PG 154Demetrius Cydonius
Demetrius Cydones
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Notice from FabriciusNotitia ex Fabricio

col. 825–826page 1 of 68
PG 154:825ΝΟΤΙΤΙΑ. τερεῖν ὀφείλουσι καὶ τῶν διορισθέντων παρὰ τῆς ὁ ἐν Χαλκηδόνι συνόδου, καὶ τῆς ἐν Γάγγρας, ἐροῦσι πάντως οἱ τὰ τοιαῦτα διευθετεῖν ἐξουσίαν ἔχον τες. Καὶ ταῦτα μὲν ὁ πατριάρχης Βαλσαμών. Δείκνυσι γοῦν ἐκ τῶν εἰρημένων, προηγουμένως μὲν ἐξ ἐκεί νου, μᾶλλον δὲ καὶ πρὸ τῶν ἑαυτοῦ ἡμερῶν ἄπρα στον τον προβληθέντα ἐπὶ τοῦ Πορφυρογεννήτου, καὶ τοῦ πατριάρχου κυροῦ ᾿Αλεξίου τόμου πρό κτησε γάρ, φησίν. Εκείνου δὲ, καθάπερ τινὸς ἐρεῖ. σματος, ἢ θεμελίου, ὑποσπασθέντος, καὶ οἱ μετ' ἐκεῖνον γεγονότες δύο, ὅ τε ἐπὶ τοῦ Κομνηνού, φημί, κυροῦ Μανουήλ, καὶ ὁ ἐπὶ τοῦ Παλαιολόγου, συγκα. ταπίπτουσιν ἐξ ἀνάγκης. Επειτα σὺν τούτῳ δεί κνυσιν, ὅτι οὐδὲ οἱ ἀναθεματισμοί τῶν συνέδων ἐκεί νων ἔχουσι τὸ ἀσφαλὲς, εἰ καὶ ἐπὶ μεγάλοις καὶ ἀναγκαίοις τισὶν ἐγένοντο πράγμασιν, εἴπερ τῷ και νῷ Πατρὶ Χρυσοστόμῳ, καὶ τοῖς ἄλλοις ἁγίοις διδα σκάλοις πείθεσθαι δεῖ, τὰ αὐτὰ καὶ φρονοῦσιν ἐκείνῳ καὶ διδάσκουσι, καὶ τῇ τοῦ Χριστοῦ μεγίστη φιλανθρωπίᾳ μᾶλλον συνηγοροῦσιν. Ἀλλὰ περὶ μὲν τῶν τοιούτων, οἱ μὲν ταῦτα, οἱ δ' ἀλλοῖα τυχὸν ἐροῦσι, ταῖς συνόδοις ἐκείναις συνιστάμενοι. Εγώ δ' ἐκεί νων ἀφέμενος (οὐδὲ γὰρ ἐρίζειν ἐπὶ τοῦ παρόντος βούλομαι), ἐκεῖνό φημι, ὅτι τέως λαμπρῶς καὶ ἀναμ φιβόλως ἀπεδείχθη ἐκ περιουσίας, ὅτι ὁ πρῶτος ἐκεῖνος τόμος, ὡς μὴ συνάδων τῷ σκοπῷ τῆς κλησίας, καὶ μάλιστα τῷ κοινῷ διδασκάλῳ, τῷ Χρυσοστόμῳ, φημί, ἀργὸς καὶ ἄπρακτος μεμένηκε, κατά τὸν σοφὸν Βαλσαμών· ὅπερ καὶ ἡμῖν ὁ σκοπός ἦν δεῖξαι· ἐκείνου δ' ἀπρακτοῦντας, καὶ οἱ μετ' ἐκεῖνον ἐξ ἀνάγκης ὡσαύτως τὸ ἀνενέργητον καὶ ἄπρακτον ἔχουσι, καθὰ δὴ καὶ φθάσαντες είπομεν. Κυδώνη, Δημήτριος ὁ Κυδώνη, παρόντος τοῦ Κυδώνη, (α) Ο ἀπὸ Θεσσαλονίκης, [Ρ.
col. 827–828page 2 of 68
PG 154:827μετὰ τῆς χάριτος καὶ τοῦ ἠθικοῦ ἀνθηρόν τε καὶ ἀφελές.» Τῶν μὲν σῶν. Κόσμος, δς ἦν φύσεως,
col. 829–830page 3 of 68
PG 154:829Νεμεσίου λόγος, ὡς ἀλογός ἐστιν ὁ θανάτου φόβος, ἀνωτέρω πρὸς τοῦτο. Οἱ μετὰ τοὺς γενναίους αγωνιστάς εἰσιόντες. τοῦ Κυδώνης λόγος, ὅπως ἄλογον τὸ τοῦ θανάτου
col. 831–832page 4 of 68
PG 154:831Εκκλησίας ἀναγινωσκόμενος διὰ τὸ τῇ καθολικῇ ἁγίᾳ Ἐκκλησίᾳ ἀποδοκιμασθῆναι, "Η μὲν κατὰ Λατίνων προθυμία τοῦ ἀνδρός. Τὴν μὲν οὖσαν αἰτίαν εἰ βούλει μαθεῖν, αἱ
col. 833–834page 5 of 68
PG 154:833Ανηνέγκαμεν, ὦ βασιλεῦ, τῶν συνεχῶν. Ὅτι μὲν τὰ παρόντα χρή προσειπεῖν,
col. 835–836page 6 of 68
PG 154:835ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΚΥΔΩΝΗ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΙΤΟΥ ΠΕΡΙ ΤΩΝ ΒΛΑΣΦΗΜΩΝ ΔΟΓΜΑΤΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, Επιστολή Παύλου, πατριάρχου Κωνσταντινουπόλεως, ἐπὶ τὸν μακαριώτατον πάπαν, καὶ τοὺς αὐτοῦ καρδιναλίους. Ἡμεῖς Παῦλος, ἐλέῳ Θεοῦ πατριάρχης Κωνσταντινουπόλεως, γνώριμον ποιοῦμαι πᾶσι τοῖς ἐν Χρισ στῷ πιστοῖς. Ἐπειδήπερ τοῦ γνῶναι τὴν ἀλήθειαν οὐδὲν λαμπρότερον, οὐδὲν ἥδιον, οὐδὲν προσηνέστι ρον· ἡ μὲν γὰρ ἀλήθεια τὰ ἔνδον τῆς διανοίας λαμ πρύνει, καὶ εὐφροσύνης πληροί, καὶ θυμηδίας ἐμὲ πίκλησιν, ἡ δὲ ἄγνοια τὸ ἀνάπαλιν σκοτίζει, λυπεί, σκληρύνει - τούτου χάριν ἵνα μὴ τοὺς ὕστερον ἡ τῶν πραγμάτων ἀλήθεια παρατρέχῃ, δεῖν ἔκρινα τὰ μετ ταξὺ τοῦ τε βασιλέως τοῦ Καντακουζηνοῦ καὶ ἐμοῦ τετυχηκότα διαλέξεως γραφῇ παραδοῦναι. Ἐπεὶ γὰρ Ελληνίδα

Book of Demetrius Cydones against Gregory PalamasDemetrii Cydonii Liber adversus Gregorium Palamam

col. 837–838page 7 of 68
PG 154:837εν τοῦ δεσπότου τοῦ πάπα τοῦ ε' Οὐρανοῦ αὐτοῦ καρδιναλίων παρά τινων Γραικών . ὡς ὁ εἰρημένος βασιλεὺς ὁ Καντακουζηνός ῶν Γραικῶν Ἐκκλησία πολλές δογματίζει ὑπερκειμένας καὶ ὑποβεβηκυίας, διὰ τὸ τὰ τῷ Θεῷ διαφέρειν λέγειν πραγματικῶς, ων ἕκαστον θεότητα λέγειν διακεκριμμένην ρον τῆς θείας οὐσίας διεστώσας· ἐπιθυμή ἀλήθειαν γνῶναι ταύτης τῆς διδασκαλίας ἐν τινουπόλει διατρίβων, ὅτε πρὸς τὸν βασιλέα αιολόγον παρὰ τοῦ εἰρημένου ἄκρου άρχιε ἐστάλην, ἐζητήσαμεν τοῦτο μαθεῖν, οὐκ ἔδυ δὲ λόγῳ ἢ πράγματι βεβαιόν τι καταλαβεῖν δόξης ταύτης καὶ ἀνόμου διδασκαλίας· ὅθεν γκάσθην λόγοις σκληροῖς ἐπιτίθεσθαι, καὶ λέγχοις τισὶ προκαλεῖσθαι. Τέλος ὁ εἰρημέ λεὺς ὁ Καντακουζηνὸς ἦλθεν εἰς ὁμιλίαν ἐμοὶ προκειμένης δόξης. Εἰ καὶ τοίνυν ἐν ἀρχαῖς οι μὴ ὀρθῶς φρονεῖν πραγματικὴν διάκρισιν [νῳ λέγειν αὐτὸν ἐκ τῶν λόγων αὐτοῦ· ὅμως νας ἡμέρας τῆς ὁμιλίας παρατεινομένης, φρονεῖν πραγματικὴν διάκρισιν τῶν προσόν Θεῷ, ἀλλὰ μόνον λόγῳ καὶ ἐπινοία. Τότε σθεὶς ἐγὼ εἶπον αὐτὸν καλῶς τας ειν, καὶ τῷ Η συμφωνεῖν Αμβροσίῳ. Μετὰ ταῦτα τὰς εἰ ἐν γράμμασιν ἔθηκεν ὁμιλίας, ἐν οἷς παρο δοκεῖ τινα ἀμφιβολίαν γεννώντα, πότερον ὄνον ἢ καὶ πραγμάτων είναι διαφορὰν ισχυ "Α δὴ γράμματα τῷ εἰρημένῳ δεσπότῃ τῷ χιερεῖ ὑποδείξω, ὥστε ταῦτα ἢ ἀποδοκιμά εβαιώσαι. Μετὰ ταῦτα γέγραφε περὶ τοῦ ἐν βρίῳ φανέντος φωτός, λέγων ἐκεῖνο ἄκτιστον μὲ οὐκ οὐσίαν Θεοῦ, ἀλλά τινα θείαν ἐνέρ περ ἡμῖν δοκεῖ μηδ' ἀκοῆς ἄξιον. Οὐδὲν γὰρ πλὴν τῆς θείας οὐσίας· καὶ πᾶν ἄκτιστον ναι, μηδὲν δὲ ἀϊδιον ὁρατόν· τὰ γὰρ ὁρών ρόσκαιρα. Ὅθεν εἰ ἔλεγεν ἐκεῖνο τὸ ὁριθὲν μβολον γενέσθαι τοῦ ἀοράτου καὶ ἀκτίστου ὀρθῶς ἂν ἐφρόνει. Λέγειν δὲ τὸ τοῖς σωματι θαλμοῖς ὁραθὲν φῶς ἄκτιστον εἶναι παντά ξω τῶν τε τῆς πίστεως ὅρων, καὶ παρὰ ἄγον· ταῦτα τοίνυν βουλόμεθα τῷ παρόντι τι εἶναι δῆλα, ἵν' ἡ τοῦ πράγματος ἀλήθεια Β. εἰσέπειτα τηρῆται. ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΚΥΔΩΝΗ ΚΑΤΑ ΤΟΥ ΠΑΛΑΜΑ. ὡς ἐν κεφαλαίῳ τὰ τοῦ Παλαμᾶ ἄνωθεν άρ δείξωμεν συντόμως, ὅτι τὴν μὲν ὕλην της maνες
col. 839–840page 8 of 68
