PG 150Joannes Caleca Cp. Patriarcha
John Calecas, Patriarch of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 249–250page 1 of 15
PG 150:249ΧVΙΙΙ, 570. Εἶπεν ὁ Κύριος, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρα 1. Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Καλέκα, ὁμιλίαι ἑκάστης Κυριακῆς τῶν ἑβδομάδων τοῦ ὅλου χρόνου, καὶ ἐπὶ Δεσποτικαῖς ἑτέραις ἑορταῖς ἐπισήμοις, λεγόμεναι πρὸς τὸν συναθροιζόμενον θεοφιλή λαόν, αἳ καὶ ἐκλεξάμενοι ἀπὸ διαφόρων ἁγίων Πατέρων ἐξηγητῶν καὶ ἑτέρων σοφῶν 1. Ἡ εἰς τὸν τελώνην καὶ εἰς τὴν Φαρισαῖον παραβολή. 2. 3. Κυριακῇ τοῦ ἀσώτου. ᾿Αγαθὸς μὲν ὁ Θεὸς πρὸς πάντας ἐστὶ καὶ φιλάνθρωπος. 3. 6 Κυριακῇ τῆς ᾿Απόκρεω. Φοβερὰ ἡ ἡμέρα ἐκείνη της δευτέρας τοῦ Χριστοῦ. 4. 9. Κυριακῇ τῆς Τυροφάγου. Ἰδοὺ τὸ τῆς Τεσσαρακοστῆς στάδιον ὑπανοίγεται σήμερον. 5. 12. Κυριακῇ πρώτη τῶν Νηστειῶν. Η τεσσαρακονθήμερος αὕτη νηστεία, αγαπητοί.
col. 251–252page 2 of 15
PG 150:2516. 16 Κυριακῇ β', τῶν ἁγίων Νηστειῶν. Ο τῆς ἁγίας Τεσσαρακοστῆς καιρός, ἀδελ φος μου, πρός τόν. 7. 19. Κυριακῇ γ' τῶν Νηστειῶν τῆς σταυροπροσκυνήσεως. Προτυπῶν καὶ προδιαγράφων δ μακάριος Μωϋσής. 8. 23. Κυριακῇ δ' τῶν Νηστειῶν. Μεσάσαντες τὸ πέλαγος, ἀδελφοί, τῆς ἐγκρατείας. 9. 26. Κυριακῇ εἰ τῶν Νηστειῶν.: Παρῆλθε μὲν ὁ χειμῶν, τὸ δὲ ἔαρ εἰσῆλθε, καὶ βλέ πομεν. 10. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς κατὰ γῆν διατριβάς. 11. Χαρᾶς ἡμέρα καὶ εὐφροσύνης, ἀγαπητοί. 12. 52. Τῇ δευτέρα τῆς διακαινησίμου. Τὸ ῥάθυμον ἡμῶν διεγείρων ὁ ἱερὸς καὶ θεῖος. 13. 54 Κυριακῇ τοῦ Θωμᾶ. Ἐπεὶ τῇ λαμπροφόρῳ Κυριακῇ καὶ σεβασμία. 14. 37 Κυριακῇ τῶν Μυροφόρων. Καὶ ἡ παρούσα Κυριακή, καὶ ἁγία ἡμέρα. 15. 40. Κυριακῇ παραλύτου. Ιωι. Πολλῶν καὶ μεγάλων κακῶν ἡ ἁμαρτία πρόξενος. 16. 43 Κυριακῇ τῆς Σαμαρειτίδος. Καὶ σήμερον ἡμῖν ἡ τῶν εὐαγγελικῶν φρεάτων. 17. 47. Κυριακῇ τοῦ τυφλοῦ. Τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δια λεγομένου. 18. 50. Κυριακῇ τῶν ἁγίων τη θεοφόρων Πατέρων. Μετὰ τὴν ἑορτὴν ἐνδόξου ἀναλήψεως τοῦ Κυρίου. 19. 52 Κυριακῇ Πεντηκοστῆς. Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς. 20. 56 Κυριακῇ πρώτῃ τῶν ᾿Αγίων πάντων. Εἶπεν ὁ Κύριος, μᾶς ὅστις ὁμολογήσει ἐν ἐμοί. 21. 59. Κυριακή δευτέρᾳ. Ἐπειδὴ τῆς θείας καὶ πρώτης καὶ μακαρίας ζωῆς. 23. 162. Κυριακή γ'. Τῆς φιλαργυρίας οὐδέν ἐστι χαλεπώτερον. 23. 6, Κυριακῇ δ'. Οὐδέν ἐστι τῆς ἀδιστάκτου καὶ καθαρᾶς πιστο 24. 65 Κυριακῇ ε'. Πηγή πνευματικὴ καὶ σωτήριος περικλύζει ἡμᾶς. 25. 69. Κυριακῇ ς'. Οἱ τῶν μελισσῶν τὸ φιλόπονον καὶ φιλεργόν. 26. 72 Τῇ αὐτῇ ἡμέρᾳ. Οὐ μόνον αἱ διδασκαλίας καὶ αἱ δημηγορίαι. 27. 75 Κυριακῇ ζ'. Τῷ καιρῷ ἐκείνῳ παράγοντι τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ. 28. 78. Κυριακή η'. Τῆς ἡμετέρας σωτηρίας φροντίζων καὶ κηδόμ 29. 80. Κυριακῇ θ'. Καὶ οἱ τοὺς ἑαυτῶν φίλους σωματικῶς. 30. 83 Κυριακή, ι'. Ὑπὲρ τῆς ὑμῶν ψυχικῆς σωτηρίας. 31. 86. Κυριακῇ ια'. Ποτὲ μὲν φανερῶς διαλέγεται ἐν τοῖς. 32. 89. Κυριακῇ ιβ'. Οὐδὲν οὕτως οἶδε θολοῦν, ἀγαπητε, καὶ σκοτε 35. 91 Κυριακῇ ιγ'. Τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν τοῖς ἀνθρ 54. 95 Κυριακῇ ιδ'. Εἶπεν ὁ Κύριος τὴν παραβολήν. Ωμοιώθη ἡ βασ 55. 95 Κυριακῇ ιε'. Οἱ τοὺς ἀγροὺς τῶν ἀνθρώπων φυλάσσοντες γεωργοί. 36. 97 Κυριακῇ ις'. Τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν τοῖς ἀνθρ 57. 100. Κυριακῇ ιζ'. Μέγα ἀγαθὸν εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου. 33. 102 Κυριακή της. Τῷ καιρῷ ἐκείνῳ ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην. 59. 40%. Κυριακῇ ιθ'. Πασῶν τῶν ἀρετῶν ἀνωτέρα ἐστὶν ἡ ἀγάπη, 40. 108, Κυριακή κ'. Τὸ τῆς ἀναστάσεως μέγα μυστήριον, ἀδελφοί μου.. 41. 110. Κυριακῇ κα'. "Ωσπερ παράδεισος ἄλλος ἐστὶ πολυανθής και. 49. 113. Κυριακή κβ'. ᾿Αγαθὰ μὲν πάντα τὰ θεῖα λόγια καὶ ἐπως 45. 117 Κυριακῇ κγ'. "Ωσπερ τὰ σώματα ἡμῶν αἱ χρονικαὶ τῆς γῆς. 44. 120. Κυριακῇ κδ'. Καὶ μεγάλη πολλάκις ἀνάγκη καὶ σφοδρο 45. 122 Κυριακῇ κε'. Μέγα πρὸς ἀρετὴν ἐμπόδιον ἡ ὑπερηφανία. 46. 125 Κυριακῇ κς'. Η πλεονεξία μέγα κακὸν τοῖς ἀνθρώποις. 47. 128. Κυριακῇ κζ'. Ὁ Κύριος ἡμῶν καὶ Θεὸς διεξάγων τὸν Ἰουδαϊκόν. 48. 151. Κυριακῇ Ο μακάριος καὶ εὐαγγελιστής Λουκᾶς προτίθησιν. 49. 134. Κυριακῇ κθ'. Πολλοὺς καὶ διαφόρους τρόπους ἔδωκεν ἡμῖν. 50. 137. Κυριακῇ λ'. Ωσπερ ἐξ ἀδδηφαγίας μὲν γίνεται. 51. 140. Κυριακῇ λα'. "Ηλιος δικαιοσύνης ἐστὶν ὁ Θεὸς καθώς. 52. 142 Κυριακῇ λβ'. Πᾶσα μὲν ἁρπαγὴ καὶ πλεονεξία. 53. 146. Κυριακῇ πρὸ τῆς Ὑψώσεως. Εἶπεν ὁ Κύριος, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ. 54. 149. Κυριακῇ τῶν προπατόρων. Οἱ μὲν πάλαι οἱ ἐκεῖνοι καὶ πρὸ τοῦ νόμου θεῖοι ἄνδρες, οὐ διὰ γραμ 35. 151 Κυριακῇ πρὸ τῆς Χριστοῦ γεννήσεως. Ο θεῖος ἀπόστολος καὶ εὐαγγελιστὴς Ματθαῖος. 56. 155. Κυριακῇ μετὰ τὴν Χριστοῦ γέννησιν. 'Αναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται, 57. 157 Κυριακῇ πρὸ τῶν Φώτων. Αρχὴ τοῦ Εὐαγγελίου Υἱοῦ τοῦ Θεοῦ ὡς γέν γραπται. 53. 159 Κυριακῇ μετὰ τὰ Φῶτα. Εἰ καὶ ἡ ἑορτὴ παρῆλθεν ἡμᾶς, ἀλλὰ τὸ περὶ ταύτης. 59. 162 Έπειδὴ τῆς πρώτης καὶ θείας και μακαρίας. 60. 161 Γένοιτο σοι παρὰ Θεοῦ καὶ ἀγαθὸν, ὦ πάντ'. Κυριακῇ τοῦ τελώνου καὶ τοῦ Φαρισαίου, ὁμιλία εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου τῆς παραβολῆς τοῦ τελώνου και του Φαρισαίου. Αρχή σὺν Θεῷ ἁγίῳ τοῦ διδασκαλίου, Κυριακῇ τοῦ τελώνου, καὶ τοῦ Φαρισαίου,

