα, ἐπίδοξοι ὄντες καὶ ἐς τειχομαχίαν τῇ ὑστεραίᾳ καταστῆναι, ἀπογνοὺς ὁ Σφραντζῆς τὴν ὁρμὴν ἤδη τελέως ἐς τὴν τοῦ ἀποδρᾶναι μελέτην ἠκόνησε· καὶ τοιαύτην τινὰ πλασάμενος πρόφασιν πρόσεισιν, ὡς εἰώθει, τῷ Συργιάννῃ· καὶ βούλεσθαί φησι παρεξιὼν τοῦ στρατοπέδου μικρὸν κατασκοπεῦσαί τινα τὰ τείχη τοῦ ἄστεος, εἰ ὡπλισμένοις ἀνδράσιν εἴη πεπυργωμένα. ὁ δὲ μηδέν τι τὸν λόγον ἔχειν ὑποπτεύσας πανοῦργον, ἄπιθι, ἔφη, ἕψομαι δὲ καὶ αὐτός. καὶ προῄει μὲν ὁ Σφραντζῆς ἅμα τοῖς δυσὶ θεράπουσιν, οἳ τὸ φονικὸν καὶ αὐτοὶ συνῄδεσαν σκέμμα αὐτῷ.
εἵπετο δὲ μόνος ὁ Συργιάννης, τοῦ θεοῦ σφήλαντος οἶμαι τὴν τούτου σύνεσιν, ὅτε μάλιστα τὸ πᾶν ἤλπισεν ἔχειν. καὶ ὡς δώδεκά που σταδίους τοῦ στρατοπέδου ἀπέστησαν, στραφέντες ἐκεῖνοι καὶ ἰδόντες παρὰ πᾶσαν ἐλπίδα ῥᾴδιον ὑπὸ τῆς τύχης τὸ σφόδρα ζητούμενον καταστὰν κατέκοψαν περιστάντες τοῖς ξίφεσι· καὶ εὐθὺς, πρὶν αἰσθέσθαι τινὰ τῶν τοῦ στρατοπέδου, ᾤχοντο σπουδῇ προσελάσαντες ἐς τὸ ἄστυ. ὁ δὲ Κράλης ἀπογνοὺς τῇ ὑστεραίᾳ σπονδὰς πρὸς τὸν βασιλέα αἰτήσαντα πεποίηκε καὶ ὡμίλησεν ἐξιόντι καὶ δῶρά τινα παρ’ αὐτοῦ λαβὼν οἴκαδε ἀνεχώρησε· καὶ τοῦτο μὲν δὴ τὸ ἔτος ἐν τούτοις ἐτελεύτα. η. Τῷ δ’ ἐφεξῆς ἔτει ἧκον ἐκ τῆς παλαιᾶς Ῥώμης ἐπίσκοποι δύο, ἀπεσταλμένοι παρὰ τοῦ Πάππα, διαλεξόμενοι περί τε εἰρήνης καὶ ὁμονοίας τῶν ἐκκλησιῶν. καὶ ἦν εὐθὺς ἰδεῖν πολλοὺς τῶν τοῦ δήμου ζῆλον μὲν λαμβάνοντας, οὐ κατ’ ἐπίγνωσιν δὲ, καὶ πρόχειρόν τινα καὶ ἀταμίευτον προτείνοντας γλῶσσαν καὶ πρός γε ἔτι συνωθοῦντας καὶ αὐτόν γε τὸν πατριάρχην ἐς διαλέξεις.
PG 148:703ὁ δ’ οὔτε τὴν γλῶσσαν ἔχων ἠκονημένην ἐκ τῆς τῶν λόγων ἀσκήσεως καὶ ἅμα τοὺς πλείστους τῶν περὶ αὐτὸν ἐπισκόπων ἀμαθίᾳ συζῶντας πλείστῃ κατανοῶν ὑπεστέλλετο μὲν, οὐκ εἶχε δ’ ὅπως ἀναχαιτίσῃ τοῦ δήμου τὸν θόρυβον. διὸ παρακαλεῖν ἔγνωκε δεῖν ἐς τὴν τοιαύτην παράταξιν καὶ ἡμᾶς, τοὺς ὡπλισμένην μὲν ἔχοντας γλῶτταν ἐκ τῆς τοῦ λόγου παρασκευῆς, ἔξω δὲ τοῦ ἱεροῦ καταλόγου τυγχάνοντας. ἐγὼ δὲ τὰ μὲν πρῶτα πολὺς ἦν ἐγκείμενος καὶ παραινῶν σιωπᾷν καὶ σχήματι χρῆσθαι μεγαλοπρεπεῖ τινι καὶ νοῦν ἐπαγγελλομένῳ, μηδενὸς ἀξίαν λόγου τὴν τῶν Λατίνων νομίζοντα πρόκλησιν, λόγους τῆς χρείας οὐκ ἀναγκαίως ἀπαιτούσης ἐνταῦθα. ἀλλ’ ἐπειδήπερ οὐκ ἀνύποπτον αὖθις ἑώρων ὡς τὰ πολλὰ διατελοῦν τὸ τῆς σιωπῆς, ἀλλὰ πολλαπλοῦς καὶ πολυσχιδεῖς βλαστάνον καὶ διανέμον τοῖς ἔξω τοὺς λογισμοὺς, καὶ μάλιστα τοῖς τοιούτοις, οἳ γνώμην καὶ γλῶσσαν ἤσκησαν ἀταμίευτον, ἀπολαβὼν ἰδίᾳ τόν τε πατριάρχην καί τινας τῶν ἐλλογίμων ἐπισκόπων τὴν ἐμαυτοῦ γνώμην ἐπεδειξάμην, τοιαῦτά τινα διεξελθὼν ἐπ’ αὐτῶν.
(Β.) Ἐμοὶ μὲν οὕτως ἔχειν πρὸς τὴν παροῦσαν ἅμιλλαν καὶ οὕτω προθυμίας οὐδὲν οὐδαμῆ γε ἐλλείπειν ἔπεισιν, ὥστ’ οὐ γλῶτταν μόνον ὁπλίζειν περίεστιν, ἀλλὰ πρό γε ταύτης καὶ γνώμην αὐτὴν, ῥίζαν ταύτην οὖσαν καὶ πηγὴν τῆς γλώττης καὶ ἅμα χορηγὸν καὶ πρύτανιν τῶν λεγομένων. ὁρῶντι δὲ τοὺς πολλοὺς πρὸ τοῦ καιροῦ καὶ τῆς χρείας μεγάλην τινὰ καὶ θρασεῖαν προϊεμένους τὴν γλῶτταν, καὶ τῷ σφῶν αὐτῶν βουλομένῳ ἅμα καὶ τοὺς καιροὺς εὐθὺς καὶ τὰ πράγματα σύνδρομά τε καὶ πρόδρομα γίνεσθαι οἰομένους, δεδιέναι μοι ἔπεισι, μὴ τῆς χρείας καὶ τοῦ καιροῦ παραστάντος λειποταξίου δίκην ὀφλήσωσι, τῶν ὅπλων ἑκόντες τοῖς ἐναντίοις παραχωρήσαντες. ἔνθα γὰρ φιλοτιμία τρόφιμος ἀπειρίας ὅλην ἐνδυσαμένη τὴν ἀωρίαν τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ πέρας ἀκολουθεῖν τοῖς προοιμίοις ἐπιεικῶς ἀντιστρατευόμενον, οὐδὲν ἀπεικός. οὐδὲ γὰρ, ὡς ἔοικεν, εἰδέναι ἔπεισι τοῖς τοιούτοις, μὴ τὴν γλῶτταν δύνασθαι καθιστᾷν τοὺς καιροὺς ἀνυσίμους, τοὺς δὲ καιροὺς τὴν γλῶτταν·

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐδ’ ὅτι Τυρσηνικῆς σάλπιγγος οὐδεὶς ἀνδρῶν μεγαλοφωνότερος ὁμοῦ δ’ ὅμως τῷ πληγέντι ἀέρι καὶ αὕτη δαπανᾷ καὶ λύει τὸ κράτος τῆς τέρψεως, οὐδένα καρπὸν τοῖς ἔπειτα καταλείπουσα τῆς ἠχοῦς μονιμώτερον. ὅτι δ’ οὐ χρεὼν ὁμοῦ καὶ τοὺς ὅσοι γε βαθεῖαν αὔλακα διὰ φρενὸς καρποῦνται, παραλόγοις ἑπομένους ὁρμαῖς ἐς αὐθαιρέτους ἰέναι κινδύνους, δῆλον οἶμαι τοῖς ἅπασιν εἶναι· δηλώσομεν δὲ καὶ αὐτοὶ προϊόντες. ὥσπερ γὰρ δυοῖν στρατοπέδοιν ἐς μάχην ἀποκριθέντων ἡ τοῦ ἑνὸς εὐβουλία φθοροποιόν τινα θατέρῳ χορηγεῖ τὴν δύναμιν βουλευομένῳ κακῶς καὶ τοὐναντίον αὖθις, οὕτω κἀνταῦθα· εἰ πρὶν καλῶς ὁμοῦ καὶ συνετῶς ἐσκέφθαι πρὸς διαλέξεις καὶ ἡμεῖς ἀπαντῴημεν τῶν ἐναντίων, ἕψεται πρὸς αἰσχύνην ὁρῶσι χρῆσθαι τοῖς τῶν κακῶς δεδογμένων πέρασι. καὶ μή μοι λεγέτω τις, ὡς πολλοὶ πολλάκις ὁρμαῖς ὀξυτέραις τοῦ δέοντος τὴν ἡγεμονίαν τῆς γλώττης ἐγκεχειρικότες νίκης καὶ τροπαίων κληρονόμοι γεγένηνται. πρῶτον μὲν γὰρ οὐ κανόνα καὶ στάθμην εὐνομίας ἡγεῖσθαι χρεὼν ἀστάθμητον πρᾶγμα· ἔπειτα οὐδὲ τὴν ἀπερίσκεπτον ἴσμεν ὁρμὴν οἴκοθεν φέρουσάν ποτε τὰ τῆς νίκης ἐφόδια·
PG 148:705ἀλλὰ τῆς τῶν ἀντιπαραταξαμένων μείζονος κακοβουλίας ὕλην παράδοξον χορηγησάσης πολλάκις ἐς τὸ κατορθοῦν τῇ ἀντιστρατήγῳ θρασύτητι, ἐς τὴν τοῦ βελτίονος μοῖραν ἀπενηνέχθαι ἔδοξε καὶ τὰ φαῦλα· ὥσπερ αὖ πολλάκις τὸ τῶν ἀντιπάλων συνετώτερον βούλευμα παρήλασε καὶ τοὺς ὀρθῶς βεβουλεῦσθαι δόξαντας. ἀδήλου γὰρ ὄντος τοῦ μέλλοντος ἐγχωρεῖ καὶ τοιαῦτα συμβαίνειν ἐνίοτε. ἀλλ’ ἡμῖν γε οὐ νόμον ποιεῖσθαι δήπου χρεὼν παραλόγων κατορθωμάτων κατάλογον· καὶ μάλιστα νῦν, ὁπότε περὶ τοῦ τῆς εὐσεβείας κράτους τὰ παλαίσματα διακινδυνεύεται. τούτων γὰρ εἵνεκα παρελήλυθα· συμβουλεύσων ἃ συμφέρει ἐνόμισα καὶ τῇ παρούσῃ χρείᾳ ὅσον ἔξεστι καὶ αὐτὸς συνεισενεγκεῖν. εἰ δ’ ὀρθῶς ἢ μὴ, σκοπεῖν λείπεται. οὐδὲ γὰρ νομοθετήσοντες ἥκομεν, οὐδ’ ἀποφαντικῶς τὰ ἡμέτερα λέξειν δόγματα. ἀλλ’ ὥςπερ πάλαι ταῖς ἀριστοκρατουμέναις ἐγίγνετο πόλεσιν, οὕτω καὶ ἡμῖν ἐράνου δίκην τὰ τῇ διανοίᾳ πρὸς τὸ παρὸν ἐπιτρέχοντα συνεισφέρειν ἔδοξε δίκαιον. ἃ τοίνυν λέγειν προήγμεθα τήμερον, ἀπαγόρευσίς ἐστι μὴ πάντας αὐτονομίᾳ βουλήσεως ῥέοντας ὁμόσε χωρεῖν ἐς διαλέξεις καὶ ἀπαντήσεις τῶν ἐξ Ἰταλίας ἰόντων·
ὅπου γε μηδὲ τοῖς προεδρεύουσι καὶ τιμῆς τοιαύτης ἠξιωμένοις, πρὶν μετ’ ἀλλήλων τὸν τῆς διαλέξεως ἐσκέφθαι σκοπὸν, χρεὼν ἀπαντᾷν· εἰδότας, ὅτι πρᾶξις πᾶσα καὶ λόγος ἅπας ἔχει σκοπὸν καὶ τέλος, πρὸς ὃ βλέποντας τόν τε πράττοντα καὶ λέγοντα τήν τε πρᾶξιν ὁμοῦ καὶ τὸν λόγον εὐθύνειν προσήκει. τούτου δ’ ἀπόντος κίνδυνον εἶναι, μάταιον σπουδήν τε πᾶσαν καὶ πόνον ἅπαντα νομίζεσθαι. οἷον ὁ πλέων οὐ τοῦτο βούλεται καὶ τοῦτ’ ἔχει σκοπὸν, ὅπερ ἐργάζεται, ἀλλ’ ἐκεῖνο μᾶλλον, οὗ ἕνεκεν ἐργάζεται ὅπερ ἐργάζεται. κέρδους γὰρ ἕνεκα, καὶ οὐ τοῦ κύμασι καὶ πνευμάτων βίαις διακυβεύειν τὸ ζῇν, ἀνάγει τὴν ναῦν. καὶ ὁ τοξότης δ’ ὁμοίως οὐκ αὐτὸ καθ’ αὑτὸ τὸ τοξεύειν, ἀλλὰ τοῦ βαλεῖν τὸν πολέμιον εἵνεκα τοῦτο προῄρηται. ἐνταυθοῖ δ’ οὐχ ὁρῶ, τίνος εἵνεκα κέρδους καὶ πρὸς τίνα βλέπων σκοπὸν διαλέγεσθαι ἄν τις ἕλοιτο, εἰ μήτ’ αὐτοὶ τοῖς ἡμῶν, μήθ’ ἡμεῖς τοῖς αὐτῶν συνθέσθαι βουλήμασιν ἔγνωμεν πώποτε, κἂν πάντες φῶσι λίθοι, κἂν πάντα φυτά.
ἔτι μὴν καὶ τῶν ἀτοπωτάτων ἂν εἴη καὶ πόῤῥω που τοῦ προσήκοντος πορευόμενον λόγου, τοὺς μὲν Ὀλυμπιάσιν ἀγωνιστὰς, καὶ ὅσοι γῆς ἕνεκα σταδιαίας ἀμφισβητοῦσι, καὶ εἴ τις λωποδυσίαις ἁλίσκοιτο, τούτοις ἐξεῖναι πᾶσιν Ἑλλανοδίκας τινὰς καὶ κριτὰς ἀῤῥεπεῖς προκαθίζειν, ὡς μὴ λάθῃ παραῤῥυεὶς ὁ τοῦ δικαίου κανὼν, μᾶλλον δ’ ἵνα μὴ ἀνήνυτον ἔχῃ τὸν δρόμον ἡ τῆς ἀμφισβητήσεως ἔρις, μηδενὸς προκειμένου κανόνος καὶ στάθμης, πρὸς ἃ παραμετρηθέντες οἱ τῶν ἀνταγωνιζομένων λόγοι τῆς ἔριδος ἀπαλλάξωνται· τοὺς δὲ τῶν περὶ θεοῦ λεγομένων κοινολογεῖσθαι βουλομένους καὶ οὕτω μέγιστον διανύειν τὸν δίαυλον καὶ μεγίστην ἐπισείοντα βλάβην ψυχαῖς ὁμοῦ τε καὶ σώμασι, τούτοις δὲ μηδένα προκαθίζειν κριτὴν, ὃς ἂν τὰ παρ’ ἑκατέρων βασανίζων λεγόμενα τοῖς μὲν τὴν νικῶσαν χαρίσηται ψῆφον, τὰ δ’ ὡς ἀνεμιαῖα καὶ κηφηνώδη παρακρούσηταί τε καὶ τοῦ χοροῦ διαγράψῃ τῆς ἀληθείας·
ἀλλ’ ὅμοια ποιεῖν ἐκείνοις, οἳ περὶ γῆς ὅρων, ὡς ἔπος εἰπεῖν, πρὸς ἀλλήλους μαχόμενοι πρῶτα μὲν ταῖς ἀπὸ γλώττης λοιδορίαις περὶ τῆς νίκης διαγωνίζονται, εἶτα βραχίονι καὶ παλάμῃ τὴν ἀπαλλαγὴν ἐπιτρέπουσιν, ὃς ἂν ἐπικρατέστερος καταστὰς ἢ λίθῳ θατέρου πατάξῃ τὴν κεφαλὴν, ἢ κονδύλῳ τρώσῃ καιρίαν, ἢ τυχὸν οὑτωσί πως ξίφος παρὰ πλευρὰν ἐλάσας ἐναρίθμιον τοῖς ᾅδου καθεύδουσι τάχιστα τὸν ἀνταγωνιστὴν ἀποδείξῃ. εἰ δὲ δυοῖν ὄντων ἡμῶν τῶν ἀμφιςβητούντων μερῶν τρίτον οὐκ ἔστιν εὑρόντας προενεγκεῖν ἐπόπτην καὶ πρύτανιν τἀληθοῦς καὶ δεῖ διὰ ταῦτα θάτερον τῶν μερῶν ἐπικρίνειν τοῖς λεγομένοις, ἡμᾶς ἔδει κριτὰς αὐτῶν εἶναι καὶ οὐκ αὐτοὺς ἡμῶν. τὸ μὲν γὰρ ἡμέτερον δόγμα παρ’ ἀμφοτέρων, ἡμῶν τε καὶ αὐτῶν, ὁμοίως εὖ ἔχον ὁμολογεῖται. τὴν δὲ παρ’ αὐτῶν καινοτομηθεῖσαν προσθήκην καὶ τῆς εὐθείας παρεκτροπὴν μόνοις αὐτοῖς ἀκατηγόρητον εἶναι δοκεῖ, ἡμῖν δὲ καὶ μάλα ἥκιστα. μετεώρου τοίνυν τῆς ζητήσεως οὔσης, εἰ χρὴ κοινωνεῖν αὐτοῖς τοῦ καινοτομήματος, ἐς ἡμᾶς τὸ κρίνειν καὶ ἀποφαίνεσθαι περιήκει καὶ οὐκ εἰς αὐτοὺς, ὑπευθύνους γε ὄντας.
PG 148:707εἰ δὲ τῆς τοῦ μεγάλου Πέτρου καθέδρας αὐτοὶ διάδοχοι καὶ κληρονόμοι γενέσθαι φασὶ καὶ τοῦτ’ ἐπισείουσι καθ’ ἡμῶν, καθάπερ τὰ νέφη τοὺς κεραυνοὺς, κἀντεῦθεν τῶν σφισι δοξάντων αὐτουργοὺς ἡμᾶς κατὰ τὸν τῶν ἀκρίτων νόμον ἀξιοῦσι γενέσθαι, φροντίζειν οὐ χρή. διὰ γὰρ τοῦτο μᾶλλον μεμισῆσθαι καὶ ἀπεστράφθαι δίκαιοι, ὅτι τῆς τοῦ θρόνου τιμῆς ἀναξίως ἐπεπράγεσαν. οὐ γὰρ ὅσα βούλονται, ταῦτα καὶ δογματίζειν ἐκέλευσε Κλήμεντι καὶ τοῖς ἐφεξῆς διαδόχοις ὁ Πέτρος, ἀλλ’ ὅσα δεῖ (φησὶ) δεσμεῖν καὶ λύειν αὖθις ὅσα δεῖ. οὗτοι δὲ τὰ πάσαις ταῖς ἁγίαις βεβαιωθέντα καὶ κυρωθέντα συνόδοις παραδραμόντες εἰς ἔργον ἐξήνεγκαν, ἃ μόνοις αὐτοῖς βουλομένοις ἦν. ἔπειτα οὐδὲ τὸ πάλαι καλῶς κρατῆσαν ἔθος καὶ παρά τε τῶν βασιλέων παρά τε τῶν διδασκάλων τῆς ἐκκλησίας ἄνωθεν κυρωθὲν παρορᾶσθαι δίκαιον. ἔθος γὰρ, ὁπότε περὶ δογμάτων ἀγῶνες τῇ ἐκκλησίᾳ καθίστασθαι μέλλοιεν, πάντας διὰ κοινοῦ θεσπίσματος καὶ ψηφίσματος τοὺς τῆς ἐκκλησίας προμάχους καλεῖν, οὐ μόνον ὁπόσοι τὰς πολλαχῆ τῆς γῆς διέλαχον μητροπόλεις εὐαγγελικοῦ κηρύγματος ἕνεκα, ἀλλὰ καὶ ὅσοι πατριαρχικὴν ἀξίαν περίκεινται·
τόν τε Ἀλεξανδρείας καὶ Ἱεροσολύμων φημὶ καὶ τὸν τὴν Ἀντιόχου διέποντα· οἳ χώραν ἕξουσι μὴ κληθέντες σάλους καὶ κλύδωνας κατὰ τῆς ἡμῶν ὁμονοίας ἐγεῖραι καὶ εἰς χειμῶνα τὸ τῆς ἐκκλησίας ἔαρ μεταβαλεῖν. εἰ γὰρ πάλαι Θεοδώρητος, ὁ τῆς Κύρου ἐπίσκοπος, εἷς ὢν καὶ οὐδὲ πατριαρχικὴν ἀξίαν περικείμενος, οὐδ’ ἄλλως ἐπίσημον ἔχων θρόνον, τοσαύτην φιλονεικίας ἀνῆψε κάμινον, ὥστε πλείστους ὄντας τοὺς ἐξ Ἀσίας τε καὶ Εὐρώπης ἐν τῇ κατ’ Ἔφεσον ἀθροισθέντας συνόδῳ μακροῦ μετασχεῖν τοῦ καπνοῦ· πολλῷ ἂν ῥᾷον ὀλίγους ὄντας ἡμᾶς πλείους ὄντες οἱ μὴ παρόντες ἐπίσκοποί τε καὶ πατριάρχαι ταῖς τε ἀπὸ γλώττης καταδράμοιεν λοιδορίαις καὶ πολὺν καθ’ ἡμῶν ἀναφλέξαιεν τὸν τῆς φιλονεικίας πυρσόν. ἄλλως τε καὶ τοῖς διαλεγομένοις ὄργανον εἶναι νομίζεται τὸν συλλογισμὸν εἰς τὴν τοῦ προκειμένου κατασκευὴν, καθάπερ τὴν σκαπάνην τῷ σκαπανεῖ καὶ τὴν κώπην τῷ πλέοντι. ὃ καὶ παρ’ αὐτοῖς δὴ τοῖς Ἰταλοῖς, εἴπερ ἄλλο τι, σπουδαζόμενον ἴσμεν.
ἐνταυθοῖ δὲ χώραν οὐκ ἔχειν εὑρίσκομεν τὸν συλλογισμὸν, οὔτε τὸν κατ’ ἐπιστήμην τὴν ἀποδεικτικὴν, οὔτε μὴν τὸν κατὰ τὴν διαλεκτικὴν τέχνην, περί τε θεοῦ καὶ τῶν τῆς θείας καὶ ζωαρχικῆς τριάδος τῆς ζητήσεως οὔσης. εἰ γὰρ τὴν ἐπιστημονικὴν ἀπόδειξιν ὁμολογουμένων τε καὶ ἀναποδείκτων δεῖσθαι προτάσεων καὶ γνωριμωτέρων τοῦ συμπεράσματος ἕπεται, αὗται δ’ ἢ ἐπαγωγῇ, ἢ αἰσθήσει, ἢ ἐμπειρίᾳ γίνονται φανεραί· οὐκ ἔστιν ἄρα συλλογίζεσθαι κατ’ ἐπιστήμην τὴν ἀποδεικτικὴν ἐνταυθοῖ. δυσθεωρήτους γὰρ τοὺς περὶ τῶν θείων εἶναι λόγους καὶ μάλα ἀκαταλήπτους· καὶ τοῦτο δείκνυται μὲν ὥσπερ τοῖς ἡμετέροις, οὕτω δὴ καὶ τοῖς θύραθεν θεολόγοις, τοῖς τε ἄλλοις καὶ οὐχ ἧττον Πλάτωνι τῷ Ἀρίστωνος. θεὸν γὰρ, φησὶ, νοῆσαι μὲν χαλεπὸν, φράσαι δ’ ἀδύνατον. ὃ δὴ μικρὸν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἡγησάμενος ἐν τοῖς περὶ θεολογίας λόγοις οὑτωσί πως ἐπιδιορθοῦται λέγων· θεὸν φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος· νοῆσαι δὲ ἀδυνατώτερον. τὸ γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ’ ἀμυδρῶς γε τῷ μὴ πάντη τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν.
PG 148:709τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀμήχανον καὶ ἀδύνατον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν· οὐκ οἶδα δὲ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσι. τούτου δ’ οὕτως ἔχοντος οὔθ’ ὁ συλλογίζεσθαι θέλων ἐν τούτοις οἶδεν ἃ συλλογίσεται, οὔθ’ ὁ ἐρωτῶν εἴσεται ἅπερ ἀκούσειεν. ὅτι μὲν οὖν ἥκιστα χρήσιμος ὁ κατ’ ἐπιστήμην ἀποδεικτικὴν ἐνταῦθα συλλογισμὸς, δῆλον· ὅτι δ’ ὁμοίως καὶ ὁ κατὰ τὴν διαλεκτικὴν τέχνην ἀχρεῖος, ἐνδόξους καὶ ἀμφιβόλους ἔχων τὰς προτάσεις, ἐκ τῶν ἐφεξῆς ἔσται δῆλον. φησὶ γὰρ ὁ Νύσσης Γρηγόριος, ὅτι τὸ κατὰ τὴν διαλεκτικὴν τέχνην διὰ συλλογιστικῆς τε καὶ ἀναλυτικῆς ἐπιστήμης βεβαιοῦσθαι καὶ τὰ ἡμέτερα δόγματα, ὡς σαθρόν τε καὶ ὕποπτον εἰς ἀπόδειξιν ἀληθείας, τὸ τοιοῦτον εἶδος τοῦ λόγου παραιτησόμεθα. πᾶσι γάρ ἐστι πρόδηλον, τὸ τὴν διαλεκτικὴν περιεργίαν ἴσην ἐφ’ ἑκάτερα τὴν ἰσχὺν ἔχειν, πρός τε τὴν τῆς ἀληθείας ἀνατροπὴν καὶ πρὸς τὴν κατηγορίαν τοῦ ψεύδους.
PG 148:711ὅθεν καὶ αὐτὴν τὴν ἀλήθειαν, ὅταν μετά τινος τοιαύτης τέχνης προσάγηται, δι’ ὑποψίας πολλάκις ποιούμεθα, ὡς τῆς περὶ τὰ τοιαῦτα δεινότητος παρακρουομένης ἡμῶν τὴν διάνοιαν καὶ τῆς ἀληθείας ἀποσφαλλούσης. εἰ δέ τις τὸν ἀκατάσκευόν τε καὶ γυμνὸν πάσης περιβολῆς προσίεται λόγον, ἐροῦμεν, ὅπως ἂν οἷόν τε ᾖ, κατὰ τὸν εἱρμὸν τῆς γραφικῆς ὑφηγήσεως, τὴν περὶ τούτων θεωρίαν προσάγοντες. εἰ δὴ οὖν καὶ ἡμῖν θείων πατέρων γραφαῖς ὁπλίζεσθαι καὶ ἀντιστρατεύεσθαι κατ’ αὐτῶν ἀναγκαῖον ἐτύγχανεν, ἀκατασκεύῳ τῷ τρόπῳ καὶ αὐτοὶ ταῖς σαφεστέραις ἂν ἐχρησάμεθα, καὶ ὁπόσαι προφανῆ καὶ ἀνανταγώνιστον τὸν ἐγκείμενον τοῖς μετιοῦσι παρέχουσι νοῦν, καὶ οὐ μάλα δὴ ταῖς αἰνιγματώδεσι καὶ δυναμέναις διά τε τὰς τῶν ὑποκειμένων ὁμωνυμίας καὶ διὰ τὸ τῆς λέξεως καὶ τῶν ὀνομάτων ὁμιχλῶδές τε καὶ ἀμφιῤῥεπὲς πολλαχῶς ἑρμηνεύεσθαι. εὑρίσκομεν γὰρ πολλαχῆ τῆς θείας γραφῆς ἐπίκρυψίν τινα τοῖς ὀνόμασιν ὑποκαθημένην, ὡς τὸ εἰκός.
ὥσπερ γὰρ οἱ τῶν βασιλέων θάλαμοι, καὶ ὁπόσα ἀνθρώποις ἱερά τε καὶ τίμια, ὑπὸ παραπετάσμασιν ἄλλα ἄλλοις καλύπτονται, ἵνα μήτε δήμοις ἀνοσίοις προκείμενα κιβδηλεύηται, μήτε περιφρονῆται διὰ τὸ τῆς καταλήψεως πρόχειρόν τε καὶ ἄπονον, οὕτω δὴ καὶ τὰ πλεῖστα τῆς θείας γραφῆς καὶ μάλιστα οἷς μυστικοί τινες ὑφεδρεύουσι λόγοι, καθάπερ ὑπὸ παραπετάσμασι καλύπτονται τοῖς τοιούτοις ὀνόμασιν, ὅσα πολὺν τὸν γνόφον ἐπισύρονται καὶ σκότος ἀποκρυφὴν ἑαυτῶν τίθενται καὶ κύκλῳ αὐτῶν τὴν σκηνὴν αὐτῶν. εὑρίσκομεν δὲ καὶ τοὺς θείους πατέρας, Βασίλειόν φημι καὶ Χρυσόστομον, Μάξιμόν τε καὶ Κύριλλον, παραγγέλλοντας, μὴ ὅσα τῶν ὀνομάτων, μηδ’ ἐν ὅσοις ὑποκειμένοις ἠχοῦσι ταὐτὸν, καὶ κατὰ τρόπον εὐθὺς ἐκλαμβάνειν ὁμοῦ τὸν αὐτὸν, μηδὲ ταῖς λέξεσι προσέχειν καθάπαξ τὸν νοῦν, ἀλλὰ ταῖς τῆς ὑποκειμένης ὑποθέσεως ἐννοίαις καὶ τὸν σκοπὸν ὁμοῦ καὶ τὴν πρόθεσιν τῆς μελετωμένης γραφῆς ἐξετάζειν, ὡς τὸ εἰκὸς, καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς ἀναλόγως καὶ καταλλήλως ἐφαρμόζειν καὶ συμβιβάζειν.
φησὶ δὲ καὶ ὁ θεολόγος Γρηγόριος, ὅτι ταῖς προσηγορίαις τινὲς ὁμοῦ καὶ τὴν οὐσίαν παχυμερῶς συνδιαιρεῖσθαι δοξάζοντες ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσι. τοσαύτης τοίνυν διχοστασίας ἐπιχωριαζούσης περὶ τὰς λέξεις καὶ τὰ ὀνόματα, διὰ τὰς ὁμωνυμίας τῶν ὑποκειμένων πραγμάτων, καὶ ἄλλως μὲν ἐπὶ θεοῦ λαμβάνεσθαι ὀφειλόντων αὐτῶν, ἄλλως δ’ ἐπὶ τῆς γεννητῆς ταύτης καὶ ῥευστῆς φύσεως, τίς ἱκανὸς ἐφικέσθαι δὴ τῆς ἀξίας; εἰ γὰρ τοὺς θείους πατέρας ἐκείνους, τὰ τοῦ πνεύματος ὄργανα, τοὺς πᾶσαν ὑπὲρ ἅπαντας ἀνθρωπίνην σοφίαν διεξελθόντας, εἰ οὖν ἐκείνους ἐν ταῖς θείων γραφῶν ἐξηγήσεσι διαφωνοῦντας εὑρίσκομεν πολλαχῆ καὶ μικροῦ τἀναντία πολλάκις διεξιόντας, διὰ τὸ γνόφῳ πολλῷ καὶ, οἷον εἰπεῖν, προπυλαίοις στεῤῥοῖς καὶ ἀδαμαντίνοις δορυφορεῖσθαι τὰς θείας ταύτας καὶ ὑψηλοτέρας ἐννοίας· τί ἂν ἔχοι τις ἕτερος λέγειν, μήτε τὴν ἀνθρωπίνην σοφίαν ἐγγύς που τυγχάνων ἐκείνων καὶ ἅμα πολλῆς ἀπόζων τῆς μοχθηρᾶς ταύτης καὶ ὑλικῆς προσπαθείας;
ἰδοὺ γὰρ, ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, τὸ, κύριος ἔκτισέ με ἀρχὴν ὁδὸν αὐτοῦ, ὁ μὲν θεῖος καὶ μέγας Βασίλειος περὶ τῆς ἐμφαινομένης τῷ κόσμῳ σοφίας εἰρῆσθαί φησι, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ θεοῦ γέγονε καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει· καθὰ καὶ τοὺς οὐρανοὺς ὁ Δαβὶδ διηγεῖσθαί φησι τὴν δόξαν τοῦ θεοῦ φωναῖς ἀλαλήτοις. ὁ δὲ μέγας ἐν θεολογίᾳ Γρηγόριος τοῦ σωτῆρος τοῦτον εἶναι φάσκει τὸν λόγον· καὶ ἑξῆς ἑρμηνεύων, ὅσα μὲν μετὰ τῆς αἰτίας εὑρίσκει, τῇ ἀνθρωπότητι ταῦτα προστίθησιν, ὅσα δ’ ἁπλᾶ καὶ ἀναίτια, ταῦτα διελὼν λογίζεται τῇ θεότητι. ἀλλ’ οὗτοι μὲν σκεύη τοῦ πνεύματος ὄντες καὶ πρὸς ἕνα βλέποντες σκοπὸν καὶ τὴν τοιαύτην διαφωνίαν ὥσπερ ἐκ διαφόρων ὁδῶν πρὸς ἓν περιάγουσι τέλος, εὐσεβὲς δηλαδὴ καὶ σωτήριον. οἱ δὲ τῶν ἀλλοτρίων αἱρέσεων ἡγεμόνες, πρόφασιν λαμβάνοντες τὸ τῆς διανοίας δυσέφικτον τῶν γραφῶν, δίκην ἱεροσύλων καταξαίνουσι ταύτας καὶ πρὸς ἀβύσσους πυθμένας καθέλκουσι τῶν βλασφημιῶν.
PG 148:713Εἰ γοῦν ἀναγκαῖον ἐτύγχανε καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος ὁπλίζειν τὴν γλῶτταν κατὰ τῶν ἐναντίων, ὡς ἔφαμεν, οὐ τοιούτοις ἂν ἐχρησάμεθα τοῖς ὀνόμασιν, οἷς τὸ πολύτροπον καὶ πολυσχιδὲς ἐμφωλεύει τοῦ νοῦ, ἀλλὰ τοῖς ἀναμφισβητήτως ὡμολογημένοις καὶ συμπεφωνημένοις ἐξ ἀμφοῖν καὶ ὅσα εἰς ἐπινοίας ἄγουσιν ἡμᾶς ἐξ ἀνάγκης τῶν νοητῶν κατὰ τὸ ἁπλούστερον· ἐπεὶ πάμπολλα σφόδρα καὶ ταῦτα ἐπανθεῖ τῇ θείᾳ γραφῇ. ἐπεὶ δ’ οὐκ ἀναγκαῖον τοῦθ’ ἡμῖν ἐστιν ἐν τῷ παρόντι, ἐρηρεισμένοις καὶ ἡδρασμένοις ἐπὶ ταῖς κρείττοσι ῥήσεσι καὶ ἀσφαλεστέραις, ταῖς τε εὐαγγελικαῖς δηλαδὴ καὶ ὡς ἄνωθεν τοῖς ὁσίοις πατράσι τὸ θεῖον τῆς πίστεως κεκύρωται σύμβολον (ταῦτα γὰρ ὅροι καὶ θέσεις ὡς ἀληθῶς γνωριμώτεραί τε καὶ ἀναπόδεικτοι)· σιωπῇ τὰς αὐτῶν φιλονείκους ἐνστάσεις καὶ ἀντιθέσεις ἀνατρέπειν μᾶλλον ἢ λόγοις, ἐμοὶ δοκεῖ δικαιότερον. εἰ δέ τις ἐνίσταιτο, τοὺς θείους πατέρας συλλογισμοῖς πολλάκις χρωμένους παράγων ἐν τοῖς τοιούτοις· οὐκ ἂν ἔγωγε καίρια φάσκειν φήσαιμι τοῦτον.
PG 148:715οὐ γὰρ ἵνα δείξωσιν, οὔθ’ ὅ,τι ἐστὶ τὴν φύσιν ὁ θεὸς, οὔθ’ ὅ,τι ἐστὶν υἱοῦ γέννησις, οὔθ’ ὅ,τι ἐστὶ πνεύματος ἁγίου ἐκπόρευσις, ἀλλ’ ἵνα μᾶλλον ἄλλως ἐπίσχωσι τοὺς ἀτάκτως τῇ θεολογίᾳ ἐπιπηδῶντας. εἰ δ’ οὖν, λεγέτω μοί τις παρελθὼν, τί βουλόμενος ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος οὑτωσὶ σχηματίζει τὸν λόγον πρὸς τοὺς ἐριστικῶς ἐρωτῶντας περί τε τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως· εἰπέ μοι, φάσκων, σὺ τὴν ἀγεννησίαν τοῦ πατέρος, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω, εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀῤῥήτου καὶ ὑπὲρ λόγον φύσεως. καὶ μετ’ ὀλίγα πάλιν, τοῦ ἐναντίου ζητοῦντος ὑπόδειγμα καὶ ὁμοίωσιν καὶ δός μοι λέγοντος ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱὸν, τὸ δὲ οὐχ υἱὸν, εἶτα ὁμοούσια, καὶ δέχομαι θεὸν καὶ θεὸν, ἀποκρίνεται λέγων·
δός μοι καὶ σὺ θεὸν ἄλλον καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς θεὸς μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; λίαν γὰρ αἰσχρὸν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καὶ, ὅ φησιν Ἠσαί̈ας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς. διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν· ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητόν· καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ὥς φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος. ταῦτα δὴ τοίνυν οὐ θέλοντός ἐστι κατασκευάζειν ὅ,τι ἐστὶ ταῦτα, ἀλλ’ ἀνασοβοῦντος καὶ ἀποτρέποντος τοὺς ἀλόγως εἰς τοιαύτας κατασκευὰς καταφεύγοντας. πῶς γάρ; ὃς οὐδ’ ὀνόματά φησι προσήκοντα φύσει θεοῦ τοῖς ἀνθρώποις ἔστιν εὑρεῖν. ὀνομάζομεν γὰρ, ὡς ἡμῖν ἐφικτὸν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. εἰ γὰρ τῶν νοητῶν (φησὶν) ἔσχατα ψυχὴ καὶ λόγος κύριον οὐ κέκτηνται τοὔνομα·
ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, τοιαύτην οὐκ ἔχουσα φύσιν, καὶ ὁ λόγος δ’ ἄῤῥενος φύσεως ἥκιστα ὢν ἀῤῥενικὸν καὶ αὐτὸς ἐκτήσατο τοὔνομα· εἰ οὖν ταῦτα κύριον οὐ κέκτηνται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπικεκλῆσθαι φήσαιμεν; τοσαύτης τοίνυν νυκτὸς ἐπιπροσθούσης τῇ ἡμετέρᾳ διανοίᾳ τῶν τε νοημάτων καὶ ὀνομάτων, τίς ἂν ἐν τούτοις συλλογίζεσθαι δυνηθείη; εἰ δέ τις ἐπιχειροίη, διπλῶς ἁμαρτάνει. οὔτε γὰρ οἶδεν ἐν τούτοις οὐδὲν καὶ ἅμα λέληθεν ἑαυτὸν οὐκ εἰδώς. ὁ δ’ οὐκ εἰδὼς ὅτε δεῖ καὶ ὅπη δεῖ συλλογίζεσθαι, οὐδ’ ὅτε δεῖ συλλογιζόμενος, συλλογίσεται οἷα δεῖ καὶ ὅπως δεῖ· εἰ δ’ αὐτὸς ἴσως, ἀλλ’ οἵ γε ἀκούοντες δι’ ὑποψίας ποιήσονται τὰ λεγόμενα καὶ φυλάξονται, ἀφέλειάν τε καὶ ἄνοιαν ἅπαξ αὐτοῦ καταγνόντες. τάχα δ’ ἂν καὶ σιωπῇ παντελεῖ τὰς τῶν ἀτόπων ἐκείνων ἔριδας καὶ οἱ θεῖοι ἐκεῖνοι πατέρες ἀπεκρούσαντο, εἰ μὴ ἐς ἀνάγκας καὶ ἄκοντες ἀντιλέγειν ἤγοντο, ῥᾷστα τὸν ὄχλον ὁρῶντες ταῖς ἄλλοτε ἄλλως ἐπιφυομέναις αἱρέσεσι προσιόντα διὰ τὸ ἀνέδραστον ἔτι περὶ τὴν πίστιν καὶ οὐ σφόδρα τοι ἀναμφίβολον.
PG 148:717νῦν δ’ οὕτω βεβαιωθέντων καὶ στηριχθέντων εἰς τὴν πίστιν τοῦ πλήθους, ὥστε θᾶττον ἂν ἴδοι τις τὸν σίδηρον μεταθέντα τὴν φύσιν, ἢ τούτους βραχὺ τῶν πατρίων μεταθεμένους δογμάτων, τίς χρεία λόγων ὠφελησόντων οὐδέν; καὶ γὰρ ἵνα κἀγὼ τὰ τοῦ Ἀποστόλου κατὰ καιρὸν φθέγξωμαι, πέπεισμαι, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε κτίσις ἑτέρα δυνήσεται τούτους τῶν πατρίων ἀποστῆσαι θεσμῶν καὶ δογμάτων. ἔπειτα, εἰ μὲν πρώτως ἤδη ταῦτ’ ἐνοχλοῦντες ἦσαν καὶ πρώτοις ἡμῖν τὰ τοιαῦτα προὐτίθεσαν, ἴσως ἂν καὶ αὐτοὶ πρὸς λόγων ἀγῶνας παρεσκευαζόμεθα τήμερον ξύν γε θεῷ. ἐπεὶ δὲ πάλαι ταῦτ’ ἐξήτασται καὶ τάξιν εἰλήφεσαν τὴν προσήκουσαν καὶ τὸ κῦρος λαμπρὸν παρεπέμφθη τῷ χρόνῳ, κἀνταῦθα πολλάκις ἐνδημήσαντες οὗτοι πολλάκις καὶ ἀπεκρούσθησαν· ποῦ δίκαιον τοῖς πάλαι καλῶς δεδογμένοις τήμερον ἡμᾶς ἐνοχλεῖν καὶ ἀνήνυτα μοχθεῖν, ἀνακυκλοῦντας ἀεὶ τὰ αὐτά; καὶ τούτοις μὲν ἀνεπαχθὲς τοῦτο καὶ σφόδρα τοι περισπούδαστον.
λογισμοὺς γὰρ ἐκ λογισμῶν ἀμείβοντες ὑποσαίνοντάς τε καὶ ὑπισχνουμένους ἀεὶ τὰ βελτίονα, ἢ περιτρέψειν ἠλπίκασι τὴν ἧτταν ὀψὲ τοῖς αὐτῶν ἐναντίοις ἡμῖν καὶ τὸ φθάσαν αἶσχος ἀποτρίψεσθαι, ἢ πολλὴν τῆς συνόδου καταχεαμένους τὴν γλωσσαλγίαν μετὰ τῆς συνήθους ὀφρύος, ἔπειτα ἐξελεύσεσθαι διασπείροντας πανταχῆ φήμην ἀναιδείας μεστὴν καὶ κλέπτουσαν τὴν ἀλήθειαν, ὡς ἐστήσαντο τρόπαιον, οἷα τὰ σφῶν αὐτῶν σμικρολογήματα. ἀλλ’ ἡμῖν γε οὐ προδιδόναι τὸ μεγαλοπρεπὲς ἡμῶν δεῖ, οὐδ’ ἃ συμφέρει τοῖς ἐναντίοις, ταῦθ’ ἡμᾶς πράττειν χρεών· ἀλλὰ ταῦθ’ ἡμᾶς μᾶλλον, ἅπερ ἡμῖν. ποῦ δ’ οὐκ ἂν ἀγνωμοσύνης εἴη ἐλαῦνον, Ἑλλήνων μὲν ὁπόσοι Πυθαγόρειοί τε καὶ Ἐπικούρειοι, τούτους οὕτω τοι θεῖα καὶ ἀναντίῤῥητα τὰ τῶν διδασκάλων οἴεσθαι δόγματα καὶ θεσπίσματα, ὡς σιωπῇ τὰ σφίσι λεγόμενα δέχεσθαι, μήτ’ ἀμφιβάλλουσαν ἀκοὴν, μήτε γλῶτταν προϊεμένους ἀντίφωνον·
ἡμᾶς δὲ τοῖς θείοις νόμοις καὶ δόγμασι τῶν τῆς ἡμῶν ἀρχηγῶν εὐσεβείας καὶ πίστεως οὐ μάλα ἐθέλειν ἀναποδείκτοις καὶ οἷά τισιν ὅροις κεχρῆσθαι, ἀλλ’ ἀμφιβαλλόντων καὶ πολυπραγμονούντων ἄλλων ἀνέχεσθαι καὶ κατακερματιζόντων τὸν νοῦν, καθάπερ ποιοῦσι καὶ οἱ πολέμιοι τὰ λάφυρα ξύν γε πολλῇ περιέλκοντες ἀκοσμίᾳ. εἰδέναι μέντοι καὶ τοῦτο χρεὼν, ὡς οὐχ ἁπλῶς οὐδὲ καθ’ ἕνα γε τὸν τρόπον τὰς τῶν θείων πατέρων γραφὰς ἐκλαμβάνειν δέον. τὰ μὲν γὰρ αὐτῶν διδασκαλικώτερόν τε καὶ οἰκονομικώτερον ἐξεδόθη τὸν τρόπον, καταλλήλως μὲν τοῖς προσώποις καὶ τοῖς ἄλλοτε ἄλλως ἀνθοῦσι καιροῖς· εὐσεβῶς δ’ ἅπαντα· αἱ μὲν γοῦν τῶν γραφῶν οὕτως ἐξεδόθησαν, αἱ δὲ δογματικῶς, αἱ δὲ ἐγκωμιαστικῶς, αἱ δὲ ἀγωνιστικῶς. οὔτ’ οὖν τὰς ἄλλοθεν ἀγωνιστικὰς ἄλλοσε μεταφέρειν χρεών. ἐπεὶ οὐδ’ εἴ τις πολεμίοις μαχόμενος καὶ ὅλην ἀπασχολῶν τὴν διάνοιαν ἐς τὸ ξίφος καὶ τὴν ἀσπίδα πρὸ ποδῶν ἱστάμενον τὸν συστρατιώτην ἐξώθησεν, οὔτε νόμον ἡγεῖσθαι τὸ πεπραγμένον, οὔτε τῷ πεπραχότι δίκαιον ἐγκαλεῖν, τῆς ἀνάγκης ἄλλοσε τηνικαῦτα περισπώσης τὸν λογισμὸν καὶ ἥκιστα συγχωρούσης ἄλλως πεπράχθαι τὸ πεπραγμένον.
οὔτ’ οὖν τοῦθ’ οὕτω χρὴ ποιεῖν, οὔτε μὴν ταῖς ἐγκωμιαστικαῖς ὡς νόμοις κεχρῆσθαι. αὐτονομία γὰρ ἐκ τῆς τέχνης καὶ τοῖς ἐγκωμιάζουσι δέδοται λέγειν ὅσα βουλομένοις εἴη ἄν. ὅσας γε μὴν δογματικῶς τε καὶ ἀποφαντικῶς ἐκεῖνοι ἐξενηνόχασι, τούτοις δ’ ἄρα ἀνέγκλητόν τε καὶ ἀσφαλὲς οἷά τισι κανόσι καὶ στάθμαις πρὸς τὴν πίστιν κεχρῆσθαι. ἐγὼ τοίνυν ὥσπερ τοὺς Ἰταλοὺς διασύρω καὶ μέμφομαι, ἰταμῶς οὑτωσὶ καὶ μετὰ πολλῆς τῆς ὀφρύος τῇ θεολογίᾳ ἐπιπηδῶντας, τὸν αὐτὸν δὴ τρόπον αἰσχρὸν καὶ παλίμβολον ἥγημαι, ὧν μὲν ἐπαινοῦμεν τἀναντία ποιεῖν ἡμᾶς, οἷς δὲ ψέγομεν τὰ παραπλήσια. οὐ γὰρ ὅτι ἐκεῖνοι τολμηροὶ καὶ θρασεῖς περὶ τὰ τοιαῦτα, διὰ τοῦτο καὶ ἡμᾶς ἕπεσθαι δεῖ· οὐδ’ ὅτι τῆς εὐθείας ἐκεῖνοί γε ἐξετράποντο καὶ ἡμᾶς τῶν καθεστώτων χρεὼν ἀμελεῖν· ἀλλ’ ἀκλινεῖς τῶν προσηκόντων ὅρων ἱσταμένους ἐντὸς τοὺς τοιούτους παρακρούεσθαι κρότους, καθάπερ προβλῆτες ἀτίνακτοι τὰ προσπίπτοντα κύματα. δέδοικα γὰρ, μὴ καπνὸν φεύγοντες εἰς πῦρ βλασφημίας ἐμπίπτωμεν.
PG 148:719ὃ γὰρ παρ’ Ἕλλησι πάλαι τεθρύλληται περὶ Πλάτωνος, ὡς ἐκείνου γε παρὰ Διονύσιον τὸν τῆς Σικελίας ἐπιδημήσαντος τύραννον κονιορτοῦ τὰ βασίλεια ἐνεπίμπλαντο, περὶ τὰς γραμμικὰς ἀσχολίας τηνικαῦτα τῶν πλείστων ὁρμώντων, τοῦτο δὴ καὶ παρ’ ἡμῖν τρόπον ἕτερον γίγνεται σήμερον. οὕτω γὰρ καὶ παρ’ αὐτοῖς εἰπεῖν τοῖς βαναύσοις ἐκκέχυται τὰ θεολογίας μυστήρια καὶ οὕτω κεχήνασιν ἅπαντες ἐπὶ τῷ συλλογιστικῶς ἐμβατεύειν τοῖς λόγοις αὐτῶν, ὥσπερ ἐπὶ τῇ χλόῃ καὶ ταῖς νομαῖς τὰ βοσκήματα. καὶ οἱ τὸ πιστεύειν ὀρθῶς ἀμφίβολον ἔχοντες, καὶ οἱ μηδ’ ὅπως δεῖ πιστεύειν εἰδότες μηδ’ ὅ,τι ἐστὶν ὃ πιστεύειν φασὶν, ἀγορὰς καὶ περιπάτους καὶ θέατρα πάντ’ ἐμπεπλήκασι τῆς θεολογίας καὶ οὐδὲ τουτονὶ τὸν ἥλιον αἰσχύνονται μάρτυρα τῆς ἀναιδείας ποιούμενοι. πῶς δ’ οὐκ ἂν εἴη τῶν σφόδρα ἀτοπωτάτων, πάλαι μὲν ὁ πότε τὰ Ἑλλήνων ἤκμαζε δόγματα, τάξιν ἐπιπολάζειν καὶ ἃ τοῖς Δελφῶν θεολόγοις ἐφεῖται μυστήρια, μηδενὶ τῶν ἄλλων ἐξεῖναι μήτε λέγειν μήτε περινοεῖν, κἂν Σωκράτης ᾖ, κἂν Πλάτων, κἂν εἴ τις ἐπὶ σοφίᾳ περιφανής τε καὶ διαβόητος·
PG 148:721παρ’ ἡμῖν δὲ, οἷς ἀκίβδηλον τὸ τῆς εὐσεβείας ὁμολογεῖται μυστήριον, οὑτωσὶ βεβηλοῦσθαι τὰ θεῖα καὶ πᾶσι τοῖς θεολογεῖν βουλομένοις εἶναι τοῦτ’ ἐφειμένον καὶ αὐτοχειροτόνητον. ἀλλ’ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος τοσοῦτον ἀποδειλιᾷ πρὸς θεολογίαν τὴν γλῶτταν κινεῖν, ὥσπερ τὴν χεῖρα πρὸς φλόγα πυρός. ὥστε καὶ πολλοὺς πρὸς παραίτησιν προβάλλεται λόγους, ἐν οἷς οὔθ’ ἑαυτὸν ἐγχειρεῖν προθυμούμενον τοῖς περὶ θεοῦ δείκνυσι λόγοις, οὔτε τὸν ἐγχειροῦντα θρασέως ἀποδέχεται. οὔτε γὰρ ἐπαινετὸς, φησὶν, ὁ πόθος, ἀλλὰ καὶ φοβερὸν τὸ ἐγχείρημα. παρεισάγει δὲ καὶ Ὀζᾶν ἐκεῖνον, ὃς τῆς κιβωτοῦ πάλαι ψαῦσαι τολμήσας μόνον ἀπώλετο, φυλάςσοντος, φησὶ, τοῦ θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον. εἰ δὲ καὶ βασιλεὺς τάχιστ’ ἂν ἐξ ἀνθρώπων ποιήσειεν, εἴ τις τῶν ὑπηκόων ἀναιδῶς ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς τὸ βασιλικὸν ἐπιθεῖναι τολμήσειε στέφος, πόσων ἂν εἴη κεραυνῶν καὶ πρηστήρων ἄξιος, εἴ τις αὐτονομίᾳ θρασύτητος οὑτωσὶ τῆς θεολογίας κατατολμᾷ; ἐθέλω γὰρ καὶ μικρὸν ἐκ τῶν πάλαι προσθεῖναι τῷ λόγῳ διήγημα, τῇ ὑποθέσει πάνυ τοι σφόδρα προσῆκον.
PG 148:723Ἀλέξανδρόν φασιν, ἐκεῖνον τὸν Μακεδόνα, μετὰ τὸν πολὺν ἐκεῖνον δρόμον καὶ τὰ μεγάλα τρόπαια, ἐπειδήποτε ῥᾳστώνης ἕνεκά τινος καὶ θυμηδίας ἐπιβὰς τριήρους ἔπλει περισκοπῶν καὶ ποταμὸν τὸν Εὐφράτην, ἐκπίπτει τῆς αὐτοῦ κεφαλῆς, συμβὰν οὑτωσί πως, ἡ βασιλικὴ καλύπτρα περὶ μέσον τὸν ποταμόν· ἣν τάχιστά τις τῶν ναυτῶν εἰλήφει διανηξάμενος· καὶ αὐτὴν μὲν τῇ χειρὶ βαστάζειν ἅμα καὶ νήχεσθαι μὴ ἔχων, τῇ ἑαυτοῦ κεφαλῇ περιθεὶς ἐξενήξατο κομίζων ταύτην τῷ βασιλεῖ· ὅ γε μὴν βασιλεὺς, ὅτι μὲν τὴν βασίλειον καλύπτραν αὐτῷ διεσώσατο, τάλαντον ἐδωρήσατο· ὅτι δ’ αὐτὴν ἀναξίως τῇ ἑαυτοῦ κεφαλῇ περιέθηκεν, ἀφαιρεῖται τῆς κεφαλῆς τὸν ἄνθρωπον. εἰ δ’ ἄνθρωπος ἄνθρωπον οὐκ ἠνέσχετο τὴν αὐτὴν ἑαυτῷ περιθέντα καλύπτραν ζῶντα βλέπειν ἐᾶσαι τοῦ λοιποῦ τὴν τὰ πάντα βόσκουσαν αἰθερίαν λαμπάδα, τί φήσομεν περὶ τῶν ἀδεῶς οὑτωσὶ τῇ θεολογίᾳ ἐπιπηδώντων καὶ ταῦτα μήτε δαίμονας δυναμένων ἐκβάλλειν, μήτε θάλασσαν τέμνειν, μήτε ποταμοὺς ὑδάτων παρασκευάζειν ἐκβλύζειν ἐκ πέτρας, ἵνα τούτοις γοῦν μεταπείσωσι τοὺς πολλοὺς καὶ πρὸς ἑαυτοὺς ὡς εἰκὸς ἀνθελκύσωσιν;
ἀλλ’ ἐγὼ μὲν ἃ συμφέρειν ἐνόμισα, ταῦτα καὶ λέγειν προῆγμαι. εἰ δὲ καὶ τοῖς ἀκούουσιν ἀκοῆς ἄξια ταῦτα φανείη, τῷ θεῷ χάρις τῷ πάντων καλῶν χορηγῷ. εἰ δ’ οὖν, σκεπτέον τὸ βέλτιον. (Γ.) Ταῦτα διεξελθὼν ὁμόστοιχα λέγειν ἔδοξα τοῖς ἐλλογιμωτέροις τῶν ἐπισκόπων τοῖς τε ἄλλοις καὶ μάλιστα Δυῤῥαχίου τῷ πάνυ· ὃς πολιᾷ βίου καὶ συνέσεως ὀξύτητι καὶ μεγαλοφυί̈ᾳ γνώμης διέπρεπεν ἐν τοῖς ἐπισκόποις, λόγῳ τε τὴν ἀρετὴν κοσμῶν καὶ ἀρετῇ τὸν λόγον. οἷς ἀκολουθεῖν πεπείκασιν ἑαυτοὺς καὶ ὅσοι μὴ λόγοις τὴν γλῶσσαν ὁπλίζειν ἐδύναντο, πᾶσαν ἐριστικὴν ἐξ ἀνάγκης ἀποθέμενοι γνώμην. (Δ.) Ἐν τούτῳ τῷ χρόνῳ καὶ ὁ δεσπότης τετελεύτηκε Κωνσταντῖνος, ἑαυτῷ γε συνθάψας ὁμοῦ καὶ τὰς ἀκαίρους τῶν πολλῶν προσδοκίας. α. Τοῦ δ’ ἐπιόντος ἔτους οἱ Τοῦρκοι πλεῖστα ναυπηγησάμενοι πλοῖα οὐ μόνον τὰς νήσους κακῶς διετίθεσαν τάς τε κατὰ τὸν Αἰγαῖον καὶ μετὰ τὸν Αἰγαῖον, ἀλλὰ καὶ τὰς ἐπ’ ἐμπορίᾳ ἐξιούσας ὁλκάδας αἱροῦντες ἐληί̈ζοντο· συχνὰς δὲ καὶ τὰς ἀποβάσεις ἐς τὴν μεσόγειον ἐποιοῦντο, καθάπερ ἐν φιλίᾳ γῇ, μηδένα τὸν προσιστάμενον ἔχοντες.
ἃ δὴ κοινήν τε ἐπῆγε φθορὰν Λατίνοις ὁμοῦ καὶ Ῥωμαίοις καὶ ἔτι μείζονα ἠπείλει τὸν φόβον ἐν τοῖς ἑξῆς. (Β.) Κοινολογοῦνται τοίνυν συνελθόντες οἱ τῶν Λατίνων ἄρχοντες περὶ τοῦ πράγματος πρός τε ἀλλήλους καὶ πρὸς Κάρουλον τὸν τῆς Ἰταλίας ῥῆγα καὶ πρὸς ἄμυναν τῶν πολεμίων παρασκευάζεσθαι ἐπαγγέλλονται. πέμπουσι δὲ καὶ πρὸς βασιλέα πρεσβείαν, διασαφοῦντές τε τὴν κοινὴν τῶν Λατίνων ὁρμὴν καὶ ἅμα ἀξιοῦντες διαναστῆναι καὶ αὐτὸν ἐς τὴν κοινὴν χρείαν καὶ μὴ ἐν παρέργῳ θεῖναι τὰ τῆς σπουδῆς. οὐ γὰρ ἀνεκτὰ ἔφασκον εἶναι, ὅσα Ῥωμαίοις ἐπάγουσι καὶ Λατίνοις οἱ βάρβαροι καθ’ ἡμέραν δεινὰ, καὶ ὅσα ἐπάξειν ἔτι ἐπαγγέλλονται. ἄτοπον δὲ καὶ ἄλλως καὶ νωθροτάτης πάντη διανοίας καὶ γνώμης, παρὸν τῇ καθ’ ἕκαστον ἔτος γινομένῃ ζημίᾳ καὶ παραπομπῇ τῶν ἡμετέρων χρημάτων πρὸς τοὺς βαρβάρους ἀκόντων ἡμῶν ἐς παρασκευὴν ναυτικῆς δυνάμεως καὶ ἄμυναν κατ’ αὐτῶν χρήσασθαι, ἔπειτα ἑκόντας ἐνδιδόναι καὶ ἐς προφανῆ καὶ ἀναμφισβήτητον κίνδυνον ὥσπερ συνωθεῖν μετὰ τῶν ἡμετέρων καὶ ἡμᾶς αὐτούς.

Book XI · Chapter ILiber Undecimus · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

655 [A. C836 AD 6849} [IMP. ANDROKIC. JUN.] sero domus cversionem, oculi ejus grari mamre turbabantur, el animum ipsius pervadebat doloris ignis ac flamma, qualem hujusmodi angores et calamnitates soleut accendere. Et cum secum reputaret, výjv ázóßßyrav zape{xero 8}} qux}} • mp³ç 8° að ut nullis pauis fortuna satiaretur, obstupescebat, ne solo quidem splendidarum ædium ornatuın suum inviolatum permansisse: 'sed, quod ab omni ævo чusquam in alio esset excogitatum, id tum huic papuupia xat ovjpopal. [P. 283] Kal pévtos mal zb accidisse. Evulsum enim pavimentum omnne occi dentaliuio Scytharum principi, pavimentum ad suas ædes ornandas splendidius requirenti, dono ixelvŋ; olklag ég sòv ivóvra xóspov ápelby • ¿22° 8 missum est. Porro eidem Metochita inter dicta erat ab iis, qui imperium administrabant, vinnis cum seniore imperatore sermonis commu-. nicatio, ut cum nec præsens nec per internuntiam ailoqui ei liceret. Quæ res homini non parvam do- thápou; txelvou (ŋtheaver. Exwidite dk xpòg từv loris accessionein attulit. CAPUT XIV. Varia ostenta, solis et lunæ defectus. Terræ motus. Cruces et columnæ dejecia. Voz temere emista; eventu probala. Gregoras seniorem invisere solitus. Cum co ultimum colloquitar. Sentor, amicis dimissis, cibum capit, Frigidam potat. Subito morbo corripitur. Peccata precibus et lacrymis expiat. Sucris mysteriis destitutus, Dei matris imaginem ori suo admovet. Exspiral. Liber, in quo imperatorum facia figurie @nigmaticis involuta fuerunt. Oraculum de seniore Andronico explicatur. Corpus ejus quonam periatum. Jusia de more persuluta. 1. Jam tempus postulat, ut etiam senioris imperatoris obitum exponamus, quem multa ostenta privauntiarunt. Fuerunt autem hujusmodi. Primum eclipsis solis, quæ ejus obitum tot diebus pra-cessit, quot annos ipse vixerat. Hanc solis obsiurationem secutus est lunæ defectos. Tum huic successit terræ motus, ea vespera qda D. Antonii, cujus illi nomen inditum erat, memoria veteri more a Christianis celebrabatur. Ipso autem die Februarii duodecimo, quem inexspectati ejus obitus consecutura erat vespera, cum e meridici barathris vehemens ventus erupisset, marini fuctus ita effe rati sunt, ut suos egressi limites multas murorum Byzantii maritimorum et orientalium partes prostraverint, et mullas illic purlas efregerint, et hostium instar irrumpentes muka quoque difcia urbana inundarint. xpozµhvucav· al hozv vocalke. ExisKÉST, ELÇ shy aŭtoù zelauchu, boa nal múzdę žv bry zá návis Exde:fıç disdéfato scàŋvaný (3H)· zai tuútqv aŭtɩ; ɛcoµd; †ñ; dv lanips † ziv prhkpqv krčkavv aisi 'Avreviou. Ka:' aůzky pév yz shy coû 6povaplou tubexátev tpipar, qu tñę psoŋµápia; àvéyou, hypletas pèv rå Oudi:-q. II. Tum etiam multæ ferreæ cruces templis impositæ, impetu ventorum non tolerato, deciderunt. Columna quoque, olim ante zucu Quadraginta Martyrum posita, concidit; quæ juxta basin ustuΒ. Bintwxe di xal é xµð moỹ vew sŵv Tescapézova Variorum nota. Anno Chr. 1331 die 50 Nor. Calvisio. Boivin, Ergo dies 74. Vide Possini Observationes Pachymerianas, lib. ii, cap. 8, sect. 4, ad Hist. Michaelis. Boivin, Die 15 Decemb. Boivin, Id est, vigilia ante diem festum. Borvin. Wolfius, codice usus male interpuncto, hære conjungebat cum iis quæ præcedunt, et ita vesperani commſemorationis D. Autonii conferebat in diem Februarii duodecimum. Ballaudus ad diem 11 Februarii pag. 507, in mndice pretermissorum adnotat, S. Antonium patriarcham Constantinopolitanum hoc die tid est die 11 Februarii) mratorari in catalogo generali Ferrarif: al in Martyrologie Romane et Menais, 12 Februarii. Pavont itaque Wolfians interpretationi Martyrologium Romanum el Menca; nostræ codex Regius, constructio ipua veiborum, et catalogus Ferrarii. Bervix. Quas quidem cruces Zyvoxpista appellabant. Vide Glossarium med, et infimæ Græcoulis hac voce. Dugang.

(a. c. 4338 ad 1341] BYZANTINÆ HISTORIÆ LIB. IX. [IMP. ANDRONIC. JUN.] lata et confracta prætereuntibus ruinam proximam minitari videbatur, adeoque melum 461 ipsis nom sine justa ratione incutiebat. Quamobrem aliquando hunc ipsum imperatorem illac prætereuntem quidam ex iis, quos circa se habebat, veriti fortasse periculum, propius accedere vetuerunt. Ille autem derisa eorum timiditate bæc fere verba, ut fortuito in os venerant, pronuntiavit: ‹ Utinam tam diu ego viverem, quam diu hæc columna stabit! › Quod cum tunc demum, quemadmodum ille effatus erat, accidisset, admirationi eis erat, qui dicti illius recor.labantur III. Sole autem jam ad occasum vergente rgn quoque de more ad imperatorem abivi. Solebam enim solatii causa eum tertia aut quarta quaque die invisere. Ad eum igitur cum me tum quoque, ut mos erat, contulissem ot assedissem, illius familiari enlloquio fruebar. Consueverat autem eruditos et graves mecum sermones habere cum quadam urbanitate et gratia. Aderat et ejus flia Simonis Cralæna, et alii quidam, iisdem quibus ego animis præditi et ita afecti erga imperatorem et Cralznam, eademque cum illis familiaritate conjuncti. Is vero sermo noster ad mediam noctem est productus; imo et ad primum usque galli cantum, nulle ullius morbi signo in eo apparente. IV. Deinde, «Vos. inquit, valete atque abile: ca vero, quæ restant, eras omnia dicentur.» Atque ipse allato cibo edit. Erant autem illa, quibus vescebatur, 462 omnia testacea propter illorum dierum solemne jejunium. Post quæ cum meruin bibendum fuisset, quo vetulus stomachus ad duriorem illum cibum conficiendum firmaretur, ille frigida usus est. Solebat quippe, cum venas suas calore nimio affectas sentiebat, immoderate frigidam bibere, ne ulla venæ sectione esset opus. Tali ergo diæta lumn quoque usus station æger¡ æse et e stomacho et corde, graviter laborare cœpit. Cum autem ipsius spiritus meatus obturari et coarctari sentiret, ac mortem jam sibi instare cerneret, et propter intempestam noctem neminem reperiret, qui sibi divina mysteria impertiretur, omnibus circa palatium portis clansis, surrexit et gratias egit Deo et pro salute animæ suæ cum uberibus lacrymis et genuflexionibus multis oravit. Deinde sacram Dei Genitricis imaginem, quam in sinu gestabat, loco divinorum mysteriorum in os inseruit: cumque in lecto consedisset, ea nocte nondum elapsa subito decessit. Lectus autem in præsenti intelligatur non consuetus ille, sed omnium intimus, is videlicet qui ad latrinæ latus situs fuit. Ex quo enim mate babere cœpit et difficilius spirare, sæpius uno horæ quaVariorum notæ. Quibus monachi obervabant. Wile Gloss. med. Greci. in hac sae, ubi istius cibi recensentur, in quibus seu caneri marini, prvšude batpanthipua recen sentur. DUCANG. Vide Gloss. med. Latin. et Grecit. in Encolνίκη, DECANG.

PG 148:725ἐπήνεγκαν δὲ τῇ πρεσβείᾳ καὶ ὥσπερ τινὰ ἐπῳδὸν, ὡς εἰ μὴ διανασταίης καὶ σὺ μεθ’ ἡμῶν ἐς ἄμυναν τῶν κοινῶν πολεμίων, οὐκ ἂν φθάνοις καὶ αὐτὸς ὑφ’ ἡμῶν ἴσα τοῖς ἐχθροῖς πολεμούμενος. (Γ.) Ταῦτα τὸν βασιλέα ἠνάγκασεν εἰς τὴν κοινὴν καὶ αὐτὸν ταύτην χρείαν διαναστῆναι. καὶ ἐπεὶ χρημάτων ἐσπάνιζε τὰ βασιλικὰ ταμιεῖα, πέμπει τὴν ταχίστην τοὺς τὰς ἐπὶ Θρᾴκῃ καὶ Μακεδονίᾳ χώρας καὶ πόλεις ἀργυρολογήσοντας, καὶ ταῦτα πολλὰ πεπονηκυίας ὑπό τε τῶν ἄλλοτε ἄλλως ἐπιόντων φόρων καὶ ὑπὸ τῶν συχνῶν ἐφόδων ἔνθεν μὲν τῶν Τούρκων, ἐκεῖθεν δὲ τῶν Βουλγάρων. τούτων οὕτως ἐχόντων τάς τε παλαιὰς ἐπεσκεύαζον ναῦς καὶ ἑτέρας ἐξ αὐτῶν ἤδη κρηπίδων ἐναυπηγοῦντο παρ’ ὅλον τουτονὶ τὸν χειμῶνα. ἔαρος δὲ ἤδη λήγοντος ὁ μὲν βασιλεὺς εἴκοσι ναῦς πεπληρωκὼς πρὸς ἔκπλουν παρεσκευάζετο, ναύαρχος ἐθελοντὴς αὐτὸς τοῦ στόλου γιγνόμενος, καὶ ταῦτα πρὸς τῆς συζύγου δεσποίνης καὶ τῶν ἄλλων ἁπάντων κωλυόμενος, διὰ τὸ μὴ ἐς ἀξίαν βασιλικῆς περιωπῆς τὰ τοιαῦτα τῶν ἔργων ἀνήκειν.
ὁ δ’ ὥσπερ ἐν τοῖς ἄλλοις αὐτουργὸς αὐτὸς τῶν γιγνομένων ἐφιλοτιμεῖτο γίγνεσθαι, οὕτω κἀνταῦθα πολὺ τὸ φιλότιμον ἔσχε καὶ πλήρης ἦν πολεμικῆς ὁρμῆς. ἐκάθητο δὲ ὅμως καὶ τὴν τῶν Λατινικῶν δυνάμεων ἄφιξιν περιμένων. ἀλλὰ περὶ τοὺς νεωστὶ φυέντας ἐν σφίσιν αὐτοῖς θορύβους καὶ ταραχὰς οἱ Λατῖνοι ἀσχοληθέντες ἄπρακτοι καὶ ψευδεῖς περὶ τὰς ἐπαγγελίας ἐφάνησαν. (Δ.) Οἱ δὲ Ῥόδιοι καὶ οἱ τὴν παράλιον Φώκαιαν οἰκοῦντες, ἣ πλησίον κεῖται τῆς Σμύρνης, καὶ πρὸς τούτοις ὁ τῶν Κυκλάδων νήσων ἡγεμονεύων, δόλῳ μεταθέμενοι τὸν σκοπὸν, σύνθημα ἔσχον λάθρα ἐπιθέσθαι ταῖς τε Ῥωμαϊκαῖς νήσοις καὶ αὐταῖς ταῖς τοῦ βασιλέως ναυτικαῖς δυνάμεσι· δείσαντες ἴσως, μὴ ὁ βασιλεὺς τῶν ἄλλων ἀφέμενος ἐπ’ αὐτοὺς τρέψηται. ὅθεν ἐπὶ Λέσβον ὁρμήσαντες ἅμα ναυσὶ πεντεκαίδεκα τῆς μὲν ἄλλης νήσου κύριοι γενέσθαι τέως οὐκ ἠδυνήθησαν· αὐτοὶ δὲ τῷ λιμένι τῆς Μιτυλήνης ἐξαίφνης προσχόντες προδοσίᾳ τὴν πόλιν εἷλον εὐθύς.
(Ε.) Βουλομένων δὲ τῶν τε Ῥοδίων καὶ τοῦ τῶν Κυκλάδων νήσων ἡγεμόνος τά τε χρήματα διαρπάσαι καὶ τὴν ἄλλην ἐπίσης ἐπικράτειαν διανείμασθαι τῶν Λεσβίων, δόλῳ τινὶ καὶ ἀπάτῃ χρησάμενος ὁ τῶν Φωκαέων ἀρχηγὸς Κατάνης οἰκείαν τε φρουρὰν εἰσήγαγεν εἰς τὴν Μιτυλήνην καὶ ταύτην ἐσφετερίσατο, τούτους παρακρουσάμενος. ἐνόμισε γὰρ ῥᾳδίως ἐκεῖθεν καὶ ὅλης ἄνευ συμμάχων τῆς νήσου κρατήσειν, ἅτε πλείονα συναμφοτέρων ἐκείνων μόνος αὐτὸς κεκτημένος δύναμιν. ὀκτὼ μὲν γὰρ ἦλθεν ἔχων τριήρεις μόνος αὐτὸς, ἃς ἐκ Γεννούας ἔφθη πεπληρωκώς· οἱ δὲ Ῥόδιοι τέτταρας· τὰς δ’ ἑτέρας τρεῖς ὁ τῶν Κυκλάδων νήσων ἀρχηγός. αὐτὸς μὲν οὖν τοὺς μὲν τῆς Μιτυλήνης οἰκήτορας εὐθὺς ἐξῴκισε τῆς πατρίδος· ὁ δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα μεταπεμψάμενος ἐκ Φωκαίας ἐκεῖ τὴν οἴκησιν ἔχειν εἵλετο, φρουρὰν ἱκανὴν ἐγκαταλιπὼν τῇ Φωκαίᾳ. κλῆρος δ’ αὐτῷ περιελθὼν ἦν ἀπὸ προγόνων ἡ Φώκαια, πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ βασιλέως σφίσι δοθεῖσα ἐπιτροπῆς τε εἵνεκα καὶ χρημάτων τινὸς πορισμοῦ.
PG 148:727διὸ καὶ κατὰ χρόνους τακτοὺς οἱ τὴν ταύτης ἐφορείαν διαδεχόμενοι γράμμασι βασιλικοῖς ἀνανεοῦντες ἀεὶ διετέλουν τὴν δόσιν τοῦ κλήρου, μὴ λάθῃ παρακρουσαμένη τὴν βασιλικὴν δεσποτείαν ἡ μεταξὺ τοῦ χρόνου μακρὰ περίοδος. ὁ δὲ Κατάνης οὗτος, νοσοῦντα ἑωρακὼς ἤδη τὰ Ῥωμαίων πράγματα, θρασύτερον διετέθη πρὸς βασιλέα καὶ ἠμέλει τῶν καθηκόντων δικαίων. ὅθεν καὶ τὴν τοῦ βασιλέως ὑφορώμενος αἰφνίδιον ἔφοδον ἑαυτόν τε κατὰ πᾶν τὸ δυνατὸν ἠσφαλίζετο καὶ τὴν τῆς Μιτυλήνης ἐμελέτα ἐπιβουλήν. καιροῦ δὲ ἤδη λαβόμενος εἰς πέρας καὶ τὴν ἐπιβουλὴν ἐξέῤῥηξεν. οἱ μέντοι συνδεδραμηκότες ἐπὶ τὴν τῆς Μιτυλήνης ἅλωσιν Ῥόδιοι μετὰ τῶν ἑτέρων τὴν τοῦ Φωκαέως Κατάνη μοχθηρίαν τῆς γνώμης κατεγνωκότες ἐς τὰ οἴκοι ἀνεχώρησαν. (2.) Τούτων οὕτως ἐχόντων τοῦ προτέρου πλεῖον ἀναλαβόντες θράσος οἱ ἐν τοῖς Γαλάτου οἰκοῦντες Γεννουῖ̈ται διὰ τὸ τοῦ Κατάνη προτέρημα (Γεννουί̈της γὰρ κἀκεῖνος ἐτύγχανε) πλείονα τῶν προτέρων ἐπῆγον καὶ προσετίθεσαν τοῖς Ῥωμαίοις τὰ ἀδικήματα καὶ τὰς ὕβρεις.
διὰ γὰρ τὴν ἀτέλειαν, ἣν παρὰ πρώτου Παλαιολόγου Μιχαὴλ τοῦ βασιλέως εἰλήφεσαν, ὡς ἀνωτέρω εἰρήκαμεν, τὸ πλεῖον τοῦ τῶν Ῥωμαίων ναυτικοῦ προστιθέμενον ἐκείνοις καὶ μετασχηματιζόμενον ἐς μέγα μὲν τὸν Λατινικὸν ηὔξησε πλοῦτον, μέγα δ’ ἠλάττωσε τὸν Ῥωμαϊκόν. ὃ δὴ καὶ σκληροτέρους κατὰ Ῥωμαίων αὐτοὺς ὑπέρφρονάς τε καὶ αὐθάδεις ἐπεποιήκει. ὅθεν τήν τε περὶ αὐτοὺς τάφρον βαθυτέραν ἐποίουν καὶ πύργους ὀχυροὺς κατὰ τὸ λεληθὸς ἐν σχήμασιν οἰκιῶν ἀνίστων· καὶ ἐπὶ τούτοις, χρήμασιν ὑποφθείροντες τοὺς τῶν βασιλικῶν προεστηκότας πραγμάτων, ἄδειαν πᾶσαν εἰλήφεσαν, ἀμπελῶνάς τε ὠνεῖσθαι καὶ οἰκίας ἀνιστᾷν ἐπὶ τοῦ πλησιάζοντος λόφου λαμπροῖς πεπυργωμένας τοῖς τείχεσιν· ὡς καὶ δεῆσαν πολεμεῖν Βυζαντίοις, μηδὲν εἶναι τὸ φόβον ἐπάγον καὶ κώλυμα τούτοις. (Ζ.) Ἐπεὶ δ’ ἀρτίως ὁ βασιλεὺς τήν τε τῆς Μιτυλήνης ἐπύθετο ἅλωσιν καὶ τούτους αὖ ἐγγύθεν πέρα τοῦ δέοντος ἑώρα θρασυνομένους καὶ ἐς τὰ πλεῖστα παρασπονδοῦντας, περιελθὼν αἰφνιδίως ἐνέπρησε τὰς περὶ τὸν λόφον μεγάλας καὶ ὀχυρὰς ἐκείνας οἰκίας αὐτῶν· ἐν αἷς πολλά τε εὕρηται ὅπλα καὶ τόξα καὶ βέλη καὶ διάφορα.
PG 148:729ταῦτα παρὰ προσδοκίαν ἰδοῦσι τοῖς Λατίνοις κατεπτηχέναι καὶ ἐκπεπλῆχθαι ἐπῄει καὶ δεδιέναι τὰ ἔσχατα. ἤλπισαν γὰρ αὐθημερὸν ἐπεισπεσεῖσθαι καί σφισι τὸν βασιλέα ὁλοσχερῶς, πολλῆς περιεστηκυίας εἴπερ ποτὲ ναυτικῆς δυνάμεως. διὸ καὶ λάθρα ὡπλίζοντο καθ’ αὑτούς. ἐπεὶ δ’ ἄχρι τῆς ὑστεραίας περιμείναντες οὐδὲν πλέον διαπραττόμενον τὸν βασιλέα ἑώρων ἐπ’ αὐτοὺς, ἀλλ’ ὅλον ἠσχολημένον περὶ τὸν ἐς Μιτυλήνην ἀπόπλουν, ἀναθαῤῥήσαντες μάχην ἐκήρυξαν φανερὰν καὶ ἀδεῶς ἔς τε Βυζαντίους καὶ ἐς αὐτὸν βασιλέα ἐνύβριζον ξυλίνους τε περιήλασαν πύργους τοῖς ἑαυτῶν τείχεσι· καὶ τῶν μεγάλων ὁλκάδων τὰς μὲν εἰς πυθμένας θαλάσσης κατέδυσαν, τὰς δ’ ὁπλίσαντες πρὸ τοῦ λιμένος ἀντ’ ἄλλων προβόλων καὶ χαρακωμάτων ἔστησαν. ὁ δὲ βασιλεὺς μὴ βουλόμενος τὴν τοσαύτην παρασκευὴν ἐνταυθοῖ περισπᾷν μεγαλοψύχως τε ἐχρήσατο τοῖς παροῦσιν, ἠμεληκὼς τὸ παράπαν αὐτῶν, καὶ πρὸς ἔκπλουν παρεσκευάζετο πάσῃ σπουδῇ, πλείονας ἔτι δυνάμεις ἀθροίζων.
(Η.) Ἐπεὶ δὲ μέχρις ὅλων ἑπτὰ ἡμερῶν ἐντὸς τείχους οἱ ἐν τοῖς Γαλάτου Λατῖνοι συγκλεισθέντες ἔμελλον ὑπὸ τοῦ οἰκείου δήμου διασπαραχθήσεσθαι, διὰ τὸ μὴ δύνασθαι φέρειν πλέον τὰ συμπεσόντα σφίσι δεινά· ὕδατός τε γὰρ ἐσπάνιζον καὶ ὅση ἐκ τῶν λαχάνων καὶ ὀπωρῶν ἦν ψυχαγωγία· οἵ τ’ αὖ ἀγοραῖοι καὶ πένητες ἄνθρωποι, καὶ ὅσοι ἐκ τῶν ὠνίων τὸ ἐφήμερον ταλαντεύουσι κέρδος, οὗτοι δὲ πλείστην ὑπομένοντες ζημίαν πολλῷ πλέον κατὰ τῶν προεστώτων Λατίνων ἐμαίνοντο· διὰ δὴ ταῦτα πρὸς τὸ ταπεινότερον ἀπαλλάξαντες ὑπέκυψάν τε τῷ βασιλεῖ καὶ συγγνώμην ἔσχον τῆς ἀκαίρου ὀφρύος. (Θ.) Τοῦ γε μὴν ἔτους ἤδη μετὰ τὰς τοῦ κυνὸς ὄντος ἐπιτολὰς, ὅτε δὴ καὶ ἀφθονώτερα τὰ ἀρκτικὰ πνεύματα ἐς τὴν κάτω χέονται θάλατταν, ἄρας ὁ βασιλεὺς μετὰ πάσης τῆς ναυτικῆς δυνάμεως ἔπλει ἐς Μιτυλήνην. αἱ δ’ ἑπτὰ τοῦ Κατάνη τριήρεις τὴν Μιτυλήνην παραπλέουσαι, πλείους ἢ κατὰ προσδοκίαν ἐπιούσας τὰς τοῦ βασιλέως ἑωρακυῖαι, αἱ μὲν δύο φθάσασαι προσωρμίσθησαν τῷ τῆς Μιτυλήνης λιμένι, αἱ δὲ πέντε ἀπεγνωκυῖαι ἐς τὴν χέρσον ἐξώκειλαν καὶ πάντες οἱ ἐν αὐταῖς ἀποθέμενοι τὰ ὅπλα ἔφευγον·
ὧν οἱ μὲν ἔδραμον εἰς τὴν Μιτυλήνην, οἱ δ’ ἀνοδίᾳ χρησάμενοι διεφθάρησαν ὑπὸ τῶν Λεσβίων. τὰς δὲ πέντε ναῦς πλήρεις ὅπλων καὶ ὀψωνίων ναυτικῶν οἱ τοῦ βασιλέως λαβόντες ἀπέπλευσαν ἐς Χίον τὴν νῆσον ἅμα τῷ βασιλεῖ, πληρώσοντες τὰς ἤδη ληφθείσας πέντε τριήρεις ἐκείνας ἐρετῶν τε καὶ ὁπόσοι ἐκ τῶν καταστρωμάτων μάχεσθαι ἔμελλον. μέγα δ’ ἐγένετο ἐναντίωμα τῇ τοῦ βασιλέως σπουδῇ καὶ θελήσει ἡ πρὸς τὴν Χίον αὕτη διατριβή. ἀδείας γὰρ ὁ Κατάνης λαβόμενος τήν τε Μιτυλήνην ὠχυρώσατο καὶ πολλὴν εἰσήνεγκε δύναμιν στρατιωτικὴν καὶ χορηγίαν ἀφθονωτέραν τῶν χρειωδῶν· καὶ ἔτι ἐς Φώκαιαν πέμψας ἃς εἶχε δύο ταχυπλοούσας τριήρεις τὰ ὅμοια ἐπεπράχει πολλῇ χρησάμενος τῇ σπουδῇ. μετὰ δὲ ταῦτα καταπλεύσας ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων ἐς Φώκαιαν, προσκαλεσάμενος δὲ καὶ τὸν τὴν πέριξ ἐπαρχίαν ἔχοντα Τοῦρκον, ἅτε εἰδὼς κἀκεῖνον ἀχθόμενον ἐκ πολλοῦ τοῖς Φωκαεῦσι Λατίνοις διὰ τὰς ὑπὸ σφῶν ἐπαγομένας αὐτῷ συχνοτέρας ζημίας, περιεστρατοπέδευσεν οὕτω τὸ φρούριον ἔκ τε γῆς καὶ θαλάττης πολιορκῶν, πολλῆς τῆς χορηγίας τῶν χρειωδῶν παραγινομένης ἐς τὰς τριήρεις παρὰ τῶν Τούρκων. β.
PG 148:731Τοῦ μέντοι βασιλέως μετὰ τῶν ναυτικῶν δυνάμεων ἀποδημοῦντος καὶ ἀδείας μακρᾶς ἐπιχωριαζούσης ἐς τὰ βασίλεια, στάσιν τῶν νεωτέρων τινὲς μεμελετήκεσαν, συνεργοὺς ἕξειν ἠλπικότες καὶ τοὺς ἐν τοῖς Γαλάτου Λατίνους διὰ τὰ φθάσαντα σκάνδαλα. ἦν δὲ τῆς στάσεως ὁ σκοπὸς, ὡς ἐλέγετο, τὸ βασίλειον κράτος, εἰ δυνηθεῖεν ἀποκτεῖναι πρῶτον τήν τε δέσποιναν καὶ τὸν ταύτης υἱὸν Ἰωάννην τὸν βασιλέα καὶ ἐφεξῆς ὁπόσοι ἐναντιώσεσθαι μέλλοιεν. ἀλλ’ ἐν ὠδῖσιν ἔτι μενούσης τῆς μελέτης καὶ τῶν στασιαστῶν λάθρα τὸ πρᾶγμα διὰ μεγάλης ποιουμένων σπουδῆς, οὐκ ἔλαθε τὰ δρώμενα Καντακουζηνὴν, τὴν τοῦ μεγάλου δομεστίκου μητέρα· ἣν πάρεδρον τῇ δεσποίνῃ μέλλων ὁ βασιλεὺς ἀποπλεῖν καταλέλοιπεν, ἅτε βουλευτικὴν γυναῖκα καὶ σεμνότητος ἤθεσι κοσμουμένην καὶ βαθεῖαν πλουτοῦσαν τὴν σύνεσιν καὶ πάνυ τοι σφόδρα ἐν τοῖς ἀπόροις εὐμήχανον. ἣ δὴ καὶ ὁμοῦ τῇ πάντα ἀρίστῃ δεσποίνῃ, πρὶν ἐπὶ μέγα ῥαγῆναι τὸ πρᾶγμα κακίας, συνέστειλε συνετώτατα· οὐκ ἄνευ μέντοι δυσχερείας ἀποκρουομένης τὸ ῥᾷστον, συνέστειλε δ’ οὖν.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

669 (A. c. 1328 AD 1541] BYZANTINE HISTORIE LIB X. [IMP. ANDRONIC. JUN.] 670 rest' tuta,foreat in animis eorum, qui superstites vivunt, veterum inimicitiarumn macula facile plea c [P. rumque exolescente. IV. Annum ætatis moriens implebat quartum et septuagesimum; ex quo vero imperium susceperat, quinquagesimum. Procera slatura fuit, decora facie et perquam venerabili; ab ipso ortu principale aliquid et formidabile præ se ferens; non tamen loc merum et integrum, sed ut aeri mistum solaris radit lumen fit ei color, et ut melli dulcedo qualitas nativa accedit, ita etiam clementia non ficta cum blando quodam gratiæ lepore moribus ejus contemperata color ipsius et 473 inaffectata qualitas videbatur. Mullum enim hilaritatis natura vultu ejus indiderat, multum oculis serenitatis; lingua autem claram et canoram vocem: ¡n omni denique ejas habitu ac gestu hilaritatem et gravitatem sic explicuerat, ut amanum quiddam ac divinum in co emineret. Quæ universa tacitos ejus mores et animum nuntiabant. V. Ut autem ingenium ejus etiam declarem, unius atque alterius ejus facti mentionem faciam. Paulo ante obitum, cum paupertate et rernm necessariarum inopia urgeretur et hiemis vim ferre pon posset (nam hiems tum maxime sæviebat), vulpinam sibi nocturnam vestem fieri jussit. Omni autem cjus opulentia perquisita tribus nummis non plus est repertum. Tanti itaque necesse fuit eui vestem, quæ ci in frigoribus solamen paratum esset. Id vero consilium cum adhuc agitaretur, quidam e veteribus ejus familiaribus præsentem paupertatem deplorabat, quæ ita atrox sibi incumberet, ut jam in aperto mortis periculo versarctur. Ei adductus misericordia tres illos nummos dedit; mori præoptans, quod in se esset, quam alienarum calamitatum spectator esse. Unum igitur hoc ejus benignitatis signum esto. Alterum illad. Cum ei frigidæ aquæ potu diuturno medici interdicerent, atque ipse vini potationem repudiasset; mediam ingressus viam vix uno aureo, coque mutuaticio, aliquid sibi dulcium liquorum emit, qui ex Ægypto et Arabia advehuntur, ut 474 his frigidle porum meraciorem temperaret atque levaret. Sed priusquam eos gustasset, rursus alius veterum domessicorum eum accedit, longi morbi breve quarens solatium. At ille, cun nibil haberet quo hominem consolaretur, et huic dari jussit remedium sue infirmitatis causa comparatum. Tanta ejus erat huVariorum notæ. Moriens annum alalis explebat septuagesimum quartum. Mortuus est (ut infra dicetur, hujus cap. sect. ult.) anno mundi 6840, Christi 1332. Ergo natus erat anno mundi 6766. Christi 1258. Vide adnotata ad pag. 51 A. Cantacuzenus Hist. lib. 11, cap. 28, Andronicum avum obiisse ait anmos natum 72. Ita de annorum numero biennium detrahit. Sed mihi, ut jam disi, Cantacuz ni chramologia suspecta est. Vide adnotata adl pag. 269 Ob pietatem et alias animi dotes etiam landatur a Nicephoro Xanthopulo DUCANG.

PG 148:737ἡ μὲν σεληνιακὴ περὶ τὴν πρώτην τῶν ἰχθύων μοῖραν ὄντος τοῦ ἡλίου, ἡ δὲ περὶ τὴν πεντεκαιδεκάτην τῶν αὐτῶν. (Β.) Ἐν τούτοις τοῖς χρόνοις ἦρχε μὲν Τραπεζοῦντος Βασίλειος ὁ υἱὸς Ἀλεξίου τοῦ Κομνηνοῦ, διάδοχος αὐτὸς ἤδη βέβαιος μετὰ πολλοὺς τοὺς ἄθλους τῆς πατρικῆς ἀρχῆς καταστάς. ἐπέμφθη δ’ αὐτῷ καὶ σύζυγος Εὐδοκία, ἡ νόθη τοῦ βασιλέως θυγάτηρ. (Γ.) Ὁ δὲ τῶν Αἰτωλῶν τε καὶ τῶν Ἀκαρνάνων ἀρχηγὸς Ἰωάννης ὁ κόντος θανάτῳ βιαίῳ τοῦ ζῇν ἀπήλλαξε, τῆς δίκης, ὡς τὸ εἰκὸς, περιελθούσης καὶ αὐτὸν τελευταῖον, καθάπερ δὴ καὶ τοὺς πρὸ αὐτοῦ. οὗτος γὰρ τὸν ἑαυτοῦ διαχειρισάμενος ἀδελφὸν, ὥσπερ κἀκεῖνος τὸν τῆς μητρὸς ἀδελφὸν, οὕτω τὴν διαδοχὴν ἐκομίσατο τῆς ἀρχῆς. τῆς δὲ δίκης οὐ σιωπᾷν εἰθισμένης ἐς τέλος ἐν τοῖς τοιούτοις, βιαίως καὶ οὗτος τοῦ ζῇν ἀπεῤῥάγη, φάρμακον παρασχούσης λαθραῖον αὐτῷ τῆς συζύγου. νοσημάτων γὰρ οὐκ ὀλίγων ὑποφυομένων ἐν τῇ οἰκίᾳ, δείσασα ἡ γυνὴ τὴν ἐπιβουλὴν τοῦ συζύγου πρὶν φονευθῆναι πεφόνευκε· καὶ οὕτω διάδοχος ἐκείνη σὺν δυσὶ παιδαρίοις τῆς τῶν Αἰτωλῶν τε καὶ Ἀκαρνάνων κατέστη ἀρχῆς.
PG 148:739(Δ.) Ἐπεὶ δ’ ἐκ πολλοῦ καὶ πολλάκις καὶ παρὰ πλείστων ἤκουεν ὁ βασιλεὺς, ὡς οἱ κρίνειν ὀμωμοκότες ὀρθῶς καὶ μὴ παραφθείρειν ἐν μηδενὶ τὸ δίκαιον, περὶ ὧν καὶ ἡμεῖς ἐν τοῖς ἀνωτέρω φθάσαντες δεδηλώκαμεν, ἐκλαθόμενοι μὲν ἐκείνων ἐγγράφων καὶ φρικωδῶν ὅρκων, ἐκλαθόμενοι δ’ ἐκκλησιαστικῶν τε καὶ βασιλικῶν ἐνταλμάτων οὐκ ἀδεκάστους ποιοῦνται τὰς κρίσεις· ἀλλὰ δῶρα λαμβάνουσιν ἀδεῶς καὶ κιβδηλεύουσι τὰς δίκας, καὶ τό γε μεῖζον, ὅτι ἐξ ἀμφοτέρων τῶν κρινομένων μερῶν δωροδοκοῦνται μὲν, οὐ κατάστασιν δὲ καὶ πέρας ταῖς δίκαις παρέχονται, ἀλλ’ ἑκατέροις ἀνὰ μέρος ἐγχειρίζοντες γραμματεῖα, ἀπόφανσιν δῆθεν τῆς κρίσεως ἔχοντα, εἶτα ἐκπέμπουσι τοῖς προτέροις ἐνεχομένους ἐγκλήμασι καὶ διαπληκτισμοῖς· ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοιαῦτα παρὰ πολλῶν ὁ βασιλεὺς ἤκουε, τὰ μὲν πρῶτα πείθεσθαι οὐκ ἐδύνατο, τὴν γενομένην ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐνθυμούμενος· ὀψὲ δὲ βήματος γενομένου καὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων συναθροισθέντων ἐν τῷ μεγίστῳ καὶ θείῳ νεῷ τῆς τοῦ θεοῦ Σοφίας, προκαθίσας ὁ βασιλεὺς ἅμα τῷ πατριάρχῃ πᾶσαν τοῖς βουλομένοις παρέσχετο χώραν ἐλέγχους κατὰ τῶν τοιούτων προφέρειν.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[A. M. 6836 AD 6819] manitas et commiseratio corum bant. qui male habe VI. Quin et eo mortuo æs alienum emersit; nummus autem ue unus quidem uspiam inventus. Hunc iste exitum sortitus est anno ab orbe condito series suillesimo octingentesimo et quadragesimo; quo tempore annum ætatis tricesimum sextum imperator Andronicus explebat. CAPUT II. Metochiles tribus malis affictus. Habitum monasticum induit. Moritur. Gregoras lamentandi munus suscipit. Monodia, seu funebris lamentatio. Lucius cognatorum. Breve clogium Melechita. 1. Triginta diebus ex eo elapsis magnus logo-Β Theta Metochites decessit, tribus maximis malis victus et corporis et animi. Nam stranguriz quidem morbu pridem laborare cœperat. Jam autem Aliis quoque ejus comprehensis et in carcerem ronjectis ejus morbi vim animi dolor auxit. Paulo post imperatoris etiam mors consecuta despera tionem illi de summa rerum attulit, et naturam ejus ad extremum debilitavit, laxatis nervis præcipuerum organorum vitatibusque viribus resolutis. Quare monastico babitu induto decessit. Sed quia et egn, uti par erat, ex corum numero fui, qui illum gravissime lugerent, hujusmodi de co ſunebrem orationem habui 475.. Nihi quidem, auditores, idem usu venit, quod navi subito adversis ventis circumvenIs, cujus puppis cum demergenda sit, priusquam consistere possit, ab alio Auctu a latere obruatur. Prinsquam enim priorem illam et maximam obitus imperatoris calamitatem excussissem, altera hæc hodie me aggressa, veluti fucius post factum, tempestas post tempestatem, graviter demersit et in abyssos et fundum calamitatum ben dejecit. anima, cur non statim evolasti? cur adhuc in misero isto corpore permanes? Heu, cur non præ doloribus raptum est corpus meum, sed adhuc tot (K3) Christi 1332, ut paulo ante notavimus. goras non Monodia solum, sed et Epitaphio NetoDUCANG. Andronicus junior, indictione oelava iuchule, annos natus erat 27, teste Cantacuzeno Hist. lib. 1, cap. 40'; porro annus is erat Christi 1324 ad finem vergens. Anno igitur 1339 cum avus ejus Andronicus supremum diem obiit, nondum ipsa epiplat annui talis 35. liaque aec de reblo Andronici junioris Cantacuzenum inter et Gregorum convenit. Nitas igitur Andronicus junior anno 1296. Ducang. Obiit proinde Theodorus Metochita 14 Martij anno 1332. DUCANG. Abest hæc Monodia a codice Regio 2558 ut et Monodia in obitum Andronici senioris, Lection mes a vulgatis diversas suppeditavit codex Colbertmns, in quo hane de Theodori Metochita ovitu 1 mentationem, cum variis recentiorum Grecorum cpusculis conjunctam, reperimus. Ceterum Gree chitam mortnum prosecutus est. En epigramma, quale occurrit initio codicis Regii 2561 Scripserat credo, Νam viŋ mãos est nimis inconditum. Cætera, quanquam et ipsa minime modulata, non currigo, cuin sciam illius temporis poetas plerosque Ingum metricarın iguares prorsus fuisse. cai quidems rel arguments sunt poemata ipsius Metochita, viri quidem doeri, sed versificatoris pessimi, cujus sepulcre nefas fuit bonum epigramma inseribi. Boires. a.ljective userpatum videtur. WOLFIDS.