PG 154:839αἱρέσεως οὐκ ἐπενόησε πρώτος Παλαμᾶς, ἀλλὰ πρό πολλῶν χρόνων παρὰ τοῖς λεγομένοις. Πσυχασταίς ώ, ἐν μυστηρίῳ τὰ τῆς αἱρεσέως ταύτης απεψιθυρί ζετο. Καὶ δῆλον ἐξ ὧν Σιμεών τις, τῆς Ξηροκάρκου ἐπιλεγομένης ἡγούμενος, ἂν καὶ θεολόγον νέον Επα γραψαν οἱ τῶν τοιούτων μύσται καὶ μυσταγωγοί, ἐν ἄλλοις μὲν αὐτοῦ συγγράμμασι πολλά βέβηλα και βλάσφημα συνεγράψατο· ἰδίᾳ δὲ ἐν τῷ περὶ νήψεως καὶ προσοχῆς τοιαῦτα διέξεισι. Καθίσας ἐν μιᾷ για νίᾳ κατὰ μόνας, πρόσεξει ποιῆσαι ὁ λέγω τος. Κλεί σου τὴν θύραν, καὶ ἔπαρον τὸν νοῦν σου ἀπὸ παντὸς ματαίου, ήγουν προσκαίρου. Εἶτα ἐρείσας τῷ στην θει σὸν πώγωνα, κινῶν τὸν αἰσθητὸν ὀφθαλμόν σὺν ὅλῳ τοῦ ἐν μέσῳ τῆς κοιλίας, ηγουν κατὰ τὸν ὀμφων λέν, ἄγξον καὶ τὴν τῆς ῥινὸς τοῦ πνεύματος δικὴν τοῦ μὴ ἀξιῶς πνείν. Ερεύνησον ἔνδον ἐν τοῖς ἐγκά τοις εὑρεῖν τὸν τόπον τῆς καρδίας, ἔνθα ἐμφιλοχωρεῖν πεφύκασι πᾶσαι αἱ ψυχικαί δυνάμεις. Καὶ πρῶτον μὲν σκότος εὑρήσεις καὶ πάχος ἀνένδοτον Επιμένοντος δέ σου, καὶ τούτου τοῦ ἔργου νυκτός καὶ ἡμέρας ποιουμένου, εὑρήσεις, ὦ τοῦ θαύματος! άληκτον εὐφροσύνην. "Αμα γὰρ εὕρῃ ὁ νοῦς τὸν τό που τῆς καρδίας, βλέπει παρευθύς & οὐδέποτε ἐπί στατο. Βλέπει γὰρ τὸν μεταξὺ τῆς καρδίας αέρα, καὶ ἑαυτὸν φωτεινὸν ὅλον καὶ διακρίσεως Εμπλε, Καὶ αὐτὸ δ' ὁ Παλαμᾶς ἐν β' λόγῳ, οὓς ἐπιγράψει προτέρους, τάδε φησίν. Ἐπεὶ καθάπερ τις τῶν μεγάλων περὶ ταῦτα λέγει· Τοῖς ἔξω σχήμασι – ἐξομοιοῦσθαι μετὰ τὴν παράβασιν, πῶς οὐκ ἂν συντελέσεις τι μέγα τῷ σπεύδοντι συστρέφει τον νοῦν εἰς ἑαυτὸν, ὡς μὴ τὴν κατ' εὐθεῖαν, ἀλλὰ τὴν κυκλικὴν καὶ ἁπλανῆ κινεῖσθαι κίνησιν, τὰ μὴ τὸν ὀφθαλμὸν ὧδε κἀκεῖσε περιάγειν, ἀλλ᾽ οἷον ερείσματο τινι τοῦτον προσερείδειν τῷ οἰκείῳ στήθει, ἢ τῷ ὀμφαλῷ; Πρὸς γὰρ τῷ εἰς κύκλον ὥσπερ εξιλε Εφόσον ἐφικτόν συνελίττειν ἑαυτὸν παραπλησίως εξ σπουδαζόμενῃ ἐν ἑαυτῷ τοῦ νοῦ κινήσει, καὶ τὴν δι' ὄψεως ἔξω δεχομένου δύναμιν τοῦ νοῦ, τῆς καρδίας εἴσω πέμψει διὰ τοῦ τοιούτου σχήματος του συν ματος. η Ει Τὰς γοῦν τοιαύτας ἀλήκτους εὐφροσύνας, καὶ τὰ φῶτα καὶ πᾶσαν τὴν περὶ ταῦτα σκηνὴν ἐκ διαδοχής παραλαβών Παλαμᾶς οἰονεί τινα ὕλην ἀνείδεον μερ φώσα; ἐθεοποίησε. Καὶ πρῶτον μὲν ἐν τῇ πρὸς Μην νὰν ἐπιστολῇ ταῦτά φησιν· Εί τις οὐ παραδέχεται τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Ἰησοῦ, ὅπερ καὶ σκίρτημα πολλαχοῦ οἱ Πατέρες ἐκάλεσαν, πνέουσαν δύναμιν, καὶ καρδίας ζώσης κίνημα, ο τοιοῦτος, οι μαι, ἀκμὴν οὐκ ᾔσθάνθη αὐτῆς. Καὶ πάλιν, Ησαΐας δὲ ὁ θεῖος ποῖον πνεύμα λαβεῖν ἡμᾶς καὶ τελεῖν φάσκει; Οὐχὶ τοῦ Κυρίου Ἰησοῦ τοῦ ἐνεργοῦντας ἐν πυρὶ τοῖς πιστοῖς καὶ σωτηρίαν πληροῦντος; Πολον δὲ πῦρ μαστίζει τοὺς δαίμονας, καὶ φυγαδεύει αυτ τοὺς, ὥς φησιν Ἰωάννης ὁ θεῖος Πατήρ; Οὐ τὸ τοῦ Κυρίου Ἰησοῦ τὸ ἐν τῇ μνήμῃ αὐτοῦ ἐξάπτον ἔνδον;
col. 841–842page 9 of 68
PG 154:841Ὀσμὴ δὲ Ὑψίστου ποία ἑτέρα εἰ μὴ ἡ θέρμη τοῦ πνεύματος, ἥτις ποτὲ καὶ ἐκ τῆς ῥινὸς ἀρρήτως ἐξέρχεται; Ἐν δὲ τοῖς λόγοις, οὓς ἐπιγράφει προτέρους καὶ δευτέρους, τάδε φησίν· ε "Ο μέντοι φῶς ἐν ὑποστάσει φασὶ πνευματικῶς ὁρᾶν, ὃν μὲν καὶ μὴ συμβολια κιν, ἀεὶ δὲ ὄν, ἄθλόν τε καὶ τῷ θεωρητὸν, τοῦτο διὰ τῆς πείρας ἴσασι,» Καὶ πάλιν ἀφ' ἑτέρου τῶν αὐτῶν, οὗ ἡ ἀρχή, Υποψιθυρίσεις, τάδε φασί· ι Τοιγαρ οὖν τὸ φῶς ἐκεῖνο σύμβολόν τέ ἐστι καὶ φῶς ἀληθινὸν, καὶ οὐκ ἀληθινὸν ἁπλῶς, ἀλλ᾽ αὐτὸ τὸ ἀληθινὸν ὑπῆρχε φῶς, ο Καὶ πάλιν ἐν τῷ αὐτῷ· «Εἰ γὰρ καὶ φῶς ἔχει τὴν ἐπωνυμίαν, ἀλλὰ καὶ φῶς ἀληθινὸν καλεῖται, μᾶλλον δὲ αὐτὸ τὸ ἀληθινὸν φῶς, ὁ ὡς ἱμά τιον ὁ Θεὸς ἀναβάλλεται.» Τοῦτον τὸν τρόπον ἔχειν τὸ φῶς τοῦτο κατασκευάσας, διὰ πολλῶν ἀποδεικνύει καὶ ὁρατὸν εἶναι, προστιθεὶς καὶ ἀνακράσεις τινας καὶ μίξεις τοῦ τοιούτου φωτός μετὰ τῶν ὁρώντων ἀποτελεῖσθαι, καὶ φησὶν ἔν τινι τῶν εἰρημένων περὶ τοῦ φωτὸς λόγων·. Εν ἐστιν ὅταν μετὰ τοῦ ὁρῶν. τος γίνηται, ἕτερον ἄλλοτε ὁρᾶται. Ποτὲ μὲν τοῦ σώ ματος ἐπανιστῷ, καὶ εἰς ὕψος ἀναφέρει άρρητον, ἄλλοτ᾽ αὖθις καὶ τὸ σῶμα μεθαρμοσάμενον, καὶ τῆς οἰκείας μεταδεδωκώς λαμπρότητος, καὶ εἰρήνης, καὶ ἀγάπης, θεοειδοῦς τε ἡδονῆς καὶ ἀπαθείας ἔμπλεων ποιῆσαν, ὀφθαλμοῖς σωματικοῖς, ὦ τοῦ θαύματος! γίνεται ληπτόν.» Καὶ ἐν ἑτέρῳ, οὗ ἡ ἀρχὴ, Ελό τως μὲν οὖν ὁ λόγος, τάδε φησίν· ο "Εν ἐν θεωρίᾳ πνεῦμα τὸ φῶς μετὰ τῶν διὰ καθαρᾶς προσευχής ἐντυγχανόντων γίνεται δρώμενον καὶ μὴ διαιρούμε γον αὐτῶν· κ καὶ πάλιν ἐν τῷ αὐτῷ· ε Ισασιν οἱ με μυημένοι, καὶ λέγουσιν οὐ συζυγίαν ὀλίγοις τισὶ μέ ρεσι καὶ δυνάμεσι τὴν ἀλληλουχίαν παρεχομένην, ἀλλ᾽ οἷον ἀνάκρασιν εἶναι πρὸς ψυχὴν τοῦ φωτὸς τῆς χάριτος τὴν ἐνοίκησιν, θαυμαστὴν οἷον ἄῤῥητον· ἡ δὲ τοῦ γαμηλίου συναλλάγματός τι δοκεῖ τῶν ἄλλων πλέον. ᾿Αλλ' οὐδ᾽ ἐκεῖνο σύμφυσις, οὐδ᾽ ἀνάκρασίς ἐστιν, ἀλλ' ὁμιλίᾳ τινὶ, καὶ οἷον προσκολλήσει, ἓν τὰ πλείω γίνονται. «Εσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν, καὶ σάρκα μόνην, ἀλλ' οὐχὶ καὶ πνεῦμα. Ἡ δὲ τοῦ Θεοῦ πρὸς τοὺς ἠξιωμένους Ένωσις, γνώ σεως πάντα τρόπον ὑπερβάλλουσα τῷ παντελής ὑπ ἄρχειν καὶ τοῦ χωροῦντος κρεῖττον ἢ λόγος, δι' ὅλων τῶν καθαρῶν πνευμάτων Πνεύματος. Ἐπὶ τούτεις ἐλεγχόμενος ὑπὸ τοῦ Βαρλαάμ ἐκείνου, τοῦ καὶ τὴν ἀρχὴν αὐτὸν φωράσαντος, σαφῶς τὴν οὐσίαν τοῦ Θεοῦ ὁρατὴν καὶ πνευστὴν κατασκευάζων, ἐκφεύγων δῆθεν τὸ ἄτοπον, χείρονι κακῷ θεραπεύειν τὴν αἵρεσιν ἐπεχείρησε, καὶ τολμᾷ τὴν ὑπερούσιον ὕπαρξιν τοῦ Θεοῦ πραγματικῇ διακρίσει εἰς οὐσίαν καὶ ἐνέργειαν, μᾶλλον δὲ ἐνεργείας διελέσθαι. Καί φησιν ἔν τινι τῶν εἰρημένων λόγων, ὅτι τοῦτο τὸ φῶς οὐσίᾳ μὲν Θεοῦ οὐκ ἔστι καὶ γὰρ ἀνέπαφος ἐκείνη" ἄγγελος οὐκ ἔστι - δεσποτικοὺς γὰρ φέρει χαρακτῆς ρας. Καὶ πάλιν, Τὸ φῶς τοῦτο θεωρία ἦν οὐ τῆς θείας φύσεως, ἀλλὰ τῆς δόξης τῆς φύσεως αὐτοῦ, ἣν καὶ ἔδωκε τοῖς μαθηταῖς ὁ Κύριος, καὶ δι᾽ αὐτῶν
col. 843–844page 10 of 68
PG 154:843πᾶσι τοῖς πιστεύουσιν αὐτῷ. Καὶ μετ' ὀλίγα Επε καὶ τῇ ἀνθρωπίνη φύσει τὴν δόξαν ἔδωκε τῆς θεότητος, τὴν φύσιν δὲ οὔ, "Αλλο ἄρα φύσις Θεοῦ, καὶ ἡ δόξα ταύτης ἕτερον. Αλλ' εἰ καὶ τῆς θείας φύσεως Ετερόν ἐστι, τοῖς οὖσιν οὐκ ἂν εἴη ἐναρίθμητος. Καὶ εἰς παράστασιν τῶν τοιούτων αὐτοῦ λόγων, τῷ ἐπὶ τῆς τοῦ Κυρίου μεταμορφώσεως χρήται φωτί. Καὶ περὶ τοῦ αὐτοῦ φωτὸς τὰ ὅμοια διέξεισιν ἐν διαφόροις λόγοις αὐτοῦ. Ταῦτα δ᾽ ὕστερον οἱ αἱρεσιῶται αὐτοῦ διὰ τόμου. Περὶ μὲν διακρίσεως οὐσίας τοῦ Θεοῦ καὶ ἐνεργείας τάδε φασίν. Αναγνωσθέντος τοῦδε, ήρξατο ο τιμιώτατος χαρτοφύλαξ καὶ ὕπατος τῶν φιλοσόφων κατὰ τὸ ἐκκλησιαστικὸν ἔθος ἐρωτῶν ἕκαστον, ὅπως ἔχει γνώμης περὶ τῶν κατὰ μέρος λαληθέντων καὶ ἐξεται σθέντων δογματικών κεφαλαίων. Καὶ πάντες ἐν στόματι ὡς ἐξ ἑνὸς κινούμενος πνεύματος μετὰ τοῦ ήνωμένου καὶ θεοπρεπή διάκρισιν τῆς θείας ουσίας καὶ ἐνεργείας φανερῶς ὡμολόγησαν τοῖς θεολόγους ἑπόμενοι ἄκτιστὸν τε τὴν θείαν ενέργειαν, καθά δῆτα καὶ τὴν οὐσίαν έστερξαν. Καὶ πάλιν ἐν τῷ αὐτῷ· Ἡμεῖς δὲ παρὰ τῶν ἁγίων ἐδιδάχθημεν Γρα φῶν καὶ οὐσίαν ἔχειν τὸν Θεὸν, καὶ δύναμιν και ενέργειαν τῆς θείας ουσίας διαφέρουσαν· μᾶλλον δὲ καὶ δυνάμεις καὶ ἐνεργείας. Περὶ δὲ τοῦ φωτὸς τῆς μεταμορφώσεως μετὰ τοῦτο ἐζητήθη. Φασὶ δειχθῆναι παρὰ τῶν ἁγίων ὅτι ἄκτιστὸν ἐστι τὸ τῆς τοῦ Κυρίου μεταμορφώσεως φῶς, καὶ ὅτι οὐκ ἔστι τοῦτο ἡ οὐσία τοῦ Θεοῦ· καὶ πάντες σχεδόν εἶπον, ὅτι ἀπεδείχθη, καὶ ἐν τοῖς ἀναθεματισμοῖς οἷς ἐξέθεντο κατὰ τῶν μὴ πειθομένων ταῖς βλασφημίαις αὐτῶν, ἐν οἷς καὶ ἑαυτοὺς ἀνακηρύττουσι, τάδε φασίν Τῶν λεγόντων προϊέναι μὲν τὴν θείαν ενέργειαν ἐκ τῆς θείας ουσίας, προϊέναι δὲ ἀδιαιρέτως, διὰ μὲν τοῦ προϊέναι τὴν απόῤῥητον διάκρισιν παριστώντων, διὰ δὲ τοῦ ἀδια ρέτως ὑπερφυά δεικνύντων τὴν ἕνωσιν, αιωνία Η μνήμη. Καὶ περὶ τοῦ φωτὸς, τῶν ὁμολογούντων, φασί, τὸ ἐκλάμψαν ἀποῤῥήτως φῶς ἐπὶ τοῦ ὄρους τῆς τοῦ Κυρίου μεταμορφώσεως, φῶς ἀπρόσιτον εἶναι, καὶ φῶς ἄπλετον, καὶ χύσιν ἀπεριόριστον θείας αίγλης, καὶ δόξαν ἀπόρρητον, καὶ θεότητος δόξαν ὑπερτελή, Υἱοῦ δόξαν καὶ βασιλείαν Θεοῦ, καὶ κάλλος ἀληθινὸν καὶ ἐράσμιον περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν, καὶ φυσικὴν δόξαν Θεοῦ, καὶ θεότητος Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀποστράπτουσαν, καὶ διὰ ταῦτα ἄκτιστον δοξαζόντων τὸ τοιοῦτον φῶς, μὴ μέντοι γε αὐτὸ εἶναι λεγόντων τὴν ὑπερούσιον τοῦ Θεοῦ οὐσίαν, ὡς ἐκείνης ἀοράτου παντάπασι, καὶ άμεθέκτου μενούσης, δόξαν δὲ μᾶλλον λεγόντων τοῦτο φυσικὴν τῆς ὑπερουσίου οὐσίας, ἐξ ἐκείνης προϊοῦσαν ἀδιαιρέτως, καὶ ἐπιφαινομένην διὰ φιλο ανθρωπίαν Θεοῦ τοῖς κεκαθαρμένοις τὸν νοῦν, μεθ' ἧς δόξης ὁ Κύριος ἡμῶν καὶ Θεὸς ἥξει κατὰ τὴν δευτέραν αὐτοῦ καὶ φρικτὴν παρουσίαν κρίνων ζῶντας καὶ νεκροὺς, αἰωνία ἡ μνήμη,
