PG 151Gregorius Palamas Thessalonicensis Metropolita et al.
Two Sermons in Which the Followers of Acindynus Attack the Orthodox
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1139–1140page 1 of 15
PG 151:1139ΛΟΓΟΙ ΔΥΟ Οὓς ἀντιφέρουσι πρὸς τοὺς ὀρθοδόξους τινὲς τῆς μοίρας όντες τοῦ ᾿Ακινδύνου ὧν ὁ μὲν πρῶτος ἐστι περὶ ῥήσεώς τινος τοῦ ἁγίου Βασιλείου, ὁ δὲ δεύτερος περὶ τοῦ ὁποῖον ἦν τὸ ὁραθὲν φῶς τοῖς ἀποστόλοις ἐν τῷ ὄρει Θαβώρ. Ο ΠΡΩΤΟΣ ΛΟΓΟΣ. βιβλία τῶν θεολόγων, μέχρι τοῦ δεῦρο παρόντα τε καὶ δρώμενα. "Οθεν οὐδὲ λόγων οὐδ᾽ ἐπιχειρηματ των ὑπὲρ τῶν τοιούτων ἡμῖν δεῖ, παρ' ἑαυτῶν κα κτημένων τὸν ἔλεγχον. Ἐπὶ δὲ τὴν τοῦ προτεθέντος ἐξέτασιν ῥητοῦ μᾶλλον ἔλθωμεν. Αγε δὴ καὶ πάλιν, φίλων ἀνδρῶν εὐγενέστατε πρότερον, καὶ δὴ καὶ τὰ διαστραφέντα παρ' ἐκείνων καὶ φιλομαθέστατε, πρὸς τὰς λύσεις ίωμεν τῶν σῶν ζητημάτων, μᾶλλον δὲ ταῖς τῶν ἀντιλεγόντων μη χαναῖς καὶ προβλήματι καὶ ταῖς δοκούσαις καθ' ἡμῶν ἐνστάσεσι καὶ λαβαῖς, τοὺς τοῦ λόγου τεχνία τας τε καὶ στρατηγοὺς συνήθως καὶ ἡμεῖς ἀντιστήσωμεν, ὑπερβαίνοντας, καθάπερ πάλαι, καὶ νῦν τῇ δυνάμει τοῦ Πνεύματος μηχανάς τε καὶ τείχη καὶ ὀχυρώματα καὶ πᾶν ὕψωμα τῶν ἐναντίων, ἀποστολικῶς εἰπεῖν, κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρόμενον, καθαιροῦντας δ' οἰκειότερον εἰπεῖν μᾶλλον ταῦτα καὶ καταστρέφοντας τῷ κτύπῳ καὶ τῇ βρον τῇ τῆς ἐκείνου νοητῆς σάλπιγγος, οὐδὲν ἧττον ἢ τὰ Ἱεριχούντια τείχη σάλπιγξιν ἑπτὰ καὶ ἱερεῦσι καὶ ἡμέραι; καὶ περιόδοι; Ἰησοῦς ὁ μέγας τοῦ Θεοῦ στρατηγός πάλαι μετά Μωσέα φημὶ τὸν ἀοίδιμον, Η δηλαδὴ καὶ τὴν ἐσύστερον ἐκλάμψασαν τῶν ἑπτὰ τοῦ Πνεύματος χαρισμάτων ὑπερφυά συνδρομὴν προσφυῶς ὑπεσήμαινε, τὰ τῆς πλάνης ὀχυρώματα πάντα καὶ τείχη τε καὶ προβλήματα, καὶ πάλαι καὶ νῦν θεοπρεπῶς καταστρέφουσαν. Η σχέτλιον ἂν αἴη κομιδῆ, καὶ οὐχ ὅπως γε θείας δυνάμεως, ἀλλὰ καὶ τοῦ σώζοντος, ὡς ἄν τις φαίη, λόγου τοπαράπαν ἀνάξιον, τοὺς μὲν τὰ τοῦ Πνεύματος λαλεῖν κατὰ τὸν εἰπόντα χωρίς Πνεύματος, τὰ δὲ τοῦ Πνεύ ματος έργανα, τοὺς θεολόγους φημὶ τούτους, ἐν παραβύστῳ καὶ γωνία τὰ τοῦ Πνεύματος λέγειν δοκεῖν, καὶ ὑπὸ τὸν μόδιον ὡσανεὶ τῆς ἡμῶν σιω πῆς τὸν τῆς διδασκαλίας αὐτῶν πυρσὸν καὶ τὸ θεῖον φῶς κρύπτεσθαι. Τοῦ μεγάλου Βασιλείου ἐκεῖνο κατὰ λέξιν οὕτως εἰπόντος: Ο γὰρ τετο ώς βώλους δρόσου, κατὰ τὸν Ἰὼβ λόγον, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν γιν ἐτεκνώσατο, περὶ τὸ ῥητὸν ἡμᾶς οἱ σμικράν τινα τὴν ἐπιβουλὴν καὶ τὴν κακουργίαν εἰργάσθαι, τὴν μὲν ἐτεκνώσατο τελευταίαν λέξιν ἐξελόντας ἐκεῖθεν, ταύτης δ᾽ ἀντεισαγαγόντας τὴν ὑπεστήσατο, ἵνα διὰ τῆς τοῦ Μονογενούς προαιωνίου καὶ ἀκτίστου θεώ σεως δῆθεν, τὸ καὶ ἐπὶ τῶν ἀκτίστων λέγεσθαι ταύ την αὐτοὶ συγκατασκευάσωμεν ἐπὶ τῶν ἠργμένων χρονικῶς καὶ κτιστῶν ἀεὶ τιθεμένην μόνων, ὅπερ ἐκεῖνοι νομίζουσιν. Οἱ μὲν οὖν τὰ τοῦ Θεοῦ φυσικὰ ιδιώματα καὶ τὰς ἱερὰς τούτων θεωνομίας, ἅπερ ὁ τῆς θεολογίας γνώμων θεοπρεπῶς ἀνυμνών Διαγό σιος, δυνάμεις Θεοῦ καὶ προόδους καὶ ἐνεργείας καὶ μετοχές και μεταδόσεις καὶ ἐλλάμψεις, καὶ εἰ τι θεῖον καὶ ὑψηλὸν κατὰ τοὺς αὐτὸν μυσταγωγής σαντας θεολόγους, ὡς αὐτὸς ἐκεῖνος φησι, προσηγόρευσε· ταῦτ' οὖν ἐκεῖνοι σπεύδοντες τολμηρά γνώμη καὶ γλώττῃ κατασπἂν εἰς τὰ κτίσματα, καὶ ταύτη δὴ τῇ λέξει τῇ ὑπεστήσατο κακῶς ἐπιφύονται, τὸ Έκτισε σημαίνειν αὐτὴν πανταχοῦ λέγοντες, καὶ ὑποστάτην τὸν κτίστην ὡσαύτως ἀεὶ λέγεσθαι, καὶ Ο μηδὲν ἄλλο παραδηλοῦν τούνομα, επειδή γε καὶ τούτοις αὐτοῖς ὁ σεπτὸς ἐκεῖνος θεολόγος καθ' όλου τοῦ σεπτοῦ βιβλίου ἐκείνου φαίνεται χρώμενος· καὶ νῦν μὲν ὑπεστήσατο καὶ ὑπέστησε λέγων, νῦν δ' ὑποστάτην αὐτὸν ἐκεῖνον ὀνομάζων ἑκάστης ὡς εἰς κείας ενεργείας τε καὶ δυνάμεως καὶ προνοίας ἐξ αὐτοῦ προβεβλημένης, προς μετοχὴν τῶν κατὰ λά γον οἰκεῖον ἑκάστοτε Θεοῦ κατ' αὐτὴν μετεχόντων φημὶ δὴ τῶν κτισμάτων, ὅσα τε νοητὰ καὶ ὅσα ἀπὸ τὴν αἴσθησιν. Διττῶν τοιγαροῦν ὄντων τῶν τηνικαῦτα προτεθέντων παρ' ὑμῶν προβλημάτων, ἃ παρὰ τῶν ἀν τικειμένων, ὡς ἔφητε, τῷ καθ᾿ ἡμᾶς ἠκούσατε λό γψ, φέρε τὸ πρότερον ἐκείνων καὶ ἡμεῖς τῷ λόγῳ πρῶτον εἰς μέσον ελκύσωμεν. Εφης τὰ ἡμέτερα, μᾶλλον δ' αὐτοὺς ἡμᾶς διασύρειν ἐκείνους, τοῖς τῶν θεολόγων δῆθεν ἐπιτιθεμένους πολλαχοῦ λόγοις, ὡς καὶ μεταποιεῖν καὶ διαστρέφειν ἐνίους φανερῶς πρὸς τὸ βουλόμενον ἡμῶν τῆς γνώμης καὶ τὴν δό ξαν μετασκευάζοντας, ὥσπερ δὴ καὶ τὸ τοῦ θαυματ Ἡμεῖς δὲ τὸ μὲν ἄκτιστόν τε καὶ ἄχρονον τῶν στοῦ Βασιλείου φησὶν ἐκεῖνο, δ πρὸς Εὐνόμιον ἀνσικῶν τουτωνὶ δυνάμεων καὶ προνοιῶν τοῦ Θεοῦ, τικαθιστάμενος εἴρηκεν, ανόμοιον εἶναι κατ᾽ οὐσίαν καίτοι γε διὰ πολλῶν ἐν πολλοῖς ἤδη πρότερον δείο τῷ Πατρὶ τὸν Υἱὸν φάσκοντα, Ο γὰρ τετοκὼς βώξαντες οὐ παρέργως, κανταῦθα δι᾽ ὀλίγων αὐτίκα λους δρόσου, φήσας κατὰ τὸν Ἰὼβ λόγον, οὐχ τῷ λόγῳ γνωρίσομον, τοὺς τούτων ἐξηγητάς τε καὶ ὁμοίως τά; τε βώλους καὶ τὸν Υἱὸν ὑποστήσατα. Ο θεολόγους ἀγαγόντες αὖθις εἰς μέσον καθόσον οἷόν 'Αλλ' ὡς μὲν οὐχ ἡμῖν, ἀλλ' ἐκείνοις ἄνωθεν ἔθος εαυτί μάλιστα τοῖς οὐκ ὀρθῶς καθ᾿ ἡμῶν ἐκεῖνα προϊσχομένοις, ἔλεγχος και' αὐτῶν ἰσχυροί τά τε καθ' ἡμῶν καὶ τῆς εὐσεβείας αὐτῆς συγγραφέντα τε· πρὸς δὲ τοὺς τὴν λέξιν καὶ τὴν ταύτης διαστροφὴν καὶ τὴν μετάθεσιν ἡμῖν ἐγκαλοῦντας τέως τὸν λόγον τρέψωμεν. Λέγετε τοιγαροῦν ἡμῖν, ὦ μακάριοι, πόθεν καν
col. 1141–1142page 2 of 15
PG 151:1141τίνος ὑμεῖς ἀξιολόγου τῆς αἰτίας ὁρμώμενοι, τὴν θὺς ἐπὶ δόλῳ καὶ κακουργίᾳ καὶ μάλιστα περὶ τὰ γραφὴν ἡμᾶς ταύτην γράφεσθε. Οὐδὲ γὰρ σμικρὸν τοιαῦτα διαβάλλειν ἀπερισκέπτως ἔδει τοὺς ἡμετέ οὐδὲ τῶν τυχόντων, ὡς ἂν τις εἰκάσαι, τὸ ἔγκλημα, τῶν μεγίστων μὲν οὖν καὶ ἀτοπυνάτων ὡς μάλι στα· καὶ οὐχ ἡμῶν γε μόνον καὶ τῆς τῶν εὐσεβῶν αὐλῆς καθάπαξ ἀπόβλητόν τε καὶ ὑπερόριον, ἀλλὰ καὶ ψεύστας καὶ συκοφάντας καὶ κακούργους, καὶ φθόνου καὶ δόλου καὶ ἐπιβουλῆς οὐκ ἄν τις ἁμάρτοι πλήρεις προσειπὼν τοὺς τῶν τοιούτων ἐργάτας, καὶ προσέτι πειρατάς τε καὶ λωποδύτας, πολλῷ τῶν κατὰ γῆν τε καὶ θάλατταν τοῖς ἐμπόροις τε καὶ ὁδί ταις λῃστρικῶς ἐπιόντων χείρους, προσθήσω δ' ὅτι καὶ λόγων καὶ γραμμάτων καπήλους, καὶ λόγων οὐχ ἁπλῶς, ἀλλὰ λόγων γε θείων καὶ σεπτῶν ἄντικρυς, καὶ περὶ αὐτοῦ δηλαδὴ Θεοῦ καὶ τῶν οἰκειοτάτων ἐκείνῳ διεξιόντων, διὸ δήπου καὶ μετὰ τῶν ἱεροσύ. λων πρός γε τοῖς εἰρημένοις τοὺς τοιούτους ἀριθ. μεῖν ὄντως ἂν εἴη δίκαιον. Οἷς δὴ καὶ Βασίλειος ὁ μέγας ἐν τοῖς πρὸς Εὐνόμιον χαλεπαίνων ἐνδίκως, Μαρκίωνος ἔργον εἶναι τοῦ δυσσεβοῦς φησι καὶ τῶν τὰ ἐκείνου ζηλούντων τὸ τοῖς ἱεροῖς ἐπιτίθεσθαι Γράμμασι, καὶ τὰ μὲν ὑφαιρεῖν, τὰ δὲ καὶ παρ' ἑαυτῶν προστιθέναι. Τίνα γοῦν ὑμεῖς ἔχετε δεῖξαι τῶν τοῦ καθ᾽ ἡμᾶς συλλόγου ποτὲ τοῖς τοιούτοις κα λωκότα; Λέγε καὶ δείκνυ τόν τε κακουργήσαντα καὶ τὰ βιβλία καὶ τοὺς λόγους αὐτοὺς τοὺς ταῦτα παρ θόντας, εἴ γε καὶ δύναιο. Αλλὰ τοῦτο μὲν οὐκ ἂν ἔχοις· πῶς γὰρ τὸ μηδαμή μηδαμῶς δν, ἅτε δὴ μηδὲ γεγονός παρ' αὐτῶν πώποτε; ἐρεῖς δὲ πάντως ὡς οὐχ οὕτως αὐτὸς ἀνέγνως, οὐδὲ τὴν ὑπεστήσατο λέξιν, ἀλλὰ τὴν ἐτεκνώσατο μάλλον εὗρες ἀντ᾽ αὐτ τῆς ἐν τοῖς τοῦ μεγάλου λόγοις κειμένην, κἀντεῦθεν συνάγεις ὡς εἰκὸς τὸ παρὰ τῶν ἡμετέρων ταυτί μεταπεποιῆσθαι. Κἀκεῖνο δ᾽, ὦ θαυμάσιε, πῶς οὐκ ένεσ θυμήθης πρὸς τούτῳ, ὡς καὶ τοῖς ἡμετέροις ἔξεστι, τὰ σὰ λήμματα ταῦτα λαβοῦσι, ταυτά σοι συναγαγεῖν ἐπὶ τοῖς αὐτοῖς ὡσαύτως; Εροῦσι καὶ γὰρ κατά σὲ δήπου καὶ πολλῷ μᾶλλον καὶ δικαιότερον οὗτοι, ὡς οὐχ ὡς ὑμεῖς φατε, ἀλλ᾽ ὑπεστήσατο μᾶλλον εύρηται πανταχοῦ. Καὶ μάρτυρες ἡμῖν ἀπαράγραπτοι βιβλία καὶ λόγοι πάντες οἱ περὶ τούτων. Κἀντεύ δεν συνάγομεν ὡς εἰκὸς ὑφ᾽ ὑμῶν μετατεθεῖσθαι τὴν λέξιν, τὴν ἐτεκνώσατο δολερῶς ἀντεισαγαγόντων. Παρὰ σοῦ καὶ γὰρ τὰς τῶν τοιούτων διαλέξεων ἀφορ μὰς ἔχουσι λαβόντες εἰκότως. Εἰ μὲν οὖν ἀναγκαῖον ἐρεῖς τὸ παρὰ σοῦ συναγόμενον, ἀναγκαῖον καὶ τὸ παρ' ἐκείνων φήσεις ὡσαύτως. Καὶ πῶς οἷόν τε καὶ ἄμφω; ἢ πῶς δυνατὸν τὴν ἀντίφασιν λέγειν μὴ ἀντικεῖσθαι; θάτερον γὰρ τῶν μερῶν ἀνάγκη πάν τως ἀντιπίπτειν θατέρῳ. Εἰ δ' οὐκ ἀναγκαῖα της λέγειν τοὺς ἡμετέρους, ενδέχεσθαι γὰρ καὶ μὴ εἶναι τοῦθ' οὕτως ἔχον, αὐτὸ τοῦτ' ἐξ ἀνάγκης ἐροῦσι κά κεῖνοι, καὶ δείξουσιν οὐκ ἀναγκαῖον ἔντα πρότερον τὸν σὸν λόγον, καὶ μάτην ἐπ' ἀδήλοις κατατρέχοντα γε τῶν ἀνευθύνων ὡς ἐπί τισιν όμολογουμένοις. Εἰ μὲν γὰρ πάσας αὐτὸς διελθὼν τὰς ἐκεῖνα φερούσας. ἱερὰς δέλτους, ὅσα ἡ μεγίστη πόλις αὕτη, φημί, φέρει, τέως πάσας οὕτως ἐχούσας εὗρες καθ᾽ ἂν ὑμεῖς ἀναγινώσκετε τρόπον, οὐδ' οὕτω μὲν οὖν εὐο ρους. Εἰκὸς καὶ γὰρ ἐν ἄλλαις ἐκκλησίαις καὶ πλ λεσι δέλτοις ἑτέραις τούτους ὡμιληκότας, ὅθεν καὶ τὰ κατὰ τῶν ἱερῶν δογμάτων κινεῖσθαι παρὰ τοῦ Καλαβρού Βαρλαάμ ἄνωθεν τὴν ἀρχὴν ἔσχεν, οὕτως ἐντετυχηκέναι τῷ λόγῳ καὶ τῇ γραφῇ τοῦ μεγάλου, καθὰ δήπου καὶ παρ' αὐτῶν ἀναγινώσκεταί τε καὶ γράφεται· καὶ προσῆκε πάντως καὶ τοῦτο κατὰ νοῦν σε λαβεῖν, καὶ λογίσασθαι τὰ εἰκότα. Σὺ δὲ μηδὲ τὰ τῆς Ἐκκλησίας καὶ τῆς πόλεως ταυτησὶ διελθὼν πάντα πυκτία, τὰ τοὺς εἰρημένους δηλαδὴ τοῦ μετ γάλου φέροντα λόγους, μηδ' ἀκριβῆ τούτων πάντων ἔχων τὴν γνῶσιν, ἀφ' ἑνός τινος ή δυοῖν, ὡς ἂν αὐτ τὸς φαίης, ἀμφισβητώ γὰρ ἔγωγε καὶ περὶ αὐτῶν τούτων, τοιαύτην καὶ τηλικαύτην τὴν κατὰ τῶν καθ' ἡμᾶς Ναζιραίων τουτωνὶ γραφὴν ὡς ἔτυχεν ἐνεστήσω. Οὕτω μὲν οὖν οὐκ ἀναγκαῖος ὁ λόγος ὢν δέδεικται τῆς κατὰ τῶν ἡμετέρων λαβῆς ταύτης, καὶ οὕτω τὴν ἄδικον μέμψιν οἱ παρ' ὑμῶν διωκόμενοι φεύ γουσιν· ἵνα δὲ μηδὲ ἐνδεχόμενον ὄντα συναποδείξω μεν τοῦτον, ἀλλὰ ψεῦδος ἄντικρυς μᾶλλον καὶ σκο κοφαντίαν τῆς ἀληθείας, φέρε παραστήσωμεν ἐξ αὐτῶν δηλαδὴ τῶν τοῦ σοφοῦ Πατρὸς λόγων, ὡς ἡ μὲν ἐτεκνώσατο λέξις οὐ προσφυῆς ἐπὶ Θεοῦ, οὐδ' οικεία νενόμισται τούτῳ, διὸ μηδὲ γνησίαν ταύτηνεἶναι δεῖν ἐκείνου νομίζειν, εἰ καὶ παρά τισιν, ὡς αὐτός φησιν, εὕρηται κειμένη τῶν ἀντιγράφων, δ' ὑπεστήσατο, καὶ φίλη καὶ συνήθης καὶ πολη τρόπως ἐξ ἀνάγκης τὸ γνήσιον κεκτημένη. Ευνομίῳ καὶ γὰρ ὁ σοφὸς οὐτωσὶ περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσδιαλεγόμενος τῷ Γαλάτη, γεννητόν τε καὶ γέννημα συχνῶς, ἀλλ' οὐχ Υἱὸν ἐκεῖνον. ἀποκα λοῦντι, καὶ τὴν καινοτομίαν καὶ τὸ ἄηθες τῆς φω νῆς διὰ πολλῶν ἐξελέγχων, εἶτ᾽ ἐπάγει κἀκεῖνα Διὰ τοῦτο, οἶμαι, ή τε κοινή συνήθεια την προσηγορίαν ήτίμασε τοῦ γεννήματος, καὶ ἡ νεία Γραφή παραιτουμένη φαίνεται, καὶ μάλιστα ἐπὶ τοῦ μονο γενοῦς Υἱοῦ τοῦ Θεοῦ. ᾿Αλλὰ καὶ τὴν τέκνου προσ ηγορίαν ὡς πολὺ τὸ ἀνθρώπινον ἔχουσαν οὐ προσ ἡκατο. Δηλοῖ δὲ ὁ ᾿Απόστολος. Ορᾷς πῶς ὁ διδάσκαλος επίσης τῷ γεννήματι καὶ τὴν τοῦ τέκνου προσηγορίαν ἐπὶ Θεοῦ παρη τήσατο; Μᾶλλον δ᾽ οὐκ αὐτὸς οὗτος μόνος, ἀλλὰ καὶ τὴν κοινὴν εἰσάγει συνήθειαν μετὰ τῆς θείας. Γραφῆς ἀτιμάζουσαν ταύτην ὡς ἀναξίαν Θεοῦ, καὶ πολὺ τὸ ἀνθρώπινον ἔχουσαν. Πῶς οὖν ἣν ἀπεβάλο λετο λέξιν, καὶ ταῦτα μεθ' οὕτω μεγάλης τῆς κατα φορᾶς καὶ τῆς αἰτίας ἀξιολόγου, μικρὸν ἐπὶ τοῦ αὐτοῦ προϊὼν ἂν λόγου, πάλιν ὥσπερ ἐκ μεταμελείας προσήκατο, καὶ μάλιστα πρὸς πολέμιον και θεομάχον οὕτω βίαιον γράφων καὶ νοημάτων καὶ λέξεων καινοτομίαις ἐναβρυνόμενον, & δὴ καὶ πυκνῶς ἐκεῖ καὶ γενναίως ὁ γενναῖος βάλλων αὐτὸν ἐξελέγχει, καὶ καινοτόμον, καὶ ἀπὸ κοιλίας πάντα φθεγγόμενον ἀντικρὺς ἀποδείκνυσιν; Ουδαμώς πάνω τως, εἴ γε καὶ τῆς ἀκριβείας ὡς μάλιστα φροντίζων