675 [v. ar. 6836 an 0819) NICEPTFORNIREGOR [IMP. ANDRON:C. JGN | liconem? Quis sapientiae destruxit Olympum? Quis lucernam exstinxit, mentis nostrae oculos illustrantem et cilia nostri animi pulchre aperientem? Quis artem artium, scientiam scientiarum perdidit? Quis cœlestem hominem in fundum tumuli dejecit? Olim quidem Græcia Athenas eloquentie domicilium deploravit, cum eas per insidias celeres destruxisset Lysander Lacedæmonius. Nos vero hodie non satis deplorare possumus totam Græciam cum ipsis Athenis demersam. Unus enim hic vir fuit omnia. O Musa, o facundia, 478 o virtutes, o omnes disciplinæ, quomodo agrestia lilia adeo celeriter estis imitatæ, cito quidem in altum decus arrectæ, sed cit:us arefactæ et dejectæ? Divina enim vestra cella, magnum illud et celebre vestrum diversorium, nunc terra et interitu oppressum una vestram quoque gloriam depressit. Hic fuit, qui omnes voce philosophos superaret et oratores, quos omnia sæcula celebrant: sed heu, jacet jam in pulvere et tumulo mutus. Ilic fuit, qui mente et lingua cuelos et terras dimetiretur, quovis perpendiculo, quavis amussi rectius, nunc vero lapis exiguus eum dimetitur. Hic fuit magnorum cœli et terræ horizontum et parallelorum optima dioptra, hic optimus et sponte natus horoscopus; sed nunc eum ante tempus, o miseriama, brevis horizon terre complectitur. llic fuit, qui magnum impendit studium, ne in posterum Graci erudiu in judiciis veterum sapientum hallucinarentur. Hic fuit, qui contemplatricis siderum sapientia scientiam facilem reddiderit. llic fuit, qui Aristotelicz lingua labyrinthos extricarit, at nunc obscuri sepulcri labyrinthi acerbe circa cum iutricantur. Hic optiinæ verecundiæ et modestiæ regula; sed nunc euin mors impudenter amputavit. Heu, quo pacto tempus hoc paulo momento vetustatem omnem lamentationibus vicit: quod post multa solis curricula tantum detrimenti universæ naturæ humanæ in hunc usque diem inferre non 479 potuit, nostra vero ætate facillime potuit. Heri enim maxima et pulcherrima bona abripuit; ca vero quæ restaLant hodie reversum etiam ademit. Heri terra solem terr: visceribus occultavit, nunc etiam Luciferum simul occultavit. Ileri musicam harmoniam abstulit, hodie magaden et nervos, quomodo is, qui effecit ut coeli, qui longo jam tempore lacuerant, Dei gloriam enarrarent, nunc ipse in sepulcro tacet? Heu, quomodo ipse mortuus atque immotus viventem et mobilen misero mibi dolorem facit; qui toto die cor meum quovis ense acutius penetrat ac potius tolas noctes, si quod majus est dici debet? Interdiu enim et familiarium congressus crebri, et cœli ac terræ, eorumque que his continentur, pulchritudo forsitan a dolore nonnihil avertunt atque paulisper abstrahunt animum nostrum; noctu vero cum datur otium, nec est quod prohibeat, omnes calamitatum dolores simul irrnunt; et pectore ac memoria mea occupata, ul cri canes cadaver, huc atque illuc distrahant ac

καὶ ἤγοντο πλεῖστα καὶ ἀναμφισβήτητα καὶ πλείω τῶν ἀκουσθέντων τἀγκλήματα. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, τῶν μὲν τεττάρων ὁ εἷς ἀθῶος ἀπήλλαξεν, οὐ προστριβέντος αὐτῷ τοῦ τῆς δωροδοκίας ἐγκλήματος· οἱ δ’ ἕτεροι, δείσαντες μὴ διαῤῥαγῶσιν ὑπὸ τοῦ δήμου, φθάσαντες ἑαυτῶν κατεψηφίσαντο, οἱ μὲν τῶν τε ληφθέντων χρημάτων ἀπόδοσιν καὶ τοῦ δικάζειν στέρησιν παντελῆ· ὁ δ’ ἐπίσκοπος ἐπὶ τούτοις καὶ τὴν τῆς ἱερωσύνης ἀπαλλαγήν τε καὶ ἀλλοτρίωσιν. ἐξώσθησαν δὲ τῆς βασιλίδος τῶν πόλεων κελεύσει τοῦ αὐτοκράτορος. (δ.) Θέρους δ’ ἀρχομένου πάλιν ὁμοίως ἐταλαιπώρουν οἱ Θρᾷκες ἐκ τῶν Ἀσιατικῶν Τούρκων. διὰ γὰρ τὴν ἀεὶ τοῦ τοὺς Ῥωμαίους κατατροποῦσθαι συνήθειαν ἀδεῶς ὁπότε βούλοιντο διεπεραιοῦντο καὶ κάκιστα διετίθεσαν Θρᾴκην. οἱ μὲν οὖν τὴν Ἰωνίαν καὶ τὰ ἐπέκεινα κληρωσάμενοι διὰ τὰς πρὸ βραχέος κατὰ Φώκαιαν γενομένας πρὸς βασιλέα σπονδὰς, ὡς εἰρήκειμεν, ἡσυχίαν ἦγον ἔν γε τῷ παρόντι.
οἱ δὲ τὰ περὶ Τροίαν καὶ ὅσα τοῦ Ἑλλησπόντου παράλια κατοικοῦντες πλείσταις ναυσὶν αὐτοί τε καὶ ἵπποι αὐτῶν τὸν Ἑλλησπόντιον διαπεραιοῦνται πορθμὸν, καὶ κακῶς εὐθὺς διαθέντες Χερσόνησον ἐκεῖθεν εἰσβάλλουσι καὶ ἐς τὴν τῆς Θρᾴκης μεσόγειον, ὅτε δὴ καὶ ὁ βασιλεὺς περὶ Διδυμότειχον ἔτυχε διατρίβων. ὃς ἐπεὶ μὴ ἀξιόμαχον εἶχε στρατὸν, κατὰ πρόσωπον τοῖς ἐχθροῖς ἀπαντᾷν οὐκ ἐθάῤῥει. ἐνέδρας δὲ ποιῶν οὐκ ἠμέλει, αἴθριος διανυκτερεύων καὶ πείνῃ καὶ δίψῃ κατατήκων ἑαυτόν. ὀψὲ δὲ μοίρᾳ τινὶ τῶν ἐπὶ λείαν ἐξιόντων ἐντυχὼν τήν τε λείαν ἀφείλετο καὶ αὐτοὺς ἀπονητὶ διαφθείρει, πεντήκοντα καὶ ἑκατὸν ἐπιλέκτους ἅπαντας ὄντας. ὃ δὴ μαθόντες οἱ λοιποὶ διαπρεσβεύονται πρὸς βασιλέα. καὶ οὕτως οἱ μὲν ἔνσπονδοι εὐθὺς ἀνεχώρησαν οἴκαδε· ὁ δὲ βασιλεὺς τριταῖος ἐς Βυζάντιον ἀφικνεῖται. ἔσπευδε γὰρ διαβῆναι πρὸς Αἰτωλίαν, πονήρως ἐκεῖ τῶν πραγμάτων ἐχόντων μετὰ θάνατον τοῦ τὴν αὐθεντίαν ἔχοντος κόντου καὶ τῆς γυναικὸς ἐκείνου καλούσης ἐκεῖθεν ἐπὶ καταλήψει τῆς ἀρχῆς. (Β.) Ἀλλὰ τοῦ αὐτοῦ θέρους ἱσταμένου, καὶ τοῦ βασιλέως παρασκευαζομένου πρὸς ἔξοδον, ἀγγέλλεται δεινὸν ἐξ Ἀσίας ἕτερον.
τὸ δὲ ἦν, ὡς ὁ τῶν Βιθυνῶν ἀρχηγὸς Ὄρχανος ὁ Ἀτουμὰν λάθρα στρατολογῶν ἐκ πολλοῦ παρεσκεύασεν ἤδη δύναμιν ἱκανὴν καὶ μάλα τῷ σφετέρῳ βουλήματι ἀποχρῶσαν· ἣν δὴ καὶ ἑτοίμην οὖσαν μέλλειν ἐς τὴν ὑστεραίαν διαβαίνειν ἐξ Ἀσίας διχόθεν, τὴν μὲν ἐξ Ἱεροῦ, τὴν δ’ ἐκ Προποντίδος, ἐς τὰ τῆς Βυζαντίδος προάστεια· τοῦτο γὰρ ἕως νῦν διετηρήθη τὸ μέρος πολεμίας χειρὸς μάλα ἀνώτερον. καὶ ἦν σκοπὸς, μετὰ τὸ διαρπάσαι πᾶν ὅσον ἦν ἐκ τῆς πόλεως πλῆθος ἐς ἅλωνας καὶ σίτου κομιδὴν περισπώμενον καὶ ὅσον ἦν ἐν τοῖς ἔξω χωρίοις τὴν οἴκησιν ἔχον, εἶτα καὶ δύο τινὰ τῶν τῆς πόλεως ἔγγιστα φρούρια εἰληφότας ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου ἐς μάχην παρατάττεσθαι τῶν Βυζαντίων. μηδὲ γὰρ ἔχειν ἔτι Ῥωμαίους ἀντίπαλόν σφισι δύναμιν, διὰ τὸ καταπεπονῆσθαι καὶ ἐφθάρθαι τῇ τε τῶν χρημάτων ἐνδείᾳ καὶ ταῖς πυκναῖς τῶν πολεμίων ἐφόδοις. ἔχοντας δὲ μεθ’ ἑαυτῶν καὶ τὴν γνώμην τῶν ἐν τοῖς Γαλάτου Λατίνων, κουφοτέρας σφίσιν εἶναι τὰς ἐλπίδας καὶ ἐς ἅλωσιν τῆς βασιλευούσης.
PG 148:741(Γ.) Ὁ μέντοι βασιλεὺς πυθόμενος τὸν ἔκπλουν ἐκείνων ἐξαίφνης, ἐπεὶ μὴ ἐδίδου καιρὸν ἡ περίστασις ἐς ἀνάλογον παρασκευὴν ἑτοιμάζεσθαι, δεῖν ἔκρινεν οὕτως ἀπαρασκεύως ἐξιέναι πρὸς μάχην, ἔχων ἀντὶ πάσης ὅπλων παρασκευῆς καὶ στρατεύματος τὴν εἰς θεὸν ἀῤῥαγῆ καὶ βεβαίαν ἐλπίδα καὶ πίστιν. εἴκοσι μὲν οὖν τῶν ἐν ἡλικίᾳ εὐγενῶν ἀπολέξας καὶ τετταράκοντα τῶν παρατυχόντων στρατιωτῶν ἐκπέμπει διὰ τῆς ἠπείρου, δοὺς ἡγεμόνα σφίσι Καντακουζηνὸν, τὸν μέγαν δομέστικον· αὐτὸς δ’ ἅμα τριήρεσιν ἀόπλοις τρισὶν ἐπὶ τὰς τῶν βαρβάρων ναῦς ἐποιεῖτο τὸν πλοῦν. οἱ μὲν οὖν βάρβαροι τέτταρας καὶ εἴκοσιν ἔχοντες ναῦς ἐκ τῶν Ἀσιατικῶν τῆς Προποντίδος κόλπων κατέπλευσαν καὶ ὡρμίσαντο Ῥηγίου ἐγγὺς, περὶ χωρίον ἀπέχον τῆς βασιλευούσης οὐ μεῖον σταδίων ἑκατὸν πρὸς τοῖς δέκα, περὶ ὥραν ἤδη τρίτην τῆς νυκτός. καὶ εὐθὺς ἀποβάντες ὥρμησαν ἐπὶ λείαν ἄλλοι ἄλλοθί που διαμερισθέντες, πρὶν αἰσθέσθαι τοὺς ἐν ταῖς χώραις οἰκοῦντας. καὶ ἦν ὁρᾷν μὲν ἅλωνας καομένας, ἀκούειν δὲ κλαυθμοὺς γυναικῶν καὶ νηπίων ἀπηνῶς ἑλκομένων.
PG 148:743περὶ δὲ ὥραν ἐννάτην τῆς νυκτὸς, ἤδη τοῦ λυκαυγοῦς ὑποφαίνοντος, ἧκεν ὁ μέγας δομέστικος ἱππέας ἄγων ἑβδομήκοντα· καὶ διεσκεδασμένοις ἐντυγχάνων τοῖς βαρβάροις ἔκοπτεν αὐτοὺς, καθάπερ οἱ θερισταὶ τὸ λήϊον. ἅμα δὲ καὶ ὁ βασιλεὺς καταπλεύσας εἷλε τέτταρας καὶ δέκα ναῦς βαρβαρικὰς, ἀνελὼν τοὺς ἔνδον φρουρούς. αἱ γὰρ δέκα ἔφυγον εὐθὺς, προαισθομένων ἐνίων βαρβάρων καὶ εἰσδραμόντων εἰς αὐτάς. ἅμα δ’ ἕῳ καὶ τοῦ βασιλέως ἀποβάντος ἐς ἤπειρον μέγιστον καὶ τῶν πώποτε μνημονευομένων ἔργον τετέλεσται. ἐφάνη γὰρ, ὡς οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ εὐδοκοῦντός ἐστι τὰ πάντα θεοῦ. μήπω γὰρ τοῦ ἡλίου τὸν μεσημβρινὸν παραλλάξαντος χίλιοι μὲν ἔγγιστα κατεκόπησαν τῶν βαρβάρων· τριακόσιοι δὲ ἑάλωσαν ζῶντες. τῶν δὲ Ῥωμαίων πέπτωκε μὲν οὐδείς· ἵπποι δ’ οὐκ ὀλίγοι τούτων κατεκόπησαν. πεζοὶ γὰρ ὄντες οἱ βάρβαροι πράττειν οὐκ εἶχον γενναῖον οὐδὲν πρὸς ὡπλισμένους ἱππέας· ἀπογνόντες δὲ τολμηρότερον κατὰ τῶν ἵππων ἐχώρησαν.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
(Δ.) Οἱ μέντοι Ῥωμαῖοι, πρὸς ἀπογνώσεως καὶ δειλίας βυθοὺς ἐκ πολλοῦ καταδύντες, τῷ ἤδη περιχαρεῖ σφᾶς τε αὐτοὺς ἀνεκτήσαντο καὶ ἐς τὸν ἔπειτα χρόνον βεβαιοτέρας πρὸς κύριον ἐκτήσαντο τὰς ἐλπίδας. ἔγνωσαν γὰρ ἅπαντες ἐναργῶς, ὡς οὐκ ἀνθρώπινον τὸ πραχθέν· πῶς γὰρ ἐν τοιαύτῃ χρόνων περιφορᾷ, ὅτε τὰ μὲν Ῥωμαίων ἀπέγνωσται πανταχόθεν, τὰ δὲ βαρβάρων ηὔξηται πολλῷ πρὸς θαῤῥαλεώτερον διὰ τὴν μακρὰν τοῦ νικᾷν συνήθειαν; ἀλλὰ δεξιὰ κυρίου ἐποίησε ταῦτα καὶ ὁ βραχίων ἐκείνου τὴν τῶν ὑπεναντίων ἄμαχον ἀπονητὶ συνέτριψε δύναμιν. πολέμων γὰρ, οὓς ἐν ταῖς ἱστορίαις ἀκούοντες θαυμάζομεν διὰ τὸ ἑκατέρωθεν οὐκ εὐαρίθμητον πλῆθος τῶν στρατευμάτων, ἐν ὀλίγοις εὕροι τις ἂν τοσοῦτον μὲν πλῆθος κατακοπὲν, τοσοῦτον δὲ ζωγρηθὲν, ὅσον νῦν ὑπ’ ἀνδρῶν ἑβδομήκοντα μόνων. (Ε.) Ἐς δὲ τὴν ἐπιοῦσαν αὖθις ὁ βασιλεὺς ἔκ τε ἠπείρου καὶ θαλάττης λαμπρῶς ὁπλισάμενος ἀφίκετο ἐς τὸν τοῦ Ἱεροῦ πορθμὸν, ἐλπίσας εὑρήσειν καταπλέοντας ἤδη τοὺς βαρβάρους κἀκεῖθεν κατὰ τὴν φήμην. ἀλλ’ ἔμεινε τὰ τῶν ἐλπίδων ἀτέλεστα. πυθόμενοι γὰρ οἱ βάρβαροι τὴν τῶν ὁμοφύλων συμφορὰν ἀνεχώρησαν.
ὁ μέντοι βασιλεὺς ἀναζεύξας ἐκεῖθεν ἀφίκετο νυκτὸς ἐκ τῶν βασιλείων πεζῇ τεσσαράκοντα καὶ πέντε σταδίων ὁδὸν ἐς τὸν θεῖον νεὼν τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας, τοὺς εὐχαριστηρίους ἐκ μέσης ἀποδώσων ψυχῆς. ε. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμεν, ὅπερ ἐπανελθὼν ἀναλήψομαι. ἐν τούτῳ τῷ θέρει, τοῦ ἡλίου τῶν θερινῶν ἤδη τροπῶν ἁψαμένου, ἤρξατο φαίνεσθαι κομήτης ἐκ τῶν ἀρκτικῶν μερῶν τοῦ ὁρίζοντος ἀφ’ ἑσπέρας ἑκάστης εὐθὺς μετὰ δύσιν ἡλίου. μᾶλλον δ’ οὐ κομήτης ἦν, εἴ τις ἀκριβολογεῖν ἐθέλοι, ἀλλὰ πωγωνίας, ῥομφαίᾳ τινὶ ἐοικώς. ἐδόκει μὲν οὖν ἐσχηκέναι τὴν ἀρχὴν ἐκ τῶν τοῦ Περσέως μάλιστα ποδῶν, οἳ τῇ ῥάχει τοῦ ταύρου πλησίον εἶναι δοκοῦσιν· ἐπὶ δὲ τὰ πρὸς ἕω μέρη τοῦ κόσμου πέμπειν τὴν κόμην ἐπὶ πολὺ παρατείνουσαν. εἶτα ἐκεῖθεν ἀρξάμενος ἀνέβαινεν εὐθὺ τοῦ ἀρκτικοῦ πόλου, κινούμενος ἑκάστης ἡμέρας τρεῖς ἔγγιστα μοίρας. ἐπεὶ δὲ παρήλλαξε τὸν ἀρκτικὸν πόλον καὶ μετ’ ἐκεῖνον τήν τε μικρὰν ἄρκτον καὶ τὰς καμπὰς τοῦ δράκοντος, ἔψαυσε καὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Ἡρακλέους καὶ μετ’ αὐτὸν τοῦ τῆς Ἀριάδνης στεφάνου. ἐκεῖθεν διέδραμε τὴν ἀριστερὰν χεῖρα τοῦ Ὀφιούχου.
PG 148:745καὶ ἐπειδὴ πλάτος ἐνταῦθα ζωδιακοῦ καὶ ἰσημερινὸς καὶ τόπος θερμότητα ἔχων, ἀντέχειν ὁ κομήτης οὐκ ἠδυνήθη, διὰ τὸ ἐξ ὑγρᾶς ἀναθυμιάσεως τὴν ἀρχὴν τῆς συμπήξεως εἰληφέναι. διὸ τήν τε κόμην διέλυσε καὶ αὐτὸς ἠφανίσθη τελέως. φαντασία γὰρ ἦν ἀστέρος, καὶ οὐκ ἀστήρ. προσθήσω τοῖς εἰρημένοις καὶ ἀκοῆς ἄξιον ἄλλο διήγημα. (Β.) Ἐν τούτοις τοῖς χρόνοις μία τῶν Σκυθῶν γυναικῶν, ἐκ τῶν ἐπέκεινα τοῦ Ἴστρου τὴν οἴκησιν ποιουμένων, μήτε σύζυγον μήτε παῖδας ἔχουσα, ἐπειδὴ τοὺς ἐκ Θρᾴκης ἀπαγομένους αἰχμαλώτους πρὸ τῶν ταύτης ἑώρα θυρῶν (ἐπόθει δ’ ἐκ πολλοῦ προσχωρῆσαι Ῥωμαίοις καὶ τὸ θεῖον δέξασθαι βάπτισμα), ὤνιον διαναστᾶσα σύζυγον ἔλαβεν ἕνα τῶν αἰχμαλώτων Χριστιανῶν, ὅρκοις αὐτὸν ἐμπεδώσασα πρότερον, μὴ λιπεῖν τὴν ταύτης συνοίκησιν, μήδ’ εἰ ἄλλοθί που τὴν ἀποικίαν ποιήσαιντο. ἐπεὶ δ’ εὐκαιρίας πρὸς μετοικίαν ζητουμένης ἐνιαυτὸς ὅλος ἐτρίβη, ἐν ᾧ δὴ καὶ τέκνα δύο τὸ μὲν γεγέννηκεν, τὸ δ’ ἐν γαστρὶ φέρουσα ἦν, ἔτι πλείονα τὴν στοργὴν καὶ στεῤῥοτέραν πρὸς τὸν σύζυγον ἔσχε.
τούτου δ’ οὕτως ἔχοντος ἔτυχεν ἐς τοὐπιὸν ἔτος αἰχμάλωτος ἀπαγομένη καὶ ἡ προτέρα τοῦ ῥηθέντος ἀνδρὸς σύζυγος. ἣν ἐκεῖνος ἐδάκρυσε θεασάμενος. ἡ μέντοι Σκυθὶς ἐκείνη γυνὴ τὴν αἰτίαν τῆς λύπης καὶ τῶν δακρύων μαθοῦσα οὔτ’ ἠχθέσθη τἀνδρὶ, οὔτε ζηλοτύπως ἔσχε πρὸς τὴν γυναῖκα· ἀλλ’ ὤνιον εἰλήφει καὶ ταύτην, ἵνα καὶ ταῖς χρείαις ὑπηρετῇ τῆς οἰκίας καὶ ἅμα παραμύθιον εἴη τῇ θεωρίᾳ τἀνδρὸς ἐκ τῶν ἔγγιστα. ἐπεὶ δ’ εὐκαιρίας γενομένης τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ τῇ βασιλευούσῃ τῶν πόλεων ἐπεδήμησε, δραμοῦσα πρὸς τὸν πατριάρχην ἡ προτέρα σύζυγος ἐβόα καὶ ἐστερνοτυπεῖτο καὶ ἀδικεῖσθαι ἔφασκε παρὰ τῆς Σκυθίδος, ἀφελομένης τὸν ἄνδρα αὐτῆς. παρελθούσης μέντοι κἀκείνης καὶ τὰ τοῦ πράγματος, ὡς εἶχεν, ἀκριβῶς διεξελθούσης, οὐκ εἶχεν οὐδεὶς οὐδὲν ἀπὸ δικαίου προφέρειν ἔγκλημα κατ’ αὐτῆς. κυρία γὰρ ἦν ἀμφοτέρων, ἅτε χρημάτων οἰκείων ὠνίους ἐξ ἀγρίων φάναι θηρῶν εἰληφυῖα. ὅμως σιωπώντων ἁπάντων καὶ μηδὲν ἐχόντων προφέρειν ἔγκλημα κατ’ αὐτῆς, κρίσιν ἐπέθηκεν αὕτη τοιαύτην τῷ πράγματι. τῷ μὲν ἀνδρὶ προῖκα τὴν λύσιν παρέσχε διὰ τὴν συνουσίαν καὶ τὴν ἐξ αὐτῆς τῶν παίδων γέννησιν·

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:747τῇ δὲ γυναικὶ βούλεσθαι μὲν, μὴ δύνασθαι δὲ διά τε τὴν τῶν χρειωδῶν ἔνδειαν καὶ τὸ ἐπ’ ἀλλοδαπῆς εἶναι σὺν δυσὶ βρέφεσι. διὸ τὸ δοθὲν ὑπὲρ αὐτῆς κομίσασα (ἔφησε) τίμημα αὐτὴ μὲν ἀπερχέσθω μετὰ τοῦ ἀνδρός· ἐγὼ δ’ ἔσομαι τοῦ λοιποῦ μετὰ τῶν βρεφῶν, ἐς τὰς χεῖρας ἀποβλέπουσα τοῦ φιλανθρώπου θεοῦ. ταύτην τὴν κρίσιν πάντες ὕμνησαν ἅμα τῷ πατριάρχῃ καὶ τὸ μεγαλοφυὲς τῆς γυναικείας ἐκείνης γνώμης ἐθαύμασαν. ἀλλ’ οὐκ εἰς μακρὰν ἡ δίκη τὸ προσῆκον εἴληφε πέρας πρὸς τοῦ δικάζοντος ἄνωθεν ἀῤῥεπῶς φιλανθρώπου θεοῦ. ἐξελθοῦσα γὰρ ἡ γυνὴ περὶ τὴν τῶν λύτρων συναγωγὴν καὶ περιϊοῦσα τὰς γείτονας παρὰ τὴν Θρᾴκην, ὅποι τὴν οἴκησιν ἐπεποίητο πρότερον, εἰς τὰς χεῖρας αὖθις ἐμπέπτωκε τῶν Σκυθῶν, ἐξαίφνης ἐπιδραμόντων κατὰ τῆς Θρᾴκης. κἀκείνη μὲν αἰχμάλωτος ᾤχετο ἀπιοῦσα· ὁ δ’ ἀνὴρ ἔμεινε τοῦ λοιποῦ συνοικῶν τῇ ἐκ Σκυθῶν ἐκείνῃ χρηστῇ γυναικί. 2. Ἐκάλει δὲ ἤδη τὸν βασιλέα τὰ Αἰτωλῶν καὶ Ἀκαρνάνων πράγματα, πλημμελῶς διακείμενα καὶ νοσοῦντα διὰ τὴν τοῦ δεσπότου αὐτῶν τελευτήν.
ἡ γὰρ ἀρχὴ διοικεῖσθαι μὴ δυναμένη παρὰ γυναικὸς χηρευούσης καὶ τέκνων ἀτελῶν ἔτι πλημμελῶς ἐφέρετο, καθάπερ ναῦς ἀγκυρῶν ὀρφανὴ κύμασι καὶ χειμῶνι συνειλημμένη. ἐπεὶ δὲ ᾔδει τοῖς Ἰλλυριοῖς ὁ βασιλεὺς πάλαι εἰθισμένον τό γε ἐπιορκοῦντας καὶ παρασπονδοῦντας ληί̈ζεσθαι τὴν Ῥωμαίων χώραν καὶ λωποδυτεῖν τοὺς παριόντας καὶ πονηρίᾳ καὶ δόλοις συζῶντας, καὶ συνῆκεν, ὡς καὶ νῦν ἐμπόδιον ἔσονται λάθρα τῇ πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς ἐκστρατείᾳ αὐτοῦ, μεταπέμπεται μισθοφόρους δισχιλίους τῶν περὶ Σμύρναν καὶ Ἰωνίαν κατοικούντων Τούρκων, μεθ’ ὧν δὴ καὶ ἀρχομένου ἔαρος ἐσβαλὼν ἐς τὴν Ἰλλυριῶν χώραν ἐδῄωσε ταύτην καὶ λείαν ἐκεῖθεν ἤλασε παμπληθῆ, ὡς πλουσίους ἐκ πενήτων ἐν βραχεῖ γενομένους τοὺς Τούρκους βριθούσαις δεξιαῖς ταχέως ἐπανελθεῖν οἴκαδε. ὁ δὲ βασιλεὺς τούτῳ τῷ τρόπῳ τοὺς Ἰλλυριοὺς πεποιηκὼς ἀσθενεῖς ἀδεῶς διαβαίνει πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς μετὰ τοῦ οἰκείου στρατεύματος καὶ πᾶσαν ἐκείνην τὴν χώραν μετὰ τῶν πόλεων ἀπονητὶ παρεστήσατο, προσεῤῥυηκότων ἑκόντων αὐτῷ τῶν ἐκεῖ δυνατῶν μετὰ τῆς δεσποίνης αὐτῶν Ἄννης, τῆς τοῦ πρωτοβεστιαρίου θυγατρός.
PG 148:749(Β.) Ἐν δὲ τούτοις ἀσχολουμένου τοῦ βασιλέως, ἑάλω καὶ ἡ τῶν Βιθυνῶν μητρόπολις Νικομήδεια, τῷ πολλῷ καταπονηθεῖσα λιμῷ, διὰ τὴν ἐπίμονον τῶν ἐχθρῶν πολιορκίαν. τῷ μέντοι μετὰ ταῦτα ἐνιαυτῷ οὐδὲν ἱστορίας ἄξιον πέπρακται, πλὴν ὅτι συνεχῶς τε καὶ ἀδεῶς καὶ κατὰ πλήθη κατέδραμόν τε καὶ κατατρέχουσι Θρᾴκην οἱ Τοῦρκοι. τοῦτο γὰρ, ὡς ἐγνωσμένον ἤδη καὶ σύνηθες, ὀκνῶ διηνεκῶς διηγεῖσθαι. (Γ.) Τῷ δ’ ἑξῆς ἔτει ὁ μὲν παῖς τοῦ τῆς Ἠπείρου κρατοῦντος πρότερον κόντου Κεφαλληνίας, τεσσαρεσκαιδέκατον τῆς ἡλικίας ἄγων ἔτος τηνικαῦτα καὶ σύνεσιν τῆς ἡλικίας ἔχων μείζονα, ἐπειδὴ τὸν μὲν πατρῷον κλῆρον ὑπὸ τῷ βασιλεῖ γενόμενον εἶδε, τὴν δὲ μητέρα συνθεμένην ἀκολουθῆσαι τῷ βασιλεῖ μέχρι Θεσσαλονίκης, κελεύουσαν δ’ ἕπεσθαι καὶ αὐτὸν δίχα τῶν πατρικῶν ἐπισήμων συμβόλων, ἀποστασίαν ἐπινοεῖ· καὶ συμβούλῳ χρησάμενος ἑνὶ τῶν εὐγενῶν τῆς Ἠπείρου ἅμα αὐτῷ φεύγων ᾤχετο ἐς Πάτρας τὰς παλαιὰς παρὰ τὴν σύζυγον τοῦ τελευτήσαντος πρίγκιπος Πελοποννήσου καὶ Ἀχαί̈ας.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἡ δὲ μήτηρ εὐθὺς ἅμα τῷ βασιλεῖ διασώζεται μέχρι Θεσσαλονίκης, κἀκεῖ πρὸς τοῦ βασιλέως ἱκανὰ χωρία λαβοῦσα προσόδων ἐτησίων ἕνεκα αὐτόθι κατοικεῖν ἔγνωκε τοῦ λοιποῦ. ἐπίτροπός γε μὴν τῆς Ἠπείρου ἐγκαταλέλειπται πρὸς τοῦ βασιλέως ὁ πρωτοστράτωρ Θεόδωρος ὁ Συναδηνός· ὃς καὶ πρὶν ὅλον ἐξήκειν ἐνιαυτὸν αἰφνιδίως ἁλίσκεται πρὸς τῶν τῆς χώρας οἰκητόρων καὶ δέσμιος τῷ τοῦ κόντου δίδοται παιδὶ, πρὸς τὴν Ἤπειρον αὖθις ἐπανελθόντι καὶ ἀναδεξαμένῳ τὴν πατρικὴν ἀρχὴν παρ’ ἑκόντων τῶν ὑπηκόων. ζ. Ὁ δὲ βασιλεὺς ἐνδημήσας ἐς Ἀδριανούπολιν ἅμα τῇ συζύγῳ δεσποίνῃ τὰς ἐκ πολλοῦ συμφωνίας ἤδη πρὸς πέρας ἤγαγε, δοὺς εἰς γυναῖκα τὴν θυγατέρα αὐτοῦ τῷ Ἀλεξάνδρου παιδὶ τοῦ τῶν Μυσῶν ἀρχηγοῦ, πεντεκαιδέκατον ἄγοντι τῆς ἡλικίας ἔτος ἐτῶν οὖσαν αὐτὴν ἐννέα. καὶ ἦν τὸ λοιπὸν εἰρήνη βαθεῖα μεταξὺ Ῥωμαίων καὶ Μυσῶν. (Β.) Ἐν τούτῳ τῷ χρόνῳ γεννᾶται παιδίον ἐν Βυζαντίῳ, συμφυὲς μὲν ἀπὸ ποδῶν ἄχρις ὀμφαλοῦ, τὰ δ’ ἑξῆς διαιρούμενον ὤμους καὶ στέρνα καὶ ῥάχιν, καὶ δύο μὲν ἔχον κεφαλὰς, χεῖρας δὲ τέτταρας· ὃ καὶ μετὰ μίαν ἡμέραν ἐξεπεπνεύκει.
(Γ.) Ἐφάνη δὲ καὶ πολλῷ τούτου πρότερον παιδίον ἕτερον περὶ Τραϊανούπολιν, ὃ δὴ τρίτου γενόμενον ἔτους ἐψέλλιζε μὲν κατὰ νήπιον· ῥώμην δ’ εἶχεν, ὅσην ἂν καὶ εἴκοσιν ἐτῶν ἀνὴρ, καὶ ἤσθιεν ὁμοίως κατ’ ἄνδρα κἀν τῇ ἥβῃ τρίχας εἶχεν ἀνδρὸς τελείου. ἀλλὰ πρὶν ἐς πέμπτον ἔτος ἐληλυθέναι, πυρετῷ συσχεθὲν ἐτελεύτησεν. ἡ γὰρ ἔνδεια τῆς τῇ βρεφικῇ ἡλικίᾳ προσηκούσης ὑγρότητος ξηρότητα ἐνεποίησε τῷ σώματι τοιαύτην, οἵαν καὶ εἰκοσαέτης ἔχοι ἄν· κἀντεῦθεν καὶ τὴν ὁμοίαν ἰσχὺν τοῖς μέλεσι καὶ μορίοις αὐτοῦ γε ἐντέθεικεν, ὡς συσχεθῆναι μὲν διὰ ταῦτα τὴν ἁρμόττουσαν ἑκάστῃ τῶν ἡλικιῶν αὔξησιν καὶ τροφήν· μὴ ἔχειν δ’ αὐτὴν ἑαυτὴν διοικεῖν τὴν φύσιν, ὡς ἐτάχθη πρὸς τοῦ ποιήσαντος καὶ συνδήσαντος. οὕτω γὰρ τὴν τοῦ ζώου πλάσιν ὁ τεχνίτης θεὸς συνεκέρασεν, ὡς μὴ δεῖσθαι μηδεμιᾶς ἔτι προσθήκης ἢ ἐλλείψεως·
PG 148:751ἀλλὰ καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ τῆς μὲν λυθείσης τῶν χορδῶν, τῆς δὲ ταθείσης ὑπὲρ τὸ εἰκὸς, ἡ τοῦ μέλους φαυλότης ἐλέγχεται, οὕτω κἀνταῦθα τῆς τοῦ ζώου συμπήξεως παρασυρείσης ὑπό τινος ὑλικῆς ἐνδείας ἢ πλεονασμοῦ, καὶ τὸν προσήκοντα παραμειψάσης χρόνον, ἡ εἰς τὰ πρόσω πορεία τῆς γενέσεως καὶ αὐξήσεως διακόπτεται· καὶ γίνεται παραπλήσιον τὸ πάθος, ὁποῖον κἀν τοῖς νεοβλάστοις ὁρῶμεν γινόμενον ἄνθεσιν, ἃ τὴν ὥραν προαρπάσαντα κἀντεῦθεν νεωτερισμοῦ τινος καὶ προπετείας ὄφλοντα δίκην σκηπτοῦ καὶ χαλάζης μαραίνουσιν ἐμβολαὶ καὶ ψύχος ἀταμίευτον ἀφαιρεῖ τὴν ἀκμὴν καὶ πάχνη τις ἔξωρος ἔλεγχος σαφὴς τῆς λιχνείας καθίσταται τοῦ φυτοῦ. (Δ.) Φθινοπώρου δ’ ἀρχομένου ἤδη σύγχυσις γίνεται πολιτείας ἐν τῇ Γεννούᾳ. τῶν γὰρ γένει καὶ πλούτῳ προὐχόντων τῆς πόλεως ἐκείνης πρὸς τὸ γαῦρον καὶ ὑπεροπτικώτερον ἀποκλινάντων, ἐς τυραννίδα τὴν τῆς δημοκρατίας ὁμοφροσύνην μεταβάλλεσθαι ξυνέβαινε.
καὶ διὰ τοῦτο ταλαιπωρούμενοι δεινῶς οἱ δημόται κατεξανίστανται τούτων καὶ ἐξωθοῦσι τῆς πόλεως καὶ καθιστῶσιν ἡγεμόνα τῆς πολιτείας ἕνα τοῦ δήμου, κατὰ τὸ ἀρχαῖον τῆς ὑπατείας τῶν Ῥωμαίων ἀξίωμα, ἢ μᾶλλον κατὰ τὴν τῶν Βενετικῶν πολιτείαν. (Ε.) Τοῦ δὲ χειμῶνος τούτου παρεῤῥυηκότος, καὶ τοῦ ἡλίου τὸν κριὸν παραλλάττοντος, ἐφάνη Ξιφίας ἐν οὐρανῷ, ὅμοιος μὲν τῷ πρὸ τριῶν ἤδη φανέντι τῶν ἐνιαυτῶν, οὐ περὶ τὸν αὐτὸν δὲ τόπον, οὐδὲ τὴν ὁμοίαν ποιούμενος κίνησιν· ἀλλὰ ἀρξάμενος ἀπὸ τῆς τῶν χηλῶν τελευτῆς, ἔνθα τὸν στάχυν τῆς παρθένου τηνικαῦτα παρεῖναι συνέβαινεν, ἐκινεῖτο κατὰ νυχθήμερον ἕκαστον περί που τὰς πέντε μοίρας, ἕως κατήντησεν εἰς τὸν λέοντα, κἀκεῖ διελύθη τελέως. (2.) Τῶν δὲ Τούρκων ὀκτὼ χιλιάδες διαπεραιωσάμενοι τὸν Ἑλλησπόντιον πορθμὸν, μετὰ τῶν ὑποζυγίων οἱ πλείους, ἐληί̈σαντο πᾶσαν τὴν ἄχρι Μυσῶν Θρᾴκην, ἣν δὴ καὶ Ῥωμαίοις μὲν ἔρημόν τε καὶ ἀτριβῆ πεποιήκεσαν πᾶσαν·
αὐτοὶ δ’ ἄγοντές τε καὶ φέροντες οὐκ ὀκνοῦσι νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ τὴν μὲν λείαν πᾶσαν διαβιβάζοντες ἐς Ἀσίαν, αὐτοὶ δ’ ἀπαλλάττεσθαι τῆς Θρᾴκης οὐδ’ ὀψὲ τοῦ χρόνου βουλόμενοι, ἅτε μηδένα τὸν ἐναντιωσόμενον ἔχοντες. η. Ἐν τούτῳ τῷ ἔαρι καὶ Βασίλειος, ὁ τῆς Τραπεζοῦντος τὴν ἐξουσίαν διεζωσμένος, νόσῳ βραχείᾳ τὸν βίον ἀπέλιπεν. οἶμαι δέ τις θεομηνία τοῦ βίου τοῦτον ἐξαίφνης ἐξήγαγεν. Εἰρήνῃ γὰρ τῇ τοῦ βασιλέως θυγατρὶ συνοικήσας ἐπὶ σμικρὸν νομίμως ὁμοῦ καὶ δικαίως, μετά γε τῆς ἀνηκούσης ὁμοφροσύνης καὶ σωφροσύνης, εἶτα τοὺς γαμικοὺς μετενήνοχεν ἔρωτας εἰς ἑταιρίδα τινὰ, καλουμένην καὶ ταύτην Εἰρήνην. καὶ ταύτῃ λοιπὸν ἀθέσμως μιγνύμενος εἰς μῖσος ἐτράπετο τῆς νομίμου. τοῦ δὲ χρόνου προβαίνοντος ὁρῶν οὐκ ἀνεχομένην τὴν βασιλίδα τὸ τοῦ πράγματος ἄτοπον, ἀλλ’ ἐπιβοωμένην οὐρανόν τε καὶ γῆν καὶ πᾶσιν ἐξαγγέλλουσαν τὸ τῆς καρδίας πῦρ, ἐξήλασε καὶ τῆς αὐθεντικῆς οἰκίας αὐτήν. τάχα δ’ ἂν καὶ θάνατον ἐπήνεγκεν αὐτῇ βίαιον, εἰ μὴ ἐδεδίει τὸν δῆμον, σφοδρῶς κατ’ αὐτοῦ δι’ αὐτό γε τουτὶ θορυβούμενόν τε καὶ στασιάζοντα.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:753ἐν μέντοι ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ τοῖς πομπικοῖς θεάτροις τῶν πανηγυρικῶν ἑορτῶν Βασιλείου καὶ Εἰρήνης ἡ μνήμη τὴν εὐφημίαν ἐκρότει· κἀντεῦθεν ἐπλήρου τήν τε ἐρωτικὴν ἔφεσιν ὁ Βασίλειος ἑαυτοῦ, καὶ ἅμα τὴν τοῦ δήμου ζήτησιν, προσποιούμενος τὸ λανθάνειν διὰ τῆς ὁμωνυμίας· ὡς καὶ ὑποψίαν διὰ ταῦτα γενέσθαι, λαθραίαις ἐπιβουλαῖς τῆς βασιλίδος Εἰρήνης συμβῆναι τῷ Βασιλείῳ τὸν θάνατον. τελευτήσαντος δ’ ὅμως εἴθ’ οὕτως εἴτ’ ἐκείνως αὐτοῦ, εἰσῆλθε μὲν ἡ νόμιμος ἐκείνη σύζυγος Εἰρήνη μετὰ πάσης τῆς βασιλικῆς ἐξουσίας εἰς τὰ βασίλεια· ἐξήλασε δ’ ἐκεῖθεν εὐθὺς τὴν ὁμώνυμον μὲν, ἀλλοτριότροπον δὲ καὶ παράνομον Βασιλείου σύζυγον· καὶ μέντοι καὶ κοινῇ ψήφῳ τῶν Τραπεζουντίων ἐξόριστον πέμπει πρὸς τὸ Βυζάντιον ἅμα τοῖς τέκνοις. (Β.) Συνεκπέμπει δὲ καὶ πρέσβεις ἐς βασιλέα τὸν πατέρα αὐτῆς, κομίσοντας τὸν αὐτῇ μὲν νομίμως συζευχθησόμενον, διαδεξόμενον δὲ καὶ τὴν τῆς βασιλείας ἐκείνης ἀρχήν. οἳ δὴ καὶ ἐς Βυζάντιον ἐνδημήσαντες ἐπεὶ τὸν βασιλέα περὶ Θεσσαλονίκην ἤκουον διατρίβειν, ἐκεῖσε καὶ αὐτοὶ ποιεῖσθαι ἐγνώκεισαν τὴν πορείαν.
PG 148:755ἐνιαυτῷ γὰρ ἤδη πρότερον ἀπὸ Θρᾴκης ἐς Μακεδονίαν ὁ βασιλεὺς μεταβὰς ἔμελλεν εὐθὺς καὶ εἰς Ἤπειρον διαβαίνειν ἐπὶ τοὺς παρασπονδήσαντας Ἀκαρνᾶνας καὶ Αἰτωλούς. ἀλλ’ ἐπέσχεν ἐν πόλει Θεσσαλονίκῃ μικρὸν ἡ συνήθης ἐπήρεια τοῦ σπληνός· ὃς ἐκ πολλῶν ἤδη τῶν χρόνων τροπήν τινα πεπονθὼς καὶ παραφορὰν τοῦ καθήκοντος σφόδρα ἐξῴδηκε νῦν καὶ τὴν ἔνδον γειτονοῦσαν τῶν σπλάγχνων οἰκονομίαν διέδραμεν, ὡς κακοσιτίαν ἐντεῦθεν συμβαίνειν λοιπὸν καὶ μελῶν ἀτονίαν καὶ θάνατον ἀπειλούσας λειποψυχίας. ῥαί̈σας μέντοι μικρὸν ἐς Ἀκαρνανίαν ἀπῄει. ἔνθα δὴ τηνικαῦτα καὶ οἱ τῶν Τραπεζουντίων πρέσβεις ἐντετυχηκότες αὐτῷ τὰ τῆς πρεσβείας ἐξήγγειλαν. (Γ.) Διατριβῆς δὲ μεταξὺ γινομένης καὶ τῆς τῶν Τραπεζουντίων ἡγεμονίας ὑπὸ γυναικὶ διοικεῖσθαι καλῶς καὶ βεβαίως οὐ δυναμένης, στασιάζειν τινὲς ἐπεχείρουν καὶ ἀνασείειν τὸν δῆμον. ὅθεν ἀναγκασθεῖσα Εἰρήνη ἡ βασιλὶς τῶν Τραπεζουντίων ἐξέπεμψε ταχυναυτοῦσαν τριήρη μετὰ πρέσβεων ἄλλων, καὶ σύν γε αὐτοῖς τὸν τῆς Τραπεζοῦντος ἀρχιθύτην, κατεπείξοντας τὴν προτέραν ζήτησιν αὐτῆς πρὸς τοῦ βασιλέως Ῥωμαίων.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[A. M. 6950 AD 6649] NICEPHORI GAEJORE [P. AN EOS: as.] 700 carum litteris moveretur; sed sanctissimo jureju rando, coque scripto, ab illo ante sacrosanctam mensam accepto, cum sacerdotes divinam mystagogia: celebrarent, deinceps ejus consuetudine el convicta sine alla suspicione el melu uteretur. Oporubat enim eum taulem aliquando, qualia perpetrasset, talia vicissim pati, et jurejurando deceptum ipsum quoque pœnas dare Injurie, quam a o imperatoris Andronico imperatori fecisset, aut potius ipsi Deo; siquidem perjurium ad De contemptum refertur. Supra enim diximus, eum dissidii et pugnæ duorum imperatorum auctorem vel in primis exstitisse, caputque et causam fuisse corum tumultuum omnium, qui post secuti sunt, VI. Estale jam media Crales cum suis copiis Syrgiannem sequitur. llic autem recta Thessalo nicam contendehat. Quo dum proficiscuntur, urbes ac provincias 499 interjectas in deditionem facile accipiunt, cum alii Syrgiannis administrationem pridem desiderarent, alii frugibus maturis metuerent. Tempus enim illud messis colligendæ erat. C: terum Splirantzes imperatori quid ageretur indicare cupiens simulque Syrgianni suspectus esse nolens miram quandam et abstrusam rationem excogitat, qua id assequatur. Ad Syrgiannem accedit, et se cum duobus viris, qui in imperatoris cabiculo assidue versarentur, pepigisse ait; et affirmasse eos, se data opportunitate imperatorem occisuros. Eos igitur per nuntium commonefacienalus esse couventorum. Sic potestate data impera. tori, quid ageretur, significat; quæ crant hujusmodi: deesse sibi facultatem, simul et meditata exsequendi, et saluti suze sie consulendi, ut extra periculum esse posset. Magnam enim Syrglauai turbam noctu atque interdiu circumfusam esse, neque unquam relinqui solum. Esse igitur milites aliquot speculatores in suburbiis Thessalonica collarandos, qui se, ubi hostiles copias cum Syrgiaune accedere sensissent, o castris urbem versus fugiturum exciperent, prius quam cognitus re infecta periret. Cum enim turpe sit, mansisse diu vacuunique reverti; multo esse turpins, mansisse dju ac non modo nihil gessisse, sed etiam ad inimicorum portas Interfici. VII. Cæterum cum Syrgiannes, una cum Crale et militaribus copiis progressus, solo nomine suo facile 500 omnia subigeret et jam Thessalonicam ipsam aggressurus putaretur; populus Thessaloniceusis totus in ejus adventum iulentus et arrectus pendebat, et eum apertis portis nullo labore renientem accipere cogitabat. At imperator, animo gravibus curis distracto æger, cogitationibus desperationi proximis subinde recurrentibus, cx intimo pectore et ferventi corde divinam opem imHomer. Iliad., 298. Variorum no:æ.

οἳ δὴ καταπλεύσαντες ἐς Βυζάντιον καὶ τὸν βασιλέα οὐχ εὑρηκότες ἀποστέλλουσιν ἐς βασιλέα ἱππέας ὀλίγους, οἳ καὶ γένει καὶ ἀξιώματι προέχειν τῶν ἄλλων ἐδόκουν. οἷς ἐνδημήσασι τῇ τῶν Θεσσαλονικέων μητροπόλει οὐκ ἐγένετο ἐντυχεῖν παρόντι τῷ βασιλεῖ. ῥαί̈σας γὰρ πρὸ βραχέος ἐκεῖνος, ὡς εἴρηται, ἀπῄει πολιορκήσων τὴν τῶν Ἀκαρνάνων μητρόπολιν. ὅθεν ἔδοξε κατὰ χώραν μείνασι, γράμμασι μηνύειν τῷ βασιλεῖ τὴν τῆς ἀφίξεως αἰτίαν αὐτῶν. (Δ.) Ἐπεὶ δ’ ἐξουσίας κολακευούσης τὸ ἐπιθυμητικὸν τῆς γυναικείας ὀρέξεως πάντα χαλινὰ διαῤῥήγνυται, λανθανούσαις μίξεσι χρῆσθαι τὴν βασιλίδα Εἰρήνην ἐψιθυρίζετο πρὸς τὸν μέγαν δομέστικον τῶν Τραπεζουντίων. τοῦτο δὲ διατρέχον τὰς τῶν πολλῶν ἀκοὰς κατεστασίαζε τόν τε δῆμον καὶ μάλιστα τοὺς εὐγενείᾳ προὔχοντας· καὶ οἱ μὲν προσεχώρουν τῷ Τζανυχίτῃ, πλούτῳ καὶ δόξῃ τηνικαῦτα δυναμένῳ τὰ μέγιστα· οἱ δὲ τῷ μεγάλῳ δομεστίκῳ. οὕτω δὲ στασιασθείσης καὶ εἰς δύο σχισθείσης τῆς τῶν Τραπεζουντίων πόλεως, εἰς μάχην ἐμφύλιον ἐτελεύτα τὸ πρᾶγμα· ὅτε δὴ καὶ κατακοπῆναί φασι πλείστους τε ἄλλους ἐξ ἑκατέρων τῶν μερῶν καὶ ἐπὶ τούτοις Τζανυχίτην. θ.
Ὁ μέντοι βασιλεὺς Ἀνδρόνικος, περὶ τὴν πολιορκίαν ἀσχολούμενος τῆς τῶν Ἀκαρνάνων μητροπόλεως, πάντα ἐξουρίας εἶχε τὰ ἐς βούλησιν αὐτῷ γε ἰόντα κατὰ τὸ ἐφικτόν. τοῦ γὰρ μεγάλου δομεστίκου τοῦ Καντακουζηνοῦ παρασπίζοντος καὶ συνδιϊθύνοντος ἄριστα τὴν ἀρχὴν, οὐδὲν δεινὸν αὐτῷ τῶν παρεστώτων ἐδόκει δεινῶν. τήν τε γὰρ χρονίαν ἐν ὑπερορίῳ ἐκστρατείᾳ διατριβὴν καὶ φθορὰν τῆς ἵππου καὶ τοῦ στρατοῦ δεξιῶς διετίθει, καὶ αὖ τὴν ἀπὸ τοῦ σπληνὸς πιέζουσαν νόσον συνετῶς αὐτῷ ἐπεκούφιζε καὶ ἅπαντος τοῦ ἐντεῦθεν ἀπήλλαττε δέους· καὶ εἴ τις πλήττουσα τὴν καρδίαν ὑπῆρχε φροντὶς κοσμικὴ, πάσας ἐξομαλίζων ἐτέλει ῥᾳδίως. καὶ ἐπὶ τούτοις τὰς ἐκ τῶν συγγενῶν τηνικαῦτα παραφυείσας ἐπιβουλὰς μάλα σοφῶς αὐτὸς ἀνεῖργε, συστέλλων καὶ ἀπαλλάττων ἐς τἀσφαλὲς, πρὶν εἰς ἀκοὰς ἰέναι τῷ βασιλεῖ. πολλοῖς γὰρ κοσμούμενος ὁ ἀνὴρ τοῖς πλεονεκτήμασιν, ὅσα τε φύσις χαρίζεται καὶ ὅσα βαθεῖα σύνεσις εὐφυῶς πηδαλιουχοῦσα κοσμεῖ, πρὸς παντὸς ἠγαπᾶτο τοῦ στρατοπέδου· καὶ ἦν οὐδεὶς, ὃς οὐ προὐτίθει τῆς ἑαυτοῦ ζωῆς τὴν ἐκείνου.
PG 148:757τό,τε γὰρ φιλότιμον τῆς δεξιᾶς καὶ τὸ τοῦ ἤθους καρτερικὸν οὐδ’ ἐν ταῖς ὑπερορίοις διατριβαῖς τε καὶ ἀσχολίαις ἀμείβων ἤμειβεν ὅμως τὰς τύχας τῶν ἐν τοῖς ὅπλοις τότε λιμῷ καὶ λοιμῷ ὑποταλαιπωρούντων ἔς γε τὸ βέλτιον· καὶ ἦσαν ὥσπερ ἐκ μιᾶς οἱ περιλειπόμενοι βοῶντες ἅπαντες γλώττης, στρατιῶται καὶ στρατηγοὶ, λόχοι καὶ λοχαγοὶ, σωτῆρα τοῦτον καὶ τροφέα καὶ πλουτοδότην, καὶ ὅσα τὴν Ῥωμαίων ἡγεμονίαν ἐνδοξοτέραν καθίστησι. (Β.) Καὶ (ἵν’ ὡς ἐν κεφαλαίῳ διεξέλθωμεν ὅσα ἐν τούτῳ τῷ χρόνῳ ἡ τοῦ ἀνδρὸς εὐφυῶς κατέπραξε σύνεσις, ἐγγύθεν τε καὶ πόῤῥωθεν ὁμοίως διενεργοῦσα) αὐτοῦ γὰρ ἅμα τῷ βασιλεῖ τὴν τῶν Ἀκαρνάνων πολιορκοῦντος μητρόπολιν, ἑάλωσαν οἱ τυραννίδα μελετήσαντές τε καὶ ἐπιθέμενοι ἐς Βυζάντιον, πολλοί τε ὄντες καὶ οὐ τῶν ἀφανῶν· περὶ ὧν ὕστερον πλατύτερον λέξομεν. ἑάλω δὲ καὶ Σφραντζῆς ὁ Παλαιολόγος, ὁ τοῦ Συργιάννου φονεὺς, τὰς ὁμοίας ἐξαρτύων κατὰ τοῦ βασιλέως ἐπιβουλάς· συμπαρὼν μὲν αὐτῷ καὶ συστρατοπεδεύων αὐτὸς, ἔχων δ’ οὖν καὶ τοὺς ἐκ Θηβῶν Κατελάνους λάθρα οἱ συμπαρασκευαζομένους καὶ ἅμα τοὺς ἀστυγείτονας τῶν Ἰλλυριῶν.
ἀλλ’ οὗτος μὲν ἔφθη τοῦ βίου προαπελθὼν, πρὶν τὰς ἀξίας ἐνταῦθα δίκας ἐκτῖσαι· οἶμαι τοῦ θεοῦ βαρυτέραν ταμιευσαμένου τῷ δυσμενεῖ τὴν αἰώνιον κόλασιν. (Γ.) Ἐγεγόνει δ’ ὑπὸ Ῥωμαίοις τηνικαῦτα ἀπονητὶ καὶ ἡ Φωκαέων πόλις, ἣν μετὰ πολλῆς τῆς ναυτικῆς δυνάμεως πρὸ τεττάρων ἤδη τῶν χρόνων ὁ βασιλεὺς καταπλεύσας τότε μὲν οὐχ εἷλε, νῦν δὲ καιρὸν ἐπιτηρήσαντες οἱ ταύτης ἔνοικοι Ῥωμαῖοι, καθ’ ὃν ἐς τὰ εἰθισμένα ἐξῄει κυνηγέσια ὁ τῆς πόλεως ἀρχηγὸς, κατέσχον τε αὐτὴν, βιασάμενοι τοὺς ἔνδον Λατίνους, ὀλίγους ὄντας, καὶ ἅμα τὸ τοῦ βασιλέως ἐπευφήμησαν ὄνομα, ἐπὶ τῶν τοῦ τείχους ἐπάλξεων ἀναβάντες. (Δ.) Τούτων δ’ οὕτως ἐχόντων ἀπογνόντες πρὸς τὸ τῆς πολιορκίας ἐκτεταμένον ἐνέδοσαν καὶ οἱ Ἀκαρνᾶνες· καὶ οὕτως ὑποχείριος ἐγεγόνει τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ πᾶσα ἡ τῆς παλαιᾶς ὀνομαζομένης Ἠπείρου ἐπαρχία, καὶ οὐδὲν ἦν ἔτι τὸ ἀντιπράττον ἐκεῖθεν. ἀλλ’ ἐπανιόντι τῷ βασιλεῖ πρὸς Θεσσαλονίκην συνεπανῄει καὶ ὁ τοῦ τελευτήσαντος κόντου Κεφαλληνίας υἱὸς, οὐ μάλα ἑκὼν, μηδεμίαν ἔχων ἔτι προσδοκίαν ἐπανελθεῖν ἐς τὴν πατρῴαν τοῦ ἡγεμονικοῦ κλήρου διαδοχήν.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

901 [A. C. 1328 AD 1511] BYZANTINE HISTORIE LIB X. [IMP. ANDRONIC plorabat; ac modo spem boaam, divium erga se benignitatis memor, concipiebat, mede desperationc vehem nter angebatur. Misit tamen triginta fatores extra mænia, ut a Sphrantze denuntiatum illi fuerat. In ipsius autem portus ingressu trireέξω mem celerem habebat, in quam, si Sphrantzes re infecta redisset, se conjecturus statim cum suis erat et Byzantium quam celerrime rediturus. t g Vlil. Set cum hostiles copiæ proping accessissent, et ad sexaginta fere stadia castris ab urim positis posti lie oppugnature ingenia viderentur Sparantzis conatu suo desperato cogitationem om nem ex eo ad ag landa fugie consilia prorsus convertit, et að Syrgiannem de more ingressus ejusmoli causam exeunali comminiscitur. Velle se, ait, paululum extra castra prodire ad spectando» quosdam urbis muros, numquid armatis sint completi. At ille nihil suspicatus mali, Abi, inquit, sequar et ipse.» Præcedit igitur Spbrantzes cum duobus famulis 501 funesti consilii consciis; Syrgiaunes vero solus sequitur, Deo nimirum sanam illi mentem tum adimente, cum se maxime rerum potiturum somniaret. Ut autem circiter duodecim stadia a castris discesserant, illi conversi, cum id quod vehementer exoptarant a fortuna vitro suppeditatum sibi cernerent, illum circumventum gladiis conciderunt et statim, priusquam quisquam in castris rescivisset, contento cursu in urbem se re ceperunt. Postridie vero Crales re desperata imp ratori petenti paccm dedit; et cum eo egresso collocutus, muneribus quibusdam acceptis, domum retro abiit. Et hic quidem annus in his desiit. CAPUT VIII. Latini duo episcopi de Ecclesiarum concordia disputatum veniunt. Patriarcha suæ et suorum facundiæ diffisus Gregoram, quanquam laicum, advocandum censet. Ilic primo silentium suadet. Deinde patriarcham et selectos episcopos privatim convenit. Orationem coram iis habet, qua sententiam suam fusias exponit. Assentiuntur cum alii, tum Dyrrhachi episcounts. Quis vir et qualis. Constantinus Despota moritur. 1. Insecuto anno duo episcopi vetere Roma a Papa delegati venerunt, ut de pace et concordia Ecclesiarum disputarent. Ac statim videre crat multos e populo zclumn prae se ferre, sed non secunVariorum notæ. Hic tempora confuudere Gregoram observat Pontanus ex Cantacuzeno, lib. 1v, cap. 8. Missi enim hi duo episcopi anno 1549, Joanne Palæologo et eodem Cantacuzeno imperantibus, quorum alter Minorita fuit Guilelmus Chissimensis, alter ex ordine Prædicatorum Gaspertus Cenetensis episcopi. De hac legatione copiose egit Waddingus hoc anno. DUCANG. Pontanus ad Cantacuzeni lib. 1. cap. 9, Gregoram temere et injuria reprehendit, ut tempora confundentem, atque eos legatos, qui Canta. cūzeno imperante Byzantium venissent, sub Androaico pluribus ante annis missos affirmantem: diTous ipse gravi reprehensione, qui ignoret an. Chr. 1.53. Andronico imperante, antistites duos Latinos a papa Joanne XXII legatos Byzantium venisse, de ccclesiarum concordia acturos. Qua de re exstat epistola Joannis XXII, data Avenione anno Chr. 4335, Non. Jul. Quod si Cantacuzenus de missis ad Andronicum legatis tacct, de missis ad se mulia narrat, non ea est Gregoræ sed ipsius Contacuzeni negligentia. Ducangius in notis Pontanum secutus est. Boivin. franciscus de Camerino, Vosprensis, sen Bospori) archiepiscopus, et Ricardas episcopus Chersonensis. Vile Annales ecclesiast. Olorici laynalili, add an. 1333, num. 17, 18, 19, item ad an. 1334, num. 4, 5. Boivin. Easal in cod. Reg. pag. inter opuscula Barlaam

PG 148:759οὕτω μεγίστων ἔργων δημιουργὸς εὐφυὴς ἡ τοῦ μεγάλου δομεστίκου καθέστηκε σιωπή. τῶν μὲν γὰρ ἄλλων οἱ λόγοι σκιαὶ μόνον ὑπάρχουσιν ἔργων, τῇ βλάστῃ εὐθὺς καὶ τῇ γλώττῃ συναποθνήσκοντες· τοῦ δ’ ἀνδρὸς τουτουὶ̈ καὶ ἡ σιωπὴ ἔργων μεγάλων ἐστὶν αὐτουργός. πολλὴν γὰρ ὁ ἀνὴρ πλουτεῖ τὴν μεγαλοφυί̈αν καὶ τὴν περίνοιαν, βαθεῖαν αὔλακα διὰ φρενὸς ὡς ἀληθῶς καρπούμενος. (Ε.) Ἔαρος δ’ ἐπιόντος ἀπάρας ὁ βασιλεὺς ἐκ Θεσσαλονίκης ἅμα γυναικὶ καὶ παισὶ δωδεκαταῖος κατέλυσε παρὰ πόλει τῇ ἐπικεκλημένῃ Διδυμοτείχῳ. κἀκεῖ διατρίψας ἡμέρας συχνὰς ἧκεν εἰς τὸ Βυζάντιον, λήγοντος ἤδη τοῦ ἔαρος, βαρείᾳ τῇ ἀπὸ τοῦ σπληνὸς πιεζόμενος νόσῳ καὶ ὀξυτέρᾳ τῇ ῥύμῃ πρὸς θάνατον ἤδη συνελαυνόμενος. ἀπέγνωστο γὰρ καὶ πρὸς τῶν ἰατρῶν, ὅσοι τε τῶν Ῥωμαίων καὶ οἳ τῶν Περσῶν προσεκλήθησαν τούτου γε εἵνεκα, τρεῖς ὄντες αὐτοί. ὧν ἁπάντων λεπτοτέρᾳ ἐπιταττόντων χρῆσθαι διαίτῃ καὶ ὅλῃ προθέσει ψυχῆς τῶν βλαπτόντων ἀπέχεσθαι, ὁ δὲ ὠλιγώρει τελέως αὐτῶν, μόνῃ τῇ ἰδίᾳ βουλήσει χρώμενος ἡγεμόνι τῆς ἑαυτοῦ τραπέζης, ἐναντιωτάτῃ τὸ παράπαν ταῖς τῶν ἰατρῶν οὔσῃ παραγγελίαις.
διὰ δὴ τοῦτο καὶ αὔξην ταχεῖαν ὁ σπλὴν εἰληφὼς ἔδραμεν ἄχρι καὶ ἐς τὸ ἧπαρ, καὶ ἥκιστα ζῇν αὐτὸν ἀδεῶς τοῦ λοιποῦ ξυνεχώρει. ἡμέρας οὖν εἴκοσιν ἐν τοῖς βασιλείοις διατετελεκότι καὶ πᾶσαν ἀνθρώπων ὁμιλίαν ἀποσεισαμένῳ ἔδοξε πρὸς τὸ θεῖον ἰέναι τῆς θεομήτορος τέμενος, τῆς τῶν Ὁδηγῶν καλουμένης μονῆς. μεγάλας γὰρ εἶχε καὶ ἀῤῥαγεῖς πρὸς αὐτὴν ἀεὶ τὰς εὐφραινούσας ἐλπίδας ἐν πάσαις ταῖς πράξεσιν. ἧκεν οὖν συνήθως καὶ νῦν, αἰτήσων δυοῖν θάτερον, ἢ τοῦ νοσήματος, ἢ τοῦ βίου ἀπαλλαγήν. ι. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε, τῶν ἀναγκαιοτάτων ὑπάρχον λεχθῆναι. περαιτέρω γὰρ ἰέναι τούτου χωρὶς οὐκ ἂν δυναίμην. διὰ βραχέων τοίνυν ἐπαναλήψομαι. τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐξ Ἀνδρονίκου τοῦ πάππου πρὸς τὸν νέον μετατεθείσης Ἀνδρόνικον, ἧκεν ἐξ Ἰταλίας ἀνὴρ ἐς Βυζάντιον, ῥάκος Ῥωμαϊκὸν ὑποδὺς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας. οὗτος ἤσκητο μὲν καὶ τὴν Λατίνων δογματικὴν σοφίαν· ἐγεύσατο δ’ οὖν καὶ τῆς θύραθεν τῶν Ἑλλήνων, εἰ καὶ μὴ ὡς ἐκεῖνος ᾤετο, ἀλλ’ οὖν μετρίως καὶ ἄκρῳ (τὸ τοῦ λόγου) δακτύλῳ.
τυχών γε μὴν εὐμενείας βασιλικῆς καὶ πλουσίᾳ τῇ γλώττῃ σεμνύνων τὰ ἑαυτοῦ ἐλοιδόρει καὶ κατεμέμφετο τὴν τῶν Βυζαντίων πολιτείαν, ἄμοιρον εἶναι σοφίας αὐτὸς καταψηφιζόμενος, ἐπιβούλως οὑτωσὶ καὶ κακοήθως διὰ τῆς τῶν ἄλλων λοιδορίας ἑαυτῷ πραγματευόμενος εὔκλειαν δημοτικήν· ὡς καὶ πολὺν ἐντεῦθεν τὸν ἔπαινον πρὸς τῶν φαυλοτέρων καὶ ἀμαθῶν ἐπισπάσασθαι. (Β.) Ἀλλ’ οὐκ εἰς μακρὰν ἠλέγχθη πίθηκος ὢν καὶ πρὸς τῶν Βυζαντίων ὀλίγου δέω λέγειν ἁπάντων κατέγνωσται καὶ διακεκωμῴδηται πάνυ τοι σφόδρα περιφανῶς. τὸ δ’ ὅπως, ἔξεστιν ἀκούειν τοῖς βουλομένοις ἐντυγχάνειν τῷ διαλόγῳ, ὃν ἐγὼ ταῖς τῶν πλείστων καὶ σοφωτέρων δεήσεσιν εἴξας ξυγγέγραφα, πλατύτερον πάντα διεξελθὼν ἐν αὐτῷ. τούτου δ’ ἡ μὲν ἐπιγραφὴ, Φλωρέντιος, ἢ περὶ σοφίας· ἡ δ’ ἀρχή· πόθεν ἡμῖν ὁ καλὸς Φλωρέντιος διὰ χρόνου καταίρει ἐς τὸ τῶν Κερκυραίων ἐπίνειον; τύχῃ ἀγαθῇ, ὦ φίλε Κριτόβουλε, Σαλαμινία καὶ Πάραλος, αἱ μάλιστα Ἀθηναίων ταχυναυτοῦσαι τριήρεις, δεκαταίους ἡμᾶς Ἀθήνηθεν ἥκουσιν ἄγουσαι πρέσβεις ἐς τὴν τῶν Κερκυραίων βουλὴν, ἀγγελοῦντας ἅττα ἀκηκοὼς καὶ αὐτὸς οὐκ ἂν οἶμαι ἔχοις, ὅπως οὐχὶ θαυμάσαις.
PG 148:761πέπλασται γὰρ ἐν τῷ διαλόγῳ καὶ ἠλλοίωται ἡμῖν τά τε τῶν προσώπων καὶ τῶν πραγμάτων ὀνόματα· καὶ ἀντὶ μὲν Βυζαντίων ἡ τῶν Ἀθηναίων εἰσάγεται πόλις· ἀντὶ δὲ τῶν Ῥωμαϊκῶν ἡγεμόνων Ἡρακλεῖδαι καὶ Κεκροπίδαι· ἀντὶ δὲ Νικηφόρου Νικαγόρας· καὶ τὰ ἑξῆς δῆλα τοῖς συνετῶς ὁρῶσιν. (Γ.) Ἀλλὰ γὰρ οὗτος ὁ Βαρλαὰμ τὴν πρώτην ἠτυχηκὼς καὶ τῶν μεγίστων ἐλπίδων ἐκπεπτωκὼς ἑτέραν ἑξῆς ἐβάδισε, βουλόμενος ἐντεῦθεν γοῦν, ἣν ἐκεῖθεν οὐ δεδύνηται, δόξαν θηράσασθαι. καὶ εὐθὺς ὥρμησεν, εἴ τι σαθρόν ἐστιν εἰρημένον ἐνίοις, ἐς προὖπτον ἐλέγχειν, ἵν’ ἐκεῖθεν ὡς ἐξ ἀσφαλοῦς δῆθεν ὁρμητηρίου φερόμενος ὕβριν τινὰ καὶ ζάλην τῇ ἐκκλησίᾳ προστρίψηται, κἀντεῦθεν ὑγιέστερα τὰ Λατίνων ἐπιψηφίσηται δόγματα. ἐγρηγόρει τοίνυν καὶ τὴν τῶν ἀσκητῶν ἀναίδην διέβαλλε πολιτείαν, Εὐχίτας τε ὀνομάζων αὐτοὺς καὶ Ὀμφαλοψύχους, καὶ ὅσα τούτοις ἑπόμενα, καὶ ἐπὶ τούτοις τῇ τῶν Μασσαλιανῶν αἱρέσει καθυποβάλλων· ἅτε ἐγκαυχωμένων ἀκούων αὐτῶν καὶ γλώττῃ καὶ γραφαῖς, ὡς ἔλεγε, σωματικοῖς ὁρᾷν ὀφθαλμοῖς τὴν τοῦ θεοῦ φύσιν. ταῦτ’ ἐκείνοις ἀκούουσι φέρειν οὐκ ἦν.
PG 148:763ἀλλὰ Παλαμᾶν τινα, τῶν αὐτῶν προφερέστερον ἐν τοῖς λόγοις, χειροτονήσαντες πρόβολον ἐς τὴν ἐκείνου μάχην γλώττῃ καὶ γράμμασιν, ὡς ἐνῆν, δι’ αὐτοῦ τὰς ἐκείνου θέσεις ἀνατρέπειν ἠπείγοντο. τοῦτο πρὸς δύο που καὶ τρεῖς τοὺς ἐνιαυτοὺς ἑκατέρωθεν ἀναπυρσευόμενον πλείω τὴν αὔξην ἀεὶ τῆς κακίας ἐλάμβανεν. ὅθεν καὶ δείσας ὁ Βαρλαὰμ, μὴ χερσὶν ἀσκητῶν διασπαραχθῇ, πλειόνων ἤδη συνηθροισμένων ἔκ τε τοῦ Ἄθωνος, καὶ ὅσοι περὶ Θεσσαλονίκην καὶ Βυζάντιον ἦσαν ἐνδιαιτώμενοι (ᾤοντο γὰρ κατὰ πάντων διαβαίνειν ἐπίσης τὸν ὄνειδον), ἥκει πρὸς τὸν Κωνσταντινουπόλεως ἀρχιθύτην καὶ τὴν ἐκεῖσε τῶν ἐπισκόπων ὁμήγυριν, οὐ μόνον Ὀμφαλοψυχίας καὶ σφαλλομένης εὐχῆς τῷ Παλαμᾷ ἐγκαλῶν, ἀλλ’ ἤδη καὶ βλασφήμου θεολογίας, ὅτι καινοτέρας (φησὶν) εἰσάγει φωνὰς ἐν τῇ μυστικῇ τῆς ἐκκλησίας θεολογίᾳ καὶ θεωρίας τερατεύεται βλέπειν κόμπου καὶ οἰήσεως μάλα μεστάς. (Δ.) Ὅθεν ἐκυροῦτο συγκροτηθῆναι δικαστήριον ἐν τῷ μεγίστῳ νεῷ τῆς τοῦ θεοῦ Σοφίας, παρόντος καὶ βασιλέως αὐτοῦ μετὰ τῶν τῆς συγκλήτου λογάδων, καὶ ὅσοι τῶν σοφωτέρων ἀνδρῶν.

Book XII · Chapter ILiber Duodecimus · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:777(Β.) Ὡς γὰρ ἐν ἀπείρῳ τῷ ζόφῳ, ὁποῖον ἄν ποτε καὶ νὺξ ἀφεγγὴς τῷ οἰκείῳ βάψασα μέλανι τὸν ἀέρα δρῴη ἂν, ἀτέχνως τῶν ἀνθρωπίνων φέρεσθαι δοκούντων πραγμάτων, οὐδεὶς οὐδὲν τῶν ἁπάντων, οὐδ’ εἰ καὶ κορυφῆς εἴη τριχὸς ἀμυδρότερον, τοὺς ὀφθαλμοὺς διαφεῦγον εὕροι τῆς δίκης. μακρὰν γάρ τινα τὴν αὐτονομίαν καὶ τὸ ἀφετὸν ἐκ προοιμίων αὕτη χορηγοῦσα ταῖς τῶν δρᾷν ἐθελόντων ἄλλοτ’ ἄλλαις αἱρέσεσί τε καὶ γνώμαις, καὶ ἅμα κατὰ τὸν τῆς ὑπερφυοῦς ἀγνοίας βυθὸν τὰ ἡμέτερα διακυβερνῶσα, σταθμοῖς ἔπειτα καὶ πλάστιγξιν ἀκριβέσι τὰ τῶν δρωμένων δίδωσι τέλη· ἵνα τοῖς ὀψιγόνοις οἷον αὐτοφυεῖς νομοθέται τὰ τῶν παρεληλυθότων ἔπαθλα γίγνοιτο. οὔτε γὰρ οἷς μοχθηρίᾳ γνώμης καὶ τρόπων ἡλικιώταις διαγέγονεν εἶναι, τὸ χαίρειν ἄκλαυστον ἀπολαύειν εἰς τέλος ἀφιέναι δοκεῖ· οὔτε οἷς κακοπραγεῖν ἐξεγένετο, ἀγέλαστον ἐᾷ παραμένειν καθάπαξ τὸ δάκνον. ἀλλὰ τοιούτους δίδωσι γεωργῆσαι καρποὺς ἐν ἀμήτου καὶ ἅλωνος ὥρᾳ, οἵας ἑκατέρῳ συνέβη σπεῖραι τὰς αὔλακας.
βουλοίμην δ’ ἂν ἐκ τῶν καθ’ ἕκαστα θεωρεῖν ἀλήθειαν πρὸς ψεῦδος, καὶ δικαιοσύνην πρὸς ἀδικίαν, καὶ πραότητα πρὸς ὑπερηφανίαν καὶ τῦφον, καὶ πενίαν πρὸς πλοῦτον, καὶ σιωπὴν εὐσχήμονα πρὸς χείλη δόλια καὶ γλῶτταν μεγαλοῤῥήμονά τε καὶ μακράν τινα ῥέουσαν τὴν ἀσχήμονα φλυαρίαν· καὶ δεῖξαι παρεξετάσας, οἵαν ἐπιφέρει τὴν στάθμην τῆς δίκης ὁ ἀκοίμητος ὀφθαλμός. ῥᾷστα γὰρ ἂν ἐν τοιούτῳ τῆς ἀρετῆς γυμνασίῳ ἅμα τε τῆς ἀληθείας ἡ φύσις ἐναργεστέραν λαμβάνοι τὴν πῆξιν, καὶ ἅμα περιφανῶς ἡ κακία φαυλίζοιτο, διὰ τὸ μὴ δ’ ἡντιναοῦν ἀρετὴν ὡς ποῤῥωτάτω κακίας ἀνανταγώνιστον τὸ παράπαν εἶναι διαβιῶναι. (Γ.) Ἔχειν γὰρ ἀεὶ καὶ γῆν ἀντιφιλοτιμεῖσθαι πρὸς τὰ αἰθέρια, καὶ δεικνύειν, μὴ μόνοις κλῆρον ἐξαίρετον εἶναι τοῖς οὐρανοῖς φωναῖς ἀφθόγγοις θεοῦ διηγεῖσθαι δόξαν ἀεὶ, ἀλλ’ ἐξ ἀντιῤῥόπου καὶ γῆν ἡλίῳ καὶ ἀστράσιν ἀεὶ νέαν ἐξεῖναι διηγεῖσθαι δόξαν θεοῦ, καὶ τοῦ τοσούτου χρήματος ὑπηρέτις ἡ ἱστορία καθίσταται χορηγὸς τοῖς ἀνθρώποις.
PG 148:779ἧς ὁπόσον ἐστὶν ἐν βίῳ τὸ χρήσιμον, ἀνδρῶν τε τῶν πάλαι τοῖς πλείστοις ἐστὶν εἰρημένον, καὶ ἡμῖν γε πολλάκις αὐτοῖς ἐξ αὐτοσχεδίου τῆς γλώττης ὑμνῆσαι καθόσον ἐξῆν, καὶ γράμμασι πολλαχῆ τοῖς ἡμετέροις ἐγκατασπεῖραι, κώλυμα ἥκιστα πάντων ὄκνος οὐδεὶς ἐγεγόνει. αὕτη γὰρ ἀναγινώσκειν διδάσκει καθάπερ βιβλίον τῶν αἰωνίων ἔργων τοὺς κύκλους· καὶ διὰ ταύτης οἱ πάλαι θανόντες ὁμιλοῦσι τοῖς ζῶσί τε καὶ ἀεὶ γιγνομένοις, ὡς ἀεὶ παρόντες, καὶ τὰς οἰκείας ἕκαστοι διηγοῦνται πράξεις, καὶ εἴ τι παρὰ τὸν βίον τῶν χρηστῶν καὶ μὴ πεπονθέναι γέγονέ σφισιν, ἀναβίωσιν καινοτέραν δαιμονίως πως τῆς ἱστορίας δημιουργούσης. αὕτη κακίαν ἀεὶ φαυλίζει δι’ αἰῶνος ἐλέγχουσα, καὶ ἀρετὴν ἀθανατίζουσα σκωλήκων οὐ δίδωσι στόμασι διαφθείρειν ὁμοίως τοῖς σώμασιν. αὕτη μαινομένων δίκην ὑπὸ τύχης καὶ τύφου ματαίου γαυρουμένους παρειληφυῖα τῶν ἀνθρώπων ἐνίους μετριωτέρους ἐργάζεται.
PG 148:781τῶν γὰρ φθασάντων τὰ πάθη οἷόν τινα πέλεκυν ἐπισείουσα λανθάνει καθάπερ διδάσκαλος παραδυομένη πρὸς τὴν ψυχὴν, καὶ ἠρέμα τάς τε φύσεις ἀμείβουσα διὰ τῆς τοιαύτης παιδείας καὶ τὰ ἤθη ῥυθμίζουσα, καὶ ἐξ ἀσυνέτων μὲν συνετοὺς, ἐξ ἀφρόνων δ’ ἐργαζομένη φρονίμους· καὶ οὑτωσί πως ἐκ τοῦ θηριώδους πρὸς τὸ ἡμερώτερον ὅλας μεθαρμόζουσα πολιτείας. τοὺς μὲν γὰρ ἀγαθοὺς ἐξαίρουσα τοῖς ἐπαίνοις, τοὺς δὲ φαύλους ἐν κακότητος μοίρᾳ τιθεῖσα, ἐναργέστατον τοῖς ὀψιγόνοις γίνεται κάτοπτρον. ὡς γὰρ δι’ ἐκείνου σαφεστέρας λαμβάνοντες τὰς ἐμφάσεις τῶν τοῦ προσώπου χρωμάτων τε καὶ σχημάτων οἱ πρὸς αὐτὸ βλέποντες ἐπανορθοῦσιν ὅσον ἐφικτὸν, οὕτω δήπου καὶ διὰ τῆς ἱστορίας τοῖς μετιοῦσιν ἐντίθεται σύνεσις, καὶ ἦθος ῥυθμίζεται ψυχῆς, καὶ ἀκόλαστον σχῆμα θυμοῦ καὶ φωνῆς καὶ διαίτης ἀμείβεταί τε καὶ ἀναπλάττεται πρὸς τὸ βέλτιον, καὶ λανθάνοντα φύσεως ἐλαττώματα καὶ συμπτώματα θεραπεύεται πάμπολλα. μᾶλλον δὲ καὶ κατόπτρου πολλῷ κραταιότερον τὸ τῆς ἱστορίας δείκνυται χρήσιμον.
PG 148:785ἡ μὲν γὰρ μυρίας τε καὶ παντοδαπὰς τῶν ἄλλοτ’ ἄλλως γινομένων καὶ ἀπογινομένων ἀνδρῶν ὑποδεικνῦσα πράξεις καὶ λόγους σαφεστέραν τὴν τοῦ βελτίονος ἐκ παραθέσεως ἔχει δεικνύειν ἐκλογήν τε καὶ μάθησιν. τὸ δὲ κάτοπτρον, μονομέρη μὲν τὴν ἔμφασιν, συμφυᾶ δὲ τὴν τοῦ ἐνορῶντος φίλαυτον ἔχον ἕξιν, ῥᾳδίως τε ἐξαπατᾷ καὶ τῆς ἀληθοῦς ἐξίστησι διδασκαλίας. βασιλεῦσιν οὖν καὶ ἄρχουσι πολλοῦ τινος ἄξιον ἂν ἡ ἱστορία γίγνοιτο χρῆμα, παραινοῦσα μὴ μέγα φρονεῖν, μήδ’ ἐπὶ τῇ παρούσῃ τύχῃ θαῤῥοῦντας πρὸς τὸ βιαιότερόν τε καὶ τυραννικώτερον ἐξάγειν τὸν τρόπον, ἀλλ’ ἀεὶ τὸν βασιλεῖ φυλάττειν μόνον προσήκοντα. ὁ μὲν γὰρ γνώμης αὐθαδείαις δημαγωγούμενος καὶ ὀχλοκρατούμενος ἄγεται μᾶλλον ἢ ἄγει, καὶ δοκῶν ἄρχειν ἔλαθε πρῶτος αὐτὸς ὑπὸ τῶν τῆς κακίας εἰδῶν τυραννούμενος.
PG 148:787ὁ δὲ τὰς τῆς ἡγεμονίας ἡνίας δικαίως τοῖς ἄρχουσι νόμοις ἑκουσίῳ γνώμῃ διδοὺς, καὶ ὥσπερ μεθόριον ὑπηκόων καὶ νόμων ἑστὼς, ἐπίσης ἄρχειν καὶ ἄρχεσθαι κατὰ τὸν ἥμερον καὶ ἀνθρώπῳ πρέποντα βούλεται τρόπον, πρὸς ἀκριβῆ τινα ζῆλον καὶ μίμησιν ἑαυτὸν προβαλλόμενος τοῖς ὁρῶσιν, ἔμψυχον τῷ ὄντι νόμον καὶ ἄγαλμα ζῶν ἀρετῆς καὶ τὸ τῆς ἀρχῆς σύμβολον ἐκ τοῦ μᾶλλον ἑαυτοῦ πρῶτον, ἢ τοῦ τῶν ἄλλων ἄρχειν, σαφῶς παρεχόμενος. μηδὲν γὰρ τῶν ἐν βίῳ μόνιμον εἶναι καὶ βέβαιον, μηδὲ τὰς κρηπῖδας ἐπ’ ἀσφαλοῦς ἑστάναι τῆς τύχης παιδευόμενος ἐκ τῆς ἱστορίας, δέδιε καὶ βραχεῖαν καιροῦ ῥοπὴν, ῥᾷστα δυναμένην ἀνατρέπειν ἅπαντα, καθάπερ οἱ τοὺς κύβους ἐν τῷ παίζειν ἀναῤῥίπτοντες. οὕτω καὶ φύσεως αὐτῆς ὑπέρτερον ἡ ἱστορία περιφανῶς ἐπεφύκει. ἡ μὲν γὰρ τοῦ εἶναι μόνον κυρία γίνεται· ἡ δὲ καὶ τὸ εὖ εἶναι προστίθησιν· ὃ τοσοῦτον ἐκείνου βέλτιον, ὅσον τό γε βλέπειν τοῦ μὴ βλέπειν.
(Δ.) Τὰ δὴ τοιαῦτα τῶν τῆς ἱστορίας χρησίμων κἀμὲ πρὸς τὸ γράφειν ὅσα ἐπὶ τῶν ἡμετέρων γέγονε χρόνων παρέπεισε, καὶ διηγήματα προστιθέναι τοῖς φιλοκάλοις ἀνδράσι μεγάλα τε καὶ σπουδαίας ἀκοῆς ἄξια, καὶ μεγάλην δυνάμενα σύνεσιν ἐντιθέναι τοῖς ὅσοι πραγμάτων ἀεὶ καινοτέρων ἐμπειρίαν συνάγειν ποθοῦσι. φέρει γάρ πως οὐχ ἧττον κἀμοὶ τὸ πρᾶγμα χάριν τινὰ πρὸς ἤθους ῥυθμὸν καὶ ἡδονὴν οὐ μικρὰν, μετιόντι συχνότερον ἀφ’ ἑτέρων εἰς ἕτερα τῶν διηγημάτων πολυειδῆ καὶ ποικίλα· καθάπερ τοῖς πλέουσι νῦν μὲν πελάγεσιν ἔστιν ἐντυγχάνειν, νῦν δ’ ἐκ πελαγῶν ἐς νήσους καὶ ἐπίνεια μετιέναι, καὶ πολυειδέσιν ἐμφιλοχωρεῖν ἐμπορίαις, καὶ πανταχόθεν καρποῦσθαι μακρὰν τὴν ὠφέλειαν. (Ε.) Ἐπεὶ δ’ ἱκανῶς ἡμῖν τὰ μέχρι καὶ ἐς τὴν τελευτὴν Ἀνδρονίκου τοῦ νέου λέλεκται βασιλέως, καίριον ἂν εἴη, τούτοις συνάψαντας διεξοδικώτερον ἀφηγεῖσθαι τὰ ἐφεξῆς. ἐπανακτέον τοίνυν τὸν λόγον εἰς ἁρμονίαν, μάλα γέ τοι τῷ τῆς ἱστορίας ὅλῳ προσήκουσαν σώματι. β.
Τοῦ γάρ τοι βασιλέως τὰ λοίσθια πνέοντος ἔτι παρὰ τὴν τῶν Ὁδηγῶν μονὴν τῆς πανάγνου θεομήτορος, τὸν ἐκείνου παρειληφὼς υἱὸν Ἰωάννην ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς, ἔννατον τῆς ἡλικίας ἔτος ἀμείβοντα, καὶ σύν γε αὐτῷ τὸν μετ’ αὐτὸν ἀδελφὸν Μιχαὴλ τὸν δεσπότην, ἔτους ὄντα τετάρτου, πρὸς τὰ βασίλεια τὴν ταχίστην εἰσήνεγκέ τε καὶ τὴν προσήκουσαν περὶ αὐτὸν δορυφορίαν συνέστησε, πᾶσαν τοῖς βασιλείοις ἀσφάλειαν πορισάμενος πανταχόθεν, δείσας μή τι πάθῃ τῶν ἀδοκήτων ἐξ ἀφανοῦς, οἷα πολλάκις ἐν τοῖς τοιούτοις συμβαίνει. (Β.) Ἀλεξίῳ δὲ τῷ Ἀποκαύκῳ, ὃ πολλάκις ἐπιχειρήσαντι πέρας οὐκ ἦν τῆς μελέτης λαβεῖν, καὶ νῦν ἀμελεῖν οὐκ ἐνῆν αὐτοῦ. πολλάκις γὰρ εἰς ἐπίνοιαν ἐληλύθει, φονεύσας τὸν βασιλέα καὶ ἅμα αὐτῷ Καντακουζηνὸν, ἑτέρῳ παρασχεῖν τὸ βασίλειον περιζώσασθαι κράτος, ἢ τῷ θείῳ τοῦ βασιλέως Κωνσταντίνῳ τῷ δεσπότῃ, ἢ Συργιάννῃ τῷ πολυτροπωτάτῳ καὶ παραπλησίῳ τὴν σύνεσιν καὶ τὴν τῆς γνώμης ἐμβρίθειάν τε καὶ ὀξύτητα.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δεινὸς γὰρ ὁμοίως ἐκείνῳ καὶ αὐτὸς ἐν τοῖς κατεπείγουσιν ἦν ἐπινοῆσαι τὰ τῇ χρείᾳ κατάλληλα καὶ πόρον ὀξὺς τοῖς ἀπόροις εὑρεῖν, ὀλίγα μὲν καθεύδων, τὰ πλεῖστα δ’ ἐγρηγορὼς, καὶ σκεπτομένῳ τὰ μέγιστα ἐοικὼς καὶ περὶ μεγίστων, καὶ πλείονα καιρὸν ταῖς πράξεσιν ἢ τοῖς λόγοις ἀεὶ παρεχόμενος. εἰ δὲ καὶ πρὸς ἀλήθειαν ὁμοῦ καὶ δικαιοσύνην ἐχρῆτο τοῖς προτερήμασι, μέγα ἂν κλέος αὐτὸς τοῖς Ῥωμαίων ἐτύγχανε πράγμασιν ὤν. νῦν δὲ κατ’ ἐκεῖνον τὸν Ἐπιδαύριον Στρατοκλέα αὐλητὴς μὲν ἦν ἀγαθὸς, ἄνθρωπος δ’ οὐκ ἀγαθός. γένους γὰρ τῶν ἀδόξων ὑπάρχων ἐκ νέου καὶ πενίᾳ συντεθραμμένος νῦν μὲν τούτῳ, νῦν δ’ ἐκείνῳ μισθοῦ διακονούμενος διετέλει τὸν χρόνον· κἀκ τῶν ἐλαχίστων μείζοσιν ἠρέμα τοῖς δεσπόταις ἀμοιβαδὸν χρώμενος, καὶ πᾶσιν ἀντιδοὺς τὰ χείριστα, προδότης σαφὴς καθιστάμενος, ἔλαθεν οὐκ οἶδα πῶς καὶ ἐς τὴν αὐτοκρατορικὴν οἰκίαν παρεισφθαρεὶς, ἐπ’ ὀλέθρῳ τῆς τῶν Ῥωμαίων, ὡς ἔοικε, τύχης καὶ εὐδοξίας. (Γ.) Τούτῳ τοίνυν ἤδη καιρὸν ἔχειν ἑαυτῷ περιθεῖναι τὸ βασίλειον κράτος νομίσαντι παντοίῳ τοῖς ἐπιχειρήμασι κατὰ τὸν Πρωτέα τὸν Φάριον ἐπῄει γίνεσθαι.
καὶ νῦν μὲν περιϊὼν καὶ θωπεύων οὐ μάλα ἠμέλει Καντακουζηνὸν, συνωθῶν τὰ ἐρυθρὰ ὑποδήσασθαι ὑποδήματα· μηδὲ γὰρ εἶναι λέγων τὸ χρῆμα καινὸν, ἀνάγκην πολλάκις ἐπενεγκόντος τοῦ βασιλέως, τὴν πορφύραν λαμπρῶς ὑποδύντα συμβασιλεύειν, αὐτῷ μὲν περιόντι τῷ βίῳ, ἐκείνου δ’ εὐθὺς ἀπαλλάξαντος, Ἰωάννῃ τῷ υἱῷ καὶ νέῳ βασιλεῖ. εἶναι γὰρ διπλοῦν καὶ σφόδρα ἀναγκαῖον τῷ τοῦ βασιλέως ἐκ πολλοῦ σκοπῷ τὸ καλόν· ἵν’ ἅμα μὲν αὐτοῖς συνδιοικῶν τὰ τῆς βασιλείας εἴης πράγματα, ἅμα δ’ ἐπίκουρος γίνοιο κράτιστος τῆς τούτων ζωῆς. μηδὲ γὰρ ἔτι λείπεσθαι τὸν λάθρα τῇ βασιλείᾳ ἐφεδρεύοντα, τοῦ διαδεξομένου παρομαρτοῦντος ἐς προὖπτον αὐτίκα. (Δ.) Καὶ ἦν νῦν μὲν ταῦτα λέγων, νῦν δ’ ἐκεῖνα· νῦν δ’ ἀναστρέφων καὶ ἀφ’ ἑτέρου γινόμενος ἕτερος· καὶ ἅμα τῇ βασιλίδι τοὺς γένει καὶ δόξῃ προὔχοντας κατ’ αὐτοῦ διεγείρων, καὶ ἰσχυριζόμενος εἶναι τῷ Καντακουζηνῷ διὰ μελέτης σφόδρα κατεσπουδασμένης, ἔργον ποιησαμένῳ ξίφους ἐς τὴν ὑστεραίαν πάντας ἡμᾶς, ἑαυτὸν αὐτοκράτορα καταστήσασθαι βασιλέα. ταῦτα λέγων καὶ κατασκευαζόμενος ἀνέσεισε καὶ αὐτοὺς δὴ τοὺς καθ’ αἷμα τούτῳ προσήκοντας κατ’ αὐτοῦ·
ὡς καὶ αὐτὴν Ἄνναν πεισθεῖσαν τὴν βασιλίδα μηδὲ τὰς ἐννέα πενθίμους ἡμέρας παρὰ τὸν τοῦ συζύγου τάφον ἀνύσαι δακρύουσαν, ἀλλὰ μετὰ τρίτην εὐθὺς ἀνιέναι πρὸς τὰ βασίλεια. (Ε.) Ἔνθα ὁ πατριάρχης Ἰωάννης, Ἀποκαύκῳ πειθόμενος, ἀνέγνω βιβλίον ἐκ τοῦ κόλπου λαβὼν, συνθήκας περιέχον, ἃς ὁ βασιλεὺς αὐτῷ τε πατριάρχῃ καὶ τοῖς περὶ αὐτὸν ἐκ πολλοῦ παρέθετο ἐπισκόποις, περί τε συζύγου καὶ παίδων αὐτοῦ, ὁπηνίκα μαχησόμενος ἀπῄει τῷ Συργιάννῃ πρὸς Θετταλίαν, ἁρπάζειν ἤδη μετὰ τῆς τοῦ Κράλη συμμαχίας ἐπιχειροῦντι τὴν Ῥωμαίων ἡγεμονίαν. ταῦτα τοίνυν διεξελθὼν εἰς τὴν τῶν κοινῶν πραγμάτων ἐπιτροπικὴν διοίκησιν εἰσάγειν ἑαυτὸν ἐπειρᾶτο. δίκαιον γὰρ ἔφασκεν εἶναι καὶ σφόδρα τῶν ἀναγκαίων ἄλλως, καθάπερ σώματι ψυχὴν, οὕτω τῇ βασιλείᾳ τὴν ἐκκλησίαν συνῆφθαι. μίαν γὰρ εἶναι σύστασιν καὶ ζωὴν ἀμφοτέρων τουτί.
PG 148:789ἐπεὶ δὲ καὶ ταυτὶ τὰ τοῦ βασιλέως γράμματα τὴν σωτηρίαν ἐμοὶ τῆς τε συζύγου καὶ τῶν υἱέων σαφῶς ἀνατίθησι, ποῦ δίκαιον (φησὶν) ἐκείνων ἡμᾶς καταῤῥᾳθυμήσαντας ἀμελῆσαι τῶν συνθηκῶν, καὶ οὑτωσί πως ἑκόντας συγχωρῆσαι, κλύδωνας ἀτεκμάρτους ἐπιχεθῆναι τοῖς τῶν Ῥωμαίων πράγμασιν, ὁποῖοι κἀν τοῖς ἀνωτέρω γεγένηνται χρόνοις δι’ ἀφέλειαν καὶ ῥᾳθυμίαν τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου; ἐγὼ τοίνυν ἀντιλήψομαι τῶν κοινῶν ὁμοῦ τῇ βασιλίδι πραγμάτων· ἐγὼ καὶ τῆς τοῦ νέου βασιλέως προστήσομαι σωτηρίας. γ. Ταῦτα παρὰ πᾶσαν ἀκηκοὼς προσδοκίαν ὁ Καντακουζηνὸς ἔλεξε τοιάδε. Ἐμοὶ δ’ οὐ τοιούτων ἐδόκει τὰ πράγματα δεῖσθαι λόγων ἐν τῷ παρόντι, ζῶντος ἐμοῦ καὶ συμπαρόντος ὑμῖν, ὃς καὶ τοῦ βασιλέως περιόντος τῶν κοινῶν πραγμάτων ἤμην διοικητὴς σχεδὸν ἁπάντων καὶ ῥητῶν καὶ ἀποῤῥήτων κοινωνὸς ἐκείνῳ. ἴσασι δ’ οὖν καὶ Ῥωμαίων οἱ πλείους, καὶ πρό γε πάντων ἡ βασιλὶς αὕτη, ὡς τἄλλα μὲν πνέων ἤμην ἐκείνῳ ταὐτὰ, καὶ τῆς ἐκείνου γνώμης ἅπαντ’ ἐξήρτητο τὰ ἡμέτερα, καὶ πάντ’ ἔδρων ἐγὼ προθύμως ὁπόσα ἐκείνῳ δεδογμένα ἦν, καὶ μηδὲν αὖθις ὃ μὴ δεδογμένον ἦν ἐκείνῳ·
τό γε μὴν τοῖς βασιλικοῖς ἐνδύμασι κοσμηθέντα με συμβασιλεύειν αὐτῷ κατὰ τὴν ἐκείνου σπουδὴν καὶ βούλησιν, τοῦτο δ’ οὐδαμῆ πρὸς βουλήσεως ἔμοιγε ἦν. τὴν δ’ αἰτίαν ἐν τοῖς τῆς ἐμῆς καρδίας θαλάμοις καθεύδειν ἀπόῤῥητον ἐν τῷ παρόντι δίκαιον εἶναι νομίζω. ὅτι δὲ καὶ τὴν μετὰ θάνατον αὐτοῦ διοίκησιν καὶ ἐπιτροπὴν τῶν βασιλικῶν καὶ δημοσίων πραγμάτων ἐμοὶ παρέθετο πολλάκις, καὶ τὸ τοῦ υἱοῦ καὶ βασιλέως Ἰωάννου τῇ ἐμῇ θυγατρὶ προεμνηστεύσατο κῆδος, τά τε ἄλλα, καὶ διὰ τὸ μὴ κίνδυνόν τινα παρακύψαι, καὶ τοῖς κοινοῖς καὶ καθόλου παρεισφθαρῆναι πράγμασι, μάρτυς ἀπαρέγγραπτος Ἄννα ἡ βασιλὶς αὕτη. (Β.) Φαίην μὲν οὖν, ὡς ἰδιοτροπίαν τινὰ τῆς ἑαυτοῦ καλῆς ποιούμενος ἐκεῖνος γνώμης, τοιοῦτος ἦν ἐμοί. φαίην δ’ ἂν μᾶλλον, εἰ χρὴ τἀληθῆ λέγειν, ὡς οὐδ’ αὐτὸς οὐδαμῆ ποτε ἐνέλιπον πάντα δρῶν καὶ λέγων ὑπὲρ τῆς αὐτοῦ ζωῆς, καὶ προτιμῶν ἀεὶ τῆς ἐμῆς καὶ προτιθεὶς τὴν ἐκείνου. καὶ ἵνα τἄλλα πάντα παρέντες ἑνός που καὶ δυοῖν μνησθῶμεν·
PG 148:794ἄρτι τοῦ βασιλέως καὶ πατρὸς Μιχαὴλ τελευτήσαντος, πρὸς ὁπόσην ἐμπέπτωκε θάλασσαν λογισμῶν, ἀκηκοὼς τῶν περὶ βασιλείας προτιθεμένων Ῥωμαίοις ὅρκων πρὸς τοῦ βασιλέως καὶ πάππου, καὶ ὁπόσα τὴν ἐκείνου ψυχὴν κατέκλυσαν ῥόθια λύπης, καὶ ὅπως πλὴν ἐμοῦ τῶν πάντων ἦν οὐδεὶς αὐτῷ παρήγορος τότε δεξιὸς καὶ ψυχῆς πιπτούσης βακτηρία καὶ κινδυνεύοντος φρονήματος ἀπόῤῥητον φάρμακον, καὶ οἷον ἀναψύξεως ζέφυρος, οὐκ οἶμαι δεῖν παρ’ εἰδόσιν εἰς μῆκος ἐκτείνειν τὸν λόγον. ὅμως ἐπειδὴ, πρὶν Βυζάντιον ἁλῶναι, διαδρὰς τὸν ἐπηρτημένον κίνδυνον, ᾤχετο φυγὰς ἐς τὴν Θρᾴκην καὶ τὰ ἐν ταύτῃ φρούρια, καὶ ἔδει μὴ φίλου μόνον ἐκείνῳ πιστοῦ, ἀλλὰ καὶ χρημάτων καὶ δαπάνης παντοδαπῆς (πάντων γὰρ καθάπαξ ἦν ἐστερημένος πρό γε τῆς φυγῆς ὁμοῦ καὶ κατὰ τὴν φυγὴν ἐκεῖνος), οὐ μόνον πρὸς τὴν ἐνεστῶσαν ἐκείνῳ κεκένωκα χρείαν ἀφθόνως ἐγὼ, ὁπόσα μοι περιῆν ἐκ πατέρων καὶ προγόνων πάμπολλα χρήματα· ἀλλὰ καὶ πάσης ἔγωγε τῆς στρατιᾶς ὑπάρχων αὐτὸς ἡγεμὼν οἴκοθεν ἀεὶ χορηγῶν καὶ αὐτῇ διετέλουν τῶν μισθωμάτων ἀνενδεᾶ τὴν δαπάνην.
PG 148:796ὁ γὰρ αὐτὴν προϊέμενος τὴν ψυχὴν ὑπὲρ τῆς ἐκείνου ψυχῆς, ἧς ὁ πᾶς οὐκ ἔστιν ἀντάξιος κόσμος καὶ τὰ τοῦ κόσμου χρήματα, σχολῇ γ’ ἂν αὐτῶν ἐφεισάμην χρημάτων καὶ κτημάτων καὶ κτηνῶν ἁπάντων. (Γ.) Καὶ ἵνα τὰ τῶν ἐν μέσῳ κινδύνων συμπτώματα καὶ τοὺς τῶν μακρῶν ἐκείνων δρόμων καὶ περιδρόμων ἱδρῶτας κατὰ τὴν ἑπταετῆ περίοδον ἐκείνην παρέλθωμεν· ἐπειδὴ (δόξαν οὕτω θεῷ) τὴν βασιλίδα πόλιν ἑλὼν μόνος ἦν αὐτοκράτωρ αὐτὸς, τῶν ἐμῶν οὐκ ἐπελάθετο πρὸς ἐκεῖνον ἐρώτων καὶ πόθων· ἀλλὰ πάντας ἔστρεφε καθ’ ἑαυτὸν λογισμοὺς, ἀνερευνῶν ὅτι ἂν ἀποδοίη βραβεῖον ἄξιον ἐμοί. καὶ ἐπεὶ μεῖζον ἄλλο τῆς βασιλείας οὐχ εὕρισκε, ταύτης, τὸν δεύτερον φάναι πλοῦν, κοινωνὸν ἑαυτῷ καὶ βασιλέα ποιεῖσθαι διὰ μάλα μακρᾶς ἐποιεῖτο σπουδῆς. ᾐδεῖτο γὰρ, πρῶτον μὲν, Δαρεῖον ἐκεῖνον τὸν τῶν Περσῶν βασιλέα, εἰ βάρβαρος μὲν ἐκεῖνος ὢν, ὅμως διὰ τὴν τοῦ Ζωπύρου φιλίαν ὅλαις ὁρμαῖς τῆς ψυχῆς τὴν περιβόητον παραιτεῖσθαι διετείνετο Βαβυλῶνα καὶ ἅμα αὐτῇ τὴν Χαλδαίων καὶ Μήδων ἀρχὴν, εἰ Ζώπυρον ὑγιᾶ πάντη θεάσαιτο·