col. 845–846page 11 of 68
PG 154:845Καὶ πάλιν, τοῖς μὴ ὁμολογοῦσι κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας, καὶ τὸ τῆς Ἐκκλησ σίας εὐπεδες φρόνημα μήτε κτίσμα εἶναι τὸ θειότα τον ἐκεῖνο φως, μήτε οὐσίαν Θεοῦ, ἀλλ᾿ ἄκτιστον καὶ φυσικὴν χάριν, καὶ ἔλλαμψιν καὶ ἐνέργειαν, ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως ἀεὶ προϊούσαν, ἀνάθεμα. Καθολικῷ μὲν οὖν λόγῳ περὶ οὐσίας καὶ ἐνεργείας ἀκτίστου Θεοῦ, ἦν καὶ φῶς καὶ δόξαν καὶ χάριν, καὶ ἔλλαμψιν καὶ θεότητα υφειμένην, καὶ ἄλλα τοιαῦτα πλείστα Επωνόμασαν, τάδ' ἀπεφήναντο, κατὰ μέρος ἐξ καὶ πολλοῖς τρόποις ἐχρήσαντο διακρίσεως. Καὶ πρῶτος μὲν τρόπος ἐστὶν, ὅτι φασί. Τὸ μὲν ἐστὶν οὐσία καὶ ὑπόστασις· τὸ δὲ οὔτε οὐσία, οὔτε ὑπόστασις. Καί φησιν ὁ μὲν Παλαμᾶς ἐν διαλόγω, ᾧ Επιγράφει Θεοφάνην καὶ Θεότιμον Εἰ γὰρ μήθ' ὑπόστασις, μήτ' οὐσία ἡ θεότης πέφυκεν, ἀλλ' οὐδὲν ἧττον ἄκτιστος καὶ ἀἴδιος· ὁ δ᾽ ἐκ Θεσσαλονίκης Νεῖλος ἐν λόγῳ, οὗ ἡ ἀρχὴ, Κανὼν ἐστι θεολογικός Εκάστη μὲν, φησὶν, ὑπόστασις ὑφέστηκε καθ' ἑαν τήν· ἐνέργεια οὐ καθ' ἑαυτὴν ὑφέστηκεν. ν Ἐν δὲ τῷ τόμῳ πάντες ὁμοῦ, «Ἡμῖν δὲ, φασίν, ἀρτίως ὁ λό γας οὐ περὶ ταύτης τῆς ἐνεργείας καὶ δυνάμεως, ἀλλὰ περὶ τῆς κοινῆς τῆς τρισυποστάτου θεότητος, ἥτις αὐχ ὑπόστασίς ἐστιν, ἀλλὰ φύσει καὶ ὑπερ φυῶς πρόσεστιν ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεων.» Δεύτερος δὲ, ὅτι φασὶν, Ἡ μὲν οὐσία τοῦ Θεοῦ ἐστι τὸ ἔχον, ἡ δὲ ἐνέργεια τὸ ἐχόμενον. "ἀποφαίνονται δὴ ἐν τῷ αὐτῷ τόμῳ λέγοντες, ὅτι τὸ ἔχον, οὗ ἔχει κατά τι διαφέρει πάντως. Εἰ οὖν οὐκ ἔστι διαφορὰ τῆς θείας οὐσίας καὶ ἐνεργείας, οὐκ ἔστιν ἔχειν τὴν οὐσίαν τοῦ Θεοῦ ἐνέργειαν. Τὸ δὲ μὴ ἔχον ἐνέργειαν ἀνενέργητόν ἐστι. Τὸ δὲ ἀνενέργητον καὶ ἀνύπαρκτον. Τρίτος τρόπος, ὅτι ἡ μὲν οὐσία τοῦ Θεοῦ μοναδικῶς ἀεὶ λέγεται, ἡ δὲ ἐνέργεια και μοναδικῶς καὶ πληθυντικώς. Και φασιν ἐν τῷ τόμῳ·. Πληθυντικώς μὲν ὁ θεῖος Διονύσιος τὰς ἐλλάμψεις προενεγκών, ἔδειξεν οὐκ οὐσίαν οὖσας Θεοῦ· ἐκείνη γὰρ οὐδέποτε πληθυντικώς προάγεται· ἐλλάμψεις δὲ αὐτὰς καλέσσας, καὶ ἀνάρχους καὶ ἀτελευτήτους προσειπών, θείας καὶ ἀκτίστους ενεργείας ταύτας έδειξεν.» Ο δ' ἐκ Θεσσαλονίκης Νεῖλός φησιν ἐν τῷ προειρημένῳ λόγῳ·. Μία μὲν ἡ οὐσία, ταῦτα δὲ πολλὰ, ἐν δὲ καὶ πλῆθος ἕτερα, ο Τέταρτος τρόπος, ὅτι ἡ μὲν οὐσία ή θεία αιτία ἐστίν· ἡ δὲ αἱ ἐνέργεια, μᾶλλον δὲ ἐνέργεια, αἰτισταὶ μὲν παρὰ τῆς οὐσίας εἰσὶν, ἀπεργαστικαὶ δὲ τῆς κτίσεως. Καί φησιν ὁ μὲν Παλαμᾶς ἐν λόγῳ, οὗ ἡ ἀρχὴ, Ὑποψιθυρίσας τοίνυν, «Η γὰρ θελητική καὶ ἐνεργητικὴ δύναμις φυσικόν ἐστιν, ἀλλ᾽ οὐχὶ φύσις. • Καὶ ἐν τῷ κατὰ Θεοφάνην καὶ Θεότιμον διαλόγῳ, «Τῆς τρισυποστάτου φύσεως θεία δύναμις καὶ ἐνέργεια ἀπεργαστική ἐστι τῶν ἐκτὸς, καὶ εἰς μυρία μερίζεται ο Καὶ ἐν τῷ τόμῳ κοινῇ πάντες πτη εἰα
col. 847–848page 12 of 68
PG 154:847"Εν μὲν δὴ τοῦτο καὶ πρῶτον κυρίως ἄν τις φαίη τῆς τε θείας οὐσίας καὶ θείας ἐνεργείας διακρίσεως εἶδος, τὸ κατ' αἴτιον δηλαδὴ καὶ αιτιατόν.» Πέμπτος τρόπος, ὅτι φασὶ τὴν μὲν οὐσίαν με κυρίως λέγεσθαι θεότητα, ἀλλ' εἰ καὶ λέγοιτο θεό. της, υπερκειμένη λέγεται· ἡ δὲ ἐνέργεια κυρίως τέ ἔστι θεότης, καὶ ὑφειμένη ἀπείρως ἀπειράκις ἐστὶν, ὅθεν καὶ ἐπεὶ πολλοὶ καὶ ἀναρίθμητοι ενέρ γειαί εἰσι τοῦ Θεοῦ ἄκτιστοι, καὶ πολλαὶ θεότητές εἰσι καὶ ἀναρίθμητοι. Καὶ ὁ μὲν Παλαμᾶς ἐν τῇ πρὸς τὸν Ἀκίνδυνον ἐπιστολῇ, ο Εστιν ἄρα, φησί, θεότης υφειμένη, δῶρον οὖσα τῆς ὑπερκειμένης, καὶ οὐ θεότης μόνον, ἀλλὰ καὶ ἄκτιστος θεότης, καὶ ὑπὲρ ταύτην τὴν θεότητά ἐστιν ὁ Θεός. Ἡ Ἐν δὲ τῷ πρὸς τὸν νομοφύλακα Συμεώνην • Εἰ μὴ γὰρ ύφειμένη, φησὶν, ἢ ὑπερεχομένη, ἡ ὑποβεβηκυία, η τι τοιοῦτον ἡ θεία ενέργεια λεχθείη, οὐκ ἀληθῶς ὁ ἅγιος Διονύσιος, καὶ ὅσοι κατ' αὐτὸν ὑπερκειμένην εἶναι διδάσκουσι τὴν οὐσίαν τοῦ Θεοῦ. Οὐ γὰρ ἔστιν ὑπερκεῖσθαι μὴ ὄντος τοῦ ὑποβεβηκότος.» Καὶ ἐν τῷ λόγῳ οὗ ἡ ἀρχή. Τοῖς πνευματοκινήτοις τῶν Πατέρων, «Ἐπειδὴ γὰρ, φησί, καὶ ἡ τοῦ Θεοῦ φύσις θεότης ονομάζεται· κυριώτερον δὲ ἡ ἐνέργεια.» Καὶ ἐν τῷ διαλόγῳ, οὗ ἡ ἐπιγραφή, Βαρλαμίτης καὶ ὀρθόδοξος, «Μία ἐστὶ τῶν τριῶν, φησίν, όπου στάσεων θεότης, ἤτοι φύσις καὶ οὐσία ὑπερούσιος, ἁπλῆ, ἀόρατος, ἀπερινόητος, ἀμέθεκτος παντάπασιν. Δὲ δὲ ἄλλαι παρὰ τῶν ἁγίων λεγόμεναι θεότητες, είτε μία, εἴτε δύο, είτε πλείους. Καὶ γὰρ τὸ πανταχοῦ εἶναι, ἀπὸ τοῦ θεῖν καὶ οἱονεὶ φθάνειν παντα χύσε, θεότητα ἔχει τὴν ἐπωνυμίαν· καὶ τὸ μηδαμοῦ εἶναι ἀποθέοντα, ὥσπερ διαφεύγοντα πανταχόθεν. "Η τε τοῦ Θεοῦ λαμπρότης, ἣν καὶ οἱ ἀπόστολοι ἐπὶ τοῦ ὄρους εἶδον, θεότης λέγεται, ἀπὸ τοῦ αἴθεῖν, τουτέστι καίειν τε καὶ ἀναλίσκειν πᾶσαν μοχθηρίαν· τό τε γινώσκειν ἅπαντα παρὰ τὸ θεῖσθαι πάντα τὸν Θεὸν πρὶν γενέσθαι αὐτά, καὶ τὸ προνοείν ἀπὸ τοῦ ἐφορῶν, καὶ πρὸς τούτοις τὸ θεοποιεῖν. Καὶ μετά τινας ο υρᾷς σαφῶς, ὅτι οὐ μόνον ἡ παντάπασιν ἀόρατος καὶ ἀπερινόητος καὶ ἀμέθεκτος θεό. της, ἀλλὰ καὶ ἡ τοῖς ἁγίοις μόνοις ἀποβλήτως κρατὴ καὶ νοητὴ καὶ μεθεκτὴ θεότης τοῦ Θεοῦ ἐστι, κ ἀπὸ τοῦ θεῖν, ἀπὸ τοῦ αἰθειν, ἀπὸ τοῦ θεᾶσθαι, ἀπὸ τοῦ ἐφορᾷν, Καὶ ἐν ἑτέρῳ· Αλλ' ἐγὼ τὰς ὅλας ἀγαθάς φημι τοῦ ἑνὸς Θεοῦ προόδους εἶναι τὰ οὐσιώδη ταῦτα καὶ φυσικὰ τοῦ Θεοῦ τὰ ὑφειμένα τῆς θείας ουσίας, και ἕτερα ταύτης τε καὶ ἀλλήλων, τὴν σοφίαν, τὴν δύο ναμιν, τὴν ἐνέργειαν, τὴν ζωήν, καὶ ἀγαθότητα, καὶ ἁγιότητα, καὶ πάνθ' ὅσα καὶ ἔστι τὸ θεῖον καὶ λέ γεται.» Καὶ πάλιν ἐν τῷ αὐτῷ· ε 'Αλλ' εἰ μὴ ἄλλη θεότης εἴη παρὰ τὴν θείαν φύσιν ἀγέννητος, καὶ αὐτῇ συναΐδιος ὡς ἐνέργεια αὐτῆς.» Καὶ μετά τινα ᾿Αλλὰ καὶ τὸ ἀπειράκις ἀπείρως ἐπὶ τῶν τοιούτων πάντων τῇ θείᾳ προσέθηκαν ὑπεροχή. • Καὶ ἐν τῇ οὕτω καλουμένῃ διεξοδικωτέρᾳ ἀπολογία· ε Καὶ γὰρ κατηξιώθημεν εἰδέναι τὴν μὲν οὐσίαν μίαν καὶ ἁπλῆν καὶ ἀδιαίρετον καθ᾿ ἑαυτὴν, ἐκεῖνας δὲ οὐ πολλὰς μόνον, ἀλλὰ καὶ ἀριθμὸν ὑπερβαινούσας.
