PG 154Philotheus Cpolitanus Patriarcha
Philotheus, Patriarch of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Notice from FabriciusNotitia ex Fabricio

col. 711–712page 1 of 57
PG 154:711τετοκὼς βώλους δρόσου κατὰ τὸν Ἰὼβ λόγον, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ὑπεστήσατο "
col. 713–714page 2 of 57
PG 154:7133. "Οτι ὥσπερ εἰς Θεὸς ἡ ἁγία Τριάς, οὕτω καὶ μία Θεότης, καὶ Διδασκαλία ἀπὸ διαφόρων ἐλλογίμων ἀνδρῶν ἀπό τε τοῦ Χρυσοστόμου καὶ ἑτέρων εἰς τὰ τοῦ Κυρίου ἀναγινωσκόμενα άγια Εὐαγγέλια. 7. Δημήτριος ἡμῖν τοῦ τε συλλόγου καὶ τῶν λόγων ἀφορμὴ πρόκειται
col. 715–716page 3 of 57
PG 154:715Φευρωνίας Φεβρωνίας ), Τυραννικόν τι καὶ βίαιον έρως. Επι "Ηχω τήμερον, ὦ φίλοι, κατὰ δύναμιν ἀποδώσων. Τῷ παρόντι λόγῳ σκοπός ἐστιν. Καὶ τὸ λόγοις Ἀλλὰ πῶς ἄν τις τὸ καθ' ἡμᾶς. άκολουθία. Ποίοις εὐφημῶν μέλεσιν. Περὶ μὲν δὴ τούτων ἱκανῶς ἔχειν Ἔτος μὲν ἦν ἐξηκοστὸν ἀπὸ κτίσεως κόσμου. 45. Καὶ τὸ λόγοις μὲν ἄλλως τὰ τῶν ἁγίων ἑκάστους διεξεέ
col. 717–718page 4 of 57
PG 154:717517, 98: Φιλοθέου, μοναχοῦ μονῆς τῆς ὑπεραγίας Θεοτόκου τῆς Βάτου ἐν Σινά, περὶ τοῦ τριμερούς τῆς ψυχῆς καὶ περὶ νήψεως καὶ εὐχῆς. Ὁ μακάριος ὁ ἀπόστολος Παῦλος. 29, Περὶ τηρήσεως νοῦ καὶ ταπεινοφροσύνης.: Βλέπετε καὶ ὁρᾶτε, φησὶν ὁ Κύριος, μήπως βαρυνθώσιν. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν κατὰ τὸν θεῖον Από

Sermon on the Exaltation of the Venerable and Life-Giving CrossSermo in exaltationen vernerandeae et Vivificae Crucis

col. 719–720page 5 of 57
Sermo in exaltationen vernerandeæ et Vivificæ Crucis
PG 154:719ΦΙΛΟΘΕΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΥΨΩΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Ἐπειδὴ τῆς πρώτης καὶ θείας καὶ μαχαρίας ζωῆς ἀπεῤῥάγημεν διὰ τὴν παράβασιν τοῦ πρωτο πάτορος, καὶ τοῦ Θεοῦ μακρυνθέντες, εξόριστοι του παραδείσου γεγόναμεν, καὶ κατήχθημεν εἰς ἀτιμοτάτην διαγωγήν, καὶ θάνατον κατεκρίθημεν, καὶ μυρίαις δόξαις, καὶ πλάναις καὶ ἀσεβείαις κατεμε ρίσθημεν, φιληδονίαις καὶ πάθεσι σαρκὸς τῷ ἐχθρῶ διαβόλως καταδουλούμενοι, καὶ διὰ τοῦτο ἐδεήθημεν Θεοῦ σαρχουμένου, οὐκ ἀνασχομένου ζημιωθῆναι τὸ πλάσμα τῶν οἰκείων χειρῶν, οὐδὲ παρεδεῖν ἀπολλύμενον ἵνα δι' οὗ τὴν πλάσιν ἔσχομεν, δι' αὐτοῦ καὶ τὴν ἀνάπλασιν λάβωμεν, τούτου χάριν ὁ μονογενής Υἱός τοῦ Θεοῦ, καὶ Λόγος, καὶ ἀἰδίως συνῶν τῷ Πα τρί, καὶ ἄχρονος ὤν, τὴν ἡμετέραν φύσιν κατοικτειρήσας ἐξολισθήσασαν τοῦ καλοῦ, καὶ πρὸς ἀπώλειαν & έξοιστρηλατήσασαν, καὶ δι᾿ ἁμαρτίαν πρὸς τὸ τοῦ ᾅδου καταντήσασαν πέταυρον, εὐδόκησε καὶ ἠθέλησε ποτε καθ' ἡμᾶς γενέσθαι, καὶ ὑπὸ χρόνον ἐλθεῖν, καὶ κατὰ πάντα ἡμῖν ὁμοιωθῆναι χωρὶς ἁμαρτίας διὰ τοῦτο καὶ παρθενικῇ νηδύϊ χωρεῖται ὁ ἀχώρητος, και σαρκὶ περιγράφεται ὁ ἀπερίγραπτος, καὶ θεοί τῇ κοινωνίᾳ τὸ πρόσλημμα, καὶ ἄνθρωπος κατὰ ἀλή θείαν γίνεται, ὁ ἀεὶ Θεὸς γνωριζόμενος. β'. Συναναστραφεὶς δὲ καὶ ἐμπολιτευσάμενος τῷ κόσμῳ ἔδωκε προστάγματα δικαιοσύνης, καὶ ἔδειξε τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἐδίδαξε τὰ λυσιτελῆ καὶ σωτήρια, ἐποίησε σημεία και τέρατα μεγάλα καὶ θαυμαστά· εἶτα παραδέδοται ἑκουσίως εἰς χεῖο ρας ἀνθρώπων ἁμαρτωλῶν καὶ ἀδίκων, καὶ κατα κρίνεται, καὶ καταδικάζεται, καὶ πάσχει, καὶ ὑπο μένει τὰ ἀτιμότατα πάθη, ἀναδεξάμενος ἡμῶν τῶν ἁμαρτωλῶν τὴν σωτήριον τιμωρίαν, καὶ ὀδύνην, καὶ κάκωσιν, κατὰ τὸ γεγραμμένον. Αὐτὸς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, αὐτὸς τὰς
col. 721–722page 6 of 57
PG 154:721ἀσθενείας ἡμῶν· καὶ τὰς νόσους ἐβάστασεν. ἐμπτυσμοὺς τε καὶ απισμούς καταδέχεται ὁ τῆς δόξης Κύριος, κολαφίσματα, καὶ βόρεις, καὶ γέλωτα, πορ φυρᾶν χλαίναν καὶ ἀκάνθινον στέφανον, κάλαμον καὶ σπόγγον καὶ χολήν μετὰ ὄξους, ἤλους καὶ λόγχην, καὶ μετὰ τούτων πάντων τὸν σταυρὸν καὶ τὸν θάνα τον, καὶ λύει μὲν διὰ τοῦ σταυροῦ καὶ τοῦ θανάτου αὐτοῦ τῆς παλαιᾶς κατάρας τὴν καταδίκην καὶ τὴν Υπόφασιν, ὑπὲρ ἡμῶν κατάρα γενόμενος, καθώς γέγραπται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· διὰ δὲ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τῆς πικρᾶς καταδίκης εξάγει τοῦ σκότους, καὶ τῶν ἀλύ των λύει τοῦ τυραννούντος διαβόλου δεσμῶν, καὶ ἐλευθερίαν πᾶσαν χαρίζεται. Ανίσταται γὰρ τῇ τρί τῇ ἡμέρᾳ, καὶ εἰς οὐρανοὺς ἀναβαίνει ὑπὲρ ἡμῶν ἐντυγχάνων τῷ Θεῷ καὶ Πατρί· καὶ πάλιν ἐλεύσε. ται μετὰ δόξης τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀπο δοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. γ. Οὕτω προενοήσατο ἡμῶν ὁ Θεὸς, καὶ οὕτως ἐσπούδασεν ἐξελέσθαι ἡμᾶς τῆς τυραννίδος τοῦ ἀπα τήσαντος ἡμᾶς διαβόλου. Οὕτω κατηξίωσεν ὑπὲρ ἡμῶν ἄνθρωπος γενέσθαι, καὶ τὰ θεῖα τούτου παθή ματα πρὸς ἰατρείαν τῆς ἀσθενείας τῆς ἡμετέρας φάρμακα ἔδωκεν ἡμῖν· καὶ δι' αὐτῶν ἀνεπλάσθη μεν, καὶ τῆς ζωῆς ἠξιώθημεν, καὶ μυστηρίων θείων γεγόναμεν μέτοχοι, καὶ δωρεῶν πνευματικῶν ἀπο λαύομεν. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά ρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸν θεῖον Απόστολον. Κατάρα γέγονε ὑπὲρ ἡμῶν ὁ Χριστὸς, ἐπειδὴ δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἑκουσίως ἀποθανὼν τὸν ἐπονείδιστον καὶ ἀτιμότατον θάνατον. Εξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας, ὅτι εκένωσεν ἑαυτοῦ τὸ θεῖον καὶ ἅγιον αἷμα, καὶ τῆς δουλείας τοῦ διαβόλου καὶ τοῦ θανάτου, καὶ τῆς και ταδίκης καὶ φθορᾶς τοῦ ᾅδου ἐῤῥύσατο. Κατάρα γέν γονεν ὁ Χριστὸς, ὡς τῶν ἐπικαταράτων καὶ κακούρα γων τὸν θάνατον ἀποθανών. "Οτι δὲ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτ τοῦ, μετέστρεψε τὴν κατάραν εἰς εὐλογίαν, καὶ ἦρε μᾶλλον τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ σωτηρίας ἡμῖν ὁδὸν ἐχαρίσατο. Ήλθε γὰρ ὁ Κύριος, ἵνα τὴν καθ' ἡμῶν γενομένην κατάραν βαστάσῃ· διὸ καὶ τὸν διὰ σταυροῦ κατεδέξατο θάνατον. Πῶς γὰρ εἶχεν ἄλλως κατάρα γενέσθαι, εἰ μὴ τὸν ἐπὶ κατάρα γενό μενον θάνατον ἐδέξατο διὰ σταυροῦ; Πῶς δ᾽ ἂν προσ εκαλέσατο ἡμᾶς, εἰ μὴ ἐσταύρωτο; Ἐν μόνῳ γὰρ τῷ σταυρῷ ἐκτεταμέναις χερσί τις ἀποθνήσκει. Ἐξέτεινε δὲ τὰς παλάμας ὁ Κύριος, ἵνα πρὸς αὐτὸν πάντας ἑλκύσῃ, καὶ συνάψῃ ἐν ἑαυτῷ, καθὼς αὐτὸς εἶπεν· "Οταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ο διάβολος γὰρ ἐκ τοῦ οὐρανοῦ ἐκπεσών μετά τῶν αὐτοῦ τῆς πονηρίας πνευμάτων, περὶ τὸν ἀέρα πλανᾶται, καὶ ἐπιχειρεῖ ἐμποδίζειν τοὺς ἀνερχομένους εἰς οὐρανόν. "Ηλθεν οὖν ὁ Κύριος, ἵνα τὸν διά βολον καταβάλῃ, καὶ τὸν ἀέρα καθαρίσῃ, καὶ ὁδοποιήσῃ ἡμῖν τὴν εἰς οὐρανὸν ἄνοδον διὰ τῆς σαρκός
col. 723–724page 7 of 57
PG 154:723αὐτοῦ, καὶ δείξῃ ὅτι αὐτός ἐστιν ὁ πάντα συνέχων καὶ διακρατῶν. Διότι ὁ θάνατος αὐτοῦ ἁγιάζει τὰ σύμπαντα, διὰ τοῦτο τὸν διὰ σταυροῦ εἰκότως κατά εδέξατο ἀτιμότατον θάνατον. Τοῦτο τὸ σχῆμα τοῦ τιμίου σταυροῦ καὶ ὁ θεῖος Δαυΐδ ἐξύμνησε, λέγων Που πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου που φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, τοῦτο τὸ ὕψος, ἐὰν καταδῶ εἰς τὸν άδην, τοῦτο τὸ βάθος, ἐὰν ἀναλάβοιμι τὰς πτέρυγας μου κατ᾿ ὄρθρον, ὃ ἐστιν ἡ τοῦ ἡλίου ἀνατολή, οῦτο τὸ πλάτος, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, τὰς δυσμὰς δὲ ὀνομάζει, τοῦτο τὸ μήκος. ε'. Καὶ ὁ θεῖος Παῦλος τὸ σχῆμα τοῦτούπηνίξατο προς "Εφεσίους γράφων. ἵνα ἐξισχύσητε, φησί, και αλα δέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ μῆκος, καὶ πλά τος, καὶ βάθος, καὶ ύψος· σημαίνων διὰ μὲν τοῦ ὕψους τὰ ἐπουράνια, διὰ δὲ τοῦ βάθους τὰ ὑποχθόνια, διὰ δὲ τοῦ πλάτους καὶ μήκους τὰ διὰ μέσου πέρατα ὑπὸ τῆς τὸ πᾶν διακρατούσης δυνάμεως κατεχόμενα. Διὰ τοῦτο ἔλεγεν ὁ Κύριος, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀν θρώπου σταυρωθῆναι, ήγουν οὐκ ἄλλως ἔστι γε νέσθαι τὸ πάθος εἰ μὴ διὰ τοῦ σταυροῦ, καὶ πολλῶν ὄντων ἄλλων τῶν πρὸς θάνατον φερόντων, δι' ὧν δυνατὸν ἦν ἀποπληρῶσαι τὸν Κύριον τὴν ὑπὲρ ἡμῶν τοῦ θανάτου οίκονομίαν, ἐκ πάντων τῶν ἄλλων ὁ διὰ σταυροῦ προτετίμηται θάνατος, ὡς ἀναγκαῖος καὶ ἀπαραίτητος. Καὶ νῦν ἔνθα ἂν ἐγχαραχθῇ ὁ σταυρός, εὐλογεῖ, ἁγιάζει, πάντα δίδωσι τὰ σωτήρια. Τούτον οὖν ἔχοντες ἀκαταμάχητον ὅπλον μὴ τρέμωμεν, μηδὲ δειλιῶμεν τοὺς ἐχθροὺς, ἀδελφοί μου τρέμουσι γὰρ τὸν θεῖον σταυρὸν οὗτοι, καὶ δειλιῶσι, καὶ φεύγουσι, μηδὲ μικρὸν δυνάμενοι ἀντιβλέπειν πρὸς τὴν τούτου σφραγίδα. Διὰ τοῦτο πάντα τὰ ἔργα ἡμῶν τῷ σταυρῷ διανύωμεν· διὰ τοῦτο ὑψοῦντες αὐτὸν καὶ προσκυνοῦντες τὸν ἐν αὐτῷ ὑψωθέντα Χριστὸν μεγαλύνομεν καὶ δοξάζομεν. Ο γὰρ τὸν σταυρὸν ἐπαινῶν, τὸν σταυρωθέντα τιμᾷ, καὶ δοξάζει, καὶ προσκυνεῖ. Διὰ σταυροῦ γὰρ ὁ τύραννος αἰχμάλωτος γέγονε διά σταυροῦ ὁ θάνατος οίχεται, καὶ ὁ ᾅδης ἐσκύλευται. Έπρεπε γὰρ δι' ὧν ἐνίκησεν ἡμᾶς ὁ διάβολος, διὰ τούτων αὐτοῦ περιγενέσθαι τὸν Χριστόν. ς'. Γυνή γάρ, καὶ ξύλον, καὶ θάνατος τῆς ἡμῖν Δι καταδίκης καὶ φθορᾶς ὑπῆρχε τὰ αίτια. Η γὰρ Ενα ηπατήθη ὑπὸ τοῦ ἔφεως. Ξύλον δὲ ἦν τὸ δένδρον ἐκεῖνο ὅπερ καὶ ἡ Εὔα καὶ ὁ ᾿Αδὰμ πικρῶς ἀπεγεύσ σαντο. θάνατος δὲ τὸ τῆς πικρᾶς ἐπιτίμιον γεύσεως. Αλλ' ἰδοὺ πάλιν παρθένος καὶ ξύλον καὶ θάνατος, ἅτινα ἦσαν τότε τῆς κατακρίσεως ἡμῶν, καὶ τῆς καταδίκης, καὶ τῆς ἐλευθερίας ἡμῶν γεγόνασι πρό ξινα· ἀντὶ τῆς Εὔας ἡ ὑπερευλογημένη καὶ ἀερ πάρθενος Μαρία, ἀντὶ τοῦ ξύλου τοῦ ἐν τῷ παρα δείσῳ τὸ ξύλον τὸ τοῦ σταυροῦ, ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ ὁ θάνατος τοῦ Χριστοῦ· δι' ὧν γὰρ ἐνίκησεν ὁ διάβολος, διὰ τούτων κατηργήθη καὶ καταδί
col. 725–726page 8 of 57
PG 154:725βληται. Διὰ τοῦ δένδρου ἐκείνου κατηγωνίσατο ό λ ἐχθρὸς τὸν Ἀδάμ, διὰ τοῦ σταυροῦ κατεπάλαισε τὸν ἐχθρὸν ὁ Χριστός. Ἐκεῖνο μὲν τὸ ξύλον τοῦ παρα δείσου θανάτου πρόξενον γέγονε, καὶ εἰς ᾅδην παρέ πεμψε· τὸ ξύλον δὲ τοῦ σταυροῦ καὶ τοὺς ἀπελθόντας εἰς ᾅδην ἀνεκαλέσατο. Τὸ ξύλον τοῦ παραδείσου αἰχμάλωτον καὶ γυμνὸν ἐποίησε τὸν Ἀδὰμ, καὶ κρυ δῆναι αὐτὸν παρεσκεύασε· τὸ ξύλον δὲ τοῦ σταυροῦ τὸν νικητὴν Χριστὸν ἐφ' ὑψηλοῦ πᾶσιν ἐδείκνυεν, Απάσης γὰρ τῆς οἰκουμένης ὁρώσης, καθάπερ γεν ναῖος ἀθλητής, τὰς ἀντικειμένας δυνάμεις κατέβα δεν ὁ Χριστὸς ἐπὶ τοῦ ξύλου ἀνυψωθείς. Ο δὲ θά νατος τοῦ ᾿Αδάμ καὶ τοὺς μετὰ ταῦτα ἀνθρώπους κατεδίκασε, καὶ ἐθανάτωσε, καὶ κατέκρινεν· ὁ δὲ θάνατος τοῦ Χριστοῦ καὶ τοὺς πρὸ αὐτοῦ πεσόντας, καὶ θανατωθέντας ἀνέστησε, καὶ ἐξώωσε, καὶ πᾶσι τοῖς ἀνθρώποις σωτηρίας ὁδὸν ἐχαρίσατο. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νότ μου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Προσέχωμεν ἑαυτοῖς, ἀγαπητοί, μὴ πάλιν ὑπὸ κατάραν γενώ μεθα, τοῦ θείου φόβου καὶ τῶν σωτηρίων ἐντολῶν τοῦ Χριστοῦ ἀμελήσαντες. Ελουσεν ἡμᾶς ὁ Χριστὸς ἐν τῷ βαπτίσματι διὰ λουτροῦ παλιγγενεσίας καὶ ανακαινίσεως Πνεύματος ἁγίου· μὴ πάλιν ὑποστρέψωμεν ἐπὶ τὸν ἴδιον ἔμετον. Συμμόρφους ἑαυτῷ καὶ συσσώμου; ἐποίησεν ὁ Χριστός· μὴ τοίνυν ποι μὲν τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης, τὸ σῶμα καταμολύνοντες, καὶ τὴν βασιλικὴν εἰκόνα καταζο φοῦντες. Ηγίασεν ἡμᾶς ὁ Χριστὸς, καὶ ἐκάθηρεν ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ τιμίου καὶ ἀχράν του αἵματος αὐτοῦ, ὥστε μὴ ἔχειν σπιλόν τινα ή φυ τίδα, μηδέ τι τῶν ἀμορφίαν καὶ εἰδέχθειαν ἐμποιούντων· μὴ πάλιν οὐτομολήσωμεν πρὸς τὴν ἁμαρ τίαν, μηδὲ ἀγαπήσωμεν τὴν δυσωδίαν τῶν παθῶν, καὶ τὴν ἐντεῦθεν ἀκαθαρσίαν τοῦ ῥύπου τῶν ἡδονῶν, Επλησεν ἡμᾶς ὁ Χριστὸς φωτὸς λαμπροτάτου καὶ καθαροῦ· μὴ πάλιν τὸ ζοφερὸν τῆς ἁμαρτίας έκλε ξώμεθα σκότος. Εποίησεν ἡμᾶς ὁ Θεὸς συσκήνους τοῖς ἁγίοις ἀγγέλοις, καὶ συγκληρονόμους τῶν αἰων νίων αὐτοῦ ἀγαθῶν ἠξίωσε γενέσθαι ἡμᾶς· μὴ πάλιν αἱρετισώμεθα τὴν ἀτιμίαν, καὶ τὴν φθοράν, καὶ τὴν καταδίκην, ἀλλὰ τὴν ἐλευθερίαν ᾖ Χριστὸς ἡμᾶς ἐδόξασε, διαφυλάττωμεν, καὶ πάσῃ σπουδῇ καὶ προσ οχή χρησώμεθα, ἀδελφοί μου, ἵνα οἷς ἐκλήθημεν καὶ ἐδικαιώθημεν, μείνωμεν. Καν γὰρ μὴ μείνωμεν οὕτως, ἀλλ᾽ εἰς τὰ ὀπίσω ὑποστρέψωμεν, κολάσεσι καὶ τιμωρίαις ὑποβληθησόμεθα, ὅταν ἔλθῃ ὁ Κύριος τοῦ κρῖναι πᾶσαν τὴν γῆν. Αλλ' ἵνα μὴ τοῦτο γένη ται, καλῶς πολιτευσώμεθα, καὶ ὡς ἀρεστὸν τῷ Θεῷ ἡμῶν καθαρότητα ἀσπαζόμενοι, δάκρυα προχέοντες, κατάνυξιν πηγάζοντες, τὸ σῶμα ἀποτάσσοντες, και ὡς δοῦλον ἄγοντες, τὴν ψυχὴν τοῖς πνευματικοῖς λόγοις καὶ ἔργοις ζωογονοῦντες καὶ διατρέφοντες, τὰ ἔργα τοῦ Θεοῦ ἀῤῥᾳθύμως ἐπιτελοῦντες, καὶ μηδόλως ἀπονυστάζοντες. πο ζ. Εἰ δὲ καὶ ῥαθυμήσομεν καὶ ἀμελήσομεν, ότι
col. 727–728page 9 of 57
PG 154:727ἀσθενῆς ἐστι καὶ εὐόλισθος ἡ φύσις, ἀλλὰ πάλιν μετανοῶμεν, πάλιν μεταμελώμεθα καὶ ἐξαγορευώ μεθα. Συντρίβωμεν τὰς καρδίας καὶ ἀνανήφωμεν, καὶ πρὸς τὴν προτέραν κατάστασιν επανερχώμεθα. Φυλάττωμεν τὴν καλὴν παρακαταθήκην, τὸν νέον ἡμῶν βασιλέα, τὸν χριστὸν Κυρίου, μηδένα μὴ ἀδι κήσαντα, τὸν ἐκ πατρὸς, καὶ πάππου, καὶ προπάππου τὴν βασιλείαν δραξάμενον. Υποτασσώμεθα κατά πάντα τῇ τούτου δικαία καὶ ἐννόμῳ ἀρχῇ. Τοῦτον γὰρ στέργοντες, καὶ πάντα περιέποντες τρόπον, εὐσεβήσομεν, καὶ καθαροὶ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων φανούμεθα, καὶ ἀκούσομεν τοῦ Θεοῦ πρὸς ἡμᾶς λέγοντος. Εγώ ὕψωσα τὸν δοῦλόν μου τὸν βασι λέα διὰ τῆς Ἐκκλησίας μου· ἔχρισα αὐτὸν ἐλαίω ἁγίῳ μου· ἡ χεὶρ μου συναντιλήψεται αὐτῷ, καὶ & βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν προ πώσομαι· καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ αὐτοῦ, καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Ἐγώ εἰμι Πατὴρ ὑμῶν, ἐγώ ρίζα, ἐγὼ θεμέλιος, ἐγὼ τροφὸς, ἐγὼ οἰκία, ἐγὼ Ιμάτιον, πᾶν ὅπερ θέλετε, ἐγώ. Μηδενὸς ἐν χρεία καταστῆτε, μόνον οἰκείως έχετε πρὸς ἐμέ. Πάντα μοι ὑμεῖς ἐστε, καὶ φίλοι, καὶ μέλη, και συγκληρονόμοι, μόνον ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσητε, καὶ ποιῆτε αὐτές, πᾶσαν κηδεμονίαν καὶ προστασίαν καὶ συμ πάθειαν ἐνδείκνυσθε εἰς τοὺς πτωχοὺς τοῦ λαοῦ μου. η΄. Οι ποιήσετε ἄδικον ἐν κρίσει, οὐδὲ διαστρέ ψετε κρίμα πένητος. Οὐ θαυμάσετε πρόσωπον δυνά στου, οὐδὲ λήψεσθε δῶρα· κατὰ τὸν μικρὸν καὶ τὸν μέγαν κρινεῖτε, καὶ ἐξελεῖσθε διηρπασμένον ἐκ χει ρὸς ἀδικοῦντος. Ακοὴν ματαίαν μὴ παραδέξησθε. Εἰσὶ γάρ τινες οὐκ ἀγαθῆς ἀναστροφῆς, καὶ μὴ Εχοντες οἰκεῖον ἀγαθὸν, δι' οἵπερ ἂν γνωρισθώσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτούς συνιστῶσι. Μὴ ἐλα πίζετε ἐπ᾽ ἀδικίᾳ, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Κρίμα καὶ δικαιοσύνην ποιήσατε, ὅπως σκεπασθῆτε ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως μου. Πάσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. Ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς, καὶ κράξαντες καταβοήσωσι πρὸς μὲ, ἀκοῇ ἀκούσομαι τῆς βοῆς αὐτῶν, καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ τέκνα ὑμῶν ὀρφανά. Φοβης θῶμεν, καὶ φρίξωμεν, ἀδελφοί μου, ἀκούοντες ταῦτα, καὶ οἱ ἐν κακίᾳ, καὶ ἀδικίᾳ, καὶ ἁρπαγῇ, καὶ πλεονεξία, καὶ ἀπιστίᾳ ὄντες, ἐπιστρέψατε καὶ μετανοήσ σατε. Οἱ δὲ ἐν ἀρετῇ, καὶ δικαιοσύνῃ, καὶ ἀπ ληθείᾳ, καὶ πίστει ιστάμενοι, μὴ ῥαθυμήσητε, μηδὲ ἀναπέσητε, ἵνα καὶ ὁ σταυρὸς ὁ τίμιος, ο προσκυνητὸς καὶ σεβάσμιος, τὸ τῆς οἰκουμένης κρατ ταίωμα, τὸ τῆς Χριστωνύμου Ἐκκλησίας ἀδιάρ

On the Commandments of Our Lord Jesus ChristDe Mandatis D.N. Jesu Christi

col. 729–730page 10 of 57
PG 154:729βήπτον φρούριον, το τῶν ὀρθοδόξων βασιλέων ακα- Λ ταμάχητον ὅπλον καὶ ὁ βαγές περιτείχισμα, τῇ ἀητα τήτῳ αὐτοῦ κραταιώσῃ δυνάμει, καὶ καταξιώσῃ τὸ λοιπὸν τῆς ζωῆς ἡμῶν ἁγιοπρεπῶς ἐκτελέσα καὶ θεαρέστως, καὶ νικητὰς ἀναδείξῃ τοὺς ὀρθοδόξους καὶ ἁγίους ἡμῶν βασιλεῖς κατὰ τῶν πολεμούν των, καὶ ἀδικούντων, καὶ μισούντων ἡμᾶς ἐχθρῶν, καὶ τύχωμεν ἀνέσεως, καὶ εἰρήνης, καὶ γαλήνης, καθάπερ ἐλπίζομεν καὶ εὐχόμεθα, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῆς τῶν δικαίων ἀπο λαύσωμεν ἀφράστου χαρᾶς καὶ ἀγαλλιάσεως, ἧς τύχοιμεν πάντες ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ὦ πρέπει δόξα καὶ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πα τρὶ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. εἰς τὴν τρίτην τῶν Νηστειῶν Κυριακήν, ήτοι τῆς Σταυροπροσκυνήσεως, ΤΟΥ ΑΓΙΟΥ ΦΙΛΟΘΕΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝΤΟΛΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΛΟΓΟΣ. π. α'. "Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἢ τοῦ Πατρὸς ἀϊδίου σοφία καὶ δύναμις, φησίν· 'Ο ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ ἐγὼ καὶ ὁ Πατήρ μου ελευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Καὶ πάλιν· «Πᾶς ὁ ἀκούων μου τους λόγους και ποιῶν αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν καὶ κατ η ἡ βροχὴ, καὶ ἦλθον οι ποταμοι, ἔπνευσαν οι ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ Επεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Ὁ δὲ ἀ κούων μου τοὺς λόγους, καὶ μὴ ποιῶν αὐτοὺς, 6 μοιωθήσεται ἀνδρὶ μωρῷ· ν καὶ τὰ ἑξῆς. Πάλιν οὖν ἔφη· 4 Ο λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλα
col. 731–732page 11 of 57
PG 154:731χίστων, καὶ διδάξας οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἶτα ἐπισφραγίσας τῶν ἑαυτοῦ λέγων τὸ βέβαιον, φησίν Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» β'. Ἐπεὶ οὖν οὐκ ἔνι σωθῆναι, ἡ τῆς γεέννης δυ σθῆναι τὸν μὴ τὰς ἐντολὰς τοῦ Κυρίου φυλάττοντα, πάσῃ δυνάμει ἀγωνισώμεθα φυλάξαι αὐτὰς καὶ σών ματι καὶ πνεύματι· ἔστι γὰρ φυλάξαι τινὰς αὐτῶν ἐν σώματι, καὶ ἔστιν ἐννοίαις ἐν καρδίᾳ διατηρεῖν καὶ ἄλλαι πάλιν ἐνδέονται πρὸς τελείωσιν ἑαυτῶν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· οἷον τὸ ἐνδύσας γυμνὸν, καὶ ἀσθενοῦντα ἐπισκέψασθαι, σωματικώς ἐπιτελεῖται· ὡς καὶ τὸ θρέψαι πένητα, καὶ τὰ ἄλλα ὅσα περὶ τῶν σωματικών δικαιωμάτων εἰσιν· ἅτινα κοσμικοῖς μᾶλλον τὰ πλείονα ἀνήκει. Τὸ ἀγαπᾶσαι δὲ τὸν Θεὸν καὶ ἀνθρώπους νοητῶς δέονται αὖ τ' Εμπαλιν φυλάττεσθαι ἐν σπουδῇ πλείονι παρὰ τοῖς Εσταυρωμένοις τῷ κόσμῳ μοναχοῖς. γ'. Εἰσὶ δὲ ἐντὸς τῶν ἐντολῶν ἕτεραι ἐντολαί περ ριεκτικώτεραι τῶν σωματικῶν πολὺ πλῆθος, καὶ ἐν αὐταῖς αὐτὰ περιέχουσαι, καὶ ὑφ᾽ ἐν περικόπτουσαι πολλὰ μόρια τῆς θεομισοῦς κακίας· αἱ γὰρ νοητῶς τελούμεναι θεῖαι ἐντολαί, τοῦτ' ἔστιν ὅσα διὰ τοῦ νοὸς μᾶλλον μυστικῶς ἐπιτελούμενα, αὐταὶ μάλιστά γέ εἰσι τῶν σωματικῶς γενομένων ἄρχουσας καὶ τε λεστικαί, ὡς αἰτίαι ἁγνείας, νηστεία καὶ ἐγκράτεια, καὶ ἀγρυπνία, καὶ ἄσκησις ἐν ταπεινώσει ὡς απ τιον πάλιν ἀοργησίας πένθος οικείας ψυχῆς· καὶ ὡς αἴτιος ἥλιος φέγγους σελήνης, οὕτω χρὴ ἐννοεῖν περὶ τούτων. δ'. Καὶ εἰκότως τοῦτο καὶ ἀκόλουθον γίνεται ἐπὶ ψυχικῶν ἀρετῶν, ὃς περιεκτικὰς ἐντολὰς καλεῖν οἱ δαμεν· καὶ αἱ μὲν μέσῃ καρδίᾳ τελοῦνται, αἱ δὲ διὰ σώματος· καὶ σθένος ταῖς πρώταις πρόσεστιν, ὡς μᾶλλον πρὸς τὸ μέλλον τῆς τελειότητος ἐχούσαις τὴν νεῦσιν· πρὸς γὰρ τὸ μέλλον ἢ εἰς Θεὸν ἀνάβασις καὶ ἀγάπη ἀκορέστως στορέννυται, ὡς ἔφη ὁ προφήτης Δαβίδ ο Χορτασθήσομαι τῷ ὀφθῆναι τὴν δόξαν σου, κ Ηνίκα τρανοῦται μοι αὕτη ὧδε, καὶ ὁπηνίκα λυθῶ τρανωθῇ μοι ἔτι, φωτεινότερον σέλας ἔχουσα. ε΄. Οὐκοῦν ἐπειδή, ὡς εἴρηται, αἱ μὲν τῶν ἐντολῶν σωματικώς δύνανται ἐπιτελεῖσθαι, αἱ δὲ καρδιακῶς. ήγουν ψυχικώς· ἴδωμεν, εἰ δοκεῖ, πῶς οἱ περιεκτι καὶ θεῖαι ἐντολαὶ τὰς ἐντολὰς ἐντὸς ἔχουσι, φημί δὴ τὰς ἐνικάς· «Ἠκούσατε ὅτι ἐῤῥάθη τοῖς ἀρ χαίοις· Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν· Ο ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν
col. 733–734page 12 of 57
PG 154:733εἴποι αὐτῷ, Μωρέ, ἔνοχος ἔσται τῇ γεέννῃ, καὶ τὰ ἑξῆς. Τίς δὲ ἡ περιέχουσα καὶ πληροῦσα τάς τρεῖς ἐντολὰς ταύτας; Παύλου λέγοντας ἄκουσον, τοῦ ἐν Χριστῷ Ἰησοῦ ποιοῦντος καὶ λαλοῦντος· «Συν ήδομαι γὰρ, φησί, τῷ νόμῳ τοῦ Θεοῦ εἰς τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον, καὶ τὰ ἑξῆς καὶ ἔτι φανερώτερον ποιεῖ ὅ λέγει· ι Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, οὐκ εἶπε τοῦτο ἐκεῖνο, ἀλλὰ πᾶν νόημα παρακοῆς. Ο τοίνυν λογισμοὺς καθαίρων, καὶ νοήματα δαιμο ν ώδη καταβάλλων Χριστοῦ δυνάμει ἀπὸ ῥιζῶν ἐκε κύπτει τοὺς θυμικούς κατὰ τοῦ ἀδελφοῦ λογισμούς ὁ δὲ κόπτων εἰς ῥήματα αὐτοὺς οὐκ ἐκφέρει· ὁ δὲ μὴ διὰ ῥημάτων εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ ῥάκα, ἢ μωρέ, μήτε μὴν ὀργισθεὶς εἰκῆ, εὑρεθήσεται φύ λαξ τῆς ἐντολῆς τοῦ Χριστοῦ· ἡ ῥίζα γὰρ κάτωθεν ἐτμήθη· κ Εάν προσφέρῃς τὸ δῶρον σου ἔμπροσθεν τοῦ θυσιαστηρίου· κ καὶ, εἼσθ: εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, και, Ο βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, και, Ἐὰν ὁ δεξιός σου ὀφθαλμός σκανδαλίζῃ σε· ν και, ο Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὁμόσαι ὅλως, ο ς'. Αὗται μὲν ἂς εἰρήκαμεν ἤδη ἐνικαί εἰσι πέντε ἐντολαὶ ἐφ᾽ ἅπαξ· ἡ δὲ πληροῦσε πάλιν ταύτας, ή χουν περιεκτικὴ τῶν ὧν ἔφημεν ἐντολῶν, αὕτη ἐστίν·. Ἐὰν ὀφθαλμός σου καθαρός ᾖ,» τουτέστιν ὁ νοῦς, ε ὅλον τὸ σῶμά σου φωτεινόν ἔστι, τουτ ἐστιν οὐχ ἁμαρτάνει. Ο οὖν τὸν τῆς ψυχῆς ὀφθαλ μὲν φυλάττων καθαρὸν διὰ τοῦ διώκειν καὶ ἐλαύνειν λογισμούς, καὶ ὁρᾷν πρὸς Θεὸν, τὰς εἰρημένας πάσας ἐντολὰς ἐποίησεν. Οἱ οὖν θεοφιλεῖς καὶ βε Γαιόπιστοι ἐπὶ τὰς περιεκτικὰς ἐντολὰς μᾶλλον ἐαυ τοὺς βιάζουσιν ἐπὶ τῷ ταύτας φυλάξαι· οὐ μέντοι γε παραπεμπόμενοι καὶ τὰς μερικὰς κατὰ σύμβασιν ἀπαντώσας, ἀλλά γε καὶ αὐτὸς ἐν καιρῷ αὐτῶν φυλάττουσιν. Εστω δὲ ὁ λόγος ἡμῶν, «Ναι, ναι, ού, οὐ·, ὅ γε μὴν φυλάττων του «Καὶ περὶ ἀργοῦ λόγου λόγον δώσετε», και, «Πᾶς λόγος ἐκ τοῦ στόματος ὑμῶν σαπρὸς μὴ ἐκπορευέσθω·, ὅλως δὲ μὴ ἐῶν τὴν ἑαυ τοῦ καρδίαν ἀργολογεῖν, οὗτος καὶ τὰς ἔξωθεν ἀργολογίας ἐκτεμεῖ ἐκ τοῦ οἰκείου βίου, καὶ πᾶν ἄλλο φαῦλον πράγμα· «Ἡκούσατε ὅτι ἐβρέθη, Οφθαλμόν ἀντὶ ὀφθαλμοῦ· ἐγὼ δὲ λέγω ὑμῖν· Εάν τίς σε βα πίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, ο καὶ, ο "Οστις ἀγγαρεύσῃ σε μίλιον ἔν· ο και, κ Τῷ αἰτοῦντί σε δίδου κ και, «Αφεθήσεται ὑμῖν.» Ιδού δὴ πάλιν αἱ τέτο σαρε; ἐντολαὶ αὐτοὶ περικλείονται διὰ τῆς λεγούσης ἐντολῆς· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ, ο Ὁ εὐρὼν τὴν ψυχὴν ἀπο λέσει αὐτήν.» Εξα Ε
col. 735–736page 13 of 57
PG 154:735Ει Ει ζ'. "Ος τοίνυν λογισμῷ ἐνθέῳ περιτέμνει ἀεὶ ὥστ περ διὰ πνευματικῆς μαχαίρας τοῦ ἰδίου σώματος ἐκ τῆς ψυχῆς ἄλογον ἀγάπην, οὗτός ἐστιν ὁ ἀπαρ νούμενος ἑαυτὸν, ὃς καὶ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν· «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι, καὶ, «Όταν προσεύχησθε, μὴ γίνεσθε σκυθρωποί και «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αυτ τῶν· καὶ, ο Μή θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· καὶ, ο Μὴ κρίνετε, ἵνα μὴ κριθῆτες καὶ, ο Δίδοτε, καὶ δοθήσεται ὑμῖν.» "Ιδού γὰρ καὶ ἐφάπαξ τὰς ἐντολὰς τὰς ἤδη λεχθείσας μία ἐντολὴ πάλιν τελειοί. Τίς δὲ ἔστιν αὕτη; Ακουσωμεν καὶ ποιήσωμεν· ποίησιν γὰρ ἐν ἡμέρᾳ κρίσεις Απαιτήθηκ σόμεθα· ἡ δὲ ἡμέρα δηλώσει ἑκάστου τὴν ποίησιν, "Οτι πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Η η'. ᾿Αλλὰ τὶς ἄρα ἡ μεγάλη και πρώτη και μία ένα τολὴ, ἡ τὰς λοιπὰς διατηροῦσα; Η εἰς Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς καρ δίας, καὶ ἰσχύο, καὶ δυνάμεως ἀγάπη γνησία, καὶ ὅλος έρως γνήσιος εἰς Χριστὸν τεταμένος. Οὐ δύνα ται δὲ ὁ τὸν Θεὸν ἀγαπῶν μὴ καὶ τοὺς ἀνθρώπους ἀγαπᾶν ὡς ἐὰ τὸν εἰκὸς πρὸς τὰ πάθη δυσχεραίνειν τὸν μήπω έως κεκαθαρμένον· ἡ γὰρ εἰς Θεόν ἀγάπη τὸ εἰς τοὺς ἀνθρώπους μίσος παντελῶς οὐκ ἀνέχεται· ποιητικὸν γὰρ τοῦ δευτέρου τὸ πρότερον ὡς ὡρῶν ἡμέρας ὁ ἥλιος ποιητικός. Διά το τούτο ἔλεγεν ὁ Κύριος· «Πρώτη ἐντολὴ τὸν ᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου· εἶτα δευτέρα ὁμοία αὐτῇ, τὸν Αγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν η διά τοῦτο προσέθηκε τὸ ὁμοία αὐτῇ, ἐπειδὴ ἡ εἰς Θεὸν ἀγάπη τελειωτική ἐστι καὶ προτρεπτική και διδακτικὴ τῆς εἰς ἀνθρώπους ἀγάπης· καὶ αὕτη πάλιν τῆς εἰς Θεὸν αἰτία πέφυκε γίνεσθαι. Ο γὰρ τὸν Θεὸν ὡς χρὴ ἀγαπῶν, οἶμαι, διὰ τῆς ἀγάπης κουφισθεὶς, καὶ ἐπέκεινα τῶν λοιπῶν ἐντολῶν βασι εἶται, ὡς ἔφορον τῶν ἑαυτοῦ ἔργων τε καὶ λόγων, καὶ μᾶλλον τῶν νοημάτων, τὸν ἀκοίμητον τοῦ Θεοῦ ὀφθαλμὸν ἔχων ἀεὶ· ε Δικαίῳ γὰρ, φησί, νόμος οὐ κείται· η κατὰ τῶν τοιούτων οὐκ ἔστιν ὁ νόμος· ἡ γὰρ πρᾶξις αὐτοῦ ὑπερῆρε νόμον. Ὁ τοίνυν ποθῶν καὶ διψῶν Θεὸν τὴν αὐτοαγάπην καὶ αὐτοδικαιοσύνην, ἡλίκος ἂν εἴη δίκαιος, οἷός τε εὐσεβὴς, πηλίκος καὶ ὁποῖος θεοειδής τε καὶ ἐνάρετος, οἷός τε αὖ θεω ρητικό, τε καὶ πρακτικός, καθάπερ φησὶν ὁ μέγας Δαβίδ· «Εφύλαξα τὰς ἐντολὰς σου καὶ τὰ δικαιώματα σου, ὅτι πᾶσαι αἱ ἐντολαί του μελέτη μου, και αἱ ὁδοί μου ἐναντίον σου, Κύριε· ο αἴτιον γάρ, φησί, τοῦ φυλάξαι τὰς ἐντολάς σου τὸ εἶναι με διὰ τῆς μνήμης καὶ ἀγάπης ἐναντίον σου, Κύριε. με
col. 737–738page 14 of 57
PG 154:737θ'.. Μή δίδοτε τὰ ἅγια τοῖς κυσίν.» Ο τοίνυν κατά διάνοιαν μυηθεὶς διὰ τοῦ τρόπου τῆς νήψεως τὰ τῆς καθ' ὅλου θεωρίας μυστήρια ούποτε κατα πιστεύσεις σαθραῖς· ἀκοαῖς βροντῆς ἦχον· ἀλλὰ πάντως οἰκονομήσει τους ψυχοτρόφους λόγους ἐν κρίσει τοῖς διὰ τὸ νηπιώδες τῆς ἐν Χριστῷ νηπιός τητος ἀκμὴν γάλα ποτιζομένοις· καὶ ζητεῖ μὲν δι Εξερευνήσεως θείων Γραφῶν, ὡς «Οι εξερευνώντες τὰ μαρτύρια. αὐτοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐ τὸν, ο κατὰ τὸν θεῖον Δαβίδ κρούει δὲ δι' εὐχῆς μυστικῆς τε καὶ ἀποῤῥήτου ἐντυγχάνων τῷ Παρα κλήτῳ ἁγίῳ Πνεύματι στεναγμοῖς ἀλαλήτοις εἶξαι τῇ αἰτήσει, καὶ λαμπηδόνα και χορηγῆσαι ἡλίου τοῦ νοητοῦ ὁδηγὸν ἁπλανή. ε. «Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν. Ἀπὸ τῶν 10: « καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. • Πάλιν οὖν ".» Ει καὶ ταύτην τὴν ἐντολὴν Κυρίου καὶ αἰσθητῶς καὶ νοητῶς χρὴ φυλάσσειν· αἰσθητῶς μὲν, φεύγειν ὡς ἐξ ὄψεώς τε καὶ πυρὸς αἱρετικὰ θηρία καὶ ἄπιστα νοητῶς δὲ, λογισμούς ψευδους γνώσεως φεύγειν, τοὺς; διὰ τῶν δεξιῶν τὰς ἀριστερὰς πράξεις ὑποβάλλοντας, οἳ τοὺς ἁλητηριόνους ἀντὶ τοῦ θεολογῆσαι θεος μαχήσαι παρεσκεύασαν. Οὐκ ἀγνοεῖται δὲ περὶ τῶν νοητῶν ψευδοπροφητῶν θεώρημα, καὶ κατ' ἄλλοντρόπον τὰ τοιάδε ἀθρεῖν· καὶ Μυρμιδόνων ἀνάσσειν, ὡς λόγος, ἀλλὰ μὴ ὑπ' αὐτῶν βασιλεύεσθαι· οἱ γε διακριτικοὶ τὴν διάνοιαν, τοὺς μὲν ἐκκρίνοντες τῶν λογισμῶν, τοὺς δὲ ἀποδοκιμάζοντες ὅπως συλλαμ βάνωνται οἱ δι' ἐνθυμήσεως πολεμοῦντες ἡμᾶς δεί μονες, ἐν διαβουλίοις διαλογίζοντες ἔνδον. α'. «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· κ καὶ τὰ ἑξῆς. Εἰ γὰρ κ' Ο δίκαιος μόλις σώζεται, ο ὡς ἐσή μανε τὸ θεῖον Γράμμα, ε ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται:» Τίς ε ἡ στενή πύλη καὶ τεθλιμο μένη ὁδός;» Στενὴν ὁδὸν καὶ τεθλιμμένην ἀκούων τὸ τοῦ Ἰὼβ ἐνενόησα ὅπερ εἶπε πρὸς τὸν Θεόν Καὶ ἐπεσημηνάμην, φησίν, εἴ τι καὶ ἄκων παρέ Την· εἰδότι γὰρ καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, κρίμα αὐτῷ ἐστιν. Ἐχώμεθα δὲ καὶ τῶν ἑξῆς τοῦ Κυρίου βημάτων - «Οὐ πορνεύσεις, φησίν, οὐ μοι. χεύσεις.» Ορα δὲ καὶ τὴν τελοῦσαν αὐτὰς ἐντολήν Πνεύματι περιπατεῖτε· καὶ ἐπιθυμίας σαρκὸς οὐ, η
col. 739–740page 15 of 57
PG 154:739ἀπὸ τοῦ πολεμοῦντος αὐτὸν Σατάν, πᾶσαν κακίαν ἐκτελεῖ διὰ σώματος ανεπαισθήτως ὁ οὖν πνεύματι περιπατῶν καὶ ἀεὶ νήφων δύναται διὰ τὴν τοῦ Θεοῦ χάριν πᾶσαν ἐντολὴν δεσποτικὴν διαπράξασθαι. μὴ τελέσητε ὁ γὰρ νοῦς ἡμῶν ἐὰν φθάσῃ καμεῖν η 12. ιβ'. Τί δὲ ἡ νέα καὶ ἁγία Δεκάλογος, ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγω; Τῶν ἐναρέτων μακα ρισμοὶ οὐ πρὸς τὸν σκοπὸν ἂν ἐξεθέμεθα διά τε Γρα φῶν εὐαγγελικῶν τε καὶ προφητικῶν, ἀλλὰ καὶ διὰ τῆς φυσικῶς ἀκολουθούσης τάξεως, τῷ σκοπῷ ἡμῶν συνάδουσι; Τίς μὴ νήφων ἀεὶ τῇ καρδίᾳ πτωχὸς τῷ πνεύματι ἐκ πάσης κακίας γενέσθαι δύναται ἢ πενθῶν, ἡ πραΰς, ἢ πεινῶν καὶ διψῶν τὴν δικαιοσύν νην, ἢ ἐλεήμων, ἢ τὸ πᾶν ἀγαθὸν προξενούν, τη καρδίᾳ καὶ τῇ ψυχῇ καθαρὸς αὐταῖς Τίς μὴ νήφων ἀεὶ εἰρηνοποιός ἔνδον, καὶ διὰ τοῦτο ἔξω, ἢ ἔνεκεν δικαιοσύνης δεδιωγμένος, καὶ νοερῶς; Η τίς μὴ χαίρων ἀεὶ τῇ ἐλπίδι Κυρίου γήθους ἐμπίπλαται; Τίς ὁ ἀδιαλείπτως πρὸς Θεὸν νεύων, ᾧ ἡ πρὸς θεὸν νεῦσις εἰς ἀδιάλειπτον προσευχὴν λογίζεται ἐκ χά ριτος; Οὐχ ὁ καταλιπών τὸ σῶμα, οὐ πάσας τὰς διατριβὰς ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ τοὺς ἀεὶ ποιούς μενος; Τίς πρόξενος φυσικῆς τῶν ὄντων θεωρίας, τίς τῶν μεγαλουργιῶν τοῦ Θεοῦ εὐαπέδεκτος ἐκδιη γητής; Οὐχ ὁ νήφων, οὐχ ὁ προσέχων τοῖς πονηροῖς λογισμοῖς, καὶ ἀντίθετα, ὥσπερ ὁ Ἰώβ, τούτοις ἀντ θυποφέρων; "Ατιμοι, λέγων, καὶ πεφαυλισμένοι Ενδεείς φρενῶν· οὓς οὐχ ἡγησάμην κύνας τῶν ἐμῶν νομάδων, ἤτοι τῶν δεξιῶν ἐνθυμιών ποιμαινομένων ὑπὸ Κυρίου διὰ τοῦ εἰδότος ποιμενικήν τάξιν. ιγ. Ἡ γὰρ τῶν μακαρισμῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν δύναμίς τε καὶ ἐνέργεια οὐ πρὸς ἄλλο τι βλέπουσι, καὶ τὸν ἄλλον σκοπὸν ἔχουσιν, ἀλλ' ή πρὸς τὴν καθαρότητα τῆς καρδίας, καὶ τὴν ταπείνωσιν, ὡς μᾶλλον οὐσῶν τῶν δύο τούτων ἀρετῶν τῶν τελειωτικῶν τελειωτικωτάτων· περιέχουσι γὰρ πᾶσαν ἀρετὴν ἔνδον, καθάπερ δὴ τὸ στερέωμα την τε αιθέριον καὶ ἐπίγειον κτίσιν. Ὅρα οὖν χωρίς ταπεινώσεως ερρίφθαι ἀγγέλους ἐξ οὐρανοῦ· καὶ χωρίς νηφαλιότητος ἰδοὺ προδότης ῥιφεὶς ἐκ τῶν Επιλέκτων· αὕτη γὰρ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπ της ενεργητικὴ καὶ τελειωτικὴ, καὶ τὴν συντομωτέραν ὁδὸν τῶν θείων ἐντολῶν ἐν αὐταῖς ἔχοι και δ γὰρ καταξιωθεὶς ὡς δεῖ ταπεινός γενέσθαι τοὺς θείους μακαρισμοὺς ἐν τῷ ἰδίῳ βίῳ διὰ πράξεως εζωγράφησεν. Ο δ' αὖ πάλιν καθαρὸς τῇ καρδίᾳ ἔσται πάντως καὶ ταπεινός· ἴδιον γὰρ τῆς καθαρ τητος ἢ ταπείνωσις, καὶ ἡ εἰς Θεὸν μετ' ἔρωτος και θυμηδίας ἀγάπη τε καὶ ἔφεσις,γνωριστικά αὐτῆς καθα
col. 741–742page 16 of 57
PG 154:741εστήκασιν. 'Ο δὲ τοιοῦτος καὶ τὰς λοιπὰς διὰ τῶν ἡ δύο τούτων ἀρετῶν εὐρεθήσεται φυλάττων· ὁ γὰρ ταπεινὸς οὔτε εἰκὴ ὀργίζεται, οὔτε ἑτέραις ύβρεσι περιβάλλει τὸν ἀδελφόν. Τὸ δὲ καταλλαγήναι πρὸ του δώρου κατ' ἐντολῆς ποίησιν, ὅτε καὶ γένηται, μᾶλλον ἴδιον τοῦ ταπεινοῦ, ὃς δοῦλον ἔσχατον πάνε των αὐτὸν ἡγεῖται, καὶ πρὸς ἀλήθειαν γῆν, καὶ σπου δὸν, καὶ κάθαρμα· ὃς πρᾶός τέ ἐστι καὶ πενθῶν καὶ πεινῶν τὴν δικαιοσύνην, Θεὸν, καὶ ἀρετὴν· καὶ δὴ καὶ ἐλεήμων· εἴ γε χορηγός ἐστι πάσης Εργασίας ἀγα θῆς ἡ μακαρία ταπείνωσις. Καθαρὸς δὲ τῇ καρδίᾳ τις μᾶλλον τοῦ χθαμαλόφρονος ἄλλος πλεῖον εὑρεθήσεται; εἶχε δι' υψηλοφροσύνην καὶ Σατὰν ἀκάθαρτος? ὁ ἀσώματος. Εἰ δὲ καὶ πάντες ἐθέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται, ὥς φησιν ἡ Γραφή, τίς ἄρα τοῦ κατὰ Χριστὸν ταπεινοῦ εὐσεβέστερος ἢ δεδιωγμένος, ὡς ἔφη ὁ Σωτὴρ, τὰ ἐξαίρετα τοῦ Ἰησοῦ βίου ἐν τῷ σώματι βαστάσει, εἴ γε μὴ δι ὑψηλοφροσύνην κατάστικτος ἁμαρτίαις; ιδ. Είδες δύναμιν θείων εὐγγελικῶν βημάτων, εἶδες ἀλκὴν ὅση τίς ἐστι νήψεως τε καὶ ταπεινώσεως; Οὕτως ἄρα πέφυκεν ή πανάρετος στολὴ Χριστοῦ τοῦ Υἱοῦ Θεοῦ, ἡ μακαρία, λέγω, ταπείνωσις, καὶ άγγε λικὴ καθαρότης τῆς διανοίας φυλακτικαὶ εἶναι τε καὶ γίνεσθαι ἐν τοῖς βουλομένοις φιλοπονεῖν πασῶν τῶν τοῦ Θεοῦ ἐντολῶν· ἄρχουσαι γάρ εἰσιν ἀρχουσῶν, βασιλίδες ἐντολῶν ἢ ἀρετῶν· αὗται γὰρ φυ λασσόμεναι περιεκτικῶς φυλάττουσι καθ᾽ ἂν εἰρή καμεν τρόπον τὰς λοιπὰς ἐντολὰς τὰς ἑξῆς παρὰ Ματθαίου, μᾶλλον δὲ παρὰ Χριστοῦ λεγομένας· καὶ οὕτως εὑρίσκεται ὁ ταπεινός, ὅ τε καθαρὸς τῇ καρ δίᾳ ἐνταλμάτων ἁπάντων ἄριστος φύλαξ τοῦ ἑαυτοῦ Δεσπότου τε καὶ Θεοῦ· οὗ ἕνεκεν καὶ κοπιάσει εἰς τὸν αἰῶνα τοῦτον, καὶ ζήσεται εἰς μέλλοντα, και μακαρισθήσεται παρὰ Κυρίου ἐν τῇ ἀπεράντῳ καὶ αἰωνίῳ ζωῇ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ιε'. Θὲς τοιγαροῦν τὸν νοῦν σου εἰς τὰ λεγόμενα εἰσελθέτωσαν εἰς τὰς ἀκοάς σου τὰ παρὰ τοῦ Κυρίου εἰρημένα, εἴ γε πιστεύεις αὐτῷ· ἔφη γὰρ ὅτι καὶ περὶ ἀργοῦ λόγου λόγον ἀποδώσομεν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἱκανὸς δὲ οὗτος ὁ λόγος, ἐὰν νήσῃ ἡμῶν ἡ διάνοια. "Ος δὲ τὰ γεγραμμένα οὐ συνίησι, ούτε μὴν τῶν λεγομένων ἀκούει, ἔοικεν ὁ τοιοῦτος σωλήνα δεχομένῳ ὕδωρ καὶ μὴ αἰσθανομένῳ ὅτι δι' αὐτοῦ παρέρχεται. Τίς οὖν ἄρα μὴ κλαύσῃ, τίς οὐ λυπη θῇ καὶ καταπλαγῇ, ὅτι ὁ Δεσπότης τῆς οἰκουμένης δι' ἑαυτοῦ τε καὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν καὶ ἀποστόλων βοᾷ, καὶ οὐκ ἔστιν ὁ ἀκούων; Τίνα δὲ ἐστι τὰ κηρυττόμενα ὑπ' αὐτῶν; Ο γάμος ἕτοι μος, φησί, καὶ τὰ σιτεύματά μου τεθυμένα· ὁ νυμ οίος μετὰ δόξης καὶ μεγαλοπρεπείας κάθηται ἐν τῷ νυμφῶνι, καὶ δέχεται τοὺς ἐρχομένους μετὰ χαρᾶς ἡ θύρα ἀνέῳνται, οἱ ὑπηρέται σπουδάζουσι. Πρὸ τοῦ κλεισθῆναι τὴν θύραν, ἐξυποδίσατε, μή ποτε έξω
col. 743–744page 17 of 57
PG 154:743η μείνητε· καὶ οὐκ ἔστιν ὁ εἰσφέρων ὑμᾶς. Καὶ ἐπὶ Ο τούτοις οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ σπουδὴν του θέμενος· ἀλλ' ἡ ῥᾳθυμία καὶ ἡ φροντὶς τοῦ αἰῶνος τούτου, ὥσπερ ἄλυσις, ἔδεῖσεν ἡμῶν τὴν διάνοιαν. Τάς θείας Γραφάς ὀρθῶς μὲν γράφομεν, καὶ ὀρθῶς ἀναγινώκομεν· ὀρθῶς δὲ τούτων ἀκοῦσαι οὐ θέλομεν, διὰ τὸ μὴ βούλεσθαι ἡμᾶς τὰ παρ' αὐτῶν ἐπιτελεῖν. Τίς ἄρα ἀπεδήμησεν επισιτισμού χωρίς μακράν δι Τόν; καθάπερ ἡμεῖς βουλόμεθα, ἀφέντες τὸν ἐπισιτισμὸν ἡμῶν ἐνταῦθα, μηδὲ εἰς τὴν ἀποδημίαν ἐπι φέρεσθαι. Μακάριος ὅστις μετὰ παῤῥησίας ἀπεδήμησε πρὸς τὸν Κύριον, βαστάζων τὸν ἐπισιτισμόν αὐτοῦ ἀνενδεή. Ἰδοὺ δὴ καὶ αἱ δέκα παρθένοι οὐ καθεύδουσι· καὶ οἱ δοῦλοι πραγματεύοντας προσδει χόμενος τὸν δεσπότην ἑαυτῶν, ἐπιγνόντες ὅτι ἔλαβε τὴν βασιλείαν, καὶ ἔρχεται μετὰ δυνάμεως καὶ δόξης πολλῆς στεφανώσαι μὲν τοὺς δούλους αὐτοῦ τους καλῶς πραγματευσαμένους τῷ ἀργυρίῳ ᾧ ἐκομίσαντο παρ' αὐτοῦ· ἀνελεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ τοὺς μὴ θέλοντας αὐτὸν βασιλεῦσαι ἐπ' αὐτούς. Οι ποῖον δὲ τρόπον; Εν μέσῃ νυκτί, ἐν ὕπνῳ κατεχού μένης τῆς τῶν ἀνθρώπων φύσεως, αἰφνιδίως ἐκ τοῦ οὐρανοῦ γίνεται ἦχος μέγας, καὶ βρονταί φρικτοί, καὶ ἀστραπαὶ δειματώδεις μετὰ σεισμού - ἐχθροῦνται ἐξαίφνης οἱ καθεύδοντες, καὶ μνημονεύει ἕκαστος τὰ ἑαυτοῦ ἔργα, εἴτε ἀγαθὰ εἴτε κακά· οἱ δὲ τὰ κακὰ πράξαντες τύπτουσι τὰ στέρνα αὐτῶν, κείμενοι ἐπὶ τῆς κοίτης, ὅτι οὐκ ἔστι ποῦ φυγεῖν, ἢ κρυβῆναι, ἢ μεταμεληθῆναι ἐφ᾽ οἷς ἔπραξαν ἥ τε γὰρ γῆ σείς ται, καὶ αἱ βρονταὶ βοῶσαι φοβοῦσιν, αἱ ἀστραπαί πτοοῦσιν· σκοτία σε βαθεία κατέχει αὐτούς. Οὕτω καὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ ὡς ἀστραπὴ ὀξυτάτη αἰφνιδίως βροήσει πᾶσαν τὴν γῆν· σάλπιγξ γὰρ μετά φόν ου σαλπίσει ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγερεῖ τοὺς και θεύδοντας, ἐξυπνήσει τοὺς ἀπ' αἰῶνος κεκοιμημέν νους· οὗτοι γὰρ οἱ οὐρανοὶ μετὰ τῶν δυνάμεων απο τῶν σαλευθήσονται, καὶ ἡ γῆ πᾶσα ὥσπερ τὸ ὕδωρ της θαλάσσης τρομάξει ἀπὸ προσώπου τῆς αὐτοῦ. Πύρ γὰρ φοβερὴν προτρέξει πρὸ προσώπου αὐτοῦ, παρατρέχων καὶ καθαρίζων τὴν γῆν ἀπὸ τῶν ἀνομιῶν τῶν μιανασῶν αὐτήν· ὁ δῆς ἀνοίγει τὰς αἰωνίας αὐτοῦ πύλας· ὁ θάνατος κατήργησ ται· ὁ δὲ χοὺς ὁ σαπεῖς, ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος, ζωοποιηθήσεται· θαῦμα γὰρ ἐδεῖν ἀλη θῶς πῶς ἐν διπῇ ὀφθαλμοῦ ἐν τῷ ᾅδῃ, ὥσπερ πλή θος ἰχθύων ἐν τῇ θαλάσσῃ στρεφομένων, οὕτως ἀνα ρίθμητον πλῆθος τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως ἕκαστον αὐτῶν περιέρχεται ζητοῦν τὰς ἑαυτῶν ἀρα μονίας· καὶ ἐγερθέντες κράξουσιν ἅπαντες καὶ λέξ ξουσι· Δόξα τῷ συναγαγόντι ἡμᾶς καὶ ἐγείραντε διὰ τὴν αὐτοῦ φιλανθρωπίαν. Τότε οἱ δίκαιοι ἀγάλα λονται, καὶ οἱ ὅσιοι εὐφραίνονται· οἱ τέλειοι ἀσκη ταὶ παρακαλοῦνται ἀπὸ τοῦ μόχθου τῆς ἀσκήσεως αὐτῶν· οἱ μάρτυρες στεφανοῦνται, ἀπόστολοι, καὶ προφηταί. Μακάριος οὖν ὅστις καταξιωθῇ τὴν ὥριν ἐκείνην, πῶς ἀρπάζονται μετὰ δόξης ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ ἀθανάτου νυμφίου πάντες οἱ ἀγαπήσαντες αὐτὸν, καὶ σπουδάσαντες ἐπιτελέσαι πάντα τα θελήματα αὐτοῦ. Ὥσπερ δὲ έμεγάλυνεν έκαστος

Order of the Sacred MinistryOrdo Sacri Ministerii

col. 745–746page 18 of 57
PG 154:745ἐνταῦθα τὸ ἑαυτοῦ πτερὸν, οὕτω καὶ πέταται τὰ ὑψηλὰ· καὶ καθὼς ἐντεῦθεν ἕκαστος ἐκάθηρε τὴν ἑαυτοῦ διάνοιαν, οὕτως ὁρᾷ καὶ τὴν δόξαν αὐτοῦ καὶ ὥσπερ ἐπίθησεν αὐτὸν ἕκαστος, οὕτω καὶ και ρέννυται τῆς ἀγάπης αὐτοῦ. Θαυμάσει δὲ καὶ ὁ πρῶτος Ἀδὰμ ἐν ἐκείνῃ τῇ ὥρᾳ ὁρῶν μεγάλα καὶ θαυμαστά· πῶς ἀπ᾿ αὐτοῦ καὶ τῆς ὁμοζύγου αὐτοῦ ἔθνη τηλικαῦτα καὶ πλῆθος γενεῶν προήχθη. Αλεί ένα δὲ θαυμάσει τὸν Δημιουργὸν Θεὸν, πῶς ἀπὸ μιᾶς φύσεως ταῦτα γενέσθαι ᾠκονόμησεν. ΔΙΑΤΑΞΙΣ ΤΗΣ ΙΕΡΟΔΙΑΚΟΝΙΑΣ 1 ΗΓΟΥΝ ΠΩΣ ΥΠΗΡΕΤΕΙ Ο ΔΙΑΚΟΝΟΣ ΜΕΤΑ ΤΟΥ ΙΕΡΕΩΣ, ΕΝ ΤΕ ΤΟ ΜΕΓΑΛΟ ΕΣΠΕΡΙΝΟ, ΤΟ ΟΡΘΡΟ ΤΕ ΚΑΙ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ, ΣΥΝΤΕΘΕΙΣΑ ΚΑΙ ΤΥΠΩΘΕΙΣΑ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ, ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΙΟΥ ΦΙΛΟΘΕΟΥ. Ιστέον, ὅτι ὁ διάκονος οὐδέποτε ἄλλους ἐνδύε καὶ ἐν τῷ ἑσπερινῷ, καὶ τῷ ἄρθρῳ, εἰ μὴ ἐν τοῖς ἑσπερινοῖς τῶν Σαββάτων, καὶ τοῖς ὄρθροις τῶν Κυριακῶν τοῦ ὅλου ἐνιαυτοῦ. Ὁμοίως ἐν τοῖς ἑσπε ρινοῖς καὶ τοῖς ὄρθροις τῶν Δεσποτικῶν ἑορτῶν, καὶ Θεομητορικῶν Ωσαύτως ενδύεται καὶ ἐν τοῖς Εσπερινοῖς, καὶ ἐν ταῖς προηγιασμέναις τῆς ἁγίας καὶ μεγάλης Τεσσαρακοστῆς. Καὶ ἐν τῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ, καὶ ἐν τῇ ἀγρυπνίᾳ τῶν ἁγίων πα θῶν καὶ ἀπαξαπλῶς, εἰς πάντας τοὺς ἐσπερινούς Δεσποτικά,: Θεομητορικά, καὶ τῶν ἁγίων, Τὸ χαῖρε, γέννα, Συμεών, καὶ Ἰορδάνης, Θαβώριον, Λάζαρος, τὰ Βάϊα, ξύλον Εγερσις, ἄρσις, πνεῦμα.