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:798αὐτὸς δὲ παιδείας ἀνθρώπῳ πρεπούσης καὶ πατρίου βασιλείας τρόφιμος ὢν ἐκείνου πρὸς ἀμοιβὴν τῶν καλῶν ὀφθείη δεύτερος. ἔπειτα οὐ τοσοῦτον ἐμοῦ γε εἵνεκα τοιαῦτ’ ἔφασκεν ἐμοὶ διδόναι βραβεῖα, ὅσον τῆς αὐτοῦ συστάσεως, καὶ ἅμα παίδων καὶ συζύγου, ζῶντός τε καὶ τελευτήσαντος αὐτοῦ. (Δ.) Ἐγὼ δ’ ἀκήρατον ἐθέλων φυλάττειν τὸ τῆς ἐμῆς πρὸς ἐκεῖνον φιλίας τερπνὸν, καὶ μὴ δοκεῖν δι’ ἔρωτα δόξης ὅσα ἡμῖν ἐσπούδασται δρᾷν, οὐχ εἱλόμην οὐδὲν τῶν ἁπάντων, οὔτε μέτριον οὐδὲν, οὔθ’ ὅσα τὴν τοῦ μείζονος ἔχει δόξαν λαβεῖν· ἀλλ’ ἔμεινα τούτων ἁπάντων ἀθῶος ἄχρι καὶ εἰς δεῦρο. (Ε.) Ἃ δὲ νῦν ὁ πατριάρχης ἐπιτροπίας προτείνει γράμματα, τῆς τότε χρείας ἕνεκα τούτῳ γεγένηνται, καὶ οὐδαμῆ περαιτέρω. ἐδεδίει γὰρ ὁ βασιλεὺς, οἷα πολλὰ τὸ αὐτόματον παρὰ πᾶσαν ἐπάγει τὴν προσδοκίαν, μὴ αὐτός τε κινδυνεύσῃ καὶ σύν γε αὐτῷ καὶ αὐτὸς ἐγὼ συμπαρὼν, ᾧ τὴν διαδοχὴν ἀεὶ παρετίθει τῆς βασιλείας καὶ τῶν οἰκείων ἁπάντων. μηδὲ γὰρ εἶναι τῶν δυνατῶν, ἐν ἐκείνῳ τῷ ἀγῶνι τοῦ βασιλέως κινδυνεύοντος, ἐμὲ ζῶντα λείπεσθαι.
οὕτω γὰρ ἀλλήλαις ἡμῶν αἱ ψυχαὶ συνεκέκραντο, ὡς καὶ πάντας Ὀρέστας ὁμοῦ καὶ Πυλάδας περιφανῶς τῆς ἡμῶν ἡττᾶσθαι συμπνοίας. εἰ γὰρ ἦν ἐφικτὸν, ἀπιόντος εἰς Θετταλίαν τοῦ βασιλέως, ἐν Βυζαντίῳ μένειν ἐμὲ, οὐκ ἂν ἐπισκόπων ἔδει καὶ πατριάρχου καὶ συνθηκῶν περί τε γυναικὸς καὶ παίδων καὶ βασιλικῶν πραγμάτων. ἀλλὰ τοῦ τηνικαῦτα καιροῦ πρὸς τὴν τοιαύτην τὰ πράγματα περίστασιν συνελάσαντος, οὕτως ἐφ’ ὡρισμένῳ τὰ τῆς τοιαύτης ἐπιτροπῆς ἐκείνῳ συνεκλείετο τῷ χρόνῳ. ὁ δὲ τὸν τοῦ βασιλέως θάνατον ὥσπερ ἕρμαιον εἰς φιλαρχίαν, ὡς ἔοικεν, εἰληφὼς εἰς μέσον ἄγει δημοσιεύων τὰ πάλαι τοῦ βασιλέως γράμματα, μηδαμῆ τῇ παρούσῃ προσήκοντα χρείᾳ· ὡς μηδὲ πολλῶν ἐμοὶ πρὸς ταῦτα δεῖσθαι τῶν λόγων, πρὸς ἕτερα τῆς παρούσης χρείας τὰ πράγματα συνωθούσης. (2.) Ἐμοὶ γὰρ, ἵνα τὸ προσῆκον πέρας τοῖς ἐμοῖς ἐπενέγκω λόγοις, τὰ αὐτὰ τῷ θείῳ διεξιέναι λείπεται Παύλῳ· ὅτι τὸν δρόμον τετέλεκα, καὶ τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.
ὃς ὑπὸ δυοῖν ὁριζόμενος τουτωνὶ, τῆς τε ἐπιτροπῆς καὶ διοικήσεώς φημι τῶν βασιλικῶν πραγμάτων καὶ τῆς τοῦ νέου βασιλέως ἐπὶ τῇ ἐμῇ θυγατρὶ μνηστείας, ἡ μὲν ἐπιτροπὴ καὶ διοίκησις τῶν βασιλικῶν πραγμάτων, κατὰ συνέχειαν ἐκεῖθεν ἀεὶ διαβαίνουσα, πρόσεστιν ἔτι μοι. λοιπὸν δ’ ἂν εἴη καὶ τὰ τῆς τῶν παίδων μνηστείας ἤδη τελεῖσθαι. Καὶ ἐπὶ τούτοις ὁ σύλλογος ἔληγέ τε καὶ διελύετο. δ. Ὁ δ’ Ἀπόκαυκος, ἅμα τῷ πατριάρχῃ προσιὼν ἰδίᾳ τῇ βασιλίδι, μήτε μηδενὸς ἀκούειν ἀνέπειθε τῶν ἀπὸ τοῦ Καντακουζηνοῦ λεγομένων, καὶ ἅμα τῆς τῶν πραγμάτων ἐπιτροπῆς ἀπέχεσθαι τελέως παρακελεύεσθαι. μηδὲ γὰρ εἶναι χρείαν ἔτι τούτου, τῆς βασιλίδος ὁμοῦ τῷ υἱῷ δυναμένης πᾶσιν ἐπιστατεῖν πράγμασι, παραδυναστεύοντός τε καὶ παρασπίζοντος τοῦ πατριάρχου, κατὰ τὴν πάλαι δοθεῖσαν πρὸς βασιλέως ἐπιτροπείαν αὐτῷ. ταῦτα λέγων καὶ πείθων ἐλάνθανεν οἵους καὶ ὅσους τοὺς ἀγρίους τρέφει θῆρας τῶν λογισμῶν ὡς ἐν λόχμῃ τῇ ψυχῇ. διεζωγράφει δ’ οὖν καὶ ὑπεσήμαινεν ἀμυδρῶς τοῖς συνετωτέροις τῶν λόγων αὐτοῦ καὶ σχημάτων τὸ ἀλλοπρόσαλλον, οἷον ἐκρήξει χειμῶνα κατὰ Ῥωμαίων ὁ ἄνθρωπος, προσειληφὼς τὸ δύνασθαι.
(Β.) Ὅσον μὲν γὰρ προσῆν Καντακουζηνῷ πανταχόθεν τὸ δύνασθαι, τοσοῦτον Ἀποκαύκῳ περιῆν ἀσθενείας· ὅσον δ’ Ἀποκαύκῳ τὸ βούλεσθαι χείριστα δρᾷν, τοσοῦτον τῷ Καντακουζηνῷ τὸ μὴ βίαιον πράττειν μηδὲν ὁπωσοῦν κατὰ τῶν ὅσοι ξιφήρη χεῖρα τῇ τούτου ζωῇ καθοπλίζουσι. Καντακουζηνὸς γὰρ, παρὸν ἐκ τοῦ ῥᾴστου κακοὺς φωραθέντας αὐτοὺς καθελὼν, ἀπονητὶ τὸ τῆς αὐτοκρατορίας περιζώσασθαι σκῆπτρον, τοῦτο μὲν οὐ βεβούληται, ἀλλὰ τὴν αὐτῶν ἐκπλαγεὶς ἀγνωμοσύνην οἴκοι κατέμεινε σιωπῶν ἐπὶ δύο καὶ τρεῖς που τὰς ἡμέρας. ὁ δ’ Ἀπόκαυκος, πειρώμενος μὲν, οὐ δυνάμενος δὲ καθελεῖν Καντακουζηνὸν, ὃν μόνον ἀντίπαλον κράτιστον εὕρισκε τοῖς αὐτοῦ δολεροῖς λογισμοῖς, ὅμως οὐκ ἔληγε τὰ ἑαυτοῦ διηνεκῶς ἐνεργῶν. ἐκστατικὸν γάρ τι χρῆμα διανοίας ὁμοίως πέφυκε πλοῦτος καὶ δόξα, παρ’ ἀξίαν τινὶ προσγενόμενα, καθάπερ ἡ μέθη.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰς γὰρ δόξαν καὶ περιφάνειαν ἐξ ἀσήμου γένους ἐληλυθὼς, συνεργοῦντος καὶ περιθάλποντος Καντακουζηνοῦ, καὶ πλοῦτον μάλα πολὺν καὶ ὑπὲρ τὴν τύχην τὴν ἑαυτοῦ συναθροίσας, τοῦ καθήκοντος εὐθὺς ἐξέστη φρονήματος, καὶ τυραννίδος ἐν τοῖς τῆς ψυχῆς θαλάμοις ἔκρυψεν ἔρωτας, καὶ πάντ’ ἐκεῖθεν ἔπραττε, καὶ πάντα συνειςῆγεν ὅσα γεωργεῖ τῆς τοιαύτης κακίας τὴν βλάστην. (Γ.) Βοᾷ δὲ καὶ αὐτὰ μονονουχὶ φωνὴν ἐκπέμποντα λαμπρὰν τὰ τῶν αὐτοῦ γε οἰκιῶν οἰκοδομήματα, μέχρι νῦν τὴν ἐκείνου κακίαν ἐκτραγῳδοῦντα· λέγω δὴ τὸ τῶν Ἐπιβατῶν φρούριον· ἔπειθ’ ὅσα περὶ τὸ τεῖχος τῆς βασιλευούσης τῶν πόλεων ἤγειρεν, οἷον ἀμφίβιον καὶ γῇ καὶ θαλάσσῃ μεριζομένην ἔχοντα δίαιταν. πύλας γὰρ ἑκατέρωθέν σφισιν ἐτίθετο πρός τε γῆν καὶ πρὸς θάλασσαν· ἵνα διωκόμενον ἐκ θαλάττης ἤπειρος ὑποδέχοιτο, καὶ τοὐναντίον αὖθις φεύγοντα τὴν ἤπειρον ἡ συνοῦσα καὶ, οἷον εἰπεῖν, ναυλοχοῦσα τριήρης παρὰ τὴν οἰκίαν γίνοιτο παραπομπὸς ἐπ’ ἀπίστου στοιχείου θαλάττης ἄχρι τῆς νήσου Πριγκίπου, ἢ ὅποι τῆς τύχης ἄγοι τὸ πέρας αὐτόν. ἔστησε γὰρ κἀκεῖ, καὶ ὁπηδήποτε καταφυγεῖν ἐβούλετο, φρούρια καὶ πύργους οὐρανομήκεις.
οὕτω μοχθηρὸς ἦν ὁ ἀνὴρ ἐξ ἀρχῆς, καὶ μελέτας ἔκρυπτεν ἐν τῇ ψυχῇ κακίας καὶ δόλου μεστὰς, εἰ καὶ μηδὲν αὐτῶν ἀπόνασθαί οἱ ἐξεγένετο, τοῦ θεοῦ ματαίαν πᾶσαν αὐτοῦ σπουδὴν καὶ μελέτην δεικνύντος, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν πλατύτερον. ε. Τῆς δὲ φήμης ῥυείσης εἰς ἅπαν τὸ στρατιωτικὸν, καὶ ὅσοι τῶν συνετωτέρων ἐκ πασῶν παρῆσαν τῶν πόλεων, ὡς οἴκοι καθίσας ὁ Καντακουζηνὸς πάντων πραγμάτων ἀπέσχετο, πολὺς ἀνήπτετο θόρυβος κατά τε πατριάρχου καὶ Ἀποκαύκου, καὶ εἴ τινές που τῶν ἐν τέλει σφίσιν εἶεν ὁμόφρονες. εἶναι γὰρ τῶν ἀμηχάνων ἔφασκον, ἀφέντας τὸν πλουτοδότην καὶ κοινὸν τροφέα Καντακουζηνὸν, καὶ συστρατιώτην μᾶλλον ἢ στρατηγὸν, καὶ συνταλαιπωρεῖν εἰδότα κατά τε τὰς ὑπαίθρους καὶ χειμερίας στρατοπεδείας αὐτοῖς, ἕπεσθαι μεμηνόσιν ἀνδράσι, καὶ ὑπὸ φθόνου καὶ βασκανίας διεφθορόσιν, ἢ μᾶλλον ἀμαθέσι παντὸς ἀγαθοῦ, ὁπόσα πόλεις οἶδεν ὠφελεῖν, καὶ φοβεῖν ἐχθροὺς, καὶ βασιλικοῖς ἐπίδοσιν διδόναι πράγμασιν.
ὥστε καὶ τοῦ θείου προτεθέντος εὐαγγελίου κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ὑπὲρ ἀσφαλείας καὶ πίστεως ὀμνύειν τῶν βασιλέων, αὐτοὶ καὶ τοῦ τῆς βασιλείας ἐπιτρόπου Καντακουζηνοῦ προσετίθεσαν τοὔνομα. ὅτε δὴ καὶ ἀντιλέγειν ἐπιχειροῦντι τῷ Ἀποκαύκῳ ἐπεπήδησέ τις ἐξαπίνης ξιφήρης, ἐκεῖνο τὸ Ὁμηρικὸν ἐπειπὼν, αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ τὸ ξίφος. ᾧ δὴ καὶ πολλοὶ τῶν στρατιωτῶν συμφρονήσαντες θορύβου πολλοῦ καὶ βοῆς ἐνέπλησαν τὰ βασίλεια· ὡς περιδεεῖς γενομένους ἐκείνους ὁμοῦ τῇ βασιλίδι οἰκτροὺς ἱκέτας γενέσθαι Καντακουζηνοῦ. ὅς γε καὶ μηδὲν τῆς σφῶν ὑπολογισάμενος κακογνωμοσύνης εἰς μέσον ἧκεν εὐθὺς, καὶ ὁμοῦ τῷ ὀφθῆναι πρὸς γαλήνην ἐχώρει τὰ τοῦ θορύβου καὶ κλύδωνος ἐκείνου κύματα, καὶ εἰς εὐδίαν ὁ τοῦ χειμῶνος ἐκείνου γνόφος μετωχετεύετο· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ τοιάδε ἐπὶ τῆς βασιλίδος, καὶ ὅσοι παρῆσαν, ἐφθέγξατο. (Β.) Τὸ μὲν ἀνθρωπίνοις ἀπροσδοκήτως ἀνθρώπους ὄντας συμφοραῖς ἐντυγχάνειν, καὶ πρὶν ἢ βουλεύσασθαι καὶ πρᾶξαι, πάσχειν τι τῶν δεινῶν, οὐ τοσούτῳ φαίην ἂν ἐγὼ τῶν πασχόντων ὅσῳ τῶν δρώντων ὑπάρχειν τοὔγκλημα.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τὸ δ’ ἄλλοις ὀρύσσοντας βόθρον αὐτοὺς εἰς ἐκεῖνον προτέρους ἐμπίπτειν, ἀναμφισβήτητόν ἐστι τῶν πιπτόντων ἁμάρτημα. ὡς γίνεσθαι τοῖς μὲν προτέροις τὸ πάθος οὐ μάλα συγγνώμης μακρᾶς ὑπερόριον· τοῖς δέ γε δευτέροις συγγνώμης τε πάσης ὡς ποῤῥωτάτω λίαν ἐῤῥίφθαι συμβαίνειν, καὶ ἅμα τὴν ἐκ τῶν νόμων περιφανῶς ἐφέλκεσθαι ἐπιτίμησιν. ὅμως θεοῦ δικαίως ἐπιστατοῦντος τοῖς πράγμασι, καὶ κατάλληλα τοῖς νοσήμασι τῶν πραγμάτων τὰ τῆς ἰατρείας ἐπάγοντος φάρμακα, χρεὼν καὶ ἡμᾶς ἐκεῖσε τὴν μίμησιν παραπέμποντας οὐκ ἀθάνατον κατὰ τῶν ἁμαρτανόντων τὸ τῆς γνώμης διατηρεῖν ὀργιζόμενον· ἀλλ’ ἀναλογιζομένους τὸ τῆς ἀνθρωπίνης φύσεως θνητὸν θνητὴν ποιεῖσθαι καὶ τὴν πρὸς αὐτοὺς ἐπιτίμησιν. ἄλλως τε καὶ ὁ τὸν ὑποπίπτοντα κολάζειν ἐθέλων οὐκ ἐκεῖνον, ἀλλ’ ἑαυτὸν ἀδικεῖ, τῆς ἀνθρωπίνης περιφανῶς ἀσθενείας κατεπαιρόμενος. ὀξεῖαι δ’ εἰσὶν καὶ αἱ τῆς τύχης μεταβολαὶ, καὶ ῥᾷστα τὸ εὔδαιμον ἐξ ἄλλων εἰς ἄλλους ἀμείβουσι· καὶ χρὴ δεδιέναι πάντας τὴν ἀτέκμαρτον τοῦ χρόνου φοράν. ἔγωγ’ οὖν οὕτως ἔχων ἀεὶ διατελῶ, ὥστ’ ἐοικέναι δοκῶ μοι πτόρθῳ τινὶ πρὸς τὸ ὄρθιον εὐφυῶς ἀπευθυνομένῳ·
ὃς ἐκεῖνο κέκτηται πλέον ὁμοῦ, ὅπερ εἰ καὶ αὐτὸς ἐκεκτήμην, ἡμάρτανον ἄν. τὸν μὲν γὰρ εἴ τις βίᾳ χειρὸς ἐπὶ τὰ ἔμπροσθεν μετακλίνας, ἔπειτα τὴν αὐτονομίαν τῆς φύσεως αὖθις ἐκείνῳ παράσχοι, οὐ πρὸς τὸ ὄρθιον εὐθὺς ἐκεῖνος φερόμενος ἀτρεμεῖ· ἀλλ’ ἀθρόον ἐπὶ τὰ ὄπισθεν φέρεται καὶ δονεῖται, καὶ θορυβεῖ τὸν ἀέρα μακρόν τινα χρόνον, ἕως ὀψὲ καὶ μόλις ἐπὶ τὴν προτέραν ἠρέμα τῆς εὐθύτητος ἐκείνης ἀνέλθοι στάσιν. ἐγὼ δ’ ὑπὸ πολλῶν πολλαχόθεν πολλάκις ἄλλοτ’ ἄλλως τὴν εἰρήνην μισούντων ὠθούμενος ἐφ’ ἑνὸς ἐρείδομαι τόπου, τῆς πρὸς θεὸν ἐλπίδος, καὶ τῆς συνήθους οὐκ ἐξίστασθαι θέλω πραότητος οὐδ’ ἐπὶ βραχύ. ἀλλὰ πέτρα γίνομαι παράλιος καὶ οἷόν τις προβλὴς ἀτίνακτος, τῶν μαινομένων ἀεὶ κατ’ ἐμοῦ τῆς οἱασοῦν θαλάττης ῥοθίων καταφρονῶν. κρίκους δέ τινας οἷον ἐμπεφυκότας ἔχω γε κύκλῳ μάλα τοι πλείστους καὶ παντοδαποὺς, ἐρείσματα δήπου τῶν βουλομένων ἐκ πελάγους καὶ κλύδωνος ὁλκάδων ἐξάπτειν καὶ δεσμεῖν τοὺς κάλως ἑαυτῶν.
ἂν δέ τινες ἐντεῦθεν ἀποσπασθεῖσαι, συμβὰν οὑτωσί πως, εἴτε τῶν καλωδίων ῥαγέντων, εἴτε τοῦ δεσμοῦ λυθέντος, ἐξωκείλωσι πρὸς τοὺς πελαγίους καταῤῥάκτας καὶ κλύδωνας, οὐ τῆς πέτρας οὐδὲ τῆς ἐμῆς ἐστι γνώμης τοὔγκλημα, ἀλλὰ τῆς τῶν ἐπιβατῶν προφανῶς ἀβουλίας. Τότε μὲν οὖν οὕτως εἰπόντος ἐκείνου, κατεστορέσθη τὰ πράγματα. (Γ.) Καὶ ἡ μὲν Δημοσθένους ἐκείνου σοφία, πρὸς τὸ τελευταῖον ἐκβὰν τῶν πρὶν ὑπαρξάντων ἕκαστον κρίνεσθαι, λέγει καὶ ἀποφαίνεται. ἐγὼ δὲ τὴν τῶν ἀγαθῶν ἀνδρῶν εὐδοκίμησιν, καὶ αὖ τὴν τῶν ἐναντίως ἐχόντων κακίαν, οὐκ ἐκ τοῦ τέλους οἶμαι δεῖν ἐξετάζειν, ἀλλ’ ἐκ τῆς ἀρχῆς καὶ τῆς πρώτης ἐπιβολῆς τῶν πραγμάτων. ἐκεῖθεν γὰρ, ὡς ἐκ πηγῆς καὶ ῥίζης, ἀναλάμπειν ἄρχεται τῶν δρωμένων ἡ ἀρετὴ καὶ ἡ κακία· κἀκεῖθεν ἔξεστι συνορᾷν ἀκριβῶς τοῖς ἀσφαλῶς ἐθέλουσι κρίνειν τὴν τῶν δρώντων προαίρεσιν, ὅτι καὶ μόνης τῆς ἀρχῆς τῶν πραγμάτων εἶναι κυρίοις δέδοται τοῖς ἀνθρώποις· τὰ δὲ τέλη πρὸς ὅπερ οὐκ ἴσμεν ἀπόῤῥητοι φέρουσι λόγοι· νῦν μὲν εἰς ὃ σκοπιμώτατον ἦν· νῦν δ’ εἰς ὃ μή· καὶ νῦν μὲν ἀκραιφνὲς τὸ τῆς γνώμης βουλόμενον εἰς τέλος ἐκεχωρήκει· νῦν δ’ οὐκ ἀμιγές·
PG 148:799ἀλλὰ μέμικταί τι καὶ τῶν ἀβουλήτων· ὥσπερ ἂν εἴ τις ἄρας ἐκ Σικελίας οὐκ ἐς Σαρδοῦς καὶ Κύρνου τοὺς λιμένας, οὗπερ ἐβούλετ’, ἀφίκετο· ἀλλά τις ἐκ τῶν ἑσπερίων βαράθρων ἀναῤῥαγεὶς καὶ ὑπερεκχυθεὶς ὑβριστὴς καὶ ἀγέρωχος ἄνεμος, ὥσπερ ἐξ ἐνέδρας καὶ λόχου, βίαιον ἐς Κρήτην αὐτῷ πεποίηται τὸν κατάπλουν. οὕτως ἐμοὶ δοκεῖν οὐκ ἐκ τοῦ τέλους τῶν πραττομένων εἶναι βέλτιον ἐξετάζειν ἀνδρῶν ἀρετὴν καὶ κακίαν, ἀλλ’ ἐκ τῆς βουλῆς καὶ προαιρέσεως. ἐξέσται δ’ ὅμως κἀκ τῶν εἰρησομένων ἐναργεστέραν τὴν τῶν λεχθέντων καρποῦσθαι δύναμιν. ἐντεῦθεν γὰρ ἄν τις θεῷτο μᾶλλον τὴν ἀκολούθησιν ἑκατέρωθεν συνδεδραμηκυῖαν κατὰ τὸ ἀνάλογον καὶ ἁρμόττον. ταῖς μὲν γὰρ ἀρχαῖς τὰ τέλη, τοῖς δὲ τέλεσιν αἱ ἀρχαὶ τὴν συμφωνίαν ἀκήρατον πάμπαν εἰλήφεσαν. (Δ.) Ἔγνωσται γὰρ ἅπασι, μὴ μόνον Ῥωμαίοις καὶ Ἕλλησιν, ἀλλὰ καὶ ὅσοις ἔθνεσι πολυειδέσι καὶ βαρβάροις εἶναι συμβέβηκε, μετὰ ποίας πραότητος καὶ δικαιοσύνης ταῖς ἀρχαῖς ἐχρήσατο τῶν πραγμάτων ὁ Καντακουζηνός· μετὰ ποίας δ’ αὖ τῆς μοχθηρίας καὶ ἀδικίας ὁ Ἀπόκαυκος.
ἔγνωσται δ’ αὖ ὁμοίως, καὶ ὅσους τοὺς διαύλους καὶ τὰ παλαίσματα μεταξὺ τῶν τῆς κακίας Τελχίνων ὀρχησαμένων, εἰς οἷον τὰ πράγματα κατηντήκει τὸ πέρας, τοῦ θεοῦ δικάζοντος καὶ ἀθλοθετοῦντος ἐξ ἀφανοῦς, καὶ ἀφθόγγοις καὶ σιωπώσαις φωναῖς ἀναδιδάσκοντος ἅπαντας, ἀγαθῆς προαιρέσεως ἀρχὰς καὶ πηγὰς προτιθέναι τῶν οἰκείων ἔργων, οἷς πρὸς βουλήσεώς ἐστι κατὰ νοῦν προχωρεῖν ἀγαθὸν τὸ γεώργιον. εἰ μὴ γὰρ ταῖς τῶν ἐμῶν διωκτῶν καινοφωνίαις ὁ Καντακουζηνὸς ὅπωσποτε παρενεχθεὶς χώραν ἐκείνοις τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ζάλην προσενεγκεῖν κατὰ τὴν βασιλίδα Ἄνναν καὶ αὐτὸς ἐδεδώκει, κράτιστος ἂν βασιλέων ἐγίνετο, καὶ ἅμα τὰ Ῥωμαίων πράγματα μεγίστην ἂν δι’ αὐτοῦ τὴν ἐπίδοσιν ἀνελάμβανε. νῦν δὲ διὰ κακίαν ἄλλων αἴτιος ὁ πραότατος τῆς τῶν ὅλων ἔδοξεν εἶναι φθορᾶς. 2. Ἔργοις γε μὴν αὐτοῖς ὁρῶν ὁ Ἀπόκαυκος εἰς τοὐναντίον αὐτῷ τὰ τῆς κακίας ἔνεδρα προχωροῦντα, καὶ κακὸς ἐκ τοῦ προφανοῦς ἐλεγχόμενος εἶναι, οὐκ ἠρυθρία τοῖς ὁμοίοις ἐπιβάλλων ἀεί· καὶ ταῦτα τῶν πάλαι σοφῶν θαυμάζοντος ἀκούων τινὸς, οὐχ ὅτι πέπλευκέ τις, ἀλλ’ ὅτι πέπλευκε δίς.
PG 148:801οὐκ ἐπαινετὴν γὰρ τὴν τοιαύτην ἐνόμιζε τόλμαν ὁ σοφὸς, μετά γε δήπουθεν τὸ πολλοὺς ἀπαντλῆσαι θανάτους ἐν τοῖς θαλαττίοις ἀγῶσιν, ἐς τοὺς ὁμοίους αὖθις ἐμβάλλειν κινδύνους. (Β.) Δέον γὰρ, εἰ μή τι πλέον, ἐκείνῳ τἀνδρὶ τῶν τοῦ Καντακουζηνοῦ μεμνημένῳ δωρεῶν, μὴ μόνον τῆς πρὸς τοῦτον ἀπεχθείας ἀπέχεσθαι, ἀλλὰ χάριτας ὁμολογεῖν τὰς μεγίστας, καὶ γλώττῃ καὶ χειρὶ καὶ πᾶσι τρόποις προθυμίας τὸν εὐεργέτην ἀμείβεσθαι, ὅτι πρὸς τοσοῦτον ἐξ εὐτελοῦς ἀνήγαγεν ὕψος αὐτὸν, ὁ δὲ πάντα δίκαια παραδραμὼν μυρίους αὐτῷ συνετίθει καὶ συνεσκεύαζε τοὺς θανάτους, οὐδὲ τοὺς τῶν βαρβάρων Περσῶν αἰδούμενος νόμους, οἳ τοῖς ἀχαρίστοις νόμιμον ἐπάγουσι κόλασιν, μήτε τὰ πρὸς θεὸν εἶναι λέγοντες τὸν τοιοῦτον εὐχάριστον, μήτε πρὸς τοὺς γονέας, μήτε μὴν πρὸς τοὺς φίλους. ἀλλ’ ἐχρῆν, ὡς ἔοικεν, ἐκτριβῆναι Ῥωμαίων ἅπασαν πόλιν καὶ χώραν, καὶ αὐτὰ τῆς τοῦ θεοῦ ἐκκλησίας συγχεθῆναι τὰ πράγματα, δι’ ἔκτισιν οἶμαι παλαιοτέρων ἅμα καὶ νεωτέρων τοῦ γένους ἁμαρτημάτων. καὶ διὰ τοῦτο συνεχωρήθη τοιαῦτα παρεισφθαρῆναι κακίας ὄργανα καὶ προφάσεις, πλὴν φιλαρχίας καὶ δόξης ματαίας οὐδὲν ἐχούσας τὸ εὔλογον.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:803ἀλλ’ ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἀνακάμψωμεν. (Γ.) Συνορῶν γὰρ, ὡς ἔφημεν, ὁ Καντακουζηνὸς, ὅτι συσκευάζων αὖθις Ἀπόκαυκος οὐ παύεται δόλους καὶ ἔνεδρα κατ’ αὐτοῦ, καὶ οὐκ εἰς μακρὰν ἠρεμήσας ἐπιβουλὴν ἐκραγεῖσαν ὄψεται φόνου μεστὴν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, ἰδίᾳ παραλαβὼν ἅμα βασιλίδι τὸν πατριάρχην τοιάδε φησί. (Δ.) Τῶν ἔξω σοφῶν οἱ χαριέστεροι τἀναντία κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ γενέσθαι ὑποκειμένῳ τῶν ἀμηχάνων εἶναί φασι. τούτου δ’ οὕτως ἔχοντος, οὐχ ὁρῶ τίς ἂν ἐμοὶ γένοιτο μηχανὴ, ἣ μεριζομένη πρὸς δύο τἀναντιώτατα παρέχοιτο δρᾷν ἀσφαλῶς ἃ προκεχείρισμαι. τὸ μὲν γὰρ τῶν κοινῶν προνοεῖσθαι πραγμάτων ἁπάντων ἕνα με ὄντα αὐτὸν, καὶ πάντων ἐπιμελεῖσθαι τῶν ὑπεικόντων τῇ βασιλείᾳ ἀνθρώπων μὴ ῥᾳδίως ὑπὸ τῶν πολεμίων βλάπτεσθαι, πᾶσαν ἕλκει πρὸς ἑαυτὸ διάνοιαν, καὶ πᾶσαν λογισμῶν ὑποτάττει φροντίδα· τὸ δ’ αὐτοῖς ἐκείνοις, ὧν προνενόημαι, ἐπιβούλοις κεχρῆσθαι κατὰ τῆς ἐμαυτοῦ ζωῆς, τοῦτο δὲ παγχάλεπον ὂν ἀναγκάζει πάντων ἀποστάντα με τῶν ἄλλων φροντίδων μόνης τῆς ἐμαυτοῦ ζωῆς προνοεῖσθαι, καὶ τὴν οἰκείαν ἀσφάλειαν ἐκ παντὸς πραγματεύεσθαι τρόπου.
τούτου δὲ τὴν διόρθωσιν ἀμφοῖν ὑμῖν ἀνηρτῆσθαι ἐχρῆν, εἰ τὰ δίκαια πράττειν ἐβούλεσθε, οἷς χρέος ἅπαν ἀνῆπται πᾶσι τρόποις ἐπείγεσθαι ἀποτρέπειν καὶ ἀποκόπτειν, εἴ τι που κατά τε τῶν τῆς βασιλείας ὁμοῦ καὶ τῆς ἐκκλησίας ὑποφύοιτο κακίας βλάστημα, ὃ λυμανεῖται προβαῖνον εἰς αὔξησιν καὶ ἅπαν ἄρδην ἀφανιεῖ τὸ κράτος ἀμφοῖν. ὑμεῖς δὲ μοχθηροῖς ἀνδράσι λάθρα καὶ συχνὰ κοινολογούμενοι, καὶ τοῖς αὐτῶν παραλόγοις ἑπόμενοι λόγοις, τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐπειγομένοις ἑκόντες ἐοίκατε. ἔπειτα εἰ μὲν ἐμοῦ τὴν ψυχὴν ἐξάγειν τοῦ σώματος τοῖς ἐπιβούλοις ἦν πρὸς βουλήσεως μόνου, καὶ μὴ κατὰ παντὸς ἐχώρει, τῶν τε φίλων καὶ τῶν ἐκγόνων, τὸ τῆς σφῶν ἀναιδείας ξίφος, ἴσως μὲν ἐσίγων ἂν, ἴσως δ’ οὔ. οὐ γὰρ πάνυ μοι φαίνεται θεμιτὸν οὐδὲ τοῦτο, προδιδόναι τὴν ἑαυτοῦ τις ἑκών γε εἶναι ψυχὴν, ἄλλου κτῆμα καὶ παρακαταθήκην οὖσαν, πρὶν πρὸς τοῦ δεσπότου γενέσθαι τὴν λύσιν. εἰ δ’ οὖν, φρασάτω τις ἐμοὶ παρελθὼν, ὅτου χάριν ἀτάφους τῶν πάλαι δικαστῶν οἱ σοφώτεροι ῥιπτεῖσθαι κατεψηφίσαντο, ὧν αἱ χεῖρες καθ’ ἑαυτῶν ἐστρατεύσαντο.
PG 148:805ὅμοιον γὰρ εἶναί πως δοκεῖ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις ἐξ ἀλλοδαπῆς ἰὼν ἄλλου δεσμώτην δραπέτην ἐργάσαιτο. εἰ δὲ πρὸς ἅπαντας ἄρδην ὁμοίως διαβαίνοι τά τε τῆς ἐπιβουλῆς τῶν μοχθηρῶν καὶ τοῦ γε κινδύνου τοὐμοῦ, μανίας οὐκ ἂν ἐλεύθερον ἐς τέλος εἴη τὸ σιγᾷν. εἰ δ’ ἀκίβδηλος μὲν ὑμῶν ἡ πρόθεσις ἐμοὶ τετήρηται μέχρι νῦν, ὑπισχνεῖσθε δ’ ἔτι καὶ τὴν ἐφεξῆς συντήρησιν αὐτῆς τὸ παράπαν διαφυλάξειν κακίας πάσης ἀμέθεκτον, καὶ ὅσα κατὰ τῆς ἐμῆς ὁμοίως μαίνεται ψυχῆς, ἕτοιμος αὖθις ἐγὼ τήν τε ὑμετέραν ἄρτι περαίνειν δέησιν, καὶ ὁμοῦ τὰς τοῦ μακαρίτου βασιλέως περὶ τῆς τῶν κοινῶν πραγμάτων ἐπιτροπῆς τε καὶ διοικήσεως ἐντολάς. τοῦτο δ’ οὐκ ἄλλως ἀναμφισβήτητον ἂν γένοιτο πᾶσιν ἡμῖν, πρὶν ἔνορκον ἡμῖν τὴν ὑπόσχεσιν καταστῆσαι, καθὰ πολλαχῆ καὶ πολλάκις ἐν ταῖς τῶν ἀνθρωπίνων πραγμάτων ἀμφισβητήσεσιν εἴωθε γίνεσθαι. τοῦτο γὰρ ἐμοὶ καταφύγιον ἀσφαλὲς ἐν τῷ παρόντι δοκεῖ, καταστορέσαι δυνάμενον πᾶσαν ἐμῆς ψυχῆς ὑποψίαν καὶ λογισμῶν τρικυμίαν. εἶναι γὰρ καὶ βοτάνην Ἀσκληπιάδαι φασὶ τοῖς λύκοις θανάσιμον, ὑφ’ ἣν ταῖς ἀλώπεξι προσιούσαις ἀφόβως καθεύδειν περίεστιν.
εἰ οὖν καὶ τοῖς ἀλόγοις εὐμήχανόν πως ἡ ἀνάγκη πρὸς σωτηρίαν γίνεται, ἄμεινον δήπου τοῖς λόγῳ καὶ νῷ συμφυεῖ κεχρημένοις ἡμῖν ἐν τοῖς ἐπικινδύνοις πράγμασιν ἐγγύας ἀπαιτεῖν, ὁπόσαι πρὸς τὴν δι’ ὅρκων καταφεύγουσι πίστωσιν. ἀμειψαίμην δ’ ἂν καὶ αὐτὸς ὑμᾶς τοῖς παραπλησίοις, εἰ μὴ ἱκανὰ πρὸς ἀσφάλειαν πίστεως τὰ προϋπηργμένα δοκοίη. ἐν γὰρ ἐξουσίᾳ γενόμενος τοῦ τῆς αὐτοκρατορίας περιβαλέσθαι τὸ σχῆμα, πρὸς ἐσχάτας ἤδη τοῦ βασιλέως ὄντος πνοὰς, ὅτε καὶ σὺν τοῖς δυσὶν υἱέσιν ἐκείνου τῶν βασιλείων ἔνδον αὐτὸς γενόμενος φρουραῖς στρατιωτικαῖς ἠσφαλισάμην αὐτὰ, μηδενὸς ἀντιπράττοντος, ἀλλὰ πάντων ὑπεπτηχότων τῷ δέει, οὐ ταὐτὸν πέπονθα τοῖς παρ’ ἀξίαν ἐντυχοῦσί τινι θησαυρῷ, καὶ ἀμφοτέραις τὸ τῆς ψυχῆς ἀναπιμπλάναι τοῦ ἔρωτος φίλτρον ἐπειγομένοις· ἀλλ’ ἔμεινα τῶν τῆς ἐξαρχῆς προθέσεως ὅρων ἐντός. πολλῷ δὲ δήπου σαφέστερον ἐξουσία καὶ πλοῦτος καὶ αὐτόνομος δύναμις γνώμην ἀνθρώπου δηλοῦσιν, ἢ πενία καὶ ὑπεξούσιος δίαιτα. τῷ γὰρ ἀκουσίῳ βιαίως ἐνίων τὰ ἤθη τυραννούμενα λανθάνει διὰ μακροῦ τὰς τῶν ἔξωθεν κρίσεις τῆς ἀληθείας καταψευδόμενα.
ἓν μὲν οὖν ἐκεῖνο μετὰ τὴν τοῦ βασιλέως τελευτὴν τῆς ἐμῆς καθαρότητος παραστατικὸν, καὶ ἅμα τῆς ὑμῶν δειλίας ἀναιρετικὸν, ὅτι παρὸν ἐκ τοῦ ῥᾴστου τὸ βασίλειον περιζώσασθαι κράτος, οὔτε πέπραχα τοιοῦτον οὐδὲν, οὔτε βεβούλευμαι, ἀλλ’ ἔμεινα πάμπαν τῶν ὅρων τῆς εἰθισμένης τάξεως ἔνδον, ἀκήρατον συντηρῶν τὸ φρονοῦν τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἔκρινα δεῖν, ὅσον τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ. οἱ μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ’ ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς, ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφαίνεσθαι βούλοιτο βλάστημα. δεύτερον δὲ, τὸ παρὸν, ὃ καὶ πάσης κέκτηται κακίας ὑπεροχήν. δέον γὰρ τὴν ἐμὴν ἐκείνην αἰδουμένους πραότητα καὶ δικαιοσύνην ὅλῃ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ συναίρεσθαι πράξεσι ταῖς ἐμαῖς καθημένους ἀφρόντιδας, ὑμεῖς δὲ ...
PG 148:807ἀλλὰ σιωπᾷν ἄμεινον θεῷ τὸ πᾶν ἐπιτρέψαντας. (Ε.) Ὁ μὲν οὖν Καντακουζηνὸς ἐνταυθοῖ κατακλείσας τοῦ λόγου τὸν δρόμον, καὶ ὅρκους δοὺς καὶ λαβὼν πρός τε τῆς βασιλίδος πρός τε τοῦ πατριάρχου, μηδὲν τὸ παράπαν ἐπίβουλον μήτε δρᾶσαι μήτε βουλεύσασθαι, ἀναστὰς ἐξῄει τοῦ βήματος. (2.) Καὶ ἦν ὅλος εὐθὺς ἐν ἑτοιμασίᾳ τῆς ἐκστρατείας καὶ τοῦ πρὸς πέρας ἄγειν τὰ πάλαι καλῶς βουλευθέντα. τὰ δ’ ἦν, πρῶτον μὲν διανομαὶ κτημάτων πρὸς ἅπαν τὸ στρατιωτικόν· ἔτι τε δωρεαὶ καὶ χάριτες καὶ τῶν πρὶν ὀφλημάτων ἐκτίσεις ἐκ τῶν οἰκείων χρημάτων αὐτοτελῆ τὴν διάρκειαν ἔχουσαι· χρημάτων γὰρ τηνικαῦτα καὶ τοιαύτης δαπάνης ἐσπάνιζε τὰ βασιλικὰ πρυτανεῖα· ἔπειτα ἐκστρατεῖαι κατὰ τῶν πέριξ ἐχθρῶν· ὧν οἱ μὲν ἐπετίθεντο πάλαι καὶ τὰς Ῥωμαίων ἐδῄουν ἀνέδην ὁπόσαι πρὸ ὀφθαλμῶν ἐκείνοις ἔκειντο πόλεις ἅμα καὶ χῶραι· οἱ δ’ ἐν παρασκευῇ τοῦ λῃστεύειν ἦσαν ἤδη διὰ τὴν τοῦ βασιλέως αἰφνίδιον τελευτήν. (Ζ.) Ἧκον δ’ αὐτῷ καὶ γράμματα λάθρα πολλὰ πολλαχόθεν, ἔκ τε Ἀκαρνάνων καὶ Τριβαλλῶν ἔκ τε Θετταλῶν καὶ Πελοποννησίων Λατίνων, τὴν σφῶν ὑποταγὴν ὑπισχνούμενα.
ἀρεσκόμενοι γὰρ ἀεὶ τῇ αὐτοῦ μεγαλοπρεπεῖ τε καὶ εὐγενεῖ διαθέσει τῆς γνώμης, ἑκόντες αὐτῷ προῃροῦντο σφᾶς τε αὐτοὺς προδιδόναι καὶ πόλεις τὰς ἑαυτῶν ἐκεῖνοι. καὶ ἦν ἐν μελέτῃ λοιπὸν περιϊὼν, ἅπαντα Ῥωμαίοις ὑπήκοα πεπραχέναι· οἷς μὲν ἐνῆν ἑκοντὶ προσχωρεῖν, νόμοις δεξιοῦσθαι φιλίας· οἷς δὲ πρὸς βουλήσεως ἀνθίστασθαι, τούτους δ’ ὅπλων καὶ μάχης τῇ κρίσει παραχωρεῖν. ζ. Μετὰ μέντοι τὰς τοῦ Ἀρκτούρου ἐπιτολὰς ἄρας ἐς Θρᾴκην ἐκ Βυζαντίου περὶ τὰ μεθόρια τῶν τε Μυσῶν καὶ Ῥωμαίων περιφανῶς κατεστρατοπέδευσε, δυοῖν ἕνεκα· ἢ γὰρ, δείσαντος Ἀλεξάνδρου, τοῦ τῶν Μυσῶν βασιλέως, τὰς πρὶν ἀνανεώσασθαι καὶ κυρῶσαι σπονδάς· ἢ πολέμῳ τὴν τῶν πραγμάτων ἐπιτρέψαι κρίσιν. οὐ γὰρ ἦν εἰκὸς εἰς Θετταλούς τε καὶ Τριβαλλοὺς ἀπιόντας κατόπιν ἀφεῖναι τὴν τούτου μάχην, ὥσπερ τινὰ κεραυνὸν ἐγγύθεν κατὰ τῆς Θρᾴκης ἐπαιωρούμενον. ὅθεν καὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον τὰς διαλύσεις ῥᾷστα καταπραξάμενος περιῄει τὰς Θρᾳκικὰς πόλεις καὶ χώρας περισκοπῶν, καὶ ἀναλόγους ποιούμενος αὐταῖς τὰς φρουρὰς ἐκεῖθεν ἄχρι Καλλιουπόλεως·

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:809ἔνθα δὴ καὶ ναυτικὴν ἠκηκόει δύναμιν παμπληθῆ τῶν Περσῶν ἐξ Ἀσίας εἰς Εὐρώπην μέλλουσαν διαβαίνειν ἐπὶ πονήρῳ τῆς Θρᾴκης καὶ τῶν ἐν ταύτῃ Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, ναυαρχοῦντος καὶ τὸν τοιοῦτον ἄγοντος στόλον ἑνός τινος, ὄνομα Ἀμούρ. (Β.) Εἰς γὰρ σατραπίας διαιρεθείσης τῆς τῶν Περσῶν ἀρχῆς, ὡς ἀνωτέρω που περὶ τούτων εἰρήκειμεν πλατύτερον, ἄλλοι ἄλλα τῶν παραλίων διέλαχον τῆς Ἀσίας· οὓς οἱ ἀπόγονοι τοῦ χρόνου ῥέοντος διαδεξάμενοι, οἱ μὲν διὰ σύνεσιν καὶ ἐμπειρίαν πολεμικὴν εἰς μεῖζον προκεκοφέναι τὴν τοῦ κλήρου διαδοχὴν ἐπεπράχεσαν· οἱ δὲ νωθρότητι διανοίας τοῖς οὖσι μόλις ἐνέμειναν. εἰσὶ δ’ οἳ καὶ τῶν ὄντων τελέως ἐξεπεπτώκεσαν. τούτων τοίνυν ἁπάντων ἰσχυρότερος ὁ Ἀμοὺρ ἐγεγόνει, σπουδῇ καὶ τόλμῃ χρησάμενος ὑπὲρ τοὺς ἄλλους. Λυδίας γὰρ καὶ Ἰωνίας οὗτος ὢν ἡγεμὼν ναυτικοῦ τε στόλου τὴν θάλαςσαν ἐμπέπληκε καὶ φοβερὸς ἐν βραχεῖ μὴ ὅτι ταῖς ἐν Αἰγαίῳ νήσοις ἐγένετο θαλαττοκρατῶν, ἀλλὰ καὶ Εὐβοεῦσι, καὶ Πελοποννησίοις, Κρησί τε καὶ Ῥοδίοις, καὶ πάσῃ τῇ ἐκ Θετταλίας ἄχρι Βυζαντίου παραλίῳ.
τούτους γὰρ ἅπαντας ὁπότε βούλοιτο ναυστολῶν τε ἐδῄου καὶ φόρους ἐτησίους συνῆγε μάλα τοι βρίθοντας ἐξ αὐτῶν. (Γ.) Οὗτος οὖν ἐκ πολλοῦ, τῆς τοῦ Καντακουζηνοῦ φήμης μετὰ κρότων καὶ ὕμνων μακρῶν διὰ πάσης πορευομένης γῆς καὶ θαλάττης, ἐραστὴς ἐγεγόνει πάνυ τοι σφόδρα διάπυρος, καὶ φιλίαν τηρήσειν αὐθαίρετον ἐπηγγείλατο διὰ βίου παντὸς αὐτῷ τε καὶ παισὶ διαδόχοις αὐτοῦ. καὶ μέντοι καὶ τοιαύτην αὐτὴν εἰς τέλος τετήρηκεν, οἵαν οἶμαι οὐδ’ ὁ πᾶς ἀλλαχοῦ παρέδειξεν αἰών. καὶ τοῦτο προϊόντων ἡμῶν αἱ κατὰ τὴν ἁρμόττουσαν χώραν ἀφηγήσεις, τῆς ἀληθείας οὐκ ἐκχωροῦσαι, σαφηνιοῦσι τοῖς πᾶσιν ἐς τἀκριβές. νῦν δὲ μόνον τὸ τῇ παρούσῃ χρείᾳ περὶ αὐτοῦ προσῆκον εἰπόντες ἀπαλλαξόμεθα. (Δ.) Τοῦ γὰρ βασιλέως τελευτήσαντος ἤδη, καὶ φήμης διαδοθείσης, ὡς βασκανίᾳ τυραννηθέντες τῶν τῆς βασιλικῆς γερουσίας ἔνιοι τὴν τοῦ Καντακουζηνοῦ καθελεῖν ἐπεχείρησαν δόξαν, σατραπικοῦ τινος οὗτος ἐγεγόνει πλήρης θυμοῦ καὶ βιαίας ὀργῆς· καὶ ἅμα παμπόλλων ἐμπλήσας νεῶν τὸ τῶν Σμυρναίων ἐπίνειον ἔμελλε τὴν ταχίστην, ὡς ἔφαμεν, διαβαίνειν ἐπὶ κακῷ τῶν ἄχρι Βυζαντίου Θρᾳκικῶν χωρῶν καὶ πόλεων.
PG 148:811ταῦτα ἐπειδὴ περὶ Χεῤῥόνησον ἀκηκοέναι συνεπεπτώκει Καντακουζηνῷ, διὰ σπουδῆς ἐγεγόνει μακρᾶς πέμψαντι, τὸν τοιοῦτον τὴν ταχίστην ἀναχαιτίσαι στόλον. ὃ δὴ καὶ θᾶττον ἢ λόγος εἰπεῖν ἐγεγόνει, ῥᾷον ἢ κατὰ δοῦλον δεσπότου κελεύοντος, τοῖς τοῦ Καντακουζηνοῦ γράμμασιν ὑπείξαντος καὶ ὑπενδόντος τοῦ βαρβαρικοῦ φρονήματος ἐκείνου. τοῦτο μέγα μὲν, καὶ μακράν τινα ἥκει κομίζον τὴν ἔκπληξιν ταῖς τῶν ἀκουόντων ψυχαῖς. εἴ τις δ’ αὐτὸ τοῖς ἐφεξῆς τοῦ ἀνδρὸς ὑπὲρ τοῦ Καντακουζηνοῦ πεπραγμένοις πρὸς φιλίαν δείγμασι παρεξετάζειν ἐθέλει, πολλοστημόριον ἂν τὸ βραχύτατον εἶναι λογίσαιτο. (Ε.) Ἐγὼ δὲ καὶ πρὸς τὸ πάλαι τῆς Ῥώμης κράτος ἐκεῖνο τὸν νοῦν ἀνήνεγκα, καὶ ἀνεμνήσθην, ὅπως πρόςταγμα ἓν τότε Ῥωμαϊκὸν, πᾶσαν ἐπιπορευόμενον γῆν τε καὶ θάλατταν, κατέπληττεν ἅπαντας, καὶ τῷ δέει μικροῦ καὶ ἀποθνήσκειν ἐποίει· καὶ οὔτ’ Ἀσία κατ’ Εὐρώπης μάχιμον ἐκίνει ξίφος, οὔτε τοὐναντίον αὖθις· ἀλλ’ ἅπαν τὸ ἀντιπράττον εἰς ἔνσπονδον ἐκίρνατο σύμπνοιαν· καὶ Κίλιξ μὲν διὰ Βιθυνίας ἄοπλος ἐπορεύετο, καὶ Θρᾲξ διὰ τῆς Ἰταλίας ὁμοίως·
καὶ ὡς διὰ φιλίας Σαυρομάται τῆς Ἑλλάδος ἰόντες τῶν τε Παναθηναίων ἦσαν θεαταὶ καὶ ταῖς ἐν Ὀλυμπίᾳ καθίσταντο τετραετηρικαῖς ἁρματηλασίαις ἀνθάμιλλοι· καὶ ἐλογισάμην κατ’ ἐμαυτὸν, ὡς καὶ νῦν ἐφ’ ἡμῶν τοιοῦτόν τι συνέβαινεν ἂν, εἰ πάμπαν ἐκ μέσου τὰ τῆς συγχύσεως ἀπήλλακτο σπέρματα, ὅσα κατὰ τοῦ Καντακουζηνοῦ συνεσκεύασεν Ἀπόκαυκος. εἶεν. η. Αὐτόθι δ’ ἀκηκοὼς, ὅτι τε νόσημά τι ἐνέσκηψεν Ἄννῃ τῇ βασιλίδι, καὶ ὅτι τὴν συνήθη κακοτροπίαν Ἀπόκαυκος ἀναξαίνων πεφώραταί τε καὶ φοβηθεὶς ἀπέδρα πρὸς τὸ τῶν Ἐπιβατῶν φρούριον, καὶ τρίτον, ὡς ὁ πατριάρχης ὑπὲρ ἐκείνου τὰς τῆς βασιλίδος Ἄννης ἀκοὰς διαταράττων οὐ παύεται καὶ δεόμενος, τὴν μὲν πρόσω πορείαν ἐπέσχεν· αὐτὸς δ’ ἐς Βυζάντιον τάχιστα ἐπανῄει· καὶ τὴν μὲν βασιλίδα ῥᾴω τε καὶ ἤδη τοῦ ἐνσκήψαντος ἀπηλλαγμένην εὗρε νοσήματος· τὸν δὲ πατριάρχην ἰδίᾳ λαβὼν μαλακοῖς τισι λόγοις τῆς αὐτοῦ σμικροπρεπείας καθήψατο, καὶ διεξῄει τοσαῦτα, ὁπόσα δεξιῶς πως ἐπιῤῥαπίζοντα ἦν τήν τε εὐκολίαν τῶν τρόπων καὶ τὸ τῆς γνώμης ἀβέβαιον·
καὶ ὅπως πρὸς ἑαυτὸν στασιάζων, καὶ πολέμια τῇ γλώττῃ διαπραττόμενος ἔργα, ἢ μᾶλλον ὁ τοῖς ἰδίοις μαχόμενος λόγοις ἐς τοὐμφανὲς, σχολῇ γ’ ἂν ἄλλους στασιάζοντας καὶ μαχομένους ἀλλήλοις πείσειεν εἰς ὁμοφροσύνην ἐλθεῖν ἀστασίαστον. (Β.) Ἔπειτα καὶ δευτέρους ἐπὶ τοῖς προτέροις ἐκείνοις ἀπῄτησεν ὅρκους. καὶ ὃς, ἐκ μέσου πάμπαν ποιεῖσθαι βουλόμενος ὕποπτον ἅπαν, ἵνα μή τι πάθῃ δεινὸν ἅπαξ ἐπιορκῶν φωραθεὶς, οὐ μόνον ἱερεῦσι προσήκοντα ὀμώμοκεν ὅρκον, ἀλλὰ καὶ ὃς δημοσίοις ἀνδράσιν εἴθισται· καὶ ἀρὰς ἐπὶ τούτοις προὔτεινε καθ’ ἑαυτοῦ τὰς μεγίστας ὁμοῦ καὶ φρικώδεις, εἰ ψευδόμενος ὅλως ἐπὶ τοῖς λεγομένοις ἁλοίη. (Γ.) Τῶν δὴ τοιούτων ἐπὶ τοιαύτῃ καταστάσει συνενεχθέντων, τὴν ταχίστην αὖθις ἐξῄει τοῦ ἄστεος ὁ Καντακουζηνὸς, σὺν πολλῇ τῶν οἴκοθεν χρημάτων παρασκευῇ καὶ ὅσα πρὸς δωρεὰς φιλοτίμους τῶν προσιέναι μελλόντων αὐτῷ παντοδαπῶν ἐθνῶν ὁμοῦ καὶ πρεσβευτῶν καὶ πόλεων παρεσκεύαστο· ἔπιπλά φημι καὶ χλαίνας Ἰταλικὰς ἐξ ἐρίου, καὶ ὅσα ἕτερα μακρὸν τὸ φιλότιμον ἔχουσι τῶν χαρίτων.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:813(Δ.) Ὅ γε μὴν Ἀπόκαυκος ἐς τὸ φρούριον αὐτοῦ συγκλεισθεὶς, ἀντὶ τοῦ μᾶλλον αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ αὐτοῦ ἀνάνδρῳ καὶ γυναικώδει διαίτῃ, ὁ δὲ τοὐναντίον ἐτετύφωτό τε καὶ ὀφρύος ἁπάσης μεστὰ διεξῄει ῥήματα, καὶ αὐτοῦ Καντακουζηνοῦ κατεμέμφετο ἀβουλίαν, ὅτι μὴ καὶ αὐτὸς τὴν ὁμοίαν ἡτοιμάσατο πρόνοιαν ἑαυτῷ, ἵν’ ἐν καιροῖς ἀνάγκης καὶ φόβου τοιοῦτον ἔχοι πρὸς ἀσφάλειαν φρούριον καταφεύγειν. (Ε.) Ὁ δ’ ἀκούων, καὶ τῆς ἐκείνου καταγελῶν εὐηθείας, τοιαύτας ἀντεπῆγε τὰς ἀποκρίσεις. Οὐ λίθοις, φησὶ, καὶ πλίνθοις ἐγὼ τὴν ἐμὴν τειχίζειν ἀσφάλειαν ἔγνωκα δεῖν, οὐδ’ ἐφ’ οὕτω μικροῖς καὶ ψευδέσιν ἐμοὶ τερατεύεσθαι καὶ τοιαύτην ῥημάτων προφέρειν κομψότητα εἴθιστο· ἀλλὰ τῷ ἡδρασμένῳ τοῦ ἤθους ἐγκαρτεροῦντι διηνεκῶς φρούριον ἔχειν ἀθάνατον καὶ ἄγκυραν ἀσφαλῆ πρῶτον μὲν τὰς πρὸς θεὸν ἀναμφισβητήτους ἐλπίδας, καὶ τὴν ἐκεῖθεν ἀκήρατον δύναμιν·
ἔνθα μόνῳ γεωργουμένης τῆς γνώμης τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ, τὸ τῆς ἀσφαλείας ἀμάραντον ἀεὶ διαμένει βλαστάνον, μήθ’ ἥλιον περιμένον τὴν τοῦ κρείττονος ἑρμηνεύσοντα κρίσιν, μήτε Πλάτωνος καὶ Δημοσθένους γλῶτταν ἁβρὰν καὶ μάλα λαμπρῶς Ἀττικίζουσαν· ἀλλ’ αὐτομάτως διὰ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐπὶ μέσης τὸ θαῦμα μονονουχὶ κηρύττον τῆς οἰκουμένης. ἐν μὲν γὰρ ταῖς τῶν προσκαίρων φρουρῶν καὶ πυργωμάτων τρυφαῖς καὶ βλακείαις ταχὺ τὸ τερπνὸν ἀποθνήσκει τῆς ὥρας ἐφήμερον ἔχον τὴν ῥίζαν. ἐγὼ δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐμαυτῷ κατεσκεύασα φρούρια καὶ πύργους παμπληθεῖς τε καὶ ἀσφαλεῖς, εἰς οὓς ἐμβέβληκα φέρων αὐτὸς τὴν ἐμαυτοῦ ψυχήν. καὶ ὁ μὲν Πλάτων ἐν ἀλλοτρίῳ σώματι ζῇν τὴν τοῦ ἐρῶντος ἔφη ψυχήν· τὴν δ’ ἐμὴν ψυχὴν οὐκ ἐν ἀλλοτρίοις σώμασιν, ἀλλ’ ἐν ἀλλοτρίαις συνηνέχθη ζῇν ταῖς ψυχαῖς. μηδὲ γὰρ σωμάτων, ἀλλὰ ψυχῶν ὑπάρχων αὐτὸς ἐραστὴς, καὶ ψυχὰς τοὺς ἐραστὰς εὐτύχησα· καὶ τρόπον ἕτερον ἐμψύχους τὰς τῶν πλείστων πέπραχα ψυχάς.
PG 148:815τοιούτους ἐμαυτῷ κατεσκεύακα πύργους ἐγὼ, καὶ οὕτω μετὰ πάσης γαλήνης καὶ ἡδονῆς, καὶ δίχα τινῶν ἑλεπόλεων, τὰς ἁπάντων χειροῦμαι σύν γε θεῷ διαθέσεις καὶ γνώμας· καὶ οὕτως ἀναίμακτα κατορθοῦν μεμελέτηκα τρόπαια. ὁ δ’ ἐφεξῆς αἰὼν τῶν λεγομένων ἅμα καὶ δρωμένων σοφῶς διαζωγραφήσει τὴν μαρτυρίαν. Ἀλλ’ ὁ μὲν Καντακουζηνὸς τοιοῦτος τέως τοὺς τρόπους ἐτύγχανεν ὢν, καὶ τοιαῦτα λέγων καὶ πράττων διετέλει. θ. Ἐγὼ δ’ ἐκεῖσε ἐπάνειμι, λεπτομερέστερον ἀφηγησόμενος ἕκαστα. Ἀπόκαυκος γὰρ ἐκεῖνος ὁ πάντα δεινὸς εἰς ἐπίνοιαν καὶ πολυτροπώτατος, ἐπειδὴ συγκυκήσας ἅπαντα, ἵνα τὸν ἄρχοντα παρακρουσάμενος αὐτὸς ἐπιβῇ τῆς ἀρχῆς, (ὅπερ δὴ καὶ τοιχώρυχοι νύκτωρ καὶ λῃσταὶ ποιοῦσιν, οὐ πρότερον τὰ ἐν οἰκίᾳ διαρπάζειν ἔχοντες εὐχερῶς, πρὶν ἂν τὸ ἐν αὐτῇ κατασβέσωσι φῶς,) ἠλέγχθη, κατεγνώσθη μὲν, οὐδὲν δ’ ἄξιον εἰς ἀμοιβὴν τῆς αὐτοῦ κακίας ἀπήλαυσε πρὸς ἐκείνου. ὅμως αὐτὸς ὑφ’ αὑτοῦ τε αἰσχυνθεὶς καὶ δείσας, μὴ τὸ μακρόθυμον ὀψέ ποτε ἀποῤῥίψας τῷ νόμῳ τῆς δίκης χρήσηται κατ’ αὐτοῦ, ᾤχετο λάθρα φυγὰς, ὡς εἰρήκειμεν, εἰς τὸ φρούριον τῶν Ἐπιβατῶν οὑτωσί πως λεγόμενον·
ὅπερ αὐτὸς ἐκ πολλοῦ πολλοῖς ἀνήγειρεν ἀναλώμασιν ἐν τοῖς παραλίοις τῶν προαστείων τοῦ Βυζαντίου, μικρὸν μὲν, ποικίλον δὲ, καὶ δαιμονίως ὀχυρόν τε καὶ δύσμαχον. εἰς γὰρ ὕψος τύχης ἐξ ἀσήμου γένους ἀρθεὶς φρόνημα ἔσχεν, ὁποῖον ἂν καὶ οἱ μεθύοντες. ὠνειροπόλησε γὰρ ἀποθανόντος τοῦ βασιλέως ἐπιχειρῆσαι κατὰ τῆς βασιλείας αὐτός· εἰ δὲ μὴ δυνηθείη, καταφυγεῖν γοῦν εἰς τὸ φρούριον τοῦτο, καὶ εἶναι πολέμιος τῷ κρατήσαντι. (Β.) Συνήγαγε δ’ ἐν τούτοις μὴ μόνον χρημάτων παντοδαπῶν καὶ παντοίων σωροὺς, ἀλλὰ καὶ σίτου καὶ οἴνου πλῆθος, καὶ ὄψων παντοίων ταρίχη, καὶ πᾶσαν ἄλλην ἀφθονίαν, ὧν ἐν χρείᾳ καθίστανται ἄνθρωποι· ὕδατά τε εἰσήγαγεν ἔξωθεν δι’ ὑπονόμων ἀένναα. περὶ οὗ δὴ καὶ πρὶν ἀποθανεῖν παριόντα φάναι τὸν βασιλέα· ἰδοὺ, φωνὴν ἀφιὲν μονονουχὶ περιβομβεῖ μου τὰς ἀκοὰς τὸ φρούριον τουτὶ, προκηρῦττον ἡμῖν τὴν ἐνδόμυχον ἀπιστίαν τε καὶ κακοτροπίαν τοῦ δειμαμένου· διακελεύσασθαί τε τῷ Καντακουζηνῷ, αὐτὸ μὲν καθελεῖν, καὶ πρὸς τὸ βασιλικὸν ἐπανασώσασθαι πρυτανεῖον τοὺς ἐν αὐτῷ συνηθροισμένους ἀδίκως σωροὺς τῶν χρημάτων·

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
αὐτὸν δὲ φρουραῖς καὶ δεσμοῖς καθυποβαλεῖν, μὴ πολὺν ἐκρήξει χειμῶνα κατὰ τῶν τῆς βασιλείας πραγμάτων καιροῦ λαβόμενος ὀψέ. ἀλλὰ τῷ πράῳ τε καὶ ἡμέρῳ κἀνταῦθα χρησάμενος ὁ Καντακουζηνὸς ἔλαθεν ἑαυτῷ τε καὶ ταῖς πόλεσι μεγάλην ταμιευσάμενος βλάβην. ὥστε καὶ ἀνόνητα μεταμελόμενος ὕστερον ἐπὶ τῇ κακοβουλίᾳ ἑαυτοῦ τὸν βασιλέα λαμπρῶς ἐπὶ δυσὶν ἐμακάριζε τούτοις. ἀλλὰ γὰρ ἔλαθε τὸ ποικίλον τῶν ὑποθέσεων ἐς τοσοῦτον ἡμᾶς παρενεγκών. ἐπανιτέον τοίνυν. (Γ.) Φυγόντι γὰρ εἰς τὸ φρούριον τῷ Ἀποκαύκῳ, οὐκ ἠμέλει κρύφα μηνύων καὶ γράφων ὁ πατριάρχης αὐτῷ, καὶ ἀνακαλούμενος, καὶ τὰς κατὰ τοῦ Καντακουζηνοῦ συμβουλεύων τε ἐπιβουλὰς καὶ συμβουλευόμενος ὑπ’ αὐτοῦ, καὶ ἅμα τὰς τῆς βασιλίδος συχνὰ ὑπορύττων ἀκοὰς, καὶ τὸν μὲν Καντακουζηνὸν διαβάλλων ἀεὶ, τὸν δ’ Ἀπόκαυκον μακροῖς τοῖς ἐπαίνοις ἐξαίρων. ῥᾷστα τοίνυν γυναικείαν ἐξαπατήσας ἁπλότητα, καὶ πρὸς τὴν ἑαυτοῦ μεθαρμόσας βούλησιν, πάντ’ ἔδρα τὰ μελετώμενα.
PG 148:817καὶ ἅμα τὸν μὲν Καντακουζηνὸν ἐντίμως προπέμπει τοῦ Βυζαντίου, φρικωδεστάτοις τοῖς ὅρκοις ἐμπεδώσας τὰς πρὸς αὐτὸν πίστεις, καὶ ἐπαρασάμενος ἑαυτῷ τὰς παλαμναιοτάτας ἀρὰς, εἰ μὴ στέργοι διαφερόντως ὁπόσα αὐτῷ πρὸς βουλήσεως εἴη λέγεσθαι καὶ πράττεσθαι τῶν βασιλείων εἵνεκα πραγμάτων, καὶ εἰ μὴ μάχοιτο τοῖς αὐτῷ μαχομένοις· τὸν δ’ Ἀπόκαυκον εἰσκαλεῖται βασιλικῶς ἐνσεσημασμέναις ἐπιστολαῖς, μάλα πολλὴν ὑπισχνουμέναις αὐτῷ τὴν τιμὴν καὶ παντὸς ἀμνηστίαν ἐγκλήματος. (Δ.) Ἀπαίροντος τοίνυν ἐκ Βυζαντίου εἰς τὰς Θρᾳκώας πόλεις τῷ Καντακουζηνῷ, ὑπήντησεν ἐξιὼν ὁ Ἀπόκαυκος τοῦ φρουρίου, καὶ ἀποβὰς τοῦ ἵππου προσεκύνησε, βασιλικὴν ἀπονείμας αὐτῷ τὴν τιμήν. τοῦτο γὰρ καὶ πρό γε αὐτοῦ πεποιήκασιν ἄκοντι τούτῳ πάντες, ὅσοι γένους εἵνεκα προσῆκον αὐτῷ, ὅσοι τε τῆς συγκλήτου λογάδες καὶ ὅσοι τῶν μετ’ ἐκείνους, εἴτε ὡς ἐπιτρόπῳ τῆς βασιλείας, εἴτε ὡς ἐπὶ τῆς αὐτοῦ βουλήσεως ὁρῶντες ἐξηρτημένον τὸ βασίλειον σκῆπτρον, καὶ ὑποπτεύοντες ἐς τὴν ὑστεραίαν βασιλικοῖς ἐσταλμένον ὀφθήσεσθαι παρασήμοις, εἰ βουλομένῳ γε εἴη αὐτῷ· πάντας γὰρ ὑπεπτηχέναι τῷ δέει, καὶ ὑπείκειν ἴσα τούτῳ καὶ βασιλεῖ.
(Ε.) Συνηκολούθησε μέντοι ὁ Ἀπόκαυκος ἄχρι καὶ Σηλυβρίας αὐτῷ, μάλα περιδεής τε καὶ μονονοὺ πρὸ ποδῶν ἱστάμενον βλέπων τὸν κίνδυνον ἑαυτοῦ. συχνοὶ γὰρ οἱ τὸν Καντακουζηνὸν ἐποτρύνοντες ἦσαν, συνειληφέναι τοῦτον, καὶ δέσμιον προπέμψαι ἐς Διδυμότειχον. οὐ γὰρ ἐλάνθανεν, ὅσον ἐγερεῖ τὸν τῶν πραγμάτων καπνὸν, ἐληλυθὼς ἐς Βυζάντιον. ταῦτ’ ἄρα καὶ ὡς ἐκ συμφώνου πάντες ἠνάγκασαν, ἕως ἐν χεροῖν ἔχοι τὸ θήραμα, τὴν οὖσαν γαλήνην τοῖς δημοσίοις διατηρῆσαι πράγμασιν. ὁ δὲ τὸ φιλάνθρωπόν τε καὶ ἱλαρὸν ἥκιστα μεταθεῖναι βουλόμενος παρεκρούετο τὴν ἐκείνων παραίνεσιν. πάντα γὰρ τῆς τοῦ θεοῦ χειρὸς ἐξῆφθαι, καὶ πάντ’ ἐκεῖθεν ἔλεγε διοικεῖσθαι, καὶ μὴ δύνασθαι τελεσθῆναι μηδὲν, ὃ μὴ ἐκεῖθεν εἴη συνεγνωσμένον· μὴ δ’ αὖ εἶναι τῶν ἀδυνάτων μηδὲν, ὃ μὴ ἐκεῖθεν εἴη ἀπεγνωσμένον. ι. Οὕτω τοίνυν ἐκεῖθεν ἀπολυθεὶς ὁ Ἀπόκαυκος ὁμοῦ τε αὐτὸς ἧκεν ἐς τὸ Βυζάντιον, καὶ ὁ πατριάρχης ἰδὼν εὐθὺς μετεσκεύασεν ἑαυτοῦ καὶ δίαιταν, καὶ γλῶτταν, καὶ γνώμην, καὶ ἦθος ἐξ ἱεροῦ πρὸς τὸ δημοτικώτερον· καὶ ἄρας ἐξ ἱεροῦ τὴν σκηνὴν ἐν τοῖς βασιλείοις καθάπαξ ἐπήξατο.
ἔνθα παννύχιός τε καὶ πανημέριος ξύν γε τῷ Ἀποκαύκῳ καθήμενος ἐπὶ τῆς βασιλίδος τοῖς δόλοις οἷς ἔῤῥαπτον ἐπὶ φθορᾷ συνηγόρει καὶ αὐτὸς Καντακουζηνοῦ, καὶ ὅλων δημοσίων συγχύσεων ἀνώρυττε λαμπρὰς καὶ αὐτὸς τὰς πηγάς. καὶ ἦν τὸ μὲν σχῆμα τῆς βακτηρίας καὶ τοῦ ἐνδύματος ἱερὸς ὁ ἀνήρ· τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις οὐδὲν νόμιμον. (Β.) Καὶ πρῶτα μὲν ἑαυτὸν ἀντὶ βασιλέως κεχειροτόνηκεν αὐτοκράτορα· τὸν δ’ Ἀπόκαυκον διοικητὴν καὶ ἀγορανόμον καὶ ἐπίτροπον Βυζαντίου τε καὶ τῶν ὑπὸ τὸ Βυζάντιον πόλεων ἅμα καὶ νήσων πασῶν, καὶ ῥητῶν καὶ ἀποῤῥήτων διανομέα. καὶ ἐπὶ τούτοις δόγμα ἦν καὶ ψήφισμα κοινὸν ἐξ ἀμφοῖν, ὅρκοις ἐρηρεισμένον φρικώδεσι, μηδαμῆ ποτε Καντακουζηνὸν εἰσδέξασθαι, κἂν πᾶσαν ᾖ μετάνοιαν ἐνδεδειχὼς, κἂν ἀγγέλων μεσιτεύῃ τις ἐξ οὐρανοῦ. (Γ.) Ταῦτα ἀμφοτέρων ἐδόκει τἀπιτηδεύματα. ἦσαν δ’ ὡς ἀληθῶς τῆς τοῦ Ἀποκαύκου δεινότητος. ὠνειροπόλησε γὰρ εὐθὺς (ὡς εἴρηται) βασιλείαν, ἧς ἐκ πολλοῦ σπερματικῶς ἐνεφύτευσεν ἴχνη τινὰ λογισμῶν τῇ ψυχῇ·
PG 148:819κἀπειδὴ ταῖς τῶν πάλαι βίβλων ἱστορίαις ἐνδιατρίβων ἦν τὰ μάλιστα, ἐς μνήμην ἧκεν Ὀκταβίου Καίσαρος τοῦ Αὐγούστου, καὶ πρὸς ἐκεῖνον λεληθότως ἀνῆγε τὴν μίμησιν. καὶ γὰρ κἀκεῖνος, μετὰ τὸ καθελεῖν τὸν τῆς ἡγεμονίας ἔφεδρον Ἀντώνιον ἅμα Κλεοπάτρᾳ τῇ Αἰγυπτίᾳ, οὐκ ἄλλως ἐνόμισεν ἀνυπεύθυνος αὐτοκράτωρ τῆς ὅλης ἀρχῆς καταστῆναι, ἢ τὸ τῆς βουλῆς συγκλητικὸν ἀξίωμα συγκαθελών. ὅθεν συγχωρῶν ἐκείνοις τοὔλαττον ἐκαρποῦτο τὸ μεῖζον ἀεί. τὸ δὲ ἦν, αὐτοὺς μὲν ἐν τῇ Ῥώμῃ καθημένους τὰς δίκας ταῖς πόλεσι διανέμειν, καὶ τάς γε τῶν ἐπιτρόπων ἀρχαιρεσίας, ὥσπερ ἀπὸ δίφρου καὶ δυνάμεως αὐθεντικῆς· αὐτὸν δὲ τῶν τε ἠπειρωτικῶν καὶ ναυτικῶν δυνάμεων ἔχοντα τὴν ἡγεμονίαν τοῖς ἔξω πολέμοις ἐνασχολεῖσθαι, καὶ διὰ τῆς ἑαυτοῦ ταλαιπωρίας τὸ ἀταλαίπωρον πανταχόθεν οἷον ὑπηρετικῶς περιποιεῖν τῇ συγκλήτῳ καὶ τοῖς πολιτικοῖς πράγμασιν· οὐκ εἰδέναι δυναμένων ἐκείνων, ὡς ὁ τῶν στρατιωτικῶν δυνάμεων ἐγκρατὴς ῥᾷστα τῶν ὅλων χειροῦται τὸ κράτος.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
(Δ.) Ταύτην οὖν ἐπιβούλως καὶ συνετῶς καὶ ὁ Ἀπόκαυκος ἐληλυθὼς τὴν ὁδὸν, καὶ τοὺς μὲν εὐγενεῖς ἅπαντας κατασκευασάμενος τὸ τῆς βουλῆς δῆθεν διοικεῖν ἀξίωμα, αὐτὸν δ’ ἐν ὑπηρέτου σχήματι, μετὰ τῶν στρατιωτικῶν δυνάμεων ταῖς ἔξω μαχαῖς προσταλαιπωρούμενον κατά τε γῆν καὶ θάλασσαν, ἅπαν περιποιεῖν αὐτοῖς τὸ ἀθόρυβον, ἔλαθεν ὑποχειρίους ἅπαντας οὑτωσὶ ποιησάμενος· αὐτοὺς μὲν τοὺς γένει καὶ δόξῃ προὔχοντας εἱρκταῖς τισι ζοφεραῖς ἐγκλείσας, καθάπερ ταῖς μάνδραις οἱ βουκόλοι τὰ θρέμματα· τοὺς δ’ ὑπερορίους τῆς πατρίου ποιούμενος πόλεως. τούς γε μὴν περὶ τὴν βασιλίδα πάντας καὶ πάσας χρήμασιν ἁδροτέροις περιελθὼν ἦγεν ἤδη καὶ ἔφερεν οὐ μόνον τὴν βασιλίδα καθάπερ ἀνδράποδον, ἀλλὰ καὶ αὐτὸν πατριάρχην, οὐ τοσοῦτον ταῖς θωπείαις ἐξαπατώμενον, ὅσον ὑποπτήσσοντα τὸ ἐκείνου δραστήριον. ὅθεν οὐδὲν ἦν τῶν δρωμένων, ὃ μὴ τῆς αὐτοῦ βουλήσεως καὶ γλώττης ἤρτητο. (Ε.) Εἰς τοῦτο τοίνυν τύχης τῶν βασιλικῶν ξυνεῤῥυηκότων πραγμάτων, πάντ’ ἐδρῶντο τὰ χαλεπώτατα.
PG 148:821ὥσπερ γὰρ εἰ τὰς κλεῖς τῆς ἄνω βασιλείας ὁ πατριάρχης ἐκέκτητο ἐν χεροῖν, οὕτω βεβαίας ὑπισχνεῖτο τὰς αἰωνίους ἀντιδόσεις καὶ ἀί̈δια τὰ τῶν πόνων ἔπαθλα, εἰ Καντακουζηνὸν ἀνέλοι τις φαρμάκοις δηλητηρίοις, ἢ δολεραῖς τισιν ἐπιορκίαις καὶ γοητείαις δαιμονικαῖς, ἢ ὅτῳ ἂν δυνηθείη τρόπῳ. ὁ δὲ τῶν τε ἐν Βυζαντίῳ καὶ πάσῃ πόλει τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν τοὺς ἰσχύοντας ἐν Καρὸς ἐτίθετο μοίρᾳ, καὶ βασιλικῶς ἐνσεσημασμένας ἐπιστολὰς διέπεμπε, τὸν μὲν Καντακουζηνὸν τῆς ἐπιτροπῆς τῶν βασιλικῶν καθαιρούσας πραγμάτων καὶ ἀργὸν ἐν Διδυμοτείχῳ καθῆσθαι καθάπερ δεσμώτην διακελευομένας· τὸν δ’ αὐτῷ προσανέχοντα στρατὸν τὴν ταχίστην ἐπανακάμψαι πρὸς τὸ Βυζάντιον. ια. Οἱ μὲν οὖν ἐν Βυζαντίῳ λογάδες τῶν τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν, καὶ σὺν αὐτοῖς ἔνιοι τῶν ἄλλως προσηκόντων, δείσαντες μὴ κατ’ ἄνδρα συλλαμβανόμενοι τῆς ἑαυτῶν ἀνδρίας ἀνάξια πάθωσι, συναθροίζονταί τε πρὸς ἑνός τινος οἶκον καὶ κοινολογησάμενοι πρεσβεύονται πρός τε τὸν πατριάρχην καὶ τὸν Ἀπόκαυκον περὶ τοῦ μὴ παθεῖν τι τῶν φημιζομένων δεινῶν·

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μηδὲ γὰρ ἂν ἀνέξεσθαι παραλόγως οὑτωσί πως ἀγεννές τι πρὶν δρᾶσαι παθεῖν· τοὺς δ’ ἀποκρίνασθαι μὲν οὐδὲν πρὸς αὐτούς· πέμψαντας δ’ ἀνὰ πᾶν τὸ Βυζάντιον ἀνασεῖσαι τὸν ὄχλον διὰ τῶν δημάρχων, καὶ ἀναφλέξαι τὴν ἄλογον καὶ ἀταμίευτον τοῦ δήμου φορὰν κατ’ αὐτῶν τόξοις, καὶ ξίφεσι, καὶ χειροπληθέσι χερμαδίοις τοῖς προστυχοῦσι. (Β.) Τοῦτο δὴ παρὰ πᾶσαν ἐλπίδα βλέποντες ἐκεῖνοι, τοῦ πλήθους ἤδη συῤῥέοντος ἐπ’ αὐτοὺς κατὰ ποταμοὺς καὶ σμήνη μελισσῶν καὶ χειμέρια πελάγους κύματα, δραμόντες ἀνεμόχλευσαν μίαν εὐθὺς τῶν ἐκ πολλοῦ κεκλεισμένων τοῦ τείχους πυλῶν· κἀκεῖθεν ἐξιόντες ᾤχοντο ἅπαντες ἀβλαβεῖς, καὶ ὑπὲρ ἑξήκοντά που τὸν ἀριθμὸν ὑπάρχοντες. τὴν μὲν οὖν ἑσπέραν ἐκείνην, καὶ ἅμα τὴν ἐφεξῆς ἡμέραν ἄχρι δείλης ὀψίας, ἐν ἑνί τινι χώρῳ τῶν τοῦ Βυζαντίου ηὐλίσαντο προαστείων, περιμένοντες ἴσως ἐκ Βυζαντίου πρᾶόν τινα καὶ πρὸς εἰρήνην βλέποντα λόγον.
ἐπεὶ δὲ τήν τε τῶν οἰκιῶν αἰφνίδιον καθαίρεσιν σφῶν ἠκηκόεισαν, καὶ ἀπαγωγὴν καὶ δήμευσιν τῶν οἰκείων, καὶ πάντα δήπου τὰ τῶν ἐλπίδων ἐναντιώτατα, ἄραντες ἐκεῖθεν πλήρεσι ταῖς ἡνίαις ἀφικνοῦνται ἐς Διδυμότειχον, πλεῖστα τὸ παράλογον τῆς σφῶν αὐτῶν θαυμάζοντές τε καὶ ὀδυρόμενοι συμφορᾶς. ὡς δὲ ταῦτα ἰδεῖν καὶ ἀκοῦσαι τὸν Καντακουζηνὸν, περιαλγῆσαί τε τὴν ψυχὴν καὶ δακρύων γενέσθαι ἐγγὺς, καὶ τρικυμίαν ἐξ ἀπορίας μακρὰν ἀναλαβεῖν λογισμῶν, ἐκπληττόμενον τὴν ἀτοπίαν τοῦ πράγματος. (Γ.) Οὔπω τὸ πρῶτον ἠρέμησε κῦμα, καὶ δεύτερον ἀνεῤῥάγη τοῦ προτέρου πολλῷ χαλεπώτερον. ἧκε γάρ τις ἐς τὴν ὑστεραίαν ἀγγέλλων τήν τε τῆς μητρὸς ἄτιμον κάθειρξιν καὶ τὴν τῶν οἴκων αὐτῆς καθαίρεσιν, καὶ τὴν τῆς περιουσίας ἁπάσης δήμευσιν· καὶ ὡς πολλοὶ τῶν γνησίων, ἀνακρινόμενοι καθ’ ἡμέραν καὶ ἀπαιτούμενοι τὰ ἐκείνης χρήματα, πᾶσαν ἰδέαν ὑπομένουσι πόνων.
PG 148:823οὐδὲν οὖν θαυμαστὸν, εἰ πρὸς τὴν τοιαύτην συμφορὰν οὐκ ἀπέῤῥηξε τὴν ψυχὴν, οὐδ’ ἐξέστη τοὺς λογισμοὺς ἐκεῖνος, ἀλλὰ πάνυ θαυμασιώτερον, πῶς παιδείαν εἶναι κυρίου ταῦτα ξυννενοηκὼς ἐπαπεδύσατο πρὸς τοὺς τῆς καρτερίας δούλους, καὶ διετέλεσε τοῖς ὅλοις δεινοῖς ὡς ἀδάμας ἐγκαρτερῶν. ὁ γὰρ καιρὸς ἄλλα ἐπ’ ἄλλοις ἡμέρᾳ ἐφ’ ἡμέρᾳ ἐπήντλει τὰ τῶν δεινῶν κύματα. (Δ.) Οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἧκέ τις ἐκ Βυζαντίου φέρων αὐτῷ βασιλικῶς ἐνσεσημασμένα γράμματα, αὐτὸν μὲν οἴκοι καθήμενον ἠρεμεῖν ἐπιτάττοντα, καὶ μήδ’ ὁτιοῦν ἐνεργεῖν τοῦ λοιποῦ τῶν βασιλικῶν· τοὺς δὲ στρατιώτας ἐς Βυζάντιον τὴν ταχίστην ἐπανιέναι. κἄπειτα ἐφοίτων ἕτεραι ἀγγελίαι, φάσκουσαι τὴν ἀφαίρεσιν καὶ διανομὴν τῶν αὐτοῦ χωρίων πρὸς βαναύσους ἀνθρώπους καὶ ἀγοραίους, καὶ ὅσοι τῶν συγκλύδων τὴν γλῶσσαν θρασεῖαν ἐξώπλισαν μάλιστα κατ’ ἐκείνου.

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:837ἀλλὰ συνεκέκρατο καὶ ταῖς κατὰ τοῦ Καντακουζηνοῦ καὶ ἅμα ταῖς τῆς μητρὸς αὐτοῦ λοιδορίαις, λίαν οὔσαις αἰσχραῖς καὶ οὐ πάνυ τοι σώφρονος ἀκοῆς ἀξίαις, ὑποκάοντος τοῦ Ἀποκαύκου καὶ ἀναφλέγοντος δωρεαῖς ἁδροτέραις καὶ ὑποσχέσεσι τὴν τοιαύτην τοῦ πλήθους ὁρμήν. (Γ.) Καὶ ἦν αὐτήκοος τούτων ἁπάντων ἡ τοῦ Καντακουζηνοῦ μήτηρ, δεσμωτήριον οἰκοῦσα μεταξὺ τῆς βασιλείου αὐλῆς, ἔνθα τὸ ἄθροισμα τοῦ δήμου κατὰ ποταμοὺς συνέῤῥει καὶ συνεκροτεῖτο. καὶ μέντοι καὶ τὴν καρδίαν σφόδρα ἐπλήττετο, καὶ στεναγμοὺς ἐκ βάθους ἀνέπεμπεν, ὥσπερ καπνοὺς θολερούς τε καὶ ὁμιχλώδεις, καὶ πολλὴν τὴν ἔνδον τῆς ψυχῆς πικρίαν τοῖς παρακαθημένοις ἀγγέλλοντας. μεριζομένη γὰρ τὴν ψυχὴν πρός τε τὴν ἀφόρητον ἐκείνην τῶν λοιδοριῶν ἀκοὴν καὶ ἀναλογιζομένη πρὸς τίνων ταῦτα δραματουργεῖται, χθὲς καὶ πρότριτα δούλου μοῖραν ἐχόντων πρὸς αὐτὴν, καὶ ἅμα τὴν μνήμην ἀναφέρουσα ἐς τὰς ἐκ βρέφους τύχας καὶ τὸ τῆς ἡλικιώτιδος εὐδαιμονίας ἄνθος ἄχρι γήρως παραμεῖναν ἀκήρατον καὶ ἀκμάζον, καὶ παρατιθεῖσα ἐκεῖνα πάντως ταῖς νῦν ἀντιπάλοις καὶ ἀδοκήτοις τοῦ χρόνου φοραῖς, φέρειν οὐκ εἶχεν·
ἀλλὰ πληγείσης σφοδρῶς τὴν καρδίαν, εἰς νόσον ἐτράπη τὸ σῶμα βαρεῖαν καὶ ὑπισχνουμένην ἔσεσθαί οἱ τοῦ βίου τὸ πέρας οὐκ εἰς μακράν. (Δ.) Ἐπιστάσης τοιγαροῦν καὶ τῆς τῶν φώτων πανηγύρεως μετὰ δύο καὶ δέκα ἡμέρας, καὶ τοῦ μὲν βασιλέως ὁμοίως αὖθις προκύπτοντος ἄνωθεν, τοῦ δὲ δήμου κάτωθεν τὰς ὁμοίας εὐφημίας καὶ λοιδορίας αὖθις ἐπικροτούντων, ἔκειτο ἡ Καντακουζηνὴ νεκρὰ πρὸς τὸ δεσμωτήριον ἐῤῥιμμένη καὶ ἐπιλελησμένη, καὶ πάνυ τοι σφοδρῶς ἀπῳκισμένη τῆς πάλαι εὐδαιμονίας καὶ δόξης ἐκείνης. ἔφθη γὰρ μικρὸν πρὸ τῆς τῶν σαλπίγγων ἠχοῦς τὸ ζῇν ἀποῤῥήξασα. δείσασα γὰρ οἶμαι ἡ ψυχὴ, μὴ πρὸς τὴν τῶν ὁμοίων αὖθις ἐμπέσῃ λοιδοριῶν τρικυμίαν, συνεστάλη τε πρὸς ἑαυτὴν καὶ προαπεῤῥάγη τοῦ σώματος. τὸ δ’ ὅπως συγκεχώρηκε ταῦτα γενέσθαι θεὸς, προϊόντες ἐροῦμεν πλατύτερον, στοχαζόμενοι καθόσον ἡμῖν ἐφικτόν. (Ε.) Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε.
μετὰ γὰρ τὴν τοῦ βασιλέως τελευτὴν, οὐ πολλῶν ἡμερῶν μεταξὺ γενομένων, οὐδὲ τῆς τῶν πραγμάτων οὔπω συγχύσεως εἰς φῶς ἐκραγείσης, ἀλλ’ ἐν ὠδῖσιν ἔτι καὶ μελέταις κυοφορουμένης, συνέβη καθ’ ὕπνους τῇ τοῦ Καντακουζηνοῦ μητρὶ, τὸ ἱερὸν δοκεῖν ἀνὰ χεῖρας εὐαγγέλιον εἰληφυῖαν ἄλλο τῶν πάντων οὐδὲν γεγραμμένον ὁρᾷν, ἢ αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου, καὶ τοῦτο χρυσοῖς τε καὶ πρὸς ἅπαν κάλλος ἠσκημένοις γράμμασιν ὁμοίως ἀεὶ πανταχῆ· διαπορεῖσθαί τε καθ’ ἑαυτὴν, πῶς ἱερὸν εὐαγγέλιον ὂν μηδὲν μηδαμῆ τῶν εὐαγγελικῶν εἶχε ῥητῶν, ἀλλὰ μικρὰ τῶν τῷ θείῳ Δαβὶδ εἰρημένων. τοῦτο ἀφυπνισθεῖσα διηγεῖτο πρὸς ἐνίους τῶν φίλων· καίτοι θεῖον ἔφασκεν εἶναι χρησμῴδημα, καὶ πέρας προαναφωνεῖν τῶν καθ’ αὑτὴν πραγμάτων εὐκλεές τε καὶ πάνυ χρηστόν. τὸ δ’ ἦν οὐ τοιοῦτον· ὅμως ἔσχεν οὕτω ταυτί. (2.) Ἓν μὲν δὴ τοῦτο σημεῖον ἦν, ὃ προανεφώνησεν ἐξ ὕπνων καὶ νυκτῶν τὴν τῆς μεγάλης ταυτησὶ καὶ περιφανοῦς οἰκίας καθαίρεσιν. δεύτερον δ’ ἐκ νυκτῶν μὲν καὶ αὐτὸ, μὴ ἐξ ὕπνου γε μὲν, ἀλλ’ ἐξ ἐγρηγόρσεως φάντασμα θεαθὲν ἐναργῶς.
εἰωθὸς γὰρ τοῖς εὐγενείᾳ καὶ δόξῃ μεγάλῃ συζῶσι προσώποις, ἄχρι καὶ ἐς μέσας που νύκτας συνδιανυκτερεύειν τοῖς ὅσοι χρείας οἱασδηποτοῦν προσίασιν ἕνεκα, τῇ Καντακουζηνῇ τοῦτο μάλιστα πάντων προσῆν, ἅτε καὶ μάλιστα πάντων δόξῃ καὶ περιφανείᾳ προεχούσῃ, καὶ βουλῶν καὶ ἀποῤῥήτων προεστηκυίᾳ βασιλικῶν. τῆς δὴ τοιαύτης ἐχομένῃ καὶ νῦν συνηθείας, καὶ πόῤῥω νυκτῶν γενομένης τῆς ὁμιλίας, ἔδοξεν αὐτῇ, στᾶσαν πρὸ τῶν θυρῶν ἀφ’ ὑψηλοῦ τοῦ πύργου τῆς οἰκίας θεάσασθαί τε τὴν σελήνην ἀνίσχουσαν ἄρτι τοῦ ὁρίζοντος καὶ τῆς ὥρας ἐκεῖθεν καταστοχάσασθαι. τὸ γὰρ περίγειον ἐκ περιστροφῆς τοῦ οἰκείου ἐπαναλαμβάνουσα κύκλου, καὶ ἐς τετράγωνον αὖθις τῷ ἡλίῳ καθισταμένη τὸ δεύτερον ἤδη σχηματισμὸν, ἀκρονύκτους οὐ μάλα ἐβούλετο παρέχειν τῇ γῇ τὰς αὐγὰς, πρὶν ἐς μέσην ἀφικέσθαι τὴν νύκτα τηνικαῦτα τὸν χρόνον. (Ζ.) Οὕτω δὲ στάσεώς τε καὶ σκέψεως ἔχουσα, καὶ ἅμα φροντίδων οὖσα τῶν μελλόντων πλήρης, ἔνοπλον ἱππέα τεθέαται, κάτωθέν τε ἑστῶτα τοῦ πύργου καὶ τῷ δόρατι σημειούμενον τὸ τοῦ πύργου μέγεθος·
ὡς ἐκπλαγῆναί τε αὐτὴν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τοῦ φάσματος καὶ συστραφεῖσαν ἐκπέμψαι τοὺς καθέξοντας τὸν ἐν ἀωρίᾳ τοιαύτῃ τοιαῦτα μηχανώμενον, καὶ ἀκουσομένους, ὅτου χάριν καὶ ὅθεν ἐκείνῳ ταῦτα δρᾷν προστεταγμένον εἴη. ἐπεὶ δὲ τὴν ταχίστην παλινδρομήσαντας φάναι μηδένα τῶν πάντων ἑωρακέναι, μηδ’ εἶναι πάροδον οὐδεμίαν, ὁπόθεν εἰσιτητά γε εἴη ξένοις καὶ ἱππόταις ἀνδράσι, τῶν θυρῶν ἁπασῶν κεκλεισμένων, ἤδη καταπλαγῆναί τε αὐτὴν καὶ, πρὸς ἄλλας ἐννοίας ἀνενεγκοῦσαν τὸ μάντευμα, λύπης πλησθῆναι καὶ δακρύων γενέσθαι ἐγγύς. ιδ. Ἐγὼ δ’ ἐκεῖσε ἐπάνειμι. τῷ Καντακουζηνῷ γὰρ οὔτε πρὸς τοσαῦτα τὴν ψυχὴν κατενηνέχθαι ῥόθια τῶν δεινῶν συνηνέχθη, οὔτε πρὸς οὓς εὕρισκε συνεχῶς κατ’ αὐτοῦ συσκευαζομένους λαθραίας καὶ ἄλλοτ’ ἄλλας ἐπιβουλὰς ἀπηγορευκέναι, ἀλλ’ ἑστάναι τῶν ἰδίων ὅρων ἐντὸς, ἀκλινεῖς τὰς πρὸς θεὸν ἐλπίδας ὁμοίως ἀεὶ φυλάττοντι· καὶ γράφοντι μὲν ἀεὶ καὶ δεομένῳ λήγειν οὐκ ἦν οὐδαμῆ, κυρωθῆναι ὁπόσα περιὼν ὁ βασιλεὺς ἐνετέλλετο περί γε αὐτοῦ.
ἀλλὰ τῶν Βυζαντίων οὐδ’ ἄκροις τῶν λεγομένων ἀκούειν θελόντων ὠσὶν, ὅτι μὴ καὶ τοὺς ἀγγέλους σὺν ἀτιμίᾳ καὶ κουρᾷ πομπευόντων ἐπ’ ἀγορᾶς καὶ δεσμοῖς καὶ εἱρκταῖς συγκλειόντων, τῷ δὲ οὐ διὰ γλώττης ἐγένετο λοιδορεῖν οὐδενὶ τῶν ἁπάντων. οὐ μὴν οὐδὲ τοὺς ἐν τῷ ὄρει τῷ Ἄθῳ διαπρέποντας ἀρετῇ καὶ ἀσκήσει μεσίτας εἰρήνης ἀπηξίου γίνεσθαι. ἀλλὰ καὶ τούτων ἐλθόντων, ἄπρακτος ἔδοξεν ἡ σπουδή. τὰ μέντοι χρήματα, καὶ εἴ τι κειμήλιον ἦν ἀμφοτέροις ἐκ πολλοῦ τεθησαυρισμένον, πάντα ἀνάλωται πρός τε ἄλλα τῶν κοινῶν καὶ πρὸς τὰς τῶν στρατιωτῶν χρείας. (Β.) Κρύφα γε μὴν συχνοὶ τῶν τῆς Ὀρεστιάδος προὐχόντων, ἑταιρείαν πεποιηκότες, συνέθεντο περιελθόντι Καντακουζηνῷ τὰς πύλας ἀνοῖξαι, πρὶν αἰσθέσθαι τοὺς τυραννήσαντας δημότας, καὶ γράμματα ἔπεμψαν ἤδη καλοῦντες αὐτὸν, τὴν ταχίστην ἐλθόντα λαβεῖν ἀπονητὶ τὴν πόλιν. καὶ ὃς εὐθὺς διαναστὰς τόν τε στρατὸν ὥπλισε καὶ τὸν Ἄγγελον Ἰωάννην, τὸ Παμφίλου πολίχνιον ὀχυρώσαντα ὡς προσήκει, τάχιστα ἥκειν ἐπ’ Ὀρεστιάδα διεμηνύσατο σὺν ἱππεῦσιν ἔγγιστα ὀγδοήκοντα.
(Γ.) Καὶ δὴ συνεληλυθότων σφῶν ἐπὶ τὰς ὄχθας τοῦ παραῤῥέοντος τῇ Ὀρεστιάδι ποταμοῦ, χειμὼν τηνικαῦτα ὥσπερ ἐξ αὐτομάτου γέγονε τῆς νυκτὸς ἐκείνης μάλα πολύς· καὶ ὁ ποταμὸς ἐκεῖνος, ὥσπερ αἴσθησιν εἰληφὼς ἀπειλοῦντος θεοῦ, ἀγριαίνων ἦν καὶ σφόδρα πλημμύροντα συνελαύνων ὑπὲρ τὰς ὄχθας τὰ ῥεύματα· ὥστε ἄπορον πρὸς διάβασιν εἶναι τοῖς τοῦ Καντακουζηνοῦ στρατεύμασιν. ἡμέρας οὖν ἔγγιστα διατετριφόσι περὶ αὐτὸν οὐκ ὀλίγας, οὐκ ἔληγεν ὁ χειμών· ἀλλ’ ἦν ἑαυτῷ τὴν ὁμοίαν διηνεκῶς συντηρῶν ἀγριότητα. ἀπειρηκότος δ’ ὀψὲ καὶ ἀπαλλαγέντος ἐκεῖθεν, ὅ,τε χειμὼν ἐς τὴν ὑστεραίαν ἐλώφα καὶ ὁ ποταμὸς ἠρέμα ἐκείνης ὑφεῖτο τῆς ὕβρεώς τε καὶ ἀγριότητος. τῆς δὴ τοιαύτης πείρας δὶς ἤδη γενομένης, καὶ τῶν ποταμίων ῥευμάτων αὖθις ἐς τὴν ὁμοίαν ἐκείνην ἀναῤῥηγνυμένων ὑπερηφανίαν, ἔγνωσαν ὀψὲ, μὴ ἔκ τινος τύχης, ἀλλ’ ἐκ θειοτέρας προνοίας εἶναι τὸ ἐναντίωμα, ῥᾷστα μὲν τὰ πάντα μετασκευαζούσης ὅπη βούλοιτο, καὶ νῦν δ’ ἀντιπραττούσης μάλα τοῖς τοῦ Καντακουζηνοῦ προφανῶς ἐγχειρήμασιν·

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

783 {a. m. 6849 ind. 9| NICEPDORI GREGOR dis iis, qui novorum exemplorum cognitionem comparare usque sibi cupiunt. Alert autem et mihi nihilo minus ea res fructum aliquem peculiarem, quatenus ad mores componendos prolest: item voluptatem haud parvam, dum crebro me ab aliis ad alia rerum genera multa et diversa commeioranda transferó. Quod et navigantibus usu venit, quibus modo occurrit pelagus, modo ex pelago insulæ adeuntur et portus, et immorari variis locis placet multiplicis mercaturæ gratia; ita ut regio colligant. V. At quoniam de iis rebus, quæ ad junioris usque Andronici mortem gestæ essent, satis a nobis dictum est, nunc ab re haud fuerit ea quæ deinceps acciderunt narrare fusius, ac superioribus conjungere. Rovocanda`itaque oratio nostra ad continuain et aplam rerum scriem, qua nihil integro historiæ corpori convenientius est. nulla sit, ex qua ili magna emolumenta unh CAPUT II. Cantacuzenus juniorum principum saluti consulit. Alexii Aporauci perniciosa consilia, doles extmir, genus, fortuna, mulæ artes. Cantacuzenum horiatur ad capesuenda imperii insignia. Euwders calumniatur. Imperatriz Auna tertio luctus die in palatium recipit. Apocanco suadente Joannes prtriarcha codicillos profert a defuncto imperature scriptos. Tutelam et imper:i administrationem variie rationibus conatur sibi arrogare. 1. Nondum imperator ultimum spiritum emiserat apud monasterium Hodegorum, castissimæ Dei genitrici sacrum, cum Joannem, ejus filium, qui tum nonum etatis annum excedebat, nec non minorem hujus fratrem Michaelem despotam, annos natum quatuor, Cantacuzenus serum assumplos 577 quamprimum in palatium transtulit, idoneo satellitum praesidio munivit; omni denique ex parte imperatoris domus securitati consuluit, veritus, ne quid inopinati subito accideret, ut illis temporibus fere fit. II. At Alexius Apocaucus non poteral id negliVariorum nota. Ubi Augusta triduo mansit post conjugis obitum, in palatium regressa. Caniacna. lib. 111, cap. 1. Istius ædis mentio in priore historia non semel occurrit, de qua pluribus egimus in Constantinop. Christ. Hib. IV, sect. 2, n. 24. DucaNG. Natus quippe Joannes Didymotichi svuit Junil, anno Chr. 1332, uui notat Gregoras lib. x, cap. 3. Vide Cantacuzen. lib. ult. cap. 2. Ducart Verti, qui tum nonum ætatis annum explebat. Malim nunc excedebat. Nain et en est vis verbi huic interpretationi favet id quod de Joanne legitur infra lib. xy, rap. 11, sect. 8, ubi dicitur uxorem duxisse Helenam sexdecim annos natus. Vide Famil. Byzant. DucaNG. Id ipsum tradit Cantac. lib. I, cap. 1. DeCANC. Exstat in Bibliotheca Regia codex ingens chartaceus Græcus, quo continentur Opera Hippocratis fere universa. Ejus libri initio imagines dua: in membranis pictae occurrunt. 1. Hippocrates in bemicyclo sedens, dextra calammin, læva librum tenet resignatum, 2. Magnus dux Apocaucus in cathedra fedél: quein poue stat puer, librum in pluteo apertum manu sinistra apprehensum tenens, et legenti similis. Ad utramque imaginem accessere Hippocratis et Apocauel laudes mūluz, senariis lambícis comprehense, exque in marxinİbus tabellarum exarata. Ex iis porro lambis appares Apocaucum, quantumvis publicis negotis districtum, studuisse medicine, imo et ejusre artis peritissimum fuisse. Ita quippe Hippocrates pictum in adversa pagina Apocaucus alloquitur

PG 148:839ὡς ἕπεσθαι καὶ τὴν τῶν στοιχείων εὐθὺς ἀγανάκτησιν πολλῷ τῷ θυμῷ ῥέουσαν, ὥσπερ αἰσθανομένων ὀργιζομένου τοῦ δεσπότου, καὶ συνεπιλαμβανομένων, ὡς δούλοις εἰκὸς, καὶ δεικνύντων ἔμπρακτον τὴν πρὸς τὸν δεσπότην τιμὴν διὰ τῆς βλαπτούσης ὁρμῆς καὶ μάλα τοι σφόδρα βιαίας ἀνταποδόσεως. (Δ.) Ἐπεκθέοντες δ’ οὖν ἑκατέρωθεν ἐνίοτε, νῦν μὲν ἐκ Διδυμοτείχου τινὲς τῶν στρατιωτῶν, νῦν δ’ ἐξ Ὀρεστιάδος καὶ τῶν πέριξ πολιχνίων, πολλὴν μὲν ἐκεῖθεν ἐνθάδε λείαν ἤλαυνον, πολλὴν δ’ ἐντεῦθεν ἐκεῖσε· νίκην δὲ καὶ τέλος ἐπιθεῖναι τῇ σπουδῇ, οὐκ ἦν οὐδετέρῳ κατ’ οὐδετέρου· ἀλλ’ ἐδίωκον ἀνήνυτα. αἱ δὲ πόλεις ἐφθείροντο διηνεκῶς ὑφ’ ἑαυτῶν ἠρέμα καὶ κατὰ μικρόν· καὶ ἦν, ὡς ἔοικε, βούλημα θεῖον καὶ ψῆφος ἄνωθεν κυρωθεῖσα, ἐκτριβῆναι καὶ γυμνωθῆναι τὰς πόλεις χρημάτων καὶ δόξης καὶ τάξεως ἐκ τῆς ἐμφυλίου ταυτησὶ στάσεως. (Ε.) Τῆς γε μὴν ἐμφυλίου μάχης καὶ ἀλλοφύλου τὸ ἐξαλλάττον καὶ ὑπερέχον ὁ Καντακουζηνὸς ἐξετάζων τὴν μὲν παροξυσμῷ καὶ πυρετῷ, τὴν δὲ θέρμῃ τε θέρους καὶ ψύξει χειμῶνος ἔλεγεν ἐοικέναι· καὶ εἶναι τὸ ὑπερέχον θατέρου πρὸς θάτερον μάλα πολύ.
τὴν μὲν γὰρ ἔξωθεν ψύξιν εἶναι καὶ προσθήκαις ἐνδυμάτων ἰᾶσθαι καὶ πυρὸς εὐπορίᾳ· καὶ αὖ τὴν ἔξωθεν ἐπεισόδιον θέρμην ἐνδυμάτων τε ὑφαιρέσεσι καὶ ἀνέμων πνοαῖς· τοὺς δ’ ἔνδοθεν τικτομένους πυρετοὺς ἐξ ἐγκάτων δύσμαχον εἶναι καὶ μάλα ἀνανταγώνιστον χρῆμα. (2.) Οἱ δὲ διὰ τὸν Καντακουζηνὸν ἐξόριστοι καὶ δεσμῶται, καὶ ὅσοι λεληθότως ἐν ταῖς πόλεσι τὰ ἐκείνου διετέλουν φρονοῦντες, μετέωροι ταῖς ἐλπίσιν ἦσαν ἔαρος ἐπισείοντος, εὐμενῆ καταστήσεσθαί σφισι τὴν τύχην. ἀλλ’ ἄρα ἦσαν μάταια τὰ τῶν ἐλπίδων. ὡς γὰρ ἐπὶ μανδραβόλου τὰ ἐκείνου διηνεκῶς ἐχώρει. ιε. Ἐπανακτέον δὲ βραχὺ τὴν διήγησιν, ἵνα σαφέστερα γένοιτο τοῖς ἀκούουσι τὰ ἑξῆς. Θεσσαλονίκης μὲν γὰρ, καὶ τῶν πέριξ ἄχρι Στρυμόνος τοῦ ποταμοῦ πόλεων, ἦν ἐπίτροπος ὁ πρωτοστράτωρ Θεόδωρος ὁ Συναδηνός· τῆς δὲ τῶν Σεῤῥῶν πόλεως, καὶ τῶν ἄχρι Χριστουπόλεως πολιχνίων, ὁ τοῦ θανόντος βασιλέως ἐξάδελφος, Γὴμ ὁ Ἀρμένιος·

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

(s. M. 0849 IND. 9] [imp. 3. Palæol. 1] 792 vitato quod imminebat periculu, priusquam cape retur Byzantium, in Thraciam sitaque illie castella aufugisset, opusque tunc esset non amico fideli soJuni, sed et pecunia et infinito sumptu (omnibus enim rebus ille ante et post fugam plane destitutus erat), non modo in usum illius præsentem ea omGia liberaliter effudi, quae mihi iu Iwnis erant quamplurima, a patribus majoribusque ad me transmissa, sed et toti exercitui, cujus eram ipse dux, de meo plenissimos stipendiorum sumptus perpetuo suppeditavi. Qui enim ipsam animam, qua nec Lotus orbis ace orbis totius opes bene permutentur, pro illius salute ultro effudissem, haulquaquam certe pecuniis aut possessionibus aut rei pecuarie pepercissen. III. Atque ut varios subsecutorum periculorun casus et in septenni illo curriculo sudatos tanta contentione cursus ac recursus omittamus; postqaam Deo visum est, ut capta imperii sede solus rerum potiretur, non oblitus est ille meoruni erga se amorum et ardentissimi studii: 582 sed totum se animo atque cogitatione convertit ad investigandum præmium, quo mne posset digue remunerari. Cumque uit imperatorio apice sublimius inveniret, in id enixe incubuit, ut saltem collegam me imperatoremque faceret. Nam primo quidem eum pudebat, postquam Darius ille rex Persarum, homo. barbarus, Zopyrum sic amavisset, ut inclyta illa Babylone ac toto præterea Chaldæorum Medorumque imperio carere, Zopyrum autem videre omuibus membris sanum ardentissime optasset: pudebat, inquam, hominem humanioris disciplinæ et paterni imperii alumnum, victum ab illo videri se in referenda gratia. Deinde addebat, hæc mihi a se præmis persolvi non tam mei causa, quam it stabilitatem suam tueretur, atque ut vivo mortuoque se liberis suis simul et conjugi consultum vel. !. Αt ego, quam voluptatem percipiebam ex amore erga illum meo, eam mibi sinceram servarę cupiens, nec quæcunque studio fecissem, gloriæ et honoris videri cupiditate fecisse, nullum sive medivere sive majus splendidiusque præmium accipere volui; sed iis omnibus vacuus et purus ad hodiernum usque diem permansi. V. lli porro circa tutelam codicilli, quos pe triarcha nunc profert, illius non ulterioris temporis causa scripti sunt. Verebatur scilicet imperator, qualia multa præter omnem opinionem fortuitus casus invehit, ne et ipse periclitaretur, et ego quoque, illius comes et socius; cui ille et imperii el suarum omnium rerum successionem 583 semper commendaverat; praesertim cum feri land posset, ut, si in discrimen adduceretur salus imperatoris. Lib. viii, cap. 6, secl. 4. Bellum scilicet avi et ucpolis. Vide qua au1 notavimus supra ad lib. xx, cap. 7, seci. 1. BotVIS.

ὃς πρὸ τεττάρων καὶ εἴκοσιν ἐτῶν μετάπεμπτος γεγονὼς ἐξ Ἀρμενίας εἰς Βυζάντιον ὑπὸ τῆς τοῦ πατρὸς ἀδελφῆς, τῆς βασιλίδος δηλαδὴ καὶ μητρὸς Ἀνδρονίκου τοῦ βασιλέως, συνεζύγη τῇ τοῦ Καντακουζηνοῦ ἐξαδέλφῃ, καὶ πολὺν αὐτῇ συνοικήσας χρόνον ἄπαις διέμεινε· θανούσης δ’ ἐκείνης, συνεζύγη τῇ τοῦ Συργιάννου θυγατρὶ, ἐξ ἧς καὶ παίδων ἐγεγόνει πατήρ. ἦν δ’ ἀεὶ τῇ πατρίῳ τῶν Ἀρμενίων θρησκείᾳ χρώμενος. (Β.) Οὗτος οὖν ἕρμαιον τὴν τοῦ καιροῦ καὶ πραγμάτων σύγχυσιν εὑρηκὼς καὶ λημμάτων πρόφασιν κατέσχε τὰ ἐκεῖ τοῦ Καντακουζηνοῦ χωρία τε καὶ τὰς προσόδους, καὶ ζεύγη μυρία βοῶν, καὶ παντοίων ἄλλων ἀγέλας κτηνῶν, καὶ πάντα ἐξαργυρώσας πλεῖστα χρημάτων ἐκαρποῦτο βαλάντια. πάντας δὲ τοὺς ὑπὸ τὴν ἐπιτροπὴν αὐτοῦ πλουσίους αἰτίαις καθυποβάλλων, ὡς εἶεν ὁμόφρονες δήπου τῷ Καντακουζηνῷ, αὐτοὺς μὲν ἐν φρουραῖς εἶχε· τὰς δὲ σφῶν οὐσίας ἤθροιζεν ὅλαις χερσὶν αὐτὸς ἑαυτῷ. πάντα μὲν τοίνυν ὁπόσα ὁ χρόνος ἐκεῖνος ἔτεκε τὰ δεινὰ, ῥᾴδιον οὐκ ἂν εἴη διεξιέναι. ἔνια δ’ ἐν τοῖς λέγεσθαι μέλλουσιν ἄλλα ἄλλοθι κατασπειρόντων ἡμῶν, ἐξέσται δήπου καὶ τῶν λειπομένων ἐντεῦθεν τοῖς βουλομένοις καταστοχάζεσθαι.
PG 148:841(Γ.) Προειληφέναι μέντοι καὶ προηγήσασθαι τῶν τοιούτων συνεπεπτώκει σημεῖα κακῶν τά τε ἄλλα καὶ ἐπισκότησιν ἡλίου καὶ ἅμα σελήνης πρό γε αὐτῆς μάλα τοι σφόδρα μεγίστην, περὶ ζώδιον ἓν ἀμφοτέρας φημὶ τὸν τοξότην· καὶ πρὶν ὅλον ἑξαμηνιαῖον ἐξήκειν χρόνον ἐς τἀκριβὲς, ἑτέραν αὖθις συνεπεπτώκει γενέσθαι σελήνης ἔκλειψιν, περὶ τὸν ταῦρον γενομένου σαφῶς τοῦ ἡλίου, ἥττω μὲν ἐκείνης, δακτύλων δ’ οὖν ιδ καὶ αὐτήν. ἔκ τε οὖν τούτου, καὶ αὖ ἐκ τῶν περὶ τὰ τῶν φωστήρων πάθη φανέντων χρωμάτων, μεγάλων προαναφώνησις τοῖς βαθύτερον βλέπουσιν ἐγεγόνει δεινῶν. (Δ.) Δεύτερον δὲ, τὸ τῆς δενδροτομίας. περὶ γὰρ τὸν ὑδροχόον, εὐθὺς μετὰ τὸν αἰγοκέρων, τοῦ ἡλίου γενομένου, νύκτωρ ἁπάσης ἀνέμων σιωπησάσης πνοῆς, κατεῤῥάγη πλῆθος χιόνος οὐ φορητόν· ὑφ’ οὗ καταβαρυνθέντα τὰ τῆς βασιλευούσης τῶν πόλεων ἅπαντα δένδρα, καὶ ὅσα τῶν προαστείων αὐτῆς, τοσαύτην τὴν πτῶσιν ὑπέστησαν, ὥσθ’ ἡμέρας γενομένης, καὶ τὸ νυκτερινὸν ἑρμηνευσάσης δεινὸν, ἰδεῖν ξένον θέαμα, κλάδου παντὸς ἀπωρφανισμένα τὰ μέσα τῶν δένδρων καὶ σκόλοψί τισιν ἐοικότα καὶ ξύλοις νεκροῖς. ι.
PG 148:843Ἐπεὶ δὲ καὶ περὶ τῆς βασιλίδος Εἰρήνης τῆς Καντακουζηνῆς, καὶ τῶν δυοῖν αὐτῆς ἀδελφῶν, πολὺς ἡμῖν ἔσται προϊοῦσιν ὁ λόγος, τὰ μέγιστα ταῖς παρούσαις συμβαλλομένων τύχαις τοῦ χρόνου καὶ ὑποθέσεσιν, ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. εἶχε γὰρ δεσμίους αὐτοὺς τὸ πλησίον ὄρους Ῥοδόπης φρούριον τῆς τῶν Αὐδήρων μονῆς ἐκ πολλοῦ, κελεύσει τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου, ἐπ’ ἐγκλήματι καθοσιώσεως. ἄρτι δὲ Καντακουζηνοῦ τοῦ βασιλέως ἐν Διδυμοτείχῳ τὰ ἐρυθρὰ ὑποδησαμένου πέδιλα, καὶ τῆς πολεμίας χειρὸς ἑκατέρωθεν παρασκευαζομένης, ἔρις ἐγένετο περὶ σφῶν, ὁποτέρῳ μέρει προτέρῳ γένοιτ’ ἂν τῆς εἱρκτῆς ἐξελόντι συμμάχους ἔχειν κατὰ θατέρου κρατίστους. (Β.) Πολλῶν τοιγαροῦν μεταξὺ γενομένων δρόμων καὶ λόγων, καὶ δεδιότων ἐκείνων, μὴ δεσμῶν ἀλλάξωνται δεσμὰ, κουφοτέρων ἴσως δεινότερα, καὶ μηδετέρῳ βεβαίως ἐχόντων μέρει θαῤῥεῖν, ἡ βασιλὶς Εἰρήνη, πολλὴν πλουτοῦσα τὴν σύνεσιν καὶ ἀγχίνοιαν καὶ τοσούτῳ νικῶσα τῇ τῶν φρενῶν ἐν ταῖς βουλαῖς ὀξύτητι, ὅσον ἐν γυναιξὶ τῷ κράτει τῆς γνώσεως καὶ τῇ τῶν ἠθῶν ἁρμονίᾳ, πάντα καλῶς τὴν ταχίστην διέθετο.
φρόνημα γὰρ αὐτοφυές τε καὶ αὐτοχάλκευτον εἰπεῖν κεκτημένη ἔμπρακτον παρεῖχε τῷ συζύγῳ καὶ βασιλεῖ καὶ μεγίστην ἐν τοιαύταις γενομένῳ ταῖς περιστάσεσι τὴν ἐπικουρίαν· καὶ εἰ μὴ τὸ πᾶν αὐτῷ τῆς βασιλείας αὕτη κεχάρισται κράτος, ἀλλ’ οὖν καὶ μάλα δήπου σφόδρα γε τὸ πλεῖστον μέρος· νῦν μὲν λόγοις ἐπαγωγοῖς ἀναζωπυροῦσα πεπτωκότα φρονήματα τῶν ἀμφὶ τὸν βασιλέα συγγενῶν καὶ φίλων ἀληθῶν· νῦν δ’ ἀφθόνῳ χειρὶ τὸν ἐν ἐξορίᾳ συνέκδημον αὐτοῖς γεγονότα προϊεμένη πλοῦτον, ἢ μᾶλλον τὰ τῶν μεγάλων ἐκείνων πλούτων περιλειφθέντα λείψανα, καθὰ προϊοῦσιν ἡμῖν ἐναργέστερον πάντα λελέξεται· νῦν δ’ οὖν ἁπάσῃ δραμοῦσα σπουδῇ, καὶ δι’ ἑαυτῆς αὐτὴ βεβαίας παρασχομένη τοῖς ἀδελφοῖς τὰς ἐγγύας, τάχιστα ἐπανῆκε, μεθ’ ἑαυτῆς αὐτοὺς τῷ συζύγῳ βασιλεῖ μάλα καθ’ ὥραν προσαγαγοῦσα, γνησίους καὶ ἀσφαλεῖς ἐπικούρους. (Γ.) Ἐπεὶ δ’ ἐκ Συναδηνοῦ, ὃς τηνικαῦτα Θεσσαλονίκης ἐπετρόπευε, γράμματα ἐφοίτα συχνὰ, διεγείροντα τὴν ταχίστην αὐτὸν διαβάντα ἐς Μακεδονίαν ἐγκρατῆ Θεσσαλονίκης ἐκ τοῦ ῥᾴστου γενέσθαι· εἶναι γὰρ παρεσκευασμένον ἐξ ἐκείνου τουτὶ λαθραίαις σπουδαῖς ἐκ πολλοῦ·
PG 148:846διὰ δὴ ταῦτα καὶ ἄσμενος, τὴν Διδυμοτείχου ἐπιτροπὴν παραδοὺς Εἰρήνῃ τῇ συζύγῳ καὶ βασιλίδι σὺν τἀδελφῷ Μανουὴλ τῷ Ἀσὰν, ἀφίκετ’ εὐθὺς καὶ ὠχύρου τὸ φρούριον, ὃ Πολύστυλον ὀνομαζόμενον πάλαι πρὸς θάλατταν νῦν αὐτὸς ἐξ οἰκείας δαπάνης συνεστήσατο παρὰ τὰς τοῦ Νέστου ἐκβολάς· ὃς ποταμῶν τῶν ἐν Θρᾴκῃ μέγιστος ἐκ τῶν τοῦ Αἵμου ὀρῶν ῥηγνύμενος ἀποπτύει τὸ ῥεῖθρον ἐς τὰ τοῦ Αἰγαίου πελάγους κράσπεδα. (Δ.) Ἄρτι δ’ εἰς πέρας ἥκοντες τῆς οἰκοδομίας, ἀφικνεῖσθαι πλησίον ἤμελλε καὶ Χρέλης ὁ Τριβαλλός· ὃς πρὶν ὑφ’ ἡγεμόνι τελῶν τῷ τῶν Τριβαλλῶν ῥηγὶ, δι’ αἰτίας οἱασδήτινας τὰ δεσμὰ τῆς ὑποταγῆς ῥήξας, οἰκείαν κατέστησεν ἀρχὴν ἑαυτῷ Στρουμμίτζαν, ὑπερνέφελον φρούριον, καὶ ὁπόσα περὶ Στρυμόνα τὸν ποταμὸν ἄχρι καὶ ἐς Ἀμφίπολίν ἐστι χωρία. διὰ γὰρ τὴν τῶν Ῥωμαίων ἐμφύλιον στάσιν κολακευόμενος ὑπ’ ἀμφοῖν τοῖν μεροῖν, φοβερός τις καὶ πάνυ τοι δυσεπιχείρητος τῷ Κράλῃ Σερβίας ἐγίνετο· καὶ ἦν οὑτωσί πως ἀπολαύων τοῦ χρόνου, κἀν τοῖς τῶν ἄλλων δυστυχήμασιν αὐτὸς εὐτυχῶν, κἀκ τῆς τῶν γειτόνων δυσπραγίας ἰδίαν εὐδαιμονίαν καρπούμενος.

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[4. c. 1361] BYZANTINE HISTORIE LIB. XII. [IMP. 1. PALEOL. [] 794 superstes ego ex eo bello evaderen. Tania siqui dem inter nos animorum erat conjunctio, ut Orestarum simul Pyladarumque omnium amicitiam concordia nostra lønge superaret. Etènim si, imperatore in Thessaliam profecto, Byzantii remanere me licuisset, non episcopis certe opus fuisset, non patriarcha, non mandatis, quæ conjugi et liberis et rebus imperatoriis consulerent. Sed ut illorum temporum conditio eo res adduxerat, ita certo ac definito illius ipsius temporis spatio ejusmodi tutela fuit circumscripta. Nuue vero ille imperatoris mortem in lucro ponit, nimirum regnandi avidus, atque in medium publicamque in lucem profert vetera quædam imperatoris scripta, quæ in præsenti nihil ad rem spectant. Eoque fit, ut mihi adversus ea non opus sit longa oratione, cum ad alia nie præsens necessitas compellat. VI. Mihi enim, ut orationi meæ finem imponam convenientem, illud D. Pauli superest usurpandam Cursum consummavi, fidem servavi: in reliquo reposita est mihi corona justitiæ. Quæ cum duabus relius definiatur, tutela scilicet et administratione imperatoriorum negotiorum, item despondenda juπiori imperatori Glia mea; tutela quidem et administratio imperii, perpetua inde usque et continua possessione ad me transierunt, et adhuc mihi incumbunt: 584 reliquum est, ut liberorum nostrorum conjunctio factis sponsalibus sanciatur, Post hæc Guito colloquio dimissi sunt ii qui covenerant. CAPUT IV. Apocaucus et patriarcha imperatrici persuadent, ut omnevr Cantacuzeno auctoritatem abroget. Prudentium conjecture de Apocanco. Cantacuzeni potentia et moderatio. Apocauci vires infirmæ. Animus perversus. Immoderata ambitio. Arz Epibatarum et alia castella ab eo exstructa, in quos usus. [P. I. At Apocaucus cum patriarcha ad Augustam privatim accedit persuadetque, ut nihil eorum que a Cantacuzeno dicta sint audiat, simulque us ri rerum administratione prorsus interdicat. Nec enim illo amplius opus esse; quandoquidem imperatrix ipsa cum filio posset rerum tractare gubernacula, collega ac defensore patriarcha, cui tutela jampridem ab imperatore delata fuisset. flec cum diceret ac persuaderet, non declarabat quæ et quot immania in animo consilia aleret, quasi in silva feras. lis tarnen qui intelligentiores erant inconstantia illa in dictis atque in persona retinenda adumbrabat saltem et leviter designabat, quas ille Romano imperio tempestates illaturus foret, ubi nactus esset potestatem. 11. Quantum enim ubique poterat Cantacuzenus, tan'um Apocauco deerat virium: quantumque Apocaucus ad pessima quæque erat proclivis, tantum aberat Cantacuzenus ab ulla vi inferenda iis, qui Paulus ad Timoth. Epist. 2, cap. 4, v. 7. Quem cum a vocat Cantacure. nus. Decase.