col. 849–850page 13 of 68
PG 154:849ὄν Καὶ ἐν τῷ λόγῳ, οὗ ἡ ἀρχὴ, Φιλονεικοῦσι μὲν ἀλ λήλους ὑπερβαλέσθαι, ο Σὺ πόθεν ἡμᾶς, φησίν, ἐφώρισας, καὶ διὰ τίνων διθεῖτας ἀποδεικνύεις, ὅτι τοῦ αὐτοῦ Θεοῦ καὶ ὁρατὴν, μᾶλλον δὲ καὶ νοη τὴν λέγομεν θεότητα, καθάπερ οἱ θεόληπτοι διδά σκουσι θεολόγοι; Καὶ ἐν ἑτέρῳ, οὗ ἡ ἀρχὴ Τριῶν δν των ἐν κεφαλαίῳ, «Αλλ' ἐπειδήπερ, φησὶν, ἡμεῖς κατὰ τὴν πατρικὴν ὀφήγησιν καὶ τὴν θεοποιὸν καὶ τὴν καθαρτικὴν καὶ τὴν θεατικὴν δύναμίν τε καὶ ἐνέρ γειαν, πρὸς δὲ ταύταις καὶ πολλὰς ἑτέρας ἀνυμνοῦ μὲν τῇ τῆς θεότητος ἐπωνυμίᾳ, καὶ ἀπὸ τούτων χρώ μεθα καὶ ἐπὶ τῆς πηγαζούσης αὐτὰς οὐσίας τῷ προσ ρήματι, πῶς σὺ δύο καὶ μὴ πλείους ἡμᾶς ισχυρίζῃ λέ γειν θεότητας;» Καὶ ἐν τῷ λόγῳ, ᾧ ὀνομάζει Ελέγω χους καὶ άτοπα, κ Εστιν ἄρα θεότης, φησίν, ἄλλη παρὰ τὴν οὐσίαν τοῦ Θεοῦ ὑπάρχουσα συναίδιος αὐτῇ. 'Αεὶ δὲ τὸ ἐνεργοῦν τῶν ἐνεργουμένων ὑπερέχει, καὶ τῶν ἀνουσίων ἡ οὐσία, καὶ τῶν ὀνομαζομένων τὸ ὑπερώνυμον.» Καὶ ὁ εἰς πατριάρχην πρώ τον χρηματίσας Ισίδωρος ἔν τινι ᾄσματι· Φαμέν σου θεότητα κυρίως τὴν ἐνέργειαν, πόθῳ δὲ πολλάκις καὶ τὴν φύσιν.» Ταῦτα δὲ πάντα συμπεραίνοντες ἐν τόμῳ φασί. Μετὰ τοῦτο ἐζητήθη, εἴ γε ἡ θεία ἄκτιστος ἐνέργεια θεότης παρὰ τῶν ἁγίων προσαγορεύεται, καὶ ἀνεφάνη καὶ τοῦτο παρὰ τῶν θεολόγων κηρυττόμενον· καὶ πρὸς τούτῳ αὖθις ἐν τῷ τόμῳ, Εζητήσαμεν, φασὶν, ἀποδειχθῆναι παρὰ τῶν θεο λόγων, εἰ ὑπέρκειται ταύτης κατ᾿ οὐσίαν ὁ Θεός καὶ ἀνεφάνη καὶ τοῦτο παρὰ πάντων κηρυττόμε Εκτος τρόπος, ὅτι φασὶ τὴν μὲν οὐσίαν ἀόρατον καὶ ἀπερινόητον εἶναι, τὴν δὲ ἐνέργειαν ὁρατὴν. Και φησι διαβάλλων τὸν μέγαν Βασίλειον ἐν τῷ διαλόγῳ τοῦ Βαρλααμίτου καὶ ᾿Ορθοδόξου" «Ορᾷς ὅτι καὶ οὗτος οὐ μόνον ἀόρατον οἶδε τοῦ Θεοῦ τὴν θεότητα, ἀλλὰ καὶ ὁρατὴν· ἐπειδήπερ καὶ τὸ κατ' αὐτὴν φῶς.» Καὶ ἐν τῷ λόγῳ οὗ ἡ ἀρχή, ὑποψιθυρίσας, «Καὶ γὰρ ἀνθρωπίνοις, φησὶν, ὀφθαλμοῖς ὤφθη, καὶ διανοίᾳ ἐνήστραψε· διὸ καὶ ὁρατὴ καὶ νοητὴ κέκληται θεότης. Ο έβδομος τρόπος, τὸ τὴν μὲν οὐσίαν ἀκίνητον εἶναι παντελῶς, τὴν δ᾽ ἐνέργειαν κινουμένην, καὶ κίνησιν. Καί φησιν ὁ Παλαμᾶς ἐν λόγῳ, ᾧ ἐπιγράφει, Ελέγχους καὶ ἄτοπα· «Καὶ ὡς τῆς οὐσίας τοῦ Θεοῦ ἀκινήτου μενούσης ή θεότης αὕτη κινεῖσθαι και μεταδίδοσθαι πέφυκε.» Κοινῇ δὲ ἀποφαίνον. καὶ ἐν τῷ τόμῳ τὴν οὐσιώδη και φυσικὴν ταύτην, τοῦ Θεοῦ κίνησιν οὖσαν εἰδότες, ὡς ἐκ πηγῆς ἀεννάου τῆς θείας ουσίας προέρχεσθαί τε καὶ πηγάζειν. Ο όγδοος τρόπος, τὸ τὴν μὲν οὐσίαν ἀκατάληπτον εἶναι, τὴν δὲ ἐνέργειαν γνώριμον καὶ καταληπτήν. Καί φησιν ἐν τῷ ῥηθέντι λόγῳ, οὗ ἡ ἀρχὴ, ὑποψιθυρίσας τοίνυν, ο Διενήνοχε τῆς θείας ουσίας ή θεία ἐνέργεια κατὰ πολλούς τρόπους, καθάπερ ἐν πολλοῖς
col. 851–852page 14 of 68
PG 154:8514 καὶ διὰ πλειόνων ἀπεδείξαμεν. Τούτων δὲ τῶν τρό πων εἷς ἐστι, καὶ τὸ τὴν μὲν θείαν οὐσίαν άληπτον εἶναι παντελῶς, γνωρίμους δὲ τὰς θείας ἐνερ γείας. Η Ο θ' καὶ τ' τρόπος ἐστὶ, τὸ τὴν μὲν οὐσίαν ἀμέθεκτον καὶ ἀμέριστον, καὶ ἄληπτον καὶ ἀπερινόητον εἶναι παντελῶς, τὴν δ' ενέργειαν μεθεκτὴν καὶ μετ ριστὴν καὶ ληπτὴν καὶ νοητήν. Καί φησιν ὁ Παλα μᾶς ἐν τῷ αὐτῷ λόγῳ·. Τὸ δ' οὕτως μεριζόμενον ενέργειά ἐστι θεία, τῆς οὐσίας οὔσης ἀμερία του παντάπασι, ο Καὶ ἐν τῇ διεξοδικωτέρᾳ ἀπολογία Κατ' ουσίαν μὲν ὁ Θεὸς ἀμέθεκτός ἐστιν κατὰ δὲ τὴν θεοποιὸν χάριν, καὶ ἐνέργειαν, ἥτις καὶ δόξα Θεοῦ καλεῖται, καὶ μετέχεται, καὶ ὁρᾶται τοῖς ἀξίοις. ὁ Καὶ πάλιν ἐν τῇ αὐτῇ· «Τί οὖν τὴν τοῦ Θεοῦ φύσιν καὶ οὐσίαν κληρονομήσουσιν; Ούμενουν, ἀλλὰ τὴν θεοποιὸν χάριν τε καὶ βασιλείαν, ἥτις επ καὶ μὴ φύσις ἐστὶ τοῦ Θεοῦ, καὶ γὰρ ἀμέθεκτος ἐκείνη, ἀλλὰ φυσική ἐστιν ἐνέργεια Θεοῦ, φυσικῶς επομένη τῷ Θεῷ, καὶ ἀχωρίστως περὶ αὐτὸν καὶ θεωρουμένη. Διὸ καὶ ὁ ταύτης κληρονόμος κληρονό μας λέγεται Θεοῦ. Καὶ ἐν τῷ δωδεκάτῳ πρὸς Ακίνδυνον λόγῳ «Ότι φεύγειν παραινούντες οἱ έναντίοι ἡμῖν τοὺς λέγοντας ἄληπτον μὲν κατ' οὐσίαν τὸ θεῖον, ἅτε καὶ ὑπερκείμενον, ληπτὰ δὲ τὰ οὐ σιώδη αὐτοῦ, καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὰ, ἕτερα ὄντα καὶ ὑφειμένα αὐτοῦ, φεύγειν παραινούσι τοὺς ἁγίους. Καὶ ἐν τῷ διαλόγῳ, ἐν Θεοφάνης καὶ Θεότιμος ἐπιγράφει ο Πῶς δὲ ὴ μὲν νοητή, ή δὲ ἀπερινόητος ἀναγέγραπται τοῦ αὐτοῦ Θεοῦ θεότης, ορατή το τοῖς ἀξίοις ἐν δυνάμει Πνεύματος, καὶ πᾶσι παντάπασιν αύματος, μεθεκτή τε καὶ ἀμέθο ατος κατὰ τὸν γνώμονα τῆς εὐσεβείας λέγομεν;» Ο ο Πάντα δὲ ταῦτα συναγαγόντες ἐν τῷ τόμῳ κοινῇ ἐπεκύρωσαν, Διενηνόχασι δ' ἀλλήλων, φάμενοι, αἱ τοιαῦται θεότητες, δηλαδὴ τῷ τὴν μὲν θείαν ἀνδρο γειαν μετέχεσθαι καὶ μερίζεσθαι αμερίστως καὶ ὀνομάζεθαι καὶ νοεῖσθαί πως, εἰ καὶ ἀμυδρῶς ἐκ τῶν αὐτῆς ἀποτελεσμάτων· τήν γε μὴν οὐσίαν ἀμέθεκτον καὶ ἀμέριστον καὶ ἀνώνυμον, ὡς ὑπερ ώνυμον δηλονότι καὶ ἀπερινόητον παντελώς. Δέκατος πέμπτος τρόπος, τὸ τὴν μὲν οὐσίαν μὴ διάφορον εἶναι καθ᾿ ἑαυτὴν, τὰς δ' ἐνεργείας καὶ πρὸς ἀλλήλας, καὶ πρὸς τὴν οὐσίαν διαφόρους. Και φησιν ὁ Παλαμᾶς ἐν τῷ διαληφθέντι λόγω, οὗ ἡ αρχή. Υποψιθυρίσας, ο θέλοντες εὐσεβεῖν καὶ σωτ φρονεῖν, ὁμολογείτωσαν διαφέρειν μὲν τὰ τοιαῦταπάντα ἀλλήλων· αἴτιον δὲ ἐκείνων τοῦτο ἐν ᾧπερ καὶ ἐξ οὗ ἐστιν αὐτοῦ ἄντος ὑπὲρ ταῦτα.» Καὶ ἐν ἑτέρῳ οὐ ἡ ἀρχὴ, Τοῖς πνευματοκινή τοῖς, «᾿Αλλὰ τὶς ἂν ἀπαριθμήσαιτο πάσας τὰς τῶν ἁγίων φωνάς, δι' ὧν καὶ τῇ τοῦ Θεοῦ οὐσίᾳ καὶ ταῖς τοῦ Θεοῦ δυνάμεσι τὰ ἄκτιστον προσμαρτυρεῖται, καὶ τὸ διαφέρειν πρὸς ἀλλήλας δείκνυται, και
col. 853–854page 15 of 68
PG 154:853μίαν εἶναι ταῦτα πάντα θεότητα συνιέντα εἰς ἐν, & ὡς ἄκτιστα, ο Καὶ ἐν ἑτέρῳ, οὗ ἡ ἀρχὴ, Φιλονεικοῦσι μέν, Οὐ πολλαὶ δὲ μόνον αἱ θεῖαι ἐνέργειαι, ἀλλὰ καὶ ἀλλήλων διαφέρουσαι, καὶ τῆς μιᾶς οὐσίας ἐξ ἀνάγ της διενηνόχασιν, κ της τρόπος, τὸ τὴν μὲν οὐσίαν ὑπὲρ τὸ καθ' υπερ οχὴν ἐν λέγεσθαι, τὴν δ᾽ ἐνέργειαν καθ' ὑπεροχήν κὴ ὅν. Καί φησιν ὁ Παλαμᾶς ἔν τινι τῶν προτέρων λόγων· κ Καὶ ὑπὲρ τὸ καθ' ὑπεροχὴν μὴ ὂν, διὰ νοερᾶς αἰσθήσεως πνευματικῶς ὁρώμενον, ὃ οὐσία τοῦ Θεοῦ ἥκιστά ἐστι. κ τὰ τρόπος ἐστὶ τὸ τὴν οὐσίαν ἄσχετον εἶναι καὶ ἀμίμητον, τὴν δὲ ἐνέργειαν σχέσιν τε εἶναι καὶ μίμησιν, καὶ μίμημα· καὶ ἀποφαίνονται ἐν τῷ τόμῳ, ὥστε οὐδὲ ἡ θεοποιός δωρεὰ τοῦ Πνεύματος αὐτὴ ἡ θέωσίς ἐστι κτιστή, διότι σχέσις ἐστὶ πρὸς τὰ θεοῦ. μένα, ο Καὶ πάλιν, ο Ὥστε τὸ μίμημα λέγεσθαι οὐκ ἐμποδίζει πρὸς τὸ ἄκτιστον εἶναι την θέω. σαν ο κ' τρόπος ἐστὶ, τὸ τὴν οὐσίαν ἀθάνατον εἶναι δε ἑαυτὴν, τὴν δ᾽ ἐνέργειαν διὰ μὲν τὴν οὐσίαν ἀθάνα τον, δι' αὐτὴν δὲ νέκρωσιν. Καί φησι Παλαμᾶς ἐν τῷ περὶ θείας καὶ θεοποιοῦ μεθέξεως· «Εἰ δ' ἐκεῖνοι τοῦτον τὸν τρόπον καὶ ζῶσιν ἀθάνατα, καὶ τεθνήκασι, καὶ πολλοὶ τῶν ἐνταῦθα ζώντων νεκροί, καθάπερ ὁ ζωῆς καὶ θανάτου Χριστὸς ἔδειξεν. Ἔστιν ἄρα καὶ θεότης νέκρωσις, ἀθανάτου κατὰ φύσιν μενούσης, κ Καὶ ἄλλοι δὲ τρόποι πλεῖστοι ἐν τοῖς αὐτῶν ἐγκείμενοι δόγμασιν εξάθησαν παρ' ἡμῶν, τοὺς καθολι χωτέρους ἐκλεξαμένων. Ἐπεὶ δ' ὡσαύτως εὕρηνται παρ' αὐτοῖς καὶ ἕτερα λίαν ἀσεβῆ δόγματα, μὴ ὑπο πίπτοντα τοῖς τῶν διακρίσεων τρόποις, ἀναγκαῖον καὶ ἀπὸ τούτων ἐκθῆναι τινα ἐνταυθοί. Τὰς θεότητας οὖν, ἂς ἐκ νέου συνεστήσαντο, ἔστιν ὅπου καὶ θεούς φασι. Λέγει τοίνυν Παλαμᾶς ἔν τινι τῶν