Sermon of John Kalekas, Patriarch of Constantinople, on the Sunday before the Exaltation of the Holy CrossSermo Joannis Calecae Patriarchae Cp. Dominica ante Exaltationem S. Crucis

col. 253–254page 3 of 15
Sermo Joannis Calecæ Patriarchæ Cp. Dominica ante Exaltationem S. Crucis
PG 150:253ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΑΛΕΚΑ ΠΑΤΡΙΑΡΧΟΥ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΚΗΝ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Εἶπεν ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐ ρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ πρότερον μὲν παρὰ τῇ Παλαιᾷ Γραφῇ κατὰ διαφόρους οἰκονομίας καταβῆναι ὁ Θεὸς καὶ ἀναβῆναι λέγεται. Ως τὸ, Καταβὰς δψομαι· εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ τὸν Ἀνέβη ὁ Θεὸς ἀπὸ ᾿Αβραὰμ, ἡνίκα ἐπαύσατο λαλῶν αὐτῷ καὶ πολλὰ τοιαῦτα. Καὶ νῦν ἐν τοῖς Εὐαγγελίοις λέγει ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρα νὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. “Ο δὲ λέγειτοιοῦτόν ἐστιν· ὅτι Οὐδεὶς τῶν ἀγγέλων, οὐδεὶς τῶν ἀνθρώπων, εἰς τὸν οὐρανὸν ἐκεῖνον ἀνέβη τὴν ὑπερω ἄνω τῶν οὐρανῶν, εἰ μὴ ἐγὼ μόνος ὁ ἐκεῖθεν κατελθὼν, δι' οἰκονομίαν ἄῤῥητον καὶ εὐσπλαγχνίαν ἀμέσ τρητον, ἐλευθερῶσαι τῶν ἀνθρώπων τὸ γένος ἐκ τῆς δουλείας τοῦ διαβόλου καὶ τῆς κατάρας τῆς ἁμαρ τίας. Εἰ δὲ καὶ οἱ ἄγγελοι ἀναβαίνοντες εἰς τὸν οὐρανὸν καὶ καταβαίνοντες ὤφθησαν διὰ κλίμακος τοῦ 'Ια κώβ, ἀλλ' οὐ περὶ τοῦ τοιούτου οὐρανοῦ ἡ ὀπτασία λέγεται τῇ Γραφῇ, ἀλλὰ περὶ ἄλλου οὐρανοῦ κάτω που τυγχάνοντος. Εἰς δὲ τὸν οὕτω λεγόμενον οὐρα νὸν οὐδεὶς ἀναβέβηκεν, εἰ μὴ Υἱὸς τοῦ ἀνθρώπου διὰ τὴν οἰκονομίαν καλούμενος. Ο οὐρανὸς γὰρ, φησί, τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Εἰ δὲ καὶ Ἠλίας, καὶ Παῦλος, καὶ εἴτις ἕτερος πρὸς οὐρανὸν ἤρθησαν, ἀλλ' οὐκ ἔφθασαν ἐκεῖνον τὸν οὐρανὸν, ὃν Κύριος εἴηκε· καὶ ἔνθα δὲ ἀνέβησαν, θελήσει και προσ τάγματι τοῦ Θεοῦ ἴσχυσαν ἀναβῆναι· καὶ οὐκ ἐξ οἰκείας ἐκεῖνοι δυνάμεως ἤρθησαν, καὶ ἡρπάγησαν. Μένον δὲ ὁ Κύριος αυτεξουσίως, καὶ ὡς οἶδεν ἀναβαίνει εἰς τὸν οὐρανὸν καὶ καταβαίνει εἰς τὴν γῆν· τῇ οἰκίᾳ δυνάμει καὶ ἰσχύν αὐτοῦ, μηδ' ἑνὸς ἑτέρου δεόμενος πρὸς τὴν ἀνοῦον. 1 Δ... 111,
col. 255–256page 4 of 15
PG 150:255Υἱὸς δὲ ἀνθρώπου, κατὰ τὴν ἀνθρωπότητα. Ἐπεὶ δὴ πολλάκις μὲν ἀπὸ τῆς θεότητος. πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος ὀνομάζει ἑαυτὸν ὁ Κύριος· Ο ὢν ἐν τῷ οὐρανῷ εἶπεν· ήγουν ὁ κατὰ τὴν θεότητα ὢν ἐν τῷ οὐρανῷ· ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Σωτὴρ ἡμῶν οὐκ ἀφίστατο τοῦ οὐρανοῦ, καὶ ἐν τῷ οὐρανῷ ὧν οὐκ ἀπελιμπάνετο τῆς γῆς, ἀλλὰ πανταχοῦ ἦν, ἐπεὶ δὴ ἀπερίγραπτος ή θεότης. Κατέβη τοίνυν ἐκ τῶν οὐρανῶν οὐχ ὁ ἐκ σπέρματος Δαυΐδ, ἀλλ' ὁ υπέρχρονος τοῦ Θεοῦ Λόγος, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Διὰ δὲ τὴν πρὸς τὸ ἀνθρώπινον ἔνωσιν, λαμβάνει τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα· καὶ Υἱὸν ἀνθρώπου ἀκούοντες, μὴ νομίζωμεν ὅτι ἡ σαρξ ἐξ οὐρανοῦ κατέβη· ἀλλ' ἐπειδὴ μία ὑπόστασις, ἤγουν ἐν πρόσωπον ἦν ὁ Χριστὸς ἐκ δύο φύσεων σύνθετος, τὰ τοῦ ἀνθρώπου ὀνόματα καὶ ἐπὶ τοῦ ιν. Λόγου λαμβάνεται. Καὶ πάλιν τὰ τοῦ Λόγου ὀνόματα τῷ ἀνθρώπῳ προστιθένται· λέγεται οὖν καὶ ἐνταῦθα Υἱὸς τοῦ ἀνθρώπου ὁ Κύριος, ὡς ἑνὸς ὄντως τοῦ προσώπου, καὶ μιᾶς τῆς ὑποστάσεως, οὐκ ἐπειδὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου κατῆλθεν ἐκ τοῦ οὐρανοῦ· ἀλλ' ἐπειδὴ ὁ κατελθὼν Υἱὸς τοῦ Θεοῦ, αὐτὸς ἀνῆλθεν Υἱὸς ἀνθρώπου γενόμενος· ἀπαθὴς γὰρ καὶ ἀθάνατος μετὰ τὴν ἀνάστασιν γενομένη ἡ σάρξ, διὰ τὴν πρὸς τὸν Λόγον κοινωνίαν ἀδιαίρετός ἐστιν ἐν αὐτῷ ἠξιω μένη καθέδρας. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν. Ὁ καταβὰς αὐτός ἐστιν, καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα τῇ γὰρ θεότητι καὶ πρότερον τὰ πάντα ἐπλήρου· ὡς πανταχοῦ παρὼν καὶ τὰ πάντα-πληρῶν· ὕστερον δὲ διὰ τὴν ἡμῶν σωτηρίαν ἄνω ὢν εἰς τοὺς οὐρανούς, κατέβη σαρκούμενος εἰς τὴν γῆν, καὶ ὑψώθη ἑκουσίως ἐν τῷ σταυρῷ· καὶ θανών τῇ σαρκὶ, εἰς τὸν ἄδην κατῆλθε· καὶ ἀναστάς, ἀνελήφθη ἐν δόξῃ· καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα, καὶ ἐν σαρκὶ τῆς δεσποτείας αὐτοῦ καὶ τῆς ἐνεργείας, αὐτός ἐστιν ὁ εἷς τῆς Τριάδος· ὁ μονογενής Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ· καὶ ἴσος.ὢν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, γέγονεν ἄνθρωπος· ἐν δυσὶ τελείαις φύσεσι καὶ ἐνεργείαις καὶ μετὰ σώματος συνεδριάζει τῷ Πατρί καὶ πάλιν ἐλεύσεται μετὰ δόξης, δν τρόπον καὶ ἀνε λήφθη, τοῦ κρίναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ τέλος οὐκ ἔσται. Ινα δὲ μὴ ἀκούσαντες ὅτι κατέβη νομίσωμεν ὅτι ὡς κατελθών, οὐκ ἔστι λοιπὸν ἐν οὐρανῷ· διὰ τοῦτο λέγει, ὢν ἐν τῷ οὐρανῷ· μὴ γὰρ ἐπειδὴ ἠκούσατε ὅτι κατέβη, φησίν, νομίσητε μὴ εἶναι ὡς ἐν τῷ οὐρανῷ, ἀλλὰ καὶ ἐνταῦθα πάρειμι σωματικῶς· κἀκεῖ συγκάθημαι τῷ Πατρὶ θεϊκῶς. Δεσπότης " γὰρ πάντων ὑπάρχων καὶ Κύριος· οὔτε τὰ ἄνω κατέλιπε, καὶ πρὸς ἡμᾶς ἐπεδήμησεν, ἵνα πάντοθεν τὸ πάντα ἀνασώσηται.