col. 1143–1144page 3 of 15
PG 151:1143εἴπερ τις φαίνεται πανταχοῦ ὁ ἀκριβωμένος οὑτοσὶ ἡ εὐθὺς τὰς τῆς ἐξηγήσεως ἀρχὰς δείκνυσιν, ὡς οὐκ καὶ ἄπταιστος ἐν ἅπασι θεολόγος. Ἤρχει μὲν οὖν καὶ τοῦτό γε μόνον εἰς ἀπόδειξιν τοῦ λόγου τῆς ἀληθείας· τῆς γὰρ νόθου καὶ παρεγγράπτου λέξεως εκείνης διαγραφείσης, ἐξ ἀνάγκης τὸ γνήσιον δείκνυται τοῦ παρ' ἡμῶν ἀναγινωσκομέ του καὶ γραφομένου, ᾧ δὴ καὶ βίβλοι πᾶσαι σχεδόν ὁμοῦ, καθάπερ ἔφθην εἰπὼν ἤδη, προσμαρτυρούσιν ὡς ἂν δ᾽ ἐκ περιουσίας και ξύμπασαν ἄλλην πρότ φασιν ἀνέλωμεν τῶν ἀντιλεγόντων, ἐπεὶ τὸ ἀλλότριον ἀπεσκευατάμεθα κατὰ τὸν εἰπόντα, καὶ τρόπον ἔτε ρον τὸ ἡμέτερον, μᾶλλον δὲ τὸ τοῦ ἡμετέρου πατρός τε καὶ διδασκάλου συστήσομεν, τοῖς αὐτοῦ καὶ αὖθις κατὰ τῶν αὐτὸν συκοφαντούντων χρησάμενοι λόγοις. Φησὶ τοιγαροῦν ὁ σοφὸς οὐτωσὶ περὶ τῆς ἐκ Πατρὶς η ἀνάρχου γεννήσεως τοῦ Υἱοῦ πρὸς τὸν αὐτὸν Εὐνό μιον αύθις γράφων· Εἰκόνα νοεῖν χρὴ τοῦ Θεοῦ τοῦ ἀοράτου οὐ κατὰ τὰς τεχνητὰς ταύτας, ὕστερον ἀπεργασθεῖσαν πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ συνυπάρχουσαν καὶ συνυφεστηκυίαν τῷ πρωτοτύπως ὑπο στήσαντι τῷ εἶναι τὸ ἀρχέτυπον οὖσαν. Καὶ πάλιν πρὸς τὸν αὐτόν· 'Αλλ' εἴπερ αἰῶνες πάντες κάτω που τῆς γεννήσεως τοῦ Μονογενούς νοοῦνται, αὐτοῦ ἐκείνου ὄντες ποιήματα, μάταιος ὁ ἐπιζητῶν τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὰ πρεσβύτερα. Οὐδὲν γὰρ ἀλλοιότερον ἐρωτᾷ ἡ εἰ περὶ τοῦ Πατρὸς ἐπυνθάνετο, πότερον ὑπῆρχε πρὸ τῆς ἰδίας συστάσεως ἢ οὐχί Ἐν δὲ τοῖς περὶ τοῦ ἁγίου Πνεύματος οὕτω θεολόγων ὁ αὐτὸς αὐθίς φησι· Τοῦτο τῆς κατὰ τὴν ὑπό στασιν ιδιότητος σημεῖον ἔχει τὸ Πνεῦμα, τὸ διὰ τοῦ Υἱοῦ γνωρίζεσθαι, καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ηκουσας, πῶς οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς κατ' αὐτὸ καὶ τρὶς καὶ πολλάκις ή θαυμαστὸς Βασίλειος ἐπὶ τῇ τοῦ μονογενούς Υἱοῦ τοῦ Θεοῦ προαιωνίῳ γεννήσει τε καὶ ὑπάρξει, καὶ δὴ καὶ τῇ προβολῇ τοῦ ὁμοουσίου Πνεύματος τῇ ὑπεστήσατο καὶ ὑπέστησεν ἐχρήσατο λέξει; Καὶ τὸ καινὸν ὁμοῦ τε καὶ χάριεν, ὅτι κἀπὶ τοῦ αὐτοῦ ἑνὸς κατὰ ταυτὸ λόγου τε καὶ βιβλίου, διὰ σὲ καὶ τὰς σὰς οἶμαι προλήψεις καὶ ὑπολήψεις, ἵν' εἰ μὴ τῷ προτέρω πεισθείης, το δεύτερόν σε διδάξῃ· εἰ δὲ καὶ τοῦ δευτέρου παρακούσεις, τὸ τρίτον γοῦν σε καὶ τὸ μετ᾿ αὐτὸ πρὸς τὴν τοῦ διδασκάλου σκοπὸν, καὶ τὸν ἦχον τῆς ἐν ἐκείνῳ λαλούσης πνευματικῆς σάλπιγγος ἀφυπνίση καὶ διεγείρῃ. Οὐκ ἄρα παρὰ τῶν ἡμετέρων, ὡς αὐτ τὸς συκοφαντῶν ἔφης, μεταβέβληται καὶ διέφθαρται τὰ τῶν θεολόγων βιβλία παρὰ τῆς σῆς ἑταιρείας δὲ μᾶλλον, οἷς ἄνωθεν ἔθος ταυτί κακουργεῖν, καθὰ δὴ καὶ προὔφην. Καὶ εἰ βούλει, καὶ αὐτά σοι παρελ όντες ὑποδείξομεν τὰ πυκτία, τὰς τῶν μαχαιρίων ριφέροντα λαθραίας κατατομάς τε καὶ παραξέσεις. Μάλλον δ' ἐκεῖνα μὲν καὶ αὐτὸς οἶσθα, ξύνοισία γε κακῶς τοῖς κακῶς εἰργασμένοις, ὧν δήπου καὶ καθη ητὴν καὶ πρίμαχον μετὰ τὸν πρῶτον αὐτῶν καθη ητήν, καὶ τῆς ὀρθῆς δόξης πολέμιον, σαυτὸν ἡμῖν ἄρτι δεικνύεις. Ἐπὶ δὲ τὸν σοφὸν Βασίλειον καὶ τοὺς ἐκείνου λόγους ίωμεν αὖθις. Τοὺς γοῦν περὶ δημιουργίας Θεοῦ τοῦ μεγάλου Μωσέως ὁ μέγα; ἐξηγούμενος λόγους, και αυτά; ἐπὶ τῶν κτιστῶν, ἀλλ' ἐπὶ τῶν ἀκτίστων μάλιστ' αὐτὸς τῇ ὑποστήσατο καὶ ὑπέστησε χρῆται λέξει. Τὸ γὰρ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰς ἑρμηνείαν προθεὶς ἑαυτῷ, καὶ πολλὰ μὲν περὶ ἀρχῆς, τινὰ δὲ καὶ περὶ τοῦ ἐποίησε διελθών, εἶτ᾽ ἐπιφέρει Ἵνα δειχθῇ ὅτι ὁ κόσμος οὗτος τεχνικόν ἐστι κατασκεύασμα προκείμενον πα σιν εἰς θεωρίαν, ὥστε δι' αὐτοῦ τὴν τοῦ ποιήσαντος αὐτὸν σοφίαν ἐπιγινώσκεσθαι, οὐκ ἄλλῃ τινὶ ἐχρήσ σατο φωνῇ ὁ σοφὸς Μωϋσῆς περὶ αὐτοῦ, ἀλλ᾽ ἢ εἶπεν, Ἐν ἀρχῇ ἐποίησεν, οὐχὶ ἐνήργησεν, οὐδὲ ὑπέ στησεν, ἀλλ' ἐποίησε. Καὶ καθότι πολλοὶ τῶν φαντασθέντων συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν κόσμον οὐχὶ γεγενῆσθαι παρ' αὐτοῦ συνεχώρησαν· ἀλλ' οἱονεὶ ἀποσκίασμα τῆς δυνάμεως αὐτοῦ ὄντα, αὐτο μάτως παρυποστῆναι· καὶ αἴτιον μὲν αὐτοῦ ὁμολογοῦμεν Θεὸν, αἴτιον δὲ ἀπροαιρέτως, ὡς τῆς σκιές τὸ σῶμα, καὶ τῆς λαμπηδόνος τὸ ἀπαυγάζον· τὴν οὖν τοιαύτην ἀπάτην επανορθούμενος ὁ προφήτης, τῇ ἀκριβείᾳ ταύτῃ τῶν ῥημάτων ἐχρήσατο, εἰπὼν, Εν ἀρχῇ ἐποίησεν ὁ Θεός· τουτέστιν, οὐχὶ αὐτὸ τοῦτο τὴν αἰτίαν τοῦ εἶναι παρέσχεν, ἀλλ' ἐποίησεν. Ακούεις, ὦ βέλτιστε, πῶς ὁ σοφός Βασίλειος νοεῖ τε καὶ διδάσκει κανταῦθα τὴν τοῦ ὑπέστησε λέξιν; Επειδή, φησίν, οἱ τῶν Ἑλλήνων σοφοὶ οὐ κτίστην, ἀλλ' αἴτιον ἐξ ἀἰδίου τὸν Θεὸν ἐνόμισαν τῶν κτισμάτων, συναΐδια ταῦτα τῷ ποιητῇ φάσκοντες διὰ τοῦτο καὶ Μωϋσῆς ὁ σοφὸς οὐκ εἶπεν ἐνήργησεν, ἢ ὑπέστησεν ὁ Θεὸς, ἀλλ' ἐποίησε, μονονουχί τοῦτο λέγων, ὅτι τὸ μὲν ἐποίησε τοῦτ' αὐτὸ ποίημα καὶ κτίσμα τοῦ ποιητοῦ τὸν κόσμον παρίστησι· τ δὲ ἐνήργησε καὶ ὑπέστησεν, ἐπεὶ μὴ τὸν τρόπον δηλοί τῆς τοῦ ὑποστάντος ὑπάρξεως, ἀλλ᾽ εἴτων ἁπλῶς αὐτῷ τοῦ εἶναι δείκνυσι μόνον, καὶ δύναται διὰ τοῦτο καὶ ἐπὶ τῶν ἀκτίστων καὶ ἄμφω ταυτί λέγεσθαι, καὶ λέγεται γε, καὶ ὡς ἐπιτοπλείστον μετ λιστα ἐπὶ τούτων. Διὰ τοῦτο καὶ Μωϋσῆς ὁ μέγας ταυταισὶ ταῖς λέξεσιν ἐπὶ τῶν τοῦ Θεοῦ κτισμάτων οὐκ ἠνέσχετο χρήσασθαι. Οὐ γὰρ εἶπε, φησίν, ενήρ γησεν ἢ ὑπέστησεν, ἵνα μὴ ἄκτιστα καὶ συναΐδια Θεῷ τις ἐκεῖνα νομίσῃ διὰ τῶν λέξεων δηλαδὴ του των, κατὰ τοὺς Ελληνικούς Οθλους, ἀλλ᾽ ἐποίησε, τὴν ἀπάτην διορθούμενος ταύτην, καὶ κτίσμα θεοῦ διδάσκων εἶναι τὸν κόσμον. Μάθε τοιγαροῦν, ἢ καὶ εἰδὼς μὴ κακούργως τε καὶ φιλονείκως, ἀλλ᾽ ἁπλῶς τε καὶ ἀληθῶς καὶ κατὰ τὴν ἐκκλησιαστικήν τε καὶ πατρικὴν συνήθειαν, εἰ δὲ βούλει, καὶ κατὰ τὴν σὴν γραμματικήν τε καὶ σοφίαν ταῖς λέξεσι χρῶ, καὶ μὴ δι' ἔριν τε καὶ ἄκαιρον ἔνστασιν ταῦτά τε κἀκεῖνα παρακρούεσθαι θέλε, καὶ κενήν τινα σαυτῷ, καὶ τοῖς μετὰ σοῦ λέξεών τε καὶ νοημάτων τέμνειν ὁδόν μᾶλλον δ' οὐ κενὴν μόνον, ἀλλὰ καὶ πολὺ τὸ βλα βερὸν ἔχουσαν. Τὸ γὰρ ὑπεστήσατο καὶ ὑπέστησε καὶ ἐνήργησε, καθὰ δὴ καὶ φθάσαντες εἴπομεν, την Υπαρξιν μόνην ἁπλῶς, καὶ τὸ ἐκ τινος αἰτίου το ὑποστὰν καὶ ἐνεργηθὲν εἶναι, ἀλλ' οὐ καὶ τὴν τοιάνδε ὕπαρξιν, καὶ τὰ τοιονδί αἰτιατὸν παρίστησιν. Εἰ γὰρ μὴ τοῦθ' οὕτως εἶχεν, ἀλλὰ καὶ τὸν τρόπον αὐτὸν
col. 1145–1146page 4 of 15
PG 151:1145ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἱ τίαν μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, τὴν αὐτοουσίωσιν; αὐτοζώωσιν, αὐτοθέωσιν. Ὅπερ οὖν ἐλέγομεν, οὐδ' ἡμεῖς ὑπόστασιν τὴν τοῦ Θεοῦ φυσικὴν δύναμιν καὶ ἐνέργειαν λέγομεν, διὰ τὸ ὑποστάτην αὐτῆς τὸν Θεὸν λέγεσθαι, ὥσπερ οὐδ' οἱ προῤῥηθέντες οὗτοι δια δάσκαλοι. Πῶς γὰρ τὴν ἐν τῇ φύσει θεωρουμένην καὶ ἐν ἐκείνῃ τὸ εἶναι ἔχουσαν, καὶ ἀχώριστον οὗ σαν ἐκείνης; Διὸ καὶ ἐνυπόστατον ταύτην μᾶλλον φαμεν, ὡς ἐν τῇ θείᾳ θεωρουμένην, ὡς ἔφην, καὶ μηδαμῶς οὖσαν ταύτης χωρίς. Εν γὰρ καὶ τοῦτο, καθὰ δήπου καὶ αὐτὸς οἶσθα, τῶν τοῦ ἐνυποστάτου σημαινομένων, καθ' δ πᾶσα ύπαρξις είτε σωματική, εἴτε ἀσώματος ἐνυπόστατον λέγεται, καθὴ δηλονότι ὑφέστηκεν. Ἐπειδὴ καὶ κατὰ τοῦτον τὸν λόγον καὶ ἡ ουσία καὶ τὸ συμβεβηκὸς ἐνυπόστατα λέγονται, εἰ καὶ μὴ κυρίως. ἅμα τῆς ὑπάρξεως καθ' ὑμᾶς γε αὐτοὺς ἐδήλου, αὐτοεἶναι καὶ αὐτοζωὴν, καὶ αὐτοθεότητα φαμεν, καθὰ δὴ καὶ τὸ ἔκτισε καὶ ἐποίησε, τίνος χάριν τὸ μὲν ενήργησε καὶ ὑπέστησεν ὁ σοφὸς παρητήσατο Μωϋσῆς εἰπεῖν; ἵνα μὴ συναϊδιόν τις υπολάβῃ τὸν κόσμον κατά τινας, ο προ βραχέος ὁ μέγας ειρήκει Βασίλειος· τὸ δὲ ἐποίησεν, ἅτε καὶ τὴν τρόπον δη λοῦν τῆς τῶν ποιημάτων ὑπάρξεως, καὶ οἰκεῖον τῷ ποιητῇ τε καὶ τοῖς κτίσμασιν ὄν, ἀντεισήγαγεν. "Αρ' οὐ καὶ τυφλῷ, φασί, δῆλον τό τε τῶν λέξεων ὁμοῦ καὶ τὸ τῶν σημαινομένων αὐτῶν διάφορον; Αλλως τε, εἰ τὸ ὑπέστησεν ἀντὶ τοῦ ἔκτισεν ἦν πανταχοῦ κατὰ τοὺς λέγοντας, καὶ πᾶσαν ὑπόστασιν ἐξ ἀνάγ κης ἔδει πεφυκέναι κτίσμα, καὶ μηδεμίαν εἶναι μηδαμῶς ἄκτιστον. Η πῶς ἂν ἡ χρονικὴν ἀρχὴν ἔχουσα ὕπαρξις ἄκτιστόν τι καὶ ἄναρχον ὅλως παρή γαγεν; Ω; γὰρ ἐκ τοῦ ἐποίησέ τε καὶ ἔκτισεν οὐκ ἔστιν ἐννοῆσαί τί ποτε τῶν ἀκτίστων καὶ ἔξω χρη νικῆς ἀρχῆς ὑφιστάμενον, ἀλλ᾽ εὐθὺς ποιήματά τε καὶ κτίσματα νοοῦμεν ἀκολούθως τὰς λέξεις ἐκείνας ἀκούοντες, οὕτως ἐχρῆν δήπου κἀκ τοῦ ὑπέστησε καὶ ὑπέστη καὶ πᾶσαν ὑπόστασιν κτίσμα καὶ εἶναι προφανῶς καὶ νομίζεσθαι, εἴπερ κατ' ἐκείνους του τόν τι καθάπαξ καὶ ἀδιάφορον τὸ ἔκτισε τῷ ὑπέ. στησεν. Ο 'Αλλ' ὁ μὲν περὶ τῶν λέξεων ἡμῖν λόγος καὶ τῶν διδασκάλων αἱ περὶ αὐτῶν μαρτυρίαι ἅλις εχόντων ἐγκύψωμεν δ', εἰ δοκεῖ, καὶ πρὸς αὐτὴν ἤδη τὸν σκοπὴν τοῦ σοῦ λόγου, δι᾿ ὃν ἄρα καὶ κατὰ τῶν λέ ξεων καὶ τῶν χρωμένων ἐκείναις μετὰ τοσαύτης ἀγωνίζῃ τῆς εὐψυχίας, ἵνα γνῶμεν ἐκ μέρους τέως τί σοι βούλεται ταῦτα, καὶ τίνων προπολεμῶν τε καὶ προϊστάμενος, τὴν μάχην ταύτην ἀνείλου. Μάλλον δ' αὐτὸς εἰπὲ σὺ καὶ δίδαξον ταῦτα, ἵν᾿ ἔχοιμεν είν δότες μὴ παρ' ἑτέρου τὰ σὰ ἀλλὰ παρὰ σοῦ δηλαδὴ καὶ τῶν σῶν λόγων. Διονυσίου, φησί, τοῦ μεγάλου περὶ ὄντος καὶ σοφίας, καὶ ζωῆς καὶ φωτὸς καὶ εἰα ρήνης καὶ τῶν τοιούτων ἐν τοῖς ἑαυτοῦ λόγοις πλεί στα διεξιόντος, καὶ κτίσμα Θεοῦ ταῦτα δεικνύντος, πρώτως μὲν ὄντα καὶ πρὸ τῶν ἄλλων ὄντων δηλαδή τῶν ἄλλων κτισμάτων, ὑποστάντα δὲ καὶ ταῦτα παρὰ Θεοῦ, καὶ ὑποστάτην, τουτέστι κτίστην, τούτων αὐτ τῶν πεφυκότα, προς μετοχὴν οἰκείως ἑκάστῳ τῶν μετ' αὐτὰ κτισμάτων ταυτὶ προβαλλόμενόν τε καὶ διανέμοντα· οὕτω τοίνυν εἰπόντος ἐκείνου, ὑμεῖς οὐ τῶν ἐκτὸς εἶναι ταῦτά φατε, οὐδὲ τοῦ Θεοῦ κτίσματα, ἀλλὰ φυσικὰ καὶ συναΐδια μᾶλλον τῇ φύσει ἐκείνου δυνάμεις καὶ προνοίας Θεοῦ καὶ πολλάς τινας λέο γοντες ἐνεργείας, καὶ πολλὰ τὰ ἄκτιστα παρεισά 'Αλλ᾽ ἡμεῖς, ὦ βέλτιστοι, πρὸς ἐκείνους ἂν αὖθις εἴποιμεν, οὐχὶ μίαν καὶ. δύο μόνον, ἀλλὰ καὶ τρεῖς ὁμολογοῦμεν τε καὶ προσκυνοῦμεν ὑποστάσεις ἀκτίστους· καὶ διὰ τοῦτο καὶ τρισυπόστατον ἴσμεν τὸν ἕνα καὶ μόνον κατά φύσιν Θεὸν τῶν ἁπάντων ἄκτιστον, μᾶλλον δὲ καὶ κτισμάτων ἁπάντων ποιη τὴν καὶ Δεσπότην, οὐ κατὰ τὴν φύσιν μόνον, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις αὐτὰς, καὶ δὴ καὶ τὰς φυσικὰς δυνάμεις καὶ πάντα τὰ φυσικὰ ιδιώματα, Οὐδὲ γὰρ οὐδὲν τῶν ἐν τῇ θείᾳ φύσει τοπαράπαν κτιστὸν κατὰ τοὺς θεολόγους Πατέρας, ὡς οὐδὲ τῶν ἐν τῷ ἀνθρώπῳ φυσικών δηλαδὴ καὶ ἰδίων τὸ ἄκτι στον. Καὶ μήτι νομίσῃς ὑποστάσεις λέγειν ἡμᾶς τὰς φυσικὰς τοῦ Θεοῦ δυνάμεις τε καὶ προόδους, καὶ τὰ Ιδιώματα· μηδὲ τὸν λόγον ἑλκύσῃς κακῶς πρὸς τὸ ἄτοπον, ἐκ τοῦ ὑπεστήσατο καὶ ὑπέστησε συνά γοντα τὴν ὑπόστασιν, ὥσπερ καὶ τὸ ποίημα ἀπὸ τοῦ ἐποίησεν. Οὐδεμία γὰρ ἐνέργεια, φησὶν ὁ μέγας Βασίλειος, ἐνυπόστατος, τουτέστιν αὐθυπόστατος, Καὶ πάλιν αὐτὸς, τὰς θείας ἀπαριθμησάμενος έναρ γείας κατ' όνομα, οὕτως ἐπάγει· Ταῦτα πάντα ἀἱγοντες, ἅπερ ἡμεῖς λέγειν οὐ μεμαθήκαμεν. Εν δίως ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός· ἀλλὰ τὸ μὲν, ἐκ Θεοῦ πηγάζον, ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέρ γειαι αὐτοῦ εἰσι. Καὶ ὁ σοφὸς Μάξιμος αὖθις· Αἱ ἐνέργειαι, φησὶν, οὐκ εἰσὶν οὐσίαι, οὐδὲ καθ᾿ ἑαυτὰς, ἀλλ᾽ ἐν τῇ ουσίᾳ τυγχάνουσι, καὶ δίχα ταύτης τὸ εἶναι οὐκ ἔχουσι. Διονύσιος δ' ὁ σοφὸς, ᾧ δὴ καὶ ἀντιλέγετε πρὸ τῶν ἄλλων ὑμεῖς πάντων μάλιστα, συνεχῶς τὸν Θεὸν ὑποστάτην τῶν φυσικῶν ἑαυτοῦ λέγοντι, περὶ τού των αὐτῶν ὧδέ πή φησιν· Οὐκ οὐσίαν τινὰ θείαν ἢ ἀγγελικὴν εἶναι ταῦτά φαμεν. Καὶ πάλιν· Οὔτε συνελόντα εἰπεῖν ἀρχικὰς τῶν ὄντων, καὶ δημιουργικὰς οὐσίας καὶ ὑποστάσεις. Καὶ μετ' ὀλίγον Αλλ' γὰρ καὶ μόνον ἄκτιστον ἴσμεν, τὴν τοῦ Θεοῦ φύσινα τὸ δ' ἐκείνης ὁπωσδήποτε διαφέρον ἅπαν κτιστόν.. Εύγε ὅτι τὸν χρηστὸν Ακίνδυνον παρεισήγαγες ἡμῖν αὖθις μετὰ τῆς μακρᾶς ἐκείνης ἀδολεσχίας, καὶ τῆς κατὰ τῆς θεότητος καὶ τῶν ταύτης θεολόγων συκοφαντίας καὶ τῶν σοφισμάτων. Ὅτι γὰρ ἐκεί νου ταυτὶ καὶ δὴ καὶ Βαρλαάμ τοῦ τὰ σπέρματα καὶ τὰς ἀρχὰς τῆς πλάνης αὐτῷ παρασχόντος, πλεῖο στοι μὲν καὶ κάλλιστοι τῶν ἀνθρώπων οἱ μάρτυρες τούτων, ἢ καὶ πάντες σχεδόν οι γε καὶ λέγειν οπωσοῦν καὶ ἀκούειν εἰδότες· οἱ δὲ λόγοι μάλιστ' ἐκείνων καὶ τὰ συγγράμματα παρ' ἡμῖν όντα. Ἐγὼ μὲν οὖν, ἵνα του μὸν τέως ἐξείπω, οὐκ ᾤμην σε φανερῶς ούτωσὶ καὶ ἀνερυθριάστως ομόρρονα το
