PG 149Theodorus Meliteniot Magnae Ecclesiae Archidiaconus
Theodore Meliteniotes, Archdeacon of the Great Church
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Nilus: Encomium of Gregory PalamasNili Encomium Gregorii Palamae

Notice from Allatius on the TheodoresNotitia ex Allatio de Theodoris

col. 877–878page 1 of 66
Theodorus Meliteniot Magnæ Ecclesiæ Archidiaconus
PG 149:877ἔχετε, τῆς ὀρθοδοξίας ἐκπεπτωκότα, ἀλλ' ὡς ὑγια! νοντα καὶ διαπρέποντα τοῖς προνομίοις, οἷς φατέ παρὰ τῶν Πατέρων κεκοσμήσθαι. Νῦν δὲ λέγεις, ὅτι ὀρθοδοξοῦντι τῷ πάππᾳ δεῖ πάντα; πείθεσθαι. Τὸ δὲ πείθεσθαι τί ἄλλο γε ἢ τοὺς καθολικούς τῶν ἐπισκόπων εἶναι ὑπὸ τὸν Ῥώμης; ᾿Αλλ' ὡς ἔοικεν, ἐναντιολογία σε περιπεσεῖν τὸ τέχνασμα κατηνάγκασεν· ἵνα γὰρ ὅλην τοῦ σχίσματος τὴν αἰτίαν ἀνά ψῃς τῷ πάππα ὡς περὶ τὴν πίστιν σφαλλομένῳ, συγχωρεῖς αὐτῷ καὶ ἃ μὴ βούλει, εἰ παλινωδίαν ᾄσειεν. 'Αλλ', ὦ γενναῖε, σαθρῷ θεμελίῳ τοῦ ψευδο κανόνος, δν εἶναι ἔλεγες των χλ' Πατέρων· εἰ καὶ πάντες ὕστερον τὸ φιλόνεικον φεύγοντες, τοῦ πάππα ἐδεήθησαν, ζητοῦντες τὴν ἐπικύρωσιν, ἀλλ᾽ οὗ πάν τες, μᾶλλον δὲ οἱ πλείους οὐκ ἀσμενίζοντες· σαθραν οἰκοδομίαν ἐπῳκοδόμησας. Σαθραῖς δὲ μηχαναίς πειράσθαι τὴν ἀκατάβλητον τοῦ Χριστοῦ καταστρέφειν οἰκοδομὴν θεομαχεῖν ἐστιν, ὦ λῷστε, καὶ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν. Ορᾶτε, ὅσοι ἀποσχίζεσθε, καὶ σὺν τῷ διαφέροντι τῆς θρησκείας συνδιατέμνετε τὸ ἄσχιστον σῶμα τῆς Εκκλησίας, οἷους οδηγούς, οίους έχετε διδασκάλους. Η εθελοκακία τυφλότης, ὁ κίνδυνος περί ψυχής, βάθρος τὸ πῦρ τὸ αἰώνιον. Τοῦ μεγάλου σακελλαρίου τῆς ἁγιωτάτης Μεγάλης τοῦ Θεοῦ Ἐκκλησίας, καὶ διδασκάλου τῶν διδασκάλων, καὶ ἀρχιδιακόνου Θεοδώρου τοῦ Μελιτηνιώτου τῶν εἰς τριάδα τριπλῆν ἐξηγήσεων τοῦ διὰ τεσσάρων Ευαγ γελίου τὸ τέταρτον. Θεοῦ τρισυποστάτου καὶ παντοδυνάμου συναιρομένου, πέρα; μὲν δέχεται σὺν τῷ πρώτῳ β:λίῳ καὶ τῷ δευτέρῳ καὶ τὸ τρίτον τοῦ παρόντος συντάγματος, ἐν ᾧ δή συν τάγματι σκοπὸς οὗτος ἐμοὶ τῷ μεγάλῳ σακελλαρίῳ τῆς ἁγιωτάτης Μεγάλης τοῦ Θεοῦ Ἐκκλησίας, καὶ δι δασκάλῳ τῶν διδασκάλων, καὶ ἀρχιδιακόνῳ Θεοδώρῳ τῷ Μελιτηνιώτῃ, πᾶσαν κατὰ μέρος τὴν ἱερὰν τοῦ θείου Λουκᾶ βίβλον εὐαγγελικὴν ἑρμηνεῦσαι καθ᾽ ὅσον οἷόν τε, ταύτῃ τε σὺν ἐξηγήσει προσθείναι, κατά γε τὸν τῷ λόγῳ καιρὸν προσήκοντα, καὶ ἃ τοῖς ἄλλοις εὐαγγελισταῖς, τούτου παραλιπόντες εἴρηται, μία ὡσπερεί συγγραφὴν τὸ διά τεσσάρων ἅγιον Εὐαγγέλιον πεποιηκότι, καὶ τὴν τῶν θείων εὐαγγελιστών συμ φωνίαν ἐν ἅπασιν ἀποδεδειχότι, καὶ ἅμα τὴν παροῦσαν διελεῖν πραγματείαν εἰς τριάδα τριπλὴν βιβλίων, καὶ τούτων ἕκαστον πάλιν εἰς τριάδα τριπλήν διαλέξεων, καὶ τὸ σύγγραμμα πᾶν οὕτω πως ἐπιγράψει, Εἰς τριάδα τριπλῆν ἐξηγήσεις τοῦ διὰ τεσσάρων Αγίου Εὐαγγελίου· τὸ τέταρτον δὲ βιβλίου τοῦ παρόντος συντάγματος λαμβάνον ἀρχὴν, τὰ ἑξῆς τῶν τοῦ ἱεροῦ Ματθαίου βημάτων έχει προκείμενα κατὰ τὴν πρώ
col. 879–880page 2 of 66
PG 149:879την αὐτοῦ διάλεξιν, οὕτω διεξιόντα. 'Αστρολογούμενα, ἐκ τοῦ πρώ του τῆς ἀστρονομικῆς βίβλου προοίμιον εἰς τὴν ἀστρονομίαν. Τί ἐστιν ἀστρονομία, καὶ παρὰ τίνων εὑρε θεῖσα ἦλθεν εἰς Ἕλληνας. Αστρονομικῆς τριβίβλου ἡ πρώτη, η ψητ φοριῶν εἰσαγωγῆς, Ρ. Θες ἡγείσθω παντὸς ἔργου τε καὶ λόγου, φησί τις τῶν πάλαι σοφῶν. Δευτέρα, ἢ ψηφηφοριῶν ἑρμηνεία καὶ συμφωνία, Θεοῦ συναιρομένου τοῦτο πᾶν ἐν σοφίᾳ πεποιηκότος, τόν τε ἄνθρωπον. Τρίτη, ἢ ψηφηφοριῶν κατὰ Πέρσας διάταξις, Γ. Τριάδος τῆς μακαρίας παντοδυνάμου τε καὶ ἁγίας καὶ ζωαρχικής. Ἐν μὲν τῷ πρώτῳ τῆς ἀστρονομικῆς τριβίβλου τὴν ψηφηφοριῶν εἰσαγωγὴν διαγράψαντες· ἐν δὲ δευτέρα τὰς τῆς μαθηματικῆς καὶ μεγάλης συντάξεως ψηφηφορίας δι᾿ ἀκριβείας ὡς ἐνῆν, ἐφοδεύσαντες ἅμ' απ ταῖς καὶ τὰς τῶν προχείρων δι' ὑποδειγμάτων ἐκθέμενοι καὶ τὴν τούτων συμφωνίαν ἀκριβῶς ὑποδείξαντες ἐνταῦθα ἐν τῇ τρίτῃ δηλαδὴ καὶ λοιπῇ τῶν ὑποκειμένων τὰς τῶν Περσικῶν προχείρων κανόνων ψηφητο ρίας προήχθημεν ἀνατάξασθαι, ἤδη μὲν ἄλλοις ἐσπουδασμένας, πλείονος δὲ ὅμως δεομένας τῆς σαφηνείας, καὶ μάλιστα τῷ μὴ κατὰ τὴν προσήκουσαν αὐταῖς ἑρμηνείαν καθ' Ελληνας ἐκδεδόσθαι, ἃς ἡμεῖς, ὡς ἂν οἷοί τε ὦμεν ἐκθεῖναι σαφῶς πειρασόμεθα, καὶ δὴ καὶ τὰς τῶν κανόνων ἐπιγραφὰς ἐπιγράψομεν ἀκολούθως τοῖς ἡμετέροις Ὁ ἀνὴρ οὗτος ὁ τὴν παροῦσαν βίβλον συγγεγραφώς, δοκεῖ δὲ καμοὶ μηδενὶ ἀποδεῖν τῶν ἐν σοφίᾳ περιβοήτων κατά γε τὸ μαθηματικὸν εἶδος τῆς φιλοσοφίας, εἴ τι κἀγὼ δοκῶ δύνασθαι κρίνειν περὶ τὰ τοιαῦτα. Απεριμερίμνως οὖν δεῖ χρῆσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις, μηδένα λόγον ποιουμένου; τῶν ἐπιχειρούντων αὐτὸν διασύρειν. Εἰσὶ γάρ τινες ὀλίγοι κομιδῆ τῶν ἐπ' ἐμοῦ λεγομένων, εἰ διὰ φαυλότητα γνώμης ἀπηρυθριασμένως καὶ τοῦτο ποιεῖν ἐτόλμησαν. Περὶ συνοδοπανσελήνων,

Angelo Mai's NoticeAngelo Maii Monitum

col. 881–882page 3 of 66
PG 149:881μεταβάλλεσθαι, μεταποιεῖσθαι, μετασκευάζεσθαι, μεθίστασθαι, μεταστι χειώσασθαι. ποιεῖσθα: γίνεσθαι σῶμα καὶ αἷμα Χριστοῦ.

Ethical Sermon ISermonis primi ethicon

col. 883–884page 4 of 66
Sermones
PG 149:883Δεικτικῶς εἶπε, Τοῦτό μου ἐστι τὸ σῶμα, καὶ τοῦτό μου ἐστι τὸ αἷμα· ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ φαινόμενα, ἀλλὰ διά τινο; ἀῤῥήτου τοῦ πάντα ἰσχύοντος Θεοῦ μεταποιεῖσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ κατὰ τὸ ἀληθὲς τὰ παρενηνεγμένα. — Καὶ μὴ ἀμφιβάλῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος ἐναργώς, Τοῦτό μού ἐστι τὸ σῶμα, τοῦτό μου ἐστι τὸ αἷμα· δέχου δὲ μᾶλλον πίστει τοῦ Σωτῆρος τὸν λόγον· ἀλήθεια γὰρ ῶν, οὐ ψεύδεται. Περί φύσεων ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΜΕΛΙΤΙΝΙΩΤΟΥ ΜΕΓΑΛΟΥ ΣΑΚΕΛΛΑΡΙΟΥ ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΘΕΟΥ ΕΚΚΛΗΣΙΑΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΟΥ ΤΩΝ ΔΙΔΑΣΚΑΛΩΝ ΚΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΥ, ΤΩΝ ΕΙΣ ΤΡΙΑΔΑ ΤΡΙΠΛΗΝ ΕΞΗΓΗΣΕΩΝ ΤΟΥ ΔΙΑ ΤΕΣΣΑΡΩΝ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟ ΤΕΤΑΡΤΟΝ. ΔΙΑΛΕΞΙΣ ΠΡΩΤΗ ΤΟΥ ΤΕΤΑΡΤΟΥ. ΔΙΑΛΕΞΕΩΣ ΠΡΩΤΗΣ ΗΘΙΚΟΝ "Οτι τὸν ἐνάρετον οὐδεὶς βλάψαι δύναται· ὁ δὲ ἐν κακίᾳ ζῶν πάντας τρέμει καὶ δέδοικεν. α΄. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοί, μὴ μόνον ἀπὸ τῶν τοῦ Κυρίου λόγων, ἀλλὰ καὶ ἀπὸ παλαιῶν διη γημάτων, ζηλώσωμεν τοὺς τῆς ἀρετῆς ἐργάτας, τὴν τῶν πονηρῶν μίμησιν φύγωμεν. Ως γὰρ πολλὴ καὶ
col. 885–886page 5 of 66
PG 149:885ἄφατος ἡ τῆς ἀρετῆς ἰσχὺς, οὕτω μέγα καὶ πολὺ τὸ τῆς κακίας σαθρὸν δείκνυται πολλαχόθεν. Φέρε τοί νυν πρὸ τῶν ἄλλων ἱστοριῶν τῆς κατὰ τὸν Δαβιδ μνησθῶμεν καὶ τὸν Σαούλ· ἡδικεῖτο μὲν γὰρ ὁ Δα 6 δ πολλά, εδέκει δὲ ὁ Σαούλ πολλά· τίς οὖν αὐτῶν αθλιώτερος γέγονε καὶ ἐλεεινότερος; Οὐχ ὁ ἠδικηκὼς; Σκοπώμεν δέ· ὑπέσχετο ὁ Σαούλ εἰ καθέλει τὴν ἀλλόφυλον ὁ Δαβίδ, κηδεστὴν αὐτὸν λήψεσθαι, καὶ δοῦναι τὴν θυγατέρα αὐτῷ μετὰ πολλῆς τῆς γάριτος· καθεῖλε τὴν ἀλλόφυλον παρέβη τὰς συν βήκα; ἐκεῖνος, καὶ οὐ μόνον οὐκ ἐδίδου, ἀλλὰ καὶ ἀναιρεῖν ἐπεχείρει. Τίς οὖν ἰσχυρότερος γέγονεν; Οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος, ὁ δὲ ὑπὲρ τὸν ἥλιον ἔλαμπε, καὶ τοῖς τροπαίοις μὲν, μάλιστα δὲ τῇ πρὸς Θεὸν εὐ νείᾳ; Πάλιν, ἐπὶ τοῦ χοροῦ τῶν γυναικῶν, τὸν Δα στὸ ὑπὲρ τὸν Σαούλ ποιουμένων, ἐν τῷ λέγειν Σαούλ ἐν χιλιάσι, καὶ Δαβὶδ ἐν μυριάσιν, οὐχ ὁ μὲν ἀπηγχονίζετο τῷ φθόνῳ, καὶ κατὰ τοῦ Δαβὶδ ἐμελέτα, τρέμων αὐτὸν καὶ φοβούμενος, ὁ δὲ σιγῇ πάντα φέ μων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν; ἐπειδὴ ὁ μὲν ἀνελεῖν ἐπεχείρει πολλάκις, ὁ δὲ διωκόμενος, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε, καὶ λαμβάνων ἐφείδετο· τίς ἀσθενέστερος; τίς δὲ δυνατώτερος ἐδείκνυτο; Οὐχ οὗτος, ὁ μηδὲ δικαίως θέλων ἐπεξελθεῖν; καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην τὴν μυρίων στρατ τοπέδων ἰσχυροτέραν είχε σύμμαχον καὶ βοηθόν. Διά τοι τοῦτο ἐπιβουλευθεὶς ἀδίκως, οὐδὲ δικαίως ἀνελεῖν ὑπέμεινεν· ᾔδει γὰρ ἐκ τῶν ἔμπροσθεν, ὅτι οὐ τὴ θοιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς, τοῦτο ποιεῖ δυνατωτέρους. β'. Τοῦτο καὶ ἐπὶ τῶν σωμάτων γίνεται, τοῦτο καὶ ἐπὶ τῶν δένδρων· ὅτε δὲ αὐτὸς οὗτος ὁ ἀδικηθεὶς καὶ ἰσχύσας ἠδίκησεν ἕτερον, ὅρα πῶς ἀσθε νέστερος γέγονεν· ἡδίκησε τὸν Οὐρίαν, καὶ μετέστη πάλιν ἡ τάξης· καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις πρὸς τὴν ἀδικηθέντα διέβη καὶ νεκρὸς ὢν Ουρίας τὴν τοῦ Δαβὶδ οἰκίαν ἐπόρθει· καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν ἐν ὅπλοις, οὐδὲν ἴσχυσεν, ἐκεῖνος δὲ καὶ στρατιώτης τυγχάνων καὶ σφαγείς, πάντα τὰ ἐκείνου ἄνω καὶ κάτω πε ποίηκε· καὶ γὰρ ὅσῳ πολλὴν ἀεὶ τὴν μανίαν κατά τῆς ἀρετῆς ἐπιδείκνυται ἡ κακία, τοσοῦτον οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τῷ πολεμεῖν ίσχυ ροτέραν αὐτὴν ἀπεργάζεται· τοσαύτη γὰρ τῆς ἀρε τῆς ἡ ἰσχὺς, ὅτι καὶ ἐν τῷ πάσχειν τῶν τοιούτων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούν. των ανωτέρα καθίσταται. Ἐννοῶμεν σὺν τῷ Δαβὶδ καὶ τὸν παμπάλαιον "Αβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; ᾿Αλλ' ὁ μὲν ἀναιρεθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν καὶ περιγενόμενος, καὶ τότε ζωὴν θανάτου βαρυτέραν ὑπέμεινε, καὶ ἐξ ἐκείνου μέχρι καὶ ἐς δεῦρο στηλ τεύεται, καὶ τὰς παρὰ πάντων δέχεται κατηγορίας καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι, ποῖος λόγος, ποία διάνοια παραστή και δυνήσεται; τί δὲ Ἰακώβ, οὐκ ἠδικήθη παρά Ο
col. 887–888page 6 of 66
PG 149:887τοῦ Λάβαν καὶ ἔπαθε κακῶ; Τίς οὖν ἰσχυρότερος. ὁ λαβὼν αὐτὸν εἰς χεῖρας, καὶ μὴ τολμῶν ἅψασθαι, ἀλλὰ δεδοικὼς καὶ τρέμων, ἢ οὗτος ὁ χωρὶς ὅπλων στρατιωτῶν, μυρίων βασιλέων γενόμενος αὐτῷ φο φερώτερος; οὐκ εὔδηλον ὡς οὗτος; γ'. Φέρε δὲ μετὰ τούτους καὶ τὸν Ἠλίαν καὶ τὸν Αχαάβ ἀγαγόντες εἰς μέσον, καὶ παράλληλα θέντες τὴν ἀρετὴν καὶ τὴν κακίαν, ἀκριβέστερον γνωρίσωμεν τὸ διάφορον· ὁ μὲν γὰρ ἐπὶ τῆς πέτρας ᾠκο δόμησεν, ὁ Ἠλίας, τῆς κατὰ γνώμην στερρότητος ὅθεν καὶ πάντων δεινῶν ἀνώτερος ἦν, στεῤῥὸς καὶ ἀνένδοτος ὑπάρχων, καὶ τὸ πρὸς κακίαν ἀμάλακτον ἐν τοῖς πειρασμοῖς διασώζων· ὁ δ' ἐπὶ τῆς ψάμμου, ὁ Αχαάβ, τῆς κατὰ τὴν γνώμην βεβαιότητος. Διδ καὶ βασιλεὺς ὢν ἐδεδοίκει καὶ ἔτρεμε τὸν προφήτην, τὴν μηλωτὴν κεκτημένον· ἐπὶ πᾶσι μνησθῶμεν καὶ Ἠλιοὺ τοῦ δευτέρου, καὶ Ηρώδου του Ηρώδου ὧν ὁ μὲν οὐδ᾽ ὅλως τὰς τῶν πειρασμῶν ἐπιῤῥοα; ἐντὸς ἑαυτοῦ προσιέμενος, καίτοι μηδὲν ἔχων, κατεξανέστη τοῦ κρατοῦντος, καὶ τὸν Ἡρώδην ἐλύπει· ὁ δὲ διάδημα καὶ ἁλουργίαν καὶ μυρίαν φαντασίαν περιβεβλημένος ἐδεδίει τὸν πάντων γε γυμνωμένον, καὶ οὐδὲ ἀποτετμημένην τὴν ἱερὰν κεφαλὴν ἰδεῖν ἐδύνατο ἀδεῶς. Οτι γὰρ καὶ μετὰ τὴν τελευτὴν ἀκμάζοντα εἶχε τὸν φόβον, παραμυθουμένου καὶ πείθοντος τὴν ψυχὴν τὴν ταραττομένην ἀναμνησθῆναι ὅτι αὐτὸς αὐτὸν ἔσφαξε· τοιαύτη τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ μετὰ τελευτὴν τῶν ζώντων ἐστὶ δυνατωτέρα. Διὰ δὴ τοῦτο καὶ ἡνίκα Έξη ὁ Ἰωάννης, οἱ τὰ πολλὰ κεκτημένοι χρήματα, πρὸς αὐτὸν ἐρχόμενοι ἔλεγον, Τί ποιήσωμεν, ὦ δι δάσκαλε; Τοσαῦτα ἔχετε, καὶ παρὰ τοῦ μηδὲν ἔχον τος βούλεσθε μαθεῖν τῆς ὑμετέρας ευημερίας τὴν ἐδόν; παρὰ τοῦ πένητος οἱ πλουτούντες; παρὰ τοῦ μηδὲ οἰκίαν ἔχοντος οἱ στρατευόμενοι; καὶ καθάπερ τὸ παλαιὸν ὁ Ἠλίας μετὰ πολλής παρρησίας ἅπασι δια εγόμενος, τῷ μὲν δήμῳ ἔλεγεν· Εως τότε χως λανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τῷ δὲ βασιλεῖ, Εὔρηκάς με ὁ ἐχθρός μου. Τὸν αὐτὸν ἐὴ τρόπον καὶ ὁ Ἰωάννης ὕστερον τὴν αὐτὴν ἐνδεικνύμενος παῤῥησίαν, τοῖς μὲν ὄχλοις ἐβόα, Γεννήματα ἐχιδνῶν· τῷ δὲ κρατοῦντι ἔλεγεν, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Εώρακε γὰρ τούτων ἑκάτερος οὐ τὸ διάδημα μόνον καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλὰ καὶ ἅπερ ἡ ψυχή περιεβέβλητο μάκια, λίαν αὐχμῶσα καὶ ῥυ πῶνα, καὶ καταδίκου παντὸς ἀθλιώτερον διακειμένη· καὶ βλέπων αὐτὸν αἰχμάλωτον καὶ δούλον ὄντα τῶν παθῶν, τῆς ἀρχῆς τούτου κατεφρόνει καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐπὶ τῆς ἀλη θείας βλέπειν ἐδόκει βασιλέα. Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν τὰ ἔνδον ἐν πενίᾳ τοσαύτη ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον του σοῦτος ἀπόκειται θησαυρός; Είδες την πέτραν, πως ἰσχυρῶς βέβηκε καὶ ἑδραίως, κἂν μετὰ πένητος ᾗ καὶ ἰδιώτου; Εἶδες αὖθι; τὴν ψάμμον, και μετὰ βασιλέως, κἂν μετὰ πλήθους, κἂν μετὰ δυναστείας ᾖ, πως εὐκόλως καταπίπτει, πως εἴχει ταῖς συμφοραῖς πῶς περιτρέπεται; καὶ γὰρ πάντων ἀναισθητοτέρους, ποιεῖ τοὺς μετιόντας αὐτήν. δ'. Τοιοῦτοι, κατὰ τὸν Ηλίαν δηλονότι καὶ Ἰωάν νην, ἦσαν καὶ οἱ ἀπόστολοι· τοιοῦτοι πάλιν, κατὰ
col. 889–890page 7 of 66
PG 149:889τὴν ᾿Αχαάβ καὶ Ηρώδην, οἱ Ἰουδαῖοι· διὸ καὶ οἱ μὲν ὄντες ὀλίγοι και δεδεμένοι, τῆς πέτρας τὸ στερ ἐὰν ἐνεδείκνυντο, Ἰουδαῖοι δὲ καὶ πολλοὶ καὶ ὡπλισμένοι, τῆς ψάμμου τὸ ἀσθενές· καὶ γὰρ ἔλεγον, Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; 'Ορᾶς ἐν ἀπο ρᾳ ὄντας οὐ τους υποχειρίους και δεδεμένους, ἀλλὰ τοὺς κατέχοντας καὶ δεσμεύοντας; Ου τί γένοιτ ἂν καινότερον; Ὑμεῖς κατέχετε, καὶ διαπορειτε, πι μάλα εἰκότως· ἐπειδὴ γὰρ ἐπὶ τῆς ψάμμου πάντα οικοδόμησαν, διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν. Διὰ τοῦτο καὶ πάλιν ἔλεγον, Τί ποιεῖτε, βου λόμενοι ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου του του; Ὑμεῖς μαστίζετε, καὶ ὑμεῖς φοβεῖσθε; μεῖς ἐπηρεάζετε, καὶ ὑμεῖς δεδοίκατε; ὑμεῖς κρίσ ντε καὶ ὑμεῖς τρέμετε; Οὕτως ἀσθενὴς ἡ κακία. Αλλ οὐχὶ οἱ ἀπόστολοι οὕτως· ἀλλὰ πῶς; οὐ δυνά μεθα ἡμεῖς & εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν. Εἶδες φρόνημα ύψηλόν; εἶδες πέτραν κυμάτων και ταγειῶσαν; εἶδες οἰκίαν ἄσειστον; καὶ τὸ θαυμα σε έτερον, ὅτι οὐ μόνον οὐκ ἐγίνοντο αὐτοὶ δειλοὶ δι' ὧν ἐπιβουλεύοντο, ἀλλ' ὅτι καὶ πλεῖον ἐλάμβανον Γιάρτος, κακείνους εἰς μείζονα ἐνέβαλον ἀγωνίαν καὶ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτός ἐστιν ὁ πληττόμενος· καὶ ὁ τὰ κέντρα λακτίζων, αὐτός ἐστιν ὁ κεντούμενος καὶ τὰ χαλεπὰ δεχόμενος τραύ ματα· καὶ ὁ τοῖς ἐναρέτοις ἐπιβουλεύων, αὐτός ἐστιν ὁ κινδυνεύων. Ἡ γὰρ κακία τοσούτῳ μᾶλλον ἀσθε νεστέρα γίνεται, ὅσῳπερ ἂν πρὸς τὴν ἀρετὴν τα ράττηται· καὶ καθάπερ ὁ πῦρ ἱματίῳ δεσμῶν τὴν μὲν φλόγα οὐκ ἔσβεσε, τὸ δὲ ἱμάτιον εδαπάνησεν, οὕτως ὁ τοῖς ἐναρέτοις ἐπηρεάζων, καὶ κατέχων αὐτ τοὺς καὶ δεσμεύων, ἐκείνους μὲν λαμπροτέρους εἰρ γάσατο, ἑαυτὸν δὲ ἠφάνισε· καὶ γὰρ ὅτῳ ἂν δεινὰ πάθῃ ὁ ἐπιεικείᾳ συζῶν, τοσούτῳ γέγονεν ἰσχυρότερος. Οσῳ γάρ τις τιμᾷ φιλοσοφίαν, τοσούτῳ μᾶλ. λεν Ισχυρός γίνεται καὶ πάντων ἀνώτερος· ὥσπερ τοὐναντίον ὁ πονηρία συζῶν, ὅσῳ ἂν εὐροῇ τοῖς ἐν ταῦθα, τοσούτῳ μᾶλλον ἀσθενέστερος γίνεται, μηδ ὀλίγον δυνάμενος ἀντισχεῖν πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα· διὸ καὶ πτῶμα πίπτει κυρίως μέγα, μὴ μόνον τῆς αἰωνίου ζωῆς ἐκπίπτων κατὰ τὴν τοῦ Σκι τῆρος ἀπόφασιν, ἀλλὰ κάν τῇ παρούσῃ ζωῇ βίον Ελκων αθλιώτερον πάντων, ὡς ἀθυμίαις διηνεκέσι, δειλίαις, φροντίσιν, ἀγωνίαις συζῶν· ὅπερ οὖν και τις σοφές αινιττόμενος ἔλεγε, Φεύγει ἀσεβής, οὐ δενὸς διώκοντος. Οἱ γὰρ τοιοῦτοι τὰς σκιὰς αὐτάς τρέμουσι, τοὺς φίλους ὑποπτεύουσι, τοὺς ἐχθρούς, τοὺς οἰκέτας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας αὐτούς καὶ πρὸ τῆς ἐκείνων κολάσεως τὴν ἐσχάτην εν ταῦθα τίννουσι κόλασιν· ἅπερ ἅπαντα δηλῶν ὁ Χρι στὰς ἔλεγε, Καὶ ἦν ἡ πτῶσις αὐτῆ; μεγάλη, κατα κλείων εἰς τὸ προσῆκον τέλος τὰ καλὰ ταῦτα παραγγέλματα, καὶ τοὺς σφόδρα ἀπίστους πείθων καὶ ἀπὸ τῶν παρόντων φεύγειν κακίαν. Εἰ γὰρ καὶ μίζων ὁ περὶ τῶν μελλόντων λόγος, ἀλλὰ τοὺς παχυτέρους οὗτος μᾶλλον ἱκανὴς κατασχεῖν καὶ ἀπαγαγεῖν τῆς πονηρίας· διὸ καὶ εἰς τοῦτο κατέληξεν ὥστε ἔναυλον εἶναι τὴν ὠφέλειαν αὐτοῖς. ε'. Συνειδότες οὖν, ἀδελφοί, ταῦτα πάντα, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, μακαρίζωμεν μὲν, ὡς εἰκὸς, καὶ ζηλωτούς είναι νομίζωμεν τοὺς ἀεὶ πρὸς εὐσέβειαν βλέποντας, καν μυρίας αλύσεις περίκει

Ethical Sermon IISermonis secundi ethicon

col. 891–892page 8 of 66
PG 149:891ται, καὶ δεσμωτήριον οἰκῶσι διαπαντός, κἂν ἀνα ξίοις δουλεύωσι, καν πένωνται, κἂν ἐξορύττωνται, και καίωνται, καν κατὰ μικρὴν δαπανώνται τὰ σώ ματα, κἂν ὁτιοῦν ἄλλο πάσχωσι δεινόν. Δακρύωμεν δὲ καὶ ταλανίζωμεν τοὺς ἐν ἀσελγείᾳ καὶ πονηρία καὶ τοῖς ἐσχάτοις ζῶντας κακοῖς, κἂν τῆς παρὰ πάντων ἀπολαύωσι τιμῆς, κἂν διάδημα καὶ ἁλουργίδα περίκεινται, πρὸς αὐτὸν ἀναβάντες τὸν βασι λικών θρόνον, καν τῆς οἰκουμένης κρατῶσι πόσης οὐδὲν γὰρ ὄντως αθλιώτερον τῆς οὕτω διακειμένη; ψυχῆς, κἂν ἅπασαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ἔφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πινέστερος ᾖ; Τί δὲ κέρ δος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέσθαι μή δύνηται; Μή θαυμάζωμεν δὲ μόνον τοὺς ἐναρέτους, καὶ τοὺς ἐν κακίᾳ ζῶντας κακίζωμεν, ἀλλὰ καὶ πάσῃ δυνάμει πᾶσιν μὲν φεύγω μεν πονηρίαν, πᾶν δὲ τῆς ἀρετῆς εἶδος, ὡς χρεών, μετερχώμεθα διά βίου παντὸς, ἵνα μὴ μάτ τὴν μηδὲ εἰκῇ κάμνωμεν, ἀλλὰ καὶ τῆς ἐνταῦθα ἀπολαύσωμεν ἀσφαλείας, καὶ τῆς ἐκεῖ μετάσχω μεν δόξης ής γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Αμήν. ΔΙΑΛΕΞΕΩΣ ΔΕΥΤΕΡΑΣ ΗΘΙΚΟΝ. Οτι οι δυσκατόρθωτος οὐδ᾽ ἐπίπονες ἡ ἀρετή. ἐὰν κατὰ ταύτην ἐθέλωμεν ζῇν α'. Αλλ' οὕτω μὲν ὁ Χριστὸς καὶ τῷ Ἰωάννῃ μεγάλα προσμαρτυρεί, καὶ ἑαυτὸν ἐκείνου προτίθησιν· ἡμῖν δὲ δείκνυσι μάλιστα πάντων ἀνθρώπων ὁ Ἰωάννης τοιοῦτος ὢν κατὰ τὴν δεσποτικὴν ἀπό φασιν, τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς ἡμε τέρας φύσεως ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικών ἀρετῆς τουτὶ τὸ ζῶον. Ισταται γὰρ ὁ Ἰωάννης ἐξ οὗ γέγονεν, ἀεὶ ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου λαμπρά τῇ φωνῇ πρὸς πάντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ, καὶ μάλα δεικνὺς ὅτι ἀγγέ λων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἑαυτοῖς προσέχειν ἐθέλωμεν· οὐ γὰρ ἄλλης οὕτως λαχών φύσεως, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμου, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ Ο νόμοις τοῖς αὐτοῖς καὶ ἔθεσι τραφείς, καὶ ὡς όμο γενὴς ἡμῶν ὑπὸ τῶν αὐτῶν ἐνοχλούμενος παθῶν, πάν τας ἀνθρώπους υπερηκόντισε τοὺς, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητης γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τα σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον ἔπαθεν, ἐῤῥωμένῳ τῷ λογισμῷ τὴν φύσιν ἡνιοχήσας, καὶ περιγενόμενος τῶν ἀτά κτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου καταγελάσας εὐημερίας, ἅτε δὴ πρὸς μένην τὴν ἀληθῆ δόξαν επτοημένος. β. Λοιπόν οὖν μηδεὶς λεγέτω τὴν ἀρετὴν δυσκα
col. 893–894page 9 of 66
PG 149:893τόρθωτον, τὸν Βαπτιστὴν ἐννοῶν, καὶ μετὰ τούτου τοὺς ἐξ ἐκείνου μέχρι καὶ ἐς δεῦρο καλῶς ἐν ὄρεσιν ἡσυχάζοντας, ἀφιέντας μὲν οἰκίας καὶ γυναῖκας καὶ προστασίαν ἅπασιν, ἔξω δὲ ἑαυτοὺς τοῦ κόσμου ποιοῦντας, καὶ σάκκον περιτιθεμένους, καὶ ὑπο στρωνουμένους σποδόν, καὶ κλοιὰ τῶν τραχήλων ἐξαρτώντας, καὶ κατακλείοντας ἑαυτοὺς ἐν οἰκίσκῳ μικρῷ, καὶ οὐδὲ μέχρι τούτου Ισταμένους, ἀλλὰ καὶ νηστείαις καὶ λιμῷ διηνεκεί κατατείνοντας ἑαυτούς, καὶ σκληρὸν ὄντως καὶ τραχὺν ἀναδεχομένους βίον διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. Εἰ γὰρ βουλοίμεθα, δυνατὸν καὶ ἡμῖν ὡς ἐκείνοις ἀποστῆσαι μὲν τῆς γῆς ἑαυτοὺς, ἀνελθεῖν δὲ πρὸς οὐρανὸν, οὐ τόπῳ, τρόπῳ δὲ καὶ τῇ προαιρέσει. Εἰ γὰρ τέχνα; οὕτω κατορθοῦμεν ὑπερβαινούσας τους πολλούς, πολλῷ μᾶλλον 8 μὴ τοσούτου δεῖται πόνου. Τί γάρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης ἄνω, καθάπερ ἐπὶ ἰσοπέδου, βαδίζειν, καὶ ἄνω ταύτης που ριπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι, καθάπερ ἐπὶ κλίνης καθ' μενον; Τί δέ, εἰπέ μοι, χαλεπώτερον τοῦ κόντον ἐπὶ τοῦ μετώπου λαβεῖν, εἶτα ἐπιθέντα άνω παιδίον μυρία ποιεῖν, καὶ τέρπειν τοὺς θεατάς; Οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι δοκεῖ τὸ πρᾶγμα, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι καὶ τρέμειν καὶ πρὸς τὴν ὄψιν αὐτήν; Τούτων τοίνυν ἁπάντων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωμεν, καὶ τὸ πρὸς αὐτὸν ἀναβῆναι τὸν οὐρανόν. γ'. Καὶ μή μοι λεγέτω τις, Θέλω, ἀλλ' οὐ δύνα μας. Εἰ γὰρ πράγματός τινος ἐντὸς γενέσθαι βου λόμενοι, οὐχὶ τῷ θελῆσαι μόνον ἀρχούμεθα, ἀλλὰ καὶ τοῦ πράγματος ἀπτόμεθα· πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀνελθεῖν βουλόμενοι, τῆς πρακτικῆς ἀρε τῆς δεησόμεθα. Μηδὲ πάλιν ἕτερόν τινα αἰτιάσθω τις, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τί λέγω ἕτερον; μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλύσαι τὴν ἐπὶ τὴν ἀρε την φέρουσαν δὲν δύνασθαι· ἀλλ' ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς βαθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται. Καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν· ὅτι ἡνίκα μὲν ἂν βουλώμεθα νήφειν, το τοῦτον τὸν πόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ἐδὲν ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στερξοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς· ὅταν δὲ ῥαθυ μῶμεν, καὶ μηδενὸς ὄντος του συμβουλεύοντος, ἢ ὑποσκελίζοντος, οἴκαθεν κινούμενοι ἐπὶ τὴν κακίαν ἐρμῶμεν. Τῷ ὄντι γὰρ καὶ ἐὰν βουλώμεθα νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τὴν σπουδὴν δύναται λυμήνασθαι· καὶ ἐὰν εἰς ῥᾳθυμίαν ἀποκλίνωμεν πάλιν, καὶ ὑπὸ τῶν τυ χόντων βλαπτόμεθα· ἐπείπερ οὐδεὶς φύσει καλός, ἢ κακὸς, ἀλλ' ἐν τῇ προαιρέσει κεῖται ἡμῶν ὄντων αὐτεξουσίων τὸ πονηροὺς μὲν ὑπάρχειν τῇ οἰκεία βαθυμία κεχρημένους, καὶ τὴν ἑαυτῶν προδιδόντας σωτηρίαν, καὶ τῆς θεόθεν εὐνοίας ἑαυτοὺς καθιστῶντας ἐρήμους· ἀγαθοὺς δὲ εἶναι τῇ οἰκείᾳ σπουδῇ, τὰ τῆς ἀρετῆς ἔργα κατορθοῦν δυναμένους μετὰ τῆς ἄνωθεν χάριτος. "Οθεν καὶ λίαν ἄτοπον τέχνην μὲν ἔχειν τὸν ἄνθρωπον, τὰ ἄλογα κατὰ τὸ
col. 895–896page 10 of 66
PG 149:895ἐγχωροῦν εἰς ἀνθρώπων εὐγένειαν μετατιθέναι, ψιττακοὺς καὶ κίσσας, παιδεύοντα φωνὴν ἀνθρωπίνην φθέγγεσθαι, καὶ τῇ τέχνῃ τὴν φύσιν βιάζειν, ἡμέ ρους ἐργαζόμενον λέοντας, καὶ διὰ τῆς ἀγορᾶ; Ελ κοντα, αὐτὸν δὲ τοῦτον ἑαυτὸν λύκων ἀγριώτερον καθιστᾷν, προδιδόντα τὴν ἀρετὴν τῆς φύσεως, καὶ ἣν ἔλαβεν εὐγένειαν ἐκ Θεοῦ· καὶ τὸ δὴ χαλεπώτε ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι τοῦτο· οὐδὲ καὶ τὰς τῶν πολλῶν ἀλόγων κακίας εἰς τὴν του, ὅτι τῶν μὲν ἀλόγων ἕκαστον ἐν ἐλάττωμα ἔχει γὰρ ἂν ἐλάττωμα πολλάκις κέκτηται ἄνθρωπος, ἀλλὰ ἑαυτοῦ συνάγει ψυχήν. δ'. Διὰ τοῦτο μὴ σκοπῶμεν εἰ ψυχὴν ἔχομεν ἀν θρώπου, ἀλλ' εἰ τυγχάνομεν ἄνθρωποι τὸ φρόνημα τῶν ἀλόγων ἄρχοντες υπάρχομεν, καὶ τῶν ἐν ἡμῖν ἀλόγων παθῶν δοῦλοι· πῶς οὖν ἄνθρωποι κληθῶν μεν, ὡς οὐκ ἔχομεν τῆς βασιλείας τὸ σύνθημα; Εν ? " νοήσωμεν κατὰ τίνος εἰκόνα γεγόναμεν, καὶ μὴ κατενεχθῶμεν εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν. Εἶπερ γὰρ ἐθέλομεν μαθεῖν, ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ Θεὸς τους νόμους τοὺς διακρίνοντας τί καλόν καὶ τί του νημών, κατ' εἰκόνα δημιουργήσας ἡμᾶς ἰδίαν καὶ καθ᾽ ὁμοίωσιν, αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρωτήσωμεν, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύ γουσι τῶν κακῶν τὴν προσηγορίαν. Ο μοιχὸς μοι γεύει· μοιχὸς δὲ ἀκούων, αἰσχύνεται. Ειπάτω τις τῷ ὁμολογουμένῳ μοιχῷ, Μοιχέ· καὶ ὁ ποιῶν ἤδεται, ἀκούων αἰσχύνεται. Εἰπάτω τῷ ἐπιόρκῳ, Επίορχε καὶ εἰς ὕβριν λαμβάνει την προσηγορίαν τῶν ο! κείων ἔργων. Εἰ οὖν καλὸν ἡγεῖται τὴν ἁμαρτίαν, τί φεύγει τὴν προσηγορίαν; Αλλ' εἰπάτω τῷ σώ φρονι, Σωφρον· καὶ οὗ τὸ ἔργον ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται καλεσάτω τὸν δίκαιον δίκαιον· καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσ γορία σεμνύνεται· κἂν γὰρ δι᾿ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ' ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφη μίαν· καὶ οὐδεμίαν δὲ πάλιν εὑρήσει τις κακίαν, ἐξ οἰκείου προσώπου φαινομένην, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς. Καὶ πῶς, ἀκούσωμεν· ὁ ψευδή μενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος, ψεύδεται, ἀλλ' ἀλή θειαν ὑποκρινόμενος ἀπατᾷ· ὁ δήλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγ ματεύεται τὴν πονηρίαν· ὁ συκοφάντης ὅταν εἰσ ἔλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας απερ ἔστιν εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι διὰ τοῦ ψεύδους, τον μάρτυρα τῆς κακίας ἐνδείκνυται· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύρηται, τὸ ὄνομα τὸ ἀγα δὲν ἀσπάζεται. ε. Πολλοὶ γὰρ πολλάκις δυνάσται πλεονεξία πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦνται παρά τινων, ἢ ἀνιένα: τῷ πένητι τὴν ἐπικειμένην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας ἢ λυ πεῖν νομισθέντας· καὶ ὁ ἐλθὼν καλῶς πρεσβεύσα παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ οὐκ εὐθέως ἀπὸ τῆς ἀληθείας ἄρχεται, καὶ λέγει αὐτῷ ὅ ἐστιν, ἀλλὰ προστίθησιν αὐτῷ ὄνομα ἀρετῆς, Ανήρ εἶ, φά σκων, ἀγαθός, διαβεβληταί σου τὸ ὄνομα, πάντες σου τὰς εὐπραγίας ᾄδουσι, καὶ πολλὰ τοιαῦτα συν άπτων, εἰ καμφθῇ τῇ εὐφημίᾳ ἐκεῖνος, καὶ φύγῃ τὴν πονηρίαν. Ορᾶτε πῶς ἡ κακία νικᾶται ταῖς
col. 897–898page 11 of 66
PG 149:897εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς κακῶς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσι; τὸ ἐναντίον αἱρεῖται· τοσοῦτον ἀγα Οὸν ἡ ἀρετὴ, καὶ οὕτω ταύτης ἡ ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυ χάνουσι. ς'. Διὰ δὴ τοῦτο καὶ πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι πρὸς ἀρετὴν ἑλκούσας, μὴ ἐκνῶμεν μηδὲ ἀναδυώμεθα, μηδὲ ὡς ἐπίπονον φεύ γωμεν τὴν ἀρετὴν, ἀλλ᾽ ἐλώμεθα ταύτην, πολύ μετὰ τῆς ἡδονῆς κεκτημένην τὸ κέρδος. ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς· ἄνω πρὸς οὐρανὸν ἀνα βλέψωμεν· τῆς ἐκεῖ φερούσης ἁψώμεθα· μετὰ πολ λῆς τῆς σπουδῆς ταύτην ἀνύωμεν τὴν ὁδὸν, καὶ προσέχωμεν διαπαντὸς ἑαυτοῖς, ἵνα μὴ μικρὸν ἀθυ μήσαντες ἀπολώμεθα. Καθάπερ γὰρ ἐν τοῖς θεά τροις οἱ τὴν σχοίνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετώντες, ἂν μικρὸν παραβλέψωσι, παρατραπέντες κατενεχθήσονται κάτ τω καὶ ἀπολοῦνται, οὕτω καὶ οἱ τὴν πνευματικὴν ὀδεύοντες ὁδὸν, ἂν μικρὸν ῥαθυμήσωσι, κατακρημνίζονται. Καὶ γὰρ ἐκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενωτέρα καὶ ὄρθιος καὶ προσάντης μᾶλλον ἐστι, καὶ ὑψηλοτέρα πολλῷ, διὰ τὸ τῆς ἀρετῆς μετ γαλεῖον, καὶ ὑψηλὸν ἀξίωμα, καὶ σφόδρα σφοδρὸν καὶ πάνω μέγα· πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανὸν ἡ ῥηθεῖσα πορεία· καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ βήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γε νώμεθα τῇ κορυφῇ. Τοῖς γὰρ ἐφ᾽ ὕψους ἐστῶσι πολὺς ὁ τρόμος καὶ μία μόνον ἀσφάλεια λείπεται, τὸ μὴ κατακύψαι κάτω, μηδὲ εἰς τὴν γῆν ἰδεῖν καὶ γὰρ πολὺς ἐντεῦθεν καὶ χαλεπός ὁ σκοτάδινος γίνεται. Ούπερ ἵνα τὴν πεῖραν φύγωμεν, ἀρετήν ἀσκοῦντες, τῶν μὲν ὄπισθεν ἐπιλανθανώμεθα, τοῖς δὲ ἔμπροσθεν ἐκτεινώμεθα, πρὸς τὸ τῶν ἐφετῶν ἀκρότατον ἐπειγόμενοι φθάσαι· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχείν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ταναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΔΙΑΛΕΞΕΩΣ ΤΡΙΤΗΣ ΗΘΙΚΟΝ *Οτι δεῖ ἡμᾶς ὠτία κτήσασθαι πνευματικὰ παρὰ Θεοῦ· καὶ ταῦτα λαβόντας, πρὸς ἅπαντα κατακούειν τῶν ψυχικῶν ἡμῶν ἰατρῶν, τῆς πνευματικῆς χρήζοντας θεραπείας. α΄. Τοιγαροῦν εὐξώμεθα προστεθῆναι ἡμῖν ὡτία παρὰ Θεοῦ πρὸς τὸ ἀκούειν, ὅ φησιν ή Γραφή, του τέστιν ὦτα νοητὰ καὶ δυνάμενα λόγον ἀκούειν, πρὸς τὸ τοῖς λεγομένοις ἐπιβάλλειν καλῶς· καὶ ταῦτα κτησάμενοι, πρὸς ἅπαντα κατακούωμεν αὐτοῦ τε Χριστοῦ καὶ τῶν θεραπόντων Χριστοῦ, τοῦ τῶν ψυχῶν ἰατροῦ καὶ τῶν σωμάτων, κάμνοντες ήδη κατά ψυχήν, ὅπως ἂν ἀπὸ τῆς κακίας ἀναστάντες, ἐντεῦθεν ἀπέλθωμεν ὑγιεῖς. Καὶ γάρ ἐστιν ὄντως ἄτοπον, τῶν μὲν σωμάτων ἡμῶν νοσούντων, καὶ Ιατρούς παρακαλεῖν, καὶ τοῖς νόμοις πείθεσθαι τῆς