col. 257–258page 5 of 15
PG 150:257Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρή μῳ, οὕτως ὑψωθῆναι δεῖ τοῦ Υἱὸν ἀνθρώπου ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπώληται, ἀλλ' στη ζωὴν αἰώνιον προεσήμανε την σταύρω πιν αὐτοῦ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν δεικνὺς ὅτι προγια νώσκει ταύτην· καὶ λοιπὸν ἑκουσίως ἐπὶ τὸ πάθος ἔρχεται διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Οὐ λέγει δὲ προφανῶς καὶ καθαρῶς ὁ Κύριος, ὅτι Μέλλω σαυρωθῆναι, ἀλλὰ τοῦ ὄφεως μέμνηται τῆς πα λαιᾶς ἱστορίας· ἅμα μὲν διδάσκων ἡμᾶς, ὅτι συγ γενῆ εἰσι τὰ παλαιὰ τοῖς καινοῖς, καὶ εἷς καὶ αὐτός ἐστιν ὁ νομοθέτης τῆς Παλαιᾶς τε καὶ Νέας Διαθήκης ἅμα δὲ καὶ παιδεύων, ὅτι εἰ καὶ πρὸς εἰκόνα χαλ κὴν ὄψεως βλέποντες οἱ Ἰουδαῖοι τὸν σωματικόν, καὶ πρὸς καιρὸν θάνατον ἔφευγον, πολλῷ μᾶλλον ἡμεῖς εἰς τὸν ἐσταυρωμένον βλέποντες Κύριον τῆς δόξης καὶ πιστεύοντες εἰς αὐτὸν, τὸν αἰώνιον θάνατ τον ἐκφύγουμεν τῆς ψυχῆς. Ἡ δὲ περὶ τοῦ ὄψεως ἱστορία κεῖται μὲν ἐν ᾿Αριθμοῖς, ἔχει δὲ οὕτως Κατελάλησαν οἱ Ἰουδαῖοι ἐν τῇ ἐρήμῳ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ· 'Η δὲ ψυχὴ ἡμῶν προσε ώχθησεν, ἐν τῷ ἄρτῳ τούτῳ τῷ ἀδιακένῳ, τῷ μάννα δηλαδή· καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαὸν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ. Καὶ παρ ραγενόμενος ὁ λαὸς πρὸς Μωσήν ἔλεγον· ἡμαρτήκαμεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εἶξαι οὖν πρὸς τὸν Θεὸν, καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν. Καὶ ηύξατο Μωσῆς· καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ποίησον σεαυτῷ ὄφιν· καὶ θὲς αὐτὸν ἐπὶ σημείου ἢ ἐπὶ ξύλου, καὶ ἔσται ἐὰν δάκῃ όφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. Προσέχετε ἐνταῦθα ἀκριβῶς, ἀδελφοί μου, καὶ ὁρᾶτε, παρακαλῶ, τὸν τύπον πρὸς τὴν ἀλήθειαν. Ἐκεῖ ὄφεως ὁμοίωμα, εἶδος μὲν ἔχον θηρίου, τὸν ἰὸν δὲ οὐκ ἔχον οὕτω κἀνταῦθα ἄνθρωπος ὁ Κύριος, ἀλλὰ ἁμαρτ τίας τοῦ ἐλεύθερος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρ τίας ἐλθὼν, τοῦτ' ἔστιν ἐν ὁμοιώματι σαρκὸς ἁμαρ τία ὑποκειμένης, ἀλλ᾽ οὐχὶ σὰρξ ἁμαρτίας ὑπάρχων καὶ τότε μὲν οἱ ὁρῶντες. σωματικοῦ, καὶ προσκαίρου θανάτου ἐρεύοντο· ἡμεῖς δὲ ψυχικὸν καὶ αἰώνιον ἐκφύγωμεν θάνατον· καὶ τότε μεν δήγε ματα ἔφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις· νῦν δὲ τοῦ νοητοῦ δράκοντος τὰς καθ' ἡμῶν θανασίμους πληγάς θεραπεύει ὁ Χριστὸς ἐν τῷ σταυρῷ ὑψωθείς· ἐκεῖ δ τοῖς σωματικοῖς ὀφθαλμοῖς βλέπων ἐθεραπεύετο, ἐνταῦθα δὲ ὁ τοῖς νοεροῖς ὁρῶν ὄμμασι πάντα τὰ ἁμαρτήματα ἀποτίθεται· ἐκεῖ χαλκὸς τὸ κρεμάμε ναν ἦν εἰς σχῆμα όφεως διατυπωθέν· ἐνταῦθα σῶμα Δεσποτικὸν, ὑπὸ τοῦ ἁγίου Πνεύματος κατασκευασθὲν· ὅρις ἔδακνεν ἐκεῖ, καὶ ὄφις ἰπτο· οὕτω καὶ ἐνταῦθα θάνατος ἀπώλεσε, καὶ θάνατος ἔσωσεν· ἀλλ᾽ ὁ μὲν δάκνων καὶ ἀπολλὺς ὄφις τὸν εἶχεν ὁ δὲ χαλκοῦς καὶ σώζων καθαρὸς ἦν· καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν. Ο γὰρ ἀπολλὺς θάνατος τοῦ ᾿Αδάμ ἁμαρτίαν εἶχεν, ὥσπερ τὸν τὸν ὁ ὄφις· ὁ δὲ τοῦ Δεσπότου θάνατος ἁμαρτίας πάσης ἀπήλλακτο, ὥσ ε
col. 259–260page 6 of 15
PG 150:259περ ό χαλκοῦς ὁ ὄφις ἰοῦ. Διὰ τοῦτο τοίνυν όμως ματικῶς εἶπεν· Οτι καθὼς Μωσῆς ὕψωσε τὸν ὅριν, καὶ τὰ ἑξῆς· ὥσπερ γὰρ ἐκεῖνος ὕψωσε τὸν ὄριν, ἵνα οἱ ἀτενίζοντες εἰς αὐτὸν ἔχωσι ζωήν· οὕτω καὶ ὁ Χριστὸς ὑψώθη, ἵνα οἱ ἀτενίζοντες εἰς αὐτὸν, ἤγουν οἱ πιστεύοντες, ἔχωσι ζωὴν αἰώνιον. Αλλ' όρις μὲν ἐκεῖ, διὰ τοὺς δάκνοντας ὄφις· ἄνθρωπος δὲ ἐνταῦθα διὰ τοὺς δακνομένους ἀνθρώπους· καὶ ἐκεῖ μὲν ἐπειδὴ δι' όφεως ή βλάβη, δι' όφεως καὶ ἡ θερα πεία· ἐνταῦθα δὲ, ἐπειδὴ δι᾿ ἀνθρώπου ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, δι' ἀνθρώπου καὶ ἡ ζωὴ παρεγένετο. Αμαρτίαν γὰρ οὐκ ἐποίησεν ὁ Κύριος δ Οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Ὑψωθῆναι ἀκούοντες, νοεῖν μὲν ὀφείλομεν τὸ κρεμασθῆναι· ἐφ' ύψους γὰρ ἐκρεμάσθη ὁ Σωτὴρ ἡμῶν, ἵνα καὶ τὴν ἀέρα ἁγιάσῃ, ὁ τὴν γῆν ἁγιάσας διὰ τοῦ ἐπ' αὐτῆς περιπατῆσαι· νοεῖν δεῖ καὶ τὸ δοξασθῆναι· καὶ γὰρ ὄντως ὕψος καὶ δόξα τοῦ Χριστοῦ γέγονεν ὁ σταυ ρός· ἐν ᾧ γὰρ ἐδόκει κατακριθῆναι ὁ Κύριος· ἐν τούτῳ κατέκρινε τὸν ἄρχον τοῦ κόσμου τούτου. Καὶ τοῦτό ἐστι ὅ φησι Παῦλος· Αποδυσάμενος τὰς ἀρχὰς καὶ ἐξουσίας· ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας αὐτὰς ἐν αὐτῷ. Οἷόν τι λέγω· ὁ Ἀδὰμ δικαίως ἀπέθανεν· ἥμαρτεν γάρ μέχρι μὲν οὖν τῆς τοῦ Κυρίου σταυρώσεως, δικαίως κατεκράτησεν τῶν ἀνθρώπων ὁ θάνατος· ἐπεὶ δὲ ἀναμάρτητος εὑρέθη ὁ Κύριος, τὸ λοιπὸν οὐκ εἶχεν ἐπ' αὐτῷ δίκαιον ὁ διάβολος ἵνα θανατώσῃ αὐτόν· ὥστε ἐπειδὴ ἀδίκως ἐθανατώθη, ἐνίκησε τὸν θανατώσαντα αὐτὴν καὶ οὔτ τω; ἐλευθέρωσε τὸν Ἀδὰμ ἐκ τοῦ θανάτου, τοῦ δι καίως ἐπαχθέντος αὐτῷ, ὡς ἁμαρτήσαντι. Ινα δὲ καὶ σαφέστερον ᾖ, ἐπὶ παραδείγματος αὐτὸ ποιήσωμεν φάνερον. Εστω τις βίαιος τύραννος, πάντας τοὺς ἐμπίπτοντας εἰς τὴν αὐτοῦ χεῖρα μυσ ρίοις περιβάλλων κακοῖς· οὗτος ἐὰν συμβαλών βασι λεῖ ἡ υἱῷ βασιλέως ἀνέλῃ αὐτὸν καὶ θανατώσῃ ἀδί πως, ὁ ἐκείνου θάνατος καὶ τοὺς ἄλλους ἐκδικῆσαι δυνήσεται· καὶ πάλιν ἔστω τις δανειστὴς ἀπαιτῶν, καὶ τυπτέτῳ, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· εἶτα ἐκ τῆς αὐτῆς ὑπονοίας καὶ τὴν οὐδὲν ὀφείλοντα ὑπὸ τὴν αὐτὴν εἰρκτὴν καὶ τιμωρίαν ἀγέτω, οὗτος καὶ ὧν εἰς τοὺς ἄλλους ἐποίησε, δώσει δίκην· ἀναιρήσει γὰρ καὶ φονεύσει αὐτὸν ἐκεῖνος ὡς ἀδίκως δεσμευθεὶς καὶ τιμωρηθείς. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ὧν γὰρ εἰς ἡμᾶς ἐποίησεν ὁ διάβολος, δι ὧν εἰς τὸν Χριστὸν ἐτόλμησε, δέδωκε δίκας· κατήργηται γὰρ καὶ κατεβλήθη τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ αἰχμάλωτος γέγονε. Καὶ ἄλλως δὲ δύο ἦσαν τὰ κρατοῦντα τοῦ ἀνθρωπίνου γένους, ἡδονὴ καὶ λύπη. Διά τούτων τοίνυν τῶν δύο ἐλθὼν ὁ Κύριος αήττητος εὑρέθη καὶ ἀνίσ κητος. Προσέβαλε γὰρ αὐτῷ πρότερον ἐν τῷ ὄρει ὁ πειράζων ἡδονῆς, εὑρὼν δὲ ταύτην ἀνάλωτον ὕστερον τὸ μέγα μηχάνημα την λύπην προσήγαγεν, ἵνα κάν διὰ ταύτης κρατήσει αὐτοῦ· καὶ διὰ τούτου πάντας κατὰ τοῦ Χριστοῦ παρεκίνησεν ὁ ἐχθρὸς καὶ διάδο
col. 261–262page 7 of 15
PG 150:261λος· τοὺς μαθητάς αρνήσασθαι παρεσκεύασεν, τοὺς στρατιώτας ἐμπαίζειν αὐτῷ τοὺς παραπορευομένους βλασφημεῖν καὶ ἁπλῶς τοὺς Ἰουδαίους διήγειρε καὶ παρώτρυνε συκοφαντῆσαι τοῦτον καὶ καταδικάσαι ὡς κακοῦργον καὶ θανατῶσαι· ἀλλὰ καὶ οὕτως εὗρεν αὐτὸν ἀήττητον καὶ ἀὶ ἀλωτον. Οὐδὲ γὰρ ἡδυ νήθη ἐν τῷ σταυρῷ λύπῃ πεῖσαι τὸν Κύριον μισῆσαι. τοὺς σταυροῦντας, ἀλλὰ ἠγάπησε τούτους καὶ ὑπερ τύχετο λέγων· Μὴ στήσῃς αὐτοῖς, ὦ Πάτερ, τὴν ἁμαρτίαν ταύτην. Ορᾶτε, πώς νενίκηκεν ὁ Χριστὸς, ἐν ᾧ ἐδόκει νικᾶσθαι. Οὕτως οὖν καὶ ὕψωσις αὐτοῦ καὶ δόξα γέγονεν· ὁ σταυρό; ἔλαβε γὰρ αἰχμάλωτον τὸν διάβολον, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν, καὶ τὴν ἁμαρτίαν, καὶ ἡμᾶς δὲ τοὺς ὑπὸ τῷ διαβόλω κεκρατημένους καὶ δεδουλε μένους ὄντας καὶ τῷ θανάτῳ καὶ τῇ ἀρᾷ καὶ τῇ ἁμαρτίᾳ ἐνεχομένους ἠλευθέρωσε· καὶ ζωῆς καὶ σωτηρίας ὁδὸν ἡμῖν ἐχαρίσατο, και μυστηρίων μετό χου; ἐποίησε, καὶ χαρισμάτων καὶ δωρεῶν πνευματ τικῶν ἀπολαύειν ἠξίωσε. Ταῦτα τοίνυν εἰδότες ἀγαπητοί, ταπεινωθῶμεν καὶ ἡμᾶς ὑπὸ τὴν κραταιὰν καὶ δυνατὴν χεῖρα τοῦ Θεοῦ, ὅτι πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ τοὺς ταπεινοφρονοῦντας ἐγερεῖ δόξῃ ὁ Κύ ριος, καὶ μακάριος ἄνθρωπος ὁ τὸν βίον ἔχων ύψη. λόν, ταπεινὸν δὲ τὸ φρόνημα· μὴ τὰ ὑψηλὰ τοίνυν φρονῶμεν, ἀλλ᾽ ἑαυτοὺς ταπεινώσωμεν. ἀκολουθήσωμεν Χριστῷ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ λυτρωτῇ καὶ Σωτῆρι ἡμῶν, τὴν τούτου σταυρὸν ἐπ᾽ ὤμων ἀρά μενοι· και, τὰ σαρκικὰ νεκρώσωμεν κινήματα και φρονήματα τῷ θανάτῳ αὐτῷ συμμορφούμενοι, ὡς ἂν δυνηθῶμεν καὶ ἡμεῖς κατὰ τὸν θεῖον Παῦλον εἰς πεῖν· Ζῶμεν δὲ οὐκ ἔτι ἡμεῖς· ζῇ δὲ ὁ Χριστὸς ἐν ἡμῖν· καὶ, Μὴ γένοιτο ἡμῖν καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου· ἀπαρνησώμεθα επι τοὺς, καὶ μηδὲν τοῦ Χριστοῦ προτιμότερον ἡγησώμεθα, μὴ πλοῦτον, μὴ τρυφήν, μὴ δόξαν, μὴ σωματ τικὴν ἡδονὴν, μὴ αὐτὴν τὴν παροῦσαν ζωήν· ἀλλὰ καὶ ταύτης καταφρονήσωμεν, πάντα προθύμως τα τοῦ Θεοῦ προστάγματα ἐκτελέσωμεν· ἔχομεν γὰρ καὶ ἡμεῖς διώκτας πικρούς, τοὺς ὁρατούς, καὶ ἀορά τους εχθρούς, καὶ πολεμίους, πειράζοντας καὶ θορυ βοῦντας ἡμᾶς καθ' ἑκάστην, καὶ λυποῦντας, καὶ ἐκταράττοντας, καὶ τὰς ἐντολὰς καὶ τὰ προστάγματα τοῦ Χριστοῦ κωλύοντας διαπράττεσθαι. Μή οὖν μαλακισθῶμεν, παρακαλώ, μηδὲ χαυνωθῶμεν, καὶ ἐνδώμεν τοῖς τούτων παλαίσμασιν, ἀλλὰ γεν ναίως καὶ μετὰ ἀνδρικοῦ τοῦ φρονήματος ἀντιπαραταξώμεθα πρὸς αὐτοὺς καὶ ἀγωνισώμεθα, ένα καὶ τῆς ἀτελευτήτου εὐκλείας ἐπιτύχωμεν, καὶ τῆς τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεως ἐν Χριστῷ 1 σοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Sermon of John Kalekas, Patriarch of Constantinople, on the Third Sunday of Lent, or the Adoration of the CrossSermo Joannis Calecae Cp. patriarchae in tertiam jejuniourm Cominicam, seu adorandae crucis

col. 263–264page 8 of 15
Sermo Joannis Calecæ Cp. patriarchæ in tertiam jejuniourm Cominicam, seu adorandæ crucis
PG 150:263ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΑΛΕΚΑ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΕΙΣ ΤΗΝ ΤΡΙΤΗΝ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΚΥΡΙΑΚΗΝ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ. Προτυπῶν καὶ προδιαγράφων ὁ μακάριος Μωϋσης τὸν ζωοποιόν καὶ θεῖον σταυρόν, βάσδῳ τὴν Ἐρυθράν διέτεμε θάλασσαν, καὶ τοὺς Ἑβραίους ἀβρόχως καὶ ἀκινδύνως διεβίβασεν. ὡσεὶ τεῖχος γὰρ ἐγένετο τὰ ὕδατα ἑκατέρωθεν, καὶ μετὰ τὴν τῶν Ἑβραίων διάβασιν τὴν θάλασσαν πάλιν διὰ τῆς ῥάβδου εἰς τὴν προτέραν ἀποκατέστησεν ἕνωσιν, καὶ τὸν ὑπερήφανον καὶ ἀλαζόνα Φαραώ πανστρατὶ τῷ τῆς θαλάσσης βυθῷ συνεκάλυψε. Καὶ ἐν τῇ ἐρήμῳ διὰ τῆς ῥάβδου τὰ παρὰ τῆς Μέρας κατεγλύκανε νάματα, καὶ ἐκ πέτρας ἀνίκμου ὕδωρ ἀναβλύζειν παραδόξως διὰ τῆς ῥάδου ἐποίησε· καὶ διψώντα τὸν λαὸν επότισε καὶ ἐχόρτασεν. Πρὸ δὲ τούτων τῶν θαυμασίων, τὴν Αἴγυπτον ὁ Μωϋσῆς διὰ τῆς ῥάβδου ἐκό λασε, καὶ τὸ ὕδωρ εἰς αἷμα μετέστρεψε, καὶ πάλιν τὸ αἷμα εἰς ὕδωρ μετέβαλε, καὶ τὰ πολλὰ καὶ μεγάλα ἐκεῖνα τεράστια κατειργάσατο. Εἰ δὲ ἡ ῥάβδος ἐκείνη τύπον μόνον καὶ σε: ἀν διαγράφουσα τοῦ ἁγίου σταυροῦ, τοσούτων καὶ τοιού των θαυμάτων γέγονεν αυτουργός, τί οὐκ αν ἀπεργάσηται καὶ ποιήσῃ αὐτὸς ὁ ζωοποιὸς καὶ θεῖος σταυρός, οὐ συμβολικῶς νῦν καὶ αἰνιγματωδώς προτυπούμενος καὶ προχαραττόμενος, αὐτοψ: δὲ καθορώμενος, καὶ παρ' ἡμῶν προσκυνούμενος και τιμώμενος; Αὐτὸς ὁ ζωοποιός σταυρὸς τὸν νοητὸν Φαραὼ, τὸν ἀντίδικον ἡμῶν διάβολον καὶ ἀρχέκακεν ἐχθρὸν, τῇ πολλῇ παραδώσει πληγῇ, καὶ τὰς τῶν ἀοράτων καὶ ὁρατῶν δαιμόνων στρατιάς καταποντίσει, καὶ κατακλύσει καθ᾿ ἡμῶν ἐπεγειρομένας, καὶ πολεμούσας, καὶ θορυβούσας, καὶ συγχεούσας ἡμᾶς. Αὐτὸς ὁ ζωοποιός σταυρὸς τῶν παθῶν τὴν θάλασσαν