col. 1147–1148page 5 of 15
PG 151:1147νων λέγεις ὡσαύτως, οὐδ᾽ αὐτὸν ἐκεῖνον τὸν σοφόν τέως αιδούμενος θεολόγον, ἐξηγούμενον τὰ οἰκεία, καὶ ἑαυτὸν ἐπίτηδες ερμηνεύοντά τε καὶ σαφηνίζοντα, καὶ πᾶσαν ἀμφιβολίαν τε καὶ ἀντιλογίαν ἐκ μέσου τιθέντα. Ἐκεῖνος δ' αὐτὸς, ἀκούσωμεν δι' ὀλί γων τινῶν, & περὶ τούτων αὐτῶν λέγει. Πρὸς γάρ τοι τὸν ἱερὸν Τιμόθεον τὸν περὶ τῶν θείων όνομάτων τε καὶ πραγμάτων τουτωνὶ ποιούμενος λόγον, τάδε κατὰ λέξιν ἐν ἐνδεκάτῳ φησί κεφαλαίῳ· 'Αλλ' ἐπειδὴ καὶ ἄλλοτε μου δι' ἐπιστο τῆς ἐπύθου τί ποτε ἄρα φημὶ τὸ αὐτοεἶναι, τὴν αὐτ τοζωὴν, τὴν αὐτοσοφίαν, καὶ πρὸς σεαυτὸν ἔφης ἀπορῆσαι, πῶς τὸν Θεὸν ποτὲ μὲν αὐτοζωήν φημι, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑποστάτην, ἀναγκαῖον ψήθην, ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἀπορίας τὸ ἐφ' ἡμῖν ἀπολῦσαι. Πόσου ἄν τις ἐπρίατο τὸ τῶν ἀπορουμένων ἐπὶ ταῖς τοῦ μεγάλου θεολογίαις αυ τὸν ἐκεῖνον τὸν Πατέρα τῶν λόγων ἐξηγητὴν καὶ διδάσκαλον νῦν εὑρέσθαι; Καὶ ἰδοὺ πάρεστιν ἀμο γητί τε καὶ προίκα παντὶ τῷ βουλομένῳ τούτου τύ χεῖν, ἱκανῶς γε καὶ ὡς ἀμφοτέροις ἔδει, τῷ δι δάσκοντί φημι καὶ τῷ μανθάνοντι ταῦτα, τῶν λύσεων πάλαι γεγενημένων διὰ τῆς ἐρωτήσεως τούτου. Αλλά γὰρ πρὶν εἰς τὰς τοῦ διδασκάλου λύσεις καὶ ἡμᾶς ἑαυτοὺς καθεῖναι, ἀναγκαῖον οἶμαι σκέψασθαι καὶ σαφέστερόν πως μαθεῖν ἐκ τῶν εἰρημένων, τίνα τὰ πρὸς τὸν σοφὸν Διονύσιον διαπορηθέντα τῷ ἀπο στόλῳ τούτῳ. Ἐπεὶ καὶ θεῖος καὶ σοφός τις καὶ καὶ ὁμιλητὸν ᾿Ακινδύνου σαυτὸν ἐθέλειν δεικνύναι, τοῦτο καὶ κτίστην τὸν ὑποστάτην αὐτῶν ὑπολαμβάν καὶ μάλιστά γε ἐπὶ τοιούτοις, ὅτι τε ἀμαθὴς ἐκεῖνος καὶ ἀνάσκητος θείας τε πάσης καὶ ἀνθρωπίνης σχε δὲν σοφίας, καὶ ὅτι καὶ πολλάκις ὑπὸ συνόδων Πα τέρων ἱερῶν καὶ βασιλέων ὦπται, καὶ πάσης ἅμα τῆς σεπτῆς Ἐκκλησίας ἐπ' ἐκείνοις ἐξεληλεγμένος τι καὶ ἐκβεβλημένος, οὐ περιών μόνον ἀλλὰ καὶ ἀπογεγονώς διὰ τῶν οἰκείων λόγων δηλαδὴ καὶ δογ μάτων, καθὰ δὴ καὶ Ὠριγένης καὶ οἱ κατ᾽ αὐτὸν πάλαι, δὲ καὶ μετὰ πολυετή τινα χρόνον, τῆς σφετέρας αὐτῶν τελευτῆς συνόδῳ Πατέρων ἱερῶν τε καὶ βασιλέων σὺν μεγίσταις τισὶ καὶ παλαμναιοτάταις ἀραῖς τῶν ἱερῶν ἀποκηρυχθέντες ἐξεβλήθησαν περι θέλων μετὰ τῶν διεφθαρμένων καὶ κακίστων αὐτῶν συγγραμμάτων. Ο δήπου καὶ Ἀκινδύνῳ καλῶςἄρα καὶ σὺν δίκῃ, καθάπερ ἔφην, συνέβη, ἐπὶ ταῖς αὐταῖς, μᾶλλον δὲ καὶ χείροσι βλασφημίαις καλιο κότι, καὶ διὰ ταῦτα παρὰ τοῦ τῶν εὐσεβῶν ἱεροῦ συλλόγου σύν γε τοῖς ὁμόφροσι μεγίσταις καὶ φρικωδεστάταις ἅμα ταῖς ἀραῖς ἀποκηρυχθέντι. Διὰ ταῦτα μὲν οὖν οὐχ ὑπελάμβανον, ὅπερ ἔφην, εκόντα σε σαυτὸν τοῖς ἐκείνου προσάγειν ἐθέλειν, καὶ τὸ κατ' αὐτὴν οἰκειοῦσθαι, ἀλλὰ πρὸς τῇ ἀδοξίᾳ καὶ τῇ προδήλῳ ταυτης καταγνώσει καὶ τὴν φρικτὴν ἀπο κήρυξιν καὶ τὴν κοινὴν τῆς σεπτῆς Ἐκκλησίας ἀρὰν ὅλῳ ποδι φεύγειν, οἷς ἑαυτοὺς καθυποβάλλου σιν οἱ τὰ ἐκείνου φρονοῦντες κατὰ τὰς πανδήμους ἐκείνης διαλέξεις καὶ ἀποφάσεις; Πνεύματι δηλαδή θείῳ καὶ πάλαι καὶ νῦν λαλουμένας. Ἐπεὶ δὲ πράγ μασιν αὐτοῖς, ὡς μὴ ὠφελε, τοῦθ' ὁρᾶται, περιττόν ο ὑψηλὸς ὁ ἀνὴρ τὰ θεῖα, καὶ τῶν ἀκολούθων τε καὶ μὲν ἂν εἴη καὶ τοῦ καιροῦ καὶ τῆς χρείας γε πόρρω τὸ περὶ τῶν αὐτῶν καὶ αὖθις τὰ αὐτὰ λέγειν ἐθέλειν πρὸς τοὺς μὴ βουλομένους ἀκούειν. "Η γὰρ ἂν, είγε ἐβούλοντο, τῶν πολλῶν καὶ καλῶν ἐκείνων λόγων τε καὶ διαλέξεων ἀκηκοότες ἐπείσθησαν πάλαι. Η γὰρ ἂν, ἐξ ἐκείνου πεισθέντες, εταπεινώθησαν ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα, καὶ τῷ Πνεύματι καλῶς ὑπετάγησαν τῷ ἁγίῳ, τῷ διὰ τοῦ χοροῦ τῶν θεολόγων λαλοῦντι. Οὐ γὰρ αὐτοί γέ εἰσιν οἱ λαλοῦντες κανταῦθα, κατὰ τὸν Χριστοῦ φάναι λόγον, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς. Ὡς ἂν δὲ μὴ δόξαιμεν ἀτελῆ πως τὴν ὁμιλίαν καὶ ἡμεῖς ταυτηνὶ καταλείπειν ἐνταῦθα· τοὺς μὲν καθόλου περὶ τῆς θείας ενεργείας καὶ θεότητος λόγους, καὶ τοὺς περὶ τούτων αὐτῶν ζητοῦντας, εἰς τε τὰ βιβλία καὶ τοὺς πολλοὺς καὶ καλοὺς ἐκείνους παραπέμψομεν λόγους, ἄλλοις τε λογογραφηθέντα σοφοῖς καὶ μεγάλοις Πνεύματος καὶ λόγου δυνάμει μετὰ τοὺς ἀρχαίους διδασκάλους φημὶ καὶ Πατέρας τοῦ λόγου, καὶ ἡμῖν αὐτοῖς οὐ παρέργως· τὴν δ᾽ ὑπεστήσατο λέξιν, καὶ ὅπως τὸν Θεὸν ὑποστάτην τῶν φυσικῶν ἑαυτοῦ δυνάμεών τε καὶ μετοχῶν ἀνυμνεῖ πυκνῶς ὁ θεολό γῆς ἐκεῖνος, δ δήπου καὶ σκοπὸς ἄνωθεν ἦν τῷ λόγῳ, καὶ αὖθις ἐνεγκόντες εἰς μέσον καὶ τὸν τοῦ λόγου σκοπὸν παρ' ἐκείνου ζητήσαντες καὶ μαθόντες και θέσων οἷόν τε, τὸν περὶ τούτου τέως ἐνταῦθα κατα παύσομεν λόγον. Σὺ μὲν οὖν, οὐκ οἶδ' ὅπως, κτιστῶς ὑποστήσασθαι τῆς τὸν θεὸν τὰς φυσικὰς ἑαυτοῦ δυνάμεις, καὶ διὰ ὁμιλητῶν Παύλου δηλαδὴ τοῦ σκεύους τῆς ἐκλογῆς οὗτος ὁ προύχων, ὑφ' οὗ δὴ καὶ τέκνον ἀγαπητὸν καὶ συναθλητής τε καὶ συναπόστολος καὶ παρηκολουθηκώς ἐκείνου τῇ διδασκαλίᾳ, καὶ συνεργάτης αὐτῷ καὶ συσπουδαστής τοῦ Εὐαγγελίου, καὶ πάντ' ἐκεῖνά γε μαρτυρεῖται. Καὶ οὐκ ἂν ὁ τοσοῦτος ἄνευ σπουδῆς οὐδὲ Πνεύματος δίχα τὴν περὶ τούτων ἔρευναν καὶ τὰς πεύσεις συνεχῶς ἐποιεῖτο. Τίς οὖν ἡ ἐρώτησις; Ηκούσαμεν ἤδη προ βραχέος πρὸς αὐ τὸν εἰπόντος τοῦ διδασκάλου, Ἐπειδὴ καὶ ἄλλοτε μου δι' ἐπιστολῆς ἐπόθου τί ποτε ἄρα φημὶ τὸ αὐτοεἶναι, τὴν αὐτοζωήν, τὴν αὐτοσοφίαν, καὶ πρὸς ἑαυτὸν ἔφης ἀπορῆσαι, πῶς τὸν Θεὸν ποτὲ μὲν αὐτοζωήν φημι, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑποστάτην, ἀναγκαῖον ᾠήθην, ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἀπορίας τὸ ἐφ' ἡμῖν ἀπολῦσαι. Τί οὖν ἐστιν ἐνταῦθα τὸ διαπορούμενον τῷ σοφῷ Τιμοθέω; Μὴ τὴν αὐτοζωὴν, ἢ τὴν αὐτοσοφίαν, ἢ τὸ αὐτοὶν καὶ οὗτος κατά τινας τῶν ἀντιλεγόντων νῦν ὑπείληφε κτίσμα; Καὶ εἰ τοῦτο ἦν καὶ οὕτως ἀνομίσθη γε τούτῳ, τί τὸ ἀπορούμενον ἦν, καὶ τίς ἡ πρὸς τὴν διδάσκαλον πεῦσις; Η μακρῶν ἔδει λό γων τε καὶ συλλογισμῶν, ὥστε μαθεῖν, ὅτι τῆς ἀνα θρωπείας ζωῆς, καὶ σοφίας δὲ τῶν κτιστῶν ὄντων ἁπλῶς πάντων, ὁ Θεός ἐστι ποιητής τε καὶ κτίστης. Τοῦτο καὶ γὰρ οὐδὲ τῶν βαναύσων τε καὶ ἀγροίκων, οἶμαι, πιστῶν ἑνὶ μηδενί ποτ' ἂν διαπορηθείη ὡς καὶ διδασκάλου δεῖσθαι πρὸς τοῦτο, μήτοι γε εκείνη τῷ πλήρει σοφίας θείας ἅμα καὶ ἀνθρωπίνης, καὶ
col. 1149–1150page 6 of 15
PG 151:1149διδασκαλικῆς καὶ ποιμαντικῆς προεδρίας καὶ πανζωὴν, καὶ ὅσα ἀπολύτως καὶ ἀρχηγικῶς εἶναι, καὶ τοδαπῶν τοῦ Πνεύματος χαρισμάτων ἠξιωμένῳ. Ταυτὸ καὶ γάρ ἐστι τοῦτο τῷ διαποροῦντά τινα εἰ τῶν κτισμάτων ἑαυτοῦ ποιητής ἐστιν ὁ Θεὸς, ἔπειτα περὶ τούτου παρὰ τῶν εἰδότων πυνθάνεσθαι. Αλλ' ὥσπερ τοῦτ᾽ ἄν τις τῶν ἐξεστηκότων εἶπεν ἄντικρυς καὶ παραπαιόντων, κατὰ ταυτὰ δήπου κἀκεῖνο. Ούκουν γε περὶ κτισμάτων καὶ κτίσεως, ήπερ έφην, ἡ ἀμφισβήτησις ἦν τούτῳ. Ἀλλ᾽ ἐπεὶ τὸ μὲν εἶναι καὶ τὴν ζωὴν καὶ τὴν σοφίαν, λεγόμενα ἐπὶ τῶν κτιστῶν αὐτῶν μετεχόν των όντων φημί, καὶ ζώντων καὶ σοφῶν, καὶ ἐπ' αὐτοῦ τοῦ Θεοῦ λεγόμενα ᾔδει κυρίως ως αἰτίου πάντων ἐκείνων, τὸ δὲ αὐτοῦν καὶ τὴν αὐτοζωὴν καὶ αὐτοσοφίαν καὶ τὰ παραπλήσια τούτοις Θεοῦ μόνου γε όντα, καὶ τῇ ἀξίᾳ μόνῃ καὶ τῇ δυνάμει ἐκείνῃ προσήκοντα τῇ ὑπὲρ πᾶσαν· δύναμιν καὶ ἀξίαν, οὐδὲ γὰρ ἔξωθεν καὶ κατὰ μετοχὴν κἀκείνῳ πρόσεστι τὰ τοιαῦτα, ἀλλ' αὐτὸς μᾶλλον ἐστιν ἐκεῖνα, Εγώ γὰρ εἰμι, πρὸς Ἰουδαίους φησὶν ὁ Χριστὸς, τὸ φῶς κόσμου, καὶ πρὸς τὴν Μάρθαν αὖθις, 'Εγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, καὶ πά λιν Παῦλος ὁ σοφὸς πρὸς Εφεσίους, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἐν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, καὶ τῷ Μωϋσῇ πρότερον ὁ Θεὸς εἰς Αἴγυπτον ὑπὲρ τοῦ Ἰσραὴλ πεμπομένῳ, 'Εγώ εἰμι, φησὶν, ὁ ὢν, καὶ αὐτὸ τοῦτ' ἐρεῖς τοῖς τὸν ἀποστείλαντά σε καὶ τοὐμὸν ὄνομα παρὰ σοῦ πυθομένοις, ἐπεὶ ταῦθ᾽ ὁ σοφὸς Τιμόθεος ᾔδει, περὶ μὲν τῶν ὁμολογουμένων του τωνὶ καὶ κειμένων, καθαπερεί τινων θέσεων και ἀξιωμάτων, οὔτε διαπορεῖ πρὸς ἑαυτὸν, πῶς γὰρ; οὔτε μαθεῖν δεῖται παρὰ τοῦ διδασκάλου· ἐκεῖνο δὲ μᾶλλον διαπορῶν πυνθάνεται παρ' ἐκείνου, πῶς ἅπερ τὸν Θεὸν αὐτὸν ἀξίως τε καὶ θεοπρεπῶς ὀνο μάζει κατὰ δύναμιν ἀνθρωπείαν, τούτων αὐτῶν ὑποστάτην αὖθις τὸν αὐτὸν καλεῖ καὶ χορηγὸν καὶ δοτήρα. Οθεν καὶ ὁ μέγας ἐκεῖνος τῷ ὄντι καὶ σο φὸς θεολόγος οὐδέν τι περὶ κτισμάτων οὐδοτιοῦν διαλέγεται πυθομένῳ τῷ φίλῳ, εἰδὼς ἀκριβῶς ἐκεῖ νον καὶ τὴν ἱερὰν ἐπιστήμην τε καὶ σοφίαν ἐκείνου, μεθ᾿ ἧς ἐκ παιδὸς ἐτράφη παρὰ τῷ τῆς οἰκουμένης θαυμαστῷ διδασκάλῳ· ἀλλ' ἀναλαβὼν μᾶλλον τὴν παντελῆ διάκρισίν τε καὶ ἔνωσιν τῆς θεότητος, ἵνα α ἐκ Θεοῦ πρώτως υφεστηκέναι τιθέμεθα; Τοῦτο δέ φαμεν οὐκ ἔστιν ἀγκύλον, ἀλλ᾽ εὐθύ, καὶ ἁπλῆν τὴν διασάφησιν ἔχον. Οὐ γὰρ οὐσίαν τινὰ θείαν ἀγγελικὴν εἶναί φαμεν τὸ αὐτοεἶναι, τοῦ εἶναι τὰ πάντα ὄντα αἰτίαν. Μόνον γὰρ τοῦ εἶναι πάντα τὰ ὄντα καὶ αὐτὸ τὸ εἶναι τὸ ὑπερούσιον ἀρχὴ καὶ αἰτία καὶ αἴτιον. Καὶ μετ' ὀλίγον· Οὔτε συνελόντα εἰπεῖν ἀρχικὰς τῶν ὄντων, καὶ δημιουργικὰς οὐσίας καὶ ὑπου στάσεις, ἃς τινες καὶ θεοὺς τῶν ὄντων, καὶ δημιου γούς αυτοσχεδιάσαντες ἀπεστομάτισαν. Καὶ μετὰ μικρόν· Αλλ' αὐτοεἶναι, καὶ αὐτοζωὴν καὶ αὐτοθεά τητά φαμεν ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν πάντων ὑπεράρχιον, καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, τὴν αὐτοουσίωσιν, αὐτοζώωσιν, αὐτοθέωσιν, ὧν τὰ ὄντα οἰκείως εαυ τοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα και ἔστι καὶ λέγεται καὶ τἆλλα ὡσαύτως. Ακούεις πως ὁ διδάσκαλος ἑαυτὸν ἐξηγεῖται; Μάλλον δὲ πρὸ τοῦ τὰς λύσεις επεξεργάσασθαι ταύτας, καὶ τὰ ῥηθέντα συνεπτυγμένοις ἀναπτύξαι καθόσον οἷόν τε, σκεψώμεθα, πῶς τὰ τῆς ἡνωμένης τε καὶ διακεκριμένης θεολογίας καὶ τὰ περὶ θείων όνομάτων παρ' αὐτοῦ θεολογούμενα ταυτὶ καὶ γραφόμενα οὐχ ἁπλῶς μόν νον οὐδὲ πολλάκις τότε λεγόμενα παρ' αὐτοῦ τε καὶ τῶν θεοφόρων ἀποστόλων καὶ διδασκάλων, ἀλλὰ καὶ μυριόλεκτα καινοτέρῳ τινὶ τρόπῳ προτεἶπε, τὴν μεθ' ὑπερβολῆς περὶ αὐτὰ συχνὴν σπουδὴν καὶ μελέτην αὐτοῦ τε καὶ τῶν κατ' αὐτὸν καὶ ὑπὲρ αὐτ τὸν θεολόγων εμφαίνων, καὶ ὡσανεὶ καὶ ταῦτα στοιχεῖα καὶ βάθρα τινὰ δεικνύς τοῦ μυστηρίου τῆς καθ᾿ ἡμᾶς πίστεως, καὶ θεολογίας συνεκτικός σχεδ δεν πίσης ὅση τε κατὰ τὸ τῆς μεγάλης καὶ ἀρχικῆς φημι Τριάδος ήνωμένον ἅμα καὶ διακεκριμένων, καὶ ὅση κατὰ τὸ τῆς διὰ σαρκὸς οἰκονομία; Χριστοῦ μυστήριον, ὅθεν οἱ τοῦ Πνεύματος μερισμοὶ καὶ αἱ θεῖαι καὶ ὑπερφυείς ενέργειαι, καὶ ἡ δαψιλής χύσις τῶν χαρισμάτων κατά τε τὴν ἄνωθεν διὰ τοῦ θαυ μαστοῦ Ἰωὴλ θείαν ἐπαγγελίαν μετὰ ταῦτα φήσαντος, Εκγεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ τὴν ἐσύστερον ἀποστολήν τε καὶ φανέ ρωσιν παρὰ Χριστοῦ τῶν αὐτῶν αὖθις κατὰ τὸν ἑαυτοῦ λόγον, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγε κατ' αὐτὸν ἐκεῖνον τὸν διδάσκαλον εἴπω, περιεκτι- 1 λίαν τοῦ Πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσ κῶς ἐκτίθεται καὶ διδάσκει, κἀξ αὐτῆς καὶ πρὸς αὐτὰς πρόεισι τὰς κατά μέρος θεωνυμίας τε καὶ τὰς λύσεις τῶν ζητημάτων ἐκείνου, μέρος αὐτάς τε κακείνας οὖσας τῆς κατ' αὐτὸν ἡνωμένης καὶ δια κεκριμένης πάσης θεολογίας. Τί ούν φησι μετ' ἐκεῖνα, τὴν ἀπορίαν ὡς ἐπηγε γείλατο τούτῳ· λύων; Ἵνα τὰ μυριόλεκτα, φησί, καὶ νῦν ἀναλάβωμεν, οὐκ ἔστιν ἐναντίον, αὐτοδύναμιν ἢ αὐτοζωὴν εἰπεῖν τὸν Θεὸν, καὶ τῆς αὐτοζωῆς, ἢ εἰρήνης, ἢ δυνάμεως ὑποστάτην. Τὰ μὲν γὰρ ἐκ τῶν ὄντων καὶ μάλιστα ἐκ τῶν πρώτως ὄντων, ὡς αἴτιος πάντων τῶν ὄντων λέγεται· τὰ δὲ ὡς ὑπὲρ πάντα καὶ τὰ πρώτως ὄντα ὑπερὼν ὑπερουσίως. Τί τὰ ὅλως, φῂς, τὸ αὐτοεἶναι λέγομεν, ἢ τὴν αὐτο σατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους, πρὸς τοὺς ἰδίους μαθητές εἰρηκότας. Οἷς τοσοῦτό γε δέουσιν οἱ πολλοὶ τῶν νῦν ὄντων ἀξίως προσέχειν, καὶ τὰ θεῖα θεοπρεπώς αὐτόθεν παρὰ τῶν εἰδότων καὶ διδάσκεσθαι καὶ μαν θάνειν, ὡς καὶ σιωπᾶσθαι τὰ μυριόλεκτα ταῦτα δεῖν εἶναι, καὶ τοὺς τῆς ἀληθινῆς ζωῆς καὶ τοῦ αὐτό φωτος καὶ τῆς αὐτοσοφίας ἐν σκότει που κατα κρύπτεσθαι λόγους τολμηρώς, φεύ! παρ' ἐνίων είν ρῆσθαι, μὴ εἰδότων, κατὰ τὸ εἰρημένον, μήτε & λέγουσι, μήτε περὶ τίνων βεβαιοῦνται. 'Αλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν αὖθις, τῆς ἑρμηνείας ἀχουν σήμενοι τοῦ θείου διδασκάλου. Ἵνα τὰ μυριόλεκτα, φησί, καὶ νῦν ἀναλάβωμεν, οὐκ ἔστιν ἐναντίον του
col. 1151–1152page 7 of 15
PG 151:1151τοδύναμιν, αὐτοζωὴν εἰπεῖν τὸν Θεὸν καὶ τῆς αὐτοὑπὲρ τὰ προῤῥηθέντα. Αὐτῆς γὰρ ἐκείνης τῆς τοῦ ζωῆς ἢ εἰρήνης ή δυνάμεως υποστάτην. Τὰ μὲν γὰρ ἐκ τῶν ὄντων, καὶ μάλιστα ἐκ τῶν πρώτως ἄν των, ὡς αἴτιος πάντων τῶν ὄντων λέγεται· αὐτο δύναμις, φησί καὶ αὐτοζωή, καὶ ὅσα τοιαῦτα παρ' ἡμῶν ὁ Θεὸς λέγεται, ως αίτιος τῆς ὑπάρξεως αὐτ τῶν τούτων, ἀλλὰ δὴ καὶ τῶν δευτέρως καὶ κατα χρηστικῶς λεγομένων ὄντων πάντων, δηλαδὴ τῶν κτισμάτων· αὐτὸς καὶ γὰρ μόνος ἐστὶν ὑποστάτης καὶ αἴτιος τῶν τε εἰρημένων μετοχών, δηλονότι τῶν δυνάμεων καὶ ἐνεργειῶν ἑαυτοῦ, καὶ τῶν μετεχόν. των αὐτῶν, λέγω δὴ τῶν κτισμάτων· τὰ δὲ, φησὶ, λέγεται, ὡς ὑπὲρ πάντα καὶ τὰ πρώτως ὄντα ὑπερ ὼν ὑπερουσίως. Τῆς αὐτοζωῆς δὲ, φησὶ, πάλιν καὶ αὐτοειρήνης καὶ αὐτοδυνάμεως ὁ Θεὸς λέγεται ὑποστάτης, ὡς μὴ ταῦτα κατ' οὐσίαν ῶν, ἀλλ᾽ ὑπὲρ ταῦτα μᾶλλον. Διὰ τοῦτο καὶ γὰρ τὸ ὑπερὼν ὑπερουσίως προσέθηκεν, ἵν᾿ ἐμφήνῃ ὡ; αὐτὰ μὲν ὄντα καθ' ύπαρξιν, αὐτὸς δὲ ὑπερών μᾶλλον ὡς ὑπερούσιος καὶ αἴτιος αὐτῶν. Ζητεῖς δὲ, φησί, τί ὅλως λέγομεν ὑπάρχειν τὸ αὐτοεἶναι ἢ τὴν αὐτοζωὴν, καὶ ὅσα λέγομεν ἐκ Θεοῦ πρώτως ὑφεστηκέναι, καὶ ἀπολύτως καὶ ἄρ᾽ χηγικῶς εἶναι; Τὸ δὲ, φαμὲν, οὐκ ἔστιν ἀγκύλον, τουτέστιν αἰνιγματῶδές τι καὶ δυσνόητον, ἀλλ᾽ εὐθὺ, καὶ ἁπλῆν τὴν διασάφησιν ἔχον. Ταῦτα δέ φησιν διδάσκαλος, δεικνὺς ὅτι τὸ μὲν εἶναι καὶ ἡ ζωὴ τῶν κτισμάτων πάντων, τῶν τε λογικών φημι καὶ ἀλό των, καὶ δὴ καὶ τῶν ἄλλων, οὐκ ἀπολελυμένως ἔχει τὸ εἶναι, καὶ ζωὴ εἶναι, ὡς ἡ πρότερα ταῦτα ἐκεί νων εἶναι, ὧν ἐστιν ὕπαρξις καὶ ζωὴ δηλονότι, η δύνασθαι καὶ ὁπωσοῦν ἄνευ ἐκείνων τῶν δεκτικῶν αὐτῶν ὅλως καθ' ἑαυτὰ ζῇν ἢ ὑπάρχειν. Αἱ δὲ τοῦ Θεοῦ δωρεαὶ καὶ φυσικαὶ δυνάμεις ἐκεῖναι αἱ ὑπ' αὐτοῦ πρὸς μετοχὴν τῶν κτισμάτων προβαλλόμενοι οὐ συμπεπλεγμένως τινὶ τῶν μετεχόντων κτισμά των ἔχουσι τὸ εἶναι, ἀλλ᾽ ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ θεωρούμεναι, καθάπερ είρηται, ἀπολελυμένως εἰσὶν ὡς φυσικὰ τοῦ Θεοῦ· ἀναίτια γὰρ ὥσπερ ή φύσις τοῦ Θεοῦ, ὡς δὲ καὶ τὰ αὐτοῦ φυσικὰ κατὰ τὸ τελικόν λεγόμενον αἴτιον. Οὐκ ἀπολύτως δὲ μόνον, ἀλλὰ καὶ ἀρχηγικῶς ἔχουσι τὸ εἶναι καὶ τὴν ζωὴν, καὶ τἆλλα πάντα ὅταπέρ εἰσιν, ὡς τὴν ἀρχὴν ἔχοντα πάντων τῶν ὄντων καὶ ζώντων, μεθεκτῶς ἐχόντων ἐκεῖθεν ταῦτα, καὶ ἀποτελεσμάτων ὄντων τῶν θείων ἐνεργειῶν, καὶ δυνάμεων ἐκείνων. Τούτων καὶ γὰρ τῶν μετοχών, ὁ αὐτὸς οὗτός φησι θεολόγος, τὰ ὄντα οἰκείως ἑαυ τοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται, καὶ τἆλλα ὡσαύτως· ὡσὰν εἰ καὶ τὴν οἰκίαν ἀποτέλεσμά τις λέγοι τῆς τοῦ οἰκοδόμου τέχνης, καὶ τὸν πρίονα καὶ τὸ τρύπανον τῆς χαλκευτικῆς ὡσαύτως, τῶν μὲν τεχνῶν δηλονότι προϋπαρ κουτῶν ἐν τῇ διανοίᾳ καὶ τῇ ψυχῇ τοῦ τεχνίτου, προαγομένων δ' ἐκεῖθεν εἰς ἐνέργειαν, ὁπόταν ἐκεῖ νος δηλαδή βουληθῇ, κάν τῇ ἐνεργείᾳ δὲ καὶ μετά τὸ ἀποτέλεσμα παρὰ τῷ κεκτημένῳ τεχνίτῃ μενου τῶν οὐδὲν ἧττον ὡσαύτως. Η μέντοι θέωσις καὶ ἡ κατ' αὐτὴν μετοχὴ καὶ ς Θεοῦ φυσικῆς ἐνεργείας καὶ τῆς χάριτος μετέχουσιν ἐναργῶς οἱ κεχαριτωμένοι τε καὶ τεθεωμένοι· διδ καὶ ὁμοίωσις εἴρηται Θεοῦ τοῦτο, καὶ θεοὶ χρηματίζουσι κατ' αὐτήν γε τὴν χάριν οἱ Πνεύματι καταξιούμενοι τῆς ὑπερφυούς δωρεάς ταύτης, καὶ πρὸς ἑτέρους εκπέμπουσι ταύτην, ὡς καὶ ὁ μέγας φησί περὶ τούτου Βασίλειος ἐν γε τοῖς ὑπὲρ τοῦ θείου Πνεύματος λόγοις. Αἱ πνευματοφόροι ψυχαί γάρ, φησὶν, ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὗταί τε ἀποτελοῦνται Πνεύματι, καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσι. Καὶ αὖθις· ὡς ἡ δύναμις τοῦ ὁρᾷν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένη ψυχῇ· καὶ ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν, οὕτως ἡ χάρις τοῦ Πνεύ ματος ἐν τῷ ὑποδεξαμένῳ, ἀεὶ μὲν συμπαροῦσα, οὐχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκώς. Εἶτα κατασκευάζων αὖθις τὸν λόγον ὁ ἱερὸς Διονύσιος, καὶ δεικνὺς πῶς εὐθὺς ἐστι καὶ ἁπλῆν τὴν διασάφησιν ἔχων, ἐπάγει Οὐ γὰρ οὐσίαν τινὰ θείαν ἢ ἀγγελικὴν εἶναι φαμεν τὸ αὐτοεἶναι, τοῦ εἶναι τὰ ὄντα πάντα αἰτίαν· μόνον γὰρ τοῦ εἶναι πάντα τὰ ὄντα, καὶ αὐτὸ τὸ εἶναι, τὸ ὑπερούσιον, ἀρχὴ, οὐσία καὶ αἴτιον· καὶ ὅσα τούτων ἑξῆς ἤδη φθάσας ὁ διδάσκαλος εἴρηκε, τὸν μὲν Ἑλληνικὸν ἄθλον τῆς πολυθείας μετὰ τῶν Πλατωνικών ἰδεῶν ἐκβάλλων, καὶ πρός γε ὅτι τὴν τῶν ᾿Αγγελι τῶν λεγομένην αἵρεσιν, ἀγγέλοις τὸ πᾶν ὡς θεοῖς τισιν ὑποκεῖσθαι ληροῦσαν, ἦν γὰρ τότε καὶ ταῦτα, τὸ δ' αἴτιον πάντων καὶ ὑπερούσιον καὶ ἀμέθεκτον τοῦ Θεοῦ κατ' αὐτό γε τοῦτο διδάσκων, καὶ τὸ μετ θεκτὸν ὡσαύτως αὐτοῦ καὶ κοινωνικὸν ἐν τοῖς πτι σμασι, κατὰ τὰς ἐκδεδομένας ἐξ αὐτοῦ προνοητικές δυνάμεις καὶ αὐτομετοχὰς ταύτας, ὧν, φησί, τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται καὶ τἆλλα ὡσαύτως. Οὕτω κάλλιστα καὶ σοφώτατα τῷ ὄντι τοὺς ἑαυτοῦ λόγους ὁ σοφὸς ἐξηγήσατό τε καὶ ἐδίδαξεν αὐτήν τε τὸν ἐρωτῶντα, καὶ μετ' ἐκεῖνον πάντας τους βουλομένους, ὡς μηδέν τι γρίφον καὶ ἀσαφὲς αὐτοῖς ἐνα αφείναι μηδοπωστιοῦν, κατὰ τὸν ἑαυτοῦ λόγον. Σὺ δὲ τί φῂς, ὦ ἑταῖρε, πρὸς ταῦτα; Συνῆκας νῦν γοῦν καὶ αὐτὸς τῶν σαφῶς τε καὶ εὐθέως, ὡς αὐτό; φησι, παρ' αὐτοῦ λεγομένων, ἢ τὸ ὑπέστησε καὶ τὸ ὑπεστήσατο καὶ τὸν ὑποστάτην ἀντὶ τοῦ κτίστου λαμβάνων, καὶ αὖθις περὶ τὰ αὐτὰ στρέφη καὶ ὡς περὶ κτισμάτων ἔτι διανοῇ τῶν θείων τούτων καὶ ὑψηλῶν ὀνομάτων τοῦ Θεοῦ καὶ πραγμάτων, καὶ οὐδ᾽ αὐτὸ τοῦτό σε πρὸς εὐλάβειαν ἄγει τέως, τὸ καὶ ὀνόματα τοῦ πάντων Θεοῦ ταυτὶ προσειρῆσθαι, καὶ ὅτι καὶ θεῖα ταῦτα συνεχῶς ἀποκαλεῖ, καὶ τοὺς περὶ αὐτὸν λόγους ὕμνους πολλάκις ὁ μέγας οὗτος προς αγορεύει, καὶ οὐχ ἁπλῶς ὕμνους, ἀλλ᾽ ὕμνους αὐτῆς τῆς μακαρίας καὶ πάντων κυρίας Τριάδος, Αν μόνην ὡς δεσπότιν ἡ ξύμπασα τῶν νοητῶν τε καὶ αἰσθητῶν ὑμνεῖ κτίσις; Τί δὲ τῶν κτιστῶν αὐτὸ καθ' ἑαυτὸ θεῖόν τις ήκουσε καλούμενον, εἰπέ μοι, ποτὲ καὶ θεοπρεπῶς ἀνυμνούμενον πρὸς τῶν ἱερῶν θεολόγων; Πῶς δὲ καὶ απ σμάτων κατὰ σὲ τὰ ὄντα μετέχοντα, ὄντα καὶ ζῶντα,
col. 1153–1154page 8 of 15
PG 151:1153καὶ ἔνθεά εἰσι, μή πρότερον ὄντα δηλαδὴ τοιαῦτα στάτην λεγόμενον παρὰ τούτου τοῦ θεολόγου, μάλλον καὶ κατ' ἐκεῖνα, καὶ Θεοῦ λέγονται μετέχειν; Καὶ εἰ ταῦθ' οὕτως ἔχει, ταυτὸν ἄρα Θεός τε καὶ κτίσις, καὶ οὐδέν τι τὸ μέσον ποιητοῦ τε καὶ ποιήματος οὐδαμῶς, ἀλλὰ φύρδην καὶ ἀναμιξ ταῦτα κἀκεῖνα, καὶ πάντα ὁμοῦ χρήματα. Τί δ' ὅτι καὶ προνοίας καὶ ἀγαθότητος ὁ διδάσκαλος τὰς θείας δυνάμεις ταύτας φησί, προϊούσας ἐκ τοῦ ὑπερουσίου, καὶ μετεχομένας ὑπὸ τῶν ὄντων; Τίς ἄρα τῶν τῆς θείας αὐλῆς τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ χρονικῶς Αργμένην καὶ κτιστὴν εἶπέ ποτε; Τίνος δὲ καὶ αἱ ἀνωτάτω καὶ περὶ Θεὸν δυνάμεις μετέχουσαι κτι στοῦ εἰσι, καὶ σοφαὶ καὶ πάλαι καὶ ἀγαθαί εἰσι, καὶ ζῶσι θείαν ζωήν; Τί ταῦτα τῶν ἰδεῶν ἀποδέουσιν ἐκείνων, ἃς ὁ τοῦ ᾿Αρίστωνος Ελληνικῶς τε καὶ μυθικῶς ἀναπλάσα; ἐξ:θετο; μᾶλλον δ' ἀκριβῶ; γε σκοποῦντι καὶ χείρονα πολλῷ τῶν ἐκείνου τὰ δια θρυλλούμενα νῦν. Ἐκεῖνος μὲν γὰρ καὶ ὁ σὺν αὐτῷ τε καὶ μετ' αὐτὸν Σταγειρίτης, καὶ ὅσοι δηλαδὴ τῆς στοᾶς, εἰ καὶ κατ᾽ ἄλλο πρὸς ἀλλήλους διαφέρονται περὶ τούτου, ἀλλ' οὐδέποτε τὸ αὐτούν, ἢ τὴν αὐτοῦ ζωήν, ἢ τὸ αὐτόφως ἔξωθεν ἔχειν τὸ εἶναι καὶ ζῆν καὶ φῶς εἶναι εἰρήκασιν· ἀλλ' αὐτὰ ταῦτα καθ' ύπαρξιν, εἰ καὶ κακῶς σε καὶ ἀθέω; εἶπον εἶναι, ἅπερ καὶ λέγεται, καὶ μάλισθ' ὁ προῤῥηθεὶς καθηγη τῆς τῶν τοιούτων· καὶ τούτῳ διαφέρειν τῶν λεγομένων ὄντων τε καὶ ζώντων καὶ φωτεινῶν τὸ αὐτοῦν, καὶ τὴν αὐτοζωὴν, καὶ τὸ αὐτόφως, τῷ μὴ ἄλλο σε πρότερον όντα μεθεκτῶς ἑτέρωθεν ἔχειν τοῦθ᾽ ὅπερ λέγονται εἶναι, ἀλλ᾽ ἐκ τούτων μᾶλλον κατὰ μετοχὴν ἔχειν τὰ ὄντα τὸ εἶναι, καὶ τὰ ζῶντα τὸ ζῆν καὶ τὰ φωτὸς δεκτικὰ τὸ φῶς. Ἀλλ᾿ ἀκούσωμεν αὖθις διὰ βραχέων καὶ τῶν ἑξῆς πρὶ τούτων αὐτῶν τοῦ σοφοῦ φημι διδασκάλου λό γων. Καὶ τί δεῖ, φησί, περὶ τούτων λέγειν, όπου γέ τινες τῶν θείων ἡμῶν ἱεροδιδασκάλων καὶ τῆς αυτοαγαθότητος καὶ θεότητος ὑποστάτην φασὶ τὸν ὑπεράγαθον καὶ ὑπέρθεον, αὐτοαγαθότητα καὶ θείω τητα λέγοντες εἶναι τὴν ἀγαθοποιὸν καὶ θεοποιὸν ἐπ Θεοῦ προεληλυθυῖαν δωρεάν; Καὶ μετ' ὀλίγον· Καὶ ὅσα ἄλλα κατὰ τὸν αὐτὸν εἴρηται καὶ εἰρήσεται τρό που, δηλοῦντα προναίας καὶ ἀγαθότητας, μετεχομένας ὑπὸ τῶν ὄντων, ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προϊούσας ἀφθόνω χύσει καὶ ὑπερβλυζούσας, ἵν᾿ ἀριβώς ὁ πάντων αἴτιος ἐπέκεινα ῃ πάντων, καὶ τὸ ὑπερου στον καὶ ὑπερφυές πάντη ὑπερέχῃ τῶν καθ᾽ ὁποίαν ποτὲ οὐσίαν καὶ φύσιν. Καὶ ταῦτα μὲν ὁ μέγας οὑτοσὶ θεολόγος, ὁ τῶν πρώτων μετὰ Χριστὸν θεολόγων καὶ ἀποστόλων διο δάσκαλος αὖθις. Σὺ δὲ, φίλων ἀνδρῶν ἄριστε, πρὸς σὲ γὰρ καὶ αὖθις, ὥσπερ ἀρχόμενον, οὕτω δὴ καὶ τελευτώντα χρὴ βλέψαι τὸν λόγον· σὺ τοιγαροῦν ἤδη πυνθάνου και μάνθανε παρ' αὐτῶν ἐκείνων φημὶ τῶν ἀντιλεγόντων, τί πρὸς ταῦτά φασι, καὶ μαλιστα πρὸς τὴν οἱονεὶ συγκεφαλαίωσιν ταυτηνὶ τῶν διὰ μακρών εἰρημένων πολλαχοῦ τῷ μεγάλῳ. Ἰδοὺ γὰρ, εἰπὲ, καὶ τῆς αὐτοαγαθότητος καὶ θεότητο; αὐτῆς τὸν ὑπεράγαθον καὶ ὑπέρθεον ἀκούομεν ὡσαύτως ὑπο δ᾽ οὐ παρ' ἑαυτοῦ πρώτου λαβὼν ἔχει ταυτηνὶ τὴν θεολογίαν, ὡς αὐτός φησιν οὗτος, ἀλλὰ παρὰ τῶν τὰ ἱερὰ ταυτὶ διδαξάντων αὐτὸν, τῶν πρώτων, όπερ ἔφην, ἀποστόλων καὶ θεολόγων. Τί οὖν ἐροῦμεν, ἢ τί φήσομεν, εἰπε, τέως πρὸς