περὶ φωτός λόγων αὐτοῦ·. Διττὸν εἶναι τὸ θεῖον βουλόμενος δεῖ ξαι, φησὶν, οὐ μόνον Θεός ἐστιν ὑπὲρ τὰ ὄντα ὤν, δηλαδὴ ἡ ἐνέργεια, περὶ ἧς αὐτῷ ἦν ὁ λόγος, ἀλλὰ καὶ ὑπέρθεος· καὶ οὐ μόνον ὑπὲρ πᾶσαν θέσιν ἐστὶν, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν ἀφαίρεσιν, ἡ ὑπεροχή τοῦ πάντων ἐπέκεινα· καὶ πᾶσαν ὑπεροχὴν ἐπωσούν γενομένην ὑπερβέβηκεν.» Καὶ πάλιν ἐν τῷ αὐτῷ Καὶ οὐδ' ἐκεῖνο παρὰ τῆς θεολογίας ἤκουσεν, ὡς ἀντὶ πάντων τόθ' ἡμῖν ἡ θεία γενήσεται φύσις· ἵν' ἐντεῦθεν γοῦν Θεὸν εἶναι τουτὶ τὸ φῶς πιστεύσῃ. Καὶ ἐν τῷ β', τῷ κατὰ τῶν δευτέρων τοῦ Βαρ λαάμ, ὃν ἐπιγράφει Κατάλογος τῶν ἐκβαινόντων ατόπων. Οὐ μὴν ἀλλ' ἐπειδήπερ εἰσὶ τὰ μετέ χοντα τοῦ Θεοῦ, ἡ δὲ ὑπερούσιος οὐσία τοῦ Θεοῦ παντάπασιν ἀμέθεκτος· ἔστιν ἄρα τι μεταξὺ τῆς ἀμεθέκτου οὐσίας καὶ τῶν μετεχόντων δι' οὗ ταῦτα τοῦ Θεοῦ μετέχουσι, ο Καὶ μετ' ὀλίγα·: Δεῖ δὴ ζη τεῖν ἡμᾶς Θεὸν ἕτερον οὐκ ὄντα μόνον αὐτοτελή, αὐτενέργητον, αὐτὸν ἑαυτὸν δι' ἑαυτοῦ θεώμενον, ἀλλὰ καὶ ἀγαθόν, ο Καὶ πάλιν, ι Καὶ ἁπλῶς δι' ἡμᾶς ζητεῖν Θεὸν οὕτω πως μεθεκτόν, οι μετέχον το
col. 855–856page 16 of 68
PG 154:855» Α' τις ἕκαστοι, οἰκείως ἑαυτοῦ κατὰ τὴν τῆς μεθέξεως ἀναλογίαν ὄντες καὶ ζῶντες καὶ ἔνθεοι ἐσόμεθα. Ο "Εστιν ἄρα τι μεταξὺ τῶν γεννητῶν καὶ τῆς ἀμεθα έκτου ὑπερουσιότητος ἐκείνης, οὐχ ἐν μόνον, ἀλλὰ καὶ πολλὰ, καὶ τοσαῦτα, οπόσα δὴ καὶ τὰ μετέχοντα. Ταῦτα οὐ καθ᾿ ἑαυτὰ τὰ μέσα δηλαδὴ ἐκεῖνα, δυνά μεις γάρ εἰσι τῆς ὑπερουσιότητας ἐκείνης, μοναχώς καὶ ἐνιαίως προειληφυῖαι, καὶ συνειληφυῖαι τὴν τῶν μεθεκτῶν ἅπασαν πληθύν.» Καὶ ἐν τῷ λόγῳ οὗ ἡ ἀρχὴ, Οὐκ ἔστιν, ὦ οὗτος, ἡμῖν· ι Καὶ ταύτην τοίνυν τὴν θείαν αίγλην, καὶ χάριν, καὶ ἐνέργειάν τε καὶ δωρεὰν τοῦ Παναγίου Πνεύματος, Πνεῦμα ἅγιον αἱ θεῖαι Γραφαὶ κατανομάζουσιν· ἀλλὰ δὴ καὶ θεότητα, καὶ Θεὸν, καὶ θεοποιὸν δῶρον. ο Καὶ πάλιν, ε Οτι δὲ θεότητα, καὶ Θεὸν, καὶ θεοποιόν καὶ αὐτοαγαθότητα καὶ ἀγαθοποιόν, καὶ δημιουργών τοῦ παντός φασιν αἱ θεῖαι Γραφαὶ τὴν θείαν ταύτην χάριν, ἐνέργειάν τε καὶ δωρεὰν τὴν ἐκ τῆς ὑπερ ουσίου Τριάδος προερχομένην, μάρτυς ὁ Ἀρεοπαγίτης Διονύσιος.» Καὶ ὁ χρηματίσας δὲ εἰς παν τριάρχην Ἰσίδωρος ἔν τινι τῶν ᾀσμάτων αὐτοῦ Εἶναι δὲ τὸ μὲν σὲ, οὐ τί δὲ εἶναι δηλοῦν νοοῦμεν. Θεὸν δ' ἐνέργειαν δογματίζουσιν οὐ τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος παρεῖναι καὶ ἁγιάζειν τὴν κτίσιν, ἀλλὰ τινα χάριν ἄκτιστον καὶ ἀνυπόστατον, καὶ ὅτι καὶ ἄλλα πνεύματα ἅγιά εἰσιν ἄκτιστα, άλλα παρὰ τὸ ἐν τῆς τρισυποστάτου θεότητος ἅγιον Πνεῦμα.» Καί φησιν ὁ Παλαμᾶς ἐν τῷ πέμπτη λόγῳ τῷ πρὸς ᾿Ακίνδυνον· κ Ικανὰ μὲν οὖν τὰ τοι αῦτα πεῖσαι μήτε κτιστὴν ὑπάρχειν τὴν διδομένην καὶ λαμβανομένην τοῖς κεχαριτωμένοις τοῦ Πνεύ ματος χάριν τε καὶ ἐνέργειαν. Αὐτὸ γὰρ ἔστι τὸ Πνεῦμα τὸ ἅγιον, μήτε τὴν οὐσίαν εἶναι τοῦ Πνεύ ματος. Οὐδενὶ γὰρ ὁ Θεὸς τὴν οὐσίαν δίδωσιν, οὐδ' ένι μὴ ληπτὴν αὐτὴν γενέσθαι ληπτήν. • Καὶ δ χρηματίσας εἰς πατριάρχην Κόκκινος ἐν λόγῳ, οὗ ἡ ἐπιγραφὴ, Οὐδεμία τῶν θείων ενεργειών κτιστή, οὕτω φησί· «Ποῖος βάσκανος δαίμων τῇ Ἐκκλησία τοῦ Θεοῦ τολμηρῶς ἐπήγαγεν, ὅτι αὐτὴ ἡ οὐσία τοῦ Θεοῦ κατοικοῦσα ἐν τοῖς ἀνθρώποις, τοὺς καθαιρουμένους καθαίρει, καὶ τοὺς φωτιζομένους φωτίζει καὶ λαμπρύνει, καὶ τοὺς κατά τινα σάλον ανίερον τοῦ καλοῦ παρατραπέντας επανάγει καὶ τοῖς κτί σμασιν ἐνοικοῦσα ταῦτα ἐργάζεται;» Καὶ αὖθις δ Παλαμᾶς ἔν τινι διαλόγω" Αλλ' εἰ μὴ ἄλλη θεότης εἴη παρὰ τὴν θείαν φύσιν ἀγένητος, καὶ αὐτῇ συν αίδιος, ὡς ἐνέργεια αὐτῆς, καὶ Πνεῦμα ἅγιον ἕτερον παρὰ τὴν θείαν φύσιν τοῦ ἁγίου Πνεύματος κατώ τερον ὡς αὐτοῦ ἐνέργεια, πῶς ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ; καὶ τίνος τούτου; οὐ γὰρ δὴ τῆς οὐσίας ἐπλήσθη τοῦ Πνεύματος. Ακίνητος γὰρ αὕτη καὶ ἀμετάβατος καὶ ἀναφὴς καὶ ἀχώρητος καὶ ἀναλο λοίωτος.» Καὶ ἐν τῇ πρὸς τὸν Κυζίκου ἐπιστολῇ, ἧς ἡ αρχή, Εἰδέναι σε βούλομαι - «Καθάπερ οὖν τὰ πολλὰ πνεύματα τὸ μοναδικὸν καὶ ἁπλοῦν καὶ ἀτύν θετον τοῦ Πνεύματος οὐκ ἀφαιρεῖ· καὶ γὰρ ἐνέργεια! εἰσιν αὐτοῦ· τὸν αὐτὸν τρόπον, κἂν πολλὰς εἴπῃ τις θεότητας, τὰς ἐνεργείας λέγων τῆς μιᾶς θεότητος, τὸ μοναδικὸν καὶ ἁπλοῦν αὐτῆς οὐκ ἀναιρεί, ο Και
col. 857–858page 17 of 68
PG 154:857ἐν τῇ πρὸς τὸν ᾿Ακίνδυνον ἐπιστολῇ, «Καὶ τὰς ἑνερ γείας τοῦ Πνεύματος πνεύματα φίλον τῷ Ησαΐα καλεῖν· δηλαδὴ τὰ δῶρα τοῦ Πνεύματος. Δἱ δὲ τοῦ Θεοῦ ἐνέργειαι ἄκτιστοί εἰσιν.» Ετι λέγουσι μή γίνεσθαι σύνθεσιν ἔκ τε οὐσίας Θεοῦ καὶ ὧν φρονοῦσιν αὐτοὶ πραγματικῶς συνυπάρχειν αὐτῇ. Καί φησιν ὁ Παλαμᾶς ἐν λόγῳ οὗ ἡ ἀρχὴ, Τοῖς πνευματοκινήτοις τῶν Πατέρων, Ὅτι τὸ ἄκτιστον προσκείμενον, μίαν ἀπεδείκνυσιν καὶ ἴσην καὶ ἁπλῆν τὴν ἐν τῇ διακρίσει ταύτῃ ὁρωμένην θεότητα. Καὶ γὰρ πᾶν ἄκτιστον καὶ ὁμό τιμόν ἐστι καὶ ἡνωμένον, καὶ σύνθεσις ἐν τοῖς ἀκτί στους συναγομένεις εἰς ἐν οὐ μήποτ' ἂν γένοιτο. Καὶ ἐν ἑτέρῳ οὗ ἡ ἀρχὴ. Υποψιθυρίσας τοίνυν. Καὶ οὐδὲ τοῦτο συνοδεῖν ἴσχυσεν ὁ ἐν τούτοις τὰς::. συνθέσεις ἀφρόνως φανταζόμενος, ὡς ἡ τῶν ἀκτί στων καὶ ὄντως ἁπλῶν συνέλευσις εἰς ἐν σύνθεσιν οὐδεμίαν ἐμποιεῖ.» Καὶ ὁ χρηματίσας εἰς πατριάρ την Κόκκινος ἐν δὲ τῶν ιδ' κεφαλαίων αὐτοῦ φησιν, Ἡμεῖς μαθόντες ἀπὸ τῶν ἁγίων, ὅτι οὐδὲ τὸν ἄν θρωπον ποιοῦσί ποτε σύνθετον τὰ φυσικά ιδιώματα, ἀλλ' οὐδὲ οἱ τεχνικοί λόγοι καὶ ἐπιστῆμαι· οὐδεὶς γὰρ ἂν εἴποι ποτὲ τὸν ἄνθρωπον σύνθετον, διότι ἔχει φύσιν καὶ ἐνέργειαν φυσικήν, ή διότι έχει φύ σιν καὶ τέχνην γραμματικήν, ἢ τεκτονικήν, ή γεωρ γικὴν τυχόν. Εἰ δὲ ἐπὶ τῶν ἀνθρώπων οὕτως, ἐπὶ τοῦ Θεοῦ τί χρὴ λέγειν, τοῦ πάντα ὑπερφυῶς ἔχον της; Αλλά σύνθεσις γίνεται καὶ λέγεται τότε, ὅταν σε δύο πράγματα έχοντα ἓν ἕκαστον Ιδίαν ὑπόστασιν, καὶ δυνάμενον ἕκαστον εἶναι θεωρεῖσθαι καθ' ἑαυτό, δίχα τοῦ ἑτέρου· ὅταν τὰ τοιαῦτα συντεθῶσιν καὶ ἑνωθῶσιν ἀλλήλοις εἰς μίαν ὑπόστασιν, οἷον ὥσπερ ἐν τῷ ἀνθρώπῳ ψυχὴ καὶ σῶμα, ἢ ἐν τῇ οἰκίᾳ λέβει καὶ ξύλα καὶ σίδηρος. Ταῦτα γὰρ καθ' ἑαυτὰ ἕκαστα ὑπόστασις ὄντα, ὅταν συντεθῶσι καὶ ἐνω θῶσιν ἀλλήλοις εἰς μίαν ὑπόστασιν, τότε λέγεται σύνθεσις, ἤτοι ἔνωσις ἐνυποστάτων δύο πραγμάτων, ἢ καὶ πλειόνων. Καὶ ἐν τῷ τόμῳ κοινῇ πάντες ἀπεφήναντο, ε Μετὰ τοῦτο ἐζητήσαμεν παρὰ τῶν ἁγίων εἰ μηδεμίαν ἔχοι τις ἂν ἐπινοεῖν σύνθεσιν ἐπὶ Θεοῦ διὰ τὴν τῆς θείας ουσίας καὶ ἐνεργείας διαφοράν. Απεδείχθη οὖν παρὰ τῶν ἁγίων πάντων κηρυττόμενον, ὡς οὐκ ἔστι σύνθεσίν τινα παρὰ τοῦτο νομίζειν ἐπὶ τοῦ Θεοῦ. Καὶ ἐν τοῖς ἀναθεματισμοῖς δ' ἐκφωνούσι· «Τοῖς φρονοῦσι καὶ λέγουσι σύνθεσίν τινα ὅλως διὰ ταῦτα γίνεσθαι ἐπὶ Θεοῦ, μὴ πειθομένοις δὲ τῇ τῶν ἁγίων διδασκαλία, μηδεμίαν σύνθεσιν ἀπὸ τῶν φυσικῶν ἐν τῇ φύσει γίνεσθαι δι δασκόντων, ὡς κατ' οὐδὲν πάντως τὴν διαφοράν ταύτην λυμαινομένην τῇ θείᾳ ἁπλότητι, ἀνάθεμα.» Ἔτι δογματίζουσιν ὅτι κατά τινα τρόπον οὐ δια κρίνονται ἀλλήλων τὰ τρία τῆς θεότητος πρόσωπα, ᾗ πρόσωπα, ἀλλὰ καὶ πρὸς τὰς δυνάμεις καὶ ἐνεργεία;
col. 859–860page 18 of 68