col. 747–748page 19 of 57
PG 154:747καθ' οὓς ψάλλεται μεγάλη δοξολογία. Καὶ εἰς πάσας τὰς λειτουργίας τοῦ ὅλου ἐνιαυτοῦ εἴπερ βούληται λειτουργεῖν. τοὺς ἔχοντας εἴσοδον. Ομοίως καὶ τοὺς ὄρθρους Ει Διάταξις τῆς ἀγρυπνίας. Τοῦ καιροῦ ἐπιστάντος τοῦ μεγάλου ἑσπερινοῦ δηλονότι απέρχεται ὁ ἱερεὺς σὺν τῷ διακόνῳ, καὶ ποιοῦσι μετανοίας γ' εἰς τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ, πάντων τῶν ἀδελφῶν καθημένων. Ομοίως ποιοῦσι καὶ εἰς τὴν τῆς Θεοτόκου εἰκόνα μετανοίας γ· εἰς τὴν μέσην μίαν, καὶ εἰς τοὺς χορούς, πρὸς μίαν· εἶτα εἰσέρχονται εἰς τὸ Ιερατείον. Καὶ λαβὼν τὸ στοιχάριον αὐτοῦ ὁ διάκονος, καὶ τὸ ὡρα ριον, καὶ προσκυνήσας κατὰ ἀνατολὰς γ', προσέρω χεται τῷ ἱερεῖ, καί φησιν· Εὐλόγησον, δέσποτα, τὸ στοιχάριον σὺν τῷ ὡραρίῳ. Καὶ ὁ ἱερεὺς εὐτ λογεῖ αὐτὰ λέγων· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντ τότε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰω νων. Εἶτα ἐνδύεται ἑκάτερος τὰς οἰκείας στολάς. Τοῦτο νῦν͵ οὐχ οὕτω γίνεται· ἀλλ' ὁ ἱερεὺς μόνος προσκυνεῖ, καὶ μόνος ἐνδύεται ἐπιτραχήλιον καὶ τελώνιον, καὶ ἄρχεται θυμιᾷν, ἀναγνώστου, ἢ εὐα ταξίου τὴν λαμπάδα κατέχοντος, καὶ τὸν Κελεύσατε, ἐκφωνήσαντος. Καὶ προπορευομένου αὐτοῦ μετὰ λαμπάδος θυμιᾷ ὁ ἱερεὺς τὸν ναὸν ἅπαντα συνήθως ἐκ τῶν θυρῶν ἐξερχόμενος, καὶ ἐκφωνήσαντος τοῦ εὐταξίου ἔμπροσθεν τῶν ἁγίων θυρῶν τὸ, Κελεύσατε, πάντες ἀνίστανται. Θυμιάσας δὲ ὁ Ἱερεὺς τὸν ναὸν ἅπαντα, ἐξέρχεται καὶ εἰς τὸν νάρθηκα, καὶ θυμιάσας κἀκεῖσε, εἰσέρχεται διὰ τῶν ὡραίων πυλῶν, καὶ ἐκφωνεῖ μετὰ μέλους τό, Κύριε, εὐλό μετάνοια μετάνοιαν ποιεῖν, οι μετάνοιαν βάλλειν, μετάνοια μεγάλη, αυ στρωτή μικρά υλι καὶ εἰ ἔστι Τεσσαρακοστή, ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες τὴν προγραφείσαν εὐχήν, Κύριε καὶ δέσποτα τῆς ζωῆς μου, πνεύ με αργίας, περιεργείας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δός. Πνεῦμα δὲ τα πεινοφροσύνης, καὶ σωφροσύνης, καὶ ὑπομονῆς, καὶ ἀγάπη, χάρισεί μοι τῷ σῷ δούλῳ. Κύριε βασιλεύ, δώρησαί μοι ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου· ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ιδιώταις Ελέησόν με, Κύριε, τὸν ἁμαρτωλόν, μετανοίας, μετάνοιαν καλό. γηροι μετάνοιαν, προσκλαίοντες μετάνοια νομί μετάνοιαν, μετάνοιαν, μετάνοια, η
col. 749–750page 20 of 57
PG 154:749γησον καὶ θυμιάσας πάλιν τὰς ἁγίας εἰκόνας, εἰσ έρχεται διὰ τῶν ἁγίων θυρῶν, καὶ θυμιῶν τὴν ἁγίαν τράπεζαν, ἐκφωνεῖ· Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτη Τριάδι, πάντοτε νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ μετὰ τὸ ᾿Αμὴν ὁ προεστώς, ἢ ὁ τα χθεῖς μοναχὸς ψάλλει τον προοιμιακόν· ὁ δὲ ἱερεὺς κλείσας τὰ ἅγια θύρα, ἵσταται ἐντὸς τοῦ ἁγίου βήματος. Ὅταν δὲ ἄρξωνται ψάλλειν τὸν Ανοίξαντός σου τὴν χεῖρα, κ. τ. λ. ἐξέρχεται μετὰ τοῦ κανονάρχου, καὶ ποιοῦσι μετάνοιαν εἰς τὴν μέσην μίαν, καὶ οὕτως ἀπέρχεται ὁ ἱερεὺς εἰς τον ίδιον τόπον· ὁ δὲ κανονάρχης λέγει τους στο χους ἱστάμενος ἐν τῷ μέσῳ τοῦ ναοῦ. Ὅταν δὲ ψάλλωσι τὸν Πάντα ἐν σοφίᾳ ἐποίησας, ἀπέρχεται ὁ ἱερεὺς, καὶ λέγει τὰς εὐχὰς τοῦ λυχνικοῦ ἑστά μενος ἀσκεπής ἔμπροσθεν τῶν ἁγίων θυρῶν· καὶ μετὰ τὴν συμπλήρωσιν λέγει τὴν μεγάλην συνα πτήν. Ο δὲ διάκονος ἐνδύεται εἰς τὸ γ' ἀντίφωνον τοῦ ψαλτηρίου, καὶ λέγει τὴν μικράν συναπτήν, εἰ δ' οὐκ ἔστι στιχολογία, ἐνδύεται, τοῦ προοιμιακού λεγομένου, καὶ λέγει τὴν μεγάλην συναπτήν. monaέπεις Ταῦτα μὲν οὕτω γίνεται ἀγρυπνίας οὔσης εἰ δὲ μὴ ἐστιν ἀγρυπνία, οὐδὲν τοιοῦτον γίνεται, οὔτε μετανοίας ποιοῦσιν, οὔτε θυμιᾷ πρῶτον ὁ ἱερεὺς, οὔτε τὰ ἅγια θύρια ἀνοίγονται, ἀλλ᾽ ἱστάμενος έμε προσθεν τῶν ἁγίων θυρῶν ἀσκεπὴς, ἐνδεδυμένος Επιτραχήλιον, ἐκφωνεῖ τὸ, Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ὁ προεστώς. ἢ ὁ ταχθεὶς μοναχός λέγει τὸν προοιμιακὸν ψαλμόν, χύμα καὶ λέγει ψαλμόν. Αὶ παρὰ τῶν ἱερέων λεγόμεναι ἐν ταῖς πρὸς Θεὸν ὑμνῳδίαις διάφοροι εξα σιν· αἱ μὲν γὰρ προλέγονται, ἃς καὶ προοίμια εἶπον αἱ δὲ ἐπιλέγονται μετὰ τὴν ὑμνῳδίαν, ας υποθέσεις ἐκάλεσαν, ὡς ὑποτιθεμένας τοῖς ὕμνοις, καὶ μετ' αὐτοὺς λεγομένας· τὰς δὲ παραθέσεις παρενθέσεις) ὠνόμασαν, ὡς παρα τιθεμένας τὸν λαὸν τῷ Κυρίῳ ἀκοιμήτους η
col. 751–752page 21 of 57
PG 154:751ὁ ἱερεὺς τὰς εὐχὲς τοῦ λυχνικού. Μετὰ δὲ τὴν συμ οι εἰ πλήρωσιν λέγει ὁ ἱερεὺς, ἢ ὁ διάκονος, Ιστάμενος ἐν τῷ συνήθει τόπῳ, τὴν μεγάλην συναπτὴν, τό, Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθώμεν, καὶ τὰ λοιπά, Ιστέον ὅτι τὰ ἅγια θύρια οὐδέποτε ἀνοίγονται, εἰ μὴ εἰς τὴν ἀρχὴν τοῦ μεγάλου ἑσπερινοῦ, ὅτε θυμιᾷ μόνον ὁ ἱερεὺς εἰς τὰς εἰσόδους πάσας, ήγουν τῶν έσπερινῶν καὶ τῆς λειτουργίας τοῦ ἁγίου Εὐαγγελίου. Ωσαύτως ἀνοίγεται καὶ ἀπὸ τοῦ, Προσέλθετε, μέχρι συμπληρώσεως τῆς θείας λειτουργίας. Ιστέον ότι, εἰ μὴ φορέσῃ ὁ διάκονος εἰς τὴν ἀρχὴν τοῦ ἑσπερινοῦ, ἐνδύεται ψαλλομένου τοῦ γ' ἀντιφώνου τοῦ Ψαλτηρίου - εἰ ἔστι στιχολογία εἰ δὲ μὴν τοῦ προοι μιακοῦ ψαλλομένου, ὡς εἴρηται. Ἐνδύεται δὲ οὔτ τως· Ποιεί μετάνοιαν τῷ προεστῶτι, καὶ εἰσέρχεται διὰ τῆς πλαγίας εἰς τὸ ἅγιον βῆμα· ἔνθα εὑρίσκει τὸν ἱερέα Ιστάμενον· προέρχεται γὰρ οὗτος· καὶ λαβὼν τὸ στοιχάριον αὐτοῦ ὁ διάκονος, προσέρχεται τῷ ἱερεῖ, καί φησιν· Εὐλόγησον, δέσποτα, τὸ στοιχάριον σὺν τῷ ὡραρίῳ. Ὁ δὲ ἱερεὺς εὐλογεῖ αὐτὸ, λέγων· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ οὕτως ἐνδυόμενος αὐτὸ ὁ διάκονος, πληρουμέν νης τῆς στιχολογίας ἐξέρχεται, καὶ ἴσταται εἰς τὸν συνήθη τόπον. Καὶ λέγει τὴν μικρὰν συναντήν, τό, δει καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθώμεν, καὶ τὰ λοιπά. Καὶ ἐκφωνεῖ ὁ ἱερεύς· θει σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ αγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ οὕτω ψάλλεται τον Κύριο, ἐκέκραξα. Οὗ ψαλλομένου λαβὼν ὁ διάκονος τὴν θυμιατὸν, καὶ ἡ μίαμα βαλών, πρόσεισι τῷ ἱερεῖ ἐντὸς ὄντι καὶ αὐτῷ τοῦ ἁγίου βήματος, καί φησιν Ευλόγησον, δέσποτα, τὸ θυμίαμα. Καὶ ὁ ἱε ρεὺς εὐλογεῖ αὐτὸ λέγων· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ θυμιᾷ ὁ διάκονος τό τα Ιερατείον, καὶ τὸν ναὸν ἅπαντα, καὶ ὑποστρέψας τίθησι τὸν θυμια τὸν, καὶ περιμένει ἐκεῖσε. Ὅταν δὲ ψάλλωσι τό, Δόξα καὶ νῦν, εἰσέρχεται ὁ ἱερεὺς καὶ ἐνδύεται ἐπιτραχήλιον καὶ φελώνιον, καὶ γίνεται εἴσοδος. Λαβὼν ὁ διάκονος τὸν θυμιατόν, καὶ θυμίαμα μα λὼν καὶ αἰτήσας εὐλογίαν, ὡς εἴπομεν, ἐξέρχεται ἅμα τῷ ἱερεῖ διὰ τοῦ βορείου κλίτους. Καὶ ἀνοι γομένων τῶν ἁγίων θυρῶν, καὶ προπορευομένων ἀναγνωστών δύο μετὰ λαμπάδων, καὶ μετ' αὐτοὺς τοῦ διακόνου μετὰ τοῦ θυμιστοῦ, ἐξέρχεται όπισθεν καὶ ὁ ἱερεὺς, κεχαλασμένον ἔχων τὸ φελώνιον, καὶ ἀπέρχονται εἰς τὸν συνήθη τόπον "Ενθα οἱ μὲν άνευ μέλους, μετὰ μέλους, τα διὰ τῆς πλαγίας. θύρας, βόρειον και τος εἰ βόρειον μέρος,
col. 753–754page 22 of 57
PG 154:753ἀναγνῶσται τιθέασι τὰ μανουάλια εἰς τὸ μέσον τοῦ ναοῦ παρ' ἑκάτερα τὰ μέρη· ὁ δὲ ἱερεὺς ἵσταται καταντικρὺς τῶν ἁγίων θυρῶν. Ισταται δὲ καὶ ὁ διάκονος ἐκ δεξιῶν τοῦ ἱερέως μικρὸν ἐκ πλαγίου, καὶ κύψας μικρόν, κρατῶν καὶ τὸ ὡράριον αυτ τοῦ τοῖς τρισὶ δακτύλοις τῆς δεξιᾶς χειρός, λέγει μυστικῶς, ὅσον μόνον ἀκούειν τὸν ἱερέα· Τοῦ Κυ ρίου δεηθῶμεν. Ὁ δὲ ἱερεὺς λέγει μυστικῶς τὴν Ο εὐχὴν ταύτην· Εσπέρας καὶ πρωί και μεσημε βρίας. Καὶ μετὰ τὴν εὐχὴν ἀνίστανται· καὶ λέγει ὁ διάκονος πρὸς τὸν ἱερέα, δεικνύων ἅμα καὶ πρὸς ἀνατολὰς μετὰ τοῦ ωραρίου, κρατῶν αὐτὸ τοῖς τρι σὲ δακτύλοις τῆς δεξιᾶς χειρός - Ευλόγησον, δέσε ποτα, τὴν ἁγίαν εἴσοδον· καὶ ὁ ἱερεὺς εὐλογεῖ κατὰ ἀνατολάς, λέγων· Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, Κύριε. Εἶτα ὁ διάκονος ἀπέρχεται, και θυμιᾷ τὴν ἁγίαν εἰκόνα, τὴν εἰς τὸ στασίδιον τοῦ προεστῶτος, καὶ αὐτὸν τὸν προεστῶτα, καὶ πάλιν ἵσταται ἐν ᾧ τόπῳ πρότερον ἵστατο, περιμένων τὴν τοῦ στίχου ἐκπλήρωσιν. Πληρωθέντος εν, εἰσέρχεται ὁ διάκονος εἰς τὸ μέσον· καὶ χαράξας σταυρὸν μετὰ τοῦ θυμιστοῦ, ἐκφωνεῖ, Σοφία, όρθοι, καὶ εὐθὺς ὁ μὲν προεστώς, ἢ ὁ ταχθεὶς μοναχός ψάλ λει τὸ Φῶς ἱλαρόν. Οἱ δὲ ἀναγνῶσται, αίροντες πάλιν τὰς λαμπάδας, προπορεύονται μέχρι τῶν ἁγίων θυρῶν. Ο δὲ διάκονος, εἰσελθὼν ἐντὸς τοῦ ἁγίου βή ματος, θυμιᾷ τὴν ἁγίαν τράπεζαν. Ο δὲ ἱερεὺς προσκυνήσας ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἀσπα σάμενος αὐτὰς εἰσέρχεται, καὶ κλείονται τὰ ἅγια θύρια. Μετὰ δὲ τὸ τέλος τοῦ, Φῶς ἱλαρὸν, λέγει ὁ διάκονος, Πρόσσχωμεν, καὶ ὁ ἱερεὺς, Εἰρήνη πᾶσι, καὶ πάλιν ὁ διάκονος, Σοφία, πρόσχωμεν. Καὶ ψάλ λεται τὸ προκείμενον τῆς ἡμέρας * οὗ πληρωθέντος, ὁ διάκονος ἐξελθὼν, καὶ σταθεὶς ἐν τῷ συνήθει τόπῳ, λέγει· Είπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν· εἴπωμεν, καὶ τὰ λοιπά. Καὶ μετὰ τὴν ἐκφώνησιν λέγει ὁ ἱερεὺς. Εἰ ρήνη πᾶσι· ὁ διάκονος, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Καὶ λέγει τὴν εὐχὴν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς. Καὶ ἐκφωνεῖ, Εἴη τὸ κράτος τῆς βασιλείας σου ευλογημένον. Καὶ μετὰ τὴν ἐκφώνησιν ψάλλονται τὰ στιχηρὰ τῆς λιτής. τῶν ψαλλομένων εἰσελθὼν ὁ διάκονος, καὶ λαβὼν τὸν θυμιατόν, καὶ θυμίαμα βαλών, καὶ αἰτήσας εὐλο γίαν συνήθως, ἐξέρχεται ἅμα τῷ ἱερεῖ διὰ τοῦ βο ρείου μέρους, κεκλεισμένων οὐσῶν τῶν ἁγίων θυρῶν, καὶ προπορευομένων τῶν λαμπάδων, καὶ διελθόντες διὰ τῶν ὡραίων πυλῶν, καὶ μετ' αὐτοὺς πάντες οἱ ἀδελφοί, ἵστανται ἐν τῷ νάρθηκε. Ψαλλόντων δὲ τῶν ἀδελφῶν, ὁ διάκονος θυμες πάντας συνήθως· μετὰ δὲ ξυχία Ει μία, από Ευλογημένη ἡ εἴτα δος τῶν ἁγίων σου, Κύριε, προκείμενον δίστιχον, κείμενον τῆς ἡμέρας
col. 755–756page 23 of 57
PG 154:755τὴν συμπλήρωσιν τῶν στιχηρῶν, στὰς ἐν τῷ συνήθει η Η τόπερ λέγει· Σῶσον, ὁ Θεὸς, τὸν λαόν σου, καὶ εὐ λόγησον τὴν κληρονομίαν σου, ἄχρι τέλους. Καὶ ψάλλεται τὸν Κύριε, ἐλέησον, μ'. Είτα πάλιν λέγει Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων βασιλέων. Καὶ ψάλλεται τὸ, Ελέησον, γι Καὶ πάλιν λέγει· "Ετι δεόμεθα ὑπὲρ ἀφέσεως των ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ τοῦ δεῖνα ἱερομονάχου, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος· καὶ τὰς λοιπὰς δύο αἰτήσεις, τὴν, Ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν μονὴν ταύτην, καὶ ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν ὀρθοδόξων. ΕΙΔ οὕτω λέγει ὁ ἱερεύς· Ειρήνη πᾶσιν. Ο διάκονος Τὰς κεφαλὰς τῷ Κυρίῳ κλίνωμεν. Καὶ ὁ ἱερεὺς, στραφεὶς πρὸς δυσμὰς ἱσταμένου τοῦ διακόνου ἐκ δεν ξιῶν αὐτοῦ, κρατοῦντος τὸ ωράριον τοῖς τρισὶ δακτύλοις τῆς δεξιᾶς αὐτοῦ, λέγει τὴν εὐχὴν ταύτην μετ γαλοφώνως - Δέσποτα πολυέλες Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν. Καὶ ψαλλομένων τῶν ἀπὸ στό χου στιχηρών, προπορευομένων τῶν λαμπάδων, εἰα έρχονται πάντες ἐν τῷ ναῷ. Καὶ τὰ μὲν μανουάλια τίθενται παρ' ἐκάτερα τοῦ προευτρεπισθέντος τετρα ποδίου, ἐν ᾧ κεῖται μετά σίτου καὶ πέντε ἄρτων δίσκος, ὧν ἔχομεν ἔθος προσφέρειν ἐν τῇ ἐκκλησίᾳ παρ' ἑκάτερα δὲ τοῦ δίσκου ἀγγεῖα δύο, μεστὰ τὰ μὲν οἶνου, τὸ δὲ ἐλαίου. Κεῖται δὲ ὁ μὲν οἶνος ἐξ ἀριστερῶν, τὸ δὲ ἔλαιον ἐκ δεξιῶν. Ο δὲ ἱερεὺς ἅμα τῷ διακόνῳ ἴσταται ἔσωθεν τῶν ὡραίων πυλῶν. πληρωθέντων τῶν ἀπὸ στίχου στιχηρῶν, λέγεται τὸ Νῦν ἀπολύεις, καὶ τὸ τρισάγιον, καὶ μετὰ τὸν Πάτερ ἡμῶν, ἐκφωνεῖ ὁ Ἱερεύς - "Οτι σοῦ ἐστιν ἡ βασι λεία. Καὶ ψάλλεται τὸ ἀπολυτίκιον τῆς ἡμέρας, εἰ μὲν ἔστι Κυριακή, τό, Θεοτόκε Παρθένε, ἐκ τρίτου εἰ δὲ ἁγίου μνήμη μεγάλου, τὸ τροπάριον τοῦ ἁγίου ἐκ δευτέρου, καὶ τὸ, Θεοτόκε Παρθένε, ἅπαξ, εἰ δὲ Δεσποτική ἑορτή, η Θεομητορικὴ, καὶ τὸ τῆς ἑορτῆς ἐκ τρίτου. Ψαλλομένου οὖν τοῦ τελευταίου ἀπολυτί κίου μεγαλοφώνως καὶ ἀργῶς, ὁ διάκονος πρότερον εὐλογίαν αἰτήσας ἐπὶ τῷ θυμιάματι παρὰ τοῦ ἱερίων καὶ λαβών, θυμιᾷ κύκλωθεν τὸν ἄρτον σταυροειδώς, εἶτα τὸν ἡγούμενον, καὶ πάλιν τοὺς ἄρτους ἔμπροσθεν μόνον. Πλησιάζοντος δὲ τοῦ ἱερέως ίσταται παρὰ τὸ δεξιὸν αὐτοῦ "μέρος ο διάκονος, κρατῶν τῇ μὲν ἀριστερᾷ χειρὶ τὸν θυμιατόν, τοῖς δὲ τρισὶ δακτύλοις τῆς δεξιᾶς τὸ ωράριον, καὶ πληρωθέντος τοῦ τροπο ρίου, δεικνύων μετὰ τοῦ ωραρίου τοὺς πέντε ἄρτους λέγει· τοῦ Κυρίου δεηθῶμεν, ὁ δὲ ἱερεὺς λέγει τὴν εὐχήν· Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ εὐλο γήσας τοὺς πέντε ἄρτους. Καὶ λεγομένου παρά τῶν ἀδελφῶν τοῦ, Εὐλογήσω τὸν Κύριον, εἰπέρχε ται ὁ ἱερεύς ἅμα τῷ διακόνῳ εἰς τὸ ἅγιον βῆμα. Δέσ γουσι δὲ τὸν ψαλμὸν οἱ ἀδελφοὶ μέχρι τοῦ. Οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Ὁ δὲ ἱερεὺς ἔνδοθεν τοῦ ἁγίου βήματος ἐκφωνεῖ, Εὐλογία Κυρίου ἐφ' ἡμᾶ; τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ
col. 757–758page 24 of 57
PG 154:757οὕτω ἐκδύονται τὰς ἱερατικές στολᾶς, καὶ ἐξέρχονται· καὶ τιθεμένης αναγνώσεως, λέγει ὁ ἱερεὺς στί χον· Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν Εἰ μέντοι οὐκ ἔχει ἀγρυπνίαν μετὰ τὴν τῶν ἀπὸ στίχου στιχηρών συμπλήρωσιν, ὁ μὲν ἱερεὺς εἰσέρχεται ἐν τὸς τοῦ ἁγίου βήματος, καὶ μετὰ τὸ τρισάγιον ἐκφωνεῖ· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις καὶ ἡ δόξα. Καὶ ψάλλεται τὸ ἀπολυτίκιον. Ὁ δὲ διά κονος ἔξωθεν ἱστάμενος μετὰ τὸ τρισάγιον ἐκφωνεῖ Εὐλόγησον, καὶ ὁ ἱερεὺς ἔνδοθεν· 'Ο ὢν εὐλογητὸς; Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ψάλλουσι τον στερεῶσαι ὁ Θεὸς τοὺς βασιλεῖς Καὶ ὁ ἱερεὺς λέγει ἡσύχῳ φωνῇ. Υπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Οἱ ἀδελφοί· Τὴν τιμιωτέραν Καὶ πάλιν ὁ ἱερεὺς ἡσύχως· Δόξα σοι, ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι, καὶ λέγουσιν οἱ ἀδελφοὶ, Δόξα καὶ νῦν. Κύριε, εὐλόγησον. 'Ο δὲ ἱερεὺς ἀνοίξας τὰ ἅγια θύ. ρια, χαλάσας τε τὸ φελώνιον, Ισταμένου τοῦ διακόνου ἐξωθεν ἐκ δεξιῶν, καὶ τὸ ὡράριον κρατοῦντος συν ήθως, λέγει τὴν ἀπόλυσιν ταύτην· Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρὸς, τῶν ἁγίων ἐνδόξων, καὶ πανευφήμων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Εἰ δὲ Δεσποτικὴ ἑορτή ἔστι, ποιεῖ τὴν ἀπόλυσιν καταλλήλως τῇ ἑορτῇ, εἰ δὲ μεγάλου τινὸς ἁγίου μνήμη, ἐκφωνεῖ ἐν τῇ ἀπολύσει καὶ τὸ τοῦ ἁγίου ὄνομα. Εἰ μέντοι ἐστὶ λιτή, μετὰ τὴν ἀπόλυσιν, λαβὼν ὁ διάκονος τὸν θυμιατόν, ἐξέρχεται ἅμα τῷ ἱερεῖ, λαμπάδων προπορευομένων, καὶ γίνεται ἀπαραλλάκτως, καθώς προεγράφη ἐν τῷ μεγάλῳ ἑσπερινῷ. Εἰς τὸν ὄρθρον εἰ μὲν ἀγρυπνία ἐστὶ μετὰ τὸ τέλος τῆς ἀναγνώσεως, εὐθὺς ὁ προεστώς, ἢ ταχθεὶς μοναχὸς λέγει τὸν ἐξάψαλμον· εἰ δὲ οὐκ ἔστιν ἀγρυπνία, ἔνι δὲ Κυριακή, ψάλλεται ὁ τριαδικός και νών· καὶ εἰς τὸ τέλος τὸ, "Αξιόν ἐστιν ὡς ἀληθῶς. Ιστέον ὅτι ἐν τῷ μεσονυκτικῷ ἔξω τῶν ἁγίων θυρῶν γίνεται ἡ μεγάλη εκτενὴ καὶ ὁ ἱε ρεῖς ἱστάμενος ἔμπροσθεν τῶν ἁγίων θυρῶν, ποιεῖ ἐκτενὴν μεγάλην ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν πόλ Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Αμήν. Το στερεώσαι ὁ Θεὸς τοὺς βασιλεῖς. Επου ράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέω σου, τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κα σμον εἰρήνευσον, τὴν ἁγίαν μονὴν ταύτην καλῶς ᾗ διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελ φοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξιν, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος στερεοῦμεν τοὺς βασιλεῖς, Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς Οπιείο της κοινής παρακλήσεως Την τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως των Σεραφίμ, τὴν ἀδιαφθόρως τὸν Λόγον Θεὸν τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Έκρωνεῖ ἐν τῇ ἀπολύσει τοῦ ἁγίου τὸ ὄνομα, ἐν ἀπολύσει Ιεροδιακονίας, Ἐν τῷ μεσονυκτικῷ. μεσονυκτικόν, όρθρος άρθρον "Η πρώτη ἀκολου βία εἶναι τὸ μεσονύκτιον ἀντόμα μὲ τὸν ὄρθρου άρθρου μεγάλη συναπτή, τὸ ἐκτενῶς δεηθώς εκτενή δέησιν,
col. 759–760page 25 of 57
PG 154:759ταύτην, καὶ ψάλλεται τὸν Κύριε, ἐλέησον με καὶ γίνεται ἀπόλυσις· καὶ τίθεται ἀνάγνωσις. Ο δ ἱερεὺς εἰσελθὼν ἐν τῷ ἁγίῳ βήματι, καὶ βαλὼν ἐπισ τραχήλιον, ἀνοίξας τὸ βημόθυρον μόνον, έκρι νεῖ· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀπ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ψάλλεται τὸ Τρισάγιον, καὶ οἱ συνήθεις ψαλμοί, καὶ πάλιν τὸ Τρισάγιον. Ὁ δὲ ἱερεὺς θυμιᾷ, τούτων ψαλλομένων, τό το ἱερατεῖον καὶ τὸν ναὸν ἅπαντα, εξερχόμενος ἀπὸ τοῦ βορείου κλίτους, καὶ τοὺς ἀδελφοὺς, καὶ τὸν νὰρ θηκα, ἐκφωνεί τε καὶ εἰς τὰ δύο Τρισάγια, μετὰ τὸν Πάτερ ἡμῶν, τὸν Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ή δύναμις. Οφείλουσι δὲ ἔχειν ἀκρίβειαν οἱ ψάλλοντες, καὶ ὁ θυμιῶν ἵνα, ὅταν λέγῃ τὰς ἐκφωνήσεις, εξ ρίσκωνται ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ. Μετά δὲ τὸ θυμιᾶσαι ἅπαντα τὸν ναὸν, πληρωθῆναι τε καὶ τὰ συνήθως ψαλλόμενα τροπάρια Ενδοθεν τοῦ ἁγίου βήματος, ἐκφωνεῖ ὁ ἱερεὺς τὸ, Δόξα τῇ ἁγίᾳ, κα ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι. Καὶ εὐθὺς ὁ προεστώς, ἢ ὁ ταχθεὶς μοναχός, λέγει τὸν ἐξάψαλμον (2%). Οταν δὲ ἄρξηται τοῦ, Κύριε δ Θεὸς τῆς σωτηρίας μου, ὑπέρχεται ὁ ἱερεὺς, καὶ ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρών ασκεπής, και λέγει μυστικῶς τὰς ἑωθινὰς εὐχάς· μετὰ δὲ τὴν συχ πλήρωσιν τοῦ ἐξαψάλμου λέγει τὴν μεγάλην συνε πτήν· καὶ οὕτω ψάλλεται τὸν Θεὸς Κύριος, καὶ ἡ λοιπὴ ἀκολουθία ὡς συνήθως. Εἰς ἑνὸς δὲ ἑκάστου συμπλήρωσιν καθίσματος ποιεῖ ὁ ἱερεὺς μικρὰν συναπτὴν, καὶ ἐκφωνεῖ εἰς μὲν τὸ πρῶτον κάθισμα, "Οτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις· εἰς δὲ τὸ β', ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις· μετὰ δὲ τὸν πολυέλεον ἢ τὸν ἄμωμον, "Οτι ηυλόγηται καὶ δεδό ξασται τὸ πάντιμον καὶ μεγαλοπρεπές ὄνομά σου. βηλόθυρον 17, Χρυσῶν βηλοθύρων τὴν ἀναβάθραν σχε πάντων, ἐκφωνήσεις μὴ κατά σεσιωπημένον, ἀλλὰ μετὰ φωνῆς τῷ πιστοτάτῳ λαῷ Εξηκουσμένης, Εξάψαλμον "Ηγουν ὀρθῶς ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου ἐπὶ τὸ ὁποῖον φαίνεται ὅτι γονατισταὶ ἀκούουσιν τὴν λειτ τουργίαν οι παλαιοί. καθίσματος πολυελέου η μακάριοι ἄμωμος, ἄμωμος πολυκάνδηλα, πολύφατον λυχνίαν, πολύ φωτα, πολυλύχνιον, πολυέλεον η
col. 761–762page 26 of 57