τοῦτο· καὶ αὐτῆς τῆς ἑαυτοῦ θεότητος κτίστην τὸν Θεὸν νομιοῦμεν, καὶ Θεὸν πρεσβεύσομεν, ηργμένην χρονικῶς ἔχοντα τὴν θεότητα καὶ κτιστήν; Καὶ πότερον, επερώτησον αὖθις, καὶ αὐτὸς ὁ Θεὸς, δν φατε κτιστὴν ἔχειν τὴν θεότητα, κτιστός έστι σὺν αὐτῇ, ἢ αὐτὸς μὲν ἔστιν ἄκτιστος ὡς Θεός, τὴν δὲ θεότητα κέκτηται κτιστήν; Καὶ εἰ μὲν τὸ πρότερον είποιεν, αὐτόθεν τὴν ἀσέ βειαν καὶ τὸ ἄθεον δείξουσι, τῇ κτίσει φανερώς λατρεύοντες παρὰ τὸν κτίσαντα, καὶ ἕνα μὲν προσκυνοῦντες, ἀλλὰ κτιστὸν, καθάπερ εἴδωλόν τι καὶ χει ρῶν ἔργον, ἢ τῶν κτιστῶν τούτων τοῦ κόσμου καὶ λυομένων στοιχείων ἔν· εἰ δὲ τὸν μὲν Θεὸν λέγοιεν ἄκτιστον εἶναι, μηδὲ γὰρ ἀνασχέσθαι ποτ' ἂν αὐτοὺς κτίσματι γε λατρεύειν, τὴν δὲ θεότητα αὐτοῦ κτιστὴν πεφυκέναι, ἀπὸ γὰρ τῆς ἐνεργείας ἑκάστην οὐσίαν χαρακτηρίζεσθαί φασιν οἱ θεολόγοι Πατέρες, τῆς μὲν ἀκτίστου ενεργείας ἄκτιστον δεικνύσης φύσιν, κει στὴν δὲ τῆς κτιστῆς, πρὸς τῷ ἀδυνάτῳ τοιγαροῦν, ὅπερ ἔφην, ἰδοὺ καὶ θεῶν ὄχλος καὶ ἡ κάκιστ' ἀπο λουμένη τῆς πολυθείας εἴσοδος αὖθις, καὶ ὁ Ἑλλη νικὸς λῆρος, ἂν αὐτοὶ συκοφαντοῦντες ἐγράψαντο πάλαι τὴν Χριστοῦ Ἐκκλησίαν. Δύο καὶ γὰρ, ὥς φασι, δοξάζουσι καὶ προσκυνοῦσιν, οὐ καθ᾽ ὑπόστασιν διαφέροντα. Κατὰ τοῦτον καὶ γὰρ τὸν λόγον οὐ δύο μόνον, ἀλλὰ καὶ τρία προσο κυνοῦμεν οἱ εὐσεβεῖς, τὸν Πατέρα δηλονότι καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. ᾿Αλλὰ δύο προσκυνοῦσιν, ὅπερ είπομεν, κατ' αὐτὸ τὸ εἶναι, ἀλλήλων ἀπεξενωμένα καὶ διαφέροντα. Τοῦτο καὶ γάρ ἐστι τὸ κτιστὸν καὶ τὸ ἄκτιστον. Καὶ πρὸς τῇ πολυαρχίᾳ οὔτ δὲ τὴν τῆς κτίσεως λατρείαν, ὡς αὐτοί φασιν αὖθις, ἐκφεύγουσι, τὸν μὲν Θεὸν πρεσβεύοντες ἄκτιστον, κτιστὴν δὲ τὴν αὐτοῦ θεότητα. Εἰ δὲ λέγοιεν μή ταύτην εἶναι τοῦ Θεοῦ τὴν θεότητα, εἶναι γὰρ και κείνην φαμὲν ἄκτιστον, ἄλλην δὲ ταύτην είναι θεό τητα κτίσμα τε Θεοῦ πεφυκυίαν, καὶ πρὸς Θεοῦ κα μηγουμένην τοῖς δεομένοις, πάλιν οὕτως ἐπερωτά σθωσαν· Καὶ εἰ οὐκ ἔστιν ἡ θεότης ἐκείνη, σοφώτατοι, τοῦ Θεοῦ ὡς θεότης, κατὰ τὸν ὑμέτερον λόγον, ἀλλ' ὡς κτίσμα, τίνος ἄλλου Θεοῦ ἐστιν; Η καὶ Θεὸν ἕτερον ἔκτισεν ὁ πάντων Θεὸ;, κἀκείνου τοῦ χτιστοῦ Θεοῦ ἐστι καὶ ἡ κτιστή αὕτη θεότης. Καὶ εἰ τοῦθ᾽ οὕτως ἔχει, ἰδοὺ κατ' αὐτοὺς πάλιν οὐκ Δρειος καὶ Εὐνόμιος μόνον καὶ ἡ κατ' ἐκείνους ἐπανίσταται πονηρὰ συμμορία, ἀλλὰ καὶ θεῶν ἅμα καὶ θεοτήτων εἰσάγεται σμήνος, ἀκτίστων τε καὶ χτιστών. Καίτοι γε ε: κατ' αὐτὴν ταύτην, εἰπὲ, τὴν θεότητα τῷ Θεῷ ἐνοῦνται οἱ ἅγιοι, αὕτη γάρ ἐστιν ἡ θέωσις, τὸ θεοποιὸν δῶρον, ἣν δὴ καὶ αὐτοθεότητα καὶ θεαρχίαν ἀλλαχοῦ φησι καὶ ἀγαθαρχίαν ὁ αὐτὸς θεολόγος, ης οἱ θεούμενο: μετέχοντες, κατά χάριν ἐνοῦνται τῷ μόνῳ κατὰ φύσιν Θεῷ, καὶ θείας κοι νωνοί φύσεως, καὶ θεοὶ, κατὰ τὸ εἰρημένον, ἀποτε
col. 1155–1156page 9 of 15
PG 151:1155λοῦνται, πῶς διὰ τοῦ ἀλλοτρίου τούτου τῆς φύσεως ὁ ἐκεῖνοι Θεόν τε καὶ κτίσμα μηδέν τι διαφέρειν φασίν τοῦ Θεοῦ, λέγω δὴ τῆς κτιστῆς θεότητος, ἡ θέωσις καὶ ἡ ἔνωσις τοῦ Θεοῦ γίνεται, ἦν ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ δι᾽ ἄφατον φιλανθρωπίαν γενόμενος ἄνθρωπος, ὑπὲρ πάντα καὶ λόγον καὶ νῦν ἐν ἁγίῳ Πνεύ ματι τοῖς ἀνθρώποις ὑπερφυῶς ἐχαρίσατο; Διὸ δήπου καὶ Κύριλλος ὁ σοφὸς θεολόγος ὑπὸ τοῦ Ερμείου έρωτι θεὶς, ὅπως ἂν ἐν ἡμῖν ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τὸν αὐτοῦ λόγον ἐνοίκησις νοοῖτο καὶ πράττοιτο, μία τις οὖσα καὶ οὐ διάφορος, Οὐδ' οπωστιούν, φησὶν, ἔν γε τούτῳ τὸ χαλεπὸν ἢ δυσ ἐφίχτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύ ματος, θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι' ἑαυτοῦ, καὶ τῆς ἀῤῥήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Καὶ πάλιν ἐν τοῖς θησαυροῖς ὁ αὐτὸς, 'Αλλ᾽ εἴπερ ἦν, φησὶν, οὕτως ποίημα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; Οὐ γὰρ δή τις τοσοῦτ τον, οἶμαι, τοῦ σωφρονεῖν ὀρθῶς ἐκδήσεται, ὡς τολμῆσαι τοῦτο καὶ μόνον εἰπεῖν, τὴν θείαν οὐσίαν δι' ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέν των διακονεῖσθαι πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς δια βαίνουσαν φυσικῶς πρός τινα τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. *Αλλως τε, εἰ μὲν κτίσμα κατὰ τὸν ἡμέτερον λό γον, οὐκ ἂν εἴη θεότης· εἰ δὲ θεότης, καὶ θέωσις, καὶ θεαρχία, κατὰ τὸν ἱερὸν τῶν θεολόγων χορὸν, πῶς κτίσμα; μακρὰν γὰρ κατὰ πολὺ ταῦτα, καὶ κατὰ διάμετρον ὡς εἰπεῖν ἀλλήλοις ἀντίκειται. Η οὐκ ἀκούεις, εἰπὲ, τοῦ ἐν θεολογίᾳ θαυμαστού Γρη γορίου πρὸς τοὺς κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ πάλαι κακῶς φάσκοντας λέγοντος, Εἰ μὲν Θεὸς, οὐ κτίσμα μεθ' ἡμῶν γὰρ τὸ κτίσμα τῶν οὐ θεῶν· εἰ κτίσμα δὲ, οὐ Θεός· ήρξατο γὰρ χρονικῶς. Οδὲ ἤρξατο, ἦν ὅτι οὐκ ἦν. Οἱ δὲ πρεσβύτερον τὸ οὐκ ἦν, τοῦτο οὐ κυρίω; ἄν· τὸ δὲ μὴ κυρίως εν πῶς Θεός; Αλλ' ἄντικρυς, τὸν κακῶς ἀπολούμενον, μᾶλλον δὲ καὶ κάκιστ' ἀπολωλότα, φεύ! δι' ών λέγουσι παρεισάγον τις αὖθις, καθάπερ ἔφην, Ακίνδυνον μετὰ τῶν μπο κρῶν ἐκείνων ληρημάτων, καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν κτισμάτων λατρείας ἅπερ ἐκεῖνος ἐαυτ τὸν συνιστὰς δῆθεν τῶν εὐσεβῶν κατεψεύσατο, εί καὶ λαθεῖν τοπαράπαν οὐκ ἴσχυσεν. "Αρ' οὐ γελᾷς ἢ καταγελᾷς μᾶλλον, ἵν' οἰκειότερον εἴπω, καὶ σὺ, φίλων ἀνδρῶν εὐγενέστατε, τῆς τοσαύτης αβελτηρίας η παρανοίας, ἢ ἀναισθησίας, ἢ οὐκ οἶδ' ὅ τι καὶ φῶ, τῶν ἐκεῖνα φρονεῖν τε καὶ λέγειν προηρημένων; Ἐμοὶ δὲ καὶ θαυμάζειν ἰσχυρῶς ἔπεισι, πῶς οὐ καὶ λίθοις αὐτοὺς ἡ τῶν εὐσεβῶν πληθὺς καθάπερ οἱ τοὺς περὶ Δαθαν καὶ ᾿Αβειρών πάλαι ξένῳ πυρί θυ μιάσαντας βάλλουσιν, ἢ καὶ κατὰ κρημνών που βία πτουσι, θεότητα καὶ Θεὸν κτιστὸν μετὰ τὴν σωτή ριον τοῦ Χριστοῦ σάρκωσιν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡ τῶν κτισμάτων λατρεία καθάπαξ ἐκ μέσου γέγονε, τῇ Ἐκκλησίᾳ Χριστοῦ κακῶς παρεισάγειν ἐθέλοντες. Εω; γὰρ ἂν θεότητα κει στὴν ὅλως λέγωσιν, οὔτε τὴν πολυθείαν, οὔτε μήν τὴν τοῦ κτίσματος λατρείαν ἐκφεύξονται, κἂν τὴν Σταγειρίτου καὶ Χρυσίππου φιλοσοφίαν, καν τὴν τῶν οὐρανίων σωμάτων παρὰ πάντα τὸν βίον ἐκμε λετήσωσι φύσιν καὶ κίνησιν. Ἡμεῖς δ᾽ ἕνα παρὰ τῶν ἁλιέων τε καὶ σκυτέων μαθητῶν τε καὶ διαδή χων διδαχθέντες Θεόν, ἄκτιστον τρισυπόστατόν τε καὶ παντοδύναμον, μίαν τε καὶ ἄκτιστον ἔχοντα τὴν θεότητα, αὐτὸν ὡς ποιητὴν προσκυνοῦμεν πάντων Σ ὁρατῶν τε καὶ ἀοράτων μόνον, μηδὲν ἐν ἑαυτῷ κτι στὸν φέροντα, τὴν δὲ κτίσιν πᾶσαν ὡς δούλην κάτω τιθέντα μετὰ τῶν προσκυνούντων ἡμῶν, κἂν καὶ τῇ στάσει καὶ τάξει τῶν ὑλικῶν ἡμῶν ὡς ἄλλά τινα διαφέρωσιν. Ο ΔΕΥΤΕΡΟΣ ΛΟΓΟΣ. Ἐπεὶ δὲ τὰς περὶ τὰς λέξεις καθ᾿ ἡμῶν συκοφαντίας τε καὶ καινοτομίας καὶ τὰς οὐ καλὰς περὶ θεό τητος καὶ τῶν αὐτῆς θεολόγων εξηγήσεις ἐκείνων διὰ βραχέων ἐξηλέγξαμεν καθόσον οἷόν τε, φέρε τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου τοῦ λάμψαντος ἐπ' δρου; Δεσπότου, κατὰ τὸν προφητικὸν καὶ ἡμεῖς ὁδη γούμενοι λόγον, καὶ πρὸς τὸ δεύτερον καὶ τελευταῖον Ελθωμεν ἤδη τῶν ζητημάτων. Τί οὖν ἐστι τὸ περὶ του Δεσποτικοῦ τούτου φωτὸς τῆς ἀπροσίτου φημί καὶ φυσικῆς τῆς θεότητος δόξης, τῆς ἀϊδίου καὶ συν ανάρχου ταύτῃ λαμπρότητος καὶ ἀνεσπέρου ἀκτῖνος, παρ' ἐκείνων, ὡς ἔφης, λεγόμενον; Εἰ μὲν οὐκ εἶδον ἐκεῖνο τὸ φῶς, φησί, τοῖς ὀφθαλμοῖ; ἐπὶ τοῦ ὄρους οἱ τότε Χριστῷ συναναβάντες ἀπόστολοι, θεῖόν τε καὶ ἄκτιστον ἦν πάντως, καὶ διὰ τοῦτο κἀκεῖνοι, σῶμα καὶ σωματικούς ὀφθαλμοὺς περιφέροντες, ἐκεῖνο προσβλέψαι τοπαράπαν οὐκ ἐδυνήθησαν. Πώς γὰρ ἂν τῇ κτιστῇ φύσει τὴ ἄκτιστον φῶς χωρητὸν ὅλως γένοιτο; Οὐ γὰρ μὴ ἴδοι ἄνθρωπος τὸ πρόσ ωπόν μου, πρὸς Μωϋσῆν ὁ Θεός φησι πάλαι, καὶ ζήσεται. Καὶ ὁ εὐαγγελιστής ὕστερον αὖθις, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, Εἰ δὲ εἶδον ἐκεῖνο τὸ φῶς, φησίν, αὐτόθεν εὐθὺς δῆλον ὅτι καὶ κτιστὸν, καὶ γι νόμενον καὶ ἀπογινόμενον, ἠργμένον τε καὶ πε ταυ μένον τοιαῦτα γὰρ τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς πρὸς ὅρασιν ὑποπίπτοντα· ἐπεὶ καὶ τῷ ὁμοίῳ καθ ορᾶσθαι τὰ ὅμοια πέφυκεν. Του ιού. Καὶ τίς ποτ' ἄρ᾽ ἐκεῖνος ἐστιν, ὁ καὶ νῦν τὰ καινὰ ταυτὶ λέγων, καὶ πρὸς τοὺς ἐπ' ὅρους υψη λοῦ, τῆς Ἐκκλησίας φημί, λαμπρῇ τῇ φωνῇ κηρυττομένους εὐαγγελικούς λόγους, τοὺς εἰς πᾶσαν γῆν, ἀποστολικῶς εἰπεῖν, ἐξελθόντας, καὶ τὰ πέρατα τῆς οἰκουμένης ἀστραπής δίκην, ἢ μᾶλλον ἀκτίνων ηλιακῶν φάναι, πάλαι διαδραμόντας, ἀμφιβόλω; ούτ τωτὶ καὶ ἀμαθῶς διακείμενος; Εἰ γὰρ ἐξ ὑπερδο ρέων τε καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον, ἢ καὶ τῶν τὰς Βρετανικές νήσους, και δὴ καὶ τὴν ἑσπέριον προσοικούντων ὠκεανὸν, ἄρτι πρὸς ἡμᾶς τε καὶ τὴν
col. 1157–1158page 10 of 15
PG 151:1157δ καθ᾿ ἡμᾶς οἰκουμένην ἀφίκται, οὐδ' οὕτω μέντ' ἂν ὁ ἄκτιστον κατὰ σὲ οὐδὲ ὁ ἄγγελος, ὡς ἂν αὐτὸς τοῦ παγκοσμίου σεισμοῦ, καὶ τῆς οἰκουμενικῆς μετ εἴποις, οὐδὲ ὁ δαίμων κτιστοί· ἀόρατος γάρ τί δὲ ταθέσεως καὶ τῆς βροντῆς ἐκείνης τῶν εὐαγγελικῶν· καὶ ὁ σὸς νοῦς καὶ ἡ ψυχή; ἆρ᾽ ἐπειδὴ καὶ ταῦτα μὴ φωνῶν ἀνήκοος ἦν. Ενεπλήσθη καὶ γὰρ, κατὰ τὸν πέφυκας ὁρᾷν, ἄκτιστα δι᾿ αὐτὸ τοῦτο καὶ θεῖα; μέγαν εἰπεῖν Ησαΐαν, ἡ σύμπασα γῆ τοῦ γνῶναι Καὶ πῶς οἷόν τε; εἰ μὴ καὶ τούτων βούλοιο τῆς δη τὸν Κύριον, ὡς ύδωρ πολύ κατακαλύψαι θαλάσσας. μιουργίας τὸν Θεὸν ἴσως αὐτὸς ἀφελέσθαι, μᾶλλον Διλ δήπου καὶ νῦν μὲν ὁ αὐτὸς ἐντεῦθεν ἐκ προσώπου δὲ τὰ τοῦ Θεοῦ κτίσματα τῆς τοσαύτης ἀποστερῆσαι φησὶ τοῦ Θεοῦ, Επ' ὅρους ύψηλοῦ ἀνάβηθι, ὁ τιμῆς· οὐδὲ γὰρ μικρὸν αὐτοῖς οὐδὲ τοῦτο ἧπου σύ εὐαγγελιζόμενος Σιών. Ύψωσον τῇ ἰσχύν τὴν καὶ τὴν ἐν ἀρχῇ τῆς κτίσεως σύν γε τῷ οὐρανῷ φωνήν σου, ὁ εὐαγγελιζόμενος Ιερουσαλήμ, ποιηθεῖσαν γῆν ἄκτιστον κατὰ πολλὴν τὴν ἐξουσίαν ὑψώσατε, μὴ φοβεῖσθε. Νῦν δ' ἐκεῖθεν ὁ θεοπάτωρ ἐρεῖς, ἐπειδὴ καὶ ταύτην ἀόρατον ὁ τὰ περὶ τῆς τοῦ αὖθις Δαβίδ, αὐτὸς δι᾿ ἑαυτοῦ τὸ παγκόσμιον τουτί κόσμου φιλοσοφῶν γενέσεως έφησεν εἶναι τὸ τηνι φθάσας προκαταγγέλλει λαμπρῶς κήρυγμα, Ακού. καῦτα, εἴτε διὰ τὸ ἐπιπολάζον αὐτῇ σὺν τῇ ἀδύσσῳ σατε ταῦτα, πάντα τὰ ἔθνη, βοῶν, ἐνωτίσασθε, σκότης τῇ τοῦ φωτὸς ἀπουσίᾳ, εἴτε διὰ τὸ μηδέπω πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ τε τὸν ὁρῶντα παρεῖναι, ἢ καὶ δι' ἄμφω ταῦτα. ᾿Αλλ' γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ οὐχ οὕτως ἔχει, σοφώτατε· οὔτε γὰρ ἄν τις ἄκτιστά πλούσιος καὶ πένης. Ἀλλὰ μὴ τῶν προσηλύτων ποτε τὰ Θεοῦ δηλαδή κτίσματα σωφρονῶν εἶποι, τίς ἐστιν ἐκεῖνος, καὶ τὸν οὐδὲν ἄρτι πρώτως τῆς οὔτε πᾶν τὸ τοῖς ἀνθρωπίνοις ὀφθαλμοῖς ἀόρατον ἱερᾶς αὐλῆς ὑπερβεβηκὼς καὶ νῦν ἀρχόμενος εἰς πάντως καὶ ἄκτιστον· ἀλλὰ τὸ μὲν ἄκτιστον καὶ μυστήρια παρακύπτειν Θεοῦ, καὶ οὔπω τῶν θείων ἀόρατον ἐξ ἀνάγκης, ἐπειδὴ καὶ θεῖον, καὶ ὑπὲρ πᾶς φωνῶν ἐκείνων ἐθὰς, οὐδ᾽ ἐν ἔξει τῶν ἱερῶν γεγονώς, σαν γενητὸν φύσιν ἄντικρυς· οὐ πᾶν δὲ τὸ ἀόρατον καὶ διὰ τοῦτο τὰς τῆς ψυχῆς αἰσθήσεις ἀγυμνά τους ἤδη καὶ ἄκτιστον· οὐδὲ γὰρ ἀντιστρέφει· ἐπειδὴ ἔχων ἔτι πρός γε τὴν τῶν τοιούτων ἀντίληψιν; τοῦτο καὶ τῶν κτισμάτων ἀόρατα πολλὰ πρὸς τοῖς εἰρημέν γάρ πως καὶ μᾶλλον ἔοικεν. Εἰ δέ γε τούτων φαίης νοις κατὰ διαφόρους αἰτίας καὶ λόγους. οὐδέτερον, λείπεται πάντως εκόντα κακουργεῖν ἐθέ λειν ἐκεῖνον, καὶ τῷ φωτὶ τὸ σκότος τολμηρῶς ἐπεισάγειν, τῷ φωτί φημι τῷ ἀληθινῷ, κατὰ τὸν τῆς βροντῆς υἱὸν φάναι, τῷ φωτίζοντι πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· καθὰ δήπου καὶ Βαρλαάμ ὁ ἐκ Καλαβρίας ἐκεῖνος τοὺς ἐκ τῆς μωρᾶς τῶν Ελλήνων σοφίας ώρμημένους ἑαυτοῦ λόγους τοῖς θεοπνεύστοις λόγοις ἀντιστῆσαι τολμήσας, καὶ μω ρὸς ὄντως καὶ ἀνόητος ὑπὸ τῆς Χριστοῦ Ἐκκλησίας ἐν παγκοσμίῳ θεάτρω σχεδὸν ἐξελεγχθεὶς σὺν ἐκεί νοῖς, καὶ τὴν μὲν ἐπιστροφὴν, καὶ τὴν τῶν ὀρθῶν λόγων ὁμολογίαν προσποιησάμενος τέως πρὸς ὥραν, φόβῳ τε καὶ ἀπορία τοῦ κακῶς πρὸς τὴν ἀλήθειαν ἀντιλέγε:ν ἔχειν, πρὸς δὲ τὸν ἴδιον ἔμετον καὶ τὴν παλαιάν τε καὶ σύντροφον κακοδοξίαν ἐπανιών αἰσχρῶς αὖθις. ᾿Αλλὰ τοὺς γε τοιούτους τίς ἂν ὠφελήσεις ποτε λόγος; ποία δ' ἂν καὶ φωνὴ καθικέσθαι δυνηθείη τῆς ψυχῆς, καὶ τῶν ὤτων ἐκείνων, πρὸς τὸν τῆς ἀληθείας λόγον ἐκοντὶ βεβυσμένων, κἀκεῖνα μονονον πρὸς ἐκεῖνον λεγόντων· Απόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνὴν ὀργάνων σου οὐκ ἀκούσομαι; Ἀλλ᾽ ἐγὼ σὴν χάριν, ὦ φίλος, οὐδὲ περὶ τούτων αὖθις λέγειν ὀκνήσω· οὐκ ἐγὼ δὲ μᾶλλον αὐτὸς, οὐδὲ γὰρ τὰ παρ' ἐμαυτοῦ καὶ νῦν ἔρχομαι λέξων, ἀλλὰ τὰς εὐαγγελικάς τε καὶ πνευματικάς σάλπιγγας ἐκείνας αὖθις ἀνακινήσων, τὸ μέγα τε καὶ ἀξιάκουστον συνήθως ενηχούσας μέλος τοῖς ὦτα κεκτημένοις, ὥστε ἀκούειν κατὰ τοὺς ἐκεῖθεν ἱερούς φημι χρη ομοὺς καὶ τὰς ὑποθήκα;. Ὁ ἔχων, καί γάρ φησιν, ὦτα ἀκούειν ἀκουέτω. ᾿Αλλὰ πριν τῶν εὐαγγελικῶν τε καὶ δεσποτικῶν άψασθαι καὶ ἡμᾶς περὶ τούτου λέγων, ἐκεῖνο τὸν προσδιαλεγόμενον, ἢ διδάσκοντα ταῦτα ἡδέως αὐτὸς ἂν ἐροίμην· Εἰ πᾶν, ὦ θαυμάσιε, τὸ μὴ ὁρώμενον Ἀλλὰ ταῦτα μὲν ὥστε καὶ τὴν δοκοῦσαν λογικὴν ταύτην ἔνστασιν καὶ τὴν σοφὴν τοῦ λόγου διαίρεσιν καὶ τὸν θεμέλιον σαθρὰ καὶ οὐκ ἀληθεύοντα δεῖξαι ἐπὶ δὲ τὸ προκείμενον ἐπανέλθωμεν αὖθις. Ματθαῖος μὲν οὖν ὁ τῶν ἄλλων μαθητών πρώτος ἐπὶ τὴν εὐαγγελικὴν ἐλθὼν συγγραφὴν πρὸς τὴν ἐξήγησιν ἥκων τοῦ μυστηρίου τῆς θείας μεταμορφώσεως, ἐξ πρότερον ἡμέραις τὸν αἴτιον τοῦ μυστηρίου Χριστὸν αὐτὸν ἐκεῖνον εἰσάγει περὶ ἑαυτοῦ τοῖς ἀποστόλοις οὕτω προλέγοντα· Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύ σωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀγ θρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. "Ηκου σα;; Εως ἂν ἴδωσι, φησὶ Χριστὸς ὁ ἀψευδής προ φήτης και Δεσπότης τοῦ μέλλοντος. Οὐκοῦν εἶδον οὐδὲ γὰρ ἔνι τὴν αὐτοαλήθειαν τὴν ἐπαγγελίαν ποτέ διαψεύσασθαι· οὔχουν οὐδὲ διέψευσται. Καὶ μεθ' ἡμέρας, φησὶν, ἐξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ιάκωβον. καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος υψηλών κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Προσέσχες; Εμπροσθεν αὐτῶν, φησί, μετεμερ φώθη· ἵνα τὴν δόξαν τῆς μεταμορφώσεως αὐτοῦ πάντως ἴδωσιν, οὐχ ἵνα μὴ ἴδωσι· τί γὰρ ἔδει καὶ προλέγειν καὶ τῶν ἄλλων αὐτοὺς μαθητῶν ἐκλέγεσθαι, καὶ κατ' ἰδίαν ἀναφέρειν εἰς τὸ ὄρο; καὶ μετα μορφοῦσθαι ἔμπροσθεν αὐτῶν, εἴ γε τὴν τῆς μετα μορφώσεως ἑαυτοῦ δόξαν ἀποκρύπτειν αὐτῶν ἔμελ λεν; Ὅθεν δῆλον, ὅτι καὶ εἶδον τὰ τοῖς ἀνθρωπίνοι; ἀθέατα όμμασι, καὶ τοῦ φρικτοῦ μυστηρίου κεκοινωνήκασι τῆς θεότητος, δι' δ καὶ πάντα ἐκεῖνα γέ γονεν. "Οθεν καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ δρους, φησίν αὖθις ὁ αὐτὸς εὐαγγελιστής, ἀνατεί λατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκ
col. 1159–1160page 11 of 15
PG 151:1159ἀναστῇ, ὥπ' ἐκεῖνα καὶ σιωπῇν αὐτοὺς καὶ λέγειν Α. δεικνὺς ἀληθῶς ἐκβᾶσαν εἰς ἔργων, καὶ πᾶσαν ἡντι αὖθις κατὰ καιρὸν ὁ Δεσπότης ἐπέταττεν· οὐχ ἅπερ εὐκ εἶδον· πῶς γάρ; ἀλλ᾽ ἅπερ, ὡς αὐτός φησιν, έωράκασι. Μηδενὶ γὰρ, φησίν, είπητε τὸ δραμα. Μάρκος δ' ὁ μετ' ἐκεῖνον εὐαγγελιστής τε καὶ μαθητής δεύτερος καὶ μάρτυς τῶν Χριστοῦ παθη μάτων, ἀκούσωμεν οἷα θευλογεί περὶ τούτου τοῦ μυ στηρίου· ἀξιόπιστος καὶ γὰρ καὶ αὐτὸς οὐ μόνον διὰ τὰ προλεχθέντα, ἀλλὰ καὶ διὰ τὸ Πέτρου δηλαδὴ τοῦ κορυφαίου τῶν μαθητῶν καὶ υἱὸς καὶ ὁμιλητὴς χρη ματίσαι, καὶ παρ' ἐκείνου ταῦτά τε καὶ εὐαγγελικήν κατὰ μέρος ἀκροάτασθαι πᾶσαν ἱστορίαν, οὐ παρ' ἑτέρων, ὡς αὐτός φησιν ἐκεῖνος, μεμαθηκότος, ἀλλ' αὐτόπτου τῆς μεγάλης τοῦ Θεοῦ δόξης ἐν Θαβωρίῳ γεγενημένου. Οὐ γὰρ σεσοφισμένοις, φησί, μύθοις δ' ακολουθήσαντες, εγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρ ουσίαν, ἀλλ' ἐπόπται γενηθέντες τῆς αὐτοῦ με γαλειότητος. Εχεις ἰδοὺ καὶ Πέτρον τὴν κορυφαῖον ἐπόπτην ἑαυτὸν μαρτυροῦντα τοῦ μυστηρίου· μάλ λον δ᾽ οὐκ αὐτὸν ἑαυτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἐκεῖ τότε συνόντας. Οὐ γὰρ εἶπεν ἐπόπτης, ἀλλ' ἐπόπται γενηθέντες τῆς αὐτοῦ μεγαλειότητος, σὺν αὐτῷ φησὶν, ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ, καὶ τοὺς συμφοιτητὰς τε καὶ φίλους ἑαυτῷ καν τοῖς λόγοις συν άπτων, καὶ τὰ ἴσα κακείνοις προσμαρτυρῶν. Κἀκεῖνα μὲν ὁ θεσπέσιος Πέτρος. Ακούσωμεν δὲ ἤδη καὶ τοῦ θαυμαστοῦ Μάρκου, οἷα τοῦ Πατρὸς ἐκμαθὼν τούτου καὶ διδασκάλου, του; πιστοὺς περὶ αὐτών, φημί, τούτων γράφων εύαγγεο λίζεται. Τὸν Χριστὸν τοιγαροῦν κατὰ τὸν ἱερὸν Ματθαῖον καὶ αὐτὸς οὗτος εἰσάγων, τὰ αὐτὰ τοῖς προλαβοῦσι περὶ τῆς αὐτοῦ θείας μεταμορφώσεως δείκνυσι τοῖ; δώδεκα προαναφωνοῦντα. Αμήν γάρ, φησὶν, λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει και ότι μεθ' ἡμέρας ἐξ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ιδίαν μόνους, καὶ μετεμορφώθη ἔμ προσθεν αὐτῶν. Εἶτ᾽ ἐκεῖθεν προϊὼν μετὰ τὴν ἐξήγησιν δηλονότι τοῦ μυστηρίου, Καταβαινόντων δὲ αὐτῶν, φησὶν, ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς, ἵνα μηδενὶ διηγήσωνται, ἃ εἶδον, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ ἀν θρώπου ἐκ νεκρῶν ἀναστῇ. Δι' ὧν οὐ τοῖς προῤῥη. θεῖσι τῷ σοφῷ Ματθαίῳ μόνον, ὅπερ ἔφην, φαίνεται καὶ οὗτος κατά πάντα συνάδων, ἀλλὰ καὶ πλέον τι πρὸς τῷ τέλει τοῦ λόγου γενόμενος, διὰ τῆς τοῦ εἶδον λέξεως τὸ ζητούμενον αὖθις ἡμῖν σαφηνίζει. Ο γὰρ Ματθαῖος ὅραμα γράφων εἶπεν ἐκεῖ, Κατα βαινόντων γάς, φησὶν, ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, Μηδενὶ εἴπητε τὸ δραμα. Τοῦτ' αὐτὸ καὶ ὁ Μάρκος διηγούμενος ὁ καλὸς, Και ταβαινόντων δὲ αὐτῶν, φησὶν, ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς, ἵνα μηδενὶ διηγήσωνται ο εἶδον, αὐτὸ τοῦτο δεικνὺς καὶ τὸν φίλον Ματθαίον διὰ τοῦ ὁράματος είρηκότα, καὶ σαφηνίζων ἔτι πλέον τὴν λέξιν καὶ τὴν πρόββησιν ἐκείνην τοῦ Χριστοῦ, καὶ διὰ τῆς ταυτότητος ώσανε! τῆς λέξεω; ταυτησί Ο νοῦν περιαιρῶν ὥσπερ ἐπίτηδες πρόφασιν τῶν ἀμφιβαλλόντων. ᾿Αλλὰ καὶ τρίτος ἐπὶ τούτοις μάρτυς Λουκᾶς ὁ σοφὸς ἡμῖν εἰσαγέσθω, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, Παυλός φησιν, ὁ μετὰ Χριστὸν καθηγητής τούτου, ἵν' ἐπὶ δύο ή τριών μαρ τύρων σταθῇ πᾶν ῥῆμα, κατὰ τὸ εἰρημένον. Τούτῳ καὶ γὰρ ἂν ἁρμόσεις μάλιστα τῷ σεπτῷ μυστηρίω καὶ τοῖς ὑπὲρ αὐτοῦ λόγοις τὸ πᾶν λέγεσθαι ῥῆμα, καὶ περὶ αὐτοῦ τούτου καὶ τὸν νομοθέτη, Μωσήν οἶμαι προειπεῖν μᾶλλον ἐκεῖνο, κατὰ τὸν πολὺν τὰ θεία Μάξιμον φάναι. Διὰ τοῦ μυστηρίου τῆς μεταμορφώσεως καὶ γὰρ, φησίν οὗτος, ἐκπαιδευόμεθα τῶν εἶδος θεολογίας ἀσφαλούς, καὶ τοὺς τῶν μυστηρίων πνευματικούς λόγους. Τί οὖν φησι καὶ ὁ προῤῥηθεὶς εὐαγγελιστής τε καὶ διδάσκαλος οὗτος; Τὸν Δεσπότην καὶ αὐτὸ; εἰσαγαγών κατ᾽ ἐκείνους τὰ αὐτὰ τοῖς ἀποστόλοις προειπόντα περὶ τοῦ μυστηρίου, Λέγω γὰρ ὑμῖν, φησὶν, ἀληθῶς, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκό των, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶτα τῆς ἱστορίας αὐτῷ προῖο σης τῆς περὶ τοῦ παντός μυστηρίου. Ο δὲ Πέτρος, φησί, καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ. Διαγρηγορήσαντες δὲ, εἶδον τὴν δόξαν αὐτοῦ. Αρα κἂν νῦν ἀκούει τῆς συμφωνία; καὶ τοῦ φθόγο γου τῶν λαμπρών τουτωνὶ τοῦ Εὐαγγελίου κηρύκων τοῦ εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος καὶ τῆς οἰκουμέν νης διαλαβόντος τὰ πέρατα, ὅπ.ς ποτέ ἐστιν ὁ τὴν ἐπ' ἐκείνοις ἀμφιβολίαν υποκρινόμενος καὶ λέγων, ὅτι εἰ μὲν οὐχ έωράθη τοῖς ἀποστόλοις τὸ τοῦ Χρι στοῦ φῶς, πάντως καὶ ἄκτιστον· εἰ δ᾽ ἐκείνοις έω. ράθη, δῆλον ὅτι κτιστόν; 'Αρα συνῆκε τῶν ἁπλῶς οὕτω καὶ πυκνῶς παρὰ τῶν εὐαγγελιστών λεγομένων, μᾶλλον δ' αὐτὸν τὸν Δεσπότην και διδάσκαλον εἰσαγόντων πρὸς τοὺς μαθητὰς νῦν μὲν, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον, λέγοντα, ἐν τῇ ἑαυτοῦ καὶ τῇ τοῦ Πατρὸς βασιλείᾳ· μια καὶ γὰρ ἀμφοῖν αὕτη καθὰ δήπου καὶ ἡ θεότη; νῦν δ' αὖθις, Καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους τὸν αὐτὸν ὡσαύτως αὐτοῖς ἐντελλόμενον μηδενὶ τῶν πάντων ἐξειπεῖν ἅπερ εἶδον, ἕως ἂν αὐτὸς ἐκ νεκρῶν ἀναστῇ, καὶ ὅτι Μετεμορφώθη έμπροσθεν αὐτῶν, καὶ, Διαγρηγορήσαντες ο Πέτρος καὶ οἱ σὺν αὐτῷ, εἶδον τὴν δόξαν αὐτοῦ, παρὰ τῶν αὐτῶν εὐαγγελιστῶν ὡσαύτως λεγόμενον, ἢ καὶ ἔτι τῶν σαλπίγγων καὶ τῶν λαμπάδων καὶ τῶν φωνών καὶ τῶν ἔχων ἰσχυροτέρων ἡμῖν δεῖται ἐξ οὐρανοῦ, * καὶ τὸν βαρυκάρδιον Ἰσραὴλ νομοθετούμενον ἐπὶ τοῦ Σιναίου ἐξίστη πάλαι, καὶ φρίκης τε καὶ δέους ἐδείκνυ μεστόν, ὡς καὶ πρὸς τὸν μέγαν δημαγωγόν τε καὶ νομοθέτην λέγειν ἐκεῖνον, Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλήτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν; Μάλλον δ' ἐκείνους μὲν, καίτοι γε καὶ τοιούτους ὄντας, καὶ αἱ σκιαὶ μέναι καὶ τῶν σαλπίγγων καὶ τῶν φωνῶν τῶν πνευματικών τούτων οι τύποι οὕτω φρονήσαί τε καὶ διατεθῆναι πρὸς τὰ δρώμενα τότε παρέπεισαν· οἱ δὲ, τὴν τῶν πραγμάτ
col. 1161–1162page 12 of 15
PG 151:1161των ἰδόντες ἀλήθειαν, καὶ αὐτοῦ καταξιωθέντες τοῦ οἱ ἀκολουθήσαντές μοι, εν τῇ παλιγγενεσία 8 ταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δό ξης αὐτοῦ, καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρί νοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ ὅτι Λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν, καὶ ἰσάγγελοι έσονται καὶ υἱοὶ Θεοῦ, καὶ τὰ παραπλήσια τούτοις· ἐπεὶ τοίνυν λόγοις μὲν ἦσαν, ὅπερ εἶπον, ἱκανῶς ταῦτα μεμα θηκότες, πείρᾳ δὲ σχεδὸν οὐδαμῶς, εὐκαίρως ὁ Χριστὸς ἐνταῦθα μετὰ τὴν τῆς βασιλείας ἑαυτοῦ καὶ τὴν τῶν μελλουσῶν ἀμοιβῶν ἐκείνων ἐπαγγελίαν εὐθὺς ἐπιφέρει κατασκευάζων τὸν λόγον, μὴν λέγω ὑμῖν, εἰσὶ τίνες ὧδε ἑστῶτες, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλεία πάλαι προκηρυχθέντος αμυδρώς παρ' ἐκείνοις πνεύ ματος, οὐδ' αὐτῆς τῆς φωνῆς ἀκούουσι, μέγα τι καὶ διάτορον παρόντος καὶ περιηχοῦντος τοῦ Πνεύματος, καὶ πυκνῶς τε καὶ σφοδρῶς τὰ αὐτὰ περὶ τῶν αὐτῶν Ενηχούντος, ὥσπερ οἱ ἐν κατοχῇ τιν: καὶ κάρῳ, ἢ καὶ ἐλιγγιῶντες καὶ ναυτιῶντες καὶ στρεφόμενοι τὸν Εγκέφαλον. Τὸ γὰρ, Εως ίδωσι, καθάπερ ἔφθην εἰπὼν, καὶ τὸ, εἶδον, πολλάκις ἀκούοντες, τῶν θείων ἐκείνων φωνῶν καὶ τῶν ἤχων ὑγιῶς αἰσθέσθαι τοπ ράπον οὐ δύνανται, ἀλλ᾽ ἀντ᾽ ἐκείνων ἀμφισβητοῦντες μᾶλλον τό, Εἰ μὲν εἶδον, καὶ τὸ, Εἰ δὲ οὐκ εἶδον, γελοίως εἰσάγουσι, καίτοι γε τῶν ἱερῶν ἐκείνων φωνῶν οἱ εὐαγγελισταί τε καὶ κήρυκες, Χριστὸς δ' αὐτὸς εἰπεῖν οἰκειότερον μᾶλλον ὁ τούτων Δεσπότης τε καὶ διδάσκαλο:, οὐχ ότι γε μόνον εἶδον, ἀλλὰ καὶ αὐτοῦ· *, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ τὸ τί εἶδον καθόσον οἷόν τε ἦν μαθεῖν ἐκείνους τε καὶ ἡμᾶς τοὺς