PG 154:859λόγῳ τῷ πρὸς Παῦλον τὸν Ἀσάν, η Ηνίκα διαιρείται τὸ θεῖς κατὰ τὰς ὑποστάσεις, τὸ ἀδιαίρετον έχει κατὰ τὰς ἐνεργείας· ἡνίκα δὲ κατὰ τὰς δυνάμεις καὶ Ενεργείας διαιρεῖται, μένει κατὰ τὰς ὑποστάσεις αδιαίρετον.» Καὶ ἐν ἑτέρῳ, οὗ ἡ ἀρχή. Ευλόγως μὲν οὖν ὁ λόγος· ο Ἐπεὶ γὰρ κατὰ τὰς ὑποστάσεις καὶ τὰς ἐνεργείας διακρίνεται τὸ θεῖον, ετερότης καθ᾿ ἑτέραν διάκρισιν ὁρᾶται ἐναλλάξ πρὸς ἀλλήλας ἔχουσῶν. Τὰ μὲν γὰρ ἴδια τῶν θείων ὑποστάσεων ονόματα κοινά ἐστι ταῖς ἐνεργείαις, τὰ δὲ καὶ ὁ ταῖς ὑποστάσεσιν, ἴδια τῶν θείων ἐνεργειῶν ὀνό εναλλάξ ἔχουσι τα προσωπα. Καί φησιν ὁ Παλαμᾶς ἐν Εἰ ματα. Η Ἔτι δογματίζουσι μὴ ἐξαρκεῖν τῇ τρισυποστάτῳ θεότητι αυθύπαρκτον καὶ αὐθυπόστατον δύναμιν καὶ ἐνέργειαν εἶναι, ἀλλὰ προσδεῖσθαι καὶ ἑτέρας ἀνυποστάτου. Καί φησιν ὁ Παλαμᾶς ἔν τινι τῶν διαλόγων αὐτοῦ· «Ὁ μὲν Πατὴρ ἔχει σοφίαν καὶ δύναμιν καὶ ζωὴν καὶ ἐνέργειαν τὸν Υἱὸν οὐσιώδη καὶ φυσικήν· ἡ δὲ Υἱὸς ἀδύνατος ἔσται καὶ ἄζωο:, καὶ ἀνενέργητος, ἢ καὶ ὅλη ἡ οὐσία τῆς ἁγίας Τριάδος.» Καὶ ἐν τῷ τόμῳ συνοδικῶς ἀποφαίνονται Ἐκ δὲ τούτων ή θεία σύνοδος, Σαφῶς ἀποδέδεικται, φησίν, ὡς ὁ λέγων μόνον τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀκτίστους ἐνεργείας εἶναι τοῦ Θεοῦ, ὡς μὴ κοινὴν ἐνέργειαν δοξάζων φυσικὴν τῶν τριῶν ὑποστάσεων, τὴν Μαρκέλου καὶ Φωτεινοῦ καὶ Σω φρονίου αἵρεσιν πάλαι τεθνηκυίαν καὶ καταργηθής σαν εἰς τὴν Ἐκκλησίαν τολμά παρεισάγειν Θεού. Η Καὶ μετ᾿ ὀλίγα· «Ἡμῖν δὲ ἀρτίως ὁ λόγος οὐ περὶ ταύτης, ἀλλὰ περὶ τῆς κοινῆς τῆς τρισυποστάτου Θεότητος, ήτις οὐχ ὑπόστασις ἐστιν, ἀλλὰ φύσει και υπερφυῶς πρόσεστιν ἐκάστῃ τῶν θεαρχικών όπου στάσεων. Η Ἔτι δογματίζουσι τοὺς παρ' αὐτοῖς κεκαθαρμέν νους καὶ τὰ τῶν τοιούτων ἐνεργειῶν ἀποτελέσματα ἀκτίστους καὶ ἄκτιστα ἀποτελεῖσθαι. Και φησιν ὁ Παλαμᾶς ἐν τῇ πρὸς τὸν Ακίνδυνον ἐπιστολή Ορᾶς σαφῶς, ὅτι ἄκτιστος ἡ χάρις. Οὐ μόνον δὲ ἡ τοιαύτη χάρις ἄκτιστός ἐστιν, ἀλλὰ καὶ τὸ ἀποτέλεσμα τῆς τοῦ Θεοῦ τοιαύτης ενεργείας ἄκτι στόν ἐστι. Ταῦτ' ἄρα καὶ ὁ μέγας Παῦλος τὴν χρον νικὴν μηκέτι ζῶν ζωὴν, ἀλλὰ τὴν τοῦ ἐνοικήσαντος λόγου θείαν καὶ ἀΐδιον, ἄναρχος γέγονε καὶ ἀτελεύτητος χάριτι, η Καὶ μετ' ὀλίγα, ο Κτιστός οὖν ἦν ὁ Παῦλος μέχρις ἂν ἔζη τὴν προστάγματι Θεοῦ ἐξ οὐκ ὄντων γεγονυίαν ζωήν. Οτε δὲ μηκέτι ταύτην ἔξη, ἀλλὰ τὴν ἐνοικήσει τοῦ Θεοῦ προσγενομένην, ἄκτιστος γέγονε τῇ χάριτι καὶ πᾶς ὁ ζῶντα καὶ ἐνεργοῦντα μόνον τὸν τοῦ Θεοῦ Λόγου κτησάμενος. Καὶ πάλιν ἐν τῇ αὐτῇ·. Πῶς οὖν ἄν τις συγχωρήσεις, καν τῶν θείων ενεργειών μηδένα ποιήσηται λόγον, ἐν τὸ ἄκτιστον ὑπάρχειν, μή τῇ φύσει προσ κείμενον, ἔστιν ὧν χάριτι ἀκτίστων ὄντων καὶ θεών, καὶ κατάλληλον ἑαυτοῖς ἐξ ἀνάγκης θεότητα έχον των, ο Καὶ πάλιν, ο ᾿Αλλὰ γὰρ ἄκτιστοι μὲν ούτει
col. 861–862page 19 of 68
PG 154:861πάντες χάριτι, ὥσπερ δὴ καὶ θεοὶ· αὐτὴ δὲ ἡ χάρις ἄκτιστος, ὡς μικρὸν ἀνωτέρω προαποδέδεικται, ο Καὶ πάλιν, «Αἱ τοῦ Θεοῦ ἐνέργεται ἄκτιστοί εἰσιν, εἰ καὶ τὰ πλείω τῶν ἀποτελεσμάτων τούτων κτίσματά εἰσι.» Καὶ ἐν τῷ λόγῳ, οὗ ἡ ἀρχὴ Φιλοκινοῦσι μὲν, ο Πῶς οὖν οὐκ ἄκτιστος ἡ χάρις δι' ην καὶ οἱ μετεσχηκότες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ ἀτελεύτητοι, καὶ ἀΐδιος, καὶ οὐράνιοι κατ' αὐτὴν παρὰ τῶν Πατέρων προσηγορεύθησαν; Έτι δογματίζουσι πολλὰς ὑπόστασις εἶναι τοῦ Θεοῦ. Καί φησιν ὁ Παλαμᾶς, «Ἀλλ᾽ ἐπεὶ πολλὰς καὶ διαφόρους ὑποστάσεις καὶ δυνάμεις καὶ ἀνερ γείας ὁ Θεὸς ἔχει, εἰ μὴ ἔν τι τὸ αἴτιον ἐν αὐταῖς, πολλαὶ καὶ διάφοροι ἔσονται ἀρχαὶ τῆς θεότητος.» Ἔτι δογματίζουσι καὶ τὰς πολλὰς ταύτας ἐνερ γείας οὐσίας εἶναι. Καί φησιν ὁ Παλαμᾶς ἐν τῷ πρὸς τὸν Αἴνου λόγῳ, οὗ ἡ ἀρχή, Αἰδοῦς ὄντως οι χομένης, ο Καὶ μὴν κατὰ τὸν πολὺν ὄντως και πνευματοκίνητου νοῦν τῶν ἱερῶν Πατέρων φαίη ἄν τις καὶ οὐσίαν εὐσεβῶς ἑκάστην τῶν τοῦ Θεοῦ Ενεργειών.» Ετι φρονοῦσι τὴν οὐσίαν τοῦ Θεοῦ φθαρτικὴν εἶναι καὶ ἀναλωτικὴν, εἴπερ ἔσται μεθεκτή. Και φησιν ὁ Παλαμᾶς ἐν τῷ πρὸς ᾿Ακίνδυνον πέμπτῳ λόγῳ, ου ἡ ἀρχή, ᾿Αλλὰ τὶς ἄν· «Αὐτὴ τοίνυν καθ' αὐτὴν ἡ θεία μετεχομένη καὶ λαμβανομένη φύσις ἢ φυρμόν πείσεται, ἢ τὴν παθητικὴν ἐξαναλώσασα φθάσει φύσιν πρὶν ἂν ληφθῇ.» Καὶ πάλιν, ο Β' ὅλως ο ἐστὶν ὁ Θεὸς ἐν τοῖς ἀξίοις, ὅτι ποτέ ἐστι κατ' ού σίαν, ἢ φύσει θεοὺς εἶναι ἀνάγκη, οὐ χάριτι τοὺς θεοὺς μετόχους, ἢ κατακαῆναι καὶ διαφθαρήναι. Καὶ ἐν τῷ τόμῳ σαφῶς ἐπεκύρωσαν τοῦτο, καὶ τὴν οισίαν τοῦ Θεοῦ εἰπόντες, διὰ τὸ παρὰ τῶν ἁγίων εἰρῆσθαι ταύτην ἀπροσπέλαστον καὶ ἀμέθεκτον φθαρτικὴν ἡμᾶς εἶναι νομίζειν, τους αὕτω περὶ ταύτης φρονοῦντας, ὦ τόλμης ἀσεβοῦς! ἀπεφήναντο καὶ ταῦτα πρὸς Μωϋσῆν τοῦ Θεοῦ εἰρηκότος, ο Ούτ δεὶς δίψεται τὸ πρόσωπόν μου καὶ ζήσεται, κ Η Ει (ο Ὅτι ἐτόλμησαν οἱ πάντ' ἀναιδοῖς εἰπεῖν, ὅτι ἀνά λογόν ἐστιν ὥσπερ τὰ ἐν τῷ νόμῳ μυστήρια προς τὰς τῶν εὐαγγελικῶν κηρυγμάτων παραδόσεις, οὕτω καὶ αὗται πρὸς τὰ νέα Παλαμικά δόγματα. Φησὶ γὰρ ὁ παρὰ τοῦ εἰς πατριάρχην χρηματίσαντος Κοκκίνου ἐκτεθεὶς ὡς ἀπὸ τῶν ᾿Αγιορειτικών το μας συστατικὸς ὢν τοῦ Παλαμᾶ τάδε· κ Τὰ μὲν ἀρτίως καθωμιλημένα, καὶ κοινῇ πᾶσιν ἐγνωσμένα, καὶ παρρησίᾳ κηρυττόμενα δόγματα, διὰ Μωσέως ὑπῆρχε νόμου μυστήρια, τοῖς προφήταις μόνοις δν Πνεύματι προορώμενα· τὰ δ' ἐπηγγελμένα τοῖς ἁγίοις ἀγαθὰ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τῆς κατὰ τὸ Εὐαγγέλιον ἐστι πολιτείας μυστήρια τοῖς διὰ τοῦ Πνεύματος ὁρᾷν ἠξιωμένοις καὶ τούτοις μετρίως ἐν ἀρραβῶνος μέρει διδόμενά τε καὶ προορώμενα, Αλλ' ὥσπερ εἴ τις τῶν Ἰουδαίων μή μετ' ευλα Γείας ἀκούων τῶν προφητῶν λεγόντων Λόγον και Πνεῦμα Θεοῦ συναλλιά τε καὶ προαιώνια, συνέσχεν απε

On the Procession of the Holy SpiritDe processione Spiritus Sancti

col. 863–864page 20 of 68
Caput Primum
PG 154:863ἂν τὰ ὦτα δοκῶν ἀπηγορευμένων ἀκούειν τῇ εὐσε δείᾳ φωνῶν, καὶ τῆς ἀνωμολογημένης τοῖς εὐσεβέσι φωνῆς ἐναντίων, δηλονότι τῆς λεγούσης, ο Κύριος ὁ Θεός, Κύριος εἷς ἐστιν·, οὕτω καὶ νῦν τάχα ἂν πάθοι τις, μὴ μετ' εὐλαβείας ἀκούων τῶν μόνοις έγνωσμένων τοῖς δι' ἀρετὴν κεκαθαρμένοις μυστηρίων τοῦ Πνεύματος· ἀλλ' ὥσπερ αὖθις ἡ τῶν προρρήσεων ἐκείνων Εκβασις σύμφωνα τοῖς φανε ροῖς ἀνέδειξε τα τότε μυστήρια, και πιστεύομεν νῦν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα θεότητα τρισυπόστατον, φύσει μίαν· οὕτω καὶ τοῦ μέλλοντος αἰῶνος ἐν καιροῖς ἰδίοις ἀποκαλυφθέντος κατὰ τὴν ἄφατον ἔκφανσιν τοῦ ἐν τρισὶ τελείαις ὑποστάσεσιν ἑνὸς Θεοῦ, σύμφωνα πᾶσιν ἀναφανήσεται τοῖς φαν νεροῖς τὰ μυστήρια. Δεν μέντοι κἀκεῖνο σκοπεῖν, ὡς εἰ καὶ τοῖς πέρασι τῆς γῆς ὕστερον ἐξεφάνη τὸ τρισυπόστατον τῆς θεότητος τῷ λόγῳ τῆς μοναρχίας μηδαμῶς λυμαινόμενον, ἀλλὰ τοῖς μὲν προφήταις ἐκείνοις καὶ πρὸ τῆς ἐκβάσεως τῶν πραγμάτων ἀκριβῶς ἐγινώσκετο, τοῖς δὲ αὐτοῖς τηνικαῦτα πει θομένοις ἀπαράδεκτον ἦν· τὸν ἴσον ἄρα τρόπον οὐ δὲ νῦν τοὺς λόγους τῆς ὁμολογίας ἀγνοοῦμεν τῶν τε παρρησίᾳ κηρυττομένων, καὶ τῶν νῦν μυστικῶς ἐν Πνεύματι τοῖς ἀξίοις προφαινομένων. Ταῦτα ἐκ πολλῶν καὶ ἀναριθμήτων τῶν τοῦ Παλαμά βεβήλων δογμάτων ἐκλεγέντα ἐνταῦθα ἡμῖν ἐξετέθησαν, τὸ πλῆθος φορτικὸν εἶναι ἡγησαμένοις. Οἶμαι δ' ἱκανὰ εἶναι τὴν αὐτῶν παραστῆσαι πίστιν, Έξω παντελῶς τῶν ὅρων οὖσαν τῆς ἐν τῇ ἁγίᾳ καὶ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ κηρυττομένης πίστεως. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ, ΟΤΙ Ο ΥΙΟΣ ΤΟΥ ΘΕΟΥ ΟΥΚ ΕΣΤΙΝ ΕΚ ΤΗΣ ΟΥΣΙΑΣ ΤΟΥ ΠΑΤΡΟΣ. ΚΕΦΑΛΑΙΟΝ Α'. "Οτι τοῖς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ ἀρνουμένοις πολλὰ τὰ ἄτοπα Έπεται. Ὅτι μὲν ἐπὶ τῆς ἁγίας Τριάδος τῶν παλαιῶν αἱρετικῶν ἦν τὸν Υἱὸν τέμνειν τῆς τοῦ Πατρὸς οὐ σίας, καὶ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς αὐτὸν εἶναι