Ethical Sermon IIISermonis tertii ethicon

col. 899–900page 12 of 66
PG 149:899τέχνης, κἂν εἴπωσιν οὗται φάρμακα κατασκευασθῆναι πολλῆς τιμῆ;, εὐθέως εἴκειν, κἂν ὁτιοῦν ἐπιτάξωσι, πείθεσθαι παραχρῆμα, καὶ μισθούς αυτ τοῖς τῶν προσταγμάτων τούτων τελεῖν· τῆς δὲ ψυ χῆς κακῶς διακειμένης παντάπασιν ἀμελεῖν, καὶ μήτε ἰατρὸν εἰσάγειν, μήτε χρήματα αναλίσκειν, μήτε σπουδὴν ἄλλην εἰσφέρειν, μήτε λόγοις προτέ χειν δι' ὧν ἂν ἀπαλλαγῶμεν τῆς νόσου, ἀλλ' ὥσπερ δημίας τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω ταύτης καταφρονεῖν, καὶ μηδεμίαν ποιεῖσθαι ἐπιμέλειαν. Ὥσπερ γάρ εἰσιν ἰατροὶ σωμάτων, οὕτω δὴ καὶ ψυχῶν· καὶ καθαπερ ἐκείνοις πειθάμεθα, πονήρως τοῦ σώματος ἔχοντος, οὕτω χρὴ πάν. τως καὶ τούτων ἀκούειν, νοσούσης ἡμῶν ψυχῆς· οὐ γὰρ οἷόν τε ἄλλως τῶν ψυχικῶν ἡμᾶς ῥυσθῆναι παθῶν. β'. Οταν οὖν κάμνωμεν ψυχικῶς, μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κάμνομεν, ἐπιδείξωμεν τὴν ἀῤῥωστοῦ. σαν ψυχὴν τῷ Δεσπότῃ Χριστῷ πρὸ πάντων, τῷ πᾶσαν νόσου καὶ μαλακίαν ἅπασαν ἰωμένῳ, τοὺς αὐτοῦ μαθητὰς εἰσάγωμεν, τοὺς θαυμασίους ιατρούς, καὶ σὺν αὐτοῖς τοὺς προφήτας· καὶ τούτοις παρα καθήσαντες ἀκούσωμεν παρ' αὐτῶν, τί δεῖ ποιεῖν τὴν νοσούσαν εἰς ἰατρείαν αὐτῆς. Πάντως ἐροῦσι καὶ οὐκ ἀποκρύψονται· φθέγγονται γὰρ ἀεὶ διὰ τῶν Γραφῶν. ᾿Αλλ' οὐ προσέχει τῷ πυρετῷ κατεχομένη; καταναγκάσωμεν ἡμεῖς αὐτὴν, καὶ τὸ λογικὸν αὐ τῆς διεγείρωμεν, οὐκέτι χρήματα τοῖς ἰατροῖς και ταθεῖναι τούτοις· οὔτε γὰρ αὐτοὶ μισθὸν ὑπὲρ ξαυ τῶν ἀπαιτοῦσιν, οὔτε ὑπέρ φαρμάκων ὧν κατα σκευάζουσιν, εἰς ἀνάγκην ἡμᾶς δαπάνης ἐκκαλοῦνται, πλὴν τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προς διδόασιν, οἷον ὅταν κελεύωσι σωφρονεῖν τῶν ἀκαί ρων ἡμᾶς, καὶ ἀτόπων ἀπαλλάττουσιν ἀναλωμάτων, ὅταν ἀπέχεσθαι μέθης, εὐπορωτέρους ἡμᾶς ποιοῦσιν. Είδες ἰατρῶν τέχνην μετὰ τῆς ὑγείας καὶ χρήσ ματα παρεχόντων; Παρακαθίσωμεν τοίνυν αὐτοῖς, ἀκούσωμεν τούτων τῶν λόγων επιταττόντων, ώτα κεκτημένοι πνευματικὰ πρὸς τὸ ἀκούειν· καὶ μάτ θωμεν παρ' αὐτῶν τοῦ νοσήματος ἡμῶν τὴν φύσιν, οἷον ὁρῶμεν χρημάτων πολλάκις καὶ πλεονεξίας, ὥσπερ οἱ πυρέττοντες ψυχροῦ· ἀκούσωμεν οὖν τί παραινούσι· καθάπερ γάρ φησιν ὁ σωματικός ἰατρὸς ἡμῶν, ὅτι ἐὰν χρήσησθε τῇ ἐπιθυμίᾳ πολλή, τὰ καὶ τὰ ὑποστήσεσθε· τὸν αὐτὴν δὴ τρόπου καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰ πειρασμὸν καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερές, αἴτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον και ἀπώλειαν· ἀλλ' ἀκαρτέρητοί ἐσμεν. 'Ακούσωμε, αὐτοῦ πάλιν λέγοντος. Ετι μικρὸν, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε· καὶ αὖθις· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. γ'. Οὐδὲ γὰρ ἐπιτάττει μόνον, ἀλλὰ καὶ παραμυθεῖται ὡς Ιατρός· οὕτω καὶ οὗτος μετοχετεύει τὴν ἐπιθυμίαν. Βούλεσθε πλουτεῖν; φησίν· ἐν ἔργοις πλουτεῖτε ἀγαθοῖς. Ἐπιθυμεῖτε θησαυρίζειν; οὐδὲν κωλύω· μένον ἐν τοῖς οὐρανοῖς· καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρόν βλαβερόν, οὕτω καὶ αὐτὸς συν τομώτερον, ἅτε βραχυλογίας ἐπιμελούμενος, σα φέστερον δὲ πολλῷ καὶ δυνατώτερον· βίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φυλαργυρία. Τίνι δεῖ οὖν χρήσασθαι; λέγει καὶ τοῦτο, τῇ αὐταρκείᾳ ἀντὶ
col. 901–902page 13 of 66
PG 149:901πλεονεξίας· ἔστι γάρ πορισμός μέγας, φησίν, ή αὐτάρκεια μετ' εὐσεβείας. Εἰ δὲ δυσανασχετεί τις, καὶ πλειόνων ἐπιθυμεῖ, καὶ οὔπω χωρεῖ ρίψαι τὰ περιττά πάντα, λέγει καὶ τῷ οὕτως ἀρρώστῳ, καὶ τούτοις πῶς χρήσασθα: δεῖ· ἵνα οἱ χαίροντες ἐπὶ κτήμασιν ὡς μὴ χαίροντες ὦσιν· οἱ ἔχοντες, ώς μὴ κατέχοντες· οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· εἴδετε οἷα ἐπιτάττει; δ. Βούλεσθε καὶ ἕτερον ἐπεισάγωμεν τούτῳ ἐπο τρόν; Εμοιγε δοκεῖ· οὐδὲ γάρ εἰσιν οὗτοι ιατροί, καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις ἀντιφιλοτιμούμενοι ἀλλήλοις, κατέδυσαν τὸν ἀῤῥωστοῦντα ἀλλ' οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσωμεν τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται διδάσκαλος ὁ Χριστός· ἴδωμεν εἰσελ θέντα πάλιν ἕτερον, καὶ χαλεπὰ λέγοντα περὶ νοσή ματος τούτου, τὴν τοῦ Χριστοῦ συγγράφοντα διδα χήν, διεξιόντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μα μωνᾷ. Ναί, φησί, καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν· καὶ πῶς εἰσόμεθα; 'Ακούσωμεν αὐτοῦ καὶ τοῦτο λέγοντο;· Μὴ θησαυρίζετε ὑμῖν θησαυρούς ἐπὶ τῆς γῆς, ὅπου σῆς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Εἴδετε πῶς ἀπὸ τοῦ τόπου, ἀπὸ τῶν λυμαινομένων ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐνταῦθα, καὶ προσηλοί τῷ οὐρανῷ, ὅπου πάντα ἀνάλωτα; "Αν γὰρ μετα θῆτε τὸν πλοῦτον ἐκεῖ, φησὶν, ὅπου οὔτε σῆς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούεσθε την νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστη καταστήσετε εὐπορίᾳ. ε'. Μετὰ δὲ τῶν εἰρημένων παράδειγμα εἰς μέσον ἄγει, διὰ τούτου σωφρονίζων ἡμᾶς· καθάπερ γάρ ὁ ἰατρὸς φοβῶν τὸν ἄῤῥωστον, φησίν, ὅτι ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο, οὕτω καὶ αὐτὸς εἰσ ἀγει τὸν πλούσιον κάμνοντα καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγείας, οὐ δυνάμενον δὲ ἐπιτυχεῖν διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ᾽ ἀπιόντα κρούον· ὃν δή που τρόπον καὶ ἕτερον δείκνυσιν ἡμῖν σὺν αὐτῷ πλούσιον, ἄλλος εὐαγγελιστής τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα κύριον. Εἶτα δει κνύων ὅτι εὔκολα τὰ ἐπιτάγματα, φησίν· Εμβλέ-. ψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ ἑξῆς. Η Συγκαταβατικός δὲ ῶν, οὐδὲ τοὺς πλουτοῦντας ἀφίησιν ἀπογινώσκειν· τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα δυνατά παρὰ τῷ Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖ τις, δύναται τοῦτον θεραπεῦσαι ὁ ἰατρός οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι χρημάτων τό, πλεονεξίας εραστήν· καὶ πῶς δυνατ τὸν τὸ πλουτοῦντα σωθῆναι; κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰώβ, καὶ τὴν τοῦ πλείονος ἐπιθυμίαν ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα τὴν ἀναγκαίαν δείκνυσιν ἡμῖν καὶ τοῦτον αὐτὸν τὸν τελώνην, τὸν σφόδρα κατεχόμενον τῷ πυρετῷ τῆς πλεονεξίας, ταχέως ἀπαλλαγέντα τούτου τοῦ πυρετοῦ· τί γὰρ τελώνου καπηλικώτερον; 'Αλλ' όμως γέγονεν ἀκτή

Ethical Sermon IVSermonis quarti ethicon

col. 903–904page 14 of 66
PG 149:903μων ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς ἰατροῦ νό μοις· καὶ γὰρ τοὺς μαθητάς τοιούτους εἶχεν ὁ Χριστὸς ταῦτα νοσήσαντας τὰ νοσήματα, ἅπερ ἡμεῖς, καὶ ὑγιάναντας ταχέως· καὶ ἕκαστον αὐτῶν δείκνυσιν ἡμῖν, ὥστε μὴ ἀπογνῶναι. Ορᾶτε γοῦν τὴν τελώνην τοῦτον. ς'. Σκοπείτε πάλιν ἕτερον ἀρχιτελώνην κατ' ἄλ λον εὐαγγελιστήν, ὃς ἀρχιτελώνης τετραπλασίονα μὲν ὑπέσχετο δώσειν ὑπὲρ ὧν ἤρπασε, τὰ δὲ ἡμίση πάντων ὧν ἐκέκτητο, δώσειν τοῖς πτωχοίς, ὥστε τὸν Ἰησοῦν ὑποδέξασθαι. 'Αλλ' ἐκκαίεσθε ὑμεῖς, καὶ σφόδρα ἐπιθυμεῖτε χρημάτων; Έχετε τὰ πάντων ἀντὶ τῶν ὑμετέρων· καὶ γὰρ πλεῖον ὧν ζητεῖτε δί δωμι ὑμῖν, φησί, τὰς τῶν πλουτούντων οἰκίας ἀνο γων ὑμῖν κατὰ τὴν οἰκουμένην. "Ος γὰρ ἀφῆκε πατέρα ή μητέρα ἢ ἀγροὺς ἢ οἰκίαν, ἑκατονταπλασίονα λήγεται. Καὶ οὐχὶ πλειόνων ἀπόλαυσιν μόνον λήψεσθε, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψο; τῆς πλεονεξίας ἀναιρήσετε παντάπασι, καὶ οἴσετε πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων οὐκ ἐφιέμενοι, ἀλλ᾽ οὐδὲ τῶν ἀναγκαίων πολλάκις. Οὕτως ὁ Παῦλος πεινά, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἐσθίειν, ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος καὶ στεφανούμενος οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳστώνῃ ἢ καὶ ἔμπορος τῶν ἐν θαλάττῃ πόνων αψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοί νυν ἂν γευσώμεθα ὡς χρὴ τῶν καρπῶν τῶν πνευματικῶν, λοιπὸν οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ μέθῃ καλλίστῃ τῇ τῶν μελλόντων ἐπι θυμίᾳ ἀλόντες. Γευσώμεθα γοῦν διὰ τοῦ πρὸς ἅπαντα κατακούειν τῶν ψυχικῶν ἡμῶν ἰατρῶν, ὠτία πνευματικὰ λαβόντες παρά Θεοῦ πρὸς τὸ ἀκούειν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμι τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀπ', καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Αμήν. ΔΙΑΛΕΞΕΩΣ ΤΕΤΑΡΤΗΣ ΗΘΙΚΟΝ "Οτι μεγάλη ζημία τὸ μὴ τὰς Γραφὰς εἰδέναι καὶ ὅτι τῇ ἀρετῇ εἰσι μέλη, παντὸς σώματος εὐειδοὺς εὐπρεπέστερα· καὶ τίνα ταῦτα· καὶ ὅτι ταύτης εικόνες ἀκριβεῖς οἱ ἀπόστολοι· καὶ ὅτι οὐδὲν τὸ κωλύον, ἐὰν θέλωμεν, τῶν ἀπο στόλων ἴσους ἡμᾶς γενέσθαι α'. 'Ακούσωμεν τοίνυν ὅσοι τῆς ἀναγνώσεως τῶν θεοπνεύστων Γραφῶν ἀμελοῦμεν, ὅσην ὑπομένομεν βλάβην, ὅτην πενίαν. Πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιλαθόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες, καθ' οὓς πολιτεύεσθαι χρή; 'Αλλ' οἱ μὲν πλουτούντες καὶ περὶ χρήματα μεμηνότες, συνεχώς τινάσσουσιν αὐτῶν τὰ ἱμάτια, ὥστε μὴ σητ έρωτα γενέσθα:· ἡμεῖς δὲ σητὸς χαλεπώτερον ὁρῶντες τὴν λήθην, λυμαινομένην ἡμῶν τὴν ψυχὴν, οὐκ ἐντυ χάνομεν ἱεροῖς βιβλίοις, δι' ὧν καλλωπίζεται ἡ ψυχη φωτιζομένη; οὐ διακρουόμεθα τὴν ἐκ τῆς λήθης λύμην; οὐ καλλωπίζομεν ἡμῶν τὴν ψυχὴν σωτ
col. 905–906page 15 of 66
PG 149:905σύνῃ καὶ ἐπιεικείᾳ καὶ φόβῳ πρὸς Θεὸν ἐῤῥιζωμένῳ, καὶ ταῖς εὐχαῖς καὶ ταῖς ἐλεημοσύναις, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ; τοὺς ἀποστόλους καὶ τους προφήτας ἔχοντες ἡμᾶς ἀποσμήχοντας διὰ τῶν διδαγμάτων αὐτῶν, ἀποξύοντας τῆς ἁμαρτίας το γῆρας, ἐπάγοντας τῆς νεότητος τὴν ἀκμήν, πᾶσαν κηλίδα, πᾶσαν ρυτίδα, πάντα σπίλον ἐκβάλλοντας τῆς ἡμετέρας ψυχῆς, καὶ κάλλος ἀμήχανον ἐντιθένα τας αὐτῇ, καὶ κρεῖττον πολλῷ τῷ μέτρῳ τοῦ σώ γατος κάλλους· τὸ μὲν γὰρ τοῦ σώματος κάλλος καὶ νόσο; ἐμάρανε, καὶ πλῆθος χρόνου διέφθειρε, καὶ γῆρας έσβεσε, καὶ θάνατος ἐπελθὼν ἅπαν ἀνεῖλε τὸ δὲ τῆς ψυχῆς οὐ νόσος, οὐ χρόνος, οὐ γῆρας, οὐ θάνατος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν λυμαίνεσθαι δύναται, ἀλλὰ μένει διηνεκῶς ἀνθοῦν· καὶ τὸ μὲν τοῦ σώματος, τοὺς ὁρῶντας εἰς ἀκολασίαν εκκα λεῖται πολλάκις· τὸ δὲ τῆς ψυχῆς κάλλος, αὐτὸν τὸν Θεὸν πρὸς τὸν οἰκεῖον ἔρωτα ἐπισπᾶται· καθά φησιν ὁ Προφήτης πρὸς τὴν Ἐκκλησίαν διαλεγόμενος, * τις ἐστὶ τὸ τῶν πιστῶν ἡμῶν ἅπαν πλήρωμα Ακουσον, θύγατερ, καὶ ἴδε, καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Οὗ δὴ κάλλους ἡμεῖς καταφρονοῦντες ἀθλίως, οὐ καλλωπίζομεν ἡμῶν τὴν ψυχὴν, ὡς εἶπον, οὐκ ἐπισκοποῦ μεν συνεχῶς τὴν εἰκόνα τῆς ἀρετῆ;, καὶ τὰ μέλη αὐτῆς καταμανθάνομεν, καὶ τὴν κεφαλὴν· καὶ γὰρ καὶ κεφαλὴν ἔχει καὶ μέλη παντὸς σώματος εὐειδοῦς καὶ καλοῦ εὐπρεπέστερα. β'. Τί; οὖν ἡ κεφαλὴ τῆς ἀρετῆς φησιν; Η ταπε νοφροσύνη· διὸ καὶ ἀπ' αὐτῆς ὁ Χριστὸς ἄρχεται, λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· αὕτη ἡ κεφαλὴ οὐ κόμας ἔχει καὶ βοστρύχους, ἀλλὰ κάλλος τοιοῦτον, οἷον τὸν Θεὸν ἐπισπάσασθαι. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύ χιον καὶ τρέμοντά μου τους λόγους; Καὶ πάλιν Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πραεῖς τῆς γῆς. Καὶ αὖθις· ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινούς πνεύματι σώσει. Αὕτη ἡ κεφαλὴ ἀντὶ τριχῶν καὶ κόμης, θύματα φέρει τῷ Θεῷ, κεχαρισμένα· βωμός ἐστι χρυσοῦς καὶ θυσιαστήριον πνευματικόν· Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Αὕτη ἐστὶν ἡ τῆς σοφίας μήτηρ ἂν ταύτην ἔχῃ τις, καὶ τὰ λοιπὰ ἕξει· εἶδες κεφαλὴν οἷαν οὐδέποτε εἶδες. Βούλει καὶ τὸ πρόσωπον ἰδεῖν. μᾶλλον δὲ μαθεῖν; Οὐκοῦν μάθε τέως αὐτοῦ τὸ χρῶ μα τὸ ἐρυθρὸν καὶ εὐανθὲς καὶ πολλὴν ἔχον τὴν ἡ χάριν· καὶ μάθε πόθεν συνίσταται πόθεν οὖν συν ἵσταται; ἀπὸ τοῦ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν· διὸ καὶ τις φησί, Πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις τοῦτο καὶ τῶν ἄλλων μελῶν πολὺ καταχεῖ τὸ κάλ λος και μυρία μίξης χρώματα, οὐκ ἐργάσῃ τοι αὐτην ώραν. Εἰ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐθέλεις ἰδεῖν, ὅρα κοσμιότητι καὶ σωφροσύνῃ μετὰ ἀκρι βείας υπογεγραμμένους. Διὸ καὶ οὕτω καλοὶ καὶ ὀξυδερκείς γίνονται, ὡς καὶ αὐτὸν τὸν Κύριον ὁρᾷν Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· στόμα δὲ αὐτῆς, σοφία καὶ σύνεσις, καὶ τὸ πνευματικούς ὕμνους εἰδέναι· καρ δία δὲ, Γραφῶν ἐμπειρία, καὶ δογμάτων ἀκριβῶν
col. 907–908page 16 of 66
PG 149:907διατήρησις, καὶ φιλανθρωπία καὶ χρηστότης· καὶ καθάπερ ταύτης ἄνευ οὐκ ἔνι ζῆσαι, οὕτως οὐδὲ ἐκείνης χωρὶς ἔνι σωθῆναι ποτέ· καὶ γὰρ ἐκεῖθεν πάντα τίκτεται τὰ καλά. Εἰσὶν αὐτῇ καὶ πόδε; καὶ χεῖρες τῶν ἀγαθῶν ἔργων αἱ ἐπιδείξεις· ἔστιν απ χρυσοῦν καὶ ἀδάμαντος στέῤῥότερον, ἡ ἀνδρία· καὶ Τὸ δὲ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ καὶ καρδίᾳ, ἡ τῆς καὶ ψυχή, ἡ εὐσέβεια· ἔστιν αὐτῇ καὶ στῆθος πάντα ἁλῶναι εὔκολον, ἢ τοῦτο διαῤῥαγῆναι τὸ στῆθος. ἀγάπη ἐστί. γ'. Βούλει καὶ ἐπ' αὐτῶν τῶν ἔργων δείξω σοι τὴν εἰκόνα; ἐννόησόν μοι τοῦτον αὐτὴν τὴν εὐαγγελιστὴν, λέγω δὴ τὸν Ματθαῖον, καί τοι οὐ πάντα αὐτοῦ τὸν βίον ἀνάγραπτον ἔχομεν, ἀλλ' ὅμως καὶ ἐξ ὀλίγων ἐστὶν αὐτοῦ τὴν εἰκόνα ἰδεῖν διαλάμπουσαν. Ὅτι μὲν ταπεινός συντετριμμένος ἦν, ἄκουσον μετὰ τὸ Εὐαγγέλιον, τελώνην ἑαυτὸν καλοῦντα· ὅτι δὲ καὶ ἐλεήμων, ὅρα πάντα ἀποδυσάμενον, καὶ ἀκολουθήσαντα τῷ Χριστῷ· ὅτι δὲ καὶ εὐσεβής, δῆλον ἀπὸ τῶν δογμάτων· καὶ τὴν σύνεσιν δὲ αὐτοῦ, ἀφ' οὗ συνέθηκεν Εὐαγγελίου ῥᾴδιον ἔστιν ἰδεῖν καὶ τὴν ἀγάπην· τῆς γὰρ οἰκουμένης ἐπεμελήσατο καὶ τὴν τῶν ἔργων ἀγαθῶν ἐπίδειξιν, ἀπὸ τοῦ θρό νου ἐφ' οὗ μέλλει καθεδεῖσθαι· καὶ τὴν ἀνδρίαν δὲ, ἐξ ὧν χαίρων ὑπέστρεψεν ἀπὸ τοῦ προσώπου του συνεδρίου· τοιαύτην ἔμψυχον ἀρετῆς εἰκόνα, και τῶν ἄλλων ἔκαστον ἀποστόλων εὑρήσομεν. Καὶ γὰρ μεγάλους καὶ θαυμαστοὺς ἐποίησεν αὐτοὺς οὐχε τὰ σημεῖα, ἀλλ' ἡ τῆς ψυχῆς ἀρετή· πολλοὶ μὲν γὰρ δαίμονας ἐκβαλόντες, ἐπειδὴ τὴν ἀνομίαν είρ. γάσαντο, οὐκ ἐγένοντο θαυμαστοί, ἀλλὰ καὶ ἐκολάσθησαν· οὗτοι δὲ χρημάτων καταφρονήσαντες, δόξης υπεριδόντες, πραγμάτων ἀπαλλαγέντες βιωτικών, ἐντεῦθεν μᾶλλον ἐθαυμαστώθησαν· ὡς εἴ γε μὴ ταῦτα εἶχον, ἀλλὰ δοῦλοι παθῶν ἦσαν, εἰ καὶ μυ ρίους ήγειραν νεκρούς, οὐ μόνον οὐδὲν ἂν ὠφέλησαν, ἀλλὰ καὶ ἀπατεῶνες ἂν ἐνομίσθησαν εἶναι. Οὕτως ὁ βίος ἐστὶν ὁ πανταχοῦ λάμπων, ὁ καὶ τοῦ πνεύματος τὴν χάριν ἐπισπώμενος. δ΄. Ποιον σημεῖον ὁ Ἰωάννης ἐποίησεν, ὅτι πόλεις τοσαύτας ανηρτήσατο; ὅτι γὰρ οὐδὲν ἐθαυμαστούρ γησεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος, ὅτι Ιωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πό εν δὲ θαυμαστὸς Ηλίας ἐγένετο; οὐκ ἀπὸ τῆς παρξησίας τῆς πρὸς τὸν βασιλέα; οὐκ ἀπὸ τοῦ ζήλου τοῦ ὑπὲρ τοῦ Θεοῦ; οὐκ ἀπὸ τῆς ἀκτημοσύνης; οὐκ ἀπὸ τῆς μηλωτὴς καὶ τοῦ σπηλαίου καὶ τῶν ὁμῶν; τὰ γὰρ σημεία μετὰ ταῦτα ἅπαντα ἐποίησε. Τὸν δὲ Ἰὼβ ποῖον σημεῖον ὁρῶν ποιοῦντα ἐξεπλάγη ὁ διάβολος; σημεῖον μὲν οὐδὲν, βίον δὲ λάμποντα καὶ ὑπομονὴν ἀδάμαντος στεῤῥοτέραν ἐπιδεικνύμενον· ποῖον στ μεῖον ὁ Δαβὶδ ἐποίησεν ἔτι νέος ὢν, ὡς εἰπεῖν τὸν Θεόν, Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου; Ο δὲ ᾽Αβραὰμ, καὶ ὁ Ἰσαὰκ, καὶ ὁ Ἰακώβ, ποῖον νεκρόν ήγειραν; ποῖον δὲ λεπρὸν ἐκαθάρισαν; οὐκ οἶσθα ὅτι τὰ σημεῖα, ἐὰν μὴ νή φωμεν, καὶ βλάπτει πολλάκις; Οὕτω πολλοὶ τῶν Κορινθίων ἀπεσχίσθησαν ἀπ' ἀλλήλων· οὕτω πολ λοὶ τῶν Ῥωμαίων ἀπενοήθησαν· οὕτω Σίμων έξε
col. 909–910page 17 of 66
PG 149:909βλήθη· οὕτως ὁ τῷ Χριστῷ τότε ἐπιθυμήσας ἀκο λουθεῖν ἀπεδοκιμάζετο, ἀκούσας ὅτι αἱ ἀλώπεκες φωλεούς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ και τασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει που τὴν κεφαλὴν κλίνῃ· τούτων γὰρ ἕκαστος, ὁ μὲν χρημάτων, ὁ δὲ δόξης ἐφιέμενος, τῶν ἀπὸ τῶν ση μείων ἐξέπιπτον· βίου δὲ ἐπιμέλεια, καὶ ἀρετῆς ἔρως οὐ μόνον οὐ τίκτει τοιαύτην ἐπιθυμίαν, ἀλλὰ καὶ οὖσαν ἀναιρ:ί. ε'. Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὅτε τοῖς ἑαυτοῦ μαθη ταῖς ἐνομοθέτει, τί ἔλεγε: Ποιήσατε σημεία, ἵνα Γέωσιν οἱ ἄνθρωποι; Οὐδαμῶς· ἀλλὰ τί; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τῷ Πέτρῳ δὲ οὐκ εἶπεν, Εἰ φιλεῖς με, ποίει σημεῖα, ἀλλὰ, Ποίμαινε τὰ πρόβατά μου· καὶ πανταχοῦ δὲ αὐτὸν προτιμῶν τῶν ἄλλων μετὰ Ἰακώβου καὶ Ἰωάννου, πόθεν, εἰπέ μοι, προετίμα; ἀπὸ τῶν σημείων; Καὶ μὴν πάντες ὁμοίως ἐκάθαιρον τοὺς λεπρούς, καὶ τοὺς νεκροὺς ἤγειρον· πᾶσι γὰρ ὁμοίως τὴν ἐξουσίαν ἔδωκε ταύτην· πόθεν οὖν εἶχον τὸ πλέον οὗτοι; ἀπὸ τῆς κατὰ ψυχὴν ἀρετῆς· ὁρᾷς ὅτι πανταχοῦ βίου χρεία, καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως· ἀπὸ τῶν καρπῶν γὰρ, φησὶν, αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Τί δὲ τὴν ζωὴν ἡμῶν συνίστησιν; ἄρα τῶν σημείων ἡ ἐπίδειξις, ἢ τῆς ἀρίστης πολιτείας ἡ ἀκρίβεια; εὔδηλον ὅτι τὸ δεύτερον· τὰ δὲ σημεῖα, καὶ τὰς ἀφορμὶς ἐντεῦθεν ἔχει, καὶ εἰς τοῦτο καταλήγει τὸ τέλος. Οτε γὰρ βίον ἄριστον ἐπισπᾶται ταύτην την χάριν, ὅ τε λαμβάνων τὴν χάριν, διὰ τοῦτο λαμβάνει, ἵνα τὸν ἑτέρων διορθώσηται βίον· ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο τὰ θαυμαστὰ ἐκεῖνα ἐποίησεν, ἵνα, ἀξιόπιστος ἐντεῦθεν φανείς, καὶ πρὸς ἑαυτὸν τοὺς ἀνθρώπους ἑλκύσας, ἀρετὴν εἰς τὸν βίον εἰσα γάγῃ· διὸ καὶ τὴν πλείονα ὑπὲρ τούτου σπουδήν ἐποίει. Οὐδὲ γὰρ τοῖς σημείοις ἡρκεῖτο μόνοις, ἀλλὰ καὶ γέενναν ἠπείλει, καὶ βασιλείαν ἐπηγγέλλετο, καὶ τοὺς παραδόξους ἐκείνους ἐτίθει νόμους, καὶ πάντα ὑπὲρ τούτου ἐπραγματεύετο, ἵνα ἐσαγγέλους ἐργάσηται τοὺς ἀνθρώπους· καὶ τί λέγω ὅτι ὁ Χρι στὸς πάντα ὑπὲρ τούτου ἐποίε:; Σαὶ γὰρ εἴ τις ἔδω κεν, εἰπέ μοι, αἵρεσιν νεκροὺς ἀναστῆσαι ἐν τῷ ὀνόματι αὐτοῦ, ἢ διὰ τὸ ὄνομα αὐτοῦ ἀποθανεῖν, τ ἂν ἐδέξω μᾶλλον; οὐκ εὔδηλον ὅτι τὸ δεύτερον; καὶ μὴν τὸ μὲν, σημεῖον ἐστίν· τὸ δὲ, ἔργον. Τί δὲ εἰ τις σοι προὔθηκε ποιῆσαι χόρτον, χρυσὸν, ἢ δυνη θῆναι πάντων τῶν χρημάτων ὡς χόρτου καταφρονῆσαι, οὐκ ἂν τοῦτο ἐδέξω μᾶλλον; καὶ μάλα εἰκό τως· καὶ γὰρ τοὺς ἀνθρώπους τοῦτο ἂν μάλιστα ἐπεσπάσατο. Εἰ μὲν γὰρ εἶδον τὸν χόρτον χρυσὸν γενόμενον, ἐπεθύμησαν ἂν καὶ αὐτοὶ ταύτην λαβεῖν τὴν δύναμιν ὥσπερ ὁ Σίμων, καὶ ηὐξήθη ἐν αὐτοῖς ὁ τῶν χρημάτων ἔρως· εἰ δὲ εἶδον ὡς χάρτου τοῦ χρυσοῦ πάντας καταφρονοῦντας, πάλαι ἂν τῆς νόσου ταύτης ἀπηλλάγησαν. ς'. Όμᾷς ὅ τι ὁ βίος μᾶλλον ὠφελεῖν δύναται; βίον δὲ λέγω νῦν οὐχὶ ἂν νηστεύσῃς, οὐδὲ ἂν σάκκου καὶ σποδὸν ὑποστρώσης, ἀλλ' ἐὰν χρημάτων ὑπερίδης, ὡς ὑπεριδεῖν χρή, ἐὰν φιλοσοφήσης κατά
col. 911–912page 18 of 66
PG 149:911τὴν ἀνωτάτω φιλοσοφίαν, ἐὰν δῷς πεινῶντι τὸν ἄρο τον σου, ἐὰν θυμοῦ κρατήσῃς, ἂν κενοδοξίαν ἐκβάλο λῃς, ἂν βασκανίαν ἀνέλῃς· οὕτω καὶ αὐτὸς ὁ Χρι στὸς ἐπαίδευε· Μάθετε γὰρ, ἔλεγεν, ἀπ' ἐμοῦ ὅτι πρᾶος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ· οὐκ ἔφραζεν ὅτι Ἐνήστευσα· καίτοι γε εἶχεν εἰπεῖν τὰς τεσσαράκοντα ἡμέρας· ἀλλ' οὐκ ἔφασκε τοῦτο, ἀλλ' ὅτι Πραόν, εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ πάλ πέμπων τοὺς μαθητὰς εἰς τὸ κήρυγμα, οὐκ ἔλεγεν ὅτι Νηστεύετε, ἀλλὰ, Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε· χρημάτων μέντοι γε ἕνεκα πολλὴν ἀκρί βειαν ἀπῃτει, λέγων, Μή κτήσησθε χρυσόν, μηδὲ ἀρ γυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν· ταῦτα δὲ φημι ἐγώ, οὐχὶ νηστείαν κακίζων, μὴ γένοιτο, καὶ γὰρ σφόδρα ταύτην ἐπαινῶ, ἀλλ' ὑπὲρ ἡμῶν ἀλγῶν, τῶν μὲν ἄλλων ἁπάντων τῆς ἀρετῆς εἰξῶν ἀμελούν των, ταύτην δὲ μόνον νομιζόντων ἀρκεῖν εἰς σω τηρίαν ἡμῖν, τὸ ἔσχατον τοῦ χοροῦ τῆς ἀρετῆς ἔχου σαν μέρος· τὸ γὰρ μέγιστον, ἀγάπη καὶ ἐπιείκεια καὶ ἐλεημοσύνη, ἢ καὶ παρθενίαν υπερηκόντισε χωρὶς μὲν γὰρ παρθενίας, δυνατὸν βασιλείαν ἰδεῖν χωρὶς δὲ ἐλεημοσύνης, ἀδύνατον· καὶ δηλοῦσιν αἱ πέντε παρθένοι· τῶν γὰρ ἀναγκαίων τοῦτο ἐστ!, και συνεχόντων τὸ πᾶν· οὐκ ἄρα ἀπεικότως, χαρ δίαν αὐτὸ κεκλήκαμεν τῆς ἀρετής. ζ'. Ὥστε ἐὰν θέλωμεν, δυνατὸν ἡμῖν ὡς εἰ; ἀρι τῆς εἰκόνα πρὸς ἕκαστον ὁρῶσι τῶν ἀποστόλων, καὶ ταῖς θείαις Γραφαῖς προσέχουσιν ἀκριβῶς, δι' ὧν ἡ ψυχή καλλωπίζεται φωτιζομένη, μηδὲν ἔλαττον ἔχειν ἐκείνων· μὴ γὰρ ἄγγελοι ἦταν ἐκεῖνοι; μὴ γὰρ ἐξ οὐρανοῦ κατέβησαν; οὐχὶ τῶν αὐτῶν ἡμῖν μετέσχον; οὐκ ἐν πόλεσιν ἐτράφησαν; οὐ τῶν αὐτ τῶν ἀπήλαυσαν; οὐχὶ τέχνας μετεχειρίσαντο; γεγό νασι δὲ θαυμαστοὶ καὶ ὡς ἀληθῶς ὑπερθαύμαστο, πᾶσαν ἀρετῆς ἀσκήσαντες ὁδὸν, καὶ τύπον γενόμενοι πᾶσι πρὸς σωτηρίαν, καὶ οὕτω τὴν δύναμιν ἀνελόντες τοῦ διαβόλου, ἐκκόψαντες τούτου τὰ νεῦρα, συντρίψαντες αὐτοῦ τὴν κεφαλὴν, καταλύσαντες αύ τοῦ τὴν τυραννίδα, διασπάσαντες τὸ στρατόπεδον καὶ τοῦτο σημεῖον, ἁπάντων σημείων μεῖζον ἐπιδειξάμενοι· καὶ μάλα εἰκότως· ἀλγεῖ μὲν γὰρ ἡ διάβολος ὅταν ἐξελαθῇ σώματος, ἅτε δύναμις ὢν κακοποιὸς καὶ τῇ τῶν ἀνθρώπων ἐφηδόμενος τιμω ρίᾳ καὶ ἀπωλείᾳ· πολλῷ δὲ μᾶλλον ἀλγεῖ, ὅταν ἁμαρ τίας ἀπαλλαττομένην ἴδῃ ψυχήν. Καὶ γὰρ ἡ μεγάλη τοῦ δαίμονος δύναμις, ἡ ἁμαρτία ἐστὶν, ὡς ἐξ αὐ τοῦ δημιουργηθείσα φυγόντος τὴν ἀρετήν. Διὰ ταῦ τὴν ἀπέθανεν ὁ Χριστὸς, ἵνα ταύτην καταλύση· καὶ γὰρ αὕτη τὸν θάνατον εἰσήγαγε· διὰ ταύτην τὰ ἄνω κάτω γέγονεν. Ἂν τοίνυν καὶ ἡμεῖς πάντων ἀπο στήσαντες ἑαυτοὺς τῶν βιωτικῶν, ἀναθώμεθα ἑαυ τοὺς τῷ Χριστῷ, καὶ τὸν τῶν ἀποστόλων βίον ζη λώσαντες γενώμεθα κατ' ἐκείνους γραμματείς με θητευθέντες εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ τοῦ, γενώμεθα νομομαθεῖς εἰς τὴν εὐαγγελικὴν καὶ νέαν διδασκαλίαν Χριστοῦ, τῷ ταύτην ἀκριβῶς εἰδ ναι, καὶ πολιτεύεσθα: κατὰ ταύτην, καὶ ἐν τῇ πιο