PG 154:761Τῶν δὲ ἀναβαθμῶν ψαλλομένων, εἰσέρχεται ὁ ἱερεὺς ἅμα τῷ διακόνῳ ἐντὸς τοῦ ἁγίου βήματος, καὶ εὐλο γήσαντος τοῦ ἱερέως τὸ στοιχάριον, ἐνδύεται τοῦτο ὁ διάκονος συνήθως· ὁμοίως καὶ ὁ ἱερεὺς ἐνδύεται ἐπι τραχήλιον καὶ φελώνιον· καὶ μετὰ τὴν συμπλήρωσιν τῶν ἀντιφώνων ψάλλεται τὸ προκείμενον τῆς ἑορτῆς, ἢ τῆς Κυριακῆς· καὶ μετὰ τοῦτο λέγει ὁ διάκονος, Τοῦ Κυρίου δεηθώμεν. Καὶ ἐκφωνεῖ ὁ ἱερεὺς, Ότι Ἅγιος ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν. Καὶ ψάλλεται τό, Πᾶσα πνοή. Επειτα ὁ διάκονος, Σοφία. Ορθοί ο ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Ο Ιερεύς, Ει ρήνη πᾶσι. Καὶ εὐθὺς ἐπιφέρει, Ἐκ τοῦ κατὰ τόνδε ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Καὶ ὁ λαός, Δόξα σοι, Κύριε, δόξα σοι. Ο διάκονος, Πρόσσχωμεν. Καὶ ἀναγινώσκει ὁ ἱερεὺς τὸ Εὐαγγέ γέλιον. Οἱ πληρωθέντος ψάλλουσιν οἱ ἀδελφοί, Ανάστασιν Χριστοῦ θεασάμενοι (εἰ ἔστιν Κυριακή δηλονότι), καὶ τὸν πεντηκοστὸν μετὰ μέλους. Ο δὲ ἱερεὺς χαλάσας τὸ φελώνιον καὶ βαστάζων τὸ ἅγιον Εὐαγγέλιον ἔμπροσθεν τοῦ στήθους, ἐξέρχε και, καὶ ἵσταται εἰς τὴν μέσην τοῦ ναοῦ, καὶ ὁ ἀναγνώστης ἢ ὁ εὐταξίας ἵσταται δεξιόθεν αὐτοῦ, κατέχων μανουάλιον μετὰ λαμπάδος ἡμμένης, και γίνεται ὁ ἀσπασμὸς τοῦ ἁγίου Εὐαγγελίου παρὰ τῶν ἀδελφῶν συνήθως. Εν ἄλλῃ δὲ ἑορτῇ οὐ γίνε ται ὁ ἀσπασμὸς εἰ μὴ μόνον ἐν Κυριακῇ· οὗ πλη ρωθέντος, ψάλλεται τὰ συνήθη τροπάρια. Καὶ ἐξερ χόμενος ὁ διάκονος, ἵσταται ἐν τῷ συνήθει τόπῳ, καὶ λέγει μεγαλοφώνως, Σῶσον, ὁ Θεὸς, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Επί. σκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ύψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατ τάπεμψον ἐφ' ἡμᾶς τὰ ἐλέη σου τα πλούσια, πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῇ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων. Καὶ ψάλλεται τὸ, Κύριε, ἐλέησον, ιβ', καὶ οὕτως ἐκφωνεῖ ὁ ἱερεὺς, Ελέει καὶ οἰκτιρμοῖς καὶ φια λανθρωπία. Τῶν δὲ κανόνων ψαλλομένων, ὁ μὲν Ιερεὺς ἐξέρχεται, καὶ ἵσταται ἐν τῷ δεξιῷ χορῷ, εἰς τὸν συνήθη τόπον. Ο δὲ διάκονος λαβὼν πρότερον εὐλογίαν ἐπὶ τῷ θυμιάματι, θυμιᾷ πρῶτον το Ιερατείον ἅπαν, εἶτα ἐξέρχεται διὰ τοῦ βορείου κλί τους, καὶ χαράττει σταυρὸν ἔμπροσθεν τῶν ἁγίων θυρῶν καὶ θυμιᾷ πρῶτον τὰς εἰκόνας τὰς ἐν τῷ δεξιῷ μέρει ισταμένας πάσας, καὶ ἀπέρχεται εἰς τὸ αίγνον τῆς μονῆς καὶ χαράξας ἐν αὐτῷ σταυρίν, στρέφεται προς δυσμάς· καὶ στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, χαράττει σταυρόν, καὶ ἀπέρχεται, καὶ θυμιᾷ πρῶτον τὴν εἰκόνα τὴν εἰς τὸ στασίδιον τοῦ προεστῶτος Ισταμένην, εἶτα τὸν προεστῶτα, καὶ καθεξής τοὺς ἀδελφοὺς τοῦ δεξιού χορούν μετά Ει ρο ασπασμός, ἅγιος τῆς μονῆς
col. 763–764page 27 of 57
PG 154:763σταυρόν. Θυμιῶν δὲ, καὶ προσκυνείται παρ' ὧν θυμιᾷ, καὶ ἀντιπροσκυνεί μικρόν· μετὰ δὲ τὸ ποιή καὶ τὴν σταυρόν, ἀπέρχεται εἰς τὸν δεξιὸν χορόν καὶ θυμιάσας ἐκεῖ τὰς ἁγίας εἰκόνας, θυμιά και τοὺς ἀδελφούς, ἄνωθεν ἀρχόμενος ἀπὸ τῶν εἰκόνων, καὶ ἀπερχόμενος ὡς πρὸς τὰς ὡραίας πύλας, προσ κυνούμενος ὁμοίως καὶ ἀντιπροσκυνῶν μικρόν. Πληρώσας δὲ κἀκεῖνον τὸν χορόν, πάλιν ἔσταται εἰς τὸ μέσον, βλέπων πρὸς ἄρκτον, καὶ ποιῶν σταυρόν, εξέρχεται εἰς τὸν νάρθηκα, καὶ θυμιάσας κἀκεῖσε πάντας, εἰσέρχεται διὰ τῶν ὡραίων πυλῶν, καὶ χαράξας σταυρὸν κατὰ ἀνατολάς, θυμιᾷ τὸν προ εστώτα· καὶ πάλιν εἰς τὸ μέσον χαράττει σταυρόν, καὶ θυμιάσας τὰς ἁγίας εἰκόνας, εἰσέρχεται καὶ ἀποτίθησι τὸν θυμιατόν· ἐξερχόμενος προσκυνεί καὶ μικρὸν τὸν προεστῶτα μακρόθεν, καὶ ἵσταται εἰς τὸν συνήθη τόπον. Μετὰ δὲ τὸ τέλος τῆς γ' ᾠδῆς λέγει ὁ διάκονος, ἔτι καὶ ὅτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθώμεν, ἀντιλαβοῦ, σῶσον, ἐλέησον. Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης! Καὶ Εκφωνεῖ ὁ ἱερεὺς, Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν αναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ μετὰ τὴν ἔκτην ποιεῖ ὁ ἱερεὺς ἐκτενὴν μικράν, ἱστάμενος ἔμπροσθεν τῶν ἁγίων θυρῶν ἀσκεπής, καὶ ἐκφωνεῖ, Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης, καὶ σοὶ τὴν δόξαν δὲ τὸ θυμιᾶσαι πάντας τοὺς χορούς, ἵσταται εἰς τὸ μέσον τοῦ χοροῦ, καὶ βλέπων πρὸς νότον, ποιεῖ Ει ἀναπέμπομεν. Εἰς δὲ τὴν ὀγδόην ποιεῖ μετάνοιαν ὁ Δείματα ἱερεὺς ἅμα τῷ διακόνῳ προεστῶτι, καὶ εἰσέρχονται ἐντὸς τοῦ βήματος, καὶ ἐνδύεται συνήθως. Τῆς δὲ ὀγδόης πληρωθείσης, ψάλλει ὁ διάκονος μεγαλοφών νως, Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐ ὕμνοις μεγαλήσωμεν. Καὶ στιχολογεῖται, ἡ τιμιων τέρα, εἰ δὲ μή, ψάλλει τὴν ἀρχὴν τοῦ εἰρμοῦ τῆς ἐννάτης τῆς ἑορτῆς· καὶ οὕτως ἐξερχόμενος ἔσταται ἐν τῷ συνήθει τόπερ. Ο δὲ διάκονος θυμιᾷ πάντας συνήθως, καὶ ὑποστρέψας ἵσταται ἐν τῷ τεταγμένῳ τόπῳ. Μετὰ δὲ τὴν θ' ποιεῖ ὁ διάκονος μικρὰν συναπτὴν, καὶ ἐκφωνεῖ ὁ ἱερεὺς, "Οτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν αναπέμπουσι. Τῆς δὲ δοξολογίας άρχο μένης εἰσέρχεται ὁ ἱερεὺς ἐντὸς τοῦ ἁγίου βήματος" ὁ δὲ διάκονος, ταύτης πληρωθείσης, λέγει, πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ, καὶ τὰ λοιπά. Καὶ εὐθὺς λέγει ὁ ἱερεὺς, Εἰρήνη πᾶσιν. Ὁ διάκονος, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Καὶ ὁ ἱερεὺς τὴν εὐχὴν μυστικώς, Κύριε, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ ἐκφωνεῖ, Σὰν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν, Χριστὲ ὁ Θεός. Ο διάκονος, Σοφία. Ο Ιερεύς, "Ο ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, καὶ ψάλλεται τό, Στερεώσαι ὁ Θεὸς τοὺς βασιλεῖς. Ο Ιερούς, Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς· καὶ ψάλλεται, δοξολογία, μεγάλη σε μικρά
col. 765–766page 28 of 57
PG 154:765εξ ει *Η τιμιωτέρα. Εἶτα πάλιν λέγει, Δόξα σοι, Χριστέ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Καὶ γίνεται ἀπόλυσις, εἰ μέν ἔστι Κυριακή - ῾Ο ἀναστὰς ἐκ νεκρῶν ταῖς πρεσβείαις τῆς παναχράν του αὐτοῦ μητρός, τῶν ἁγίων ἐνδόξων καὶ παρ ευφήμων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Εἰ μὲν ἐστι δεσποτικὴ ἑορτὴ, ἢ μεγάλου ἁγίου μνήμη δίδοται καὶ τὸ ἅγιον ἔλαιον οὕτως πάντων συναγομένων πλησίον τῆς εἰκόνος τοῦ προσ κυνήματος καὶ ψαλλόντων, ὁ μὲν διάκονος θυμια κύκλῳ, ἀπὸ τοῦ προεστῶτος ἀρξάμενος, πρῶτον θυμιάσας τὴν εἰκόνα τοῦ ἁγίου· ὁ δὲ ἱερεὺς ἱστά μενος πλαγίως τῆς εἰκόνος, κατέχων ἄλειπτρον χρίει τοὺς προσιόντας ἐν τῷ μετώπῳ, καὶ εὐλογεῖ. Ὅταν δὲ χρισθῶσι πάντες, ἐκφωνεί, Επάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μα κράν· καὶ ἵλεως γενοῦ ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Καὶ ἐκφωνεί· Ελεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν αναπέμπομεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εἰρήνη πᾶσι. Ο διάκονος, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Καὶ κρατοῦντος τοῦ διακόνου τὸ ὡράριον, ὡς ἔθος, λέγει ὁ ἱερεὺς, χαλάσας τὸ φελώνιον, τὴν εὐχὴν ταύτην. Ζήτει ταῦτα εἰς τὴν λιτήν. Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν διὰ πρεσβειῶν τῆς πανυπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεσ τόπου καὶ ἀειπαρθένου Μαρίας. Κατὰ δὲ τὴν ἑορτὴν τοῦ Εὐαγγελισμοῦ, τῶν Βαΐων καὶ τῆς λαμ πρᾶς Κυριακῆς τοῦ Πάσχα γίνονται ἔξω τῆς μονῆς, καὶ γίνονται ἐν αὐταῖς ὁμοίως τῇ προγραφεί η λιτῇ. Γίνονται καὶ ἁγιασμοὶ τῶν φώτων καὶ ἀφ' ἑσπέρας καὶ πρωί, καὶ κατὰ τὴν πρώτην τοῦ Αὐγούστου, ἔνθα ο διάκονος βαστάζων τὸν σταυρὸν ἐξέρχεται, τοῦ ἱερέως ἐφεπομένου καὶ θυμιᾷ ὁ διάκονος. Λέγει δὲ μόνον ἐν ταῖς εὐχαῖς· Τοῦ Κυρίου δεηθώμεν. Ὁ ἱερεὺς ποιεῖ πάντα καθώς ἐστιν ἔθος, καὶ ἐν τοῖς τυπικοῖς εἰσι γεγραμμένα, ἁγίου ἐλαίου ἀπόλυσις ἀπολύσεις

Panegyric on SS. Basil, Gregory the Theologian, and John ChrysostomLaudatio SS. Basilii, Gregorii Theologi et Joannis Chrysostomi

col. 767–768page 29 of 57
PG 154:767ΦΙΛΟΘΕΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΕΙΣ ΤΟΥΣ ΜΕΓΑΛΟΥΣ ΙΕΡΑΡΧΑΣ, ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥΣ ΔΙΔΑΣΚΑΛΟΥΣ, ΒΑΣΙΛΕΙΟΝ ΤΟΝ ΜΕΓΑΝ, ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ, ΚΑΙ ΙΩΑΝΝΗΝ ΤΟΝ ΧΡΥΣΟΣΤΟΜΟΝ, λόγον Τοὺς διδασκάλους ἡμῶν ἐπαινέσωμεν τους πατέρας οἱ παῖδες κατὰ χρέος τιμήσωμεν. Τοὺς τρεῖς φίλο σόφους και σοφοὺς τῆς Ἐκκλησίας ζήτορας, τὰ τέκνα τῆς Ἐκκλησίας, οι προσκυνηταὶ τῆς μεγάλης Τριάδος, κατὰ δύναμιν εὐφημήσωμεν. Τους λόγους τοῖς ὄντως λογίοις, καὶ λόγον ὁμοῦ πνεύσασι τόν τε θεῖον ἅμα καὶ τὸν ἄνθρώπινον, οἱ τούτων ἀκροαταί καὶ μύσται δῶρον προσάξωμεν· λόγους, οὐχ οἷς ἔῤῥιψαν, ἀλλ᾽ οὔσπερ ἠγάπησαν, ὡς αὐτοί φασιν. Οὐδὲ γὰρ ὅτι τοσοῦτον ἡ τῶν μεγάλων ἀξία τὸν ἡμέ τερον ὑπερβαίνει καὶ νοῦν καὶ λόγον, ὡς μηδὲ μετρείν δι' ὑπερβολὴν ἐξεῖναι τὸ μέσον, καὶ τὸν ὑπὲρ αὐτῶν ἡμῖν λόγον, καὶ τὴν εὐφημίαν παραιτητέον καθάπαξ οὐδὲ γὰρ ὅσιον· ἀλλὰ τοῖς κατὰ δύναμιν μᾶλλον έγχειρητέον, ἵνα καὶ μᾶλλον το φίλτρον ἐντεῦθεν, καὶ τὸ χρέος ἐκ τῶν ἐνόντων, τοῖς Πατράσιν ἐκτίσω. μεν. Δείξομεν ἐκ τούτου καὶ γὰρ, ὡς οὐ διανοίας ὕψει καὶ λόγου βώμῃ τεθαρρηκότες, ἀλλὰ πίστει μόνῃ, καὶ πόθῳ, καὶ τῷ τοῦ χρέους, ὡς εἰπεῖν, ἠναγε κάσθαι, καὶ τοῖς τὴν δύναμιν ὑπερβαίνουσιν έπει βάλομεν· ἐπεὶ καὶ Θεὸν αὐτὸν, καίτοι γε τὸ πάντων κράτος, καὶ τὴν ἀρχὴν ὑπερφυῶς κατὰ φύσιν ἀνηρμένον, ἐκ τῶν ἐνόντων τιμῶμεν, καὶ ὧν εὐπου ροῦμεν εὐσεβῶς ἀπαρχόμεθα, κἂν ἐβολοι δύο, καν ἄρτου τρύφος, κἂν ποτήριον ὕδατος τὸ προσφερόμεν νον ἦν, κἂν τὸ πάνυ σμικρότατον. Καὶ οὐδεὶς ἐς δεῦρο μικρολογίας ἢ βαθυμίας ἐάλω, ὅτι μὲ τὸ πρὸς ἀξίαν, ἀλλὰ τὸ πρὸς δύναμιν δήπου προσήνεγκαν. Αλλ' ἐκεῖνοι μᾶλλον ὑπὸ μέμψιν δικαίαν, ὅποι γε τοῦ κατὰ δύναμιν εκόντες ἡμέλησεν. Ἐπεὶ καὶ τὴν μεγάλων τούτων ἐκεῖνο θαυμαστή συμβουλή και παραίνεσις, τὸ μὴ κενὸν ἐναντίον ὁρᾶσθαι θεοῦ, κατὰ τοὺς ἐκείνου δηλονότι χρησμούς· μηδὲ ὅτι τοῦ παντὸς λείπεταί τις, τὸ πᾶν ἐλλείπειν, ἀλλὰ τὸ μὲν εἰσφέρειν, τὸ δὲ προθυμεῖσθαι, ὑπὲρ δὲ τοῦ συγγνώμην δεῖσθαι ἐσθῆναι τῇ ἀσθενείς, ἕκαστον ἐκ τῶν παρόντων καρποφοροῦντα θεῷ καὶ τῶν οἱ κείων.
col. 769–770page 30 of 57
PG 154:769᾿Αλλὰ δεῦρό μου, τῶν Πατέρων ἡ θαυμαστὴ τῷ ὄντι τριάς, οἱ τῆς μεγάλης Τριάδος καὶ μύσται, καὶ φίλοι, καὶ ὑπηρέται· μετὰ τοὺς πρώτους, φημί, μαθητάς, καὶ ὑπηρέτας, καὶ φίλους τοῦ Λόγου· οἱ νυμφαγωγοὶ καὶ νυμφίοι, καὶ παῖδες ὁμοῦ τῆς ἀλη θινῆς καὶ πρώτης σοφίας, ἦν καὶ αὐτοὶ ἐφιλήσατε, κατὰ τὸν σοφὸν ἐκεῖνον, καὶ ἦν ἐκ νεότητος ἐκζη τήσαντες, ὑπὲρ ἐκεῖνον ταύτην καλῶς καὶ συνήφθη τε καὶ ἡρμόσθητε. Δεῦρο τοιγαροῦν ἡ τῆς πίστεως καὶ τοῦ λόγου βάσις, ὁ τὸν θεῖον λόγον, καὶ τὴν πυρίνην αὐχῶν γλώτταν, ὁ καὶ ψυχὴν, καὶ γλῶτταν, καὶ τἆλλα πάντα χρυσοῦς. Εἰ καὶ μὴ συμφυΐα, καὶ ὁμοτιμία, καὶ ἔνωσις, συνεργάσασθέ μοι τὴν κοινὴν ὑμῶν εὐφημίαν, εἰ καὶ ὑπὲρ ὑμᾶς, ὅπερ εἶπον, δ πρὸς τοὺς μεγάλους ὑμᾶς κατά πολύ λίγος, και λόγον διδόντες, καὶ διανοίας ἁπτόμενοι, καὶ τὴν γλῶτταν ἀοράτως ὑποκινοῦντες, καὶ χειραγωγούντες, τῇ δυνάμει τοῦ ἐν ὑμῖν πνεύματος. Ἔδει μὲν οὖν κατά γε τὸν ὑμέτερον (ὑπὲρ ὑμῶν αὐτῶν φημι) μέγαν καὶ σοφώτατον λόγον ἐκεῖνον τὰς ὑμῶν παρεῖ και φωνὰς τοῖς ἐπαινεῖν ἐπιχειροῦσιν ὑμᾶς· ἐκεῖναι καὶ γὰρ ἂν μόναι τὸ πρὸς ἀξίαν εἰργάσαντο. Εἰ δὲ μὴ τοῦτο, Πέτρον ἂν εἶπον ἐγὼ καὶ Ἰωάννην καὶ Παῦλον, τὴν τριάδα των κορυφαίων, τῶν πρώτων μαθητῶν τε καὶ ἀποστόλων τοῦ Λόγου, τὰ τοῦ Πνεύ ματος πρῶτα καὶ δοχεῖα, καὶ ὄργανα, τοῦτον ἔπεισα ἐλθεῖν ἀξίους εἶναι τὸν ἄθλον, καὶ τοῖς ὁμοτίμοις, καὶ φίλοις, καὶ σπουδασταῖς, καὶ συναγωνισταῖς τῶν αὐτῶν κατάλληλον καὶ προσφυᾶ τινα πλέξαι τὸν ἔπαινον. Ἀλλ᾽ ἐπεὶ τῶν ἀδυνάτων ἐκεῖνα καὶ ὑμεῖς @ ἐρεῖτε καθάπαξ, μετριάσετε οἶδ' ὅτι καὶ τὰ παρ' ἡμῶν ἐντελῆ καὶ σμικρὰ ταῦτα, οι συμπαθεῖς τε καὶ φιλάνθρωποι, καὶ πανταχοῦ τὸ μέτριον ἐπαινέσαντες ὄντως, καὶ Χριστὸν, εἴπερ τινὲς ἄλλοι, κάν τούτῳ θαυμαστῶς μιμησάμενοι. "Αλλως τε καὶ ὅτι μὴ τοῖς παρ' ὑμῶν αὐτῶν τεθαῤῥηκότες ἡμεῖς, τίσι καὶ γὰρ καὶ ὁποίοις ἐκείνοις; ἀλλὰ τοῖς ὑμετέροις μᾶλλον, καὶ οἷσπερ αὐτοὶ Θεόν τε καὶ ἀλλήλους προσείπετε, τὰ ὑμῶν ὑμῖν αὖθις εἰσφέρομεν ὡς ἡ δύναμις. Δηλώσει δὲ καὶ. ὁ λόγος. Νόμους μὲν οὖν ἐγκωμίων τῶν ἔξω, οἱ πατρίδα, καὶ γένος, καὶ πλοῦτον, καὶ δὴ καὶ σώματος ρώμην, καὶ κάλλος, καὶ τὰ τοιαῦτα περιεργάζεσθαι πρὸ τῶν ἄλλων καὶ πολυπραγμονεῖν ἀξιοῦσι, παραιτητέον ἡμῖν ἐνταῦθα, οὐ μόνον ὅτι καταφρονηταὶ πάντων ἐκείνων, καὶ ὑπὲρ τὰ κάτω καὶ τὸν κόσμον οἱ ὑπερκόσμιοι οὗτοι· ἀλλ' ὅτι μηδὲ ταῖς μὲν μορφαῖς καὶ ταῖς χρόαις δοκιμάζεσθαι, κατὰ τῶν ἵππων τοὺς εὐγενεστάτους ἢ ἀτιμοτάτους, ἡμῶν δὲ ζωγραφεῖσθαι τοῖς ἔξωθεν, δίκαιόν τε καὶ εὐπρεπὲς εἶναι οἱ αὐτοὶ μάλα καλῶς εἶπον. Ἐκείνοις δὲ μόνοις προς τὴν εὐφημίαν τῶν μεγάλων ἀπὸ μέρους χρηστέον, τοῖς οἰκειοτάτοις, καὶ γνησίοις αὐτῶν τούτων, και οἷς αὐτοὶ τοὺς αὐτῶν ὁμοτρόπους καὶ Θεοῦ φίλους, μάρτυράς φημί, καὶ Πατέρας, καὶ διδασκάλους,
col. 771–772page 31 of 57
PG 154:771ἡ θαυμαστῶς τοῖς ἑαυτῶν λόγοις προσείπον. Οὐκ ἂν δέ τις τῶν λόγους ἐξεταζόντων, ἀπειροκαλίας τινὸς ἢ καὶ κλοπῆς ἡμᾶς ἐλεῖν ἐθελήσῃ, ως γε ἐγὼ νομίζω, εἰ τοῖς τούτων ἐπὶ μακρὸν χρησόμεθα λόγοις, καὶ ταῖς αὐτῶν θεολογίαις καὶ γνώμαις αὐτούς τε καὶ τὸν ἡμέτερον κοσμήσαιμεν λόγον, ἴσως καὶ πόρρω τῆς ἐν τοῖς λόγοις συνηθείας, ὡς ἄν τισι δόξῃ. Πρώτον. μὲν, ὅτι μὴ μόνον οὐχ ὅσιον, οὐδ᾽ εὐλαβὲς ἐκεῖνο νομίζω, ἀλλὰ καὶ ἁρπαγῆς καὶ πλεονεξίας οὐ πέρ ζω, τὸ ἐν οἷς ἔξεστι τούτους τὰ ἑαυτῶν λέγειν, μή παραχωρεῖν ἡμᾶς ἐκείνοις τοῦ λόγου, μηδ' ὑπεξίστασθαι, σιγῇ τὴν ἀκοὴν ὑπέχοντας μόνην, ὡς ἐν τελετῇ μυστηρίων, ἀλλ᾽ ἀναισχυντεῖν, καὶ θρασύνες σθαι, καὶ τὰ ἑαυτῶν τολμῶν ἀντεισάγειν· δεύτερον δ' ὅτι μηδὲ τῆς συνηθείας, μηδὲ τῶν ἱερῶν τοῦτο πόλε έω καὶ τῶν ἀρίστων. Οὐ μόνον γὰρ τοὺς πρὸ ἡμῖν σοφούς τε καὶ ἀγαθοῖς εὑρίσκομεν ἄνδρας τούτῳ χρησαμένους τῷ τρόπῳ μετὰ πολλῆς τῆς φιλοτιμίας ἐν τοῖς ὑπὲρ τῶν μεγάλων τούτων, φημί, λόγοις, ἀλλ' ἔτι καὶ τούτους αὐτοὺς τοὺς τῆς σοφίας θαυματ στους διδασκάλους ἐν τοῖς ἰδίοις αὐτῶν λόγοις τοῦτο πολλάκις ποιοῦντας ἐρῶμεν, τὰ αὐτῶν παρ' ἑαυτῶν ὥσπερ δανειζομένους ἔν τε τοῖς ὑπὲρ τῶν ἱερῶν μυστηρίων, ἔν τε τοῖς ἀλλήλων καὶ τοῖς τῶν φίλων ἱεροῖς ἐγκωμίοις, τύπους ὡσανεὶ καὶ παράδειγμα γιγνομένους καὶ τούτου τοῖς τὰ ἐκείνων ἐξηλωκόσιν. Εἰ δὲ καὶ τρίτον ζητοίης, πρόσεστι καὶ τρίτον, τὸ τοῦ φίλτρου καὶ τοῦ ἐρωτοῦ, καὶ τῆς μαλακίας, ἵν' οὕτως είπω, τῆς πρὸς τοὺς λόγους, καὶ τὰς βροντὰς ἐκείνος θεσπεσίας, καὶ τὸ ἱερὸν ὄντως νέκταρ, οὗ μηδὲ κόρον ἡμεῖς ἔχομέν ποτε, καὶ ἀκούοντες, καὶ ἀναγινώσκοντες, καὶ γράφοντες και χρώμενοι τούτοις, ἔν γε τῷ ἱσταμένῳ τῆς χρείας. Καὶ δὴ πρὸς αὐτοὺς ἐκείνου; καὶ τὴν εὐφημίαν ἤδη χωρῶμεν, Οὗτοι κατὰ πρόνοιαν υψηλοτάτην, καὶ ἀπόρρητον ὄντως καὶ θείαν, ἢ πόρρωθεν οἶδεν (ὡς αὐτοὶ καὶ τοῦτό φασι ) τὰς τῶν μεγάλων πραγμάτων ἀρχὰς καταβάλλεσθαι, γεννῶνται μέσον τῆς Χριστοῦ Ἐκ κλησίας, εἴτε τὴν κάτω καὶ σωματικὴν βούλει γένω νησιν λέγειν, εἴτε τὴν ἄνω, καὶ ὑψηλὴν, καὶ θείαν, ἣν ἡμερινὴν ὁ θεῖος εἶπε Δαυΐδ, καὶ τῆς νυκτερινῆς αντίθετον, εἴτε καὶ ἀμφοτέρας. Καὶ ταύτην καὶ μητέρα, καὶ τροφὸν, καὶ πατρίδα, καὶ γένος, και πᾶν εἴ τι τοιοῦτον, ποιησάμενοι μόνην, τρέφονται μὲν τὰ πρῶτα παρ' αὐτῇ, καὶ ποτίζονται τὸ τῆς πίστεως καθαρόν τε καὶ ἄδολον γάλα, διὰ τῶν εἰσ αγωγικῶν καὶ προτελείων αὐτῆς λόγων· καὶ τὰ τῶν εγκυκλίων σὺν ἐκείνοις καὶ μετ' ἐκεῖνα φιλοσοφούσιν. Ἐπεὶ δὲ καὶ λόγων αὐτοῖς ἔδει τελεωτέρων, καὶ σοφίας τῆς ἔξω (δεῖ γάρ, φασὶν οἱ αὐτοὶ, καὶ τῆς ἐν λόγος; δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλωσιν· κίνημα γὰρ ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος ), ἀλλὰ καὶ τοὺς ἀντιλέγοντας τῷ τῆς πίστεως ὀρθῷ λόγῳ, καὶ παρ' ἑαυτοῖς εἶναι δοκοῦντας σοφούς, καὶ καθ᾿ ἑαυτῶν ἐπιστήμονας δέον ἔκριναν εἶναι τοῖς ἐκείνων βέλεσι βάλλειν, καὶ τὴν ὀφρὺν κατασπάν, καὶ τὸ κενὸν φύση
col. 773–774page 32 of 57
PG 154:773με μα. Καὶ ἵνα μὴ τὸ τῶν λόγων ἐκείνων ἀνάσκητον ἤ ἀσθένεια του καθ' ἡμᾶς ἱεροῦ νομίζηται λόγου παρά τοῖς ἀνοήτοις, ἀσκοῦσε κἀκεῖνα, οὐχ ἁπλῶς οὐδὲ παρέργως, ὡς ἂν εἴποι τις, ἀλλ᾽ οὕτω φιλοτίμως καὶ λαμπρῶς ἄγαν, ὡς μηδεμίαν ὑπερβολὴν καταλυπεῖν. Φύσεσι γὰρ δεξιαῖς καὶ σπουδὴν τὴν κατάλληλον συνεισενεγκόντες, ἐξ ὧν, φησίν, ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσι, τὸ κράτος ἐν βραχεῖ κατὰ πάντων ἐκτήσαντο τῶν ἐκεῖνα φιλοσοφούντων. Ρη τορικὴν μὲν οὖν καὶ φιλοσοφίαν, μᾶλλον δὲ καὶ μέρος ἅπαν φιλοσοφίας, οὕτως εἰς ἄκρον, εἴπερ τινὲς, κατορθοῦσιν· ἀστρονομίας δὲ, φησί, καὶ γεωμετρίας, καὶ ἀριθμῶν ἀναλογίας τοσοῦτον λαβόντες, ὅσον μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς· ὁ καὶ αὐτὸς ἔφθην εἰπὼν ἤδη, τὸ περιττὸν ὡς ὁ μέγας και αὐθές φησι) διέπτυσαν, ὡς ἄχρηστον τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὥστε μᾶλλον μὲν τὸ αἱρεθὲν τοῦ παρ εθέντος ἐξεῖναι θαυμάζειν· μᾶλλον δὲ τοῦ αἱρεθέντος τὸ παρεθέν. Οὕτω κατὰ σκοπὸν οἱ γεννάδαι, καὶ ὥσπερ ἔδει γε τοὺς τοιούτους, τὰ ἑαυτῶν, κάν τούτοις οικονομήσαντες, μικρά τε τῷ κόσμῳ, καὶ τῇ σκηνῇ, φησί, χαρισάμενοι, καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι. Οὐ γὰρ αὐτοί γε εἶχον θεατρικώς ή ἐπιδεικτικῶς· μᾶλλον δὲ κανταῦθα θεῷ καὶ ἀρετῇ δεδωκότες τὸ πλεῖστον, διὰ τῆς ἐν δικαστηρίοις συνηγορίας τῷ καταπονουμένῳ προστιθέμενοι μέρει καὶ φύσει καὶ τέχνῃ, καὶ τοῖς κειμένοις νόμοις προϊστάμενοι τοῦ δικαίου, καὶ τὸ κράτος οἷς εἶχον τούτῳ διδόντες, τάχιστα ἑαυτῶν γίνονται καὶ Θεοῦ καὶ κόσμον ὅλον, καὶ τὰ ἐν αὐτῷ πάντα καταλιπόντες, πρὸς τὸν μοναδικόν, εἴτ᾿ οὖν ἀγγελικὸν ἀποκλίνουσι – βίον. Καὶ πᾶσαν μὲν, φησί, παλαιὰν βίβλον ἐκμελετήσαντες, πᾶσαν δὲ νέαν, ὡς οὐδεμίαν ἕτερος, πλου τοῦσι μὲν θεωρίαν, πλουτοῦσι δὲ βίου λαμπρότητα, καὶ πλέκουτι θαυμασίως ἀμφότερα, την χρυσήν ὄντως σειράν, καὶ τοῖς πολλοῖς ἁπλοκον βίῳ μὲν οδηγῷ θεωρίας, θεωρίᾳ δὲ σφραγίδι βίου χρησάμενοι μᾶλλον δ' εἰπεῖν ἀκριβέστερον, οὐ κατορθοῦσι ταυτί μόνον ὑπὲρ τοὺς ἄλλους, καὶ σὺν ἀλλήλοις κάλλιστα πλέκουσιν, ἀλλὰ καὶ εἰς ἕξιν ἀκροτάτην καὶ ἐπιστήμην θαυμαστὴν ἔρχονται τούτων· καὶ νομοθέται καὶ διδάσκαλοι τοῖς μετ᾿ αὐτοὺς τῶν τοιούτων χρησ ματίζουσι πᾶσιν, ἱερωσύνης καὶ μοναδικῆς πολιτείας, καὶ εἰπεῖν συνελόντα, πράξεως καὶ θεωρίας ὁμοῦ κανόνας καὶ τύπους καὶ νόμους τὰ ἑαυτῶν καταλιπόντες ἱερὰ ταῦτα συγγράμματα καὶ πυκτία, μηδὲ θαυμάζεσθαι πρὸς ἀξίαν διὰ μέγεθος καὶ περιουσίαν δυνάμενα χάριτος. Εντεῦθεν αὐτοῖς ἢ πρὸς Θεὸν ἀνάβασίς τε καὶ θεωρία καὶ ὑπερφυής ἔνωσίς τε καὶ ἔλλαμψις· καὶ τὸ ἀκρότατον τῶν ἐφετῶν, ἡ τοῦ καθ' ὁμοίωσιν ἕξις, καὶ οὗ γενομένοις, φησί, πάσης θεωρία ας ἀνάπαυσις. Οὐδὲ γὰρ ἔχει τι, φησίν, υψηλότερον ἡ ὅλως ἕξις, οὐδὲ ὁ θεωρητικώτατος νοῦς καὶ διατ βατικώτατος. η Μᾶλλον δ' αὐτοῖς ἐκείνοις καὶ τῶν ἑξῆς ὡσαύτως
col. 775–776page 33 of 57