col. 265–266page 9 of 15
PG 150:265ἀβρόχως κα. ἀκινδύνως διαβῆναι ἡμᾶς παρασκευάσει, καὶ τὸν καθ᾿ ἡμῶν ἐγειρόμενον κλύδωνα, καὶ τὸν τάραχον κατευνάσει, καὶ ἔνδιον καταστήσει καὶ γαληνόν· καὶ τὸν παρόντα βίον ἡμῶν εὐκολώτατον καταπραΰνεῖ καὶ ἐξημερώσει, καὶ τὸ λοιπὸν τῆς ζωῆς ἡμῶν εἰρηνικῶς διατελέσαι παρασκευάσει καὶ ἀταράχως. Αὐτὸς ὁ ζωοποιός σταυρὸς τὴν πικρίαν, καὶ τὴν ὀδύνην τῶν συμφορῶν, καὶ τῶν ἀναγκών ἡμῶν, καὶ τῶν ἄλλ᾽ ἐπ' ἀλλήλων κινδύνων, καὶ βλέψεων, καὶ πειρασμῶν τῶν ἐπισυμβαινόντων ἡμῖν ἀπό τε τῶν νοητῶν καὶ τῶν αἰσθητῶν ἐχθρῶν, εἰς γλυκύτητα μεταβαλεῖ καὶ πνευματικὴν ἡδονὴν, παρακαλέσει, καὶ παραμυθήσεται, καὶ ἀναστήσει τὰς ἡμετέρας ψυχὰς καταπιπτούσας ὑπὸ τῆς ἀθυμίας, καὶ θλίψεως. Αὐτὸς ὁ ζωοποιός σταυρὸς ὕδωρ ἀναβλύσει, καὶ πηγάσει ἡμῖν ἐκ πέτρας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ τὴν φλόγα τῶν πειρασμῶν κατασβέσει, καὶ ὑπὲρ μέλι καὶ ἔλαιον καθηδυνεῖ καὶ ἱλαρυνεῖ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα, καὶ τὴν δίψαν ἡμῶν καταπαύσει, ὥστε μηκέτι διψαν. Ο γὰρ ἐξ αὐτοῦ πίνων οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ ποταμοί ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος, καθὼς αὐτὸς ἀπεφήνατο, ἡ αὐτοαλήθεια Χριστός, ὁ Θεὸς ἡμῶν. Τοῦτον τὸν θεῖον καὶ ζωοποιὸν σταυρὸν, ἀγαπητοί, οἱ ἅγιοι καὶ θειότατοι Πατέρες ἡμῶν καὶ διδάσκαλοι φρουρὸν καὶ φύλακα ἔχοντες, καὶ τεῖχος καὶ ὀχύρωμα τῶν εὐσεβῶν εἰδότες ἀκαταίσχυντον, ἐν τῇ μέσῃ ἑβδομάδι τῶν νηστίμων ἡμερῶν προτίθεσθαι διωρίσαντο, καὶ παρὰ τῶν πιστῶν προσκυνεῖσθαι καὶ τιμᾶσθαι καὶ κατασπάζεσθαι διετάξαντο, ὥστε τὰ μὲν κατορθωθέντα πνευματικὰ τῆς ἀρετῆς ἔργα παρὰ τῶν ἀγωνιστῶν τῆς ἐγκρατείας φυλάττειν καὶ συντηρεῖν βέβαια καὶ ἀσάλευτα, τὰ δὲ μέλλοντα κατορθωθῆναι, συνεργεῖν καὶ συγκροτεῖν καὶ συνιστᾷν αδιάπτωτα καὶ ἀκράδαντα. Διὰ τοῦτο καὶ ἡμεῖς τὸν τοῦ Κυρίου σταυρὸν συνεργὸν ἐπικαλεσάμενοι, τὸν προκείμενον ἀγῶνα τῆς νηστείας διανῦσαι καὶ πληρῶσαι σπουδάσωμεν, πάντα τα σαρκικά σταυ ροῦντες καὶ νεκροῦντες παθήματα καὶ κινήματα, καὶ τοῖς τοῦ Κυρίου προστάγμασι καὶ ἐντάλμασιν ἐπακολουθεῖν ἐπειγώμεθα μετὰ προθυμίας πολλῆς καὶ ζεούσης τῆς προαιρέσεως, ὡς καὶ ἡ παρὰ τοῦ θεσπεσίου Μάρκου εὐαγγελική παραίνεσις σήμερον ἡμῖν ὑποτίθησιν· ἔχει δὲ οὕτως Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Εἰ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἀνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἔνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν ἑαυτοῦ; Ο κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ήκουσε τοῦ Κυρίου λέγοντος, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· καὶ ὡς πανταχού θερμότερος τῶν ἄλλων μαθητῶν, καὶ
col. 267–268page 10 of 15
PG 150:267À ἐνταῦθα τοιοῦτος φαίνεται. Καὶ ἔλεγε τῷ Χριστῷ "Ιλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. 'Ο δὲ Χριστὸς εἶπεν αὐτῷ· Υπαγε ὀπίσω μου, Σατανά, σκανδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Διὰ ταῦτα προσκαλεῖται τὸν Πέτρον ὁ Χριστὸς, καὶ ἐν ἐπηκόῳ πάντων πρὸς αὐτὸν τὸ πλέον ἀποτεινόμενος λέγει· Σὺ μὲν, ὦ Πέτρε, ἐπιτιμῇ; καὶ κωλύεις καὶ μέμφῃ μοι, ὅτι σταυρὸν θέλω, καὶ αἱροῦμαι τὸν ἐπονείδιστον θάνα τον· ἐγὼ δὲ λέγω σοι ὅτι οὐδὲ σύ, οὐδὲ ἄλλος τις σωθήσεται, ἐὰν μὴ ἀποθάνῃ ὑπὲρ τοῦ καλοῦ καὶ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης. Ο γὰρ ὑπὲρ δικαιοσύνης θάνατος κοινωνοὺς ἡμᾶς καὶ κληρονόμους τῆς βασιλείας τῶν οὐρανῶν ἀποδείκνυσιν. Οὐκ εἶπε δὲ ὁ Χριστὸς ὅτι, Κἂν βούλησθε, κἂν μὴ βούλησθε ποιῆσαι τοῦτο καὶ παθεῖν, λέγω ὑμῖν, καὶ ἀναγκάζω ἀκολουθῆσαί μοι, ἀλλ', Εἴ τις θέλει καὶ μετὰ προαιρέσεως ἔρχεται, ἐκεῖνος καὶ ἀκολουθείτω. Οὐ γὰρ τυραννῶ, φησὶν, οὐδὲ βιάζομαι, ἀλλ᾽ ἕκαστον κύριον ἀφίημι τῆς αὐτοῦ προαιρέσεως. Ἐπὶ ἀγαθὰ γὰρ καλῶ τοὺς ἀνθρώπους ἐλθεῖν, ἐπὶ βασιλείαν οὐρανῶν ἀτελεύτητον, ἐπὶ τρυφὴν ἀκατάλυτον, ἐπὶ ἀνάπαυσιν διηνεκή. Εἴ τις οὖν θέλει, εἴτε ἀνὴρ εἴτε γυνή, είτε πένης εἴτε πλούσιος, εἴτε ἄρχων εἴτε ἀρχόμενος, ταύτην ἐρχέσθω τὴν καλὴν ὁδὸν καὶ ἀκολουθείτω μοι. Εἴ τις δὲ οὐ θέλει, οὐδὲ ἄξιός ἐστιν ἀκολουθῆσαί μοι. Ακαταναγκαστον ποιεῖ τὸν λόγον ὁ Κύριος τοῖς βουλομένοις ἀκολουθεῖν αὐτῷ. Ἐπεὶ ὁ μὲν βιαζόμενος ἀποτρέπει πολλάκις, οὓς ἂν βιάζηται· ὁ δὲ ἀφεὶς τοὺς ἀκούοντας εἰς τὴν τούτων προαίρεσιν, μᾶλλον ἐφέλκεται τούτους. Διὰ τοῦτο, τις θέλει, φησί. Μεγάλα γάρ εἰσιν ἀγαθὰ, ἃ παρέχει ἡμῖν ὁ Δεσπότης, καὶ τοιαῦτα ὥστε καὶ ἐπιτρέχειν εκόντας ἡμᾶς, καὶ μὴ ἀναβάλλεσθαι. Οὐδὲ γάρ, εἴ τις χρυσίον ἐδίδου, καὶ θησαυρὸν προς τίθει πολύολβον, μετά βίας εκάλεσεν ἄν. Εἰ δὲ πρὸς ἐκεῖνα τὰ παρερχόμενα καὶ φθειρόμενα, οὐ μετά βίας, ἀλλὰ καὶ δυσχεραίνομεν μὴ καλούμενοι, πολλῷ μᾶλλον ἐπὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ τὰ ἀκήρατα καὶ αιώνια σπουδάζειν ὀφείλομεν, καὶ μετὰ προαιρέσεως ἔρχεσθαι. Εἰ μὴ γὰρ αὐτὴ ἡ τοῦ πράγματος φύσις πείθει ἡμᾶς προσδραμεῖν εἰς τὰ ὄντως ἀγαθὰ καὶ σωτήρια, οὐδὲ λαβεῖν ἐσμεν ἄξιοι· ἂν δὲ λάβωμεν μετ' ἀνάγκης καὶ βίας, οὐ βεβαίως ταῦτα φυλάξο μεν. Διὰ τοῦτο οὐκ ἀναγκάζει ὁ Χριστὸς, ἀλλ' εἴ τις < βούλεται ἀκολουθεῖν, τοῦτον καλεῖ, καὶ τοῦτον προσ δέχεται. 