Ethical Sermon VSermonis quinti ethicon

col. 913–914page 19 of 66
PG 149:913ρόντι βίῳ λαμπροὶ κατὰ τοὺς ἀποστόλους ἐσόμεθα, &; καὶ ἐν τῷ μέλλοντι ζωὴν κληρονομήσομεν τὴν αἰώ νων· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΔΙΑΛΕΞΕΩΣ ΠΕΜΠΤΗΣ ΗΘΙΚΟΝ Οτι τῶν δαιμονιζομένων οὐδὲν διαφέρουσι, πάντες μὲν οἱ τὰς τοῦ διαβόλου ποιοῦντες ἐπιθυμίας, μάλιστα δὲ οἱ φιλάργυροι. α'. Καὶ οὕτω μὲν ὁ Σωτὴρ Ιάσατο τοὺς δαιμονιζομένους, ἀεὶ περιπατοῦντας ἐν τοῖς μνήμασι, καὶ λίαν ὄντας χαλεπούς καὶ ἀγρίους· ἴδοι δ᾽ ἄν τις καὶ νῦν γινόμενα τὰ παρὰ τῶν τότε δαιμονιζομέβ νων, πρὸ τοῦ θεραπευθῆναι ἐκείνους γινόμενα, καὶ πολλοὺς τρόπον ἕτερον ἐν τοῖς μνημείοις δαιμονιζομένους χεῖρον ἐκείνων· οὓς οὐδὲν κατέχει τῆς μας νίας, οὐ σίδηρος, οὐχ ἄλυσις, οὐκ ἀνθρώπων πλῆ θος, οὐ παραίνεσις, οὐ νουθεσία, οὐ φόβος, οὐκ ἀπειλή, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ ὅταν τις ἀκόλαστος ᾖ πρὸ; πάντα τὰ σώματα ἐπτοημένος, οὐδὲν διενήνοχε τοῦ δαιμονῶντος, ἀλλὰ γυμνός ὡς ἐκεῖνος περιέρχεται, ἱμάτια μὲν ἐνδεδυμένος, τῆς δὲ ἀληθοῦς περιβολῆς ἐστερημένος, καὶ τῆς αὐτῷ προσηκούσης δόξης γεγυμνωμένος, οὐ λίθοις ἑαυτὸν κόπτων, ἀλλ᾽ ἁμαρτήμασι πολλῷ λίθων χαλεπωτέροις. Τίς οὖν αὐτὸν δῆσαι δυνήσεται; τις παῦσαι ἀσχημονοῦντα καὶ οἰστρούμενον, καὶ οὐδέ? ποτε ἐν ἑαυτῷ γινόμενον, ἀλλ' ἀεὶ παρὰ τὰ μνήματα φοιτώντα; τοιαῦτα γὰρ τῶν πορνῶν τὰ καταγώγια, πολλῆς τῆς δυσωδίας γέμοντα, πολλῆς τῆς σηπε δένος. β'. Τί δὲ ὁ φιλάργυρος; οὐχὶ τοιοῦτος; τίς γὰρ αὐτὸν ἰσχύσει δῆσαι ποτέ; οὐχὶ φόβοι καὶ ἀπειλαὶ καθημεριναὶ καὶ παραινέσεις καὶ συμβουλαί; ἀλλὰ πάντα ταῦτα διακόπτει τὰ δεσμά· κἂν ἔλθῃ τις ἀπαλλάξαι, ὁρκίζει ὥστε μὴ ἀπαλλαγῆναι, βάσανον ἡγούμενος εἶναι μεγίστην, τὸ μὴ εἶναι ἐν τῇ βα σάνῳ· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ἐκεῖνος μὲν γὰρ ὁ δαίμων, εἰ καὶ ἀνθρώπων κατεφρόνησεν, ἀλλὰ τῷ προστάγματι εἶξε τοῦ Χριστοῦ, καὶ ταχέως ἀπε δήμησε τοῦ σώματος· οὗτος δὲ οὐδὲ τῷ προστάγματι εἶχει. Ιδού γοῦν καθ' ἑκάστην ημέραν ακούει αὐτοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μα μωνα· καὶ γέενναν ἀπειλοῦντος, καὶ τὰς ἀνηκέστους κολάσεις, καὶ οὐ πείθεται· οὐχ ὅτι ἰσχυρότερος ἐστι τοῦ Χριστοῦ, ἀλλ' ὅτι ἄκοντας ἡμᾶς ὁ Χριστὸς οὐ σωφρονίζει· διὰ τοῦτο ὡς ἐν ἐρήμοις ὁ τοιοῦτος διατρίβει, κἂν ἐν μέσαις ταῖς πόλεσιν ᾖ. Τις γὰρ ἂν ἕλειτο τοιούτῳ συγγίνεσθαι ἀνθρώπῳ; μᾶλλον ἂν ἔγωγε κατεδεξάμην μετά μυρίων δαιμονώντων οἰκεῖν, ἢ μετὰ ἑνὸς τὴν μητέρα πάντων και κῶν φιλαργυρίαν νοσοῦντος.
col. 915–916page 20 of 66
PG 149:915γ'. Καὶ ὅτι οὐ σφάλλομα: ταῦτα λέγων, δῆλον ἐξ ὧν ἑκάτεροι πάσχουσιν· οἱ μὲν γὰρ φιλάργυροι τον οὐδὲν ἠδικηκότα, ἐχθρὸν ἡγοῦνται, καὶ δοῦλον λα δεῖν βούλονται τὸν ἐλεύθερον ὄντα, καὶ μυρίες και καῖς περιβάλλουσιν· οἱ δὲ δαιμονῶντες, οὐδὲν τοι οὗτον ἐργάζονται, ἀλλ᾽ ἐν ἑαυτοῖς τρέφουσι την νόσον· καὶ οὗτοι μὲν πολλὰς οἰκίας ἀνατρέπουσι, καὶ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖσθαι παρασκευά. ζουσι, καὶ λύμη πόλεων καὶ τῆς οἰκουμένης πάσης εἰσίν· οἱ δὲ ὑπὸ δαιμόνων ἐνοχλούμενοι, ἐλεεῖσθαι μᾶλλον εἰσὶν ἄξιοι καὶ δακρύεσθαι· καὶ οἱ μὲν δαιμονῶντες ἀναισθησίᾳ τὰ πλείονα πράττουσιν· οἱ δὲ φιλάργυροι μετά λογισμοῦ παραπταίουσιν, ἐν μέσαις πόλεσι βακχευόμενοι, καινήν τινα μαινόμενοι μα νίαν· τί γὰρ τοιοῦτον ἐργάσονται οἱ δαιμονῶντες ἅπαντες, οἷον Ἰούδας ἐτόλμησε, την μεγίστην πα ρανομίαν ἐργασάμενος, καὶ προδοὺς τὴν διδάσκαλον τριάκοντα ἀργυρίοις, ἅτε φιλάργυρος ὤν· καὶ πάν τες δὲ οἱ ἐκεῖνον ζηλοῦντες, καθάπερ θηρία χαλεπά ἀπὸ γαλιάγρας φυγόντα τὰς πόλεις θορυβοῦσιν, εὐσ δενός κατέχοντος· περίκεινται μὲν γὰρ καὶ τούτοις εσμά πανταχόθεν, οἷον ἡ τῶν δικαστών φόβος, ἡ τῶν νόμων ἀπειλή, ἡ παρὰ τῶν πολλῶν κατάγνω σ:ς, καὶ ἕτερα πλείονα τούτων· ἀλλ' ὅμως καὶ ταῦτα διαρρηγνύντες, πάντα ἄνω καὶ κάτω ποιοῦσι· καὶ εἴ τις αὐτὰ τέλεον αὐτῶν ἀφεῖλε, τότε ἂν ἔγνω τα φῶς τὸν ἐν αὐτοῖς δαίμονα, πολὺ τοῦ νῦν ἐξελθόν» τος ἀγριώτερον ὄντα καὶ μανικώτερον. δ'. Αλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, τῷ λόγῳ τέως, Ο αὐτὸ ὑποθώμεθα, καὶ πάσας αὐτοῦ περιέλωμεν τὰς ἀλύσεις· καὶ τότε αὐτοῦ σαφῶς εἰσόμεθα τὴν λαμ πρὰν μανίαν· ἀλλὰ μὴ δείσητε τὸ θηρίον, ὅταν αὐτὸ ἐκκαλύψωμεν· ἐν γὰρ τῷ λόγῳ ἡ σκηνή, οὐκ ἐν ἀληθείᾳ τὸ πρᾶγμα. Εστω τοίνυν τις ἄνθρωπος πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιες, μέλας ὅλον τὸ σῶμα, ἐξ ἑκατέρων τῶν ὤμων δράκοντας ἀντὶ χειρῶν ἔχων ἐξηρτημένους· ἔστω δὲ αὐτῷ καὶ στόμα, ἀντὶ μὲν ὀϊόντων ξίφη οξέα ἔχων πεπηγότα, ἀντὶ δὲ γλώτ της, τοῦ καὶ δηλητηρίου φαρμάκου πηγὴν ἀναβλύζουσαν· γαστὴρ δὲ καμίνου πάσης δαπανικωτέρα, τὰ ἐμβαλλόμενα πάντα ἀναλίσκουσα· καὶ πόδες ὑπόπτεροί τινες, καὶ φλογὸς ἀπάσης σφοδρότεραι καὶ τὸ πρόσωπον δὲ αὐτῷ ἀπὸ κυνὸς καὶ λύκου και τεσκευασμένον ἔστω καὶ φθεγγέσθω μηδὲν ἀνθρώπινον, ἀλλ' ἀπηχές τι καὶ ἀηδὲς καὶ φοβερόν· ἐχέτω ὲ καὶ ἐν χερσὶ φλόγα τάχα φοβερὰ ὑμῖν δοχεί εἶναι τὰ εἰρημένα· ἀλλ' οὐδέπω κατ' ἀξίαν αὐτὸν ἐσχηματίσαμεν· μετὰ γὰρ τούτων καὶ ἕτερα δεῖ προσθεῖναι· καὶ γὰρ τοὺς ἀπαντώντας σφαττέτω, κατεσθιέτω, τῶν ὀστέων αὐτῶν καὶ μυελῶν· ἀλλὰ καὶ τούτου πολλῷ χαλεπώτερος ὁ φιλάργυρος, πα σιν ἐπιὼν ὥσπερ ᾅδης, πάντας καταπίνων, κοινές πολέμιος περιερχόμενος τοῦ τῶν ἀνθρώπων γένους. Καὶ γὰρ βούλεται μηδένα ἄνθρωπον εἶναι, ἵνα τὰ πάντα κατέχῃ καὶ οὐδὲ ἐνταῦθα ἴσταται, ἀλλ' ὅταν πάντας ἀπολέσῃ τῇ ἐπιθυμίᾳ, καὶ τῆς γῆς τὴν οὐσίαν ἀφανίσαι ἐπιθυμεῖ, καὶ χρυσὸν αὐτὴν οὖσαν ἰδεῖν· οὐ τὴν γῆν δὲ μόνον, ἀλλὰ καὶ ὄρη καὶ νάπας καὶ πηγάς, καὶ πάντα ἁπλῶς τὰ φαινόμενα. ε'. Καὶ ἵνα μάθητε ὅτι οὐδέπω τὴν μανίαν παρε
col. 917–918page 21 of 66
PG 149:917στήσαμεν τὴν ἐκείνου, μηδεὶς ἔστω ὁ ἐγκαλῶν, καὶ δεδιττόμενος, ἀλλὰ ἄνελε τὸν ἐκ τῶν νόμων φόβον, τῷ λόγῳ τέως, καὶ ὄψει αὐτὸν ξίφος ἁρπάσαντα, καὶ πάντας διαχρώμενον, καὶ οὐδενὸς φειδόμενον, οὐ φίλου, οὐ συγγενοῦς, οὐκ ἀδελφοῦ, οὐκ αὐτοῦ τοῦ γεγεννηκότος· μᾶλλον δὲ οὐδὲ ὑποθέσεως ἐνα ταῦθα χρεία, ἀλλ᾽ ἐρώμεθα αὐτὸν, εἰ μὴ τοιαύτας πλάττει καθ' ἑαυτὸν φαντασίας ἀεὶ, καὶ πάντας ἔπεισιν ἀναιρῶν τῷ λογισμῷ καὶ φίλους καὶ συγ γενεῖς καὶ αὐτούς τούς γεγεννηκότας· μᾶλλον δὲ οὐκ ἐρωτήσεως χρεία· καὶ γὰρ πάντες ἴσασιν, ὡς εἰ τούτῳ κατεχόμενοι τῷ νοσήματι, καὶ γῆρας βαρύνονται πατρός, τό τε γλυκὺ καὶ πᾶσιν ἐπέραστον, τὸ παῖδας ἔχειν, βαρὺ καὶ ἐπαχθὲς εἶναι νομίζουσι. Πολλοὶ γοῦν καὶ ἀτοκίαν διὰ τοῦτο ὠνήσαντο, καὶ τὴν φύσιν ἐπήρωσαν, οὐκ ἀνελόντες τεχθέντας τοὺς παῖαις, ἀλλὰ μηδὲ φύναι τὴν ἀρχὴν συγχωρήσαντες. Μὴ τοίνυν θαυμάσησθε εἰ τὸν φιλάργυρον οὔ τως ἐσχηματίσαμεν· καὶ γὰρ πολὺ χείρων ἐστὶ τῶν εἰρημένων. ς'. Ἀλλὰ σκοπήσωμεν πῶς τοῦ δαίμονος αὐτὸν ἀπαλλάξομεν. Πῶς οὖν ἀπαλλάξομεν; εἰ μάθοι σα φῶς, ὅτι ἡ φιλαργυρία πρὸς αὐτὸ τοῦτο, μάλιστα αὐτῷ ἐναντιοῦται πρὸς τὸ πορίζειν χρήματα· οἱ γὰρ τὰ μικρὰ κερδαίνειν βουλόμενοι, μεγάλας ὑπο μένουσι ζημίας· ὅθεν δὴ καὶ παροιμία εἰς αὐτὸ τοῦτο ἐξενήνεκται· πολλοί γοῦν πολλάκις ἐπὶ με γάλοις δανείσαι βουλόμενοι τόκοις, τῇ προσδοκία τοῦ κέρδους, οὐκ ἐξετάσαντες τοὺς λαμβάνοντας, μετὰ τοῦ τόκου καὶ τοῦ κεφαλαίου παντὸς ἐξέπεσον πάλιν εἰς κινδύνους περιπεσόντες ἕτεροι, καὶ μὴ βουληθέντες ὀλίγα προέσθαι, καὶ τὴν ψυχὴν μετά τῆς οὐσίας ἀπώλεσαν· καὶ παρὴν πάλιν, ἢ ἀξιώματα κερδαλέα, ἢ ἄλλο τι τοιοῦτον ὠνήσασθαι, μικρολογησάμενοι, τὸ πᾶν ἀπώλεσαν. Ἐπειδὴ γὰρ οὐκ ἴσασι σπείρειν, ἀλλ' ἀεὶ θερίζειν μεμελετήκασι, καὶ τοῦ ἁμητοῦ συνεχῶς ἐκπίπτουσιν· οὐδεὶς γὰρ ἀεὶ θερίζειν δύναται, ὥσπερ οὐδὲ ἀεὶ κερδαίνειν. Ἐπε! οὖν οὐ βούλονται δαπανᾷν, οὐδὲ κερδαίνειν ἴσασιν ἀλλὰ κἂν γυναῖκα δέῃ λαβεῖν, πάλιν τὸ αὐτὸ τοῦτο ὑπομένουσιν· ἡ γὰρ ἐξηπατήθησαν, ἄπορον άντ' εὐπόρου λαβόντες, ἢ καὶ πλουσίαν εἰσαγαγόντες, καὶ μυρίων γέμουσαν ἐλαττωμάτων, πλείονα πάλιν τὴν ζημίαν ὑπέμειναν· οὐ γὰρ ἡ περιουσία, ἀλλ᾽ ἡ ἀρετὴ τὸν πλοῦτον ἐργάζεται. Τί γὰρ ὄφελος τοῦ πλούτου, ὅταν ταπανηρὰ ᾗ καὶ ἄσωτος, καὶ πάντα ἀνέμου σφοδρότερον ἐκφορῇ· τί δὲ, ἂν ἀσελγής, καὶ μυρίους ἐραστὰς ἐφέλκεται; τί δὲ, ἂν μέθυσος; οὐ πάντων πενέστερον ταχέως τὸν ἄνδρα ἐργάσεται; Οὐ γαμοῦσι δὲ μόνον, ἀλλὰ καὶ ὠνοῦνται ἐπισφαλώς ὑπὸ τῆς ἐπιθυμίας τῆς πολλῆς, οὐ τὰ σπουδαῖα τῶν ἀνδραπόδων, ἀλλὰ τὰ εἴωνα περιεργαζόμενοι. Ταῦτ' οὖν ἅπαντα ἀναλογισάμενοι οἱ φιλάργυροι, τῶν γὰρ περὶ τῆς γεέννης καὶ τῆς βασιλείας λόγων οὐδέπω ἀκούειν δύνανται, καὶ τὰς ζημίας ἐννοήσαντες, ἃς ὑπέμειναν πολλάκις ἀπὸ τῆς φιλοχρηματίας καὶ ἐν δανείσμασι καὶ ἐν ὠνίοις καὶ ἐν γάμοις καὶ ἐν προς στασίαις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἀποστήτω αν του οι