PG 148:848συννοῶν δ’ ὅμως ἔτι καὶ οὐ μάλα ἀνύποπτον τὴν εἰς τοὔμπροσθεν βασιλικὴν εὔκλειαν ποιούμενος τοῦ Καντακουζηνοῦ, φίλος εἶναι καὶ σύμμαχος αὐτῷ διετείνετο. ὅθεν καὶ ἐπειδὴ μιμησάμενοι τοὺς ἐν Θερμοπύλαις τριακοσίους ἐκ τῆς Σπάρτης, τὴν τοῦ Ξέρξου πάλαι παραφυλάττοντας δίοδον, προκατειλήφεσαν οἱ τοῖς Βυζαντίοις προσκείμενοι τὰ περὶ τὴν Χριστούπολιν στενὰ, καὶ σὺν ἐπιμελείᾳ μὴ πάνυ τοι ἐῤῥᾳθυμημένῃ καθήμενοι παρεφύλαττον νύκτωρ ἅμα καὶ μεθ’ ἡμέραν, ὡς ἄβατον ἐντεῦθεν τῷ βασιλικῷ τοῦ Καντακουζηνοῦ στρατῷ γίνεσθαι, διαμηνυθεὶς καὶ ὁ Χρέλης ἧκε Χριστουπόλεως ἔγγιστα, χεῖρα στρατιωτικὴν ἐπαγόμενος οὐ μικρὰν, συνεργήσων τε καὶ, τό γε εἰς δύναμιν ἧκον, ῥᾳδίαν ποιήσων ὁπώσποτε τῷ βασιλεῖ τὴν ἐς Θεσσαλονίκην πάροδον. (Ε.) Τούτων δ’ οὕτως ἐχόντων, οἱ μὲν ἐναπολειφθέντες ἦσαν ἐν Διδυμοτείχῳ μετὰ τῆς βασιλίδος Εἰρήνης καὶ τἀδελφοῦ Μανουὴλ τοῦ Ἀσὰν ἔνοπλοι στρατιῶται καὶ ἱππεῖς πλέον ἢ πεντακόσιοι· στρατηγοὶ δὲ δύο μὲν, Μανουήλ τε ὁ Ταρχανειώτης, τῶν συγγενῶν ὑπάρχων τις τῷ βασιλεῖ, καὶ Γεώργιος ὁ Φακρασῆς· καὶ μετ’ αὐτοὺς ἕτεροι δύο.
ὧν ἁπάντων τὴν καρτερίαν, καὶ τὴν περὶ τὰς ἐνοπλίους μάχας ἀνδρίαν καὶ ἐμπειρίαν, ἡ τῶν καθ’ ἕκαστα πράξεων μαρτυρία προϊόντος τοῦ λόγου δείξει σαφέστατα. οὕς γε μὴν ὁ βασιλεὺς ἑπομένους εἶχε, πρὸς ἣν ἀφηγεῖσθαι μέλλομεν ὑπερόριον ἐκστρατείαν, ἦσαν πλὴν τῶν ὅσοι τόξοις ἅμα καὶ σφενδόναις καὶ τοιούτοις ἑκηβόλοις ἐχρῶντο βέλεσι, τῶν μὲν λογάδων ἱππέων οὐχ ἥττους ἢ δισχίλιοι· τῶν δὲ συγγενῶν, καὶ τῶν ἄλλως εὐγενῶν ἀνδρῶν, καὶ ἅμα ὁπόσοι τῆς σφῶν θεραπείας ἦσαν, ἐς τὸ ἔγγιστα τῶν πεντακοσίων ἀνῆγον τὸν ἀριθμόν. ὧν ἔκκριτοι πάντων ὑπῆρχον μάλιστα οἵ τε δύο τοῦ βασιλέως υἱεῖς, Ματθαῖος καὶ Μανουήλ· καὶ μετ’ αὐτοὺς ὅ,τε τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς Ἰωάννης ὁ Ἀσὰν καὶ ὁ τοῦ βασιλέως πρωτεξάδελφος Ἰωάννης ὁ Ἄγγελος. ὧν ἁπάντων τὴν ἐν τοῖς δεινοῖς μεγαλοψυχίαν, καὶ ὁπόσα χειρὸς καὶ γνώμης ἐνεδείξαντο μεγαλοφυοῦς ἔργα καὶ τρόπαια, ἐν τοῖς καθήκουσι τόποις προβαίνων ὁ λόγος δηλώσει καθ’ ἕκαστα. α.
PG 148:849Λήγοντος δ’ ἤδη τοῦ ἔαρος, ἄρας ὁ βασιλεὺς Καντακουζηνὸς ἐκ τῶν τοῦ Νέστου ποταμοῦ ἐκβολῶν, κἀξ εὐωνύμων ἀφεὶς τοὺς τὰ στενὰ τῆς Χριστουπόλεως παραφυλάττοντας, διὰ τῆς ἄκρας τοῦ ὄρους τὰς οἰκείας διεβίβασε δυνάμεις· μακροτέρᾳ μὲν καὶ ἐπιπόνῳ χρησάμενος τῇ πορείᾳ διὰ τὰς δυσχωρίας τῶν τε πετρῶν καὶ φαράγγων καὶ τῶν ἐκ τῆς λόχμης ἐκείνης δένδρων καὶ ἀκανθῶν· διεβίβασε δ’ οὖν, καὶ κατεστρατοπέδευσε περί που τὰ ἱππήλατα τῶν Φιλίππων, ἔνθα πάλαι Βροῦτος καὶ Κάςσιος ἐπολέμησαν Ὀκταβίῳ Καίσαρι. (Β.) Διαναπαύοντι δ’ αὐτόθι τὴν στρατιὰν προσῆλθεν αὐτῷ καὶ ὁ Χρέλης, ἐγγυώμενος πάντα οἱ τὰ κατὰ βούλησιν ἄσμενος ἐκτελεῖν. ὁ δὲ φίλον μὲν ἔχειν αὐτὸν ἔλεγε βούλεσθαι· τῆς μέντοι συμμαχίας αὐτῆς χρείαν ἥκιστα ἔχειν ἐν τῷ παρόντι. ξυνενόει γὰρ αὐτὸν γλώττῃ μὲν ὁμολογεῖν αὐτῷ φιλίαν διὰ τὸν ἐνεστῶτα φόβον τῶν ὅπλων· τὴν δὲ γνώμην εἶναι μετέωρον καὶ καραδοκοῦντα σαφῆ καὶ αὐτοδίδακτα τῆς μάχης ὄψεσθαι τὰ τέλη.
ὅθεν λόγοις καὶ αὐτὸς χρησάμενος πρὸς αὐτὸν φιλίαν μακρὰν ἐπαγγελλομένοις, ἐπὶ πολλαῖς τε δεξιωσάμενος ταῖς ἡμέραις, εἶτα ἀπέλυσε χαίροντά τε καὶ γείτονα χρηστὸν τοῦ λοιποῦ καὶ αὐτὸν ἐπαγγελλόμενον εἶναι. (Γ.) Αὐτὸς δὲ μικρὸν ἐκεῖθεν προβὰς εἷλε καθ’ ὁμολογίαν φρούριον Ῥεντίναν καλούμενον. δέον δ’ ὀλίγων ἐντὸς ἡμερῶν ἀπιόντα περιστρατοπεδεῦσαι τὰ τῆς Θεσσαλονίκης τείχη, καὶ περικροτῆσαι τῷ πλήθει τῶν ὅπλων καὶ τῇ ῥώμῃ τῶν ἀνδρῶν, καὶ ἐπιῤῥῶσαι μὲν τὸν ταύτης ἐπιτροπεύοντα τέως Συναδηνὸν, καὶ ὅσοι τούτῳ ταὐτὰ σπουδάζοντες ἦσαν ὑπὲρ αὐτοῦ, καταπλῆξαι δ’ ἐκ τοῦ αἰφνιδίου τοὺς τἀναντία κατ’ αὐτοῦ φρονοῦντας· ὁ δ’ ἡμέραν ἐξ ἡμέρας παρακρουόμενος ἔτριβε τὸν χρόνον ἐνταῦθα καθήμενος, οὐ στρατιωτικὸν, ἀλλ’ ἴδιον τρόπον αὐτοῦ καὶ συνήθη κἀνταῦθα τελῶν. μηδὲ γὰρ ἐθέλων ὅλως ὁμόφυλον αἷμα χεόμενον τοῖς οἰκείοις θεάσασθαι ὀφθαλμοῖς ἀναίμακτον ἐζήτει στῆσαι τρόπαιον. διὸ καὶ περιμένων ἐκάθητο τὴν τῶν Θεσσαλονικέων ἴσως διὰ φόβον ἑκούσιον καὶ ὑπόσπονδον προδοσίαν. μεταξὺ δ’ ὅμως εἷλε καθ’ ὁμολογίαν καὶ τὸ Μελενίκου πάνυ τοι ἐχυρὸν καὶ δύσμαχον φρούριον, Βυζαντίοις πάλαι προσκείμενον·
PG 148:851καὶ τὸν τῆς βασιλίδος Εἰρήνης ἀδελφὸν Ἰωάννην ἐπίτροπον αὐτοῦ καταλελοιπὼς διὰ μελέτης ἤδη πεποίηται τὰς δυνάμεις ἄγειν ἐπὶ Θεσσαλονίκην. (Δ.) Ἀλλ’ ἡ τοῦ χρόνου ταχίστη φορὰ βραδυτῆτα πραγμάτων οὐκ οἶδε φιλεῖν. ἐμοὶ γὰρ τῶν ζωγράφων ἐκείνους πολλάκις ἐπῄει θαυμάζειν, καὶ τῶν ἀνδριαντοποιῶν ὁπόσοι τῆς χρονικῆς περιόδου τὸ τάχος μιμεῖσθαι διὰ τῆς τέχνης ἐθέλοντες ἄνδρα ποιοῦσιν ὀπισθοφάλακρον μὲν ὡς ἐπίπαν, οὐ πάνυ δ’ ἀναφαλαντίαν, ἀλλὰ μέτωπον προϊσχόμενον λάσιον καὶ κόμην ἐκεῖθεν μακρὰν καθειμένον. τἄλλα γὰρ ὄντες σοφοὶ μόνης λείπονται φωνῆς ἐνταῦθα· καὶ ταύτην δὴ ταῖς τῶν χρωμάτων ἥκιστα μιμεῖσθαι δύνανται βαφαῖς· ὅθεν σιγῶσαν οὑτωσί πως ἱστᾶσι νομοθεσίας εἰκόνα, καὶ ἀνεκλάλητον κήρυκα πᾶσιν ἀεὶ διανέμουσιν, οἷς ἐῤῥᾳθυμημένον τὸν βίον ἀνύειν οὐκ ἔστιν αἰδὼς, μονονουχὶ βοῶντες, ὡς κατόπιν ἰοῦσι τριχῶν οὐ παρέξει λαβὴν ὁ Καιρὸς, ἀλλ’ ὄλισθον καὶ ἀποτυχίαν τοῦ ποθουμένου μακρὰν, τῆς ἐμπροσθίας ἤδη τοῦ χρόνου λαβῆς παρεῤῥυηκυίας καὶ ὅλως ἀπηγορευκυίας ἅπαν τὸ ἁμιλλώμενον.
(Ε.) Κἀνταῦθα τοίνυν οὑτωσὶ τῆς βραδυτῆτος ἐκείνης ἐκτεινομένης, ὑπωπτεύθη μὲν ὁ Συναδηνὸς τὰ βασιλέως φρονῶν· ὑπωπτεύθησαν δ’ οἱ περὶ αὐτὸν ἅπαντες στρατιῶται, καὶ ὅσον τῆς Θεσσαλονίκης τὸ ἔκκριτον, καὶ κινεῖται κατ’ αὐτῶν ὁ δῆμος ῥαγδαίως, καὶ γίνεται φόνος συχνὸς ἐξ ὁμοφύλων ξιφῶν ἐν εὐανδρούσῃ καὶ πολυανθρώπῳ πόλει. καὶ τάχ’ ἂν αὐτός τε ἐφθείρετο ὁ Συναδηνὸς καὶ σύν γε αὐτῷ πάντες οἱ ταὐτὰ φρονοῦντες αὐτῷ, εἰ μὴ τῶν τῆς πόλεως μίαν καθελόντες πυλῶν εἰς τὸ πρὸ τῆς πόλεως καταπεφεύγεσαν φρούριον, ὃ Γυναικόκαστρον μὲν πρὸς τῶν ἐγχωρίων καλεῖται, ἀπέχει δὲ Θεσσαλονίκης σταδίους διακοσίους. (2.) Καὶ ἦν τὸ τῆς ὥρας τηνικαῦτα περὶ τὰς τοῦ θέρους ἀρχάς. ἧκε δ’ εὐθὺς ἐκ Σεῤῥῶν καὶ ὁ Ἀρμένιος Γὴμ ἐς Θεσσαλονίκην, πολλὴν ἐπαγόμενος δύναμιν στρατιωτικὴν, καὶ ἀνεῤῥώννυεν ὅσον εἰκὸς τὸ τῆς πόλεως φρόνημα, κατενηνεγμένον ὑπὸ τῶν αὐτῇ περιστάντων κινδύνων.
PG 148:853τούτων δ’ οὕτως ἐχόντων, κατέπλευσε καὶ ὁ ναυτικὸς ἐκ Βυζαντίου στόλος παρὰ τὸ τῶν Θεσσαλονικέων ἐπίνειον, ναύαρχον ἔχων Ἀλέξιον τὸν Ἀπόκαυκον καὶ πλέον ἢ πεντήκοντα τριηρῶν ὅπλα καὶ δύναμιν, ὥσπερ ἐξ αὐτομάτου συμπεπτωκότων οὑτωσὶ τῶν πραγμάτων ἐπ’ εὐδαιμονίᾳ Θεσσαλονίκης. (Ζ.) Ἄρας δ’ ἐκ τῆς στρατοπεδείας ἐκείνης ἤδη καὶ ὁ βασιλεὺς ἧκε παρὰ τὸ Γυναικόκαστρον, καὶ ἥνωται τῷ τε Συναδηνῷ καὶ τοῖς ἀμφ’ αὐτὸν φυγάσι τῶν Θεσσαλονικέων στρατιωτῶν. κοινολογησαμένων δὲ πρὸς ἀλλήλους ὁπόσα εἰκὸς, ἐπειδὴ ἐμεμαθήκει τὸ τελευταῖον ὁ Συναδηνὸς, σκεύη μέν τινα χρυσᾶ τε καὶ ἀργυρᾶ, λίθοις καὶ μαργάροις ὁμοῦ περιηνθισμένα, ἐπιφερόμενον τὸν βασιλέα, χρημάτων δ’ οὐδὲν, ὁπόσα στρατιώταις εἰσὶν ἐφόδια πρόχειρα πρὸς διανομὴν καὶ λῆψιν τῶν ἐπιτηδείων, πρύμναν τε ἐκρούσατο καὶ τὴν γνώμην εὐθὺς μετέθετο, ἐς ἀπόγνωσιν τὸν οἰκεῖον πίπτοντα βλέπων στρατὸν ὑπ’ ἐνδείας τῶν ἀναγκαίων, καὶ ἅμα γραφαῖς καὶ χρημάτων καὶ τιμῶν ὑποσχέσεσιν ἐνδιδόντας, ὁπόσαι λάθρα καὶ συχνὰ πρὸς τοῦ Ἀποκαύκου σφίσιν ἐπέμποντο.

Book XIII · Chapter ILiber Decimus Tertius · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

795 [s. u. 6819 Ind. 9] NICEPHOR GREGOR.E [tur. J. PALEOL. 1] 796 marum in ipsum violentam arnassent. Cum enim İsti facillimum esset manifesti sceleris convictos of primere, et imperatoria: dignitatis insignia nullo labore usurpare, id quidem facere noluit: sed eorum ingratum animum vehementer admiratus domi se continuit, alteroque aut tertio demum die silenrium rupit. Apocaucus vero, conatus quidem, sed frustra, Cantacuzenum de medio tollere, 585 quem solum eumdemque potentissimum adversarium consiliis suis fraudulen:is obstare compericbat, suo tamen more agere non desinebat. Inest enim illud opibus pariter et honoribus, ut cui indigno obvenerint, ejus mentem non secus atque cbrietas ex sua sede dimoveant. Namque hic, cum ad honores et fortuna splendorem pervenisset, magnaque opum quaesita vi suam excessisset surtem, decenti illico de statu animi declinavit, tyranvidisque arcanos amores altius pectori iufixos fovit. Bine ille nihil non fecit, nihil non conquisivit, quo ejusmodi malorum stirpem aleret. K4. Id autem ipsæ illæ clamant emissa pæne voce insanæ substructionum moles, quæ ad hodiernam usque diem illius improbitatem splendidissime declarant: Epibataruin seu nautarum intelligo castellum, et quæcunque ille cires urbis principis muros exstruxit, ancipitem quasi naturam habentia, terræque ac mari divisa. Portas enim utrinque illis addiderat a mari et a terra; ut mari pulsum terra exciperet; et vicissim terra ejecton triremis illa familiaris, ac juxta ejus domum stans quasi in portu, per infidum elementum aut insulam Principis deduceret, aut quocunque illam fortanæ exitus vocaturus foret. Nam et ibi, et quocunque se vo .ebat recipere, castelia caloque eductas arces fundaverat. Adeo vir ille improbus. ipso statim initio fuit; adeo malitiæ ac doli plenas celabát animo coFitationes. Quanquam 586 ullum inde fructum colligere ei contigit cludente scilicet Deo consilia illus ac molitiones, ut fusius infra declarabiKUS. Boᾷ CAPUT V. Hilites Cantacuzeno palavr favent. In solemni sacramente mentionem ejus faciunt. Uuus stricto gladio in Apocaneum irruit. Imperatriz cum suis Cantacuzenum supplex orat. Eo conspecto tumultus senalus. Oratio, qua ille adversariorum impro'itatem notat, clementiam et constantiam suam commendat. Demosthenis dictum, a Gregura correctum. Cantacuzeni et Apocnuci diversa instituta, diversi exilns, el inceptis convenientes. Cantacuzenus co nuo damnandus, quod pacem Ecclesiæ turbari permiserit, Mannte autem fama per totum exercitum, et ad cos omnes, qui ex quacunque urbe intelligen Infra cap. etc. Lab sui, cap. Cantacuz. lib. cap. Cap. hem lib. ut, cap. Adde cap. Dccare. Castellum mnum tissimum, haud procul a Selvbria. Cantacuz. lib. 1. cap. 24; lib. tu, cap. 40); lib. iv, cap. 47. Gregoras ipse infra cap. 9. DUCANG. Vide Gloss. med. Grarcit. in DaCANG.

[A. c. 1351] BYZANTINE HISTORLE LIB. XII. [IMP. J. PALEOL. 1]] 798 tissimi aderant, sedentem domi Cantacuzenum ab rerum administratione prorsus se abstinere, tumultus ingeus adversus et patriarcham et Apocaucum, et si qui ex ducibus consiliis corum faverent, accenditur. Negabant enim fieri posse, ut Cantacuzenum quidem obliviscerentur, virum beneficentissimum, communem altorein et parentem, nec tam ducem quam commilitonem suum, qui secum sub dio mediaque hieme bellicos labores tolerare didicisset, homines autem sequerentur furiosos, invidia et obscuro edio contabescentes; homines omnis bom ignaros, quod aut urbibus prodesse, ant hestes terrere, aut res imperatorias posset in majus provehere. Admoto itaque, sicut veteri more receptum est, divino Evangelio, per quod jurarent de fensuros se imperatorum vitam et fidem servatures, addidere, hi et Cantacuzeni nomen, imperii proenratoris. Cumque ad contradicendum aggrederetur Apocaneus, in eum statim quidam irruit stricto gladio, et illud Homericum adjecit, obscuro ferrum hoc jam sanguine tinges. Cui quidem militum multi assensi magno tumultu et clamore aulam implevernnt: ita ut Augusta et illi qui cum ea erant, metu exanimati, Canta uzeno 587 miserabiliter supplicarent. At is, malevolentiæ illorum nulla habita ratione, in medium illico prodiit. Cujus vultus simul ut afſfulsit, ex tumulta tempestatisque illius Auctibus tranquillitas rediit, et illius turbinis caligo in serenitatem versa est. Tum ille os aperuit, atque apud imperatricem, et cos qui tum aderant, banc orationem habuit 11. ↑ Quod præter opinionem humanitus accidat aliquid iis qui homines sunt, et patiantur ii injuriam, qui nec meditati sunt primi, nec intulerunt, id quidem ego non tam iis qui afficiuntur, quam iis qui amiciunt, crimini dandum esse existimo. (:100 autem in foveam primi labuntur, qui aliis foderunt, corum manifesta est culpa qui labuntur: ita ut illis quidem suus casus non longe absit a venia; hi vero ab omni venia quam longissime cadant, et legitimis pœnis se ipsos manifesto obligent. Sed cum omnia Deus juste moderetur, et ægris rebus convenientia adhibeat remedia, oportet et nos quoque, illum imitatos, non fovere animo iram in eos qui deliquerint sempiternam; sed in vil humanæ mortalem conditionem intuentes, pœnas ab hominibus expetere lauinimortales. Alioqui in submissum animadvertere qui velit, non illum a:ficial injuria, sed seinet ipsum, humana vide!! eet fragilitati palam insultans. Ac repentinæ exsistunt rerum vicissitudines, quæ 588 felicitatem ab aliis ad alios facillime transferunt, timendaqué omibus est cuca temporis volubilitas. Ego certe ita semper mihi ipsi consto, ut similem nic ranko conseam, qui felici indole assurgit et procerus Verti, et si qui ex ducibus. Malim ex proceribus, vel ex magistratibus. 179, Homer. Iliad. 1, 503. But

καὶ ἦν καιροφυλακῶν ἐξ ἐκείνου καὶ ὥραν ζητῶν, ἐν ᾗ ἂν ῥᾷστα συνειληφὼς αὐτὸν δέσμιον παραδοίη τῷ Ἀποκαύκῳ. οὕτως ἀμφιῤῥεπὴς καὶ ἄστατος ἦν τὴν γνώμην ἀεί. β. Θέρους μὲν οὖν ἐνειστήκει καιρὸς, καὶ ὁ Συναδηνὸς Θεόδωρος ἐπιβουλεύων πεφώραται· καὶ ἅμα θόρυβος ἀνὰ πᾶν τὸ τοῦ βασιλέως στρατόπεδον ἦν, καὶ ὑποψίαι καὶ ἁρπαγαὶ κατ’ ἀλλήλων καὶ δι’ ἀλλήλων, καὶ ἀτέκμαρτος ἀκοσμία. ἤδη γὰρ καὶ ἡ τῆς τοῦ Ἀποκαύκου στρατιᾶς παρεδείκνυτο ἔφοδος. καὶ τάχ’ ἂν πρόχειρος τοῦτο ἦν ᾅδης τῷ βασιλεῖ τηνικαῦτα καὶ τελευταῖος ἥλιος, εἰ μὴ τοῦ προφανοῦς αὐτὸν ὑπὲρ ἐλπίδα πᾶσαν ὁ θεὸς ἐξείλετο κινδύνου. τοῦτον γὰρ ἐκ μέσης ψυχῆς ἐπικαλεσάμενος, καὶ ἅμα θαῤῥεῖν ἑαυτῷ παρακαλεσάμενος, τὸ ἀνακλητικὸν τὰς σάλπιγγας ἐκέλευσεν ἀνακρούσασθαι· καὶ συνέῤῥει τὸ στρατιωτικὸν περὶ αὐτὸν εὐθὺς, ὅσοι μὴ δι’ ἀσθένειαν λωποδύταις ἄλλοι ἄλλοις ἐν τοσαύτῃ περιπεσόντες συγχύσει γυμνοὶ διεσπάρησαν ἄλλοι ἄλλοσε. (Β.) Ἐπεί γε μὴν ὁ βασιλεὺς ἐθεᾶτο περὶ αὐτὸν τῆς δυνάμεως τό,τε πλεῖστον καὶ βέλτιστον ἀθροιζόμενον, εἰς τάξεις διῄρει καὶ φάλαγγας, καὶ διέταττεν εἴς τε τὸ δεξιὸν καὶ τὸ εὐώνυμον κέρας·
τὰ μέσα τῆς φάλαγγος οὐ τοσοῦτον εἰς βάθος, ὅσον εἰς μῆκος ἐκτείνων λεπτότερον, διὰ τὴν ὀλιγανδρίαν· καὶ τούτοις ἐπιστήσας στρατηγοὺς Ἰωάννην τὸν Ἄγγελον, καὶ ὅσοι αὐτῷ παραπλήσιοι τήν τε πολέμιον πεῖραν καὶ τὴν τοῦ γένους ἦσαν ἐγγύτητα, τὴν τῶν ἐναντίων ἵστατο περιμένων ἔφοδον. ἀντιπαρετάττετο μὲν γὰρ ἐκ θατέρου καὶ ὁ Ἀπόκαυκος. εἰς χεῖρας δ’ ὁμόσε ἰέναι σφίσιν οὐ μάλα ἐτόλμα, τοὺς περὶ τὸν βασιλέα βλέπων ὁπλίτας πολὺν τὸν ἐν τῇ μάχῃ θυμὸν πνέοντας καὶ ἅμα τὴν ψυχὴν ἐξ ἀπογνώσεως ἑτοίμως ἔχοντας ἀφιέναι. (Γ.) Ὅθεν ἠρέμα συστραφεὶς ἀπῄει συντεταγμένος τὴν ἐπὶ Τριβαλλοὺς ὁ βασιλεὺς, τοῦ προδήλου κακοῦ τὸ ἀμφισβητούμενον προελόμενος. τῶν γὰρ ἀλλοφύλων ἐνίοις ἴσμεν πολλάκις τὴν ἐκ περιστάσεως ἑκούσιον καταφυγὴν δυσωπητικωτέραν πως γινομένην πρὸς οἶκτον, νέμεσιν ἴσως δεδιόσι δήπου θειοτέραν καὶ ἀνθρωπίνην αἰδῶ· ἣ φύσιν ἀπόῤῥητον ἔχει τινὰ, πείθειν τοὺς πλείστους ὁπώσποτε δυναμένην, τοὺς προηυτυχηκότας οἰκτείρειν, ὅταν ὁ βίος αὐτοῖς ἐς τἀναντία χωρήσῃ, καὶ μὴ ἐν τῷ φθονουμένῳ τῆς τύχης ἀσαλεύτους ἔχῃ τὰς ἁβρὰς κρηπῖδας.
PG 148:855τὸ δ’ ὁμόφυλον, ἅπαξ τοῦ εἰκότος ἀποῤῥαγὲν, ἀνήκεστον ὡς τὰ πολλὰ καθίσταται πρὸς ὀργὴν καὶ χύσιν αἵματος συγγενοῦς. (Δ.) Σπουδῇ τοίνυν τὴν πρόσω διαβὰς πορείαν ἐκεῖ που περὶ τοὺς ὅρους, οὓς ἡ κακοπραγία Ῥωμαίων ἀφελομένη παρέσχετο Τριβαλλοῖς, τὴν νύκτα πᾶσαν ηὐλίσατο, ἐκεῖνο τὸ Λεωνίδου τοῦ Σπαρτιάτου, τοῦ ἐν Θερμοπύλαις, πρὸς τοὺς οἰκείους ἀντιστρόφως φθεγξάμενος· δεῦτε δειπνήσωμεν, ἵνα ἐν ᾅδου ἀριστήσωμεν. τῇ γε μὴν ὑστεραίᾳ πέμπει τοὺς τὸν Κράλην Σερβίας τὴν ταχίστην διδάξοντας τῆς συμπεσούσης τύχης τὴν τραγῳδίαν καὶ πρὸς οἶκτον κινήσοντας ὅσον εἰκὸς, ἀναμνησθέντα τοῦ τῶν ἀνθρωπίνων πραγμάτων ἀπίστου καὶ ἀβεβαίου· καὶ ὡς ἀδήλους καὶ ἥκιστα ὡρισμένας ἔχει ταυτὶ τὰς ἐφόδους καθ’ ὧν πορεύεται· καὶ ὡς χρὴ περὶ τῶν κακοπραγούντων ὁπώσποτε βούλεσθαι τοὺς εὐπραγοῦντας ἀεὶ τὰ προσηνῆ καὶ χρηστὰ, δεδιότας τοὺς ἀφανεῖς τοξότας τῆς τύχης καὶ τὰς τῶν ἄλλοτ’ ἄλλως ἐρχομένων συμφορῶν λαβυρίνθους, τῶν πραγμάτων ἀεὶ συμφυὲς τὸ ἀπροςδόκητον πέρας μᾶλλον ἐχόντων, ἢ τὸ προσδοκώμενον, καὶ τὸ ἀτυχὲς μᾶλλον ἢ τὸ ἐπιτυχές.
PG 148:857ἀλλά τις τῶν ἄγχιστα Ῥωμαίοις τὴν δίαιταν ποιουμένων ἐκεῖ Τριβαλλῶν, προλοχίσας τινὰς τῶν οἰκείων παρὰ τὴν ὁδὸν, χειροῦται τοὺς πρέσβεις, καὶ σφᾶς τὴν ταχίστην κομίζει τῷ Ἀποκαύκῳ δῶρον ποθούμενον· καὶ στοργὴν ὁμοῦ καὶ φιλοφροσύνην πολλὴν εὑρηκὼς διὰ τοῦτο μετατίθησιν εὐθὺς καὶ σχῆμα καὶ δίαιταν ἐκεῖνος ἐκ Τριβαλλῶν ἐς τὰ τῶν Ῥωμαίων ἤθη. (Ε.) Τούτου δ’ οὕτως συνενεχθέντος, ἦν τις τῶν ἐνδόξων Τριβαλλῶν, τῆς χώρας ἡγεμονεύων καὶ ἄκρας ἐκείνης, Λιβέριος ὄνομα. τούτῳ φιλία τις ἦν ἐκ παλαιοῦ πρὸς βασιλέα· ἧς ὁ βασιλεὺς ἐπὶ καιροῦ νῦν εἰς ἀνάμνησιν ἰὼν ἔπεμψεν εὐθὺς αὐτῷ δεξιὰν καὶ λόγους, ὁποίους καὶ ὅσους ἡ χρεία καὶ ὁ καιρὸς ἀπῄτει· καὶ ἅμα συνταξάμενος ὥδευε τὴν ἐπὶ τὸν Κράλην Σερβίας, ὁπλίτην τε ἐπαγόμενος τὸν οἰκεῖον στρατὸν, θεῷ δὲ καὶ ἀδήλοις ἐλπίσι τὰ κατ’ αὐτὸν ἐπιτρέψας. πολὺς γὰρ αὐτῷ πανταχόθεν ἐπήρτητο τοῦ συρφετώδους ὄχλου καὶ ἀγροικικοῦ, λάθρα καὶ λαμπρῶς ἐπιτιθεμένων ἄλλοθεν ἄλλων, κατὰ διαστήματά τε καὶ συστήματα, καὶ τὴν οὐραγίαν ἀκρωτηριάζειν πειρωμένων καὶ τῶν σκευοφόρων ἔνια διαρπάζειν.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τὰ πλεῖστα γὰρ τολμῶσι (φάναι) γίνεται δεινὰ, Ὅταν δι’ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. (2.) Ἀλλὰ πρὶν ἡμέρας ὅλης ὁδὸν ἀνύσαι, σπεύσας ὁ Λιβέριος ὑπήντησεν αὐτῷ παρὰ τὴν ὁδὸν, καὶ χειρὶ καὶ γνώμῃ καὶ πάσῃ προθέσει δεξιωσάμενος τῆς ψυχῆς, καὶ ἐφ’ ἡμέραις συχναῖς ξενίσας, ἀνέπαυσέ τε καὶ λόγοις ἀνέῤῥωσε φιλανθρωποτέροις, ἀθυμίας μακρᾶς ἐμβριθέσι ῥοθίοις περιαντλούμενον φρόνημα. ὅ γε μὴν βασιλεὺς τὸν ἐνόντα καὶ αὐτὸς ἀντιφιλοτιμούμενος τρόπον ἠμείβετό τε καὶ δαψιλέστερον ἐξ ὧν ἐπεφέρετο λιθοκολλήτων σκευῶν αὐτῷ καὶ ἀργυρωμάτων ἀντεχαρίζετο, καὶ ἅμα τὸν υἱέα Μανουὴλ ἐπηγγέλλετο δώσειν ἐπὶ θυγατρὶ γαμβρὸν, εἰ πάντα βοηθήσειε τρόπον αὐτῷ καὶ τὰ πρὸς τὸν Κράλην Σερβίας εὔοδα θείη, διαλλακτὴς αὐτὸς καταστάς.
ὁ δὲ παρόντα θεώμενος ἤδη καὶ τὸν τοῦ βασιλέως υἱὸν, καὶ τῆς τε ἐπανθούσης τῷ ἤθει χάριτός τε καὶ ἀστειότητος καὶ ἅμα τῆς ἀγχινοίας θαυμάζων, ὅτι πολλῷ τινι μέτρῳ ταύτην ἐπλούτησε πρεσβυτέραν ἢ κατὰ τὴν τῆς ἡλικίας ἀκμὴν, σφόδρα τε ὑπερήσθη τῷ λόγῳ καὶ μάλα τοι ἄσμενος ὑπεδέχετό τε καὶ ἀντεπηγγέλλετο πάντα πάνυ προθύμως πράσσειν τὰ κατὰ γνώμην, καὶ εἰ δέοι κινδύνους μακρούς τε καὶ ὑπερβάλλον τὸ μέγεθος κεκτημένους ὑφίστασθαι. (Ζ.) Καὶ μὲν δὴ βεβαίοις καὶ ἀσφαλέσι τοῖς πρὸς τὸν Κράλην αὐτοῦ γράμμασιν ἐφοδιασθέντι, καὶ παραπομποὺς τοὺς ἀποχρῶντας παρειληφότι, πεντεκαιδεκαταίῳ συμπέπτωκεν ἐς τὸ τῶν Σκοπίων ἀφικνεῖσθαι πολίχνιον· οὗ τῶν κρασπέδων ἅπτεται παραῤῥέων ὁ ποταμὸς Ἀξιὸς, ἐξ ὀρῶν τῶν αὐτῶν τῷ Στρυμόνι ῥηγνύμενος· ὃς οὐχ οὕτω μέγιστος ὢν ἐκ πηγῶν εὐθὺς, ἀλλ’ οὖν ἐς τὸ κάταντες ἰὼν, καὶ πλείστοις ἄλλοις ποταμοῖς καὶ χειμάῤῥοις τὸ ῥεῦμα κοινούμενος, καὶ ἐς Βαρδάριον μετατιθέμενος τοὔνομα, ἐνίοτε καὶ ναυσίπορος ἐνιαχοῦ καθίσταται.
PG 148:859(Η.) Ἐνταῦθα δὴ καταλύσασιν ἱκανός τις ἔδοξεν εἶναι ὁ χῶρος, ἀθυμίᾳ βαθείᾳ καὶ πόνῳ μακρῷ βεβαπτισμένον ξενίσαι στρατὸν, εἰ καὶ ἥκιστα πάνυ τελέως, ἀλλ’ οὖν οὐδὲ πάνυ τοι ἧττον ἢ τελέως. εἰ γὰρ καὶ ἡδὺν τῷ πεινῶντι πάντα τινὰ ἄρτον εἶναί φασιν, ἀλλ’ οὖν καί σφισι τέως τό γε ἀλλοφύλοις ἄγεσθαι νεύμασι, προσηνέσι δ’ ὁπωσδηποτοῦν, ἡδύ τι καὶ φιλάνθρωπον ἐνομίζετο. τὸ γὰρ ἐν ὅροις ὑπερορίοις ἀπηρτημένους τοσοῦτον, καὶ τῶν οἰκείων ὄντας ἐκδήμους οὐ μάλα ἐθέλοντας, εὐσεβέσιν ἀνδράσι περιτυχεῖν, καὶ καταγωγίοις οἱοισδήτισι ξενισθῆναι, ὅμοιον ἦν, ὥσπερ ἂν εἰ ἐκ ναυαγίου μεγάλου καὶ κλύδωνος ἀπροσδοκήτῳ προσεσχηκέναι συνέβη λιμένι τινί. τὸ γὰρ βοσκηματῶδες ἦθος ἐκεῖνο καὶ ὄρειον, καὶ τὸ τῆς γλώττης καὶ γνώμης ἀπαίδευτόν τε καὶ βάρβαρον, ἡ τῆς διαίτης εἰρηναία καὶ ἔνσπονδος ἔκρυπτεν εὔνοια, μάλα τοι ἐν ἀνάγκης παραφανεῖσα καιρῷ, τὸ πάνυ βραχὺ τῆς εὐθυμίας πάνυ τοι πολλαπλάσιον δρῶντι περιφανῶς.
(Θ.) Ἐνταῦθά γε μὴν κατὰ χώραν αὐθημερὸν καταλελυκότα τὸν βασιλέα ἐντυχεῖν ἐς τὰ ἐνδότερα τῶν Τριβαλλῶν μετὰ τὴν ὑστεραίαν τῷ Κράλῃ γεγένηται, καὶ ἀσπασμοὺς τοὺς προσήκοντας ἀλλήλοις ἀντιδοῦναι βασιλικῶς ἑκάτερον ἑκατέρῳ, καὶ χάρισι χάριτας, καὶ ὅσα εἰκὸς ἐν φιλοτιμίαις καὶ φιλοφροσύναις τοιαύταις ἀλλάξασθαι, εἰ καὶ μὴ ὁμοίως ἑκατέρωθεν μεγαλοπρεπέσιν. χαρίζεται μὲν γὰρ ὁ βασιλεὺς τῷ τε Κράλῃ καὶ τῇ συζύγῳ πολυτελῆ τινα κειμήλια τῶν αὐτοῦ θησαυρῶν· ἀντιδίδωσι δ’ ὁ Κράλης τῷ τε βασιλεῖ τὰ εἰκότα, καὶ ἅμα νομὰς, καὶ διαίτας, καὶ καταγώγια, καὶ ὅσα πρὸς τὸ ζῇν ἐστιν ἐπιτήδεια τῷ τοῦ βασιλέως στρατῷ, γλισχρῶς μὲν καὶ σμικροπρεπῶς, καὶ κατὰ τὸ σύντροφον ἔθος. ἔσχε δ’ οὖν ὅμως οὕτω ταυτί. γ. Καὶ ἦν ὁ καιρὸς τηνικαῦτα περὶ τὰς τοῦ Ὠρίωνος ἐπιτολάς· καὶ δεκαμηνιαῖον ἐνταυθοῖ τοῦ λοιποῦ συνελόντι φάναι τὸν πάντα διέτριψε χρόνον· ἐν ᾧ πολλῆς ὁ τούτου στρατὸς πεπείραται δυσχερείας, κατά τε τὴν δίαιταν, καὶ ὁπόσα δεῖ τοῖς ἐν ἀλλοτρίᾳ τὸν βίον ἀνύουσι γῇ. ἐνδείᾳ γὰρ πιεζόμενοι χρημάτων οἱ πλεῖστοι πάνθ’ ὑφίσταντο τὰ χαλεπώτατα.
PG 148:861ὅσοις μὲν οὖν ἄηθες τὸ πάσχειν ὑπῆρχε κακῶς, δυσκαρτέρητος ἦν ὁ τόπος· καὶ ὁ χειμὼν ἐκεῖνος τοῦ βίου συχνοὺς ἀπήνεγκεν. οἷς δὲ σύντροφον ἦν ἐκ πολλοῦ τὸ λιτὸν τῆς διαίτης, καὶ τό γε κατὰ τοὺς πάλαι Σπαρτιάτας ἐκείνους ἀρκεῖσθαι μάζῃ καὶ ὕδατι, καὶ προσταλαιπωρεῖσθαι τοῖς ὅπλοις νύκτωρ καὶ μεθ’ ἡμέραν, τούτους οὐ μάλα ἐξέπληττεν ὅσα φέρει δεινὰ τὸ τῆς ἀλλοτρίας ἄηθες γῆς· ἀλλ’ ὃ τοὺς ἄλλους ἐποίει ταλαιπωρεῖν, σφίσι βίος ἦν ἀταλαίπωρος. οὕτω ῥᾴδιον ἡ συνήθεια καὶ κοῦφον καὶ οὐ σφόδρα ἐπίπονον· ὥστε καὶ εἴ τις, ἐκ προθέσεως ἀγαθῆς ὡρμημένος, τὸν ἄριστον ἕλοιτο βίον, ἀταλαίπωρον ἂν εἶναί οἱ εὐθὺς τοῦ λοιποῦ βίον τε ἀνύειν ἀνώδυνον καὶ ἡδονὴν ἀθάνατον ἐν θνητῷ κτᾶσθαι σώματι. (Β.) Ἐγὼ δ’ ἐνταυθοῖ τῆς ἱστορίας γενόμενος ἐβουλόμην λεπτομερεστέραν τινὰ ποιήσασθαι τὴν ἀφήγησιν, καὶ δημηγορίας ἐκθεῖναι τοῦ βασιλέως, ἅς τε πρὸς τὸν Κράλην πεποίηται καὶ ἃς πρὸς τὸν οἰκεῖον στρατὸν ἐν καιροῖς τοῖς ἀνήκουσι, καὶ ἃς πρὸς αὐτὸν ἐκεῖνοι. δεῖν γὰρ ὡς τὰ πολλὰ καὶ πράξεσι λόγους καὶ λόγοις πράξεις πανταχῆ παρεζεῦχθαι·
μὴ μόνον ὅτι ψυχῆς εἰκόνες ἀμφότερα καὶ τῆς ἐν αὐτῇ κατοικούσης γνώμης καὶ γνώσεως αὐτάγγελοι κήρυκες, κἀντεῦθεν χρῆναι σαφεστέραν τὴν τῶν ἱστορουμένων προσώπων καὶ πραγμάτων γίνεσθαι δήλωσιν διὰ τῶν τοιούτων· ἀλλὰ καὶ ὅτι σκιαγραφία τίς ἐστι τῶν πράξεων ὁ λόγος· καὶ τούτων μὲν οὗτος ἡγεῖται· τούτου δ’ αὗται κατόπιν ἔρχονται. ἀλλ’ ἐπειδήπερ ὁρῶμεν ἐνίους τῷ πλείονι μέρει τῆς συγγραφῆς ἐν ταῖς δημηγορίαις καταχρωμένους, διὰ τὸ μάλιστα πάντων ἐν ταύταις ἔχειν τὴν τῆς ῥητορικῆς ἐνδείκνυσθαι δύναμιν καὶ τὸ τῆς σφῶν σοφίας φιλότιμον, ὡς συμβαίνειν ἐντεῦθεν τὸ πάρεργον μεῖζον τοῦ ἔργου καθίστασθαι, τὴν μέσην ἡμεῖς βαδίζειν ἐκρίναμεν δεῖν. ἐπανιτέον τοιγαροῦν ὁπόθεν εἰς ταῦτα ἐξέβημεν. (Γ.) Τοῦ γάρ τοι βασιλέως τῷ Κράλῃ συνόντος καὶ συνδιαιτωμένου, οὐκ ἦν ἀμελεῖν οὐδαμῆ Βυζαντίοις τῶν κατ’ ἐκείνου ἐπιβουλῶν· ἀλλὰ δόλοις δόλους συνέῤῥαπτον, καὶ μυρίους ἀεὶ θανάτους ἐξήρτυον κατ’ αὐτοῦ.
πέμπουσι τοίνυν ἐς μὲν τοὐμφανὲς πρέσβεις ἀπαγγελοῦντας περί τε κήδους ὅσα ἐξείη, καὶ δυοῖν αἱρέσεων προτεθεισῶν βασιλέως ἕνεκα, ὁποτέρᾳ προσθεῖναι βούλοιτο δηλοῦν, ἢ δέσμιον τουτονὶ μετὰ τῆς ζωῆς δηλαδὴ, ἢ τὴν αὐτοῦ κεφαλὴν ἀφελόντα τοῦ σώματος ἐν Βυζάντιον μηδὲν μελλήσαντα πέμπειν ὡς τάχιστα· ἥξειν τε γὰρ κατόπιν εὐθὺς αὐτῷ τήν τε θυγατέρα τῆς βασιλίδος, νύμφην ἐπὶ τῷ ἐκείνου παιδὶ, καὶ ἅμα τὴν τῶν μέχρι Χριστουπόλεως ἐκεῖθεν χωρίων καὶ πόλεων ἔγγραφον κυριότητα· ὡς γίνεσθαι μίαν λοιπὸν ἀρχὴν αὐτῷ συνεχῆ τὴν ἐκ Δαλματίας καὶ Ἰλλυρίδος, καὶ ὅσα μεταξὺ τῶν πρὸς ἕω τοῦ Ἰονίου κόλπου ψαύει πλευρῶν, ἄχρι Φιλίππων καὶ Χριστουπόλεως. (Δ.) Καὶ τὰ μὲν τῆς πρεσβείας καὶ προφανῆ τοιαῦτ’ ἦν. ἃ δὲ κρύφα συχνὰ καὶ πολύτροπα προσεπέμπετο φάρμακα, ὁπόσα τὸ θανάσιμον εἶχεν ἐμφωλεῦον, ὀξύ τε καὶ δυσκαρτέρητον, Μιθριδάτου τινὸς ἐδεῖτο σαφέστερον ἀριθμεῖν·
PG 148:863ὃς τὴν ἐκ Παφλαγονίας ἔχων ἀρχὴν, ὁπόση διὰ Κολχίδος καὶ Λαζικῆς καὶ τῶν Καυκασίων ὀρῶν ἐρχομένη, καὶ παραλλάττουσα Τάναϊν καὶ Μαιῶτιν, διήκει μέχρι καὶ ἐς Σκύθας τοὺς ἑσπερίους, καὶ πολέμιον κτησάμενος τὴν πάλαι Ῥωμαίων ἀκμὴν, καὶ δεδιὼς μὴ ζῶν ἁλώσιμος τῇ Πομπηί̈ου γένηται χειρὶ καὶ τύχῃ, πάντων ἐπειρᾶτο φαρμάκων, καὶ πάντων ἐζήτει τὸ κράτιστον καὶ ταχύτατον εἰς τὴν χρειώδη τοῦ βίου ἀπαλλαγήν. ὃ τοίνυν ἐκεῖνος ἐτόλμα καθ’ ἑαυτοῦ, τοῦτ’ ἔδρων ἐπιεικῶς οἱ Βυζάντιοι κατὰ τοῦ βασιλέως, μήτε μηδενὸς τῶν δηλητηρίων φαρμάκων, μήτε μηδεμιᾶς φειδόμενοι τῶν ἐπιβουλῶν, ὁπόσαι τε τοῖς πάλαι εὕρηνται δεινοῖς τὴν κακίαν καὶ ὁπόσαι τοῖς νῦν διὰ τὴν τοιαύτην ἐπινενόηνται χρείαν. (Ε.) Θαυμάσαι δ’ ἄν τις, ὅπως ἅπαντ’ αὐτόθεν ἠλέγχετό τε καὶ ἄπρακτα ἦν, τοῦ θεοῦ τὸν ἄνδρα φυλάττοντος ἀπαθῆ καὶ πάντων ἀνώτερον·

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐκ οἶδ’ ὁπότερον, εἴτε τὴν ἄδικον καταδίκην, ἣν οἱ Βυζάντιοι καθάπαξ ἐψηφίσαντο κατ’ αὐτοῦ, καὶ ὧν ἐζημίωται πολυειδῶν καὶ ποικίλων χρημάτων, ἃ προσῆν ὑπὲρ ἀριθμὸν τουτωὶ̈, μακρόθυμον ὑπομονὴν ἀποχρῶσαν ἡγουμένου πρὸς βάσανον γνώμης, περὶ ἣν τὸ κριτήριον ἅπαν τῆς θείας ταλαντεύεται δίκης· εἴθ’ ὅτι μάλιστα πάντων αὐτὸς ὑβριζόμενος οὔτε μὴν ἀνθύβριζεν ἐς τὸ παρὸν, οὔτ’ εἰς τὸ μέλλον ἠπείλει, κότον ἴσως ἔχων ὄφρα τελέσσῃ· ἀλλ’ ἐκήδετο μάλιστα τῆς τῶν ὑβριζόντων καὶ πολεμούντων σωτηρίας ἅπαντα τρόπον, καθόσα φιλία δίδωσιν ἀκραιφνής. (2.) Καὶ ἵν’ ἐκ πολλῶν μέτρια παραθῶμεν ἐνταυθοῖ· τοσαύτην εἶχε τὴν τῶν κακῶν ἀμνηστίαν, ὥστ’ ἐν τοσούτοις συνειλημμένος κινδύνοις, καὶ οἷον εἰπεῖν ἐν ᾅδου βεβυθισμένος γαστρὶ, μεμνῆσθαι τῷ ἱερεῖ παρεκελεύετο πρῶτον μὲν Ἄννης τῆς βασιλίδος ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις, δεύτερον δὲ τοῦ ταύτης υἱέως, καὶ τρίτον αὐτοῦ μετὰ τῆς ὁμοζύγου βασιλίδος Εἰρήνης· καὶ ταῦτα ἐν ἀλλοτρίᾳ ὢν δυναστείᾳ καὶ γῇ, καὶ μηδ’ ἐλεύθερον ἀέρα δυνάμενος ἀναπνεῖν.
οὐ μόνον δ’, ἀλλὰ καὶ ὅπουπερ ἂν ἀλλαχῆ πανταχῆ δι’ εὐφήμου τῆς μνήμης τὸ οἰκεῖον ἤλπιζεν ὄνομα δύνασθαι φέρεσθαι, κἀκεῖ προηγεῖσθαι τῆς βασιλίδος Ἄννης τοὔνομα καὶ πρός γε τοῦ ταύτης υἱέως μεθ’ ἁπάσης ἐκέλευε γνώμης καὶ προαιρέσεως· ὥσπερ ἄρα καὶ πρὸς Αἰτωλούς τε καὶ Θετταλοὺς τὸν Ἄγγελον ἀποστέλλοντι Ἰωάννη, ὥσθ’ ἑκόντων ἄρχειν αὐτῶν, ὡς προϊόντες ἐροῦμεν πλατύτερον, προὔργου γέγονε διακελεύεσθαί τε καὶ παραγγέλλειν τούτου γε εἵνεκα μάλιστα πάντων, καὶ μὴ πρότερον μεθιέναι, πρὶν αὐτὸν τελεσιουργὰ τὰ τοιάδε πρὸ παντὸς ἐπαγγείλασθαι δρᾷν παραγγέλματα. εἴσεται δὲ πάντως ἐς τὸ ἀκριβὲς, ὃς ἂν ἐντύχῃ ζητήσας τῷ πρὸς αὐτὸν θεσπίσματι, ταῦτά τε καὶ ὅσα τούτοις προστίθησιν ὅμοια, τῇ βασιλείᾳ Ῥωμαίων πᾶσαν νέμειν αἰδῶ καὶ εὐλάβειαν διὰ βίου κελεύων.
PG 148:865(Ζ.) Τοῦθ’ ἱκανὸν ἔγωγε μόνον καὶ ἀποχρῶν ἥγημαι, τῶν ἄλλων ὁπόσα τὴν ὁμοίαν τοῦ ἤθους εὐγένειαν ἔχει σιωπωμένων, ἅπαντας πείθειν, οἷς νοῦ καὶ φρονήσεως μέτεστιν ὁπωσοῦν, θειοτέρᾳ προνοίᾳ διοικεῖσθαι τὰ πάντα, καὶ μηδαμῆ κατὰ τὸ αὐτόματον φέρεσθαι, μηδ’ ἀπὸ τύχης τινὸς, μήτε μηδὲν τῶν ἁπάντων ἕτερον, μήτε τὴν τούτου πρὸς τὴν βασιλεύουσαν πόλιν ἀναίμακτον εἴσοδον καὶ τὴν τῶν βασιλικῶν ἀντίληψιν θρόνων, οὕτω μακροὺς καὶ πολυειδεῖς καὶ θανάτου φάναι γείτονας νενικηκότι κινδύνους· ἀλλ’ αὐτῷ μὲν ἀμοιβὴν τῆς μακρᾶς καρτερίας, πᾶσι δ’ αὖ ἐλπίδων ἔρεισμα χρηστῶν, οἷς ἡ γνώμη τὴν τῶν δεινῶν καρτερίαν πέρας εὐγενὲς ἐκδέξεσθαι ὑπισχνεῖται. (Η.) Εἰ γὰρ πάντα καθ’ ἕκαστα βουληθείημεν ἀφηγεῖσθαι, ὁπόσα πέπρακται μὲν ἐπίβουλα κατ’ αὐτοῦ τοῖς ἐχθροῖς, καὶ ὁπόσοι φιλίας ὑποκριταὶ, πάντων δ’ ὑπέρτερος πρὸς τῆς ἄνωθεν ἦν τηρούμενος δεξιᾶς, δέδια μή τις φιλίας με γράψηται πρὸς τὸν ἄνδρα μακρᾶς τῶν ὅσοι γυμνάσιον ἕτεροι γλώττης ποιοῦνται τὴν τῶν ἔν γε τῷ παρόντι γινομένων συγγραφικὴν ἀφήγησιν ἡμῖν γε παραπλησίως.
εἰ γάρ τις τῶν ἔξωθεν τοῦ τὰ τοιάδε συγγράφειν ἑστὼς γυμνασίου, καθάπερ τις Ἑλλανοδίκης καὶ ἀπαθὴς ἀθλοθέτης, ἐθέλοι σκοπεῖν, ὄψεται μὲν τοὺς ἄλλους ὀργῇ καὶ θυμῷ στρατηγουμένους καὶ γράφοντας παρὰ τοσοῦτον πάθους ἐκείνους οὐ μάλα ἐκτὸς, παρόσον ἀληθείας οὐδ’ ὅλως ἔμεγε ἐκτός. (Θ.) Οὐ γὰρ λελείψεταί μοι τῶν πάντων ὥσπερ οὐδὲν τῶν ἐπαινουμένων, οὕτως οὐδὲ τῶν ψεγομένων οὐδὲν, εἴ τι καὶ τούτῳ σαφῶς ἀνθρώπῳ γε ὄντι ἡμάρτηται, εἴτε κατὰ γνώμην καὶ βούλησιν, εἴτε κατ’ ἄγνοιαν, εἴτε καὶ τῆς τοῦ χρόνου τε καὶ τῶν ἀναγκαίων βιαζομένης πραγμάτων φορᾶς. πάντων γὰρ τούτων μόνα τὰ κατὰ γνώμην καὶ βούλησιν ἔχει τὸ κράτος τῶν ψόγων καὶ τῶν ἐπαίνων.
PG 148:868ὅσα δὲ ῥεούσης τό γε δοκεῖν αὐτομάτως καὶ λόγων τῶν προσηκόντων τῆς τύχης ἐκτὸς, καὶ νῦν μὲν τὸ εὔδαιμον χορηγούσης τοῖς γινομένοις ὅλῃ δεξιᾷ καὶ δρόμοις ἀσχέτοις, νῦν δὲ τῆς εὐθείας ἀποπλανώσης, καὶ πρὸς κρημνοὺς ὁδηγουμένης ὁμοῦ καὶ σκοπέλους ἀτοπημάτων, καὶ πράγματα θρήνων μεστὰ καὶ δακρύων μακρῶν προξενούσης, οἷς κακοπραγεῖν πρὸς τῆς ἀγούσης τὰ πάντα προνοίας νενομοθέτηται, ταῦτα δ’ οὔτ’ ἂν αὐτὸς ἐπαινοίην ἑκών γε εἶναι, οὔθ’ ὁλοσχερῶς ταῖς τῶν ψεγομένων ἔγωγε θείην μερίσιν. οὐ γὰρ πράξεις μᾶλλον αὐτὸς ὁμολογήσαιμ’ ἂν ταῦτ’ εἶναι τοῦ δρῶντος, ἢ φοράν τινα ἄλογον (ὥς γε εἴρηται) τύχης, ἢ εὐγνωμονούσης, ἢ χοίνικας συμφορῶν οὐ μάλα εὐμενῶς ἀπεμπολεῖν αἱρουμένης καθ’ ὧν ἐπείγεται δυσμενῶς. ὡς γοῦν ἀστεφάνωτον, ὃ μὴ κατὰ πρόθεσιν γνώμης εὐδοκιμεῖ, οὕτως ἀκατηγόρητον οἴομαι δεῖν, ὃ μὴ κατὰ προαίρεσιν ἀτυχεῖ.
PG 148:870(Ι.) Δειχθέντος τοιγαροῦν, ὡς διὰ τὴν ἑκούσιόν τε καὶ ἀπὸ γνώμης ἐκείνην καρτερίαν, καὶ τὸ μὴ ἐθέλειν ἀμύνεσθαι τοὺς τότε λυποῦντας, οὐδὲ μέχρι χειλέων ἄκρων, νηνεμίαν αὐτῷ τῶν κινδύνων κατέστησεν ὁ δίκαιος ἄνωθεν ἀθλοθέτης ἐν τοσούτῳ χειμῶνι καὶ κλύδωνι τῶν κακῶν, δειχθήσεται πάντως πλατύτερον κατὰ χώραν ἡμῖν γενομένοις, τοῦ λόγου προβαίνοντος, καὶ ὅπως ἐν ὑστέροις συμπέπτωκε τούτῳ πάντα τἀναντιώτατα, τηρεῖν βουλομένοις τὸ τῆς ἱστορίας ἀληθὲς ταυτησὶ, καὶ πεῖσαι τοὺς ταύτῃ συνεσομένους τῷ χρόνῳ, καὶ κατ’ ἐμπάθειαν ἡντιναοῦν μήτε τὰ ἐπαίνων καὶ θαύματος τοῦ ἀνδρὸς, μήθ’ ὅσα τῆς ἐναντίας ἐβλάστησε ῥίζης, ἐξαίρειν τῷ λόγῳ νομίζειν ἡμᾶς τοῦ χρεὼν ὑψηλότερον· ἀλλ’ αὐτὴν ὡς ἔτυχεν ἔχουσα τὴν ἀλήθειαν ἀφηγουμένοις πιστεύειν, καὶ μίαν τινὰ τὴν ὠφέλειαν ἑκατέρωθεν πάντας καρποῦσθαι, συνορῶντας εἰκός τε καὶ μάλα τοῖς σπέρμασιν ἁρμόττον κατόπιν ἰὸν τὸ γεώργιον· οἷς μὲν ἐξ ἀγαθῆς προαιρέσεως ὁρμᾶσθαι ἐνῆν, ἀγαθόν· οἷς δ’ ἐξ ἧς ἀντιβαίνει μοίρας τὰ χείρω καὶ μοχθηρῶς τὸ ἀδικοῦν ἀνθοπλίζεται πρὸς τὴν τῆς ἀληθείας εὐθύτητα, τούτοις δ’ αὖ τοὐναντίον ἅπαν.
ὅθεν δὴ καὶ ἐπανακτέον τὸν λόγον. (ΙΑ.) Ὁ γάρ τοι βασιλεὺς, τριάκοντά που μόνας ἡμέρας ὡμιληκὼς τῷ Κράλῃ μετά γε τὴν εἰς αὐτὸν κάθοδον, τελευτῶντος ἤδη τοῦ θέρους ἐκείνου, καὶ ἀρχομένου τοῦ φθινοπώρου, καὶ τῶν ἀμπέλων ἀκμαζουσῶν καὶ μονονουχὶ τοὺς τρυγητῆρας τρανῇ τῇ γλώττῃ προκαλουμένων, ἧκε μετά τε τῶν οἰκείων δυνάμεων, καὶ πρός γε μακρῷ πλειόνων τῶν ἐκ Σερβίας ὅπλων, ἐπὶ τὴν πόλιν Σεῤῥῶν, αἱρήσειν ἐλπίζων αὐτὴν ἀμαχητὶ, συλλαμβανόντων ἴσως ἔνδοθεν συχνῶν προδοτῶν, ὁπόσοι θερμότερον τούτῳ προσέκειντο, καὶ μάλα ῥᾳδίαν τὴν εἴσοδον κρύφα γράφοντες ἐπηγγέλλοντο. ἀλλὰ τοῦ θεοῦ κἀνταῦθα σαφῶς τοῖς τούτου βουλήμασιν ἀντιπράττοντος, ἄπρακτός τε ἦν ἡ σπουδὴ καὶ μάταιος ὄχλος ἡ πᾶσα παρασκευή. πρὶν γὰρ αὐτὸν περιστρατοπεδεύσαντα τῇ πόλει πολεμίους χεῖρας ἐπενεγκεῖν, νόσημά τι θανάσιμον ἐνσκήπτει τῷ στρατοπέδῳ τῶν Τριβαλλῶν· εἴτε τῆς τῶν σταφυλῶν ἀταμιεύτου καὶ ἀφειδοῦς βρώσεως, εἴτ’ ἄλλης ἡγησαμένης αἰτίας, οὐκ οἶδ’ ὁπότερον. πάσης οὖν ἀμηχανούσης καὶ χειρὸς καὶ γνώμης ἰατρικῆς πρὸς τὸ πάθος, συχνοὶ καθ’ ἡμέραν ἑκάστην νεκροὶ κατωρύττοντο·
καὶ ἐπειδὴ βραχυτάτων ἐντὸς ἡμερῶν ὑπὲρ τοὺς χιλίους ὁ θάνατος ἐξήνεγκε τοῦ βίου, καὶ πλείους ἐπὶ τούτοις ἐξάγειν ἠπείγετό τε καὶ ἐπηγγέλλετο, ἄραντες τὴν ταχίστην ἐπανῆκον ἐκεῖθεν ἅπαντες, ἀπαγγέλλοντες τῷ Κράλῃ τὸ χωρὶς ἀνθρωπίνου πολέμου συμπεπτωκὸς δυστύχημα τῷ στρατῷ. δ. Τούτων δ’ οὕτως ἐχόντων, ἐπειδὴ καὶ ὁ τοῦ φθινοπώρου καιρὸς ἑξῆς ἐτελεύτα, καὶ ῥᾴδιον οὔπω μανθάνειν τοῖς φίλοις ἦν, ὅπως ἔχει τὰ βασιλέως, ἐν ἀλλοτρίᾳ γῇ συνδιαιτωμένου βαρβάροις καὶ ξένοις ἤθεσι, δέδειχε μὲν δὴ πρῶτος Ἀμοὺρ ὁ Πέρσης, ὁ Λυδῶν ἀρχηγὸς, ὅσον ἐν τοῖς καρδίας θαλάμοις ἔθαλπε τὸν τοῦ βασιλέως ἔρωτα. χειμῶνος γὰρ ἤδη μεσοῦντος, καὶ θαλάσσης ὁμοῦ καὶ ἀέρος πολλὴν ἐχόντων τὴν ἀταξίαν καὶ σύγχυσιν, σὺν πολλῷ τῷ στρατῷ διαβὰς τὸν Ἑλλησποντίαν πορθμὸν ἐζήτει μάλα τὸν φίλον θερμῶς. καὶ ἐπειδὴ ῥᾴδιον οὐκ ἦν αὐτῷ μήτ’ ὀφθαλμοῖς οἰκείοις ἐκεῖνον θεάσασθαι, μήτε μαθεῖν ἐν οἵαις τύχαις ἐκεῖνος τηνικαῦτ’ ἦν· ἐκώλυε γὰρ τὸ πολὺ τοῦ ψύχους, καὶ ἅμα χιὼν τηνικαῦτα κατενεχθεῖσα κατὰ δαψιλὲς ἀπόρευτον ἐποίει καὶ ἄβατον τὴν ἐς ἐκεῖνον ὁδόν·
ἐλθὼν ἡσυχῆ παρεστρατοπέδευσε περὶ τὰ τοῦ Διδυμοτείχου προάστεια, καὶ δουλικήν τινα πεπομφὼς ἐκεῖθεν Εἰρήνῃ τῇ βασιλίδι προσκύνησιν, αἴθριος διενυκτέρευέ τε καὶ διημέρευεν ἐγκαρτερῶν τῇ τῆς χειμερινῆς ὥρας ἐκείνης σκληρότητι, καὶ τὸν φίλον ἀπόντα ζητῶν, κἀκ μέσης ἀποκλαιόμενος τῆς ψυχῆς· καὶ πολλὰ πρὸς τῆς βασιλίδος καλούμενος εἰς ὄψιν ἐκείνῃ τὸ παράπαν ἐλθεῖν οὐκ ἠνείχετο. (Β.) Ποίοις γὰρ ἔφασκεν ὄμμασι βλέψω δακρύων δακρύουσαν ἐπὶ τῷ βασιλεῖ, τοσοῦτον ἀποδημοῦντι χρόνον ἐν ἀλλοφύλων χερσὶ, καὶ ἥκιστα σαφῶς ἐγνωσμένῃ γῇ. αὐτός τε γὰρ διαῤῥαγείην ἂν πρὸς τὰς παρούσας τύχας ἐκείνης ἰδὼν, καὶ τὰς περισχούσας τὴν βασιλικὴν οἰκίαν τραγῳδίας τε καὶ ἀδοκήτους φεῦ συμφοράς· καὶ ἅμα αὐτὴν, ἀντὶ τοῦ παραμυθήσασθαι, πρὸς μείζους ἀναφλέξω τοὺς θρήνους. οὐ θεωρίας οὖν ὁ παρὼν καιρὸς οὐδὲ λόγων, ἀλλὰ δακρύων μακρῶν. ἐμβριθὲς γὰρ τὸ πάθος, καὶ δριμείας μὲν κομίζειν δοκεῖ μοι τὰς φλεγμονὰς, δριμυτέρους δ’ ἐπάγειν μου τῇ ψυχῇ τοὺς πρηστῆρας·
PG 148:871ἐπεὶ τὸν ἐντυπωθέντα μου τῇ καρδίᾳ κάλλιστον φίλον βλέπειν οὐκ ἔχω, τοῖς βασιλικοῖς στρατοπέδοις περικυκλούμενόν τε καὶ ἐγκαλλωπιζόμενον. (Γ.) Καὶ οὐκ ἔλεγε μὲν ταῦτα τῇ γλώττῃ, οὐκ ἔπασχε δὲ τὴν ψυχήν. ἀλλὰ μακρῷ τινι μεῖζον τὸ πάθος ἔνδον αὐτοῦ τὴν ψυχὴν ἐπυρπόλει καὶ ἔκαιεν, ὡς ἐμφανέστερον πολλαχῆ προϊοῦσαν δείξειν τὴν ἱστορίαν αὐτὸς ἰσχυρίζομαι. οὕτως οὐ βάρβαρον ὁ βάρβαρος εἶχε τὸν τρόπον, ἀλλ’ ἥμερον καὶ παιδείας Ἑλληνικῆς τὸ παράπαν ἐχόμενον. ἡ γὰρ ὁμοιότης τῶν τρόπων, εἰ μή τι πλέον, ἀλλ’ οὖν Ὀρέσταις ὁμοῦ καὶ Πυλάδαις σαφῶς εἰσποιεῖ· οἱ μὲν γὰρ ὁμόφυλοι, κἀξ αἱμάτων συγγενικῶν, καὶ νόμων καὶ μαθημάτων μετεσχηκότες ὁμοῦ τῶν αὐτῶν· ὁ δὲ βάρβαρον ἔχων τὴν γένεσιν, καὶ βαρβάροις ἤθεσί τε καὶ νόμοις συντεθραμμένος, καὶ ἀλλοφύλῳ χρώμενος φωνῇ καὶ γλώττῃ καὶ διαίτῃ, καὶ πολλαῖς μὲν θαλάσσαις, πολλοῖς δ’ ὄρεσί τε καὶ φάραγξι Καντακουζηνοῦ διϊστάμενος, ἄμικτον εἶχε πάντη τὸν βίον αὐτῷ καὶ ἀγνῶτα καὶ ἀλλόφυλον· φαίην δ’ ἂν καὶ ἐν ἐχθρῶν τεταγμένον μοίρᾳ·
PG 148:874ὡς μακροῖς τισι διὰ ταῦτα τοῖς μέτροις τουτονὶ παρελαύνειν ἐκείνους εἰς λόγον φιλίας, καὶ πολὺ τὸ ὑπερβάλλον τῆς θέρμης τὴν τούτου μᾶλλον κεκτῆσθαι σχέσιν, ἢ τὴν ἐκείνων. (Δ.) Εἰ δέ τις Καντακουζηνῷ χαριζόμενος τὸ πᾶν τῆς βελτίονος αἰτίας τουτωὶ̈ φέρων ἀνατιθείη, ἀδικήσειεν ἂν ἐς τὸ προφανὲς τὴν ἀλήθειαν. ἀμφοτέροις γὰρ εἴ τις τουτὶ παρέχοιτο τἀγαθὸν, οὐδένα ἂν σχοίη, ὅστις καὶ μέμφεσθαι βούλοιτο. εἴ τις δ’ ἐκείνου καθάπαξ τοῦτ’ ἀφαιροίη τἀγαθὸν, ὅτι βάρβαρον ἔσχε τὸ γένος καὶ ἥκιστα συγγενὲς, οὐδένα ἂν οἶμαι σχοίη τῶν πάντων, ὅστις οὐκ ἐπιεικῶς μέμψαιτο. τὴν γὰρ τῆς ψυχῆς ὁμόνοιάν τε καὶ συγγένειαν οὐχὶ τὸ γένος, ἀλλ’ ἡ τῆς γνώμης δείκνυσι ταυτότης.
PG 148:876ὡς γὰρ ἐν τοῖς μουσικοῖς ὀργάνοις, ὅσα ἐν αὐλοῖς καὶ λύραις καὶ κιθάραις καὶ τυμπάνοις, οὐχ ἡ τῶν τόπων ἐγγύτης τὴν τῆς ἁρμονίας δημιουργεῖ συμφωνίαν, ἀλλ’ ἡ τῆς φωνῆς ἐμμελὴς ὁμοιότης, κἂν ἀλλήλων πόῤῥω που τὴν τοπικὴν τύχωσιν ἔχοντα θέσιν τὰ τῆς φωνῆς τελεσιουργὰ, οὕτω δὴ τὸ παραπλήσιον δείκνυται κἀν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, κἂν ἀλλοφύλους ἔχοντες τύχωσι τὰς τοῦ γένους κρηπῖδας, κἂν μυρίοις ὅροις γῆς καὶ θαλάττης ἀλλήλων ἀπέχωνται. (Ε.) Βεβαιότερα δ’ ἔσται τοῖς εἰρημένοις ἐχέγγυα, ὁπόσα προϊόντι τῷ λόγῳ λελέξεται περὶ τοῦ βαρβάρου τοῦδε τὸ γένος καὶ οὐ τὸν τρόπον ἀνδρός· οἷον δὴ κἀκεῖνο. πλεῖστα γὰρ τῆς βασιλίδος Εἰρήνης ἐκ Διδυμοτείχου πεμπούσης, ὁπόσα εἰς τροφὴν ἐπιτήδεια, καὶ ὅσα ἐν ἐνδύμασι, καὶ ὅσα νυκτερινῆς σκέπης ἀποπληροῦντα χρείαν τὴν τοῦ χειμερίου ψύχους ἀποσοβεῖν ἐδύναντο τηνικαῦτα δριμύτητα, οὐδὲν οὐδαμῆ προσεδέξατο· ἀλλ’ ἔφησεν εἶναι σαφῶς τῶν ἀτοπωτάτων, ἐν ἀλλοτρίᾳ καὶ ὑπερορίῳ γῇ σκληρότητι πλείστῃ προστετηκότος τοῦ φίλου, διάγειν ἐν εὐπαθείαις αὐτόν.
καὶ εἰ μὲν ἐνῆν αἵμασι ψυχῆς βάψαντα σκηνὴν ἐν ταύτῃ με σκηνοβατεῖν, ἦν ἄν μοι τοῦτο παραμύθιον εὐγενὲς πρὸς ἔνδειξιν τῆς ἐν καρδίᾳ φλογὸς καὶ τοῦ πρὸς τὸν φίλον ζῶντος πόθου. ἐπεὶ δ’ ἀσώματος ἡ ψυχὴ γενομένη κηλῖσιν αἱμάτων οὐκ ἀναπέφυρται, οὐχ ὁρῶ τίς μηχανὴ βελτίων γένοιτ’ ἂν ἐμοὶ τῶν περισχουσῶν με νῦν ὀδυνῶν ἀπαλλάττουσα. (2.) Ἐλύπει γὰρ καὶ κομιδῇ συνετάραττε μὴ μόνον τὸ τοῦ βασιλέως πάθος αὐτὸν, ἀλλ’ οὐχ ἧττον καὶ τὰ τῆς βασιλίδος δάκρυα, κατὰ τὰς πολυπενθεῖς τρυγόνας θρηνούσης τε καὶ ἀνιωμένης μάλα πικρῶς περὶ τοῦ συζύγου καὶ βασιλέως, καὶ σφόδρα ἀδημονούσης, καὶ ἅμα πανταχόθεν ἐς βύθους ὠθουμένης μακροὺς, τοῦ καθάπαξ καὶ αὐτό γε τὸ ζῇν ἀπογνῶναι. οἵ τε γὰρ ἐκ Βυζαντίου πολέμιοι, μέχρι προαυλίων Διδυμοτείχου συχνὰς τὰς ἐφόδους ποιούμενοι, μικροῦ καὶ τειχήρεις ἐβιάζοντο τούτους καθῆσθαι· ὅ,τε λιμὸς μετὰ τῶν συνεχῶν καὶ πολυπλόκων ἐπιβουλῶν χαλεπώτερος πολλῷ τῶν ἔξωθεν πολέμιος ἦν, ἅτε συνέστιος καὶ ὁμόστεγος ὑπάρχων αὐτός·

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οἵ τε φρουροὶ καὶ ἡμεροσκόποι τῶν Βυζαντίων, τὰ ἔνεδρά τε πάντα καὶ τὰς παρόδους διαλαχόντες, ἐμποδὼν ἐγίγνοντο μάλα γε ἐθελούσῃ δι’ ὁτωνδήποτε λάθρα μανθάνειν περὶ τοῦ βασιλέως. (Ζ.) Παρεμυθεῖτο τοίνυν τοιαύτης τύχης τραγῳδίαις συνοῦσαν αὐτὴν, καὶ ὑπισχνεῖτο πάσῃ ψυχῆς προθυμίᾳ τὰ κατὰ γνώμην ἅπανθ’ ὑπηρετεῖσθαι, κἂν δέῃ καὶ θάνατον ὑπομένειν αὐτόν. ἐπεὶ δ’ ἡ φορὰ τοῦ χειμῶνος ἐκείνου νύκτωρ καὶ μεθ’ ἡμέραν ἀεὶ πρὸς τὸ ἀκμαιότερον προὔκοπτε, καὶ ἀνέλπιστον τέως ἐτίθει τὸ τοῦ ἀέρος μειδίαμα, καὶ ἅμα πολλὴ καὶ συνεχής τις ἐπενέμετο φθορὰ τὸν Περσικὸν στρατὸν, ἣν ἡ τοῦ χειμῶνος ἔτικτεν ἀκμὴ καὶ πρός γε τῶν ἀναγκαίων ἡ ἀπορία, καὶ μήθ’ ἑαυτῷ μήτε τοῖς φίλοις ἔν γε τῷ παρόντι βοηθεῖν αὐτῷ ῥᾴδιον ἦν, ἐμποδὼν ἱσταμένου τρόποις ἀποῤῥήτοις τοῦ θείου βουλήματος, οἴκαδε τὸν Ἑλλήσποντον διαβὰς ἐπανῄει.
(Η.) Τῆς δὴ τοιαύτης τοῦ Πέρσου σπουδῆς εἰς τοῦτο τέλους ἐληλυθυίας, δεύτερος ὁ τὰ πολέμια κράτιστος, καὶ τῶν ἐν Διδυμοτείχῳ καταλειφθέντων στρατηγῶν (ὡς εἰρήκειμεν) εἷς, Μανουὴλ ὁ Ταρχανειώτης, ὃς δὴ καθ’ αἷμα προσήκων τῷ βασιλεῖ καὶ ἡρωϊκός τις ἦν ὁ ἀνὴρ, καὶ τὰ πάντα γενναῖος, καὶ χεῖρα καὶ γνώμην καὶ σώματος ἀναδρομὴν, καὶ πολλαῖς μὲν ἐναθλήσας μάχαις πολεμικαῖς, πολλαῖς δ’ ἐγκαρτερήσας πληγαῖς, κράτιστος γέγονε τὰ ἐς πεῖραν πολεμικήν· δι’ ἃ δὴ καὶ στρατηγὸς τῶν ἐν Διδυμοτείχῳ δυνάμεων πρὸς τοῦ βασιλέως καταλειφθεὶς ψυχή τις ἦν τοῖς ἐκεῖ τηνικαῦτα καὶ χρηστῶν ἐλπίδων θησαυρός· οὗτος οὖν μόνος θαῤῥήσας τέως ἐπὶ ζήτησιν ἐξῄει τοῦ βασιλέως, πεμφθεὶς ἐκ Διδυμοτείχου πρὸς τῆς βασιλίδος Εἰρήνης· οὐ γὰρ ἦν ἠρεμεῖν ἀγνοοῦσιν ὅποι τὸ τῆς βασιλείου τύχης τε καὶ συμφορᾶς εἰπεῖν τραγῳδικῆς ἐκεχωρήκει πρᾶγμα· δι’ ὃν πολλούς τε ἀνηντλήκασι μόχθους καὶ βίας καὶ ἔτ’ ἀντλεῖν ἔμελλον.
διὰ δὴ δέος οὗτος τὴν εὐθεῖαν καταλιπὼν ἐπὶ τὰ εὐώνυμα ἀνοδίαις τε διετέλεσε χρώμενος καὶ πρὸς χωρία παραβαλλόμενος ὑψηλὰ καὶ δυσπόρευτα, ἕως ὑπερβαλὼν τὸ ὄρος τὸν Αἷμον ἔλαθεν εἰς τὴν Τριβαλλῶν ἐκπεπτωκὼς γῆν ἀθῶος κακῶν. ἔνθα τὸν βασιλέα ζητήσας τε καὶ εὑρὼν, καὶ ὅσα εἰκὸς ὡμιληκὼς, τάχιστα ἐπανῆκεν εἰς Διδυμότειχον, ἀγγελίας κομίζων τοῖς τε ἄλλοις καὶ μάλιστα πάντων Εἰρήνῃ τῇ βασιλίδι σφόδρα ἀληθεῖς καὶ ἀκαπηλεύτους, καὶ δόξας ὥσπερ ὑφ’ ἡλίῳ μάλα καομένοις ζέφυρός τις ἀναψύξεως. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ε. Ἦρος δ’ ἀρχομένου τὰς δυνάμεις αὖθις ἀναλαβὼν ὁ βασιλεὺς ἦγεν ἐπὶ τὴν πόλιν Σεῤῥῶν, καὶ ὅσα πέριξ εἰσὶ φρούρια καὶ πυργώματα μέχρι Φιλίππων. κἀπειδὴ πεῖραν προσάγων ἐν τοῖς ὁμοίοις ἦν ἀτυχήμασιν, ἐμποδὼν ὡς ἔοικεν ἱσταμένου τοῦ θείου βουλήματος, ἔδοξεν αὐτῷ διαβαίνειν εἰ δύναιτο μέχρι καὶ ἐς Διδυμότειχον, τοὺς μάλα ποθοῦντας ὀψόμενός τε καὶ ὀφθησόμενος.
ἐπεὶ δὲ τοῖς περὶ αὐτὸν ἐπικούροις τε καὶ συμμάχοις Τριβαλλοῖς, ἀκηκοόσι πολλὴν εἶναι τὴν ἐφεδρεύουσαν τῶν ἐναντίων δύναμιν περὶ τὰ πρόσω στενὰ τῆς Χριστουπόλεως, ἀνθίστασθαι συνέβαινε πρὸς τὸ δόγμα διὰ δειλίαν καὶ δέος, καὶ ἄλλως βλακικωτέροις οὖσι καὶ τὰς ὑπερορίους οὐ σφόδρα ἀγαπῶσιν ἐκστρατείας, ὀπίσω ἀπήλλαττεν αὖθις ἐς τὰς τῶν Τριβαλλῶν νομὰς καὶ αὐτὸς, ἄκων τε καὶ μάλα πλείστους ἐπαγόμενος κατὰ καρδίας τοὺς τῆς λύπης ἄνθρακας, διὰ τὸ μὴ κατὰ γνώμην δήπουθεν αὐτῷ τὰ πράγματα ἀπαντᾷν. πεποίηται μέντοι τὴν ἀναχώρησιν μέχρι καὶ ἐς πόλιν τὴν Στρουμμίτζαν, καὶ ὅσα ἐπέκεινα χωρία ἦν ἀναπεπταμένα τε καὶ ἱππήλατα· ἔνθα δὴ καὶ τὸν Κράλην Σερβίας τὰς ἐπαύλεις ποιεῖσθαι τέως συνέβαινεν. (Β.) Εἷς δ’ ἦν ἤδη τῶν αὐτῷ ἑπομένων καὶ ὁ Ἀσὰν Ἰωάννης. ὃ γὰρ πρὸ βραχέος ἐπιτροπεύων ἦν Μελενίκου φρούριον, ἐντολαῖς νῦν βασιλικαῖς τῷ Χρέλῃ παραδεδωκὼς πρὸς βασιλέα ἀφίκετο, καὶ διετέλει συνὼν αὐτῷ, συσκηνοῦντι τέως τῷ τῶν Τριβαλλῶν ἡγεμόνι.
(Γ.) Ἔτυχε δ’ ἀφιγμένη τηνικαῦτα κἀκ πόλεως Βεῤῥοίας πρεσβεία τῷ Κράλῃ, λόγους περὶ ὧν ἀπῄτει κομίζουσα καὶ ζητοῦσα μαθεῖν ἀκριβῶς, ἃ κατὰ γνώμην ἐστίν. ἀπῄτει δ’ ὑπήκοον τὴν πόλιν τούτῳ γενέσθαι καὶ ὑποχείριον, τῇ ἀκροπόλει φρουρὰν Τριβαλλῶν ἐμβαλόντι, πρὶν ἂν ἀκουσίων αὐτῶν πολέμου νόμοις ἐξανδραποδίσηταί τε καὶ διαρπάσῃ καὶ πόλιν καὶ οἰκίας ἅμα καὶ γυναιξὶ καὶ τέκνοις. τοῖς μέντοι πρεσβεύουσι καταπλαγεῖσι πρὸς τὴν τῶν λεγομένων ἐμβρίθειαν καὶ ἀποτομίαν ἔδοξε βέλτιον λάθρα κοινολογήσασθαι τῷ βασιλεῖ Καντακουζηνῷ, καὶ δοῦναι λαμπρὰς τὰς ἐγγύας, εἰ βούλοιτο τὴν ταχίστην λαθὼν παρεισελθεῖν καὶ λαβεῖν ἀπονητὶ τὴν πόλιν αὐτός. εἶναι γὰρ μανιώδους ψυχῆς καὶ γνώμης, αἱρεῖσθαι πρὸ τοῦ ἡμέρου τὸ βάρβαρον, καὶ προτιμᾷν τῆς ὁμοφύλου τὴν ἀλλόφυλόν τε καὶ νόθον ἡγεμονίαν.
PG 148:877τούτων οὕτω συσκευασθέντων καὶ κυρωθέντων πρὶν αἰσθέσθαι τοὺς Τριβαλλοὺς, λόγοις ἀπατηλοῖς τισι μετεωρίσαντες τὴν τοῦ Κράλη διάνοιαν οἱ ἐκ Βεῤῥοίας πρέσβεις ἐπ’ οἴκου ἀνεχώρησαν, ἀπαγγέλλοντες τοῖς ἐν Βεῤῥοίᾳ τήν τε τῶν τοῦ Κράλη λόγων βαρύτητα καὶ ἃς ἀναγκασθέντες αὐτοὶ συνθήκας αὐτοκρατορικὰς πεποίηνται πρὸς βασιλέα, τοῦ καιροῦ σχεδιάσαντος τὴν τοιαύτην παραχρῆμα ἐπίνοιαν. (Δ.) Βραχεῖαι μετὰ τοῦτο παρῳχήκεσαν ἡμέραι, καὶ τὰς οἰκείας ὁ βασιλεὺς δυνάμεις ἀναλαβὼν ἐπὶ κυνηγέσια δῆθεν ἐξῄει, καὶ περιπάτους ἀνέσεώς τινος καὶ ῥᾳστώνης βασιλικῆς. καὶ μὲν δὴ οὔπω τρεῖς ἐκεῖθεν ἡμέραι παρῆλθον, καὶ τὴν πορείαν ἐπιταχύνας σφόδρα ἀταλαίπωρον εὗρε τὴν εἰς Βέῤῥοιαν εἴσοδον, σὺν πάνυ πολλῇ τῇ προθυμίᾳ καὶ ἡδονῇ καὶ ὑπτίαις τὸ δὴ λεγόμενον ὑποδεξαμένων τῶν Βεῤῥοιέων χερσί. τοῦτο γὰρ ἓν πρᾶγμα ὂν ἀμφοτέροις ὠφελείας μακρᾶς καὶ γαλήνης ἅμα γέγονεν αἴτιον, ἀπαλλαγεῖσι τῶν τοῦ Κράλη χειρῶν ἐν ταὐτῷ. θεοῦ δ’ ἦν πάντως τὸ χρῆμα, τοῦ τὰ δυσχερῆ ποιοῦντος ῥᾴδια, καὶ τοὐναντίον αὖ ὁπότε βούλοιτο, καὶ οἷστισιν ἐθέλοι τρόποις.
(Ε.) Ἐπεὶ γὰρ τεθέαταί τε καὶ ἔγνω σαφῶς τὸν βασιλέα περιφρονούμενόν τε καὶ ὑβριζόμενον ὑφ’ ὧν ἐν ἐλπίσιν ἔκειτο δοχῆς καὶ στοργῆς ἀξιοῦσθαι, μετέθετό τε τὴν γνώμην εὐθὺς καὶ αὐτὸς καὶ δρασμὸν ἐκ τῆς μνήμης γίνεσθαι ἑκών γε εἶναι ἐδίδου τῶν τε μελετηθέντων καὶ κυρωθέντων ἐν τῷ ἀφανεῖ τῆς οἰκείας καρδίας βουλευτηρίῳ τοῦ ἐπιόντος χρόνου πρὸς ἀμοιβὴν δι’ αὐτὸν ἀγαθῶν· καὶ πρὸς ἐπιβουλὰς τέως ἀπησχόλει τὸν νοῦν, καὶ ὅλος πρὸς Βυζαντίους ἦν ὑποῤῥέων, καὶ πρὸς τὰς ἐκεῖθεν ἠρέμα καθελκόμενος ὑποσχέσεις. (2.) Ἀλλ’ ὥσπερ πανταχοῦ τὰ τῆς ἀνθρωπίνης μελέτης ἡττώμενα κεῖται τοῦ θείου βουλήματος, οὕτως ἐπικρατέστερα κἀνταῦθα νῦν ἐγεγόνει, ἃ μηδ’ ὅλως οὐδαμῆ προσεδοκᾶτο τοῖς κινδυνεύουσι, μηδ’ ἐπὶ καρδίαν ἀνέβη θνητήν. τῷ μὲν γὰρ βασιλεῖ ἥδιστόν τι καὶ ἐλευθέριον ἀναπεπνευκέναι ἐπῆλθεν ὀψὲ, καὶ τῶν κατ’ αὐτὸν πραγμάτων ἀρχὴν νομίσαι τουτὶ καὶ κατάστασιν πρώτην·

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:879τῷ δὲ τῶν Τριβαλλῶν ἀρχηγῷ δι’ ὀργῆς ποιεῖσθαι τὸ συμβὰν, καὶ μεταμέλῳ μακρῷ τὴν ψυχὴν κατατήκειν, ὅτ’ ἐν χεροῖν ἔχων μεθῆκεν ὑπ’ ἀβουλίας τὸν μακρῶν θησαυρῶν γενησόμενον αἴτιον, κατά τε πλοῦτον ἀρχῆς ὁμοῦ καὶ χρημάτων καὶ ἀφοβίας τῶν ἐφεξῆς δαψίλειαν. (Ζ.) Ἐβούλετο μὲν οὖν πόλεμον ἄρασθαι κατ’ αὐτοῦ, καὶ μάχης ἄρξαι περιφανοῦς. δεδιὼς δ’ αὖ, μὴ πρὸς ἀθέτησιν πρῶτος χωρήσας αὐτὸς τῶν ὀμωμοσμένων ἀντιπράττοντι προφανῶς ἐντύχῃ τῷ θείῳ, κἀντεῦθεν ἥττης ἀγώνισμα γένηται μέγα καὶ ἅμα τῆς ἐξ ἀνθρώπων χλεύης κληροῦχος εὐθὺς, ἐπέσχεν ἔς γε τὸ παρὸν, σιγῶσι λογισμοῖς δαπανῶν τὴν ψυχήν. ἔφθη γὰρ ἑκατέρων μεταξὺ δι’ ὅρκων βεβαιωθεῖσα συμφωνία, μηδέτερον μηδετέρῳ ποτὲ γίνεσθαι κώλυμα πρὸς εὐτυχίαν ἡντιναοῦν ἀπαλλαγεῖσιν ἀλλήλων, ἀλλ’ ἐμμένειν τοῖς ἀσύλοις ὅροις ἀεὶ τῆς φιλίας, καὶ συγχωρεῖν ταῖς τῶν Βυζαντίων ὑπηκόοις πόλεσιν, ὅτῳ βούλοιντο προσχωρεῖν ὁπώσποτε, νῦν μὲν καθ’ ὁμολογίαν, νῦν δ’ ἐκ πολιορκίας ἑκατέρων ἄλλη ἄλλῳ, ἐμποδὼν οὐδενὸς οὐδενὶ καθεστῶτι. ταύτῃ τοι καὶ διὰ μυχῶν ἔκρυψε σιωπῆς τὸ συμβὰν οὐ μάλα ἐθέλων. 2.
PG 148:881Ἐν δὴ τούτοις ἧκεν ἐκ Θετταλίας καὶ ὁ τοῦ βασιλέως πρωτεξάδελφος, ἱππέας ἐπαγόμενος Θετταλῶν τοὺς ἀρίστους, Ἰωάννης ὁ Ἄγγελος, συνησθησόμενός τε τῷ γεγονότι τοῦ εὐτυχήματος καὶ εἴ τις εἴη χρείας ἔφεσις ἐπικουρήσων τὰ κράτιστα. ἀξιόμαχον γὰρ ἤδη καὶ αὐτὸς ἐκτήσατο δύναμιν, ἀφ’ οὗ τῷ τοῦ βασιλέως ἐπέμφθη δόγματι πρὸς τὴν τοιαύτην ἀρχὴν, ἔτι τῷ Κράλῃ συνόντος ἐν ὅροις τῶν Τριβαλλῶν, ὡς ἀνωτέρω που διελάβομεν. (Β.) Τάχιστα γὰρ ἀπιὼν ἐκεῖσε πρὸς αὔξην ἤγαγε τὰ Θετταλῶν πράγματα, διεῤῥωγότα καὶ κάμνοντα δι’ ἀλλήλων ταῖς ἀναρχίαις οὐχ ἧττον, ἢ τοῖς ἐκ πολλοῦ κατασχοῦσιν αὐτὰ Κατελάνοις. εἰς γὰρ τρυφὴν καὶ πότον ἤδη τῶν ἀπογόνων ἐκκυλισθέντων, μάλα ἀσθενῶς ἔσχε τὰ κατ’ αὐτοὺς, ὡς μηδ’ ἀντιπάλους ἔτ’ εἶναι δύνασθαι, μὴ ὅτι μεγάλαις δυνάμεσιν, ἀλλ’ οὐδὲ τοῖς παρασπωμένοις ἠρέμα καὶ διεῤῥηγνυμένοις οἴκοθεν μέρεσι. (Γ.) Τοιούτοις τοίνυν ὁ Ἄγγελος συμβεβηκὼς πράγμασιν, ἀνὴρ δεινὸς τὰ πολέμια, τά τε πλεῖστα τῆς Θετταλίας οἰκείαν ἔσχεν ἀρχὴν καὶ ἅμα παρεξιὼν Αἰτωλούς τε ὑπηγάγετο καὶ Λοκροὺς τοὺς Ὀζόλας.
εἷλε δ’ ὁμοῦ καὶ Ἀκαρνανίαν ἅπασαν τοῦ χρόνου χωροῦντος, ὑποχείριον πρότερον σχὼν καὶ τὴν ταύτης ἡγεμονίδα Ἄνναν, τὴν τοῦ πρὸ ἐτῶν ἤδη συχνῶν τεθνηκότος κόντου Κεφαλληνίας σύζυγον, ὡς ἀνωτέρω καὶ περὶ τούτου διαλαβόντες εἰρήκειμεν. ἣν ἀνελεῖν εὐθὺς παρώξυνον ἔνιοι· μηδὲ γὰρ ἠρεμήσειν αὐτῆς τὸ φίλαρχον, διὰ μακρῶν ἤδη τῶν χρόνων ἐν τῇ ψυχῇ στηριχθέν· ἀλλ’ ὥσπερ ἄνθρακες ἀχύροις τισὶν ἐμφωλεύοντες ἀγνοοῦνται λάθρα τὴν ὕλην ἐσθίοντες, μέχρις ἂν εἰς ὕψος ἀναῤῥιπίσωσι τὸ μεμηνὸς τῆς φλογός· οὕτω δὴ καὶ αὐτὴν ἐφεδρεύσειν ἐς ἀεὶ ταῖς τῆς ἐξουσίας ἐλπίσι, μέχρις ἂν συνεξεταζομένη τοῖς ζῶσιν ἕτερον ὁρᾷ περιεζωσμένον τὰ σκῆπτρα τῆς ἀρχῆς. αὐτὸς δὲ τούτων ἁπάντων τὸ τῆς συγγενείας προτιμήσας ἀνομοθέτητον δίκαιον τοῦ μὲν ἀναιροῦντος ἐφείσατο ξίφους· ἐν ἀδέσμῳ δ’ οὖν προσέταξε τηρεῖσθαι ταύτην φρουρᾷ· ἵνα μὴ παραπλήσιον αὖθίς τι δράσῃ, καθάπερ ὅτε πρὸς Ἀνδρονίκου τοῦ βασιλέως ἐν Θεσσαλονίκῃ μετενεχθεῖσα χρόνῳ ὕστερον ᾤχετο λάθρα φυγοῦσα εἰς τὴν τῶν Ἀκαρνάνων αὖθις ἀρχήν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑξῆς διαρκέστερον ἀφηγησόμεθα. νῦν δ’ ἐκεῖσε ἐπάνειμι. ζ.
Ἀναλαβὼν γὰρ ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις, καὶ ἅμα τοὺς ἐκ Βεῤῥοίας ἐστρατολογημένους, ᾔει πρὸς τὰς τῶν Θεσσαλονικέων ἐπαγγελίας. κρύφα γὰρ ἐκεῖθεν ἔνιοι τούτῳ διεμηνύσαντο, εἰ θᾶττον ἢ τῶν οὕτω βεβουλευμένων αἰσθέσθαι τὸν δῆμον ἴοι ἐπὶ τὰ τείχη, ῥᾳδίαν εὑρεῖν δι’ αὐτῶν τὴν ἐς τὴν πόλιν πάροδον. ἰών γε μὴν ἔγνω τὴν ἐπιβουλὴν ῥυεῖσαν ἐς τὰς τοῦ δήμου φατρίας καὶ πρὸς θυμοὺς ὁπλομάχους ἀναφλέξασαν ἅπαντας κατά τε τῶν ἐπιβούλων καὶ αὐτοῦ. διὸ δὴ καὶ ἀπρακτούσας ἀνειληφὼς τὰς ἐντεῦθεν ἐλπίδας ἐπὶ Βέῤῥοιαν εὐθὺς ἀναχωρεῖν ἐποιεῖτο διὰ σπουδῆς. (Β.) Ἐπὶ τούτοις γὰρ καὶ ὁ Βυζάντιος κατέπλευσε στόλος ἐς τὸ τῶν Θεσσαλονικέων ἐπίνειον, ναύαρχον ἔχων Ἀλέξιον τὸν Ἀπόκαυκον καὶ ναυτικὴν δύναμιν μάλα πολλήν. ἦσαν γὰρ Ῥωμαϊκαὶ μὲν νῆες πλείους ἢ πεντήκοντα· Περσικαὶ δὲ, κατὰ συμμαχίαν ἑπόμεναι, δύο καὶ εἴκοσι.
PG 148:883τὰ γοῦν κατὰ Θεσσαλονίκην πράγματα διαθέμενος αὐθήμερον ὁ Ἀπόκαυκος ὡς ἐβούλετο, καὶ ἅμα καθοπλίσας καὶ παρασκευασάμενος ἐς τὴν ὑστεραίαν ἥν τε εὗρεν ἐν Θεσσαλονίκῃ δύναμιν στρατιωτικὴν καὶ ἣν ἐπαγόμενος ἧκεν αὐτὸς ὁμόφυλόν τε καὶ ἀλλόφυλον ναυτικὴν, τὴν διὰ γῆς ἐπὶ Βέῤῥοιαν ἐπιταχύνειν ἐνεθυμήθη πορείαν, εἴ πως δυνηθείη καταλαβεῖν περὶ τὴν τοῦ μεταξὺ Βεῤῥοίας καὶ Θεσσαλονίκης ῥέοντος ποταμοῦ διάβασιν τὸν τοῦ βασιλέως στρατόν. ἐνταῦθα γὰρ ἀνύσειν ᾤετο μάλιστα τόλμης ἀγώνισμα καὶ τρόπαιον ἔνοπλον, κατακερματισθέντων ἴσως τῶν πολεμίων, καὶ τῶν μὲν διαβάντων ἤδη, τῶν δ’ ἔτι διαβαινόντων, τῶν δὲ παρὰ τὸ χεῖλος τῆς διαβάσεως ἑστηκότων. (Γ.) Τῷ γε μὴν βασιλεῖ κατεσπουδασμένην ποιουμένῳ τὴν ἀναχώρησιν οὐδὲ τὴν πρόσω πορείαν ἄμοχθόν τε καὶ ἀταλαίπωρον εὑρεῖν ἐξεγένετο.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τοῦ γάρ τοι ποταμοῦ ἥκισθ’ ὅποι βουλομένοις εἴη τοῖς ἀεὶ διαβαίνειν ἐθέλουσι προσηνὲς πανταχῆ καὶ βάσιμον παρεχομένου τὸ ῥεῖθρον, ἀλλ’ ἐν βραχέσι τόποις, καὶ τούτοις οὐκ ἐς προὖπτον κειμένοις ὅτῳ ἂν εἴη βουλομένῳ παντὶ διαβαίνειν, ἀλλ’ ἀγνώστοις ὡς τὰ πολλὰ καὶ πολλὴν ἐπίκρυψιν ἔχουσιν, οὐ μόνον ἐν χειμῶνός τε καὶ ἦρος ὥραις, ὁπηνίκα δαψιλέστερον ἔχει τὸ κράτος ἡ τῶν ὑδάτων φύσις, βαπτίζουσά τε καὶ κατακλύζουσα τὰ εἰθισμένα μέρη τῆς γῆς, ἀλλὰ καὶ θέρει τε καὶ φθινοπώρῳ, ἐνέδραν ἐποιήσαντο παρὰ τὰς ἐπὶ θάτερα τοῦ ποταμοῦ δισχίλιοί που τὸν ἀριθμὸν ὁπλῖται τῶν Τριβαλλῶν, ἔνθα μάλιστα διαβαίνειν ἐπίδοξος ἦν ὁ βασιλεὺς κατὰ τὴν ἐπάνοδον ὁμοῦ τῷ στρατῷ, ὡς ἂν ἐξαίφνης ἀγνοοῦσι περὶ τὴν διάβασιν ἐπεισπεσόντες περιβόητον στήσωσι τρόπαιον ἐν βραχεῖ. τούτους γε μὴν οἱ πρόδρομοι τῶν στρατιωτῶν τοῦ βασιλέως πόῤῥωθεν θεασάμενοι αὐτοί τε ἀπεγνώκεσαν καὶ μακρὰν τὴν δειλίαν ταῖς βασιλικαῖς δυνάμεσιν ἐμβεβλήκεσαν.
(Δ.) Καὶ τάχ’ ἂν ἐν ἐκείνῳ τῆς ὥρας ἐφθείροντο, μεταξὺ δυοῖν στρατῶν πολεμίων ὡς ἐν δικτύῳ συνειλημμένοι, καὶ ἅμα τοῦ ποταμοῦ τὴν στρατοπεδείαν καὶ τὴν ὀφειλομένην παράταξιν κωλύοντος, εἰ μὴ θεὸς ἐκ τοῦ σχεδὸν ἀπροσδόκητον ἐχαρίσατο τὴν ἐπίκουρον χεῖρα· ὃς τὰ μὲν προσδοκώμενα πολλάκις ἄπρακτα τίθησι, τοῖς δὲ μηδαμῆ προσδοκηθεῖσι δεξιὰν χαρίζεται τὴν λῆξιν. Ἀπόκαυκος μὲν γὰρ δειλίᾳ μακρᾷ τὴν ὁρμὴν ἀνεχαίτισεν ἑαυτοῦ· ἀνὴρ δέ τις τῶν ἐγχωρίων, ἄρτι τὴν Τριβαλλῶν διαδρὰς προνομὴν, ἧκεν αὐτόμολος τηνικαῦτα τῷ βασιλεῖ, δείξειν ἐπαγγελλόμενος ἑτέραν τῆς ἐγνωσμένης διάβασιν, εἰ δαψιλεστέρους τοὺς μισθοὺς ἀπολάβοι. ἐπὶ δὴ τοιούτοις τῷ βασιλεῖ τῆς διαβάσεως γενομένης, ἐκπλαγέντες ἐκεῖθεν οἱ Τριβαλλοὶ τὸ τοῦ πράγματος παράδοξον ᾤχοντο τὴν ταχίστην ἀνὰ τὴν χώραν ἄλλος ἄλλοθι διασκεδασθέντες. η. Οὕτω δὲ κακῶν ἀπαθῆ πρὸς Βέῤῥοιαν διασεσῶσθαι τὸν βασιλέα Ἀπόκαυκος ἀκηκοὼς ὁμοῦ τῷ στρατῷ οὐκ ἐνέβαλεν (ὡς ἔφημεν) εὐθὺς εἰς τὴν πολεμίαν, ἀλλ’ ὑφῆκε τῆς ὁρμῆς.
PG 148:885ἐκ γὰρ τοῦ φανεροῦ πολεμεῖν καὶ συστάδην ποιεῖσθαι τὰς μάχας πρὸς μάχιμον στρατὸν οὐ μάλα ἐθάῤῥει, πλῆθος μὲν ἔχων μυρίον αὐτὸς, ἀπὸ κώπης δ’ ἐς γῆν ὀψὲ μετενηνεγμένον τὸ πλεῖστον. ὅθεν ἀπεσταλκὼς πρὸς τὸν Κράλην πρεσβείαν, ἠρεθισμένον ἤδη καὶ αὐτὸν (ὡς δεδήλωται) κατὰ βασιλέως, ἐκάθητο μὲν περιμένων συμμαχικὸν ἐκεῖθεν στρατόν· ἀπέφραττε δὲ καὶ τὸ τοῦ ποταμοῦ στόμα, τριήρεις ἐφιστὰς κατὰ θάλατταν, ὅποι κατιὼν ἀποπτύει τὸ ῥεῖθρον ἐκεῖνος, μή που λαθὼν ὁ βασιλεὺς ἀκάτιον ἐκπέμψῃ πρὸς τὸν σατράπην Ἀμοὺρ, συμμαχίαν αἰτῶν. ἔπειτα πέμψας ἠρώτα τὸν βασιλέα, ὅ,τι βούλοιτο δρᾷν περὶ ἑαυτοῦ, συγκεκλεισμένος τε οὑτωσὶ πανταχόθεν καὶ μέλλων ἐς τὴν ὑστεραίαν πολιορκεῖσθαι. (Β.) Ὁ δ’ ἀπεκρίνατο, σύνηθες οὐκ εἶναι πρὸς πολεμίους πολεμίοις ἐξαγγέλλειν στρατηγικὰ μυστήρια. ὅμως ἐπειδήπερ σοι ἐξ ἁλῶν εἰς τὸ στρατήγιον ἀναξίως πάνυ σαυτοῦ παρεληλυθότι στρατιωτικῆς ἐμπειρίας ὡς ποῤῥωτάτω βαδίζειν ἕπεται, μῦθον ἐρῶ σοι οὐκ ἄμουσον ἔγωγε πρῶτον·