PG 154:775τοῦ λόγου παραχωρήσωμεν. Οἱ αὐτοὶ γὰρ καὶ τοῦ πράττειν ὁμοῦ, καὶ τοῦ λέγειν ἐκεῖνα καθηγεμόνες ἀκριβεῖς καὶ τεχνίται, καὶ οὐδεὶς οὐκ ἂν ποτε τούτοις περὶ τούτων ἀμφισβητήσειεν. τινι μὲν οὖν ἐξεγένετο διὰ λόγου καὶ θεωρίας διασχύνει τὴν ὕλην, καὶ τὸ σαρ κικὴν τοῦτο, εἴτε νέφος χρὴ λέγειν, εἴτε προκάλυμμα, Θεῷ συγγενέσθαι, καὶ τῷ ἀκραιφνεστάτη φωτὶ κρατ ; θήναι, καθόσον ἐφικτὴν ἀνθρωπίνῃ φύσει, μακάριος οὗτος τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖθεν θεώσεως ἐν τῷ γνησίως φιλοσοφήσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν γενέσθαι δυάδα, διὰ τὴν ἐν Τριάδι νοουμένην ἐνότητα. Οστις δὲ ὑπὸ τῆς συζυγίας χεί ρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς, μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονώς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούμενος, ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως, κἂν εὑροῦ τοῖς ἐνταῦθα· καὶ τοσούτω πλέον, ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηταί τι ἄλλο καλὸν εἶναι πρὸ τοῦ ὄντως και λοῦ, πονηρὸν πονηρᾶς δόξης καρπὸν ἔρεπόμενος, ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ Εγνώρισε. Ταῦτα ὀλίγοις μὲν, φησίν, ἐφιλοσοφήθη και τῶν νῦν καὶ τῶν πάλαι (ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, καὶ τῇ πάντες πλάσματα) νομοθέταις, στρατηγοῖς, ἱερεῦσι προφήταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιμέσι, καὶ διδασκάλοις, παντί πνευματικῷ πληρώματι· ἐν δὲ τοῖς πᾶσι καὶ τοῖς νῦν ἐπαινουμένοις εἴπερ τισί. ή Τούτων ἡ ἐμὴ τῶν θεολόγων τριάς, Βασίλειός τε καὶ Ἰωάννης, και Γρηγόριος ἅμα· οὐδὲ γὰρ τὴν προαρίθμησιν καὶ τὴν ὑπαρίθμησιν δείσομεν ἐν τοῖς συμφυέσι καὶ ὁμοψύχοις, καὶ τὴν δόξαν καὶ τὴν ἀρετὴν ὁμοτίμοις τοῖς μὲν ἡμιλλήθη, τοῖς δὲ συνορια θμήθη, τοὺς δὲ καὶ ὑπερέσχεν· ἀπελείφθη δὲ οὐδενὸς, ὡς ἐγώ φημι, τῶν μὲν τὸν λόγον, τῶν δὲ τὴν πράξιν εἰς ἄκρον κατωρθωκότες· τῶν δὲ τὸ πρᾶον, τῶν ἐ τὸν ζῆλον, τῶν δὲ τοὺς κινδύνους, τῶν δὲ τὰ πλείω, τῶν δὲ ἅπαντα. Καὶ ἄλλο ἀπ᾿ ἄλλου κάλλος λαβόντες, ώσπερ οἱ τις μορφάς μεθ' υπερβολῆς γράφοντες, καὶ τοὺς μὲν ἐν λόγῳ δεινοὺς τῇ πράξει, τοὺς δὲ πρακτικοὺς τῷ λόγῳ νικήσαντες· εἰ βούλει δὲ, λόγω μὲν τοὺς εὐδοκίμους ἐν λόγῳ, πράξει δὲ τοὺς προσ κτικωτάτους ὑπερβάλλοντες· καὶ τοὺς μὲν κατ' ἀμ φότερα μέσως έχοντας τῷ περὶ τὸ ἕτερον ὑπερβάλλοντες, τοὺς δὲ καθ' ἕτερον ἄκρους τοῖς ἀμφοτέροις παραδραμόντες τῷ μεθ᾽ ὑπερβολὴς ἀμφοτέροις χρήσ σασθαι. Καὶ θαῦμα καινόν τι, καὶ ὑπὲρ λόγον τὸ κατ' αὐτούς φημι χρηματίσαι, πάσαν ὑπερφυώς καταπλήττον καὶ ἀκοὴν ὁμοῦ καὶ διάνοιαν. Διὰ ταῦτα του καὶ Πέτρῳ καὶ. Παύλῳ καὶ τοῖς υἱοῖς τῆς βρον τῆς, καὶ δὴ καὶ τῇ περὶ αὐτοὺς ἑταιρεία συναριθμεῖσθαι δίκαιοι μᾶλλον ἂν εἶεν ὑπὲρ οὐστιναστούν ἄλλους τῶν Χριστοῦ φίλων· καὶ διὰ τούτους με προ τῶν ἄλλων μᾶλλον πρὸς τοὺς μαθητὲς τὸν Χριστόν εἰπεῖν, εἰς οὐρανοὺς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀνιόντα τὸν Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἶμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνες, την λαμ
col. 777–778page 34 of 57
PG 154:777πριν διαδοχήν, καὶ τὸ κοινὸν τῆς τούτων πρὸς ἐκείν Α' ", νους ἀποστολῆς καὶ ὑπηρεσίας, καὶ τὸ ὁμότιμον αι νιττόμενον. Καὶ ὡς ἀληθὴ δίκαια λέγω, μηδὲν τοῖς Πατράσιν, ὡς ἂν οἴηθείη τις, διὰ τὸ φίλτρον χαριζόμενος, τῶν μὴ προσηκόντων ἐκείνοις, δῆλον ἐκεῖθεν. Καὶ τού τους Χριστός μαθητὰς καὶ ἀποστόλους ἀναδείκνυσι Πνεύματι θείῳ, καθάπερ κακείνους, καὶ τούτεις τὸ Εὐαγγέλιον ἔγχειρίσαι, καὶ τὸ κήρυγμα, καὶ τὴν τῶν ἀνθρώπων κοινὴν σωτηρίαν. Καὶ οὗτοι τάς πυ ρίνας κατ' ἐκείνους δέχονται γλώσσας, ἄνωθεν ἐκ τοῦ Πνεύματος κατιούσας, καὶ τὸν μερισμὸν, καὶ τὴν διανομὴν τῶν ἐκείνου δέχονται χαρισμάτων, καὶ τῆς ὑπερφυοῦς ἐνεργείας· καὶ γλώσσαις λαλοῦσιν οὐκ ἀνθρωπίναις τε καὶ βαρβάροις, ἀλλὰ γλώσσαις ἀγγέ λων, καὶ φωναῖς ἀποῤῥήτοις τισὶ καὶ οὐρανίαις, καὶ διερμηνεύουσι τὰ ὑψηλὰ καὶ ἀπόβλητα τῶν θεο πνεύστων Γραφών Πνεύματι θείῳ, καὶ προφητεύουσι, καὶ ὁρῶσιν ὑπερφυῶς τὸν ἀόρατον σὺν ἐκείνοις, καὶ ἀποκαλύψεων ὑπερφυῶν ἀξιοῦνται καὶ μυστηρίων ἀῤῥήτων. Καὶ θαυματουργοῦσι, καὶ νόσους ἀνιάτους ἰῶνται κατ' ἐκείνους ἐπικλήσει Χριστοῦ μόνῃ· οὐ σωμάτων, φημί, μόνον, ἀλλὰ καὶ ψυχῶν· μᾶλλον δὲ καὶ νεκρωθείσας διὰ τῆς ἁμαρτίας, πρὸς ζωὴν ἐπανάγουσιν αὖθις, δ δὴ καὶ τῆς τῶν σωμάτων ἀναστάσεως πολλῷ μεῖζον. Καὶ δαίμονας ἐξ ἀνθρώπων δραπετεύειν ποιοῦσι, θεοὶ κατὰ χάριν ὑπὸ τοῦ μόνου κατὰ φύσιν Θεοῦ χειροτονηθέντες παθῶν καὶ δαιμόνων. ὡς καὶ πρὸς Μωσέα πάλαι τὸν μέγαν, Ιδού δέδωκα σε θεὸν Φαραώ, ἔλεγε· τὸ κατὰ τῆς Αἰγύπτου πά θος, καὶ τὰς πληγάς, καὶ τὴν ἐν βυθῷ καὶ θαλάσσῃ πανωλεθρίαν τῶν ἐκγόνων αὐτῆς αἰνιττόμενος, ἅπερ ὁ νομοθέτης καὶ στρατηγὸς διὰ τῆς ὑπερφυοῦς ἐκεί. νου δυνάμεως είργασται. Οἱ μὲν οὖν πρῶτοι μαθηταὶ καὶ ὑπηρέται τοῦ Λό γου παρ' αὐτοῦ πρὸς τὴν τῶν ἐθνῶν ἀποστελλόμενοι κλῆσιν, ταύτην ὑπ' αὐτοῦ τὴν πνευματικὴν σκευήν ἐνδύονται, καὶ τὴν πανοπλίαν, ὑπὲρ τῶν σωζομένων ἀνθρώπων, κατὰ τῆς κατεχούσης δαιμονικῆς τυραννίδος. Καὶ γὰρ, Ἀπελθόντες, φησί, κηρύξατε το Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ο πιστεύσας και βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατα κριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· δώεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτούς βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἔχουσιν. "Α δήπου καὶ εἰς ἔργον ἐξέδη κατὰ τὰς ἀψευδεῖς τοῦ Δεσπότου ἐπαγγελίας, ὀλίγα μὲν δεηθέντων λόγου τῶν ἀποστόλων πρὸς τοὺς τοῦ Ἑλληνισμοῦ καὶ τῆς εἰδωλολατρείας ἀντεχομένους· τὸ δὲ πλεῖστον, ἢ καὶ τὸ πᾶν σχεδόν, τοῖς ὑπερφυέσι σημείοις καὶ τοῖς θαύμασι καταπραξαμένων, καὶ τὴν ἐξ ἐθνῶν ταύτην ἐκκλησίαν νύμφην άσπιλον παρα στησάντων αὐτῷ κατὰ Παῦλον. Οὐδ' Ελληνισμοῦ, καὶ τῆς τῶν εἰδώλων κτισμά των λατρείας, καὶ δὴ καὶ τῆς δαιμονικῆς κατὰ τῶν
col. 779–780page 35 of 57
PG 154:779ανθρώπων τυραννίδος καὶ βίας, δυνάμει. Χριστοῦ άθεῖαν Μαξιμιανούς τε καὶ Μαξιμίνους· καὶ ὅσοι τῆς πρώτ άθειας Ει ἀθεΐαν, κάλλιστα γεγονότων ἐκ μέσου διὰ τῶν ἱερῶν ἀπο στόλων, ἄλλην ἔρχεται πείρας ὁδὸν ὁ διώκτης· οὐκ ἔτι μὲν παρρησίᾳ οὐδὲ γὰρ ἦν αὐτῷ χώρα τῶν τοιούτων αὖθις ἀγώνων, πανταχόθεν ἐξεληλαμένῳ καὶ ἡττημένῳ), δόλῳ δὲ τὴν φίλην πολυθείαν, καὶ ἀθεῖαν καὶ πάλιν εἰσάγων, ἥνπερ ἐξ ἀρχῆς ἄνωθεν ἐν παραδείσῳ δολίως ὠδινήσας κατὰ τῶν πρωτοπλάσ στων, καὶ ταύτῃ τυραννήσας ἐπὶ μακρὸν τὴν ἡμῶν φύσιν, εἰς ἑαυτὸν πάλιν τὸ πρὸς Θεὸν σέβας καὶ τὴν τιμὴν ἐσπούδασεν ἕλκειν, μηδὲ τὸν σταυρὸν, καὶ τὸ Θεοῦ φρίττων ὁ ἀναιδής αἷμα, δι' ὧν ἡ τυραννίς αὐτοῦ κατελύθη· ἀλλὰ καὶ μετὰ τὴν ἀναίρεσιν ἔτι τῷ οὐραίῳ σπαίρων ὁ δράκων, καὶ πρὸς ἄμυναν δῆθεν καὶ πάλην ὁ ἄνους καὶ ἄθεος ἑαυτὸν αίσχιστα διεγείρων. Καὶ τοῦτο καὶ τῶν κακίστων αἱρέσεων κατὰ τῆς Ἐκκλησίας Χριστοῦ τυραννίς αὖθις, και ὁ κενὸς τῆς πίστεως διωγμός, μετὰ Νέρωνας φημι, καὶ Τραϊανούς, καὶ Δεκίους, ἢ Διοκλητιανούς, καὶ τῆς ἀσεβείας καὶ ἀθείας προστάται, Σαβελλίους της καὶ ᾿Αρείους, καὶ Μακεδονίους, καὶ Απολλιναρίους ἡμῖν ἐξεγείρας, τοὺς τῆς δευτέρας ἀθείας προβάτ χους, καὶ διώκτας τῆς Χριστοῦ Ἐκκλησίας, οὐδὲν ἧττον ἐκείνων, εἰ μὴ καὶ μᾶλλον· ὅσῳ τοῦ Χριστοῦ, φησί, φέροντες όνομα (τὰ γὰρ τῶν ἐμῶν διδασκάλων καὶ πάλιν φθέγξομαι) ψευδόχριστοι καὶ Χριστιανοῖς ὄνειδος ἦσαν· οἷς καὶ τὸ ποιεῖν ἄθεον, καὶ τὸ πάσχειν άδοξον, τῷ μηδὲ ἀδικεῖσθαι δοκεῖν, μηδὲ τὸ μεγαλοπρεπές ὄνομα προσεῖναι την μαρτυρίαν, ἀλλὰ κἀνταῦθα κλέπτεσθαι τὴν ἀλήθειαν, πάσχοντας ὡς Χριστιανοὺς ὡς ἀσεβεῖς κολάζεσθαι. Καὶ διὰ τοῦτο ηγέρθη, φησί, κέρας σωτηρίας ἡμῖν ἡδικημένοις, καὶ λίθος ἀκρογωνιαίος, συνδέων ἑαυτῷ τε καὶ ἀλλήλοις ἡμᾶς. Ενεβλήθη κατά καιρὸν ἡ θαυμαστή, φημί, τῶν θεολόγων αὕτη τριάς· ἡ πῦρ καθαρτήριον τῆς φαύ λης ύλης και μοχθηρᾶς· ἢ πτύον γεωργικόν, ᾧ τὸ κούφον τῶν δογμάτων, καὶ τὸ βαρύ διακρίνεται μάχαιρα τάς τῆς κακίας ῥίζας εκτέμνουσα. Καὶ ὁ Λόγος ευρίσκει τοὺς ἰδίους συμμάχους, καὶ τὸ Πνεῦ με παραλαμβάνει τοὺς ὑπὲρ αὐτοῦ πνεύσοντας. Διὰ ταῦτα ἡ δευτέρα κλῆσις, καὶ ἀποστολή, καὶ τὸ εὐαγ γελικόν αὖθις κήρυγμα, τοῦ χοροῦ, φημί, τῶν θεο λόγων Πατέρων, κατὰ τῆς δευτέρας ἀσεβείας καὶ ἀθεΐας, τῶν μετὰ τοὺς ἀποστόλους ἀποστόλων, καὶ εὐαγγελιστῶν μετὰ τοὺς εὐαγγελιστάς, καὶ θεολόγων μετὰ τοὺς θεολόγους, καὶ Πέτρος, καὶ Ἰωάννης, οἱ δικοῦντες καὶ ὄντες στῦλοι τῆς Χριστοῦ Ἐκκλησίας, καὶ τρίτος μετ' ἐκείνους ὁ συμφυὴς καὶ ὁμότιμος Παῦ λος, εἰ καὶ τῷ χρόνῳ βραχύ μετ' ἐκείνους, ἀλλὰ τῷ ζήλῳ, καὶ τῇ σπουδῇ, καὶ τῇ τέχνῃ, καὶ τοῖς ὑπὲρ τοῦ Εὐαγγελίου ἀγῶσιν ἴσως καὶ ὁμοταγής ἐκείνοις, καὶ σύμπνους· οἱ κορυφαίοι καὶ προκαθήμενοι τοῦ χοροῦ τούτου, καθὰ δὴ καὶ προὔφην. Ἀλλὰ τοῖς μὲν πρώτοις μαθηταῖς τε καὶ ἀποστόλοις ἐν σημείοις τε καὶ θαύμασι, καὶ γλώσσαις, καὶ ἀποκαλύψεσι, καὶ προφητείαις το κράτος ἦν, δι' αὐτῶν ζωγρήσασι τὴν ὑφ' ἥλιον πᾶσαν καὶ βρα χἐκ τινὰ πρὸς ἐκεῖνα δεηθεῖοι τοῦ λόγου, καθάπερ
col. 781–782page 36 of 57
PG 154:781εἰπὼν ἔφθην· τοῖς δέ γε κορυφαίοις τούτοις, τοῖς μετὰ τοὺς ἀποστόλους ἀποστόλοις καὶ θεολόγοις, μηδὲ τούτων ἐνδεῶς μηδοπωστιοῦν ἐσχηκόσιν, ἐν λόγοις καὶ περὶ λόγους ἦν ὁ ἀγὼν καὶ τὸ κράτος. Ἐπειδή γὰρ οὐ πρὸς εἴδωλα καὶ φανεράν κτισμάτων λατρείαν, ἀλλὰ πρὸς ὑφαλόν τινα καὶ κεκρυμμένην ἀθεῖαν καὶ δουλείαν αὖθις κτισμάτων ὁ ἀγὼν ἦν τοῖς κυβερνήταις τούτοις τοῦ παγκοσμίου σκάφους τῆς Ἐκκλησίας. Τί γὰρ καὶ ἐβούλετο τοῖς διώκταις τὸ Θεὸν μὲν ὁμωνύμως καλεῖν τὸν μονογενῆ, καὶ ὁμοούσιον, καὶ ὁμότιμον τοῦ Θεοῦ Λόγον, εἰς κτίσμα δὲ τοῦτον κατάγειν· τὸ δὲ συμφυές τε καὶ σύνθρονον αὐτοῦ Πνεῦμα μήτε Θεὸν ὀνομάζειν, καὶ εἰς κτίσιν κατασπἂν ὁμοίως και τοῦτο; ἡ πονηρά, φημί, διαίρεσις ᾿Αρείου καὶ ἀθεῖα, Τι δὲ ἡ Σαβέλλειος συναλοιφή και σύγχυσις τῶν τριῶν εἰς τὸ ἕν; ὡς μήτε τρία, μήτε ἐν κατ' ἐκεί. νους τὸ προσκυνούμενον εἶναι, ή καινὴ καὶ ἀλλόκοτος ἀθεῖα. Οὐ μὴν ἀλλὰ καὶ τὸ Χριστοῦ φέροντες ὄνομα, οἱ πολέμιοι Χριστοῦ καὶ τῆς αὐτοῦ ἐκκλησίας, ἀμφίβολόν πως Χριστιανοῖς, ἢ Χριστιανών τοῖς ἁπλουστέροις τε καὶ ἀτέχνοις τὸν ἀγῶνα καὶ τὴν τῆς ἀληθείας ἀνεύρεσιν ἐνεποίουν. Διὰ τοῦτο τοῖς κορυφαίοις τῶν διδασκάλων περὶ τὸν λόγον πᾶς ὁ ἀγὼν ἦν, ὅπερ ἔφην, καὶ τὸν αὐτὸν ἔδει καὶ τὸ εἰκεῖον παιδεύειν, καὶ πείθειν, καὶ πρὸς εὐσεβείας καταρτίζειν, καὶ τὸ ἀλλότριον ἀποσκευάζεσθαι· μᾶλ λον δὲ καὶ τοὺς τῆς κακοδοξίας ἐξελέγχειν προστά. τας, βλασφημίας εἰς τὸ ὕψος λαλοῦνται. Εθεντο γὰρ καὶ εἰς οὐρανὸν τὸ στόμα, κατὰ τὸν μακάριον φάναι Δαβίδ, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς, τὸν οὐρανὸν κλινόντων εἰς γῆν, καὶ μετὰ τῆς κλίσεως ἀριθμούντων φύσιν τὴν ὑπερκόσμιον ἦν οὐδὲ χωρεῖν ἡ κτίσις δύναται, καν μεθ' ἡμῶν το γένηται λόγῳ φιλανθρωπίας, ἵν᾿ ἡμᾶς ἑλκύσῃ πρὸς ἑαυτὴν χαμαὶ κειμένους. 'Αλλ' ἐκεῖνοι μὲν τοιοῦτοι καὶ οὕτως ἔχοντες, ἄλλοι Σεναχηρείμ τινες, καὶ Να βουχοδονόσοροι κατά Ιερουσαλήμ τε καὶ Ἰουδαίας, Η Δαρείοι, καὶ Ξέρξαι, καὶ ἡ πολυθρύλλητος Περ σική στρατιά, καὶ ἀριθμοῦ κρείττων, ω; φασί, κατά τῆς Ἑλλάδος. Μᾶλλον δὲ τοῖς διδασκάλοις τούτοις καὶ αὖθις δεν παραχωρῆσαι τοῦ λόγου, τὰ ἑαυτῶν ὑπὲρ πᾶσαν καὶ γλώτταν, φημί, καὶ διάνοιαν ἄριστα διδάσκουσι, καὶ ὡς οὐδείς πω τῶν πάντων. Ην ὅτε ήκμαζε τὰ ἡμέτερα, φησί, καὶ καλῶς εἶχεν, ἡνίκα τὸ μὲν τις ριστὸν τοῦτο, καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον οὐδὲ πάροδον εἶχεν εἰς τὰς θείας αὐτ λὰς, τὸ δὲ ἁπλοῦν τε καὶ εὐγενὲς τοῦ λόγου εὔσε δεῖν ἐνομίζετο. Αφ' οὗ δὲ Σέξτοι, καὶ Πύρρωνες, καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσημα δεινὸν καὶ κακόηθες τὰς ἐκκλησίας ἡμῶν εἰσέφθειρε και ἡ φλυαρία παίδευσις ἔδοξε, καὶ ὅ φησι περὶ ᾿Αθη ναίων ἡ βίδιος τῶν Πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν ἢ λέγει· τι καὶ ἀκούειν καινότερον· ταύτης τῆς λύσσης ἤρξατο μὲν Ἄρειος ὁ τῆς μανίας ἐπώ νύμος, ὃς καὶ δίκην ἔδωκεν ἀκολάστου γλώσσης τὴν ἐν βεβήλοις τόποις κατάλυσιν, εὐχῆς ἔργον οὐ νόσου ταμία,
col. 783–784page 37 of 57
PG 154:783προδοσίᾳ τοῦ λόγου· διαδεξάμενοι δὲ ἄλλοι τὴν νό σον, τέχνην ἀσεβείας ἐδημιούργησαν, οἳ τῷ ἄγεννήσῳ τὴν θεότητα περιγράψαντες, τὸ γεννητόν, οὐ μόν νον δὲ, ἀλλὰ καὶ τὸ ἐκπορευτὸν, ἐξώρισαν τῆς Θεό τητος, ὀνόματος κοινωνίᾳ μόνον τὴν Τριάδα τιμή σαντες· ἦν μηδὲ τοῦτο αὐτῇ τηρήσαντες. γενόμενος, καὶ τὴν Ἰούδα βήξιν ὑποστὰς ἐπ᾿ ἔσῃ 'Αλλ' ἡμεῖς, εἰδότες τὸ μὲν εἰς ἀριθμὸν ἕνα τα τρία συστέλλειν ἀθεότητος ὄν, καὶ τῆς Σαβελλίου καινοτομίας, ὅς πρῶτος συστολὴν θεότητος ἐπενόησε τὸ δὲ τὰ τρία διαιρεῖν φύσεσι κατατομήν θεότητ τος ἔκφυλον· καὶ τὸ ἐν καλῶς ἐτηρήσαμεν, θεότητα γάρ' καὶ τὰ τρία εὐσεβῶς ἐκηρύξαμεν, Ιδιότησε γάρο οὔτε τῷ ἑνὶ συγχέαντες, οὔτε τοῖς τρισὶ διαστήσαντες, ἀλλ' ἐν ὅροις μείναντες τῆς εὐσεβείας, τῷ φυτ γεῖν τὴν ἄμετρον ἐπὶ θάτερα κλῆσιν τε καὶ ἀντίθεσ σιν. Διὰ τὴν μέσην βαδίζοντες, φησὶ, καὶ βασιλικὴν (ἐν ᾧ καὶ τὸ τῶν ἀρετῶν ἕστηκεν, ὡς δοκεῖ τοῖς περὶ ταῦτα δεινοῖς), πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, ὁμοούσιά τε καὶ ὁμόδοξα, ἐν οἷς καὶ τὴν τελείωσιν ἔχει, ἔν τε ὀνόμασι καὶ πράγμασιν τὸ βάπτισμα (οἶδας ὁ μυηθεὶς) ἄρνησις ἂν ἀθείας, καὶ ὁμολογία θεότητος· καὶ οὕτω καταρτιζόμεθα, τὸ μὲν ἐν τῇ οὐσίᾳ γινώσκοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσε κυνήσεως, τὰ δὲ τρία ταῖς ὑποστάσεσιν, εἶτ᾽ οὖν προσω ώποις, ὅ τισι φίλον. Μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν, ὥσπερ ἐν ὀνόμασι και μένης ἡμῖν τῆς εὐσεβείας, οὐκ ἐν πράγμασιν. Ἀλλὰ δέδοικας μὴ τριθεῖαν ὀνειδισθῇς. Ἔχε σὺ τὸ ἀγαθὸν, τὴν ἐν τοῖς τρισὶν ἔνωσιν· ἐμοὶ τὴν μάχην παραπεμα ψον. Ἔασον ἐμὲ ναυπηγὸν εἶναι, σὺ χρῶ τῇ νησι Καὶ εἰ ναυπηγός ἐστιν ἕτερος, ἐμὲ λάβε τῆς οἰκείας αρχιτέκτονα. Σὺ ταύτην οίκει μετὰ ἀσφαλείας· καὶ εἰ μηδὲν ἐμόχθησας, οὐχ ἧττον εὐπλοήσεις. Η εται τὴν οἰκίαν ἐμοῦ τοῦ ταῦτα κατασκευάσαντος, καὶ τὰ μηδὲν περὶ ταῦτα πεφιλοπόνηκας. Εἴσω τῆς νερο λης χωρήσωμεν. Δός μοι τὰς πλάκας τῆς σῆς καρ δίας. Γινομαί σοι Μωϋσῆς, εἰ καὶ τολμηρὸν εἰπεῖν, ἐγγράφω δακτύλῳ Θεοῦ νέον δεκάλογον ἐγγράφω σύντομον σωτηρίαν. Εἰ δέ τι θηρίον αἱρετικῶν καὶ ἀλόγιστον, κάτω μεινάτων ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. ἀθεΐας, τριβεία, Τα Τα ἀθεΐαν, Οὐ μάτην ἄρα, οὐδ᾽ ἔξω τοῦ σκοποῦ βάλλων ἐγὼ ἐκεῖνα περὶ τῶν ἰσαποστόλων, καὶ ἀποστόλων τούτων, και κορυφαίων θεολόγων φθάσας ἔλεγον, ὅτι καὶ τού τους μετά Πέτρου, καὶ Παύλου, καὶ τῶν υἱῶν τῆς βροντῆς, τῶν τοῦ πρώτου χορού, φημί, κορυφαίων, εἰς τὸν κόσμον Χριστὸς ἐξαπέστειλε, τὴν δευτέραν ἀθείαν, καὶ τὴν λατρείαν τῶν κτισμάτων, μετ' ἐκεί νους καὶ σὺν ἐκείνοις δυνάμει λόγου καὶ τῆς ἀληθινῆς καὶ πρώτης σοφίας τῷ πυρὶ τοῦ πνεύματος καταφλέ ξοντας, καὶ τὴν Ἐκκλησίαν ἐκείνου κινδυνεύουσαν ἐκλιπεῖν ἤδη τῷ χειμῶνι, καὶ ταῖς δαιμονικεῖς ἀντιπνοίαις θερμανοῦντας καὶ ἀναζωπυρήσοντας, δι' ών δήπου και τὸ καλῶς ζὴν ἡμῖν, καὶ ἱερᾶσθαι, καὶ διδάσκειν, καὶ
col. 785–786page 38 of 57
PG 154:785εἶως ἀκροάσθαι, καὶ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν ἐπι γινώσκειν πίστιν, καὶ πολιτείαν ἀπταίστως καὶ καθα ρῶς τῇ ἐκείνου σοφῇ προνοία περίεστι. Ηκούσατε γὰρ τῶν θείων ἐκείνων φωνῶν, ἃς δι' αὐτῶν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον θεοπρεπῶς ἀπεφθέγξατο. Εβρόντησε καὶ γὰρ ὄντως ἐξ οὐρανοῦ ὁ Κύριος, καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ, καὶ διὰ τούτωνὶ τῶν μεγάλων καὶ ἔφασαν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένη, καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακώβ Ατινα δὴ ταῦτα, καὶ ὅντινα τὸν σάλον αὐτῶν ὑπο ληπτέον; Οἶμαι δὲ τοὺς ἀπὸ γῆς καὶ κοιλίας φω νοῦντας, καὶ τὰ τοῦ πνεύματος λαλεῖν ἐπιχειροῦντας χωρίς πνεύματος. Οὓς οὐκ ἀπέστειλα, φησὶν ὁ Θεὸς, καὶ αὐτοὶ προεφήτευον. Ἔτι δὲ καὶ τὸν αὐτοὺς ὑποκινοῦντα, καὶ λαλεῖν τὰ τοιαῦτα δια δάσκοντα, τὸν προστάτην καὶ ἀρχηγόν φημι τῆς κακίας ἄνωθεν, ὃν δήπου καὶ ὄρος μέγα, και Λευί αθαν τῇ θείᾳ Γραφῇ καλεῖν ἔθος, τῷ φωτὶ τοῦ προσ ώπου Κυρίου σαλευόμενόν τε, καὶ κλονούμενον, καὶ ἐλιγγιώντα. Ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, φησὶν ὁ μεγαλοφωνότατος Ησαΐας, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Καὶ ἵνα πάλιν πρὸς τὸν σοφώτατον ἐπανέλθω Δαβίδ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ο καὶ Παῦλος ὁ μέγας περὶ ἑαυτοῦ καὶ τῶν συναποστόλων ἐκεῖθεν ἐξείλησε. Καὶ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, φησί· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει το στερέωμα. Καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται βήμα, καὶ νὺξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐδὲν γὰρ τὸ κωλύον καὶ ἡμέραν τὴν τοῦ Πνεύματος ἐπικαλεῖν χάριν διὰ τὴν τοῦ φωτὸς αἴγλην καὶ τὴν λαμ πρότητα, καὶ νύκτα τὴν αὐτὴν αὖθις διὰ τὸ βαθύ τε καὶ δυσθεώρητον. Εθετο γάρ, φησί, σκότος ἀπο κρυφὴν αὐτοῦ, τὸν θεῖον αὐτοῦ λόγον, καὶ τὸ βά θος τῆς γνώσεως, καὶ τῆς σοφίας, τοὺς τοῦ φωτὸς καὶ τῆς ἡμέρας υἱοὺς τούτους διδασκούσης οὓς και νύκτα τις εἰπὼν, οὐκ ἂν ἁμάρτῃ τοῦ προσήκοντος, οἶμαι, διὰ τὸν ἐπιπροσθοῦντα δηλαδὴ τοῦ σαρκίου ζόφον, καὶ τὴν ἀχλύν, τῷ φωτὶ τῆς δόξης Κυρίου διακοπτόμενα· κατὰ τὸν αὐτὸν αὖθις εἰπεῖν προφή την, "Ο Θεός μου, φωτιεῖς τὸ σκότος μου, λέσ γοντα. Και, Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου. Καὶ Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. Καὶ ὁ αὐτὸς αὖθις· Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούωνται αἱ φωναὶ αὐτῶν· τοὺς λόγους ἐκείνους, καὶ τὰς ἄνω δεν φερομένας τούτων φωνὰς ἡ βροντὰς προαναφωνῶν· πᾶσαν ἀκοήν τε καὶ γλῶσσαν, ἀπ᾿ ἄκρων γῆς εἰς ἄκρα διαλαβούσας, καὶ πάντα κατασχούσας τῇ μεγαλοφωνίᾳ τὰ πέρατα. Περὶ ὧν δήπου καὶ τὸν θαυμαστὸν οἶμαι προειπείν Ησαίαν, Επ' όρους ὑψηλοῦ ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών (την
col. 787–788page 39 of 57