col. 865–866page 21 of 68
PG 154:865καὶ γεννᾶσθαι παντελῶς ἀπαρνείσθαι, δῆλον, τῆς Εκκλησίας διαρρήδην "Αρειον καὶ τοὺς τοιαῦτα τολμήσαντας παραπεμπούσης ἀξίως τῷ ἀναθέματι. Ἐπεὶ δὲ ταῦτα καὶ τινες ἀνοήτως παρεισάγειν τολ μῶσιν, οἳ τὸν μὲν Υἱὸν ἐκ τοῦ Πατρὸς, ἢ τῆς ὑπου στάσεως, ἢ τῆς πατρικῆς ιδιότητος εἶναι ὁμολογοῦσιν, ἐκ δὲ τῆς οὐσίας τοῦ Πατρὸς αὐτὸν γεννᾶσθαι οὐ παραδέχονται· ἔδει μηδ' ἡστινοσοῦν ἀποκρίσεως ἀξιοῦν τοὺς οὐ τοσοῦτον ἀμαθῶς τε καὶ ἀπαι δεύτως, ὅσον δυσσεβῶς οὕτω θεολογοῦντας, καὶ φα νερῶς τὰς ἀρχὰς τῆς πίστεως ἀνατρέποντας. Πλήν ἐπειδὴ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον, ὅσον ἡ δύναμις ἐπιτρέπει, καθαιρεῖν καὶ ἐξελέγχειν ἀναγκαῖον πειρᾶσθαι, καὶ κατὰ τὸν κορυφαῖον τῶν ἀποστόλων Πέτρον ἑτοίμους γίνεσθαι χρὴ παντὶ τῷ ζητοῦντι διδόναι λόγον περὶ τῆς ἐν ἡμῖν πίστεως, δεικτέον ἂν εἴη πολλὰ τῶν ὁμολογουμένων τῇ καθολικῇ πίστει τοὺς ταῦτα λέγοντας ἀναιρεῖν ἀναγκάζεσθαι, πολλοῖς τε τοῖς ἀτόποις ἐνέχεσθαι, καὶ ὅλως ἐκείνων μηδὲν τῶν παλαιῶν αἱρετικῶν διαφέρειν. ι Πρῶτον τοίνυν ερωτητέον αὐτοὺς, τίποτε τὴν ὑπόστασιν εἶναι νομίζουσιν, ἢ τὴν πατρικὴν ἰδιό τητα, τὴν πατρότητα δηλονότι· ἵνα πρός τι ὁμολογούμενον τοὺς λόγους ποιῶμεν, καὶ ἐπειδὴ τὴν οὐσίαν πρὸς τὴν ὑπόστασιν ἀντιδιαιροῦσι, καὶ θά τερον οὐχ οἷον τὸ ἕτερόν φασι, παντὶ δῆλον, ὅτι τὴν ὑπόστασιν ὁμολογήσουσιν εἶναι οὐκ οὐσίαν. Τὸ γὰρ ἀντικείμενον τῇ οὐσίᾳ οὐκ ἔστιν οὐσία, καὶ ἡ οὐσία πρὸς τὸ μὴ ὂν οὐσία ἀντίκειται. ᾿Αλλὰ τὸ μὴ ὂν οὐσία οὐκ ἔστιν οὐσία· ὃ δὲ οὐκ ἔστιν οὐσία, ἀνού στον· τὸ δὲ ἀνούσιον ἀνυπόστατον· ὥστε τὴν τοῦ Πατρὸς ὑπόστασιν ἀνυπόστατον τίθενται. Τὸ δ' αὐτὸ καὶ ἐξ ὧν αὐτοὶ περὶ οὐσίας καὶ ἐνεργείας διαλέγονται παριστώσιν. Ἐκεῖ γὰρ τὸν Θεὸν εἰς οὐσίαν καὶ ἐνέργειαν διελόντες, καὶ ἄλλο μὲν τὴν οὐσίαν θέμενοι, ἕτερον δὲ τὴν ἐνέργειαν, καὶ ταύτην ἀντι διελόντες πρὸς τὴν οὐσίαν, καὶ ἀκούσιον καὶ ἀνα υπόστατον ορισάμενοι, φανερὸν ὅτι κανταῦθα τὴν ὑπόστασιν ἕτερον τῆς οὐσίας λέγοντες ἐν τῇ τάξει τῆς ἐνεργείας ταύτην θήσουσιν. Ἐπείπερ οὐχ ἕξουσιν ἄλλο τρίτον, ὃ μήτ' οὐσία, μήτ' ενέργειά ἐστιν ἐπὶ τοῦ Θεοῦ. Πᾶν γάρ, φασὶν, ἐπὶ Θεοῦ, ὡς αὐτοὶ διεῖλον, ἢ οὐσία, η ενέργειά ἐστι τὸ γὰρ συμβεβηκὸς οὐδ᾽ αὐτοὶ παραδέχονται, ἀλλὰ τὴν ἐνέργειαν ἀνυπόστατον ἡγοῦνται, ὥστε καὶ τὴν ὑπόστασιν, ἣν ἕτερον τῆς οὐσίας ισχυρίζονται, ἀνούσιον καὶ ἀνυπόστατον ὁμολογεῖν κατὰ τὰς αὐτῶν ἀναγκάζονται θέσεις. Εἰ δὲ καὶ τρίτον βού λονται τὴν ὑπόστασιν τιθέναι, πρῶτον μὲν παρὰ τὰς αὐτῶν ἐστι θέσεις, καθ' ἃς ἁπλῶς τὸν Θεὸν εἰς οὐσίαν διαιροῦσε καὶ ἐνέργειαν· ἔπειτα, ὅ τι μὲν δεῖ περὶ τῆς ὑποστάσεως φρονεῖν μετ' ὀλίγον ῥης θήσεται πρὸς δὲ τὸ παρὸν, ὅτι οὐ φασιν αὐτὴν οὐσίαν εἶναι, τοῦτο μόνον ἀρκεῖ. Οτι δὲ τὸν Θεὸν εἰς οὐσίαν διελόντες καὶ ἐνέργειαν, ἀνούσιον τὴν ἐνέργειαν καὶ ἀνυπόστατον πιστεύουσι, δῆλον ἐκ τῶν περιειλημμένων τῷ περὶ οὐσίας καὶ ἐνεργείας τόμῳ, ἂν εἰς ὁμολογίαν τῆς ἑαυτῶν πίστεως ἀνέ γραψαν. Οὕτω γὰρ ἐκεῖ πρὸς τῷ τέλει κεῖται. Ἡμῖν
col. 867–868page 22 of 68
PG 154:867Λ δὲ ἀρτίως ὁ λόγος οὐ περὶ ταύτης τῆς ἐνεργείας καὶ δυνάμεως, ήγουν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, αλκὰ περὶ τῆς κοινῆς τῆς τρισυποστάτου Θεότητος, ἥτις οὐχ ὑπόστασίς ἐστιν. ἔτι ἐν αὐτῷ πρὸς τῆ ἀρχῇ, ὅτι τε ἄκτιστὸν ἐστι τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, καὶ ὅτι οὐκ ἔστι τοῦτο ἡ εὐσία τοῦ Θεοῦ. ἰδίᾳ δέ φησι καὶ ὁ Παλαμᾶς ἐν τῷ κατὰ Θεοφάνην καὶ Θεότιμων διαλόγῳ αὐτοῦ, «Εἰ γὰρ μήθ' ὑπόστασις, μήτ' ουσία ή θεότης αύτη πέρυ κεν, ἀλλ' οὐδὲν ἧττον ἄκτιστός ἐστι καὶ συναΐδιος τῇ οὐσία τοῦ Θεοῦ. ᾿Αλλὰ καὶ ὁ Θεσσαλονίκης Και βάσιλας Νεῖλος ἐν λόγῳ, οὗ ἡ ἀρχὴ, Κανών ἔστι θεολογικός, φησίν, «Η μὲν οὐσία ὑφέστηκε καθ' έαυτήν· ἡ δὲ ἐνέργεια οὐχ ὑφίστηκε καθ' εαυ τήν. Τοῦ μὲν οὖν οὐχ ὑφεστηκέναι τὴν ὑπόστασιν καὶ την ενέργειαν ἐξ ὧν λέγουσιν ἀποδεδειγμένου, και παρ' ἀνδρῶν, οὓς αὐτοὶ διὰ τὴν εὐσέβειαν, ὡς καὶ τοῦτο ἐν τῷ τόμῳ φασὶ, τῷ χορῷ τῶν παλαιῶν ἁγίων καὶ διδασκάλων εγγράψαντες επίσης νῦν ἐκείν νοις τιμώσιν, ἐπειδὴ τὴν ὑπόστασιν ἄλλο παρὰ τὴν ουσίαν πράγμα φασιν, ἔσταν κατ' αὐτοὺς ἀνούσιος μὲν ὑπόστασις, οὐσία δὲ ἀνυπόστατος. Καὶ ἐπὶ απροσδιορίστως οἱ θεολόγοι περὶ τῆς θείας γενικ σεως διαλεγόμενοι τοῦ Υἱοῦ, ποτὲ μὲν αὐτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεννᾶσθαι θεολογοῦσι, που δὲ ἐκ τῆς ὑποστάσεως, εἴπερ άλλο ουσία, καὶ ἄλλα ὑπόστασις καθ' δν τρόπον οἱ ἐνιπτάμενοι νοοῦσι, δυοῖν ἔστω θάτερον, ἢ δύο υἱοὺς ἐκ τοῦ Πατρός γεννάσθαι ὁμολογήσουσι, τὸν μὲν ἐκ τῆς οὐσίας, τὸν δὲ ἐκ τῆς ὑποστάσεως· ἢ μὴ μίαν καὶ ἀπαν εἶναι τοῦ Υἱοῦ τὴν γέννησιν. Ετι, ἐπεὶ αἱ ἰδιότητες τὰς ὑποστάσεις υφιστά ὁμολογοῦντας οἷον ἢ πατρότης τὴν τοῦ Πατρός υπόστασιν, ἡ δὲ τοῦ Πατρὸς ὑπόστασις τὰ τοῦ Πατρός ἔστι πρόσωπον, ὑπόστασις γὰρ καὶ πρόσωπον παρά τοῖς θεολόγοις ταυτό· ὁμολογήσουσιν ἐκ τοῦ μὴ υφεστῶτος τὸ ὄψεστώς, αὐτὸ δηλαδὴ τὸ πρόσωπον του Πατρός. Τὸ γὰρ τὸ τοῦ Πατρὸς ὑφεστηκέναι πρόσωπον παρὰ τῆς πίστεως ὡμολόγηται. Επει γὰρ αἱ ἰδιότητες τῶν προσώπων, ὧν εἰσιν ἐδεδ τήτες, υποστατικαί εἰσὶ ταῦτα ὑφιστῶσαι, ἀνάγκη μὴ ἀναίτιον εἶναι τὸν Πατέρα, ἀλλ᾽ ἔκ τίνος, καὶ ἐκ τοῦ μὴ ὑφεστῶτος, ὡς εἴρηται, τὸ ὑφεστώς, καὶ ἐκ τῆς μὴ ὑποστάσεως τὴν ὑπόστασιν, καὶ τοῦτο ἢ κατὰ γέννησιν, ή κατ' ἐκπόρευσιν· ἢ εἴπερ ἄλλως βούλοιντο πλάττειν, καὶ οὕτω δύο είδη της Τριά δος ἀναφανήσεται, τὸ μὲν ἐκ τῆς πατρότητος καὶ ὅσα ἐκ τῆς πατρότητος πρόεισιν, αὐτὴ ἡ υἱότης καὶ ή πνευματότης, εἰ δεῖ οὕτως ονομάζειν· τὸ δὲ ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, είτ' οὖν τὰ τρία πρόσωπα. Ἔτι δὲ ὁμολογήσουσι μὴ εἶναι πρόσωπον ἐκ προσώπου, ἀλλ' ἀναφορὰν ἐξ ἀναφορᾶς. Ἐπεὶ γὰρ πρόσωπόν ἐστιν ἡ οὐσία μετά τινος ιδιότητες (πρόσωπον γὰρ εἴρηται τῷ Δαμασκηνῷ τὸ κοιν μετὰ τοῦ ἰδιάζοντος), ἡ δὲ οὐσία μία ούσα και ή
col. 869–870page 23 of 68