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἔπειτα καὶ περὶ ὧν ἤρου με τἀληθῆ σοι οὐκ ἀποκρύψομαι, ἵνα σαφέστερον εἰδείης αὐτὸς, ὅσῳ περιφρονητικῶς ἔσχον ἐγὼ περὶ τὸν ὄγκον τῆς σῆς ὑπερηφανίας, καὶ ὅπως σοὶ μὲν τὸ σὸν καταλείπειν ἴδιον ἐθέλω κἀνταῦθα, ἐμοὶ δὲ τοὐμόν. ἴδιον δὲ σοὶ μὲν ἀεὶ τὸ χαίρειν τοῖς ψεύδεσιν· ἐμοὶ δὲ τῇ φύσει τῆς ἀληθείας. Ἀνήρ τις τῶν αἰθερίων ὀρνίθων ἑνός ποτε γενόμενος ἐγκρατὴς ἤρετο αὐτὸν, ἐνὶ οἷς ἐστι λογισμοῖς. ὁ δ’ ἀπεκρίνατο· οὐ τὰ ἐμά σε χρεὼν, ὦ ἄνθρωπε, διερευνᾷν ὅπως ἔχει, ἀλλ’ ὅπως ἕξει τὰ σά. εἴ τι γὰρ ἐγὼ μαντικὸς, ἐρῶ σοι περὶ ἐμαυτοῦ μὲν ἥκιστα, περὶ σοῦ δὲ μάλιστα. τοῖς μὲν γὰρ τῶν ἀνθρώπων οἰωνοσκόποις τέχνην ἀθροίζειν ἐξ ὀρνίθων ἐπὶ τὸ ἐσόμενον συμβαίνει πολλάκις διά τε καθέδρας αὐτῶν καὶ πτήσεως καὶ κλαγγῆς, οὐκ ἐπίπαν εἰπεῖν ἐς τἀσφαλὲς πανταχοῦ τῆς τούτων διανοίας ἀπὸ στοχασμοῦ διασώζειν ἐξικνουμένης τὴν κρίνουσαν ψῆφον. ἐγὼ δ’ ὄρνις ὢν οὐκ ἀπὸ καθέδρας καὶ πτήσεως καὶ κλαγγῆς ἀνάρθρου τὸ μέλλον ἀναγινώσκειν σοι δώσω, πρὸς ἀνάγκας ἀδήλους τε καὶ μὴ πάνυ σαφεῖς συνωθῶν σε, ἀλλὰ φωνήεντα χείλη καὶ λόγων ἔναρθρον δύναμιν. ἄκουε γοῦν.
PG 148:887εἰ μὲν ἀπολῦσαί με προθυμηθείης, ὁ παῖς σοι τεθνήξεται· εἰ δὲ κρατεῖν ἐθέλοις, οὐκ ἂν φθάνοις τεθνηκυῖαν θρηνῶν τὴν γυναῖκα. ἐπλήγη τὴν ἀκοὴν ὁ ἀνήρ· καὶ διηπόρει καθ’ ἑαυτὸν, μεγίστην ἑκατέρωθεν ὁρῶν τὴν ἐμβρίθειαν τοῦ παρ’ ἐλπίδα δεινοῦ. ὅμως ἐν ἐκλογῇ δυοῖν γενόμενος ἀφύκτων κακῶν τὸ κουφότερον ὁ ταλαίπωρος εἵλετο, καὶ λύσιν τῷ ὄρνιθι παρασχὼν εὐθὺς ἐθρήνει τὸν παῖδα κείμενον. τοῦ μύθου τοίνυν οὕτως ἔχοντος, ἄκουε καὶ δι’ ὃν ὁ μῦθος εἴρηται λόγον. Ἐπεὶ τῶν στρατιωτικῶν ἐν πείρᾳ γεγένημαι πάλαι πραγμάτων, ὥς γε καὶ αὐτὸς οἶσθα, οἶδα καὶ ὅσην τὴν ἡμερήσιον αὐτὸς ἀεὶ δαπάνην ποιῇ τῶν χρημάτων περί τε τὴν ἑπομένην σοι ναυτικὴν δύναμιν περί τε τὰς πεζικὰς φάλαγγας, καὶ ἐπὶ τούτοις ὅσα τε ἀναλίσκεις καὶ ὅσα ἐς ἀεὶ ἀναλώσεις, συχνὰ περὶ συμμαχίας πρεσβευόμενος πρὸς τὸν ἡγεμόνα τῶν Τριβαλλῶν· καὶ μὴ πρός γε μόνον ἐκεῖνον ἔχων τοῦ χρέους τὸ βίαιον δαψιλεστέραν πέμπειν τὴν δεξιὰν, μὴ δὲ πρός γε δήπου μετ’ ἐκεῖνον τὴν ἡγεμονίδα σύζυγον, ἀλλ’ ἐπὶ τούτοις θωπεύειν ζητεῖν καὶ χρήμασι περιέρχεσθαι τοῖς ἑκάστῳ προσήκουσι τῶν τοῖς ἡγεμόσι παραδυναστευόντων Τριβαλλῶν·
ἃ πάντα σε τὴν ταχίστην ἀπειρηκέναι βιάσονται καὶ μάλα τοι προθυμούμενον. Τὰ δ’ ἐμὰ στρατόπεδα, ἥ τε περὶ ἐμὲ διηνεκὴς δύναμις καὶ Θετταλία μικροῦ πᾶσα. ἀκούειν δ’ οἶμαί σε τὴν Θετταλικὴν ἵππον ἡλίκη, καὶ ὅσην ἔχει τὴν ἐμπειρίαν ὁ στρατὸς ἐκεῖνος πρὸς τὰ πολέμια, καὶ ὅπως μακρῶν καὶ ποικίλων πολέμων εἰσὶν ἀθληταί. ταῦτα δ’ οἴκοι καθῆσθαι προσετετάχειν ἐγὼ μέχρι καὶ ἐς τὸν τῆς χρείας καιρὸν, ἵνα δυοῖν οὐδέτερον τῶν οὐ συμφερόντων ὁρῷτο γινόμενον· μήτε γὰρ ἐν ἀλλοτρίᾳ τὴν δίαιταν ἄπρακτον τρίβοντας ἐνεῖναι δαπανᾷν ἑαυτοὺς ἐν οὐ καιρῷ, μήτε τοὺς ἡμετέρους δῃοῦν ἀγροὺς καὶ τὰς ἀμπέλους ἐν ἀκμῇ τοῦ καρποῦ καθεστηκυίας ἁρπάζοντας διαφθείρειν· οἷα φιλεῖ τοῖς στρατοπέδοις συμβαίνειν ὡς τὰ πολλὰ διὰ τὴν δημοτικὴν ἀναρχίαν. ἡ γὰρ τῶν τοιούτων φθορὰ τοῖς μὲν ἔχουσι ζημίαν παρέχει καὶ βλάπτει τὰ μέγιστα· τοῖς δ’ ἁρπάζουσι μικρὰ πολλάκις ἢ οὐδὲν ὤνησεν, ἀλλ’ ὡς ἔπος εἰπεῖν, Χείλεα μέν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνε. ταῦτ’ οὖν ἐμοὶ μὲν, στρατιωτικαῖς ἐμπειρίαις συντεθραμμένῳ, προειδέναι ἔπεισι· σοὶ δ’ οὔ.
Διὸ σοὶ μὲν ἐν τοῖς παρέργοις τὴν ὅλην ἰσχὺν περιγίνεται δαπανῶντι τελευτᾷν εἰς ἀμηχανίαν, καὶ τὴν τῶν χρημάτων ἀπειρίαν κενοῦν εἰς πράξεις κακοπραγούσας, δι’ ἀπειρίαν τοῦ στρατηγεῖν· ἐμοὶ δ’ ἐμπειρίαις συντεθραμμένῳ στρατηγικαῖς τὴν τῶν χρημάτων ἔνδειαν πράξεων εὐπορίαν ποιεῖσθαι χρηστῶν καὶ πλοῦτον κατορθωμάτων τὸ τέλος ἐνδείκνυσθαι. τούτων δ’ οὕτως ἐχόντων, ἕψεται δή σοι λοιπὸν τὸ τοῦ μύθου. εἰ μὲν γὰρ ἀπιδὼν πρὸς τὸ τῆς δαπάνης πολύχουν μὲν, ἀνόνητον δὲ, καὶ ἅμα πρὸς τοὺς ἐπιόντας ἐκ τῶν πολέμων κινδύνους, παλινδρομεῖν τὴν ταχίστην ἐθελήσειας ἐς Βυζάντιον οἴκαδε, συμψήφῳ δι’ ἀπόγνωσιν τῇ ἀνάγκῃ χρησάμενος, μακρὸν μὲν ὀφλήσεις τὸν γέλωτα· αἰσχρὸν γάρ φασιν Ὁμηρίδαι, δηρόν τε μένειν κενεόν τε νέεσθαι. καὶ πρός γε ζημιώσῃ τὰς πόλεις, ἃς ἐπιὼν αὐτὸς ἀπονητὶ καθέξειν ἐλπίζω.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ δὲ τὸ μὴ τοιούτοις περιπεπτωκέναι κινδύνοις ὁμοῦ καὶ ὀνείδεσι φυλαττόμενος παραμένειν ἔτι φιλονεικοίης, οὐκ ἂν φθάνοις μετὰ τοῦ γέλωτα ὄφλειν μακρὸν καὶ τὴν κεφαλὴν ἀφαιρούμενος, καὶ βιαίως οὕτως ἀποῤῥηγνὺς τὴν ψυχὴν, ἐπειδὰν κυκλωθεῖσα ἡ πόλις, τὸ σὸν νῦν ὁρμητήριον, ἔκ τε γῆς καὶ θαλάττης μετὰ πολλῶν ἐπιόντος ἐμοῦ τῶν δυνάμεων, ἐπὶ τὸν αἴτιον τρέψηταί σε τὴν ὀργήν. Μεταπέμψομαι γὰρ οὐ Θετταλικὴν μόνον ἵππον, καὶ ὅσα ἐκεῖθεν στρατόπεδα, ἀλλὰ σοῦ γε εἵνεκα καὶ Περσικὰς ἐξ Ἀσίας δυνάμεις. σὺ γὰρ ἤδη τοῦτ’ ἐπεπράχεις πρῶτος, καθ’ ὁμοφύλων δι’ ἐμὲ Περσικὴν ἐλάσας δύναμιν. τὸ δ’ ἐκ τῶν ὁμοίων τὸν ἀδικήσαντ’ ἀμύνεσθαι, εἰ μὲν ἀνενέγκλητον εἶναι κρίνοις αὐτὸς, ἀθῶος ἐγὼ, καὶ πρὸς αὐτῶν τὴν μαρτυρίαν τοῦ συγκεχωρηκότος λαμβάνω τῶν βασκαινόντων.
PG 148:889εἰ δ’ εἰς ἐγκλήματος λόγον ἀνάγεις τοὐμὸν πρᾶγμα, ὥρα σοι λογίζεσθαι, πηλίκων καὶ ὅσων τῶν ἐγκλημάτων ὑπεύθυνον σὺ σαυτὸν ἐπεπράχεις ἐθελοντὴς, κατά τε μηδὲν ἀδικοῦντος ὅπλα τοσαῦτα κινῶν ἀσεβῶν ἀναμὶξ καὶ ὁμοφύλων, καὶ πάντων ἀφειδῶν χρημάτων, καὶ πᾶσαν Ῥωμαίων γῆν διαφθείρων, καὶ νεὼς καθαιρῶν, καὶ μιασμάτων ἐμπιπλὰς ἱερὰ, καὶ πολυτρόπως τοῖς θείοις ἐμπαροινῶν, καὶ πάσης πολιὰν εὐγενείας ἐκ μέσου ποιῶν, καὶ πάντα φύρδην ἄνω καὶ κάτω κυκῶν καὶ διαστρέφων· ἵνα τί γένηται; ἵνα σὺ μόναρχος καταστῇς, μείζοσιν ἢ κατὰ σὲ καὶ τὴν τύχην τὴν σὴν ἐπιβάλλων πράγμασι. τῆς ἀπονοίας· ὥσπερ ἂν εἰ μηδεὶς τῶν γινομένων ἐπόπτης δίκαιος ἦν, καὶ πάντα διοικῶν πρὸς τὸ βέλτιον, ἀλλ’ ἀκυβέρνητον εἶχε τὸ πᾶν καὶ πλημμελῆ τὴν φοράν. Καὶ ταῦτ’ οὐδὲ πρὸς τὰς ἐμὰς φυγὰς καὶ τύχας ἀπιδὼν συνέσεως ὁτιοῦν εἰς δυσώπησιν ἐδυνήθης λαβεῖν, ὅπως τοὺς μὲν φίλους, καὶ πολλὰς ὀφείλοντας ἔμοιγε χάριτας, ὡς πολεμίους ἐξώπλισε κατ’ ἐμοῦ τὸ μανιῶδες τῆς γνώμης· τοὺς δ’ ἐχθροὺς καὶ δυσμενεῖς, ὑφ’ ὧν μοι προσῆκε πάσχειν μᾶλλον κακῶς, φίλους αἱ τῆς δίκης πλάστιγγες ἔδειξαν ἀκριβεῖς·
καὶ ὃν ὁ ὑμέτερος κλύδων εἰς πυθμένας κατήνεγκε συμφορῶν, ὑπέρτερον παραδόξως ὑμῶν ἐπεπράχει θεός. καὶ νῦν, ὡς ὁρᾷς, ἐμοὶ μὲν ἐξουρίας ἅπαντά γε χωρεῖ, καὶ χωρήσει ξύν γε θεῷ. σὺ δ’ ὅλους ἀνηλωκὼς χρημάτων σωροὺς, τῶν τ’ ἐμῶν δηλαδὴ μεθ’ ὅσα τοῖς βασιλικοῖς ἐνῆν πρυτανείοις καὶ ὅσα πᾶσιν εὐγενέσι ταμιευόμενα πέπραχας ἅρπαγμα λῃστρικὸν, οὐδὲν πλέον κατορθοῖς, ἢ τὸν Πηνελόπης ὑφαίνεις ἱστόν· ὃν πανημέριον ὑφαινόμενον τὸ σκότος ἀνέλυε τῆς κατόπιν νυκτός. δῆλον οὖν ἂν ἐντεῦθεν εἴη καὶ τοῖς μικρὰ φρονοῦσιν, ὡς ὑμῖν μὲν ἀδικοῦσιν ἥκιστα συλλαμβάνειν ἐθέλει τὸ θεῖον· ἀδικουμένῳ δ’ ἔμοιγε καὶ μάλα μάλιστα. καὶ δέον ὑμᾶς, ἀφοσιουμένους τὴν ἐκ θεοῦ νέμεσιν, τὸ τῆς ὀργῆς ἐπίσχειν ἀταμίευτον, ὑμῖν δ’ ἠρεμεῖν οὐκ εἰς μνήμην οὐδ’ ὀψὲ τῶν χρόνων ἔρχεται. Ὅμως εἰ μὴ ἐν τῷ αὐτίκα φεύγων αὐτὸς οἰχήσῃ, κακοδαιμονία δέ τις συνέστιος κατὰ χώραν ἄχρι καὶ ἐς ἑβδόμην ἡμέραν διακαρτερεῖν ἀναγκάσει, ἔργα λόγων ὄψει πολλῷ κραταιότερα. (Γ.) Ταῦτ’ εἰπὼν τοὺς μὲν πρέσβεις ἀφῆκε πορεύεσθαι·
PG 148:891αὐτὸς δ’ ἀκάτιον κατεσκευακὼς λάθρα δι’ ἀμάξης κατήνεγκεν ἀλλαχόθεν εἰς θάλατταν, σταδίους Βεῤῥοίας διέχουσαν ἑξήκοντα καὶ ἑκατὸν, δι’ οὗ τὴν καλέσουσαν ἀπεστάλκει πρεσβείαν τὸν τῆς Λυδίας σατράπην Ἀμούρ. καὶ ἦν ὁ καιρὸς τηνικαῦτα παρὰ τὰς τοῦ κυνὸς ἐπιτολάς. θ. Ἐπανιόντων δὲ τῶν πρέσβεων ἐκ Βεῤῥοίας, Ἀπόκαυκος διακηκοὼς, Ἐγὼ δ’ οὐκ ἄν ποθ’ ὁμολογήσαιμι νόθον εἶναι καὶ μὴ πάνυ προσῆκον τοῖς στρατηγεῖν αἱρουμένοις (ἔφη) τὸ ψεύδεσθαι, ὅτι μὴ καὶ μάλιστά σφισιν ἁπάντων εἶναι τῶν ἀναγκαιοτάτων. δυοῖν γὰρ ὄντοιν πραγμάτοιν, ἀληθείας καὶ ψεύδους, ἓν ἐξ ἀμφοτέρων πορίζεται κέρδος ὁ στρατηγὸς, καθ’ ὁπότερον ἴδῃ συνωθοῦσαν τὸ συμφέρον τὴν τῆς χρείας ἀνάγκην. φιλοσόφοις γὰρ καὶ ὅσοις τὸ μὴ πάντη τοῦ βίου κοινωνικὸν πραγματεύεται ἴδιον ἂν εἴη τὸ ψεύδους παντὸς ἄμικτόν τε καὶ ἀβαφῆ τὴν γλῶτταν τηρεῖν, οἷς οὐδεμία πρόσεστι βίου φροντὶς, παρενηνέχθαι τῆς ἀληθείας πείθουσα. οἷς δ’ ἀληθεύσασι μὲν ἐνίοτε διακινδυνεύεται πόλεις αὐτάνδρους καὶ στρατόπεδα πάντ’ ἀπολέσθαι, ψευσαμένοις δ’ ὅλην ἀκραιφνῆ χαρίσασθαι σωτηρίαν·
ποῦ οὐκ ἂν ἀτοπίας ἐλαύνοι, πρὸ τοῦ συμφέροντος ψεύδους αἱρεῖσθαι τὸ τὰ ἔσχατα βλάπτον τῆς ἀληθείας; ἐγὼ γὰρ μυριάκις ἂν ἑλοίμην, ἐξὸν μετὰ τοῦ ψεύδεσθαι, σώζειν καὶ πόλεις ὁμοῦ καὶ στρατόπεδα, τοῦ γε ξὺν τῇ ἀληθείᾳ πρὸς βάραθρον ἀπωλείας ἐλαύνειν ἅπανθ’ ἑκών. ἀνυποστάτου γὰρ ὄντος καὶ ἀνουσίου τοῦ ψεύδους, ἀνάγκη τὸν τούτῳ χρώμενον, ὁπότε χρῷτο, μηδὲν ἄλλο γε δρᾷν, ἢ σιωπήν τινα καὶ φειδὼ τῆς ἀληθοῦς οὐσίας πραγματεύεσθαι· καθάπερ δήπου καὶ ὅσα τῶν κειμηλίων πολυτελέστερά τε καὶ τιμιώτερα τοῖς ἔχουσι νῦν μὲν καλύπτεται τοῦ συμφέροντος εἵνεκα, νῦν δ’ ὥσπερ ἀνακαλυπτήρια θύειν τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς τὸν ἴσον ἔξεστι τρόπον. ὥστ’ οὐ δικαίως ὁ Καντακουζηνὸς τὴν γραφὴν ἐμοὶ τοῦ ψεύδεσθαι, ὥς γε οἶμαι, προστρίβεται, τοῦ λυσιτελοῦς ὡς μάλιστα ποιουμένῳ τὴν πρόνοιαν. ἐγὼ γὰρ ἐλάττωμα ἂν ἡγησάμην, εἰ μὴ τοιοῦτος εἴην· κἀκείνῳ δ’ αὖ, εἰ στρατηγοῦ ποιεῖν ἐβούλετο πρᾶγμα, τότ’ ἄν με λοιδορεῖν ἐχρῆν, ὅτε μὴ οὕτω τοῖς ἀνὰ χεῖρας ἑώρα με πράγμασι προσιόντα.
PG 148:893Ἐμὲ δ’ ἐκεῖνο μάλιστα πάντων ἐπαίρει θαυμάζειν ἐκείνου, πῶς ταῦτ’ ἐπείγεται δρᾷν, οἷς ὀνειδίζων ἐκτόπως ἐμοὶ λοιδορεῖται, τὴν βαρβαρικήν φημι καὶ ἀλλόφυλον συμμαχίαν. εἰ γὰρ ἐν ἀλλοτρίοις πταίσμασιν ἰδίαν ἀσφάλειαν ἐγκωμίων αὐτὸς ἐπορίσατο καὶ τῷ ὄντι τά μοι πεπραγμένα μεμίσηκε, ποθεῖν οὐκ ἐχρῆν, οὐδὲ μιμεῖσθαι. τὸ γὰρ μιμεῖσθαι φιλοῦντός ἐστιν, οὐ μισοῦντος, καὶ θαυμάζοντος μᾶλλον ἢ ψέγοντος. οὐδεὶς γὰρ ἃ μισεῖ δρᾷν ἐκ ψυχῆς ἐπείγεται, τοῦ βιαζομένου παντὸς ἐκ ποδῶν ἱσταμένου. εἰ δὲ γλώττῃ μὲν λοιδορεῖται τούτοις οἷς ἐμὲ πράττοντα βλέπει, ἔργοις δ’ οὐχ ὅπως οὐκ ἀποσπεύδει τὴν μίμησιν, ἀλλὰ καὶ προσεπιδαψιλεύεται, δῆλον ὡς οὐχ ὅτι μισῶν λοιδορεῖται, ἀλλ’ ὅτι μὴ πρῶτος αὐτὸς ἐπεπράχει δυσχεραίνει· ὥστε δυοῖν ὁπότερον καθ’ ἑτέρου ψηφισθείη, καὶ θατέρῳ τοῦτο δικαίως ἀκολουθήσῃ, καὶ ὁμοίως ἀμφοτέροις ἢ τὰ τῆς ἐπιτιμήσεως ἢ τὰ τῆς συγγνώμης ἐφ’ ὁμοίοις τοῖς πράγμασιν ἕψεται. (Β.) Ἐκεῖνος μὲν οὖν ταῦτ’ ἔλεξε, σφόδρα τῆς ἑαυτοῦ καταψευδόμενος φύσεως, καὶ πιθανότητι γλώττης τὴν τῶν πραγμάτων ὑποκλέπτων ἀλήθειαν.
ἔθος γὰρ αὐτῷ διηνεκὲς τουτὶ, καὶ πολλάκις τούτῳ περιφανῶς ἐνεκαλλωπίσατο, ἕτερα μὲν τῇ γλώττῃ προφέρειν, ἕτερα δ’ ἐν τῇ διανοίᾳ καλύπτειν, καὶ μαχομένην δεικνύειν τῇ γλώττῃ τῶν λογισμῶν τὴν μελέτην. πολλὰ μὲν οὖν κἀνταῦθα τῇ γλώττῃ θρασυνόμενος τοῖς ἔργοις ἠλέγχετο. αὐτὸς μὲν γὰρ διὰ δέος ἐν Θεσσαλονίκῃ παρέμεινε· τὴν δὲ στρατιὰν τῶν ἐπισήμων ἑνὶ παραδοὺς ἐπὶ Βέῤῥοιαν ἔπεμψε, παραγγείλας ἄχρι τριῶν ἐκεῖ παραδείξαντας ἑαυτοὺς ἡμερῶν τὴν ταχίστην ἐπανιέναι. οὐ γὰρ δράσοντάς τι γενναῖον σφᾶς ἐπεπόμφει· τῶν γὰρ ἀμηχάνων ἓν ἐδόκει τοῦτ’ αὐτῷ· ἀλλ’ ὅσον μὴ φωραθῆναι τὴν τούτου δειλίαν τοῖς πλείστοις. τοῦ γάρ τοι θράσους ἀνδρίᾳ καὶ τόλμῃ πολεμικῇ συνοικεῖν οὐδαμῆ δυναμένου, πῶς ἂν αὐτὸς, μακρὸν μὲν ἐν τῇ γλώττῃ τὸ θράσος ἔχων, μακροτέραν δ’ ἐν τῇ ψυχῇ τὴν δειλίαν, γεγυμνωμένοις ξίφεσιν ἢ αὐτός ποθ’ ὁμιλήσειεν, ἢ πείσειεν ἄλλους; θᾶττον μεντἂν τοῦ σώματος ἀποῤῥηγνυμένην θεάσαιτο τὴν ψυχὴν, ἢ συῤῥηγνυμένου πολέμου πάταγον ὅπλων ἀκούσειεν.
PG 148:895(Γ.) Ἐπεὶ τοίνυν πεπαῤῥησιασμένῃ μάχῃ τὸν πολέμιον οὐκ ἐνῆν κατεργάσασθαι, πρὸς τὰς ἐν κρυφῇ συνήθεις αὖθις ἔβλεψε μηχανὰς καὶ τοὺς λαθραίους δόλους. κἀπειδή γε ἠκηκόει τὴν βασιλέως οἰκίαν εἶναι παρὰ τὸ τεῖχος τῆς πόλεως ἔνδον· ἀφ’ ἧς ἐξιόντα τὸν βασιλέα περὶ μέσας που νύκτας μεμονωμένον τε καὶ ἀφύλακτον ὡς τὰ πολλὰ περισκοπεῖν ἐκ τῶν ἐπάλξεων, εἰ ἐπίοιεν ἔξωθεν αἱ τῶν ἀντιπάλων δυνάμεις καὶ ὅπως ἂν ἐγρηγόρσεως ἔχοιεν οἱ τὴν πόλιν ἔνδοθεν φρουροῦντες, ὅσοι τε τὰς κατὰ μέσην τὴν πόλιν ἔνοπλοι περιῄεσαν ἀγυιὰς καὶ ὅσοι πάντα πύργον καὶ πᾶν ἡμιπύργιον διαλαγχάνοντες φωναῖς ἀλλεπαλλήλοις τὰ νυκτερινὰ παρεμετροῦντο διαστήματα· πολλοῦ τινος ἐπρίατο μισθοῦ τῶν εὐφυῶς ἐχόντων τῆς τοξικῆς ἀσκήσεως ἕνα τινὰ, καὶ τοῦτον εἰς Βέῤῥοιαν πέμψας κατὰ τὸ λεληθὸς παρήγγειλε νύκτωρ ἐξιόντα τῆς οἰκίας τὸν βασιλέα καιρίαν βαλεῖν ἐκ τοῦ τείχους, καὶ παραχρῆμα σχοίνῳ διὰ τῶν ἐπάλξεων διεκπεσόντα πρὸς τὸ στρατόπεδον ἀπαθῆ τὴν σωτηρίαν πορίσασθαι.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[A. c. 1381] MIISTORIE LIB. XII. [IMP. 3. PALÆCL. {} 834 inauguravit; unde et ii, qui illum antecessera!!!, imperatores soliti rant eadem die prospectare Byzantiorum congregatam multitudinem totunne exercitum, qui et volis et omai ləştarum acclama tionum genere ex inferiori loco cos prosequebantur, ad veteris triumphi Romani exemplum. Erat antem plausus ac strepitus, quem tum c el at infra populus, non mera ac simplex 617 sui erga impcratorem studii significatio; sed et convicia, tam in Cantacuzenum quam illius matrem, almista erant, fodissima illa certe, nec sobriis auribus digma ventilante Apocauco et incendente majoribus largitionibus ac promissis impetum plebis. III. Ea vero omnia audiebat ipsa për se Cantacuzeni mater, quæ tum intra anlam palatii car erem habitabat; quo torrentis instar confluebat et glomerabatur collecta populi turba. Ae sane illius cor vehementissimo dolore pungebatur, gemitusque edebat altissimos, qui rumi iustur turbidi ac ucbulosi ammaritudinem, quæ plurima animo illius iuerat, assidentibus iudicabant. Partim enim ca nviciis illis intolerandis, quæ salicbat, animum advertens, et a quibns istæ tragœliæ agerentur serum reputans, ab iis nempe, qui heri ac ngdiustertius mancipiorum instar ci fuissent, partim memoriam repetens suæ inde usque a pueritia fortunæ felicitatisque illius sibi coævæ, cujus fl¨s illibatus ac vigens ad senectutem usque pern:anserat, compouensque ista omnia cum illis adversis atque inopinatis vicissitudinibus temporis, miui me id ferre poterat. Corde itaque graviter vulnerato, corpus in difficilem morbum`incidit, qui finem vitæ haud longe abesse pollicebatur. IV. Cum itaque et Luminum solenme post dradecim dies advenisset, atque imperator i.ident deorsum prospectaret, populus autem ex inferiori loco similibus et acclamationibus 618 et convic is striperet, jacebat in carrere exanimis Cantacuzena, projecta atque oblivioni tradita, et a pristina felicitate suoque illo splendore quam longissime ablegata. Eteni u vitam paulo ante inbarum sonum abrupit. Verita quippe anima, ut opinor, me in simile» recideret conviciorum æstum, contraxit se in semet, et priusquam id eveniret, e corpore erupit. Quomodo autem hæc fieri Dess perui serit, fusius intra declarabimus, quantum li cebit nobis conjectare. V. Sed ure illud peue præteriit. Paucis dictus Variorum nols. De ista in pervigilio Natalis Christi Le: silet Colinus. De offic. palat. cap. 6. n. 1, wii de eo agit. Decase. Vide Ducangii Gloss. med. Gra cit. in v. Quo nempe translata fuerat, ut ait CantaCuz. 15. m, cap. 36, pag. 458, cum antea domi Ir: sto lia adi.lila observaretur, ut idem narral 29. EUCANG. Epiphania an. Chr. 1512. Januar, dies 6. Eo die Cantacuzenus ipse matrem suam obiisse testatur list. lib. ut, ep. 56. Is cs: dus seu Epiphanie. Borris. Cujus ositum accidisse serit:it Cantacuzenus filius, lib. m, cap. 56, pag. 469, 6 Januarii, indict. 10, anno ab or e condito 6, 820, scilicet Chr. 1512. Ducisa.

τῆς τοίνυν ὥρας ἐληλυθυίας, ἐν ᾗ τὸν βασιλέα τῷ εἰωθότι χρῆσθαι γέγονε περιπάτῳ παρὰ τὸ τεῖχος τῆς πόλεως, τρὶς μὲν εὐθὺς ὁ τοξότης ἐκεῖνος ἐτείνετο τὸ τόξον· τρὶς δ’ ἀτυχῶν περὶ τὴν ἀποστολὴν τοῦ βέλους ᾐσθάνετο, νάρκης οἱονεί τινος ἐμπεδούσης παραχρῆμα τὴν χεῖρα καὶ κατὰ γῆς νεκρὸν τὸ βέλος ῥιπτούσης. τῆς μέντοι τοῦ τόξου νευρᾶς ἐν τῇ τρίτῃ ῥαγείσης πείρᾳ, ἐκπλήξει καὶ δέει ληφθέντα τὸν ἄνθρωπον ἅμα ἕῳ προςιέναι τε τῷ βασιλεῖ καὶ τόν τε δόλον ἐξαγγεῖλαι περιπαθῶς καὶ ὃ περὶ τὴν τάσιν τοῦ τόξου συμπέπτωκε τέρας. αὐτὸς μὲν οὖν συγγνώμης τυχὼν ἐπορεύετο. (Δ.) Ὁ δ’ Ἀπόκαυκος, ὁρῶν οὐ ταχεῖαν ἰοῦσαν τὴν ἐκ τῶν Τριβαλλῶν αὐτῷ σύμμαχον δύναμιν, ἠρέμα πρὸς ἀπογνώσεις ἐχώρει τῇ γνώμῃ. ἐδεδίει γὰρ, μὴ αἰφνίδιον ὁ βασιλεὺς τὰ Θετταλικὰ μεταπεμψάμενος ὅπλα πρὸς τοὺς ἐσχάτους ὤσῃ κινδύνους αὐτοῦ τὰ στρατεύματα. οὐ μετὰ πολλὰς οὖν ἐκεῖθεν τὰς ἡμέρας ἀναζευγνύειν ἐκέλευε τά τε ἄλλα καὶ μάλισθ’ ὅτι καὶ φήμη πάντας ἄρτι ἐπεπορεύετο, τὴν τοῦ Περσικοῦ στόλου βαρεῖαν διαγγέλλουσα ἔφοδον, ἣν καὶ παντὸς ἐνόμιζε θανάτου φοβερωτέραν.
διὸ καὶ κομιδῇ βραχείας τῇ Θεςσαλονίκῃ ἐνδιατετριφὼς καὶ αὐτὸς ἡμέρας ᾤχετο σὺν ὀλίγαις ναυσὶν ἀποπλεύσας, καὶ ταύταις ταχυναυτούσαις ὡς μάλιστα. ὑπωπτευκὼς γὰρ ἦν, καὶ μάλα κατὰ σκοπὸν, ὡς αἰσθήσεως γενομένης ἀνὰ τὴν πόλιν τοῦ φόβου τε καὶ τῆς γε τοῦ δρασμοῦ μελέτης, δυοῖν ἕψεται θάτερον· ἢ γὰρ καθέξειν αὐτὸν τοὺς Θεσσαλονικέας ἐπίκουρόν τε καὶ κοινωνὸν τῆς προσδοκωμένης πολιορκίας, ἢ βιάσασθαι συναποπλεῖν αὐτῷ τάς τε τριήρεις πάσας καὶ ἅμα τὴν σύν γε αὐτῷ ναυστολήσασαν Περσικὴν δύναμιν μεθ’ ὁμοίας τῆς γνώμης· ὃ μεῖζον τῶν ἄλλων ἐνόμιζεν εἶναι κακῶν ἑαυτῷ, καὶ κινδύνων μειζόνων μεστόν. τό,τε γὰρ πλῆθος ἐν ταῖς φυγαῖς ἐμπόδιον οὐ μικρόν· καὶ πρός γε τὸ δύναμιν ἀλλόφυλον ἑπομένην ἔχειν, φεύγοντα δύναμιν ἄλλην, ἐχθρὰν μὲν αὐτῷ, φίλην δὲ καὶ ὁμόφυλον ταῖς ἑπομέναις αὐτῷ Περσικαῖς ταύταις ναυσὶν, ὅμοιον ἐλογίζετο, ὥσπερ ἂν εἴ τις τὸν ἔξωθεν ἀνασοβεῖν τῆς οἰκίας ἐπειγόμενος ἐμπρησμὸν ἔνδοθεν ἑκὼν αὐτὴν ὑφῆπτεν αὐτὸς, σπουδαιοτέραν τινὰ τὴν ἐπικουρίαν οὕτω πως τἀλλοτρίῳ πυρὶ μηχανώμενος. ταῦτ’ οὖν ἅπαντ’ ἐν νῷ συλλαβὼν ᾤχετο λάθρα φυγὼν, ὡς ἡμῖν γε δεδήλωται.
PG 148:897(Ε.) Ὅσαι μὲν οὖν ἁρπαγαί τε καὶ ἀνδραποδισμοὶ τοῖς ἐναπολειφθεῖσιν ἐγίνοντο Πέρσαις ἐκεῖ κατὰ τῶν εὐσεβῶν, καὶ ὅσαι κατὰ τῶν ἱερῶν ἀτοπίαι κατὰ τὸ ἀφειδὲς ἐτολμῶντο, ῥᾴδιον οὐκ ἂν εἴη διεξιέναι, βουλομένοις ἐφ’ ἕτερα τρέπειν τοῦ λόγου τὸν δρόμον ἡμῖν. ἴσασι δ’ οὖν οἱ παθόντες, καὶ ὅσοι τῶν τοιούτων οὐ μάλα πεφύκασιν ἀδαεῖς ἀποσυλᾷν εἰκασμοὺς κἀξ ὧν γε τεθέανται ξυμβάλλειν καὶ ἃ μὴ τεθέανται. ι. Βραχεῖαι παρῆλθον ἡμέραι καὶ ἡ ναυτικὴ τῶν Περσῶν κατέπλευσε δύναμις, ἐς ἔγγιστα διακοσίων νεῶν ἀναφερομένη τὸ πλήρωμα καὶ ναύαρχον ἔχουσα τὸν τῆς Λυδίας σατράπην Ἀμούρ· ὃς οὐκ εἰς τὸ τῶν Θεσσαλονικέων ἐπίνειον κατᾶραι τὸν στόλον ἀφῆκεν, ἀλλ’ ἴδιον αὐτὸς ἐποιήσατο ναύσταθμον, σταδίους Θεσσαλονίκης ἀπέχον οὐχ ἧττον ἑξήκοντα. οὐ μὴν τοσαύτας ἔχων τῆς Ἀσίας ἐξέπλευσεν· ἀλλὰ τριακοσίαις μὲν ταῖς πάσαις ἀνήχθη· ναυαγίᾳ δὲ χρησάμενος κατὰ τὸν ἀνάπλουν, ἀγριωτέρων τῶν ἀπαρκτίων τηνικαῦτα ῥευσάντων πνευμάτων, αὐτὸς μὲν σὺν ταῖς εἰρημέναις ἐκτοπισθεὶς ἄκων εἰς Εὔβοιαν ἐξώκειλε, καὶ ταύταις ἀπ’ ἀλλήλων ὡς τὰ πολλὰ διεσκεδασμέναις·
PG 148:899αἱ δ’ ἄλλαι κατ’ ἄλλα μέρη διεσώθησαν τῆς Εὐρώπης, ὅσαι μήτ’ ἐν ταῖς ἀκταῖς συνετρίβησαν, μήτε κύμασι διαναυμαχήσασαι κατηνέχθησαν αὔτανδροι. βουλευομένου δ’ ἐκεῖθεν ἐπὶ συχναῖς ἡμέραις ἐξ Εὐβοίας πεζῇ διὰ Θετταλίας ἰέναι ἐς Βέῤῥοιαν, αὐτόθι τὰς ναῦς καταφλέξαντα πρότερον, ἐῤῥάϊσε μὲν ἡ τῶν κυμάτων ὕβρις ὀψέ· μαλακώτερον δ’ ἐξ ἀπογείων προσβαλεῖν ἤρξατο τοῖς ἱστίοις τὸ πνεῦμα. ὅθεν καὶ ἄραντες ἐκεῖθεν ἠθροίσθησαν ἐς ὃν δεδηλώκαμεν ναύσταθμον, τῆς Θεσσαλονικέων πόλεως ἄγχιστα. (Β.) Οἱ μὲν οὖν πλείους, τὴν ἱκανὴν ἀπολιπόντες φρουρὰν ταῖς ναυσὶν, ἐπὶ λείαν εὐθὺς ὥρμησαν, καὶ τὰ πλείω τῶν Τριβαλλοῖς ὑπεικόντων χωρίων ἐκάκωσαν μάλιστα, ἀνθρώπους καὶ βοσκήματα συναρπάζοντες ἐξ ἀγρῶν, καὶ οἰκίας πυρπολοῦντες, καὶ πολλοῖς τὸν πολέμιον σίδηρον καταφέροντες ἀνανταγώνιστον. τῷ γε μὴν ναυάρχῳ τοῦ στόλου κατὰ χώραν μείναντι ἧκε μετὰ βραχὺ καὶ ὁ βασιλεὺς ἐκ Βεῤῥοίας, τῶν ἐκεῖ πραγμάτων ἐπίτροπον τὸν υἱὸν καταλελοιπὼς Μανουήλ·
ὃς ἄρτι καθ’ ἡλικίαν τὸν ἔφηβον παραλλάττων, καὶ μήπω μηδὲ τὸν πρῶτον ἀνθήσας ἴουλον ἐν ταῖς παρειαῖς, πρεσβυτικὴν ἐν τῇ ψυχῇ τὴν σύνεσιν ἔβοσκε καὶ ἅμα τῷ πατρὶ πρὸς ταῖς ὑπερορίοις καὶ ὑπαίθροις στρατοπεδείαις μακρὰ συγκακοπαθήσας πρὸς λαμπρὰν τῆς στρατηγικῆς ἐμπειρίας γεγύμνασται ἄσκησιν· καὶ δι’ αὐτό γέ τοι τουτὶ τὴν τῆς τοιαύτης πόλεως ὁ βασιλεὺς καὶ πατὴρ ἐπεπιστεύκει ἐπιτροπὴν, ἣ κρηπὶς καὶ ῥίζα τέως αὐτῷ τῆς ἐκ τῶν χειρόνων ἐς τὰς βελτίους τύχας κατέστη μεταβολῆς. οὕτω τοίνυν ἐλθὼν ἐκ Βεῤῥοίας ὁ βασιλεὺς, καὶ ἀμφὶ τοὺς τῆς Θεσσαλονίκης ἀγροὺς τῷ τῆς Περσικῆς δυνάμεως ἐντετυχηκὼς ἡγεμόνι, καὶ ἀσπασάμενος τὰ εἰκότα, περὶ τῶν πρακτέων ἄμφω κατὰ σφᾶς ἐβουλεύοντο. (Γ.) Τοῖς γε μὴν Θεσσαλονικεῦσι, τειχῶν ἐντὸς συγκλεισθεῖσι μετὰ τῶν ποιμνίων καὶ βουκολίων, αὐτοῖς τε ἐστενοχωρεῖτο τὰ ἐπιτήδεια καὶ τοῖς ἀλόγοις ζώοις χιλὸς οὐκ ἦν· ἃ δὴ καὶ καθ’ ἡμέραν ἄλλα ἐπ’ ἄλλοις ἔπιπτον, καὶ τὸ ἐντεῦθεν δυσῶδες νοσεῖν παρεσκεύαζε τὸν ἀέρα· ὑφ’ ὧν ἀχθομένοις συνέβαινε στασιάζειν λαμπρῶς τοῖς πολίταις. οἷς μὲν γὰρ κτήσεις ἦσαν ἀγρῶν, ἄχθεσθαι ἐνῆν, τῶν ἀγρῶν δῃουμένων·
οἷς δ’ ἀγέλαι ποιμνίων, καὶ ζεύγη βοῶν, καὶ ὁπόσα τῶν ἀχθοφόρων ζώων, ἀνιᾶσθαι συνέβαινε καὶ αὐτοῖς, αὐτά τε θεωμένοις εἰκῆ φθειρόμενα καὶ ἀθρόας τὰς ἐπ’ αὐτοῖς ἐλπίδας θνησκούσας αὐτῶν. οἷς δ’ ἡλικιῶτις ἦν ἡ πενία καὶ τὸ κοῦφον τοῦ βίου τὸ μὴ βουλόμενον ἰσχυρῶς ἐμάστιξε τῆς ψυχῆς, τούτοις δ’ ἔφεσις νεωτέρων συνήκμαζε ταραχῶν καὶ θορύβων, καὶ κατὰ τῶν πλουσίων ἡ βασκανία τῶν ὀφθαλμῶν ἐτείνετο, καὶ τὸ μανικὸν ἠσκεῖτο σφόδρα τῆς γνώμης. (Δ.) Τούτων δ’ οὕτως διῃρημένων διπλῇ, καὶ τρίτη μοῖρά τις αὐτοῖς ἐπεφύετο συρφετώδης, δικαιοσύνης πέρι καὶ ἀδικίας οὐδὲν ἐπαί̈ουσα, ἀλλ’ ἀγομένη ῥᾳδίως καθάπερ ὅπλον τοῖς ἄγειν ἐθέλουσιν, ὅποι τὸ αὔθαδες ὑφηγεῖται τῆς γνώμης, ἐπὶ πονήρῳ τῶν φθονουμένων. οὔτε γὰρ αὐτονομίᾳ δουλεύειν οἶδεν ὁ δῆμος οὗτος, οὔτε νόμοις ἀνδρῶν παλαιῶν, τὸ ζῇν ἐν ταῖς βίβλοις ἐχόντων, κἀκεῖθεν τὰ πολιτικὰ ῥυθμιζόντων πράγματα, καὶ τοῖς τῶν ἀτόπων κινήμασιν ἕξεων πρὸς τὸ εὔδαιμον νομοθετούντων ἀεί·
ἀλλ’, ὥσπερ θαλάττης κύματα πᾶσιν ἀγριαίνουσι πνεύμασιν εὐχερῶς ὑπείκοντα τὰς δυστυχεῖς καταδύουσι τῶν ὁλκάδων αὐτάνδρους, οὕτως οὗτοι τὰς τῶν εὐδαιμόνων οἰκίας ἐκ βάθρων ἀνατρέποντες τὸ πολέμιον ἀκρατῶς κατὰ τῆς τῶν ἀθλίων κεφαλῆς ἐπιφέρουσι ξίφος ἀφειδῶς καὶ ξύν γε λόγῳ οὐδενί. (Ε.) Πεπλασμένης οὖν ἀρτίως εἰς τὸν δῆμον ῥυείσης φήμης, ὡς τοῖς πλούτῳ καὶ ἀγροῖς καὶ βοσκήμασι βρίθουσιν ἀναπετάσαι τὰς τῆς πόλεως πύλας κρύφα μελετηθείη τῷ βασιλεῖ Καντακουζηνῷ τὴν ζημίαν οὐ φέρουσιν, εἰς ἀντίπαλον ἔστησαν μοῖραν οἱ πλούτου καὶ δόξης ἐφιέμενοι πένητες, καὶ τὴν ἀνάῤῥησιν τοῦ ὀνόματος τοῦ βασιλέως Ἰωάννου τοῦ Παλαιολόγου μετὰ τῆς μητρὸς ἐπὶ μέσης τε διαῤῥήδην ὕμνουν τῆς πόλεως καὶ ἅμα Ζηλωτὰς σφᾶς αὐτοὺς ἐπωνόμαζον, ὀνόμασι χρηστοῖς τὴν τῆς κακίας ὑπόθεσιν περιπέττοντες, καὶ τὸν δῆμον εἰς συμμαχίαν ἐκάλουν, κερδῶν ἑτοίμων ἐλπίσι τοὺς σφῶν θυμοὺς παραθήγοντες.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
(2.) Οὕτω δὴ οὖν ὥσπερ βιαίου κατασκήψαντος πνεύματος εἰς τὴν πόλιν, θόρυβος ἀνὰ πάντας δημότας ἐπεχωρίαζεν ἄτακτος, καὶ πάντες ἀθρόοι τῶν οἰκιῶν εὐθὺς ἐξεχέοντο, καὶ τῶν ἔξωθεν πολεμίων αὐτοὶ πικρότεροι τοῖς πλουσίοις ἐγίνοντο, τόν τε ἐν ταῖς οἰκίαις πλοῦτον ἅρπαγμα λῃστρικὸν καθιστάμενοι καὶ αὐτῶν ὅσοις ἐνετύγχανον ἀφειδῶς ἀποσφάττοντες, καὶ πολιτικῶν αἱμάτων κρατῆρας κενοῦντες ἐν ταῖς πλατείαις τῆς πόλεως. τό γε μὴν ἔκκριτον, καὶ ὅσον τῆς πόλεως ὄψις ὑπῆρχεν, εἰς τοῦτο κακοδαιμονίας ἠλάθη διά γε δὴ τὸ τῆς οὐσίας εὔδαιμον. τούτων δ’ οἱ μὲν θανάτου δίκην ἔδοσαν αὐθημερὸν ταῖς τῆς δημοτικῆς παρανοίας ὁρμαῖς· ὧν δ’ ἐν ὑποψίαις ἔτι τὸ τῆς τύχης ἔκειτο μέλλον (πλείους δ’ εἶναι τῶν ἑαλωκότων συνέπιπτεν σφᾶς), τούτοις δ’ ἐσκυθρωπακόσιν ἐνῆν οἰκουρεῖν, φυλαττομένοις ὡς τὰ πολλὰ τό γ’ ἐν ἀγοραῖς καὶ θεάτροις παῤῥησιάζεσθαι. (Ζ.) Καὶ τάχ’ ἂν ἐτεθνήκεσαν ὑπὸ δέους, εἰ μή τινες ἐκ βασιλέως ἔξωθεν ἐλπίδες εἰσπορευόμεναί πως ἀνεῤῥώννυόν τε πρὸς τὸ εὔψυχον καὶ τὸ λογιζόμενον τῆς ψυχῆς πρὸς τὸ νῆφον ἀνεκαλοῦντο.
PG 148:901μόναι γὰρ αὗται μοχθούντων ἑωρῶντο τέρπουσα τηνικαῦτα κρηπὶς λογισμῶν, καὶ πρός γε, φροντίδων εἰς ἀπόγνωσιν ὀλισθαίνειν κινδυνευουσῶν, πρᾶος φάναι καί τινος ἀπόζων εὐθυμίας ζέφυρος. εἰ γὰρ καὶ τὸ ψεῦδος ὁμόστεγον ἐνίοτε φαίνονται κεκτημέναι, ἀλλ’ οὖν τοιαῦτά πως εἰδωλοποιεῖν ἐπεφύκεσαν ἀεὶ καὶ προτυποῦσθαι, καθάπερ ἐκ γειτόνων παριοῦσαι παρήγοροι πιπτούσαις ἐξ ἀθυμίας ψυχαῖς, τὰς τῆς ὀρέξεως φαντασίας συλλήπτορας ἔχουσαι. ἀλλὰ τὸ μὲν πάσχειν ἐκ διαδοχῆς συνεχῶς τοῖς ταλαιπώροις ἐλέλειπτο καὶ παρῆν· τὸ δὲ τῶν ἐλπίδων προμηθὲς σκιά τις ἦν ἡδονῆς καὶ δικτύοις συναγομένη πνοή· οἷς τὸ μὲν διαῤῥεῖν ἀθρόον ἔνεστι πάντως, τὸ δὲ μένειν ὅλως οὐκ ἔνεστι. (Η.) Τῷ μὲν γὰρ τῶν Περσῶν ἡγεμόνι περιστρατοπεδεύειν ἐδόκει τὴν πόλιν ἔκ τε γῆς καὶ θαλάττης, καὶ ὅλον τὸ τῆς πολιορκίας ἐπάγειν ἐκ τοῦ παραχρῆμα βίαιον, καὶ μὴ τρίβειν ἡσυχῆ καθημένους τὸν χρόνον, ἔργοις ἐνὸν τὰ τῆς μάχης ἐν βραχεῖ κρίνεσθαι τά τε ἄλλα καὶ μάλισθ’ ὅτι καὶ σύμμαχον συνέβαινε τῇ ἔξωθεν ἤδη γίνεσθαι πολιορκίᾳ καὶ τὴν ἔνδοθεν ἀναφλεγομένην τῶν οἰκητόρων στάσιν.
PG 148:904τῷ δὲ βασιλεῖ τοῦτ’ οὐδαμῆ συνεδόκει, τὸν μάρτυρα τιμῶντι Δημήτριον· καὶ ἄλλως δ’ οὐκ ᾤετο χρῆναι τῆς ἰσχύος αὐτοῦ τὴν περιουσίαν ἐκ τῆς τῶν πολιορκουμένων φαίνεσθαι συμφορᾶς· ἀλλ’ ἀπειρηκότας ὀψὲ τοὺς στασιαστὰς τῷ τε λιμῷ καὶ τῇ τῆς πολιορκίας ἀνάγκῃ καθ’ ὁμολογίαν παραδώσειν σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν. (Θ.) Ἐπεὶ δὲ τριακονθημέρου παρῳχηκότος ἐνταῦθα χρόνου τὰ κατὰ γνώμην οὐκ εὔοδα ἑωρᾶτο, τὴν μὲν ἄλλην δύναμιν ἀφίησι διαπόντιον ὁ βάρβαρος οἴκαδε ἀπιέναι, τὸν ἀνάπλουν διὰ τῆς Θρᾳκώας κελεύσας παραλίου ποιεῖσθαι· δεδιὼς ἴσως μή πού τις ἔτι χρείας προϊοῦσιν ἀνάγκη τούτῳ προσγένηται σφῶν· ἑξακισχιλίους δ’ ἀπολεξάμενος μόνους κατέσχε παρ’ ἑαυτῷ. οὓς ἐπαγόμενος ἐπ’ ἀτελέστοις ἀπαίροντι συναπῄει ταῖς ἐλπίσι τῷ βασιλεῖ, πολλὰ μὲν κατειρωνευόμενος τῆς αὐτοῦ περὶ τὰ θεῖα δεισιδαιμονίας, πολλὰ δὲ μεμφόμενος, ὅτι μηδείς ποτ’ οἶκτος αὐτὸν εἰσῄει τῶν τὰ δεινότατα πασχόντων δι’ αὐτὸν ἐν τῇ πόλει· ἀλλ’ οἶκτος οἶκτον ἀντέκρουσε μικροῦ τινος ἄξιος τὸν ξύν γε τῷ ὠφελίμῳ πολλήν τινα τὴν ἀνάγκην ἐπιφερόμενον·
PG 148:906ὡς εἰναί φησι τελευτᾷν εἰς τὸ προφανὲς ἀφειδὲς τὴν τοῦ οἴκτου τοῦδε ἐπωνυμίαν, καὶ βραχεῖαν μέν τινα τὴν τοῦ λυσιτελοῦς παρεχομένην δόκησιν, μείζονα δὲ τὴν ζημίαν εἰς τοὐμφανὲς προξενοῦσαν. (Ι.) Ἑβδομαῖοι μὲν οὖν ἰόντες ἐκεῖθεν τὰ περὶ Χριστούπολιν ἀπονητὶ διέβησαν στενά· κἀκεῖθεν αὖθις ὡς διὰ φιλίας πορευόμενοι τῶν ἐνταῦθα διϊσταμένων ἀπεπειρῶντο πόλεων. καὶ τὸ μὲν φθινόπωρον ἐν τούτοις ἐτελεύτα. ὁ δὲ χειμὼν τοῦ συμφυοῦς λοιπὸν τὰς ἀκμὰς ἀνεχάλκευε ψύχους. ια. Ἡμεῖς δ’ ἐπειδὴ μὴ μονοειδῆ τὴν ἱστορίαν ἐκθεῖναι προὐθέμεθα, μηδὲ μόνοις πᾶσαν ἀσχολίαν τοῖς Ῥωμαϊκοῖς παρέχεσθαι πράγμασιν, ἀλλ’ ἐνιαχοῦ καὶ παρεξιέναι, τῆς χρείας ὁπώσποτε συνελαυνούσης εἰς τὴν ἀνάγκην, εἰκὸς εἶναι κἀνταῦθα λοιπὸν ἡγούμεθα, τὸν τῆς προκειμένης εἱρμὸν ὑποθέσεως ἐς τὴν ὑστεραίαν ὑπερθεμένους, καθὰ καὶ πολλαχῆ πεποιήκαμεν πρότερον, ἐφ’ ἕτερα καὶ τήμερον τρέψαι τὸν λόγον, κἀκείνων μετρίως μνησθῆναι, ὁπόσα κατὰ τὸν αὐτὸν ἐν ἄλλοις ἔθνεσι πέπρακται χρόνον· ἃ δοκεῖ μέν πως ἀλλότρια διὰ τὸ τῶν τόπων ὑπερόριον· ἔστι δ’ ὅμως καθ’ ἕτερον τρόπον οἰκεῖα καὶ πάνυ ταῖς Ῥωμαϊκαῖς ἀφηγήσεσι κοινωνοῦντα.
ἡ γάρ τοι βασιλεύουσα πόλις αὕτη κοινὴ τῆς ὅλης εἰπεῖν οἰκουμένης ἐστὶν ἑστία καὶ κοινὸν πρυτανεῖον· καὶ χορηγεῖ μὲν δαψιλῶς πᾶσαν τοῖς ἅπασι χρείαν· γεωργοῦσι δ’ αὐτῇ καθάπερ δεσποίνῃ πᾶσα γῆ τε καὶ θάλασσα καὶ πάντες ἄνεμοι· καὶ ὁρῶμεν πανταχόθεν τὴν σιτοπομπίαν ἰοῦσαν ἀφθόνως ἐνταῦθα χειμῶνος καὶ θέρους, ἦρός τε καὶ φθινοπώρου· καὶ ναυστολοῦσιν εἰς ταύτην ὁλκάδες τε καὶ τριήρεις ἀεὶ, καρπῶν μὲν ἁπάντων ἄγουσαι γονὰς, τεχνῶν δὲ παντοδαπῶν ποικίλματα. πάντα γὰρ ὅσα πᾶσιν ἑκασταχοῦ γίνεται ἀτερπῆ τοῖς κεκτημένοις εἶναι δοκεῖ πως, καὶ φρονεῖν οὐδὲν οὐδαμῆ γενναῖον δύνανται, πρὶν ἂν ἐς τὸ μέγα τοῦτο καὶ οἰκουμενικὸν τῆς πόλεως θέατρον περίβλεπτόν τινα ποιήσωνται τὴν ἐπίδειξιν. δι’ ἃ δὴ καὶ ἡμεῖς τὰς τοιαύτας ἀναγκαζόμεθα ποιεῖσθαι παρεκδρομὰς, ἵνα μὴ τὰ τῶν ἐνίοτε καὶ ἐνιαχόθεν συμβαινόντων συμπτωμάτων αἴτια τῇ τε βασιλευούσῃ τῶν πόλεων καὶ τοῖς ἐνταῦθα πράγμασι, μὴ προγινωσκόμενα τοῖς ἐντυγχάνειν τῇ ἱστορίᾳ μέλλουσι, δύσβατά πως καὶ φαραγγώδη φάναι τὰ μεταξὺ χωρία τοῦ λόγου δοκῇ καὶ μακρᾶς τινος εὐκρινείας δεόμενα.
(Β.) Καὶ μὲν δὴ λεκτέον ἡμῖν πρότερον, ὁπόσα Τραπεζουντίοις κατὰ τοῦτον συνεπεπτώκει τὸν χρόνον. μετὰ γὰρ τὸν Κομνηνὸν Ἀλέξιον, τὸν ἀδελφιδοῦν Ἀνδρονίκου τοῦ γηραιοῦ βασιλέως Ῥωμαίων τοῦ Παλαιολόγου, Βασίλειος ὁ υἱὸς τὴν τῶν Τραπεζουντίων ἡγεμονίαν διαδεξάμενος ἔγημε νόθον τοῦ νέου βασιλέως Ἀνδρονίκου τοῦ Παλαιολόγου θυγατέρα Εἰρήνην· ᾗ καὶ βραχύν τινα συμβεβιωκὼς χρόνον ἐτελεύτησεν ἄπαις. σχοῦσα δὲ τὴν ἡγεμονίαν αὐτὴ ὑπερόριον μὲν ἐς Βυζάντιον ἀπεστάλκει τὴν ἄνθρωπον, ᾗ πρὸς λαθραίαν ἐμίγνυτο κοίτην Βασίλειος, ὁμοῦ τοῖς δυσὶ νηπίοις υἱέσιν· ἅμα τε ἐπρεσβεύετο καὶ δεύτερον ἄνδρα οἱ πεμφθῆναι τῶν παρὰ Βυζαντίοις γένει καὶ δόξῃ προὐχόντων, ὃς ἂν πρὸς βουλήσεώς τε ᾖ τῷ βασιλεῖ καὶ πατρὶ καὶ κατὰ τὴν αὐτοῦ διατελέσῃ βούλησιν τὴν ἀρχὴν διοικῶν τῶν Τραπεζουντίων. οὔπω τοίνυν ἐξ Ἀκαρνάνων ἐπανεληλυθότα τὸν βασιλέα εὑροῦσι τοῖς πρέσβεσιν ἔδοξε μείναντας κατὰ χώραν πέμψαι τοὺς ἐροῦντας ἐκείνῳ τήν τε ἄφιξιν σφῶν καὶ τὸν τῆς ἀφίξεως τρόπον.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
(Γ.) Ἐπεὶ δὲ τοῦ χρόνου χωροῦντος τῷ Βυζαντίῳ καὶ ὁ βασιλεὺς ἐπιδεδημηκὼς οὐκ εἰς μακρὰν μὲν αὐτὸς ἐτεθνήκει, τὴν δὲ τῶν δημοσίων φροντίδα πραγμάτων γνώμῃ τῆς βασιλίδος Ἄννης Ἰωάννης ὁ Καντακουζηνὸς ἐτύγχανε διοικῶν, μέγας ὢν ἔτι δομέστικος, πρὸς μὲν τῆς τῶν Τραπεζουντίων ἡγεμονίδος Εἰρήνης τὴν ζήτησιν ἐπινεύειν οὐκ εἶχεν εὐθὺς, ἀλλ’ ἐφ’ ἑτέρας ἐτρέπετο σκέψεις. ὁρῶν γὰρ τὸ διεῤῥωγὸς ἐπὶ πολλὰ τῆς τῶν Τραπεζουντίων γνώμης συνῆκε, μὴ πρὸς ἁπάντων εἶναι τὴν γνώμην αὐτῆς στεργομένην. νόμος γὰρ ἐκείνοις οἷον ἄφυκτα δυνάμενος, μηδ’ ὑπ’ οὐδενὸς ἑκουσίοις τῶν ἁπάντων γενῶν ἄρχεσθαι βούλεσθαι, πλὴν τῶν ὅσοι τὸ γένος ἐκ Κομνηνῶν κατίασιν ἔχοντες. διὰ δὴ ταῦτα καὶ τὴν ταύτης παρ’ οὐδὲν θέμενος αἴτησιν ἐπὶ τὴν ἐκείνων ἡγεμονίαν τὸν τοῦ προτετελευτηκότος Ἀλεξίου πέπομφεν ἀδελφὸν Μιχαὴλ τὸν Κομνηνὸν, περί που τὰ ἓξ καὶ πεντήκοντα ἔτη γενομένην ἔχοντα ἤδη τὴν ἡλικίαν. (Δ.) Τῶν γε μὴν ἐκεῖ συγκλητικῶν οἱ μάλιστα πάντων ἰσχύοντες διά τε δόξης ὄγκον καὶ πλούτου δύναμιν ἐφ’ ἕτερον ἐτρέποντο βούλευμα.
PG 148:907ἵνα γὰρ αὐτοῖς ἐπ’ ἀδείας εἴη τῆς ἀρχῆς κατορχεῖσθαι καὶ ἄγειν καὶ φέρειν τἀκεῖ πράγματα ὅπη τὸ βουλόμενον ὑποτίθησιν, ἓν ἐκ τῶν νόθων Βασιλείου βρεφῶν προσεποιοῦντο ζητεῖν εἰς τὸ τῆς ἡγεμονίας πρόσχημα. ὅθεν εἰς τὸ τῆς Τραπεζοῦντος ἐπίνειον καταπεπλευκότα τὸν Κομνηνὸν θεασαμένοις τὰ μὲν βεβουλευμένα δρᾷν ἐς προὖπτον εὐθὺς οὐ μάλα ἐδόκει, ἵνα μὴ φωραθεῖσιν ἐμποδὼν ὁ δῆμος γένηται, σύμμαχον ἔχων καὶ τὴν ἄρτι συγκαταπεπλευκυῖαν τῷ Κομνηνῷ δυοῖν Λατινικῶν νεῶν δύναμιν· ἀλλ’ ἐν τῷ αὐτίκα ξύν γε ταῖς ἀνηκούσαις τιμαῖς δεξάμενοι πρὸς τὸ ἐκεῖ ἀρχεῖον ἀνήγαγον. γενομένης δ’ ἑσπέρας, αὐτὸν μὲν ὡς ἐν εἱρκτῇ τῷ παλατίῳ κατέκλεισαν· τῶν δ’ αὐτῷ προσκειμένων ὄχλων, ὅσοι μὴ δρασμῷ διεσώθησαν ἐς τὰς τριήρεις, οἷς μὲν κατακεκόφθαι, οἷς δ’ ἐς δεσμωτήριον παραπεπέμφθαι γεγένηται. αὐτὸν δ’ αὖ ἐς τὴν ὑστεραίαν διαπόντιον τῷ ἐκτομίᾳ φρουρεῖν ἐπεπόμφεισαν, τῆς τῶν συγκλητικῶν μὲν ἐκείνων φατρίας ὑπάρχοντα καὶ αὐτὸν, ἔχοντα δὲ τὴν τῶν οὑτωσί πως ὠνομασμένων Λιμνίων τηνικαῦτα ἐπιτροπήν· ὧν διακοσίους ἐγγὺς διέχει σταδίους ἡ Τραπεζουντίων μητρόπολις.
τούτων δ’ οὕτω διαπεπραγμένων, ὑπὸ δυοῖν ἢ τριῶν διῳκεῖτο συγκλητικῶν τὰ ἐκεῖ πράγματα, πλημμελῶς μὲν καὶ λάθρα, τοῦ δήμου σφίσι λοιδορουμένου καὶ στάσιν ἐγείρειν διὰ μελέτης ἔχοντος· διῳκεῖτο δ’ οὖν. (Ε.) Ἐπεὶ δὲ τοῖς τὸν κίνδυνον διαδρᾶσιν ἐκεῖνον (γένους δ’ ἦσαν τῶν Σχολαρίων) ἐς Βυζάντιον ἐπανιέναι συνέβη, καθάπερ ἐκ πελάγους καὶ κλύδωνος ἐς λιμένα τινὰ καὶ γαλήνην, ἔργον ἦν ὅτῳ ἂν δυνηθεῖεν τοῖς διώκταις ἐκείνοις ἀμύνασθαι τρόπῳ. διὸ τὴν βασιλίδα Ἄνναν λόγοις καὶ ὑποσχέσεσιν ὑπελθόντες παντοίοις ἔπεισαν δοῦναί σφισιν εἰς τὴν τῶν Τραπεζουντίων ἡγεμονίαν τὸν τοῦ Κομνηνοῦ Μιχαὴλ υἱὸν, εἰκοστὸν τηνικαῦτα τῆς ἡλικίας ἄγοντα χρόνον. μισθοῦ τοίνυν τρεῖς Λατινικὰς εἰληφότας τριήρεις, καὶ τοῦτον ἐμβεβληκότας, δεκαταίους ἐς τὸν τῶν Τραπεζουντίων κατᾶραι λιμένα συμπέπτωκεν. ἐπεὶ δὲ πρὸς ὅπλα ἐκεχωρήκεσαν ἔνδοθεν οἱ νεωτερίσαντες πρότερον, στάσις ἐγεγόνει τοῦ δήμου κατ’ αὐτῶν· καὶ ἅμα καὶ ἡ Λατίνων ἔξωθεν ὁπλισαμένη δύναμις τάς τε πύλας τῆς πόλεως ἀνεμόχλευσάν τε καὶ ξὺν οὐδενὶ πόνῳ τῶν τε ἀντιπάλων τάχιστα ἐγκρατεῖς ἐγεγόνεισαν καὶ τῶν σφῶν οὐσιῶν ἔστιν ἃς διηρπάκεισαν.
(2.) Τῆς οὖν ἡγεμονίας οὕτως ἐς τὸν τοῦ Κομνηνοῦ παῖδα περιεληλυθυίας, καὶ τῶν ἐς τοῦτο ἐσπουδακότων Σχολαρίων τὰ μέγιστα ἤδη δυναμένων, τίσις τῶν τολμηθέντων πρὶν κατὰ σφῶν ἐγένετο αὕτη. τῶν μὲν γὰρ αἰτίων οἱ πρῶτοι καὶ δόξῃ καὶ ἀξιώματι δύο κεφαλικήν τε ἔδοσαν τιμωρίαν καὶ τὰς οὐσίας ἀφῄρηνται. ὅσοι δ’ ἐκείνων δευτέραν καὶ τρίτην εἶχον τὴν τάξιν, τούτοις δ’ ὑπερόριον σχεῖν κατεψήφιστο δίαιταν διὰ βίου. (Ζ.) Ἀλλὰ πρὶν ὅλους τρεῖς ἐξήκειν ἐνιαυτοὺς, τῆς ἀρχῆς καὶ ὁ νέος ἐκβέβληται ἡγεμών. ἐν γὰρ οὐδενὶ ποιησάμενος τὴν τῶν πρεσβυτέρων ἐκείνων Σχολαρίων παραίνεσιν ἧλιξ ἥλικα ἔτερπε, καὶ νεωτερίζων οὑτωσὶ νύκτωρ καὶ μεθ’ ἡμέραν τρυφαῖς καὶ πότοις ἀδεέστερον ἐσχόλαζε, καὶ αὐλητρίσι καὶ ὀρχηστρίσι διετέλει συνασελγαίνων καὶ τοὺς ἡγεμονικοὺς θησαυροὺς τῶν Τραπεζουντίων ἀναλίσκων ἐν τοῖς τοιούτοις·
PG 148:909ὡς ἀγανακτήσαντας τοὺς Σχολαρίους μεταπέμψασθαί τε τὸν πατέρα τοῦ νέου ἡγεμόνος ἐκ τῶν Λιμνίων Μιχαὴλ τὸν Κομνηνὸν (ἔτυχε γὰρ καὶ ὁ κατέχων αὐτὸν ἐκτομίας ἐκεῖ προτετελευτηκὼς) καὶ αὐτὸν μὲν τοῖς ἡγεμονικοῖς ἐγκαθιδρύσασθαι θρόνοις, τὸν δὲ νεωτεριστὴν δέσμιον ἐς τὴν τῶν Βυζαντίων ἐκπέμψαι φρουράν. (Η.) Τήν γε μὴν ἡγεμονίαν οὕτω διαζωσάμενος ὁ Κομνηνὸς Μιχαὴλ, ἣν πάλαι μὲν ὁ πατὴρ ἐκ διαδοχῆς εἶχε προγονικῆς, ἐκείνου δ’ ἀπαλλάξαντος, Ἀλέξιος ὁ τούτου διεδέξατο ἀδελφὸς, καὶ μετ’ ἐκεῖνον, ὥς γε εἰρήκειμεν, διὰ τῶν μεταξὺ δυοῖν μειρακίων εἰς τοῦτον κατεληλυθέναι ξυνέδραμεν, ἐπέραινεν ἐφ’ οἷς ὀμωμόκει. τὰ δὲ ἦν αἱ συμφωνίαι καὶ τὰ ὁρκωμοτήρια, ὅσα γε τοῖς Σχολαρίοις, αἰτίοις ὑπάρξασι τῆς ἡγεμονίας αὐτῷ καὶ δύναμιν τῶν ἄλλων συγκλητικῶν κεκτημένοις μείζω καὶ ἡγεμονικὴν, συνέθετο· σχῆμα μὲν αὐτὸς διασώζειν ἡγεμονίας· τῶν δ’ ὅσα πράσσεσθαι μέλλοι πάντων εἶναι προβουλευτὰς καὶ διανομέας σφᾶς, καὶ ῥητῶν καὶ ἀποῤῥήτων ἐπιγνώμονας καὶ βεβαιωτάς.
PG 148:911(Θ.) Τοῦ δὲ χρόνου ῥέοντος, ἐπειδὴ τὴν σφῶν αὐθάδειαν ὅ,τε δῆμος ἐμίσει καὶ τό σφισιν ἀντικείμενον τῶν ἀπολωλότων μέρος εἰς τὸ δύνασθαι ἤδη προὐχώρει, τὴν τοῦ δήμου πρὸς ἐκείνους ἀπέχθειαν ἔχον ἐπίκουρον, ἔριδές τε καὶ στάσεις ἀναφυόμεναι μεταξὺ πρὸς ἀνάγκας ἦγον ἑκατέρους δεῖσθαι τῆς τοῦ Κομνηνοῦ Μιχαὴλ αὐτοκρατορικῆς ἐξουσίας· κἀντεῦθεν ξυνέβαινεν αὐτὸν ἐν βεβαίῳ κατέχειν τὰ τῆς ἡγεμονίας σκῆπτρα, μηδενὸς ἐμποδὼν τῇ ἐξουσίᾳ τῶν κατὰ γνώμην καθισταμένου. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν. ιβ. Ἐν δὲ τούτῳ τῷ χρόνῳ σπάνις ἐπίεζε σίτου Βυζαντίους τε καὶ πλείστας τῶν ἐν τῇ Θρᾴκῃ Ῥωμαϊκῶν πόλεων. τῶν γάρ τοι Ῥωμαίων τοῖς ἐμφυλίοις περισπωμένων πολέμοις, συχνὰς ποιούμενοι τὰς ἐφόδους οἱ ἐξ Ἀσίας ἀδεῶς μονήρεσι καὶ τριήρεσιν ἐς τὴν Θρᾴκην περαιούμενοι Τοῦρκοι, καὶ μάλιστα ἐν ἀκμῇ τοῦ σίτου, τάς τε χώρας ἐνεπίμπρασαν καὶ τὰ κτήνη ἤλαυνον, ἄνδρας τε καὶ γυναῖκας ἠνδραποδίζοντο, καὶ πάντ’ ἐποίουν τὰ χαλεπώτατα· ὡς ἀοίκητόν τε καὶ ἀγεώργητον ἐντεῦθεν καταλειφθῆναι τὴν γῆν. μία μὲν οὖν αὕτη πρόφασις Ῥωμαίοις γίνεται τοῦ λιμοῦ.
δευτέρα δὲ καὶ μείζων, ὅτι καὶ ἡ ἐκ τοῦ Εὐξείνου πόντου κατὰ τὸ εἰωθὸς ἐνιαύσιος κατιοῦσα σιτοπομπία ἐξ αἰτίας ἐπαύσατο τῆσδε καὶ αὕτη. (Β.) Ἔστι Λατίνων τῶν ἐκ Γεννούας ἄποικος πόλις, ἣ πρὸς τῶν ἐγχωρίων καλεῖται Καφᾶς, καὶ τοῦ πρὸς τῇ Μαιώτιδι Βοσπόρου τριακοσίους καὶ χιλίους σταδίους διέχουσα, παρὰ τὰ εὐώνυμα τοῦ Εὐξείνου πόντου κειμένη πλευρὰ, εἴ τις πρὸς ἄρκτους ποιεῖσθαι τὸν ἀνάπλουν ἐθέλοι, καὶ τόν τε βόρειον πόλον καὶ τὴν Ἑλίκην ἔχειν πρὸ ὀφθαλμῶν. εἰωθὸς γὰρ τοῖς Λατίνοις, καὶ μάλιστα τοῖς ἐκ Γεννούας, ἐμπορικῷ τὰ πλεῖστα καὶ θαλαττίῳ βίῳ προσταλαιπωρεῖσθαι, καὶ τὰς τῶν χρημάτων προσόδους τῶν τε κοινῶν καὶ ἰδίων ἐντεῦθεν πορίζεσθαι, δόγμα τουτὶ κοινὸν ἐκ πολλοῦ κατέστη καὶ ψήφισμα τῇ σφῶν πολιτείᾳ τὰ μέγιστα ὠφελοῦν, σπονδὰς καὶ φιλίας συντίθεσθαι πρὸς τοὺς τῶν παραθαλασσίων πόλεων ἡγεμόνας, ὁπόσας λιμένες ἀγαθοὶ περικλύζουσί τε καὶ προσκλύζουσι, καὶ ἀνέμων οὐ δεδίασι κλύδωνας.
ἀναγκαζομένοις γὰρ ἐς τοὺς αὐτόθι τόπους καταίρειν, καὶ τὰς ἐμπορικὰς χρείας διδόναι τε καὶ λαμβάνειν, οὐ πρότερον ἔδοξε ῥᾴδιόν σφισιν εἶναι, πρὶν φίλους γίνεσθαι, οἷς τῶν ὁρμητηρίων ἡγεμόσιν εἶναι συμπέπτωκε. φόρους τοίνυν παρέχεσθαι ὑπισχνούμενοι, καθ’ ὁπόσην καὶ οἵαν τὸ σύνθημα γένοιτο ἑκατέρωθεν τάξιν, καὶ χρειωδῶν ἁπανταχόθεν ἁπάντων εἰσκομίζοντας προτιθέναι κατ’ ἐξουσίαν ὠνεῖσθαι τοὺς βουλομένους, καὶ οὕτως ἐπὶ ῥητοῖς τὸ συγκεχωρηκὸς δεχόμενοι καταγώγια καὶ νομὰς ἐπαύλεων πρός τε ἑαυτῶν ἀνεγείρουσι καθέδρας τε καὶ οἰκήσεις, καὶ ὅσα πρὸς ὑποδοχὴν ἀποχρῶντ’ ἂν εἴη τῶν ἀγωγίμων. (Γ.) Κατὰ δὴ τοῦτον τὸν τρόπον οὐ πολλοῖς τισιν ἔτεσι πρότερον καὶ ἡ ῥηθεῖσα πόλις ᾠκίσθη τοῖς ἐκ Γεννούας Λατίνοις, προσεληλυθόσι πρότερον τῷ τῶν Σκυθῶν ἡγεμόνι καὶ τὸ ἐνδόσιμον εἰληφόσιν ἐκεῖθεν. ἥκιστά γε μὴν ὡς ἔχει τήμερον τείχους ὁμοῦ καὶ μεγέθους εὐθὺς ἔκτισται ἐξ ἀρχῆς, ἀλλὰ τάφρῳ καὶ σκόλοψι βραχύν τινα χῶρον ὁρίσαντες ἀτείχιστον ᾤκουν αὐτόν·

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[4. c. 1312] BYZANTINE HISTORIE LIB. XII. {iur. J. PALEOL. 4] 816 III. Cum autem Synadeni, qui tum Thessalonicæ praeerat, frequentes & ttera afferrentur, Cantacuze num hortantes, ut quamprimum in Macedoniam transiret, Thessalonicam sub potestatem suam facili labore redacturus: esse enim illud jampridemi a se occultis melitionibus præparatum: ob cam causam, cum uxori su:e Irene imperatrici, et ejus fratri Manueli Asani, Didymotichi praefectura tradidisset, cupide station profciscitur, et castellum munit, quod Polystylum olim nuncupatum in maritima ora novissime ipse propriis sumptibus restituerat, juxta Nesti ostia, qui maximus Thraciæ fu vius ex Hæmo monte erumpens undam in maris Egæi littus evomit. IV. Vix ca ædificatio ad finem perducebatur, cum et Chreles Triballus prope affuturus fuit. Ilic cum antea imperio Triballorum regis paruisset, nescio quas ob causas fidei vincula abruperat, et proprium sibi imperium fecerat; in Strummitzan πεπipe, castellum ad nubes usque eductum, et qua cunque circa Strymonem Auvium oppida Amphipolin nsque sita sunt. Eleniin propter civile Riomanorum belluin, cum utræque illumn partes adularentur, formidandus Crali Serviæ et expugnatu difficillimus evaserat. Sic illa temporum conditione Irucbatur, fortunatus 627 in aliorum infortuniis, et ex vicinorum calamitate propriam felicitatem velut fructum percipiens. Idem tamen cum imperandi gloriam, qua Cantacuzenus antehac foruerat, agnosceret uliamnum, et non omnino suspectain habero desiisset, amicitiam illius ac societatem studiose ambiebat. Cum itaque Byzantinarum partium fautores, inuitati trecentos illos Lacedæmonios, qui Thermopylas, qua transiturus erat Xerxes, olim defenderant, vicinas Christopoli angustias occupassent, nec omnino indiligenter custodirent, noctu simul atque interdiu affisi, ita ut imperatori Cantacuzeno aditus illac praclusus foret, arcessitus et Chreles proxime Chr:stopolin venit, manum milituurr non parvam adducens; operam videlicet suam colVariorum nolæ, Didymotichus, hodie Dimouc, oppidulum est in ripa Hebri fluminis, inter Adrianopolin et Trajanopolin situmi. Vide Brietii Thraciim cu veterem tum novam. Cantacuzenns Didymotiche egressus esl Martii die 5, indict. 10, ut ipse testatur Hist. lib. 1, cap. 32. Bonin. Cantacuz. lib. n', cap. 57, auctor est eam ess urbem, quam Græri vocabant, Democriti philosophi patriam, de qua rursum agit cap. DUCANG. Ita etiam co des Vaticanus. Tamen deesse aiquid suspicor. Cert Cantacuzenus, quod oppidum suo tempore Polystylum dicebatur, illud ipsum ait Abdera dictum ab antiquis lib. ut, cap. 57. Cum C: a. cuzeno conscutit Onomasticon urbium, quod exstat in cod. Reg. 2754, fol. 327 v. ubi legitur Aðalμα, Pro legendum Vide quæ adnotavitnus paulo supra Ita rursum lib. xui. cap. 4. fluvius, quein alii νocant. Vide observata a viro doctis. simo Joanne Harduino ad lib. iv Plinii sect. 18, nota 54. DUCANG. Hodiernis geographis neque maximum Thraci: Oumen est, neque ex Hæmo monte oritur. BOIVIN. De quo Cantacuzenus lib. 1. cap. 52; lib. III, cap. 51. 55, 33, etc. DucANG. Urbem Macedonie, quam promiscue vocat Cantacuzenus, de qua quedam attigimus ad Annæam Alexiadem, 682 DUCANG. Verli, cum imperandi gloriam, qua Cantacuzenus antehac floraerat, agnosceret etiamIUIN, ele. Malim nunc, cum imperandi gloriam, quae Cantacuzeno posthac futura esset, cogitaret eliamnum, etc.. eu praesertim quod apud Gregoram adverbium žumpose solet referri ad futurum tempus. non autem art praeteritum. Boivis. Cantacus. lib. ut, cap. 32 et 33. DUCANG.

laturus, et pro virili effecturus, ut facilis esset imperatori ad urbem Thessalonicam transitus. V. Et hæc quidem ita se habebant. Qui vero Didymotichi cum imperatrice Irene et ejus fratre Manuele Asane relicti fuerant, tam pedites quam equites, supra quingentos erant: duces aulem duo; Manuel nempe Tarcbaniotes, qui cognatione junctus erat imperatori, et Georgius Phacrases; et post cos alii duo. Quoruin omnium constantiam, atque in præliis fortitudinem et experientiam, singula rerum gestarum testimonia, procedente hac historia, luculenter ostendent. Quos vero secum hebebat imperator comites ulterioris expeditionis, ii erant, præter 628 illos qui arcubus et fundis ac talibus telis eininus ferientibus utebantur, lectorum quidem equitum non minus quam duo millia; coguati auten, aliique nobiles, et omne famulitium ipsorum, quingentorum proxime numerum explebant. Inter quos maxime eminebant primum duo imperatoris filii, Malthmas et Manuel: deinde Irenes Augusta frater Joannes Asan et imperatoris consobrinus Joannes Angelus. Quorum omnium animum in periculis magnum et fortem, et res manu vel consilio praclare gestas, et tropra ipsa bellica, suo sigillatim loco infra declarabimus. Cantacus. lib. cap. 32. DUCANG. Cantacuzeno Idem præterea hoc est in suburbiis relictos ait oclo duces, singulos sagittariis mille præfectus. Hist. lib. 11, cap. Vel legendum vel post addendum, ut apud Cantacus. lib. m, cap. 3. Nequo enim Joannes Angelus frater fuit Irenes. Vide quæ de en supra annulanus. DUCANG. - Codex Vatícanus plane babet, ut legendum esse admonuimus. Ita accepi ex doctiss, V. Lud. Targnio. BɔivIN.

PG 148:913ἠρέμα δ’ ἔπειτα καὶ κατὰ βραχὺ προϊόντος τοῦ χρόνου λίθους ἔκ τε γῆς καὶ θαλάττης κομίζοντες οἰκίας ἔς τε πλάτος καὶ μῆκος ᾠκοδόμουν, πρὸς πολὺν τὸν ἀέρα τὸν ὄροφον ἀναφέροντες· ὡς ἐν βραχεῖ τῷ χρόνῳ πλείονος ἢ κατὰ τὸν δοθέντα κατὰ τὸ λεληθὸς δράξασθαι τόπου. προφάσει δ’ οἰκιῶν πλειόνων ἔτι καὶ μειζόνων, τῆς χρείας δῆθεν τῶν εἰσκομιζομένων ἀναγκαζούσης καὶ τῶν πρὸς τὴν πρᾶσιν καὶ ἀγορὰν προτιθεμένων ὠνίων, εὐρυχωροτέρους ἐτίθεντο τοὺς τῶν σκολόπων τε καὶ τάφρων ἕλικας, καὶ τειχῶν ὑπετίθουν κρηπῖδας, μειζόνων ἐλπίδων ἐπαγγελίαν ἐχούσας· καὶ οὕτω σμικρὸν ἐπὶ σμικρῷ τιθέντες πόλιν ἐχυρῶς τοῦ τειχίσματος ἔχουσαν κατεστήσαντο· ὡς ἐν βεβαίῳ τὴν τῶν ἐνοικούντων ἀσφάλειαν ἤδη κεῖσθαι, καὶ μὴ εὐχερῶς ὑφ’ ὁτωνδήποτε ἔχειν πολιορκεῖσθαι. (Δ.) Τῷ δὴ τοιούτῳ προτερήματι τοὺς Λατίνους ἐπαρθέντας πρὸς τὸ ὑπεροπτικώτερον αὔξειν συνέβαινε τὴν σφῶν αὐτῶν συγγενῆ τῆς αὐθαδείας κηλῖδα· ὡς ἐκ τοῦ μείζονος ἤδη καὶ τοῖς κατὰ συνήθειαν προσιοῦσι Σκύθαις τὰς ἀποκρίσεις διδόναι.
PG 148:915ἄρτι τοίνυν θρασύτερον λόγον ἀποδοὺς ἑνί τινι τῶν ἐν τῇ ἀγορᾷ Σκυθῶν τις τῶν τὰ ὤνια κεκτημένων Λατίνων μύωπι πέπληκται πρὸς τοῦ Σκύθου. ὁ δ’ εὐθὺς ἀνεῖλε ξίφει τὸν παίσαντα· καὶ θόρυβος ἐντεῦθεν ἀνὰ τὴν ἀγορὰν διεσκέδασται πάνυ τοι πλεῖστος. (Ε.) Τοῦτο πρὸς ὦτα γενόμενον τῷ τῶν Σκυθῶν ἀρχηγῷ ὀργῆς ἐπεπράχει πλήρη καὶ θυμοῦ βαρβαρικοῦ μεστόν· περιφρόνησιν γὰρ ἑαυτοῦ τὴν μεγίστην εἶναι τὸ πρᾶγμα ᾠήθη, πρὸς μέσην αὐτοῦ τὴν ἡγεμονίαν καὶ ἐπικράτειαν γεγονός· καὶ πέμψας ἀπαλλάττεσθαι τοῦ οἰκείου τόπου τὴν ταχίστην ἐκέλευε τοὺς Λατίνους. οἱ δὲ πρὸς ὅπλα χωρήσαντες, καὶ τὴν πόλιν ἀσφαλισάμενοι, τραχέσι λόγοις καὶ ὑπερηφάνοις τοὺς πρέσβεις ἀπέπεμψαν. τοῦτο πρὸς ἐσχάτην ἐξέμηνε τὸν Σκύθην ὀργὴν ἔτι· καὶ μοῖραν ἀπολεξάμενος Σκυθικὴν, καὶ μάλα ἄλλην, οὐκ ἀνίει πέμπων ἄλλην ἐπ’ ἄλλῃ συχνὰ πρὸς πολιορκίαν αὐτῶν. (2.) Ἀλλ’ ἐκεῖνοι τὰς ἐπάλξεις ἔνδοθεν καταφράξαντες ἀνδράσι καὶ ὅπλοις καὶ πᾶσι μηχανήμασιν ἑκηβόλοις πολλὰ τῶν Σκυθικῶν κατεγέλων βελῶν.
ἄλλως τε καὶ θαλαττοκρατοῦντες αὐτοὶ, καὶ τὴν τῶν ἐπιτηδείων ἀφθονίαν ἐκ θαλάσσης ἐσκομιζόμενοι, περὶ ἐλαχίστου τὰς τῶν Σκυθῶν ἐφόδους τε καὶ περιστρατοπεδεύσεις ἐτίθεντο· καὶ τό γε μεῖζον, ὅτι τριήρεσι πλείσταις περιπλέοντές τε καὶ παραπλέοντες πᾶσαν τὴν τῶν Σκυθῶν παραλίαν δύο τὰ χαλεπώτατά σφισι προὐξένουν· ἓν μὲν, ὅτι μηδαμῆ καταίρειν τῶν φορτηγῶν ὁλκάδων οὐδ’ ἡντινοῦν συνεχώρουν ἀγορᾶς καὶ πράσεως ἕνεκα· ὃ σφόδρα ἐκείνους ἐλύπει, τό,τε περιττεῦον ἀνόνητον ἔχοντας καὶ τὸ ἐνδέον ἀνεπινόητον· δεύτερον δ’, ὅτι καὶ τῶν νεῶν ἐκπηδῶντες ἐνίοτε καὶ ἐνιαχοῦ πολλὴν ἐκ τῆς Σκυθικῆς κατῆγον τὴν λείαν ἐς τὰς τριήρεις· ὡς ἀντεστράφθαι τὰ τῆς πολιορκίας καὶ πολιορκεῖσθαι μᾶλλον τοὺς Σκύθας δοκεῖν, ἢ πολιορκεῖν. (Ζ.) Ἐν δὴ τοῖς τοιούτοις μακροῦ μεταξὺ τριβομένου τοῦ χρόνου, σίτου τε σπάνει τὰς Ῥωμαίων πιέζεσθαι πόλεις καὶ ὅσα τῶν ταριχευτῶν ἐδωδίμων ἐκ τῆς Μαιώτιδος καὶ τῶν ἔγγιστα ποταμῶν συνηνέχθη.
ἔξεστι μέντοι θαυμάζειν, ὁπόσοις μὴ διασέσεισταί πως τὸ λογιζόμενον τῆς ψυχῆς, ὅπως ἀποκλεισθείσης οὑτωσὶ τῆς ἄνωθεν σιτοπομπίας, ἐμέλησεν εὐθὺς τῇ προνοίᾳ σιτοπομπίας ἑτέρας ἀνεῳγέναι θύραν. Ἰωνία γὰρ καὶ Φρυγία καὶ πρός γε Βιθυνία, καὶ ὅσον ἐπέκεινα χῶρον χεῖρες Περσικαὶ γεωργοῦσι, πολὺν ἐχορήγουν τηνικαῦτα τὸν σῖτον ταῖς πόλεσι, καὶ ψυχοῤῥαγούσας ἡ θεία πάλιν οὕτως ἀνέῤῥωσε χείρ. (Η.) Τήν γε μὴν Λατινικὴν κατὰ Σκυθῶν ἐκείνην αὐθάδειαν εἰς νοῦν οἱ Τραπεζούντιοι βαλλόμενοι καὶ δείσαντες, μὴ καὶ κατ’ αὐτῶν τι νεωτερίσωσιν ὅμοιον καὶ οἱ παρὰ σφᾶς προςοικοῦντες ὁμοίως Λατῖνοι, περιστάντες αἰφνίδιον τοὺς μὲν πλείους ἔργον ἀπέφηναν ξίφους· οἷς δὲ περιλειφθῆναι συμπέπτωκε, τούτοις δὲ ταπεινότερον κεχρῆσθαι Τραπεζουντίους διαγέγονε τοῦ λοιποῦ. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν. ιγ.
Ὥσπερ δὲ ψηφίσματος κατὰ τοῦτον τὸν χρόνον καὶ κοινοῦ τινος δόγματος ἐκ θεοῦ κατὰ πάσης ὁμοῦ κυρωθέντος τῆς οἰκουμένης, ἀρχάς τε καὶ ἐξουσίας, καὶ ὅσαι δημοκρατίαι καὶ ἀριστοκρατίαι, συγκεχύσθαι στασιασθείσας ἐφ’ ἑαυτὰς καὶ πρὸς ἐμφυλίους ἀναῤῥιπισθείσας μάχας, οὐδὲν οὐδαμῆ σχεδὸν ἐλλέλειπται μέρος, ὃ μὴ τοῦ τοιούτου παραπολελαύκει δεινοῦ, εἰ καὶ μὴ κατὰ τὸν ἴσον δήπουθεν τρόπον, ἔς γε τὸ μεῖζον καὶ ἧττον. κρίματα γὰρ εἶναι ταῦτα θεοῦ πάντας θνητοὺς λογισμοὺς ὑπερβαίνοντα, εἰ μή πού τις ἐξ εἰκασίας τινὸς στοχαζόμενος φάσκει παλαιωθεῖσαν κακίᾳ τὴν γῆν, καὶ δευσοποιοῖς τισι καπηλευθεῖσαν κηλῖσι, καθαρόν τε καὶ πάσης χαμερποῦς ἐμβριθείας ὑπέρτερον χαρίσασθαι βουληθέντος ταύτῃ πτερὸν, ἵν’ ἐλευθέριον καὶ μετέωρον καὶ εἰρήνης ὀψέ ποτε ἀναπνεύσῃ τερπνότητα, εὐνομίας καὶ δικαιοσύνης ἀγομένη κανόσι καὶ στάθμαις. (Β.) Καὶ πρῶτον μὲν οἱ ἐν Γεννούᾳ τῇ πόλει Λατῖνοι Τοῦζον ἐκεῖνον, ὃν εἰς δουκὸς ἀνήγαγον ἐκ μακέλλης ἀξίαν πρό γε δυοῖν τοῖν ἐνιαυτοῖν, συστάντες ἀρτίως ἐξήλασαν, ἐκπολεμωθέντων λάθρα κατ’ αὐτοῦ πρὸς τῶν περὶ Σπίνουλαν καὶ Σερτώριον εὐγενῶν·
PG 148:917οἳ τῆς ἐξουσίας ἐπειλημμένου Τούζου, τῆς πόλεως ἐξώσθησαν ἀγεννῶς, τῶν δημοτῶν ἅτε ἐπὶ μέγα δυνάμεως ἐληλυθυῖαν ἰδόντων τὴν τούτων ἀρχὴν καὶ τυραννικώτερον ἤδη τῶν δημοσίων ἁπτομένην πραγμάτων. συγχωρηθέντες γὰρ αὖθις ἐντὸς γενέσθαι Γεννούας μετριώτερον ἄγοντας βίον, τοῖς δὲ βραχὺ μετριάσασι τάχιστα παλινδρομεῖν ἐδόκει ἐς τὴν πρὶν ὑπερηφανίαν καὶ τὸν τυραννικὸν ἐκεῖνον τῦφον. ὅθεν συστάντων ἐπ’ αὐτοὺς αὖθις τοῦ δήμου, τῆς πόλεως ἀγεννέστερον νῦν ἐξωθοῦνται· καὶ γίνεται δοὺξ ἕτερος, τῷ πρὶν παραπλήσιος, ἐξ εὐτελῶν καὶ αὐτὸς τὰς τύχας ἕλκων τοῦ γένους· ὡς ἂν ἐνθύμιον σύντροφον ἔχων ἀεὶ τὴν τοῦ γένους κηλῖδα καὶ τὰς ἐκ γενέσεως τύχας ἐν τῷ μετρίῳ καὶ προσηνεῖ τοῦ φρονήματος ἐρείδῃ τῶν λογισμῶν τὰς κρηπῖδας. (Γ.) Ἀλλὰ καὶ τοῦ τῶν Αἰγυπτίων μεταλλάξαντος ἡγεμόνος εἰς πολλὰ τὴν ἀρχὴν τοῖς παισὶ διελοῦσι στασιάζειν πολὺν πρὸς ἀλλήλους ἤδη χρόνον γεγένηται· ὡς καὶ τὰ τῶν Αἰγυπτίων ὑποῤῥεῖν καὶ ἐς τὸ ἀσθενέστερον ἐντεῦθεν ἀεὶ ξυνελαύνεσθαι πράγματα.
PG 148:919(Δ.) Ναὶ μὴν καὶ οἱ περὶ τὸν Ἄτλαντα τὸν ἑσπέριον Λίβυές τε καὶ Μαυρουσίων οἱ πλείους, Ἀννίβαν ἐκεῖνον τὸν πάλαι τὸν Καρχηδόνιον μιμησάμενοι τέως, πλήθει μεγάλων δυνάμεων τὸν Γαδειραῖον διαπεραιούμενοι τράχηλον τοῖς μὲν Εὐρώπην οἰκοῦσι γένεσι τῶν Ἱσπανῶν διὰ μάχης γίνονται, καὶ πολέμοις πολέμους συνάπτοντες ἐπὶ μείζους βαδίζουσι μάχας ἀεί. (Ε.) Καὶ Βρεττανοὶ δ’ ὁμοίως, ναυτικαῖς δυνάμεσι διαβαίνοντες ἐς τὴν Κελτῶν ἤπειρον, μεγάλους συγκροτοῦσι πολέμους. (2.) Ἔτι μὴν τὸ Σκυθικὸν ἐκεῖνο γένος, οἳ τὴν Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν, καὶ ὅσα ἐπέκεινα τῶν ἐθνῶν, πάλαι πολὺν ἤδη χρόνον κατέσχον γῆν καὶ τὸ τῆς αὐθεντίας ἅπαν ἐκείνων κράτος, νῦν εἰς διαφόρους διαλυθέντες ἀρχὰς συχνὰ κατ’ ἀλλήλων ὁπλίζονται, κἀπὶ μέγα καπνοῦ καὶ φλογὸς ἐγερεῖν ἡ τούτων ἔρις ὑπισχνεῖται τὸν ἐκ τῆς μάχης φόνον.

Book XIV · Chapter ILiber Decimus Quartus · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:923καὶ τὴν μὲν πρώτην ἡμέραν δὶς ἐτίναξε τὴν γῆν ὁ θεός· οὕτω γε μὴν ἐμβριθῶς, ὡς ἀπογνῶναι τοὺς πλείστους τὸ ζῇν ὑπὸ δέους· οἰκίας τε καταπεσεῖν ἐγεγόνει καὶ τὰ πλεῖστα τῶν τοῦ Βυζαντίου τειχῶν. ἀμπέλων δὲ φραγμοὺς καὶ κήπων περιβόλους οὐδὲ μεμνῆσθαι χρή. πάντες γὰρ μικροῦ κατεῤῥίφησαν ἄχρι κρηπίδων· ὡς δυσπρόσοδον γίνεσθαι πᾶσαν ἀγυιὰν τοῖς παριοῦσι, σωρηδὸν ἐῤῥιμμένων τῶν ἐντεῦθεν ἐρειπίων. (Β.) Ἐκκέχυται δ’ ὁμοῦ καὶ τὸ τῆς θαλάττης ῥόθιον ὡς ποῤῥωτάτω τῆς χέρσου· καὶ μάλισθ’ ὅπη πεδιὰς καὶ ἱππήλατος ἦν ἡ γῆ, μέχρι καὶ ἐς δέκα σταδίους. συνεξήλασε δ’ ἔνια καὶ ἐνιαχοῦ τῶν ἀκατίων, ὅσα πρὸς τοῖς λιμέσι καὶ τοῖς ἄλλοις παραλίοις, καὶ συνέτριψεν ἐν τῇ μεσογείῳ· καὶ πλείστας δὲ κατέκλυσε χώρας, αὐτοῖς ἀνδράσι καὶ ποιμνίοις καὶ ζεύγεσι. παλινδρομοῦντός γε μὴν τοῦ ῥοθίου μεθ’ ἱκανὸν πρὸς τὰς συνήθεις καὶ τεταγμένας εὐνὰς, ἦν ἰδεῖν ἰλύος τὰ πάντα μεστὰ καὶ ἰχθύων νεκρῶν. (Γ.) Αἴσθησιν μέντοι τοῦ τοιούτου γενέσθαι φασὶ τιναγμοῦ καὶ σεισμοῦ μέχρι Λυσιμαχίας, καὶ βραχύ τι Χεῤῥονήσου ἐπέκεινα· ἥκιστα δ’ οὖν τὸν ἴσον γε τρόπον·
ἀλλ’ ὥσπερ ἐξ ὁρμητηρίου καὶ ῥίζης τινὸς ἀρξάμενον τοῦ Βυζαντίου ἠρέμα καὶ κατὰ βραχὺ προϊόντα τε ἐνδιδόναι καὶ ὑφειμένως βαδίζουσαν κατὰ τὸ ἀνάλογον ἀεὶ ταῖς ἐφεξῆς παραπέμπειν χώραις καὶ πόλεσι τὴν τοῦ κλόνου συνάφειαν· παραμεῖναι δ’ ἄχρι καὶ αὐτοῦ γε τοῦ θέρους ἐφ’ ἡμέρᾳ καὶ νυκτὶ, μείζω τε καὶ ἐλάττω τὴν αἴσθησιν παρεχόμενον. (Δ.) Κατὰ μέντοι περίοδον χρονικὴν τοῦ κατόπιν βαδίζοντος φθινοπώρου ἐκ τῆς αὐτῆς ὡσαύτως ἡμέρας ὅμοιοι πάλιν ἀρξάμενοι τὴν γῆν συνετάραττόν τε καὶ ἐθορύβουν σεισμοί· ὡς ἐκ τῆς τῶν τοιούτων σεισμῶν συνεχείας τόν τ’ ἐπὶ τοῦ πλινθωτοῦ κιόνος ἐν ἀγγελικῷ τῷ σχήματι χαλκοῦν ἀνδριάντα καὶ ἅμα τὸν τοῦ προβεβασιλευκότος Παλαιολόγου τῇ βίᾳ καταγωνισθέντας τῷ μὲν ἐπὶ θατέρου τῶν ὤμων κεκλίσθαι τὴν κεφαλὴν, τῷ δὲ πρὸ ποδῶν ἐῤῥίφθαι τὸν ἐν χεροῖν τῆς πόλεως σχηματισμόν· ὡς εἰκασμοῖς τισιν ἐντεῦθεν ἐννοίας τινὰς ἀναλεξαμένοις ἐνίοις ἀποπεφάνθαι, μὴ εἰς μακρὰν τῆς τῶν Παλαιολόγων αὐτοκρατορίας ἔσεσθαι τὴν καταστροφήν.
PG 148:925(Ε.) Κἀπὶ τούτοις τὸ προπεπονθὸς τῆς ἑῴας ἀψίδος τοῦ τῆς τοῦ θεοῦ Σοφίας νεὼ καταπονούμενον ἡσυχῆ παρεῤῥήγνυτο μᾶλλον ἀεὶ, καὶ πολλὰς ἐκεῖθεν ψηφίδων καὶ πλίνθων κατέῤῥιπτε, μέχρι τῆς παντελοῦς πτώσεως· περὶ ἧς ἡμῖν κατὰ χώραν ἰοῦσιν ἀποχρώντως λελέξεται. νῦν δ’ ἐπανακτέον τὸν λόγον καὶ διηγητέον, ὅσα ἐν τῷδε τοῦ χρόνου ἰδίᾳ συνεπεπτώκει γενέσθαι τοῖς Βυζαντίοις. γ. Ἐπεὶ γὰρ Ἀποκαύκῳ τὰ κατὰ γνώμην οὐκ εὔοδα κατὰ τοῦ βασιλέως ἐβάδιζεν· ἀλλ’ ἐκείνῳ μὲν ἐκ τοῦ τῆς ἀπογνώσεως βυθοῦ δεξιῶς ἀνέβαινεν ἠρέμα τὰ πράγματα καὶ ἀνεῤῥώννυτο πρὸς τὸ εὐθαρσέστερον· τούτῳ δ’ οὔτε τὰ κατὰ θάλατταν ἐλπίδας παρεῖχε θαῤῥούσας, οὔτε τοῖς κατ’ ἤπειρον δεξιόν τι καθίστατο σύμβολον· ἐφ’ ἑτέρας ἐτρέπετο μηχανάς. ἔγνω γὰρ προβιβασμοῖς γερῶν καὶ προσόδων πόροις ὑπελθεῖν τόν τε πατριάρχην καὶ ἅμα τὸν Γαβαλᾶν Ἰωάννην· ὃς γλωττοδαίδαλόν τινα πρὸς τῆς φύσεως κτησάμενος εὐστομίαν μάλα τοι πιθανὸς ἐδόκει τοῖς ἀκούουσι, τοῖς τε ἄλλοις καὶ ὅσοι τὴν βασίλειον συνεκρότουν σύγκλητον καὶ βουλήν.
PG 148:927(Β.) Πολλοῖς τοίνυν τὸν πατριάρχην κυκλούμενον υἱέσι καὶ κηδεσταῖς καὶ ἀπογόνοις, καὶ πλήθει συγγενείας παντοδαπῆς, τιμαῖς ἄλλαις ἄλλους μετεωρίσας, καὶ χωρίων ἐπιδόσεσιν εὔπορον καταστήσας τὸν βίον αὐτοῖς, ξένας ἔπειτα ἐπενόει τιμῶν παρενθήκας τῇ πατριαρχικῇ δι’ αὐτὸν περιωπῇ. αἱ δὲ ἦσαν, μήτ’ ἐν ὑπογραφαῖς, μήτ’ ἐν καλύπτρᾳ κεφαλῆς ἕπεσθαι τοῖς παλαιοῖς ἐθισμοῖς, μήθ’ ὑποδήμασι τοῖς ὁμοίοις ἔτι κεχρῆσθαι, ἀλλ’ ἐρυθροῖς μὲν αὐτοῖς· Σηρικοῖς δὲ καὶ χρυσοῖς τὴν καλύπτραν ὑφάσμασι κεκοσμῆσθαι· χρώματι δ’ αὖ ὑακινθίνῳ τὰς τῶν ἐπιστολῶν καὶ ψηφισμάτων ἐγχαράττειν ἐπισημασίας. (Β.) Καὶ τὸ εὔλογον τῆς αἰτίας προσεπιφέρων τῇ καινοτομίᾳ καὶ προθεραπεύων ἔφασκεν ὡς πάλαι ἐχρῆν κεκυρῶσθαι τουτὶ τὸ δικαίωμα τῇ τῆς βασιλευούσης τῶν πόλεων ἐκκλησίᾳ, ἅτε πασῶν ὁπόσαι ὑφ’ ἥλιον πόλεις εἰσὶν ὑπερεχούσης κατά τε μέγεθος καὶ πολιτείας εὐγένειαν. καὶ πρός γε ἔτι Κωνσταντίνῳ τῷ μεγάλῳ βασιλεῖ τειχίσαντι ταύτην, καὶ τὸ τῆς Ῥώμης ἀξίωμα μετὰ τῆς βασιλείας ἐνταυθοῖ μετενηνοχότι, καὶ ἃ τῇ ἐκκλησίᾳ παρέσχεν ἐκεῖ προνόμια, συνηκολούθησε καὶ ταῦτα καὶ μετηνέχθη πρὸς ταύτην ὡς τὸ εἰκός.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ δὲ τοῖς ἐκεῖθεν ἠμέληται ἐπισκόποις καὶ διαδόχοις ἐνθάδε τῶν θρόνων, τί πρὸς ἔπος ἡμῖν τήμερον; οὐ γὰρ νόμον τοῖς ὀψιγόνοις εἶναι χρεὼν, ἃ τοῖς γονεῦσιν ἐκ περιπετείας τινὸς πεπλημμέληται, ἀλλὰ διόρθωσιν μᾶλλον τοῖς ἄνω γίνεσθαι κάτωθεν, ὥσπερ ῥεύματος ἀνατρέχοντος ἐπ’ ἀγαθῷ τοῦ βίου· ἐξεῖναί γε μὴν καὶ οἷς πρὸς βουλήσεως ἂν συνορᾷν γένηται, καὶ τὸν χρόνον, ὥσπερ ἐκ ταὐτομάτου σαφῶς εἰς τοῦτο συνελάσαντα τύχης τὰ πράγματα, μονονουχὶ συλλαμβάνοντά πως ἡμῖν καὶ μάλα εὔοδα προκαθιστῶντα τῆς μελέτης ἡμῶν ταυτησὶ τὰ προοίμια. ἢ φρασάτω τις ἐμοὶ παρελθὼν, ποῖος χρόνος εἶδεν εἰς ταὐτὸ ἀμφότερα συνενεχθέντα, βασιλείαν ἅμα καὶ ἐκκλησίαν· καὶ πατριάρχην ἅμα καὶ τοῦ τῶν δημοσίων κηδομένου πραγμάτων βασιλέως χηρεύουσαν βασιλίδα πρὸς ἓν καὶ ταὐτὸ ξυνιέναι καλῶς ἐνδιαίτημα, καὶ οἶκον δυσὶ τὸν αὐτὸν ἐν ταὐτῷ καθίστασθαι, τὸ βασιλικὸν παλάτιον· καὶ τὸν μὲν ἀποσώζειν εἰκόνα ψυχῆς, τὴν δὲ σώματος· καὶ τὸν μὲν ἀντὶ μὲν βασιλέως τοῖς πράγμασι γίνεσθαι τοῖς πολιτικοῖς, ἀντὶ δὲ πατρὸς τῷ ταύτης ὀρφανῷ παιδὶ τῷ νέῳ βασιλεῖ·
τὴν δ’ ὑπείκειν ὅσα καὶ ἡγεμόνι χρηστῷ καὶ μόνῳ δυναμένῳ σώζειν τὴν ἀρχὴν ἀσφαλῶς, ὅσα καὶ κυβερνήτης, καθάπερ ὁλκάδα πλημμελῶς ἐφ’ ὑγραῖς ταλαντευομένην θαλάττης ἀγκάλαις. εἰ δὲ ταῦτα τῇδε ἔχει καὶ οὐδὲν ὑποτρέχει ψεῦδος τὰ εἰρημένα, τί κωλύει καὶ παρασήμοις καί τισι τεκμηρίοις βασιλικοῖς σκιωδῶς πως κεχρῆσθαι πρὸς τὴν τῶν οὕτως ἀληθῶν βεβαίωσιν; (Δ.) Οὕτω μὲν οὖν εἰρωνικοῖς μᾶλλον ἢ γοητεύουσιν ἄλλως ὑπερχόμενος λόγοις καὶ τὸ παθητικὸν τῆς τοῦ πατριάρχου θωπεύων ψυχῆς ὁ Ἀπόκαυκος τἄλλα μὲν ἀσμένως προσήκασθαι ἐπεπείκει· τὸ δὲ τῶν ἐρυθρῶν πεδίλων νῦν μὲν ἥκιστα διὰ τὸ τῆς καινότητος θράσος· χωροῦντος δ’ ὀψὲ τοῦ χρόνου, διὰ τὸν τῶν δυοῖν ἐθισμὸν, ἐπαγγείλασθαι εὐπαράδεκτόν πως ἔσεσθαι καὶ τὸ τρίτον. τὰ γὰρ ἐκπληκτικὰ τῆς ὑπερηφανίας οὐ τὸ τῆς ὥρας αἰφνίδιον κατασβέσαι δύναται, ῥᾷστα μεντἂν ἐκπυρσεῦσαι μᾶλλον καὶ φθόνον ἐγεῖραι σκληρόν τινα καὶ δυσκαρτέρητον· τοῦ δὲ χρόνου ῥέοντος, ὁμαλῶς πως ἤδη καὶ τὸ τῆς ἐκπλήξεως ἐκείνης δαπανᾶσθαι καὶ μαραίνεσθαι θράσος, ἠρέμα καὶ κατὰ μικρὸν ἐμμελετηθείσης ταῖς τῶν ἐντυγχανόντων ὄψεσι διὰ τὸ συνεχὲς τοῦ συνδιαιτᾶσθαι.
PG 148:929τούτου μὲν οὖν ἕνεκα τοῖν δυοῖν ἀρκεσθῆναι καινοτομήμασι μόνοις ἐν τῷ παρόντι, τοῦ τρίτου μετεωρισθέντος ἐς τοὐπιόν· μὴ ἐπιστῆσαι πρότερον ἐθελήσαντα, καὶ γνόντα τὴν τῶν προτέρων ἐνταῦθα διάνοιαν, ἐν τῷ μετρίῳ τοῦ ἤθους ἵστασθαι, καὶ μὴ κινεῖν πατέρων ὅρια· ἀλλ’ ἥττω γενόμενον δόξης, πολλὴν ἐπιφερομένης τὴν ἀωρίαν, ἀγώγιμον εἶναι τοῦ λοιποῦ τοῖς ἐμπαίζειν ἐθέλουσι, μέχρι τοῦ, συμφέροντος ἐξ αὐτῶν ἐναργῶς τῶν πραγμάτων σαφῆ τὸν χρόνον σύμβουλον ἐσχηκότα, συνιέναι μὲν ὡς φείδεσθαι χρόνου καὶ τύχης ἐχρῆν, μὴ δυνηθῆναι δ’ οὖν οὐδὲ μικράν τινα τὴν ἐν δεινοῖς ἀσφάλειαν ἑαυτῷ πορίσασθαι, ἀλλ’ ἐς ἀτεκμάρτους καὶ μάλα παντοδαποὺς κακῶν συνωσθῆναι βυθούς.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

867 (A. m. 6850, INF. 10} NKETRORI GREGORE .: 1. ALFOL. 21 sit:.t, ea ego nec laudaverim mea quidem spente, neque omnino retulerim in eas res, qua: vituperari 650 debent. Ea enim non tam ejus, qui agit, opera esse dixerim, quam temerarium quemdamy fortune impetum, sen faventis, seu omni calamitatumi ke- είρηmere sævientis adversus eos, quos hostili animo invadit. Quemadmodum igitur corona minime do candum illud puto, quod præter sententiam prae clare acciderit, ita nec damnandum illud censeo, quod praeter voluntatem male successerit. X. Postquam itaque ostenderimus, patientia illa voluntaria ac deliberata, et co quod ulcisci cos nollet qui tum molesti erant, factum esse, ut in tanta calamitatum tempestate tantisque fluctibus justus ac caelsiis præmiorum dispensator periculis depulsis tranquillum cum esse juberet; ostendemus utique fusius sne loco, procedente hoc opere, quonam pacto adversissiuna ei omnia posthac acciderint, veritatem historicam retinere cupiens tes, ac persuadere his qui in hanc temporum partem inciderint, ne nos existiment quocunque afecta ductos supra modum dictis exaggerare ea quæ in illo homine vel laude et admiratione digna exstiterunt, vel ab radice contraria pullularunt: sed nobis veritatem, prout se habuit, exponentibus eredant, et uuam quamdam utrinque omnes utilitatein percipiant, consentaneam videntes et congruentem seminibus segetem sequi; et iis qui a bono proposito 647 orsi fuerint, bona evenire; ii, vero, qui nude pejora pugnant inceperint et ab ea parte, qua iujustitia armatur adversus rectum ac veritatem, iis, inquam, adversa omnia accidere. Sed et inde revocanda est oratio nostra. XI. Vix triginta dies cum Cale post adventum suum conimoratus imperator, abennte jam illa æstate autumuoque ineunte, vigentibus vitibus ac vindemiatores clara pene voce advocantibus, venit cum copiis et suis propriis, et ex Servia longe piuribns, ad Serrhas urbem, nullo labore captum iri eam a se sperans, conspirantibus intus fortasse proditoribus non paucis, iis videlicet, qui isti vclicmentius studebant, ficillimumque ingressum missis clam litteris promittebant. Verum Deo illic quoque hujus voluntati evidenter adversante, conatus ille irritus fuit, et inanc impedimentum totus Variorum Hujus Hist. lib. xvi, cap. 1. sect. cit., cap. 5; erct. 7; lib. xvii, capp. 6 et 7; lið, xxt, cap. 6, etc. 71) Cantacuzenus Cralem convenit circiter illud tempus, quo Orionis sidus oritur, hoc est æstate menute, sub exitum mensis Jumi; ut adnotatum supra (hot. 65). idem nunc diebus triginta apud Caradona comauratus ese dicitur: iisque elapsis, y-nisse obsessum Serchas, exeunte æstate, imo autumuo ineunte, et instante jam vindemia. Ita diebus triginta totam æstatem videtur conclusisse noster hic Chronologus. Sed fortasse ad 1.los triginta dies, apud Cralem consumptos, addi etiam debet allnd tempus, quod antequam ad urbcin Serrbas perventum esset, excr.itui cogendo et instruendo, notæ. atque ipsi itineri conficiendo impensum fuerit: ut cum demum castra prope eam ipsam urbem posna sint, cum jam æstas tota eziisset. Cantacuze tus Bisler. lib. c. aitse Ide addit, Cralem cum uxore prosecutum esse usque ad confima imperii Romani: id quod non satis congruit cum rationibus uestris chronologicis. Atque hoc loco etiain Gregoras Serrhas pro Pheris præfert, cujus præfecturam habebat Guido Lusinianus, qui ad Armeniæ reguum capessendum evocatus, cam super dimiserat, uti narrat Camiac. lib. 111, cap. 49. Dugang.