Ethical Sermon VISermonis sexti ethicon

col. 919–920page 22 of 66
PG 149:919χρημάτων ὁρᾷν. Οὕτω γὰρ δυνήσονται καὶ τὴν πα ρόντα βίον μετὰ ἀσφαλείας ζῆν, καὶ μικρὸν ἐπιδέν τες, καὶ τῶν περὶ φιλοσοφίας ἀκοῦσαι λόγων· καὶ διαβλέψαντες εἰς αὐτὸν τῆς δικαιοσύνης ἰδεῖν τὸν ἥλιον, καὶ τῶν ἐπηγγελμένων παρ' αὐτοῦ ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΔΙΑΛΕΞΕΩΣ ΕΚΤΗΣ ΗΘΙΚΟΝ Περὶ ὑπομονῆς καὶ μακροθυμίας· ἐκ τῆς κατὰ τὸν Ἰὼβ καὶ Δαβὶδ ἱστορίας. α΄. Τίνος οὖν ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, τοσαῦτα ἔχοντες ὑποδείγματα, καὶ ἐν εἰρήνῃ μαλα κιζόμενοι καὶ καταπίπτοντες; Οὐδενὸς γὰρ πολε μοῦντος, σφαττόμεθα· οὐδενὸς διώκοντος, ἐκλυόμεθα· ἐν εἰρήνῃ σωθήναι κελενόμεθα, καὶ οὐδὲ τοῦτο δυνάμεθα· καὶ οἱ μὲν ἀπόστολος τῆς οἰκουμένης καιομένης ἁπάσης, καὶ κατὰ πᾶσαν γῆν τῆς πυρᾶς ἐναπτομένης εισιόντες Ενδον, ἐκ μέσης ήρπαζον τῆς φλογὸς τοὺς ἐμπιπραμένους, ἡμεῖς δὲ οὐδὲ ἑαυτοὺς διατηρῆσαι δυνάμεθα ἐν ἀνέσει; Τίς τοίνυν ἡμῖν ἔσται παῤῥησία, ποία συγγνώμη κατ' ἐκείνην τὴν ἡμέραν, μηδὲ ἐν ἔχουσιν ἐπι δεῖξαι ὧν πεπόνθαμεν διὰ τὸν Χριστὸν τὸν πα θόντα δι' ἡμᾶς πολλὰ, και τοί γε ὄντας ἐχθρούς; Οὐ γὰρ ἀγνοοῦμεν ὅτι καὶ ὁ στρατιώτης ὅτε τραύ ματα καὶ ὠτειλὰς ἐπιδείκνυται, τότε δυνήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ· ἂν δὲ μηδὲν ἔχῃ δεῖξαι κατόρθωμα, κἂν μηδὲν ᾗ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις ταχθήσεται· ἀλλ᾽ οὐκ ἔστι πολέμου καιρός, φησίν. Εἰ γὰρ ἦν, εἰπέ μοι, τίς ἂν ἠγωνίσατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα δια έξεσε; τάχα οὐδείς. Όταν γὰρ ἴδω ὅτι οὐ χρημάτων καταφρονοῦμεν ἕνεκα τοῦ Χριστοῦ, πῶς τις ἡμῖν πιστεύσει ὅτι πληγῶν καταφρονήσομεν; β'. Εἶπεν ὁ Χριστός, φέρετε τοὺς ὑβρίζοντας γεν ναίως, καὶ εὐλογεῖτε· καὶ τοῦτο οὐ ποιοῦμεν· καὶ πληγὰς οἴσομεν, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης, καὶ τὸ τῆς ἀλγηδόνος; ἀλλ᾽ οἱ ἀπόστολοι, φησὶν, οὓς ἡμᾶς μιμεῖσθαι παραινεῖς, ἐθαυματούργουν γεγο νότες ὑπὲρ τοὺς ἄλλους· ὅθεν καὶ πάντα ἔφερον εὐψύχως ὑπὲρ ἑνὸς τοῦ Χριστοῦ. Διὰ τοῦτο γοῦν οὐκ ἐμαστιγοῦντο; διὰ τοῦτο οὐκ ἠλαύνοντο; Καὶ γὰρ τοῦτο ἐστὶ τὸ παράδοξον, ὅτι καὶ παρὰ τῶν εὐεργετουμένων τοιαῦτα ἔπασχον, καὶ οὐδὲ οὕτως ἐθορυβοῦντο, κακὰ ἀντὶ ἀγαθῶν ἀπολαμβάνοντες, ἀλλὰ μυρίους ἔχοντες μώλωπας, καὶ στίγματα συν εγῆ, τῶν ἐν παραδείσῳ διαγόντων μᾶλλον ἐτρύφων ἡμεῖς δὲ οὐδὲ ὄναρ τοιοῦτόν τι ὑπομείναντες, κηρού παντὸς ἐσμὲν μαλακώτεροι· κἄν τινα εὐεργετήσω μεν μικράν τινα εὐεργεσίαν, εἶτα λυπηροῦ τινος ἀπολαύσομεν παρ' αὐτοῦ, θορυβούμεθα, ταραττόμεθα, καὶ ἐπὶ τῷ γεγενημένῳ μετανοοῦμεν. Εἰ τοί
col. 921–922page 23 of 66
PG 149:921νυν γένηται, ὁ μὴ γένοιτο, μηδὲ συμβαίη ποτέ γε νέσθαι πόλεμος ἐκκλησιῶν καὶ διωγμὸς, ἐννοήσωμεν πόσος ἔσται ἡ γέλως, πόσα τὰ ὀνείδη· καὶ μάλα είν κότως. Οταν γὰρ ἐν τῇ παλαίστρα μηδεὶς γυμνάζηται, πῶς ἐν τοῖς ἀγῶσιν ἔσται λαμπρός; ποῖος γὰρ ἀθλητὴς παιδοτριβεῖν οὐκ εἰδὼς, δυνήσεται καλούντων τῶν ὀλυμπιακῶν ἀγώνων, μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι πρὸς τὸν ἀνταγωνιστήν; Οὐ γὰρ ἐχρῆν καθ᾿ ἑκάστην ἡμέραν παλαίειν ἡμᾶς καὶ πυκτεύειν καὶ τρέχειν; οὐκ ἀκούομεν τους λεγομένους πεντάθλους, ἐπειδὰν μηδένα ἔχωσι τὸν ἀνταγωνιστὴς, πῶς θύλακον ἄμμου πληρώσαντες πολυ λῆς, καὶ κρεμάσαντες, ἐκεῖ τὴν ἰσχὺν γυμνάζουσιν ἅπασαν; οἱ δὲ τούτων νεώτεροι ἐν τοῖς τῶν ἑταίρων σώμασι μελετῶσι τὴν πρὸς τοὺς ἐχθρού; μάχην. γ'. Τούτους οὖν καὶ ἡμεῖς ζηλώσωμεν, καὶ με- 13 λετήσωμεν τῆς φιλοσοφίας τὰ παλαίσματα· καὶ εἰς θυμὸν πολλοί παροξύνουσι, καὶ πολλὴν ἀνάπτουσι φλόγα· στῶμεν τοίνυν κατὰ τῶν παθῶν, φέρωμεν γενναίως τὰς κατά διάνοιαν ὀδύνας, ἵνα καὶ τὰς τοῦ σώματος ἐνέγκωμεν. Καὶ γὰρ ὁ μακάριος Ἰώβ εἰ μὴ καλῶς ἦν γυμνασάμενος πρὸ τῶν ἀγώνων, οὐκ ἂν οὕτω λαμπρῶς ἐπὶ τῶν ἀγώνων ἔλαμψεν εἰ μὴ μεμελετήκει πάσης ἀθυμίας ἐκτὸς εἶναι, εἶπεν ἄν τι τολμηρόν, τῶν παίδων ἀποθανόντων νυνὶ δὲ πρὸς πάντα ἔστη τὰ παλαίσματα· πρὸς χρημάτων ἀπώλειαν καὶ περιουσίας τοσαύτης άφα ν.σμόν, πρὸς παίδων ἀποβολήν, πρὸς γυναικὸς συμ πάθειαν, πρὸς σώματος μάστιγας, πρὸς φίλων δνείδη, πρὸς λοιδορίας οἰκετών. Εἰ δὲ διέρρηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, τὴν τῶν φιλτά των ἀκούσας ἀπώλειαν, μὴ θαυμάσωμεν· πατήρ γὰρ ἦν, καὶ πατήρ φιλόστοργος, καὶ ἔδει δειχθῆναι καὶ τὴν τῆς φύσεως συμπάθειαν, καὶ τὴν τῆς γνώ μης φιλοσοφίαν. Εἰ γὰρ μηδὲ τοῦτο ἐποίησεν, ἴσως ἄν τις καὶ ἀναισθησίας ενόμισε την φιλοσοφία, ταύτην. δ'. Εἰ δὲ θέλομεν καὶ τὰ τοῦ Ἰὼς θεωρῆσαι γυμνάσια, ἀκούσωμεν αὐτοῦ λέγοντος, πῶς κατεφρόνε χρημάτων, οὕτω· Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλού του μοι γενομένου· εἰ ἔταξα χρυσίον εἰς χοῦν· εἰ λίθῳ πολυτελεῖ ἐπεποίθειν· διὰ τοῦτο οὐδὲ ἁρπαγέν των αὐτῶν ἐθορυβείτο, ἐπειδὴ καὶ παρόντων αὐτῶν οὐκ εὐφραίνετο· ἀκούσωμεν πῶς καὶ τὰ κατὰ τοὺς παῖδας διῴκει, οὐ καταμαλακιζόμενος παρὰ τ δέον, καθάπερ ἡμεῖς, ἀλλὰ πᾶσαν ἀκρίβειαν παρ αὐτῶν ἀπαιτῶν· ὁ γὰρ καὶ ὑπὲρ ἀδήλων θυσίαν ἀναφέρων, ἐννοήσωμεν πῶς ἦν ἀκριβὴς τῶν φαινομένων δικαστής. Εἰ δὲ καὶ τοὺς περὶ σωφροσύνης ἀγῶνας μαθεῖν βουλόμεθα, αὐτοῦ λέγοντος ἀκούσω μεν· Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοήσαι εἰς παρθένον· διά τοῦτο αὐτὸν οἱ και τέκλασεν ἡ γυνή. Ἐφίλει μὲν γὰρ αὐτὴν καὶ πρὸ τούτου, ἀλλ᾽ οὐχ ὑπὲρ τὸ μέτρον, ἀλλ' ὡς εἰκὸς γυ παιδοτριβείν, θύλακος άμμου, πένταθλοι, νεώτεροι
col. 923–924page 24 of 66
PG 149:923β ναῖκα • εν μοι καὶ θαυμάσα: ἔπεισι, πόθεν ἐπῆλθε τῷ διαβόλῳ, τούτου τὰ γυμνάσια ειδότι κινῆσαι πρὸς τοὺς ἀγῶνας. Πόθεν οὖν ἐπῆλθε; πονηρόν ἐστι τὸ θηρίον· οὐδέποτε ἀπογινώσκει· δ μέγιστον ἡμῖν κατάκριμα γίνεται, ὅτι ἐκεῖνος μὲν οὐδέποτε ἀπελ πίζει τῆς ἀπωλείας ἡμῶν, ἡμεῖς δὲ τὴν ἑαυτῶν ἀπογινώσκομεν σωτηρίαν. ε'. Μηδέποτε δὲ ἀπελπίζων ὁ διάβολος, ἀλλὰ πάν τοτε παγίδας καὶ θήρατρα καθ' ἡμῶν τιθεὶς, καν μὴ δυνηθῇ διὰ τοῦδε τοῦ τρόπου νικήσαι, τὴν ἐναν τίαν ὁδὸν ἐρχόμενος, ἐπείπερ εἶδε τὸν Ἰὼβ οὐδήλω ὑπὸ τοῦ πλούτου νικηθέντα, διὰ τῆς πενίας ἔπλεξε τὰ δίκτυα, ἐκεῖθεν αὐτοῦ περιγενέσθαι προςδοκών ο οὗ τί γένοιτ' ἂν ἀνοητότερον; Ὁ γὰρ πλοῦτον δυνη θεὶς ἐνεγκεῖν σωφρόνως, πολλῷ μᾶλλον πενίαν οἶπε γενναίως· καὶ ὁ παρόντων χρημάτων οὐκ εὐφρα νόμενος, οὐδὲ ἀπόντα ζητήσει ταῦτα· ὥσπερ οὖν οὐδὲ ὁ μακάριος τότε ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς πενίας λαμπρότερος ἐγίνετο πάλιν. Τὰ μὲν γὰρ χρήματα ἴσχυσεν ἀφελέσθαι ὁ πονηρὸς δαίμων ἐκεῖνος, τὴν δὲ ἀγάπην τὴν πρὸς τὸν Θεὸν οὐ μόνον ἀφελεῖν οὐκ ἠδυνήθη, ἀλλὰ καὶ δυνατωτέραν ἐποίησε, καὶ πάν των τῶν ὑπαρχόντων αὐτὸν γυμνώσας, πλείοσιν ἐποίησε κομᾷν ἀγαθοῖς. Διὸ καὶ ἐν ἀμηχανίᾳ ἦν ὅσῳ γὰρ πλείους απήγαγε πληγάς, τοσούτῳ τότε δυνατώτερον ἑώρα γινόμενον· διὸ δὴ πάντα ἐπελ θὼν, καὶ διακωδωνήσας, ὡς οὐδὲν ἤνυσε πλέον, ἐπὶ τὸ παλαιὸν ὅπλον ἔδραμε τὴν γυναῖκα· καὶ προσ ωπεῖον ὑποδὺς κηδεμονίας ἄγαν ἐλεεινῶς ἐξετραγῴδησε δι' ἐκείνης τὰς αὐτοῦ συμφοράς, καὶ προσ εποιήσατο ὑπὲρ ἀπαλλαγῆς τῶν τούτου κακῶν, τὴν ολεθρίαν ἐκείνην εἰσάγειν συμβουλήν ἀλλ' οὐδὲ οὕτως ἐκράτησε. Καὶ γὰρ συνεῖδεν αὐτοῦ τοῦ δια δόλου τὸ δέλεαρ ὁ θαυμαστὸς καὶ μέγας Ἰ, καὶ μετὰ πολλῆς τῆς συνέσεως τὴν ἐξ ἐκείνου φθεγγομένην γυναῖκα ἐπεστόμισεν· ἐπειδήπερ φιλῶν αὐτ τὴν οὐχ ὑπὲρ τὸ μέτρον ἐφίλει, ἀλλ' ὡς εἰκὸς γυναῖκα, καθάπερ εἴπομεν· οὕτως ἦν ὁ Ἰὼβ ἀκριβὴς φύλαξ τῆς σωφροσύνης ἐξ ἀρχῆς, ὥσπερ ἔκ τε τῶν λόγων αὐτοῦ καὶ τῶν ἔργων ἀναφαίνεται. ς'. Ἀλλὰ καὶ σώματος πήρωσιν καὶ λώβην σκό πει πῶς ἐμελέτα: ἐπειδὴ γὰρ αὐτὸς οὐδέποτέ τι τοιοῦτον ὑπέμεινεν, ἀλλ' ἐν πλούτῳ καὶ τρυφῇ καὶ τῇ ἄλλῃ περιφανείᾳ διετέλει ζῶν, τὰς ἀλλοτρίας καθεκάστην ὠνειροπόλει συμφοράς· καὶ τοῦτο δη λῶν, ἔλεγε· Φόβος γὰρ, ἐν ἐφοβούμην, ἦλθέ μοι καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Καὶ πάλιν· Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Διὰ τοῦτο, οὐδὲν αὐτὸν ἐθορύβει τῶν προσπιπτόντων τῶν μεγάλων ἐκείνων καὶ ἀφορήτων· μὴ γάρ μοι τὴν ἀπώλειαν ἴδῃς τῶν χρη μάτων, μηδὲ τὴν τῶν παίδων ἀφαίρεσιν, μηδὲ τὴν πληγὴν ἐκείνην τὴν ἀνίατον, μηδὲ τὴν τῆς γυναικός ἐπιβουλήν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα καὶ τί τούτων, φησί, χαλεπώτερον ἔπαθεν ὁ Ἰώς; Παρὰ γὰρ τῆς ἱστορίας, οὐδὲν τούτων πλέον μα θά νομεν· ἐπειδὴ καθεύδομεν, οὐ μανθάνομεν· ὡς ὅ γε μεριμνῶν, καὶ τὸν μαργαρίτην καλῶς διερευνώμε νας, πολλῷ πλείονα τούτων εἴσεται· τὰ γὰρ χαλε
col. 925–926page 25 of 66
PG 149:925πώτερα καὶ ἱκανὰ, μείζονα ενιέναι θόρυβον, ἕτερα ἦν· καὶ πρῶτον τὸ μηδὲν εἰδέναι περὶ βασιλείας οὐρανῶν καὶ ἀναστάσεως σαφές· ὅπερ οὖν καὶ θρηνῶν ἔλεγεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. Δεύτερον, τὸ πολλὰ ἑαυτῷ συνειδέναι καλά· τρίτον τὸ μηδὲν συνειδέναι πονηρόν· τές ταρτον, τὸ παρὰ Θεοῦ νομίζειν ταῦτα ὑπομένειν τὸ γὰρ, τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον εἰδέναι αὐτῷ πολε μεῖν, καὶ πρόφασιν τινὰ εὐλογον τῶν γινομένων εὑρεῖν μὴ δύνασθαι, σφόδρα τοῦτον τάραττε καὶ εθορύβει. Εἰ δὲ καὶ τὸν διάβολον ἐνόμιζεν αὐτῷ ταῦτα ἐπάγειν, καὶ τοῦτο ἱκανὸν ἦν αὐτὸν σκανδαλίσαι· πέμπτον, τὸ ἀκούειν τῶν φίλων ἐπὶ κακίᾳ διαβαλλόντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἄξια ὧν ήμαρτες με μαστίγωσαι; ἔκτον, τὸ τοὺς ἐν πονηρίᾳ ζῶντας εὖ πάσχοντας ὁρᾷν, καὶ ἐπιγελώντας αὐτῷ ἕβδομον, τὸ μὴ ἔχειν εἰς ἕτερον ἰδεῖν τοιαῦτα πεπονθότα ποτέ. ζ'. Καὶ εἰ βουλόμεθα μαθεῖν ἡλίκα ταῦτα ἐστὶν, ἐννοήσωμεν τὰ παρόντα. Εἰ γὰρ νῦν βασιλείας προσδοκωμένης καὶ ἀναστάσεως ἐλπιζομένης, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων τῶν μελλόντων, οἱ μυρία συνειδότες ἑαυτοῖς κακά, καὶ τοσαῦτα ἔχον τες παραδείγματα, καὶ τοσαύτης μετέχοντες φιλο σοφίας, ἂν ὀλίγον χρυσίον ἀπολέσωσι, καὶ τοῦτο πολλάκις ἁρπάσαντες, ἀβίωτον εἶναι τὸν βίον νομί ζουσι· καὶ ταῦτα οὔτε γυναικὸς ἐπικειμένης, οὔτε παίδων ἀφαιρεθέντων, οὐ φίλων ὀνειδιζόντων, οὐκ εἱκετῶν ἐπεμβαινόντων, ἀλλὰ καὶ πολλῶν παρακαλούντων, τῶν μὲν διὰ ῥημάτων, τῶν δὲ διὰ πρα γμάτων, πόσων οὐκ ἂν ἄξιος ἐκεῖνος εἴη στεφάνων, τὰ ἐκ δικαίων πόνων συλλεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, τὸν ὁλόκληρον τῶν παίδων χορόν, παίδων τῶν πολλὴν ἀρετὴν ἐπιδεικνυμένων, τῶν ἐν αὐτῷ τῆς ἡλικίας ὄντων τῷ ἄνθει, καταλύσαντα τὸν βίον ἀθρόον πικρῷ θανάτῳ· καὶ ἑαυτὸν ἐξαίφνης, οὐ πένητα μόνον, τὸν πολλοῖς περιῤῥει μενον χρήμασι, καὶ ἄπαιδα τὸν πολύπαιδα, ἀλλὰ καὶ νήσῳ βαρυτάτῃ παλαίοντα, καὶ λιμὴν καινότατον ὑφιστάμενον, τῷ μὴ δύνασθαι τῶν προκειμένων ἅπτεσθαι σιτίων, διὰ τὴν ὑπερβολὴν τῆς δυσωδίας, τῆς ἐκ τῶν τοῦ σώματος τραυμάτων, καὶ τῆς πηγῆς τῶν σκωλήκων, καὶ νικώσης μεθ' ὑπερβολῆς τὴν τοῦ λοιμοῦ βιαιοτάτην ἀνάγκην, καὶ κατεπειγούσης λέγειν αὐτὸν, βρόμον ὁρῶ τὰ σἶτά μου· καὶ παρὰ μὲν τῶν φίλων ὀνείδη, παρὰ δὲ τῶν οἰκετῶν κατα σαφές, 10: "Οτι γὰρ οὐκ ᾔδει τι σαφὲς περὶ τοῦ μυστηρίου τῆς ἐκ νεκρῶν παλιγγενεσίας, ἐντεῦθεν δῆλον οὐ γὰρ εἰς αἰῶνα ζήσομαι, "Οθεν ἴδιον ἀνταλλάττομαι τῆς ἐποδύνου ζωῆς τὸν θάνατον· ἴσως γὰρ οὗτος ἐπελθὼν παύσει μου τὰς ὀδύνας· οὐ γὰρ ἐν ταύτῃ τῇ διαγωγῇ διαιωνίζω, ἵνα ἀπνευστί φέρω τὰς τηλικαύτας οδύνας· ἐφήμερος δὲ ὤν, ὑπομένειν ἀστενακτὶ οὐχ οἷός τέ εἰμι.
col. 927–928page 26 of 66
PG 149:927φρονήσεις, παρὰ δὲ τῶν ἐχθρῶν ἐπαναστάσεις δεχόμενος· καὶ μετὰ πάντων τούτων καὶ ἄλλας μυρίας νιφάδες πειρασμῶν ὑπομένων, καὶ διὰ πάντων μένων ἀκίνητος, καὶ τὴν προσήκουσαν αναφέρων τῷ Δεσπότῃ περὶ τούτων εὐχαριστίαν. η'. Αν γὰρ μηδὲν τῶν ἄλλων μηδεὶς εἴπῃ, τὰ τῆς γυναικός μόνος βήματα, πέτραν ἱκανὰ διασαλεῦσαι γυναικὸς ἐκείνης, ἦν εἰδὼς ὁ διάβολος μεγάλα αὐτῷ συντελέσουσαν πρὸς τὴν ἐπιβουλὴν τοῦ μεγάλου τῆς ὑπομονῆς ἀθλητοῦ, καθάπερ ἐξ ἀρχῆς τῆς Εὐαν μετὰ τοῦ πρωτοπλάστου οὐκ ἐφάνισε μετὰ τῶν τέκνων, ἀλλ' ἀφῆκε ζῆν· καὶ διὰ ταύτης ὑποσκελίσαι τὸν δίκαιον ἐπιχειρήσας, οὐ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τοῦτο τὸ μηχάνημα, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων. 'Αλλ' ὅτε τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγή, καὶ δαπανώμε και αι σάρκες, ιχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων, καὶ πάσης φλο γὰς ἐδυνηρότερον αὐτὸν τὸν Ἰώβ ἡ τοῦ διαβόλου Ει κατανήλισκε χείρ. θηρίου παντὸς χαλεπώτερον δια τρώγουσα πάντοθεν καὶ κατεσθίουσα· καὶ πολὺς ἐν τῇ τοιαύτῃ συμφορά προῆλθεν ἡ χρόνος, καὶ διὰ ταῦτα αὐτὸν ἀπαλλαγῆς εἰκὸς ἦν διψαν, καὶ ἀπο θανεῖν ἐπιθυμεῖν, ὡς οὐδὲ ἀναπνεῖν ἔχοντα, τότε αὐτὴν προσήγαγε μετά πολλῆς κακουργίας. Προσ ελθοῦσα γὰρ αὕτη τῷ διαβόλῳ πεισθεῖσα, οὐκ εμνήσθη χρημάτων, οὐκ ἐμνήσθη καμήλων καὶ ποιμνίων καὶ βουκολίων· συνείδε γὰρ τῷ ἀνδρὶ τὴν ἐπὶ τούτοις φιλοσοφίαν, ἀλλὰ τοῦ πάντων τούτων φορτικωτέρου, τῶν παίδων λέγω, καὶ τὰ παρ' ἑαυ τῆς προσέθηκε, καὶ οὐδ' οὕτως ἴσχυσε καταδικεῖν τὸν τῆς ὑπομονῆς ἀπερίτρεπτον πύργον. Εἰ δὲ ἐν εὐθυμίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδες, πολλούς πολλάκις ἔπεισαν γυναῖκες, ἐννοήσωμεν ποταπή τις ἦν ἐκείνη ἡ γενναία καὶ νεανική ψυχή, μετὰ τοσούτων ὅπλων αὐτὴν ἐπελθοῦσαν ἀποκρουσαμένη, καὶ δύο τὰ τυραννικώτατα παθήματα πατήσασα, ἐπιθυμίαν καὶ ἔλεον· καί τοι πολλοὶ τῶν κρατησάντων ἐπιθυμίας, ὑπὸ ἐλέου ἐκάμφθησαν. θ'. Ο γοῦν σωφρονέστατος ἐκεῖνος Ἰωσήφ, τῆς μὲν τυραννικωτάτης ἡδονῆς κατέσχε, καὶ τὴν βάρο βαρον ἐκείνην γυναίκα διακρούσατο, μυρία προσάγουσαν μηχανήματα· δακρύων δὲ οὐ κατέσχεν, ἀλλ' ἰδὼν τοὺς ἀδελφοὺς τοὺς ἠδικηκότας, ἐνεπείσθη τῷ πάθει, καὶ τὸ προσωπεῖον ταχέως ρίψας, τὸ δράμα ἀπεκάλυψεν. "Οταν δὲ καὶ γυνὴ ᾖ, καὶ ἐλεεινὰ λέγῃ, καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ τὰ τραύ ματα, καὶ τοὺς μώλωπας, καὶ τὰ τῶν συμφορῶν κύματα μυρία, πῶς οὐκ ἄν τις δικαίως αδάμαντος παντός στεῤῥοτέραν τὴν οὐδὲν ὑπὸ τοσούτου χει μῶνος παθοῦσαν ψυχὴν εἶναι ἀποφήναιτο Δότε μοι μετὰ παρρησίας εἰπεῖν, ὅτι καὶ τῶν ἀποστόλων, εἰ μὴ καὶ μείζων, ἀλλ' οὐδὲ ἐλάττων ὁ μακάριος οὗτος ἦν. Ἐκείνους μὲν γὰρ παρεμυθεῖ:ο τὴ διὰ τὸν Χρι στὸν πάσχειν· καὶ οὕτως ἱκανὸν ἦν τὸ φάρμακον καθ᾿ ἑκάστην ἡμέραν αὐτοὺς ἀναστῆσαι, ἕνεκεν ἐμοῦ λέγοντα, καὶ εἰ ἐμὲ τὸν οἰκ δεσπότην Βεελζ βούλ ἐκάλεσαν· ἐκεῖνος δὲ ταύτης ἔρημος ἦν τῆς παραμυθίας, καὶ τῆς ἀπὸ τῶν σημείων, καὶ τῆς ἀπὸ τῆς χάριτος. Οὐδὲ γὰρ εἶχε τοσαύτην τοῦ πνεύ
col. 929–930page 27 of 66
PG 149:929ματος δύναμιν· καὶ τὸ δὴ μεῖζον ὅτι ἐν πολλῇ τρυφῇ τραφεὶς καὶ πλούτῳ πολλῷ κομῶν καὶ παρὰ πολλῶν δορυφορούμενος, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνα κηρυττόμενος τῆς ἐπιφανείας, οὐκ ἐξ ἁλιέων ὢν καὶ τελωνῶν καὶ τῶν εὐτελῶς βεβιωκότων, ἀλλὰ τοσαύτης ἀπολελαυκώς τιμῆς ἔπασχεν ἅπερ ἔπα σχεν· καὶ ὅπερ φορτικώτατον ἐπὶ τῶν ἀποστόλων εἶναι ἐδόκει, τοῦτο αὐτὸ καὶ αὐτὸς ὑπέμενε παρὰ φί λων, παρὰ οἰκετών, παρὰ ἐχθρῶν μισούμενος, παρὰ τῶν εὖ πεπονθότων, καὶ τὴν ἱερὰν ἄγκυραν, τὸν ἀκύμαντον λιμένα· τοῦτο δὲ ἦν τὸ τοῖς ἀποστόλοις εἰρημένον, τὸ ἕνεκεν ἐμοῦ, τοῦτο δεῖν οὐκ εἶχε. ι. Θαυμάζω τοὺς παῖδας τοὺς τρεῖς ὅτι κατεπολέμησαν καμίνου, ὅτι κατεξανέστησαν τυράννου ἀλλ᾽ ἄκουσον τί λέγουσι· Τεῖς θεοῖς σου οὐ λατρεύοη μεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ λατρεύου μεν· ὅπερ μεγίστη παραμυθία αὐτοῖς ἦν, τὸ σα φῶς εἰδέναι ὅτι διὰ τὸν Θεὸν πάντα πάσχουσιν ἅπερ ἂν πάθωσιν· οὗτος δὲ οὐκ ᾔδει ὅτι ἀγωνίσματα ταῦτα καὶ πάλη· εἰ γὰρ ᾔδει, οὐκ ἂν ᾔσθετο τῶν γινομένων. Οτε γοῦν ἤκουσεν ὅτι μὴ ἄλλως οίει με κεχρηματικέναι σοι, ἢ ἵνα ἀναφανῆς δίκαιος, ένα νοήσωμεν πῶς ἀπὸ ψιλοῦ ῥήματος εὐθέως ἀνέπνευσε, πῶς ἐξηυτέλισεν ἑαυτὸν, πῶς οὐδὲ πεπονθέναι ἐνό μισεν ἅπερ ἔπαθεν, οὕτω λέγων· Τί ἔτι κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ Κυρίου, ἀκούων ταῦτα, οὐδὲν ὢν ἐγώ; Καὶ πάλιν· ἀκοῇ μὲν ὠτος ἤκουόν σου τὸ πρότερον· νῦν δὲ ὁ ὀφθαλμές μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ήγη μαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. ια΄. Κατανοήσωμεν τοίνυν ἀκριβῶς, πότε ἦν λαμ πρότερος ὁ Ἰώβ, ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παριοῦσιν ἀνεώγνυ, καὶ τὰ ὄντα ἐξεδίδου τοῖς πέ νησιν· ἢ ὅτε ἀκούσας αὐτὴν κατενεχθεῖσαν, οὐκ ἐπεδυσπέτησεν, οὐδὲ ἐφθέγξατό τι ῥῆμα πικρόν, ἀλλ᾽ εὐφήμησε τὸν Θεόν· πότε φαιδρότερος, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων, καὶ πρὸς ὁμόνοιαν αὐτοὺς ἦγεν, ἢ ὅτε καταχωσθέντων αὐτῶν καὶ θανάτῳ πιο κρῷ τὸ ζῆν ἐκμετρησάντων, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν· τότε μᾶλλον ἐξέλαμψεν ὅτε ἀπὸ τῆς κουρᾶς τῶν προβάτων τους γυμνούς περιέβαλεν, ἢ ὅτε ἀκούσας ὅτι πῦρ ἔπεσεν ἐξ οὐρα νοῦ, καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεταράχθη, ἀλλὰ πράως ἤνεγκε την συμφοράν. Τότε μέγας ἦν καὶ εὐδόκιμος, ὅτε τῇ ὑγείᾳ τοῦ σώ ματος πρὸς τὴν τῶν ἀδικουμένων εκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων καὶ ἐκ μέσσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁρπάγματα· ἢ ὅτε τὸ σῶμα τοῦτο αὐτό, τὸ τῶν ἀδικουμένων ὅπλον ἑώρακε κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας, αὐτὸς αὐτὸ κατέξει, λαβὼν ὅστρακον, ταῦτά τοι καὶ ἔλεγε, τήκῳ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. Καί τοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν ἐκείνων μᾶλλον ἀπέφηνε λαμπρότερον. Τότε μὲν γὰρ φιλάνθρωπος ἦν, νῦν δὲ φιλόσοφος ἐγίνετο, απο
col. 931–932page 28 of 66
PG 149:931τότε τοὺς πένητας ἠλέει, νῦν δὲ ηὐχαρίστει τῷ Δε σπότη, πάντα τοῦτον εἰδὼς οικονομοῦντα πρὸς τὸ συμφέρον. Καὶ ἵνα μάθωμεν ὅτι μείζονα, ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς τύχα ρίστησεν, ἢ ὅτε κεκτημένος Αλέει, ἀκούσωμεν. ιβ'. Ἐκείνων μεν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα ιταμῶς, ἀλλ' ὅμως ἀντεἶπεν ὁ διάβολος, λέγων • Μη δωρεάν σέβεται Ἰὼς τὸν Θεόν; Τούτων δὲ συμβαινόντων, ἐγκαλυψάμενος, ἀνεχώρησε νῶτα δούς· καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκον γοῦν ἔχων προβαλέσθαι· λαμπρότερος γὰρ ὁ δίκαιος ἀπὸ τῶν παθημάτων μᾶλλον ἢ ἀπὸ τῶν κατορθωμάτων ἐγένετο. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, τὸ πάντα ἁρπαγέντα γενναίως ένεγο κεῖν, καὶ μετ' εὐχαριστίας, πολλῷ μείζον ἐστίν ἐπειδὴ τὸ μὲν ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, εὐχαριστεῖν τῷ Θεῷ, θαυμαστὴν οὐδὲν· ὅταν δὲ πολύ τὸ κλυδώνιον ᾖ, καὶ τὸ σκάφος περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις· τίς εἶδε, τίς ήκουσε 59 αῦτα θαυμαστὰ παλαίσματα; Οἱ μὲν γὰρ τῶν ἔξω θεν ἀγώνων πύκται, ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι καὶ στεφανοῦνται· ὁ δὲ διάβολος, ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου, τότε ένικήθη καὶ ἀνεχώρησεν, εργασάμενος αὐτὸν λαμπρότερον καὶ φαιδρότερον· ἔγνωμεν ὅσον τῆς θλίψεως τὸ κέρδος ἐγένετο. Καλὴν μὲν γὰρ ἦν καὶ ὑγιαῖνον τὸ σῶμα· πολλῷ δὲ σεμνότερον γέγονε κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων· ἐπεὶ καὶ Έρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ αλουργά γένηται, άφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν. Εἰ γὰρ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν ἔγνω του στεφανίτου τὴν εὐεξίαν, εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αυτ τὸν ἐπὶ τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον· οὐδὲ γὰρ οὕτω λαμπρός βασιλεὺς ἐπὶ θρόνου καθήμενος, ὡς ἐκεῖνος τότε ἐπὶ τῆς κοπρίας καθήμενος, ἐπίσημος ἦν καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασιλικόν θρόνον, θάνατος· μετὰ δὲ τὴν και πίαν ἐκείνην, οὐρανῶν βασιλεία. ιγ΄. Ζηλώσωμεν τοιγαροῦν καὶ ἡμεῖς τοῦ ἁγίου τούτου τὴν εὐλάβειαν, μαθόντες ὅσα ἀπὸ τῆς ὑπο μονῆς βλαστάνει καλά. Καθάπερ γὰρ ἐν κοινῷ θεά τρῳ τῆς οἰκουμένης ὁ μέγας οὗτος ἑστὼς καὶ γεν ναῖος ἀνὴρ ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὁ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι. "Α γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται άθη ταῦτα ὁμοῦ συνελθόντα, καὶ εἰς ἓν κατασκήψαντα σῶμα τὸ τούτου, λίαν εὐψύχως οὗτος ὑπέμεινε, τὰ τῶν ἔσχατα τετολμηκότων παθών, ὁ πολιτείαν ἐπι δειξάμενος γέμουσαν ἀρετῆς· ὅθεν καὶ κοινὸν ἅπα σιν ὑπομονῆς καὶ καρτερίας ὑπόδειγμα πρόκειται τοῖς ἔχουσι νοῦν, ἀεὶ μεμνημένοις αὐτοῦ, καὶ νομί
col. 933–934page 29 of 66
PG 149:933ζουσι βλέπειν καὶ τὴν κοπρίαν ἐκείνην, καὶ τοῦτον ἐν μέσῃ τῇ κοπρίᾳ καθήμενον, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν οὐκ οἶδα πὼς εἴπω· καὶ γὰρ οὐκ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι παραβαλεῖν τὸ ἡμαγμένον ἐκεῖνο σῶμα· οὕτω πάτης ύλης τιμίας ἐκ πολλοῦ τοῦ περιόντος, τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἐδείκνυτο λαμπροτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα. ιδ'. Καὶ μάλα εἰκότως· αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ τὰ τῆς δια νοίας ἡμῶν φωτίζουσιν ὄμματα· διὸ δίκαιον ταῦτα περιφέρει ἡμᾶς ἐν νῷ· καὶ ὅταν ἐξ οὐρίας πλέωμεν, τὸ ναυάγιον φοβουμένους· καὶ ὅταν πειρασμοῖς περιπίπτωμεν, τὸ ἐκ τῆς ὑπομονῆς ἐννοοῦντας κέρδος ὡς γὰρ ἐν τῷ σκάμματι τὸν ἀθλητὴν καὶ ἱδρῶτι καὶ κάνει καὶ θέρμῃ πολλῇ, καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ, οὕτω καὶ τὸν ἄριστον τοῦ Χριστοῦ στρατιώτην πολλὰ χρεὼν ὑπομένειν ἐνταῦθα, καὶ πάντα φέρει» γενναίως, εἴ γε μέλλοι λαμπρούς ἀπο λήψεσθαι τοὺς στεφάνους. Εἰ γὰρ δὴ σῶμα μακαρί. ζομεν, τὸ δυνάμενον ψύχος καὶ καῦμα φέρειν ἀλύ πως, καὶ λιμὸν, καὶ ἔνδειαν, καὶ ἐδοιπορίαν, καὶ ταλαιπωρίας ἑτέρας, πολλῷ μᾶλλον δεῖ μακαρίζειν ψυχὴν τὴν δυναμένην καρτερῶς καὶ γενναίως τῶν δεινῶν τὰς προσβολὰς ὑπομένειν ἀπάτας, καὶ δια τηρεῖν ἀδούλωτον αὐτῆς διὰ πάντων τὸ φρόνημα. Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχή, εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται, οὕτως ἡ διηνεκῶς τοῖς ὑπὲρ τῆς ἀρετῆς ἀγῶσιν ἐσχολακυία, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε τῆς περὶ τὰ πα λαίσματα μερίμνης, πάντων αὐτὴν ἀπαγούσης ἐκεί νων· οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακόν, πολλὰς ἔχει τὰς ἁμοιβάς. Διὰ δὴ τοῦτο καὶ συγχωρεί πολλάκις ὁ φιλάνθρωπος Θεὸς τοὺς εὐδοκίμους ἐν βίου λαμπρότητι μυρία πάσχειν ἐνταῦθα δεινά, σφόδρα φιλῶν αὐτοὺς, ὡς ἂν διὰ τῶν δεινῶν τούτων τοὺς φιλουμένους ἐργασάμενος λαμπροτέρους, στεφανώσῃ μειζόνως. β ιε'. Αν τοίνυν ἀπολέσῃ τις χρήματα, μηδόλως δυσχερανάτω, ἀλλὰ γενναίως ἐνεγκών εὐχαριστη κάτω τῷ Θεῷ, κατὰ τὸν Ἰὼβ εἰπὼν, Ο Κύριος ἔδωσ κεν, ὁ Κύριος ἀφεῖλε· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου ηὐλογημένον εἰς τὸν αἰῶνα· καὶ κέρδος τὴν ζημίαν διὰ τῆς εὐχαριστίας ποιήσει· μὴ εἰπάτω ὅτι ἄνθρωπος ἀφείλατο ταῦτα ἀδικήσας· καὶ πῶς δυνήσομαι εἰπεῖν, ὁ Κύ ριος ἀφείλετο; καὶ ὁ Ἰὼβ γὰρ ἂ ὁ διάβολος έλαβε, ταῦτα ἔφησεν ὅτι ὁ Κύριος ἀφείλετο· μηδὲ πάλιν εἰπάτω τις, ὅτι οὐκ εἰδότος οὐδὲ βουλομένου μου ὁ λῃστὴς ἔλαβε ταῦτα, καὶ ποῖος ἔσται μοι μισθός, οὐκ ἐμῆς γνώμης τοῦ πράγματος ὄντος; οὐδὲ γὰρ τοῦ Ἰὼβ εἰδότος οὐδὲ βουλομένου ταῦτα ἐγένετο ἀλλ' ὅμως οὐκ ἔλαττον ἔχει τῶν ἐλεημοσύνην δόντων ἐκεῖνος ὁ μὴ δοὺς τότε· Παραπλησίως οὖν καὶ πᾶς τις ἄλλος ἀφαιρεθεὶς χρήματα καὶ ὑπομείνας, του σοῦτον λήψεται μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔρριψε ταῦτα, εἰ πρὸς πένητας δεδαπάνηκε· καὶ εἰκότως τοῦτον καὶ γὰρ θαυμάζομεν μᾶλλον τὸν ἐπηρείας εὐχαρίστως φέροντα, ἢ τὴν ἑκόντα διδόντα· τί δή
col. 935–936page 30 of 66
PG 149:935ποτε ὅτι ἐκεῖνος μὲν τοῖς ἐπαίνοις τρέφεται, καὶ τῷ συνειδότι, καὶ χρηστὰς ἔχει τὰς ἐλπίδας· καὶ πρότερον γενναίως ενεγκών την στέρησιν τῶν χρησ μάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεμένος ἀφηρέθη βίᾳ. Οὐκ ἔστι δὲ ἴσον πρότερον πει σθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν ποθοῦντα ἀποστερηθῆναι· οὐδὲ πάλιν ἐν πολλῷ χρόνῳ μελετῆσαι καταφρονῆσαι τῶν χρημάτων, καὶ ἀθρόον ζημίαν συμβᾶσαν ὑπενεγκεῖν. η ις'. Αν ἕτερός τις πάλιν ἄδοξος ἐξ ἐνδόξου γένη ται, ἢ νόσῳ μακρᾷ καὶ δεινῇ παλαίῃ, ἢ ἄλλο τι πέ πονθε τῶν τοῦ βίου κακῶν, μὴ τοῦ Ἰώβ μόνον ἀναμνησθήτω, μυρίοις δεινοῖς πυκτεύσαντος, καὶ ταῦτα ζῶντος ἐν ἀρετῇ, ἀλλὰ καὶ τῶν προφητῶν, καὶ τῶν δικαίων καὶ τῶν ἀποστόλων αὐτῶν· καὶ πάντας τούτους εὑρὼν οὐ τῶν πλουτούντων οὐ τῶν τρυφώντων, ἀλλὰ τῶν πενομένων, τῶν θλιβομένων, τῶν στενοχωρουμένων, τῶν ἐν λιμῷ καὶ δίψῃ καὶ γυμνότητι διαγόντων ὄντας, εὐχαριστησάτω τῷ Δε σπότῃ, ὅτι τῆς μοίρας ταύτης αὐτὸν ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν, καὶ πολλοὺς ἐντεῦθεν αὐτῷ προξενῶν στεφάνους· ἐπεὶ κἀκείνους οὐχὶ μισῶν ἡφίει τοσαῦτα πάσχειν δεινὰ, ἀλλ' ἐπειδὴ σφόδρα ἐφίλει, λαμπροτέρους αὐτοὺς διὰ τῶν δεινῶν τούτων εἰργάζετο· κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃ τίς τι τῶν δεινῶν, ἀλλ' ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσει δὲ καὶ μὴ βλασφημήσει τὴν δυνάμενοι μὲν κωλύσαι, ἀφέντα δὲ τῆς τοῦ πεπονθότος ἕνεκα δοκιμῆς, ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες, στεφανοῦνται· οὕτως αὐτὸς τῶν αὐτῶν ἐπιτεύξεται μια σθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων ἐπαχθείσας αὐτῷ συμφοράς ήνεγκε γενναίως· καὶ τῷ δυναμένῳ μὲν ταύτας κωλύσαι, μὴ βουληθέντι δὲ, ηὐχαρίστησεν ἔτι ἕκαστος ἡμῶν ἀναμιμνησκέσθω, ὅτι καθάπερ οἱ σπουδάζοντες, καὶ ἀπὸ τῶν λυπούντων κερδαίνουσιν· ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυία ψυχή, με μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, τὴν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν αναφέρει, μηδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολής χαυνουμένη, οὕτω; εἰ φ θυμοῦντες οὐδὲ ἀπὸ τῶν ὠφελούντων ἀμείνους γίνονται. ιζ'. Διὰ τοῦτο οἱ τὴν τοῦ Θεοῦ παιδείαν μὴ μετ' εὐχαριστίας φέροντες, ἀλλὰ δυσανασχετούντες, πρὸ; τῷ μηδὲν ἐξ αὐτῆς καρπώσασθαι, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμφοραῖς· καὶ τοῦτο ἔκαν στὸς ἡμῶν εὐαγγελιζόμενος μὴ βλασφημείτω τὸν εὐεργέτην καὶ σωτῆρα καὶ κηδεμόνα γενόμενος ἐν δεινοῖς, ἵνα μὴ τὸν πόνον μὲν τούτων ὑποστῇ, τοῦ δὲ ἐξ αὐτοῦ διὰ τῆς ὑπομονῆς κέρδους ἀποστερηθή, καὶ πρὸς βάραθρον ἑαυτὸν τῆς ἐσχάτης ἀπωλείας ὠθήσῃ, τὴν μὲν τοῦ Θεοῦ συμμαχίαν ἀποκρουσάμενος, σφοδρότερον δὲ καθ᾿ ἑαυτοῦ τὸν διάβολον ἐργασάμενος· ἀλλὰ πάντα εὐχαρίστως φερέτω τὰ ἐνταῦθα παθήματα, ἵν᾿ ἐντεῦθεν ὠφέλειαν καὶ σω τηρίαν πολλὴν κερδάνῃ, τὰς μὲν ἐπιβουλὰς τοῦ που νηροῦ δαίμονος ἀποκρουσάμενος, τὴν δὲ τοῦ κηδε μόνος Θεοῦ θεραπείαν πρὸς ἑαυτὴν ἐπισπασάμενο; ὁ γὰρ διάβολος διὰ τοῦτο μυρία τοῖς ἀνθρώποις ἐπι
col. 937–938page 31 of 66
PG 149:937άγων δεινά, ἵνα πρὸς βάραθρον ἀπωλείας αὐτοὺς και ταγάγῃ, ὅταν μὲν ἴδῃ βλασφημοῦντα ῥᾳδίως τὸν δεινῷ τινι περιπεπτωκότα, αὔξει τὴν ἀλγηδόνα, καὶ μείζονα ποιεῖ, ἵνα κεντούμενος ἐκεῖνος ἀποδυσπε τήσῃ πάλιν· ὅταν δὲ ἴδῃ γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσοῦτο μάλλον εὐχαριστοῦντα τῷ Θεῷ, ἀφίσταται εὐθέως, ὡς εἰκῇ καὶ μάτην παρα εδρεύων λοιπόν. Λι? ιη'. Ικανὰ μὲν οὖν τὰ εἰρημένα πρὸς παράκλησιν ὑπομονῆς· ἄξιον δὲ τούτοις προσθεῖναι καὶ τὴν κατὰ τὸν Δαβὶδ ἱστορίαν, τὰ μεγάλα συμβαλλομέ την· ἐξέπεσε γάρ ποτε καὶ οὗτος τῆς πατρίδος καὶ τῆς ἀρχῆς, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευσε, τοῦ υἱοῦ αὐτοῦ τοῦ ᾿Αβεσσαλώμ κατεξαναστάντος αὐτοῦ· καὶ τοῦ στρατοπέδου πρὸς β τὸν ἀκόλαστον νεανίσκον, τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν, μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρη μον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ὁ Θεὸς συνεχώρησε τῷ παιδὶ ταῦτα κατὰ τοῦ γεγεννηκότο; ἐργάσασθαι, Καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν ὁ υἱὸς, οὐδὲ οὕτω ταῦτα γενέσθαι ἔδει. Νυνὶ δὲ οὐ μικρόν, οὐ μέγα, παρ' ἡμῶν ἡδικημένος περιέρχεται, τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολύναι πατρικῷ, τοῦ Θεοῦ τὰ γινόμενα ὁρᾶν ἀνεχομένου; ἀλλ᾽ οὐδὲν τούτων εἶπε· καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ καὶ πάντων ἐκπεπτωκότι τῷ θαυμασίῳ Δαβίδ, Σεμεί τις ἄνθρωπος και μιαρὸς ἐπέθετο, μιαιφόνον ἀποκαλῶν καὶ ἀσεβῆ, καὶ τὰ μυρία κακά καὶ οὐδὲ οὕτως ἡγρίανεν· ἀλλὰ καὶ τοῦ στρατηγοῦ ἀξιοῦντος ἐπιτραπῆναι διαβῆναι, καὶ τὴν κεφαλὴν ἀποτεμεῖν ἐκείνου, οὐ μόνον οὐκ ἐπέτρεψεν, ἀλλὰ καὶ ἐδυσχέρανε λέγων· Τί ἐμοὶ καὶ σοι, υἱὲ Σαρουία; Αφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου Κύριος, καὶ ἀνταποδώσῃ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ. Ὁρᾷς όπως οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας, ἀφορμὴ πλείονος εὐ δοκιμήσεως γίνεται; Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν λοιδορηθέντες καὶ μυρία παθόντες δεινά, τοὺς ὀνειδίζοντας φέρωμεν γενναίως, μείζονα παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα. Ταῦτ᾽ οὖν ἅπαντες εἰδό τες, κατὰ τοὺς εὐγνώμονας υἱούς, οἱ τῶν πατέρων πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ὑπομένουσιν, ἀνεχώμεθα τοῦ Θεοῦ παιδεύοντος ἡμᾶς, τοῦ καὶ πατέρων μᾶλλον ἡμᾶς φιλοῦντος, καὶ πάντα πρὸς τὸ συμφέρον πραγματευομένου, ἵνα τὴν τοῦ Ἰως, καὶ τοῦ Δαβίδ, καὶ τῶν ὅσοι κατ' ἐκείνους ἀνδρίαν καὶ ἐπιείκειαν καὶ ὑπομονὴν ἐνδειξάμενοι, δυνηθώμεν ἐντεῦθεν αὐτοῖς κοινωνῆσαι, καὶ τῶν αιωνίων και μακαρίων σκηνῶν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ μίου ἡμῶν Ἰητοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. η

Ethical Sermon VIISermonis septimi ethicon

col. 939–940page 32 of 66
PG 149:939η ο ΔΙΑΛΕΞΕΩΣ ΕΒΔΟΜΗΣ ΗΘΙΚΟΝ Οτι δεῖ φεύγειν τὴν παρὰ τῶν ἀνθρώπων δέξαν καὶ τιμὴν μηδὲν ὠφελοῦσαν, ἀλλὰ καὶ τὰ μέσ για τα καταβλάπτουσαν ἡμῶν τὴν ψυχήν· καὶ τῶν ἀρχῶν δὲ καὶ ἐξουσιῶν μὴ ἐφίεσθαι· οὐχ ὡς τοῦ ἄρχειν ἀνθρώπων ὄντος κακοῦ, τοῦτο καὶ γὰρ ἐκ Θεοῦ, καὶ πρᾶγμα ἐράσμιον, ἀλλ' ὡς τῶν κακῶς τῇ ἀρχῇ χρωμένων βλαπτομέν νων ἐντεῦθεν. α'. Εἴδετε πῶς ὁ Σωτὴρ καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων ἡμᾶς διδάσκων καταφρονεῖν τῆς παρά τῶν ἀνθρώπων τιμῆς, ἀνεχώρησεν εἰς τὸ ὄρος μόνος αὐτὸς, τῶν Ἰουδαίων μελλόντων ἔρχεσθαι καὶ ἁρπά ζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα; Σπουδάζωμεν τοίς νυν ἅπαντες τῆς ἀνθρωπίνης μὴ ἐφίεσθαι δόξης, πρῶτα μὲν ἀκριβῶς εἰδότες, ὅτι οὐδὲν οὕτω παρα σκευάζει ψυχὴν ἀσχημονεῖν, ὡς τὸ δόξης ἐρᾷν· οὐ γὰρ ἔστι ταύτης ἐρῶντα ζῆσαι βίον ἐσταυρωμένον ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Καὶ γὰρ ὁ ταύτης περι γενόμενος καὶ φθόνου, καὶ φιλοχρηματίας, καὶ τῶν ἄλλων ἀπάντων χαλεπῶν νοσημάτων περιέσται. Επειτα δὲ καὶ μεγίστην γινώσκοντες τὴν δόξαν ᾗ τετιμήμεθα, καὶ πρὸς ἣν αὕτη παραβαλλομένη, ὕβρις καὶ γέλως και κωμῳδία εἶναι δικεῖ· καθάπερ γὰρ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία· καὶ ἡ ζωὴ αὕτη χωρὶς ἐκείνης νέκρωσις· «"Αφες γάρ, φησί, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς·· οἴσω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην αἰσχύνη καὶ γέλης ἐστί. Μὴ γοῦν διώκωμεν αὐτήν· εἰ γὰρ οἱ παρέχον τε; αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέστερο, πολλῷ μᾶλλον αὐτὴ ἡ δόξα· Δόξα γάρ, φησὶν, ἀν θρώπου ὡς ἄνθος χόρτου.» Τί δὲ ἄνθους χόρτου ε τελέστερον γένοιτ' ἄν; β'. Εἰ δὲ καὶ μόνιμος ἦν, τί τὴν ψυχὴν ὠφελῆσαι ἴσχυσεν ἄν; Πάντως οὐδέν. ᾿Αλλὰ καὶ καταβλάπτει τὰ μέγιστα, δούλους ποιοῦσα, καὶ δούλους ἀργυρωνήτων χείρους· δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις διάφορα ἐπιτάττουσιν ὑπακούοντας. Πόσῳ τοίνυν βέλτιον ἐλεύθερον εἶναι ἢ δοῦλον; καὶ τῆς τῶν ἀνθρώπων δουλείας ἐλεύθερον ὄντα, δοῦλον εἶναι τῆς τοῦ Θεοῦ δεσποτείας; "Ολως δὲ εἰ βουλόμεθα δόξης ἐρᾷν, δόξης ἐρῶμεν, ἀλλὰ τῆς ἀθανάτου· καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέα τρον, καὶ μείζον τὸ κέρδος· οὗτοι μὲν γὰρ κελεύουσιν ἡμᾶς δαπανωμένους ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χρι στός τουναντίον ἅπαν· καὶ γὰρ ἑκατονταπλασίονα δίδωσιν ἡμῖν τῶν παρ' ἡμῶν διδομένων, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί γοῦν βέλτιον; ἐν τῇ γῇ ἢ ἐν τοῖς οὐρανοῖς ὑπὸ ἀνθρώπων ἢ ὑπὸ Θεού θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανο σθαι πρὸς μίαν ἡμέραν, ἢ πρὸς ἀπείρους αἰῶνας; Τὰ γὰρ ἀνθρώπινα πράγματα, ὅσον ἂν ἐπαρθῇ καὶ λάμ ψῃ, τοσούτῳ μείζονα τὴν πτώσιν ἐργάζεται, οὐ τὰ τῶν ἀρχομένων μόνα, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων
col. 941–942page 33 of 66
PG 149:941αὐτῶν· οὐδὲ γὰρ ἂν εὔροι τις οἰκίαν ιδιωτικὴν τοσ ούτων ἐμπεπλησμένην συμφορῶν, ὅσον τὰ βασίλεια γέμει κακῶν. "Η γὰρ οὐ νοοῦμεν τὸ τῆς ἐνταῦθα τιμῆς καὶ τῆς δόξης εὐμάραντον, καὶ ὅσον ἐντεῦθεν τίκτεται τὸ κακόν; καὶ τὰ δὴ χαλεπώτατον τούτων, ὅτι τὰ μὲν ἐξ αὐτῶν κακὰ ἀθάνατα μένει, ἡ δὲ ἡδονὴ οὔπω ἐφάνη, καὶ ἀπέπτη. γ. Λοιπὲν οὖν διακρουσώμεθα δόξαν, ἵνα μᾶλλον λάβωμεν δόξαν. Εἰ δὲ διώκομεν δόξαν, ἐκπεσούμεθα δόξης. Τίς δὲ νοῦν ἔχων ἰδὼν ἐξωγραφημένον ἄρτον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφής ἄψεται; Τὸν αὐτὸν οὖν τρόπον καὶ ἡμεῖς δόξης ἐρῶν τες, μὴ τὴν τῆς δόξης σκιάν, τοιαύτη γὰρ ἡ πα μοῦσα δόξα, ἀλλ᾽ αὐτὴν τὴν ἀλήθειαν ὅλῃ ψυχῆς προθέσει ζητῶμεν. Καὶ τὰς ἀρχὰς δὲ καὶ ἐξουσίας, καὶ τὸ μεγάλα δύνασθαι κατά κόσμον, ὥστε φέρειν ἅπαντα καὶ ἄγειν ὅπου βουλόμεθα, καὶ τοὺς ἐχθρούς λυπεῖν, καὶ τοὺς κολακεύοντας εὐεργετείν, φυγή πάντες φεύγωμεν· ἐν δὴ τοῦτο σκοποῦντες μόνον, ὅπως ἂν ὦμεν ἐν ἀρετῇ καὶ φιλοσοφίᾳ· αἱ γὰρ ἐξουσίαι καὶ αἱ ἀρχαὶ πολλὰ τῶν τῷ Θεῷ μὴ δοκούν των πείθουσι ποιεῖν· καὶ σφόδρα νεανικῆς δεῖ ψυ χῆς, ὥστε εἰς δέον χρήσασθαι τῇ δεδομένῃ ἐξουσίᾳ τε καὶ ἀρχῇ· ὁ μὲν γὰρ ἀπεστερημένος ἀρχῆς καὶ ἄκων φιλοσοφεῖ· ὁ δὲ ἀπολαύων αὐτῆς τοιοῦτόν τι πάσχει, οἷον ἂν εἴ τις κόρῃ συνοικῶν εὐειδεῖ καὶ καλῇ, νόμους δέξηται μηδέποτε πρὸς αὐτὴν ἀκολάστως ἰδεῖν· τοιοῦτον γὰρ ἡ ἐξουσία· διὸ πολλοὺ; καὶ ἄκοντας εἰς τὸ ὑδρίζειν ἐνέβαλε, καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνεπέτασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναρριπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν τὸ σκάφος καταποντίζουσα· ἀρχῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς ἀρχῆς ζήν προαιρουμένοις προσθήκη τιμωρίας ἐστί· τὸ γὰρ εὐδοκιμεῖν καὶ προκόπτειν ἐν δήμῳ, ὅσῳ λαμπρότερον ποιεί, τοσούτῳ μείζους τοὺς κινδύνου; ἔχει, καὶ τὰς φροντίδας καὶ τὰς ἀθυ μίας· ἀναπνεῦσαι γὰρ καὶ στῆναι ὁ τοιοῦτος ὅλως οὐ δύναται, οὕτω πικρὸν ἔχων καὶ βαρὺν τὸν δεσπό την. Καὶ τί λέγω στῆναι καὶ ἀναπνεῦσαι; κἂν μυ μία ἔχῃ κατορθώματα ὁ τοιοῦτος, δυσκόλω; εἰς τὴν τοῦ Θεοῦ βασιλείαν εἰσέρχεται· οὐδὲν γὰρ οὕτως ἐκτραχηλίζειν εἴωθεν, ὡς ἡ παρεπομένη τῇ ἐξουσίᾳ παρὰ τῶν πολλῶν δόξα· τὸ μὲν γὰρ ἀτιμίαν ἐνεγ κεῖν μέγα καὶ γενναῖον· τὸ δὲ δόξης μετασχεῖν νεα νικῆς δεῖται ψυχῆς καὶ σφόδρα μεγάλης, ὥστε δόξης ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι. δ'. Ταῦτα δὲ λέγω, οὐ τὸ εἶναι ἄρχοντας ἀναιρῶν, οὐδὲ τὴν ἐξουσίαν διαβάλλων, ἀλλὰ τοὺς κακῶς ταύτῃ χρωμένους, καὶ πρὸς ἀτόπους ορέξεις καὶ ἡδονάς·. Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, ο φησίν· ἐπειδὴ τὸ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς ἀνέδην ἅπαντα φέρ ρεσθαι ὥσπερ νωμάτων, τηδε κἀκεῖσε τῶν δήμων
col. 943–944page 34 of 66
PG 149:943περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίνὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν ὑπάρ χουσι· καὶ καθάπερ νηὸς ἐὰν ἀποστήσῃς τὸν κυβερνήτην, κατεπόντισας τὸ σκάφος, καὶ στρατόν, ἂν [στρατηγὸν] ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω καὶ τῶν πόλεων ἂν τοὺς ἄρχοντας ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωσόμεθα βίον. Διὰ τοῦτο καὶ σφοδρός έστι τιμωρὸς ὁ Θεὸς, τούτων καταφρονουμένων, καὶ δίκην οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ σφόδρα μεγίστην ἀπαιτεῖ τὸν παρακούοντα. Καὶ μάλα εἰ κάτω;· ὁ μὲν γὰρ τοῖς ἄρχουσιν ὑποτασσόμενος οὐ τοῖς ἄρχουσιν ὑποτάσσεται, ἀλλὰ τῷ Θεῷ τῷ ταῦτα νομοθετήσαντι πείθεται· ὁ δὲ μὴ ὑπακούων ἐκείνοις τῷ Θεῷ πολεμεῖ. ει ε'. Ωσπερ δὲ τὸ ἀρχὰς εἶναι καλὸν καὶ θεῖον τῷ ὄντι δῶρον, οὕτω δεῖ πάντως καὶ ἔκαστον ἄρχοντα τῆς θεόθεν αὐτῷ δοθείσης ἀρχῆς ἀξίως πᾶσιν ἀνεπί. ληπτον εἶναι· καὶ κρατεῖν μὲν θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς, πάντα δὲ ὑπὸ τοὺς τοῦ Θεοῦ νόμους ἄγειν· καὶ τὸν νοῦν ἐλεύθερον τηρεῖν, καὶ μηδ' ὅλως ἐὰν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδο νῶν· καὶ οὕτως ἀληθῶς ἄρχοντα εἶναι· καὶ γὰρ ὁ μὲν τοῖς πάθεσι τῆς ψυχῆς τὸν λογισμὸν ἐπιστήσας ῥᾳδίως ἂν ἐπιστα!η καὶ ἀνθρώποις μετὰ τῶν θείων νόμων, ὥστε αὐτὸν ἐν πατρὸς τάξει τοῖς ἀρχομένοις εἶναι, μετὰ πάσης ημερότητος ὁμιλοῦντα τοῖς ὑπ' αὐτὸν ταττομένοι;, καὶ πάντας ἐντεῦθεν ἐραστὰς ἑαυτοῦ καθιστῶντα, καὶ μετ᾿ εὐνοίας περὶ τὴν ἀρχ χὴν διακεῖσθαι πείθοντα, τὸ δυσκατόρθωτον ὄντως πράγμα, καὶ μάλιστα πάντων δεικνύον τὸν ἄρχοντα οὐ γὰρ εὐκόλως τοσούτων ἀνδρῶν διάθεσιν δυνήσεται τις ἑαυτὴν ἐπισπάσασθαι, κἂν χρήματα ἀναλώση μυρία, καν μυρία νικήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἕτερον ἐργάσηται· καὶ οὐδὲν οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ περὶ τοὺς ἀρχομένους φιλοστοργία· καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεί, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις καὶ ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα χάρις ὑπάρχει. Ο δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχία καὶ ἡδοναῖς δουλεύων πρῶτον μὲν καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον καὶ χρυσοῦν, σω φροσύνῃ δὲ οὐκ ἐστεφάνωται· καὶ ἀλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον έχει. Επειτα δὲ οὐδὲ ὅπως μεταχειρίσεται τὴν ἀμ χὴν ἐπιστήσεται· ὁ γὰρ ἑαυτοῦ μὴ δυνηθεὶς ἄρχειν πῶς ἂν ἑτέρους δυνηθείη κατευθύνειν τοῖς νόμοις; ς'. Ὥστε οὐ τὰς ἀρχὰς κακίζοντες, οὐδ' ἀναιροῦντες τὸ εἶναί τινας ἐν ἐξουσίαις, εἴπωμεν μὴ ἐφίεσθαι ἡμᾶς τῶν ἀρχῶν· πολλοὶ γὰρ καλῶς τῇ ἀρχῇ χρη σάμενοι, τῷ Θεῷ εὐηρέστησαν· καὶ μαρτυροῦσι Μωσῆς τε καὶ Ἰησοῦς καὶ Δαβὶδ ὁ πραότατος, καὶ σὺν ἑτέροις πολλοῖς Κωνσταντῖνος ὁ Μέγας καὶ ἐσαι πόστολος, οὗ τὸν βίον ἡδυσμά τε καὶ παίδευμα ταῖς εἰς ὕστερον βασιλεύσιν ὄντα παραδεδώκαμεν ἰδια