μετ' ἐκείνους ἐδίδαξε. Βασιλείαν καὶ γὰρ ἑαυτοῦ τε καὶ τοῦ ἰδίου Πατρὸς τὴν δόξαν τῆς ἑαυτοῦ μεταμορφώσεως, καθάπερ εγώ κούσαμεν ήδη, προέφησε. Βασιλείαν δὲ Πατρὸς καὶ Υἱοῦ, ταυτὸ δ' εἰπεῖν καὶ ἁγίου Πνεύματος, κτιστήν εἶναι καὶ ὑπὸ χρόνον, εἷς ἂν εἴποι ποτέ, μὴ καὶ τὸν Υἱὸν αὐτὴν σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι κτίσμα λέγων Ελληνικῶς καὶ ἀθέως; ᾿Αλλὰ καὶ ταῦθ' οὕτως εἰπών τε καὶ διδάξας σα φῶς, οὐδὲ μέχρι τούτου τὴν περὶ τοῦ μυστηρίου διδασκαλίαν ίστησι· μᾶλλον δὲ καὶ φθάσας ἄνωθεν ἐναργέστερον ὑποδείκνυσι, τίς ἡ ἐν δυνάμει όφθης σομένη μετὰ μικρὸν τοῖς μαθηταῖς αὐτοῦ τε καὶ τοῦ Πατρὸς βασιλεία, καὶ τί τὸ καινόν γε καὶ ἄηθες τοῦ δράματος. Προειπὼν καὶ γὰρ τὰ περὶ τοῦ ἰδίου στον τοῦ καὶ τοῦ θανάτου τε καὶ τῆς ἀναστάσεως, καὶ τοὺς μαθητὲς ἐπὶ τὰ ἔσα δι᾿ ἑαυτοῦ προτρεψάμενος, καὶ δείξας ὡς οὐδὲν οὐδοπωστιοῦν ἄνθρωπος ώφε λεῖται, κἂν εἰ τὸν κόσμον ὅλον κερδήσῃ, ζημιωθείς τὴν ἰδίαν ψυχήν, Οὐδὲ ἔστι τι τῶν πάντων, φησί, τοπαράπαν αὐτοῖς ἱσοστάσιον, μέμνηται ξυνημ μένως τούτοι; καὶ τῆς βασιλείας ἑαυτοῦ τε καὶ τοῦ Πατρός, μεθ᾿ ἧς ἐν τῷ μέλλοντι καθὸ Θεὸς ὑπ' ἀγο γέλοις προπομποίς τε καὶ δορυφόροις ἐλεύσεται, τὰς καθηκούσας ἀμοιβάς, καὶ τὴν τῶν ἐπάθλων διανομὴν τοῖς διαθλοῦσι ταυτὶ ποιησόμενος. Μέλλει καὶ γὰρ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐ τοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ἐπεὶ δὲ λόγοις μὲν παρ' αὐτοῦ ταυτὶ πολλάκι; ἦσαν ἀκηκοότες δηλαδὴ οἱ ἀπόστολοι, καὶ ὅτι τοῦ Θεοῦ ἐστιν ὁ Υἱός, ἴσος τε καὶ ὁμότιμος, Πάντα μοι παρεδόθη, καὶ γάρ φησιν, ὑπὸ τοῦ Πατρός μου και, Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ, καὶ τὶς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι· καὶ πάλιν Καθώς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὸν Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν, καὶ ὅσα τοιαῦτα· καὶ περὶ βασιλείας δὲ καὶ τῶν ἐν τῷ μέλλο τι ἀμοιβῶν πλεῖστά τινα καὶ μέγιστα προει τῶν ὡσαύτως αὐτοῖς ἔφθη, Ὑμεῖς, καὶ γάρ φησιν, Θεοῦ, κατὰ τοὺς ἄλλους εἰπεῖν εὐαγγελιστὰς, ἐπὶ τὴν πεῖραν αὐτὴν τῶν προῤῥηθέντων θείων καὶ ὑ ψηλῶν ἕλκον, καὶ τὴν θείαν τῆς ἐπαγγελθείσης αυτού βασιλείας. Διὸ καὶ τῶν μυστηρίων τῶν ὑ πὲρ νοῦν τούτων θεοπρεπῶς ὑπ' αὐτοῦ μεθ' μέρας ἐξ ἐνεργουμένων ἐπὶ τοῦ ὄρους, καὶ ὁ Πατὴρ ἄνωθεν βεβαιῶν τὰ τῷ Χριστῷ προβληθέν τα, καὶ δεικνὺς ὅτι καὶ Υἱός ἐστιν ὁμοούσιος αὐτ τῷ κατά γε τὰ αὐτοῖς παρ' αὐτοῦ λαληθέντα, καὶ ὡς αὕτη ἐστὶν ἡ προῤῥηθεῖσα παρ' αὐτοῦ βασιλεία ή; αὐτὸς ἐπηγγείλατο πρὸ βραχέος αὐτοῖς τὴν θέαν, καὶ ὅτι κοινή τε καὶ Πατρὸς αὕτη, καὶ διὰ ταῦτ' ἄρα καὶ τοῦ Πατρὸς εἴρηται καὶ τοῦ Υἱοῦ βασιλεία τούτοις τοιγαροῦν κἀκεῖνες προσμαρτυρῶν Πνεύματι τῷ ἰδίῳ, ἐκ τῆς νεφέλης καὶ γάρ φασι τῆς λαμπρές ἐκείνης τὴν φωνὴν ἐκραγήναι, σύμβολον τοῦ Πνεύ ματος ούσης, Οὗτός ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγα πητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· τά τε άλλα διακελευόμενος αὐτῷ πειθηνίους καὶ είκοντας ἡμᾶς ἑαυτοὺς παρέχειν, καὶ περὶ τὸ μυστήριον οἷο μαι τοῦτο πρό γε τῶν ἄλλων, ὥστε μὴ τὰ τῶν ἀρα χνῶν ὑφάσματα, κατὰ τὸν μέγαν εἰπεῖν Ιωάννη», τοὺς ἀνθρωπίνους φημί λογισμοὺς καὶ τῆς μωρανθείσης πάλαι σοφίας τους λόγους τῆς τοῦ Θεοῦ σοφίας τοῖς ὑπερφυέσι λόγοις τολμαν παρυταίνειν, δ δὴ καὶ Βαρισὰμ ὁ Λατίνος, καθάπερ έφθην εἰπὼν, αίσχιστα πεπονθώς πρότερον ώπται, ἀλλ' αὐτού μόνου κατὰ τὴν ἄνωθεν ἀπόφασιν, διά τε τῶν αὐτοῦ θείων εὐαγγελίων καὶ τῶν τούτων ἐξηγητῶν τε καὶ θεολόγων ἀκούειν. Ηρχει μὲν οὖν καὶ ταῦτα, καὶ ἀρκούντως γε πάντως έχει τοῖς ἀκούειν δυναμένοις, καὶ συνιέναι τῶν εὐαγγελικῶν λόγων ἡ ἐκ περιουσίας αὕτη παν τοδαπή δήλωσις, καὶ σαφήνεια τοῦ θείου τουτου μυστηρίου. Οτι τε γὰρ εἶδον οἱ ἀπόστολοι τοῦτο, καὶ ὅτι θεῖον καὶ ἄκτιστον, καὶ ὅτι φυσικὴ δόξα καὶ βασιλεία Θεοῦ καὶ εἱονεί τις ἀρχὴ τῆς λαμπρότερόν τε καὶ τελεώτερον σὺν Χριστῷ φανησομένης ἐν τῷ μέλλοντι θείας δόξης καὶ βασιλείας, ης αὐτῷ σὺν γε τοῖς ἀποστόλοις καὶ ξύμπαντες ἁγίων ὁμοῦ καὶ δια καίων χοροὶ κοινωνήσουσι λάμποντες, κατὰ τὴν αὐτ τοῦ πρόῤῥησιν, ὡς ὁ ἥλιος, καὶ ἰσάγγελοι καὶ υἱοὶ Θεοῦ χρηματίζοντες, απερ έφθην εἰπὼν, ἱκανῶς τα καὶ ἀξίως τοῦ σώζοντος λόγου πάντα ξεδήλωται
col. 1163–1164page 13 of 15
PG 151:1163οὐχ οὕτως ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται; Καλ ἔπεσον χαμαὶ οἱ μαθηταί, εἰ δὲ ὡς ἥλιος ἔλαμψεν, οὐκ ἔπιπτον οι μαθηταί. "Ηλιον μὲν γὰρ βλεπου καθ᾿ ἡμέραν, καὶ οὐκ ἔπιπτον. Αλλ' ἐπειδὴ ὑπὲρ τὸν ἥλιον ἔλαμψε καὶ ὑπὲρ τὴν χρόνα, διὰ τοῦτο μὲ φέροντες τὴν λαμπηδόνα κατέπεσον. ὡς ἂν δὲ καὶ τὰς δοκούσας πάσας λαβὰς καὶ τὸ πεχιών. Οὐκ ἔχω ἄλλην ύλην λευκοτέραν. Ὅτι γὰρ ριττόν τε καὶ φιλότιμον τῆς τινων αδολεσχίας ἐκ περιουσίας καὶ αὖθις ἐγκόψωμεν, πρὸς δὲ καὶ τοὺς ἀγνοοῦντας πλατύτερον ὡς μάλιστα διδάξωμεν τὸ μυστήριον, ἵνα μὴ τοῖς ὑπ' ἐκείνων παραῤῥιπτου μένοις προσκόμμασι συμποδίζοιντο, τοὺς μετὰ τοὺς πρώτους εὐαγγελιστὰς καὶ ἀποστόλους Χριστοῦ μαθητὰς οὐδὲν ἧττον αὐτοῦ καὶ εὐαγγελιστὰς, τοὺς αρχηγου, καὶ Πατέρας καὶ διδασκάλους μετὰ τοὺς πρώτους εκείνους Πατέρας τε καὶ διδασκάλους περὶ τῶν αὐτῶν ἐρωτήσωμεν, ὅπως μὴ δόξωμέν τισι τῶν πάντα ῥᾳδίων ἀφ' ἑαυτῶν τι παρεισάγειν τῷ λόγῳ, καὶ συνάγειν ἐκεῖνον δῆθεν, πρός γε τὸ τῆς γνώμης βουλόμενον. Επερώτησον, καὶ γάρ φησι, διὰ τοῦ θείου Δαβὶδ τὸ Πνεῦμα τὸ ἅγιον τὸν Πα τέρα σου, καὶ ἀναγγελεῖσοι τοὺς πρεσβυτέρους " ἐκ τοῦ κοινοῦ τούτου διδασκάλου σαφέστερον καὶ σου, καὶ ἐροῦσί σοι. Παρ'τω τοιγαροῦν πρῶτος τῶν ἄλλων περὶ τούς των διδάξων ὁ μόνος ἀξιώτατος εἴπερ τις ἐξηγητὴς τῶν Εὐαγγελίων Χριστοῦ, τὸ χρυσοῦν τῆς ἐκκλησίας φημὶ στόμα, Ιωάννης ὁ κοινός τῆς οἰκουμένης διδάσκαλος. Οὗτος τοιγαροῦν τὸν εὐαγγελιστὴν Ματθαῖον ἡμῖν ἐξηγούμενος, ἀκούσωμεν οἷά φησι περὶ Χριστοῦ καὶ τῆς αὐτοῦ θείας μεταμορφώσεως. Επειδή, φησί, πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα, καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσὶ τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις, οἷον τὸ σώζειν ψυχὴν τοὺς ἀπολλύντας αὐτὴν, τὸ ἔρχεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, τὸ ἀποδιδόναι τὰ ἔπ αθλα, βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆς σας, καὶ δεῖξαι τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ' ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν καὶ κατὰ τὸν παρόντα βίον, δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπτει ταύτην, ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ μήτε ἐπὶ τῷ τοῦ Δεσπότου λοιπὸν ἀλγῶσι. Κάτεχε δή μοι ταῦτα παρὰ σεαυτῷ ἀσφαλῶς καὶ μάλιστα τῶν ἄλλων ἐκεῖνα, τὸ, ὅτι βουλόμενος τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ ὅτι δεῖξαι θέλων τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ᾿ ἧς μέλλει παραγίνεσθαι ἐν τῇ δευτέρα δηλονότι παρουσίᾳ αὐτοῦ, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν κατὰ τὸν παρόντα βίον, ἀποκαλύπτει καὶ δείκνυσιν αὐτοῖς διὰ τῆς ἰδίας μεταμορφώσεως. Ακουε δή μοι καὶ πάλιν τῆς αὐ τῆς χρυσῆς σάλπιγγος, μέγα τι καὶ θαυμαστὸν περὶ τῶν αὐτῶν διηχούσης, καὶ οἷον ἐξ οὐρανοῦ φθεγγομένης καὶ διδασκούσης τὰ θεῖα μυστήρια. Τὰ γὰρ τοῦ σοφοῦ Δαβὶδ ὁ σοφὸς ἐξηγούμενος, Ανέβη, φησίν, εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Τί ἐστι μετεμορφώθη; Παρήνοιξε, λέγει, ὀλίγον τῆς θεότητος, καὶ ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα θεὸν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. Τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς ἡ χιών. Ἠθέλησε δεῖξαι τὴν λαμπηδόνα αὐτοῦ ὁ Εὐαγγελιστὴς, καὶ λέγει ἔλαμψεν. Ελαμ με πως; ἔλαμψε φαιδρῶς, εἰπέ μοι, καὶ πῶς; Ὡς ὁ ἥλιος. Ως ὁ ἥλιος λέγεις; Ναί. Διατί; Οὐκ ἔχω άλλο άστρον φαιδρὸν καὶ λευκόν. Λευκὸς ἦν ὡς Καὶ μετ' ὀλίγον· Ταῦτα εἶπον, φησίν, ἵνα μὴ τῇ εὐτελείᾳ τῆς λέξεως εναπομείνῃς. Ἐδειξά σοι τὸ πτῶμα τῶν μαθητῶν. Καὶ ἔπεσον χαμαί. Εκαρών θησαν καὶ κατεχώννυντο. ᾿Αναστήσας ήγειρεν αὐτ τοὺς, καὶ ἦσαν βεβαρημένοι. Τὴν γὰρ ὑπερβολὴν τῆς λαμπηδόνος οὐκ ἤνεγκαν, ἀλλὰ κάρος ἔλαβε τοὺς ὀφθαλμοὺς αὐτῶν. Οὕτω τὸ φαινόμενον φῶς ὑπὲρ ἥλιον ἦν. Έχεις αὖθις μαθών, τί ἐστι τὸ μετεμορφώθη. "Οτι παρή νοιξε, φησὶν, ὀλίγον τῆς θεότητος καὶ ἔδειξε τὸν ἐνοικοῦντα Θεόν, ὅτι τε ὑπὲρ πᾶσαν αἰσθητοῦ φω τὸς φύσιν λαμπρότερον ἀπαραμίλλως ἦν ἐκεῖνο τὸ φῶς, καὶ ὅτι καὶ ὀφθαλμοῖς εἶδον αὐτὸ οἱ ἀπόστολοι, καὶ διὰ τοῦτο καὶ τῇ ὑπερβολῇ τῆς λαμπηδόνος κάρφ ληφθέντες, ὡς ἤκουσας, ἔπεσον χαμαί. Οπερ ὁ μηδαμῶς ἐκείνῳ προσορῶν οὐκ ἂν πάθοι δηλονότι ποτέ. Εἰ δ' ἐκεῖνοι λέγοιεν αὖθις, λέγουσι γὰρ ἀναισχυντοῦντες καὶ τοῦτο, ὅτι εἰ καὶ ἰδεῖν οὗτοι τοὺς ἀποστόλους τὸ φῶς ἔφησαν, ἀλλ' οὐχὶ καὶ ὀφθαλμοῖς εἶπον ἰδεῖν, ἀλλ' οὐδὲ φυσικὴν δόξαν, ὥσπερ ὑμεῖς, ἀλλὰ δόξαν μόνον τοῦτό φασι, μάλιστα μὲν καὶ γεν λοξόν πως καὶ ἀδιανόητον τοῦτο καθάπαξ ἐστὶ, χάο κείνης δήπου τοῖς παρὰ τοῦ ᾿Ακινδύνου καὶ τῶν περὶ αὐτὸν εἰρημένοις πολλάκις προσόμοιον, τὸ τὸν Θεὸν ἐνεργεῖν μὲν τὰ καὶ τὰ, κεκτῆσθαί γε μὴν ἐνέργειαν οὐδαμῶς· ὡς ἂν εἰ καὶ ὑπάρχειν αὐτὸν ἔλεγον ὑπάρ ξεως χωρὶς, καὶ λέγειν μὲν, λόγον δὲ μὴ κεκτῆσθαι, 'Αλλ' ὅμως τὸ τῶν θεολόγων τούτων ὑπερφυὲς ὁμοῦ καὶ φιλάνθρωπον οὐδὲ τοῦτον ἀπαξιώσει τὸν λόγον, καίτοι γε φαύλως οὕτω καὶ μικρῶς ἔχοντα, ἀλλὰ καὶ κατὰ λέξιν ὑποδείξουσι τὸ ζητούμενον, προφη, τικῶς, ὡς ἔοικεν, ἄνωθεν καὶ κατὰ μίμησιν ἄντικρυς θείαν πρὸς τὸ σὰν συγκατιόντες μικρόψυχον ἢ φιλό νειχον, καὶ τὸ φυσικὸν ἑρμηνεύσουσι τῆς θεϊκῆς ταυτησὶ δόξης ἅμα καὶ τῆς λαμπρότητος. Οὐ μὴν ἀλλὰ καὶ ὅτι προοίμιον τοῦτο τῆς μελλούσης αὐτοῦ βασιλείας καὶ δόξης καὶ πάλιν ἐροῦσι, καὶ τὸ πῶς εἶδον καθόσον οἷόν τε προσθήσουσιν, εἰ καὶ ἄῤῥητον ἀνθρώποις τοῦτο καὶ ἀνερμήνευτον αὖθις καθὸ πέτ ψυχε. Βασίλειος τοιγαροῦν ὁ τὸν νοῦν ἅμα καὶ τὴν σας φίαν ὑπερφυής, καὶ Πνεύματι τὰ τοιαῦτα καὶ παρ θὼν καὶ μαθών, οὕτω πώς φησι τοὺς ἱεροὺς τοῦ Δαβὶδ Ψαλμοὺς ἐξηγούμενο; Εἶδον δὲ τὸ τοῦ Χριστοῦ κάλλος Πέτρος καὶ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς παραλαβεῖν κατηξιών θησαν. Εχεις ὅπερ ἐζήτεις, μᾶλλον δ' ὥσπερ ἐπίσ στεις, καὶ παρὰ τοῦ μεγάλου τούτου μαθὼν αὐταῖς
col. 1165–1166page 14 of 15