(Ε.) Τὸ γὰρ τῆς ἐπισκοπῆς ἀξίωμα καὶ τὸ ψυχῶν ἄρχειν, τοῦ κρατίστου μέρους τῶν ἐν τῷ κόσμῳ συλλήβδην ἁπάντων εἰπεῖν, σφόδρα τοι μέγιστον καὶ περιφανὲς εἰδόσι τοῖς τὰς ἀρίστας πάλαι συντάττουσι τῶν πολιτειῶν νομοθέταις καλῶς ἔχειν ἔδοξε, τὸ τῆς ἀνθρωπίνης γνώμης φυλαττομένοις εὐόλισθον καὶ ἐπισφαλὲς, ὥσπερ δεσμῷ τινι τῷ ταπεινοτέρῳ τοῦ σχήματος κολάζειν τῆς τύχης τὸ μέγεθος, ἵνα μὴ τὸ τοῦ θράσους ἀκόλαστον ὥσπερ μέθη τις ἐγγένηταί τῳ, καὶ πρὸς τυραννίδος ὑπόθεσιν ἐξοκεῖλαν μεγάλων ἄρξῃ τοῖς πολιτικοῖς πράγμασι τῶν κακῶν. τὸν δὲ τῆς βασιλείας ὄγκον σωμάτων μὲν καὶ δημοσίων ἄρχειν πραγμάτων, ἥττονος μέρους ἢ κατ’ ἐκεῖνο· ὅπλων δὲ καὶ στρατιωτικῶν θορύβων περιβεβλῆσθαι δύναμιν, καὶ τούτοις τὸ τοῦ μεγέθους ἐκείνου κατὰ τὸ εἰκὸς λειπόμενον ἀντανισοῦν. αἱ γὰρ ἁπλαῖ καὶ μονοειδεῖς πολιτεῖαι ῥᾷστα πρὸς ἀτοπίαν ἐκτρέχουσιν, ἐρημίᾳ τοῦ βοηθήσοντος· μιγνύμεναι δέ πως καὶ ἀνακεραννύμεναι μετριώτερον τὸ ἐπικίνδυνον ἔχουσι, θατέρου θάτερον ἐπιῤῥωννύντος καὶ ἀνεγείροντος, ὅταν εἰς κακίας ἐκτοπίζηται βάραθρον, καὶ τυραννίδος ἐνοχλοῦντες διασαλεύωσί τινες τὸ λογιζόμενον θόρυβοι.
ὅθεν ἐκεῖνο μὲν λύσιν καὶ ἀταξίαν εἰσάγει τὸ μέρος καὶ ἀνατρέπειν δίδωσι χώραν ἠρέμα τοὺς θεμελίους τῆς εὐταξίας εἰς ἔδαφος, ἢν μή τις ἐπίσχῃ· τὸ δ’ αὐτοφυᾶ καὶ αὐτογεώργητον ἔχει τὴν χάριν τοῦ κρείττονος καὶ κόσμος τις ἀτεχνῶς ἐναρμόνιος ὅλῳ τῷ βίῳ καθίσταται. (2.) Δέον τοιγαροῦν καὶ πατριάρχην τουτονὶ τοῖς εἰθισμένοις νομίμοις ἐμμένειν, καὶ μὴ σαλεύειν ὅρους σὺν λόγῳ πάλαι κειμένους· ὁ δὲ κακοβουλίᾳ χρώμενος λέληθεν ἅμα ἑαυτῷ καὶ τὰ Ῥωμαίων ἀπολωλεκὼς πράγματα, σφίσιν ἐν βραχεῖ παντοδαπῶν ἐπινεύσας κλύδωνας συμφορῶν. καίτοι εἰ φοβερὸς καὶ περίβλεπτός τις βασιλεῦσιν εἶναι καὶ ἄρχουσιν αὐτῷ πρὸς βουλήσεως ἦν, ἐς τὸν σωτῆρα βλέπειν ἔδει τούτῳ Χριστὸν, καὶ τὴν ἔνδοξον ἀδοξίαν ἐκείνου μιμεῖσθαι, οὗ μάλιστα καὶ τὴν εἰκόνα φέρειν τὸ τῆς ἱερατείας νενόμισται σχῆμα. εἰ γὰρ Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ καθ’ ὅλης μικροῦ τῆς Ἀσίας ἐλάσας, τὸ Διογένους αἰδούμενος ἐμακάριζεν εὐτελὲς καὶ ἀπέριττον, μᾶλλον ἢ τὸν τῆς ἑαυτοῦ βασιλείας ὄγκον καὶ πλοῦτον·
πολλῷ ἂν δήπου ῥᾷον τουτονὶ βασιλεῖς τε καὶ ἄρχοντες ἐμακάριζον, εἰ οὗ τὴν εἰκόνα τέτακται φέρειν, τούτου τὸ ἄτυφον καὶ λιτὸν τῆς διαίτης ἀεὶ διετέλει μιμούμενος. ἀλλὰ μὴν πρὸς ἐναντίους ὁπώσποτε περιτρέψας κανόνας τὴν εὐσχήμονα καὶ βελτίστην κατάστασιν τῆς αὐτονομίας ἐκείνης, οὗ μὲν τυχεῖν ἐπεθύμει, περιφανῶς ἐκπέπτωκεν· οὗ δ’ εἶχε, περιφανέστερον ὁμοῦ καὶ αὐτοῦ συνεκπέπτωκεν, ἀντὶ μὲν δεσπότου καὶ πατρὸς ἑαυτὸν προφανῶς καταστήσας ἀνδράποδον· ἀντὶ δὲ περιβλέπτου δόξης, ἀδοξίας κληροῦχον λαμπρᾶς. οὕτω μακρὰν ἐπισύρεται πανταχοῦ τὴν ἀωρίαν τὸ ἄγαν φιλοτιμεῖσθαι, καὶ πρὸς ὕπαιθρον παρεξάγει μανίαν ἡ τῆς ἐξουσίας αὐθάδεια. (Ζ.) Τούτου μὲν δὴ οὖν οὕτω ῥᾷστα τὴν γνώμην ἐξανδραποδισάμενος ὁ Ἀπόκαυκος ἐπὶ τὸν Γαβαλᾶν Ἰωάννην λοιπὸν προσῆγε τὰς μηχανὰς καὶ τὰς ἑλεπόλεις τῶν δόλων· καὶ εἰς γυναῖκα τὴν θυγατέρα κατεγγυᾶσθαι μετεωρίσας ὅρκοις ἠνάγκασε τὰ βεβουλευμένα κυροῦν καὶ πιστοῦσθαι τοῦτον, εἰ τοῖς αὐτοῦ καθάπαξ βουλήμασιν ἕπεσθαι βούλοιτο.
PG 148:931τὰ δὲ ἦν, ὁπόσοι τῶν εὐγενῶν καὶ περιβλέπτων τὴν δόξαν τὸ τῆς συγκλήτου πληροῦσι βῆμα, πάντας ἕνα παρ’ ἕνα δεσμοῖς καὶ φρουραῖς ἐγκλείειν, ἄλλους ἄλλαις αἰτίαις καθυποβάλλοντα ἐξ αὐτοσχεδίου τὸν πιθανώτερον τρόπον. (Η.) Τούτων δ’ οὕτω ῥυέντων, καὶ τὴν τῶν δημοσίων αὐτῷ μὲν διοίκησιν εὐθὺς ἐγχειρίζει πραγμάτων· αὐτὸς δ’ ἄρας ἐκ Βυζαντίου σύν γε πατριάρχῃ καὶ τῷ βασιλεῖ Παλαιολόγῳ τάχιστα ἐχώρει πρὸς Πείρινθον, πρόφασιν μὲν ὡς ἐπὶ Καντακουζηνὸν ἐκστρατεύων τὸν βασιλέα· τῇ δ’ ἀληθείᾳ δυοῖν πραγματευόμενος θάτερον, ἢ τῷ τῶν Ἐπιβατῶν, εἰ δυνηθείη, συγκλείσας φρουρίῳ βίᾳ τῷ βασιλεῖ τὴν θυγατέρα δοῦναι γάμου ξυναλλαγαῖς, ἢ τόν γε δεύτερον ἐλαύνοντι πλοῦν τῷ βασιλεῖ Καντακουζηνῷ δι’ αὐτῶν ποτε σπείσασθαι, Λέσβον καὶ Χίον ἀλλαξαμένων σφῶν ἐς διηνεκῆ τινα κλῆρον. (Θ.) Ταῦθ’ ὁρῶσι μακρὰν τοῖς συνετωτέροις ἔκπληξιν ἐνεποίει, καὶ ἀσυλλόγιστον ἐδόκει τὸ πρᾶγμα, πῶς τῷ μανιώδει τῆς γνώμης ἡ Ἄννα προδεδωκυῖα τὴν τῶν πραγμάτων ἡγεμονίαν πάντων ἀπείπατο, τυφλωθεῖσα καθάπαξ ὑπὸ ζηλοτυπίας καὶ μηδενὸς τῶν πραττομένων αἰσθάνεσθαι θέλουσα·
PG 148:934ἀλλὰ καθάπερ ἔξω στηλῶν Ἡρακλείων τῆς τοσαύτης ἀπωλείας καθισταμένης, οὕτω διακειμένη. ἦν γὰρ ἐν ἐλπίσι τοῦ ἔρωτος πείθοντος σα βίον τοὐντεῦθεν ἄλυπον ἕξειν, καὶ φροντίδος ἁπάσης τὸ παράπαν ἀπηλλαγμένον. ψυχὴ γὰρ ἀπαιδαγώγητον ἄγουσα βίον, καὶ ὄψιν οὐ μάλα κολάζειν προμελετήσασα, ἔλαθε πολλάκις αἰχμάλωτος ἀπαχθεῖσα, καθάπερ λάφυρον ἀπροόπτως ἑαυτὴν εἰς ἄχαλκον ἐμβαλοῦσα πόλεμον λογισμῶν ἀφανείᾳ κεκαλυμμένων, καὶ πρὶν καλῶς τῆς πολεμίας ἐφόδου τὸ βίαιον αἰσθέσθαι, ᾤχετο θελγούσης λαβοῦσα πυρκαί̈ας ὑπομνήματα. δ. Ἐγὼ δ’ ἐνταυθοῖ κἀκείνου μεμνήσομαι, χρόνον μὲν τὸν αὐτὸν συνενεχθέντος, σαφηνείας δ’ εἵνεκα μείζονος ἄνωθέν ποθεν ἦρχθαι ὀφείλοντος. ἔαρος γὰρ ἐπιστάντος ἤδη, τὰς οἰκείας ὁ βασιλεὺς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τοὺς ἐπέκεινα Ῥοδόπης τοῦ ὄρους αὐλῶνας καὶ τὰ ἐκεῖσε πρὸς ἀποχρῶσαν νομὴν ἀναπεπταμένα πεδία. προσάγων δὲ καὶ πεῖράν τινα ταῖς ἐκεῖ πόλεσιν εἷλε καθ’ ὁμολογίαν πόλεις δύο, τήν τε Κομοτηνὴν καὶ τὴν Γρατιανοῦ καλουμένας. (Β.) Ἔνθα δὴ καὶ τὸ πρὸς Μομιτίλου γέγονεν ἐκεῖνο σύμπτωμα·
PG 148:936ὃς διφυής τις γενόμενος ἐξ ἀφανῶν γονέων ἐν μεθορίοις Πατριβαλῶν καὶ Μυσῶν λῃστρικὸν ἐκ μειρακίου καθ’ ἑταιρείαν ἡλικιώτιδα βίον ἄγειν προσῄρηται, ἔνεδρά τε δὴ καὶ λόχους κατασκευαζόμενος αἰφνίδιον ἐπέφερε τοῖς παριοῦσι τὸν ὄλεθρον. τριακοντούτης δ’ ἄρτι γενόμενος ἐς τὸ ἀνθρωπικώτερον ἐκ τοῦ θηριώδους ἐκείνου τὸν βίον ἀλλάξασθαι ἔγνωκε. καὶ δὴ προσεληλυθὼς ἑνί τινι τῶν ἐνδόξων Ῥωμαίων μισθοῦ διακονεῖσθαι τέταχεν ἑαυτόν. ἔπειτ’ ὀλίγου ῥέοντος χρόνου, τὴν δουλείαν τε ἀπείπατο ταύτην καὶ ἐς τὰ πρότερα τῆς λῃστείας ἐπαλινδρόμησεν ἤθη, καὶ πολλὴν ἠρέμα καὶ κατὰ μικρὸν προσεταιρισάμενος χεῖρα ἔμπρακτον ἐδείκνυ τὸ τῆς ψυχῆς δραστήριον, νῦν μὲν ταῖς ἄκραις τῶν Μυσῶν ἐμπίπτων ὥσπερ κεραυνὸς ἐκ τοῦ αἰφνιδίου, νῦν δὲ ταῖς τοῦ Καντακουζηνοῦ προσβάλλων κρύφα δυνάμεσι, νῦν δὲ τὰς τῶν Βυζαντίων ληϊζόμενος ἐξ ἐφόδου χώρας. (Γ.) Δείσας δ’ ὅμως, μὴ συνελθόντες οἱ πρὸς αὐτοῦ κακούμενοι κακῶς κακὸν γειτόνημα διαφθείρωσι, προσελάσας, σύμμαχος ὑπόσπονδος καὶ δοῦλος ἐθελοντὴς εἵλετο λέγεσθαί τε καὶ εἶναι Καντακουζηνοῦ τοῦ βασιλέως·
πλὴν οὐχ ὥστε καὶ συνεῖναι, καὶ ὅπη πορεύεσθαι βούλοιτο ἕπεσθαι· ἀλλ’ αὐτονομίᾳ χρώμενον κρύφα κατὰ τὴν συμφυᾶ συνήθειαν τοῖς ἐκείνου προσβάλλειν ἐχθροῖς, ἐπὶ κέρδεσιν ἑαυτοῦ τε καὶ ὅσοι ξύν γε αὐτῷ μισθοῦ λῃστρικοῦ στρατεύεσθαι εἵλοντο. (Δ.) Ἐπεί γε μὴν τοῦ χρόνου χωροῦντος ὅσοι τῶν πενήτων αἱμοχαρεῖς καὶ αὐθάδεις ὄντες ἐτύγχανον, ὀλίγοι κατὰ πολλοὺς καὶ πολλοὶ κατ’ ὀλίγους ἀθροιζόμενοι, κατὰ συμφωνίαν αὐτῷ προσεῤῥύησαν ἔκ τε Τριβαλλῶν καὶ Μυσῶν, καὶ ὅσοι μιξοβάρβαρον ἐπὶ τούτοις ἤνυον δίαιταν, ὡς ἐπέκεινά που τῶν δισχιλίων ἐπιλέκτων ἱππέων εἶναι, οἳ θυμοῦ πνέοντες πάντες ἀρεϊκοῦ τὴν σφῶν αὐτῶν μᾶλλον ψυχὴν ἢ τοῦτον καταπροέσθαι διϊσχυρίζοντο· ὡς ἀποχρῆναι λοιπὸν καὶ πρὸς ἀντίπαλον ἤδη καθίστασθαι μοῖραν, ᾧ ἂν βούλοιτο μέρει τῆς ἐμφυλίου Ῥωμαίων μάχης· σύμβολα τῆς δεσποτικῆς ἀξίας οἱ Βυζάντιοι πέμπουσιν αὐτῷ, καὶ λάθρα κατὰ τοῦ βασιλέως ὁπλίζουσι Καντακουζηνοῦ. ἐκεῖθεν οὖν καιροφυλακῶν ὁ Μομιτίλας ἀεὶ διετέλει, καὶ τὴν ἐπίθεσιν ἐν μυχοῖς τῆς καρδίας ἐκυοφόρει, καὶ ἀνεκύκλει τοῖς λογισμοῖς.
(Ε.) Ἄρτι δ’ ἐν ἀκμῇ τῆς ἠρινῆς καθισταμένης ὥρας, ὅτε τὸ ποικίλον τῆς χλόης τὰς πεδιάδας κοσμεῖ, καὶ τῶν τέως ἀναβιούντων δένδρων οἱ πλόκαμοι μετὰ τῶν ἀνθέων τὰς τῶν ἀνθρώπων ὄψεις ἐφέλκονται, νέαν χαριζόμενοι τέρψιν καὶ ἡδονὴν τῇ ψυχῇ, καὶ ἅμα χιλὸν ἡ γῆ προσηνῆ καὶ νομὴν αὐτοφυᾶ τοῖς ἀλόγοις ζώοις, ἔδοξε καὶ τῷ βασιλεῖ Καντακουζηνῷ περὶ Μοσινούπολιν, ἐξιόντι Κομοτηνῶν τῆς πολίχνης, πήξασθαι τὸ στρατόπεδον, κἀνταῦθα περὶ τῶν πρακτέων βουλεύσασθαι, τά τε ἄλλα καὶ ὅπως ἀπαντῆσαι χρεὼν τοῖς Ἀποκαύκου καινοτέροις βουλεύμασι καὶ ταῖς ἐκστρατείαις. (2.) Δένδρῳ γε μὴν ἐντυχεῖν ἐνταυθοῖ που συνέβη, κλάδους ἔχοντι μάλα εὐμήκεις, καὶ δίκην φάναι ὀρόφου βαθεῖαν μὲν τῇ γῇ τὴν σκιὰν ἐμπαρεχομένους, ἐμποδὼν δέ πως καὶ ταῖς ὑπερβολαῖς τοῦ ἡλίου καθισταμένους, καὶ ἀφαιρουμένους τὸ κάειν αὐτόν. ὑπὸ δὲ τῷ δένδρῳ πηγή τις ἀνέβλυζε, χορόν τινα ποιουμένη τῷ ὕδατι, οὕτω μέντοι διαυγὴς, ὡς καὶ τὸ τοῦ δένδρου κάλλος πως ἀποματτομένην αὐτὴν καθ’ αὑτὴν τὴν ὑπογραφὴν, καὶ δύο μιᾶς τινος ῥίζης δοκεῖν εἶναι φύεσθαι δένδρα· τὸ μὲν ἄνω, τὸ πρὸς ἡμᾶς ἀνίσχον· τὸ δ’ ὑπὸ γῆν αἰωρούμενον.
PG 148:937ὑπὸ δὴ τούτῳ βραχὺ κατακλίνας ὁ βασιλεὺς ἑαυτὸν εἰς ὕπνον ἐτράπη, καὶ ἅμα ἐδόκει φωνῆς ἀοράτως ἀκούειν, ἔγειραι, λεγούσης, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· εὐθύς τε διαγρηγορήσαντα, ζάλην ἔχοντα λογισμῶν ἀναστῆναι· καί τις ἐκεῖ παρὼν ᾀσμάτων δημιουργὸς λύραν τε ἡρμόσατο ἐξεπίτηδες καὶ, οἷον πείθειν ἅπαντας ἀνέχειν ἐπ’ αὐτοῦ, ᾆσμα ἀνεκρούσατο. καὶ ἦν τὸ τοῦ ᾄσματος· ἄνδρες (φησὶν) οἱ τῷδε τῷ δένδρῳ καὶ τῇδε τῇ σκιᾷ προσεοικότες ἀτεχνῶς, παρόσον νῦν μὲν ὥρας μετέχοντες φαίνεσθε, ὅσον δ’ οὔπω ἀωρίας ἐπιδραμούσης οἰχήσεσθε πρὸς μαρασμόν τε καὶ φθορὰν, δεῦρο δὴ χαίρωμεν, καὶ ἐντρυφῶμεν τῇ νεότητι, πρὶν τὸν θάνατον αὐτῆς κατορχήσασθαι. (Ζ.) Τὴν δὴ τοιαύτην μαθὼν ὁ Μομιτίλας ἐκ τῶν ἡμεροσκόπων διατριβὴν, ἔγγιστά που ποιούμενος ἐξεπίτηδες τὰς διατριβὰς καὶ φιλίαν ὑποκρινόμενος, ἔγνω πρὶν ἀθροισθῆναι τὸ στράτευμα, καὶ πρὶν τὸ δρᾶμα τὸν βασιλέα μαθεῖν, ἐπιθέσθαι οἱ τελέως ἀφροντιστοῦντι.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

[1. c. 1562] BYZANTINE HISTORIE LIB. XII. [P.P. J. PALZOL. 3] 870 belli apparatus exstitit. Aute crim quam iufest. exercitu propius admoto urbem circum sedisset, morbus quidam lethalis Triballorum castris gitur: sive intemperans et immoderatus uvarım esus, sive alia quæcunque causa præcessisset. Utrum certe statuam nescio. Cum itaque nihil versus hoc malum nec manus nec ingenium corum valeret, frequentes quotidie mortui defodic bantur. Quia igitur mors intra paucissimos dies sustulerat ex vita homines plus quam mille, ac plures praeterea eferre properabat minabaturque, motis quam celerrime castris rediere inde omnes. Crali eam nuntiaturi cladem, qux tul citra ullum ab hominibus bellum acciderat. CAPUT IV Amurius media hieme Hellespontum trajicit, Cantacuzenum quæsiturus. Didymotichum naque progreditur. Irenen imperatricem non adit, ne dolorem conspectu augeat. Acre el vehemens jamici desiderium verbis declarat. Nira in homine barbaro humanitas. Vtri prima laus tribuenda, Cantacuzene an Amurio. Quid amicitiam conciliet. Ejus cum musico concenta comparatio. Amurius, de amico sollicitus, oblata ab Irene cibaria ac vestimenta repudiat. Eamdem in summas angustius adductam solatur. Hieme exercitum infestante domum redit. Manuelis Tarchaniote elogium. Ut Cantacuzeno quæsito et invento Didymotichum reversus auxiœ imperatrici gratissimus advenerit. 25T0. I. Hæc cum ita se haberent, et ipsius autum. tempore mox exeunte, facile haud esset imperaturis amicis discere, quo loco illius res essent, convictum alieno in sulo habentis cum hominibus, quoruin barbari essent ac peregrini mores; Ostendit primus Amurius ille Persa, Lydorum dus, quantum in intimo corde amorein imperatoris ſoveret. Media enim jam kieme, cum esset plurimum tum in mari tuw in aere perturbationis atque coNfusiosis, magnis cum copiis trajerto Hellesponti freto, au.cum suum auxie quaritabat. Εt quia ipsi facile uun orat vel eum oculis suis iniueri, vel disere, qua ium cjus esset fortuna (nam vis frigoris obstabat, et præterea efuse tum largius wives iter ad illum intercludebant atque iuvium eficiebant), Lacile progressus circa Dilymotichi suburbia strametalus esi, et servili quadam inde salutatione ad Irenen imperatricem missa, noctes diesque totos manebat sub dio, hibernæ asperitatis patiens, el absentem amicum requireus, atque ex intimo pectore lacrymas ciens; κepiusque ab Augusta vocatus in illius venire conspectum haud sustiwebat. 10. • Quibus enim, aiebat, intuelor oculis feris flentem propter absentiam imperatoris, in potestale exterarum gentium et ignotissima in solo degentis? Enimvero 649 et ip e disrumpar, si præsentem illius fortunam intuear, tragœdiasque illas et inopinatas beu I calamitates, quæ imperatorians domum undique circumstant. Et illam simul lairtum aberit ut consoler, ut majori Ivetu "acendam. Variorum nola. Cantacuz. lib. m, cap. 56, pag. 510. Dudang.

[A. c. 1513] BYZANTINE HISTORIE LIB. XII. [P. surdum esse diclitans, dum anicus alieno in solo, patriis finibus procul, fortuna durissima conflictaretur, vivere se interea molliuscule. At saltem (inquiebat) si liceret anima sanguine tingere tenLorum, atque in co ne spectandum proponere, illustre hoc mihi solatium esset, quo flammam, quæ ardet in corde, vivumque amici desiderium palam ostenderem. Quoniam autem anima, incorporea cum sit, nulla sanguinis labe respersa est, non video quanam præterea meliori arte cos dołores, quibus nunc opprimor, possim levare. VI. Angebant enim eum ac vehementer conturbalant, non imperatoris duntaxat calamitas, sed et lacrymæ imperatricis non minus. Nempe hac ques rularum turturum more lamentabatur et acerbissime mærcbat ob absentiam conjugis imperatoris, de quo erat valde anxia. Tum eadem simul in maximis periculis versabatur, quæ can sic ex omni parte circumstabant, ut ipsius quoque vitæ spem prorsus abjiceret. Nam et hostes ad ipsum usque Didymotichi linen Byzantio subinde excurrentes mœnibus pene clausos sedere istos cogebant: et fames, cum insidiis continuis et multiplicibus conjuncta, externo hoste longe erat importunior, quip pe domestica et contubernalis. Custodes præterea ac speculatores Byzantini, omnes et latebras el viarum inter se partiti aditus, obstabant eidem, quo minus clam per quoscunque de imperatore sciscitaretur; id quod tamen valde cupichat. VII. Solabatur itaque illam Amurius in talis fortunae 652 tragaliis, promittebatque, exsecturum se omini studio quidquid illi visam foret, etsi mors esset ipsa subeunda. Verum quia hiemis illius vis diu noctuque vehementius semper ingravescebat ac spem interim sereuioris coeli intercludebat, simulque excrcitum Persicum frequens e continua quædam lues depasccbatur, quam et s' vissimum frigus pariebat, et ipsa quoque rerum að virtum necessariarum penuria; ac neque sibi ne que amicis facile ille poterat in præsenti opitulari obstante divina voluntate, arcanis nescio quibus rationibus, domum trajecto Hellesponto regressu csl. MaVIII. Cum is fuisset exitus Persicæ illins expedie tionis; proximus Cantacuzeno rei bellicae gloria ex ducibus Dilymotichi relictis mus (ut diximus) M nuel Tarchaniotes, imperatoris cognatus, vir heroibus similis ac per omnia strenuus; manu, consilio et corporis proceritate præstans; qui bellicis laboribus exercitatus, et multa vulnera constautissime perpessus, summam in re militari comparaverat experientiam, ideoque ab imperatore præicctus iis copiis, quæ Didymotichi erant, aima: ejusdam instar ac velut bona spei thesaurus iis esse videbatur: is, inquam, solus tum animo conlisus quasitumn crivit imperatorem, Dilymoticho emisVariorum not:e. Cognomento Cantacuz. lib. tit, cap 19, 59, 70. DECAN.. PATROL. GR. CXLVIII

PG 148:939ἐν τούτοις ὄντων τοιγαροῦν τῶν πραγμάτων ἐκείνοις, καὶ τοῦ ἡλίου τῆς ἡμέρας ἤδη τοὺς μεταξὺ παραλλάττοντος δρόμους, ἀγγέλλεται Μομιτίλας ὁπλίτην στρατὸν ἐπαγόμενος καὶ ὅλαις ἡνίαις ἐλαύνων ἐς τὸ τοῦ βασιλέως στρατόπεδον. τοῦτο πάντας ἐκ τοῦ παραχρῆμα λογισμοὺς ἔθραυσέ τε καὶ συνεκύκησε τοῦ τε βασιλέως καὶ ὅσοις ξύν γε αὐτῷ παρεῖναι τετύχηκεν, ἀπαρασκεύοις καὶ τούτοις, καὶ πάνυ βραχέσιν, καὶ τῆς τύχης οὕτω λαμπρῶς ἐλαυνούσης καὶ συνωθούσης ἐν στενῷ κομιδῇ τῆς ὥρας τὸ πρᾶγμα, καὶ μηδεμίαν οὐδ’ ὁθενοῦν ἐχούσης διαφυγὴν καὶ ἀπόδρασιν. τοῖς τε γὰρ ἵπποις ἀνὰ τὴν πόαν διεσκεδασμένοις νέμεσθαι τέως συνέβαινε· καὶ ἅμα τῆς στρατιᾶς τὸ μὲν ἔτι περὶ τὴν Κομοτηνῶν πόλιν ἀπεριμερίμνως τὰς ἀγορὰς περιῄει, τὰ πρὸς χρείαν ὠνούμενοι· τὸ δ’ ἐξιὸν οὐκ ἐν σπουδῇ πρὸς βασιλέα πρόνοιαν ἐποιεῖτο ποιεῖσθαι τὴν ἄφιξιν, ἅτε μὴ προμαθόντες τὸ συμβάν· ἀλλ’ ἠρέμα καὶ κατὰ σχολὴν ἐπορεύοντο.
(Η.) Ὅμως εἰς θεὸν ὁ βασιλεὺς ἀνατείνας τὰς χεῖρας ἅμα τοῖς ἀμφ’ αὐτῷ κἀκ τῶν ἐνόντων ὡς ἐνῆν ὁπλισάμενοι ἐμάχοντο, τοῦ προστυχόντος ἕκαστος ἐπιβαίνοντες ἵππου, δίχα σαλπίγγων καὶ παρατάξεως, καὶ τὸν ᾅδην κατ’ ὀφθαλμοὺς ἱστάμενον ἄντικρυς βλέποντες. καὶ ἦν ἰδεῖν μάλα ἀγχιστρόφους καὶ οὐκ ἐν προνοίᾳ τινὶ τὰς διεξόδους καὶ διεξελάσεις τῆς μάχης καθισταμένας· ἀλλὰ φύρδην ἄλλους ἄλλοις ξυῤῥηγνυμένους. ὅθεν καὶ ὀλίγοι μάλα, πρὸς μάλα πολλῶν ἔνθεν κἀκεῖθεν κυκλούμενοι, κατηκοντίζοντό τε καὶ ξυνέπιπτον. (Θ.) Ὁ δὲ βασιλεὺς, τοῦ ἵππου πεσόντος ἐκ τῶν πληγῶν, ἐκ γῆς ὁπόσον ἐνῆν τοῖς ἐπιοῦσιν ἐμάχετο, ἕως τῶν ὑπασπιστῶν εἷς παρελάσας ἀπέβη τοῦ ἵππου, καὶ τῷ μὲν βασιλεῖ φυγῇ πορίζεσθαι τὴν σωτηρίαν ἐδίδου· αὐτὸς δὲ πολλὰς πολλαχῆ δεξάμενος τὰς πληγὰς κατηνέχθη, βραχύ τι καὶ ἀδρανὲς ἐμπνέων· ὡς περιφρονηθέντα τοῖς πολεμίοις ἐσαῦθις οἷον ἀναβιῶναι. ἡ δὲ φήμη τὴν ταχίστην ἀνὰ πᾶσαν ἐληλυθυῖα τὴν περίχωρον ἠνάγκασεν ἄλλους ἐπ’ ἄλλοις βοῇ τε καὶ δρόμῳ σποράδας καὶ ἀσυντάκτους ἐς ἐπικουρίαν τε ἰέναι τὸν τοῦ βασιλέως στρατὸν καὶ ἅμα τοὺς πολεμίους ὀπίσω ἀπαλλάττεσθαι.
τοῦ δὴ τοιούτου διασεσωσμένος ὁ βασιλεὺς ὑπὲρ ἅπασαν προσδοκίαν κινδύνου τε καὶ συμπτώματος ἄρας μετ’ οὐ πολὺ πρὸς Διδυμότειχον ἄπεισι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. ε. Θέρους δ’ ἀρχομένου πολλὴ καὶ βαρεῖά τις ἀπησχόλει παρασκευὴ τὸν Ἀπόκαυκον, ἐπὶ Διδυμότειχον ἀπιέναι μετὰ πολλῶν τῶν δυνάμεων. ἐπεὶ γὰρ ἐς μόνον τὸ Διδυμότειχον ὁ Καντακουζηνὸς μετὰ τῆς δυνάμεως κατηντήκει, πᾶσα δ’ ἀπῆν συμμαχίας ἐλπὶς πανταχόθεν (ὅ,τε γὰρ Μυσῶν ἀρχηγὸς Ἀλέξανδρος Βυζαντίοις ἐκ πολλοῦ συνεμάχει· τόν τε σατράπην Ἀμοὺρ ἀνθεῖλκεν ὁ τῶν Λατίνων κατὰ Σμύρνης ἐπίπλους· καὶ ἅμα Τριβαλλοὶ τοῦ ἐκείνου διψῶντες ὑπῆρχον αἵματος), ταῦτα δὴ πάντα συνιδὼν ὁ Ἀπόκαυκος, ἄρας ἐκ Πειρίνθου πάσαις δυνάμεσι Βυζαντίοις καὶ Θρᾳκικαῖς, παρεστρατοπέδευσεν ἐπὶ Διδυμότειχον. (Β.) Καὶ πρῶτα μὲν ἐπεχείρει δόλοις καὶ μηχαναῖς ἑλεῖν τὸ τοῦ Πυθίου φρούριον, οὑτωσί πως ὀνομαζόμενον καὶ παρὰ τὰς ὄχθας ἱδρυμένον Ἕβρου τοῦ ποταμοῦ.
τοῦτο σταδίους ἐγγὺς ὀγδοήκοντα διέχον Διδυμοτείχου, καὶ γεγονὸς ἐρείπιον, ἐκ πολλοῦ Καντακουζηνὸς ἀνειληφὼς ὁ βασιλεὺς πολλαῖς χρημάτων δαπάναις ὠχύρωσέ τε κἀπὶ πλεῖστον ἀνιέναι πέπραχε τοῦ ἀέρος, καὶ ὥσπερ ἑαυτοῦ ταμιεῖον εἶχεν ἐκεῖθεν αὐτὸ, καὶ λαμπραῖς ἠσφαλίζετο ταῖς φρουραῖς. τοῦτο τοίνυν περιστρατοπεδεύσας Ἀπόκαυκος ὅλαις ἐπολιόρκει χερσί. (Γ.) Τοῦ δ’ ἐν Διδυμοτείχῳ στρατοῦ τὸ πλεῖστον, τήν τε τῶν πολεμίων βαρεῖαν ὁρῶντες ἔφοδον καὶ ἅμα τὸν ἔνδον λιμὸν πολέμιον ἡγούμενοι χείρονα, καὶ πρός γε τοὺς ἑαυτῶν ἱπποκόμους ἀκηκοότες ὁμοῦ τοῖς ἵπποις ἀθρόον ἐς Ἀπόκαυκον ηὐτομοληκότας, δρασμῷ τε ἐχρήσαντο καὶ αὐτοὶ καὶ τῷ τῶν πολεμίων προσεῤῥύησαν στρατοπέδῳ, τοῦ θέρους ἐν ἀκμαῖς ὄντος ἤδη τοῦ σίτου. καὶ ἦν ἐν οὐ μάλα φορηταῖς τὰ βασιλέως περιστάσεσι πράγματα, καὶ πᾶσαν εἰπεῖν ἀνθρωπίνως ἀποσειόμενα σώζουσαν προσδοκίαν. (Δ.) Ἐν τοιούτοις δ’ ὄντι τῷ βασιλεῖ τοῖς δεινοῖς προσετίθετο καὶ ἡ τῶν ἅμα αὐτῷ στρατιωτῶν ὁμοῦ καὶ στρατηγῶν καὶ συγγενῶν ἐπίθεσις. ἰδίᾳ γὰρ προσιόντες ἕκαστοι διὰ τὸν καιρὸν καὶ τοὺς ἐφεστῶτας κινδύνους ἀπῄτουν οἱ μὲν Λέσβον, οἱ δὲ Λῆμνον, οἱ δὲ Χίον·
PG 148:941ἄλλοι δ’ ἄλλα τε χωρία καὶ προσόδων εὐπορίας, τέως μὲν ἐν ἐγγύαις ἐγγράφοις· ὅτε δ’ ἐγκρατὴς καθάπαξ τῆς ὅλης γένοιτο βασιλείας, ἐπιτελῆ καὶ τὰ ἐν ἐγγύαις ἐπηγγελμένα καθίστασθαι. μηδὲ γὰρ ἐπ’ ἀδήλοις ἐλπίσιν οὕτω διακυβεύειν τὸ ζῇν, ἐν ὀφθαλμοῖς ἤδη τῶν κινδύνων ἑστώτων, οἴεσθαι τὴν τοῦ βελτίστου σφίσι μοῖραν ἱδρύσθαι, ἀλλ’ ἐνέχυρον εἶναί τι βέβαιον, οὗ πριάμενος ἄν τις τὸν θάνατον ἀνεπίφθονον γοῦν τὴν τῶν περιλειφθέντων ψῆφον ἔχοι καρποῦσθαι. (Ε.) Τοιαῦτά γε μὴν ἀπαιτοῦσιν ἐκείνοις πρὸς οὐδὲν οὐδαμῆ γε ἐνδιδόναι ἐπῄει τῷ βασιλεῖ, φάσκοντι, μὴ δύνασθαι τἀλλότρια μήτε νῦν ὑπισχνεῖσθαι, μήτε μὴν μετά γε τὴν τῆς αὐτοκρατορίας ἀντίληψιν, εἰ γένοιτο, προί̈εσθαι τοῖς οὐκ ἐν λόγῳ ζητοῦσιν. νῦν μὲν γὰρ τὸ παράπαν ὑπάρχειν ἀλλότρια, πολιορκουμένων τε καὶ ζῇν ἀσφαλῶς μηδαμῆ πω συγχωρουμένων· καὶ τότε δ’ αὖ ἕτερον ἀλλότρια τρόπον· πάντων γὰρ πάντ’ εἶναι τῶν ὑπεικόντων τῇ βασιλείᾳ τὰ τῆς βασιλείας πράγματα· τῶν βασιλευόντων δ’ οὔ.
PG 148:943οἷς οὖν πρὸς βουλήσεως εἴη ἂν τοὺς παρόντας συνδιενεγκεῖν ἡμῖν τῶν κινδύνων διαύλους, οὐκ ἂν ἀμελήσαιμεν οὐδ’ αὐτοὶ, εἰ περιγενέσθαι γένοιτο, μὴ οὐκ ἀμείψασθαι τοῖς ἀνήκουσι τρόποις, ὁπόσα τῶν ἐφ’ ἡμῖν· οἷς δ’ οὔ, τούτοις δ’ οὐκ ἄν ποτ’ ἐνοχλήσαιμεν, ὁπότερον ἕλοιντ’ ἂν δρᾷν, εἴτε πρὸς τὰς τῶν πολεμίων ἐπαγγελίας αὐτομολεῖν, εἴτε καθημένους οἴκοι πόῤῥω γίνεσθαι βελῶν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (2.) Χρόνου δὲ περὶ τὴν πολιορκίαν συχνοῦ τριβομένου, καὶ περὶ ἀνέσεις ἀσχολουμένων τῶν νέων ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ, ἔδοξε τῷ ἐπὶ θυγατρὶ τοῦ Ἀποκαύκου γαμβρῷ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, ἀναψύξεώς τε εἵνεκα καὶ φιλοτιμίας ἅμα νεωτεριζούσης, ἀποδυσαμένῳ διανήξασθαι πᾶν τὸ τοῦ ποταμοῦ πλάτος ἐκείνου. ἀλλὰ πρὶν μέσον διαβῆναι τοῦ ποταμοῦ τὸ ῥόθιον, νάρκῃ τινὶ πεδηθεὶς ὑπὸ ψύχους, ὡς ἔοικεν, ὥσπερ τις ἄψυχος φόρτος, ἐς τοὺς τῶν ὑδάτων πυθμένας νεκρὸς κατενήνεκται. πρώτη μὲν οὖν αὕτη γέγονε θραῦσις Ἀποκαύκῳ τῆς δόξης καὶ ἅμα προαναφώνησις τῆς ἐπὶ τὰ χείρω μεταβολῆς καὶ καταστροφῆς. (Ζ.) Δεύτερον δ’ ἐπὶ τούτῳ συνεπεπτώκει τῷ Ἀποκαύκῳ δυστύχημα τόδε.
ὁ Γαβαλᾶς Ἰωάννης, ἐκ πολλῶν ἤδη σημείων αἰσθόμενος Ἀπόκαυκον παραλογιζόμενον, κἀν τῷ παρακρούεσθαί πως δεικνύντα τὸ ἥκιστα βούλεσθαι τὴν πρὸς αὐτὸν τοῦ κήδους ἐγγύην, λάθρα προσιὼν Ἄννῃ μηνύει τῇ βασιλίδι, ὡς Ἀπόκαυκος μελετῴη, μετενεγκὼν εἰς τὸ ἑαυτοῦ φρούριον βασιλέα τὸν σὸν υἱὸν, διὰ τοῦ πατριάρχου συζεῦξαι τῇ ἑαυτοῦ θυγατρί. χρεὼν οὖν ἐκ Πειρίνθου σε τάχιστα μεταπέμψασθαι τοῦτον, πρινὴ τὸ θήραμα γενέσθαι δικτύων ἐντός. (Η.) Οὗ τελεσθέντος εὐθὺς, φωραθεῖσαν αἰσθόμενος τὴν ἐπιβουλὴν ὁ Ἀπόκαυκος ἔγνω παραχρῆμα καταλελυκὼς τὴν πολιορκίαν ἐκείνην φθῆναι τὸν ἐφεστῶτα κίνδυνον, διαβὰς εἰς Βυζάντιον τὴν ταχίστην. ἔδοξεν οὖν ἐπανιόντι, πρὶν αἰσχυνομένοις ὄμμασι τὴν βασιλίδα θεάσασθαι, χρήμασι παμπληθέσι περιελθεῖν τὴν γυναικωνῖτιν, ἐν ᾗ τὸ μάλιστα δυνάμενον ἦν τηνικαῦτα, καὶ ἅμα τὴν θεραπείαν ἅπασαν, ὅση τὴν αὐτοκρατορικὴν οἰκίαν ἐπλήρου. ὃ δὴ τάχιστα πεπραχὼς, καὶ δι’ αὐτῶν καὶ βασιλίδι τὰ κάλλιστά τε καὶ τιμιώτατα τῶν κειμηλίων προσοίσειν ἐπαγγειλάμενος, τῆς προτέρας αὖθις ἔτυχεν εὐδοξίας.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

875 [A. M. 6851, IND. ||| sus ab Ireno imperatrice. Quiescere enim haud poterant, quandiu ignoraturi essent, quo fortunæ ae tragica, ut ita dicam, calamitatis res imperatoris processissent: propter 653 quem multos labores, multa gravia et iniqua exhauserant, et adhuc . exhaustori erant. Relicto igitur ob metum recto tramite, sinistram versus per avia contendere arduisque ac difficilibus locis applicare se perrexit, donee Hemo monte superato, in Triballorum lerram illæsus furtim delapsus est: quæsitumque imperatorem invenit, et cum eo, quantum par erat, collocutus celerrime inde Didymotichum rediit, habens quæ nuntiaret tum aliis, tum omnium maxime imperatrici Irene, vera admodum et minime Incata; ac talis adveniens, qualis iis qui nimio soEt lis ardore torrentur zephyri aura refrigeratris. Εt have quidem ita se habuerunt. CAPUT V. Altera ad Scrrhas Cantacuzeni expeditio irrita. Didymotichum usque transire cum non sikit Tribalturnæ timiditas. Ad Cralem iurilus redit. Comitem seckm ducit Joannem Asanem, jussian: Chroli tradere arcem Melinici. Legati Berrhwenses, rule iniquas conditiones proponente, cum Cantacuzeno clam agunt. Hic Berrhæam ex pacto ingreditur. Cralis inconstantia. Melior ex eo Cantacuzeni fortuna. Triballus dolet se elusum. Pactionum memor bellum indicere non audet. 1. Vere autem ineunte coactas iterum copias imperator duxit ad Seribas urbem, et quæcunque eircum occurrunt Philippos usque castella ac propugnacula. At ubi tentata res est pari infelicitate, obstante nimirum divino numine, visum est ipsi transire, si posset, Didymotichum usque, ut cos a quibus vehementissime desiderabatur videret, el ab iis videretur. Sed quia Triballi, quos secum habebat socios ac fœderatos, audientes magnam esse hostium manum in insidiis collocatam apud Christopolitanas fauces, ultra ituris oppositas, ejus voluntati obstiterunt timiditate ac metu; cuiu et alias ignaviores essent et longinquis expeditionibus non admodum gauderent; idcirco regressus eşt iterum in Triballorum fines, invitus quidem et plurimas doloris faces suo ipse cordi admovens, co quod minime ei 654 ex sententia res succedebant. Rediit tamen retro ad urbem usque Strummitzam, et quæcuique illae aperta atque equitaLilia loca sunt; ubi et Crales Servie tum forte diversabatur. [P. H. Jam autem illum sequebatur et Joannes quoque Asanes. Hic enim paulo ante præerat Melenici castello. Mox cum illud imperatoris jussu Chreli tradidisset, contulerat se ad imperatorem, et ei, Triballorum regis contubernali, comes adbæ rebat. De hac altera Serrharum vel Pherarum tentată obsidione silet, opinor, Cantacuzenas. Decang, Legendum Aloquin esse: Sulacismus. Quae urbs, mortuo jam tum Chiele Triballo, in Cralis potestate erat. Vide Cantacuz lib. ii, cap, 54, pag 550. Boivin, Cantacuz. lib. 11, cap. 45, pag. 499. DuCANC. 79) Vide supra hujus libri cap. 1, sect. 5. Bojvin.

καὶ σπεύσας ὠχύρωσεν αὖθις καὶ ἀνεπλήρωσεν, εἴ τί που τοῦ μεγάλου τείχους τῆς πόλεως τεθραυσμένον ὑπὸ τῶν σεισμῶν ἐλλέλειπται, καὶ εἴ τί που τῶν ἔξωθεν ἐληλαμένων δύο προτειχισμάτων, τοῦ τε πάλαι τῷ τῆς πόλεως οἰκιστῇ συγκατοικοδομηθέντος ὁμοῦ τοῖς μεγάλοις τείχεσι καὶ οὗπερ ἀρτίως, διὰ τὸν τοῦ Καντακουζηνοῦ καὶ τῆς ἐκεῖθεν πολιορκίας φόβον, πρὸς ἀνδρόμηκες ὕψος αὐτὸς ἀνήγειρεν ἐξωτέρω, περὶ τὰ χείλη τῶν μεγίστων καὶ θαυμασίων τάφρων, ἀρξάμενος ἀπὸ τῶν πρὸ τοῦ παλατίου πυλῶν, καὶ περιελάσας ἄχρι τῶν χρυσέων ἔγγιστα διὰ τῆς χέρσου πρὸς ἕω. 2. Γεγονέναι δ’ ἐν τούτοις τοῖς χρόνοις συμπέπτωκε καὶ χαλάζης φορὰν συνεχῆ καὶ ῥαγδαίαν, τῆς ἐπιπολαζούσης ἤδη περὶ τὰ Ῥωμαίων πράγματα θεομηνίας σύμβολον οὖσαν καὶ ταύτην, καὶ οἷόν τι πῦρ ἐπὶ πυρὶ προσεπενηνεγμένην. πολύχουν γὰρ κατά τε τῶν ἀσταχύων καὶ τῶν γε ἄλλων ἐγγενέσθαι τὸ βλάβος καρπῶν· τῶν γε μὴν ἀμπέλων, τούτων δὲ καὶ πάντων μάλιστα, ὡς μηδὲ τοὺς ἔπειτα χρόνους ἀναβιῶναι δύνασθαι.
PG 148:945(Β.) Εἰδέναι γὰρ οἶμαι πάντας, ὡς οὐχ ὅτε καὶ καθ’ ὧν ἐνσκήπτει τὸ τῆς χαλάζης σῶμα καρπῶν, τότε μόνον καὶ τούτους μόνους ἐκτυφλοῖ καὶ μαραίνει, ἀλλὰ καὶ τὰ πέριξ ἅμα, καὶ ἐς πολὺν τὸν χρόνον ὁ μαρασμὸς ἐπιβόσκεται πάντα, ὥσπερ αἰσθήσει τινὶ διοικουμένων καὶ τῶν φυτῶν, καὶ τὸν τοῦ κοινοῦ δεσπότου θυμὸν καθάπαξ ἐκπληττομένων, καὶ ὑπὸ δέους συστελλομένων, καὶ αὐτῆς ἀποῤῥηγνυμένων τῆς ζωογόνου ψυχῆς. λίθῳ μὲν γὰρ ὑπ’ ἀνθρωπίνης πληγέντος χειρὸς ἀπίου καὶ μήλου καὶ βότρυος καὶ τῶν τοιούτων, τὸ μὲν πληγὲν τραῦμα μὲν ἔχει, νεκροῦται δ’ ἥκιστα· τὸ γειτονοῦν δ’ ὅμως οὔτε πληγῆς τινος ᾔσθετο, οὔτ’ ἐπεπόνθει φθορὰν, καὶ ταῦτα τοῦ μὲν πλήττοντος λίθου τραχέος τε ὄντος καὶ ὀξύτητας περὶ αὐτὸν διαφόρους τε καὶ πλείστας ἴσως ἔχοντος, τῆς δὲ χαλάζης ἥκιστα τούτων οὐδέν· γίνεσθαι γὰρ τὴν χάλαζαν, ὅταν τῆς ἀναγούσης καπνώδους κάτωθεν ἀναθυμιάσεως ἐπὶ τὰ μετεωρότερα διακρίνηται διὰ θέρμης ἔνδειαν ἡ ἀτμώδης αὐτῆς ἀνάχυσις. ἐκείνης γὰρ διὰ κουφότητα φερομένης μετεωρότερον, ὑπολείπεται διὰ βάρος αὕτη περὶ τὸν μεταξὺ τόπον, ἔνθα πολυτελέστερον τὸ ψύχος οἱ τοῦ ἀέρος ταμιεύουσι κόλποι.
τῶν μὲν γὰρ ἑκατέρωθεν τόπων ὁ μὲν ἄνω τῇ κύκλῳ φορᾷ καὶ περιστροφῇ τοῦ οὐρανίου συμπεριδινούμενος σώματος νεφῶν ἥκιστα ποιεῖσθαι δύναται σύστασιν· ὁ δ’ αὖ περιγειότερος, καὶ αὐτὸς διὰ τὸ τῶν ἡλιακῶν ἀνακλάσεων ἔντονον διαῤῥέων, ἥκιστά πως οὐδ’ αὐτὸς ἂν δυνηθείη νέφους σύστασιν ποιεῖσθαι· ὡς τῆς ἑκατέρωθεν μάχης ἐς τὸ ἀπρακτοῦν οὑτωσὶ τελευτώσης, ἰσχύος λαμπρᾶς τινος ἀντίληψιν λείπεσθαι ἔχειν ἐνταυθοῖ τὸ ψυχρὸν, καὶ νεφῶν τῇ τῶν ὑγρῶν ἀνάλογον πηλικότητι σύστασιν ἤδη ποιεῖσθαι. ὧν μεταβαλλομένων, ὄμβρον γίνεσθαι πρότερον, οἱονεὶ συνθλιβομένου τοῦ ἀέρος, καὶ μηκέτι μηδαμῆ δυναμένου φέρειν τὴν ἐμβρίθειαν τοῦ ὑγροῦ. ἀλλ’ ἐπειδὰν εἰς ὄμβρον οὕτω διαλυθῇ τὸ ἐκ τοῦ νέφους ὑγρὸν, βιαιοτέραν ἔχοντος ἤδη τὴν θέρμην τοῦ περιέχοντος, καὶ πανταχόθεν ἀντιπεριϊσταμένου, καὶ βίᾳ περὶ τὰ μέσα ξυνελαύνοντος, χάλαζα γίνεται, πλίνθου τινὸς συμπίλησιν μιμουμένης, ὡς εἰπεῖν, καὶ δημιουργούσης τῆς φύσεως, ἐξ ἀγεωργήτων καὶ μετεώρων πηγῶν καὶ ῥευμάτων. τὰ δὲ τοιαῦτα συμπτώματα σπάνια μεντἂν ἐν θέρει που γίγνεσθαι διὰ τὴν βραχύτητα τοῦ τῷ ἀέρι ἐγκαρτεροῦντος ὑγροῦ·
δαψιλέστερα δ’ ἐν ἔαρος ὥρᾳ τε καὶ φθινοπώρου, ἅτε παραπλησίως πως τὴν μέσην θέρους καὶ χειμῶνος χώραν εἰληφότων, καὶ θέρμης εὐπορίαν ὁμοῦ καὶ ὑγρότητος ἐντεῦθεν ἐχόντων, ἃ τὴν χάλαζαν, ὡς εἰρήκειμεν, ἰσχύει κατασκευάζειν. (Γ.) Ἐκ γοῦν ὕδατος οὕτω τῆς χαλάζης τὴν γένεσιν ἐχούσης, χαύνου στοιχείου καὶ διαῤῥέοντος, κἄπειτα πετρῶν καὶ ξύλων καὶ φλογῶν ἁπασῶν τὴν βλάβην πολλῷ τῷ μέτρῳ κραταιοτέραν ποιούσης, πῶς οὐ θεομηνίας ἂν εἴη σαφοῦς τὰ ἐκ τῶν τοιούτων; ζ. Ἀλλὰ γὰρ ὅσα γε ἐκ πολλῶν τῶν πρὸς ἡμᾶς τῆς τοῦ θεοῦ φιλανθρώπου καὶ δικαίας ὀργῆς σημείων ἐρανισάμενοι τῇδε τῇ ἱστορίᾳ συνυφάναμέν τε καὶ συνυφανοῦμεν, εἰ ζῇν ἡμῖν ἐξείη, μεγάλα μέν πως δόξειεν ἂν τοῖς τε νῦν ὁρῶσιν ἅπανθ’ ὁμοῦ καὶ τοῖς ἔπειτ’ ἐντευξομένοις, καὶ οἷα μήπω πρίν.
PG 148:947ὅμως ἦν ἄν πως φορητὰ, εἰ μὴ πᾶσιν, ἀλλ’ οὖν οἷς ἡ τῶν πραγμάτων ἐντέθεικε πεῖρα σύνεσιν, καὶ οὓς ἡ τῆς ψυχῆς εὐλάβεια πέπεικε, ταῖς γραφαῖς ἑπομένους, κυρίου παιδείαν εἶναι νομίζειν καὶ τῶν συντρόφων καὶ ὁμηλίκων κηλίδων ἰατρείαν τινὰ, εἰ μὴ καὶ τὰ τῆς ἐκκλησίας ναυάγια προσετίθετο, καὶ τῶν πάλαι κοιμηθέντων σκανδάλων ἀρτιγενεῖς ὁμοίως ἐπεφύοντο κῆρες, μακροὺς ὀλέθρους ψυχῆς ἐπιφέρουσαι καὶ ῥᾷστα πρὸς ἀπωλείας πυθμένας καταβαπτίζουσαι. (Β.) Ἀλλὰ τούτων ἔνια καὶ ἡμῖν κατ’ ἐπιτομὴν ἐνταῦθα λελέξεται. πάντα γὰρ ὁμοῦ διεξιέναι, πρὸς ἄλλην ἀσχολουμένοις πραγματείαν, ῥᾴδιον οὐκ ἂν εἴη, μέγιστόν τε ὂν ἔργον καὶ μεγίστης δεόμενον πραγματείας. καὶ πρῶτον μὲν ἐνταῦθα κείσθω διήγημα τῶν περὶ τὸν Ἄθω τὸ ὄρος ἐν τούτοις ἑαλωκότων τοῖς χρόνοις Μασσαλιανῶν καὶ Βογομίλων. (Γ.) Τά τε γὰρ ἄλλα τὸ ὄρος ὁ Ἄθως θαυμάζεσθαι ἄξιον εἶναι δοκεῖ μοι, ὅτι τε πρὸς ἀέρα κέκραται πάνυ τοι εὐφυῶς καὶ ὅτι πολλῇ τινι καὶ παντοδαπῇ τῇ χλόῃ κοσμεῖται, καὶ σφόδρα φιλοτίμως εἰπεῖν ἐκ τοῦ ῥᾴστου τῶν ἐντυγχανόντων τὴν αἴσθησιν δεξιοῦται, καὶ πολλὴν εὐθὺς προβάλλεται τὴν τῆς τέρψεως ἡδονήν·
καὶ ῥεῖ πανταχόθεν ὥσπερ ἐκ θησαυρῶν τό,τε εὔπνουν τῆς ὀδμῆς καὶ τὸ τοῦ ἄνθους εὔχρουν· καὶ καθαραῖς τὸ πλεῖστον ὁμιλεῖ ταῖς ἡλίου ἀκτῖσι· δένδρεσί τε πολυειδέσι κομᾷ καὶ ἄλση καὶ λειμῶνας ποικίλους, ἔργα χειρῶν ἀνθρωπίνων, πλουτεῖ· καὶ γένει παντοίων ὀρνίθων περιηχεῖται· καὶ σμήνη μελιττῶν ἐκεῖ περιτρέχει τὰ ἄνθη, καὶ ἠρέμα τὸν ἀέρα περιβομβεῖ. καὶ τέρψεώς τις πέπλος ἐντεῦθεν ὑφαίνεται ξένος ἐκεῖ συμμιγὴς, οὐκ ἦρος ὥρᾳ μόνῃ, ἀλλ’ ἐν ἅπαντι καιρῷ καὶ χρόνῳ, ὁμοζυγοῦντος ἀεὶ τοῦ τῶν τεσσάρων ὡρῶν κύκλου πρὸς ὁμοίαν τὴν χάριν καὶ ἡδονὴν τῶν ἀνθρωπίνων αἰσθητηρίων· καὶ μάλισθ’ ὅτ’ ἐκ μέσου τοῦ ἄλσους καὶ τῶν φυτῶν ἐκείνων ὄρθριος ἡ τῆς ἀηδόνος ἠχήσασα μουσικὴ συνᾴδοι τοῖς ἐκεῖ μονάζουσιν εἰπεῖν καὶ συνυμνοῖ τὸν κύριον. ἔχει γὰρ κἀκείνη καὶ κιθάραν ἐπὶ στήθους ἔνθεόν τινα, καὶ ψαλτήριον ἔμφυτον, καὶ μουσικὴν ἐναρμόνιον, ἐξ αὐτοσχεδίου περισαλπίζουσαν τοὺς ἀκούοντας πάνυ τοι ἐμμελῶς. καὶ ἅμα πηγαῖς αὐτοφυῶν ὑδάτων ὁ χῶρος ἄρδεταί τε καὶ περιαντλεῖται πολλαῖς.
PG 148:949ῥύακες ἀποβλύζοντες ἄλλοθεν ἄλλοι μυρίων γίνονται παῖδες πηγῶν, καὶ ἀλλήλοις ἠρέμα καὶ λάθρα, κλέπτοντες ὥσπερ τὸν δρόμον, κοινοῦνται τὸ ῥεῦμα, οἷον ἐπίτηδες καὶ αὐτοὶ σιωπῶντες, καί τινος παιδείας αἰσθανομένοις ὁμοίως ἀντιποιούμενοι, καὶ διδόντες ἐξουσίαν μακρὰν τοῖς ἐκεῖ μονασταῖς, ἀθόρυβον βίον ἀνύοντας, τὰ πτερὰ τῆς εὐχῆς ἡσυχῆ πρὸς θεὸν ἀναπέμπειν, ὅτι καὶ πολλὴν πρὸς ἡσυχίαν παρέχει τὴν εὐφυί̈αν τοῖς τὴν οὐράνιον ἐν γῇ μετιέναι ἐθέλουσι πολιτείαν, καὶ πρός γε τὴν χορηγίαν τῶν εἰς τροφὴν παντοίαν ἐπιτηδείως ἐχόντων ἄφθονον οἴκοθεν οἴκαδε τὸν ἅπαντα χρόνον πορίζεται· καὶ ἅμα θαλάσσῃ μακρᾷ στεφανοῦται, πολλὴν ὡς ἐκ κύκλου κομιζούσῃ τὴν χάριν αὐτῷ, παρὰ τοσοῦτον μὴ νῆσον εἶναι καθάπαξ αὐτὸ συγχωρούσῃ, παρόσον ἰσθμῷ τινι μὴ σὺν πόνῳ καρποῦσθαι καὶ τὴν ἔξω χεομένην εἰς μῆκος ἅμα καὶ πλάτος ἤπειρον δίδωσι. καὶ ἁπλῶς πανταχόθεν ἐκεῖ τὰ τῆς ἀρετῆς συγκροτεῖται γνωρίσματα πρός τε τῆς φύσεως πρός τε τῆς τῶν οἰκούντων ἀσκήσεως.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐ γυναίων ὅλως ἐκεῖ ξυναυλία, καὶ ἀκόλαστον ὄμμα, καὶ χλιδῶσα κομμωτικὴ, καὶ ὅσα τὴν ἀρχαίαν τοῦ ὄφεως ὁμιλίαν ἐκείνην εἰς ἐγκαινίων τινὰ συνάγει πανήγυριν καὶ μακροῦ κυκεῶνος καὶ κλύδωνος τὸν βίον ἐμπίπλησιν· οὐδ’ ἐμπορίαι δημόσιοι, καὶ ἀγοραὶ, καὶ ἀγορανόμοι, καὶ δικαστικὰ βήματα, καὶ γλώττης ἐπίδειξις, καὶ τῦφος ἀπὸ δίφρου θεσπίζων τὰ τῆς ὀρέξεως νόμιμα. οὐδὲ δουλεία καὶ αὐθεντία μερίζει τὸν βίον ἐκεῖ· ἀλλ’ ἰσηγορία, καὶ μετριότης φρονήματος, καὶ ἤθους σεμνότης, καὶ δικαιοσύνης εὐγένεια σκηνοβατεῖ καὶ περιχορεύει τὸν χῶρον ἐκεῖνον, καὶ ὅσα τὴν ἔνθεον ἐν γῇ δημιουργεῖ πολιτείαν, καὶ τὴν ὄντως ἐν ψυχῇ φιλοσοφίαν ἐργάζεται. οὐ πλοῦτος ἐκεῖ καὶ δαπάνη χρημάτων καὶ βλακεύουσα θρύψις ἐμπολιτεύεται· ἀλλ’ ἅπαν ἐστὶν ἀληθῶς σεμνόν τε καὶ ἐλευθέριον ἦθος, καὶ ἐς τὰ τῆς ἀρετῆς ἀνάκτορα σπεῦδον, καὶ τὸν Δώριον τρόπον ὡς ἀληθῶς ἡρμοσμένον πρὸς τὰ καλά. (Δ.) Πᾶσαν μὲν γὰρ αὐτομάτως εἰπεῖν καὶ ὁ χῶρος ἐκεῖνος ἀποσπεύδει καὶ ἀπωθεῖται κακίαν, πᾶσαν δ’ εἰσποιεῖ καὶ εἰσοικίζεται ἀρετήν· παρὰ τοσοῦτόν τε φιλόκαλος, παρόσον ἐστὶ μισοπόνηρος.
PG 148:951καὶ τοῦτο πάλαι προανεφώνησέ τε καὶ προεθέσπισεν, οὐ χείλεσι καὶ φωνητικοῖς ὀργάνοις τισὶν, ἀλλ’ ἔργοις οἷον ἐμψύχοις καὶ διὰ πάσης γῆς καὶ θαλάσσης τὸ κήρυγμα τοῦ καλοῦ παραπέμπειν καὶ ἐξηχεῖν δυναμένοις. Ξέρξου γὰρ ἐκείνου τοῦ πάλαι τὸ βάρβαρον καὶ ἀγέρωχον φρόνημα, ἀσελγαῖνον ἅμα καὶ τρυφῶν κατὰ τῆς τῶν ὅλων φύσεως, καὶ τὰ στοιχεῖα πάντα καινοτομεῖν ἐπαιρόμενον, ἐπεὶ καὶ τοῦ ὄρους τουτουὶ̈ τὸν ἰσθμικὸν αὐχένα διορύξας μετεστοιχείου καὶ μετεσκεύαζε τὸν χῶρον πρὸς νῆσον, καὶ τὰς ἠπειρωτικὰς ἐφ’ ὑγραῖς διεβίβαζε τέως θαλάττης ἀγκάλαις, καὶ νηί̈την τὸν ἠπειρώτην ἐδείκνυ στρατὸν, ἐπὶ τοῦ πανδήμου θεάτρου τῆς οἰκουμένης περιφανῶς ἐξήλεγξε, καὶ πρὸς τὸ ἀνθρωπικώτερον τοῦ τύφου τὸ πλεῖστον ἀπήλλαξε, καὶ δι’ ἐκείνου πάντας ἐδίδαξε βασιλέας, καὶ στρατηγοὺς, καὶ σατράπας, τὸ τῆς ὀφρύος ἄκαιρον ἀποῤῥίπτοντας μετριώτερα δήπου φρονεῖν. οὕτως ἐξ ἀρχῆς ἡ φύσις ἐργαστήριον αὐτὸ κατεσκεύακεν ἀρετῆς, καὶ πάντας ἕλκει πρὸς ἔρωτας ἄνωθεν ἑαυτοῦ, μὴ μόνον ὅσοις τοῦ τῆς ἀρετῆς καὶ τῆς ἡσυχίας ἐκείνης ὁπώσποτε γεύσασθαι μέλιτος ἐξεγένετο, ἀλλὰ καὶ ὅσοις δι’ ἀκοῆς τὰ ἐκεῖ μαθεῖν συνέβη χρηστά·
ὥστε καὶ τῶν ἀεὶ καὶ μέχρι νῦν διηνεκῶς οἰκησάντων αὐτὸ περιβοήτους μὲν καθίστησιν, ὅσοι καθαρόν τε καὶ ἀκαπήλευτον, καὶ ζιζανίου παντὸς ἀμιγὲς καὶ ἐλεύθερον, εἰς τέλος τὸ τῆς ἀρετῆς διετέλεσαν συντηροῦντες γεώργιον· ἐξοστρακίζει δ’ αὖ ἐκεῖθεν καὶ ὅλαις χερσὶν ἐξελαύνει καὶ ἀπωθεῖται τὴν τῶν ὑποκριτῶν καὶ βεβήλων συνοίκησιν. (Ε.) Καὶ τὰ μὲν ἀρχαιότερα διηγουμένων ἐστὶν ἑτέρων ἀκούειν αὐταρκῶς. ἐγὼ δὲ τὰ νεωστὶ διηγήσομαι, τὰ περὶ τὸν Κρῆτά φημι Ἰωσὴφ καὶ τὸν Λαρισσέα Γεώργιον, καὶ ὅσοι περὶ τὴν σφῶν μιαρὰν ἐβάκχευσαν τράπεζαν, ὅσα δὴ καὶ φοιτηταὶ πρὸς διδασκάλων τὰ μυσαρὰ μυσταγωγούμενοι δόγματα· ἔτι τε τὰ περὶ Μωσέα τὸν ζωγράφον καὶ Ἰσαὰκ καὶ Δαβὶδ καὶ Ἰὼβ, καὶ ὅσοι βεβήλους ἔχοντες πάμπαν καὶ γλώττας καὶ γνώμας καὶ χεῖρας ὀνόμασι βελτίστων ἀνδρῶν, καὶ περιβοήτων τὴν ἀρετὴν, περιστέλλειν ἐπονηρεύσαντο τὴν ἐνδόμυχον ἀπόνοιαν καὶ ἀσέβειαν τῆς ψυχῆς, παραπλησίως τοῖς τάφοις, οἳ τὰ ἔνδον μακρᾶς ἀπόζοντες δυσωδίας τιτάνῳ καὶ χρυσῷ τὰ ἔξω κοσμοῦνται.
PG 148:953ὑποδύονται γὰρ καὶ αὐτοὶ καὶ σχῆμα καὶ ὄνομα βελτίστων ἀνδρῶν, καὶ τὴν ἀρετὴν ἐπισήμων, καθάπερ οἱ ἐν τοῖς δράμασιν Ὀρέσται καὶ Πυλάδαι καὶ Θησεῖς καὶ Πέλοπες, ἵνα τὸν ἰὸν κατὰ τῶν ἀκεραιοτέρων τῆς σφῶν αὐτῶν ἐξεμοῦντες κακίας λανθάνωσιν. (2.) Εἶναί γε μὴν τὰ ἐκείνων μυσαρὰ καὶ ἀκάθαρτα δόγματα, φησὶν ὁ εἰς τὸ τῶν Βυζαντίων ἱερὸν κομισθεὶς συνέδριον ἔγγραφος τῆς αὐτῶν ἀσεβείας τόμος πρὸς τῶν θεοφόρων τοῦ ὄρους ἀνδρῶν, τά τε ἄλλα, ὅσα μηδ’ ἀκοῇ σωφρονεῖν αἱρουμένων φέρειν εἶναι ῥᾴδια, καὶ ὅτι τὰς θείας λάθρα συντρίβοντες κατακαίουσιν εἰκόνας· καὶ ὅτι τὸ τοῦ διδασκάλου σεμνύνοντες οὖρον τοῖς ἐδέσμασιν αὐτῶν ἐπιῤῥαίνουσι· καὶ ὅτι τὴν ἔνσαρκον καὶ θείαν οἰκονομίαν οὐδαμῆ προσίενται· καὶ ὅς’ ἄῤῥητ’ ἀμείνω. τί γὰρ πλείω καταλέγειν δεῖ καὶ καταμιαίνειν τὰς τῶν εὐσεβῶν ἀκοὰς, ἐξὸν ἐκ τοῦ τόμου τοῖς βουλομένοις μανθάνειν σαφέστερον· ὃς πάντα διεξιὼν διαῤῥήδην τὴν σφῶν στηλιτεύει κακίαν, τοῖς πατριαρχικοῖς ἐγγεγραμμένος κώδιξι. (Ζ.) Τοὺς γὰρ καθαροὺς καὶ ἀψευδεῖς οὐκ εἰς τέλος λαθεῖν ἐδυνήθησαν ὀφθαλμοὺς τῶν ἐκεῖ φιλοθέων ἀνδρῶν, καὶ μόνῳ ζώντων θεῷ·
ὥσπερ οὐδὲ τοὺς καθαρὰν τὴν γευστικὴν κεκτημένους λαθεῖν ἂν δυνηθείη ποτὲ συνανακραθὲν ἀψίνθιον μέλιτι, οὐδὲ τὴν ὄσφρησιν πολλῷ μᾶλλον ῥόδοις μιγνύμενόν τι δύσοδμον. ὅθεν, οἷα βιαίῳ πυρὶ, τῷ θείῳ ζήλῳ τὴν ἑαυτῶν ψυχὴν ἐκπυρσεύσαντες ἐπὶ ζήτησιν ἀκριβεστέραν ἐτράποντο τοῦ κακοῦ, ἠρέμα καὶ κατὰ βραχὺ κυνηγέτου δίκην ἀνιχνεύοντες ἐκ τῶν τῆς κακίας παραφυάδων τὴν ῥίζαν εὑρεῖν· καὶ εὑρόντες ἔστιν οὓς μὲν αἷς προσῆκε προήκαντο τιμωρίαις, ἔστι δ’ οὓς ὡς ποῤῥωτάτω παλάμαις ἁπάσαις ἐκεῖθεν ἀπήλασαν. ἦσαν δ’ οἳ καὶ λαθόντες ἐκεῖθεν ἀπέδρασαν, πρὶν ἢ τελέως ἔκπυστον τὴν κακίαν γενέσθαι· οἳ δὴ καὶ πρὸς πόλεις μετεῤῥυήκεσαν Θεσσαλονίκην καὶ Βέῤῥοιαν, καὶ ἣ κατὰ πασῶν ἅπαν ἔσχε τὸ κράτος.
ἔνθα δὴ γενομένοις σφίσιν οἶμαι νενόμισται, κοινῆς ἑστίας τῶν πανταχόθεν τῆς οἰκουμένης μάλιστα πασῶν ὑπαρχούσης αὐτῆς, καὶ ἅμα πολυγλώσσου καὶ πολυμιγοῦς φωνῆς καὶ γνώμης ἐπιπολαζούσης, συσκιάσαι μὲν τὴν ἑαυτῶν κακίαν, μιμήσασθαι δὲ τῶν ὀρνίθων τοὺς δρυοκολάπτας, οἳ τοῖς δένδρεσι περιπετόμενοι, καὶ ὅλον τοῖς ῥάμφεσι τὸν φλοιὸν περικρούοντες, καὶ τὸ ὑγιαῖνον παρατρέχοντες ἅπαν, μόνῳ τῷ σαθρῷ καὶ σεσηπότι χρονίζουσι περικαθήμενοι μέρει, κἀκεῖνο σιτοῦνται πρὸς βάθος κοιλαίνοντες. η. Ἐπεί γε μὴν μετὰ τὸν βασιλέως θάνατον πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα, καὶ ὥσπερ ἐν χειμῶνι καὶ νυκτὶ τὰ πάντα ζόφος ἦν, ὡς μηδ’ ἄστροις, τὸ θρυλλούμενον, ὅποι φέροιτό τις δύνασθαι τεκμαίρεσθαι, καὶ πάντ’ ἄνω τε καὶ κάτω μεταπίπτοντα, παρὰ τοσοῦτον ἐκ τοῦ σύνεγγυς ἐτίθει τε καὶ μάλα τῶν ἐλπιζομένων ἑκάστοις ἐποίει τὸ ἐπικίνδυνον, παρόσον πόῤῥω καὶ δυσέλπιστον τἀσφαλές·
PG 148:955(ἐν γὰρ διχοστασίῃ φασὶ τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέχοντα τοῦ βελτίονος θρήνων πάσχειν ἄξια καὶ τραγικῶν ἀπολαύειν τῶν συμφορῶν·) τῶν κρατίστων εἶναι κἀμοὶ τὸν ἡσύχιον ἔδοξε βίον ἑλέσθαι, τῶν βασιλικῶν ἀφεμένῳ θεάτρων. τοῦ γὰρ ἐρεθίζοντος καὶ μάχην ἀντίπαλον ἀνιστῶντος οὐκ ὄντος, παύσασθαι τὸ νεμόμενον τῆς κακίας ᾠήθην. ὅθεν ἐπειδὴ τοῖς ἄλλοις παραινοῦντί μοι τοὺς πειθομένους ἥκιστ’ ἔχειν ἐνῆν, τὸ κατ’ ἐμαυτὸν ἐποίουν αὐτός. θόρυβον μὲν γὰρ ἐξ εἰρήνης ῥᾴδιον καὶ τοῖς φαυλοτάτοις καὶ βάναυσον ἄγουσι βίον ποιεῖν· ἐκ δὲ θορύβων εἰρήνην, οὐδὲ τοῖς σφόδρα συνετοῖς μάλα τοι εὔοδον. τὸ μὲν γὰρ αὐτονομίᾳ φύσεως ἄγεται· ἡ δὲ φύσις ἄτακτον καὶ ἀνώμαλον ὡμολόγηται εἶναι· τὸ δὲ παιδείᾳ καὶ συνέσει βεβουλευμένῃ καὶ σώφροσι λογισμοῖς οἰακίζεται. ὅθεν τὸ μὲν καὶ τὰς οὐκ οὔσας ἀναπλάττει προφάσεις, ἐφόδια πορίζον ταῖς μάχαις· τὸ δὲ καὶ τὰς οὔσας ἐκτέμνειν πειρᾶται, καθάπερ ἰατρὸς πρὸ τῆς βλάστης ἐν τῇ ῥίζῃ τὴν θεραπείαν τεχνώμενος.
(Β.) Ἐμοὶ μὲν οὖν διά τε ταῦτα βέλτιον τὸν ἡσύχιον ἔδοξε βίον ἑλέσθαι, καὶ ἅμα μεμνημένῳ κἀκεῖνο τὸ Ζήνωνος τοῦ σοφοῦ, ὅπως ἐν συμποσίῳ μακρῷ, τῶν ἄλλων σοφῶν ἐπιδεικτικῶς τοῖς ἐκ Βαβυλῶνος ὁμιλούντων πρέσβεσιν, μόνος αὐτὸς ἐσιώπα, καὶ τὴν αἰτίαν τῶν πρέσβεων ἐρομένων τῆς σιωπῆς, ἵν’ ἔχοιεν ἀπαγγέλλειν τῷ βασιλεῖ σαφές τι περὶ αὐτοῦ· πορευθέντες ἀπαγγείλατε, φησὶν, ἰδεῖν ἐν Ἀθήναις ἄνθρωπον, σιωπᾷν ἐν συμποσίῳ δυνάμενον. (Γ.) Οὕτω δὴ πεπραχὼς καὶ αὐτὸς ἑώρων ὥσπερ ἐκ σκοπιᾶς σφόδρα ἀντιφιλονεικοῦντας τοὺς ἑκατέρωθεν ἀναβράσαντας κλύδωνας ἔκ τε τῶν δημοσίων ἔκ τε τῶν ἱερῶν τῆς ἐκκλησίας πραγμάτων, ὅστις λάβῃ τὸ μεῖζον, καὶ δίκην ὁλκάδων δυοῖν ἐν μέσῳ πλημμελῶς καὶ ἀτάκτως ἀγομένων, καὶ φερομένων φοράν τινα καὶ κίνησιν ἀκυβέρνητόν τε καὶ ἄλογον καὶ ἀνώμαλον, καὶ οἵαν ποιεῖ τὸ αὐτόματον· ὡς μετὰ τοῦ μὴ δύνασθαι μηδὲ βούλεσθαι βοηθεῖν περιστατουμένοις ἀλλήλοις· ἀλλ’ ὁμοίως ἑαυτοῖς τε καὶ ἀλλήλοις ἐς τοὐμφανὲς ἑκών γε εἶναι τὸν ἔσχατον ὄλεθρον ἀμφοῖν πραγματεύεσθαι·
ὡς τὴν τῶν ἐντεῦθεν ἄντικρυς κυμάτων μίμησιν κορυφουμένην εἶναι ὁρᾷν πανταχόθεν εἰς Ὀλύμπους καὶ Καυκάσους, καὶ εἴ τι τῶν ὀρῶν ὑπερνέφελόν τέ ἐστι καὶ μέχρι καὶ ἐς αἰθέρος φοιτᾷ γειτονήματα. (Δ.) Καίτοι καὶ Ἀθηναίων τοῖς πάλαι σοφοῖς οὐκ ἄλλοτέ ποτε στασιάζειν, καὶ γλωττοδαίδαλον μάχην ἐγείρειν, καὶ πὺξ ἀπὸ στόματος ἀκοὰς ἐνοχλεῖν ἀπαντώσας ἐπῄει, ἢ ὅτε τῶν ἔξω θορύβων τε καὶ πολέμων ἐκδήμων πάμπαν ἦσαν ἀπηλλαγμένοι. τότε γὰρ καὶ πρὸς διαφόρους αἱρέσεων φάλαγγας ὥραν εἶχε τὰ Ἑλλήνων σχίζεσθαι δόγματα, νῦν μὲν Ἐπικουρείων, νῦν δὲ Πυθαγορείων, καὶ ὅσοι τῷ χρόνῳ τὴν μνήμην παρέδοσαν ἄφθονον τῶν τὴν τῆς ἔριδος χορηγίαν παρεχομένων. ἐνταῦθα δὲ μυρίων ἔνδοθέν τε καὶ ἔξωθεν δημοσίων ἐπιῤῥεόντων θορύβων καὶ τραγικῶν συμφορῶν, μείζονα τὸν ἄλλως ἀναῤῥιπιζόμενον τῶν δογμάτων ἔβλεπον πόλεμον, καὶ τὸ τῆς θεολογίας σεμνὸν ἐν ταῖς ἀγυιαῖς καλινδούμενον καὶ ἐνοχλούμενον ὑπὸ τῆς τῶν παλαμναίων καὶ Φαρισαίων φάλαγγος.
PG 148:957καὶ εἴ τινες ἀντίπαλοι Μακκαβαῖοι, καὶ ὅσοι διὰ τὸν χρόνον ἦσαν ἐφεκτικοὶ, τότε δὴ κλῃδόσι τε καὶ φήμαις, καὶ εἴ πού τις ὑπῆρχεν ἐγγαστρίμυθος καὶ Βάκχη καὶ Φοιβόληπτος, ὥρα πᾶσι λαμπρά τις ἀναίδην ὑπῆρχε ληρεῖν, ὡς τὰ καὶ τὰ προβήσεται, καὶ τὰ καὶ τὰ γενήσεται. (Ε.) Τούτοις δὴ θαῤῥήσας ἧκε κἀκ τῶν Κελτικῶν τε καὶ Γαλατικῶν βαράθρων τις σοφὸς καὶ οὐ σοφὸς ἀνὴρ Γαλάτης, πολλὰ τῶν μήπω γενομένων διατεινόμενος προειδέναι πρὸς τῶν μετεώρων, καὶ ὅσα ὁ τῆς καθ’ Ἕλληνας πεπρωμένης μίτος ὑφαίνει, τά τε ἄλλα καὶ περὶ τῶν Ῥωμαϊκῶν πραγμάτων, ὅποι σαφῶς προβήσεται· καὶ ὡς τεθνήξεται μὲν ἐς τὴν ὑστεραίαν ὁ Καντακουζηνός· οἰχήσεται δ’ ἅπαν ἀντίπαλον καὶ πολέμιον γένος, πρὶν ὅλον ἐξήκειν ἐνιαυτόν. τοῦτον ὡς ἐξ οὐρανίων ἀντύγων προσαγόμενον ὑπὸ τῶν ὁμοφύλων Λατίνων ἡ βασιλὶς θεασαμένη τε καὶ ἀκούσασα, ἔπειτ’ ἀνερευνᾷν ἐθέλουσα τὰς τῶν λεγομένων αἰτίας μετάπεμπτον ποιεῖται κἀμὲ, καὶ οὐ μάλα ἐθέλοντα, ἵνα συνιεὶς τῶν λεγομένων ἀδέκαστος εἴην κριτής. ὁπόσα μὲν οὖν ἐκεῖνος διῄει, βέβαια τὰ παρὰ τῶν ἀστέρων ἐνδεικνύμενος πεπρωμένα, ἄκαιρον εἶναι καθ’ ἕκαστα διηγεῖσθαι νομίζω.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
λέξω δ’ ἐξ ὧν πρὸς ἀναίρεσιν αὐτὸς ἐκείνου περιφανῶς ἀντεισήνεγκα μέτρια. (2.) Καὶ πρῶτον ὁ Πτολεμαῖος ὁ πάνυ φησὶν, ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ὑπό τινος ἄνωθεν ἀνάγκης συμβαίνειν οἴεσθαι χρὴ, καὶ ἄτρεπτα γίνεσθαι καθ’ εἱμαρμένην τινὰ τὰ γιγνόμενα· ἀλλ’ αὐτὴν μὲν τὴν τῶν οὐρανίων κίνησιν ἐξ αἰῶνος ἄτρεπτον κατὰ γένεσιν θείαν καὶ τάξιν ἀποτελεῖσθαι· τήν γε μὴν τῶν ἐπιγείων ὑπὸ φύσεως μὲν διοικεῖσθαι, συμφυὲς τὸ τρεπόμενόν τε καὶ ῥέον ἐχούσης ἀεί· ἕπεσθαί γε μὴν ὁπώσποτε καὶ τὴν ἄνωθεν αἰτίαν, κατὰ συμβεβηκὸς, οὐ μὴν ὡς ἐπίπαν ἀνθρώποις καταληπτήν· πολύχουν μὲν γὰρ ἔχειν τὴν δύναμιν διὰ τοῦ ἀέρος ἥλιον καὶ σελήνην πρὸς τὰ ἐπίγεια κατά τινας λόγους καθολικωτέρους, πᾶσιν οἷς νοῦ καὶ φρονήσεως μέτεστι σύμφωνον ἂν εἴη. τάς γε μὴν γενεθλιαλογικὰς ἐπισκέψεις καὶ ὅσα παρ’ ἐνίων γνωμολογεῖται περὶ τῆς ἑκάστων ἰδιοτρόπου συγκράσεως, τοῦτο δ’ ὄχλον εἶναι μάλα τοι σφόδρα μάταιον καὶ μόχθον ἀνήνυτον καὶ ἀκατάληπτον κεκτημένον τὸ πέρας οὐ Πτολεμαίῳ μόνον τῷ πάνυ δοκοῦν ἐστιν, ἀλλὰ καὶ τῷ τὰ θεῖα πολλῷ Βασιλείῳ.
PG 148:959τούτοις δὴ καὶ τὰ Χαλδαίων ἄντικρυς συνᾴδει, Μὴ τὰ πελώρια μέτρα γαίης (φασκόντων) ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης ἐν χθονί ἐστι φυτόν. μηδὲ μέτρει μέτρον ἠελίου, κανόνας συναθροίσας· ἀϊδίῳ βουλῇ φέρεται πατρὸς οὐχ ἕνεκέν σου. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ’ ἀληθής· οὐ θυσιῶν σπλάγχνων τ’ ὄθομαι· τάδ’ ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα· φεῦγε σὺ ταῦτα, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ’ ἀρετὴ σοφίη τε καὶ εὐνομίη συνάγονται. εἴη δ’ ἂν καὶ ἄλλως ῥᾴδιον, εἴ τις ἀναιρεῖν ἐθέλοι τὴν πεπρωμένην. εἰ γὰρ ἐξ ἀνάγκης οἱ λῃσταὶ λῃστεύουσιν, ἐξ ἀνάγκης δ’ αὖ καὶ ὁ νομοθέτης τὸν λῃστὴν τιμωρεῖται, μάχεται λοιπὸν ἡ πεπρωμένη τῇ πεπρωμένῃ, καὶ ἡ ἀνάγκη τῇ ἀνάγκῃ· μάχης δὲ καρπὸς φθορὰ καὶ λύσις γενέσεως. ἔφθαρται ἄρα τὸ τῆς πεπρωμένης ἄτρεπτον, καὶ διοικεῖται πάντα κατὰ θείαν πρόνοιαν, ὅπως ἂν ἑκάστοις ἐστὶν ἐνδεχόμενον. (Ζ.) Ταῦτα δὴ καὶ ὅσα παραπλήσια πρὸς ἡμῶν εἰρημένα ἐπεστόμισέ τε τὸν Γαλάτην καὶ ἄφθογγον ἔχων τὴν γλῶτταν ἐκεῖνος ἀπῄει τοῦ συνεδρίου.
PG 148:962Ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ. ὡς γὰρ σπινθῆρες καλάμην διέδραμον τὴν τῆς βασιλίδος ψυχὴν, καὶ κότον ἔσχεν, ὄφρα τελέσσῃ καιροῦ προϊόντος, εἰ καὶ τέως ἐχεμυθοῦσα χαροπὸν διὰ τοὺς παρόντας ἐδείκνυ τὸ πρόσωπον. ὅ,τε γὰρ ἀνὴρ ἐκεῖνος πατριώτης ἦν αὐτῇ καὶ ὁμόγλωττος· τά τ’ ἐκείνῳ πεφρασμένα κατὰ νοῦν ὑπῆρχεν ἐκείνῃ καὶ σφόδρα καθ’ ἡδονὴν, καὶ ἀκοῆς ἀντιφθεγγομένης ἥκιστα πάντων ἐδεῖτο πρὸς ταῦτα. ὅμως ἔσχεν οὕτω ταῦτα· καὶ πρώτη τις ἦν αὕτη πρόφασις, τὸ τῆς ἐμῆς ἐκείνης ἡσυχίας συνεχὲς διακόψασα καὶ μήνιδος ἐγκατορύξασα σπέρματα ταῖς τῆς καρδίας αὔλαξι τῆς βασιλίδος κατ’ ἐμοῦ· δευτέρα δὲ καὶ τελευταία, ἣν προϊόντες ἐν τοῖς καθήκουσι τόποις ἐροῦμεν, τὰ μεταξὺ διηγησάμενοι πρότερον. (Η.) Ἀλλὰ ταῦτα μὲν ἐς τόδε λεχθέντα ἀρκεῖν οἴομαι δυοῖν ἕνεκα· ἑνὸς μὲν, ὅτι πρὸς ἀναγκαιοτέρας τήμερον ἡμᾶς ὑποθέσεις ὁ λόγος ἀνθέλκει, πρὸς ἃς καὶ ὁ τοῦ λόγου μάλιστα καὶ τῆς ἐξ ἀρχῆς προθέσεως τείνει σκοπός· δευτέρου δ’, ὅτι πολλὰ πολλῶν εἰρηκότων καὶ ἀγωνισαμένων ὑπὲρ τῆς ὑποθέσεως, ὡς ἐνῆν, οὐ μακρῶν οἶμαι ἂν ἔτι τῶν ἡμετέρων δεήσεσθαι λόγων·
PG 148:964ἀλλ’ ὡς ἐν προσθήκης μέρει, καὶ κριτικῆς τινος ψήφου, καὶ τουτωνὶ ξυνεῤῥυηκότων, εἰ καὶ βραχέα δοκεῖ πως, ἀλλ’ οὖν τόν γε ἴσον δυνήσεσθαι τρόπον εἰς τὴν ἀληθείας ἐνάργειαν. διόπερ ἐκεῖσε ἐπανιτέον. θ. Ἐπεὶ γὰρ ὁ Ἀπόκαυκος ἐς βυθοὺς πρὸς τοῦ Γαβαλᾶ κατενεχθῆναι δυστυχημάτων παρεκινδύνευσε μὲν, ἀνένηξε δ’ οὖν καὶ ἐς τὴν πρὶν ἀφίκετο εὐδοξίαν, ὥς γε εἴρηται, δι’ ὧν λοιπὸν αὐτὸν ἀμυνεῖται πάσας κεκίνηκε μηχανάς· ἕως, μὴ τὰ μείζω τῶν δεινῶν ὑποστῇ, δείσας αὐτὸς ἐς τὸν μέγιστον τῆς τοῦ θεοῦ Σοφίας κατεπεφεύγει νεών. ἔνθα μετὰ συχνόν τινα χρόνον, πολλὰς καὶ ποικίλας ἀκούων τὰς καθ’ ἑαυτοῦ ἀπειλὰς, καὶ δείσας αὖθις, μὴ κἀκεῖθεν ἀνάρπαστος ἐξαπίνης γενόμενος ἐς ταρτάρους καὶ ζόφους δεσμωτηρίων ῥιφῇ, κἀκεῖνο πιεῖν ἐγγένηται τουτωὶ̈ τὸ ποτήριον, ὅπερ ἄλλοις αὐτὸς κεκέρακε πλείοσι, τὸ μοναδικὸν ἐξ ἀνάγκης ὑπέδυ σχῆμα. φθάσας γὰρ αὐτὸς καταλέλυκε τὴν τοιαύτην ἄσυλον ἐκ πολλοῦ, τῶν προσφύγων ἀρχαίαν ἀσφάλειαν, ἐνδιδόντος καὶ αὐτοῦ τοῦ τὸν πατριαρχικὸν διέποντος θρόνον. διὸ καὶ αὐτοὶ πρὸς ἐσχάτας ἐνεπεπτώκεισαν ἀτιμίας καὶ περιαγωγὰς κακοδαίμονας, ὡς εἰρήσεται.
τοῖς γὰρ τὰ θεῖα προφανῶς οὑτωσὶ περιφρονηταῖς εἰκὸς ἐν ἐσχάτοις τοιαύτας ἐπιέναι τίσεις, εἰς παιδαγωγίαν τοῦ βίου, δραστικώτερόν πως καταστέλλειν τὸ θηριῶδες τῆς τύχης ἰσχύουσαν. (Β.) Ἀλλὰ γὰρ ἔαρος ἐπιστάντος ἐν τούτοις, τὸν Ἑλλήσποντον μετὰ πολλῆς ὁ σατράπης Ἀμοὺρ τῆς Ἀσιανῆς δυνάμεως περαιωσάμενος ἧκεν ἐς Διδυμότειχον· κἀκεῖθεν αὖθις ἧκε μετὰ βασιλέως ἄχρι καὶ ἐς Βυζάντιον, θέας τε ἕνεκα καὶ πείρας εἰ δέοι. ἐπεί γε μὴν ἐληλύθει κἀκ συμμέτρου τοῦ διαστήματος νῦν μὲν ἱστάμενος, νῦν δὲ περιϊὼν ἐσκόπει καὶ συνεώρα, πολλή τις αὐτὸν συνέσχε κατάπληξις τοῦ τε μεγέθους τῆς πόλεως καὶ τοῦ τῶν τειχῶν ὕψους καὶ κάλλους, ἔτι τε καὶ τῆς τῶν πέριξ τάφρων θαυμασίας οἰκοδομῆς, καὶ τῆς τῶν προτειχισμάτων στάσεώς τε καὶ τάξεως ἐθαύμαζε δ’ ἕτερον τρόπον, καὶ ὅπως οὐκ ἦν ἐπὶ τῶν ἐπάλξεων, ὡς εἴωθε ταῖς μεγάλαις τε καὶ πολυανθρώποις πόλεσι, πλῆθος ἀνδρῶν· ἀλλὰ πλὴν ὀλίγων ἔρημον ἐδόκει τὸ τεῖχος πολεμικῆς ἁπάσης παρασκευῆς καὶ δυνάμεως.
ὁ γὰρ Ἀπόκαυκος, μᾶλλον τὴν ἔνδοθεν ὁρμὴν δεδιὼς τοῦ δημοτικοῦ πλήθους, ἢ τὴν τῶν ἔξωθεν πολεμίων ἔφοδον, ἄδειαν οὐκ ἐδίδου τοῖς βουλομένοις ἐπὶ τὸ τεῖχος ἅπασιν ἀνιέναι, ἀλλ’ οἷς μάλιστ’ ἐθάῤῥει τῶν ὁπλιτῶν καὶ ἱππέων. τούτων γὰρ τοὺς μὲν ἔνδον ἀύ̈πνους ἔστησε φύλακας τῶν πυλῶν· τοὺς δὲ περιϊέναι διανυκτερεύοντας τά τε τείχη καὶ πᾶσαν ἔνδον προσετετάχει τὴν πόλιν. (Γ.) Οὔπω τέτταρες ἡμέραι παρεληλύθεσαν, καὶ ἄρας ὁ βασιλεὺς ἀπῄει μετὰ τοῦ Ἀμοὺρ, καταπολεμήσων τῷ Μομιτίλᾳ, πρὸς μέγα δυνάμεως κατὰ βραχὺ προϊόντι καὶ χειρουμένῳ πόλεις καὶ χώρας Ῥωμαϊκὰς ἀεί. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. διαβάσης δὲ τὴν Ῥοδόπην τὸ ὄρος τῆς τε Ῥωμαϊκῆς ὁμοῦ καὶ Περσικῆς δυνάμεως, ἐν παρασκευαῖς ὁ Μομιτίλας ἦν τοῦ πολέμου. εἶχε γὰρ τέως πόλεις ὑφ’ ἑαυτῷ Ξάνθειάν τε καὶ Περιθόριον, καὶ ὅσα ἐφ’ ἑκάτερα καὶ μεταξὺ πολίχνιά τε καὶ χωρία, καὶ στρατεύματα ἱππικὰ τεττάρων ἐπέκεινα χιλιάδων.
(Δ.) Θέρους δ’ ἤδη μεσοῦντος, καὶ τῆς γῆς ἐν ἀκμαῖς ὑπαρχούσης τοῦ σίτου, τὰς δυνάμεις ἀνειληφὼς ἁπάσας ὁ βασιλεὺς ἐγγύς που τοῦ Περιθορίου παρεστρατοπέδευσε, καὶ εἰς τάξιν πολεμικὴν διεκόσμει τε καὶ συνέταττε σφᾶς. ἤδη δὲ καὶ ὁ Μομιτίλας, ὁρμητήριον ὀχυρὸν ἑαυτοῦ τὸ Περιθόριον καταστησάμενος, ἐξῄει πολλαῖς τε πεφραγμένος ταῖς δυνάμεσι καὶ πλείονι ἐκτετυφωμένος τῷ θράσει. οὐδὲ γὰρ οὐδὲν οὔτε μικρὸν οὔτ’ ἀγεννὲς ὑπολογίζεσθαι ἦν αὐτῷ περὶ ἑαυτοῦ· ἀλλ’ ὥσπερ ἐν χερσὶ τὴν νίκην ἤδη καὶ πρὸ τῆς πείρας ἔχων τῶν πολεμίων, οὕτω μακρῷ τῷ θράσει ῥέων ἐς μέσους ἤλαυνε τοὺς πολεμίους. (Ε.) Ὁ δὲ βασιλεὺς κατὰ μέτωπον τῶν πολεμίων ἑαυτὸν κατὰ τῶν Ῥωμαϊκῶν δυνάμεων συνταξάμενος τὴν ἔφοδον καὶ τὸν δρόμον ἐκαρτέρει τοῦ Μομιτίλου. τὰς δὲ Περσικὰς δυνάμεις, πολλάς τινας οὔσας, εἰς ἀκριβῆ περιήλασε κύκλον, ὡς ἐν μέσῳ, καθάπερ ἐν εἱρκτῇ καὶ δικτύῳ, συγκλεισθῆναι Μομιτίλαν μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως.
PG 148:965ἐπεὶ δὲ καὶ τοῖς τῶν σαλπίγγων τε καὶ τῶν τυμπάνων κρότοις συνανεκίρνατο καὶ ἡ τοῖς βαρβάροις ἤθεσι τῶν Περσῶν περὶ τοὺς πολέμους ἡλικιῶτις κλαγγὴ, πολύς τε ἀνὰ πάντα τὸν χῶρον ἐκεῖνον ὁ θόρυβος ἦν καὶ πολλὴν ἐξ ἀπροσδοκήτου τῷ Μομιτίλᾳ τὴν κατάπληξιν ἐνεποίει καὶ πρὸ τῆς πείρας, καὶ τὸ γαῦρον ἐκεῖνο σφόδρα καὶ μετέωρον ἔθραυε φρόνημα. (2.) Καὶ ἵνα τὰς ἐν μέσῳ τύχας καὶ ἀγχιστρόφους ἕλικας τοῦ πολέμου παρέλθωμεν, τῶν ἵππων εὐθὺς ἀποβάντες οἱ πλείους τῆς Περσικῆς δυνάμεως ἐν τόξοις ἅπαντες ἦσαν κατὰ κύκλον περιστάντες. οἱ δ’ ἐν μέσῳ στρεφόμενοι, καθάπερ μονιοί τινες ἄγριοι, διακόψαι καὶ διαφυγεῖν τὴν τῶν Περσῶν οὐκ ἐδύναντο φάλαγγα. ἐνέκειντο γὰρ εὐθὺς οἱ τοῦ βασιλέως ἱππεῖς, νῦν μὲν κατὰ μέτωπον ἀπαντῶντες, νῦν δὲ κατὰ νώτου συχνοῖς τοῖς δόρασι παίοντες. καὶ ἐπειδὴ τὴν τοῦ Μομιτίλου πᾶσαν ἵππον ἐν βραχεῖ παμπληθέσιν οἱ Πέρσαι περιπείραντες βέλεσι νεκρὰν ἐποιήσαντο, πεζοὶ λοιπὸν πρὸς πεζοὺς ἐμάχοντο καὶ ἐν χερσὶν ὁ πόλεμος ἦν. καὶ συνελόντι φάναι, μηδένα τῆς Μομιτίλου φασὶ δυνάμεως ἐν τοῖς ὅπλοις λελεῖφθαι, μηδὲ φυγάδα λαθόντα γενέσθαι τινά·
ἀλλ’ αὐτόν τε ξίφους ἔργον Μομιτίλαν καὶ ἅμα πᾶσαν ἄρδην αὐτοῦ γενέσθαι τὴν στρατιὰν, πλὴν ὀλίγων, ὅσοι ζῶντες ἑάλωσαν. ι. Τέτταρες μεταξὺ παρῆλθον ἡμέραι καὶ ὁ Ἀπόκαυκος ἐν Βυζαντίῳ πρὸς τῶν δεσμίων, ἐντὸς τοῦ πρὸς ἀνίσχοντα ἥλιον παλαιοῦ παλατίου, μετὰ μεσημβρίαν ἤδη τῆς ἡλιακῆς γενομένης ἀκτῖνος, ἔσφακταί τε καὶ αὐτὸς καὶ σκότους καὶ λήθης ὁ πολὺς ἐκεῖνος ὑπῆλθε μυχοὺς ἐν βραχεῖ, μηδενὸς τῶν μακρῶν ὀχυρωμάτων ἐκείνων συναραμένου, περὶ ἃ μακράς τε ἀνηλώκει δαπάνας καὶ περὶ ἃ τὸ πλεῖστον ἀπησχόλει τοῦ βίου. τὸ δ’ ὅπως, ἐρῶν ἔρχομαι τρανώτερον. (Β.) Ἐπεὶ γὰρ εἰς μεγάλων πραγμάτων θορύβους καὶ διοικήσεις ἐνέβαλεν ἑαυτὸν, καὶ πολλοὺς ἐκτήσατο, ὅσοι τε τὸ τῆς τύχης ἐβάσκαινον ὕψος καὶ ὅσοι παθόντες κακῶς ὑπ’ αὐτοῦ καιρὸν ἐζήτουν ἀμύνασθαι, δέους περιῄει νύκτωρ καὶ μεθ’ ἡμέραν μεστός· ὡς πολλὴν μὲν διὰ ταῦτα περὶ αὐτὸν δορυφορίαν ἔχειν ὁπλιτῶν καὶ ἱππέων, ὁπότε τὰς τῆς πόλεως περιοδεύοι πλατείας, πολλαῖς δὲ καὶ τὴν οἰκίαν κατάφρακτον ἔχειν δυνάμεσιν, ὁπότ’ οἴκοι καθῆσθαι χρεία τις εἴη τἀνδρί·

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:967καὶ τυραννίδος μελέτας ἐν καρδίᾳ τρέφειν μὲν ἐκ πολλοῦ, νῦν δὲ καὶ μάλα μάλιστα, ὅτε πάντας τοὺς δόξῃ καὶ γένει προὔχοντας εἶχε δεσμώτας, καὶ ἦν οὐδεὶς, ὃς ἀντᾶραι βλέφαρον ἦν αὐτῷ, ἀλλὰ πάντες ἐδεδίεσαν, ὥσπερ πάλαι Συρακούσιοι Διονύσιον τὸν Σικελίας τύραννον. (Γ.) Ὅθεν ὀχυρόν τινα πύργον τῶν ἔνδον τοῦ παλαιοῦ παλατίου ἀπολεξάμενος κατασκευάζειν ἐγνώκει πρὸς μάλα πολὺ τοῦ ἀέρος τὸ ὕψος ἀνάγοντα, καὶ οἰκίσκους ἐν αὐτῷ πολλοὺς μὲν, χώρημα δ’ ἕκαστον ἔχοντα μήκους ἅμα καὶ πλάτους οὐδὲν ὀργυιᾶς μᾶλλον· τόν γε μὴν ἐπὶ τῶν ἐπάλξεων περίδρομον οὐκ ἔσωθεν ἀλλ’ ἔξωθεν εἶναι ἐληλαμένον· αἴτιον δ’ ἵνα πάντας ὁπόσους ἐκεῖνος εἶχε δεσμώτας, καὶ ὅσους ἕξειν διὰ μελέτης εἶχε, συναγαγὼν καὶ συγκλείσας ἐντὸς μηδεμίαν ἀνεῳγμένην αὐτοῖς ἐάσῃ πύλην, δι’ ἧς ἄν τις εἰσέλθοι τε καὶ ἐξέλθοι· ἀλλὰ λίθοις καὶ τιτάνῳ περιφράξας ἁπάσας ὥσπερ ἐν τάφῳ ζῶντας κατέχῃ.
(Δ.) Ἐπεὶ δὲ τέλος εἶχε τὰ τῆς ξένης ἐκείνης οἰκοδομίας καὶ ἔδει τριῶν ἡμερῶν μεταξὺ τοὺς δεσμώτας ὁμοῦ συγκλεισθῆναι πάντας ἐντὸς, καθάπερ εἰς λήθης φρούριον ἢ κοινὸν πολυάνδριον, εἰς ἀπόγνωσιν ἧκον οἱ δέσμιοι προφανῆ τῆς παρούσης ζωῆς καὶ τοῦ κοινοῦ τοῖς πᾶσιν ἡλίου· καὶ σφῶν αὐτῶν ἀφειδήσασιν ἐπὶ τὸ παραβολώτερον τοὺς τῆς τύχης κύβους ἀναῤῥίπτειν ἐπῄει, καὶ πρὶν ζῶντας εἰς τὸν προκείμενον ἐμβληθῆναι τάφον, δυοῖν ἐργάσασθαι θάτερον· ἢ ξίφει τὸν τύραννον διαχρησαμένους τὴν τοῦ βίου σφίσιν αὐτοῖς ἐλευθερίαν πορίσασθαι· ἢ τὸν ἀνδράσι πρέποντα θάνατον ἅπαξ ἐκτίσασι μακρῶν τοῦ λοιποῦ δεινῶν ἀπηλλάχθαι. εἰς τέτταρας μὲν δὴ τῶν εὐγενεστέρων τὸ τοιοῦτον διαβεβηκὸς βούλευμα περαιτέρω προβαίνειν οὐκ ἐκρίθη δεῖν, ὡς μὴ ἔκπυστον φωραθείη γενόμενον. τὸ γάρ τοι προφανὲς τῶν ἐλπίδων ἀναμφισβητήτους τινὰς ὑπετίθει τὰς ὑποσχέσεις, ἐπιχειρήσασιν ἥξειν ἅμα πάντας συλλήπτορας τοὺς δεσμώτας, καὶ μὴ προμελητήσαντας, ἐς τὸ κοινὸν τῆς ἐλευθερίας στάδιον. (Ε.) Εἰωθὸς οὖν Ἀποκαύκῳ συχνότερον ἐνδημεῖν ἐκεῖ, καὶ μάλιστα νῦν ἐπιταχύνοντι πρὸς τοὖργον τοὺς τέκτονας·
ἐπειδὴ καὶ ἡ τελευταία παρῆν ἡμέρα, καθ’ ἣν εἰς πέρας ἔδει προενεχθῆναι τὸ βούλευμα, ἧκε μεθ’ ὕπνον καὶ τράπεζαν ὀψόμενος, τὴν τῆς ξένης εἱρκτῆς τελευταίαν οἰκοδομίαν καὶ τὸν ἀνενδεᾶ τῆς ὅλης ἀπαρτισμὸν ὑποθέσεως. καὶ ἐπειδὴ κατὰ τοὺς τῆς ἡμέρας ἐκείνης ὕπνους (ἑνδεκάτη δ’ ἦν ἰουνίου) θόρυβοί τινες ἐξ ὀνείρων ἀγρίων αὐτὸν ἐξεφόβησαν, οἷα φιλεῖ πολλάκις ἐν τοῖς τοιούτοις προαναφωνεῖν τὸ δαιμόνιον, ὃ μὲν αὐτῷ σωτηρίας εἶχεν ἐλπίδας, οὐ μεμελέτηκεν· ὃ δ’ εἶχεν εἰς τοὺς ἐπηρτημένους αὐτῷ κινδύνους ὀξύτερα τὰ ἐφόδια, τοῦτο δὴ καὶ βέλτιον εἰς σωτηρίαν εἶναι κέκρικέ τε καὶ εἵλετο. τὸ δ’ ἦν, ἔξω παρὰ τὰς τοῦ παλατίου ἐκείνου πύλας ἀφέντα τοὺς δορυφόρους αὐτοῦ καὶ ὑπασπιστὰς ὁμοῦ πάντας μεθ’ ἑνός τινος εἰς τὸ τοῦ φιλοτεχνήματος θέατρον εἰσιέναι. οὕτω γὰρ ἐνόμισε, μήτ’ ἐξ αὐτῶν ἐντὸς ἐγγενέσθαι οἱ ἐπιβουλήν τινα, μήτ’ ἔξωθεν ἐξ ἀλλοτρίων ἴσως καὶ δημοτῶν ξυμμελετηθεῖσαν· εἶναι γὰρ μεγίστην ταῖς πύλαις ἀσφάλειαν τοὺς οἰκείους ἐκείνους ὑπασπιστάς.
PG 148:969οὕτως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν τὴν τούτου διάνοιαν ἔσφηλεν, ἵνα ῥᾷον μᾶλλον τῶν ἀλλοτρίων αὐτὸς ἑαυτῷ καταστήσῃ τὸν κίνδυνον. (2.) Εἰσιόντος οὖν καὶ ἀρξαμένου τοῖς οἰκοδόμοις διαλέγεσθαι περὶ τῶν πρακτέων, τὸ προςτυχὸν ὁ Ῥαοὺλ πρῶτος ἁρπάσας ῥόπαλον (μηδὲ γὰρ παρεῖναι ξίφος οὐδὲν ἐκεῖ τοῖς δεσμίοις) καὶ πρὸς τὸ μανικώτερόν τε καὶ ἐνθουσιῶδες τοῦ ἤθους ἐλθὼν ὑπὸ δέους καὶ ἀπογνώσεως ἐξέδραμε κατ’ αὐτοῦ, τοιάδε φθεγγόμενος. ἕως πότε σου τὴν ἀπήνειαν ἡ τἀπίγεια βόσκουσα τοῦ ἡλίου λαμπὰς διακαρτερήσει βλέπουσα; ἕως πότε θεῖοι κεραυνοὶ καὶ πρηστῆρες ἐν αἰθέρι τὴν σὴν καθευδήσουσι ταμιεύοντες κόλασιν; ἀλλ’ ὥρα σοι νῦν, ἀλιτήριε, δυοῖν θάτερον· ἢ σὺν ἐμοὶ τῷ ἡλίῳ τῷδε συγκαταδῦναι πρὸς ᾅδην τήμερον· ἢ σοῦγε θανόντος ἐλευθέροις βλέπειν, εἰ βουλομένῳ γε εἴη θεῷ, βλεφάροις λευκὰς τοὐντεῦθεν ἡμέρας ἐμὲ ξυνορᾷν. ταῦτ’ ἔλεγε καὶ ἅμα ἐμβριθεστέρῳ βραχίονι κατενεγκὼν τὸ ῥόπαλον τὴν ἐκείνου γενναίως ἐπάταξε κεφαλήν. καιρία μὲν οὖν οὐκ ἐγένετό τις ἐκείνῳ τότε πληγή·
ῥιφείσης δ’ οὖν τῆς καλύπτρας, γυμνῇ λοιπὸν περιϊὼν ἐπεβοᾶτο τῇ κεφαλῇ τοὺς ἐξαιρησομένους τῆς ἀθρόας ἐκείνης καὶ αἰφνιδίου περιστάσεως. ἀλλ’ ἦν τὸ παράπαν οὐδεὶς, πλὴν ἑνὸς, ὃς εὐθὺς συμπλακεὶς τῷ Ῥαοὺλ ἔπαιέ τε καὶ ἐπαίετο· καὶ ἦν ὠθισμὸς ἐν ἀμφοτέροις μακρὸς, ὁπότερος ἂν ἀνέλοι τὸν ἕτερον πρότερος. ἀλλ’ οὐδέτερος οὐδετέρῳ κίνδυνον ἐνεγκεῖν ἐδυνήθη. τούτων δ’ οὕτως ἐχόντων, ἕτερος τῆς τῶν Παλαιολόγων σειρᾶς ἀθρόον τῷ Ἀποκαύκῳ ἐπιπηδᾷ, τὰ παραπλήσια λέγων καὶ δρῶν τῷ προτέρῳ, καὶ ἅμα ἄλλος, καὶ ἐπὶ τούτοις ἕτερος· καὶ οὕτω, συνελόντι φάναι, βιαίως ἐκεῖνος ἀπέῤῥηξε τὴν ψυχὴν, ἁπάσης ἔρημος βοηθείας, ὁ πάντα χρήματα παρὰ πάντα δαπανῶν τὸν βίον ὑπὲρ τοῦ μὴ βιαίᾳ χρήσασθαι τελευτῇ. (Ζ.) Ἔλαθε γὰρ ὡς ἔοικεν ἑαυτὸν, θεοῦ μὲν ἀφαιρῶν τὴν πρόνοιαν, ἀνθρωπίναις δὲ προσαρτῶν ἐπινοίαις τε καὶ σπουδάσμασι τῆς παρούσης τοῦ βίου διαγωγῆς τὰ ἐνέχυρα. καὶ διὰ τοῦτο τοὺς ἄλλους διαβάλλων καὶ καθειργνὺς καὶ τοὺς ἐκείνων ἀφαιρούμενος βίους ἐπὶ σαθροῖς θεμελίοις ἐπετίθει τὰ τῆς ἰδίας ἀσφαλείας ὀχυρώματα·