Ethical Sermon VIIISermonis octavi ethicon

col. 945–946page 35 of 66
PG 149:945γραφῇ φιλοθέων ἀνδρῶν ἀξιώσει, διεξελθόντες ἐκ τῶν ἐκείνου πολλῶν ὀλίγα, καίτοι τῇ παρούσῃ σπουδῇ ενησχολημένοι· ἀλλὰ τὸ τοῦ πράγματος ἐννοοῦντες δυσμεταχείριστον μέγεθος, ἐπειδὴ πᾶσα μὲν ἀρχὴ δυσχερής· καὶ πάντων, ἀνθρώπων δὲ μάτ λιστα, ὅσῳ καὶ θηρίου δυσμεταχειριστότερον ἄνθρωπος, κατὰ τὸν εἰπόντα σοφὸν, διὰ τὴν πηγὴν τοῦ φρονεῖν· καὶ σὺν τούτῳ βλέποντες τὴν τοῖς βαθύ μοις ἐγγινομένην ἐντεῦθεν βλάβην, ἑαυτοῖς μὴ προσέχουσι, καὶ τῷ καλῷ μὴ καλῶς χρήματι κεχρημένοις, καὶ τὸν Θεὸν παροξύνουσιν οὐκ ἐν τῷ μέλο λοντι μόνον αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ παρόντι, τούτοις ἀποδιδόντα κατὰ τὰ ἔργα αὐτῶν· ὅπερ ἵνα μὴ πά θωμεν, ελώμεθα μᾶλλον ἀκινδύνως ἄρχεσθαι, ἢ ἄρο χειν ἐπικινδύνως· κερδήσομεν γὰρ ἐντεῦθεν καὶ τὴν ἀπαλλαγὴν τῶν ἐνταῦθα κινδύνων διὰ τὴν καὶ τῆς ἀποκειμένης ἐκεῖ τοῖς οὐκ ἀξίως ζήσασι τῆς ἀρχῆς ἀτελευτή του κολάσεως τὴν φυγήν, καὶ τῶν αἰωνίων καὶ πέρας οὐκ ἐπισταμένων ἀπολαύσου μεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ τῶν αἰώνων. Αμήν. ΔΙΑΛΕΞΕΩΣ ΟΓΔΟΗΣ ΗΘΙΚΟΝ ἀρχὴν, παναγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας Περὶ τῶν φρικτῶν καὶ θείων καὶ ἀχράντων καὶ ζωοποιῶν τοῦ Χριστοῦ μυστηρίων· καὶ ὅτι ἡ τούτων μετάληψις τοῖς μὲν ἀξίοις ἐστὶ σωτη ρία, τοῖς δὲ ἀναξίοις κόλασις. α'. Σκόπει γε μὴν κἀκεῖνο, ὅτι λέγει νῦν φανερῶς περὶ τῆς μυστικῆς μεταλήψεως τοῦ τιμίου σώματος αὐτοῦ καὶ ζωοποιοῦ· καθάπερ γάρ ἐστι ζωοποιός κατὰ φύσιν ὁ μονογενής τοῦ Θεοῦ Υἱός τε καὶ Λόγος, οὕτω δὴ καὶ τὴν, ἐν ᾗ κατῴκησε σάρκα, ζωοποιόν ἀπέδειξεν, ὅλος κατὰ τὸν ἄῤῥητον τῆς ἑνώσεως λό γον ταύτῃ συμβεβηκώς, καὶ μετασκευάσας αὐτὴν εἰς τὸ ἴδιον ἀγαθὸν ἤτοι τὴν ζωήν· διὰ τοῦτο καὶ ζωοποιεῖ τοὺς μετέχοντας αὐτοῦ, τὸ πανάγιον σῶμα Χριστοῦ, τὸν θάνατον ἐξελαύνον, καὶ ἐξιστῶν τὴν φθοράν, ἅτε δὴ τὴν τὴν φθοράν τελείως ἀφανίζοντα λόγον ὠδῖνον ἐν ἑαυτῷ· ὁ γὰρ ἄρτος ὁ ἐν τοῖς μυ στηρίοις ὑφ' ἡμῶν ἐσθιόμενος, καὶ ὁ οἶνος ὁ πινόμενος ὁμοίως σὺν ὕδατι, οὐκ ἀντίτυπά ἐστι τῆς τοῦ Κυρίου σαρκὸς τοῦ αἵματος, ἀλλ' αὐτὴ ἡ τοῦ Κυρίου σὰρξ καὶ τὸ αἷμα· οὐχ ὅτι αὐτὸ τὸ ἀναληφθὲν σῶμα ἐξ οὐρανοῦ κατέρχεται, ἀλλ' ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος ἅμα τῷ ὕδατι πρὸς τῶμα καὶ αἷμα Χριστοῦ Ενωμένον θεότητι μεταποιοῦνται, ὡς τὸ ἐκ τῆς ἁγίας Παρθένου σῶμα λόγοις ἀποῤῥήτοις διὰ τῆς μυστικῆς εὐλογίας καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματ τος. Οὐ γὰρ εἶπεν ὁ Κύριος, ὅτι ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἀντίτυπόν ἐστι τῆς σαρκός μου, ἀλλ' ἡ σάρξ
col. 947–948page 36 of 66
PG 149:947σε Μη νομίσῃς τύπον εἶναι τὰ τοιαῦτα, ἀλλ' ὅτι ὁ ἄρτος αὐτὸ ἐκεῖνο τὸ σῶμα τοῦ Κυρίου, καὶ τὸ αἷμά ἐστι μεταποιούμενον εἰς σάρκα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν ἀρξήτῳ ἐνεργεία τοῦ ἁγίου Πνεύματος. Οὐκ εἶπε, Τοῦτό ἐστι τὸ σύμβολον του σώ ματός μου· καὶ τοῦτο τοῦ αἵματός μου· ἀλλὰ, «Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ τὸ αἷμά μου, διδάσκων ἡμᾶς μὴ πρὸς τὴν φύσιν ὁρᾷν τοῦ προκειμένου, ἀλλὰ μη δια της γενομένης εὐχαριστίας εἰς σάρκα καὶ αἷμα στον μου ἐστίν ὥσπερ ὕστερον καν τῷ μυστικώ δείπνῳ εἴρηκεν, εἰς τὸ πάθος ἐρχόμενος τὸ ἐκεί Τοῦτό ἐστι τὸ σῶμά μου, ο τὸν ἄρτον δια δούς· καὶ, «Τοῦτό ἐστι τὸ αἷμά μου, ο τὸ ποτήριον παρέχων· αὕτη γὰρ ἐκείνη ἐστὶν ἡ τράπεζα, καὶ οὐδὲν ἔλαττον ἔχει· οὐ γὰρ ἐκείνην μὲν ὁ Χριστός, ταύτην δὲ ἄνθρωπος δημιουργεῖ· ἀλλὰ καὶ ταύτην αὐτὸς, ὑπηρετῶν τάξιν τῶν ἱερέων ἐπεχόντων, ἐπείπερ οὐκ ἀνθρωπίνης δυνάμεως ἔργα τὰ προκείμενα, ἀλλὰ Θεοῦ ἁγιάζοντος ταῦτα καὶ μετασκευάζοντας. β'. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τῶς γίνεται, ἀρκεῖ σοι μαθεῖν ὅτι διὰ Πνεύματος ἁγίου ἑαυτῷ τὴν σάρω καὶ ὁ Κύριος υπεστήσατο· καὶ πλέον οὐδὲν γινώσκου μεν, ἢ ὅτι ὁ Λόγος τοῦ Θεοῦ ἀληθῆς ἐστι καὶ παντη. δύναμος, ὁ δὲ τρόπος ανεξερεύνητος. Οὐ χεῖρον δ ἴσως καὶ τοῦτο εἰπεῖν, ὅτι καθάπερ φυσικῶς ὁ ἄρ της διὰ τῆς βρώσεως, καὶ οἶνος καὶ τὸ ὕδωρ διὰ τῆς πόσεως, εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ τίν νοντας μεταβάλλονται, καὶ οὐ γίνονται σῶμα ἕτερον παρὰ τὸ πρότερον αὐτοῦ σῶμα, οὕτω καὶ ὁ τῆς προσ θέσεως ἄρτος καὶ οἶνος καὶ τὸ ὕδωρ διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος ὑπερφυῶς εἰς τὸ σῶ μα τοῦ Χριστοῦ καὶ τὸ αἷμα μεταποιοῦνται· καὶ οὐκ εἰσὶ δύο, ἀλλ᾽ ἕν. Καὶ τὸ αὐτὸ γίνεται νῦν τοῖς μὲν πίστει καὶ ἀξίως μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ζωὴν αἰώνιον, καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος, τοῖς δὲ ἐν ἀπιστίᾳ καὶ ἀνα ξίως μετέχουσιν εἰς κόλασιν καὶ τιμωρίαν· ὥσπερ καὶ ὁ τοῦ Κυρίου θάνατος τοῖς μὲν πιστεύουσι γέγο νε ζωὴ καὶ ἀφθαρσία εἰς ἀπόλαυσιν τῆς αἰωνίου μας καριότητος, τοῖς δὲ ἀπειθοῦσι καὶ τοῖς Κυριοκτόνοις, εἰς κόλασιν καὶ τιμωρίαν αἰώνιον· καὶ γάρ τοι καὶ συνανακραθέντος τῇ ἀνθρωπίνη φύσει τοῦ Κυρίου, καὶ ἐν σώματι γενομένου τῷ ἡμετέρῳ καὶ τὴν ἐξ ἄρτου τροφὴν προσιεμένου, καὶ τὴν ἐξ εἴνου καὶ ὕδατος πόσιν· οὐ γὰρ ἄλλην τινὰ παρεκαινοτόμησε τῇ φύσει τὴν σύστασιν, ἀλλὰ διὰ τῶν συνήθων καὶ καταλλήλων, ἔδωκε τῷ καθ᾿ ἑαυτὸν σώματι τὴν δια μονὴν, βρώσει καὶ πόσει περικρατῶν τὴν ὑπόστασιν ὁ ἄρτος ἐκεῖνος ὁ ἐσθιόμενος, καὶ τὸ πινόμενον πό μα, πρὸς σῶμα αὐτοῦ καὶ αἷμα μετεβάλλετο, καὶ συνεξομοιοῦτο τῇ θεοδόχῳ σαρκί, καὶ εἰς αὔξησιν καὶ σύστασιν αὐτῆς συνεβάλλετο, μεταποιηθείσης ἅμα τῇ ἐνοικήσει τοῦ Θεοῦ Λόγου πρὸς τὴν ἀξίαν τὴν θεϊκήν. γ'. Καλῶς οὖν καὶ νῦν τὸν τῷ λόγῳ τοῦ Θεοῦ ἁγιαζόμενον ἄρτον εἰς σῶμα τοῦ Θεοῦ Λόγου μετα μεταβάλλεσθαι. εἰπών, ο Τουτό μου ἐστὶ τὸ σῶμα, δεικνύει ὅτι αὐτὸ τὸ σῶμα τοῦ Κυρίου ἐστὶν ἄρτος ὁ ἁγιαζόμενος ἐν τῷ θυσιαστηρίῳ· ἡ ἀῤῥήτῳ γὰρ τρόπῳ μετα ποιεῖται εἰς σάρκα καὶ αἷμα τοῦ Κυρίου, κἂν ἡμῖν φαίνηται. Οὐκ ἔστι τύπος ὁ ἄρτος ἄρτο, καὶ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χρι στοῦ μὴ γένοιτο· ἀλλ' αὐτὸ τὸ σῶμα, καὶ αὐτὸ τὸ αἷμα εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώς ματος χωρούν.
col. 949–950page 37 of 66
PG 149:949ποιεῖσθαι πιστεύομεν· καὶ ὁμοίως τὸν οἶνόν τε καὶ ἡ τὸ ὕδωρ εἰς αἷμα· ἐπεὶ κἀκεῖνο τὸ σῶμα τῇ ἐπισκηνώσει τοῦ Λόγου τοῦ ἐπισκηνώσαντος ἐν αὐτῷ καθα γ.ασθὲν ἄρτος καὶ οἶνος καὶ ὕδωρ ἦν τῇ δυνάμει καὶ γὰρ ἐκ τούτων παντὸς ἀνθρωπίνου σώματος ἡ ὑπόστασις· καὶ ὁ πρὸς ταῦτα βλέπων δυνάμει πρὸς τὸν ὄγκον τοῦ ἡμετέρου σώματος βλέπει· ὅτι ἐν τούτῳ ἐκεῖνα γενόμενα, τοῦτο γίνεται, καὶ τρόπον τινὰ ταυ τόν ἐστιν ἐκείνοις τὸ ταῦτα παραδεξάμενον σῶμα, τῆς τροφῆς, ὥσπερ εἴρηται, πρὸς τὴν τοῦ σώματος φύσιν διὰ τῆς ἀλλοιωτικῆς δυνάμεως καταλλήλως μεθισταμένης· ὅθεν γὰρ ὁ ἐν ἐκείνῳ τῷ σώματι μεταποιηθείς ἄρτος εἰς θείαν μετέστη δύναμιν, διὰ τοῦ αὐτοῦ καὶ νῦν τὸ ἴσον γίνεται· ἐκεῖ τε γὰρ ἡ τοῦ Λόγου χάρις ἅγιον ἐποίει τὸ σῶμα, ᾧ ἐκ τοῦ ἄρτου καὶ τοῦ οἴνου καὶ τοῦ ὕδατος ἡ σύστασις ἦν, καὶ τρόπον τινὰ καὶ αὐτ τὸ ἄρτος καὶ οἶνος καὶ ὕδωρ ἦν, ἐνταῦθά τε ὡσαύ τως ὁ ἄρτος καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ, καθά φησιν ὁ Απόστολος, ἁγιάζονται διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως, οὐ διὰ βρώσεως προϊόντα εἰς τὸ σῶμα γενέσθαι 5 λόγου, ἀλλ᾽ εὐθὺς εἰς τὸ σῶμα δια τοῦ Λόγου μεταποιούμενα. δ'· Τοῦτο καὶ ἐπὶ τοῦ θείου βαπτίσματος γίνεται τὸ γὰρ κοινὸν ὕδωρ, καὶ ὀλίγου τινὸς ἄξιον πρὸ τῆς εὐλογία:, μετὰ τὸν ἁγιασμὸν τὸν παρὰ τοῦ θείου Πνεύματος θεῖον γίνεται καὶ ἱερὸν, ἐνεργοῦν μεγάλα καὶ θαυμαστὰ, λέγω δὴ κάθαρσιν ἁμαρτιῶν, ἀνα καινισμὸν καὶ ἀναγέννησιν, πάντως οὐχὶ σωματικήν, καὶ ἦν ὁ Νικόδημος ενόησεν, ἔτι τῇ τοῦ νόμου παρ ρακαθήμενος σκιᾷ, καὶ μηδὲν ὑψηλὸν φαντασθῆναι δυνάμενος, ἀλλὰ ξένην τινὰ καὶ παρηλλαγμένην, καὶ ὀφθαλμοῖς μὲν οὐδαμῶς βλεπομένην, ἐννοίᾳ δὲ μόνῃ θεωρουμένην, καὶ ὄντως: ξίαν τοῦ ταύτην ἡμῖν χαρισαμένου Χριστοῦ, δι' ἡμᾶς γεγονότος καθ' ἡμᾶς ἵνα, ὥσπερ ἐπεβουλεύθημεν πάλαι μετὰ τῆς μερί μνης τοῦ κακουργοῦντος ὑποχθονίου δαίμονος καὶ μοχθηρού και βασκάνου, προκάλυμμα τῆς ἑαυτοῦ γνώμης ἄξιον εὑρηκότος τὸν ὄφιν, ὁμοίῳ τε έρπετῷ ἐνοικήσαντος, καὶ διὰ τούτου τὴν κατὰ τοῦ γένους ἡμῶν ἁμαρτίαν καινοτομήσαντος, οὕτως ὕστερον σωθῶμεν μετὰ τῆς φροντίδος τοῦ δημιουργοῦ καὶ φιλανθρώπου Θεοῦ τέλειον ἄνθρωπον ἀναλαβόντος, καὶ οὕτω τὴν τοῦ ἐχθροῦ πονηρίαν ἐπανορθώσαντος, καὶ αὐτουργήσαντος τὴν ἡμῶν σωτηρίαν· τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ ἄρτος καὶ ὁ οἶνος ἅμα τῷ ὕδατι, κοινὰ πρότερον ὄντα, ὅταν αὐτὰ τὸ μυστήριον ἱερουργήσῃ, σῶμα καὶ αἷμα γίνονται τοῦ Χριστοῦ, τῆς ἄνωθεν χάριτος εὐλογούσης αὐτά. ε'. Καὶ πῶς, φησίν, οὐχὶ φαίνονται ἡμῖν σὰρξ καὶ αἷμα, ἀλλ᾽ ἄρτος καὶ οἶνο;; Διὰ τὸ μὴ ἡμᾶς ἀηδίζεσθαι πρὸς τὴν βρῶσιν· εἰ μὲν γὰρ σὰρξ καὶ αἷμα ἐφαίνοντο, ἀηδῶς ἂν διεκείμεθα περὶ τὴν μετάληψιν ὡς ἀσυνήθη νῦν δὲ τοιαύτης φαινομένης ἡμῖν, εὐχερῶς ταύτης μεταλαμβάνομεν. Οἱες γὰρ ὁ Θεὸς ὅτι ἡ ἀνθρωπίνη ἀσθένεια πολλάκις τὰ μὴ κατὰ συνή θειαν τετριμμένα ἀποστρέφεται δυσχεραίνουσα· διὸ
col. 951–952page 38 of 66
PG 149:951καὶ τῇ συνήθει κεχρημένος συγκαταβάσει, διὰ τῶν ο συνήθων τῆς φύσεως ποιεῖται τὰ ὑπὲρ φύσιν ὥσπερ οὖν ἐπὶ τοῦ βαπτίσματος, ἐπειδήπερ ἐστὶ τοῖς ἀνθρώποις ἔθος ύδατι λούεσθαι καὶ ἐλαίῳ χρίσ σθαι, συνέμιξε τῷ ὕδατι καὶ τῷ ἐλαίῳ τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐποίησε ταῦτα λουτρὸν ἀναγεννήσεως καὶ ἀνακαινίσεως, δι' αἰσθητοῦ πράγματος νοητὸν δῶρον ἀποτελῶν· οὕτως ἐνταῦθα, ἐπεὶ τοῖς ἀνθρώποις ἔθος ἄρτον ἐσθίειν, καὶ πίνειν οἶνον μεθ ὕδατος, συνέζευξεν αὐτοῖς τὴν αὐτοῦ θεότητα· καὶ ποιήσας αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, τὸ εἶδος του ἄρτου καὶ τοῦ οἴνου ἐφύλαξεν, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γινώμεθα οὐδὲν γὰρ αἰσθητὸν παρέδωκεν ἡμῖν ὁ Χριστὸς, ἀλλ' αἰσθητὰ μὲν πράγματα, πάντα δὲ νοητά· εἰ μὲν γὰρ ασώματοι ἦμεν, γυμνὰ ἂν ἡμῖν αὐτὰ τὰ ἀσώματα παρέδωκε δῶρα· ἐπεὶ δὲ σώματι συμπέπλεκται ἡ ψυχή, ἐν αἰσθητοῖς ἡμῖν τὰ νοητὰ παραδίδωσιν. Οὐκ ἄρα τύπος ὁ ἄρτος, καὶ ὁ οἶνος ἅμα τῷ ὕδατι, τὰ ἐν τῷ θείῳ θυσιαστηρίῳ ἁγιαζόμενα τοῦ σώμα τος τοῦ Χριστοῦ καὶ τοῦ αἵματος, μὴ γένοιτο, ἀλλ' αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου τεθεωμένα διὰ μὴ τοῖς κειμένοις μόνον εμβλέπωμεν, ἀλλὰ τὰ ῥήματα αὐτοῦ κατέχοντες, καὶ πειθώμεθα, και πιο στεύωμεν, καὶ νοητοῖς αὐτὰ βλέπωμεν ὀφθαλμοῖς ὁ μὲν γὰρ λόγος αὐτοῦ ἀπαραλόγιστος ἡ δὲ αἴσθησις ἡμῶν εὐεξαπάτητος· οὗτος οὐδέποτε διέ πεσεν· αὕτη δὲ τὰ πλείονα σφάλλεται. Ἐπεὶ οὖν ὁ λόγος αὐτοῦ φησί, «Τοῦτό ἐστι τὸ σῶμά μου, ο καὶ, ι Τοῦτό ἐστι τὸ αἷμά μου, ο πειθώμεθα τῷ Θεῷ, καὶ μὴ ἀντιλέγωμεν, κἂν ἐναντίον εἶναι δοκῇ τοῖς ἡμετέροις λογισμοῖς, καὶ ταῖς ὄψεσι τὸ λεγόμενον· καὶ λογισμῶν καὶ ὄψεων κυριώτερον ἔχωμεν αὐτοῦ τὸν λόγον. ς'. Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ταῦτα ἐκάλεσαν, ὡς ὁ θεοφάντωρ ἔφη Βασίλειος ἐν ταῖς μυστικαῖς τῆς ἱερουργίας εὐχαῖς, οὕτω λέγων· ι Καὶ προθέντες τὰ ἀντίτυπα τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου, ἀλλ' οὐ μετὰ τὸ ἁγιασθῆναι, εἶπον, πρὸ μέντοι τοῦ ἁγιασθε ναι, καὶ πρὸ τοῦ τὴν χάριν λαβεῖν, οὕτως ἐκάλεσαν διαταξάμενοι μάλα καλῶς οἱ θεόληπτοι προσκυνεῖν ἡμᾶς μετὰ πόθου καὶ πίστεως, καὶ πρὸ τοῦ τε λειωθῆναι ταῦτα τὰ θεῖα δῶρα, ὡς ἀντίτυπα τῶν μ τῆς μεγάλης γινομένης εἰσόδου τῆς ἐν τῇ ἱερα 755: Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, οὐ μετὰ τὸ ἁγιασθῆναι, εἶν του, ἀλλὰ πρὶν ἁγιασθῆναι τὴν προσφοράν οὕτω κα λέφαντες. λειτουργία, καθάπερ προσκυνοῦμεν καὶ τῆς ἀνθρωπίνης τοῦ θεανθρώπου Λόγου μορφῆς τὸ ἐκτύπωμα, ὡς ἐκείνου ἀντίτυπον· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει, φησὶν ὁ μέγας Βασίλειος καίτοι γε ἡ μὲν γεγραμμένη τῆς τοῦ Κυρίου σαρκὸς εἰκὼν, τούτου διὰ παντὸς ἀντίτυπος οὖσα, οὐκ ἔσται ποτὲ αὐτὸ τὸ πρωτότυπον, ήγουν αὐτὸς ὁ Χριστός. Ταῦτα δὲ τὰ θεῖα δῶρα μέχρι τινὲς ἀνα
col. 953–954page 39 of 66
PG 149:953τίτυπα ὄντα τῆς τοῦ Κυρίου σαρκὸς καὶ τοῦ αἵμα τος, ἁγιάζονται μετὰ ταῦτα, καὶ ἀληθῶς αὐτὴ γίνονται τὸ πρωτότυπον, ἤτοι ἡ σάρξ αὐτὴ καὶ τὸ αἷμα τοῦ Χριστοῦ, διὰ τῆς μυστικῆς εὐλογίας, καὶ τῆς τοῦ ἁγίου Πνεύματος επιφοιτήσεως· ὅθεν χρεὼν καὶ διὰ τοῦτο μετὰ πόθου καὶ πίστεως προσκυνεῖν ἡμᾶς ταῦτα, πρὸς τὸ τελειωθῆναι ἀγόμενα Αντί τυπα δὲ τῶν μελλόντων λέγονται ταῦτα, οὐχ ὡς μὴ ὄντα κατ' ἀλήθειαν σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ' ὅτι νῦν μὲν δι' αὐτῶν μετέχομεν τῆς τοῦ Χριστοῦ θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας· διά τοι τοῦτο καὶ κοινωνία ἡ αὐτῶν καλεῖται μετάληψις, ὅτι τὴν πρὸς τὸν Χριστὸν ἡμῖν χαρίζεται Ενωσιν, καὶ κοινωνοὺς ἡμᾶς ποιεῖ τῆς αὐτοῦ βασιλείας· οὐ μὴν δὲ ἀλλ' ὅτι καὶ κοινωνεῖν ἐντεῦθεν ἡμᾶς καὶ ἀλλήλοις ἐνοῦσθαι παρασκευάζει· ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου καὶ ποτηρίου μεταλαμβάνομεν ἅπαντες, λο πὸν καὶ ἐν σῶμα Χριστοῦ, καὶ ἓν αἷμα, καὶ ἀλλή λων μέρη γινόμεθα, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ σύσσωμοι Χριστοῦ χρηματίζοντες οὐ γὰρ εἰς ἀφεδρῶνα χωροῦσι ταῦτα οὐδὲ φθείρονται, οὐδὲ δαπανώνται, μὴ γένοιτο, ἀλλ᾽ εἰς σύστασιν οὐσιώδη χωροῦσι τῶν μεταλαμβανόντων, τὴν τῆς ψυχῆς οὐσίαν καὶ τοῦ σώματος συντηροῦντα. ζ. Καὶ μή τις ἀκούων, Χριστὸν ἐν ἡμῖν γίνεσθαι διὰ τῆς μεταλήψεως, ἀπιστῶν λεγέτω· 'Αρα οὖν, ἐπειδὴ καὶ ἐν ἡμῖν αὐλίζεται τοῦ Θεοῦ ὁ Λόγος ζωή κατά φύσιν ὑπάρχων, ζωοποιόν ἐστι καὶ τὸ ἑκάστου σῶμα; Ιστω δὲ μᾶλλον, ὡς ἕτερόν ἐστι τὸ κατὰ μέσ θεξιν σχετικὴν ἡμᾶς ἔχειν ἐν ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ], καὶ ἕτερον ὁλοτρόπως τὸ τοῦτον γενέσθαι σάρκα, τουτέστιν ἴδιον ποιήσασθαι σῶμα, τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθέν, καὶ τούτῳ ἐνωθὲν ὑπὲρ λόγον· οὐ γὰρ ἐν ἡμῖν, γενόμενος, ἐνανθρωπῆσαι λέ γεται, καὶ γενέσθαι σάρξ, τοῦτο γὰρ γέγονεν ἅπαξ, ὅτε προῆλθεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός· ἀλλὰ κατὰ μέθεξιν σχετικὴν λέγεται γενέσθαι θεοπρεπῶς διὰ τοῦ ἁγίου Πνεύματος· ἵνα γὰρ μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα πρὸς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα, διὰ τῆς τροφῆς τοῦτο γίνεται, ἢν έχα ρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον ἂν ἔχει περὶ ἡμᾶς· διὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν τῇ ἐπικήρῳ φύσει, καὶ ἔμυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἐν τι γενώμεθα καθάπερ σῶμα κεφαλῇ συνημμένον τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο, καὶ τῇ τῆς θεότητος κοιν· νίᾳ συναποθεωθῆναι τὸ ἀνθρώπινον. Τοῦτο γοῦν ὁ Ἰὼβ αινιττόμενος ἔλεγε περὶ τῶν ἑαυ τοῦ οἰκετῶν, οἷς ἦν μεθ' υπερβολῆς ποθεινός, ο Προσ είναι ταῖς σαρξί μου οὐκ ἀπέσχον ὀδοῦσιν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον, ἂν εἶχον, ἔλεγον· «Τίς ἂν δῴη ἡμῖν τῶν παρκῶν αὐτοῦ ἐμπλησθῆναι; ο Διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ
col. 955–956page 40 of 66
PG 149:955πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα· καὶ ι. Χ) τὸν αὐτοῦ πόθον ἐνδεικνύμενος τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν μόνον αὐτὸν παρέσχε τοῖς ἐπιθυμοῦσιν, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τους οδόντας τῇ σαρκὶ, καὶ συμπλακήναι, καὶ τὸν πόθον ἐμπλῆσαι πάντα. η'. Καὶ καθάπερ γυνή τις οἰκείῳ αἵματι και γ. 2 λακτι τρέφει τὸ τεχθέν, οὕτω καὶ ὁ Χριστὸς οὓς ἐγέννησεν αὐτὸς, οἰκείῳ τρέφει διηνεκώς αἷματι μᾶλλον δὲ οἱ μὲν γεννήσαντες πολλάκις ἑτέροις τρέ φειν διδόασι τὰ τεχθέντα· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ ταῖς οἰκείαις τρέφων σαρξίν, ἑαυτὸν ἡμῖν παρατίθησι, πάντας ἡμᾶς εὐγενεῖς εἶναι βουλόμενο;, καὶ χρηστὰς ἡμῖν περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας· ὁ γὰρ ἐνταῦθα ἡμῖν ἐκδοὺς ἑαυτὸν πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι· ἀδελφὸς ἠθέλησεν ἡμέτερος γενέσθαι· ἐκοινώνησε σαρκὸς καὶ αἵματος δι' ἡμᾶς πάλιν αὐτὴν τὴν σάρκα καὶ τὸ αἷμα δι' ὧν συγγενὴς ἐγένετο, ἐκδίδωσιν ἡμῖν πᾶσι τοῖς πεπιστευκόσι τῇ οἰκονομίᾳ τῆς χάριτος, ἑαυτὸν ἐνσπείρων δια τῆς σαρκὸς, ἧς ἡ σύστασις ἐξ ἄρτου καὶ οἶνου καὶ ὕδατός ἐστι, καὶ τοῖς σώμασι τῶν πεπιστευκότων κατακιρνώμενος· ὡς ἂν τῇ πρὸς τὸ ὀθάνατον ἐνώ σει καὶ ὁ ἄνθρωπος τῆς ἀφθαρσίας μέτοχος γένοιτο. Ταῦτα δὲ δίδωσι, τῇ τῆς εὐλογίας δυνάμει προς ἐκεῖνο μεταστοιχειώσας τῶν φαινομένων τὴν φύ σιν. θ'. Καὶ τὴν μὲν πάλαι νομικὴν λατρείαν ἅπασαν καταπαύσας, ὡς ἀτελέσι καὶ νηπίοις προσήκουσα», τὴν δὲ καινὴν θυσίαν καὶ καθαρὰν καὶ ἀναίμα στον παραδούς, ἣν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυο σμῶν αὐτῷ προσφέρεσθαι προεθέσπισε διὰ τοῦ προ φή του πάλα:· ι Καὶ ἱερεὺς ἐντεῦθεν εἰς τὸν αἰῶνα, καθά φησιν ὁ θεῖος Δαυΐδ, χρηματίσας, οὐ κατὰ τὴν ταξιν Λαρὼν τὰς ἐν νόμῳ Ουσίας προσφέροντας, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδέκ, ἄρτῳ καὶ οἴνα δεξιωσα μένου τὸν ᾿Αβραάμ, ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς ὑποστρέφοντα· ἐκεῖνός τε γὰρ ὁ ἱερεὺς τοῦ κυρίως ἀρχιερέως Χριστοῦ τύπον ἔφερε καὶ εἰκό νισμα· κἀκείνη ἡ τράπεζα τὴν μυστικὴν προμήνυε ταύτην· ὡς γὰρ ἐκεῖνος τῷ τότε δι' ἄρτου καὶ οἴνου τὸν ᾿Αύραὰμ εὐλόγησεν, οὕτως ὕστερον ὁ δεσπότης Χριστὸς μέλλων ἑαυτὸν ὑπὲρ πάντων, ὥσπερ ἄμω μον ἱερεῖον τῷ Θεῷ καὶ πατρὶ προσενηνοχέναι, λα δὼν ἄρτον, καὶ ποτήριον κεράτας, ἐδίδου τοῖς ματ θηταῖς, καὶ ἔλεγε· Τοῦτό ἐστι τὸ σῶμά μου, ο καὶ «Τοῦτό ἐστι τὸ αἷμά μου.» Καὶ διὰ παντὸς ἐξ ἐκείνου ἱερατεύων, ὁ αὐτός ἐστι προσφέρων τε καὶ προσφερόμενος, καὶ προσδεχόμενος καὶ διαδιδόμενος, ᾗ φησιν ὁ σοφὸς Βασίλειος ᾧ συνωδά φθεγγόμενος ὁ Χρυσορρήμων, λέγει ὅτι οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ό
col. 957–958page 41 of 66
PG 149:957πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει ἡ γλῶσσαν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα ἄγγελοι. ι. Περὶ ταύτης της μυστικῆς καὶ φρικτῆς θυσίας προλέγων καὶ αὖθις ὁ μελῳδὸς, εἴρηκεν οὕτως ἐκ προσώπου Χριστοῦ πρὸς τὸν Θεὸν καὶ Πατέρα Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,» ἀντὶ τοῦ ἀπεδοκίμασας τὴν νομικὴν θυσίαν καὶ τὴν ἐκεῖθεν προσφοράν, ἐνστάντος δηλονότι τοῦ τῆς ἐνανθρωπή. σεως χρόνου· ο σῶμα δὲ κατηρτίσω μοι,» τουτέστι σῶμά μοι κατεσκεύασας ἐκ παρθενικῶν αἱμάτων εἰς τὸ θυσιασθῆναι τοῦτο τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας· ο ολοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐξεζήτησας·, ἔτι σαρκωθέντος ἐμοῦ τοῦ λογικοῦ Οὐ ματος καὶ ἀληθινοῦ τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου, οὐδὲν θῦμα νομικὸν ἐζήτησας. • Τότε εἶπον, Ἰδοὺ ἤκω· ν τουτέστιν ὅτε τὰ νομικά θύματα ἀπήν δίκησας, τότε είπον αὐτὸς, ὅτι ὡς ὁρᾷς ἑτοίμασμαι καὶ, ο Πάτερ, ἤγγικεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ο διὰ τοῦ σταυροῦ πάντως, ὡς εὐδόκησας τὸν ὑπὲρ τῆς πάντων σωτηρίας ημέτερον θάνατον. Τοῦτον τὸν οὐράνιον ἄρτον καὶ ζωηρὸν προεικόνιζον οἱ τῆς προθέσεως άρτοι τὸ παλαιόν· τοῦτον ὁ Ἡσαΐας ἐν τύπι θεασάμενος ἄνθρακος, δι' αὐτοῦ τὴν τῶν ἁμαρτιῶν ἔλαβε κάθαρσιν· ὥσπερ γὰρ ἄνθραξ οὐκ ἔστι ξύλον λιτόν, ἀλλ᾽ ἡνωμένον πυρί, οὕτω καὶ ὁ θεῖος ἄρτος τῆς κοινωνίας, ἄρτος ψιλὸς οὐκ ἔστιν ἀλλ' ἡνωμένος θεότητι· σῶμα δὲ ἡνωμένον θεότητα οὐ μία φύσις ἐστὶν, ἀλλὰ μία μὲν τοῦ σώματος, τῆς δὲ ἡνωμένης αὐτῷ θεότητος ἑτέρα· ὥστε τὸ συναμφότερον οὐ μία φύσις, ἀλλὰ δύο· διὰ τοῦτο καὶ τὸ μυστικὸν αἷμα ταύτης τῆς καινῆς καὶ μεγά λης θυσίας ἐλαύνει μὲν επίμονας καὶ πόρρωθεν εἶ ναι ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς ἡμᾶς καὶ τὸν δε σπότην τῶν ἀγγέλων· ὅπου γὰρ ἴδωσι τὸ αἷμα τὸ δεσποτικόν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ια΄. Καὶ ἵνα μάθωμεν τοῦ αἵματος τούτου τὴν ἰσχύν ἀναδράμωμεν ἐπὶ τὸν τύπον αὐτοῦ, ἐπὶ τὰ παλαιὰ διη γήματα τὰ ἐν Αἰγύπτῳ· τὴν δεκάτην γὰρ μέλλων πλη γὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις, καὶ ἀνελεῖν τὰ πρωτότοκα αὐτῶν, ἐπειδὴ τὸν πρωτότοκον αὐτοῦ κατεῖχον λαόν, ἔπεμψεν ἄγγελον ολοθρευτὴν ἐπιόντα ταῖς οἰ κίαις· προσέταξε δὲ τοῖς Ἑβραίοις ἀμνὸν ἄμωμονθύ. σαι, καὶ τὸ αἷμα αὐτοῦ ταῖς θύραις ἐπιχρίσαι, ὥστε μὴ τῆς συμφορᾶς ταύτης αὐτοὺς κοινωνῆσαι τοῖς Αίγυ πτίοις, ἐπειδήπερ εἷς τόπος αὐτοὺς κατεῖχεν· οὗ δὴ καὶ γενομένου, τὸ αἷμα τότε ταῖς θύραις ἐπικεχρισμένον ὁ ὀλοθρεύων ὁρῶν, οὐκ ἐτόλμησεν εἰσπηδῆσαι· εἰ γὰρ καὶ αἷμα ἦν ἀλόγου ζώου τὸ τοὺς λογι κοὺς σῶζον ἀνθρώπους τότε, ἀλλ' οὐχ ὡς αἷμα ἁπλῶς ἔσωζεν, ἀλλ' ὡς τοῦ αἵματος τοῦ δεσποτικοῦ τύπος ἄν· καθάπερ γὰρ οἱ βασιλικοὶ ἀνδριάντες ἅψυχοι ὄντες καὶ ἀναίσθητοι τους καταφεύγοντας εἰς αὐτοὺς ἀνθρώπους αἰσθητικούς καὶ ἐμψύχους όντας διασώζουσι, τοῦτο παλαιοῦ κελεύοντος νόμου, οὐκ ἐπειδὴ χαλκός εἰσιν, ἀλλ' ἐπειδὴ τοῦ βασιλέως εἰσὶν εἰκό