'Εάν θέλητε, φησὶ, καὶ ἀκούσητέ με. Πρότερόν ἐστι θελῆσαι, καὶ τότε εἰσακοῦσαι. Εἰ δὲ οὐ θελήσομεν, οὐδὲ εἰσακοῦσαι δυνάμεθα. Πάντα γὰρ τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἐν τῇ προαιρέσει ἡμῶν κεῖται. Τὸ μὲν οὖν ἀκολουθεῖν ἐστι τὸ πιστεύειν εἰς αὐτὸν τὸν καλοῦντα ἡμᾶς Κύριον Ἰησοῦν Χριστόν. Τὸ δὲ, ὀπίσω μου, δηλοῖ τὴν τῶν ἐντολῶν αὐτοῦ ἐργασίαν καὶ τήρησιν. Τοῦτο γάρ ἐστι τὸ ὄντως ἀκολουθεῖν τῷ Χριστῷ, τὸ μὴ μόνον πιστεύειν εἰς αὐτὸν, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ πάσχειν, καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι. Τὸν οἰκεῖον δὲ βίον ὁ Σωτὴρ ἡμῶν ἔθηκεν ὑπογραμμὸν καὶ τύπου
col. 269–270page 11 of 15
PG 150:269πολιτείας ἀρίστης τοῖς θέλουσιν αὐτῷ πείθεσθαι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω. Ακολούθησιν λέγω τὴν ἀκριβῆ τῆς ἐν σαρκὶ πολιτείας αὐτοῦ κατὰ τὸ ἐγχωροῦν μίμη σιν. Απαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυ ρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τρία εἰσὶ τὰ σταυρὸν αὐτοῦ, καὶ τὸ ἀκολουθῆσαι. λεγόμενα, τὸ ἀπαρνήσασθαι ἑαυτὸν, τὸ ἆραι τὸν Τὸ ἑαυτὸν ἀπαρνήσασθαί ἐστι τὸ ἀνηλεῶς τοῖς κινδύνοις ἑαυτὸν ἐκδοῦναι, καὶ μηδὲν ἔχειν κοινὸν πρὸς ἑαυτὸν, ἀλλ᾿ ὥσπερ ἄλλου πάσχοντος, οὕτω διακείσθαι. "Ωσπερ γὰρ εἴ τις ἀρνήσεται ἕτερον, και μαστιζόμενον ἴδῃ τοῦτον, κἂν στρεβλούμενον, κἂν πρὸς θάνατον ἀπαγόμενον, οὐ βοηθεῖ αὐτῷ, οὐδὲ παρίσταται, οὐδὲ πάσχει τι πρὸς αὐτόν· οὕτω θέλει καὶ ἡμᾶς ὁ Θεὸς, κἂν μαστιζώμεθα, κἂν καιώμεθα, κἂν ἀποθνήσκωμεν, μή φείδεσθαι, μηδὲ ἐλεεῖν ἑαυτούς· ἀλλ' ὥσπερ μὴ ἔχειν τι κοινὸν τὴν ψυχὴν πρὸς τὸ σῶμα, οὕτω διακεῖσθαι καὶ ἐκδιδόναι αὐτὸν τοῖς κινδύνοις καὶ ταῖς ἄλλαις τιμωρίαις ὑπὲρ τῆς ὁμολογίας τοῦ Χριστοῦ, καὶ τῆς δικαιοσύνης, καὶ τῆς ἀληθείας. Αρνησίς ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη, ἡ ἀναχώρησις τῶν οἰκείων θελημάτων, ἡ νέκρωσις τῶν μελῶν ἡμῶν τῶν ἐπὶ τῆς γῆς, καὶ τὸ ἐπιθυμητικῶς, καὶ τὸ ἑτοίμως διακεῖσθαι πρὸς πάντα κίνδυνον καὶ θάνα τον τὸν ὑπὲρ Χριστοῦ. ᾿Αρνείται τις ἑαυτὸν, ὅταν τὸν ίδιον βίον, πρότερον κατὰ κακίαν γεγενημένον, τῇ ἀξιολόγῳ μετανοίᾳ καὶ μεταβολῇ ἐπιστρέψῃ καὶ διορθώσηται. Οἷον ὁ πάλαι ἀκόλαστος ἀρνεῖται ἑαυ τὸν ἄκολαστον, σωφρονήσας· καὶ ὁ πάλαι ἄδικος ἀρνεῖται ἑαυτὸν ἄδικον, δικαιοπραγήσας· καὶ ἁπλῶς πάσης ἁμαρτίας ἀποχὴ ἄρνησίς ἐστιν ἑαυτοῦ, ὀπίσω Καὶ ἵνα μὴ νομίσωμεν ὅτι μέχρις ὕβρεως καὶ πληγῶν καὶ ὀνειδισμῶν ἀπαρνείσθαι προστάσσει ὁ Κύριος, προσέθηκε· Καὶ ἀράτω τὸν σταυρὸν αὐτ τοῦ· δηλῶν μέχρι πόσου ἀπαρνεῖσθαι ὀφείλομεν, ὅτι μέχρι θανάτου, καὶ θανάτου ἐπονειδίστου· καὶ οὐ μόνον τρυφῆς καὶ δόξης καταφρονεῖν ὑπὲρ Χρι στοῦ, ἀλλὰ καὶ μέχρις αἵματος ἀντικαθίστασθαι, καὶ πάντα φέρειν γενναίως, καὶ ἐν τούτῳ μᾶλλον ἀγάλ λεσθαι. Τὸ ἆραι δὲ τὸν σταυρόν ἐστι τὸ ἀπροσπαθῶς ἔχειν πρὸς τὴν παροῦσαν ζωὴν, καὶ πρὸς τὸ ἀπό κρίμα θανάτου ὁμοίως διακεῖσθαι, ὥστε μὴ ἑαυτὸν πεπονθέναι, ἀλλὰ νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντα η δὲ τῷ Χριστῷ. Τοῦτο δὲ γίνεται ἐκ τῆς τῶν ἔξωθεν ἀλλοτριώσεως, οἷον κτημάτων, πλούτου, δόξης μας ταίας, καὶ πάσης τῶν ἀνωφελῶν προσπαθείας. Και θὼς καὶ οἱ ἅγιοι ἀπόστολοι ἐποίησαν, καὶ ἐδίδαξαν, ὑποδείξαντες ἡμῖν τὸν δρόμον τῆς σωτηρίας. Αφέν τες γὰρ πάντα ἡκολούθησαν τῷ Χριστῷ· οὐ μόνον δὲ οἱ ἀπόστολοι, ἀλλὰ καὶ οἱ μάρτυρες, καὶ οἱ ὅσιοι, καὶ οἱ δίκαιοι. 'Ανδρῶν τε καὶ γυναικῶν χορείαι εἰς μυρίους κινδύνους ἐξέδωκαν ἑαυτούς· ἀλλὰ καὶ ἐσταυρώθησαν ὑπὲρ Χριστοῦ. Ἕτερος δὲ θάνατος οὐκ ἦν ἄδοξος καὶ ἄτιμος οὕτως καὶ ἐπονείδιστος, ὡς ὁ διὰ σταυροῦ. Ἐπονείδιστος γὰρ ἐδόκει ὁ σταυ ρός τότε καὶ ἄτιμος. φέρουσα τοῦ Χριστοῦ.
col. 271–272page 12 of 15
PG 150:271Οὐκ εἶπε δὲ ὁ Κύριος, ἆραι τὸν σταυρὸν ἁπλῶς, ἀλλὰ τὸν σταυρὸν αὐτοῦ λέγει, τουτέστι τὸν ὀφει λόμενον θάνατον, δν ἔχει χρέως καθ' ἑκάστην πλη ροῦν ἕκαστος, κατὰ τὸν θεῖον Απόστολον λέγοντα Καθ' ἡμέραν ἀποθνήσκω· βαστάζειν γὰρ σταυρὸν ἡμᾶς βούλεται ὁ Κύριος· οἷον διηνεκώς εγρηγορέναι τὸν νοῦν, καὶ ἐν ταῖς ἀρεταῖς ἐφ᾽ ὕψους ἵστασθαι τοῦ μὴ κατελθεῖν ἀπὸ τοῦ σταυροῦ, τουτέστιν ἐγε κρατεύεσθαι ἡμᾶς ἀπὸ τῶν παθῶν, ἕως οὗ ἐκκόψωμεν τὸν νοῦν ἡμῶν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς ἐμπα θείας, καὶ ἀναστῶμεν λοιπὸν ἀήττητοι. Ο γὰρ σταυ ρὸς πάσης ἁμαρτίας κατάργησίς ἐστι. Σταυρώσω μεν οὖν ἑαυτούς, ἀδελφοί μου, ἐκ τῶν κοσμικών πραγμάτων, τοῦ μὴ ἅπτεσθαι καὶ προσηλοῦσθαι αὐτοῖς· ὅτι καὶ εἰ μὴ πρόκειται σταυρός ήτοι ἐπονείδιστος θάνατος, ἀλλὰ παθῶν νέκρωσις πρόκειται, καὶ ὁ πρὸς τὸν ἀόρατον ἐχθρὸν καὶ πολέμιον συγχρο τούμενος πόλεμος, ἂν καὶ νικῆσαι δεῖ πάντας τοὺς εἰς Χριστὸν πιστεύοντας, ὥστε δύνασθαι λέγειν ἔκα στον· Ἐμοὶ ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κό σμῳ· ἐμφαίνει δὲ τὸ μὲν, Ἐμοὶ ὁ κόσμος ἐσταύρωται, τὴν ἐλευθερίαν τῆς κατὰ πράξιν ἁμαρτίας· τὸ δὲ, κἀγὼ τῷ κόσμῳ, δηλοῖ τὴν κατὰ διάνοιαν ἁπά θειαν. Κόσμον γὰρ τὰς κοσμικὰς ἐπιθυμίας λέγει καὶ ὁ ζῶν πνευματικῶς σταυροί ταύτας καὶ νεκροί, καὶ ἀργὰς ἀποδείκνυσι, μὴ δυναμένας ἡττῆσαι καὶ νικῆσαι αὐτὸν, καὶ τῇ κατὰ πρᾶξιν ὑποβαλεῖν ἁμαρτίᾳ· ἀλλὰ καὶ αὐτὸς αὐταῖς νενέκρωται ταῖς ἐπιθυμίαις, τουτέστιν, οὐ κεκίνηται πρὸς ἐπιθυμίαν αὐτῶν. Ἐπεὶ δὲ ἔστι πάσχοντα μὴ ἀκολουθεῖν τῷ Χριστῷ, ὡς ὅταν πάσχων τὰ μὴ δι' αὐτὸν πάσχει· καὶ γὰρ καὶ κακοῦργοι πολλάκις πολλὰ δεινὰ πάσχουσι, και τυμβωρύχοι, καὶ γόητες, καὶ φονεῖς, καὶ κλέπται, καὶ λῃσταί· ἵνα μή τις νομίσῃ ὅτι ἀρκεῖ μόνον τὰ δεινὰ πρὸς σωτηρίαν, καὶ τὸ, 'Ακολουθείτω μοι, προστίθησιν ὁ Χριστός, δεικνὺς ὅτι δι' αὐτὸν δεῖ ὑπομένειν τὰ δεινὰ ἅπαντα, καὶ ὅτι οὐ μόνον χρή τὴν ἐν τοῖς δεινοῖς ἀνδρείαν καὶ καρτερίαν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ σωφροσύνην, καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἄλλην ἐντολὴν μετέρχεσθαι· τοῦτο γὰρ δηλοῖ τὸ Ακολουθείτω μοι, τὸ ἐπιμελεῖσθαι πάσης ἀρε τῆς. ᾿Απαρνεῖται τις ἑαυτὸν, ὁ τὰ παρόντα σκορπίσας πάντα ὅσα ἐκέκτητο, καὶ ὧν κύριος καὶ δεσπό της ἦν, καὶ τοῖς σαρκικεῖς πᾶσι φρονήμασιν ἀπο ταξάμενος, εἶτα τὸν σταυρὸν αἴρει, ὅλος τῶν ἐκεῖθεν γενόμενος, καὶ πρὸς ταῦτα δὲ μὴ ἐπιστρεφόμενος ὁπωσοῦν· καὶ ἀκολουθεῖ τῷ Χριστῷ ὁ διὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ταῦτα ποιῶν, καὶ μὴ διὰ δόξαν τυχὸν καὶ ἄλλην τινὰ ἀνθρωπίνην πρόφασιν. Οὗτος γὰρ ὄντως ἀκολουθεῖ τῷ Χριστῷ, τὴν αὐτὴν αὐτῷ πολι τείαν καὶ αὐτὸς διαπορευόμενος. Ἡ γάρ κατ' ίχνος πορεία καὶ ἀκολούθησις τοῦ Χριστοῦ καὶ τὸν ἐπὶ τῇ ἀκολουθήσει στέφανον προξενεῖ· παραλλάττουσα δὲ, καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ παρεκκλίνουσα, εἰκαὶ κατακολουθεῖν δοκεῖ, ἀλλ᾽ οὖν ἀληθῶς ματαιοπονεῖ. Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι,
col. 273–274page 13 of 15
PG 150:273ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Γλυκύς ἐστιν ὁ παρών βίος, οὗ πᾶσινἀνθρώποις, ἀλλὰ τοῖς προσηλουμένοις αὐτῷ, καὶ δεσμός ἐστιν ἡ πρὸς τὰ παρόντα συνήθεια. Ενάγων τοίνυν ἡμᾶς πρὸς ἐλευθερίαν ὁ Κύριος, ἔλεγε ταῦτα, προδηλῶν τοὺς διωγμούς, οὓς ἔμελλον οἱ εἰς αὐτὸν πεπιστευκότες κατὰ πᾶσαν πόλιν καὶ χώραν ὑφίστασθαι. Εἴ τις οὖν, φησί, τότε τῆς ἑαυτοῦ ψυχῆς φείο σεται· τοῦτο γὰρ σημαίνει τὸ σῶσαι· ἀπολέσει αὐτὴν ἐν τῷ αἰῶνι τῷ μέλλοντι, ἀντὶ τοῦ, τιμωρία αὐτὴν παραπέμψει διηνεκεί. Απώλεια γὰρ ψυχῆς οὐχ ἡ εἰς τὸ μὴ δν διάλυσίς ἐστιν, ἀλλ' ἡ διηνεκής τιμωρία καὶ ἀκατάπαυστος· καὶ ὁ φειδόμενος τῆς ψυχῆς αὐτοῦ τοῦτον τὸν τρόπον ἀπόλλυσιν αὐτήν ὁ δὲ μὴ φειδόμενος σώζει· καὶ τοῦτο σοφός τις ἔλεγεν ᾿Εὰν παιδεύσης υἱόν σου ἐν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ· καὶ πάλιν· Ὁ περιψύχων τὸν υἱὸν αὐτοῦ, τουτέστιν ἐλεῶν, καταδήσει τὰ τραύματα αὐτοῦ. Τοῦτο καὶ ἐπὶ στρατοπέδῳ γίνεται. Ἐὰν γὰρ ὁ στρατηγὸς φειδόμενος τῶν στρατιωτῶν ἔνδον κελεύει μένειν διὰ παντὸς, καὶ τοὺς ἐκτὸς σὺν αὐτοῖς προσ απόλλυσιν. Ἵνα οὖν μὴ καὶ ἐφ' ἡμῶν τοῦτο γένηται, πρὸς τὴν διηνεκή θάνατον διδάσκει ὁ Κύριος ἑτοίμους εἶναι ἡμᾶς. Ο γὰρ τῇ σχέσει καὶ τῇ ἐπιθυμίᾳ τῆς προσκαίρου ζωῆς τῶν ὑπὲρ Χριστοῦ κινδύνων καὶ τοῦ θανάτου τὴν ἰδίαν ἀπάγων ψυχὴν, καὶ σώζειν αὐτὴν διὰ φιλοζωΐαν βουλόμενος, καὶ κατὰ κόσμον ζην προαιρούμενος, ἀναμφιβόλως ταύτην ἀπόλλυσιν ἀπώλειαν ἐκείνην, ἥτις τὸ ἄσβεστον πῦρ, καὶ τὸν ἀκοίμητον σκώληκα, καὶ τὸ σκότος προξενεῖ τὸ ἐξώ τερον. Σωτηρίαν γὰρ ὠνόμασε τὴν φιλοζωΐαν ὁ Κύ ριος, καὶ τὴν ἐκ τῶν κινδύνων φυγήν. Ο δὲ τοῖς κινδύνοις καὶ τῷ θανάτῳ τὴν ψυχὴν ἐκδοὺς ὑπὲρ τοῦ Χριστοῦ, καὶ τῆς ἀληθείας, καὶ τῆς δικαιοσύνης, καὶ τοῦτον τὸν τρόπον ἀπωλέσας αὐτὴν, τὴν καλὴν ὄντως ἀπώλειαν, ἐκεῖνος ἀληθῶς σώσει αὐτὴν, χειραγωγήσας ἐπὶ τὴν ζωὴν τὴν ἀμείνονα. Απώ λειαν γὰρ ψυχῆς τὸν ἀπὸ τοῦ σώματος χωρισμόν λέγει ταύτης ὑπὲρ τοῦ Χριστοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ. Καὶ ἡ διὰ ταῦτα τῶν τοῦ θανάτου δεσμῶν καταφρονήσας, οὗτος οὐκ ἀπόλλυσι τὴν ψυχὴν αὐτοῦ, ἀλλὰ μᾶλλον σώζει αὐτήν· ὁ δὲ ἀθετήσας τὰς ὑπὲρ Χριστοῦ ὁμολογίας καὶ τὰς ἐντολὰς αὐτοῦ, καὶ σώζειν τὴν ψυχὴν ἐκτὸς τῶν κινδύνων καὶ τοῦ θανάτου βουλόμενος, ἀπώλειαν αὐτῇ προξενεῖ τὴν ἀΐδιον. Ἐπεὶ δὲ διαφόρως καὶ πολυτρόπως πολλοὶ πολλάκις τὰς ψυχὰς ἀπολλύουσιν, ἢ λῃστεύοντες, ἢ φονεύοντες, ἢ κλέπτοντες, ἢ τυμβωρυχοῦντες, ἢ ἄλλο τ: τῶν ἀθεμίτων ἐργαζόμενοι, προστίθησιν ὁ Κύριος τὸ, ἕνεκεν ἐμοῦ, καὶ τοῦ Εὐαγγελίου. Ο γὰρ μὴ διὰ τὸν Χριστὸν καὶ τὸ Εὐαγγέλιον ἀπολλὺς τὴν ἰδίαν ψυχὴν, οὐ σώζει αὐτήν. Μακάριος οὖν ὄντως, ὅ; ἕνεκεν τοῦ Χριστοῦ καὶ τοῦ Εὐαγγελίου τὴν ἑαυτοῦ ἀπολέσει ψυχήν. Ἐκεῖνος γὰρ ἀληθῶς σώσει αὐτήν. Μακάριος ὁ τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανών, ΙΙΙ,
col. 275–276page 14 of 15
PG 150:275τοῖς μὲν αἰσθητοῖς τῇ ἀποθέσει τῆς κατ' αἴσθησιν ἐνεργείας, τοῖς δὲ νοητοῖς τῇ ἀποπαύσει τῆς μετὰ νόησιν κινήσεως. Ανθρώπου γὰρ θάνατος ἐπαινούμενος, ἡ πρὸς πάντα τὰ ὄντα γνωμικὴ ἀπογένεσις, μεθ᾽ ἣν τὴν θείαν ἐν χάριτι ζωὴν ὑποδέχεσθαι πέφυ κεν ἀντὶ πάντων τῶν ὄντων τὴν αἴτιον τῶν ὄντων ἐννοήτως ἀπολαβὼν Κύριον καὶ Θεόν. Τί γὰρ ὠμε λήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Η παρὰ τὸ δέον τῆς ψυχῆς σωτηρία, ἀπωλείας χείρων ἐστίν. σας τὸν κόσμον, τὴν δὲ ψυχὴν ἀπωλέσας, ἔδωκεν "Οταν ἄρα τις, εἰς τὰ τοῦ παρόντος βίου ἡδέα καὶ τερπνὰ ἀποβλέπων, παραιτήσηται μὲν τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, καὶ τῆς ἀληθείας, καὶ τῆς δικαιοσύνης, ἀγαπήσῃ δὲ τὸ διαβιῶναι λαμπρῶς ἐν τῷ κόσμῳ τούτῳ, κἂν πλοῦτον ἔχει, κἂν δόξαν, κἂν πε ριουσίαν χρημάτων, κἂν ἄλλο τι τοιοῦτον· τί τὸ ὄφελος ἐντεῦθεν αὐτῷ τὴν ψυχὴν ἀπολέσαντι; Παν ράγεται γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ἐν ἴσῳ σκιαῖς τὰ τερπνὰ μετακλίνεται· καὶ τῶν ἐχόν των ὁ πλοῦτος ἀφίπταται. Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους· δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου. Οθεν τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς περιττὰ τῆς σαρ κὸς, καὶ τὸ φρονεῖν τὰ ἐν κόσμῳ ἀπωλείας πρόξενον γίνεται· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, ἐχθρα εἰς Θεὸν, καὶ ὁ φρονῶν τὰ τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Περιττότης οὖν ἀληθῶς τὰ ἐν κόσμῳ φρονεῖν. Διὰ τοῦτο λέγει· Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζη μιωθῇ τὴν ψυχὴν αὐτοῦ; Μὴ γὰρ λέγε, ὦ ἄνθρωπε, ὅτι τὴν ψυχὴν ἔσωσας, τοσούτους κινδύνους διαφυγὼν· εἰ γὰρ μετὰ τῆς ψυχῆς αὐτοῦ καὶ τὴν οἰκουμένην κερδήσει τις ἅπασαν, τί τὸ πλέον αὐτῷ ἐν τεῦθεν τῆς ψυχῆς ἀπολλυμένης, ἧς οὐδ᾽ ὁ κόσμος ἅπας ἐστὶν ἱσοστάσιος; "Ωσπερ γὰρ εἰ τῶν οἰκετῶν τρυφώντων καὶ σπαταλώντων, ὁ δεσπότης ἐν κακοῖς τοῖς ἐσχάτοις εὑρίσκεται, καὶ οὐδὲν ὅλως κερδαίνει ἐκ τοῦ δεσπότην εἶναι· οὕτως εἰ καὶ τῆς γαστρὸς τρυφώσης καὶ σπαταλώσης, ἡ ψυχὴ τὴν μέλλουσαν ἀναμένει ἀπώλειαν, οὐδεμία ταύτῃ ὠφέλεια καὶ σωτηρία γενήσεται· μὴ γὰρ χρημάτων ἐστὶν ἀνταλλάξασθαι την σωτηρίαν. Εἰ γὰρ ἦν τοῦτο, ὁ κερδή ἂν χρήματα ἐν τῇ φλογὶ τηγανιζόμενος, καὶ ἠθως ώθη, καὶ ἐλευθερώθη. Αλλ' οὐκ ἔστι τότε τοιοῦ τον ἀντάλλαγμα δοῦναι τῆς ψυχῆς, ἀλλὰ αἰωνία ἐστὶν ἡ κόλασις καὶ ἀτελεύτητος. Οὐδὲ γὰρ ἐὰν βασιλεὺς τῆς οἰκουμένης ὑπάρχῃ τις, καὶ πάντων τῶν ἐπὶ γῆς χρημάτων κυριεύῃ καὶ δεσπόζῃ, δυνήσεται τὴν ἑαυτοῦ ἀγοράσαι ψυχήν, κἂν πάντα τὰ τῆς οἱ κουμένης δῷ. Ἀλλ᾿ οὐδὲ ἡ ἐν τῷ κόσμῳ πᾶσα τρυφή καὶ λαμπροφορία μικράν τινα παραψυχὴν καὶ παραμυθίαν δυνήσεται ἀπεργάσασθαι, ὅταν αἰωνίως κολάζηται. Νῦν δὲ δίδωσιν ὁ ἄνθρωπος μετάνοιαν, ἐξαγόρευσιν, δάκρυα, στεναγμούς, ἐλεημοσύνην, καὶ πα σαν ἄλλην τὴν τῆς σωτηρίας ὁδόν. 'Ο δὲ δόλιος έχε θρὸς ἡμῶν καὶ διάβολος ἀεί ποτε ἐξαπατᾷ ἡμᾶς ταῖς τοῦ βίου ἡδοναῖς, καὶ ὑποκλέπτει ταῖς κατὰ
col. 277–278page 15 of 15
PG 150:277μικρὸν ὑποθέσεσιν, Ἐμοὶ, λέγων, δὸς τὴν σήμερον, Θεῷ δὲ τὴν αὔριον· ἐμοὶ τὸ παρὸν δὸς, Θεῷ δὲ τὸ μέλλον· ἵνα οὕτω βραδυνόντων ἡμῶν πρὸς μετά νοιαν καὶ διόρθωσιν, ἐπελθὼν ἀφαρπάσῃ ὁ θάνα τος, μὴ ὄντως λυτρουμένου, μηδὲ σώζοντος. "Ανε θρωπος μὲν οὖν οὐκ ἔχει τι δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ· ὁ δὲ Θεὸς τῆς ἡμῶν σωτηρίας ἕνεκεν δέδωκεν ἀντάλλαγμα τὸ τίμιον αἷμα τοῦ Υἱοῦ αὐτοῦ. Διὸ παρακαλῶ, τὰ λοιπὰ πάντα άφεντες, εἰς τὴν ψυχὴν ἅπασαν τὴν σπουδὴν ἀναλίσκωμεν. Τῶν γὰρ ἐν ἡμῖν πάντων κυριώτερον ἡ ψυχή ἐστιν. Ὃς γὰρ ἐὰν ἀπαισχυνθῇ με, φησί, καὶ τοὺς ἐμοὺς λόγους ἐν γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ· καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέ λων τῶν ἁγίων. Οὐ μόνον κατά διάνοιαν πιστεύειν ὀφείλομεν, ἀλλὰ καὶ τὴν διὰ στόματος ἀπαιτούμεθα ὁμολογίαν· ἐπειδὴ γὰρ διπλοῦς ἐστιν ὁ ἄνθρωπος, διπλοῦς ἐστι καὶ ὁ ἁγιασμός. "Αγιάζεται γὰρ ἡ ψυχή διὰ τῆς ὁμολογίας· καθὼς καὶ ὁ ᾿Απόστολος λέγει Καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην στα ματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Ο δὲ ἐπαισχυνόμενος καὶ ἐντρεπόμενος τῷ ἐσταυρωμένῳ πιο στεῦσαι Χριστῷ, καὶ ὁμολογῆσαι Θεὸν ἑαυτοῦ ἐπαισχυνόμενος δὲ καὶ τοὺς αὐτοῦ λόγους τοὺς ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ, τοῦτον καὶ ὁ Κύριος ἐπαι σχυνθήσεται, ἀνάξιον δοῦλον κρίνων ἑαυτοῦ, ὅταν ἔλθῃ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἐν δυνάμει ἀγγέλων. καὶ δόξῃ πολλῇ μετὰ τῆς δορυφορίας τῶν Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστη κότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνά μει. Τον Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην λέγει οὕτως. Οὐ μὴ ἀποθανοῦσιν, ἄχρις ἂν δείξω αὐτοῖς ἐν τῇ μεταμορφώσει μετὰ ποίας δόξης μέλλω παρα γενέσθαι ἐν τῇ δευτέρα παρουσίᾳ. Η γὰρ μεταμόρφωσις τοῦ Χριστοῦ προμήνυμα ἦν τῆς δευτέρας αὐτοῦ παρουσίας. Ον γὰρ τρόπον ἔλαμψε τότε τὸ πρόσωπον τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς· τὸν αὐτὸν δὴ τρόπον ἐλεύσεται ἀπὸ οὐρανοῦ ὡσεὶ ἀστραπὴ ἐν δυνάμει καὶ δόξῃ πολλῇ κρῖναι τὰ σύμπαντα. Καὶ ὥσπερ συνῆσαν αὐτῷ Πέτρος, Ἰάκωβος, καὶ Ἰωάννης ἐν τῷ ὄρει τῷ ἁγίῳ· οὕτω συνέσονται αὐτῷ πάντες οἱ ἅγιοι, καὶ οἱ δίκαιοι, καὶ οἱ ἐκλεκτοί, ἀπολαύοντες τῆς αὐτοῦ θεοφανίας, καὶ τῆς ἀνεκδιηγήτου, καὶ ἀνεκφράστου χαρᾶς καὶ ἀγαλλιάσεως. Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοί, ἀπαρνησώμεθα καὶ ἡμεῖς ἑαυτοὺς διὰ τὸν Κύριον· μηδὲν αὐτοῦ προτιμότερον ἡγησώμεθα, μὴ πλοῦτον, μὴ τρυφήν, μὴ δόξαν, μὴ σωματικὴν ἡδονὴν, μὴ αὐτὴν τὴν ζωήν, ἀλλὰ καὶ ταύτης καταφρονήσωμεν, καὶ ἀκο λουθήσωμεν τῷ Χριστῷ τῷ ἡμετέρῳ Δεσπότῃ, τὸν τούτου σταυρὸν ἐπ᾽ ὤμων ἄραντες, καὶ τὰ σαρκικά νεκρώσωμεν κινήματα καὶ φρονήματα, τῷ θανάτῳ αὐτοῦ συμμορφούμενοι, ὡς ἂν δυνηθώμεν καὶ ἡμεῖς, κατὰ τὸν θεῖον Παῦλον, εἰπεῖν· Ζῶμεν δὲ οὐκέτι ἡμεῖς, ζῇ δὲ ὁ Χριστὸς ἐν ἡμῖν. Καί· Μὴ γένοιτο
Page scan enlarged

Notebook

Full View