PG 151:1165φημι λέξεσιν, ὅτι καὶ ὀφθαλμοῖς εἶδον τὸ τῆς θεό· εἶδον ἐκεῖνο τὸ θεῖον φῶς οἱ ἀπόστολοι. Διαγρηγο τητος Χριστοῦ φῶς οἱ ἀπόστολοι. Ακουε δή μοι καὶ τῶν ἑξῆς παρὰ τῆς χρυσής γλώττης αὖθις πλατύτερον. Φησὶ καὶ γὰρ αὖθις περὶ ταύτης λογογραφῶν τῆς θείας μεταμορφώσεως Ενταῦθα οὐ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας τῆς ἐνδόξου λέγει, ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως. Καὶ γὰρ ἐν τῷ ὄρει μεταμορφωθείς ὁ Σωτήρ, μικρῶς πως ως δεσπότης έδειξε τοῖς ἑαυ τοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς ἑαυτοῦ βασιλείας τὴν δόξαν. ᾿Αλλ' εὐθὺς ἐροῦσιν οἱ ἀπύλωτον καὶ θηρευτικήν περιφέροντες γλῶσσαν· Καὶ εἰ ἀθέατος ἡ θεϊκή τοῦ Θεοῦ Λόγου δόξα, πῶς ὑπέδειξεν αὐτὴν τοῖς ἀπο στόλοις; εἰ γὰρ ὁρατὴ, οὐκ ἀθέατος· εἰ δὲ ἀθέατος, σὐχ ἐρατή. Διὸ ἄκους συνετῶς. Ἐνταῦθα ὁ δεσπό. της Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθιά του θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν, καὶ οὐκ ἐπέ δειξε· τουτέστι, μικρόν παρήνοιξε την θεότητα, καὶ οὐχὶ τελείως, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Πληροφορῶν μὲν γὰρ, ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσον ἠδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμούς περιφέροντες· φειδόμενος δὲ καὶ εὐχὶ φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς τὴν πᾶσαν δόξαν, ἵνα μὴ σὺν τῇ δράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν. ο Ο δέ γε τῆς Ἐκκλησίας ὁμοῦ καὶ τῆς θεολογίας γενναίος στρατηγός τε καὶ πρόμαχος, Αθανάσιος ὁ μέγας φημί, καθαπερεί τινι σφενδόνῃ τῷ τῆς ἀλης θεία; λόγῳ χρησάμενος, οὐ τρισὶ βολαῖς τε καὶ λί Φοις, καθάπερ ὁ μέγας πάλαι Δαβίδ, ἵνα τὸν ἀρχη γὸν τῶν ἀλλοφύλων κατὰ γῆς βάλλει καὶ νεκρὸν ἀπεργάζεται, ἀλλὰ τοὐναντίον μιᾷ βολῇ μᾶλλον τους τρεῖς τῶν καθ᾿ ἡμᾶς ἀλλοφύλων προστάτας, ὡς τοὺς ερεστάτας πάλαι τῶν Αἰγυπτίων Μωσῆς τῷ σκότῳ καὶ τῷ βυθῷ τῆς δικαίας σιγῆς αὐθωρὸν αὐτοῖς λο γοις τε καὶ δόγμασι δίδωσιν. Αρειανοί; καὶ γὰρ ὁ μέγας γράφων συνήθως, καὶ τὰ εἰωθότα διαλεγομένας, Ἀπαθής, φησί, καὶ ἐν τοῖς παθήμασι τῆς σαρκὸς ὁ Χριστὸς, ὡς Θεὸς νικήσας θάνατον, ἀνα στὰς τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀνελθὼν εἰς τὸν οὐρανὸν ἐν δόξῃ φυσικῇ, καὶ οὐκ ἐν χάριτι ἐρχόμενος, ἐν τῇ ἑαυτοῦ θεότητι ἐμφανῶς ἐκλάμπων ἐκ τοῦ ἐκ Μαρίας σώματος αὐτοῦ τοῦ ἁγίου τὴν δόξαν τὴν ἀπόῤῥητον, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέ ρους, διδάσκων ἡμᾶς, ὅτι καὶ πρότερον καὶ νῦν ὁ αὐτός ἐστι. Καὶ μετ' ὀλίγον Αναλλοίωτος ὢν ἀεὶ καὶ μεταβολὴν οὐδεμίαν ἔχων περὶ τὴν θεότητα. Καὶ πάλιν· Οὐδεὶς ἀνθρώπων δύναται Θεοῦ οὐ σίαν γυμνὴν ἰδεῖν οὐδαμοῦ. "Οθεν πρόδηλον ὅτι οὐ τὴν οὐσίαν τοῦ Θεοῦ ἐβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν, ὡς καὶ περὶ τῶν ἀποστόλων γέγραπται, ὅτι διαγρηγορήσαντες ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ,εἶδον τὴν δόξαν αὐτοῦ. Αρίθμει μος σὺ νῦν τῶν καταβληθέντων τὰ πτώματα. Ἐκ γὰρ τῶν εἰρημένων καὶ ὁ μὴ λέγων φυσικὴν τοῦ Θεοῦ τὴν δόξαν, καὶ ὁ κτιστὴν αὐτὴν λέγων, ἅμα πεπτώκασι. Καὶ ὁ λέγων τὴν οὐσίαν εἶναι τοῦ Θεοῦ τὴν δόξαν ἐκείνην καὶ τὸ φῶς πέπτωκε καὶ πρὸ τούτων τε καὶ σὺν τούτοις ὁ λέγων, ὅτι οὐκ ρήσαντες γὰρ, σὺν τῷ Εὐαγγελιστῇ καὶ ὁ μέγας οὗτός φησιν, εἶδον τὴν δόξαν αὐτοῦ. Ταῦτα καὶ Γρηγόριος ὁ τῆς Θεολογίας καὶ σύμ πνους ὁμοῦ καὶ ἐπώνυμος παρελθών διδασκέτω, καὶ δεικνύτω διὰ βραχέων τί ποτε ἄρα τὸ μυστήριον ἦν ἐκεῖνο τῆς θείας μεταμορφώσεως. Κατὰ γὰρ Ἀπολ λιναρίου τοῦ Σύρου προς Κληδόνιον γράφων οὗτος, Εί τις αποτεθεῖσθαι νῦν, φησί, τὴν σάρκα λέγει καὶ γυμνὴν εἶναι τὴν θεότητα σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Αλλ' ἥξει μέν γε μετά τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ, οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἡ παρεδείχθη, ύπερο νικώσης τὸ σαρκίον τῆς θεότητος. Καὶ αὖθις· φῶς ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς, μικροῦ στεβιοτέρα καὶ ὄψεως. Ακούεις καὶ τούτου τοῦ λαμπρού διδασκάλου, τοῖς πρὸ αὐτοῦ θεολόγοις ὁμοῦ καὶ εὐαγγελισταίς συμφωνοῦντος; Τοιοῦτος ἥξει Χριστός, φησίν, ἐπὶ τῆς μελλούσης αὐτοῦ παρουσίας, οἷός ὤφθη τοῖς μαθηταῖς ἐν τῷ Θαβωρίῳ, τὰς τῆς σαρκὸς φυσικὰς κινήσεις τε καὶ δυνάμεις ὑπερνικῶντος τοῦ φωτὸς τῆς θεότητος. Οὐκοῦν ὤφθη τοῖς ἀποστόλοις, καὶ εἶδον αὐτὸν τοῖς ἑαυτῶν ὀφθαλμοῖς, Πνεύματι θείῳ διανοιγεῖσιν, ἀλλ' οὐχ ὡς τινές φησιν, οὐκ εἶδον, Τὸ δὲ ἡ παρεδείχθη καὶ ἡ παραδειχθεῖσα θεύτης προσέθηκε, πρὸς δὲ καὶ τὸ, μικροῦ στεῤῥοτέρα καὶ δήπως, ὁμοῦ τε τὴν ὑπερβολὴν τῆς θεϊκῆς ἐκείνης παραδηλῶν ἀστραπῆς καὶ λαμπρότητα;, καὶ ὅτι μέρος τι καὶ ὅσον οἱ ὁρῶντες ὑπερφυῶς φέρειν ἐδύ ναντο, ἀλλ' οὐχὶ πᾶσαν αὐτοῖς τὴν τῆς θεότητος δόξαν ὑπέδειξε. Περὶ ὧν δήπου καὶ Ἰωάννης ὁ χρυσ σοῦς τὴν γλῶτταν προ βραχέος, καθάπερ ήκουσας, ἔλεγε νῦν μὲν ὅτι πεπτώκασιν οἱ μαθηταὶ, καὶ ἐκα ρώθησαν καὶ κατεχώννυντο· τὴν γὰρ ὑπερβολὴν τῆς λαμπηδόνος οὐκ ἤνεγκαν, ἐπεὶ τὸ φαινόμενον ὑπὲρ ἥλιον ἦν· νῦν δ᾽ αὖθις, ὅτι τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Χριστὸς τῆς ἀθεάτου βασιλείας ἐπέδειξεν ἐνταῦθα τὴν δόξαν καὶ οὐκ ἐπέδειξε, τουτέστι, μικρόν παρή νοιξε την θεότητα, καὶ οὐχὶ τελείως, οὐχ ἴση τις ἦν, ἀλλ' ὅσον ἐδύναντο φέρειν οἱ σωματικούς ὀφθαλμούς περιφέροντες, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενο. ᾿Αλλὰ καὶ Διονύσιος ὁ μετὰ τοὺς πρώτους θεολόγους καὶ ἀποστόλους καὶ μαθητὴς ἐκείνων καὶ φίλος και θεολόγος καὶ ἄλλος ἀπόστολος, τὸ κοινὸν ὑποδεικνύς τῆς ἐν τῇ μεταμορφώσει τοῦ Θεοῦ δόξης πρὸς τὴν μέλλουσαν αὐτοῦ δόξαν καὶ βασιλείαν. Τότε, φησίν, όταν άφθαρτοι καὶ ἀθάνατοι γενώμεθα, καὶ τῆς χρυσοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σὺν Κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενος, φανοτάταις μαρμαρυγαῖς ἡμᾶς προαυγαζούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀθλῳ τῷ νῷ μετέχοντες, καὶ ὑπὲρ τοῦ ἑνώσεως ἐν ταῖς τῶν ὑπερφανῶν ἀκτίνων ἀγνώστοις καὶ μακαρίαις ἐπιβολαῖς, ἐν
col. 1167–1168page 15 of 15
PG 151:1167θειοτέρα μιμήσει τῶν ὑπερουρανίων νέων. Ισάγσιν, τὴν ἐπὶ τὰ ὑπὲρ φύσιν τῶν κατὰ ἔκστασιν καὶ γελοι γὰρ, ὡς ἡ τῶν λογίων ἀλήθειά φησιν, ἐσό μεθα καὶ υἱοὶ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. Ἵνα δὲ καὶ τι σαφέστερον ἔτι καὶ κατὰ νοῦν φημι, καὶ κατὰ λέξιν περὶ τοῦ θείου φωτός τούτου μάθοις, καὶ γνοίης, ὡς οὐ τῶν κτιστῶν τοῦτό γε καὶ τῶν κάτω, ἀλλὰ τοῦ Θεοῦ μᾶλλον κατὰ τὰ προῤῥηθέντα, καὶ φῶς ἀληθινὸν καὶ ἀπρόσιτον καὶ κοινὸν τῇ κοι νῇ φύσει τῆς ὑπερφυοῦς καὶ μακαρίας Τριάδος, δι' 8 δὴ καὶ Χριστὸς αὐτὸς μετὰ Πατρός τε καὶ Πνεύ ματος ονομάζεται ταῦτα, φῶς καὶ γὰρ ἀληθινὸν καὶ φῶς ἀπρόσιτον αὐτὸν ὡς αἴτιον καὶ πηγὴν τοῦ του καλούμεν· ἄκουσον καὶ αὖθις τοῦ θαυμαστού Βασιλείου, οἷα περὶ τούτου φησί, πρὸς Εὐνόμιον δη λαδὴ τὸν ἀνόμοιον γράφων. Καὶ εἰ ἀληθινὸν φῶς, φησὶν, ὁ Υἱός, ἦν τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὁ δὲ Θεός, φησὶ, φῶς οἰκῶν ἀπρόσιτον· τὸ γὰρ ἀπρόσι τον πάντως καὶ ἀληθινὸν, τὸ δὲ ἀληθινὸν ἀπρόσιτον οπότε καὶ πεπτώκασιν οἱ ἀπόστολοι τῇ δόξῃ τοῦ φωτ τὸς τοῦ Υἱοῦ ἀτενίσαι μὴ δυνηθέντες, διὰ τὸ εἶναι αὐτὸν ἀπρόσιτον φῶς, φῶς δὲ καὶ τὸ Πνεῦμα, ὃς ἔλαμ ψε ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου, εν ως οὖν οὐ πιστευτέον τὴν αὐτὴν τῆς Τριάδος εἶναι φύ σιν, ὁπότε ἐν τὸ φῶς ἀποδέδεικται; Εἶγε τῆς συν τόμου ταυτησὶ καὶ σαφούς καὶ ἡκριβωμένης θεολογίας τοῦ σοφοῦ διδασκάλου. Εἰκότως ἄρ᾽ ἔλεγεν ὁ καλὸς ἐκεῖνος ἑταῖρος καὶ σύμπνους καὶ ὁμότιμος αὐτῷ θεολόγος, φιλοσοφῶν περὶ τούτων ἔν γε τοῖς ὑπὲρ αὐτοῦ λόγοις, Οταν τοῖς ἀντιῤῥητικοῖς αὐτοῦ λόγοις ἐντύχω, τὸ Σοδομητικὸν ὁρῶ πῦρ, ᾧ τεφροῦν και γλῶσσαι πονηραὶ καὶ παράνομοι· ἢ τὸν Χαλά νης πύργον, κακῶς μὲν οἰκοδομούμενον, καλῶς δὲ λυόμενον, οὐ περὶ τῶν ἀντιλεγουσῶν τότε γλωσσῶν μόνων λέγων, ἀλλὰ καὶ περὶ τῶν νῦν ἄντικρυς, κατὰ τῆς τοῦ Μονογενοῦς δόξης οὐδὲν ἧττον κινουμένων καὶ τούτων, καὶ διὰ τῶν φυτικών πολεμούντων τῇ θείς φύσει, καὶ ταῦτά τε κακείνην κατασπἂν ὁμοῦ πειρωμένων, καὶ κάτω τιθέναι μετὰ τῆς κτιστῆς φύσεως. Αλλ' ὁ μέγας ἐκεῖνος ὄντως καὶ ἀληθινὸν ἐκεῖνο φησι καὶ ἀπρόσιτον, καὶ δόξαν φυσικὴν τοῦ Θεοῦ, ἐπειδὴ καὶ δι᾿ αὐτοῦ, καθά φησι, τὸ τῆς Τριάδος ὁμοούσιον δείκνυται. Τούτοις καὶ ὁ περιφανής τῆς Ἐκκλησίας μελῳδό; καὶ διδάσκαλος, ὁ τῆς Κρήτης Ανδρέας φημί, κατά πάντα συνάδων, ἀκούσωμεν οἷα φιλοσοφεί, καὶ τῶς διερμηνεύει καθόσον οἷόν τε τὸ μέγα τοῦτο μυστή γιον. Τοὺς ἐκκρίτους τῶν ἀποστόλων, φησίν, ὡς ἐγγυτέρους ἤδη τῇ πρὸς αὐτὸν οἰκειότητι συμπαραλαβὼν ὁ Χριστὸς ἐπὶ τὸ ὄρος ἀνάγει τὸ ὑψηλόν. Τί ποιήσων, ἢ τί διδάξων; Τὴν ὑπεραστράπτουσαν παρ ραδείξων τῆς οἰκείας θεότητος δόξαν τε καὶ λαμπρός τητα, εἰς ἣν μικρῷ πρότερον μυστικώτερον, καὶ νῦν ἐμφανέστερον διὰ τῆς μεταμορφώσεως αὐτοῦ μετεστοιχείωσε τὴν ἀκούσασαν φύσιν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τοῦτο τοίνυν ἑορτάζομεν σήμερον, τὴν τῆς φύσεως θέωσιν, τὴν εἰς τὸ κρεῖττον ἀνάβα δ ἀλλοίωσιν. Διὰ τοῦτό φησι, Τοὺς ἐκκρίτους τῶν ἀποστόλων δ Χριστὸς ἐπὶ τὸ ὄρος ἀνήγαγεν, ὥστε τὴν τῆς οἰκείας θεότητος αὐτοῖς παραδεῖξαι δόξαν τε καὶ λαμπρό. τητα, ἧς τὴν ἀνθρωπείαν φύσιν ἠξίωσε, μυστικῶς μὲν καὶ ἐν ἀποῤῥήτας το πρότερον, όπηνίκα δηλον ότι συλληφθεὶς ἐν τῇ γαστρί, ὅλῳ ἑαυτῷ τὸν ἄν θρωπον ὅλον ἤνωσε, νῦν δὲ διὰ τῆς μεταμορφώσεως αὐτοῦ φανερώτερον. Διὸ καὶ τοῦτο ἑορτάζομεν, φησί, σήμερον, τὴν τῆς ἡμετέρας φύσεως θέωσιν, τὴν πρὸς τὰ ὑπὲρ φύσιν ἀλλοίωσιν αὐτῆς καὶ ἀνάβασιν. Μάθε τοίνυν κἀκ τούτου τοῦ διδασκάλου, καὶ λόγῳ καὶ πείρα διδαχθέντος ταυτί καὶ διδάσκοντος, ὅτι καὶ φυσικὴ δόξα καὶ λαμπρότης τοῦτο τὸ φῶς τῆς θεότητος, καὶ θέωσις τῆς ἀνθρωπείας φύσεως, καὶ πρὸς τὰ ὑπὲρ φύσιν ἀλλοίωσις· καὶ αὐτὸ τοῦτο ἑορ τάζουσιν οἱ τὴν θείαν μεταμόρφωσιν ἑορτάζοντες, φημὶ δὴ τὴν τῆς φύσεως θέωσιν, ἣν ὁ καθ᾽ ὑπό στασιν ἐνωθεὶς ταύτῃ μονογενής τοῦ Θεοῦ Υιός ξέ νως καὶ ὑπὲρ φύσιν ειργάσατο. Ακουε δή μοι καὶ τῶν ἐξῆς, τοῦ θεοφόρου φημί τούτου, περὶ τῶν αὐτῶν θεολογοῦντος πλατύτερον. Ὅθεν κατὰ τὴν ἀψευδῆ, φησί, τῶν θεολόγων μυσταγωγίαν, ὥσπερ ἐκ τινος ἀεννάου πηγῆς κατὰ ἀπειρόδωρον χάριν, τῆς ἀκηράτου θεώσεως εἰς ἡμᾶς τὸ μέγα πρόεισι δῶρον. Τοῦτο θαυμάζουσιν ἄγγελοι. Τοῦτο ἐοξολογοῦσιν ἀρχάγγελοι. Τοῦτο πᾶσι τῶν ὑπερκοσμίων ἡ νοητή διακόσμησις άλλως εστιωμένη, τεκμήριον εναργέστατόν τε καὶ ἀψευδέστατον τίθε ται τῆς περὶ ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας. Βαβα!! τοῦθ᾽ ὅπερ θαυμάζουσιν ἄγγελοι, ο δοξο λογοῦσιν ἀρχάγγελοι, ὅπερ άλλως τρέφει πᾶσαν τὴν τῶν ὑπερκοσμίων νοητήν διακόσμησιν, τοῦτο οἱ κάτω καὶ τῆς φθαρτης ύλης καὶ τῆς γῆς καὶ κόνεως τῇ κτίσει τολμηρή γλώττη συναριθμοῦσι καὶ μετὰ τῶν ἡργμένων καὶ πεπαυμένων, γινομένων τε καὶ ἀπιόντων εἰς γῆν Ελκουσι, καὶ ταῦτα πρὸς τὴν αὐ τῶν φύσιν κατὰ ἀπειρόδωρον χάριν εἰς θέωσιν ὡς περ ἐξ ἀεννάου προϊόν τῆς ὑπερφυοῦς ἐκείνης καὶ μακαρίας τοῦ Θεοῦ φύσεως, δ δὴ καὶ τεκμήριον, ὡς αὐτός φησιν οὗτος, ἡ τῶν ὑπερκοσμίων ἀγγέλων τίθεται φύσις ἐναργέστατόν τε καὶ ἀψευδέστατον τῆς περὶ ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας. Καὶ τίνων οὐκ ἄξια ταῦτα σκηπτῶν καὶ πρηστήρων, εἰπέ μοι; μᾶλλον δὲ καὶ ποταμῶν πυρίνων τε καὶ γεέννης, καὶ ξυμπάντων ἁπλῶς ὁμοῦ τῶν ήτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 'Αλλ' ἔτι μικρὸν, εἰ δοκεῖ, τῷ τοῦ διδασκάλου τούτῳ λόγῳ καὶ αὖθις προσκαρτερήσομεν. ἀπόδειξις δέ, φησί, τῶν λεγομένων αὐτὸ ἂν εἴη τὸ μακά ριον πάθος ἐκεῖνο καὶ πολυύμνητον, ὅπερ ἐπὶ τοῦ δρους πεπόνθασιν οἱ ἀπόστολοι, ἡνίκα τὸ ἀπρόσιτον καὶ ἄχρονον φῶς τὴν οἰκείαν σάρκα μεταμορφώσει τῷ ὑπερβάλλοντι τῆς οἰκείας φωτοδλυσίας ὑπερουσίως ἐλάμπρυνε. Τὴν γὰρ ἀκτῖνα τῆς ἀμώμου σαρ κὸς ἐκείνης φέρειν οὐ δυνηθέντες, ἢ ἐκ τῆς τοῦ Δό γου θεότητος δ; τῇ σαρκὶ καθ' ὑπόστασιν ἔνωτο δι ταύτης ὑπὲρ φύσιν επηγαζε, πίπτουσι κατά πρόσω
Continue reading PG 151: Epilogus →≣ entire volume
Page scan enlarged

Notebook

Full View