col. 959–960page 42 of 66
PG 149:959νες, οὕτω δὴ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀναίσθητον καὶ ἄψυχον τοὺς ψυχὴν ἔχοντας ἀνθρώπους ἔσωσεν, οὐκ ἐπειδὴ αἷμα ἦν, ἀλλ' ἐπειδὴ τοῦ αἵματος τοῦ δεσποτικοῦ τύπος ἦν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχύν, πολλῷ μᾶλλον ἡ ἀλήθεια εἰ ὁ ἄγγε λος ἰδὼν τὸ αἷμα τοῦ τύπου ᾐδέσθη, πολλῷ μᾶλλον ἐ διάβολος ἰδὼν τὸ αἷμα τῆς ἀληθείας τὸ τοῦ Χριστοῦ. οὐχὶ θύραις ἐπικεχρισμένον, ἀλλὰ τῷ στόματι τῶν πιστῶν, ταῖς θύραις λέγω τοῦ ἐμψύχου ναού του Θεοῦ, φεύξεται καὶ μακράν που γενήσεται. ιβ'. Τοῦτο τὸ τῆς καινῆς θυσίας αἷμα ἐκχυθὲν πα σαν τὴν οἰκουμένην ἐξέπλυνε· τοῦτο τὸ αἷμα ἐν τοῖς τύποις τὰ ἄδυτα καὶ τὰ ῾Αγια τῶν ἁγίων ἐκάθησε τοῦτο τὸ αἷμα ἐν τοῖς τύποις τὸ χρυσοῦν θυσιαστήριον ἡγίασε· τούτου χωρὶς ἐν ταῖς νομικαῖς τυπουμένου θυσίαις οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι· τοῦτο τὸ αἷμα ἐν τοῖς τύποις ἱερέας ἐχειροτόνει· τοῦτο ἐκάθηρεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν ἔν τε τῷ ναῷ τῶν Εβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ ὅτε αἱ φλια! ἐχρίοντο, πολλῷ μᾶλλον ότε ἦλθεν ἡ ἀλήθεια, τῆς σκιᾶς παραδραμούσης. Εἰ τὴν σκιὰν οὕτως ὁ θάνατος έφριξε, τὴν ἀλήθειαν αὐτήν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν· τούτῳ ἥδεται ἡ ψυχή· τούτῳ καλλωπίζεται, τούτῳ πυροῦται· τοῦτο πυρὸς λαμπρότερον ἐργά ζεται τὸν νοῦν τὸν ἡμέτερον· τοῦτο χρυσίου φαιδροτέραν τὴν ψυχὴν ποιεῖ· τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν ἐργάζεται τὴν βασιλικήν· τοῦτο κάλ λος ἀμήχανον· τοῦτο ἀπομαρανθῆναι τῆς ψυχῆς τὴν εὐγένειαν οὐκ ἀφίησιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον· τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα για νόμενον, οὐκ εὐθέως τοῦτο γίνεται, ἀλλ᾽ ἕτερόν τι τοῦτο δὲ οὐχ οὕτως, ἀλλ᾽ εὐθέως τὴν ψυχὴν ἄρδει, καὶ μεγάλην τινὰ δύναμιν ἐμποιεῖ. Τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν οὐρανὸν ἐποίησε βατόν. Φρικτά δι τως τὰ μυστήρια τῆς Ἐκκλησίας Χριστοῦ· φρικτὸν ὄντως τὸ θυσιαστήριον. ιγ'. ᾿Ανέβαινεν ἐκ τοῦ παραδείσου πηγὴ ποτα μοὺς αἰσθητοὺς ἀφιεῖσα· ἀπὸ τῆς ἱερᾶς ταύτης τρα πέζης άνεισι πηγὴ ποταμοὺς ἀφιεῖσα πνευματικούς παρὰ ταύτην τὴν θείαν πηγὴν πεφυτευμέναι εἰσὶν οὐκ ιτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ώριμον ἀεὶ καὶ ἀμά ραντον. Εἴ τις καυσονται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω τὸν καύσονα· καὶ γὰρ αίχο μοὺς λύει, καὶ τὰ διακαή πάντα παραμυθεῖται, οὐ τὰ ἐξ ἡλίου, ἀλλὰ τὰ ἀπὸ τῶν τοῦ διαβόλου βελών τῶν πεπυρωμένων· καὶ γὰρ τὴν ἀρχὴν ἄνωθεν ἔχει, καὶ τὴν ρίζαν ἐκεῖθεν, ὅθεν καὶ ἄρδεται. Πολλοὶ τού της τῆς πηγῆς οἱ ῥύακες, οὓς ἀφίησιν ὁ παράκλητος· καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν ἀνοίγων τὴν παρ' ἡμῖν. Αὕτη ἡ πάντιμος πηγή φωτός έστι πηγή, ἀναβλύζουσα τῆς ἀληθείας ἀκτῖνας. Ταύτῃ τῇ σεβασμία πηγῇ καὶ αἱ ἄνω παρεστήκασι δυνάμεις, πρὸς τὸ κάλλος ἐνορῶσαι τῶν ῥείθρων· ἐπειδὴ καὶ σαφέστι
col. 961–962page 43 of 66
PG 149:961ρον ἡμῶν ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους ὦ περ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλοι, ἄν τε τὴν γλῶτταν, χρυσὴν εὐθέως αὐτὴν ἐποίησεν· οὕτω δὴ καὶ ἐνταῦθα τὴν ψυχὴν ἐργάζεται τὰ προκείμενα· ἀναζεῖ μὲν γὰρ πυρὸς σφοδρότερον ὁ πανάγιος οὗτος ποταμός, ἀλλ' οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ ἱερώτατον αἷμα ἄνωθεν προετυποῦτο ἀεὶ ἐν θυσιαστηρίοις, ἐν δικαίων σφαγαῖς· τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης τούτῳ ἡγόρασε τὴν Ἐκκλησίαν ὁ Χριστός· τούτῳ κατεκόσμησεν αὐτὴν ἅπασαν· καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος, δίδωσι χρυσίον, καὶ καλλωπίσαι πάλιν αὐτοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ οὕτω καὶ ὁ Χριστὸς ἡγόρασεν ἡμᾶς αἵματι τῷ οἰκείῳ, καὶ ἐκόσμησεν ἡμᾶς τούτῳ τῷ αἷματι. ιδ'. Προσίωμεν τοίνυν τῇ μυστικῇ ταύτῃ τραπέζη μετὰ παντὸς φόβου, καὶ συνειδήσεως καθαρᾶς, καὶ ἀδιστάκτου πίστεως, καὶ πάντα ἔσται ἡμῖν καθώ πιστεύομεν μὴ διστάζοντες. Τὸ δὲ προσελθεῖν μετὰ πίστεως οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαράς καρδίας ἅψασθαι· τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ τί γάρ, εἰ μὴ φωνῆς ἀκούομεν, φθεγγομένου αὐτοῦ διὰ τῶν εὐαγγελιστῶν; Πιστεύωμεν οὖν ὅτι καὶ νῦν ἐκεῖνο τὸ δεῖπνόν ἐστιν, ἐν ᾧ καὶ αὐτὸς ἀνέκειτο οὐδὲν γὰρ ἐκεῖνο τούτου διενήνοχεν· οὐδὲ γὰρ τοῦτο μὲν ἄνθρωπος ἐργάζεται, ἐκεῖνο δὲ αὐτὸς ὁ Χριστὸς, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο ὁ αὐτό;. Οταν τοίνυν τὸν ἱερέα ἐπιδιδόντα ἡμῖν ἴδωμεν, μὴ τὸν ἱερέα νομίζω μεν, τὸν τοῦτο ποιοῦντα, ἀλλὰ τὴν Χριστοῦ χεῖρα τὴν ἐκτεινομένην· ὥσπερ γὰρ ὅταν βαπτίζηται τις, οὐχ ὁ ἱερεὺς ἀλλ' ὁ Θεός ἐστιν ὁ κατέχων τούτου τὴν κεφαλὴν ἀοράτῳ δυνάμει, καὶ οὔτε ἄγγελος οὔτε ἀρχάγγελος οὔτε ἄλλος τις τολμα προσελθεῖν καὶ ἅψασθαι· οὕτω καὶ νῦν γίνεται. Καὶ δῆλον ἐντεῦθεν ὡς γὰρ ἐν τῷ βαπτίσματι οὐ λέγει ὁ ἱερεὺς, βαπτίζω τὸν δεῖνα, ἀλλὰ Βαπτίζεται πάντως παρὰ τῆς ἀδιαιρέτου καὶ ὁμοουσίου Τριάδος· τὸν αὐτὸν δὲ τρόπο, κἀνταῦθα οὐ λέγει, Θύω ἐγὼ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀλλὰ θύεται ὁ ἀμνὸς τοῦ Θεοῦ, αὐτὸς οὔ της δηλαδὴ ἑαυτὸν ἱερουργῶν εὐδοκίᾳ Πατρὸς, καὶ συνεργία τοῦ ἁγίου Πνεύματος· καὶ θύτης ὧν ὁ αὐτὸς, καὶ θύμα, και προσδεχόμενος, καὶ διαδιδόμε νος. ιε'. Διὰ τοῦτο ὡς τῷ Χριστῷ τῷ ἱερεῖ προσερχόμενοι, τιμήσωμεν πάσῃ καθαρότητι τοῦ Κυρίου τὸ σώμα, ψυχικῇ τε καὶ σωματικῇ· διπλοῦν γάρ ἐστι προσέλθωμεν αὐτῷ πόθῳ διακαεί, καὶ σταυροειδώς τὰς παλάμας τυπώσαντες, τὸ σῶμα τοῦ ἐσταυρωμένου ὑποδεξώμεθα· καὶ ἐπιθέντες ὀφθαλμοὺς καὶ χείλη καὶ μέτωπα, τοῦ θείου ἄνθρακος μεταλάβω μεν, ὅπως καταφλέξῃ τὰς ἁμαρτίας ἡμῶν, καὶ φω τίσῃ τὰς καρδίας ἡμῶν, καὶ τῇ μετουσίᾳ τοῦ θείου πυρὸς πυρωθῶμεν· οἱ γὰρ τούτου μετέχοντες μετά ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν
col. 963–964page 44 of 66
PG 149:963βασιλικήν στολήν τὰ ὅπλα ἔχοντες τὰ πνευματικὰ. 'Αλλ' οὐδὲν εἶπον οὐδέπω· αὐτὸν γὰρ εἰσι ἐν δεδυμένοι τὸν βασιλέα. Αλλ' ὥσπερ ἐστὶν μέγα καὶ θαυμαστὸν τοῦτο τὸ θεῖον σῶμά τε καὶ τὸ αἷμα, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃ τις, εἰς σωτηρίαν προσῆλθεν· ἂν δὲ μετὰ πονηροῦ συνε δότος, εἰς κόλασιν καὶ τιμωρίαν·. ῾Ο γὰρ ἐσθίων καὶ πίνων ἀναξίως τοῦ Κυρίου κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, ο φησὶν ὁ ᾿Απόστολος ἐπιστέλλων τοῖς Κορινθίοις· εἰ γὰρ οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται ὁμοίως ὥσπερ οἱ διαρρηγνύνα τες, οὐδὲν ἀπεικὸς καὶ τοὺς ἀκαθάρτω διανοίᾳ δε χομένους τὸ τοῦ Κυρίου σῶμα καὶ τὸ αἷμα τὴν αὐτ τὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ διαῤῥήξασι δια τῶν ἤλων· οὐ παρὰ τὴν φύσιν τῶν μυστηρίων, ταῦτα γὰρ ζωηρά, ἀλλὰ διὰ τὴν τούτων ἀναξιότητα· ἐπεὶ καὶ ὁ ἥλιος βλαβερὸς τοῖς τὰς ὄψεις διεφθαρμένοις. Καὶ ἀλλαχοῦ δὲ, δεικνὺς φοβερὰν ὁ Παῦλος τὴν κό λασιν, λέγει· ο 'Αθετήσας τις νόμον Μωσέως, χω ρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιά σθη;» ις'. Προσέχωμεν τοίνυν ἑαυτοῖς, ἀγαπητοί, τοιού των ἀπολαύοντες ἀγαθῶν· καὶ ὅταν βουληθῶμεν αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴσω μὲν ὑπὸ ὀργῆς ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λς γισώμεθα τίνων κατηξιώθημεν, ὅπου πνεύματος ἀπελαύσαμεν, καὶ ἔστω σωφρονισμὸς ἡμῖν τῶν ἀλόγων παθῶν οὗτος ὁ λογισμός· ὁ γὰρ θεῖος ἄνθραξ, ού περ ήδη μετέσχομεν, τύπου παντός ἐστι καθαρτή ριος, καὶ βλάβης παντοδαπῆς ἀμυντήριον. Οὗτος ἐὰν χρυσὸν λάθη κίβδηλον, διὰ τῆς κριτικῆς καθαίρει πυρώσεως, ἤτοι νήσων καὶ παντοίων ἐπιφορῶν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι· καὶ καθαίρων ἑνοὶ τῷ σώματι τοῦ Κυρίου καὶ τῷ πνεύματι αὐτοῦ, καὶ σῶμα Χριστοῦ ἀπερ γάζεται· διὰ δὴ τοῦτο, καὶ ἡμεῖς ἔχοντες ἐπιθυμητικῶς τῆς ζωῆς, καὶ τὸν τῆς ἀθανασίας χορηγόν θεῖον ἄρτον ἐν ἑαυτοῖς ἔχειν εὐχόμενοι, μήτε ἀνα ξίως προσερχώμεθα τοῖς φρικτοῖς μυστηρίοις, ἵνα μὴ κολάσει ὑπεύθυνοι γενώμεθα, καθάπερ ἐῤῥήθη μήτε πάλιν κατά τινας τῶν ἀμελεστέρων ἑαυτοὺς παντελῶς ἀποστερῶμεν τῆς διὰ Χριστοῦ εὐλογίας, ἐν τῷ μὴ βούλεσθαι τούτου μυστικῶς μετέχειν, εύ λάβειαν πλαττόμενοι τὴν ὡς ἀληθῶς ἐπιζήμιον, εν ὁ βαθὺς εἰς πανουργίαν ἐξεῦρε διάβολος· οὗτος και γὰρ ποικίλος ὢν εἰς ἀπάτην, σωφρονεῖν μὲν ἡμᾶς οὐδ' ὅλως ἐξ, τῇ τῶν ἀνθρώπων χαίρων ἀπωλεία καταμολύνας δὲ τοῖς κακοῖς, φρίττειν ἀναπείθει τὴν τῶν θείων δώρων μετάληψιν, ἵνα διαπαντὸς τῇ ἁμαρ τία δουλεύοντας ἡμεῖς οὐδαμῶς ἀνανήψωμεν, καὶ γνῶμεν τὸ τῇ ψυχῇ συμφέρον
col. 965–966page 45 of 66
PG 149:965ιζ. Αλλά διαρρήξωμεν, παρακαλῶ, τὸν ἐκείνου δεσμὸν, καὶ ἀπορρίψαντες ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτ τοῦ, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ, καθὰ γέγραπται, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν ἀμείνους δι' ἐγο κρατείας γενόμενοι, προσίωμεν τῇ θείᾳ καὶ οὐρανίῳ χάριτι, καὶ εἰς ἁγίαν κοινωνίαν ἀναβάντες Χριστοῦ, καθάπερ λέοντες πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς ἱε ρᾶς καὶ πνευματικῆς τραπέζης αναχωρῶμεν ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν τὴν ἡμετέραν ἐννοοῦντε;, καὶ τὴν ἀγάπην ἦν περὶ ἡμᾶς ἐπεδείξατο· οὕτω γὰρ οὕτω καὶ ἀπάτης περιεσόμεθα διαβολικῆς, θείας τε φύσεως γενησόμεθα κοι νωνοί, καὶ πρὸς ζωὴν καὶ ἀφθαρσίαν ἀναβησόμεθα κατακοιμίζει γὰρ ἐν ἡμῖν ὁ Χριστός γεγονώς ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον, καὶ ἀναζω πυροῖ μὲν τὴν εἰς Θεὸν εὐλάβειαν, ἀπονεκροῖ δὲ τὰ πάθη, μὴ λογιζόμενος ἡμῖν τὰ ἐν οἷς ἐσμεν παρα πτώματα, θεραπεύων δὲ μᾶλλον ἡμᾶς νενοσηκότας, καταδεσμῶν ὡς συντετριμμένους, ἐγείρων ὡς περ πτωκότας, ποιμὴν ἀγαθὸς ὑπάρχων, καὶ τὴν ψυχήν ἑαυτοῦ τιθεὶς ὑπὲρ τῶν προβάτων. Οὐκοῦν μηδεὶς ἐκλελυμένος, μηδεὶς ναυτιῶν, ἀλλὰ πεπυρωμένοι καὶ διεγηγερμένοι καὶ ζέοντες ἅπαντες τῇ θείᾳ προσέλθωμεν τραπέζῃ, αὐτὸν ὁρῶντες Χριστόν, αὐτ τοῦ ἁπτόμενοι, αὐτὸν ἐσθίοντες· εἰ γὰρ οἱ Ἰουδαῖοι ἑστῶτες, καὶ τὰ ὑποδήματα περικείμενοι, καὶ τὰς βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶν ἤσθιον τὸ Πάσχα μετά σπουδής, πολλῷ μᾶλλον ἡμᾶς νήφειν δεῖ ἐκεῖνοι μὲν γὰρ εἰ; Παλαιστίνην ἔμελλον ἐξιέναι. διὸ καὶ ὁδοιπόρων ἐκέκτηντο σχῆμα, ἡμεῖς δὲ εἰς τὸν οὐρανὸν μέλλομεν ἀποδημεῖν. ιη'. Οθεν χρὴ πάντοθεν ἐγρηγορέναι, διὰ τὸ μὴ μικρὰν κεῖσθαι κόλασιν τοῖς ἀναξίως μετέχουσι, καὶ ἣν πάντως πείσονται δικαίως οἱ κατασφάξαντες τὸ πανάγιον σῶμα Χριστοῦ· τίνος γὰρ οὐ δεῖ καθαρώτερον εἶναι τὸν τῆς θυσίας ἀπολαύοντα ταύτης; Ποίας ἡλιακῆς ἀκτῖνος οὐ λαμπροτέραν τὴν χεῖρα τὴν ταύτην τὴν σάρκα διατέμνουσαν, τὸ στόμα τὸ πληρούμενον πυρὸς πνευματικοῦ, τὴν γλῶσσαν τὴν φοινισσομένην αἵματι φρικωδεστάτῳ; Εννοήσωμεν ποίαν ἐτιμήθημεν τιμήν, ποίας· ἀπολαύομεν τραπέζης· ὅπερ ἄγγελοι βλέποντες φρίττουσι, καὶ οὐδὲ ἀντιβλέψαι τολμῶσιν ἀδεῶς, διὰ τὴν ἐκεῖθεν ἀστραπὴν φερομένην. Τούτῳ ἡμεῖς τρεφόμεθα, καὶ σῶμα Χριστοῦ γινόμεθα ἐν, καὶ σὰρξ μία. Τις λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστά; ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; διὰ πάντων ἡμᾶς αὐτῷ συμπλέκοντος, καὶ ἑνὶ ἑκάστῳ τῶν πιστῶν ἑαυτὸν ἀναμι γνύντος διὰ τοῦ μυστηρίου· καὶ τούτῳ πάντας πεί θοντος πάλιν, ὅτι σάρκα ἔλαβε τὴν ἡμῶν. Μὴ τοίνυν ῥαθυμῶμεν τοσαύτης ἠξιωμένοι τιμῆς καὶ ἀγάπη;. Οὐχ ὁρῶμεν τὰ παιδία μεθ' ὅσης προθυμίας δράσσεται τοῦ μαστοῦ, μεθ' ὅσης τῆς ὁρμῆς ἐμπήγνυσι τῇ θηλῇ τὰ χείλη; Μετὰ τοσαύτης προσίωμεν καὶ ἡμεῖς τῇ τραπέζῃ ταύτῃ καὶ τῇ θηλῇ τοῦ ποτηρίου τοῦ πνευματικοῦ· μᾶλλον δὲ μετὰ πολλῷ πλείονος. ἑλκύσωμεν, ὡς παιδία ὑπομάζια, τοῦ Πνεύματος τὴν
col. 967–968page 46 of 66
PG 149:967χάριν· καὶ μία ἡμῖν ἔστω ὀδύνη, τὸ μὴ μετασχεῖν ταύτης τῆς τροφῆς. Μηδείς τοίνυν Ἰούδας παρέστω, μηδείς φυλάργυρος, μηδεὶς ἀπάνθρωπος, μηδεὶ; ὠμὸς καὶ ἀνηλεής, μηδεὶς ὅλως ἀκάθαρτος. Εἴ τις μαθητής, παρίτω· οὐ δέχεται τοὺς μὴ τοιούτους ή τράπεζα· «Μετὰ γὰρ τῶν μαθητῶν μου, φησί, ποιῶ τὸ Πάσχα.» Ταῦτα πρὸς τοὺς μεταλαμβάνοντας λέγω ιθ'. Συμβουλεύω δὲ καὶ ὑμῖν τοῖς διακονουμένοις (καὶ γὰρ ἀναγκαῖον καὶ πρὸς ὑμᾶς διαλεχθῆναι), μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλές προσοχής, μετά πολλῆς διασκέψεως διανέμειν ταυτὶ τὰ δῶρα καὶ γὰρ οὐ μικρὰ κόλασις ὑμῖν, εἰ τινι συνειδότες τινὰ πονηρίαν, συγχωρήσετε μετασχείν ταύτης τῆς τραπέζης. Τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ἐκζητη βήσεται τῶν ὑμετέρων. Κἂν στρατηγός τις ᾖ, καν υπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀνα ξίω; δὲ προσίῃ, κώλυσιν· μείζονα ἐκείνου τὴν ἐξου σίαν ἀνέχεις. Σὺ δὲ εἰ μὲν πηγὴν ὕδατος ἐνεχειρίσθης φυλάττειν ποιμνίῳ καθαρὰν, εἶτα εἶδες πρόβα τον πολὺν ἐπὶ τοῦ στόματος φέρον βόρβορον, οὐκ ἂν εἴασας ἐπικύψαι κάτω καὶ θολώσαι τὸ ῥεῖθρονο νυνὶ δὲ οὐχ ὕδατος ἀλλ᾽ αἵματος καὶ πνεύματος πηγὴν ἐγκεχειρισμένος, καὶ ὁρῶν τὴν βορβόρου χαλεπωτέραν ἁμαρτίαν ἔχοντάς τινας καὶ προσιόντας, οὐκ ἀγανακτεῖς οὐδὲ ἀπείργεις; Καὶ τίνα σχοίης ἂν τὴν συγγνώμην, Διὰ τοῦτο ὑμᾶς ὁ Θεὸς ἐτίμησε ταύτην τὴν τιμήν, ἵνα τὰ τοιαῦτα διακρίνητε. Τοῦτο ὑμῶν ἡ ἀξία, τοῦτο ἡ ἀσφάλεια, τοῦτο ἅπας ὁ στέφανος οὐ τὸ περιβαλέσθαι χιτωνίσκους λευκούς καὶ ἀπο στίλβοντας, καὶ περιιέναι. κ'. Καὶ πόθεν οἴδαμεν, φασί, τὸν δεῖνα καὶ τὸν δεῖνα; Οὐ περὶ τῶν ἀγνοουμένων λέγω, ἀλλὰ περὶ τῶν γνωρίμων. Είπω τί φρικωδέστερον· οὐχ οὕτω χαλεπὸν τοὺς ἐνεργουμένους Ενδον εἶναι, ὡς τού τους, ᾗ φησιν ὁ Παῦλος, διὰ τὸ τὸν Χριστὸν κατα πατῆσαι, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσαι· δει μονῶντος γὰρ χείρων ὁ ἡμαρτηκώς, καὶ προσιών ὁ μὲν γὰρ ἐπειδὴ δαιμονᾷ, οὐ κολάζεται· οὗτος δὲ, ὅταν ἀναξίω; προσίῃ, ἀθανάτῳ παραδίδοται κολάσει. Μὴ τοίνυν τοὺς δαιμονῶντας ἐλαύνετε μόνον, ἀλλὰ πάντας ἁπλῶς, οὓς ἂν ἴδητε προσόντας ἀναξίως Μηδείς κοινωνείτω τῶν μὴ μαθητῶν· μηδεὶς λαμ βανέτω Ἰούδας, ἵνα μὴ τὰ Ἰούδα πάθῃ. Σῶμά ἐστι Χριστοῦ καὶ τοῦτο τὸ πλῆθος. Ορᾶτε γοῦν οἱ διακονούμενοι τοῖς μυστηρίοις, μὴ παροξύνησε τὸν Δεσ σπότην, οὐκ ἐκκαθαίροντες τὸ σῶμα τουτ', μὴ ξίφος δῶτε ἀντὶ τροφῆς· ἀλλὰ κἂν ὑπὸ ἀγνοίας τινὲς ἔρω χωντα: μεθέξοντες ἀναξίως, κωλύσατε, μὴ φοβη θήτε φοβήθητε τὸν Θεὸν, μὴ ἀνθρώπους. Αν φοι βηθῆτε ἀνθρώπους, καὶ ὑπ' αὐτῶν καταγελασθήσει σθε· ἂν δὲ τὸν Θεὸν, καὶ ἀνθρώποις αιδέσιμος ἔσεσθε,
col. 969–970page 47 of 66
PG 149:969Διὰ τοῦτο μὴ συγχωρήσητε ταῦτα τολμᾶσθαι. Τῆς ψυχῆς ἕκαστος ὑμῶν ἀποστήτω πρότερον, ἢ τοῦ σώματος μεταδότω τοῦ Δεσποτικοῦ παρ' ἀξίαν· καὶ τὸ αἷμα τὸ ἑαυτοῦ προϊέτω πρότερον, ἢ μεταδότω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Εἰ δὲ Αγνόησε τις τὸν φαῦλον, πολλὰ περιεργασάμενος, οὐδὲν ἔγκλημα· ταῦτα γάρ μοι περὶ τῶν δήλων εἴ ρηται. "Αν οὖν τοὺς γνωρίμους τῶν φαύλων διορθώσητε, καὶ τοὺς ἀγνῶτας ταχέως ὑμῖν ὁ Θεὸς γνωριεί. "Αν δὲ τούτους ἐάσητε, τίνος ένεκεν ὑμῖν ἐκείνους φανερούς ποιήσει λοιπόν; Ταῦτα λέγω οὐχ ἵνα ἀπείρ γητε, οὐδ᾽ ἵνα ἐκτέμνητε μόνον, ἀλλ᾽ ἵνα διορθώσαντες ἐπαναγάγητε· οὕτω γὰρ καὶ τὸν Θεὸν ἵλεων ἕξετε, καὶ πολλοὺς τοὺς κατ' ἀξίαν μεταλαμβάνοντας εὑρήσετε, καὶ τῆς οἰκείας σπουδῆς, καὶ τῆς περὶ τοὺς ἄλλους ἐπιμελείας πολὺν ἀπολήψεσθε τὸν με σθόν. κα'. Ετι πάντες οἱ ἱερεῖς καὶ ὁ λαὸς διὰ σπου δῆς ποιώμεθα πολλῆς, ὥστε μετὰ τὴν ἱερὰν καὶ φρικτὴν ταύτην τράπεζαν, μὴ πρὸς μέθην καὶ τρυ φὴν ἑαυτοὺς ἐκδιδόναι· εἰ γὰρ οὐδέποτε χρὴ του φιν, καὶ τοῦτο, ὁ Παῦλος ἐδήλωσεν εἰπών, Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, ο πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν· οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν, ἀλλὰ τὸ φαγεῖν διὰ τὸ ζῆν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὴν κόσμον, οὕτως εἰς τοῦτο πάντα καταναλίσκομεν, καὶ μετὰ μέθης ἀπὸ τῆς αἰσθητῆς ἀνιστάμεθα τραπέζης, μηδόλως ἐνθυμούμενοι, ὡς ὁ μετὰ τὴν τράπεζαν καιρὸς ο εὐχαριστίας ἐστὶ καὶ ὕμνων καιρός· τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν χρεών, ἀλλ' ἐγρηγορέναι ὁ γὰρ τοῦτο ἐνθυμούμενος ὅταν ἐπὶ τραπέζης και Οίσῃ, ὅτι μετὰ τὴν τράπεζαν αὐτὸν εὔχεσθαι δεῖ, συμμέτρως ἐμπλήσει την γαστέρα, ἵνα μὴ βαρυνόμενος γόνυ κλἶναι ἀδυνατήσῃ, καὶ τὸν Θεὸν παρα καλέσαι, κἀντεῦθεν γένηται καὶ τῶν ἀλόγων αλο γώτερος. Εἰ γὰρ ἐκεῖνα μετὰ τὴν φάτνην ὁδοιπορίας ἅπτεται καὶ ἀχθοφορεῖ, καὶ τὴν οἰκείαν ἀποπληροί διακονίαν, πῶς οὐκ ἀτιμότερος καὶ αὐτῶν τῶν ὄνων ὁ μετὰ τὴν τράπεζαν ἄχρηστος ἄνθρωπος πρὸς πᾶν ἔργον καὶ ἀνεπιτήδειος, ὅτε μάλιστα νήφειν χρή; Καὶ γὰρ ὅτι μετὰ τὴν ἑστίασιν οὐχ ὕπνον οὐδὲ εὐ νὴν, ἀλλ᾽ εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν, ἡμᾶς διαδέχεσθαι χρή, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός· τὰ γοῦν ἄπειρα πλήθη τότε εστιάσας ἐν τῇ ἐρήμῳ, οὐκ ἐπὶ κλίνην αὐτοὺς ἔπεμψεν, ἀλλ' ἐπὶ θείαν ἀκρόασιν ἐκάλεσε λογίων· οὐ γὰρ διέρρηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθην ἐνέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματι κιν ήγε τροφήν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ τοσοῦτον ἐθίσαντες ἑαυτοὺς ἐσθίειν ὅσον πρὸς τὸ ζῆν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι καὶ πάντοτε μὲν ἀπὸ τῆς τραπέζης μὴ ἐπὶ κλίνην ἀλλ' ἐπ' εὐχὴν τρεπώμεθα
col. 971–972page 48 of 66
PG 149:971κβ'. Μάλιστα δὲ τῶν φρικτῶν μετασχόντες μυ στηρίων, τοῦτο ποιῶμεν, ἐπείπερ ὁ τότε καιρός νήψεως μάλιστα καὶ νηστεία; καιρός. Εἰ γὰρ ὁ ἠριστηκώς τι χρηστὸν ἑαυτὸν φυλάσσει, ὥστε μὴ ἑτέρῳ ἰδέσματι πονηρῷ λυμήνασθαι τὸ πρότερον, πολλῷ μᾶλλον ὁ Πνεῦμα ἐστιαθεὶς οὐκ ὀφείλει παροινεῖν καὶ κωμάζειν, οὐδὲ σατανικὴν ἐπεισάγειν τρυφήν. Εννοήσωμεν τί εἶπεν ὁ Κύριος τοῖς μα θηταῖς, τὸ πανάγιον σῶμα καὶ τὸ αἷμα τὸ ἴδιον παρέχων· εἶπε γὰρ, ο Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ο τὴν αἰτίαν ἡμῖν ἐκκαλύπτων τῆς τοῦ μυστηρίου δόσεως, καὶ μετὰ τῶν ἄλλων καὶ ταύτηνεἶναι λέγων ἀρκοῦσαν ἡμῖν εἰς εὐλαβείας ὑπόθεσιν, ὡς ἂν οὕτως ἐνθυμούμενοι τί πέπονθε δι' ἡμᾶς ὁ Δεσπότης, φιλοσοφώτεροι μετὰ τὴν κοινωνίαν ὑπάρχωμεν. Εννοήσωμεν σὺν τούτῳ καὶ τί ἐποίησαν οἱ ἀπόστολοι ὅτε μετέλαβον τῶν ἱερῶν δείπνων. Οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑμνῳδίας καὶ παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν μακρὰν έκείνην καὶ πολλῆς γέμουσαν φιλοσοφίας; Τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ πιο ρήγγελλον, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς μέλλοντας αὐτὸν σταυροῦν. Ἡμεῖς δὲ πρινὴ μὲν μεταλάβωμεν, νηστεύομεν, ἵνα ὅπως δήποτε τῆς κοινωνίας ἄξιοι φανῶμεν· ὅταν δὲ μεταλάβωμεν, δέον ἡμᾶς ἐπιτεἶναι τὴν σωφροσύνην, πάτα ἀπο λύομεν. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήσ φειν, καὶ μετὰ ταῦτα; δεῖ μὲν γὰρ ἑκατέρῳ σω φρονεῖν, μάλιστα δὲ μετὰ τὸ δέξασθαι τὸν νυμφίον προ τούτου μέν, ἵνα ἄξιοι γενώμεθα τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιοι ὧν ἐλάβομεν φασ νῶμεν, κγ'. Τί οὖν; Νηστεύειν δεῖ μετὰ τὸ μεταλαβεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω· καλὸν μὲν γὰρ καὶ τοῦτο, πλὴν οὐ βιάζομαι, ἀλλὰ παραινώ με τρυφὴν εἰς ἀπληστίαν. Εἰ γὰρ εἰνωμένοι, φίλῳ συντυχεῖν οὐκ ἂν ἐλώμεθα ποτέ, πῶς τὸν Χριστὸν Ενδον ἔχοντες, τοσαύτην ἐπεμβαλεῖν μέθην τολμῶ μεν; καὶ οὐ φρίττομεν ἄρτον ζωῆς λαβόντες, καὶ πράγμα ποιούντες θανάτου; τραπέζης ἀπολαύσαντες Χριστοῦ, καὶ τρυφῶντες κατὰ τὴν ἡμέραν καθ᾿ ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ ἠξιώθη μεν; Καταμάθωμεν τὴν δεξιάν τὴν γλῶτταν, τὰ χείλη ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ· ἐννοήσωμεν τὸν καιρὸν καθ' όν προτερα χόμεθα, καὶ τράπεζαν αἰσθητὴν παραθέντες, πρὸς ἐκείνην τὴν τράπεζαν τὸν νοῦν ἀνατείνωμεν, πρὸς τὸ δεῖπνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν τὴν κατὰ νύκτα ἐκείνην τὴν ἱεράν. Ηκού σαμεν ύμνων ἱερῶν, ἀπηλαύσαμεν τραπέζης βασι λικῆς, ἐνεπλήσθημεν ἁγίου Πνεύματος, κοινωνοί γε γόναμεν τῶν ἄνω δυνάμεων. Μὴ ῥίψωμεν τοσαύτην χάριν· μὴ ἐκχέωμεν τὸν θησαυρόν· μὴ μέθην ἐπε:σε αγάγωμεν τὴν μυρία τίκτουσαν κακά· ἀλλὰ τρο φῆς συμμέτρου μεταλαβόντες, καὶ πρὸς τὸ ζήν μόνον ἀρκούσης, εὐθὺς ἐπ' εὐχὴν ἀπὸ τῆς τραπέζης