PG 154:787η Χριστοῦ Ἐκκλησίαν φημί). Ὕψωσιν τῇ ἰσχύν την *. Εἰ φωνήν σου, ὁ εὐαγγελιζόμενος "Ιερουσαλήμ, πάλι καὶ γὰρ ἡ ἀδικία αὐτῆς. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Αλλ' ἐπεὶ καὶ τοῦ θεόπτου καὶ νομοθέτου Μι σέως οι θεόπται καὶ νομοθέται θεολογοῦντες καὶ διδάσκοντες οὗτοι προ βραχέος εμνήσθησαν· εἴσω καὶ γὰρ, φησί, τῆς νεφέλης χωρήσωμεν· δός μοι τὰς πλάκας τῆς σῆς καρδίας· γίνομαι σοι Μωϋσῆς (εἰ καὶ τολμηρὸν εἰπεῖν)· ἐγγράφω δακτύλῳ Θεοῦ νέον δεκάλογον· ἐγγράφω σύντομον σωτηρίας· οὐδὲ τοῦτο δεῖν, οἶμαι, παραδραμεῖν ἀθεώρητον κατά δύναμιν, καὶ μάλιστα παρ' αὐτῶν ἐκείνων οὕτω ῥηθὲν ὑψηλῶς τε καὶ μεγαλοπρεπῶς. Τί οὖν φημι; Καὶ τὶς ὁ ἐμὸς λόγος; Καὶ οὗτοι, κατὰ Μωσία τὸν μέγαν τὴν ποιμαντικὴν βάβδον ἐγχειρισθέντες παρά τοῦ ὄντος, καὶ θεοὶ Φαραώ χρισθέντες, καὶ τῆς περι αὐτὸν ἀντικειμένης δυνάμεως, εἴς τε τὴν σκοτεινὴν καὶ διώκτριαν Αίγυπτον, τὴν πονηράν φημι καὶ ἀλόγιστον ἀθεῖαν, κατῆλθον, καὶ λόγῳ θείῳ, καὶ δακτύλῳ Θεοῦ, κατ' ἐκεῖνον, πληγαῖς βαρυτάταις ταύτην ἐμάστιξαν. Εἶτα καὶ τὸν τοῦ Κυρίου λαὸν ἐκεῖθεν ἐξαγαγόντες, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι υψηλῷ, τόν τε βυθὸν τῆς ἀλμυρᾶς ἀπι στίας ξύλῳ σταυροῦ, καὶ τῇ τοῦ ἐν αὐτῷ παγέντος θαυμαστῇ ἐκμιμήσει καὶ κοινῇ σωτηρίᾳ, ἣν ἐν μέσῳ τῆς γῆς αὐτὸς μόνος εἰργάσατο, μετ' ἐκεῖνον, καὶ σὺν ἐκείνῳ διέρρηξαν, καὶ τὸν Ασσύριον, καὶ υπερήφανον νοῦν, τὸν νοητὸν Φαραώ λέγω, παν στρατὶ κατεβάπτισαν, ἵππους, καὶ ἀναβάτας, τρι στάτας αὐτόθι καταποντίσαντες, καὶ τὸν ἐπινίκιον αὐτοί τε μεγαλοπρεπῶς ᾄσαντες, καὶ τὸν τοῦ Κυ ρίου λαὸν ἄδειν ὡσαύτως διδάξαντες. Ἐπὶ τοῦ ὅρους ἀνῆλθον μετὰ Μωσέως, καὶ οὗτοι τὸν ᾿Αμπ λήκ, τὸν πονηρὸν τῶν παθῶν προστάτην, Εκτάσει χειρῶν καὶ τύπῳ καινοῦ μυστηρίου ταῖς ἀλαλήσεις ενεργείαις τοῦ νοῦ καθεῖλον· μετὰ τὴν πρώτην και μεγάλην ἐκείνην νίκην Ιταμῶς τῷ λαῷ Κυρίου καὶ πάλιν επιτιθέμενον. Στύλο φωτὸς καὶ νεφέλης ἐν ἐρήμῳ τούτους ὠδήγησαν. Τὸ μάννα τὸ νοητόν, Χριστὸν, εἰς τροφὴν ἀμβροσίαν ἀφθόνως τούτοις δεδώκασιν· ἐξ ἀκροτόμου πέτρας, τῆς δεσποτικῆς δηλαδή πλευρᾶς, μέλι καινῶς τούτους εχόρτασαν, ὅσῳ ταῦτα τῶν τύπων ἐκείνων ὑψηλότερά τε καὶ μεγαλοπρεπέστερα. Εἶτα τί; Τὸ Σίναιον ἀναβάντες λόγῳ Θεοῦ, ἀστραπῶν καὶ βροντῶν δίχα, καὶ θυέλλης, καὶ γνόφου (τοὺς ὑπ' αὐτοῦ μυσταγωγουμένους ἐκδειματούντων), τό τε πῦρ διακόπτουσι, καὶ μετὰ Μωσέως τῆς νεφέλης εἴσω χωροῦσι, καὶ πλαξὶν οὐ λιθίναις, ἀλλὰ καρδίαις σαρκίναις, δακτύλῳ θεοίς κατ' αὐτοὺς ἐκείνους αὖθις εἰπεῖν, ἐγγράφουσι νέον δεκάλογον, ἐγγράφουσι σύντομον σωτηρίας, ἔνθεν μὲν τὸ τῆς μεγάλης Τριάδος, καὶ δὴ καὶ τὸ τῆς Χριστοῦ οἰκονομίας, θεῖον μυστήριον, ἐκεῖθεν δὲ τὴν εὐαγγελικήν πολιτείαν, καὶ τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν ἐγχαράττοντες (ἐπειδὴ πίστις χωρίς έργων νεκρά, ὡς ἔργα δίχα πίστεως, αὐτοὶ φθά σαντες ἔφησαν), εἶτ᾽ ἐκεῖθεν οὐκ ἔτι μετὰ Μωσέως,
col. 789–790page 40 of 57
PG 154:789ἀλλ' ὑπὲρ Μωσία τὴν ψυχὴν καὶ τὰ πρόσωπα δοξά ζονται. ῞Οπερ γὰρ ἐκεῖνος ἐπὶ τῆς ὄψεως ἔφερεν, ἐπὶ τῆς ψυχῆς εἶχον οὗτοι μεγαλοπρεπέστερόν τε καὶ ὑψηλότερον. Οἱ αὐτοὶ καὶ τοῦτο φασίν. Οὐ μὴν ἀλλὰ καὶ Χριστὸς αὐτὸς, αὐτὸ τοῦτο διὰ τῶν πρώ των μαθητῶν τε καὶ ἀποστόλων πρὸς αὐτοὺς φθάν σας, ἔλεγεν, ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν & βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ὁ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἐκ τοῦ τῆς θεοφανείας δρους θεοειδεῖς καὶ θεο φόροι, καὶ ἥλιοι άλλοι κατέρχονται· μᾶλλον δὲ καὶ τῆς νεφέλης εἴσω τους μυσταγωγουμένους (ὡς αὐτ ) τοί φασι) μετὰ Πέτρου τε καὶ τῶν υἱῶν τῆς βρον τῆς ἀποῤῥήτως εἰσάγουσί τε καὶ συνεισάγουσιν ἑαυτοῖς· καὶ τῇ ἐκεῖθεν αἴγλῃ καὶ ταῖς μυστικαῖς λαμπηδόσι τῆς ἀνωτάτω Τριάδος τῆς πηγῆς τῶν φώτων καταφωτίζουσιν· οὐ τὰ ἔκφορα μόνον τοῦ μυστηρίου, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπέβω βητα μυσταγωγοῦντες ἐκεῖνα, καθάπερ εἰπόντες ἔφθησαν, ἀλλὰ καὶ τὰ ἐκείνων ἐνδότερα και μυστικώτερα. Ἔχεις καὶ γὰρ, φησί, τοῦ μυστηρίου τὰ ἔκφορα, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόρ ῥητα· τἄλλα δὲ εἴσω μαθήσῃ, τῆς Τριάδος χαριζου μένης δηλονότι μετὰ τὸ βάπτισμα καὶ τὴν κάθαρσιν, ἃ καὶ κρύψεις παρὰ σεαυτῷ σφαγίδι κρατούν μενα. Καὶ τίνα ταῦτα, καὶ ἡλίκα, καὶ ἔθεν ήκοντα, οἱ αὐτοὶ καὶ πάλιν ἐκδιδάσκουσι τοὺς μεμυημένους ἐν τῷ αὐτῷ πνεύματι, εἰ καὶ ἀμυδρότερον ἔτι, καὶ οὐκ ἔξω παντελῶς τῶν προκαλυμμάτων καὶ τῶν ἐσόπτρων διὰ τὴν προβεβλημένην ἀρχὴν καὶ τὸν τῆς σαρκὸς ζόφον, οἷς συνεζευγμεθα. Τούτου τοῦ θείου καὶ ἀγαθοῦ Πνεύματος, ὦ θεο φόροι διδάσκαλοι, καὶ ὑμεῖς τῶν χαρισμάτων καὶ τῆς ἐνεργείας πλησθέντες, καὶ ὅλον σχόντες ἐν ἑαυ τοῖς, διὰ τούτων τὸν ἕνα τῆς Τριάδος, τὸν ὅλον ἑκάστῳ διαφόρως ἐνοικοῦντα, καὶ ὅλον ὄντα μετὰ Θεοῦ, καὶ πληροῦντα τὸ πᾶν, καὶ ὑπὲρ τὸ πᾶν, καὶ τοῦ παντὸς ὄντα ἔξω, ὡς αὐτοὶ καὶ ταῦτα εἰρήκατε ἐδέξασθε γὰρ καὶ αὐτοὶ τὰς πυρίνας γλώσσας μετά τῶν ἀποστόλων ἐν ὑπερῴῳ τόπῳ, τῆς ὑψηλῆς, φημί, τοῦ νοῦ φυλακῆς τε καὶ θεωρίας ὑμῶν, οὐκ ἀπὸ τελωνῶν, καὶ σκυτοτόμων, καὶ ἁλιέων κατ' ἐκείνους κληθέντες εἰς ἀποστόλους καὶ μαθητας (εκδίκησε καὶ γὰρ ὁ Θεὸς τὸ τηνικαῦτα διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· Επειδή, φησὶν, ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος, διὰ τῆς σοφίας τὸν Θεὸν), ἀλλ' ἀπὸ ῥητόρων, και φιλοσόφων, καὶ διαλεκτικῶν καὶ σοφῶν ἐπὶ τὴν ἀληθινὴν καὶ πρώτην ἐλθόντες σοφίαν καὶ τὴν ἀπο στολὴν, ἵνα καὶ διὰ τῆς κάτω σοφίας, ώσανεί τινος σκευοφόρου καὶ ὑπηρέτιδος, ἐξελεγθῇ τὸ μωρὸν ὄντως καὶ ἀσθενὲς τῶν ἔξω σοφῶν· πρὸς τὴν ἡμε τέραν ἐξήλθετε σωτηρίαν, ὥσπερ τινὲς ἄλλοι κατὰ χάριν θεοί, καὶ πλάσται τῶν σωζομένων, τῇ δυνάμει τοῦ πάντων δημιουργοῦ τε καὶ πλάστου, καὶ μόνου κατὰ φύσιν Θεοῦ. Καὶ Μωτῆς μὲν ὁ μέγας ἐκεῖνος τὸ βραδύ τε καὶ Ισχνὸν τῆς γλώττης καὶ τῆς φωνῆς ἑαυτοῦ προβάλω
col. 791–792page 41 of 57
PG 154:791λόμενος, ὡς δὲ καὶ Ἱερεμίας ὕστερον τὸ νεάζον Αι τῆς σωματικῆς ἡλικίας, καὶ πρὸς διδασκαλίαν δῆς θεν οὐκ εὔκαιρον ὤχνουν, τὴν προφητείαν καὶ τὴν θείαν ἀποστολὴν ἀνεβάλλοντο, καὶ τὸ κήρυγμα ὑμεῖς δὲ τὴν περὶ τούτου θαυμαστὴν ἀποκάλυψιν, καὶ τοὺς ἐκεῖθεν δεδεγμένοι χρησμούς, δειλίαν απορρίψαντες πᾶσαν, καὶ πάντας ἀνθρωπίνους ἀποβαλόμενοι λογισμούς, τῷ καλέσαντι προθύμως οι γενναῖοι καὶ ἀνδρικῶς ἐξηκολουθήσατε, Ιδού ἐγώ εἰμι, ἀπέστειλόν με, μετὰ Ἡσαΐου καὶ αὐτοὶ πρὸς τὸν Θεὸν φήσαντες ἄντικρυς. Οθεν καὶ τὸν νοητὸν ὑπὲρ ἐκεῖνον ἄνθρακα ἐκ τοῦ θείου και υπερφυοῦς θυσιαστηρίου, καθάπερ τινὶ λαβίδι, τῇ μεγάλῃ τοῦ πνεύματος ενεργείᾳ οἱ μεγάλοι δεξι μενοι, οὐκ Ἰουδαίους μόνον καὶ Σύρους, καὶ Αἰγυ πτίους, ἢ τοὺς δεῖνας, καὶ τοὺς δεῖνας, ἀλλ' ἀνατολὴν τε, καὶ δύσιν, βορείαν τε καὶ νοτίαν λέξιν, και πᾶσαν ἁπλῶς, ὅσην ὁ σωτήριος ἐπέδραμε λόγος, ἔργον ἑαυτῶν ποιοῦνται καὶ σπούδασμα, κλονουμένην στηρίξαι, καὶ δονουμένην ταῖς ἀντιθέτοις γλώσσαις σθενῶσαι τῷ τῆς ἀληθείας ὑγιεῖ λόγῳ σπουδάσαντες. 'Αλλ' ὁ μὲν τῆς μεγάλης τῶν Καισαρίων Εκκλησ σίας τότε προκαλεσθείς μεγαλοπρεπῶς, καὶ ὥσπερ Ιερόν τε πρυτανείον, ἢ τῶν τῆς οἰκουμένης Εκκλησ σιῶν ἁπασῶν ἐπισκοπήν τε καὶ ἀρχεῖον ταύτην πεποιημένος, αὐτόθεν ἐπιστατεί πάσαις καὶ λόγους καὶ ἔργοις, καὶ παντὶ τῷ δυναμένῳ καὶ πεφυκότι, τὸ κατ' ἐκείνας οἰκονομῶν, ἐν τῇ μεγάλη δυνάμει τοῦ Πνεύματος, γράφων, διδάσκων, παραινών, ἐπιστέλλων, διαλεγόμενος, ἐλέγχων, παρακαλών βασιλέας, υπάρχους, στρατηγούς, ἄρχοντας, κλῆρον, λαόν, τοὺς κοινωνικούς και μονάζοντας, άνδρας ὁμοῦ καὶ γυναῖκας, χώρας όλας, καὶ πόλεις, τοῖς κακοῖς ποιμέσι καὶ προστάταις τῆς ἀθείας ἑαυτὸν ἀντεπεξάγων, καὶ λόγοις καὶ γράμματι βητορεύων, φιλοσοφών, θεολογῶν καὶ λογογραφών υψηλής μετὰ τοῦ Πνεύματος τὴν εὐσέβειαν, ὡς καὶ αὐτὸν μετὰ Παύλου τοῦ μεγάλου δύνασθαι λέγειν, "Η επι σύστασίς μου ή καθ' ἡμέραν ἡ μέριμνα πασών τῶν ᾿Εκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ τις σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οἱ δὲ τῆς μεγίστης καὶ βασιλίδος ταύτης τῶν πόλεων τὴν ἱερὰν ἡγεμονίαν καὶ τὴν ἀρχὴν προνοία Θεοῦ κατὰ καιρὸν ἐγχειρισθέντες, ἑκάτερος καὶ τοῖς ὑψηλοῖς τε καὶ θείοις, καὶ οἷς ἡ μεγάλη καὶ ὑπερφυής τοῦ Θεοῦ βασιλεία ἐκλάμπει, καὶ τοῖς αὐτὴν ἐκζητοῦσι προσγίνεται, μεγίστην καὶ βασι λίδα τῷ ὄντι τῶν ἀπανταχοῦ τῆς ἀπειργάσαντο καὶ δι' αὐτῆς τε, καὶ ἐξ αὐτῆς, ὥσπερ ἐξ ἀφετηρίας καὶ ἱεροῦ τινος ὁρμητηρίου, τῷ θείῳ λόγῳ καὶ ταῖς σεπταῖς διδασκαλίαις τὰ τῆς οἰκουμένης περιέλαβον πέρατα· τοσοῦτον ἀποκρύψαντες τους σε πρὸ αὐτῶν καὶ τοὺς μετ' αὐτοὺς πάντας, ὅσοι δηλαδὴ τὴν ἡγεμονίαν ταύτης καὶ τὴν Ιερατικήν προστασίαν μετὰ τοὺς κορυφαίους Χριστοῦ μαθητὰς καὶ τὸ εὐαγγελικόν ενεχειρίσθησαν κήρυγμα, ὡς μικροῦ καὶ ἀγνοεῖσθαι τῷ πλείστῳ μέρες τῆς Ἐχ
col. 793–794page 42 of 57
PG 154:793κλησίας πάντας ἐκείνους σχεδόν, καὶ μηδ' ἐξ ὀνό ματος παρά τούτους γινώσκεσθαι· καίτοι γε καὶ πολλῶν ἀναδειχθέντων ἐν τῷ μέσῳ, καὶ κατὰ και τὸν καὶ λαμπρῶς ἀνακηρυχθέντων καὶ λόγῳ καὶ πολιτεία. Αλλ' οὗτοι καὶ κατ᾿ ἄμφω πάντας τῷ περιόντι τῆς αἴγλης οὕτως ἀπέκρυψαν, ὥσπερ ἀστέρας ἥλιος. Εἰ δέ τινες καὶ μετὰ τοὺς γενναίους τούτους υψηλόν τι καὶ γενναῖον ἐπὶ τὴν ἀρχὴν τῆς μεγίστης τῶν Ἐκκλησιῶν παρελθόντες κατορθοῦν ἔδοξαν, ἢ καὶ κατώρθωσαν, εὐθὺς καὶ ἡ κλήσες αὐτοῖς ἐκεῖθεν, καὶ τὸ καινὸν παρὰ τῶν πιστῶν πρόσρημα, τῶν μὲν προσόντων ονομάτων τῶν ποι μένων εκάστων σιυπωμένων. Οὕτω καὶ τῶν μεγάλων ἐκείνων, ἀνδρῶν τε καὶ γυναικῶν, καὶ πάντων ὁμοῦ τούτους ἀποκαλοῦντων, καὶ τὸν Θεολόγον, καὶ τὸν Χρυσολόγον, καὶ μετὰ πολλῆς τινος τῆς ἡδονῆς καὶ τῆς ἀξιώσεως ἐπιφημιζόντων αὐτοῖς· δεικνύσης τῆς Χριστοῦ Ἐκκλησίας καντεῦθεν, οὐδὲ χωρὶς Πνεύματος, οίμαι, ὡς πρῶτ τοι καὶ μόνοι σχεδὸν ἐκεῖνοι μετὰ τοὺς πρώτους ἀποστόλους καὶ ποιμένες εἰσι καὶ διδάσκαλοι τῆς Χριστοῦ Ἐκκλησίας, οὐκ ἄλλοι. Καὶ διὰ τοῦτο καὶ τῆς ἐκείνων διδασκαλίας, καὶ τῶν δογμάτων, καὶ τῆς θεολογίας, ὥσπερ τινῶν ἱερῶν πλακῶν καὶ θείων Εὐαγγελίων ἀντεχομένη, καὶ ἴσα καὶ ψυχῇ καὶ ζωῇ ταῦτα φιλοῦσα, μᾶλλον δ' εἰπεῖν ἀληθῶς, καὶ ὑπὲρ κεφαλήν τε καὶ ζωὴν ἄγουσα, οὐδὲ τῶν προσηγοριῶν, οὐδὲ τῶν ἱερῶν ὀνομάτων ἐκείνων ἀφίστασθαι θέλει· ἀλλὰ καὶ οὓς τῶν διδασκάλων μετ' ἐκείνους φιλοῦσι καὶ τοῦ χαρακτῆρος ἐκείνων, καὶ τῆς διδασκαλίας ίχνη καθορῶσιν, ἢ καὶ ἐριν τέως ἐν τούτοις δοκοῦσι, ταῖς ἐκείνων ἀποκαλοῦσι προσηγορίαις, τόν τε πρὸς τοὺς μεγάλους ἀφοσιού. μενος πόθον (φιλοῦσι καὶ γὰρ, φησίν, οι σφόδρα περί τι ερωτικῶς διακείμενοι ήδέως συνεῖναι καὶ τοῖς ὀνόμασι), καὶ τούτους ἐξ ἐκείνων τῶν μεγάλων τιμώντες, καὶ δεικνύντες, ὡς οὐ πόρρω τῶν σκιῶν καὶ τῶν ἐνδαλμάτων τέως τῶν ἡλίων ἐκείνων ἑστή κατα. Μέγα γὰρ τούτοις καὶ τοῦτο. ὁρᾶν δὴ καὶ τῶν σοφῶν τις μικρῷ πρὸ ἡμῶν καθη ἑαυτὸν ὥσπερ ὑποθαυμάζων, καὶ τὸ μέγεθος τῆς παντοδαπής σοφίας, καὶ τὴν τοῦ λόγου πηγὴν, καὶ τὸ ὕψος ὁμοῦ καὶ τὸ πλάτος τῆς τῶν μεγάλων δια δασκαλίας ὑπερφυῶς ἐκπληττόμενος, καὶ οἷον εἰς μόνα τινὰ τοῦ κατ' αὐτοὺς πράγματος ἀναπλάττειν ἐθέλων, οὕτω πως ἔλεγε πρὸς τοὺς τότε συνόντας" Εἴ τις, φησί, τῷ μεγάλῳ καὶ ὑψηλῷ τούτῳ κίονι, τῷ τὸν βασιλικὸν ἀνδριάντα ὑπὲρ τῆς κεφαλῆς φέροντι (ἐκεῖνον δηλαδὴ τὸν κίονα λέγων, τὸν πρὸ πυλῶν τοῦ μεγίστου νεώ τῆς τοῦ Θεοῦ σοφίας ἱστά μενον), εἴ τις οὖν ἐκείνῳ, φησί, τοιοῦτον καθ' ὑπόθεσιν ἕτερον ἐπέθηκε κίονα, καὶ ἐπὶ τούτῳ τρίτον ὡσαύτως ἄλλον ἀνέστησιν, ἴσους ἐκείνῳ τὸ ὕψος τε καὶ τὸ μέγεθος, ἐπὶ τῆς ἄκρας τοῦ τρίτου τῆς κορυφῆς ἐκείνου, δίον, εἶπον ἂν ἔγωγε, εἶναι τοὺς τρεῖς παγκοσμίους διδασκάλους τούτους ἴστα σθαι, καὶ διδάσκειν ἐμοῦ τὴν ὑφ' ἥλιον, ἐπὶ τῆς γῆς κάτω, περὶ τὴν τοῦ πρώτου, φημί, στύλου
col. 795–796page 43 of 57
PG 154:795βάσιν, πάντας ὁμοῦ σοφούς τε καὶ διδασκάλους κύ κλῳ περὶ αὐτοὺς ἔχοντας, καὶ τὸν ἴδιον λόγον διδά σκοντας. Τοσούτον, φησί, τὸ κατ' αὐτοὺς ἐστι. Και ταῦτα μὲν ἐκεῖνος· ἐγὼ δὲ καὶ αὐτὸς τέως τῷ λόγῳ συντίθεμαι· καὶ κάλλιστα καὶ πρεπόντως εἰρῆσθαι τοῦτόν φημι, οἶμαι δ' ὅτι καὶ τῶν καλῶς ἐκείνους εἰδότων ἕκαστος. Καὶ Βασίλειος μὲν ὁμοῦ, καὶ Γρηγόριος οι με γάλοι, ἔργοις καὶ λόγοις, καὶ θείων Γραφῶν ἐξηγήσεσι καὶ θεολογίαις, καὶ παραινέσεσι ἠθικαῖς τὴν Χριστοῦ κατακοσμήσαντες Ἐκκλησίαν, ἀκριβῶς λέω γειν οὐκ ἔχω ἐν τίνι τῶν εἰρημένων τούτων τὸ πλέον ἐσχήκασι καὶ τοῦτο διὰ τὸ ἐν πᾶσιν ἄκρως, οἶμαι, τούτους ἐκλάμψαι, καὶ τοὺς βουλομένους (μετρεῖν τε καὶ παραμετρεῖν ἀλλήλοις ἐκεῖνα μηδε μῶς δύνασθαι. Τέως γε μὴν ὡς καὶ τοῖς πρὸ ἡμῶν τε καὶ τοῖς σὺν ἡμῖν ἔδοξε), τῷ τῆς θεολογίας δρες μᾶλλον καὶ τῷ λόγῳ προσέβησαν, καὶ τὰς θείας ἐκείνας φωνάς, καὶ τὴν ὑπερφυὰ καὶ μεγίστην τῆς μεγάλης Τριάδος θεολογίαν, παρὰ τοῦ Θεοῦ Λόγου τοῦ ἐν ἀρχῇ ὄντος, καὶ πρὸς τὸν Θεὸν ὄντος ἐν ἀπορρήτοις δεξάμενοι, πάντας ἐδίδαξαν· ὡς καὶ ἡμεῖς ἤδη φθάσαντες ἀπὸ μέρους διὰ τῶν θαυματ στῶν αὐτῶν λόγων καὶ τῆς θεολογίας εδείξαμεν, Ἐπεὶ καὶ πρὸς ταῦτα τοὺς γενναίους ο καιρός ἐκεῖνος μᾶλλον ἐκάλες, καὶ τὰ τῶν ἐκκλησιῶν πράγματα· καὶ μέγας τις ἦν τὸ τηνικαῦτα τοῖς εκκλησίαις ὁ χειμῶν, καὶ ὁ πόλεμος, Ιερέων, φεύ! ἀθεῖαν καὶ ποιμένων εἰς Θεὸν ἀσεβούντων, καὶ δεινῶς ἀφραινόντων, ᾗ φησιν ὁ θεῖος Ιερεμίας, βασιλέων συνηγορούντων, καὶ πικρῶς ἐπεκδικούντων τὴν άθελαν, καὶ τῶν περὶ τὰ βασίλεια οὐχ ἧττον σύν εὐνούχοις ἅμα, καὶ τῇ γυναικωνίτιδι, τῇ συνοίκῳ, φημί, καὶ συζυγία ταύτῃ τῷ τῆς κακίας ἀρχηγο συστρατηγούντων τε καὶ συναγωνιζομένων. Καὶ τοιούτων ἔδει τῶν κυβερνητῶν τε καὶ στρατηγών τῇ Χριστοῦ Ἐκκλησίᾳ. Διὰ τοῦτο καὶ πρὸς ταῦτα κληθέντες ἄνωθεν, ηπερ ἔφημεν ἤδη, καὶ τὴν τοῦ Θεοῦ πανοπλίαν καὶ τὴν σκευὴν περιθέμενοι, καὶ τὴν μάχαιραν ἐν χερσὶ λαβόντες τοῦ Πνεύματος, ο ἐστι ῥῆμα Θεοῦ, τὰ τῆς πλάνης καθεῖλον ἀνδρι χῶς ὀχυρώματα, τὸν ἰσχυρὸν ἐν κακίᾳ δήσαντες τῇ δυνάμει τοῦ Πνεύματος, καὶ διαρπάσαντες τὰ ἐκείνου σκεύη, καθά φησιν ἐν Εὐαγγελίοις Χριστός, νῦν μὲν πρὸς ὑπάρχους καὶ βασιλέας, νῦν δὲ πρὸς τους των Εκκλησιῶν ἡγεμόνας, καὶ λύκους μᾶλλον, καὶ δεινοὺς τῶν ποιμνίων απαράκτας, εὐχὶ ποιμέν νας, νῦν δὲ πρὸς τοὺς Ιουδαΐζοντάς τε καὶ ἑλληνία ζοντας ἀγωνιζόμενοι, καὶ μέχρις ἐξοριῶν καὶ θα νάτου, ὡς καὶ λίθους καθ᾿ ἑαυτῶν ἐπισπάσασθαι, κατὰ τῆς ἀσεβείας ἐπ' ᾿Εκκλησίας δημηγοροῦντες" εἰ καὶ τῶν κινδύνων καὶ τῶν θανάτων πάντων ἐκείνων θείᾳ δυνάμει δι' ἡμᾶς δηλονότι καὶ τὴν σωτη ρίαν τὴν ἡμετέραν ἐξάντεις ὤφθησαν. Ἰωάννης δ' ὁ τὴν γλῶτταν χρυσοῦς, εἰ μὲν οὐδὲν ἕτερον εἶδος αὐτῷ λόγων προσῆν, ἐκ μόνης ἂν τῆς μεγάλης καὶ θαυμαστῆς θεολογίας, καὶ τῶν ἀγώνων τῶν πρὸς Ελληνάς τε καὶ Ἰουδαίους, καὶ τῆς ἀνα τροπῆς αὐτῶν τέ φημι τούτων, καὶ δὴ καὶ τῶν προσ
col. 797–798page 44 of 57
PG 154:797ομοίων αὐτοῖς κακοδόξων, Αρειανῶν, λέγω, καὶ λά Σαβελλιανῶν ὁμοῦ, καὶ Μακεδονιανῶν, καὶ Μανι χαίων, καὶ Οὐαλεντινιανῶν, καὶ τῶν ἀπὸ Μαρκίωνος, καὶ μὴν καὶ τῶν τὴν εἰμαρμένην ἀσεβῶς παρεισαγόντων κατὰ τὸ αὐτόματον, θαυμαστός τις ἂν ἔδοξε καὶ ὑπερφυής, καὶ τῷ ὄντι τρισμέγιστος· νῦν δὲ ποταμοὶ μὲν θεολογίας ἐκ τοῦ Χριστοῦ στόματος καὶ τῆς αὐτοῦ θεολόγου γλώττης ανέβλυσαν, καὶ πᾶσαν ἐπότισαν τὴν γῆν, ὅσην ὁ σωτήριος περιέλαβε λό γος· τὸ δὲ τῶν λόγων αὐτοῦ πότιμον καὶ ἥδιστον πέλαγος, τὴν δὲ τῶν ὑψηλῶν τε καὶ ὑπερφυῶν νοη μάτων ἀπέραντον ἄβυσσον, τὴν δὲ ὑπὲρ ἄνθρωπον εὐπορίαν, τὸ δὲ ὕψος ἅμα καὶ τὴν σαφήνειαν, τὴν δὲ ἀπόῤῥητον ἡδονὴν ἐκείνην καὶ τὴν γλυκύτητα, τὴν δὲ ῥητορικὴν πιθανότητα, καὶ τὸ μετὰ τῆς ἀλη θείας τῶν λόγων ἰσχυρόν τε καὶ βίαιον, παῖδας ἀπο δεῖξαν τοὺς ἐν τοῖς λόγοις εὐδοκιμήσαντας "Ελληνας, δι' ὧν τήν τε παλαιὰν ὁμοῦ καὶ τὴν Νέαν πᾶσαν Γραφὴν ἐξηγήσατο, καὶ τὰ βαθέα καὶ δύσληπτα ταύτης εἰς φῶς τε καὶ σαφήνειαν ἤνεγκε, καὶ τὰς τελετὰς τῶν σεπτῶν μυστηρίων ἀνύμνησε, καὶ Πα τέρας ἱερούς, καὶ μάρτυρας ἀνευφήμησε, καὶ τὸν ἠθικὸν καὶ συμβουλευτικὸν λόγον ὥσπερ τινὰς πη γὰς ἀεννάους και γεύματα ποταμῶν ἀειρούτων ἐκ τῆς κεχαριτωμένης καρδίας ἀνέδωκεν, ὡς ποτὲ μὲν τὸ πλῆθος αὐτῶν ὑπὲρ τὸ κάλλος θαυμάζεσθαι, ποτέ δὲ τὸ κάλλος ὑπὲρ τὸ πλῆθος· μᾶλλον δ' ἀεὶ καὶ ἀμφότερα· ὡς καὶ τὰ τῶν Σειρήνων, εἴπερ μὴ μῦθος ἦν, λῆρον ἀτεχνῶς εἶναι πρὸς ταῦτα καὶ παιδιάν. Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα οὐ μόνον οὐκ ἐπαι μέσαι τις πρὸς ἀξίαν, ἀλλ' οὐδὲ κατὰ μέρος διεξελθεῖν γοῦν, καὶ ὑπογράψαι τῷ λόγῳ δυνήσεται, εἰ μὴ κυάθῳ τὸ 'Ατλαντικὸν ἀναμετρεῖν πέλαγος, καὶ και τύλῃ τὸν μέγαν Νεῖλον, ἢ τὴν Εὐφράτην ἀρύεσθαι βούλοιτο. Ἐκεῖνα δὲ τὸν κόσμον, ᾗπερ ἔφην, διαλαβόντα, οὐ δι' Ελλήνων καὶ Ῥωμαίων μόνον, ἀλλὰ καὶ διὰ Σύρων, καὶ Αἰγυπτίων, καὶ Μαύρων, και Ισπανῶν, καὶ Γότθων, καὶ Τριβαλλῶν, καὶ Σκυθῶν, καὶ πάσης βαρβάρου φωνῆς τε καὶ γλώττης ἑαυτὰ δόξης τε καὶ τοῦ θαύματος. η Ἀλλὰ ταῦτα μὲν κοινὰ καὶ τοῖς τρισὶ δήπουθεν οὐ μόνον ὅτι τούτων ὁμοίως καὶ τῶν τοιούτων ἔκα στὸς αὐτῶν ἐστι πλήρης, ἀλλ' ὅτι μηδὲ φιλοῦσιν ἴδιον τι, καὶ χωρὶς τῶν ὁμοτίμων κεκτῆσθαι τῶν τριῶν ἕκαστος, ἀλλὰ κοινοποιεῖται τὸ ἰδίᾳ προσὸν, καὶ οὐχ ἑαυτοῦ μᾶλλον, ἀλλὰ καὶ τῶν φίλων, καὶ ὁμότιμον ἐκεῖνο ποιεῖται, ἀντιδιδόντες ἀλλήλοις οἱ σοφοὶ τὰ οἰκεῖα, καὶ τὰ παρ᾽ ἀλλήλων ἐξ ἴσου λαμβάνοντες, διὰ τὴν ὁμοτιμίαν, φημί, καὶ τὴν σύμπνοιαν, καὶ τὸ φίλτρον. Ἐπεὶ καὶ Βασιλείου μὲν τοῦ Μεγάλου τοῦτό φασιν ἴδιον εἶναι, τὸ μετὰ τῆς ὑψηλοτάτης καὶ μεγίστης θεολογίας καὶ τὰς κινήσεις εἰς βάθος καθορᾷν τε καὶ ἐξετάζειν, δημιουργίας τε καὶ προνοίας λόγους ἀναμετρεῖν, καὶ ἤθη, καὶ ψυχῶν ἐπιτηδειότητας εὐστόχως ἐπιτηρεῖν, καὶ ὥσπερ ἔμψυχόν τινα καὶ ζῶντα τὸν περὶ ἑκάστου τούτων ἐκτίθεσθαι λόγον, οδονεί τινα ψυχὴν τοῖς ἀψύχοις λόγοις ἐμπνέοντα, ὅπερ αὐτὸς περί τινο; ἔφη τῶν ἔξω ῥητόρων. θαυμαστῶς πᾶσιν ἀνακηρύττει μετά μεγίστης τῆς
col. 799–800page 45 of 57
PG 154:799Γρηγορίου δὲ τοῦτό φησιν ὥσπερ ἴδιον, τὴν θεολογίαν, καὶ τὸ περὶ αὐτὴν ὕψος τοῦ λόγου ἔν τε νοήσ μασιν ὁμοίως καὶ λέξει, καὶ συνθήκῃ, καὶ φράσει. Δι' ἃ δήπου καὶ τὴν κοινὴν προσηγορίαν τῶν θεολόγων ὥσπερ ἐξιδιώσασθαι, Θεολόγον αὐτὸν ἐξαιρέτως προσειπούσης μόνον τῆς τῶν πιστῶν Ἐκκλησίας μετὰ τὸν υἱὸν τῆς βροντῆς, τὸν πρῶτον Θεολόγου καὶ εὐαγγελιστήν φημι. Καὶ μὴν καὶ τὸ σύντομον, καὶ γοργόν, καὶ τὸ ἐν ὀλίγαις τισὶ συλλαβαῖς τε καὶ λέξεσι τὰ μεγάλα καὶ ὑπερφυά περιλαμβάνειν ἐκεῖνα, καὶ μηδέν τι τοῖς μεγάλαις καὶ θαυμαστοῖς ὑπου θέσεσι τὴν συντομίαν τοῦ λόγου λυμαίνεσθαι· ἀλλὰ μετά τοῦ θαυμαστοῦ ὕψους καὶ τὴν σαφήνειαν, καὶ τὸ καινὸν κάλλος, καὶ τὸ τῶν ἐννοιῶν ἀνελλιπές προς εἶναι καὶ ἄρτιον· καὶ προσέτι τὸ πᾶσι τοῖς μέν ρεσι τῆς ῥητορικῆς ἐν τοῖς λόγοις ὡσαύτως ἐνευδοκιμεῖν τὸν γενναῖον, καὶ συμβουλεύοντα, καὶ ἐγκωμιάζοντα, καὶ τῷ δικανικῷ χρώμενον, τὸν αὐτὸν ἄκρον ἐν πᾶσιν εἶναι, καὶ ὅμοιον ἑαυτῷ, μηδέν μηδοτιοῦν τοῦ μεγέθους ἑαυτοῦ καὶ τοῦ ὕψους ἀποστατοῦντα. καὶ Ἐπεὶ δὲ κάλλους ἔμνήσθην, καὶ μεγέθους, καὶ ρώμης λόγων, κἀκεῖνο προσθεῖναι τοῖς εἰρημένοις ἀναγκαῖον νομίζω, ὅτι Γρηγόριος μόνος ἐξ ἄρα πάντων Ἑλλήνων, ἐπὶ Ἑλληνικήν τε καὶ Ἀττικὴν σοφίαν, καὶ τὴν γλῶτα τὴν ἄκρως εἴπερ τις ἀσκήσας, οὐκ ἔσχεν ἀνάγκην καὶ τοῖς ἐκείνων νόμοις καὶ τοῖς ἔθεσι καθάπαξ του λεύεῖν· ἀλλὰ τῆς μὲν Ἀττικῆς τὸ ἐν λέξει καὶ φράσει κομμωτικὸν καὶ περίεργον ὡς περιττόν και ταλιπών ἄλλοις, τῆς δ' Ελληνικῆς τὸ καθαρόν τε καὶ σώφρον προσλαβόμενος, καὶ ἁπλοῦν, καινήν τινα λόγων ἰδέαν, καὶ συνθήκην, καὶ φράσιν ἐξευρεν, οἷς δὴ νομοθέτης καὶ αὐτὸς, καὶ ὑψηλὸς διδάσκαλος λέ γων. Ως θαυμάζεσθαι μὲν καὶ φιλεῖσθαι καθ' ὑπερ βολὴν ὑπὸ πάντων, καὶ μάλιστα τῶν ὑπὲρ τοὺς ἄλ λους λόγους τιμώντων τε καὶ φιλούντων, καὶ δη μιουργεῖν τούτους εἰδότων, καὶ ὥσπερ ἐξηρτῆσθαι τούτους τῶν διανοιῶν, καὶ τῶν ὤτων, τοῦ τε ύψους καὶ τοῦ κάλλους ἐκείνων, καὶ τῆς εὐγενείας, καὶ τῆς ἀποῤῥήτου καὶ θεσπεσίας ἡδονῆς, καὶ τοῦ μέσ λιτος· ἀτονεῖν δὲ πάντας ὁμοῦ πρὸς τὴν οὐ κοινὴν καὶ ἀμίμητον ταύτην ἰδίαν, ἥτις ποτ' ἐστί, καὶ ὅθεν ήκουσα, καὶ τὸ φυτικόν τε καὶ ἀμήχανον κάλλος, εκφράσαι· ἀμβροσίαν τινὰ καὶ νέκταρ, μᾶλλον δὲ (τὸ τῆς θείας φάναι Γραφῆς) ἄρτον ἀγγέλων, καὶ μάννα τὸ ἱερὸν ἡγουμένους τους λόγους ἐκείνους, δι' ὧν ἡ σοφωτάτη καὶ ὑπὲρ τὴν ἀνθρωπίνην διά νοιά τε καὶ γλῶττα τά τε σεπτὰ περὶ θεολογίας και θεότητος ὑπερφυῶς ἐξεῖπεν ἐκεῖνα, Τούς τε περί δημιουργίας καὶ προνοίας Ιερούς λό γους, καὶ δὴ καὶ τὸ μέγα τῆς μεγάλης περὶ ἡμᾶς οικονομίας Χριστοῦ μυστήριον, ἱερούς τε καὶ θεσπι στους πῶς ἂν εἴποι τις; Τῇ Παλαια τὴν Καινὴν συμβιβάζει, καὶ τὴν τοῦ νόμου τελείωσιν, καὶ τῶν τύπων, καὶ τῶν σκιῶν τὴν μετάθεσιν πρὸς τὴν εὐαγ γελικήν τελειότητα καὶ τὴν ἀλήθειαν πᾶσιν ὑποδείκνυσι οὕτως ἐκρυῶ; τε καὶ σοφῶς, καὶ πιθανῶς