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἰ πρηστῆρας ἐκ γειτόνων ἁρπάζων μηδὲν αὐτῷ προςήκοντας αὐτοχειρίᾳ τὴν ἑαυτοῦ προφανῶς ὑφῆπτεν οἰκίαν. διὸ καὶ παραμύθιον μὲν ἡ ἐκείνου γέγονε τελευτὴ τοῖς τε διὰ πενίαν οὐκ ἔχουσιν ὅτῳ χρήσονται φαρμάκῳ πρὸς τὰς ἐπιούσας ὁμοίως τοῦ χρόνου τύχας καὶ κῆρας καὶ οἷς ἔφεσις τῶν κακῶς ὑπ’ αὐτοῦ πραττομένων ἐκδίκησιν θεάσασθαι ἦν, πρὶν ἀπογνώσει σφᾶς δεδωκότας ἕν τι πεπονθέναι τῶν ἀθεμίτων· καὶ ἅμα παιδευτήριον, ἐς τὸ σῶφρον τοὺς θρασυτέρους ἀνθέλκον, καὶ οἷς τὰ ἀτόλμητα ξὺν οὐδενὶ δέει τολμᾶται. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (Η.) Πρίν γε μὴν αἴσθησιν τοῦ δράματος ἐγγενέσθαι τοῖς ἔξω, δεσμὰ πάντα καὶ κλοιοὺς οἱ δεσμῶται ῥήξαντες εἰς τὴν τοῦ πτώματος θέαν μετὰ πάσης ἐπεξέθεον ἡδονῆς, οὐ μεῖον διακοσίων ὑπάρχοντες· ὧν εἷς τις σκεπάρνῳ τεκτονικῷ (ξίφος γὰρ ἥκιστα παρῆν) τοῦ λοιποῦ τὴν κεφαλὴν ἀφελόμενος σώματος ἐπὶ τῆς ἐπάλξεως ἔστησεν, ὥστε καταφανὲς γενέσθαι τὸ δρᾶμα καὶ πᾶσι τοῖς ἔξωθεν ἤδη παρὰ τὰ τείχη ποταμηδὸν εἰςρέουσι δήμοις·
PG 148:971ὥσθ’ ὅσοι μὲν αὐτῷ κατὰ γένος ἢ καθ’ ἑταιρείαν εἶεν προσήκοντες μηκέτι πονεῖν ἀνήνυτα, πάσης τελέως σβεσθείσης τοῦ ζῇν ἐκεῖνον ἐλπίδος· ὅσοι δ’ ἀπεχθῶς εἶχον αὖ πρὸς ἐκεῖνον, τούτους δ’ ἐῤῥῶσθαι τὰς διανοίας, καὶ συμμαχεῖν ἔξωθεν ἀδεῶς τοῖς ἔνδοθεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἠγωνισμένοις. ἔπειτα διελόντες ἑαυτοὺς εἰς τάξεις καὶ μοίρας τὴν τῶν πυλῶν ὁμοῦ καὶ ἐπάλξεων διέλαχον φυλακήν. (Θ.) Μέγιστον δ’ ὅμως ὑπῆρχέ σφισιν ἐμπόδιον εἰς τὴν τῆς παραδόξου ταυτησὶ σωτηρίας συντηρητικὴν ἑαυτῶν δύναμιν ἥ τε τῶν πρὸς τὸ ζῇν ἀναγκαίων σπάνις καὶ ἡ τῶν ὅπλων τε καὶ τῶν ἀμυντηρίων βελῶν ἔνδεια. οὐ γὰρ εἶχον ὅθεν ἐκ τοῦ παραχρῆμα ῥᾷστα κομίσονται τὰ τῆς χρείας, ἀπροσδόκητον σχεδιασάσης τῆς περιστάσεως τὸ πραχθέν. ὅμως τῆς νυκτὸς ἐπιούσης ἐκείνης, καὶ πάντων ἐκείνων ἐν ζάλῃ καὶ τρικυμίᾳ λογισμῶν ὑπαρχόντων μεγίστῃ, ἧκε τριήρης ἐκ τῶν Γαλάτου περὶ μέσας που νύκτας, ἐκ τοῦ παραλίου τείχους κομίζουσα τούτοις ἄρτον καὶ οἶνον, καὶ ὅσα τὸ τῆς ὥρας συνεχώρει στενὸν ἐδώδιμα, καὶ ἅμα ἐπαγγελίας καὶ φιλανθρώπους λόγους, καθ’ ὁπότερον βούλοιντο δρᾷν·
εἴτε μένειν αἱρουμένοις κομίζειν ἐς τὴν ὑστεραίαν ὅπλα καὶ βέλη πολέμια· εἴτ’ ἐκεῖθεν ἀπαλλάττεσθαι διὰ δέος, δέξασθαι προθύμως ἐς τὸ ἐν τοῖς Γαλάτου σφῶν αὐτῶν φρούριον, καὶ πᾶσαν περιποιήσασθαί σφισιν ἀσφάλειαν. ταῦτ’ εἰπόντες ἐπανῄεσαν οἴκαδε, χρηστὰς ἐλπίδας μὲν τοῖς ἐντὸς τείχους καταλιπόντες, οὐκ εἰς χρηστὸν δ’ οὖν πέρας ἐληλυθυίας. πέμψασα γὰρ ἡ βασιλὶς Ἄννα (οὐ γὰρ ἐλελήθει τὸ γεγονὸς) ἀπέφραξέ τε καὶ ἀνεχαίτισε τὴν ἔφοδόν τε καὶ τὸν εἴσπλουν τῆς κρύφα μελλούσης ἐπιέναι Λατινικῆς ἐς τὴν ὑστεραίαν δυνάμεως. (Ι.) Τοῦτο πρὸς ἀπόγνωσιν ἤγαγε τοὺς τειχήρεις ἐκείνους. οὔτε γὰρ ὅπλον ἦν σφισιν οὐδὲν φυλακτήριον, οὔτ’ ἀσπὶς, οὔτε τόξον, οὔτε βέλος οὐδὲν ἀμυντήριον· καὶ πρός γε τὸ τεῖχος ἀμεληθὲν ἐκ πολλοῦ διεῤῥωγὸς ἦν τὰ πλεῖστα μέρη τοῦ τε περιπάτου καὶ τῶν ἐπάλξεων. τὴν μὲν οὖν νύκτα πᾶσαν ἐκείνην οὕτως ἐπ’ ἐλπίσιν ἀμφισβητησίμοις ἐντὸς τείχους ηὐλίσαντο, τάς τε πύλας φυλάττοντες καὶ τὰ τείχη περιϊόντες. ἕωθεν δ’ ὡς εἶδον σύρφακα καὶ χυδαῖον ὄχλον, παρὰ τὸν γείτονα συνιόντας ἱππόδρομον θέας εἵνεκα, καὶ ἥκιστα συμμαχίας ἡστινοσοῦν, ἐξ ὧν γε ἠλπίκασιν·
PG 148:973(ᾤοντο γὰρ, ἐπεὶ μισητὸς ὑπῆρχε τοῖς ὅλοις σχεδὸν Βυζαντίοις Ἀπόκαυκος, ἅπαντας ἥξειν εὐθὺς, στασιάσαντας κατὰ τῶν ἀρχόντων καὶ βασιλέων, ἀπαλλάξαντος ὃν ὡς τύραννον ἐδεδίεσαν·) ὡς οὖν ἕτερα ἀνθ’ ἑτέρων ἑώρων καὶ οὐ κατὰ γνώμην ἐχώρει τὰ δρώμενα, περὶ διαλλαγῶν ὡμίλουν τοῖς ἔξωθεν πρὸς τῆς βασιλίδος ἰοῦσιν Ἄννης. καὶ τάχ’ ἂν ἐγίγνετό τι χρηστὸν ἐκείνοις, εἰ μή τινος δαιμονίου κεκώλυκε βασκανία. ἀλλ’ ἐχρῆν, ὡς ἔοικεν, ἐν θεομηνίας καιροῖς μηδὲν ἀτόλμητον παροφθῆναι τῶν ἀθεμίτων. ἔσχε δὲ οὕτως. (ΙΑ.) Ἡ τοῦ Ἀποκαύκου γυνὴ, τὸ ἐνδόσιμον πρὸς τῆς βασιλίδος Ἄννης λαβοῦσα, προσκαλεῖται πᾶν τὸ Γασμουλικὸν, καὶ χρημάτων χορηγίᾳ δαψιλεστέρᾳ πείθει, τὰς τριήρεις αὐθημερὸν ἀφεμένους ἅπαντας, ὅπλα δ’ ἐκεῖθεν ἀνειληφότας καὶ βέλη πάντα, περιεληλυθέναι πολιορκοῦντας τὸ τοῦ παλατίου ἐκείνου φρούριον, ἕως εἰςπηδήσαντας ἡβηδὸν τοὺς ἐντὸς ἀνελεῖν, τοὺς μὲν ὡς ἀνδροφόνους, τοὺς δ’ ὡς ἀνδροφόνοις δήπουθεν ὁμόφρονας καὶ ὁμοστέγους.
πρὸς δὴ τοιούτους φόνους ἀγοραίων καὶ ἀσυνέτων ἀνδρῶν ὁπλίσασα δεξιὰς ἐκείνη χρημάτων ἁβραῖς (ὡς εἰρήκειμεν) δεξιώσεσι καὶ οἴνου κρατήρων πολλῶν ἐμφορεῖσθαι δίδωσιν ἀφθόνως, ἵν’ οὑτωσὶ τοῦ καθήκοντος ἐκστάντες λογισμοῦ μαινομένων δίκην χωρῶσι πρὸς τὰς τῶν ἀνθρώπων σφαγάς. ἐπεὶ δ’ οὕτω ταῦτ’ εἶχε καὶ ὁ τοῦ ἡλίου δρόμος ἤδη τὰ μεσημβρινὰ παρήλλαττε ὑψώματα, δραμόντες ἐκεῖνοι κύκλῳ τὸ φρούριον περιέστησαν ἅπαν, ἀσπίσι καὶ ὅπλοις ἅπασι πεφραγμένοι, καὶ ἅπαν βέλος ἑκηβόλον ἐν χεροῖν περιφέροντες, καὶ ὅσα θύρας ἀναμοχλεύουσιν ὄργανα καὶ κατασείουσι τείχη καὶ ἀποσπῶσι λίθους ἐκ θεμελίων· ὧν οἱ μὲν τὰ βέλη πέμποντες ἔξωθεν κατὰ πλῆθος καὶ δίκην βαθέων νεφῶν πάντας τοὺς ἔνδον τῶν ἐπάλξεων ἀπήλασαν ἐκ τοῦ παραχρῆμα, μηδὲν ὁθενοῦν ἔχοντας ὅπλον, ἢ φυλακτήριον, ἢ δι’ ὧν ἀμυνεῖταί τις τὸν ἐπιόντα πολέμιον. οἱ δὲ τὰ ἐκμοχλευτήρια φέροντες ὄργανα, προσιόντες ἔξωθεν τά τε τείχη πολλαχόθεν διώρυττον καὶ τὰς πύλας ἀνεμόχλευον· ὡς ἐν πάνυ βραχείᾳ καιροῦ ῥοπῇ, πολλῶν πολλαχόθεν τῶν εἰσόδων ἀνοιχθεισῶν, πάντας ἄρδην εἰσρυῆναι τοὺς πολεμίους.
PG 148:975(ΙΒ.) Ἦν τότε ἰδεῖν τοὺς μὲν ἀθλίους ἐκείνους ἀφειδῶς ἀναιρουμένους καὶ πρὸς ᾅδην ἐκ τῶν χθὲς πεμπομένους δεσμῶν· τοὺς δὲ φόνου πνέοντας ἄνδρας ἐκείνους εἰς πολυειδεῖς καὶ ποικίλας σφαγὰς χρωμένους τοῖς ξίφεσι ξὺν πολλῇ καὶ μανιώδει τινὶ τῇ ὠμότητι καὶ βαρβαρικῇ τῇ θρασύτητι. γυμνοὶ μὲν οὖν ἀσπίδων οἱ τάλανες ὄντες ἐκεῖνοι καὶ ἄοπλοι, καὶ ἥκιστα διαφυγεῖν τὸν παρόντα δυνάμενοι κίνδυνον, οἱ μὲν ἤδη ἐκόπτοντο, οἱ δ’ ἐξεχέοντο φεύγοντες σύνδυο καὶ σύντρεις καὶ κατὰ πλῆθος, καὶ διὰ τῶν μεσοτοίχων καταῤῥέοντες ἐς τὴν ἐχομένην τῆς Νέας μονὴν διεμερίζοντό τε τὰς θείας εἰκόνας ἀντ’ ἄλλου φυλακτηρίου παντὸς ἱεροῦ· οἱ δ’ ἐνεχειρίζοντο τὰ ἐπὶ τῆς θείας τραπέζης τῶν μυστηρίων ἱερὰ σκεύη, δυσωπήσειν οἰόμενοι τοὺς ἀναιδεῖς ἐκείνους καὶ μανιώδεις λῃστὰς διὰ τῶν τοιούτων· οἱ δ’ ἠγκαλίζοντο τήν τε θείαν τράπεζαν καὶ τὸν ὑπὸ ταύτῃ στυλίσκον· οἱ δὲ γυμνούμενοι τέλεον ἐθελονταὶ τὰ ἱμάτια πρὸ ποδῶν ἐῤῥίπτουν, οἰόμενοι διὰ τῆς γυμνώσεως πρὸς οἶκτόν τε μαλάξειν τὸν φονικὸν ἐκείνων τρόπον, αἰδεσθέντων ἴσως τὴν κοινὴν τῆς φύσεως γύμνωσιν·
καὶ ἅμα μηδεμίαν τοῦ λοιποῦ πρόφασιν ὑποψίας λιπεῖν, τοῦ κρύπτεσθαι εἵνεκα Καίσαρος ἐν σφίσι νόμισμα, μηδ’ ἄλλο τῶν πάντων εἶδος κέρδους ἄξιον ἔχειν οὐδέν. δειναὶ γὰρ αἱ μὴ προμελετηθεῖσαι περιστάσεις ἐπινοίας πρὸς τὸ ἀκίνδυνον ἄλλοις ἄλλας αὐτοσχεδιάζειν, αὐτοφυᾶ διδάσκαλον τὴν περιϊσταμένην ἀνάγκην λαμβάνουσιν, ὅταν αἰφνίδιος θάνατος εἰς ἀπόγνωσιν σφᾶς ἀπελαύνῃ βίου. (ΙΓ.) Ἀλλὰ τὴν ἀναιδῆ καὶ θηριώδη τῶν ἀνδροφόνων ἐκείνων ὁρμὴν μαλάττειν ὅλως ὥραν οὐκ εἶχεν οὔτε δάκρυα τῶν πασχόντων, οὔτ’ ἦθος ἐλεεινὸν, οὔθ’ ὁ ἱερὸς ἐκεῖνος τόπος, ἐν ᾧ σωτηρίας εἵνεκα κατεπεφεύγεσαν οἱ ταλαίπωροι· ἀλλὰ δίκην ἱερείων ἐπὶ βωμοῦ τηνικαῦτα καὶ οὗτοι ξὺν οὐδενὶ κόσμῳ πάντες ἐθύοντο, καὶ ῥύακες αἱμάτων ἐντεῦθεν τὸ θεῖον ἔβαπτον ἔδαφος· εἰκόναι τε θεῖαι καὶ ἔπιπλα, καὶ ὅσα τῆς θείας μυσταγωγίας σκεύη παρῆν, ἀσμένως ἅπαντα καὶ ἀδεῶς ἐῤῥιπτοῦντό τε καὶ διηρπάζοντο· τά θ’ ἱμάτια τῶν ἀνῃρημένων οἱ πάντολμοί τε καὶ ἀναιδεῖς ἐκεῖνοι, πλουσίων αἱμάτων πλήρη, τῇ θείᾳ λαμβάνοντες ἐπετίθουν τραπέζῃ.
πῶς ἂν δυναίμην ἀδακρυτὶ καταλέγειν τὰ θρήνων μακρῶν καὶ δακρύων ἄξια, ὅσα ἐπὶ τοῦ θείου τεμένους τότε τὴν ἐλεεινὴν τραγῳδίαν ἐκείνην βαρβαρικῶς καὶ ἀσμένως χορηγεῖν ἐξεγένετο; εἴθε ἦν ἀντὶ μέλανος εἰς δάκρυα τὸν κάλαμον βάπτοντι γράφειν καὶ διηγεῖσθαι τῆς τόθ’ ἡμέρας τὴν συμφορὰν ἐναργέστερον, ὡς ἕκαστα πέπρακται. οὕτω γὰρ ἂν οἶμαι δακρύσειν ἅπαντας ἐκ τοῦ ῥᾴστου θερμῶς, οἴκτου καὶ σπλάγχνων φυσικῶν ἐμπλησθέντας. ὅμως εἶχεν οὕτω ταυτί. καὶ τὸ μὲν ἄλλο πλῆθος, ὅσον ἐκ τοῦ σύρφακος ὄχλου κατὰ ποταμοὺς συνέῤῥει, τὰς καλύβας τῶν ἐκεῖ μοναζόντων ἠνδραποδίζοντό τε καὶ διήρπαζον ἀδεῶς· καὶ αὐτὰς δ’ οὖν μετὰ τῶν παστάδων τὰς θύρας ἀναμοχλεύοντές τε καὶ διαμεριζόμενοι τοῖς χαμαιτυπείοις προσῆγον, ἀσελγείας μίσθωμα. οἱ δ’ ἀναιδεῖς ἐκεῖνοι καὶ φόνου πνέοντες ἄνδρες, τῶν ἀνῃρημένων τὰς κεφαλὰς ἔστι δ’ ὧν καὶ τὰς χεῖρας ἐκτέμνοντες, περιῄεσαν ἐπιδεικνύμενοί τε τὸ τῆς κακίας ἄγος, εἰς ἔκπληξιν τῶν ὁρώντων καὶ δέος, καὶ πᾶσαν ἀγυιὰν ἐμπιπλῶντες ἀνθρωπίνων αἱμάτων τε καὶ σαρκῶν. (ΙΔ.) Καὶ ἦν μὲν θρήνων καὶ δακρύων ἄξια τὰ δρώμενα καὶ θέατρον ἀνόσιον τῇ βασιλευούσῃ ταύτῃ τῶν πόλεων·
PG 148:977οὐδεὶς δ’ ἐτόλμα τοῖς ὁρωμένοις ἢ τοῖς νεκροῖς ἐκείνοις ἐπιδακρῦσαι καὶ στεναγμὸν ἀποδοῦναι, οὔτε τις τῶν φίλων, οὔτε τις τῶν συγγενῶν, οὔτε μὲν οὐδεὶς τῶν ἄλλως φίλοικτον ἐχόντων καρδίαν. ἔφεδροι γὰρ ὀφθαλμοὶ παραπορευόμενοι συνήρπαζόν τε καὶ τὰ ἱμάτια περιδύοντες ἔπαιον ὡς ἐπιβούλους καὶ ἀντιθέτους Ἄννῃ τῇ βασιλίδι. πάντα γὰρ ἦν εὐφροσύνη λαμπρά τις καὶ τέρψις ἄῤῥητος ἐκείνῃ τὰ δρώμενα, καὶ πάνυ τοι σφόδρα κατὰ γνώμης ἐντρύφημα· ὡς ἐντεῦθεν καὶ δέει μακρῷ συσχεθέντας τοὺς περιστέλλειν κατὰ τὸν ἀνθρώπινον καὶ φύσει πρέποντα νόμον ἐθέλοντας, ὁπόσοι κατὰ γένος καὶ φιλίαν τοῖς κειμένοις προσῆκον, ἀπέχεσθαι τούτων ἁπάσῃ σπουδῇ, μὴ μετὰ τοῦ ἀποτυχεῖν τῆς βουλήσεως καὶ τοῖς ὁμοίοις δεινοῖς περιπέσωσι. τοιαῦτα γὰρ ἔφασκον εἶναι τὰ τῇ βασιλίδι ἐντεταλμένα, καὶ ἅμα ἀτάφους κατὰ θαλάττης ῥιφέντας τροφὴν ὀρνέοις καὶ ἰχθύσι γενέσθαι. ἀλλὰ τοῦτο μὲν οὐκ ἐτελέσθη, ἐνίων τὴν τοῦ λαοῦ κραυγὴν καὶ τὴν ἐντεῦθεν λοιδορίαν εἰς τὰς ἐκείνης ἀνενεγκόντων ἀκοὰς, καὶ τὸν ἀναφυόμενον οὐκ ἀκίνδυνον θόρυβον.
PG 148:979διὸ καὶ φιλοθέων ἔνιοι, δειλίαν ἀποκρουσάμενοι πᾶσαν, ἄλλος ἄλλον ἄλλοθι τῆς μονῆς ἀνελόμενοι κατώρυξαν. τὰ δ’ ἐπὶ τούτοις ἔστιν ἀκούειν διαρκέστερον ἄλλων διεξιόντων. (ΙΕ.) Ἐπεὶ δ’ ὁ ἐκ τῆς προτέρας συζύγου πρῶτος Ἀποκαύκου υἱὸς ἐπίτροπος ἦν τηνικαῦτα Θεσσαλονίκης καὶ τὸν τοῦ πατρὸς φόνον ἀκήκοε, τὴν γνώμην εὐθὺς ἐς Καντακουζηνὸν μεταθεῖναι κέκρικε δεῖν, καὶ ἅμα συμφέρειν εἰς ἔργον αὐτῷ τὰ τῆς γνώμης προενεγκεῖν. ὅθεν καὶ τρόπον λοιπὸν ἐζήτει, δι’ οὗ Θεσσαλονίκην ἂν αὐτῷ παραδοίη. προσεταιρισάμενος οὖν ὁπόσον ἔκκριτον ἦν τῆς Θεσσαλονίκης τὸν Ἀθηναῖον μιμεῖται Πεισίστρατον καὶ τὴν Θεσσαλονικέων χειροῦται ἀκρόπολιν, ἵν’ ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου τῆς κεφαλῆς κατατρέχων καὶ τὸ πᾶν τῆς πόλεως ἐκ τοῦ ῥᾴστου σῶμα κατάσχῃ. ἀλλ’ οὐδὲν τῆς τοιαύτης ἀπώνατο ἐπινοίας. αἱ γὰρ τραγικαὶ κῆρες τοῦ πατρὸς, μᾶλλον ἢ αὐτοῦ, τὰς παρούσας περιφανῶς ἀντέκρουον τύχας.
διὸ καὶ δυοῖν ἡμερῶν μεταξὺ κηρύγματος γενομένου δημοτικοῦ, πάντες ἐπεξέθεον κατὰ ποταμοὺς ἐπὶ τὴν ἀκρόπολιν, καὶ οὐ πρότερον ἐκεῖθεν ἀπέστησαν, πρὶν τὴν ἀκρόπολιν ἐκπολιορκῆσαι, καὶ τοὺς ἔνδον πολέμου νόμοις ἀνδραποδίσασθαι, καὶ τὸν τοῦ Ἀποκαύκου υἱέα σὺν τοῖς ἀμφ’ αὐτὸν ξίφει διαχρησαμένους ἀνὰ πάσας τὰς τῆς πόλεως πλατείας περιενεγκεῖν ἀπηνῶς τὰς δυστυχεῖς αὐτῶν κεφαλὰς, εἰς ἔκπληξιν τῶν ὅμοια βουλευομένων. ια. Ἀλλ’ ἐκεῖνο μικροῦ με παρέδραμε, τὸ τοῦ Βατάτζη δηλαδὴ Ἰωάννου· ὃς καὶ αὐτὸς ἀσήμου γένους ὑπάρχων πλούσιος ἐξ ἀπογραφικῶν ἐγεγόνει ἐμποριῶν, ἄλλας ἐξ ἄλλων ταχὺ μετιὼν, καὶ παραλλάττων ἀεὶ τῶν εὐτελεστέρων τὰς μείζους. ἄρτι δὲ καὶ τὴν τῆς Θεσσαλονίκης ἐπιτροπείαν χρήμασι μακροῖς ὠνησάμενος πρὸς τῆς βασιλίδος ἐκεῖσε πέμπεται Ἄννης. οὐ μάλα δὲ συχνοῦ ῥυέντος χρόνου, πρὶν τὴν κερδαίνουσαν πήραν ἐμβριθεστέραν ὡς ἐβούλετο διαπράξασθαι, ἐκεῖθεν ἐκβάλλεται, τοῦ Ἀποκαύκου διάδοχον τὸν υἱὸν ἀποστείλαντος· ὃν τὴν τοῦ δήμου φορὰν παρανάλωμα ξίφους ἐργασαμένην μικρῷ δεδηλώκαμεν πρότερον.
(Β.) Οὗτος οὖν ὁ Βατάτζης, εἰς αἰσχύνης λόγον τὸ πρᾶγμα θέμενος, καὶ λύπης μεστὸς γεγονὼς, προσεῤῥύη τῷ Καντακουζηνῷ· καὶ ὁρμητήριον τὸ τῆς Θρᾳκικῆς περιστάσεως ἔχων φρούριον συνεχεῖς ἐκεῖθεν ἐποιεῖτο τὰς ἐκδρομάς· καὶ ἦν ἐς τὰ μάλιστα φοβερός τε καὶ ὄλεθρος προφανὴς οἷς ἐπῄει καὶ καθ’ ὧν ὡπλίζετο, ἅτε δύναμιν ἔχων συχνὴν ἐξ Ἀσίας, ἣν ἐκ Τροίας ἐζητηκότι πέπομφεν ὁ σατράπης Σουλυμὰν, γαμβρὸς ἐπὶ θυγατρὶ πρὸ βραχέος αὐτῷ καταστάς. (Γ.) Ἕως μὲν οὖν Ἀπόκαυκος ἔζη, θερμὸς ἦν καὶ μάλα τοι σφόδρα Βυζαντίοις λυπηρὸς ὁ Βατάτζης, διὰ τὸν τοῦ Ἀποκαύκου παῖδα δηλαδὴ καὶ τὴν ἀφαίρεσιν τῆς ἐπιτροπῆς ἀπεχθῶς διακείμενος πρὸς αὐτόν. ἐπεὶ δ’ Ἀπόκαυκος μὲν ἐξ ἀνθρώπων ἦν, ἀγώνισμα ξίφους γενόμενος, καὶ ἔδει Βυζαντίοις ἀνδρὸς θερμοτέρου καὶ δραστήριον ἐπιεικῶς ἔχοντος φρόνημα, γράμματα ἐφοίτα συχνὰ πρὸς τῆς βασιλίδος Ἄννης αὐτῷ, μακρῶν δωρεῶν καὶ ἀξιωμάτων ἐπαγγελίας κομίζοντα, εἰ βούλοιτο διάδοχος ἐλθὼν καταστῆναι καὶ βουλῆς καὶ τρόπων καὶ δόλων Καντακουζηνοῦ. ταῦτα τὴν ἐκείνου διάνοιαν ἔθραυσε, καὶ τὴν γνώμην μετήνεγκεν·
PG 148:981καὶ τοῦ καιροῦ καθάπερ ὀστράκου μεταπεσόντος, πλείω τὴν συμμαχίδα δύναμιν ἐκ Περσῶν μετεπέμπετο· καὶ συχνὰ κατατρέχων ἐδῄου καὶ ἔκαε τὰς τῷ Καντακουζηνῷ προσεῤῥυηκυίας χώρας καὶ πόλεις, καὶ τὰ τῶν Βυζαντίων ἔπειθε ῥᾷστα φρονεῖν, τὴν ἐνεστῶσαν ἀνάγκην διαδιδράσκειν ἐθέλοντας. (Δ.) Ἀλλ’ οὐδ’ αὐτὸς τῆς τοιαύτης ὤνατο σπουδῆς. ἐπεὶ γὰρ ὁ Καντακουζηνὸς τὴν διαστροφὴν καὶ μετάθεσιν τῆς τοῦ Βατάτζη διακήκοε γνώμης, τάχιστα συνέστειλεν εἰς τὰ φρούρια πάντας καρποὺς ὁμοῦ τοῖς ἀνθρώποις καὶ τοῖς βοσκήμασιν, ἐπειπὼν, ὡς εὑρήσει τὰς τῆς ἐπιορκίας ἐκτίσεις πρὸς τοῦ ἐπιορκουμένου θεοῦ· ὡς ἐντεῦθεν ἐλθόντα μετὰ τῆς Περσικῆς δυνάμεως Βατάτζην ἐρήμοις τε ἐντυγχάνειν οἰκητόρων ταῖς χώραις καὶ ταῖς πόαις ἄνευ βοσκημάτων, καὶ λιμῷ διὰ ταῦτα πιεζομένους ἐπάγεσθαι Πέρσας. ταῦτα παρὰ τὰς ἐπαγγελίας καὶ τὰς ἐμβριθεῖς ἐκείνας ἐλπίδας θεασαμένοις τοῖς βαρβάροις ἀχθεσθῆναί τε ἐξεγένετο καὶ ἀποκτείνασι τοῦτον ἐς Καντακουζηνὸν τὴν ταχίστην μεταθεῖναι τὴν γνώμην ὁμοῦ τῇ χειρί. τοῦτο δὴ βουληθεῖσι καὶ πέπρακται παραχρῆμα·
PG 148:983κἀκ τοῦ δεινοῦ καὶ προσάντους ἐς τὸ δεξιόν τε καὶ εὐμενέστερον τὰ τῆς τύχης ἔῤῥει τῷ Καντακουζηνῷ, τοσούτων ἐχθρῶν ἀπονητὶ οἷον ἐξ αὐτομάτου φάναι καταστρεφομένων. α. Κράλῃ δὲ τῷ Τριβαλλῶν ἡγεμόνι κόρος οὐκ ἦν, ἐντρυφῶντι ταῖς Ῥωμαϊκαῖς κατ’ ἀλλήλων καὶ δι’ ἀλλήλων στάσεσι, καὶ καιρὸν εἶναι λογιζομένῳ προσήκοντα μάλιστα τοῦτον αὐτοῦ τῇ πλεονεξίᾳ καὶ δώρων τῆς τύχης τὸ κράτιστον. διὸ καὶ καθάπερ φλὸξ ἐπῄει καὶ ἐπενέμετο διηνεκῶς τὰς πρόσω πόλεις καὶ χώρας Ῥωμαίων δουλούμενος, μηδενὸς ὄντος, ὅτῳ ἂν ἀνθίστασθαι ᾖ ταῖς τοιαύταις αὐτοῦ γε ὁρμαῖς. Βυζαντίοις μὲν γὰρ πολλῷ δι’ ἐφέσεως μᾶλλον ἦν, καὶ σιωπῶσι καὶ ἐκλαλοῦσι, προδεδόσθαι οἱ μέχρι Χριστουπόλεως ἅπαντα, ἢ Καντακουζηνῷ προσγενέσθαι κτήσασθαι. Καντακουζηνῷ δὲ τοῦτο μὲν ἀβούλητον ὅλως ἦν· περισπωμένῳ δ’ ὅμως ἐς τὰς ἐκ τῶν ὁμοφύλων μάχας καιρὸς ὑπερμαχεῖν οὐκ ἐνῆν. διὰ δὴ ταῦτα καὶ πλὴν Θεσσαλονίκης ἅπαντα μέχρι στενῶν Χριστουπόλεως ἐκείνῳ δεδούλωνται· μεθ’ ὧν καὶ Σεῤῥῶν ὑπάρχει τὸ μέγα τε καὶ θαυμάσιον ἄστυ, λιμῷ καὶ πολιορκίᾳ μακρᾷ προδοθὲν καθ’ ὁμολογίαν, δυοῖν ἀμηχάνοις ἐχθροῖς.
(Β.) Ἐντεῦθεν ὁ Κράλης μείζων ἑαυτοῦ καταστὰς καὶ δαψιλεστέραν ἑαυτῷ ποριζόμενος τὴν ὀφρὺν (ᾤετο γὰρ οὐδὲ τῶν μέχρι Βυζαντίου λειπομένων Ῥωμαίοις ἀνθέξειν οὐδὲν πρὸς τὴν ἐκείνου ῥώμην τε καὶ ἡγεμονικὴν ἀρχὴν) βασιλέα Ῥωμαίων ἑαυτὸν ἀνηγόρευσε, τήν τε βάρβαρον δίαιταν ἐς τὰ Ῥωμαίων ἤμειψεν ἤθη καὶ καλύπτρᾳ καὶ πάσαις στολαῖς διασήμοις, ὁπόσαι τῇ μεγάλῃ ταύτῃ γε προσήκουσιν ἀρχῇ, περιφανῶς ἐχρήσατό τε καὶ χρῆταί γε μέχρι καὶ ἐς ἐμέ. ἤδη δὲ καὶ πρὸς τὸν υἱὸν τὴν ὅλην ἡγεμονίαν ἐνείματο· καὶ τῷ μὲν ἄρχειν παρέσχε, κατὰ τὰ εἰθισμένα τοῖς Τριβαλλοῖς, τῆς ἔκ τε κόλπου τοῦ Ἰονίου καὶ αὖ Ἴστρου τοῦ ποταμοῦ μέχρι τῆς τῶν Σκοπίων πόλεως, ἧς καὶ ποταμὸς Ἀξιὸς ἄνωθέν ποθεν μέγιστος κάτεισι παραψαύων ἡγεμονίας· ἑαυτῷ δ’ αὖ τῶν ἐκεῖθεν Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, κατὰ τὴν εἰθισμένην Ῥωμαίοις δίαιταν, ἄχρι καὶ ἐς τὰ περὶ Χριστούπολιν τῶν παρόδων στενά. τά γε μὴν ἐκ τῶν τοιούτων στενῶν ἄχρι Σηλυβρίας καὶ Δέρκου πάντ’ εἶχεν ἤδη Καντακουζηνὸς ὑποχείρια, πλὴν Χεῤῥονήσου.
PG 148:985(Γ.) Περσικαὶ δὲ δυνάμεις, ἐξ Ἀσίας δι’ Ἑλλησπόντου πᾶσαν ὥραν διαπεραιούμεναι, καθάπερ ἐξ οἰκείων ἐς οἰκείας νομὰς καὶ ἐπαύλεις, συχνὰς ἐποιοῦντο νύκτωρ καὶ μεθ’ ἡμέραν τὰς θηριώδεις ἐφόδους κατὰ τῶν Θρᾳκικῶν πόλεων, νῦν μὲν αὐτονομίᾳ χρώμενοι λῃστρικῇ, νῦν δὲ συμμαχεῖν προσποιούμενοι Καντακουζηνῷ. ὅπως δ’ ἄρα ἦν, ἐνόσουν αἱ πόλεις καὶ μάλα πονήρως εἶχον Ῥωμαίοις πᾶσι τὰ πράγματα. οὔτε γὰρ ὑποζυγίων, οὔτε ποιμνίων οὐδὲν τοῖς ταλαιπώροις Θρᾳξὶν ἐλέλειπτο, οὔτε βοῶν ἀροτήρων οὐδεὶς, δι’ ὧν οἱ γεωργοὶ τὰς τῆς γῆς ἀναμοχλεύοντες αὔλακας τὸν ἡμερήσιον καὶ ἀναγκαῖον ἐκπορίζονται δασμὸν τῇ γαστρί. κἀντεῦθεν ἀσπόρου τε καταλελειμμένης τῆς γῆς καὶ ἀνθρώπων ἐρήμου παντάπασι, καὶ τὸ ὅλον εἰπεῖν θηριώδους, ἀπορία χρημάτων ἐμάστιζε μὲν ἱκανῶς τὸν βασιλέα Καντακουζηνὸν, περιϊόντα Θρᾴκην· ἐμάστιζε δ’ οὐχ ἧττον καὶ Βυζαντίους, τῆς βασιλίδος Ἄννης καίριον οὐδὲν περὶ τὴν τῶν πραγμάτων μελετᾷν οὔτ’ εἰδυίας οὔτ’ ἐθελούσης διοίκησιν· ἀλλ’ ἀφαιρουμένης μὲν τὸν τῶν ἱερῶν εἰκόνων κόσμον ἀνέδην, καὶ ὃν μὲν ἐκποιουμένης, ὃν δὲ χωνείᾳ παραπεμπούσης·

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
προφάσει μὲν διὰ τὴν ἐς τὰ κοινὰ χρείαν, τὸ δὲ πλεῖστον εἰς ἑαυτῆς ἴδιον κέρδος. (Δ.) Ταῦτα δ’ ἐργαζομένη οὐδὲ τοῦ κακουργεῖν ἀπέσχετο τοὺς ἐνδόξους, καὶ ὅσοι χρημάτων οἰκείων περιουσίᾳ προὔχειν ἐδόκουν. δι’ ἃ δὴ καὶ ἐς τὸ μέγα καὶ περιβόητον ἱερὸν τῆς τοῦ θεοῦ Σοφίας, ἀσύλου πάλαι καταφυγῆς κεκτημένον προνόμια, καταφεύγοντας ἀπέσπων φεῦ ἀπηνῶς, καὶ πάσαις ἀπεώθουν χερσὶν εἰς εἱρκτὴν καὶ λήθης ἅπαν φάναι φρούριον· ὡς ἀναγκασθέντας ἤδη λοιπὸν τοὺς ταλαιπώρους (ἐφευρετικὸν γὰρ εἶναί φασι τὴν ἀνάγκην) ἐς τὸ τοῦ Γαλάτου καταφεύγειν φρούριον, τῆς περιστάσεως τοῦτο μηχανησαμένης ἐξ αὐτομάτου φρούριον ὀχυρὸν καὶ ἱεράν τινα ἄγκυραν καὶ ἄσυλον ὄντως καταφυγήν. καίτοι καὶ βαρβάροις καὶ Ἕλλησι, καὶ πάσῃ γῇ καὶ θαλάσσῃ, καὶ πάσαις ἡγεμονικαῖς ἐξουσίαις, εἰθισμένον ἀεὶ δι’ αἰῶνος οἴκτου καὶ σπλάγχνων τοιαῦτα κεκτῆσθαι δείγματα. Χριστιανοῖς δ’ οὖσιν ἡμῖν, καὶ νῦν μάλιστα χρῄζουσι τῆς ὁμοίας πρὸς θεοῦ τυγχάνειν συμμαχίας, ἀπείρηταί τε καὶ παραλέλυται.
(Ε.) Οὐ μόνον δὲ, ἀλλ’ ὥσπερ κάλω ῥαγέντος καὶ δόγματα τῆς ἐκκλησίας ἀνατέτραπται, καὶ θεῖοι πατέρων κανόνες συγκέχυνται καὶ πεπάτηνται. δι’ ἃ δὴ καὶ αὐτὸ τοῦ ναοῦ τὸ κάλλος ἠκρωτηρίασται, καὶ ἐς τὸ ἔδαφος ἔῤῥιπται· δεικνύντος οὑτωσὶ προφανῶς τοῦ θεοῦ καὶ διὰ τῶν φαινομένων τὴν τῶν οὕτω παρανομουμένων ὑπερβολὴν, καὶ οἷον τὴν μέλλουσαν προαναφωνοῦντος καὶ ἀπειλοῦντος ἐκδίκησιν. καί μοι δοκεῖ διὰ τοῦτ’ ἄνευ σεισμοῦ καὶ περικλονήσεως γῆς γεγενῆσθαι τὸ πάθος τουτί. β. Ἑσπέρα μὲν γὰρ ἦν ἤδη καὶ οὐρανὸς αἴθριος, περί που τὰ μέσα τῆς νυκτὸς, ὅτε πᾶσι μὲν ἀνθρώπων ὀφθαλμοῖς βαθεῖς ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους ἡ τῆς νυκτὸς σιωπὴ, πρὸς δ’ ᾠδὰς νυκτερινὰς ἀλεκτρυόνες τάς τε πτέρυγας κινεῖν καὶ τὰς ἐμφύτους σάλπιγγας ἀνοίγειν ἐμμελῶς μελετῶσι, καὶ τηνικαῦτα πέπτωκεν ἡ μία τῶν αἰθερίων φάναι τεττάρων ἁψίδων, ἡ πρὸς ἥλιον ἀνίσχοντα βλέπουσα, συνεφελκύσασά τε καὶ συγκαθελοῦσα ἑαυτῇ καὶ ὅσον ὑπήρειδεν ὃ ἐπεκάθητο ἡμισφαίριον· καὶ συντέτριπται μὲν τὰ κρυπτόμενα κάλλη τοῦ βήματος· συντέτριπται δ’ ὁ τῶν θείων ἐκείνων κόσμος εἰκόνων·
PG 148:987ἡ δὲ διὰ πάντων ἥκουσα χάρις ἔσβεσται ταχὺ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι, ὁπότ’ ἀκρὶς καὶ κάμπη τις ἀδόκητος ἀθρόον ἐπιδράμοι. ἡ δὲ τοὺς ἱεροὺς ἐκείνους κιόνας περιελίττουσά τε καὶ ποικίλλουσα καὶ νικῶσα τὸ ἁμιλλώμενον ἅπαν Φειδίου λαξευτικὴ παντάπασιν ἐῤῥύη τε καὶ ἔσβεσται, λεπτότητα μιμησαμένη ψηφίδων. πανηγύρεις δὲ καὶ ξυναυλίαι καὶ ἅμιλλαι συνήθεις ἐκεῖ, λογικαί τε καὶ ἱεραὶ, παννύχιοί τε καὶ πανημέριοι, πρὸς ἀφωνίαν μετήνεγκαν τὴν σπουδὴν ὑπ’ ἐκπλήξεως. καὶ νῦν τὸ παγκόσμιον θέατρον, τὸ πάσης γλώττης τερπνὸν ἀφήγημα, ὁ πάσης ἀκοῆς γλυκὺς θόρυβος, ἀόρατον ἕστηκε θέαμα, καὶ στήλη τις οἷον ἔμψυχος δι’ αἰθέρος ποιουμένη τὴν τραγῳδίαν, καὶ πάσης γῆς προκαλουμένη δάκρυα, καὶ ὥσπερ στόμα διὰ τῆς ὀροφῆς ἄνω διάρασα περιφανῶς ἡλίῳ καὶ ἀστράσι τὴν ἀδικίαν προσαγγέλλει, καὶ τοὺς οὐρανοὺς μονονουχὶ προσκαλουμένη μάρτυρας ἐκεῖνα δὴ τὰ τῶν προφητῶν περιᾴδει πρὸς κύριον· υἱοὶ μητρός μου ἐμαχέσαντό με· ἐπάταξάν με, ἐτραυμάτισάν με·
καὶ ἡ ὑπερηφανία τῶν μισούντων με ἀνέβη διὰ παντός. (Β.) Τούτων δ’ οὕτω συμβεβηκότων, τῆς φήμης ἕωθεν ῥυείσης καὶ ἀνὰ πᾶσαν διαδοθείσης τὴν πόλιν, βοὴ καὶ θρῆνος ἠγείρετο μείζων, ἢ κατ’ ἐκεῖνον τὸν πάλαι, ὁπότε Ναβουχοδονόσορ ὁ Ἀσσύριος, ἄρδην ἐξανδραποδισάμενος Ἱερουσαλὴμ, ὁμοῦ καὶ τὸ τοῦ Σολομωντείου νεὼ καθεῖλέ τε καὶ ἀφῄρηται κλέος. ἐκενοῦντο τοίνυν οἰκίαι πᾶσαι καὶ ἀγοραὶ καὶ θέατρα, καὶ πάντες ἐπὶ τὴν θέαν τοῦ πάθους ἀθρόον ἐξέθεον· καὶ οὐδεὶς ἦν, ὅτῳ προὐργιαίτερον ἕτερον ἦν τῶν ἁπάντων, ὃ τῆς σπουδῆς ἀπασχολῆσαι ταύτης ἂν δυνηθείη. περιστάντες οὖν καὶ ἀπολοφυράμενοι πάντες, ὁπόσον εἰκὸς, ἔπειτα κύψαντες ἐξεφόρουν τὴν ὕλην τῶν ἐρειπίων· καὶ ἦν οὐδεὶς τῶν ἁπάντων τέως ἀξυντελής· οὐδ’ ἦν ἐκεῖ διακρίνειν πλούσιον ἐκ πενήτων, οὐδ’ ἐξ ἀδόξων ἔνδοξον, οὐδ’ ἐκ δεσπότου δοῦλον, οὐ μεντἂν οὐδ’ ἐκ βαναύσων εὐγενῆ. ἀλλὰ πρὸς μίαν ἐπίσης ἀνεκίρνατο πάντων ἡ πρόθεσις ζήλου φοράν. πολύ γε μὴν τῶν ἀνδρῶν ἡ τῶν γυναικῶν ὑπερεῖχεν εἰς τοὖργον σπουδή.

Book XV · Chapter ILiber Decimus Quintus · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

NICEPJIORI GREGORÆ [ixò. 1. palæol 5] 906 esset exterum olisidionis ea quæ intus accensa erat civium seditio. Imperatori autem minime id placebat, martyrem colenti Demetrium. Alioqui vero haud putabat oportere, quantum robore præstaret, in obsessorum calamitate ostendere, sed seditiosos illos fame tandem et premente obsidione fractos ex pacto se atque urbeni esse dedituros. IX Postquam autem triginta diebus illic elapsis res ex sententia succedere haud videbantur, reliquas quidem vires mari impositas dux barbarus domum remittit jubetque, ut per maritimam Thraciæ oram renavigent: veritus, ne procedente tempore aliqua necessitas incumberet, adeoque his opus foret. Delectu autem habito, sex duntaxat hominum millia penes se retinuit. Ea 677 secum ducens imperatorem spe irrita migrantem comitatus est, multa in illius superstitiosum animum jocatus, multa etiain incusans, quod nulla eum subiisset miseratio illorum, qui in urbe propter cum extrema paterentur; sed misericordia quædam parvi nomcnli repulisset eam, quæ cmjunctam com utilitate gravem quamdam necessitatem afferret: ‹lta fit, ajebit illo, e ut in apertam demum crudelitatem evadat ea quæ nominatur misericordia, ac postquam utilitatis opinionem brevem attulit, damnum evidenter majus iinportet. › X. Inde igitur profecti septimo die Christopolitanas fauces nullo labore pertransierunt: atque illius: rursus quasi per federatum solum euntes (P. 425] urbes ea in regione dissidentes sollicitabant. Atque autum»us quidem interea abiit. Hiems autem ex eo cœpit ingeniti frigoris stimulos recudere. CAPUT XI. Gregoras non simplicem historium scribit. Res toto orbe gesta quatenus ad Byzantinas pertineant. Byzantti urbis celebritas. De Basilio Trapezuntis imperatore. Ut hujus uxor vidua pellicem Byzantium relegaterit. Ut novum sibi conjugem a patre Andronico juniore petierit. Legationis more. Morine inter hæc Andronice, Cantacuzenus mulieris postulata neglexit. Familia Commenæ jus præcipuum apud Trapezuntios. Ad eos regendos Michael Conmenus Byzantio mittitur. Senatores Trupesuntini summam verum sibi vindicant vano prætextu. Advenientem Comnenum honorifice excipiunt, Moz procul exportatum in custodiam includunt. Populo non probante, rempublicam administrant. Scholarii, illorum manibus elapsi, redeunt cum adolescente Michaelis filio. Trapezuntem invadunt. Adversarios puniunt. Princeps junior in luxum effusus Scholurios contemnit, Ili Michaelem carcere eductum in solio collocant. Adolescens in custodiam datur. Scholariorum cum Michaele pactiones. Eorumdem auctoritas mazima: principis nulla. Quam lamen integram postea recuperat, 1. Sed nos quoniam simplicem edere historiam haudquaquam instituimus, neque totam unis Romanorum rebus operam dare, verum et nonnunquam ultra excurrere, atcunque ipsa res in cam nos necessitatem adduxerit, opportunum hoc loco deinceps arbitramur, præsentis argumenti continua serie in crastinum dilata, ut alibi sæpe etiam antea fecimus, nostram hodie orationem alio convertere, el ea omnia breviter commemorare, quæ per idem tempus gesta sunt apud alias gentes; quæ etsi, propter intervalla regionum, aliena videntur quodammodo, sunt tamen alia ratione allinia 678 et Romana historiæ plane conjuncta. Ipsa

[A. c. 1515] HISTORIE LIB. XIII. [IMP. 3 PALKOI. 3| 906 hac dominatris, civitas commune est totius pene dixerim orbis domicilium ac prytaneum. Nam et omnibus omnia, prout cuique usus est, abunde suppeditat; et illi tanquam dominæ terra universa, mare et omnes venti famulantur: videmusque illuc afluentem undique vi: frumenti magua, Lieme, aestate, vere et autumno: et ad eam urbem perpetuo navigare onerarias naves ac triremes, omnia fructuum genera el quarumlibet artium inventa apportantes. Quæcunque enim singulis in Jocis unusquisque habet, ea ingrata possessoribus esse quodammodo videntur, ac nihil generosi antequam in magno et universis gentibus exposito bujusce urbis theatro clarum aliquod sui spectaculumn exhibuerint. llinc fit, ut nos ejusmodi excursiones facere cogamur, ne si ea quæ causani prabucrunt cur aliquando et certis in locis quid. piam reginæ urbi et huic imperio accideret, præcognita haud sint iis, qui in hanc historiam incideut, ardua et ut ita dicam confragosa, et accurato judicii examine indigere videantur interjecta nar rationis intervalla. II. Ac primum quidem de iis rebus dicturi sumus, que Trapezuntiis per illud tempus accide runt. Alexia Comueno, Andronici senioris Palry logi Romanorum imperatoris nepoti ex sorore, Basilius filius hæres successit in Trapezuntis imperium. Is uxorem duxit Irenen, Aliam junioris Andronici Palæologi spuriam, nec diu cum ea vixit, et sine liberis decessit. At hæc 679 rerum potita mulierem quidem illam, cum qua habuerat Basilius clandestinam consuetudinen, Byzantium exsulatum îniserat una cum duobus ejus filiis infantibus; per Jegatos autem postulaverat, ut sibi alter maritus mitteretur, qui inter Byzantios genere ct splendore fortunæ emineret, et imperatori ac patri acceptus foret, Trapezuntisque imperium ex ejus sententia pergeret administrare. Cum igitur legati nondumi ex Acarnania reversum esse imperatorem compe rissent, visum est iis subsistere, atque ad cu mittere qui suum adventumn et adventus ratioueu uuntiarent. III. Procedente tempore ipse imperator Byzan tium advenit, nec multo post vita furclus est publicarum autem rerum curam, Aune imperatricis muta, Joannes Cantacuzenus, magnus tum quoque domesticus, sustinere ex eo cepit. Atque hic statim imperatricis Irenes petitioni annuere laud potuit; verum ad alias curas animum appulit. Cum enim Trapezuntiorum animos vacillare maxima ex parte animadverteret, non omnibus placere ejus mulieris consilium intellexit. Lex quippe est apud eos pene inviolabilis, ne ab ullo cujuscunque Atque hic quidem Gregorae locus addendus illis quos in Constantinopoli Christiana protulimus de cjus commodo situ, lib. i, sect. 1. et aliis duobus in hanc sententiain, in notis ad Zonaræ Annales, pag. 119, 162. Dusang. PATROL. GR. CXLVII Hunc locum illustravimus tum in Famil. Byzant., pag. 193, tum iu notis ad Zonare Annales, pag. 146. DUCANG. Vide supra, lib. xi, cap. 8. Alibi nominatur Eudocia.

PG 148:989ἅτε γὰρ εὐπαθέστερον πρὸς δακρύων τὸ γένος φορὰν, πλουσίοις λοιπὸν τοῖς δάκρυσι ῥαίνουσαι τάς τε πλίνθους καὶ πέτρας ἐκείνας ἔπειτα ἐπετίθουν τοῖς ὤμοις, οὐδαμῆ περιλάμπρων ἐνδυμάτων ἐνταῦθα φροντίζουσαι, ῥηγνυμένων καὶ κόνεως πληρουμένων ὑπό τε τῆς πολυμιγοῦς ἐκείνης ὕλης ὑπό τε τῆς ἐξ ἀλλήλων καὶ δι’ ἀλλήλων συνεχοῦς τε καὶ ἀγχιστρόφου περιφορᾶς. εἶπεν ἄν τις πηγὰς ἀφιέναι δακρύων τὴν ὕλην ἐκφορουμένην ἐκείνην· οὕτω κατὰ ποταμοὺς ἐχώρει τότε δάκρυα πασῶν ἐκεῖ γυναικῶν, ἐνδόξων ὁμοῦ καὶ ἀδόξων, καὶ οὕτω μακροῖς ἀνεμίγνυτο θρήνοις ὁ ζῆλος ἐκείνων καὶ ἡ σπουδὴ, ῥᾳστώνης οὐδεμιᾶς δυνηθείσης διακόψαι τὸν δρόμον καὶ τὴν συνέχειαν, ἐφ’ ὅλοις ἐγγύς που νυχθημέροις τριάκοντα. (Γ.) Ἐλέγετο μέντοι πρὸς τῶν πολλῶν, ὡς εἰ μὴ προϋπάρχειν συνέβαινε τὰς πρὸς ἕω κρηπῖδας καὶ τὰ ἐρείσματα, ὁπόσα πρὸς Ἀνδρονίκου τοῦ βασιλέως πάλαι ἀνῳκοδόμηνται πάνυ τοι φιλοτίμως, κἂν πολλαπλάσιον ἐγεγόνει τὸ πτῶμα καὶ τῶν γε ἀνιάτων ἓν ἦν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα. (Δ.) Κακῶν δ’ ἀνακωχή τις οὔτ’ ἦν, οὔτ’ ἠλπίζετο·
ἀλλ’ ἐφ’ ἑτέροις ἕτερα διηνεκῶς ἐπέῤῥει, καὶ ἐπὶ τὸ χεῖρον ηὖξε καὶ προὔβαινε. ἥ τε γὰρ γῆ παντάπασιν εἰπεῖν ἄσπορός τε καὶ ἀγεώργητος ἐλείπετο· τῶν τ’ ἐπιτηδείων μακρά τις ἐπεπόλαζε σπάνις διὰ τὰς τῶν ἄλλοτ’ ἄλλων πολεμίων ἐφόδους· καὶ ἅμα χρημάτων πόρος ἦν οὐδεὶς οὐδαμόθεν, οὔτε τοῖς πένησιν ἐννοῆσαι δι’ ἐργασίας ἡστινοσοῦν, οὔτε τοῖς ἄρχουσιν, ὅθεν ἔρανόν τινα δασμολογοῦντες ἀργυρολογήσουσι. καὶ ἦν ἰδεῖν κενουμένας τὰς πόλεις, καὶ τοὺς μὲν ἐς ἀλλοδαπὴν μετοικοῦντας, τοὺς δ’ ἐν ἀπογνώσει μένοντας. (Ε.) Καὶ Λακεδαιμόνιοι μὲν πάλαι χρυσοφορεῖν τὰς γυναῖκας ἔπαυσαν, καὶ ἅμα οἱ τὸ τῆς πάλαι Ῥώμης διοικοῦντες ἀξίωμα, ψηφίσμασί τε καὶ δόγμασι δημοσίοις καὶ ἀσαλεύτοις ἑκάτεροι· οἱ μὲν διὰ τὸ ἐν Λεύκτροις ὑπὸ Θηβαίων σφίσι γενόμενον πάθος, ὁπότε δὴ μικροῦ τὴν πᾶσαν ἔκειρεν ὁπλιτικὴν ἀκμὴν τῆς Σπάρτης Ἐπαμεινώνδας ἐκεῖνος, Βοιωταρχῶν τηνικαῦτα· οἱ δὲ δι’ Ἀννίβαν τὸν Καρχηδόνιον, ὁπότε περί τε Κανύσιον πεδίον καὶ Ἀφείδιον ποταμὸν τοῖς κατὰ Ῥωμαίων μακροῖς ἐκείνοις τροπαίοις τελευταῖον τοῦτ’ ἐπιθεὶς καὶ συγκλείσας τὴν μυριάριθμον ἐκείνην Ῥωμαίων κατηγωνίσατο στρατιάν·

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὡς τοῖς πλουσίοις ἐκείνοις αἵμασι βαφῆναί τε ποταμοῦ τὸ ῥόθιον καὶ, ἄνευ ὕδατος, αἱμάτων ἔχειν ἄνωθεν εἶναι δοκεῖν τὰς πηγάς. (2.) Νῦν δ’ ὥσπερ ἐξ ἑνός τινος αὐτομάτου κηρύγματος, διαδραμόντος ἁπάσας πόλεις Ῥωμαίων, μήτε μηδένα ἀνδρῶν μήτε γυναικῶν μηδεμίαν λαμπροφορεῖν, ἀλλ’ ὁμόσε πάντας ἑλέσθαι μελαίναις ἐσθῆσι ξυνεπεπτώκει κεχρῆσθαι, οὓς μὲν λύπης ἕνεκα προϋπαρξάσης ἅπαξ, οὓς δὲ διὰ τὰς κοινὰς καὶ δημοσίους κῆράς τε καὶ συμφορὰς τῶν ὁμοφύλων· ὡς μὴ πόλει καὶ πολιτείᾳ τὰ Ῥωμαίων ἐοικέναι πράγματα, ἀλλ’ ἀμαυρά τινα καμνόντων εἴδωλα εἶναι, καὶ πόῤῥωθεν μονονοὺ προαναφωνοῦντα ἀλλήλοις τὴν ἔνδον τῆς ψυχῆς φλεγμονὴν, ὅσην ἑκάστῳ δαψιλῶς χορηγεῖν οὐ λήγει τὸ κακόδαιμον νῦν τῆς Ῥωμαίων τύχης· παραπλησίως τῶν ἰατρῶν ἐκείνοις, ἐπάγοντος τοῦ θεοῦ τοῖς κοινοῖς τε καὶ ἰδιάζουσι Ῥωμαίων πράγμασι τὴν ἰατρεύουσαν δίκην, οἳ μὴ τῇ ὀξυτάτῃ καὶ ἀνυσιμωτάτῃ κέχρηνται καυτηρίᾳ, ὅτι μὴ τῇ μαλακωτέρᾳ τε καὶ διὰ μακροῦ ποιουμένῃ τοῦ χρόνου τὴν ἴασιν·
ὃ πολλῷ δὴ τοῦ προτέρου δοκεῖ πως ἀνιαρότερον, οὐ συνιεῖσι τοῖς πλείστοις τοὺς θείους καὶ οἰκονομικοὺς τῆς προνοίας τρόπους, ὁπότε καιρὸν ἐθέλοι διδόναι μετανοίας τοῖς τὰ μέγιστα ἁμαρτάνουσιν. ἀνθρώποις μὲν γὰρ πολλῷ ῥᾷον τὰς οἰκείας ἐστὶν οἰκοδομίας καθαιρεῖν, ἢ κτίζειν· θεῷ δὲ, φιλανθρώπῳ γε ὄντι, ταχίστην μὲν τὴν οἰκοδομὴν καὶ σύστασιν, καὶ θᾶττον ἢ λόγος, τῶν γινομένων ποιεῖσθαι· τὴν δέ γε καθαίρεσιν διὰ μακροῦ τε τοῦ χρόνου καὶ βραδυτέραν ὡς τὰ πολλὰ, καὶ μάλα μόλις· μονονουχὶ δεικνύντι περιφανῶς, ἑκάτερον εἶναι, τὸ μὲν αὐτῷ κατὰ βούλησιν, τὸ δὲ κατ’ ἀμφότερα· τό,τ’ ἀβούλητον καὶ ὃ πρὸς διόρθωσιν ἔχει κράτιστον σύμβουλον ἅμα καὶ σύμμαχον τὸν τοῦ χρόνου δίαυλον. γ. Ταῦτ’ ἐννοῶν καὶ αὐτὸς οὔτε νωθρότητα περὶ τὰ πολέμια καὶ ἀφέλειαν περὶ τὴν ἐνεστῶσαν περίστασιν ἔχω καταγινώσκειν τοῦ βασιλέως Καντακουζηνοῦ, οὔτε ζηλοτυπίαν καὶ κότον ἀπέραντον Ἄννης αἰτιᾶσθαι, καὶ ἀκατάλλακτον ἔχθραν· ἀλλὰ μυστικωτέρους τινὰς τῆς προνοίας τρόπους· ἣ τὰ πάντα καλῶς διοικοῦσα τὰς ἐν ἄλλοις ἡμαρτημένας αἰτίας καιροῖς ἐν ἑτέροις λαμπρῶς ἀποδίδωσι, γεωργίας μιμουμένη λόγους·
PG 148:991ἣ καὶ αὐτὴ τὴν τῶν σπερμάτων καταβολὴν ἐν ἄλλοις τῇ γῇ ποιουμένη καιροῖς ἐν ἑτέροις τρυγᾷ τοὺς καρπούς. (Β.) Διὰ δὴ ταῦτα καὶ μνησθῆναι μιᾶς τινος ἀνεπιφθόνως τῶν ἐπιστολῶν Καντακουζηνοῦ, γενομένοις ἡμῖν ἐνταυθοῖ τῆς διηγήσεως, πρὸς βουλήσεως γίνεται· αἳ διὰ τοῦτο σεσίγηνταί μοι μέχρι νῦν, καὶ ταῦτα πολλαί τινες οὖσαι καὶ συνεχεῖς αἱ πεμπόμεναι πρὸς αὐτοῦ Βυζαντίοις, ὅτι πολλήν τινα τὴν ὑπόπτωσιν εἶχον καὶ σμικροπρεπῆ τινα τὴν παράκλησιν· ἐξὸν διαγρηγορήσαντι στρατηγικώτερον τρόπον κραταιοτέραν ποιήσασθαι καὶ σπουδαιοτέραν τὴν τοῦ ἀγῶνος κρίσιν, καὶ μὴ μάτην οὕτω τρίβειν τὸν χρόνον, καὶ φθείρειν μὲν ἑαυτὸν, φθείρειν δὲ τὰ Ῥωμαίων οὐ δέον πράγματα, ὡς καὶ ἐς γόνυ πεσόντα ἤδη μηκέτ’ ἐλπίζειν ῥᾳδίως ἐπὶ τῶν εἰθισμένων κρηπίδων ἑστήξειν·
PG 148:993ἔχειν γὰρ αὐτὸν, εἴπερ ἐβούλετο, πρὸς ἀρχαιότερα τὴν μίμησιν ἀναφέρειν τῶν ἔργων, Ἀλεξίου τοῦ Κομνηνοῦ δηλαδὴ καὶ τῶν πρὸ αὐτοῦ (ὧν ἡ ὀξύτης εὐχερῶς Βυζαντίοις ἀφείλετο, προσηκόντως φυλάττεσθαι τὴν τῶν πολεμίων ἐπίνοιαν καὶ τὸ τῆς ἐφόδου τάχος) καὶ μυρία ἐν ἄλλοις ἄλλα τῶν τε ὁμοφύλων καὶ ἀλλοφύλων, παραπλησίαις καὶ μείζοσιν ἐντετυχηκότων ἄλλοτ’ ἄλλως ἄλλων περιστάσεσι βιαίων καὶ δυσανταγωνιστικωτέρων μάλα πραγμάτων. (Γ.) Ὅμως ἐπεὶ τοῖς τῆς προνοίας ἀποῤῥήτοις πελάγεσι τὸ τῶν τοιούτων λόγων ἐπαφήκαμεν σκάφος, φέρε τὴν ὑπόσχεσιν ἀποδῶμεν, μιᾶς τινος τῶν Καντακουζηνοῦ μακρῶν ἐς Βυζαντίους ἐπιστολῶν ποιησάμενοι μνήμην, τοῦ τε μήκους ὑφαιρούμενοι τὰ πλεῖστα, τοῦ ἐπαχθοῦς εἵνεκα, καὶ ἅμα τὸ ἀκαλλὲς τῶν λέξεων πὴ μὲν μικρὸν ὑπερείδοντές τε καὶ ἀνεγείροντες, τοῦ εὐπρεποῦς εἵνεκα τῶν ἀκούσειν μελλόντων, πὴ δ’ ἐῶντες, διὰ τὴν τῆς ἀληθείας ἐναργεστέραν τῶν λεγομένων δήλωσιν. (Δ.) Οἶσθα, φησὶν, ἁγιώτατε δέσποτα πατριάρχα, τὴν φιλίαν, ὁπόσην ἐνεδειξάμην πρὸς σὲ καὶ τὴν σὴν τιμὴν, καὶ ὁπόσοι σοι κατὰ γένος προσῆκον·
ὅσην τε σπουδὴν εἰσήνεγκα, πρὸς τὴν πατριαρχικὴν ἀναχθῆναί σε περιωπὴν, μήτε μηδεμιᾶς γενομένης μνήμης οὐδενὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἐν ταῖς πατριαρχικαῖς ψηφηφορίαις περὶ σοῦ, μήτ’ αὖ ἡμῶν εἰσαγαγόντων τὴν μνήμην ὀψὲ τὴν σὴν, ἀναμφίλεκτον εὑρηκότων τὴν εἰσαγωγὴν, ἀφανείᾳ τετιμημένην τέως μακρᾷ καὶ βαθείᾳ. ὅμως οἶσθα, ὁπόσους τηνικαῦτα διηντλήκαμεν ὑπὲρ τῆς σῆς τοὺς πόνους τιμῆς, πάντων ἀνθισταμένων μικροῦ, καὶ τυραννικὴν καλούντων ἐκείνην ἡμῶν τὴν σπουδήν. οἶσθα δ’ αὖ καὶ μετὰ τὸ γενέσθαι, πόσαις ἐνέτυχες περιστάσεσι πρὸς τοῦ Ἀποκαύκου, τὰς βασιλικὰς ὑπορύττοντος ἀκοὰς, καὶ συχνὰ τῶν θρόνων σε πείθοντος καθελεῖν. ὧν ἁπάντων καθαιρέτης ὑπῆρχον αὐτὸς, μηχανήμασιν ἀνθιστὰς μηχανήματα καὶ ἑλεπόλεσιν ἑλεπόλεις, καὶ πύργος σοι γινόμενος κράτιστος καὶ θεμέλιος ἄσειστος. Δέον οὖν καὶ σὲ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβεσθαι, σὺ δὲ καὶ προσεπιδαψιλεύσω τὰ χείριστα καθ’ ἡμῶν. δεηθῆναί σε χρεὼν τοίνυν τοῦ θεοῦ, μὴ παραπλησίου τυχεῖν ἐκείνου κριτοῦ.
καὶ εἰ μὲν εἰς πεῖραν ἰὼν πρότερον συνεβούλευες μὲν ἐμοὶ τὰ δοκοῦντα χρηστὰ, εὕρισκες δ’ οὖν δυσανασχετοῦντα καὶ μὴ πειθόμενον, ἄν τινα πρόφασιν ἡ σὴ καθ’ ἡμῶν τῆς κακίας ταύτης συσκευή. νῦν δ’ οὐδένα σοι λόγον εὐπροφάσιστον οἶμαι λελεῖφθαι, πρὸς ἀπολογίαν τῶν οὕτω δρωμένων ἰόντι. ἅπαξ γὰρ ἀπειρηκότι παντάπασι τὴν πρὸς ἐμὲ τοῦ λοιποῦ συμφωνίαν, ἐξ οὐδεμιᾶς προφάσεως, οὐδένα περὶ τῶν ἀποβαινόντων ἐντεῦθεν τοῖς Ῥωμαίων πράγμασι δυσχερῶν ποιεῖσθαι λόγον πεφρόντικας. Εἰ οὖν ὀψὲ γοῦν, μετὰ τὴν πεῖραν τῆς ἀποβάσεως καὶ τῶν ἐν ὄψει διηνεκεῖ κακῶν, εἰς τὸ τῆς εἰρήνης ἀποβλέψαις καλὸν, σώζεις μὲν τὸ κατάλειμμα τῶν Ῥωμαίων, σώζεις δὲ σαυτὸν, καὶ βασιλέα τὸν νέον, μετὰ τῆς μητρὸς καὶ βασιλίδος Ἄννης. εἰ δὲ τοῖς ὁμοίοις ἔτι θέλεις ἐμμένειν, ἡμεῖς μὲν οὐκ ἐθελονταὶ βουληθείημεν ἄν ποτε γενέσθαι τῆς οἰκείας τύχης καὶ ζωῆς προδόται· σοὶ δ’ ἔσται μετάμελος ἀνόνητος, αἰσχυνομένῳ καὶ κινδυνεύοντι περὶ τὰ μέγιστα, σύν γε δὴ τοῖς ταὐτά σοι συμβουλευομένοις.
Ὄμνυμι δέ σοι τὴν ἁγίαν καὶ ζωαρχικὴν τριάδα, τὸν ἕνα θεὸν, ὡς οὔτε ζῶντος τοῦ μακαρίτου βασιλέως, οὔτε θανόντος, μεμελέτηκα οὔτε βεβούλευμαι δρᾷν τῶν ἁπάντων οὐδὲν, ὃ μὴ κατὰ γνώμην ἦν ἐκείνῳ, τῶν βασιλείων ἕνεκα πραγμάτων δηλαδὴ, οὔτε μὴν κατὰ τῆς ἐκείνου συζύγου, οὔτ’ αὖ κατὰ τοῦ νέου βασιλέως κἀκείνων υἱέως· οὔθ’ ἣν ἀπεδίδουν μετὰ τὸν τοῦ βασιλέως θάνατον βασιλικὴν ἔμοιγε τιμὴν, ἐν ταῖς ὑπαντήσεσι τῶν οἰκείων ἀποβάντες ἵππων, τῆς ἐμῆς ἐτύγχανε γνώμης, ἀλλά τις ἰδιότροπος ἐκείνων ὁρμή. ἐγὼ δὲ πάντ’ ἔδρων ἀεὶ μετὰ τῆς οἴκοθεν δαπάνης, ὅσα συντήρησιν εἶχε τῆς τούτων ζωῆς, καὶ ἀσφαλείας σφίσιν ὑπῆρχεν ἀκρόπολις. Οὐ τοίνυν σιωπήσειν εἰς τέλος τὴν θείαν οἴομαι δίκην, τοσαύτης μὲν ῥαγείσης κατ’ ἐμοῦ καὶ τῶν σὺν ἐμοὶ τῆς ἀδικίας ἐξ ὑμῶν, τοσούτων δὲ χεθέντων αἱμάτων, τοσούτων δὲ γενομένων καὶ γινομένων διὰ τὴν ὑμετέραν κακίαν ἐφόδων βαρβαρικῶν, τοσούτων δ’ αἰχμαλώτων νύκτωρ καὶ μεθ’ ἡμέραν ἀπαγομένων·
PG 148:995ἀλλὰ ταχεῖαν καὶ ἀποχρῶσαν καὶ καθ’ ὑμῶν ἐποίσειν τὴν ἐκδίκησιν, ὥσπερ δῆτα καὶ κατὰ τῶν ἄλλων, οὓς ἔργον ξίφους, ἐμοῦ σιωπῶντος, ἐπεπράχει τὸ θεῖον πρὸ ὀφθαλμῶν ὑμῶν, ἵν’ ὑμεῖς τοῖς τῶν ἄλλων κακοῖς παιδευθείητε. εἰ μέντοι τοσαύτην ἐθρέψατε δι’ ἐμὲ τὴν θηριωδίαν ἐν τῇ ψυχῇ κατὰ πάντων ἁπλῶς Χριστιανῶν, καὶ σιδήρου μὲν παντὸς σκληροτέραν ἐκτήσασθε τὴν καρδίαν, φειδὼ δὲ πᾶσα καὶ οἶκτος ἅπας καθάπαξ ἐῤῥύη τῶν σπλάγχνων, μάρτυς ἔστω πρῶτον μὲν ὁ τὰ πάντα βλέπων ἀκοίμητος ὀφθαλμὸς τοῦ θεοῦ· δεύτερον δ’, ἡ τὰ πάντα βόσκουσα τἀν γῇ λαμπὰς ἡλίου, ὡς τό γ’ ἐμὸν παντάπασι μέρος ἀπολελόγημαι, καὶ πλειόνων οὐ δέομαι λόγων. Ἅπτομαι δ’ οὖν καὶ τῶν σῶν γονάτων ἁπάσῃ προθέσει ψυχῆς, καὶ πρὸς τὸν ἁπάντων ὁρκίζω σε ποιητὴν, μὴ κατοκνήσαντι γένοιτό σοι τὴν ἡμετέραν ταύτην γραφὴν λήθης ἐκδοῦναι ῥοθίοις καὶ ἀφανείας πυθμέσι καλύψαι. ἀλλὰ κοινῶσαι φίλοις καὶ συγγενέσι, κοινῶσαι συνετοῖς ἀνδράσιν·

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἵνα δυοῖν θάτερον, ἢ τὰ συνοίσοντα συμβουλεύσασι πείθεσθαι ἔχῃς, ἢ μάρτυρες γοῦν τῶν γινομένων τε καὶ ἀποβαινόντων εἶεν αὐτοί. (Ε.) Ἐκεῖνος μὲν οὖν ἐρυθροῖς τε καὶ οἰκειοχείροις εἰς μῆκος ἐκτείνας γράμμασι τὴν ἐπιστολὴν, καὶ πολλῇ τῇ περὶ τὴν δέησιν σμικροπρεπείᾳ τοῦ ἤθους χρησάμενος, ἵνα τῷ ἄκρῳ τοῦ μέσου τύχῃ, τὸν λόγον ἐνταῦθά που κατέπαυσεν. ἡμεῖς δὲ, τἀναγκαιότερα τῆς προθέσεως ἐκεῖθεν ἐρανισάμενοι, τὴν προσήκουσαν ἐξεθέμεθα δήλωσιν ἐνταυθοῖ. δ. Τῷ γε μὴν πατριάρχῃ ταῦτα ἀκηκοότι, οὐχ οἵαν κατὰ τῶν πρὶν πεμπομένων, τοιαύτην κἀνταῦθα τὴν ὀφρὺν ἐπεδείξατο· ἀλλ’ ἐς τὸ σωφρονέστερον τὴν διάθεσιν τῆς ψυχῆς ὑπὸ τῶν τοῦ χρόνου κυμάτων πεπεισμένος τρέπειν τοιάδε τινὰ ἀπεφθέγξατο. (Β.) Ἀμφοτέροις (φησὶν) εἰκότως ἄν τις ἐπιτιμήσειε, Καντακουζηνῷ τε κἀμοὶ, ἀνθρωπίνως διατεθεῖσι πρὸς τὴν παροῦσαν σπουδὴν, καὶ μηδὲν ὑψηλότερον ἐννοεῖν βουληθεῖσιν, ὡς εἰ μὴ κἂν τὰ τῆς ἄνωθεν συνεπιλαμβάνοι προνοίας, μάταιος πᾶσα καθάπαξ εἰπεῖν τῶν ἀνθρώπων σπουδή. ὅθεν ὀψὲ, μετὰ μακρὰν καὶ δριμυτέραν τὴν πεῖραν, τὸ δέον μανθάνειν ἀρχόμεθα, ὅτε δυσχερὴς ἡ τῶν σφαλμάτων ἐστὶ διόρθωσις.
PG 148:997ὁ μὲν γὰρ εἰς τὸν βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον τὴν μνήμην ἀνενεγκὼν ἐμέμψατο τὴν εἰς τὸν τοῦ τελευτήσαντος βασιλέως υἱὸν ἀδικίαν καὶ τὴν τοῦ βασιλείου κράτους τυραννικὴν ἀντίληψιν· καὶ βέλτιον ἢ κατ’ ἐκεῖνον εἰς τὴν τοιαύτην καὶ αὐτὸς ἐληλυθέναι βεβουλημένος ἐγχείρησιν, αὐτὸς μὲν ὑπούλως καὶ μετά τινων ἀπατηλῶν καὶ σεσοφισμένων προφάσεων, τὸ βασίλειον περιζώσασθαι κράτος βεβούλευται· τὸν δὲ τοῦ τετελευτηκότος υἱὸν βασιλέως εἰληφέναι γαμβρὸν ἐπὶ θυγατρὶ πρὸς διαδοχὴν τῆς βασιλείας· πρᾶγμα δικαιότερον ἴσως καὶ ἥμερον, καὶ πάσης μέμψεως ὑπερόριον ἔχον τὸν πόδα. οὗ κατὰ βούλησιν θείαν οὐκ ὄντος, ὡς ἔοικε, συνεπεπτώκει κἀμὲ πρὸς ἐπισφαλεῖς διανοίας τὸν νοῦν ἀγαγεῖν, καὶ πολέμιον ἰσχυρὸν τοῖς ἐκείνου τοιούτοις βουλεύμασι καταστῆναι, ἀναμνησθέντα τῆς τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου νωθρότητος· δι’ ἣν, ὡς ἡμῖν γε νενόμισται, ἐπιορκίαι ποικίλαι τε καὶ φρικώδεις προὔβησαν, καὶ τὰ τῆς τότ’ ἀδικίας ἐπὶ τὸ μέγιστον προκεχωρήκει·
PG 148:999ὡς ἐκεῖθεν τῆς τοῦ θεοῦ σφοδρῶς ἐκκαυθείσης ὀργῆς, τὰ μέγιστα κατὰ Ῥωμαίων βλαστῆσαι κακὰ, καὶ μακροὺς κακοδαιμονίας ἐγερθῆναι κατὰ τῶν κοινῶν πραγμάτων καὶ βιαίους κλύδωνας ἄχρι καὶ ἐς τὴν τήμερον. ᾤμην γὰρ, ὡς εἰ ζῶσαν ἔχων ἐκεῖνος τότε ψυχὴν ἀνθίστατο τοῖς ἐκείνου περὶ τῆς βασιλείας βουλεύμασί τε καὶ πράγμασιν, ἥκιστ’ ἂν δήπου τοσαῦτα κατὰ Ῥωμαίων ἐκέχυτο τὰ δεινά. ὅθεν τὴν τότε προσήκουσαν μὲν θεραπείαν, ἥκιστα δὲ γενομένην, ἐν τοῖς νῦν καιροῖς καὶ πράγμασιν ἐπιδείκνυσθαι θέλων αὐτὸς, καὶ πολύν τινα τὸν τῦφον καὶ τὴν ὀφρὺν ἐπισυρομένους θρέψας λογισμοὺς, ἁπάσῃ προθέσει ψυχῆς εἰς τὸν κατὰ τοῦ Καντακουζηνοῦ διανέστην πόλεμον, λαμπρᾶς τινος δῆθεν προφάσεως ἔχων ἐφόδια πρὸς διέγερσιν, τά τε ἄλλα καὶ ὅπως ἐκ τοῦ παραχρῆμα πρὸς ὑπεροψίαν ἤθους ἑαυτὸν μετεσκεύασε, καὶ ἅμα κἀν ταῖς τῶν οἰκείων ἐπιστολῶν ἐπισημασίαις τὸ σύνηθες δοῦλον ἀπείπατο, ἀφαιρούμενος ἄντικρυς Ἄννης τῆς βασιλίδος καὶ τοῦ ταύτης υἱοῦ τὴν ἡγεμονικὴν ἐξουσίαν.
διὸ καὶ πεπράχαμεν ἄμφω πλέον οὐδὲν, ἢ πᾶσαν ἐκτρῖψαι Ῥωμαίων ἄρδην ἰσχὺν, καὶ μέχρι θεμελίων αὐτῶν καθελεῖν, εἴ τί που χρηστῶν ἐλπίδων τοῖς πράγμασι λέλειπται ζώπυρον. τοῖς γὰρ ἀνθρωπίναις ἀναρτῶσι τὸ πᾶν ἐπινοίαις ἐξ ἀβουλίας ἐς τοιαύτας κατενηνέχθαι κῆρας οὐδὲν ἀπεικὸς ὅτι μὴ καὶ τῷ θείῳ μάλα προσῆκον σκοπῷ, χαλινὸν μὲν ἐπιτιθέντι σαφῆ τῇ τῶν ἀνθρωπίνων λογισμῶν αὐθαδείᾳ, διδασκαλίαν δ’ ἐναργῆ διὰ τῆς τῶν πραγμάτων πείρας περιφανῶς τοῖς ἐφεξῆς αἰῶσι παραπέμποντι· ὡς ἡμῖν τὰ τῆς παροιμίας ἄντικρυς συμβαίνειν ἐκείνης, ἡ κάμηλος (λεγούσης) ἐπιθυμιάσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν. ἐπιθυμιάσαντες γὰρ καὶ αὐτοὶ δόξης καὶ τύχης μείζονος, καὶ καιρὸν ἔχειν ἑκάτεροι δόξαντες ἐκτεῖναι τοὺς τῶν Ῥωμαίων ὅρους, καὶ τῶν ὄντων ἐξέστημεν· κἀκ πλουσίων πένητες, κἀξ ἐνδόξων ἄδοξοι γεγενήμεθα. ἃ τοίνυν ἐχρῆν ἡμῖν καὶ διανοεῖσθαι καὶ δρᾷν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πρὶν ἢ παθεῖν, ὀψὲ γοῦν, μετὰ τὸ παθεῖν, ἄξιον καὶ διανοεῖσθαι καὶ δρᾷν·

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:1005τοῦ δὴ τοιούτου δυστυχήματος ἔργον καὶ Φωκαεῖς, οἱ πρὸς τῇ παραλίᾳ τῆς Ἰωνίας οἰκοῦντες, γεγένηνται, καταπλευσάντων σφίσι τῶν πολεμίων εὐθὺς μετὰ τὴν τῶν Χίων ἅλωσιν. καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα. (Γ.) Φθινοπώρου δ’ ἐπιγενομένου βασιλικὰς τριήρεις κατασκευασάμενος ὁ Φακεωλάτος εἰς ἐκδίκησιν δῆθεν τῶν Χίων ἐξέπλευσε, τῶν πάνυ μὲν πλουσίων ὑπάρχων, τύχης δ’ οὖν οὐκ ἐνδόξου, ἀλλ’ ὁποίας καὶ πρὶν ὁ Ἀπόκαυκος· δραστήριος δ’ ὅμως, καὶ δεινὸς ὁμιλῆσαι ποικίλοις πράγμασιν. ἐπεὶ τοίνυν παραπλέων τὸν τοῦ Αἰγαίου αὐχένα τριήρους μιᾶς ἀναγομένης πολεμίας ἐπιτυχὼν, καὶ ἅμα μεγίστης ὁλκάδος ὁμοεθνοῦς, πρὸ τοῦ Τενεδίου λιμένος ἐπ’ ἀγκυρῶν σαλευούσης, ὁπλισάμενος διεναυμάχησέ τε καὶ εἷλεν ἄμφω, πολλοὺς μὲν τῶν πολεμίων ἐν τῇ ναυμαχίᾳ κτείνας, ἔστι δ’ οὓς καὶ αὐτὸς τῶν οἰκείων ἀποβαλών· τοῦτ’ αἰσχύνην τε καὶ ζημίαν σφῶν αὐτῶν οἱ ἐν τοῖς Γαλάτου νομίσαντες ἐπέσχον τὴν ἐκεῖθεν ἐς Βυζάντιον σιτοπομπίαν εὐθὺς, οὐκ ἄλλοθέν ποθεν οὖσαν τὴν τοιάνδε τοῖς Βυζαντίοις ἐμπορίαν εἰδότες, ἢ παρὰ σφίσι κεῖσθαι, εὖ τε ἔχειν τοῦ ζῇν καὶ λιμῷ διακινδυνεύειν τεθνάναι.
PG 148:1007οὐ μὴν ἀλλ’ ἐπὶ τούτοις καὶ ἕτερα προσενεγκεῖν ἠπείλουν δεινά. ὧν οὐ φέρειν τὸ βίαιον οἱ Βυζάντιοι δυνάμενοι τάς τε ναῦς ἐπηγγείλαντο ἀποδοῦναι καὶ πᾶσαν συνεκτῖσαι ζημίαν, ὁπόσα τῶν πραγμάτων ἔν τε τῇ ναυμαχίᾳ καὶ μετὰ τὴν ναυμαχίαν ἐστέρηνται. καὶ ἐπὶ τούτοις αἱ τοιαῦται προὔβησαν σπονδαί. (Δ.) Ἦν δ’ ὅμως περιδεὴς ὁ Φακεωλάτος, καὶ φόβοις μάλα συνισχημένος μακροῖς, ἀπειλὰς κατ’ αὐτοῦ διακηρυττόντων συχνὰ τῶν Λατίνων τὰς παλαμναιοτάτας· ὡς ἀναγκασθέντα φρουρὰν περὶ αὐτὸν ἔχειν ὁπλιτικὴν, ὁπότε τῆς οἰκίας ἐξιέναι βούλοιτο, καὶ ὁπόσους καὶ ὅποι τοὺς περιπάτους ποιοῖτο. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ φθινόπωρον ἐν τούτοις ἐτελεύτα. ζ.
PG 148:1010Ἠρεμεῖν δ’ οὐκ ἐνῆν οὐδαμῆ τῆς ὀργῆς ἐκείνης τὴν βασιλίδα, οὐδ’ ὀψὲ τοῦ χρόνου μαλάττειν ὁπωστιοῦν καὶ σβεννύειν τὴν φλόγα, ἣν ἡ τοῦ πατριάρχου βουλὴ πρὸς τὴν ἐκείνης ἀνῆψε ψυχὴν, παραινοῦντος καὶ πείθειν (ὡς εἴρηται πρὸ βραχέος) ἐπιχειροῦντος, σπείσασθαι Καντακουζηνῷ, καὶ βεβαίαν εἰρήνην συνθέσθαι, πρὶν ἐς ἐσχατιὰς ὀλέθρου τὰ Ῥωμαίων ἐληλυθέναι πράγματα, ἐκείνου μὲν ἐπιεικῶς αὐξομένου, ἡμῶν δ’ ὑποῤῥεόντων ἡσυχῆ καὶ μαραινομένων ἀεὶ, καὶ ἐς τὸ μὴ εἶναι κινδυνευόντων ἄρδην χωρεῖν. ταύτῃ τοι καὶ μελέτας ἤθροιζεν ἐν τῇ ψυχῇ συχνὰς ἐπὶ συχνὰς, καὶ ἄλλας δήπουθεν ἐπ’ ἄλλας, περὶ τοῦ πῶς καὶ τίνι τρόπῳ ῥᾷστα καθελεῖ τοῦ θρόνου τὸν πατριάρχην· καὶ ἦν οὐδεμίαν τῶν ἄλλων εὑρεῖν ἀνυσιμωτέραν, ἢ τοὺς περὶ τὸν Παλαμᾶν οἰκειώσασθαί τε καὶ σφᾶς κατ’ ἐκείνου λαμπρῶς ἐς τὸ κραταιότερον ἀνθοπλίσαι, πολλὴν ἐκ πολλοῦ κατ’ ἐκείνου τρέφοντας ἐν τῇ ψυχῇ τὴν βλάπτουσαν ὁρμὴν διὰ τὴν τοῦ τόμου κατάλυσιν. (Β.) Ἐπεὶ δ’ ἔτυχεν ἐν μιᾷ τῶν ἐντὸς βασιλείων εἱρκτῇ δέσμιον ἐκ πολλοῦ κατέχουσα Παλαμᾶν, ὡς μὲν ἔμοιγε οἴεσθαι ἦν, διὰ τὴν ἐς Καντακουζηνὸν ἐκείνου φιλίαν·
PG 148:1012ὡς δὲ τὰ πρὸς ἐκείνης ἅμα καὶ τοῦ υἱέως ἐδήλου πεμφθέντα βασιλικῶς ἐνσεσημασμένα γράμματα πρὸς τοὺς ἐν τῷ Ἄθῳ τῷ ὄρει μονάζοντας ἄνδρας, διὰ τὴν τῶν δογμάτων καινοτομίαν, ἣν ἐς τὴν τοῦ θεοῦ παρεισενεγκὼν αὐτὸς ἐκκλησίαν κυκεῶνος καὶ ζάλης ἐπλήρωσε ταύτην μακροῦ· πρὸς ἅπαν ἤδη τὴν γνώμην περιφανῶς μετήνεγκε τὸ ἀντίπαλον, καὶ συνεργῷ κατὰ τοῦ πατριάρχου κέχρηται τούτῳ, καὶ πᾶσαν εὐμένειαν τούτῳ χαρίζεται, τήν τε περὶ τὰ δόγματα γνώμην ἐκείνου κυροῦσα καὶ ταῖς ἐκείνου λαμπρῶς ἀγομένη βουλαῖς, καθάπερ ὁλκάδος ἱστίον, ὁπότε βίαιός τις καὶ ῥαγδαῖος ἀνέμου καταῤῥεύσειε δρόμος, ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν ἀκροτήτων καταῤῥαγείς. (Γ.) Διόπερ, ὥσπερ πύλης πόλεως ἀνεῳγυίας ἤδη τοῖς πολεμίοις περιφανῶς, δογμάτων καὶ νόμων ἀνέδην εἰσεχέοντο κλύδωνες, καὶ παῤῥησίαν αὖθις εἶχον εἰσαγωγαὶ καινοφωνιῶν, καὶ θόρυβος ἀνὰ πᾶσαν ἐφοίτα τὴν πόλιν, ἀντιφθεγγομένων ἐπισκόπων καὶ πρεσβυτέρων, καὶ ὅσοι βαθείας διὰ φρενὸς ἐκαρποῦντο τὰς τῆς σοφίας αὔλακας. καὶ μάχαι διὰ ταῦτα καὶ ἔριδες ἀνεφύοντο συνεχεῖς κατ’ ἀλλήλων καὶ δι’ ἀλλήλων· καὶ ἡ ὑπερηφανία τῆς κακίας ἐπὶ μέγιστον ὕψους ἀνῆγε τὴν κεφαλήν.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
(Δ.) Τούτων δ’ οὕτως ἐχόντων, πολλὰ περὶ τῆς ἐμῆς σιωπῆς ἡ βασιλὶς ὑπῆρχεν ἀμφισβητοῦσα, καὶ τῆς ἐμῆς διὰ μελέτης ἐποιεῖτο πειρᾶσθαι γνώμης. καί με καὶ μὴ βουλόμενον αὖθις κριτὴν προσκαλεῖται, καὶ οἷόν τινα γνώμονα τῶν αὐτῆς τε καὶ τοῦ πατριάρχου περὶ τοῦ Παλαμᾶ φιλονεικιῶν· δυοῖν ἐν νῷ ἔχουσα θάτερον πεπραχέναι· εἰ μὲν γὰρ ὁμόφρων ἐκείνῃ κατὰ τοῦ πατριάρχου γενοίμην, ἵλεώ τε ταύτης τυχεῖν καὶ βασιλικῶν ἀπολελαυκέναι χαρίτων, μακρὸν τὸ φιλότιμον κεκτημένων· εἰ δ’ οὖν, ἀνανεώσασθαι νῦν καὶ τὴν τῷ χρόνῳ παρεῤῥυηκυῖαν ἤδη διὰ τὸν Γαλάτην ἐκεῖνον μῆνιν· ἣν πάλαι καθάπερ βωμὸν ἐγκαθιδρύσασα τοῖς τῆς ψυχῆς συνετήρει θαλάμοις, καὶ πάνθ’ ὁμοῦ τὰ χαλεπώτατα καθ’ ἡμῶν δεδρακέναι. (Β.) Προσεληλυθότας οὖν καὶ καθίσαντας προσειποῦσα καὶ ἁπαλωτέροις τὰ πρῶτα πρὸς ἡμᾶς χρησαμένη τοῖς λόγοις τὰς τοῦ Παλαμᾶ προεκόμιζε καινοφωνίας. καὶ ἐπειδὴ πειθομένους οὐχ εὕρισκεν, ἀλλ’ ἰσχυρῶς τῶν πατρίων ἀντεχομένους ὅρων καὶ νόμων, καὶ ὅσα τῶν συνοδικῶν εἰσι παραδόσεων ἔγγραφα παραγγέλματα, καὶ ἅμα κἀκεῖνα τοῦ θείου προφέροντας Παύλου·
εἴ τις εὐαγγελίζοιτο (λέγοντος) ὑπερόρια τῆς ἐκείνου διδασκαλίας, εἶναι ἀνάθεμα, κἂν ᾖ τῶν οὐρανίων τις ἀγγέλων· μηδὲ γὰρ εἶναι πρὸς ἡμῶν, ἄλλο τι θεοῦ προτιμᾷν· (παραπλήσιον γὰρ ἂν εἴη τουτὶ, ὥσπερ ἂν εἴ τις τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐβούλετο·) ἀλλὰ πάντα κάτω ῥιπτοῦντας πρὸς αὐτὸν μόνον βλέπειν· ἀγριαίνουσα ἤδη καθ’ ἡμῶν ἑωρᾶτο, καὶ πολὺν ὠδίνουσα τὸν θυμὸν, καὶ μάλισθ’ ὅτι καὶ τοὺς παρακαθημένους ὑπηχοῦντας εἶχε καὶ σφόδρα ἐπικροτοῦντας κολακικώτερον τρόπον. διὸ καὶ κακῶς μὲν ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλεν, ἔγγραφον τὴν ἐμὴν ἀπαιτοῦσα γνώμην ἐν τῷ αὐτίκα, ὡς ἂν βεβαιότερον ἀντιλέγειν ἔχοιεν οἱ ταύτης ὁμόφρονες. (2.) Καὶ τοῦτ’ ἔστιν, ὃ καὶ τὴν ἐμὴν πρὸς ἀνάγκας ἴσως ἀντιῤῥήσεων ἤνεγκε γλῶτταν, ἐνίοτε καὶ ἐνιαχοῦ μάλα τοι σφόδρα γενναίως ἐπὶ τῷ θεμελίῳ τῆς δεδομένης εὐσεβείας ἵστασθαι παραινοῦντος τοὺς προσιόντας, καὶ μηδ’ ἄχρι στιγμῆς ταῖς τηνικαῦτ’ ἐπιπολαζούσαις καινοφωνίαις ἐγκλίνειν, μεμνημένους τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν παραινέσεων·
PG 148:1013καὶ ὅσα ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, ἐς τὰς ὁμοίας ἐμπεπτωκὼς περιστάσεις τῆς ἐκκλησίας, διέξεισιν· ἡμεῖς (λέγων) οἱ καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες οὔποτε δεξόμεθα (οὐ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι· ἀλλ’ ἵν’ ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι καιρὸς, διασκέψεως· ὥστε τὰ μὲν φεύγειν, τὰ δ’ αἱρεῖσθαι, οἷον κανόσι τισὶ καὶ τύποις, τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασι· καὶ ὅσα ὁμοίως ὁ μέγας Βασίλειος ἐν τῷ περὶ πίστεως ἔφασκε λόγῳ, φείδεσθαι παραινῶν καὶ τῶν ὀνομάτων ἢ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν οὐκ ἐμφέρεται τῇ θείᾳ γραφῇ, διάνοιάν γε μὴν αὐτὴν ἐκείνην τὴν ἐγκειμένην τῇ γραφῇ διασώζει.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:1015(Ζ.) Ὥσπερ δ’ οὐ πάνυ τοι ῥᾴδιον εἶναι δοκεῖ δύνασθαι συνορᾷν ἀσφαλῶς τὸ δίκαιον, εἴ τις ἐν λιμένι καὶ γαλήνῃ καθήμενος ἡσυχῆ τῶν ἐν πελάγει κύμασι καὶ πνεύμασι προσταλαιπωρούντων ἀγρίοις τοὺς πόνους ἐξετάζειν ἐθέλοι, οὐδ’ αὖ τὸ βίαιον τοῦ χειμερίου ψύχους, εἴ τις ὥρᾳ θέρους βούλοιτο κρίνειν ὁποῖον καὶ ὅσον· οὕτω καὶ εἴ τις ἀγώνων τοιούτων ἄπειρος ὢν, ἔπειτ’ ἐξ ἡσυχίας ὁρμώμενος κρίνει τοὺς ἀγῶσι μακροῖς ἐναθλοῦντας ὑπὲρ τῆς ἀληθείας. πρόχειρον γὰρ ἔχει πρὸς λοιδορίας τὴν γλῶτταν, ὅτι μὴ πέπεικέ τις δρῶν καὶ λέγων, μηδὲ τὸ πᾶν τῆς νίκης ἐξείργασται· πρὸς τὴν παροῦσαν ἡσυχίαν καὶ οὐ πρὸς τὴν τότε βίαν παραμετρῶν τῶν πραγμάτων καὶ λόγων τὰ τέλη, ὡς ἔοικεν· οὐκ εἰδέναι δυνάμενος, ὡς οὐ τὴν αὐτὴν ἔχει τάξιν καὶ δύναμιν ἀγῶνος καὶ ἡσυχίας καιρὸς, καὶ χειμῶνος καὶ θέρους, καὶ πρός γε ἔτι λιμένος καὶ διαποντίου κλύδωνος. εὔδηλον γὰρ δήπου τοῖς ὅλοις, ὡς ἀμειβομένης τῆς τῶν ἀγώνων ὥρας συναναιρεῖται καὶ ἡ τῆς ἀποβάσεως ἀκριβὴς μαρτυρία καὶ τὸ προσῆκον τοῖς πράγμασι δίκαιον.
ὁ δ’ αὐτός μοι δοκεῖ καὶ τὸ στεφανοῦσθαι τοὺς πάλαι τῆς ἀληθείας μάρτυρας ἀναιρεῖν, ὅτι πάντα τὸν τῆς ἀθλήσεως ἀνύσαντες δίαυλον οὔτε πεπείκασι τοὺς τυράννους, οὔτε μὴ πείσαντες οὐκ ἀνεῖλον τὰς σφῶν κεφαλὰς, οὐδὲ τοῦ παρόντος βιαίως ἐξήνεγκαν βίου. τούτων δ’ οὕτως ἐχόντων, οὔκουν οὐδ’ ἐμὲ λοιδορίας ὑπεύθυνον ἡγεῖσθαι δίκαιον, ὅτι καλῶς εἰπὼν ἥκιστα πέπεικα τὸ τῆς γνώμης ἐκείνης ἀντίθετον· ἀλλ’ ἐκείνῃ μέμφεσθαι δίκαιον μᾶλλον, ὅτι μοι καλῶς εἰπόντι ἥκιστα πέπεισται. τῶν μὲν γὰρ λόγων ἐγὼ κύριος· τῶν δὲ πράξεων ἡ δυναστεύουσα χείρ. πάσης δ’ ὑπέρτερον λοιδορίας τίθησι τὸ μὴ κατὰ γνώμην ἅμα καὶ πρὸς τὸ βέλτιστον φερομένην ὁρμὴν ἀπαντῶν. οὐ γὰρ πὺξ ἐνάλλεσθαι κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ὁ τῆς εἰρήνης παραινεῖ λόγος· ἀλλ’ ἡμέρῳ τε ἤθει καὶ πραείαις γλώττης ἀγκάλαις αὐτοῖς προσιέναι.
(Η.) Οὐ μέμφεσθαι τοίνυν, ὅτι μὴ θαυμάζειν ἄξιον μᾶλλον, ὅτι παρὸν ἡμῖν ἐκ τοῦ ῥᾴστου σιγώσης γλώττης βασιλικὴν εὐμένειαν πρίασθαι, μακρὸν τὸ φιλότιμον τῶν χαρίτων ὑπισχνουμένην, οὔτε κλονουμένην διάνοιαν ἐκτησάμεθα, καὶ ἅμα τῶν ὅρων τῆς εἰθισμένης ἐς τὰ χρήσιμα τάξεως ἔνδον ἐμείναμεν, ἀκήρατον συντηροῦντες τὸ φρόνημα τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἐκρίναμεν δεῖν, ὅσον τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ. οἱ μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ’ ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς· ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφύεσθαι βούλοιτο βλάστημα. (Θ.) Τούτων δ’ οὕτω συμβεβηκότων, οἴκοι λοιπὸν καθημένοις τὴν καταψηφισθεῖσαν ἡμῶν ἐξορίαν νύκτωρ καὶ μεθ’ ἡμέραν ἐπῄει καραδοκεῖν.
καὶ τάχ’ ἂν εἰς ἔργον τὰ καθ’ ἡμῶν μελετώμενα προὔβαινεν, εἰ μὴ Καντακουζηνῷ μεταξὺ Βυζάντιον ἑλεῖν ἐγίγνετο· ὃ δὴ καὶ λέξων εἰμὶ σαφέστερον. η. Ἐπεὶ γὰρ, ὡς ἔφθημεν εἰρηκότες, ἔνοπλον ἔχειν φρουρὰν συγκεχώρηται τῷ Φακεωλάτῳ, τὴν τῶν Λατίνων διὰ τὴν προγεγονυῖαν σκανδάλου πρόφασιν δεδιότι αὐθάδειαν, προσεληλυθέναι συνέβη τινὰς τουτωὶ, οἷς λάθρα ἐσεφοίτα γράμματα ἐκ Καντακουζηνοῦ, μηχανήσασθαί τινα τρόπον, ὃς ἂν ῥᾳδίαν ποιήσηταί οἱ τὴν ἐς Βυζάντιον εἴσοδον· οἷς ἐπαγγελίαι μακραὶ συνεπλέκοντο χρημάτων ἅμα καὶ τιμῶν· τούτοις οὖν προσεληλυθόσι καὶ προσεταιρισαμένοις αὐτὸν, καὶ ἀνακαλύψασι τὴν τῶν μελετωμένων δύναμιν, συνάρασθαί σφισι καὶ αὐτὸς ἐπηγγέλλετο πάσῃ χειρὶ καὶ σπουδῇ. (Β.) Καὶ δὴ λοιπὸν ἑτέραν πλείω τῇ προτέρᾳ δυνάμει προσειληφὼς (ἐν ἐξουσίᾳ γὰρ ἦν αὐτῷ, πρὸς τῆς βασιλίδος πρότερον τὸ συγκεχωρηκὸς εἰληφότι, διὰ τὴν προειλημμένην τῶν Λατίνων πρόφασιν, ὁπόσην ἂν εὐποροίη φρουρὰν ἑαυτῷ πορίζεσθαι) ὅλος τῶν ἔργων ἐγίγνετο.
PG 148:1017παρὰ γὰρ ἑκόντων τῶν συνειδότων ταξιάρχου καὶ στρατηγοῦ φροντίδα λαβὼν ἠξίου μὴ περὶ ὅσα διατριβὴν ἔχει χρόνιον τρίβειν τὴν σπουδὴν, ἀλλ’ εἰς τὸ τοῦ ἔργου κεφάλαιον ἐμβαλεῖν, καὶ ἐν βραχεῖ μετὰ τῆς ἐνούσης ἰσχύος τὸν ὅλον ἀναῤῥῖψαι κίνδυνον· καὶ μάλιστα νῦν, ἐρημίας ἀντιπάλων ὅπλων μακρᾶς ἐπιπολαζούσης ἤδη τῇ πόλει. μηνύει τοίνυν τῷ βασιλεῖ Καντακουζηνῷ τὴν ὅλην τῆς ἐγχειρήσεως πρόθεσιν, οὐ πάνυ τοι πόῤῥω τοῦ Βυζαντίου τὰς διατριβὰς ποιουμένῳ· καὶ ἅμα κελεύει, σπουδῇ παρελάσαντα σὺν ἐπιλέκτοις ὀλίγοις ἱππεῦσιν, ὡς μὴ κατάφωρον τοῖς ἀντιθέτοις τὸ δρᾶμα γένοιτο, περὶ τὰ τείχη τῆς πόλεως ἐς ῥητήν τινα ἑσπέραν ἡσύχοις ποσὶν ἐφεδρεύειν, καραδοκοῦντα τὴν ἔνδοθεν ἀναμόχλευσιν τῶν πυλῶν.
PG 148:1020(Γ.) Ἄρτι δὲ περὶ πρώτην φυλακὴν τῆς νυκτὸς γενομένης, ἐν ᾧ τῆς ὥρας μάλιστα τῶν τε ἀνθρώπων οἱ πλεῖστοι, τὰς ἑσπερίους σβεννύοντες δᾷδας, τῇ τῶν ὕπνων ἡγεμονίᾳ τὸ τῶν βλεφάρων ἐκδιδόασι στάδιον, καὶ πᾶσαι τῆς πόλεως αἱ ὁδοὶ παντὸς ἐρημίαν ἔχουσιν ὄχλου, μεταπέμπεται τούς τε συνειδότας τῶν Βυζαντίων ἱππέων καὶ ἅμα τῶν συγγενῶν τοὺς οἰκειοτάτους, καὶ ἐπὶ τούτοις τὴν πεζικὴν ἐκείνην φάλαγγα, ἣν εἰς φυλάκων καὶ φρουρῶν εἰρήκειμεν εἶναι τάξιν αὐτῷ· ξὺν οἷς ἅπασι, πλείους τῶν ἑκατὸν γενομένοις, ἐς πύλην ἀπιὼν, ἣ χρυσεία καλεῖται, ταύτην τε ἀνεμόχλευσε καὶ ἅμα ἐκεῖθεν ἀρξάμενος πάσας ὁμοίως ἀνεπέτασε, διϊὼν ἄχρι τῶν βασιλείων ἐγγύς. (Δ.) Τοῦ μέντοι τείχους ἐντὸς γενόμενος καὶ ὁ βασιλεὺς μετὰ τῶν οἰκείων ὅπλων, αἵματος ἐμφυλίου παντάπασι καθαράν τε καὶ ἀμιγῆ τῆς προνοίας τὴν εἴσοδον διατηρησάσης, ἠρέμα τε καὶ ξύν γε ἀνηκούσῃ τάξει παρῄει μέχρι καὶ ἐς τὰς βασιλείους πύλας, αὐγαζούσης ἤδη τῆς ἕω.
PG 148:1022κἀπειδὴ κεκλεισμένας τε εὗρεν αὐτὰς καὶ ἅμα ἐπὶ τῶν ἐπάλξεων φρουρὰν ἐθεᾶτο καὶ ὅπλα πολέμια, ἐπὶ πόδα τε ἀνεχώρει καὶ ἀνεζεύγνυε, καὶ ἀντὶ χάρακος ἄλλου καὶ στρατοπέδου ἐς τοὺς ἄντικρυ τῶν βασιλείων ὑψορόφους οἴκους σκηνῶσαί τε ἐξ αὐτοσχεδίου κέκρικε δεῖν τηνικαῦτα καὶ ὅ,τι χρὴ ποιεῖν διασκέψασθαι. ἦγε δ’ ὁ φεβρουάριος τηνικαῦτα τρίτην ἡμέραν τοῦ ωνε ἔτους. καὶ ὁ μὲν βασιλεὺς Καντακουζηνὸς ἐν τούτοις ἦν. (Ε.) Ἡ δὲ βασιλὶς Ἄννα, τῆς ἀκροπόλεως ταύτης ἐντὸς συγκλεισθεῖσα, καὶ πρὸ ὀφθαλμῶν ὁρῶσα τὴν ἑαυτῆς σπουδὴν τελευτῶσαν εἰς ἀπραξίαν, οὐδ’ οὕτω μεταμανθάνειν ἔγνω τὸ δέον ὀψὲ γοῦν, καὶ ταῦτα μήθ’ ὅπλων εὐπορίαν ἐντὸς κεκτημένη, μήτε στρατιωτῶν πλῆθος εἰς φρουρὰν ἀποχρῶν· ἀλλὰ πέμπουσα κρύφα τόν τε δῆμον ἠρέθιζε τῶν Βυζαντίων κατὰ τοῦ βασιλέως, μεγάλων ἐλπίδων τὰς σφῶν ἐμπιπλῶν ἀκοάς· καὶ ἅμα Λατινικὰς στρατιωτῶν ἐκ Γαλάτου μετεπέμπετο φάλαγγας, καὶ ὅσα ἐς βελῶν καὶ μηχανημάτων ἀντιπάλων ἀρκέσουσι χρείαν.
ζητοῦντί γε μὴν τῷ βασιλεῖ Καντακουζηνῷ, διδόναι τὴν ἀκρόπολιν μετ’ εἰρήνης ἑκοῦσαν, εἰ βούλοιτο κοινωνεῖν τε τῆς βασιλείας αὐτῷ καὶ μετὰ τὴν ἧτταν, καὶ ἡγεῖσθαι μετὰ τοῦ υἱέως ἐν ἅπασιν, ὁπόσα τιμὴν σὺν αἰδοῖ τε καὶ κόσμῳ φέρει σφίσι βασιλικῶς, ἔν τε εὐφημίαις καὶ ἀναστάσεσι καὶ καθέδραις καὶ ὅσα μετὰ τοῦ πρέποντος ἕποιτο λόγου (τοιαύτην καὶ γὰρ εἶναι τούτῳ τὴν τῆς γνώμης ἐξ ἀρχῆς πρόθεσιν) καὶ μὴ μάτην οὕτω τρίβειν τὸν χρόνον, καὶ τὸν ἐκ τῆς ἁλώσεως περιμένειν πρόδηλον κίνδυνον· ἡ δὲ τὴν ἀπὸ Σκυθῶν εἰπεῖν ἀντεδίδου ῥῆσιν, ὕβρεσί τε πλύνειν τοὺς ἀγγελιαφόρους ἐκέλευεν ἐκ τοῦ τείχους καὶ μηδ’ ἄκροις ὠσὶ προσίεσθαι τὰ λεγόμενα. (2.) Ἄρτι δὲ τῆς ἑσπέρας ἐληλυθυίας, καὶ περὶ λύχνων ἁφὰς τῶν ἀνθρώπων ἀσχολουμένων, κατέπλευσαν ἐς αἰγιαλὸν δύο ταχυναυτοῦσαι τριήρεις ἐκ τῶν Γαλάτου, πλήρεις στρατιωτῶν τε καὶ ὅπλων Λατινικῶν, δυοῖν θάτερον ἐν νῷ διαπράξασθαι ἔχουσαι, ἢ τῇ βασιλίδι συμμάχους ἔσεσθαι, τοῦ πληρώματος ὅλου παρεισελθόντος ἐντὸς, ἢ παισί τε καὶ χρήμασιν ὁμοῦ συναρπάσαντας ἀπάγειν αὐτήν.
ἀλλὰ τὸν ἐπίπλουν αἰσθόμενοι σφῶν οἱ περὶ τὸν Καντακουζηνὸν σφᾶς τε ἀπήλασαν τὴν ταχίστην, τόξα πολλὰ περιστήσαντες, καὶ τὴν ἀκρόπολιν ἔξωθεν τέως ἐν φυλακῇ ἐποιοῦντο, τὴν ἱκανὴν ἐπενεγκόντες στρατιάν. (Ζ.) Οἱ μὲν οὖν ἄλλοι πάντες, πολιορκεῖν ἐς τὴν ὑστεραίαν αἱρούμενοι, καὶ τὴν τῆς νίκης κρίσιν τοῖς ὅπλοις ἐπιτρέπειν, οὐ μάλα γέ τοι ἀρεστὰ τῷ βασιλεῖ Καντακουζηνῷ προθυμεῖσθαι ἐδόκουν. ἀλλὰ τὸν αὐτῷ συνήθη τρόπον κἀνταῦθα τηροῦντι, καὶ χωρὶς αἵματος ἐμφυλίου τὰ κατὰ γνώμην τελεῖν οἰομένῳ βέλτιον εἶναι, καὶ δευτέραν καὶ τρίτην ἐπῄει πέμπειν πρεσβείαν, καὶ ἀναμιμνήσκειν τὰ πρότερα, ὅθεν τε ἤρξατο καὶ ὅποι πεπόρευται, καὶ ὅπως ἐς τοιοῦτον ταυτὶ κατηνέχθη τὸ πέρας, ἐς ὁποῖον αὐτὸς ἀεὶ προὔλεγέ τε καὶ διεμαρτύρετο, κρύφα τε καὶ ἐς προὖπτον, καὶ γράφων καὶ πρεσβευόμενος. προσκαλεσάμενος οὖν τὸν τῶν Φιλίππων ἀρχιθύτην, καὶ ὅσοι ξύν γε αὐτῷ πρὸ δυοῖν που τοῖν ἐνιαυτοῖν πρέσβεις πρὸς τῆς βασιλίδος Ἄννης ἐπέμφθησαν ἐς Διδυμότειχον ὄντι αὐτῷ, διεξῄει τοιάδε.
(Η.) Πάλαι μὲν ὁ κύριος, ἀγανακτῶν ἐπὶ τῷ ἠγαπημένῳ τῶν Ἰουδαίων λαῷ, οὓς πρότερον διὰ Μωσέως τὸν νόμον διδοὺς διεμαρτύρετο, λέγων· πρόςεχε οὐρανὲ καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου· τοὺς αὐτοὺς κἀπὶ τοῖς ἐλέγχοις τῶν ὕστερον παραβάσεων διεμαρτύρατο, διὰ Ἡσαί̈ου λέγων· ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ τὰ ἑξῆς. τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτὸς ἐγὼ τήμερον, ὑμᾶς προςκαλεσάμενος μάρτυρας τῶν πάλαι μοι πρὸς ὑμᾶς λεχθέντων καὶ δι’ ὑμῶν πρὸς Ἄνναν τὴν βασιλίδα, ἀναμνῆσαι τῶν εἰρημένων ἀρτίως ἔκρινα δεῖν, καὶ πρέσβεις ὑμᾶς ἐμοὶ πρὸς ἐκείνης τότε πεμφθέντας πρέσβεις τοὺς αὐτοὺς ἐκείνῃ πρὸς ἐμοῦ νῦν ἤδη πεμφθῆναι. ἴστε πάντως, ὅτε πρεσβεύσοντες ἥκετε, ὅσα ὑμῖν εἶπον ἀπαγγεῖλαι τῇ βασιλίδι· ὡς ὁ θεὸς, δίκαιος ὢν, καὶ δίκαια κρίνειν οἶδε, καὶ σὺν δίκῃ τὰς τῶν πραγμάτων ἀποβάσεις ποιεῖσθαι· ὃ τοίνυν σύνηθες τῷ θεῷ ποιεῖν τοῖς τε ἀδικοῦσιν ὁμοῦ καὶ ἀδικουμένοις, τοῦτο καὶ νῦν ἐλπίζω κἀπὶ τοῖς νῦν ὄψεσθαι πράγμασι. καὶ τί δεῖ πρὸς εἰδότας πάντα διεξιέναι καθ’ ἕκαστα;
ἴστε γὰρ ὡς, οὐ μάντις ὢν, προὔλεγον τὴν τῶν ἐμῶν ἐπιβούλων φθορὰν καὶ τὴν ἐμὴν ἐς Βυζάντιον ταύτην εἴσοδον· ἀλλὰ πρὸς τὸν τῆς δίκης ἔφορον καὶ ἀκοίμητον ὀφθαλμὸν ἀφορῶν, κἀκείνῳ προσαναρτῶν τὰς ἐμοὶ πρὸς ὑμῶν ἐπενηνεγμένας ἀδίκως ἐπιεικῶς συμφορὰς, ἤλπιζόν τε καὶ προὔλεγον τὰς ἐκβάσεις ἐν ὑμῖν ἀκροαταῖς. διὰ δὴ ταῦτά μοι καὶ ἀξιοχρεώτερον ἔδοξεν, ὑμᾶς καὶ οὐχ ἑτέρους διαμαρτύρασθαι καὶ πρέσβεις εἰσπέμψαι τῇ βασιλίδι, ἵνα συνείραντες τὰ πρότερα τοῖς παροῦσι καὶ τά γε προειρημένα μετὰ τῶν ἐκβάσεων παραινέσητε τοὺς τῆς δίκης αἰδεῖσθαι θρόνους, καὶ μὴ περαιτέρω θεομαχεῖν, καὶ θεοῦ κρίσιν δικαίαν πειρᾶσθαι συγχεῖν, καὶ τοῖς ἀδυνάτοις οὑτωσὶ προδήλως ἐπιχειρεῖν, ἐπ’ ὀλέθρῳ τῶν τε παίδων καὶ ἑαυτῆς. ἐγὼ γὰρ τῆς αὐτῆς ἔχομαι γνώμης ἀεί· καὶ δυνάμενος ὅπλοις καὶ δυνάμεσιν ὁμοῦ τῇ ἀκροπόλει χειρώσασθαι τοὺς ἔνδον ἅπαντας ἐν βραχεῖ τὴν θέλησιν οὐκ ἔχω συνᾴδουσαν. (Θ.) Ταῦτ’ εἰπὼν προὔπεμπεν αὐτούς.
PG 148:1023οἱ δὲ ἀπελθόντες καὶ πάντα συνείραντές τε καὶ ἀπαγγείλαντες ἄνωθεν καὶ ἐξ ἀρχῆς Ἄννῃ τῇ βασιλίδι ἤνυσαν οὐδὲν πλέον, ἢ ὅτι πρὸς πλείονα κακίαν ἀναφλεχθεῖσαν ἰδόντες κατεπλάγησάν τε καὶ ἀνεχώρησαν. ἐπεὶ δὲ ταῦθ’ ὁ βασιλεὺς ἠκηκόει, καὶ ὡς τῆς αὐτῆς ἀεὶ σκληρότητος ἡ βασιλὶς ἔχεται ἔγνω, καὶ τὴν αὐτὴν οἱ ταύτης λόγοι μετὰ τῆς γνώμης τηροῦσι βαρύτητα, καὶ οὐδὲν τῶν προτέρων ἀτυχημάτων παρέσχεν αὐτῇ τὸ λυσιτελοῦν ἀπλανῶς ἰδεῖν, ὥρμησε μὲν τὰ πρῶτα πολέμου νόμῳ καὶ πολιορκίᾳ δοῦναι τὴν τοῦ πράγματος ἔκβασιν· ἔπειτα ἐπέσχεν αὖθις, καὶ πρὸς τὴν ἀμείνονα τῆς πραότητος τύχην τὸ τῶν πρακτέων ἀνετίθετο βούλευμα. (Ι.) Ἀλλ’ οὐκ ἤρεσκε τοῦτο τοῖς ἀμφ’ αὐτὸν στρατιώταις καὶ στρατηγοῖς. ὅθεν τῆς ὑστεραίας ἐπιούσης ἐν παραβύστῳ κατὰ σφᾶς αὐτοὺς αὐτοὶ ποιοῦνται συνθήκας, αἰφνίδιον ἐπιθέσθαι τῇ ἀκροπόλει, πρὶν αἰσθέσθαι τὸν βασιλέα. καὶ δὴ μικρὸν ὕστερον ἢ κατὰ μεσημβρίας εἶναι τὸν ἥλιον, τῶν σημείων ἀρθέντων, κύκλῳ περιστάντες οἱ μὲν τοῖς ἑκηβόλοις ἐχρῶντο βέλεσιν· οἱ δ’ ἐν χεροῖν ἀνειλημμένοι πῦρ καὶ φρυγάνων φακέλλους ὑφῆψαν τὴν πρὸς τῷ τεμένει τῶν Βλαχερνῶν τῆς ἀκροπόλεως πύλην·

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

HISTORIE LIB. XIV. [A. c. 1343] Chium et Lesbum das acciperet. perpetui dominii jure possidenIX. Hæc cum viderent ii qui intelligentiores erant, vehementer obstupescebant, nec ratione ulla colligere poterant, quodnam esset, quod Aun Anna imperatrix rerum gubernacula furioso auiuo prodidisset, penitusque a se removisset, zelotypie snel affectu obcæcata, et quid ageretur percipere omnino noleus; sed perinde affecta, ac si ultra Herculis columnas pernicies illa versaretur. Venerat enim in spem, cupidiue persuadente, fore ut vitam deinceps ageret molestia atque omnis prorsus curæ expertem. Animus quippe nulla disciplina excultus, nulla præmeditatione ad castigandos oculos eruditus, ita sæpe imprudens fuit, 703 ut cum ipse se in quamdam scnsouin arcanorum quasi inermem pugnam temcre conjecisset, captivus furtimi abduceretur, ac velut prædæ esset, neque bostilis impressionis violentiam sentiret, nisi acceptis blandientis flammæ monimentis. CAPUT IV. Cantacuzenus Comotenam et Gratianopolin in deditionem accipit. Nomitila genus et varia fortuna. Ut per latrocinia metuendus evaserit, Societas ab eo inita cum Cantacuzeno. Viribus majorem in modum anctis despoticæ dignitatis insignia a Byzantiis oblata accipit. Cantacuzeno insidiatur. Hic vere novo ComotenoTum urbe egressus apud Mosinopolin castrametatur. Obdormiscit amœnissimo in loco: ubi res visu et au. ditu mirabiles ei oblatæ. Momitilas imparatum opprimere festinat. Cantacuzenus cum suis in magnas augustias adductus. Tumultuarium et iniquam pugnam committit. Armigeri beneficio salvus evadit. llostibus tandem coactis recedere, Didymotichum abil. [P.440] 1. Ilic ego etiam illud commemorabo, quod endem quidem tempore accidit: sed majoris perspicuitatis causa altius alicunde repeti debet. Vere enim jam iueunte coactis copiis, imperatur in eos tractus, qui sunt ultra montem Rhodopen, profectus est, et ad eos campos, qui ad pastum abunde illic patent; ac nonnihil sollicitatis illi::s etiam regionis urbibus, duas in deditionem accepit, alteram Comotenam, alteram Gratianopolin nucupalam. I. Ibi res illa per Momitilam gesta accidit. Nic duplex quodauimodo et obscuris parentibus natis in Patribalorum ac Mysorum confinio latrocinari jam inde ab adolescentia instituerat, societate cum æqualibus inita, dolosque et insidias struiens repentinum transeuntibus exitium attulerat. Demde cum tricesimum ætatis annum vix attigisset, a feriuo illo more ad humauioris vitæ genus transβίον Variorum Ita etiain codes Vaticanus. Sed legendum videtur lu codice Vaticano, fol. 75 v., inter vocem et vocem vacuum est spatium quinque litterarum. Legendum procul dubio Omissum nomen formidine fustis, aut etiam majoris pœnæ, BoivIX. Sie infra lib. xv, cap. 4, sect. 4. Omnium malorum caput et causa slaluitur Item ibidem sccl. eadem Auua notatur, ferre se decreverat, et ad nobilem quemdam Rom num cum accessisset, operam ei suam ad servilia notæ. Paulo plus spatii vacat in codice Vaticano. Hoc loco Gregoras nescio quem Augustæ amorem obscure indicat. Complicatam et perplexis verborum amaliagibus involutam auctoris mentem non potui omnino evolvere. BOIVIN. dicitur Cantacuzeno lib. 11, cap. 67, 7i et aliii. DUCANG. Meminit Cantacuzenus, lib. ut, cap. 69, caple Gr.tianopoleos. DucaNG. Qui mox vero dicitur Cantacuzeuo, lib. ut, cap. 70, ubi rem narral, Ducane.

935 [6. M 6852, IND. 12] [ear. 3. SALE:L. 3] ministria locaverat. Idem brevi tempore elapso a ot illam servitutem abdicarat, et ad pristinam laCrocinandi consuetudinem recurrerat; multanique sensim ac paulatim manum cum sibi sociavisset, animni sui audaciam re declaraverat, 704 modo Myrorum Gnibus instar fulminis derepente incidendo, modo ad Cantaenzeni copias furtim appellendo, modo in Byzantinorum agros prædandi causa impetum faciendo. III. Veritus wca, ne convenirent ii quos alidalat, ac vicinum hoc malum male perderent, admotis castris maluit imperatoris Cantacuzeni socius fœderatus ac minister voluntarius dici et esse; non ita tamen, ut comes ci assiduus forel et quacunque ire volentem sequeretur, sed at liber et sui juris furtim atque insito more illius hosies invaderet; lucri scilicet cansa, tum sui ipsius proprii, tum eorum qui prædonum stipendia accepturi secum sponte militarent. IV. Procelente tempore, quotquot es pauperibus san:uinarii ac feroces erant, paui ad multos multique ad paucos aggreg.ti, ad illum ex compacto coufluxere, lami Tribalti, quam Mysi, et quicunque alii praterea Barbaris commisti vivebant; habebatque equites lectos supra bis mille; atque ii omnes spiritu Martio pleni suam ipsorum vitam pol'us quam illum prodituros se asseverabant; ita ut deinceps sutis virium esset ad certandum a'quo jam Marte, in illo civili Romanorum bello, cum uiracunque parte vellet. Quamobrem ei insiguia despoticæ díguitatis Byzantii miscrunt, eumque in imperatorem Cantacuzenum clanculum armarunt. Ex co autem Momitilas opportunum tempus perpetuo captabat, et insidias sub pectore intimo parturiebat, atque 705 in animo volutabat, [P.411] sid V. Adulto jam vere, cum herbarum varietate campi ve-diuntur, cuius et flores et reviviscentium arborum comæ oculos hominum alliciunt ac novam animo delectationem voluptatemque pariunt, nec non et tellus benignum alimentum et suapte provenientem brutis animantibus pastum largitur visum est' Cantacuzeno imperatori, Comoteuorum epilo egredi, et circa Musiuopolin castranetari, atque ibi qua agenda essent statuere, tum alia, tum quomodo oporteret novis Apocauci iuccptis et expeditionibus occurrere. VI. I fic forte ad arborem appulit, longis admodum ramis diffusam; qui tecti alicujus instar profus dam umbram terrae offundeb.ut, nimio autem solis ardori opponebant se quodammodo, ac ne ureret efficiebant. Sub arbore funs scaturiɩbat, salientis aquæ conceptaculum; adeɔ quidem ille Atqui despotire dignitatis insignia demum missa post adeptam ex Cantacuzeno victoriam serib.t idem Camacezcnus. Cujusodi vero lucriut despotatas iusiguia docet Calinns, De offc. palatii, cap. 3. DucaNG. De qua egimus ad Villharduinum. Docang.

PG 148:1027καὶ ἅμα εἰσέῤῥει τὸ πλῆθος τῶν ὁπλιτῶν. κἀπειδὴ τὸ παράλιον οὕτω τῆς ἀκροπόλεως μέρος ἑάλω, καὶ οἱ στρατιῶται τὰς τῶν οἰκητόρων οὐσίας διήρπασαν, οὐ λήγειν ἔτι τῆς βλαπτούσης ἐκείνης ὁρμῆς ἐνενόουν· ἀλλ’ ἔμελλον ἤδη πειρᾶσθαι καὶ τῶν ἀνωτέρω τῆς ἀκροπόλεως μερῶν καὶ ὅλον ἐκεῖσε λαμπρῶς τὸ πολέμιον πῦρ ἐνεγκεῖν. καὶ τάχ’ ἂν ἁλώσεως ἔργον ὁμοῦ καὶ πυρὸς κἀκεῖνα ἐγίγνετο παραχρῆμα, εἰ μὴ κεκώλυκε πέμψας ὁ βασιλεὺς τὸ τῆς ὁρμῆς ὑπερβάλλον. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν. (ΙΑ.) Ἡ δὲ βασιλὶς Ἄννα ἐν τοῖς μεγίστοις τῶν φόβων τὴν νύκτα πᾶσαν ἐκείνην διήνεγκεν. ἅμα δ’ ἕω προσκαλεσαμένη τοὺς ἀμφ’ αὐτὴν περὶ τῶν πρακτέων συνδιεσκέπτετο· καὶ κοινῷ συνεδόκει ψηφίσματι, πέμψασθαι δεξιὰν, οὐκ ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμην ζητεῖν (σμικροπρεπὲς γὰρ ἐκείνῃ νενόμισται τοῦτο καὶ ἥκιστα εὔδαιμον, σκληρότητι καὶ ὀφρύϊ συντετηκυίας γνώμης) ἀλλ’ ἐπαγγελίας ἐνόρκους περὶ μεγάλων καὶ ξένων πραγμάτων, ὑπερηφανίᾳ κεκομψευμένας μακρᾷ, ὁπόσαι ξύν γε τοῖς ἀωρίαν μακρὰν ἐπισυρομένοις ζητήμασιν ἄλλοις καὶ τὸ μὲν μοναρχεῖν ἀπῄτουν, τὸ δὲ συνάρχειν ἀπελέγοντο.
PG 148:1029καὶ ἵνα μὴ ἐν μικροῖς μακρὸν ἀναλίσκωμεν λόγον, ἀστοχήσασα τῶν ἀκαίρων ἐκείνων ἐλπίδων, καὶ δείσασα μὴ, ἐπὶ ξυροῦ τῶν πραγμάτων αἰωρουμένων αὐτῇ, καὶ ἄκοντος τοῦ Καντακουζηνοῦ παραπόληται πρὸς τῶν ἄλλων, ὅσοι πρὸς αὐτῆς ἐπεπόνθεισαν τὰ ἀνήκεστα, πρὸς τὰς φιλανθρώπους νένευκε τοῦ βασιλέως συμβάσεις, συνάρχειν ἅμα καὶ προεδρεύειν. θ. Καὶ ἀνοιχθέντων ἤδη τῶν βασιλείων, ἐξεχέοντο κατὰ πλῆθος οἱ δέσμιοι, ὅσοι τε τῶν εὖ γεγονότων καὶ ὅσοι τῶν ἄλλως ἐχόντων. μόνῳ δ’ Ἰωάννῃ τῷ πατριάρχῃ, τῆς ἀξίας τέως ἐξωσθέντι, ἐξιέναι οὐκ ἐνῆν· περὶ οὗ καὶ διαλαβεῖν ὀφείλοντας ἔνια, πρὶν ἐνταυθοῖ κατεληλυθέναι τοῦ λόγου, καὶ ἄκοντας ἡμᾶς ὁ τῶν ἄλλων σφόδρα παρέσυρεν εἱρμός. (Β.) Ἐξότου γὰρ Ἄννα ἡ βασιλὶς τὴν ἑαυτῆς πρὸς Καντακουζηνὸν ἐξεπολέμωσε γνώμην, συνεργῷ τε ἅμα καὶ πιστοτάτῳ ἐκέχρητο τῷ πατριάρχῃ τούτῳ συμβούλῳ πρὸς ἃ πάντα κρύφα τε καὶ ἐς τοὐμφανὲς δρώμενα ἦν· καὶ νῦν μὲν αὕτη τῆς ἐκείνου γνώμης ὁλοσχερῶς ἐξήρτητο, νῦν δὲ τῆς ἑαυτῆς ἐξαρτώμενον εἶχεν ἐκεῖνον·
καὶ συνελόντι φάναι, φρόνημα ἓν ἀμφοτέροις ἦν ἐν ἅπασι, τοῖς τε ἄλλοις δηλαδὴ καὶ οἷς ὁ Παλαμᾶς ἐδογμάτιζε καινοτέροις καὶ ἀήθεσι πάνυ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. καὶ δεῖγμα τοῦ λόγου σαφὲς, ἃ τοῖς τὸν ἡσύχιον ἐν Ἄθῳ τῷ ὄρει βίον ἀσκοῦσιν ἔπεμπεν αὕτη γράμματα ξύν γε τῷ πατριάρχῃ κατὰ τοῦ Παλαμᾶ· τά τε οἰκεῖα ταύτης φημὶ καὶ ὅσα ὁ ταύτης υἱὸς Ἰωάννης ὁ βασιλεὺς ὑπ’ αὐτῆς προσταττόμενος ἔγραφεν· οἷς τά τε ἄλλα ἐνεγέγραπτο καὶ δὴ καὶ ὡς ἥκιστα χρῆναι νομίζειν, εἱρκταῖς καὶ φρουραῖς ἐνέχεσθαι Παλαμᾶν διά γε δὴ τὸ Καντακουζηνῷ τὴν γνώμην τίθεσθαι, ὅτι μὴ διὰ τὸ ξὺν οὐδενὶ κόσμῳ περιϊόντα θεοτήτων ἀκτίστων διδάσκειν ἀπειράκις ἀπείρων ἑσμὸν, κατ’ ἀλλήλων διϊσταμένων (εἶναι γάρ φησι τὰς μὲν ὑπερκειμένας καὶ νοητάς· τὰς δ’ ὑφειμένας καὶ ὁρατὰς) καὶ τοιοῦτα ἄττα βλασφημοῦντα συγχεῖν καὶ ταράττειν τὴν τοῦ θεοῦ ἐκκλησίαν.
(Γ.) Διετέλει γε μὴν ἡ τοιαύτη παρ’ ἀμφοτέροις ἀκμάζουσα σύμπνοια καὶ ὁμοφροσύνη, τῷ τε πατριάρχῃ δηλαδὴ καὶ τῇ βασιλίδι, πρὶν δι’ ἀκριβοῦς γε τῆς πείρας ἀπογνόντα τὸν πατριάρχην τῆς τῶν κοινῶν σωτηρίας πραγμάτων ἄρξασθαι παραινεῖν αὐτῇ τὰ συνοίσοντα, καὶ βουλευτὴν καθίστασθαι περὶ ξυναλλαγῶν καὶ σπονδῶν πρὸς τὸν Καντακουζηνόν. ἀφ’ οὗ δὲ τοιαύτην ἔγνω συμφέρον βαδίζειν ὁδὸν, παραχρῆμα καθ’ ἑαυτοῦ καὶ τὴν βασιλίδα ἐξέμηνε. καὶ τοῦτ’ ἦν ἀρχὴ καὶ κατάλυσις πρώτη συμπνοίας τε καὶ ὁμοφροσύνης ἐκείνης, καὶ νόσημα, μήτε μάλαγμα μηδὲν μήτε καταδέσμους οὐδένας παραδεχόμενον. πᾶσαν μὲν οὖν ἐκεῖθεν ἡ βασιλὶς ἐπίνοιαν στρέφουσα κατὰ τῆς τοῦ πατριάρχου καθαιρέσεως, καὶ πάντας ἐφ’ ἑαυτῆς κυλίουσά τε καὶ ἀνακυκλοῦσα λογισμοὺς, οὐδὲν ἀνυσιμώτερον εὕρισκεν ἐς τὴν τοιαύτην πρόθεσιν, πλὴν τοῦ δογμάτων ἐκείνων, ὧν ἐξ ὅλης ἀπεωθεῖτο πρότερον τῆς ψυχῆς, καὶ ἀθέσμων φωνῶν τοῖς περὶ τὸν Παλαμᾶν κοινωνήσασα φίλους ἑαυτῇ καταστήσασθαι, καὶ συμμάχοις σφίσι χρήσασθαι θερμοτέροις κατ’ αὐτοῦ. (Δ.) Πρῶτον μὲν οὖν ἀπρόϊτον ὡς ἐν εἱρκτῇ τῷ οἴκῳ συγκεκλεῖσθαι τοῦτον ἐπέταττεν·
ἔπειτα συνόδους ἐπισκόπων νύκτωρ καὶ μεθ’ ἡμέραν ἤθροιζέ τε καὶ ὥπλιζε κατ’ αὐτοῦ. τὴν γοῦν ὑστεραίαν ὁρισαμένη ποτὲ πρὸς τὴν ἐκείνου καθαίρεσιν ἀθροισθῆναι τοὺς ἐπισκόπους ἐπέσχεν ἡ νὺξ ἐκείνη, φλεγμονὴν τῷ λαιμῷ δεινὴν ἐπενεγκοῦσα, θάνατον ἀπειλοῦσαν πάνυ τοι σφόδρα αἰφνίδιον. καὶ ἦσαν ἐντεῦθεν ἄχρι τριῶν ἡμερῶν οἱ τοῦ θανάτου φόβοι κυκλοῦντες καὶ τὸ τῆς ψυχῆς ταράττοντες λογιζόμενον. τὸ γὰρ τοῦ θεοῦ μακρόθυμον ἐπεῖχεν ἔτι τὰ τῆς τελευταίας ὀργῆς βέλη καὶ τὸν τῆς γυναικὸς ἀνεβάλλετο ὄλεθρον, πλὴν ὅσον τὴν ἀπειλὴν ἐν τοιούτοις ἀῤῥωστήμασί τε καὶ πράγμασιν ἀμυδρῶς ἐζωγράφει, μεταμελείας καιρὸν μαινομένῃ ψυχῇ παρεχόμενον. ἐπεὶ δὲ ἡ τετάρτη ῥᾴονά τε ἐπεπράχει καὶ ὑπερσχεῖν παρεσκεύασε, τοὺς προτέρους αὖθις ἀνεκαλεῖτο κατὰ τοῦ πατριάρχου τρόπους, καὶ ἐς τὰ πρότερα ἐπαλινδρόμει βουλεύματα. ἓξ μεταξὺ παρεῤῥύησαν ἡμέραι, καὶ τὴν ὑστεραίαν αὖθις ὁρισαμένη τοὺς ἐπισκόπους ἐπὶ τοῖς ὁμοίοις ἐπέταττεν αὖθις ἀθροίζεσθαι.
(Ε.) Ἄρτι δὲ τοῦ ἡλίου τῆς γῆς ὑπερκύψαντος, σπουδῇ ταχύνας ἧκεν αὐτῇ μοναδικὸν καὶ ἡσύχιον ἄγων βίον ἀνὴρ, ᾧ σύνηθες φοιτῶντι συχνότερον ἀκούειν τὰς μυστικὰς τῶν λογισμῶν ἐξαγορεύσεις αὐτῆς. καὶ δέλτον ἐγχειρίζων ἔλεγεν αὐτῇ, πρὸ τῶν θυρῶν εὑρεῖν αὐτομάτως ἐξιόντα αὐτὸν ὀρθριαίτερον, ἀγνοῶν ὅστις ὁ ῥίψας εἴη, καὶ ὅτου χάριν. τά γε μὴν ἐγγεγραμμένα εἶχε πρῶτον μὲν ὅρκους φρικώδεις κατὰ τοῦ πνευματικοῦ ἐκείνου ἀνδρὸς καὶ κολάσεων δεινῶν ἀπειλὰς, ὅσαι ψυχῇ καὶ σώματι μακρὰν ἐπιφέρουσι καὶ ἀφόρητον τὴν δριμύτητα, εἰ βουληθείη διὰ δειλίαν, ἢ δι’ οἱονδήτινα τρόπον, συστεῖλαι καὶ ἥκιστα ἐθελῆσαι δοῦναι τῇ βασιλίδι τὴν δέλτον. ἔπειτα ἔστρεφε τὸ τοῦ λόγου πρόσωπον ἐς τὴν βασιλίδα· καὶ ἦν ἡ τῶν λεγομένων δύναμις τοιαύτη.
εἰ μὴ παύσῃ μαχομένη καὶ πόλεμον ἐγείρουσα κατὰ τῶν ἱερῶν τῆς ἐκκλησίας δογμάτων, οὐκ ἂν φθάνοις φθείρουσα τὴν σὴν αὐθεντίαν καὶ τὸν τῆς οἰκείας δόξης ὄλεθρον αὐτὴ ἑαυτῇ δημιουργοῦσα καὶ ἐξυφαίνουσα. τούτων αὐτήκοος ἡ βασιλὶς γεγονυῖα ἐχαλέπηνέ τε καὶ ὀξύτερον ἀνεβόησε, λοιδορουμένη σφόδρα τἀνδρὶ, καὶ ἀπειλοῦσα τὰ μέγιστα τῶν δεινῶν, εἰ τῶν βασιλείων ἔνδον ὀφθείη τοῦ λοιποῦ. κἄπειτα διαῤῥήξασα τὴν δέλτον ξὺν πολλῷ τῷ θυμῷ τὸν προκείμενον ᾔει κατὰ τοῦ πατριάρχου σκοπόν· καὶ συνεκάλει τοὺς ἐπισκόπους, καὶ ὅσοι τῆς τοῦ Παλαμᾶ φατρίας ὑπῆρχον, λῆρον ἡγησαμένη τὰ ἠκουσμένα. (2.) Ὅθεν ἀπεκλείοντο μὲν αἱ πύλαι τῶν βασιλείων ἅπασιν, ὅσοι τῷ πατριάρχῃ συνηγοροῦντες εἶεν· ἀπεκλείετο δ’ ὁ πατριάρχης αὐτὸς παῤῥησίας ἁπάσης καὶ τῆς ἐς τὴν σύνοδον ἐκείνην τῶν ἐπισκόπων ἀπαντήσεως. καὶ οὕτως ἐρήμῃ χρησάμενοι δίκῃ καθαίρεσιν ἔγγραφον ἐποιήσαντο κατ’ αὐτοῦ, δι’ οὐδὲν ἕτερον αἴτιον, ἢ ὅτι τὸν Παλαμᾶν ὁμοῦ ταῖς αὐτοῦ καινοφωνίαις ἀναθέματι καθυπέβαλλε, καὶ τὸν ὑπὲρ ἐκείνου κατέλυε τόμον ὑστερογενέσιν ἑτέροις τόμοις.
ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐν τούτοις ἡ βασιλὶς ἀνηλωκυῖα περὶ δύσιν ἡλίου τρυφῶσαν παρετίθει τράπεζαν καὶ χλιδῶντα συμπόσια τοῖς ἐς τὴν τοῦ πατριάρχου καθαίρεσιν ἀγωνισαμένοις· καὶ γέλωτές τινες οὐ μάλα εὐσχήμονες καὶ χαρμόσυνα διηγήματα πανταχόθεν τὴν εὐωχίαν ἐκείνην συνεκρότουν τε καὶ ἐθώπευον. ἄρτι δὲ περὶ τὰς τῶν ὀρνίθων ᾠδὰς τῆς νυκτὸς γενομένης ἐκείνης, πάντα ἐς τοὐναντίον τὰ τῆς χαρᾶς ἐκείνης ἀντέστραπται. ἑσπέρας γὰρ ηὐλίσατο ἀγαλλίασις, καὶ εἰς τὸ πρωὶ̈ κλαυθμός. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. (Ζ.) Τῷ δὲ βασιλεῖ Καντακουζηνῷ, τῶν βασιλείων ἐντὸς γενομένῳ, προσήκων τόπος ἥκιστα ἦν εἰς καταμονήν· καὶ ταῦτα μήπω μηδὲ τῆς συζύγου παρούσης, ἀλλ’ ἐν Διδυμοτείχῳ διατριβούσης ἔτι. οἷς μὲν γὰρ ἁρμόττουσαν ἔχειν ἐνῆν οἰκήμασι δίαιταν βασιλεῖ, ταῦτα προκατέχουσαν οὐκ ἐξέστησεν Ἄνναν τὴν βασιλίδα ξύν γε τῷ παιδὶ καὶ βασιλεῖ Ἰωάννῃ, οὐδ’ ἐμποδὼν ἐγεγόνει τὴν προτέραν σφᾶς ἐν τούτοις ἔχειν ἀνάπαυσιν· ἀλλ’ ὥσπερ σφίσι τῶν βασιλικῶν πρωτείων ἐξεκεχωρήκει λαμπρῶς ἔν τε καθέδραις καὶ εὐφημίαις, οὕτω κἀν ταῖς οἰκήσεσιν ἐπεπράχει.
αὐτὸς δ’ ἐν τοῖς περὶ τὸν Ἀλεξίου τοῦ πάλαι μέγιστον τρίκλινον ἐρειπίοις μᾶλλον ἢ οἰκήμασιν εἰπεῖν δέδωκε φέρων οἰκεῖν ἑαυτόν. (Η.) Ἰωάννην γε μὴν τὸν πατριάρχην, δέσμιον τηνικαῦτα παρόντα τοῖς βασιλείοις εὑρὼν, οὐδὲ μιᾶς ἠξίωσε προσαγορεύσεως. διώκτην γὰρ αὐτοῦ καταστάντα, καὶ θερμὸν ἐξ ἀρχῆς πολέμιον, οὔτ’ εὖ τι δρᾷν εἶχε, τῆς καρδίας ἥκιστα προθυμουμένης ὁμαλὸν πρυτανεύειν οὐδέν· οὔτ’ αὖ τοῖς αὐτοῦ κακοῖς κακὰ προστιθέναι κέκρικεν ἕτερα δεῖν· πλὴν ὅτι ταῖς τοῦ Παλαμᾶ πειθόμενος εἰσηγήσεσι τῇ τε τῆς ἐπισκοπῆς καθαιρέσει προσεπῆγε καθαίρεσιν καὶ ἅμα ἐν τῇ τοῦ θείου Βασιλείου μονῇ προστεταχὼς ἀπενεχθῆναι τέως ἐς Διδυμότειχον ἐκεῖθεν ἐξόριστον μετ’ ὀλίγον αὐτὸν ἐπεπόμφει. (Θ.) Καὶ ταυτὶ μὲν, ἰδίας καὶ πολυτελεστέρας δεόμενα πραγματείας, κεφαλαιώδως πως ἡμεῖς καὶ σφόδρα τοι πεφεισμένως οὑτωσὶ διεξεληλύθειμεν, πλείσταις ἄλλαις διεξιέναι λόγοις ἀφθονωτέροις τὰς ὑποθέσεις γλώτταις παραχωροῦντες, καὶ ἄλλοτ’ ἄλλαις ἀεὶ πανταχόθεν εἰς ἕνα τινὰ συγκεκροτημένον ἐχούσαις δρόμον τὸ πέρας·
PG 148:1031οἷς ἐντυγχάνειν τέ ἐστι ῥᾷστα τοῖς βουλομένοις καὶ ἅμα τὸ πολύχουν τε καὶ ποικίλον τῶν ὑποθέσεων ἀκριβέστερον ἐκμανθάνειν. τούτων δ’ οὕτως ἐχόντων, ἐξέσται λοιπὸν ἐπανιοῦσι τῶν τῆς ἱστορίας ἡμῖν ἐκείνων ἔχεσθαι πάλιν ὁμοίως εἱρμῶν, κἀκεῖθεν τῆς τῶν ἑξῆς ἀφηγήσεως ἄρχεσθαι, τὰ πλείω συντομίας εἵνεκα τῶν μεταξὺ, καὶ ὅσα πλείστοις ἄλλοις ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν εἰρημένα, παραλιμπάνοντας. ι. Ἐπεὶ γὰρ τοῖς περὶ τὸν Παλαμᾶν τὸ σπουδαζόμενον ἅπαν ἦν, ἀεὶ συνιστᾷν καὶ ἐποικοδομεῖν τὰς σφῶν αὐτῶν καινοφωνίας, πόῤῥωθέν τε καὶ ἐγγύθεν, ἔπειθ’ ὑποῤῥέοντα μὲν πρὸς τὸ ἀδοξότερον τὰ τῶν Βυζαντίων ἑώρων πράγματα, τὰ δὲ τοῦ Καντακουζηνοῦ πρὸς τὸ ἐπικρατέστερον ἀνιόντα, Ἄνναν μὲν ἐς προὖπτον αὐτοὶ καὶ λαμπρῶς ἐθώπευον τὴν βασιλίδα, διά τε τῶν αὐτῇ προσῳκειωμένων ἀρχόντων καὶ ὅσον τὴν βασίλειον ἐπλήρου γυναικωνῖτιν πλῆθος, ἵνα δὴ συναγωνιζομένην ἔχοιέν σφισιν αὐτὴν ἅμα τοῖς ἀμφ’ αὐτὴν ἅπασιν· εἶχον γὰρ εὐφυῶς ὑποδραμεῖν καὶ ἀναμοχλεῦσαι ῥᾷστα γνώμας ἀνθρώπων, τοῦ πονηροῦ παραθήγοντος πνεύματος·

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
λάθρα δὲ γραφαῖς καὶ πολυτρόποις μηχαναῖς τῷ Καντακουζηνῷ συνεκρότουν, πόῤῥωθεν καὶ αὐτὸν ἐς τὰς οἰκείας καινοφωνίας μεθέλκοντές τε καὶ ἁρμοζόμενοι. διὸ καὶ τοῖς προδιδοῦσιν αὐτοὶ συνήργουν τὰ κράτιστα ἐς τὴν τοῦ Καντακουζηνοῦ πρὸς Βυζάντιον εἴσοδον. καὶ οὑτωσὶ λοιπὸν ἐξανδραποδισαμένοις ἐκείνου τὴν γνώμην ἅπασαν μικρόν τι τὸ κωλύον ἅπαν ἐνομίζετο, καὶ μόγις μέγα, φέρειν καὶ ἄγειν Καντακουζηνὸν εἰς ἅπαν τὸ σφίσι βουλόμενον, ἀφ’ οὗ τὸ βασίλειον ἐς τὸ ἐντελὲς περιεζῶσθαι ξυνεῤῥύη κράτος. (Β.) Δόξαν οὖν ἐς τοὺς ἰδίους τῷ Παλαμᾷ τρόπους ἀνυσιμώτατον δυοῖν πεπραχέναι θάτερον· ἢ ἑαυτὸν, εἰ δυνηθείη, τοῖς πατριαρχικοῖς ἐγκαθιδρῦσαι θρόνοις, ἢ γοῦν τῆς φατρίας τό γε δεύτερον ἕνα ὁντινοῦν· ἐπειδήπερ αὐτῷ μὲν ἥκιστα κατὰ σκοπὸν ἐχώρει τὸ πρᾶγμα, ἀντεισενεγκεῖν Ἰσίδωρον ἐξεγένετο, ὃς Μονεμβασίας μὲν ἐψήφιστο πρότερον· ἔπειτα διὰ τὸ ταῖς τοῦ Παλαμᾶ καὶ αὐτὸν ἁλίσκεσθαι καινοφωνίαις καθῄρηταί τε καὶ τῆς ἱερᾶς ἀφώρισται κοινωνίας· δι’ ὃν δὴ καὶ πατριαρχεύσαντα νῦν τὸ τῆς ἐκκλησίας εὐθὺς ἐῤῥάγη σύστημα.
PG 148:1033(Γ.) Καὶ πρῶτον μὲν τῶν ἐπισκόπων οἱ πλείους ἐς τὸ τῶν θείων ἀποστόλων ἀθροισθέντες τέμενος, δεύτερον δ’ ἐς τὴν Στεφάνου τοῦ θείου πρωτομάρτυρος μονὴν, αὐτόν τε Ἰσίδωρον καὶ ὅσοι ὁμόφρονες εἶεν ἀναθέματι κανονικῷ καθυπέβαλλον, καὶ ἅμα τὴν ψῆφον ὑπογραφαῖς ἰδίαις κυρώσαντες παῤῥησίᾳ σφίσιν ἐπεπόμφεισαν. ἐφ’ οἷς ἀχθεσθέντες σφόδρα τὸν βασιλέως θυμὸν ὀξύνουσι κατ’ αὐτῶν. κἀντεῦθεν τοῖς μὲν παραθεωρεῖσθαι ξυνέβαινε, κἀξ ἐνδόξων ἀδόξοις καθίστασθαι, κἀξ εὐπόρων αὖ αἰφνίδιον ἀπόροις· τοῖς δ’ ὑπερορίοις γίνεσθαι τῆς μεγάλης πόλεως, οἷς μὲν ἑκοῦσιν, οἷς δ’ οὔ. (Δ.) Καὶ τὰ ἐπὶ τούτοις ἔστι διηγουμένων ἑτέρων ἀκούειν πλατύτερον· ὅπως μὲν ἄλλος ἄλλοθι διεσπάρησαν ἅπαντες, καὶ ἀπεῤῥίφησαν μετὰ τῆς παῤῥησίας καὶ τῶν ἐλέγχων· ὅπως δ’ αὖ τῶν πανταχῆ θαλάσσης τε καὶ γῆς ὀρθοδόξων ἐς Βυζάντιον συχνὰ ἐσεφοίτα γράμματα, ζήλου θείου μεστὰ, περιφανεῖ παραπεμπόντων ἀναθέματι Παλαμᾶν ὁμοῦ καὶ Ἰσίδωρον, καὶ ὅσοι ὁμόφρονες ἔκ τε Ἀντιοχέων φημὶ καὶ Ἀλεξανδρέων καὶ ἅμα Τραπεζουντίων ἐπισκόπων καὶ πρεσβυτέρων· ἔκ τε Κυπρίων ὁμοῦ καὶ Ῥοδίων καὶ ὀρθοδόξων προσοίκων·
PG 148:1035ἔκ τε Μυσῶν καὶ Τριβαλλῶν, καὶ ὅσοι τοῖς τῶν θείων πατέρων ὅροις ἐμμένειν μακρῷ παρειλήφεσαν ἐθισμῷ, καὶ μηδέν τι νεώτερον δέχεσθαι παρ’ οὐδενὸς τῶν ἁπάντων, κἂν ἀγγέλων τις ἐξ οὐρανοῦ κομίζῃ. ια. Ἡμεῖς δ’ ἐς τοσοῦτον ἥκομεν τοῦ παρενεχθῆναι λαθεῖν τῷ πολυειδεῖ καὶ ποικίλῳ τῶν ὑποθέσεων, ὥσθ’ ἃ παρεῖται δοκεῖν εἶναι τὰ καιριώτερα. τὰ δέ ἐστιν, ὅπως τε ἑκάτερος ἑκατέρῳ χορηγῷ καὶ ταμίᾳ τοῦ ἀξιώματος ἐχρήσατο· Καντακουζηνῷ μὲν Ἰσίδωρος τῆς πατριαρχίας, Καντακουζηνὸς δ’ Ἰσιδώρῳ τῆς βασιλείας τὸ δεύτερον. ἡ γὰρ ἐν Διδυμοτείχῳ πρὶν ἀναγόρευσις τὸ τέλειον ἔχειν ἥκιστα ἐδόκει τοῖς Παλαμίταις. (Β.) Γεγονέναι δὲ τὰ τοιαῦτα συμπέπτωκε κατὰ τὸν ἐν Βλαχέρναις θεῖον νεών. τὸ γὰρ θαῦμα τῆς οἰκουμένης ἐκεῖνο, τὸ μέγα λέγω καὶ περιβόητον τῆς τοῦ θεοῦ Σοφίας τέμενος, ἀφ’ οὗ τὸ μέρος ἐκεῖνο καθῄρηται, πρὸς τὸ ἀχρεῖον φεῦ ἀπενεχθὲν, μακράν τινα τὴν ἀωρίαν εἶχε τοιαύταις ἑορταῖς διακονεῖσθαι καὶ πανηγύρεσιν. μὴ οὖν πρὸς τοσοῦτον οὗτος ἀποχρῶν πλῆθος πνιγηρόν τι χωρίον ἐδόκει καὶ ἀτερπές.
τοῦ γὰρ δημοσίου βήματος ἐκείνου μῆκος ἀνάλογον ἔχειν ἀπαιτουμένου τῷ τε ὕψει καὶ πλάτει, ἐφ’ οὗ τοὺς βασιλικοὺς ἔδει τεθῆναι θρόνους, ἐχρῆν ἑκατέρωθεν τὴν προσήκουσαν ἔχειν εὐρυχωρίαν καὶ τοὺς τοῦ θεραπευτικοῦ τάγματος, ὁπότε δεήσειεν· ὡς εἶναι βραχὺ λοιπὸν τὸ λειπόμενον τοῦ νεὼ πρὸς ὑποδοχὴν διαφόρων ὄχλων. ὅμως ἐφαμίλλου τῷ μεγίστῳ θείῳ ἐκείνῳ τεμένει τῶν πάντων ὄντος οὐδενὸς, ὁ δεύτερος ἐξ ἀνάγκης ἔδοξε πλοῦς εἰς τὴν χρείαν αὐτός. (Γ.) Καὶ ἦσαν οἱ τοὺς βασιλικοὺς τηνικαῦτα θρόνους πληροῦντες ἐκείνους δυοῖν τε βασιλέων ὁμωνύμων ὁμοφροσύνη καὶ ἅμα βασιλίδες τρεῖς, Ἄννα τε καὶ Εἰρήνη ἡ Καντακουζηνὴ μετὰ τῆς θυγατρὸς Ἑλένης. τούτων δ’ οὕτω τετελεσμένων, περὶ δεκάτην ὥραν που τῆς πρώτης καὶ εἰκοστῆς τοῦ μαί̈ου ἵππων εὐθὺς ἐπιβάντες, ὡς εἶχον, μετὰ τῶν βασιλικῶν ἐνδυμάτων ἐκείνων ἧκον ἐς τὸ παλάτιον. κἀκεῖ τὴν συνήθη πεποιηκότες ἐμφάνειαν ἀφ’ ὑψηλοῦ τοῦ βήματος εἶτα κατῄεσαν, καὶ τράπεζαν παρετίθεσαν, ἐπὶ πέντε θρόνων αὖθις καθίσαντες. (Δ.) Τοσαύτῃ δὲ πενίᾳ κατείχετο τὰ βασίλεια τηνικαῦτα, ὥστ’ οὐδὲν ἦν τῶν τρυβλίων καὶ ἐκπωμάτων ἐκεῖ χρυσοῦν ἢ ἀργυροῦν·
ἀλλ’ ἔνια μὲν καττιτέρινα, τὰ δ’ ἄλλα πάντα κεραμεᾶ καὶ ὀστράκινα. ἐξ ὧν ἔξεστι συνιέναι τοῖς ὅσοι μὴ ἀδαεῖς τῶν τοιούτων καὶ περὶ τῶν ἄλλως ὀφειλομένων, ὁπόσα μὴ κατὰ τὸ εἰκὸς τελεῖσθαι ξυνέβαινε, τῷ τῆς ἐνδείας βιαίῳ τῶν τότε τυραννουμένων πραγμάτων καὶ λόγων καὶ ἐγχειρημάτων. ἐῶ γὰρ λέγειν, ὅτι καὶ τὰ βασιλικὰ τῆς ἑορτῆς ἐκείνης διαδήματά τε καὶ περιβλήματα, ὡς ἐπὶ τὸ πλεῖστον, χρυσοῦ μὲν εἶχον τὴν φαντασίαν καὶ λίθων δῆθεν πολυτιμήτων· τὰ δ’ ἦν ἐκεῖνα μὲν ἀπὸ σκύτους, ὁπόσα χρυσὸς ἐπιχρώζει πρὸς τὴν τῶν σκυτέων ἐνίοτε χρείαν· ταῦτα δ’ ἐξ ὑέλων, παντοδαπὴν ἐχόντων χροιὰν πρὸς τὸ διαυγές. ἦσαν δ’ οὗ καὶ σποράδην εἰπεῖν εὐκοσμίαν ἔχοντες ἀληθεύουσαν λίθοι πολυτελεῖς καὶ μαργάρων στιλπνότης, οὐκ ἀπατῶσα τὰς ὄψεις· οὕτως ἔῤῥει καὶ σφόδρα ἔσβη καὶ κατηνέχθη τὰ τῆς ἀρχαίας ἐκείνης εὐδαιμονίας τε καὶ λαμπρότητος τῶν Ῥωμαϊκῶν πραγμάτων· ὡς νῦν γε μηδ’ ἄνευ αἰσχύνης ἔχειν ἡμᾶς ἐκτιθέναι τὴν τῶν τοιούτων ἀφήγησιν. (Ε.) Αἰτίαι δ’ ἦσαν τῆς τοιαύτης καταφορᾶς τε καὶ κακοδαιμονίας· πρώτη μὲν, ἡ τῶν ἐμφυλίων στάσεων φορά τε καὶ σύγχυσις·
PG 148:1037ᾗ ῥᾴστη μὲν ἡ τῶν ὄντων ἦν χρηματικῶν εἰσόδων ἀνατροπή· ῥᾴστη δ’ ἡ τῆς οὐκ οὔσης δαπάνης εὕρεσις καὶ ἐπίνοια· δευτέρα δὲ καὶ τελευταία, τὸ φιλάργυρόν τε καὶ χρυσομανὲς τῆς γνώμης τῆς τε βασιλίδος Ἄννης καὶ Ἀλεξίου τοῦ Ἀποκαύκου· οἷς ἡ τοῦ στρατεύεσθαι χρεία κατὰ τοῦ Καντακουζηνοῦ, πρόφασιν παρασχοῦσα πλουτεῖν κακοτρόπως, ὅλαις ἐξαντλεῖν ἐπινενόηται χερσὶ τὰ ἐκ πολλοῦ τοῖς βασιλικοῖς ταμιείοις ἐντεθησαυρισμένα πολυτελῆ κειμήλια. προςποιούμενοι γὰρ ἑτέροις πιπράσκειν τὰ μὲν αὐτῶν αὐτοὶ κατ’ ἐκλογὴν ἐσφετερίζοντο λάθρα· τὰ δ’ αὐτοὶ ἑαυτοῖς ἐπίπρασκον, πάνυ τοι εὔωνον, καὶ ὁποία βουλομένοις σφίσιν ἦν, τὴν πρᾶσιν ποιούμενοι. ἦν δ’ ὅμως καὶ ἐξεπίτηδες τὸ γινόμενον, ὡς αὐτοῖς ἐνίοτε ἐκλαλούμενον ἦν· ἵν’ εἰ τύχοι παρειληφὼς τὴν βασίλειον ἀρχὴν ἐς Βυζάντιον εἰσεληλυθὼς ὁ Καντακουζηνὸς, μὴ εἶναί οἱ χρημάτων εὐπορίαν, δι’ ὧν τοῖς ἡγεμόσιν ἰσχὺς κατ’ ἐχθρῶν περιγίνεται καὶ κόσμος τῇ ἀρχῇ δημιουργεῖται· ἀναλογίαν γὰρ ἔχειν βίῳ παντὶ τὰ χρήματα, καὶ μάλιστα πάντων ταῖς ἡγεμονικαῖς ἀρχαῖς, ὁποίαν δήπου τοῖς πᾶσι ζώοις ἡ τῶν νευρῶν σύμπηξίς τε καὶ ἁρμονία.
PG 148:1039(2.) Ὅθεν ἐλθόντι τῷ Καντακουζηνῷ πάντ’ ἦν παντάπασι κεκενωμένα τὰ βασιλέων ταμιεῖα· καὶ πλὴν ἀέρος καὶ κόνεως καὶ τῶν Ἐπικουρείων εἰπεῖν ἀτόμων, εὕρηται πλέον οὐδὲν ἐν αὐτοῖς. δέον οὖν ζητῆσαι καὶ λαβεῖν ἃ μὲν ἐκ τῆς βασιλίδος Ἄννης εἰς τὰς τῶν βασιλικῶν ἐνεργειῶν ἀναγκαίας δαπάνας· ἃ δ’ ἐκ τῶν τὰ δημόσια κατεδηδοκότων, κἀκεῖθεν πορισαμένων τὴν τοῦ πλουτεῖν εὐπορίαν, κἀκ πενήτων πάνυ τοι γεγονότων ἐξαίφνης πλουσίων· ὁ δὲ σιωπῇ παρέδραμεν ἅπαντα· εἴθ’, ὡς ἐμοὶ δοκεῖ, τῇ συμφυεῖ καὶ συντρόφῳ πραότητι κἀνταῦθα χρώμενος· εἴθ’, ὡς ὁ τῶν πλείστων ἐκράτει λόγος, δειλίας τε συνισχημένος τρόποις ἐξ ὁμοφυοῦς τινος ἀφελείας καὶ ἅμα δεδιὼς ἀδόκητόν τινα στάσιν, ἔτι τεταραγμένων αὐτῷ τῶν πραγμάτων καὶ ἀνωμάλων ὄντων. (Ζ.) Τοσοῦτον γὰρ ἀπέσχετο τοῦ μηδενὶ δι’ ὄχλου γενέσθαι τῶν ὅσοις, τῷ καιρῷ πρὸς ἁρπαγὴν χρησαμένοις συμμάχῳ, διανείμασθαι ξυνεπεπτώκει τά τε αὐτοῦ καὶ τὰ τῶν ἀκολουθησάντων αὐτῷ πράγματα, οἰκίας τε καὶ ἀγροὺς δηλαδὴ, καὶ ὅσα χρυσὸς καὶ μάργαρος καὶ λίθοι πολυτελεῖς συνοικοδομοῦσι καὶ συνυφαίνουσιν·

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὥστε καὶ ὀφείλων ἀποδοῦναι πρὸς τῶν ἡρπακότων ἀνειληφότα μὲν τὸ οἰκεῖον ἅπαν πρότερον τοῖς μυρίους ὑπομεμενηκόσι δι’ αὐτὸν κινδύνους, προςαποδοῦναι δ’ αὖ καὶ τὰ τοῖς πόνοις ἀνάλογα ἔπαθλά σφισιν, ὁ δὲ οὐδ’, ὅποι καταλύσειεν ἐκείνων ἕκαστος ἑσπέρας, ἦν πεφροντικώς· ἀλλὰ καὶ ἀπαιτοῦσιν ἐπετίμα, καὶ καταβοῶσιν ἤχθετο, καὶ διανυκτερεύοντας ἐν τοῖς ὑπαίθροις καὶ πλανωμένους ἐς ἀλλοτρίας θύρας ὑπερεώρα, ὑπόδειγμα τιθεὶς, ὡς ἔφασκε, σφίσιν αὐτὸς ἑαυτὸν διὰ τῆς τῶν παθημάτων ταὐτότητος, ὥσπερ τις βραβευτὴς καὶ ζυγοστάτης μέσος ἱστάμενος καὶ νέμων ἐπίσης ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τὴν τοῦ βίου ῥοπὴν καὶ τὴν τῶν ὕβρεων πρόφασιν· ῥίζοθεν οὕτως ἐκτέμνων καὶ ἀποφράττων κακῶς τὰς τὸ δίκαιον σοφιζομένας τῆς κρίσεως γλώττας. ἀλλὰ περὶ μὲν τοῦ εὖ τε καὶ ὡς ἑτέρως τὰ τοιαῦτα τῷ Καντακουζηνῷ ἐψηφίσθαι τε καὶ πεπράχθαι κρίνειν παρίημι τοῖς τῇδε τῇ ἱστορίᾳ κατὰ τὸ εἰκὸς ἐντυγχάνουσι, καὶ συνάπτειν εὐφυῶς δυναμένοις ταῖς ἀρχαῖς τῶν πραγμάτων τὰ τέλη, καὶ παρεξετάζειν, ὥσπερ ἐφ’ ἑνός τινος σώματος, τὴν ἀλληλουχίαν καὶ συστοιχίαν τῶν κατὰ μέρος καὶ καθ’ ἕκαστα πεπραγμένων τε καὶ λελεγμένων.
ἐγὼ δ’ ἐκεῖσε ἐπάνειμι. (Η.) Ἑβδόμη γὰρ μετὰ τὴν ἀναγόρευσιν καὶ στεφηφορίαν ἐκείνην ἡμέρα παρῆν· καὶ ὁ αὐτὸς ἐν Βλαχέρναις εἶχε θεῖος ναὸς μετὰ τοῦ βήματος καὶ τῶν δίφρων ἐκείνων τούς τε βασιλέας ὁμοῦ καὶ τὰς βασιλίδας· καὶ τὰ νόμιμα τῆς τῶν νέων βασιλέων προετελεῖτο συζυγίας, Ἰωάννου φημὶ καὶ Ἑλένης, τοῦ μὲν ἑξκαιδεκαέτους ὄντος, τῆς δὲ δυοῖν ὑποβεβηκυίας ἐτῶν ἐκείνου. ιβ. Ἐπεὶ δὲ στρατὸς καὶ δῆμος ἅπας ἤσχαλλέ τε καὶ τὰ μέλλοντα μᾶλλον ἢ τὰ παρόντα ἐδεδίει δικαιωτήρια, διὰ τὸ ἐκκεκόφθαι καὶ ἀφωρίσθαι τῆς τῶν Χριστιανῶν κοινωνίας πρὸς τοῦ πατριαρχεύσαντος Ἰωάννου, τῆς ἐμφυλίου στάσεως ἄρτι καθισταμένης, εἴ τίς τε Καντακουζηνὸν ὡς βασιλέα καὶ εἴ τις Παλαμᾶν μετὰ τῆς φατρίας εἰς κοινωνίαν προσίεσθαι βούλοιτο, ἔγγραφον ὁ πατριαρχεύων τέως Ἰσίδωρος, ἐπ’ ἄμβωνος ἀναβεβηκὼς, διεξῆλθε συγχώρησιν, ἣ καὶ ἦν τῶν ἁπάντων οὐδεὶς ᾧ ἤρεσκέ τε καὶ προσεδέδεκτο·
ἀλλ’ ὑπηνέμια παντάπασιν ἐδόκει, καὶ ἀμυδρότερα πάσης σκιᾶς, καὶ χλεύης καὶ μυκτῆρος ἄξια μακροῦ, καὶ μικροῦ δέω λέγειν, ἦν οὐδεὶς ᾧ μὴ γέλως τὰ λεγόμενα ἦν, καὶ ὅμοια ὥσπερ ἂν εἴ τις ἄμφω τὰς ὄψεις τελέως ἀφῃρημένος τοὺς τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένους ἰατρεύειν ὑπισχνεῖτο. τοῖς γε μὴν σεμνοτέροις ταῦτα δὴ τὰ τοῦ εὐαγγελίου διὰ γλώττης ἦν, ἔξελε (φάσκουσι) πρῶτον, ὑποκριτὰ, τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου· καὶ αὖ ἐπὶ τούτοις ὁπόσα γε τούτοις ὁμόστοιχα. δέον γὰρ αὐτὸν (ἔφασκον) συγγνώμην ἑαυτῷ τὴν μείζω ζητεῖν ἐπὶ διπλοῖς καὶ πολλαπλοῖς τοῖς ἐγκλήμασιν, ὁ δὲ τοὺς οὐδὲν αὐτοῦ δεομένους ἀναιδῶς οὑτωσὶ θεραπεύειν ἠξίου, τοὺς μὴ πάνυ λεπροὺς, εἰπεῖν, ὁ πάνυ λεπρὸς, καὶ τοὺς μικρᾶς δεομένους καθάρσεως ὁ ῥύπου καὶ πηλοῦ μεστὸς, κατὰ τοὺς χοίρους, οἳ τῷ βορβόρῳ ἐγκαλινδοῦνται. τοιούτοις μὲν δὴ καὶ μείζοσι τούτων αἱ πολλαὶ καὶ διάφοροι γλῶσσαι τῶν τηνικαῦτα παρόντων ἐκεῖ πρὸς αὐτὸν ἐπετόξευον σκώμμασι·
PG 148:1041καὶ σύνδυο καὶ σύντρεις ἐκ διαστήματος ἀθροιζόμενοι διηπόρουν ἀλλήλοις τά γε τοιαῦτα κοινούμενοι καὶ τὴν ἀναίδειαν λοιδοροῦντες ἐκείνου λάθρα καὶ ὑπ’ ὀδόντα. (Β.) Ἦσαν δ’ οἳ καὶ ἐκκεκαλυμμένως ἐς προὖπτον ἐλοιδοροῦντο τἀνδρὶ, μηδὲν ὑγιὲς μήτε δρῶντι, μήτε λαλοῦντι, μήτ’ ἐν τῷ τότε παρόντι τῆς ὥρας, μήτ’ ἐς τοὐπιὸν τοῦ χρόνου. μετὰ γὰρ βραχύν τινα χρόνον, διὰ τὸ τῆς αὐτοῦ ῥαγῆναι κοινωνίας τοὺς πλείους τῶν ἐπισκόπων καὶ πρεσβυτέρων, πλῆθος ἀγοραῖον ἑαυτῷ θιασώτας ἀθροίσας τοιούτων τὴν ἐκκλησίαν ἀντὶ τῶν ῥαγέντων ἐνέπλησεν, ἐπισκόπους σχεδιάσας καὶ πρεσβυτέρους ἑτέρους, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς σπαρτοὺς καὶ αὐθημερινοὺς γίγαντας, καὶ οὕτω κατὰ τῆς εὐσεβείας ἀμαθῶν λογίων ὁπλίσας πλεῖστα συνέδρια. (Γ.) Ἔπειτα θεραπεύειν ἠξίου λυπούμενον τῆς τῶν πατριαρχικῶν ἀποτυχίας θρόνων τὸν Παλαμᾶν, διδάσκαλόν τε ὄντα τοῦ θιάσου καὶ τῆς φατρίας καί οἱ τῶν ἀξιωμάτων αἴτιον· καὶ τοῦτον ἐπίσκοπον χειροτονεῖ Θεσσαλονικέων·
PG 148:1044οἷ καὶ ἀπιόντα μήτε τινὸς τετυχηκέναι ξενίας πρὸς τῶν ἐκεῖ ξυμπέπτωκε πολιτῶν, καὶ ἅμα τὴν ἀπὸ Σκυθῶν πόῤῥωθεν εἰληφότα ῥῆσιν, εἰπεῖν, καθάπερ τι Κυλώνειον ἄγος ἐξ αὐτῶν εὐθὺς ἐπανιέναι ἐληλαμένον τῶν τῆς πόλεως ἀγρῶν καὶ προαστείων, πρὶν ἐντὸς γενέσθαι πυλῶν καὶ πρὶν ἐγγὺς ἐληλυθέναι τείχους. (Δ.) Ἀλλὰ ταυτὶ μὲν ἑτέροις καταλελοιπότας ἡμᾶς, οἳ πραγματείαν εἰς μῆκος ἰδίαν πεποίηνται πάνθ’ ὁπόσα τοῖς ἐκκλησιαστικοῖς συμβέβηκε τότε δόγμασιν, χρεὼν, ἃ τῇ ἱστορίᾳ κεφαλαιώδως πως εἰρῆσθαι προσῆκον, ἤδη διεξιέναι κατὰ τὸν ἄνω που παραλελειμμένον εἱρμόν. α. Τῶν μὲν οὖν Θρᾳκικῶν πόλεων οὐδεμία, πλὴν τῆς παραλίου Μηδείας, ἐλέλειπτο, τοῦ μὴ ἐς ὑποταγὴν καταστῆναι τῷ Καντακουζηνῷ μετὰ τὴν ἐς Βυζάντιον εἴσοδόν τε καὶ τὸ τῆς αὐτοκρατορικῆς ἀναγορεύσεως ἐντελές. ἐν δὲ Μακεδονίᾳ, τῶν ἄλλων ὑπηκουσῶν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι, Βέῤῥοια μὲν καὶ αὐτὴ μετ’ ὀλίγον τῶν ὑπηκόων αὐτοῦ ἐγεγόνει, συμμαχίας ἄνευ ἐπὶ μακρὸν ἀντέχειν οὐ δυναμένη πρὸς βαρβαρικὴν καὶ ἐπίμονον μάχην, φυγάδος ἐκεῖθεν μεταξὺ γενομένου τοῦ τηνικαῦτα ἐπιτροπεύοντος Μανουὴλ, τοῦ τοῦ βασιλέως υἱοῦ.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:1046Θεσσαλονίκῃ δ’ οὐκ ἤρεσκεν οὐδενὶ προσρυῆναι, μήτε τῷ Καντακουζηνῷ, μήτε μὴν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι. (Β.) Στάσις γὰρ ἐκ πολλοῦ κατεῖχεν αὐτήν· καὶ Ζηλωτῶν οὑτωσί πως ὠνομασμένων ἄθροισμα τῶν ἄλλων ἐπρώτευε· καὶ ἦν πρὸς οὐδεμίαν τῶν πολιτειῶν τὴν μίμησιν ἀναφέρουσα. οὔτε γὰρ ἀριστοκρατική τις ἦν, ὁποίαν τοῖς πάλαι Λυκοῦργος Λακεδαιμονίοις ἀνύειν προσετετάχει· οὔτε τις δημοκρατικὴ, καθάπερ τῶν Ἀθηναίων ἡ πρώτη τε καὶ ἣν ἐκ τετραφύλων εἰς δεκαφύλους ἐπεπράχει Κλεισθένης· οὔθ’ ἥν τε Ζάλευκος τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἐβράβευσε καὶ ἣν τοῖς ἐν Σικελίᾳ Χαρώνδας ὁ Καταναῖος· οὔτε τις ὑπὸ δυοῖν ἢ πλειόνων εἰς ἕν τι κραθεῖσα καινότερον εἶδος, ὁποῖαί τινες ἦσαν ἥ τε Κυπρίων καὶ ἣν ἐν τῇ πάλαι Ῥώμῃ τὸν δῆμον, κατὰ τῶν ὑπατικῶν ἀνδρῶν στασιάσαντας, καταστήσασθαι λέγεται· ἀλλ’ ὀχλοκρατία ξένη τις καὶ οἵαν φέροι ἂν καὶ ἄγοι τὸ αὐτόματον.
θρασύτεροι γάρ τινες, εἰς αὐτοχειροτόνητον αὐθεντίας ἄθροισμα συλλεγέντες, πᾶσαν ἐκεῖ κατατρέχουσιν ἡλικίαν, τῆς τε πόλεως ἐκδημαγωγοῦντες τὸν ὄχλον πρὸς τὸ βουλόμενον καὶ τῶν πλουτούντων ἀφαιρούμενοι τὰς οὐσίας, τρυφῶντές τε αὐτοὶ καὶ μηδενὶ τῶν ἔξωθεν ὑπεῖξαι κελεύοντες ἡγεμόνων, ἀλλὰ τοῦτ’ εἶναι κανόνα καὶ νόμον τοῖς ἄλλοις, ὅπερ ἂν ἐκείνοις δόξειεν. (Γ.) Ἥ γε μὴν Θρᾳκικὴ Μήδεια, ἣ δυτικωτέραν τε ἔχει Βυζαντίου τὴν θέσιν καὶ πρὸς τῷ ἄκρῳ τοῦ Εὐξείνου κειμένη πόντου σταδίους ἐντεῦθεν ἀπέχει μικρόν τι τετρακοσίων ἐπέκεινα, πρὸς ὀλίγον ἀποστατήσασα, καὶ καθ’ ἑαυτὴν γενομένη, πολλὰ μὲν ἔδρασε κατὰ Βυζαντίων δεινὰ, πλεῖστα δ’ ἐπεπόνθει· τέλος δὲ πολιορκηθεῖσα προὔδωκεν ἑαυτὴν Καντακουζηνῷ καθ’ ὁμολογίαν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε. (Δ.) Σεβαστοκράτορες δ’ ἐπὶ τούτοις ὑπὸ τοῦ βασιλέως οἱ δύο τῆς βασιλίδος Εἰρήνης κεχειροτόνηνται ἀδελφοὶ, Ἰωάννης καὶ Μανουὴλ, καὶ τοῖς τῷ τοιούτῳ προσήκουσιν ἀξιώματι παρασήμοις, ἔν τε καλύπτραις καὶ ὑποδήμασιν ἅμα, κεκόσμηνται.
ὧν ἅτερος, ὁ Ἰωάννης, ὀλίγῳ ὕστερον ἐς τὸ τῶν Ἐπιβατῶν ἀπιὼν φρούριον τῇ Ἀλεξίου τοῦ Ἀποκαύκου θυγατρὶ συνεζύγη· ᾗ συνῳκήκει πρότερον ὁ Παλαιολόγος Ἀνδρόνικος, ὃν πνιγῆναι κατὰ τὸν περὶ Διδυμότειχον καὶ Ἀδριανούπολιν ποταμὸν ἀνωτέρω που δεδηλώκαμεν. βραχὺν δ’ ἐκεῖ διατετριφότα χρόνον ἔπειθ’ ἑκόντα προὔπεμπε τὸν Ἰωάννην σύν γε τῇ νέᾳ συζύγῳ λαμπρῶς ἡ πενθερὰ ἐς τὸ τῆς Τραϊανουπόλεως ἔγγιστα φρούριον, τὴν τῶν Ἀδήλων λέγω μονήν. ἔνθα τὰς τῶν οἰκήσεων ἐπαύλεις καὶ τοὺς ἀγροὺς ἐκ πολλοῦ πρὸς Καντακουζηνοῦ κεκλήρωται τοῦ βασιλέως. ἐδεδίει γὰρ ἐκείνη, μὴ χειρωσάμενος ἐκεῖνος τὸ τῶν Ἐπιβατῶν φρούριον μετὰ τῶν χρημάτων ἐκεῖθεν ἐξόριστον ταύτην ποιήσηται. (Ε.) Κατὰ τοῦτον μέντοι τὸν χρόνον νόσημα τοῖς ἀνθρώποις ἐνέσκηψε βαρὺ καὶ λοιμῶδες, ἀρξάμενον ἀπὸ Σκυθῶν καὶ Μαιώτιδος καὶ τῶν τοῦ Τανάϊδος ἐκβολῶν ἦρος ἄρτι καθισταμένου, καὶ διήρκεσεν ἅπαντα τὸν ἐνιαυτὸν ἐκεῖνον, μεταβαῖνον καὶ διαφθεῖρον ὡσαύτως μόνην ἐς τἀκριβὲς τὴν παράλιον οἰκουμένην, πόλεις ὁμοῦ καὶ χώρας, τάς τε ἡμετέρας καὶ ὅσαι κατὰ τὸ συνεχὲς διήκουσιν ἄχρι Γαδείρων τε καὶ στηλῶν Ἡρακλείων.
PG 148:1047δευτέρου δ’ ἐπιόντος ἔτους μετέβη καὶ ἐς τὰς τοῦ Αἰγαίου νήσους. ἔπειτα καὶ Ῥοδίων ἥψατο, καὶ Κυπρίων ὁμοίως, καὶ ὅσοι τὰς ἄλλας νέμονται νήσους. ἐπενέμετο δὲ τὸ πάθος ἐπίσης ἄνδρας καὶ γυναῖκας, πλουσίους καὶ πένητας, γηραιοὺς καὶ νέους, καὶ ἁπλῶς εἰπεῖν, οὐδεμιᾶς οὔθ’ ἡλικίας οὔτε τύχης ἐφείδετο. ἐκενοῦντο δ’ οἰκίαι πλεῖσται καθάπαξ τῶν οἰκητόρων ἁπάντων μιᾶς ἡμέρας, ἢ καὶ δυοῖν ἐνίοτε, μηδενὸς μηδενὶ βοηθεῖν δυναμένου, μήτε δὴ τῶν γειτονούντων, μήτε μὴν τῶν κατὰ γένος καὶ καθ’ αἷμα προσηκόντων οὐδενός. οὐ μόνους γε μὴν ἀνθρώπους τὸ πάθος οὑτωσὶ διετέλει μαστίζον· ἀλλὰ καὶ εἴ τι κατ’ οἶκον ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐκείνοις συνέζη τε καὶ συνῴκει τῶν ἄλλων ζώων· κύνας φημὶ καὶ ἵππους καὶ ὀρνίθων παντοῖα γένη, καὶ εἴ τινες ἐν τοῖς τῶν οἴκων τοίχοις οἰκοῦντες ἔτυχον μύες. σημεῖα δὲ τοῦ τοιοῦδε νοσήματος ἦν ἐξανθοῦντα, καὶ τοῦ ἀθρόου πρόδρομα θανάτου ἐκείνου, ὀγκώδης τε ἔκφυσίς τις περὶ τὰς ἀρχὰς τῶν μηρῶν καὶ τῶν βραχιόνων καὶ ἅμα αἱματώδης φθόη· ἃ τοὺς συσχεθέντας αὐθημερὸν ἐνίοτε, καθημένους ἢ βαδίζοντας, τοῦ παρόντος ἀπῆγε τάχιστα βίου.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

(A. c. 1515] HISTORIE LIB. XIV. [IAP. 3. PALEOL. 4] 962 peratricis altius infixerit. Alteram ac postremain suo loco infra subjiciemus, ubi ea quæ intermedio tempore acciderunt, narraverimus. VIII. Hæc vero, quæ hactenus dicta sunt sufficere puto duplici de causa: primum quia nos oratio nostra hodie retrahit ad argumentum magis necessarium, ad quod maxime et narratio ipsa et intentio prima operis dirigitur tanquam ad sc0pam: deinde quia, cum multi multa dixerint, et certatim de iisdem illis rebus quautum in se erat egerint, non puto eas ipsas 726 longiorem jam nobis orationem desiderare: sed ista accessionis aut judicialis cujusdam suffragii instar contribuța, etsi exigua videantur, eamdem tamen habitura vim ad veritatem declarandam. CAPUT IX. Gabalas, metu Apocauci, monasticum habitum induit. S. Sophiæ templum, asylum olim inviolatum; a Gabala et a patriarcha temeratum. Amurius, in Thraciam reversus, Byzantium usque cum Cantacuzeno progre ditur. Urbis aspectu obstupescit. Pauci murorum custodes. Apocanci diffidentia. Cantacuzenus ct Amurius Momitilam debellatum eunt, Romanas urbes invadentem. Juxia Perithorium castrametantur. Momitilæ audacia. Ejusdem circumventi consternatio. Acris pugna. Cadit Momitilas. Ejus milites omnes ſere casi. 1. Cum Apocausus exitio prope demersus fuisset a Gabala, mox tamen emersisset, et in priorem gratiæ et honoris locum restitutus esset, ut jam diximus, omnem deinceps, quo cum ulcisceretur, lapidem movit eo usque, donec veritus ille, ne extrema pateretur, in maximum S. Sophiæ templuia confugit. Ibi aliquandiu commoratus multas ac varias minas cum audiret in se jactatas, ac rursus vereretur, ne inde subito abreptus in tartara et custodiarum tenebras conjiceretur, atque idem sibi poculum hauriendum esset, quod aliis ipse pluribus miscuerat, monasticum cogente necessitate habitum induit. Prior enim ipse sustulerat asylum illud longo ante, profugoruin vetus præsidium, ipso quoque obsecundante patriarcha. Quam ob causam et ipsi in summas ignominias ac vicissitudines calamitosas inciderunt, ut postea dicetur. Qui enim divina tam aperte contemnunt, eos æqúnm est ejusmodi pœnas tandem aliquando subire, ut humanum genus his exemplis erudiatur, quæ efficaciorem quandam vim babent ad comprimendam fortunæ ferociam. II. Sedenim cum interea ver advenisset, Amu rius satrapa, trajecto magnis cum copis Asiaticis Hellesponto, Didymotichum venit, atque inde rursus cum imperatore Byzantium usque gressus est, et visendi studio, et urbis, si oporteπείρας ret, sollicitandæ causa. Cum itaque venisset, et justo spatio interjecto, niodo stans modo circum eundo, specularetur et oculis lustraret, majorem Variorum nola. Cantacuz. lib. 11, cap. 80. Ducang. Hoc loco videntur esse ignomi nios per compita el fora traductiones, aut etiam essilia et deportationes. Boivin. Cantacuzen. lib. ii, cap. 81. Decake. Hic erral Gregoras. Neque enim Amurius fuit, sed Orchanes orientalis Bithyniæ satrapɔ, quique a Paphlagonía usque in Phrygiam imperalat, ut testatur ipse Cantacuzenus non so loco. Amar vero postmodum cum viginti millibus equitum venit, et Cantacuzeno adfuit contra Momitzilam, ut scribit idem Cantacuzenus cap. 81. CANG.

(A. M. 6855, IND. 13¡ quæ NICEPHORU GREGOR.E in modum obstupescebat, tum urbis magnitudinem intuens, tum altitudinem murorum et pulchritudi nem, tum admirabiles circumductarum fossarum substructiones, tum denique situm ipsum et ordinem propugnaculorum. Idem rursus admirabatur, quod in summis mœnibus non appareret ca hominum frequentia, quae solet esset in urbibus magnis et magno civium numero refertis; sed paucis demptis, omni bellico apparatu omnique prasi.!io destitutas murus videretur. Nimirum Apocaucus, intestinos plebis motus magis veritus, quam externorum bostium impressionem, licentian) non dabat volenti cuique murum adscendere; sed iis duntaxat peditum equitumque, quibus maxime confidebat. Eorum enim alios intus portarum custodes constituerat, ut insomnes excubarent: aliis ut mœnia noctu circumirent, nec non totam intus urbem perlustrarent, præceperat. III. Nondum dies quatuor effluxerant, cum imperator castris motis profectus est cum Aurio, debellaturus Momitilam, qui ad-məgnam paulatim polentiam pervenerat, urbesque et terras Romanas quotidie invadebat. Atque inter hæc ver abiit. Transgressis Rhodopen montem Romanis simul et Persicis viribus, cœpit bellum apparare Momitilas. llabebat 728 enim tune in ditione sua urbes Xanthiam ac Perithorium, ct quæcunque sire utrinque adjacent, sive interjecta sunt, nunicipia ac loca; et equitum ultra quatuor millia. IV. Media jam æstate, cum fruges maturæ essent, iino'rator copiis omuitus accum assumplίς castrametatus est juxta Perithorium, suosque acie directa instruxit et ordinavit. Jam autem Monitilas.com in urbs Periiliorio presidium sibi a nuin constituisset, magna stipatus hominum nanu et majoribus animis inflatus, prodierat. Nihil enimı parvum, nihil humilo de se sperare ei succurrebat; sed quasi victoriam jam, ante factum pugnæ periculum, haberet præ manibus, medios in hostes ruit plenus audaci:e. V. At imperator, adversus hostium froutem se et Romanas legiones cum collocasset, impetum alque incursioucm Momitilæ sustinebat. Persicas autem vires, quæ numerosæ erant, in orbem accurate undique explicuit, ut in medio, tanquaiu carcere aut retibus, Momitilas cum omni suo exercitu includeretur. Station vero atque tubarum el tympanoruin sono mista est illa barbaris Persarum moribus familiaris in bello vociferatio, plurimus per omuem illum locum tumultus exstitit, et Momitilam, antequam tentatum esset prakum, de Cantacuz. lib. it, cap.86. Ducang. luo tere exeunte. Nam Momilitas, cujus clades narratur, quatrituo ante Apocauci cædem débellatus, Apocaucus vero Junii ute undecima cæsus est; ut coustat ex cap. seq. sect. I et 5. Gregoras ver, æstateni, autummm et hie mein, non tam æquinoctus et sulǝtitiis, quam – Jore, frigore, et propriis cujusque tempesialis pruScallous detiavit. Bonvex.

ὅτε δὴ καὶ Ἀνδρόνικος, ὁ τῶν υἱέων τοῦ βασιλέως νεώτερος, ἐτεθνήκει. β. Τῶν μέντοι πραγμάτων ἐν τούτοις ὄντων, ἔδοξε τῷ Ἀσὰν Ἰωάννῃ, τοῖς περὶ τὴν Ἀδριανούπολιν χωρίοις ἄρτι τὰς διατριβὰς ποιουμένῳ, τὸν ἀδελφιδοῦν ἰδίᾳ παρειληφότι Ματθαῖον (ὃς καθ’ ἡλικίαν προὔχων τῶν βασιλέως παίδων τῶν τε ἐν Θρᾴκῃ πόλεων τὴν ἐπιτροπὴν πρὸς τοῦ πατρὸς καὶ βασιλέως ἐκληρώσατο τηνικαῦτα, καί οἱ συμβέβηκεν ἐν ταὐτῷ ξυνιέναι τῷ θείῳ, καὶ κυνηγεσίοις χρήσασθαι τοῖς αὐτοῖς) ὧν αἱ καρδίας αὔλακες θαλαμεύουσι λογισμῶν ἐκείνῳ κοινώσασθαι· καὶ ἀρξάμενος ἔλεξε τοιάδε. (Β.) Εἰ μὲν τύχην, φησὶν, τινὰ καὶ τυραννοῦσαν πεπρωμένην τοῖς ἀνθρώποις τὰ πράγματα πρυτανεύειν οἴεσθαι ἔπεισί σοι, ἢ τῷ αὐτομάτῳ δεδωκυῖαν τὴν τῶν πραγμάτων ὀθόνην ἀτέκμαρτόν τινα καὶ ἀκυβέρνητον φέρεσθαι πλοῦν, σιωπᾷν τε ἄμεινον καὶ τὸν τῆς πεπρωμένης ἄδηλον περιμένειν μίτον. εἰ δὲ προαιρέσει καὶ βουλῇ τὰ ἐφ’ ἡμῖν ὡς ἐπὶ τὸ πλεῖστον διοικεῖσθαι δέδοται, τοῦ χάριν, παρὸν ἡμᾶς ἐκ τοῦ ῥᾴστου καρποῦσθαι τὸ ζῇν ἀκινδύνως, ἐθελοντὰς ἡμῖν αὐτοῖς παντοδαπῶν περιπλέκειν δίκτυα φόβων;
PG 148:1049οἶσθα γὰρ, ὡς μυρίους ἐν τῇ ὑπερορίᾳ διηντλήκαμεν μόχθους μετὰ μακρῶν καὶ παντοδαπῶν τῶν κινδύνων, ὁπόσοι θανάτου γείτονες ἐπεφύκεσαν, τῷ σῷ πατρὶ περιποιούμενοι τὸ ἀκίνδυνον· ὡς δεύτερα εἶναι τὰ Διοσκούρων ἐγκώμια, καὶ εἴ τινες Ὀρέσται καὶ Πυλάδαι τὸν μακρὸν ἐμπεπληκότες αἰῶνα φιλαδελφίας ὑποδειγμάτων, εἴ τις τὰ ἡμέτερα τοῖς ἐκείνων ἀντεξετάζειν ἐθέλει. καὶ ἦν ἡ τοὺς τοιούτους ἀεὶ κατὰ τοῦ σοῦ μηχανωμένη πατρὸς διωγμοὺς καὶ θανάτους Ἄννα ἡ βασιλὶς, πρόσωπον ἀληθείας ἔχουσαν οὐδ’ ἡντινοῦν προβάλλεσθαι δυναμένη πρόφασιν κατ’ αὐτοῦ. παρ’ ἧς ἐγώ τε καὶ οὑμὸς ἀδελφὸς Μανουὴλ πολλὰς ἐδεξάμεθα λάθρα μεθ’ ὅρκων παντοίων γραφὰς, ἡμῖν τε κτημάτων ὁμοῦ καὶ χρημάτων προσόδους ἐπαγγελλομένης καὶ ἅμα τοῖς καθειργμένοις γονεῦσιν ἐλεύθερον ἥλιον. ἀλλ’ ἡμεῖς γε, τοὺς τῆς δίκης σέβειν ἐθέλοντες θρόνους, ἐν ἀσαλεύτοις ἔχειν ὅροις ἐρηρεισμένους τοὺς πόδας ἐκρίναμεν δεῖν, καὶ μὴ διὰ φαυλότερον ἀγαθὸν διηνεκεῖς τινας τῷ συνειδότι μάστιγας προξενεῖν.
τὸ γὰρ διὰ τὴν ἐμαυτοῦ σωτηρίαν σε μετὰ τοῦ σοῦ προδιδόναι πατρὸς (ἐῶ γὰρ τὴν ἄλλην ἐνταῦθα λέγειν συγγένειαν, ᾗ τῶν κινδύνων ξυμμετέχειν τε καὶ παραπολαύειν ξυνέβαινεν) ὅμοιον ἦν, ὥσπερ ἂν εἰ ἐμαυτὸν ἀντ’ ἐμαυτοῦ προεδίδουν, καὶ τοὐμὸν ἑκὼν παρεῖχον αἷμα κατὰ γῆς κενοῦσθαι διὰ τοὐμὸν εἰπεῖν αἷμα. οὕτως εἰς αἰνίγματος λόγον τὴν ἐντεῦθεν ἀνέφερον ἔννοιαν, καὶ λύσιν οὐχ εὕρισκον οὐδεμίαν, ὥστε καθ’ ἕν γέ τι παραλογίσασθαι τὰς τῶν τότε λογισμῶν κρηπῖδας. ἃ γοῦν οὑτωσί πως ἐφυλαξάμην αὐτὸς ἐν τῷ τότε παρόντι μὴ δρᾷν, νῦν τὸν πατέρα τὸν σὸν κατὰ σοῦ καὶ τῆς σῆς ὁμοῦ συγγενείας ἁπάσης ὁρῶ δεδρακότα· ναὶ μὴν καὶ κατὰ πάντων, ἁπλῶς εἰπεῖν, ὁπόσοις τοὺς μακροὺς ἐκείνους τετύχηκεν ἄθλους δραμεῖν, στρατιώταις καὶ στρατηγοῖς, οἷς μὲν τοὺς ὑπερορίους ἐκείνους, οἷς δὲ τοὺς κατ’ οἶκον, καὶ οἷς τὰς ἐν δεσμωτηρίοις κακώσεις. οὐ γὰρ ἁπλοῦν ὑπῆρχεν ὃ τοῖς ταλαιπώροις τότε ξυνηνέχθη πάθος, οὐ δ’ ἐπὶ βραχύν τινα τὸν χρόνον, ὅτι μὴ παντοδαπὸν καὶ ποικίλον, κἀπὶ μακροῖς ἐντεταμένον τοῦ χρόνου τοῖς ὅροις. οὕτω χαλεπὰ μὲν, οἷς ἐθελοντὰς ἡμεῖς ἑαυτοὺς καθήκαμεν πάθεσι τότε·
χαλεπώτερα δ’ οἷς ἄκοντες νῦν πρὸς τοῦ σοῦ πατρὸς ὑπεβλήθημεν ἀναξίως ἡμῶν. ὑπὲρ γὰρ ἐλευθερίας εὐδαίμονος τρέχοντες δουλείαν ἐλάθομεν ἀλλαξάμενοι κακοδαίμονα τῶν μακρῶν ἐκείνων πόνων καὶ δρόμων. οὓς γὰρ ὡς ἐπιβούλους σφοδροὺς τῆς ἡμετέρας ἐφεύγομεν ζωῆς, τούτους δεσπότας μάλα τοι ἄσμενος ἡμῖν ὁ σὸς ἐκεχειροτονήκει πατήρ· ὥσπερ ἂν εἰ ἐπίτηδες οὕτω τοὺς πολλοὺς ἡμεῖς ὑπεμένομεν πόνους, ἵνα τὰ τῶν διωκόντων ξίφη θᾶττον ἢ κατὰ τὴν ἐκείνων βούλησιν τοῖς ἡμετέροις λαιμοῖς προσαράξωμεν, καὶ ἵνα παρὰ τοσοῦτον πικρότερα τῶν διωγμῶν τὰ τῶν ἀμοιβῶν καρπωσώμεθα τέλη, παρόσον τότε μὲν ἐλπίδες εὐδαίμονες ἡμῶν τὸ ἡδόμενον ἔβοσκον· νῦν δὲ καὶ τὰς τῶν ἐλπίδων γλυκείας αὔρας ὁ σὸς ἡμῶν ἐκ τοῦ προφανοῦς ἀφῄρηται πατήρ. εἶναι γὰρ τῶν ἁπάντων οἶμαι μηδένα, ὃς ἂν ἐνέχυρα παρέχεσθαι δύναιτο, μὴ θάνατον εἶναι ταχύπουν εὐθὺς τὰ πάντων ἡμῶν ἐπιτίμια πρὸς τῆς βασιλίδος Ἄννης, οἷς δήπουθεν ἐξέσται ζῇν μετά γε τὴν τοῦ σοῦ πατρὸς ἀπαλλαγήν.
PG 148:1051φέρε τοίνυν, ἕως ἡμῶν αὐτῶν ἡμεῖς ἐσμεν κύριοι, γενναῖόν τι δρᾶσαι προθυμήθητι, ταῖς ἐμαῖς ὑπὲρ σοῦ καὶ ἡμῶν πειθόμενος συμβουλαῖς, ἵν’ οὑτωσί πως τὸν αἰσχρὸν καὶ ἀκλεᾶ κίνδυνον ἀποκρούσασθαι δυνηθῶμεν. μέρος γὰρ τῆς ὅλης ἀρχῆς ὑφελόμενος οἰκείαν σαυτῷ περιποιήσασθαι προθυμήθητι βασιλείαν, ζῶντι μὲν ὑπήκουσαν τῷ σῷ πατρὶ, τελευτῶντι δὲ, ἰδιότροπον ἐσομένην σοι τοῦ ζῇν καταφύγιον ἀσφαλές. δυοῖν γὰρ ἐντεῦθεν ἡμῖν ἔσται θάτερον, ἢ τὴν σώζουσαν ἐκ τἀσφαλοῦς κατακτήσασθαι τύχην, ἢ τῶν τοῦ παρόντος ἀπηλλάχθαι τὴν ταχίστην βίου δυσχερῶν· οἷς συνεζηκέναι, μόνοις εἶναι φορητὸν ἐκείνοις οἶμαι, οἷς οὐκ ἄχαρι φαίνεται οὐδὲ σφόδρα κακόδαιμον, μάρτυρας τῆς αἰσχύνης διὰ βίου τὰς τοῦ ἡλίου κεκτῆσθαι αὐγάς. ἀλλ’ ὁ μὲν Ἀσὰν Ἰωάννης τοιάνδε τινὰ διεξῄει τὴν συμβουλὴν πρὸς τὸν ἀδελφιδοῦν Ματθαῖον, ἑαυτῷ τε κἀκείνῳ καὶ συγγενέσι καὶ φίλοις προμνώμενος τὸ ἀκίνδυνον. (Γ.) Πρὸς ὃν ὁ ἀδελφιδοῦς Ματθαῖος ἠμείβετο τάδε. κἀγὼ τοῖς αὐτοῖς ἀεὶ περιστοιχίζομαι φόβοις νύκτωρ καὶ μεθ’ ἡμέραν, ὦ βέλτιστε·

Book XVI · Chapter ILiber Decimus Sextus · Caput I

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ὥσπερ τῶν Περσῶν ἐκείνων αἱ ναυτικαὶ δυνάμεις Ἐρέτριαν πάλαι καὶ Ἀρτεμίσιον περιεληλυθυῖαι συνεῖχον, οὕτω τὴν ἐμὴν καρδίαν παντοδαποὶ κυκλοῦσιν ἀεὶ χοροὶ λογισμῶν, ὥσπερ νῆσον φορτίδες τινὲς καὶ τριήρεις, φόβων γέμουσαι καὶ φροντίδων μακρῶν, αἳ τῆς μελλούσης ἡμῖν, ὥσπερ ἐξ ἐφόδου λῃστρικῆς, κατάγουσαι φέρουσι μνήμας προφανοῦς κακοδαιμονίας. ἐξ ὧν ὠδῖνας μὲν ἔχειν ἔνεστι, καὶ τὰς ἐντεῦθεν ὑπομένειν ἀλγηδόνας· τίκτειν δ’ ἥκιστα ἔνεστι, καὶ ἀποσκευάζεσθαί πως τὸ λυποῦν, ὑφορωμένῳ τοὺς πατρίους τῆς γενέσεως νόμους, οἳ μηδ’ ἐς τὰ προφανῆ συγχωροῦσι δίκαια πατράσιν υἱέας ἀντινομοθετεῖν. καί σοι πολλάκις ἐγὼ τὸ ἀπόῤῥητον βουληθεὶς ἐξειπεῖν τὴν μαιευσομένην ὅμως οὐκ εἶχον γλῶτταν. ἀρχομένη γὰρ πρὸς φῶς ἐξάγειν τὸ τῆς καρδίας ἔμβρυον τοὺς τόνους εὐθὺς παρελύετο τῆς ὁρμῆς, καθάπερ ὑπὸ νάρκης τινὸς ἐνδυναστευούσης σφοδρῶς πεδουμένη, τῆς τοῦ πατρὸς αἰδοῦς δηλαδή· καί μοι τὰ τῆς γνώμης ἐς τὸ μηδὲν αὖθις ἐχώρει, καὶ κατεστρέφετο ῥᾷστα.
εἰ οὖν περὶ ἄλλων ὁτωνδήποτε πραγμάτων ὁ λόγος ἦν, καὶ ἥκιστα περὶ τὸ ζῇν ὁ πᾶς ἡμῖν ἐκινδυνεύετο φόβος, παρὰ τοσοῦτον ἠμέλησα ἂν, παρόσον μὴ ὅτι τῶν πολλῶν οὐδὲν αὐτὸς διαφέρειν οἴομαι, ἀλλ’ εἰ καὶ σύνεσιν εἶχον ἐκ φύσεως οὑτωσὶ κεχορηγημένην, ὡς διὰ μέγεθος αἰθερίων ψαύειν δοκεῖν ἀντύγων, καὶ οὐρανίαις τισὶ ξενοδοχεῖσθαι σκηναῖς, ῥᾷστα ἂν ἔγωγε φέρων ὑπέζευξα ταύτην τοῖς τῶν τοῦ πατρὸς βουλημάτων ποσί. νῦν δ’ οὖν, ἵνα καὶ αὐτὸς πλατυτέρῳ χρήσωμαι λόγῳ, σοῦ καθάπερ τινὰ θύραν ἡμῖν ἀνοίξαντος, ὃς καὶ δευτέραν μοι σώζεις τάξιν πατρὸς, ἐπειδὴ πᾶσι φίλον ἀνθρώποις τὸ ζῇν, καὶ πολλοὶ πολλάκις, ὑπὸ τῶν ἀθρόων περιστάντων κινδύνων, τὴν βασίλειον, ὥσπερ τινὰ φρουρὰν, περιεζώσαντο δύναμιν, ἄκοντες μὲν, ἀναγκαίως δὲ, οὔκουν αἰτιώμενος ἔμοιγέ τις ξὺν δίκῃ πάντως αἰτιῷτο ἂν, εἰ καὶ αὐτὸς, ὑπὸ τῶν ὁμοίων ἐλαυνόμενος φόβων, ἐς τὴν τῶν ἐρυθρῶν ὑποδημάτων ἀντίληψιν καταφεύγοιμι.
PG 148:1053ὅμοιον γὰρ ἂν ποιοίη τις ἐνταυθοῖ, τὰ τοιαῦτ’ εὐλαβούμενος, ὥσπερ ἂν εἰ χειμῶνι μεγίστῳ περιπεσὼν ἐν πελάγει μέσῳ καὶ κύμασιν, ἐν οἷς τῆς ὁλκάδος συμβὰν οὑτωσί πως ῥαγείσης ἐξὸν αὐτῷ σανίδος ἐπειλημμένον τινὸς διαποντίους μὲν ἔχειν κινδύνους, ἔχειν δ’ ὅμως ὁμοῦ καὶ τὰς ἐλπίδας τοῦ ζῇν αἰωρουμένας, ὥσπερ ἀπὸ λεπτοῦ τινος καὶ ἀραχνώδους ὑφάσματος, ὁ δ’ ἀφειδῶν παντάπασιν ἑαυτοῦ πυθμέσιν ὑποβρυχίοις ὑδάτων ἐθελοντὴς ἑαυτὸν παραπέμπῃ. τοῦτο δὲ παραπληξίας ἔγγιστ’ ἂν εἶναι δόξειε τοῖς ὅσοι καλῶς τὰ τοιαῦτα βούλονται κρίνειν. τὰ γὰρ ἐξ ἀφανοῦς τινος ἀνάγκης ἐπιόντα δεινὰ συγγνώμην σαφῆ τοῖς πάσχουσι νέμει. οἷς δ’ ἀπὸ γνώμης ἰδίας εἰς τὰς τῶν δεινῶν ἐμπίπτειν ἕπεται λαβυρίνθους, μεγάλη τις χορηγεῖται νέμεσις, παρ’ οἷς σχολὴ τὰ τοιαῦτα φιλοτιμότερον σκέπτεσθαι. ἐγὼ δ’ ἵνα τι καὶ βαθύτερον φθέγξωμαι, οὐδὲ τῆς πατρικῆς ὑπερόριον γνώμης ὂν εὑρίσκω τουτί. αὐτὸς γάρ μοι τοὺς τοιούτους προεζωγράφησε τρόπους ἐν ἑαυτῷ, ὁπότε συνελαθεὶς καὶ αὐτὸς ὑπὸ τῶν περιστάντων κινδύνων εἰς τοῦτο προήχθη τὸ σχῆμα τῆς βασιλείας, ὥσπερ εἰς ἀσφαλείας ἀκρόπολιν·
ὡς νῦν γε δυοῖν θάτερον ἐλπίζειν ἔσεσθαί μοι πρὸς τοῦ πατρὸς ἕψεται· ἢ γὰρ, ὡς μιμησάμενον τὴν ἐν ἀπόροις εὐπορίαν αὐτοῦ, τὸν υἱὸν ἐπαινέσειεν ἄν πως ἐμέ· ἢ εἰ λοιδορεῖσθαί μοι ἐπιχειροίη, λάθοι ἂν αὐτὸς ἑαυτῷ περιφανῶς λοιδορούμενος ἢ ἐμοί· ὡς μηδ’ ἔχειν παρ’ οὐδέσιν Ἑλλανοδίκαις τὸ συγκεχωρηκὸς ἐμοὶ τῆς ἐγχειρήσεως ἐπεξιέναι. (Δ.) Ταῦτ’ εἰπὼν καὶ αὐτὸς τὸν μὲν θεῖον ξυνδιαφέρειν παρήγγειλε τὴν ἐγχείρησιν, καὶ τοῖς ἑκασταχοῦ στρατιώταις ὁμιλεῖν τὰ εἰκότα· αὐτὸς δὲ τὴν τῆς Ὀρεστιάδος κατειληφὼς ἀκρόπολιν ὅλην ἐκεῖθεν ὠχύρου τὴν πόλιν, καὶ πρὸς ἔργα παρεσκευάζετο, ἐκδημαγωγῶν τε καὶ μαλακοῖς τισι λόγοις ἐξιδιούμενος τὰ στρατόπεδα. γ. Ταῦτ’ οὐκ ἦν ἀκούοντι ἠρεμεῖν τῷ πατρὶ, ἀλλ’ ἀθυμίαις ἐνασχολεῖν, καὶ συντήκειν συχνὰ τὸ θυμούμενον τῆς ψυχῆς, πάλαι διανειμαμένῳ τοῖς μὲν υἱέσι τὰς ἀνελευθέρους τοῦ βίου τύχας, τῷ δὲ γαμβρῷ Παλαιολόγῳ τὰς τοῦ βασιλείου κράτους διαδοχάς. διὸ καὶ αὐθημερὸν ἐξιέναι πάνυ τοι προθυμούμενος, ὅμως ἐπεῖχεν ἔτι, καὶ ἐνεκαρτέρει τῷ τῆς γνώμης βουλευτηρίῳ. καὶ μέντοι καὶ ἥκιστα μάλα τοι ἀρεστὸν ἐδόκει, δυοῖν ἕν γέ τοι δρᾷν ἐκ τοῦ παραχρῆμα.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 148:1055οὔτε γὰρ ἄνευ ὅπλων ἐκ Βυζαντίου πρὸς γνώμην ἰέναι ἐθάῤῥει, ταῖς τῆς φιλοτιμίας ἄρτι διανηχομένην ἀκμαῖς· οὔτε μεθ’ ὅπλων αὖ ἐκεῖ διαβαίνειν καὶ στρατοπέδων. ἐκμῆναι γὰρ ἂν οὑτωσὶ μᾶλλον πρὸς αἰθερίους φλόγας ὡς ἐν σποδιᾷ καθευδούσας ἔτι τὰς ἐν τῇ ψυχῇ τοῦ νεανίσκου κινήσεις, ὑπὸ δυοῖν ὀχληθείσας παθῶν, φιλοτιμίας ὁμοῦ καὶ δειλίας. (Β.) Καὶ μὲν δὴ λοιπὸν ἐκπέμπειν ἐδόκει βέλτιον Εἰρήνην τὴν βασιλίδα, βαθείαις τε χρωμένην ταῖς τῆς συνέσεως αὔλαξι καὶ ἅμα οἰκονομικὴν ἐς τὰ μάλιστα οὖσαν ἔκ τε πείρας καὶ φύσεως, καὶ μαλακωτέρους τινὰς ξὺν τῷ πιθανῷ, καὶ ὅλως εἰπεῖν μητρικοὺς τῷ παιδὶ κομίζειν εἰδυῖαν λόγους. ἐξιούσης τοίνυν αὐτῆς, ἐπειδὴ περὶ Πάμφιλον ἐγεγόνει τὴν πόλιν, πρὸς ἀπάντησιν αὐτὸς ἐπορεύετο μάλα τεθαῤῥηκὼς τῆς μητρὸς, καὶ ἅμα ἐπειγόμενος κατὰ τὴν πορείαν, πρὶν ἐς Ὀρεστιάδα ἀφικέσθαι τὴν μητέρα, ἔξω που προκατειληφέναι, καὶ τὸν τῆς ἀφίξεως πόῤῥωθεν πυθέσθαι σκοπόν. ἡ δὲ τοὺς ἐκείνου σοφῶς παρακρουσαμένη δρόμους ἔλαθεν ἐντὸς Ὀρεστιάδος παρεισπεσοῦσα, πρὶν αἰσθέσθαι τὸν υἱόν.
(Γ.) Ἐπεὶ δὲ παρὰ τὴν ὁδὸν ὁ Ματθαῖος ἠκηκόει τὸ δρᾶμα, καὶ βαθυτέραις ἔγνω σαφῶς τῆς μητρὸς κατασοφισθεὶς ἐπινοίαις, ἐς τὴν ὑστεραίαν καὶ αὐτὸς τῇ Ὀρεστιάδι ἐπιδεδήμηκε, καὶ τῇ τε μητρὶ τὴν προσήκουσαν ἀπεδίδου προσκύνησιν καὶ ἅμα πρὸς ἅπαν τὸ κελευόμενον ὑπισχνεῖτο παρέχειν ὑπείκοντα ἑαυτὸν, εἰ δέος ἅπαν ἐξέλοιτο τῆς ἐκείνου ψυχῆς, μήτηρ τε οὖσα καὶ ψυχὴν καλῶς εἰδυῖα θεραπεύειν ἀμφιῤῥεπῶς ταλαντευομένην ὑπὸ δειλίας, καὶ φόβῳ τινασσομένην τοῦ μέλλοντος γνώμην υἱοῦ φιλομήτορος συνιστᾷν. ἡ δὲ μάλα βασιλικῶς προςειποῦσα καὶ μετά τινος ἐπιεικοῦς μεγαλοπρεπείας δεξιωσαμένη τὸν υἱὸν τάδε διέξεισιν. (Δ.) Ἐγὼ (φησὶν) ὦ παῖ, τὴν παροιμίαν, τὴν ἀεί τι Λιβύη, φάσκουσαν, φέρει καινὸν, ἐπαινῶ μὲν, οὐ τελέως δέ· διότι μὴ τέλειον ἔχει τὸ τῆς ἀποφάνσεως δόγμα καὶ ψήφισμα. περὶ γὰρ ὅλης γῆς καὶ θαλάττης ἀποπεφάνθαι προσῆκον, ἡ δὲ περὶ μόνης Λιβύης τὸ δόγμα ἐξήνεγκε, μικροῦ τινος μέρους οὔσης αὐτῆς, καὶ βιαίαν ἐχούσης τὴν μίμησιν πρὸς τὴν τῆς ὅλης γῆς ἀριστοκρατίαν.
Λιβύης μὲν γὰρ ἡ καινότης ζώων τε μόναις τερατομόρφοις ἰδέαις ὁρίζεται καὶ πρός γε ἔτι τῶν ἐκεῖθεν διὰ μῆκος ὁδοῦ σπανίως παρακομιζομένων ἐς τὰ ἡμέτερα ἤθη πραγμάτων ἄλλων, ἰδιοτροπίαν τινὰ κεκτημένων, ὁπόσα ξενίζοντα φύεται παρὰ τῇ σκληρᾷ καὶ ἀνημέρῳ ἐκείνῃ γῇ. τῆς δὲ πάσης γῆς ἡ καινότης μαρασμῷ καὶ χλόῃ καὶ χαρᾷ καὶ λύπῃ μερίζει τὸν βίον διηνεκῶς, καὶ δόξῃ καὶ ἀδοξίᾳ, καὶ νόσῳ καὶ ὑγιείᾳ, καὶ θανάτῳ καὶ ζωῇ, καὶ ἁπλῶς εἰπεῖν, ἀρετῇ καὶ κακίᾳ, καὶ τροπαῖς καὶ ἀλλοιώσεσι παντοίαις τε καὶ μέτρον ἅπαν ἐλαυνούσαις. καὶ θαῦμα μὲν, πῶς ταῖς καινοποιί̈αις ταύταις ἄμφω κεκτῆσθαι δοκεῖ, καὶ παίζει τὰς τῶν ἀνθρώπων γνώμας, καὶ τοῖς μὲν ἀνθεῖν ἀεὶ δοκεῖ, καὶ τοὺς τῆς τύχης πόδας ἕκαστον ἐπ’ ἀσφαλοῦς ἐρείδειν· τοῖς δὲ μηδὲν κεκτῆσθαι βέβαιον μηδ’ ἀσφαλές. βραχεῖα γάρ τις ὥρα πολλάκις καὶ μία ῥοπὴ διαστήματος χρονικοῦ μεταβάλλει πρὸς τοὐναντίον ἅπαν, καὶ ῥίπτει πολλὰ τῶν ἑστάναι δοκούντων εἰς ἔδαφος· καὶ αὖ πρὸς ὑπερήφανον ἐνίοτε τύχην ἀνάγει τὰ ἀφανῆ.
PG 148:1057Θαῦμα δὲ, πῶς ἀμιγὲς οὐδὲν οὐδ’ αὐτοτελὲς τῶν ἁπάντων εὑρίσκεται παντάπασιν οὐδαμῆ, οὔθ’ ἃ τῶν ἀγαθῶν, οὔθ’ ἃ τῶν φαύλων εἶναι νομίζουσιν ἄνθρωποι· ἀλλὰ τὰ ἀλλήλων διηνεκῶς πολέμια καὶ μαχόμενα σύντροφόν πως ἔχει τὴν βλάστην, καὶ μίαν δήπου τινὰ τὴν εἰς φῶς προενεγκοῦσαν μητέρα προί̈σχεται· καὶ τὰ τὴν ἄσπονδον ἔχθραν πρὸς ἄλληλα κεκτημένα ξένας τινὰς ἐν ἀνθρώπου θύει ψυχῇ τὰς σπονδάς· καὶ οὔτε βίον ἄλυπον ὄντα παρ’ οὐδενὶ τῶν ἁπάντων ὁρῶμεν, οὔτε λύπην παντάπασιν ἀτερπῆ· ἀλλ’ εἶναι συμβαίνει καὶ λύπην αἰτίαν χαρᾶς, καὶ αὖ μητέρα λύπης χαράν. ταῦτα μὲν εἶναι συμφυᾶ πως, καὶ ἐγκατῳκοδομημένα τοῖς πράγμασιν, ἡ πεῖρα ξυγχωρεῖ συνιέναι ταῖς συνετωτέραις ψυχαῖς· τὸ δὲ μεγέθη καὶ σμικρότητας τούτοις διδόναι, τοῦτο δ’ οἶμαι δήπουθεν ὡς τὰ πολλὰ τῶν ἐφ’ ἡμῖν ὑπάρχειν ἕν. Ὃς γὰρ μεγάλοις ἐφίεται πραγμάτων ὕδασιν ἐγκυβιστᾷν, ἀνάγκη τούτῳ καὶ μεγάλους ὑφίστασθαι τῶν κινδύνων τοὺς κλύδωνας· ᾧ δὲ βραχυτέροις ἐνδιαιτᾶσθαι νομίζεται ἀποχρῶν, τούτῳ δὲ καὶ μετριωτέραις κεχρῆσθαι ταῖς λύπαις τοῦ βίου χρεών.
Page scan enlarged

Notebook

Full View