Ethical Sermon IXSermonis noni ethicon

col. 973–974page 49 of 66
PG 149:973τραπῶμεν καὶ εὐχαριστίαν καὶ ὕμνον· ἵνα καὶ ἣν ἐλάβομεν χάριν ἀκεραίαν τηρήσωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν χάριτι και φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύ ματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν ΔΙΑΛΕΞΕΩΣ ΕΝΝΑΤΗΣ ΗΘΙΚΟΝ *Οτι δεῖ νήφειν ἡμᾶς ἀεὶ καὶ ἐγρηγορέναι, τὸ χαλεπὸν ἐννοοῦντας πτῶμα τοῦ Ἰούδα· καὶ κατὰ φιλαργυρίας. α΄. Ταῦτ᾽ οὖν ἀκούοντες, παιδενώμεθα νήφειν ἀεὶ καὶ ἐγρηγορέναι. Εἰ γὰρ ὁ εἰς τὴν ἅγιον ἐκεῖνον χορὸν τελῶν, ὁ συνὼν τῷ Χριστῷ, ὁ τοσαύτης ἀπολελαυκὼς δωρεᾶς καὶ διδασκαλίας, ὁ σημεῖα πε ποιηκὼς (καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκροὺς ἐγείρειν), ἐπείπερ ἑάλω νοσή ματι δεινῷ, τῷ τῆς φιλαργυρίας κικῷ, πρὸς τοσοῦ. τον κατηνέχθη βάραθρον, ὡς τὸν Δεσπότην τὸν ἑαυτοῦ προδοῦναι· καὶ οὐδὲν ὠφέλησαν αὐτὸν οὔτε αἱ εὐεργεσίαι, οὐχ αἱ δωρεαὶ, καὶ τὸ μετ' αὐτοῦ εἶναι, οὐ θεραπεία, οὐ τὸ τοὺς πόδας νίψαι, οὐ τὸ τῆς τραπέζης κοινωνῆσαι, οὐ τὸ γλωσσόκομον κατέ χειν, ἀλλὰ καὶ ἐφόδια αὐτῷ κολάσεως γέγονε· τί πεισόμεθα ἡμεῖς, μὴ φυλασσόμενοι τοῦτο τὸ πάθος; Καθ' ἑκάστην ἡμέραν συνῆν ἐκεῖνος τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλίνῃ, καὶ καθ' ἑκάστην ἐπαι δεύετο δι' ἔργων, διὰ ῥημάτων, μή χρυσόν, μηδὲ άργυρον, μὴ δύο χιτῶνας ἔχειν· καὶ ὅμως οὐκ ἐσωφρονίσθη. Καὶ πῶς ἡμεῖς προσδοκῶμεν διαφεύξεσθαι τὸ νόσημα, θεραπείας αμυδρᾶς ἀπολαύοντες, οὐδὲ πολλῇ τῇ σπουδῇ κεχρημένοι; β'. Δεινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· αὕτη καὶ ὀφθαλμοὺς καὶ ὦτα πληροί, καὶ τοὺς ἁλόντας ἐκβακχεύουσα θηρίου χαλεπωτέρους ποιεῖ, καὶ πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπανθρωπίαν, οὐ τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν ἐννοῆσαι συγχωροῦσα, ἀλλὰ τούτων ἁπάντων καθάπαξ ἀποστάντας, ἑαυτῇ πεί θουσα δουλεύειν, ὥσπερ εἴ τις χαλεπή τυραννίς. Ο γὰρ χρημάτων ἐρῶν οὐ μόνον οὐκ ἀγαπᾷ κατὰ τὴν ἐντολὴν τοὺς ἐχθροὺς, ἀλλὰ καὶ τοὺς φίλους μισεῖ μήτε συγγένειαν εἰδὼς, μήτε συνηθείας μεμνημένος, οὐχ ἡλικίαν αἰδούμενος, οὐ φίλον ἔχων τινά, ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείμενος· καὶ πρὸ τῶν ἄλλων ἁπάντων πρὸς ἑαυτὸν, οὐ τῷ μόνον ἀπολλύναι τὴν οἰκείαν ψυχὴν, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι· καὶ οὕτω τυραννικόν ἐστι τὸ τῆς φυλαργυρίας πάθος, ὡς καὶ τοῦ δριμ τάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι· καὶ τὸ δεινὸν τῆς οὕτω πικρᾶ; δουλείας, ὅτι καὶ χάριν αὐτῇ ἔχειν παρασκευάζει· καὶ ὅσῳπερ ἂν αὐτῇ μᾶλλον
col. 975–976page 50 of 66
PG 149:975δουλεύσωσι, τοσούτῳ τὰ τῆς ἡδονῆς αὔξεται. Δ καὶ ταύτῃ μάλιστα ανίατον τὸ νόσημα γίνεται, καὶ δυσάλωτον τὸ θηρίον. Τοῦτο τὸν Γι:ζῆ, ἀνδρὶ ἁγίῳ τῷ Ελισσαίῳ συζῶντα, λεπρὸν ἀντὶ μαθητοῦ καὶ προφήτου πεποίηκε· τοῦτο τοὺς Ἰουδαίων ἄρχοντα; διέφθειρε, λαμβάνοντας δῶρα καὶ κοινωνούς κλε πτῶν γινομένου;· τοῦτο τὸν Ἰούδαν προδότην εἰργάσατο· τοῦτο τοὺς περὶ ᾿Ανανίαν ἀπώλεσε τοῦτο μυρίους πολέμους εἰσήγαγεν, αἱμάτων μὲν τὰς ὁδοὺς, θρήνων δὲ καὶ οἰμωγῶν τὰς πόλεις πλη ρῶσαν· καὶ δεῖπνα ἐποίησε γενέσθαι ἀκάθαρτα, καὶ τραπέζας έναγεῖς, καὶ ἐδέσματα παρανομίας ἐνέπλησεν· ἐντεῦθεν γὰρ πόλεμοι καὶ μάχαι, ἐντεῦθεν τυμβωρύχοι, καὶ ὁ ἂν εἴπῃς κακόν, ἐν τεῦθεν. ενω γ'. Διὰ τοῦτο εἰδωλολατρείαν ὁ θεῖος Παῦλος ἐκάλεσεν αὐτό, τὸ τῆς κακίας μέγεθος ἐνδεικνύμενος. Διὰ τί εἰδωλολατρείαν; Οτι ἔχουσι πολλοί χρήματα, καὶ χρήσασθαι αὐτοῖς οὐ τολμῶσιν, ἀλλ' ἀφιεροῦσιν, εἰς ἐκγόνους καὶ τοὺς ἐξ ἐκείνων παρα πέμποντες ἀνέπαφα, καθάπερ τινῶν ἀναθημάτων οὐ τολμῶντες ἅψασθαι. Ἐὰν δέ ποτε ἀναγκασθώσιν, ὥσπερ ἀθέμιτόν τι πράξαντες, οὕτω διάκεινται. Καὶ ἄλλως δὲ ὥσπερ τὸ ξόανον ὁ Ἕλλην περιέπει, οὕτως ὁ φιλάργυρος τὸ χρυσίον θύραις πιστεύεται καὶ μοχλοῖς, ἀντὶ ναοῦ τὸ κιβώτιον κατασκευάζων, καὶ ἐναποτιθέμενο; σκεύεσιν ἀργυροῖς. Ἀλλ᾿ οὐ προσκυνεῖ, καθάπερ ἐκεῖνος, τὸ ξόανον, ἀλλὰ πᾶσαν ἐπιδείκνυται περὶ αὐτὸ θεραπείαν. Πάλιν ἐκεῖνος ἡδέως ἂν τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν πρόοιτο ή τὸ ξόανον. Τοῦτο καὶ οἱ τὸ χρυσίον φιλοῦντες. 'Αλλ' οὐ προσκυνοῦσι τὸ χρυσίον, φησίν· οὐδὲ ἐκεῖνος τὸ εἴδωλον, ἀλλ᾽ ὅμως προσκυνεῖ τὸν ἐνοικοῦντα δαί μονα. Οὕτως οἱ φιλοχρήματοι, κἂν μὴ τὸ χρυσίον προσκυνῶσιν, ἀλλὰ τὸν ἀπὸ τῆς ὄψεως τοῦ χρυσίου καὶ τῆς ἐπιθυμίας ἐπιπηδῶντα δαίμονα ταῖς τούτων ψυχαῖς· δαίμονος γὰρ χαλεπώτερον τῆς φιλαργυρίας ἡ ἐπιθυμία· καὶ ταύτῃ πολλοὶ μᾶλλον πείθονται ἕτεροι τοῖς εἰδώλοις· ἐκεῖ μὲν γὰρ πολλὰ παρα κούουσιν, ἐνταῦθα δὲ πάντα εἴκουσι, καὶ ὅπερ ἂν εἴπῃ ποιῆσαι πείθονται. Καὶ ὅρα τί λέγει· Πολέ μιος ἔσο καὶ ἐχθρὸς ἁπάντων, ἀγνόει τὴν φύσιν, καταφρόνει Θεοῦ, κατάθυσόν μοι σαυτόν· καὶ πάντα πείθονται· καὶ τοῖς μὲν ξοάνοις βοῦς καὶ πρόβατα η θύουσιν· ἡ δὲ φιλαργυρία λέγει· θυσόν μοι τὴν σαυτοῦ ψυχὴν, καὶ πείθει. Ορᾷς οίους έχει βωμού;, οἷα δέχεται θύματα; Προσηκόντως ἄρα Παῦλος ὁ μέγας τοῦτο εἰδωλολατρείαν εκάλεσεν, ὡς πάντων παθῶν χαλεπώτατον πάθος. δ. Καὶ πανταχοῦ δὲ τοῦτο τὸ πάθος ἀχρήστους ποιεῖ τοὺς ὑπὸ τούτου κεκρατημένους, ἄν τε στρατηγῆσαι, ἄν τε δημαγωγῆσα: δέῃ· μᾶλλον δὲ οὐκ ἐν τοῖς κοινοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις. Καν γυναῖκα γὰρ ἀγαγέσθαι μέλλῃ ὁ φιλαργυρίαν να σῶν, οὐ λήψεται τὴν ἐνάρετον, ἀλλὰ τὴν πασῶν φαυλοτάτην, ἥττων χρημάτων γενόμενος, καν οἰκίαν πρίασθαι, οὐ τὴν ἐλευθέρῳ πρέπουσαν, ἀλλὰ τὴν πολύν δυναμένην τὸν μισθὸν ἐνεγκεῖν· κἂν
col. 977–978page 51 of 66
PG 149:977οἰκέτας, κἂν ὁτιοῦν ἕτερον ὠνεῖσθαι μέλλῃ, τὸ φαυλότατον λήψεται, διὰ τὸ κέρδος. Καὶ τί λέγω στρατηγίαν, καὶ δημαγωγίαν, καὶ οἰκονομίας; καν γὰρ βασιλεύς ᾖ, πάντων ἐστὶν ἀθλιώτερος, καὶ λύμη τῆς οἰκουμένης, καὶ πάντων πενέστερος· ὡς γὰρ εἷς τῶν πολλῶν διακείσεται, οὐχὶ τὰ πάντων ἑαυτοῦ νομίζων εἶναι, ἀλλ᾽ ἑαυτὸν ἕνα τῶν πάντων, καὶ τὰ πάντων ἁρπάζων, καὶ πάντων ἐλάττονα ἔχειν νομίζων· τῇ γὰρ τῶν οὐδέπω κτηθέντων ἐπιθυμίᾳ τὰ παρόντα μετρῶν, οὐδὲν ταῦτα πρὸς ἐκεῖνα εἶναι ἡγήσεται. Διὸ καί τις φησὶν ὡς οὐδὲν ἀνομώτερον φυλαργύρου· ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινές περιέρχεται τῆς οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ χρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη· δυσχεραίνων πρὸς τὴν εὐετηρίαν, ἐν τοῖς κοινοῖς ἀγαθοῖς συνεσταλμένος πᾶσαν ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον λαβεῖν· πάντα ὑπομένων, ὅθεν καὶ δύο μόνον συλλέξαι ὀβολοὺς ἔνι· ἅπαντας μισῶν, τοὺς πένητας, τοὺς πλουσίους, του; μὲν πένητας, μήν ποτε προσελθόντε; αἰτήσωσι· τοὺς δὲ πλουτούντας, ὅτι μὴ τὰ ἐκείνων ἔχει· ἅπαντας τὰ αὐτοῦ νομίζει κεκτῆσθαι· καὶ ὡς παρὰ πάντων ἠδικημένο;, οὕτως πρὸς πάντας δυσχεραίνει· πλησμονὴν οὐκ οἶδε, κόρον οὐκ ἐπίσταται· ἐν σκότῳ διάγων τῷ τῶν χρημάτων ἔρωτι, τῶν περισπουδάστων τὸ κάλλος ὡς χρεὼν οὐ γινώσκει· καθάπερ οὐδ᾽ ὁ ἐν σκότῳ τῷ αἰσθητῷ καθήμενος δύναται βλέπειν τὸ κάλλος τῶν αὐτῷ προσαγομένων λίθων τιμίων, ή χρυσῶν σκευῶν, ἡ ἁλουργῶν ἱματίων· σκότος καὶ γάρ ἐστι νοητὴν ὁ τῶν χρημάτων ἔρως, οὐδὲν ἀφιεὶς τῶν Έντων φαίνεσθαι ὡς ἔστιν, ἀλλ' ἑτέρως· ἐπείπερ εὐδαμοῦ τῶν πραγμάτων ή φύσις φαίνεται, ὡς ἐν πενίᾳ· οὐδαμοῦ οὕτως ἐλέγχεται τὰ δοκοῦντα μὲν εἶναι, μὴ ὄντα δὲ, ὡς ἐν φιλοσοφία. ε'. Καὶ ὡς ἐν βραχεῖ φάναι, ο φιλάργυρος τοσού τοῖς καὶ τηλικούτοις ἐνδεδεμένος κακοῖς, πάντων ἐστὶν ἀθλιώτερος· ὥσπερ οὖν ὁ τούτων ἀπηλλαγμέ νο; καὶ φιλοσοφῶν ζηλωτότερος πάντων· ὁ μὲν γὰρ ἐνάρετος, κἂν οἰκέτης ᾖ, κἂν δεσπότης, πάντων ἐστὶ μακαριώτερος· οὐδεὶς γὰρ αὐτὸν ποιήσει κακῶς, κἂν οἱ ἐκ τῆς οἰκουμένης συνέλθωσιν ἅπαντες, ὅπλα καὶ στρατόπεδα κινοῦντες καὶ πολεμοῦντες αὐτῷ· ὁ δὲ μοχθηρὸς καὶ φαῦλος καὶ τοιοῦτος οἷον διεγράψαμεν, κἂν βασιλεὺς ᾖ, καν μυρία περίκειται διαδήματα, κἂν στρατιάν ἔχῃ πολυάριθμον, καὶ παρὰ τοῦ τυχόντος τὰ ἔσχατα πείσεται. Οὕτως ἡ κακία ἀσθενές! οὕτως ἰσχυρὸν ἡ ἀρετή! Τί τοίνυν ἐπιθυμῶν, ἄνθρωπε, χρημάτων, πενθεῖς ὡς ἐν πενίᾳ ῶν; τί θρηνεῖς, ἑορτὴν ἄγων; καὶ γὰρ ἑορτῶν ὁ καιρός· τί κλαίεις, πλούτου ἐρῶν; καὶ γὰρ πανή γυρις ή πτωχία, ἂν σωφρονής. Τί, ὦ παιδίον, ὀδύρῃ; παιδίον γὰρ δεῖ τὸν τοιοῦτον καλεῖν. Οὐκ Έχεις χρήματα, πένης ών; μεγάλου εξ φορτίου ἀπηλλαγμένος· μᾶλλον δὲ θαυμαστὸς εἶ καὶ μακά ριος, τῆς φρονήσεως καὶ καρτερίας καὶ πάσης φιλοσοφίας διδάσκαλον ἔχων, φημὶ δὲ τὴν πενίαν, ᾗ καὶ ὁ Λάζαρος συζῶν ἐστεφανοῦτο· ἢ καὶ τὸν
col. 979–980page 52 of 66
PG 149:979Ιακωβ έδειξε λαμπρόν, ἄρτου μόνου ἐπιτυχεῖν ἐπιθυμοῦντα· δι᾿ ἣν καὶ τὸν Ἰωσὴφ θαυμάζομεν ἐν ἐσχάτῃ γενόμενον πενίᾳ, καὶ οὐχὶ δοῦλον μένον γενόμενον, ἀλλὰ καὶ δεσμώτην· οὐ γὰρ οὕτως ἐπαινοῦμεν αὐτὸν ὅτε τὸν σἶτον διένειμεν, ὡς ὅτε τὸ δεσμωτήριον ᾤκει· οὐδὲ ὅτε τὸ διάδημα περιέκειτο, ὡς ὅτε τὴν ἄλυσιν· οὐδ᾽ ὅτε ἐπὶ τοῦ θρόνου έκα θέζετο, ὡς ὅτε ἐπεβουλεύετο καὶ ἐπωλεῖτο. 5΄. Ἀλλ᾽ ἐτυπτήθης παρά τινος ὡς πτωχός καταφρονηθεὶς; καὶ τί τοῦτο; καρτερικώτερος ἐντεῦθεν ἐγένου. 'Αλλ' οὐ κέκτησαι δόξαν καὶ δυναστείαν, ἄτιμος ὢν ὡς πένης. Πάλιν ἄλλης ἐλευθερίας εἶδός μοι λέγεις. "Ακουσον καὶ τῶν ἔξω ταῦτα φιλοσοφούν των καὶ λεγόντων μηδὲν πεπονθέναι δεινὸν τοὺς οὕτω φρονοῦντας. Αλλ' οἰκίαν οὐκ ἔχεις λαμπρὶν καὶ περιφανῆ καὶ περιβόλους ἔχουσαν, ἅτε στερούμενος χρημάτων, καὶ διὰ τοῦτο τούτων ὀρέγῃ. Αλλ' ἰδοὺ πᾶσα ἡ γῆ ἐνώπιόν σου, τὰ δημόσια οικοδομήματα, εἴτε εἰς τέρψιν, εἴτε εἰς χρείαν ἔχειν ἐθέλει;. Καὶ τί τερπνότερον καὶ ὡραιότερον τοῦ στερεώματος του οὐρανοῦ, ἂν ὁ Θεὸς ἡμῖν ἐξέτεινεν ὄροφον; καὶ γὰρ δι' ἡμᾶς γέγονε, καὶ κοινός ἐστιν ἅπασιν ἡμῖν, καὶ τὰ μέγιστα ὠφελεῖ, ὡς διὰ τοῦ κάλλους εἰς τὸν Δη μιουργὸν ἀναπέμπων. Μέχρι τίνος ὁ ἔρως ἡμᾶς οὕτω κατέχει τῶν παρόντων πραγμάτων, τῶν περιττῶν καὶ ἀνονήτων; ὁ γὰρ πλοῦτος ἐν τοῖς περιττοῖς, ἐν οἷς οὐδὲν ὄφελος γίνεται. Μέχρι τίνος προσηλούμεθα τοῖς ματαίοις; Μέχρι τίνος οὐ διαβλέπομεν ἐν τοῖς οὐρα νοῖ;; οὐ νηφομεν; οὐ λαμβάνομεν κόρον τῶν γητ νων τούτων καὶ παραῤῥεόντων; οὐ παιδευόμεθα δια τῆς πείρας αὐτῶν τὴν εὐτέλεια, ζ. Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν πλουτήσαντας οὐχὶ ὄναρ πάντα ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος; οὐχὶ διήγημα καὶ μῦθος; ὁ δεῖνα πεπλούτηκε, καὶ ποῦ νῦν ὁ πλοῦτος: Απώλετο καὶ διέφθαρται. Αλλά τὰ δι' αὐτῶν ἁμαρτήματα μένει, καὶ ἡ διὰ τὰ ἁμαρ τήματα κόλασις. Μέχρι τίνος πτωχοὶ καὶ πένητες, τὰ μὲν μένοντα φεύγοντες, διώκοντες δὲ τὰ φεύγον τα; Οὐκ ἔστι πλούσιον εἶναι τὸν μὴ τῇ ψυχῇ πλου τοῦντα· καθάπερ οὐκ ἔνι πτωχὸν εἶναι τὸν μὴ ἐν διανοίᾳ ἔχοντα τὴν πενίαν· εἰ γὰρ κυριώτερον τοῦ σώματος ἡ ψυχή, οὐκ ἰσχύει τὰ μὴ ἰσχυρότερα αύ τὴν διαθεῖναι πρὸς ἑαυτά· ἀλλ' ἡ κυρία τὰ μὴ οὕτω κύρια πρὸς ἑαυτὴν ἐφέλκεται καὶ μεταβάλλει· καὶ γὰρ ἡ καρδία ὅταν τινὰ δέξηται βλάβην, ἅπαν τὸ σῶμα οὕτω διατίθησι· κἂν δύσκρατος γένηται, τῷ παντὶ λυμαίνεται· κἂν εὔκρατος, τὸ πᾶν ὀνίνησιν ἂν δέ τι τῶν λοιπῶν διαφθαρή, ταύτης μενούσης ὑγιοῦς, εὐκόλως κἀκείνων τὴν λύμην ἀποτινάσσεται. η· Ἵνα δὲ καὶ σαφέστερον 8 λέγω ποιήσω, τί κλά δων ὄφελος, είπέ μοι, χλωρῶν, ὅταν ἡ ῥίζα μαραίνη ται; Τί δὲ βλάβος τῶν ἄνωθεν ξηρανθέντων φύλ λων, ταύτης οὔσης ὑγιοῦς; Οὕτω καὶ ἐνταῦθα οὐδὲν ὄφελος χρημάτων, ψυχῆς οὔσης πενιχρᾶς· οὐδὲ βλάβος πενίας, ψυχῆς οὔσης πλουσίας. Καὶ πῶς ἂν γένοιτο πλουσία, φησί, ψυχὴ ἐν πενίᾳ χρημάτων οὖσα; Μάλιστα ἂν τότε γένοιτο· τότε γὰρ καὶ
col. 981–982page 53 of 66
PG 149:981πλουτεῖν εἴωθεν. Εἰ γὰρ, καθώς πολλάκις ἐδείξα μεν, τοῦτο πλουτούντος τεκμήριον, τὸ καταφρονεῖν χρημάτων και μηδενὸς δεῖσθαι, εύδηλον ὅτι πενίας τοῦτο μάλιστα σημεῖον, τὸ χρημάτων ἐφίεσθαι· τὸ γὰρ ἐν πενίᾳ εἶναι μᾶλλον ποιεῖ πλουτεῖν· καὶ γὰρ ὅτι εὐκολώτερον ἄν τις ἐν πενίᾳ ἢ ἐν πλούτῳ κατα φρονήσεις χρημάτων, καὶ μᾶλλον εφίεται χρημάτων ὁ πλούσιος ἢ ὁ πένης, παντί που δῆλον· ὡς γὰρ ὁ μεθύων μᾶλλον διψα τοῦ μετασχόντος αὐτάρκως τοῦ πόματος, οὕτως ὁ ἐν πλούτῳ μᾶλλον ὀρέγεται χρη μάτων τοῦ ἐν πενίᾳ ὄντος· οὐδὲ γὰρ ἐστιν αὕτη ἡ ἐπιθυμία τοιαύτη, ὥστε τῷ πλείονι σβέννυσθαι, ἀλλὰ τοὐναντίον ἀνάπτεσθαι πέφυκε τούτῳ· καὶ καθάπερ τὸ πῦρ ὅταν λάβῃ πλείονα τροφὴν, τότε μάλιστα ἀγριοῦται, οὕτω καὶ ἡ τῶν χρημάτων ἐπιθυμία, ὅταν πλέον ἐμβάλλῃ χρυσίον, τότε μάλιστα αι ρεται. θ'. "Οθεν οὐδὲ ἥδονται οἱ χρημάτων ἐρῶντες ὑπὲρ ὧν ἔχουσιν, ἅτε κεχηνότες ὅλῃ τῇ διανοία πρὸς τὰ μήπως ληφθέντα· καὶ μὴ μόνον οὐχ ἥδονται, ἀλλὰ καὶ βασανίζονται, ὅσῳ ἂν περιβάλλωνται, τῷ μηδὲν εἰδέναι πέρας τῆς τοιαύτης ἐπιθυμίας. Ὥσπερ ἄρα καὶ ὁ διηνεκώς διψών, καν μυρίας ἐκπίῃ πηγάς, τῆς ἡδονῆς οὐδόλως αἰσθάνεται, διὰ τὸ μὴ λαμβάνειν κόρον· καὶ καθάπερ πάλιν εὐνοῦχος ἐπιθυμίαν ἔχων ἀπαρθενεῦσαι νεανιν, ὡς φησί τις σοφός, όταν αὐτὴν περιλάβῃ, συμπλέκεται μὲν τῇ ἐρωμένῃ, μὴ δυνάμενος δὲ τὴν ἐπιθυμίαν ἐμπλῆσαι, τὴν ἐσχάτην βάσανον ὑπομένει· οὕτω καὶ ὁ φιλάργυρος ἐπιθυμῶν χρυσίου καὶ ἀργυρίου, ὅταν ἐν κτήσει γένηται ο τούτων, συγγίνεται μὲν τῇ εὐπορία, ὡς ταύτην ἔχων, ἐμπλῆσαι δὲ τὴν ἐπιθυμίαν ἅπασαν οὐ δυνάμενος, ἀεὶ ἐστιν ἐν ὀδύνῃ· πλουτεῖν γὰρ πλέον βουλόμενος, καὶ περιβαλέσθαι πλεῖον, ἀνάπτει μᾶλλον, καὶ οὐ δέποτε ἵσταται, ἀλλὰ κἂν μυρία λάβῃ τάλαντα, ἑτέ ρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, δις τοσούτων ἐφίεται· καὶ προϊὼν καὶ τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλατταν, καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσίον, καινήν τινα μανίαν καὶ φοβεράν, καὶ οὐδέποτε δυναμένην σβεσθῆναι μαινόμενος. Εί τοίνυν τὸ πλεῖον ἐφίεσθαι πενίας τεκμήριον, ὁ δὲ ἐν πλούτῳ τοιοῦτος, οὗτος μάλιστά ἐστιν ἐν πενία. Ορᾷς ὅτι τότε μάλιστα πένεται ἡ ψυχή, ὅταν πλου τῇ· καὶ τότε πλουτεῖ, ὅταν ἐν πενία ᾗ; ι. Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπων τὸν λόγον γυμνάσωμεν· καὶ ἔστωσαν δύο τινὲς, ὁ μὲν ἔχων μύρια τάλαντα, ὁ δὲ δέκα· καὶ ἀμφοτέρους ταῦτα ἀφαιρούμεθα. Τίς οὖν μᾶλλον ἀλγήσει; Ὁ τα μύ Για ἀπολέσας. Οὐκ ἂν δὲ μᾶλλον ἔλγησεν, εἰ μὴ μᾶλ λον ἐφίλει· εἰ δὲ μᾶλλον φιλεῖ, μᾶλλον ἐπιθυμεῖ· εἰ δὲ μᾶλλον ἐπιθυμεῖ, μᾶλλον ἐστιν ἐν πενίᾳ· τούτου γὰρ μάλιστα ἐπιθυμοῦμεν, οὗ μάλιστα ἐσμεν ἐν ἐν δείᾳ· ἀπὸ γὰρ ἐνδείας ἡ ἐπιθυμία· ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν οὐκ ἔστιν εἶναι· καὶ γὰρ τότε μά λιστα διψῶμεν, ὅταν ἐνδεῶς ἔχωμεν ποτοῦ. Λοιπὸν οὖν οὐ. παρὰ πενίαν, ἀλλὰ παρ' ἡμᾶς αὐτοὺς ἡ βλάβη γίνεται· οὐδεὶς γὰρ ἡμᾶς λυμανεῖται, ἐὰν νή το
col. 983–984page 54 of 66
PG 149:983φωμεν. Διό παρακαλώ, μή τοσαύτην ὑπομένωμεν ἄνοιαν, προδιδόντες τὴν σωτηρίαν ἡμῶν διὰ μικρὸν ἀργυρίδιον· ἀλλ' ἀντεχόμενοι τῆς μελλούσης ἐλπί δος, οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς ὅτι οὐ πολὺ τὸ λειπ μενον· ὡς γὰρ κλέπτης εν νυκτί, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται. Φεύγωμεν πάσῃ σπουδῇ τῆς φιλα γυρίας τὴν νόσον· εἰ γὰρ καὶ δεινὸν τουτὶ τὸ θη ρίον, ὡς εἴπομεν, ἀλλ' ὅμως ἐὰν θέλωμεν, ῥᾳδίως περιεσόμεθα· οὐ γάρ ἐστιν ἡ ἐπιθυμία αὕτη ἔμφυ τος καὶ φυσική· ἡ γὰρ ἂν παρὰ τὴν ἀρχὴν ἐνετέθη. Νῦν δὲ χρυσίον οὐκ ἦν ἄνωθεν, οὐδὲ ἦρα τις χρυσίου. ια΄. Αλλ' εἰ βούλεσθε, λέγω πόθεν εἰσῆλθε τὸ κακόν· ἕκαστος τὸν πρὸ αὐτοῦ ζηλοῦντες, ἐπέτεινον τὸ νόσημα, καὶ τὸν βουλόμενον ὁ προλαβών ἐρεθίζει. Οταν γὰρ ἴδωσιν οικίας λαμπράς, καὶ πλῆθος ἀγρῶν, καὶ ἀνδραπόδων ἀγέλας, καὶ ἀργυρᾶ σκεύη, καὶ πολὺν ἱματίων φορυτόν, πάντα πράτο τουσιν, ὥστε ὑπερβαλέσθαι· ὥστε οἱ πρῶτοι τῶν δευτέρων αίτιοι γίνονται, κἀκεῖνοι τῶν μετ' αὐτούς. Εἰ δὲ ἐβούλοντο σωφρονεῖν, οὐκ ἂν τοῖς ἄλλοις ἐγί νοντο διδάσκαλοι μᾶλλον δὲ οὐδὲ τούτοις ἔστιν ἀπολογία· εἰσὶ γὰρ καὶ ἕτεροι χρημάτων καταφρονοῦντες· ὅ καὶ αὐτὸ δεῖγμα μέγιστον τοῦ μὴ φυσι κὸν εἶναι τὸ τῆς φιλαργυρίας νόσημα· καὶ ἐκ τῶν ταύτης γὰρ ἀπηλλαγμένων τοῦτο γίνεται δῆλον, ἐπειδὴ τὰ τῆς φύσεως κοινὰ πάντων ἐστίν· αὕτη δὲ ἐκ βαθυμίας ἡ ἐπιθυμία γίνεται μόνης· ἐντεῦθεν φύεται, ἐντεῦθεν αὔξεται· καὶ τοὺς πρὸς αὐτήν και χηνότας ὅταν ἔλῃ, παρὰ φύσιν ποιεῖ ζῇν. "Οταν γὰρ ἁγνῶσι τοὺς ὁμοφύλους, τοὺς ἀδελφούς, τοὺς συγγενεῖς ἅπαντας ἁπλῶς, καὶ μετὰ τούτων καὶ ἑαυτοὺς, παρὰ φύσιν τοῦτό ἐστι ζῇν. "Οθεν δῆλον ὅτι παρὰ φύσιν ἡ κακία, καὶ τὸ τῆς φιλαργυρίας νόσημα. β'. Διὰ τοῦτο καὶ ὁ Ἰούδας τούτῳ περιπεσὼν ἐκ ῥαθυμίας, προδότης ἐγένετο τοῦ Χριστοῦ, καίτοι κληθεὶς ὑπ' αὐτοῦ τοῦ Χριστοῦ· καὶ γὰρ οὐκ ἀναγκαστικὴ τοῦ Θεοῦ ἡ κλῆσις, οὐδὲ βιάζεται τὴν γνώ μην τῶν μὴ βουλομένων ἀρετὴν ἑλέσθαι· ἀλλὰ πα ραινεῖ μὲν καὶ συμβουλεύει, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πεῖσαι γενέσθαι χρηστούς εἰ δὲ μὴ ἀνάσχοιντό τινες, οὐκ ἀναγκάζει, καθάπερ οὐὲ τὸν Ἰούδαν ἠνάγκασε γενέσθαι καλόν, γενόμεν τον μοχθηρὸν καὶ φαῦλον ἀπὸ τούτου τοῦ νοσήματος ἐκ ῥᾳθυμίας· ἐντεῦθεν καὶ γὰρ οὐκ ἄλλοθεν αἱ τοιαῦται μεταβολαί, καθάπερ ἀπὸ σπουδῆς αἱ πρὸς τὸ ἐναντίον. Πόσοι γοῦν γενόμενοι βίαιοι, προβάτων ημερώτεροι γεγόνασιν ὕστερον; Πόσοι ἀσελγείς στ φρονες μετὰ ταῦτα κατέστησαν; Πόσοι πλεονέκται πρὸ τούτου ὕστερον ἔῤῥιψαν καὶ τὰ αὐτῶν; Ὥστε ἐὰν νήφωμεν, ἐκβαλοῦμεν τὴν ἐπιθυμίαν τοῦ πλού του, καὶ τῆς φιλαργυρίας τὸ νόσημα, ὅπερ καὶ αὐτοὶ μαρτυροῦσιν εἶναι κακὶν οἱ φιλάργυροι, νομίζοντες ὕβριν το πράγμα, ὅταν τις αὐτοῖς τοῦτο προσενέγ όνειδος· ἔσχατον τοῦτο, καὶ πολλῆς κακίας καὶ τὰ
col. 985–986page 55 of 66
PG 149:985ἀπόδειξις. Εἰ γὰρ χρημάτων ὑπεριδεῖν οὐκ ἀνεχό. μεθα, τίνος ἄλλου περιεσόμεθά ποτε ἐπιθυμίας; ἀλλὰ δοξομανίας, θυμοῦ ἡ ὀργῆς; Καὶ πῶς ἂν τις πεισθείη; ἐπιθυμίας μὲν γὰρ ἕνεκα τῆς τῶν σω μάτων καὶ θυμοῦ καὶ ὀργῆς πολλοὶ καὶ τῆς σαρκὸς τὴν κατασκευὴν λογίζονται, καὶ τὰς ὑπερβολὰς ἀν τιτιθέασιν ἰατρῶν παῖδες· καὶ τὸν μὲν θερμότερον καὶ ὑγρότερον λαγνότερον εἶναί φασι, τὴν δὲ πρὸς ξηροτέραν ἐμπεσόντα δυσκρασίαν ἀκρόχολον καὶ θυ μώδη. Φυλαργυρίας δὲ ἕνεκεν οὐδεὶς οὐδέποτε αὐτῶν ἤκουσεν εἰρηκότων τι τοιοῦτον. Οὕτω βαθυμίας με νης ἐστὶ καὶ ψυχῆς ἀναλγήτου τοῦτο τὸ νόσημα, καὶ δυνατὸν τοῦτο φυγεῖν ἡμᾶς, ἂν θέλωμεν. ιγ'. Σπουδάσωμεν τοιγαροῦν, ἀγαπητοὶ, καὶ τοῦ το διορθώσασθαι, καὶ τὰ καθ᾿ ἑκάστην ἡλικίαν ἡμῖν ἐπιγινόμενα πάθη πρὸς τὸ ἐναντίον μεταθεῖναι. "Αν δὲ καθ᾽ ἕκαστον μέρος τῆς ζωῆς ἡμῶν παραπλέω μεν τοὺς τῆς ἀρετῆς πόνους, πανταχού ναυάγια ὑπομένοντες, ἐπὶ τὸν λιμένα λοιπὸν ἐλθόντες ἔρη μοι φορτίων πνευματικῶν, τὰ ἔσχατα ὑπομενοῦμεν. Πέλαγος γάρ ἐστιν τεταμένον ὁ παρὼν βίος· καὶ ὥσπερ ἐν τῇ θαλάττη ταύτῃ διάφοροι κόλποι διαφόρους ἔχοντες χειμῶνας· καὶ ὁ μὲν Αἰγαῖος διὰ τὰ πνεύματά ἐστι χαλεπός· ὁ δὲ πορθμὸς ὁ Τυῤῥηνικὸς διὰ τὴν στενοχωρίαν· ἡ δὲ Χάρυβδις ἡ πρὸς τῇ Λιβύῃ διὰ τὰ τέλματα - ἡ Προποντίς ἡ ἔξω τοῦ Εὐ ξείνου Πόντου διὰ τὸ ῥαγδαῖον τοῦ ῥοθίου τὰ ἔξω Γαδείρων διὰ τὴν ἐρημίαν καὶ τὸ ἀτριβὲς καὶ τὸ ἀνιστόρητον τῶν τόπων· καὶ ἄλλο μέρος δι' ἕτερον οὕτω καὶ ἐπὶ τῆς ζωῆς τῆς ἡμετέρας. Καὶ πρῶτ τον πέλαγος ἔστιν ἰδεῖν τὸ τῆς παιδικῆς ἡλικίας πολὺν ἔχον τὸν σάλον διὰ τὸ ἀνόητον, διὰ τὴν εὐκο λίαν, διὰ τὸ μὴ πεπηγέναι. Διὰ τοῦτο καὶ παιδαγωγοὺς ἐφιστῶμεν καὶ διδασκάλους, τὸ λεἶπον τῇ φύσει διὰ τῆς ἐπιμελείας εἰσφέροντες, ὥσπερ ἐκεῖ διὰ τῆς τέχνης της κυβερνητικής. Μετὰ ταύτην την ἡλικίαν ἡ τοῦ μειρακίου διαδέχεται θάλασσα, Ενθα σφοδρὰ τὰ πνεύματα, καθάπερ ἐν τῷ Αἰγαίῳ, τῆς ἐπιθυμίας ἡμῖν αὐξανομένης. Καὶ αὕτη μάλιστα ή ἡλικία διορθώσεως ἔρημος, οὐ διὰ τὸ τὰ ἁμαρτήμα τα μὴ ἐλέγχεσθαι· καὶ γὰρ καὶ διδάσκαλο; καὶ παιδαγωγός λοιπὸν ἐξίσταται. Οταν οὖν τὰ μὲν πνεύματα σφοδρότερον διαπνέῃ, ὁ δὲ κυβερνήτης ἀσθενέστερος, καὶ ὁ ἀμύνων οὐδεὶς ᾖ, ἐννόησον τοῦ χειμῶνος τὸ μέγεθος. Μετὰ τοῦτο πάλιν ἕτερον μέ ρος τῆς ἡλικίας, τὸ τῶν ἀνδρῶν ἔπεισιν, ἐν ᾧ τὰ τῆς οἰκονομίας ἐπίκειται· ὅτε δὲ γυνὴ καὶ γάμος καὶ παιδοποιία καὶ οἰκίας προστασία, καὶ πολλαὶ τῶν ἀνθεῖ καὶ βασκανία. ιδ'. Οταν οὖν ἕκαστον μέρος τῆς ἡλικίας παρερχώμεθα μετὰ ναυαγίων, πῶς ἀρκέσομεν τῇ παρούσῃ ζωῇ; πῶς τὴν μέλλουσαν διαφευξόμεθα κόλασιν; ὅταν γὰρ ἐν μὲν τῇ πρώτῃ ἡλικία μηδὲν μανθάνω μεν ὑγιδ;, ἐν δὲ τῇ νεότητι μὴ σωφρονήσωμεν, καὶ ἄνδρες γενόμενοι φιλαργυρίας μή περιγενώμεθα, τότε ὥσπερ εἰς τινα ἀντλίαν τὸ γῆρας ἐλθόντες, καὶ πάσαις ταῖς πάγαις ταύταις τὸ σκάφος τῆς ψυχῆς ἀσθενέστερον κατασκευάσαντες, τῶν σανίδων δια λελυμένων, ἀπαντήσομεν εἰς ἐκεῖνον τὸν λιμένα, φροντίδων νιφάδες, τότε μάλιστα και φιλαργυρία

Fragments of Theodore Meliteniotes from his Book on AstronomyTheodori Meliteniotae fragmenta ex libro de Astronomia