col. 801–802page 46 of 57
PG 154:801ἄγαν, καὶ μετὰ τῆς σαφηνείας ἐκείνης, καὶ τῆς ἀπορρήτου γλυκύτητος, καὶ τοῦ θαύματος, ὡς κάνε τεῦθεν μᾶλλον τὴν Χριστοῦ Ἐκκλησίαν τὰ σεπτά μυστήρια μὴ μόνον ὁρᾶν υψηλῶς ἔχειν, ἀλλὰ καὶ πάσχειν ὑψηλότερον, καὶ μανθάνειν, καὶ πρὸς τὴν ἐκεῖθεν οἰκονομίαν τε καὶ τὴν σωτηρίαν ἀνάγεσθαι, καὶ τὴν καλλίστην τε καὶ ὑψηλοτάτην ἀλλοίωσιν ἀλη λοιοῦσθαι. "Ο δὴ καὶ τοῖς ἐπαίνοις τῶν σοφῶν πα τρῶν τε καὶ μαρτύρων παραπλησίως αὐτῷ συνέβῃ, διὰ τῶν θαυμαστῶν λόγων ἐκείνων οὐδὲν ἧττον ἢ διὰ τῶν ἱερῶν πράξεων, καὶ τῆς ἀποστολικῆς πολιτείας, καὶ τῶν ἀγώνων, ὑπὸ τῆς Ἐκκλησίας ἀνακηρυχθέν των τι καὶ στεφανωθέντων. Ποιητικής γε μὴν ἕνεκα, καὶ ἐπῶν, καὶ παντοδα τῶν μέτρων, ἃ περὶ πολλῶν τε καὶ πλεῖστα πρὸς κοινὴν Χριστιανῶν παιδείαν διαφόρως ἐξέθετο, καὶ λόγων ποιητικῶν ἄσκησιν, καὶ σοφίαν, τίς αὐτῷ τῶν παρ' Έλλησι ποιητῶν ἀμφισβητήσει, καὶ οἱ παρα χωρήσει τοῦ μεγέθους, καὶ τῆς τέχνης, καὶ τῆς ἐν τούτοις δυνάμεως; Περὶ ὧν δήπου και τις τῶν καθ' ἡμᾶς σοφῶν ἐν τοῖς ὑπὲρ αὐτοῦ λόγοις αὐτὸν ἐκε πληττόμενος ἔλεγεν, ὡς τοσοῦτον αὐτῷ καν τούτοις καὶ δυνάμεως, καὶ σοφίας, καὶ τέχνης ὑπὲρ τοὺς παλαιοὺς πρόσεστιν, ὡς εἰ μὴ καὶ τῶν ἄλλων αὐτῷ λόγων μηδενός γε προσῆκε, μηδὲ μέγας ἐν ἐκείνοις οὕτω καὶ θαυμαστὸς ἦν, ἀπὸ τῶν μέτρων τούτων καὶ τῆς ποιητικῆς μόνης ἂν τὸ κατ᾽ αὐτὸν βεβλήσθαι, καὶ παρὰ πᾶσι σοφοῖς μέγιστός τις εἶναι, καὶ μαστὸς εἶεν. θαυ Ἐπεὶ δὲ τοιοῦτοι μὲν οἱ μεγάλοι σὺν ἀλλήλοις βρώμενοι, τοιοῦτοι δὲ καὶ καθ᾿ ἕκαστον, καὶ οὕτω τὰ οἰκεῖα καὶ ἀλλήλων φιλοῦσε ποιεῖσθαι, κοινοποιούμε ται, καὶ ἀλλήλοις ἀντιδιδόντες, καθάπερ ἤδη καὶ φθάσας ἔφην, καὶ τοσαύτη, καὶ οὕτως αὐτῶν ὑπερο φυής ή τε δόξα καὶ τὸ μεγαλεῖον ὁμοίως ἔν τε λό γοις, καὶ πράγμασι, καὶ ἡ διὰ πάντων ἀκριβὴς ἔνω σίς τε καὶ συμφωνία, ὡς ἐξ ἐνύχων φασὶ δεῖξαι τὸν λέοντα, κἀκεῖνα τοῖς εἰρημένοις ἀκολούθως προς θήσω. Οταν τοῖς κατὰ Ἰουδαίων τε καὶ Ελλήνων στην λιτευτικοῖς καὶ ἀντιῤῥητικοῖς αὐτῶν λόγοις ἐντύχω, καὶ τῶν μετ᾿ αὐτοὺς τε καὶ σὺν αὐτοῖς ἐν πλάσματι Χριστιανισμοῦ τῆς γενῆς ἀθείας ὡσαύτως προ στάντων, τὸν ἐπὶ Νῶς κατακλυσμὸν ὁρῶ τῶν ὑδά των, καὶ τὴν τῶν ἀνέμων πανολεθρίαν, οἷς κατασύ. ρονται τείχη πονηρὰ καὶ ἐχυρώματα τῶν τῆς ἀσε βείας προστατῶν καὶ τυράννων, οὐκ εὐάλωτα τοῖς καθαιρεῖν βουλομένοις, διὰ τὴν ἕξιν, οἶμαι, καὶ τὸν τύφον, καὶ τὴν διπλόην. Οταν τοὺς περὶ Υἱοῦ τε καὶ Πνεύματος, καὶ τῆς μιᾶς ἐν Τριάδι Θεότητος, καὶ τοῦ ταύτης ακαταλήπτου Λόγους ἀναγινώσκω, γινώσκω θεὸν μᾶλλον ἐν ἔχω, καὶ τὴν ἀληθινὴν μου ναρχίαν ὁμοῦ, καὶ τὸ τῆς Τριάδος μυστήριον ἐκπαι δεύομαι παρ' ἐκείνων, καὶ τὰς ὑπερβολάς, καὶ τὰς ὑφέσεις, καὶ τὴν συναλοιφήν, καὶ τὴν διαίρεσιν τῶν δὲ προσώπων ὁμοῦ, καὶ τῆς φύσεως, τὰς χρο νικάς τε γεννήσεις ὁμοῦ καὶ τὰς ἐκπορεύσεις, καὶ τὴν σωματικὴν τομήν τε καὶ ῥεῦσιν, καὶ τὸ κατὰ τὴν φύσιν ἐλαττόν τε καὶ μείζον, καὶ τὸν καταλη
col. 803–804page 47 of 57
PG 154:803στὸν Θεὸν, καὶ τὴν πολυθεῖαν Ἰουδαίων τε καὶ Ελ λήνων ἀποῤῥίπτω, θεολογίας τε καὶ θεωρίας ἁπλα νοῦς ἐκδιδάσκομαι λόγους, καθόσον οἷόν τε, καὶ Θεὸν ἕνα γνησίως τε καὶ καθαρῶς προσκυνῶ ἐν Τριάδι, οὔτε ἀρξάμενον, φησίν, οὔτε παυσόμενον, οἷόν τι πέ λαγος οὐσίας ἄπειρον, καὶ ἀόριστον, πᾶσαν ὑπερεχ πίπτον ἔννοιαν καὶ χρόνου καὶ φύσεως, νῷ μόνον σκιαγραφούμενον· καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετ τρίως, οὐκ ἐκ τῶν κατ' αὐτόν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτόν· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος, φησί, χερ μένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε ἐντὸς τούτων οριζομένης, ἵνα μὴ πενίαν θεότητος κατα κριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν Ιουδαίζοντας, ἢ διὰ τὴν ἀφθονίαν ἑλληνίζοντες. Ὅταν τὰ περὶ θείας δη μιουργίας τε καὶ προνοίας αὐτῶν ἐξετάζω, μανθάνω κτίσεως καὶ θείας δυνάμεως λόγους, καὶ τὴν γνῶσιν εὑρίσκω τῶν ὄντων, καὶ διδάσκομαι τὸ κυρίως ὂν, ἔξω τῶν ὄντων ὂν πάντων, ὡς ὑπὲρ πάντα, καὶ πῶς τὰ μηδαμῶς ὄντα παράγει, καὶ ὄντα ποιεῖ, καὶ φύσ σεις, καὶ δυνάμεις κτίζει, καὶ ἐνεργείας, καὶ ἰδιό τητας, καὶ κοινότητας, καὶ διαφοράς, καὶ ἐνώσεις, καὶ ἕξεις τε, καὶ στερήσεις, καὶ κινήσεις, καὶ προσ πᾶς, καὶ ἀλλοιώσεις ἑκάστῳ, δίδωσι καταλλήλως, ὡς ἐκεῖνος ἔξοιδε μόνος· καὶ λόγους ἐντίθησι τους οι κείους ἑκάστοις, οἷς τὰ ἡμέτερα καινῶς ιθύνει, καὶ ὑπὲρ λόγον· καὶ τὰς ἔν τισι δοκούσας ανωμαλίας καὶ ἀνισότητας ὑπὲρ τὴν ἰσότητα κατανοῶ, καὶ τὴν στάθμην. Ὅταν τὰ περὶ τῆς ὑψηλῆς ἱερωσύνης υψη λῶς παρ' ἐκείνων ἀκούω, Θεοῦ φωναῖς οὐρανόθεν φε ρομέναις ἐντυγχάνειν νομίζω, καὶ γῆς ἁπανίσταμαι, καὶ τῶν περιγείων, καὶ γλώσσαις ἀγγέλων Θεοῦ μυ στήρια τότε πρώτως μανθάνω, αἴτινές ποτέ εἰσιν αὐταὶ, καὶ πῶς τοῖς· κάτω καὶ ὑλικοῖς ἀθλου; λαλοῦσαι, οὐρανίων τε μυστηρίων ἀποκάλυψιν καὶ εὐταξίαν βλέπω ἀποκαλυπτομένην ἀνθρώποις· καὶ προ φήτας, καὶ εὐαγγελιστὰς, καὶ ἀποστόλους, καὶ πάν σαν ἐμοῦ τὴν Παλαιὰν καὶ τὴν Νέαν ἐκδιδάσκων σαν, πῶς δεῖ καὶ πότε προσεγγίζειν τῷ ἀπροσίτην, καὶ πηνίκα μὲν ὑποχωρεῖν, πηνίκα δὲ προσιέναι καλοῦν τι τὸ μὲν, φησί, διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν. Καὶ πῶς τὸ καλόν σῶμα Χριστοῦ, τὴν Ἐκκλησίαν, ποικίλως οἰκονομεῖν, και μεταχειρίζειν, καιροὺς ἐπιτηροῦντας, καὶ δια φοράς πραγμάτων, καὶ προαιρέσεων, καὶ προσώπων, καὶ ἠθῶν, καὶ γνωμῶν, καὶ ἀγωγῆς, καὶ ἀσκήσεως, καὶ παιδείας, τῶν τε κοινῇ φημι, καὶ καθ᾿ ἕκαστον, εἰς τὴν κοινὴν κεφαλὴν πάντων Χριστὸν ἀφορῶντας, κἀκεῖθεν τῶν παρ' ἡμῶν πραττομένων ἐκδεχομένους τας ψήφους· πῶς τὸ μετὰ Θεοῦ δοκιμάζειν τοὺς παρὰ Θεοῦ καλουμένους πρὸς ταῦτα, μήτε καιρούς καὶ δυναστείαις καὶ φιλίαις χαριζομένους· ὡς κατά ολιγωρεῖν μὲν οὐ καλῶς τῶν ἀξίων διὰ τὰ προβληθέντα· ἐγκρίνειν δὲ κακῶς διὰ ῥαθυμίαν τοὺς ἀνα αξίους, ὡς ἂν ἑκατέρωθεν ἐκπίπτωμεν αίσχιστα τοῦ καλοῦ καὶ τῆς ἀκριβείας, τότε καλὸν ἀτιμάζοντες, τό τε κακὸν ἐκλεγόμενοι, καὶ δίκας ἀμφοτέρωθεν δήλοντες τῷ ἀδεκάστως αὐτὰ τότε κρίνοντι.
col. 805–806page 48 of 57
PG 154:805Παρθενίας γε μὴν τῆς ὑψηλοτάτης ἕνεκα, καὶ ἡ κανόνων, καὶ τύπων μοναδικοῦ καὶ ἀγγελικοῦ βίου, καὶ τοῦ κατ' αὐτὸν ἐσχηκότος, τί χρὴ καὶ λέγειν; όπου γε μὴ μόνον ἀσκηταὶ τούτων γεγόνασιν ἀκριβέστατοι, μετ' Αντωνίου τε καὶ 'Αμών, καὶ Παύλου τῶν τοῦ χοροῦ κορυφαίων, ὑπὲρ οὐστινασοῦν ἄλ λους, ἀλλὰ καὶ νομοθέται, καὶ ὁδηγοὶ καὶ διδάσκαλοι χρηματίζουσι τούτων τοῖς ἄλλοις· ὡς τῶν αὐτῶν εἶναι σχεδόν μόνων καὶ τὸ πράττειν ἀξίως, καὶ τὸ λέγειν, καὶ γράφειν καὶ καθηγεῖσθαι τοῖς ἄλλοις τά γε τοιαῦτα. Τίς οὕτω καὶ πάθη ψυχῆς ὁμοῦ καὶ σαρκὸς ἐξήτασε, καὶ τὴν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος φυσικὴν ὁρμήν τε καὶ σχέσιν, καὶ συμπάθειαν, ὡς εἰπεῖν, καὶ τίνα μὲν τὰ τῆς φύσεως, τίνα δὲ τὰ τῆς προαιρέσεως, καὶ τῆς συνηθείας, καὶ δὴ καὶ τῆς καχίστης και πονηροτάτης ἕξεως δυσαπάλλακτα, καὶ βιαιότατα πάθη, καὶ τίνες μὲν αἱ ἀρχαὶ, καὶ αἰ τίαι, τίνες δ' αἱ αὐξητικαὶ καὶ θρεπτικοὶ τούτων Όλαι, τίνα δ' αὖθις τὰ τῇ ροπῇ καὶ τῇ συμμαχία τοῦ κρείττονος καθαιροῦντα ταῦτα καὶ ἀφανίζοντα, καὶ τὴν ἐν παρθενίᾳ ἀληθῆ ἀφθορίαν κατασκευάζον. τας ἥτις γε ἡ τῆς ψυχῆς ἀληθῆς παρθενία καὶ καθαρότης, ή πᾶσαν μεθ᾿ ἑαυτῆς ἔχουσα δηλαδὴ τὴν κατὰ πράξιν ἅμα καὶ θεωρίαν ἀρετὴν, καὶ πρὸς τὴν εὐαγγελικὴν τελειότητα φέρουσα τὸν σπουδαῖον, ἡ ἀγγελική, φημί, καὶ μοναδικὴ πολιτεία, καὶ παρθενία, καὶ θεουργός τάξις. Αλλ' οὗτοί γε πρὸς τοῖς εἰρημένοις οὐδὲ τὰ τῶν νομίμων γάμων, οὐδὲ τὰ τῆς χηρείας ἐνταῦθα παρῆ καν' ἀλλὰ κἀκεῖνα συνήψαν τοῖς εἰρημένοις, τὸ ἐν ἑκατέροις ὠφέλιμόν τε καὶ βλαβερὸν, καὶ δὴ καὶ τὸ βαρὺ καὶ τὸ κούφον ἐκ τῶν θείων Γραφῶν, καὶ τῆς πείρας αὐτῆς ὑποδείξαντες τῶν πραγμάτων πᾶσι τῷ λόγῳ, ἵνα διὰ πάντων ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρω. πος, ἐν μηδενὶ τῶν πάντων λειπόμενος. Τις τοὺς περὶ μετανοίας, καὶ κατανύξεως, καὶ τῆς καλλίστης φιλανθρωπίας, κατὰ τοὺς γενναίους φημί τούτους, οὐ καὶ ἐξήτασε καὶ ἐδίδαξε λόγους; ὡς τοὺς μὲν εἰς ἀπόγνωσιν τῷ βάρει τῶν ἁμαρτημάτων ὡς εἰς κρημνὸν εὐχερῶς καταφερομένους, ταχέως ἐκεῖ θεν ἀνέλκειν, τὸ πέλαγος τῆς θείας φιλανθρωπίας ἐξηγουμένους, καὶ ὥσπερ χεῖρα διδόντας τὸν λόγον τοὺς δὲ σκληρούς, καὶ θρασεῖς, καὶ ἀκατανύκτους τῷ φύσῳ τῆς ἐξετάσεως τῶν βεβιωμένων, καὶ τῷ τῆς κρίσεως καὶ τῆς κολάσεως φοβερῷ καὶ ἀδεκάστῳ πρὸς φόβον Θεοῦ, καὶ κατάνυξιν ἄγειν. φιλανθρώπους γε μήν, καὶ φιλοπτώχους, καὶ συμπαθεῖς, οὕτω σφοδρῶς καὶ λέγοντες καὶ πράττοντες τοὺς ἀνθρώπους ἐδίδαξαν εἶναι, καὶ οὕτω τοῦ παντὸς τὴν θεομίμητον καὶ θεουργὸν ἀρετὴν ταύτην τιμᾶσθαι, ὡς μόνην ταύτην δεῖξαι σχεδόν, καὶ βύπον ἁμαρτημάτ των ὑπὲρ τὰς ἄλλας δυναμένην καθαίρειν, καὶ πει ρασμῶν ψυχικῶν ὁμοῦ καὶ σωματικῶν ἀπαλλάττειν, καὶ θανάτου παντοδαποῦ βύεσθαι· καὶ πράξιν ὁμοῦ, καὶ θεωρίαν κοσμεῖν τῷ παρ' ἑαυτῆς κάλλει· καὶ τελευταῖον, εὐλογημένους τοῦ Πατρός, καὶ κληρονόμους τῆς ἡτοιμασμένης βασιλείας ἀπὸ καταβολῆς
col. 807–808page 49 of 57
PG 154:807κόσμου τοὺς αὐτῆς χορευτάς ὑπὸ Χριστοῦ προσειρῆσθαι, υἱοὺς Θεοῦ καὶ θεοὺς χρηματίζοντας κατά χάριν, τῇ τοῦ ἀληθινοῦ καὶ μόνου κατὰ φύσιν Θεοῦ δι' αὐτῆς ἐκμιμήσει. Ταπεινοφροσύνης δὲ καὶ ἀγά της τῶν ὄντως ὑψηλῶν καὶ τελειοποιῶν ἀρετῆς πάν της τίνες μετὰ Χριστὸν, καὶ τοὺς πρώτους μαθητάς, καὶ ἀθληταί, καὶ τεχνῖται, καὶ ῥήτορες ὤφθησαν ἄκροι πλὴν τούτων τῶν μακαρίων; Τίνες οὕτω καὶ πτωχοὶ τῷ πνεύματι, καὶ τὴν καρδίαν συντετριμμένοι, καὶ πρᾶοι, καὶ ταπεινοὶ γεγόνασιν ὄντως, ὡς αὐτοὶ μὲν εἰκόνες τινὲς καὶ ἐκμαγεία χρηματίσαι καὶ κατ' αὐτὰ ταῦτα Χριστοῦ, κατὰ τὸν αὐτοῦ, φημί, λόγον (Μάθετε καὶ γάρ, φησίν, ἀπ' ἐμοῦ, ὅτι πρᾶις εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ), τοῖς δ᾽ ἀνθρώποις οἱ αὐτοὶ πάλιν καὶ ἐδηγοί, καὶ ἀρχηγοί, καὶ θαυματ στοὶ διδάσκαλοι, καὶ θεῖα γενέσθαι πρωτότυπο, καὶ πράττοντες, καὶ λέγοντες, καὶ λογογραφούντες τά γε τοιαῦτα; Εἰ δὲ καὶ τῆς θείας ἀγάπης ἀκρότατος ὄρος ἐκεῖν ενός ἐστι κατὰ τοὺς θείους δηλονότι χρησμούς, τὸ μὴ μόνον ὡς ἑαυτὸν ἀγαπᾶν τὸν πλησίον, ἀλλὰ καὶ αὐτ τὴν τὴν ψυχὴν ὑπὲρ αὐτοῦ παραιτείσθαι ἐν τῷ τῆς χρείας καλοῦντι (Μείζονα γὰρ ταύτης ἀγάπην ούτ δεὶς ἔχει, φησὶν, ἵνα θῇ τις τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ· ὅπερ ὁ μὲν Χριστὸς εἰπὼν καὶ ἔργοις αὐτίκα πεπλήρωκεν, ὑπὲρ ἡμῶν αὐτὸς ἑαυτὸν εἰς θάνατον δεδωκώς· Παῦλος δ' ὁ μαθητής μετ' ἐκεῖνον ἐτόλμησε μόνος ὑπὲρ τῆς τῶν Ἰουδαίων σωτηρίας ἑαυτοῦ τὰ τοιαῦτα κατεύξασθαι· Εὐχόμην καὶ γὰρ, φησίν, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται)· ἆρ᾽ οὐχὶ καὶ οὗτοι πρὸς τὸν ἀκρότατον ήλασαν ὅλον τῆς τῶν ἐν τολῶν κορυφαίας ἀγάπης, ἐκεῖνα μετά Παύλου τοῦ μαχαρίου τετολμηκότες ὡσαύτως; Τί γὰρ περί ἑαυτῶν αὐτοὶ περὶ τούτων φασὶ γράφοντες; Τολμώ τι καὶ μεῖζον ὑπὲρ ἡμῶν, φησί, τοῦ ᾿Αποστόλου φθέγξασθαι· τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσού τον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολήν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, και τὴν πάννυχον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι ὡς κατάκριτος δέχομαι, μόνον εἰ σταίητε μεθ' ἡμῶν, καὶ κοινὴν τὴν Τριάδα δοξάσαιμεν. ᾿Αλλὰ ταῦτα μὲν ὑπὲρ ἐκείνων τῶν ἔξω τῆς Ἐκε η κλησίας δηλονότι Χριστοῦ, οὕτω θαυμαστά τε καὶ θεομίμητα, καθάπερ ἔφθην εἰπών. Ιδωμεν δ' ὡσαύτ τως καὶ τὰ ὑπὲρ τῶν ἔνδον καὶ γνησίων αὐτῆς, καὶ ὑγιῶς τὴν θεότητα τοῦ Πνεύματος ἀνομολογούντων, καὶ προσκυνούντων. Ἐβουλόμην, εἰ οἷόν τε, φησίν, ἔψει αὐτῇ τὴν ἀγάπην ἣν περὶ ὑμᾶς ἔχω, ἐκδείξα σθαι. Οὐδὲν γὰρ ἐμοὶ ποθεινότερον ὑμῶν, οὐδὲ τοῦτο τὸ φῶς. Μυριάκις γὰρ εὐξαίμην ἂν αὐτὸς πη ρωθῆναι, εἴ γε ἐνῆν διὰ τούτου τὰς ὑμετέρας ἐπι στρέψαι ψυχάς· οὕτως αὐτοῦ τοῦ φωτός γλυκίων ἐμοὶ ἡ σωτηρία ἡ ὑμετέρα. Τί γὰρ ὄφελός μοι τῶν
col. 809–810page 50 of 57
PG 154:809ἀκτίνων τῶν ἡλιακῶν, ὅταν ἡ δι' ὑμᾶς ἀθυμία πολύ κατασκεδάζῃ τῶν ὀφθαλμῶν τὸ σκότος; Τὸ γὰρ φῶ; τότε καλόν, ὅταν ἐν εὐφροσύνῃ φαίνῃ, ἐπεὶ τῇ λυπουμένη ψυχῇ καὶ παρενοχλεῖν δοκεῖ. Ὅτι δὲ οὐ ψεύδομαι, μὴ γένοιτο μέν ποτε πεῖραν λαβεῖν· πλὴν εἴ ποτε συμ ἐπίνη τινὰ ὑμῶν ἁμαρτεῖν, καθεύδοντι μοι παράστηκε. Εἰ μὴ τοῖς παραλύτοις ἔπικα, εἰ μὴ τοῖς ἐξεπτηκέσι, καὶ κατὰ τὸν προφητικὸν λόγον. Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ, καὶ εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττής, εἶδες ἂν καθ' ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα, Ταῦτα δέ μοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρημία, Πιστεύσατε γάρ μοι· τῆς μὲν ἐμαυτοῦ σωτηρίας ἀπέγνων· τὰ γὰρ ὑμέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐμαυτοῦ κακὰ πενθεῖν. Οὕτω μοι πάντα ὑμεῖς ἐστι· κἂν αἴσθωμαι ἐπιδιδόντας ὑμᾶς, οὐκ αἰσθάνομαι τῶν ἐμαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς. Κἂν ἴδω μὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυμίας πάλιν παραπέμπομαι τὰ ἐμὰ, φαιδρὸς μὲν ὧν ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς, κἂν μυρία έχω δεινά σκυθρωπὸς δὲ ἐπὶ τοῖς ὑμετέροις λυπηροῖς, καν μυρία κατορθώματα ᾖ. Τίς γὰρ ἡμῖν ἐλπὶς, ὑμῶν μὴ προκοπτόντων; Τίς δὲ ἀθυμία, ὑμῶν εὐδοκιμούντων; Πτεροῦσθαι δοκῶ, ὅταν τι περὶ ὑμῶν ἀκούσω χρηστόν. Πληρώς σατέ μου την χαράν. Γένοιτο σωθῆναι ὑμᾶς, καὶ δοῦναι λόγον ἐμὲ δι' ἡμᾶς· ὑμᾶς σωθῆναι, καὶ ἐμὲ ἐγκαλεῖσθαι, ὡς μὴ πληρώσαντα τὰ παρ' ἐμαυτοῦ, Οὐ γὰρ τοῦ δι᾿ ἐμοῦ σωθῆναι ὑμᾶς φροντίζω, ἀλλὰ τοῦ σωθῆναι μόνον δι' ἐπουδήποτε. Τοσοῦτον μόνον εἰσήνεγκα εἰς τὴν εὐχὴν, ὅτι ἐπιθυμῶ ὑμῶν τὴν προκοπήν, ὅτι φιλῶ, ὅτι συμπέπλεγμαι, ὅτι πάντα μοι ὑμεῖς ἐστε, καὶ πατὴρ καὶ μήτηρ, καὶ ἀδελφοὶ, καὶ καὶ παιδία· καὶ εἴ γε ἐνῆν τὴν καρδίαν ἡμῶν ἀναρξη ξαι, ἐπιδεῖξαι, πάντας ὑμᾶς εἴδετε ἂν μετὰ πολλῆς ἔνδον όντας τῆς εὐρυχωρίας, καὶ γυναῖκας, καὶ παι δας, καὶ ἄνδρας. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, καὶ τοῦ οὐρανοῦ εὑρυχωροτέραν ποιεῖ τὴν ψυχήν. Τοιαῦτα τὰ τῶν ἱερῶν καὶ τρισολβίων τούτων Πατέρων καὶ διδασκάλων καὶ τὰ περὶ ἀγάπης, καὶ ὑπὲρ ἀγάπης Θεοῦ, τά τε πράγματα καὶ οἱ λόγοι, φημί, ὡς καὶ περὶ τούτων ἡμᾶς ἀπὸ μέρους ἐνταῦ. θα δείξαι· οὕτω θαυμαστὰ καὶ ὑπερφυά, καὶ ὑπὲρ τὸν κάτω τουτονὶ λόγον, καὶ τὸν ἀνθρώπινον, καὶ ἄξια μόνου Θεοῦ, καὶ τῆς αὐτῶν ψυχῆς, καὶ τῆς ἀρετῆς, καὶ οὐδὲ τὸ θαυμάζεσθαι πρὸς ἀξίαν δια τὴν ὑπερβολὴν καὶ τὸ μέγεθος ἔχοντα. Μάλλον δ' ἵνα καὶ πάλιν τοῖς θαυμαστοῖς αὐτῶν λόγοις ὑπὲρ τοῦ των αὐτῶν καὶ ἐν τούτοις χρήσωμαι· τοῦτο καὶ γὰρ κατὰ πολὺ βίλτιον· τοῦτο τῶν μακρῶν πόνων και λόγων λυσιτελέστερον, οὓς πάντες ἤδη λογογραφούν σιν, οἷς τι καὶ φιλοτιμίας συνέζευκται· καὶ διὰ τοῦτο ἴσως τι καὶ καινοτομεῖται περὶ τὸν λόγον. Τοῦτο τῶν πολλῶν ἀγρυπνιῶν καὶ χαμευνιῶν προτιμότερον, τῶν μέχρι τῶν κατορθούντων τὸ κέρδος· τοῦτο τῶν ἀοιδίμων ἐξοριῶν, καὶ φυγῶν, καὶ λιθασμῶν, καὶ λοιδοριῶν, καὶ ὕβρεων ἐπικερδέστερόν τε καὶ χαριέντε. ρον. Ὑπὲρ γὰρ ἐκείνου καὶ ταῦτα παθεῖν είλοντο. Διό εἰs, εἶαι
col. 811–812page 51 of 57
PG 154:811καὶ τὸ, Εἰ φιλεῖς με, Πέτρε, ποίμαινε τὰ πρόβατα σθὸν ἀξιώτατον κομιεί παρ' ἐμοῦ, τὸ διὰ σταυροῦ Θεὸν, καὶ δοξασθῆναι θεοπρεπώς παρ' αὐτοῦ. ο Ο μου, πρὸς τὸν μέγαν τουτονι κορυφαίον τρισσῶς εἰρημένον παρὰ Χριστοῦ, καὶ πρὸς αὐτοὺς ὡσαύτως εἰρῆσθαι νομίσαντες ἄντικρυς, καὶ οὕτω φιλεῖν ἐκεῖ. νον, ὡς ἐκεῖνος ἐβούλετο, καὶ λόγοις καὶ ἔργοις μετά Πέτρου σπουδάσαντες, καὶ τὴν ψυχὴν κατ' ἐκεῖνον ὑπὲρ τοῦ ποιμνίου δεδώκατε, καὶ μισθὸν τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, καὶ θεοπρεπὲς καὶ ὑπέρτιμον τοῦτο γέρας παρὰ Χριστοῦ ἐκομίσαντο. Τί γάρ φησιν αὐτὸς μετ' ἐκεῖνα πρὸς τὸν μακάριον μαθητ τήν; 'Αμὴν ἀμὴν λέγω σοι, ὅτε ἧς νεώτερος, ἐζών γυες σεαυτὸν καὶ περιεπάτεις όπου ήθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δέ φησιν, εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν μονονουχὶ τοῦτο λέγων, ὅτι Ἐπειδὴ ἡμετέραν ποιμαντικὴν, καὶ τὸ ἐμὸν ἀνεδέξω ποίμνιον, ὡς ἐγὼ βού λομαι, καὶ οὕτω με φιλεῖν ὡμολόγησας, τοῦτο με καὶ θανάτου ἀκολουθῆσαί μοι, καὶ οὕτω δοξάσαι Ταῦτα καὶ ὑμεῖς, ὦ γενναῖοι, ζηλώσαντες καὶ εἶν πόντες, καὶ λαμπρῶς διὰ τῶν ἔργων ἐπιδειξάμενοι. καὶ τοῦ θαυμαστοῦ Πέτρου μηδὲν ἀπολειφθέντες, καὶ κατὰ τοῦτο καὶ τῶν ὁμοίων γερῶν ὡσαύτως, καὶ τῆς ἀναρρήσεως ἠξιώθητε, καὶ φῶς τοῦ κόσμου καὶ ἅλας τῆς γῆς, καὶ πόλις ἐπάνω ὅμους και μένη, καὶ λύχνος ἐπὶ λυχνίου τεθειμένος, καὶ λάμπων ἐν τῇ παγκοσμίῳ οἰκίᾳ ταύτη παρά Χρισ στοῦ, σὺν ἐκείνῳ γεγόνατε. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ κλεῖς οὐρανῶν σὺν ἐκείνῳ δι' ἐκεῖνα πιο στεύεσθε. Καὶ οὐχ ὅσιν ἀπὸ Ἱερουσαλήμ μέχρι τοῦ Ιλλυρικοῦ, μείζονα δὲ κύκλον τῷ Εὐαγγελίῳ περισ λαμβάνετε· καὶ υἱοὶ βροντῆς οὐκ ὀνομάζεσθε μὲν, γίνεσθε δὲ, καὶ ἐπὶ τὸ στῆθος Ἰησοῦ κείμενοι, ἐκεῖν θεν ἕλκετε τοῦ λόγου τὴν δύναμιν καὶ τὸ βάθος τῶν νοημάτων. Τὰ δὲ τοῦ πρωτομάρτυρος Στεφάνου παθεῖν οἱ γενναῖοι κεκώλυνται· τοὺς μὲν λιθαζόντων, καὶ τῶν κρυπτῶν ἐκείνων σφαγέων ἄνωθεν ἐπισχόντος θεοῦ διὰ τὴν τῶν σωζομένων ὑπ' αὐτῶν σωτηρίαν, καθά δὴ καὶ φθάσαντες ἔφημεν· τοὺς δὲ τῇ πρὸς αὐτοὺς επισχόντας αἰδοῖ, σφαδάζοντας τοῖς θυμοῖς, καὶ τοὺς λίθους φέροντας ἐν χερσί· δι' & δήπου και φθάσας ἐγώ, καὶ ὁμοταγεῖς, καὶ ὁμοτίμους, καὶ ἐφαμίλλους ἐν ἅπασιν εἶπον τοῖς κορυφαίοις τῶν ἀποστόλων Χριστοῦ, καὶ μετὰ Μωσέως, μᾶλλον δὲ καὶ ὑπὲρ Μωσέα, καὶ τοὺς τῆς Παλαιᾶς πάντας προφήτας καὶ νομοθέτας ἀκριβεῖς καὶ θεόπτας, ὅτε καὶ τὸν θεῖον ἐκεῖνον νόμον, καὶ τὰς ἱερὰς προφητείας τοῖς εαυτῶν λόγοις πρὸς φῶς ἀγαγόντας, καὶ τὴν ἀπὸ τοῦ γράμματος πρὸς τὸ πνεῦμα μετάθεσιν ἐκείνων πάντας διδάξαντα.. Εἰ δὲ καὶ Μωσῆς ὑπὲρ τοῦ Ἰσραὴλ πρὸς τὸν Θεὸν ὀργιζόμενον ἔλεγον· ἂν μὲν ἀφῇς αὐτοῖς τὴν ἀν μαρτίαν, ἄφες· εἰ δὲ μὴ, καμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψίας, συναπολέσθαι διὰ τὸ φίλτρον τοῖς ποιμαινομένοις ελόμενος, ἀλλὰ κανταῦθα τὸ ΣΧΧΙ.