col. 987–988page 56 of 66
Theodori Meliteniotæ fragmenta ex libro de Astronomia
PG 149:987πολὺν ἐπιφερόμενοι φορυτὸν ἀντὶ πνευματικῆς ἑ" τορίας· καὶ τῷ μὲν διαβόλῳ παρέξομεν γέλωτα, θρῆνον δὲ ἡμῖν αὐτοῖς, καὶ τὰς ἀφορήτους ἐπισπασόμεθα τιμωρίας. Ιν' οὖν μὴ ταῦτα γένηται, πάν τοθεν ἑαυτοὺς σφίγξαντες, καὶ πρὸς πάντα τὰ πά θη στάντες, ἐκβάλλωμεν τοῦ πλούτου τὴν ἐπιθυμίαν, καὶ τὸ δεινὸν τῆς φιλαργυρίας νόσημα· ἐπει δὴ κατὰ τὸν Προφήτην, «Πλήν μάτην ταράττεται πᾶς ἄνθρωπος ζῶν· ο ταραχὴ καὶ γὰρ ὄντως ἢ περὶ τὰ τοιαῦτα σπουδή, ταραχὴ καὶ θόρυβος περιττός, ὅπερ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις οὐκ ἔστιν· ἐνταῦθα μὲν γὰρ ἕτερος ἐμόχθησε, καὶ ἕτερος ἀπολαύει ἐκεῖ δὲ τῶν ἑαυτοῦ μόχθων ἕκαστος έσται κύριος, καὶ πολλαπλασίονα λήψεται τὴν ἀμοιβήν. Προς ἐκείνην τοίνυν τὴν ζωὴν τὴν ἀεὶ διαμένουσαν έπει γώμεθα, τῆς ἐπικήρου ταύτης καταφρονήσαντες καὶ ρευστῆς, ἵνα καὶ ἐνταῦθα πλουτήσωμεν ἀληθῶς, καὶ ἐκεῖ τῶν μελλόντων αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Αμήν. ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΜΕΛΙΤΗΝΙΩΤΟΥ ΕΚ ΤΗΣ ΑΣΤΡΟΝΟΜΙΚΗΣ ΒΙΒΛΟΥ. Χ.) Θεοδώρου Μελιτηνιώτου, καὶ μεγάλου σακελλαρίου τῆς Μεγάλης Εκκλησίας Προοίμιον εἰς τὴν ἀστρονομίαν. Α΄. Θεὸς ἡγείσθω παντὸς ἔργου τε καὶ λόγου, φησί τις τῶν παλαιῶν σοφῶν, κἀγὼ μετ' αὐτοῦ νυνί, Τῆς παρούσης συντάξεως, καὶ συνεξαγέτω μοι θεία τῶν λόγων ἄνωθεν ἐπίπνοια, χεῖρα προτείνων τε καὶ ἐπιῤῥωνοὺς ἐν παντὶ τῷ παραστάντι Θεός. Θεὸς οὗ θείον τῷ ὄντι δώρον, καὶ οἷον οὐδ᾽ ἧκεν ουδ' ήξει πρὸς αὐτοῦ καθ᾿ ἡμᾶς, κατεπέμφθη φιλοσοφία, ενέρ γεια νοῦ μακαρία γε οὖσα καὶ ἀσχολία, τὰς περὶ σῶμα πάτας ὅσον οὐδ᾽ ἔστ᾽ εἰπεῖν λόγῳ λαμπρῶς ὑπεραίρουσα· τῶν μὲν ἐρχομένων χαμαὶ καθάπαξ ἀπανιστᾶτα, τῶν ὁρωμένων δ' ὑπεράνω τ:θεῖσα, καὶ κοινωνούς τῶν Ολύμπου πραγμάτων τοὺς αὐτῆς
col. 989–990page 57 of 66
PG 149:989τροφίμους ποιοῦσα περὶ γῆν στρεφομένους ἔτι, και τὸ δὴ μέγιστον εἰς μίμησιν ἥκοντας, ὅσον ἐφικτών, τοῦ Θεοῦ. "Ην ὑμνοῦσι μὲν οἵ τε τρόφιμοι ταύτης, καὶ ὅσοιπερ ἀπὸ τῆς συννάου ταυτῇ ποιητικῆς ὑμνοῦσι δὲ λογοποιοί τε, καὶ οἷς τὸ τὴν γλῶτταν Ελληνίζειν σπουδή, πλὴν εἰ μή πού τις μανίαν ἀπαρηγόρητον μαίνεται· οὕτω μέγα καὶ θεῖόν τι χρῆμα σοφία. Καὶ οὕτως ὑπερφυῶς ἐννοῆσαι, ὡς μηδὲ ἔχειν εἰπεῖν μήτε τι τῶν παρ' ἡμῖν ἕτερον παμπληθες ὑπερέχειν τῶν ἄλλων· οὐκοῦν οὐδὲ γέγονεν, οὐδ' ἄλλῳ τῳ μηδενὶ τὸ πρόσρημα τοῦτ' ἐπενεγκεῖν, οὔτ᾽ ἄλλου μᾶλλον σοφίας ἀνθρώπῳ προσήκειν. Οὐκοῦν οὐδ᾽ ἔστιν ἄλλως, μὴ σοφίας ὑπούσης, τῷ ὄντι καταφανῆναι κάλλιστον καὶ ἄνθρωπον ἀληθῶς λόγῳ τε χρώμενον, καὶ τούτῳ τῶν λοιπῶν μετεχόν των τοῦ ζῆν διαφέροντα. Β'. Τῆς τοίνυν σεμνοτάτης φιλοσοφίας τὰ περὶ τὸν οὐρανὸν θεωρήματα τοῦ θεολογικοῦ δίχα πάντων ὑπερανιδρυμένου, τὸ κράτιστον καὶ κεφάλαιον· καὶ πάρεστι τὸ τῆς ὑπερνεφοῦς ἀστρονομίας ὑπερβάλο λον ὁρᾷν. Η τῶν ἄλλων οὖσα καθάπαξ ἐπίπροσθεν, ὕλην μὲν ὑποβέβληται κατὰ τὴν εἰπόντα τὸ μακά ριον οὐρανοῦ σῶμα, παρέχει δὲ τήν τε αἰτίαν τῇ λοιπῇ μαθηματικῇ θεωρίᾳ, καὶ ὅλως την γένεσιν, ἀριθμόν τε ἤδη κόσμῳ γεννώσα τὸν σύστοιχον, καὶ ἁρμονικούς λόγους και μουσικήν· τά τε τῶν γραμ μῶν οὐσιοῦσα πάθη, και, ὡς ἔπος εἰπεῖν, δημαγωγοὺς οὐρανίους καὶ σοφιστὰς ἐν αἰθέρ: τοὺς ἀνθρώ τους ποιοῦσα· μὴ κατ' έπιψαύειν γαίης ποσὶ δοκοῦντας, ὅταν ἄστρων κατά νοῦν ἀμφιδρόμους ιχνεύωσι έλικας. Γ΄. Είπω τὸ μεῖζον καὶ τελειότερον, «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καὶ ὅτε ἐγεννήθησαν ἄστρα, φησὶ πρὸς Ἰὼβ ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, «Ηνεσάν με φωνῇ μεγάλῃ πάντες άγγελοί μου καὶ ὕμνησαν.» Τ τἆλλα; Αβραὰμ ὁ μακάριος τῶν ᾿Ασσυρίων ἐκφὺς τῇ πολυθέῳ καθάπαξ ἐνισχημένος πλάνῃ, πρῶτος, εἴη δ᾽ εἰπεῖν καὶ μόνος, τὸν τῶν ὅλων ἔγνω ποιητὴν καὶ Θεὸν πολυΐστωρ ὢν καὶ πανσύνετος, φησί τις ἀνὴρ ἱερὸς, ἀποπροσποιούμενος μὲν τὸ τῶν ᾿Ασσυρίων ἐγχείρημα, τὴν δὲ τῆς ἀληθείας κατάληψιν ἀρχεῖν ἡγούμενος ἑαυτῷ πρὸς πᾶσαν εὐετηρία», ἐπεὶ καὶ μόνην οἶδεν εὐδαιμονίαν φιλοσοφία την τῆς ψυχῆς εὐεξίαν· καὶ μέντοι καὶ τὴν ἀληθῆ περὶ Θεοῦ κτησάμενος γνῶσιν, τοῖς κατ' οὐρανὸν θεάματι τὸν ἡγεμόνα νοῦν ἀκριβῶς ἐπιστήσας· κράτιστος ῶν τὰ τοιαῦτα, καὶ ξύμπασαν ἀστρονομίας ἔχων τὴν ἐπιστήμην. ὐδὲν ἄλλο. Ποτ'. Φιλοσοφίαν.
col. 991–992page 58 of 66
PG 149:991Δ'. Εχω καὶ τόδε προσθεῖναι, καὶ ὄντως ἐπὶ καιρόν. Πολιτεύεται μὲν γὰρ τῇ καθ' ἡμᾶς φύσει δι' ἡμᾶς ὁ Σωτήρ· μυρίων δὲ ὅσων θαυμάτων χρη σάμενος ἐπιδείξεσι, τέλος τοῦ τῶν Ἰουδαίων ἐπιθεμένου τούτῳ φθόνου κακῶς, ἐκὼν ἐπὶ τὸν σταυρὸ ἀνάγεται, καὶ πάσχει σαρκί· τότε τοίνυν πρός γε τοῖς ἄλλοις παραδόξως γεγενημένοις και σκότος ἡλίου καταχεόμενον ἦν τοῖς ἡκριβωκόσι ἀκριβῶς τὰ οὐράνια, πάντων μάλιστα παρέχον μανθάνειν Θεὸν εἶναι τὸν ξύλῳ μετεωρισθέντα τῆς καταδίκης τὴν μὲν γὰρ ἑκάστοτε γιγνομένην ἐκλειπτικὴν φαντασίαν τοῦ τῆς ἡμέρας ὀφθαλμοῦ λαμπροτάτου, ἐκ τῶν περὶ τὴν συνοδικήν συζυγίαν τῆς σελήνης επιπροσθήσεων ἔστιν ὁρᾷν τῷ τῆς φύσεως ἀποτελουμένην ὄρῳ, καὶ μόνης κεκτημένην χρόνον οὐδέ ποτε. Ετι γε μὴν καὶ τὸ πρῶτον ἐκλείπον μέρος, τοῦτ' αὐτὸ καὶ πρώτως ἀναπληρούμενον, ὥσπερ αὐτὸ τελευταίως ἐπισκοτούμενον, ἀνακαθαιρόμενον ὕστατον· ἀλλὰ καὶ ἄλλοτ᾽ ἄλλοις ἀνθρώποις ἐπὶ διαφόρων μερῶν φανταζόμενον τῆς γῆς. Τὴν δὲ ἐν τῷ Σωτῆρος πάθει γεγενημένην, Εν τε πανσελήνω τηνικάδε νομικοῦ θυομένου φάσκα τελεσθῆναι σὺν θαύματι τῆς σελήνης οὔσης ἐκ διαμέτρου, κἀκεῖθεν δραμούσης ἀχρόνως πρὸς σύνοδον· καὶ αὖθις αὖ τῆς προτέρας τυχούσης ἐκτίπως στάσεως, καὶ τοῖς ὅλοις ἐπὶ τρισὶν ὅλαις ὥραις οὕτω δια μεἶναι μετὰ τὴν τοῦ πρώτου ἐκλείποντος χρόνου, τοῦ δ᾽ αὖ ὕστερον πρώτου· πρὸς δὲ καὶ ζόφον πά σαν κατὰ ταυτὸν τὴν ὑφ᾽ ἡλίου ἀνίσχοντος ἄχρι καὶ δυομένου μεγάλω; ἐκπλήττοντα, καὶ τὸ περιν Πάσχα. δεικνύντα τῆς τοῦ σταυρωθέντος ἰσχύος, μόνος ἂν εἰδείη σαφῶς ὅ γ' εἰς τοὔσχατον ἀστρονομίας ιών. Ενθεν τοι καὶ γνοίη μάλα ἀκριβῶ;, εἰ μὴ συντίθοιτο ἐθελοκακεῖν, χρώμενος ὡς περὶ παιδοτρίβη τη τῶν οὐρανίων ἐπιστημονικῇ θεωρία, ταληθές ήδη προαγγελλούσῃ μὴ ψιλὸν ἄνθρωπον εἶναι, θεάνθρωπον δὲ ἐπὶ ξύλου κρεμάμενον· εἰ δὴ καὶ τὸ νυκτερινὴν τότε σκότος ἐν μεσημβρία, μὴ συμβάν, ᾗπερ δοκεῖ τῇ τέχνῃ, φύσεως πάντως ἀκολουθία Θεοῦ δὲ θαυμασίως προστάγματι. Ε'. Ωστε ἔξεστι μὴν ὄντως ὡς θεσπέσιόν τι χρήμα καὶ κάλλιστον, τὴν ἐν ἀνθρώποις τιμιωτάτην καὶ θειοτάτην τῆς λοιπῆς θεωρίας ἔχουσαν τάξιν, τὴν ὑπέρσεμνον ἀστρονομίαν, καὶ ἄνω βαίνουσαν προτει πεῖν, ἀλλὰ καὶ τρόπον κήρυκος σεβασμιωτάτου παρ' ἡμᾶς ἥκειν πρὸς τοῦ Θεοῦ, πᾶσι δεικνῦσαν τοῖ; καλῶς ξυνορῶσι τὸ δέον, καὶ λαμπρῶς ἀπαγο γέλλουσαν ὑπὲρ ἀνθρώπων αὐτὸν γενόμενον ἄνθρωπον Θεὸν αὖθις μένοντα, καὶ τῷ τῆς σαρκὸς προσ λήμματι πᾶσαν ἐπὶ σταυροῦ τὴν φύσιν ἀναντούμε νον. 'Αστρονομίαν καὶ γὰρ πρὸς Θεοῦ δι᾿ ἀγγέλου παλαιός λόγος καὶ ἀληθῶς ἔχων δεδόσθαι τοῖς ἐκ τοῦ Σήλ εἴη δή. (*) Ωσπερεί.
col. 993–994page 59 of 66
PG 149:993Γ. Τὸ μὲν οὖν τους γινομένους ἑκάστοτε σχηματισμοὺς τῶν κινήσεων ἡλίου τε καὶ σελήνης, καὶ τῶν λοιπῶν ἀστέρων πρός τε ἀλλήλους καὶ τὴν γῆν θεωρεῖν, τό τε δι' ἀστρονομίας προγνωστικών, τοῦτο δὴ ταῖς ἀληθείαις εἰδέναι τέλος, περὶ ὧν ἡ σπουδὴ τῷ Πτολεμαίῳ ἐν τοῖς τρισὶ πρὸς τοῖς δέκα βιβλίοις τῆς μεγάλης συντάξεως, καὶ γνῶσιν ἡγεῖσθαι ταῦτα διὰ φιλοσοφίας ἐπιστημονικὴν περί τίνων ὑπὸ Θεοῦ παρηγμένων φύσεων ὅπη τε ἔχει, καὶ ὅπως ταῦτα φέρεται, θεϊκοῖς πειθαρχοῦντα πάντως ὅροις τε καὶ προστάγμασι, μέγα δέδεικται πολλαχόθεν, καὶ ὡς ἀληθῶς ὑπερμέγα τε καὶ ὑπερ σπούδαστον. Ζ΄. Τό γε μὴν τὰς δραστικάς τούτων ποιότητας, καὶ τὴν φυσικὴν τῶν συσχηματισμῶν αὐτῶν ίδιο τροπίαν, αἰτίαν τῶν περὶ ἡμᾶς συμπτωμάτων τίτ Θεσθαι, καταψευδομένους τῶν οὐρανίων, κἀκ τῆς τούτων κινήσεως τὰς γενέσεις πλέκειν, καὶ τὰ ξυμ βαίνοντα, κἀντεῦθεν δοκεῖν τὴν τῶν μελλόντων ἔχειν εἰδέναι πρόγνωσιν, δ δὴ τῆς ἀστρολογικής, τῆς δ' αὐτῆς καὶ μαθηματικῆς λαχούσης εξαιρέτως κεκλῆσθαι, πολυασχολου ματαιότητός ἐστι, τῇ τῶν ἄστρων κινήσει τὰ ἡμέτερα συμφερούσης. Τοῦτο τοίνυν πρὸς τῷ μηδὲν ὑγιὲς κεκτῆσθαι καὶ ἀληθείας ἐχόμενον καὶ πρὸς πλάνην φέρει καὶ βυθὸν ἀπω λείας τοῖς εὐσεβεῖν ἐθέλουσι πάνυ τοι λυμαινόμενοι. Ταῦτ᾽ ἄρα καὶ νόμοι θεῖοι, καὶ θεσπεσίων καὶ θεο πρεπῶν θεσπίσματα διδασκάλων σύν γε τοῖς τὴν μαγικὴν κακοτεχνίαν, καὶ Θεοῦ πόρρω βάλλουσαν, κακῶς καὶ ἀθέως εξησκημένην και μαθηματι- 4 κούς, εἴτουν ἀστρολόγους, ὡς εἰκὸς, ἀποτροπιάζονται· ἅτε δὴ πρὸς τὰ ἄνω κεχηνότας γε μάτην, καὶ τῇ τούτων κινήσει τὴν ἡμετέραν προσαρτών τας ζωήν θεομαχοῦντας ἄντικρυς, καὶ βαίνοντας ὄντως ὑπὲρ τὰ ἐσκαμμένα, ἐπὶ κακῷ δήπου τῆς σφῶν αὐτῶν κεφαλῆς, ἐν ἴσῳ δ᾽ εἰπεῖν καὶ ψ χής. Η'. Αλλ' ἐκείνους μὲν οὕτω πάντας δὲ ἀξίως τῆς ἡμετέρας ἐξωθεῦσιν αὐλῆς οἱ καλῶς αὐτῆς προϊστάμενοι· ἐγὼ δὲ τούτοι; ὅσα καὶ παῖς πατράσι ἑπό μενος τοῖς ἱεροῖς τροφεῦσι καὶ παιδευταῖς, καὶ παρ' οὐδὲν μὲν ἄγων, καὶ διαπτύων δυοῖν τῶν τῆς ἀστροθεάμονος σοφίας εἰδῶν τὸ δεύτερον, ὡς ἐπίβουλόν τε καὶ σφαλερόν, καθὸ τὰς τῶν ἐμπεριεχομένων μετα βολὰς διὰ τῶν ἀστέρων συσχηματισμῶν ἀποτελουμένας οἱ περὶ ταῦτα κομψοί τηνάλλως φασὶν ἐπι σκέπτεσθαι, καὶ λίαν ἐπικινδύνως. Τὸ πρότερον δὲ τῇ τάξει τε καὶ δυνάμει, καὶ φέρεται γὰρ τὰ πρῶτα κατὰ τῶν ἄλλων, πρὸς μεγίστην όνησιν φέ ρον, καὶ περὶ τὰς τῶν ἀστέρων μόνον κινήσεις ἔχον ἐν λόγῳ τιθέμενος, ἔδοξα πρὸς εὔχρηστον τῆς θεω ρίας υπομνηματισμὸν ἐμαυτοῦ τε χάριν καὶ τῶν γε προτρεψάντων ἐκ παλαιοτάτων συνήθων, ἐν μὲν τῇ πρώτη βίβλῳ τοῦ παρόντος συντάγματος, ὡς ἐν Τὰς ἀληθείας. Ἐξησκημένοις.
col. 995–996page 60 of 66
PG 149:995κεφαλαίοις, ψηφοφοριῶν εἰσαγωγὴν προεκθέσθαι, καὶ ὑποτυπώσασθαι, πρός τε τὴν δευτέραν καὶ τὴν τρίτην μάλα συντείνουσαν· ἧς πέρι πλεῖστα συγ γράμματα διεξοδικώτερον είργασται τῷ φιλοσόφω Συριανῷ, Θέων! τε καὶ Πάππῳ τοῖς μαθηματικοῖς, καὶ Ἰωάννη Γραμματικῷ τῷ τῆς ᾿Αλεξάνδρου που λίτῃ· ἔστι δὲ & ταύτης καὶ παρ' ἡμῶν προσεξεύρηται. Κατὰ δὲ τὴν δευτέραν τὰς τῆς μεγάλης συν τάξεως ψηφοφορίας τῶν τε πλανωμένων καὶ ἀπλα νῶν, μεθοδικώτερον ἐφοδεῦσαι καὶ ὑποδείγματιν εὐχερεῖς ἐργάσασθαι, αναγράψασθαι ἅμα καὶ τὰς τῶν προχείρων κανόνων ψηφοφορίας ὡς ἐν ὑπο δείγμασι, καὶ δεῖξαι τὴν ἀμφοτέρων ἐν ἅπασι συμ φωνία». Εἶτα καὶ τὴν τρίτην τὰς τῶν Περσικών προχείρων κανόνων ψηφοφορίας περιέχουσαν συμ περάναι τῆς παρούσης συντάξεως, ήπερ Αστρονο μικὴ Τρίβιβλος τούνομα. Τοῖς μὲν ἄλλοις πάντως ἀχρεία και παρορᾶσθαι δικαία, ἀλλὰ τοῖς γε προς τὸν λόγον κεκινηκόσιν ἡμᾶς ἑταίροις χρήσιμος, καὶ τῆς τοιαύτης θεωρίας υπόμνησις, καὶ μοί τε τῷ γεννησαμένῳ Θεοδώρῳ τῷ Μελιτηνιώτῃ, ἐκφύντε μὲν ἥξη τῆς Κωνσταντίνου καὶ νέας Ρώμης, τε λοῦντι δ' εἰς τὴν ἐν Χριστῷ διακονίαν, κἀκ τῆς ἀξίας συγκλήτου τῆς ἱερᾶς μεγάλῳ σακελλαρίῳ καὶ διδασκάλῳ τῶν διδασκάλων τῆς ἁγιωτάτης Μεγάλης τοῦ Θεοῦ ἐκκλησίας, καὶ ἀρχιδιακόνῳ τοῦ εὐαγούς βασιλικοῦ κλήρου. Καὶ δὴ τῆς ἀστρονομε τῆς Τριβίβλου ταύτης ή πρώτη, η ψηφοφοριών εισαγωγή περιέχει ταυτί ΤΟΥ ΑΥΤΟΥ ΚΕΦΑΛΑΙΟΝ Α'. Τί ἐστιν ἀστρονομία, καὶ παρὰ τίνων εὑρεθεῖσα τὸ ἐξ ἀρχῆς ἦλθεν εἰς Ελληνας ὕστερον. Τίς τε ὁ σκοπὸς τῆς μαθηματικῆς καὶ μεγάλης συντάξεως. Θ'. Αστρονομία ἐστὶ τέχνη περὶ τὰ οὐράνια σώματα καταγινομένη, τέλος ἔχουσα τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. Ἔτι δ' ἀστρονομία ἐστὶ γνῶσις ποσοῦ συνεχούς ἀεικινήτου. Σφαιρικὴ δὲ καὶ ἀστρονομία καλεῖται, παρονομασθεῖσα ἔκ τε τῆς πρώτης και τιμιωτέρας σφαιρικής θεωρίας, τῆς περὶ τῆς πάντα περιεχούσης οὐρανίου σφαίρας, καὶ ἐκ τῶν ἐν αὐτῇ ἀστέρων θεῖον τῷ ὄντι καὶ κάλλιστον εὗτα μάθημα· ἅτε δὴ καὶ περὶ τὰ θεῖα κατανοουμένη καὶ τὰ οὐράνια, καὶ μόνη, καθά φησι Πτολεμαῖος ἐν τῷ τοῦ πρώτου πρώτῳ τῆς μεγάλης συντάξεως, περὶ τὴν τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων ἐπί σκέψιν ἀναστρεφομένη, διὰ τοῦτο οὖσα δυνατὴ καὶ αὐτὴ περὶ τὴν οἰκείαν κατάληψιν, οὔτε ἄδηλον οὔτε ἄτακτον οὖσαν, ἀεὶ καὶ ὡσαύτω; ἔχειν, ὅπερ ἐστὶν ἴδιον ἐπιστήμη;. Ευρηταί γε μὴν τὸ τοιοῦτον ὑπέρθεμνον ὄντως μάθημα παρὰ τῶν τοῦ Σὴν ἑν, τῶν υἱῶν Ἀδὰμ ἀπογόνων· ὡς ὅ τε παλαιὸς ἐκ Πατρῶν λόγος ἔχει, καὶ ἀληθῶς ἔχει. Καὶ μένται καὶ Ιώσηπος φιλαλήθης ἀνὴρ ἐν τῇ πρώτῃ τῶν Ἱστοριῶν ὀρχαιολογία συγγράφεται,
col. 997–998page 61 of 66
PG 149:9971. Μιμηταὶ γὰρ οὗτοι τοῦ ἑαυτῶν γεγονότες λ γεννήτορος, σοφίαν μὲν τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν, πρῶτοι γραμ μάτων ἐφευρόντες τύπους καὶ τὰ σημεῖα τοῦ οὐ ρανοῦ καὶ τὰς τροπὰς τοῦ ἐνιαυτοῦ, καὶ τὰς ἑβδο μάδας, καὶ τοῖς ἁπλανέσι τῶν ἀστέρων ἐπιθέντες ὀνόματα καὶ τοῖς πλανωμένοις. Ὑπὲρ δὲ τοῦ μή διαφυγείν τοὺς ἀνθρώπους τὰ εὑρημένα, μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρήναι, προειρηκότος ᾿Αδάμ ἀφανισμὸν ἔσεσθαι τῶν ὅλων, τὴν μὲν κατ' ἰσχὺν πυρὸς, τὸν δὲ ἔτερον κατὰ μίαν καὶ πλῆθος ὕδατος, στήλας ποιησάμενοι δύο, τὴν μὲν ἐκ πλίνθου, την δ' ἑτέραν ἐκ λίθου, ἀμφοτέραις τὰ εὑρημένα προσε ἔγραψαν, ἵνα τῆς πλινθίνης ὑπὸ τῆς ἐπομβρίας ἀφανισθείσης, ἡ λιθίνη μείνασα ἅπαντα δοίη μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα· δηλοῦσα καὶ πλινθίνην ὑπ' αὐτῶν ἀνατεθῆναι· ἣν δὴ καὶ μένειν κατὰ τὴν Συρίδα γῆν ἄχρις ἐκείνου φησί, λέγω δὴ τὴν λιθίνην τῆς δὲ γῆς ἐπομβρίᾳ κατακλυσθείσης, καὶ μόνου Νῶε περισωθέντος, ἀρχηγοῦ τε κατα στάντος δευτέρου κόσμου· καὶ δὴ τῶν ἀπ' ἐκείνου, διὰ τὴν ἣν ἐπενόησαν τόλμαν οἰκοδομούντων τὸν πύργον, συγχυθέντων τὴν γλῶτταν, ἅτε δὴ κακῶς καὶ ἀθέως ὁμοφωνούντων, μόνος ᾿Αρφαξάδ την οἰκείαν διατηρήσας, Χαλδαίων πρόγονος. Οἱ δὲ φύσεως ἀγαθῆς γεγονότες, καὶ τὰ ἐπὶ λιθίνης στήλης εὑρόντες εγγεγραμμένα, τὴν τῶν οὐρανίων συνεγράψαντο ἐπιστήμην· τοσοῦτον θαυμασθέντες παρὰ πᾶσιν ἐπὶ σοφίᾳ, ὥστε καὶ τοὺς αὐτῶν φιλο σάφου; περὶ ἀστρονομίαν τὸ πλέον ἔχοντες, καὶ γε νεθλιολογεῖν ήδη προσποιουμένους, Χαλδαίους προς αγορεύεσθαι. ΙΑ'. Στράβων γεωγραφῶν φησί, τῷ κοινῷ τοῦ γένου; ὀνόματι κατ' ἐξοχὴν ὀνομαζομένους οἰκοῦντας μὲν τῆς Βαβυλωνίας χώραν αὐτοῖς εἰς κατοικίαν ἀφωρισμένην πλησιάζουσαν τοῖς τε Αραψε καὶ τῇ κατά Πέρσας λεγομένῃ θαλάσσῃ, εἰς πλείω δὲ γένη διῃρημένους· καὶ τοὺς μὲν αρχηνούς, τοὺς δὲ καλουμένους Βορσιππονοὺς καὶ ἄλλους ἄλλως, ὡσὰν καθ' αἱρέσεις ἄλλα καὶ ἄλλα περὶ τῶν αὐτῶν ἔχον της δόγματα. Ἐν οἷς ἄλλοι τε πλεῖστοι γεγόνασιν ἀξιόλογοι ἄνδρες, καὶ μάλιστα Ζωροάστρης καὶ μετ᾿ ἐκεῖνον Ὀτάνης· ὅ τε Κιδηνάς και Ναβου ριανό;, καὶ σὺν αὐτοῖς ὁ Σουδῖνος· ἀλλὰ καὶ Σελευ γίας Χαλδαίος καὶ οὗτός ἐστιν. Ἐκ τούτων τὸ παλαιὸν ὁ μέγας γενόμενος ᾿Αβραάμ, καὶ πρῶτος (εν τῶν ὅλων δημιουργὸν ἐγνωκώς· τοῖς τε τῆς γῆς καὶ θαλάσσης παθήμασι, καὶ τῆς περὶ τὸν ἥλιον καὶ σελήνην, καὶ πᾶσι τοῖς κατ' οὐρανὸν συμ βαίνουσι λογισάμενος· καὶ τούτῳ δὴ προσδραμὼν ἑτοίμως καλοῦντι, καὶ εἰς Αἴγυπτον ἀκολουθήσας κατάγοντι· κἀκεῖ τοῖς λογιωτάτοι; Αιγυπτίων δια φόροι; ἔθεσιν ἀρεσκομένοις, καὶ τὰ παρ' ἀλλήλοις ἐκφαυλίζουσι νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς πρὸς ἀλλήλους ἔχουσι, συντυχῶν ἑκάστοις αὐτῶν διαπτύει μὲν οὓς ἐποιοῦντο λόγους περὶ τῶν ἰδίων κενού;, Τοῖς.
col. 999–1000page 62 of 66
PG 149:999δὲ παρ' αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατο; καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι, λέγων περὶ ὧν ἂν ἐπιχειρήσεις διδάσκειν, τήν τε αριθμητικὴν αὐτοῖς χαρίζεται, καὶ περὶ ἀστρονομίας παραδίδωσιν. καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀποφαίνων· θαυμασθείς ΙΒ'. Οὗτοι δὲ γνωριμώτατοι διὰ σοφίαν ἐν πᾶσι γενόμενοι, καὶ τὸν Ἑρμῆν, ἐν δὴ καὶ τρισμέγιστον ὠνομάσθαι φησί, ἄνδρα τὸν ἐν αὐτοῖς ἄκρον ἐν μαθηματικῇ, πολλούς τε σὺν ἐκείνῳ καὶ ἄλλους Αἰγύπτου παῖδας, τοὺς κεκλημένους παρ' ἐκείνοις προφήτας ἔσχον· οὐκ ἀθαύμαστον παρὰ πᾶσιν ἐπὶ παιδεία λαχόντας ὄνομα, οἱ τὸ πρῶτον ᾽Αβραὰμ τῷ προπάτορι καὶ Χαλδαίῳ τῷ ὄντι σοφῷ μαθητεύσαν Καὶ ἐκ. φανοί. τες. Πρὸ γὰρ τῆς αὐτοῦ παρουσίας εἰς Αἴγυπτον τούτων ἀμαθῶς εἶχον, φησὶ, ἐκ Χαλδαίων ταῦτ' ἐφοίτησαν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ελληνας. Πυθαγόρας γὰρ ὁ Μνησάρχου Σάμιος, καὶ Φερεκύδης ὁ Σύριος, καὶ ᾿Αναξαγόρας ὁ Ηγε σιβούλου ὁ Κλαζομένιος, ἔτι τε Θαλῆς ὁ Μιλήσιο;, καὶ Σόλων ὁ τῶν ᾿Αθήνησι νόμων ἐφευρετὴς, καὶ μὴν καὶ Πλάτων ὁ τοῦ ᾿Αρίστωνος, ἄχρι τῆς Αἰ γύπτου φιλομαθίας χάριν παρελθόντες, καὶ παρ' αὐτῶν διδαχθέντες τὴν μαθηματικὴν τοῖς ἄλλοις παραδεδώκεσαν ἐπιστήμην. Καὶ δὴ πολλοὶ μὲν ἐν Ελλησι καὶ ἄλλοι γεγόνασι τὴν τοιαύτην εἰς ἄκρον ἐξησκήσαντες θεωρίαν, καὶ Χαλδαίους πολλῷ τῷ μέσῳ καὶ Αἰγυπτίους ὑπερβάλλοντες· καὶ μάλιστα πάντων ὁ πάντων μάλιστα φιλόπονίς τε καὶ φιλα λήθης ἀνὴρ Ιππαρχος, ὥς φησι Πτολεμαίος. Καὶ μέντοι Πάππος τε καὶ Θέων οἱ Πτολεμαϊκοί φά ναι διάδοχο.. Π. Ὁ δὲ δὴ Κλαύδιο; ουτοσί Πτολεμαῖος, καὶ Πτολεμαΐδος μὲν ἐκφὺς τῆς ἐν Θηβαΐδι καλουμένης Ερμείου, Αἰλίῳ δὲ 'Αντωνίῳ βασιλεῖ Ρωμαίων σύγχρονος γεγονώς κατὰ πάντων τὰ πρῶτα φέρεται, πάσης μὲν, ὡς αὐτὸς γράφων ἐν πρώτοις παρα δηλοί, μαθηματικῆς ἐπιμεληθεὶς θεωρίας, εξαιρ τως δὲ καὶ τῆς περὶ τὰ θεῖα κατανοουμένη;, καὶ τὰ οὐράνια. Καὶ ταύτην ἐν τρισὶ καὶ δέκα τοῖς τῆς μαθηματικής και μεγάλης συνάξεως κάλλιστά τε καὶ ὑψηλότατα παραδιδοὺς βίβλοις, καὶ μὴν μετὰ τοσῆσδε τῶν ὀνομάτων εὐγενείας και χάριτος καὶ ρυθμοῦ καὶ τόνου, ὡς ὑπερβάλλειν σχεδὸν τοὺς δρο μωμένους ἐντεῦθεν καὶ γλώττης μόνης 'Αττικιζού σης δοκεῖν φροντίζειν· ἡ δὴ καὶ μεγάλη καλεῖσθαι μόνη τῶν ἁπατῶν ἐκληρώσατο, διά τε την σεμνότητα καὶ τἀξίωμα τῶν ὑψηλῶν καὶ μεγάλων λόγων τῶν ἐν αὐτῇ, περὶ τὴν κατ' οὐρανὸν θεωρίαν ἔχουσαν τὸν σκοπόν. ΙΔ'. Περιέχει μὲν γὰρ ἐν μὲν τοῖς πρώτοις δυσὶ βιβλίοις τήν τε καθόλου τῆς γῆς ὅλης σχέσιν πρὸ; ὅλον τὸν οὐρανὸν, καὶ τὸν λόγον τὴν περὶ τῆς τοῦ λοξού κύκλου θέσεως, καὶ τὸν τόπον τῆς καθ' ἡμᾶς οἰκουμένης· ἔτι τε τῆς πρὸς ἀλλήλους αὐτῶν 'Αντωνίνῳ. Τῶν τύπων.
col. 1001–1002page 63 of 66
PG 149:1001ΝΟΤΙΤΙΑ. καθέκαστον ορίζοντα παρὰ τὰς ἐγκλίσεις γενομένης ἐν ταῖς τάξεσι διαφορᾶς· ἐν δὲ τῷ τρίτῳ βιβλίω τὴν ἡλιακὴν κίνησιν· ἐν δὲ τῷ τετάρτῳ καὶ πέμπτῳ τὴν σεληνιακήν· ἐν δὲ τῷ ἔκτῳ τὰ ταύταις ἐπι συμβαίνοντα, συνοδικάς τε φημὶ καὶ παντεληνια κὰς συζυγίας, καὶ τοὺς ἄλλους οὓς πρὸς τὸν ἥλιον ἢ σελήνην ποιεῖται σχηματισμούς· ἔτι γε μὴν καὶ τὰς ἐκλειπτικὰς φαντασίας καὶ τὰ παθήματα· ἐν δὲ τῷ ἑβδόμῳ καὶ ὀγδόῳ τὰ περὶ τῆς τῶν ἁπλανῶν καλουμένων σφαίρας. Ἐν δὲ τοῖς λοιποῖς πέντε βιβλίοις τὰ περὶ τῶν πέντε πλανητών προσαγορευομένων. Εκαστα δὲ τούτων, ὥς φησιν ἐν τῷ τοῦ πρώτου δευτέρῳ, δείκνυσιν ὁ σοφὸς Πτολεμαίος, ἀρχαῖς μὲν καὶ ὥσπερ θεμελίοις εἰς τὴν ἀνεύρεσιν χρώμενος τοῖς ἐναργέσι φαινομένοις, καὶ ταῖς ἀδιστάκτοις τῶν τε πρὸ ἐκείνου καὶ τῶν κατ' ἐκεῖνον τηρήσεων· τὰς δὲ ἐφεξῆς τῶν καταλήψεων ἐφαρμόζων διὰ τῶν ἐν ταῖς γραμμικαῖς ἐφόδοις ἀποδείξεων. ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΥΡΙΟΥ ΓΕΩΡΓΙΟΥ ΛΑΠΙΘΟΥ, ΤΟΥ ΚΥΠΡΙΟΥ, ΣΤΙΧΟΙ ΠΟΛΙΤΙΚΟΙ ΑΥΤΟΣΧΕΔΙΟΙ ΕΙΣ ΑΚΟΗΝ.
col. 1003–1004page 64 of 66
PG 149:1003"Ομοια δὲ τούτοις καὶ ἐν ταῖς πρὸς Λαπίθην τὸν Κύπριον ἐμοῖς συγγράμματι γέγραφα ταῦτα, ἅπερ ἐπὶ τῷ Φυσικῷ εἴπομεν Βαρλαάμ μοναχοῦ λύσεις εἰς τὰς ἐπενεχθείσας αὐτῷ ἀπορία; παρὰ τοῦ σοφωτάτου Γεωργίου τοῦ Λαπίθου σεως λόγοις ἀπεδείξατο Αριστοτέλη; διὰ πλείονων; Πρὸς μὲν οὖν Πλάτωνα, ὦ γενναίε, οπώποτε έχει 'Αριστοτέλης, ἐν οἷς φιλοσοφεί. Στίχοι πολιτικοὶ αὐτοσχέδιοι εἰς κοινὴν ἀκοὴν Ρ. Γνῶθι σαυτὸν ὦ βέλτιστε, τί; τε καὶ τοῦ τυγχάνεις. στίχοι πολιτικοί, κ. τ. λ. Πλανῶνται γὰρ ἐπὶ πολὺ τῶν ὀφθαλμῶν τὰ [κύκλα.
col. 1005–1006page 65 of 66
PG 149:1005ΝΟΤΙΤΙΑ. Δευτεραῖοι ἐς Κύπρον τὴν νῆσον κατήχθημεν, ἔνθα δὴ καὶ πολὺν διατρίβειν ἐγνώκειν χρόνον, διά τε τάλλα τῶν τῆς νήσου καλῶν καὶ τήν γε ἔννομόν τε καὶ φιλόξενον πολιτείαν, καὶ μάλιστα πάντων διὰ τὴν τοῦ σοφοῦ ἐκείνου ἀνδρὸς ὁμιλίαν, Γεώργιον φημὶ τὸν Λαπίθην, ᾧ οὐκ εὐθὺς ἀποβὰς τῆς νεώς ἐντετυχήκειν αὐθημερόν· οὐ γὰρ πλησίον ἐκεῖ που τὴν οἴκησιν εἶχεν, ἀλλὰ δυοῖν ἡμέραιν τοῦ λιμένος ἀπέχουσαν, εἰς ὃν ἡμεῖς τηνικαῦτα ἐσεπεπλεύκει μεν. Ρόδου μὲν γὰρ ἐκείνης τῆς νήσου μείζων ἐστὶν ἡ Κύπρος, καὶ ἅμα οὐ κατ' ἐκείνην, ἀλλ' ἐπιμήκης τὸ σχῆμα· μεταξὺ δ' αὐτῆς ὄρος ἑστήκει τὴν κορυφὴν εἰς ὕψος ἀνάγον μακρόν. "Ολυμπος καλεῖται τὸ ὄρος, ἐξ οὗ καὶ πηγαὶ ποταμῶν ἀπο βλύζουσι τρεῖς, ὧν ὁ μείζων καλούμενος Λάπηθος κάτεισι τέμνων καὶ περιῤῥέων τὴν Λευκωσίαν οὐ τωσὶ καλουμένην χώραν, καὶ ἀποπτύων τὴ ῥεῖθρον παρὰ τὴν ἐς ἄρκτον βλέπουσαν θάλασσαν. Τούτου παρὰ τὰς ὄχθας ἔτυχεν ἔχων ἐκεῖνος τὴν οἴκησιν διὸ καὶ Λαπίθης ἔκ γε τοῦ ποταμοῦ καὶ αὐτὸς ὁπώσε ποτε παρωνόμασται. Γνοίη δ' ἄν τις εὐθὺς, κἀκ μόνης τῆς περιφανείας τε καὶ τοῦ μεγέθους τῶν ο κιῶν καὶ ἐπαύλεων τοῦ ἀνδρὸς, καὶ πρὶν εἰς ἔψιν ἰέναι αὐτοῦ, μὴ τῶν ἀγεννῶν εἶναι καὶ τῶν πολλῶν ἕνα, ὅτι μὴ τῶν πάνυ τοι λίαν ἐνδόξων καὶ πρώ των τῆς νήσου ' γνοίη δ' ἂν μᾶλλον ἐκ τοῦ τρόπου, καὶ τῆς ἄλλης τοῦ βίου σεμνότητος. Ἑορταὶ γὰρ καὶ πανηγύρεις ἱεραὶ τὴν οἰκίαν ἐκείνου εκδ σμουν καὶ χορηγίαι τῶν δεομένων δαψιλεῖς. Τῶν γε μὴν συχνὰ περιαγομένων ἐκεῖ Χριστιανῶν αἰχμαλώ των μεγίστην ἐποιεῖτο προμήθειαν, αὐτός τε παρέ χων ἀφθόνως τὰ μείζω καὶ τελεώτερα τῆς τούτων ἐλευθερίας, καὶ ἅμα τοὺς ἄλλους ἀτρύνων διδασκαλίαις τῶν θείων Γραφών. Εργον γὰρ αὐτοῦ σπου δαιότατον μάλιστα πάντων ἱεραῖς ἐκκλησίαις ἀθρο ζομένους Χριστιανούς διδάσκειν τά τε ἄλλα τῆς εἰ σεβείας νόμιμα, καὶ πρός γε φροντίδα ποιείσθαι τῶν δεομένων μεγίστην, ὡς εἶναι δι᾽ ἐκεῖνον πᾶσαν ἐκείνην τὴν νῆσον ἐλέους καὶ πίστεως στάδιον, καὶ μάλιστα πάντων αἰχμαλώτων ελευθερίας. Εισί γε μὴν καὶ αὐτοῦ ῥηγὸς περὶ τοὺς τόπους ἐκείνους ἐπαύλεις καὶ δίαιται, καὶ αἱ τῶν οἰκων ἐκείνου λαμ πρότητες πάνω καλαὶ διὰ τὸ χαριέστερον εἶναι τῆς οἰκίαν οἰκείαν. α)
col. 1007–1008page 66 of 66
PG 149:1007νήσου τὸ μέρος ἐκεῖνο, ἀέρος τε ἕνεκα καὶ ἅμα θέ σεως ἄλλης καὶ ῥαθυμίας τῶν τόπων· διὰ κ κ τοῦ σχεδὸν ἐπεφοίτα θαμὰ παρ' αὐτὸν ὁ Λαπίθης Γεώρ γιος, καὶ σφόδρα κομιδῆ πολλῆς ἀπέλαυσε τῆς μη γικῆς αἰδοῦς καὶ τιμῆς διά τε τὴν ἄλλην σεμνότητα καὶ ἦν ἐκέκτητο μάλιστα πάντων σοφίαν· ἐπεὶ καὶ αὐτὸς οὐ μετρίως τῆς Λατίνων μετέσχε φιλοσοφίας ὁ μὴν, καὶ δι' αὐτό γε τουτί πολλοὺς μὲν ἀμφ' αύ τὸν τοὺς Λατίνων εἶχε σοφοὺς ἀεί. "Ηρα δὲ μᾶλλον τῆς Γεωργίου μούσης καὶ ὁμιλίας· ο Σοφο! γάρ, ο φησί τύραννοι τῇ σοφῶν συνουσία.» Εχων ον αὐτὸν ἔχειν ἐπέπειστο καὶ σοφίαν κατὰ ταυτὸν ἕκα τέραν, τήν τε Ελλήνων φημὶ καὶ Λατίνων. Δεξιός γὰρ ἐν τοῖς μάλιστα καὶ καθ' ἑκατέραν σοφίαν καὶ γλώτα ταν ὁ Γεώργιος ἦν. Ταύτῃ τοι καὶ ἡδέως αὐτοῦ ήκους διαλεγομένου συχνὰ τοῖς Λατίνων σοφοῖς ἐπ' φιλικοῦ καθήκοντος ἀμειβόμενος ἔπεμπεν, ἀλλὰ καὶ τῶν ὅσοι ἀφιγμένοι ἐκεῖθεν ὑπῆρχον ἐπὶ τὸ πλεῖστον. 72: Ευριπίδης μὲν γὰρ, ἢ ὅτεις δή ποτέ ἐστιν ὁ ποιήσας, ο Σοφοί τύραννοι των αο φων συναυτία, ο οὐκ ἦν οἶμαι πυκνής διανοίας. συνουσίαι;, Το Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ᾽ ὑμῶν οὐκ εἶξα. ἐπὶ τούτοις ὡρμ. τ. ῥήγα· ἀλλ' ἔθελγεν; ξήγα· έθελγε δ' αύθις. αὐτοῦ, καὶ τοῖς τῶν συλλογισμῶν ἀποδεικτικοῖς βέ λεσιν ἐς τὰ κράτιστα βάλλοντός τε καὶ νικῶντος α τους, καὶ μάλιστα ὅτε περὶ δογμάτων πατρίων της θρησκείας ἦν ὁ ἀγών. Τηνικαῦτα γὰρ, πολὺς κατὰ σφῶν ταῖς τῶν θείων Γραφῶν ἀποδείξεσι ῥέων (21, ἰχθύας ἀφώνους ἄντικρυς ἔφαινεν, ὥστε καὶ χαλε παίνειν ἐνίοτ᾽ ἐν τούτοις ώρμημένον τὸν ῥῆγα, ἔθεί γεν αὖθις αὐτὸν τῇ τῶν λόγων σειρῆνι καὶ ταῖς τῆς ἀληθείας ἀναντιρρήτοις στροφαῖς καὶ περιστροφαῖς. Τοιαύταις δή τισι μεθόδοις τὸ χαλεπαινόν τε ἀνέστελλεν ἐμελῶς τῆς ῥηγικῆς ἐκείνης ψυχῆς καὶ τὸ εὐθυμοῦ, ἀντεισῆγεν ἐπιεικῶς· καὶ ἦν, ἁπλῶς εἰπεῖν, οὐδεὶς τῶν ἁπάντων ὃς οὐ λογικοῦ παντὸς ἀγῶνας μεθ' ὑπερβολῆς αὐτῷ τὰ τῆς νίκης παρείχε τρόπαια, οὔθ' ὅστις οὐ μάλα ἀξύνετος Ελληνικῆς μούσης ἦν, οὔθ' ὅστις Λατινικῆς φιλοσοφίας οὐ μάλα τοι αδαής. Εἶχόν γε μὴν ἔγωγε τοῦ ἀνδρὸς ἐκείνου τὴν φήμην και, πρὶν ἐντεῦθεν ἐκπλεῦσαι, μὴ μόνον ταῖς γραφαῖς ἐντυγχάνων ἐκείνου πολλάκις ὡδι, ἂς ἐκεῖθεν ἐκεῖνός σοι τῶν τε γραμμάτων καὶ ἅμα του ἀκούων ἐπαίνους αὐτοῦ γε μακροὺς ἀπὸ στόματος Καὶ μὲν δὴ οὐδὲ τὴν Πτολεμαίου ἀποτελεσματικήν Τετράβιβλον περὶ ἐλάσσονος ἐποιεῖτο σπουδῆς ἐκεῖνος, ἀλλὰ ταύτην καὶ ὅτα περὶ τῶν ὁμοίων τοῖς Πτολεμαίου παλαιοτέροις ἅμα καὶ νεωτέρει; ἔτι περίεστι γεγραμμένα, καὶ ὅσα πάλαι Χαλδαίοις καὶ Πέρσαις πεποίηται, πάνυ τοι πάντα φιλοπονώτε πάνυ τι, σχεδόν τι, τοι. μάλα τι, μάλα του. 7: Ερώ δ᾽ οὖν οἵοις ἀνδράσι καὶ ὅντινα βίον ζῶσι συνέβαλον ἐν μέσῃ σχεδὸν τῇ ΕΛ λάδι • 2938, ἐν μέσῃ σχεδόν τι τῇ Ἑλλ. σχεδόν τι, Οὗται μὲν οὖν σχεδόν τι μαινόμενοι πολλά καὶ ὁρῶσιν, ὥσπερ Ομηρός φησι τὸν Κένταυρος μεθυσθέντα ἐν τῇ τοῦ Πειριθόου οἰκίᾳ κακὰ ἐργα σασθαι. μοῖς πολλὰ καὶ δρώσιν
Continue reading PG 149: Georgius Lapitha →≣ entire volume
Page scan enlarged

Notebook

Full View