col. 813–814page 52 of 57
PG 154:813πλέον ἐξετάζων εὑρήσεις παρὰ τοῖς ἐμοῖς ποιμέσι καὶ νομοθέταις. Οὐδὲ γὰρ συναπολέσθαι τοῖς φίλοις καὶ οὗτοι, καθὰ δὴ καὶ Μωϋσῆς, ηύχοντο, ἀλλὰ προ κινδυνεῦσαι μᾶλλον ἐκείνων οὗτοι, καὶ θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων μετὰ Χριστοῦ, ἵν᾿ ἐκείνοι; τὸ σώζεσθαι περιγένηται. Οὐ μὴν ἀλλ' οὐδ᾽ ἐκεῖνο μετὰ Μωσέως πρὸς Θεὸν εἶπον καὶ οὗτοι, κατὰ τῶν ἀπειθῶν δυσχεραίνοντες· "Ινα τί εκάκωσας τὸν θεράποντά σου; καὶ διὰ τί οὐχ εύρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναί μοι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον τὸν πάντα λαὸν τοῦτον; ἢ ἐγὼ ἔτεκον αὐτοὺς, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ώσε εἰ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἦν ἄμεσα τοῖς πατράσιν αὐτῶν; Οὐχ οὕτω πρὸς Θεὸν είπα περὶ τῶν ποιμαινομένων καὶ οἱ μακάριοι οὗτοι ἔλε. γον· ἀλλ᾽ ἐκεῖνα δήπου τὰ ὑπὲρ λόγον, καὶ ὑψηλότατα, ᾗ δὴ καὶ φθάσαντες αὐτοὶ δι' ἑαυτῶν ἀξίως ἡμᾶς ἐδίδαξαν. Μεγάλα μὲν οὖν ταῦτα καὶ ὑψηλὰ, μᾶλλον δὲ, εἰ οὕτω χρὴ λέγειν, καὶ μεγάλων μείζονα, καὶ ὑψηλῶν υψηλότερα, καὶ τῆς τῶν ἀνδρῶν ἀρετῆς, καὶ τοῦ ἤθους ἄξια, καὶ τοῦ διδασκαλίας κράτους, οἰκειουμένου τὰ πέρατα. Οἶμαι γὰρ (ἶν' ἐκ τῶν αὐτῶν πάν λιν περὶ αὐτῶν φθέγξωμαι), εἴ τις ἐγένετο ή γενή σεται σάλπιγξ ἐπὶ πολὺ τοῦ ἀέρος φθάνουσα, ή Θεοῦ φωνὴ τὸν κόσμον περιλαμβάνουσα, ἢ σεισμός οἰκουμένης Εκ τινος καινοτομίας καὶ θαύματος, ταῦτα εἶναι τὴν ἐκείνων φωνὴν καὶ διάνοιαν, τοσοῦ τον απολείπουσαν πάντας, καὶ κάτω τεθεῖσαν, ὅσον τὴν τῶν ἀλόγων φύσιν ἡμεῖς. Κἀκεῖνοι μὲν οὕτως, καὶ τοιοῦτοι τὰ πρὸς ἡμᾶς εἰσι, καὶ τὴν Χριστοῦ πᾶσαν Εκκλησίαν ὁμοῦ, ὡς μηδὲ παραβάλλεσθαι μηδ' ἁμιλλάσθαι περὶ τῶν τοι οὕτων πρὸς τούτους μηδένας τῶν πάντων ἔχειν μηδε στιοῦν. Ἡμῖν δὲ, φησί, τίς μὲν ἄλλη συλλόγου σή μερον χάρις; τίς δὲ συμποσίων ἡδονή; τίς δὲ ἀγο ρῶν; τίς δὲ ἐκκλησιῶν; τίς τῶν ἐν τέλει καὶ τῶν μετ' ἐκείνων τρυφή; τίς μοναστῶν, ἢ μιγάδων; τίς τῶν ἀπραγμόνων, ἢ τῶν ἐν πράγμασι; τίς τῶν τὰ Έξω φιλοσοφούντων, ἢ τὰ ἡμέτερα; Μία, καὶ διὰ πάντων, καὶ ἡ μεγίστη, τὰ ἐκείνων συγγράμματα καὶ πονήματα. Οὐδὲ γράφουσιν εὐπορία τις άλλη μετ' ἐκείνους ἢ τὰ ἐκείνων συγγράμματα. Σιωπά και τα παλαιά, καὶ ὅσα τινὲς τοῖς θείοις λόγοις ἐνί ἔρωσαν· βοᾶται τὰ νέα, καὶ οὗτος ἄριστος ἐν λό γοις, ὃς ἂν τὰ ἐκείνων μάλιστα τυγχάνῃ γινώσκων, καὶ διὰ γλώσσης φέρων, και συνετίζων τὰς ἀκοάς. Έρχεσαν γὰρ οἱ τρεῖς ἀντὶ πάντων τοῖς σπουδαιοτέροις εἰς μίμησιν· οἱ δὴ καὶ τὸ καινότατον τοῦτο καὶ θαύματος πλῆρες ἐπὶ πᾶσιν ἔσχον τοῖς προβληθεῖσι, τὸ πρῶτοι καὶ μόνοι παρ' ἑαυτῶν τε καὶ τῶν οἰκείων λόγων, καὶ συγγραμμάτων τὰ ἐγκώμια δέσ ξασθαι, πάσης ἐπιστήμης τε, καὶ λόγων μέας, καὶ τῶν περὶ ταῦτα δεινῶν· ἐξισταμένων ὁμοῦ πάντων καὶ παραχωρούντων τοῖς μεγάλοις τοῦ λόγου· ὃ δὲ καὶ ἀρχόμενος ἔφην τοῦ λόγου.
col. 815–816page 53 of 57
PG 154:815ο Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀνθρώπων, σπουδαίων τέ φημι καὶ βαθύμων, σοφῶν τε καὶ ἀμαθῶν, Ἑλλή νων τε καὶ βαρβάρων, καὶ πάντων ὁμοῦ, ἐκείνους ἂν ἴδοις φιλοῦντας ἀλλήλους καὶ φιλουμένους τους τῶν αὐτῶν ἐραστάς τε καὶ σπουδαστές, καὶ τὴν αὐτ τὴν μετὰ τῆς αὐτῆς προθυμίας ἑκάστοτε τρέχοντας ἐπειδὴ καὶ φίλον, φασί, τῷ ὁμοίῳ τὸ ὅμοιον)· τοὺς δὲ νῦν ἐπαινουμένους οὕτω σφοδρώς τε καὶ μεθ' υπερβολῆς καὶ ὁμοῦ καὶ πάντες φιλοῦσιν, ὡς ἀπὸ συνθήματος, ὡς μηδὲ λέγειν ἐξεῖναι, μηδὲ μετρείν, Καὶ τοὺς μὲν Χριστοῦ μαθητὰς πάντας καὶ μιμησ τάς, ἀποστόλους λέγω καὶ μάρτυρας, καὶ ποιμένας, καὶ διδασκάλους, καὶ τὴν τῶν ὁσίων καὶ δικαίων ἅμα πληθύν, εἰ καὶ πάντας ὁμοῦ πάντες διὰ τὸ πρὸς τὸν κοινὸν Δεσπότην φίλτρον καὶ τὴν κατὰ δύναμιν μίμησιν διαφερόντως τιμῶσι τε καὶ φιλοῦσιν, ἀλλὰ τὴν σπουδήν, καὶ τὸ φίλτρον οὐχ ὁμοίως, οὐδὲ κατὰ ταυτὰ πάντες πρὸς πάντας ἔχουσιν· ἀλλ᾽ οἱ μὲν τούτους, οἱ δὲ ἐκείνους, καὶ ἄλλος ἄλλον καὶ φιλοῦσι μᾶλλον, καὶ προσεδρεύουσι, καὶ δωροφοροῦσί γε τα εἰκότα καθόσον ἔξεστι· πάντες δ' ὁμοῦ τοὺς τρεῖς τούτους καὶ φιλοῦσι, καὶ ἐπαινοῦσι, καὶ θαυμάζουσι, καὶ κρητοῦσι, καὶ διὰ γλώττης ἀεὶ δήποτε φέρουσι, σκιρτώντες, βοῶντες, ἀνευφημοῦντες, καὶ τί τῶν καλλίστων οὐ κατ' αὐτῶν κεκραγότε;; τοὺς πατέ ρας, τοὺς διδασκάλους, τοὺς εὐεργέτας, τοὺς σωτή ρας μετά Θεόν, τοὺς κυβερνήτας, τοὺς θεολόγους, τοὺς τῆς πίστεως στύλους, τους προμάχους τῆς ὀρθῆς δόξης, τοὺς τῶν αἱρέσεων καταλυτὰς, τοὺς τῶν θείων Γραφῶν ἑρμηνέας, τοὺς σοφοὺς καὶ φιλοσόφους της Ἐκκλησία;, καὶ ρήτορας, τους πάντα ἡμῖν ὁμοῦ μετὰ Θεὸν καὶ μετὰ Θεοῦ γεγονότας· μᾶλλον δὲ καὶ γενομένους, καὶ γενησομένους, καὶ μηδὲ λήξοντας. Ταῦτα καὶ τὰ τοιαῦτα κατ' αὐτῶν μετὰ μεγάλου πάντες ἀναβοῦσι τοῦ θαύματος. Οἱ δέ γε τὴν ἐπεία νων ἱερὰν λειτουργίαν, καὶ τὴν τῶν ἀνθρωπίνων οι κονομίαν ψυχῶν, καὶ τὴν τῶν ἐκκλησιῶν προστασίαν διαδεξάμενοι μετ' ἐκείνους, τί χρὴ καὶ λέγειν ὅπως τῆς θεσπεσίας αὐτῶν ἐξήρτηνται θεολογίας και γλώσ της, καὶ ὅπως αὐτούς τε καὶ τὰ αὐτῶν ὑπὲρ τοῦτον πνέουσι τὸν αέρα, καὶ δογμάτων ἱερῶν διδασκάλους καὶ ὁδηγοὺς εὐαγγελικής πολιτείας, καὶ κανόνας ἱερωσύνης, καὶ ἀρχετύπους παντὸς ἀγαθοῦ, καὶ ἀγά πης, καὶ φρονήσεως, καὶ ἀνδρίας, καὶ σωφροσύνης ὁμοῦ, καὶ δικαιοσύνης, καὶ σοφίας παντοίας, και λόγων καὶ παντοδαπῆς ἐπιστήμης θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τύπους, καὶ κανόνας ἀσφα λεῖ; ἔχοντες τούτους· καὶ μηδὲ λέγειν, μηδέ πράτο τειν, μηδὲ διδάσκειν, μηδὲ διαλέγεσθαι προς τους άντικαθισταμένους τῷ καθ᾿ ἡμᾶς ὑγιεῖ τῆς πίστεως ἀνεχόμενοι λόγῳ τῆς αὐτῶν διαγνώμης δίχα, και τοῦ κανόνος, καὶ τοῦ τύπου τῶν λόγων, καὶ τῆς θεοπνεύστου διδασκαλίας; Ἐπεὶ καὶ συνείναι δύο κοῦσι τούτοις, καὶ τὰ αὐτῶν παρ' αὐτῶν ἐκείνων νοητῶς ὁμοῦ τε καὶ αἰσθητῶς, τὸ μὲν διὰ τὴν ἐκείν νων ἄνωθεν ἐπισκίασιν καὶ τὸ φίλτρον, τὸ δὲ διὰ τῶν ἱερῶν τούτων πυκτίων ἱερῶς ἀκρούσθαι. Ού γὰρ ἀπολιπόντες ἡμᾶς παντάπασιν ἀπολείπουσι, Καὶ τί δεῖ πλείω καὶ μακρύτερα λέγειν; Οὗτοι εἰ
col. 817–818page 54 of 57
PG 154:817μὲν καὶ μέχρι συντελείας ἐν σαρκὶ τῷ κόσμῳ καὶ ἡ τοῖς ἀνθρώποις συνῆσαν, τῷ παντὶ τῷδε καὶ τῆς αὐτῶν ζωῆς εἰς κοινὸν ὄφελος καὶ θαῦμα καινὸν ὑπερφυῶς συνεκτεινομένης, ὥσπερ οὐρανός τε καὶ ἥλιος, καὶ ὁ λοιπὸς τῶν ἀστέρων ἐκεῖνος χορίς, ή τῶν μεγάλων τούτων στοιχείων ή τετρακτύς, δι' ὧν ἡ αἰσθητικὴ καὶ ὁρωμένη κτίσις αὕτη τῇ δυνάμει τοῦ κτίσαντος συνέχεται, καὶ πρὸς τὸ ἀδιάλυτον συν τηρεῖται ἡ ψυχή τις κοινὴ καὶ ζωτικὴ τοῦ παντὸς δύναμις· τοῦτο καὶ πρὸς ὑμῶν ἂν ἦν, εἴπερ τι τῶν πάντων, καὶ τοῦ παντὸς ὑπὲρ πάντα τιμώμενον, καί γε τῆς μεγάλης προνοίας καὶ τῆς παντοδυνάμου δυνάμεως ἄξιον· ἀλλ᾽ ἐπεὶ καὶ τούτους ἀνθρώπους ὄντας οὐκ ἦν μὴ τοῖς νόμοις δουλεῦσαι τῆς φύσεως, μηδὲ τὸν χοῦν ἀποδοῦναι τῇ γῇ, γίνεται μὲν κατὰ φύσιν καὶ τοῦτο, ἵνα μὴ καὶ δόξωσιν οὐσία τις αΰ λας εἶναι, καὶ ξένη τὸ καθ' ἡμᾶς ὑποκριναμένη, καὶ τὰ καινὰ, καὶ ὑπὲρ ἄνθρωπον ἐκεῖνα τελέσασα· καὶ ἀποδίδοται μὲν κατὰ καιρὸν ὁ χοῦς τῷ χολ, ἵνα καὶ τῶν μακρῶν τέω: ἀγώνων, καὶ πόνων, καὶ ἱδρώτων, καὶ τῶν παντοδαπῶν ἀναπνεύσῃ κινδύνων· ἀποδίδοται δὲ καὶ τῇ εἰκόνι τὸ κατ' εἰκόνα τρανότερόν τε καὶ τελεώτερον· τὸ δὲ κατ' αὐτοὺς θαῦμα πολλῷ μᾶλλον, καὶ καθ' ὑπερβολὴν νῦν ὑψηλότερόν τε καὶ ὑπερφυέστερον· ὅτι καὶ μεταστάντες, ἡμῶν οὐκ ἀπέστησαν· καὶ τῇ σαρκὶ χωρισθέντες, τῷ πνεύ ματι μᾶλλον συνήφθησαν, καὶ σύνεισιν ἀχωρίστως τῇ Χριστοῦ Ἐκκλησίᾳ, τῆς μεγάλης ἐκείνης προς στασίας, καὶ τῆς ποιμαντικῆς κραταιότερον ἀντεχόμενος, καὶ προπολεμοῦντες τῆς ποίμνης, καὶ τοὺς λύκους ἀναιροῦντες τελείως, οὓς τῇ καλαύροπι, καὶ τῇ τοῦ λόγου σφενδόνῃ παρόντες ἀπήλαυνον πρότε μον, ὅσῳ καὶ φθόνου, καὶ βασκανίας, καὶ λιθασμών, καὶ διωγμῶν, καὶ ὑπερορίας, καὶ θανάτων παντοδαπῶν νῦν ἀνώτεροι χρηματίζουσι, καὶ ὁρῶσι, μὴ πάσχοντες, καὶ τὰ ὑπὲρ φύσιν μᾶλλον νῦν γεγονότες ἐξανύουσι κάλλιστα διὰ τῆς αὐτῶν ὑψηλοτάτης δια δασκαλίας καὶ τῶν κοινῶν παραινέσεων. Καὶ ἡ μὲν γλῶττα σιγᾷ, καὶ τὰ χρυσᾶ κατὰ φύσιν μέμυκε χείλη τὰ δ' ἱερὰ πυκτία, καὶ οἱ θεόπνευστοι λόγοι, καὶ τῶν περὶ Θεοῦ δογμάτων οἱ ζῶντες καὶ ἔμψυχοι θησαυροὶ, καὶ τὸ γινώσκειν ὀρθοδόξως αὐτοῦ τὴν θεότητα, ἅπερ ἡμῖν ὡς κλῆρος τις πατρικὸς καὶ ὑπέρτιμος ὑπ' αὐτῶν κατελείφθη, ὡς ἐκ μυρίων βοζ γλωσσών τε καὶ στομάτων ἀκαταπαύστως. Καὶ ζῶσι μὲν ἐν Χριστῷ τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀνώλεθρον ζῶσι δὲ καὶ παρ' ἡμῖν ἐντεῦθεν λαλοῦντες, καθά περ εἶπον, καὶ τὸν κόσμον μετὰ Χριστοῦ σώζον Δεύρο δή, περιστάντες με πᾶς ὁ περὶ ἐκείνους φίλος χώρος, συνεργάσασθε μοι τὴν εὐφημίαν· οἱ ποιμένες τοὺς ποιμένας ἐπαινοῦντες καὶ διδασκάλους· οἱ περὶ τὸ βῆμα, καὶ τὴν ἱερὰν τράπεζαν, καὶ την λειτουργίαν, τοὺς τῆς τάξεως ταύτης, καὶ τῶν ἱερῶν εὐχῶν ἀρχηγούς τε καὶ νομοθέτας· οἱ φιλό σοφοί, καὶ σόφοι, καὶ διαλεκτικοί, καὶ λογογράφοι, καὶ ρήτορες, τήν τε πρώτην καὶ ἀνωτάτην σοφίαν, καὶ δὴ καὶ τὴν ἀνθρωπίνην, καὶ κάτω ἀσκοῦντες τοὺς τούτων ἀσκητές, καὶ τεχνίτας, καὶ καθηγε
col. 819–820page 55 of 57
PG 154:819μόνας, και υψηλούς διδασκάλους, καὶ ῥήτορας· καὶ οι Ο Ένα συνελών είπω, οι μονασταὶ καὶ μιγάδες, οἱ τῆς ερημίας τε καὶ τῆς πολιτείας, οἱ τῆς ἁπλότητος καὶ τῆς ἀκριβείας, ὅσοι τῆς θεωρίας, καὶ ὅσοι τῆς πρόσ ξίως. Ἐγὼ δὲ καὶ ἀποστόλους καλῶ, καὶ προφήτας, έτσι πρό τε Χριστοῦ καὶ μετὰ Χριστὸν, καὶ νομοθέτας, καὶ στρατηγούς, καὶ ἱερέας· ἐπεὶ μᾶλλον ἐκεῖνοι τούτους γινώσκουσι καὶ φιλοῦσι, καὶ τοῖς αὐτ τῶν ἐγκαλλωπίζονται παντοδαποῖς κατορθώμασι καὶ τοῖς λόγοις, καὶ τοῖς παρ' αὐτῶν ἀναδοῦνται στεφάνοι; τε καὶ τοῖς ἐγκωμίοις, καὶ λόγοις ἅμα καὶ πράγματ σιν. 'Αλλ᾽, ὦ ποιμένες σοφοί, καὶ διδάσκαλοι, καὶ πατέ ρες, καὶ ἐδηγοί, καὶ προστάται, μετὰ τὸν πρώτον καὶ μόνον ποιμένα, καὶ διδάσκαλον, καὶ προστάτην, καὶ Δεσπότην τῆς ἑαυτοῦ Ἐκκλησίας· ὦ σωτήρες μετὰ τὸν πρῶτον Σωτῆρα, καὶ εὐεργέται μετά την εὐεργέτην, καὶ οἰκονόμοι πιστοί και φρόνιμοι, εἰς κατέστησεν ὁ Κύριος ἐπὶ τῆς οἰκίας, ταύτης, λέγω, τῆς αὐτοῦ Ἐκκλησίας· οἱ δεδωκότες καὶ δι δόντες κατὰ τὸν αὐτοῦ λόγον τοῖς ὁμοδούλοις τὸ σι το μέτριον ἐν καιρῷ· οὓς, κατὰ τὸν ἑαυτοῦ λόγου, καθίστησιν ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ δι' ἐκεῖνα· ὦ προφητῶν καὶ ἀποστόλων καὶ μαρτύρων κοινωνοὶ, καὶ σύναθλοι, καὶ συνεργάται, καὶ συναγωνισταί· ὦ ψυχή, καὶ γλῶττα, καὶ στόμα, καὶ νοῦ, καὶ λόγε, καὶ σοφία, καὶ ἀρετὴ, καὶ καυχήσεως στέφανος, καὶ κλέος, καὶ ὑπέρτιμος τιμή, καὶ λαμ πρότης, καὶ δόξα, καὶ καύχημα, καὶ βάσις, καὶ ἐ ρεισμα τῆς Χριστοῦ Ἐκκλησίας (ὡς γὰρ ἕνα τους τρεῖς κατασπάζομαι διὰ τὸ τῆς ἑνώσεως καὶ τῆς συμφυΐας καινὸν, καὶ ὁμότιμον)· ἔχετε καὶ παρ' ήν μῶν τὸν εὐτελῆ καὶ βραχὺν τουτον λόγον, μάλλον δὲ καὶ μέγαν καὶ ὑψηλὸν τὸν αὐτόν· τὸ μὲν ἐν ὑμᾶς καὶ τοὺς ὑμετέρους λόγους, οἷς αὐτὸς δὲς ἐν ρείδεται, καὶ συνεξυφαίνεται διὰ τὴν ὑμῶν πρὸς τὰ ταπεινὸν φιλανθρωπίαν καὶ συγκατάβασιν. Υμείς δ' εποπτεύοιτε ἡμᾶς ἄνωθεν ἵλεῳ, καὶ τὸ Χριστοῦ τοῦτο καὶ ὑμέτερον φιλανθρώπω; ἐπισκέπτοισθε ποίμνων, όπερ ἱδρῶσι καὶ πόνοις μακροῖς συνεστήσασθε, μια χρόν τε καὶ ἀτελὲς ἄν πάλαι, κατὰ τὸν ὑμέτερον λόγον, καὶ μήτε νομὴν ἐλευθέραν ἔχον, μήτε μάνδρα περιεχόμενον· καὶ νῦν οὐδὲν ἧττον τῆς ὑμῶν ἐπισ σκοπῆς, καὶ τῆς ἐπιμελείας καὶ προνοίας δεόμενον, Ο χερσομανοῦν, καὶ ὑλομανοῦν, καὶ μετὰ τὴν πολυειδή καὶ θαυμαστὴν ἐκείνην ὑμῶν ἐπιμέλειαν, κατὰ τὸν ἀμπελῶνα ἐκεῖνόν φημι, ὃς ἐγενήθη τῷ ἡγαπημένα ἐν κέρατι, ἐν τόπῳ πίονι, καθά φησιν Ησαΐας. Φείδομαι γάρ τι πλέον εἰπεῖν, αἰδούμενος τὴν πανή γυριν. Ἐπεὶ καὶ ζῆτε μᾶλλον νῦν ἐν Χριστῷ, καὶ συμπαθέστερον καὶ τρανότερον ἐποπτεύετε τὰ ἡμέ τερα, καθαρώτερόν τε καὶ ὑψηλότερον ἀνατενίζοντας τῷ φωτὶ τῆς μεγάλης Τριάδος, καὶ τὰς ἐκεῖθεν ἐλα λάμψεις ἀμέσως δεχόμενοι, τῶν ἐσόπτρων λυθέντων καὶ τῶν ἐμφάσεων· ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.

Refutation of the Anathematisms of HarmenopulusRefutation Anathematismorum Harmenopuli

col. 821–822page 56 of 57
PG 154:821ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΙΟΥ ΦΙΛΟΘΕΟΥ ΑΝΑΤΡΟΠΗ ΤΩΝ ΑΝΑΓΕΓΡΑΜΜΕΝΩΝ ΠΑΡΑ ΤΟ ΑΡΜΕΝΟΠΟΥΛΟ ΑΝΑΘΕΜΑΤΙΣΜΩΝ. Ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πορφυρού γεννήτου τόμος ἐξεφωνήθη, συμπράξαντος καὶ τοῦ τότε πατριάρχου Αλεξίου καὶ τῆς συνόδου, ἀναθεματίζων τοὺς ἐπιχειροῦντας ἀποστασίαν ἢ τυραννίδα κατὰ βασιλέων ποιῆσαι, ὡς ἐντεῦθεν τοὺς ὑπηκόους τῶν οἰκείων δεσποτῶν παρασκευάζοντας ἐπανίστασθαι· ἔχει δὲ οὕτως· «Τοῖς μέλλουσιν ἐπιβουλαῖς ἢ μούλτοις ἀπό γε τοῦ νῦν ἐπιχειρεῖν, ἀνάθεμα. Τοῖς συμπράττουσιν αὐτοῖς, καὶ τοῖς συγκοινωνοῦσιν ἐν τῇ ἀποστασίᾳ, ἀνάθεμα. Τοῖς συμβουλεύουσι, καὶ τοῖς παρορμῶσιν εἰς τὰ τοιαῦτα, ἀνάθεμα. Τοῖς συν εκστρατεύουσι τούτοις, ἀνάθεμα. Τοῖς δεχομένοις αὐτοὺς εἰς μετάνοιαν μὴ μεταμελομένους ἀπὸ τῆς ἀποστασίας καὶ καταλιμπάνοντας αὐτήν, ἀνάθεμα.» Όμοιος ἐπὶ τῆς βασιλείας Μανουὴλ τοῦ Κομνη τοῦ, ὅς μετὰ τῶν ἐν τέλει καὶ τοῦ τηνικαῦτα πα τριάρχου καὶ τῆς ὑπ' αὐτὸν συνόδου ἐγένετο, ἀναθεματίζων τοὺς ἐπιβουλὴν ἢ ἐπανάστασιν κατὰ τοῦ υἱοῦ αὐτοῦ ᾿Αλεξίου βουληθέντας ἐπιχειρῆσαι, καὶ τοὺς αὐτοῖς συναιρομένους. Ἕτερον παραπλήσιον ὁ βασιλεὺς Μιχαὴλ ὁ Πα λαιολόγος προβαίνειν παρεσκεύασεν ἐπὶ τῷ υἱῷ αὐ τοῦ ᾿Ανδρονίκῳ, τῷ εὐσεβεῖ βασιλεῖ· ἔνθα δὴ παρῆσ σαν, ὡς εἰκὸς, οἱ ἐν τέλει καὶ ὁ πατριάρχης Ἰωσήφ, ὅστις ὑπὲρ τῆς ἀληθοῦς εὐσεβείας τὸν τῆς ὁμολογίας ἀνεδήσατο στέφανον, ἔτι δὲ καὶ ἡ ὑπ' αὐτὸν ἱερὰ σύνοδος, οἳ καὶ ἀναθέματι ὑπέβαλον καὶ ἀραῖς φρικωδεστάταις τοὺς ἐπιβουλὴν ἢ ἐπανάστασιν μέλλον τις σκαιωρήσειν εἰς τὸ ἐξῶσαι τῆς βασιλείας τὸν τῆς εὐσεβείας στύλον, τὸν βασιλέα θεῖον Ανδρόνι του. Ο περὶ τὰ τοιαῦτα σοφός, σεβαστέ νομοφύλαξ καὶ καθολικά κριτὰ ᾿Αρμενόπουλε, πῶς οὐ κἀκεῖνο τοῖς γεγραμμένοις προσέθηκας, ὅτι διὰ τοὺς χρυσοῦς καὶ ἁγίους νόμους τοῦ μεγάλου τῆς Ἐκκλησίας φωστῆρος Ιωάννου, τοῦ τὴν γλῶτταν χρυσοῦ, περὶ τοῦ μὴ δεῖν Χριστιανοὺς ἀναθεματίζεσθαι, ἕως ἂν δηλονότι τῆς ὀρθῆς ἔχονται περὶ Θεοῦ δόξης, ἠπράκτησαν οι τόμοι, οἱ τοὺς ἀποστατοῦντας καὶ ἐπανισταμένους
col. 823–824page 57 of 57
PG 154:823τοῖς βασιλεῦσιν ἀναθεματίζοντες Τοῦτο γάρ φησιν ὁ σοφὸς νομοφύλαξ καὶ τῶν ὁμοίων σοι σπουδαστής Παλσαμών, ὁ ἐν νόμοις τε καὶ κανόσι μάλιστα που λυμαθέστατος καὶ σοφώτατος, ὁ καὶ πατριάρχης Αν τιοχείας τῆς μεγάλης ἀναδειχθεὶς ὕστερον, ὅπερ οὐδὲ σὲ διαλανθάνειν εἴποιμι ἂν ἔγωγε ποτέ, σοφόν τε ὄντα καὶ σπουδαῖον τὰ τοιαῦτα, εἴπερ τινάς ἢ τοῦν κακείνα προσγράψαι σε τοῖς ῥηθεῖος ἐκείνοις περὶ τῶν τόμων ἐχρῆν, ἢ μηδὲ ταῦτα τοῖς καλλίστοις του καὶ σπουδαίοις ἐντάξαι συγγράμμασιν. Ἀλλ᾽ ἐγὼ τὸ ἐλλεῖπον τῷ τοῦ φίλου συγγράμματι προσανατ πληρῶ ἤδη· καὶ οἶμαι, ὡς οὐ φορτικός, ἀλλ᾽ οὐδὲ περιττός τις δόξω, τἀναγκαῖα καὶ δίκαια κατά πάν σαν ἀνάγκην ποιῶν. Ο τοίνυν προβληθεὶς πατριάρχης Αντιοχείας, δ σοφός Βαλσαμών, τοὺς Ἱεροὺς ἐξηγούμενος κανόνας, τάδε φησὶν ἐν τῷ προοιμίῳ τῆς ἐξηγήσεως τῶν κατ νόνων τῆς ἐν Γάγγρας συνόδου" Η μὲν παροῦσα σύνοδος, προφάσει τῶν γενομέν των παρὰ τοῦ Εὐσταθίου κακῶν, ὑπεναντίως τοῖς δογματισθεῖσιν ὀρθῶς παρὰ τῆς καθολικής Εκκλησ σίας, ἀναθεματίζεσθαι τοὺς ὁμόφρονας ἐκείνῳ διο ρίζεται. Καὶ μετά τινα Ἡ δὲ χρυσοῦς τὴν γλῶτταν. καὶ τῆς οἰκουμένης διδάσκαλος, παρακελευόμενος μὴ ἀναθεματίζεσθαι άνθρωπον πιστόν, φησὶ ταῦτα ῥητῶς·. 11 οὖν ἐστι τοῦτο, ἢ λέγεις, τὸ ἀνάθεμα, ἀλλ' ὅτι ἀνατιθέσθω οὗτος τῷ διαβόλῳ, καὶ μηκέτι σωτηρίας χώραν ἐχέτω, γενέσθω ἀλλότριος τοῦ Χριστοῦ; Καὶ τῆς εἰ σύ; Ταῦτα τῆς ἐξουσίας καὶ τῆς μεγάλης δυνάμεως. Τότε γὰρ καθίσει ὁ βασιλεὺς, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ ευωνύμων. Τ οὖν τῆς τοσαύτης ἐπελάβου ἀξίας;» Καὶ μετ' ὀλίγα φησὶν ὁ αὐτὸς Χρυσόστομος· «Τοιγαροῦν ὁ ᾿Από στόλος ἐν δυσὶ μόνοις τόποις ἐξ ἀνάγκης τὴν φωνὴν ταύτην φαίνεται εἰπών· οὐχ ὁριστικῷ δὲ τρόπῳ τού την προήγαγεν, ἐν μὲν τῇ πρὸς Κορινθίους εἰπών Εξ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ήτω ἀνάθεμα· καὶ, Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' παρελάβετε, ἀνάθεμα ἔστω. Τί οὖν; & μηδεὶς τῶν ειληφότων ἐξουσίαν πεποίηκεν, εἰ μὴ μόνος ὃς ἔλαβε, σε τολμᾷς ταῦτα ποιεῖν ἐναντίως τῷ δεσποτικῷ παρα αγγέλματι, καὶ προλαμβάνεις τὴν κρίσιν τοῦ βασι λέως; Τὸ ἀνάθεμα τοῦτο τοῦ Χριστοῦ ἀποκόπτει, Δίδαξον ἐν πραότητι, ο καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν τὰ τοῦ Χρυσοστόμου Πατρός. Ο δὲ Βαλσαμὼν ἐπιφέρει· Διὰ τοῦτο, ὡς ἔοικεν, ἀπρα χτεῖ καὶ ὁ γεγονὼς συνοδικὸς τόμος ἐπὶ τῆς βασι λείας του Πορφυρογεννήτου κυροῦ Κωνσταντίνου, καὶ τοῦ πατριάρχου κυροῦ ᾿Αλεξίου, χάριν τοῦ ἀνακ θεματίζεσθαι τοὺς ἀποστάτας, καὶ μουλταρίους, καὶ κατὰ τῶν βασιλέων ὅπλα ἐγείροντας, καὶ τυραννίδα μελετώντας. Εἰ δὲ τὰ παρὰ τοῦ μεγάλου Πατρὸς καὶ διδασκάλου ἡμῶν τοῦ Χρυσοστόμου γραφέντα ύπερα
Page scan enlarged

Notebook

Full View