PG 154:869αὐτὴ τῷ ἀριθμῷ, οὔτε ἀγέννητός ἐστιν, οὔτε γεν νητή, οὔτ' ἐκπορευομένη, ἄλλως γὰρ τρεῖς ἂν ἦσαν οὐσίαι διακεκριμέναι, ἀπολελυμέναι ἀλλήλων, καὶ ἀντικείμεναι ἀλλήλαις· λείπεται μηδὲν ἄλλο προϊέναι ἐξ ἄλλου, εἰ μὴ ἰδιότητα ἐξ ιδιότητος, εἴτ' οὖν τὴν υἱότητα ἐκ τῆς πατρότητος. Ετι τε ἐπεὶ ὁ μὲν Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ὁμολογεῖται, ὁ δὲ Πατὴρ κατὰ τὰς θέσεις αὐτῶν ἐκ τῆς πατρικῆς ἰδιότητος, ἥτις οὔτ οὐσία οὔθ᾽ ὑπόστασίς ἐστι, καὶ τοῦτο κατὰ τὰς θέσεις αὐτῶν, πάντα δὲ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ κατὰ τοὺς θεολόγους γέγονεν ἀναγκασθήσονται τὸ μὴ ὑφεστὼς τῶν θείων προσ ώπων καὶ πάσης τῆς κτίσεως αἴτιον τιθέναι. Έτι τε ἀναγκασθήσονται ὁμολογεῖν ἐπὶ Θεοῦ σύνθεσιν, εἰ καὶ μὴ τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τῆς τε πατρότητος καὶ υἱότητος, ἃ τῶν πρός τί ἐστιν. "Α δὴ πρός τι, ἐφόσον ἐστὶ πραγμά τι, σύνθεσιν ποιήσει ᾧ ἂν προσγένηται. Έτι το δεήσει συμβεβηκός τοῦτο φάσκειν· πᾶν γὰρ χρῆμα ἐν τῷ ἐνυπάρχειν τὸ εἶναι ἔχον, συμβεβηκός ἐστιν. "Ετι τε δεήσει τι πράγμα παρὰ τὴν τοῦ Θεοῦ οὐσίαν εἶναι αἰώνιον. "Α δὴ πάντα αἱρετικὰ καὶ ἄτοπα Έπεται μέντοι τοῖς τὴν πατρότητα καὶ τὴν ὑπόστασιν ἕτερον τῆς οὐσίας τιθεμένοις. ΚΕΦΑΛ. Β'. Κατὰ εἶναι τὴν ἔννοιαν ἄλλο οὐσίαν καὶ ἄλλο ὑπόστασιν οἱ θεολόγοι φασὶν ἐπὶ Θεοῦ. Ανάγκη τοίνυν διὰ ταῦτα τὰς ἀρχὰς τῆς πίστεως φυλάττοντας, ή φησι τὸν αὐτὸν Θεὸν ἕνα εἶναι καὶ τρία, οὐσίαν τὴν ὑπόστασιν καὶ τὴν ιδιότητα τιθέ καὶ τοῖς θεολόγοις ἐπομένως. Οὐ καὶ καθ' ἑτέραν αὖθις ἔννοιαν ἄλλο οὐσία καὶ ἄλλο ὑπόστασις παρ' αὐτῶν τῶν διδασκάλων εἴρηται· καὶ ὅπως ἑκάτερον ἀληθεύειν δυνατὸν ἐν τοῖς ἐπομένοις ῥηθήσεται. τι μὲν οὖν καὶ βαθύτερον ἐνταῦθα θεωρεῖν ἦν, περὶ τούτου τό γε νῦν εἶναι παραιτητέον, του λόγου πρὸς ἄνδρας ὄντος, οἱ μὴ δυνάμενοι τὰ ἐκ τῶν λογισμών συνιέναι, ὥσπερ οἱ κακόσιτοι πᾶσαν τροφήν, οὕτω καὶ οὗτοι πάντα ἀποστρέφονται λόγον ἐκ δὲ τῶν διδασκάλων επιχειρητέον τῷ λόγῳ, σαφηνεία χρωμένοις ὅσον οἷόν τε. Καὶ πρῶτον κατά τίνα τὴν ἔννοιαν ἄλλο οὐσίαν καὶ ἄλλο ὑπόστασιν οἱ θεολόγοι φασί· δεύτερον, όπως οὐσία, καὶ ὑπό στασις, καὶ ἰδιότης ἐπὶ Θεοῦ ταὐτόν ἐστι. Ρητέον προβαλλομένοις ὁ φησιν ὁ μέγας Βασίλειος ἐν ἐπι στολῇ τῇ περὶ διαφοράς ουσίας καὶ ὑποστάσεως ὡς ἐν λόγον ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ ουσία πρὸς τὴν ὑπόστασιν. Τὴν δὲ ὑπόστασιν ὁ Δαμασκηνὸς ὁριζόμενος ἔφη, «Υπόστασις ἐστι τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος.» Τί δὲ αὐτὸ τὸ κοινὸν αὐτοῖς βούλεται, ἐμφανῶς αὖθις ὁ θεῖος Βασίλειος ἐν τῇ πρὸς τὸν ἀδελφὸν Γρηγόριον ἐπι στολή παραδέδωκεν εἰπών·. Ἡ μὲν κοινότης εἰς τὴν οὐσίαν ἀνάγεται· ἡ δὲ ὑπόστασις τὸ ἰδιάζον ἑκάστου σημεῖόν ἐστι. ο Δήλον οὖν ἐκ τούτων, ὡς τὸ μὲν κοινὸν τῷ ἁπλῶς ἀναλογεί, τὸ δὲ ἴδιον τῷ Η χ

Chapter IICaput II

col. 871–872page 24 of 68
PG 154:871πῶς· ὥσπερ ὁ δεξιὸς ἄνθρωπος τοῦ ἁπλῶς ἀνθρώ ο που κατὰ τὸ ἁπλῶς καὶ πῶς διαφέρει. ᾿Αλλὰ καὶ ο Πέτρος καὶ ἄνθρωπός ἐστι καὶ υἱὸς τοῦ Ἰωνᾶς καὶ οὐχ ἕτερον μὲν σημαίνει ὁ τὸν αὐτὸν Πέτρον ἄνα θρωπον λέγων, ἕτερον δὲ ὅταν τὸν αὐτὸν καὶ υἱὸν τοῦ Ἰωνᾶ. Κατὰ δὲ τὸ ἁπλῶς καὶ πῶς μόνον την διαφορὰν ἐνδείκνυται· δηλονότι ἐκεῖ μὲν διὰ τοῦ τὸν Πέτρον ἄνθρωπον εἰπεῖν ἀπολελυμένῳ καὶ κοι νῷ ὀνόματι τὸ ὑποκείμενον σημαίνει· ἐνταῦθα δὲ ἰδίῳ καὶ ἀναφορικῷ καὶ ὡρισμένῳ ονόματι τὸν αὐτὸν ἄνθρωπον καὶ υἱὸν εἶναι ἐξ ἀνθρώπου του Ἰωνᾶ πατρὸς ὄντος αὐτῷ. Δι' ἀμφοῖν οὖν τῶν όνομάτων ἄλλως καὶ ἄλλως τὸ αὐτὸ ἐμφαίνεται, ἀναφορικῶς δηλονότι καὶ ἀπολελυμένως· τῷ δὲ ἁπλῶς καὶ πῶς διαφέρει μόνον. Τὸ μὲν γὰρ ἄσχει τον οὐσίαν δηλοῖ, τὸ δὲ τὴν αὐτὴν καὶ πρός τι πως έχουσαν. Ἐπεὶ τοίνυν τὸ κοινὸν τῆς οὐσίας ἐπὶ Θεοῦ αἱ τρεῖς εἰσιν ὑποστάσεις, καὶ τὸ κοινὸν αὐτή ἐστιν, ἥτις ἑκάστῳ καὶ ἴδιος οὐσία, ἐν γὰρ τὸ τί ἦν εἶναι τῶν τριῶν, καὶ ὅπερ ἐκάστη τοῦτο παρα δόξως καὶ κοινὸν καὶ ὥς φησιν ὁ θεολόγος Γρηγόριος, ἂν τὰ τρία, καὶ τὰ τρία ἕν, ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης, εκάστη δὲ τῶν ὑποστάσεων ἢ Πατήρ, ή Υἱός, ἢ Πνεῦμα ἀγιν έστι, καθὰ καὶ ἀναφορικῶς πρὸς ἄλληλα λέγονται, ὑπόστασις δὲ τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος είρη ται φανερὸν ὡς τῶν προσώπων ἕκαστον οὐσία καὶ υπόστασίς ἐστιν. "Ωσπερ γὰρ αὐτὴ ἡ τῶν τριῶν. οὐσία αἱ ὑποστάσεις ἐστὶν, οὕτως εκάστη των ὑποστάσεων οὐσία καὶ ὑπόστασις ἐστιν. "Εστιν ἄρα τὸ αὐτὸ οὐσίαν καὶ ὑπόστασιν εἰπεῖν κατά τὸ πρᾶγμα, καὶ ἄλλο οὐσίαν καὶ ἄλλο υπό στασιν κατὰ τὸν λόγον, διαφόρου τῆς τῶν ἀνα μάτων, οὐ τῶν πραγμάτων σημασίας οὔσης, καὶ εκάτερον ἀληθές. Οὐ γὰρ κατὰ τὸ αὐτὸ καὶ ἄμφω, ἐφόσον ἡ μὲν οὐσία τὸ κοινὸν δηλοῖ, καὶ τὸ τὶ ἦν είναι, ἡ δὲ ὑπόστασις τὸ αὐτὸ καὶ πρός τι πώς ἔχον, ἢ γεννητικῶς, ἡ γεννητῶς, ἡ προβλητικώς, Η προβλητώς. Μαρτυρεί τούτοις πρῶτον μὲν ὁ μέγας Αθανάσιος, μετ' ἐκεῖνον δὲ καὶ ὁ θειότατος Μάξιμος, ταυτὰ λέγων ἐν τῷ πρὸς Ἀνόμιον διαλόγῳ. Τοῦ γὰρ ἀνομου εἰπόντος, • Αλλο ἐστὶν οὐσία καὶ άλλο ὑπόστασις, ο ὁ θεῖος Μάξιμος ἀποκρίνεται, Αλλο καὶ ἄλλο οὐχ ὡς πρᾶγμα ο κἀκείνου εἰπόντος, «Οὐκοῦν σύνθεσις", ὁ ἅγιος ἐπάγει, «'Αλλο καὶ ἄλλο εἶπον, οὐχ ὡς πρᾶγμα, ἀλλ' ὡς ἄλλο τι ση μαινούσης τῆς οὐσίας, καὶ ἄλλο τῆς ὑποστάσεως" ὡς ὁ κόκκος τοῦ σίτου λέγεται καὶ ἔστι σπέρμα και καρπός, ἄλλο δέ τι σημαίνει τὸ σπέρμα, καὶ ἄλλο ὁ καρπός. • Συγχορῶν οὖν ὁ ἅγιος ἐκεῖ τὴν ὑπό στασιν τοῦ Πατρὸς οὐσίαν εἶναι καὶ θεότητα, οὐ δίδωσιν ὅμως δύο θεότητας εἶναι, ὥσπερ καὶ ὑπο στάσεις δύο, διὰ τὸ αὐτὸ μὴ ταυτῶς δηλοῦν τὴν θεότητα καὶ τὴν ὑπόστασιν. Η μὲν γὰρ θεότης τὸ τί ἦν εἶναι σημαίνει, φησίν, ἡ δὲ ὑπόστασις το εἶναι. Εἰ οὖν καὶ ἔστιν ἐκεῖνο τὸ εἶναι, καὶ τὸ τὰ ἦν εἶναι τὸ αὐτό, ἀλλ' ὅτι ἡ μὲν ὑπόστασις τὸ εἶναι δηλοῖ τοῦ αὐτοῦ πράγματος, ἡ δὲ θεότης τὸ τί τη ή μὲν θεότης ὡς τὸ κοινὸν λαμβάνεται, ἡ δὲ ὑπό
col. 873–874page 25 of 68
PG 154:873στασις ὡς τὸ ἴδιον. Ἐπεὶ τῶν ὑποστάσεων ἡμῶν μὲν τοῦ τί ἦν εἶναι λίγο; ὁ αὐτὸς, ὁ δὲ τοῦ εἶναι ἕτερος· ὁ μὲν γὰρ τοῦ τί ἦν εἶναι λόγος ἡμῶν τῆς οὐσίας ἡμῶν, εἶτ' οὖν τοῦ εἴδους ἀρισμός ἐστιν ὁ δὲ τοῦ εἶναι λόγος υπογραφή τις ἐκ τῶν κατὰ συμβεβηκὸς ἀπὸ τῶν τῆς ὕλης ἰδιοτήτων λαμβανόμενος. Διόπερ ἐκεῖνος μὲν εἷς ἐπὶ πάντων, τὸ γὰρ εἶδος ἔν' οὗτος δὲ ἄλλως ἄλλοις ἀποδίδοται κατὰ τὴν τῆς ὕλης ἀτομύτητα, ἡ διαφόρως καὶ ἄλλοις ἄλλως ἐπιβάλλει. Ἐπεὶ δὲ ἐν τῷ Θεῷ οὐκ ἔστιν ὕλη, οὐδὲ τὰ ἐξ ἀνάγκης ἑπόμενα αὐτῇ συμβεβηκότα, λείπε καὶ τὸ τί ἦν εἶναι καὶ τὸ εἶναι ταυτὸν εἶναι ἐπ' αὐτοῦ. Δῆλον οὖν ἐκ τῶν εἰρημένων τοῦτ' εἶναι τὴν οὐσίαν ὅπερ καὶ τὴν ὑπόστασιν καν τούτῳ μόνον διαφέρειν, ὅτι ἡ μὲν οὐσία ἀπολελυμένον τι ἐπὶ Θεοῦ δηλοῖ, ἡ δὲ ὑπόστασις ἀναφορικών· καθ' ἐν δὴ τρόπον οὐ ταὐτὸν εἶπον οἱ ἅγιοι οὐσίαν καὶ ὑπό στο σιν· ὥσπερ ἂν εἰ ἔλεγον, Ἐπὶ τῆς ὑπερουσίου θεότητος οὐ ταυτόν ἐστι τὸ ἀπολελυμένον καὶ τὸ ἀνα φορικόν' τοῖς μὲν γὰρ ἀναφορικοῖς τὰ θεῖα διακρίνεται πρόσωπα, τοῖς δὲ ἀπολελυμένοις συνάπτεται. Τῇ μὲν γὰρ οὐσίᾳ ἡ ἔνωσις ἔπεται, ταῖς δὲ ὑποστάσεσιν ἡ διάκρισις - Ένωσις δὲ καὶ διάκρισις οὐ ταυτό. ΚΕΦΑΛ. Γ'. εν *Οτι ἡ οὐσία καὶ ὑπόστασις καὶ ἰδιότης ἐπὶ Θεοῦ ταυτόν έστι κατὰ τὸ πρᾶγμα. ᾿Αλλὰ καὶ περὶ τῶν ὑποστατικῶν ἰδιωμάτων της τον κανταῦθα τοῖς δυνατοῖς καὶ ἀναγκαίοις ἐκ τῶν διδασκάλων χρωμένοις. Φησὶ τοίνυν Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸν μακάριον Αθανάσιον έγχων μέῳ· «Τῆς γὰρ μιᾶς οὐσίας καὶ τῶν τριῶν ὑποστάσεων λεγομένων ὑφ᾽ ἡμῶν εὐσεβῶς· τὸ μὲν γὰρ τὴν φύσιν δηλοί, τὸ δὲ τὰς τῶν τριῶν ἰδιότητας, καὶ τὰ λοιπά. Ἐν τούτοις φύσιν· καὶ οὐσίαν ταυτὸ βούλεται εἶναι, καὶ τὰς ὑποστάσεις ἰδιότητας ἀπο φαίνεται. η Ετι ὁ αὐτὸς ἐν τῷ εἰς τὰ Φῶτα λόγῳ· ο Θεοῦ δὲ, ὅταν εἶπω, ἐνὶ φωτί περιαστράφθητε καὶ τρισί ο τρισὶ μὲν κατὰ τὰς ἰδιότητας, εἴτ' οὖν ὑποστάσεις. Ἐκεῖ μὲν οὖν τὰς ὑποστάσεις προτεταχώς, εἰς τὰς ιδιότητας ἡρμήνευσεν, ἐνταῦθα δὲ τὰς ιδιότητας εἰς τὰς ὑποστάσεις, οὐκ ἂν εἰρηκώς, εἰ μὴ ταυτὸ καὶ ἀδιάφορον ἦν, εἴ τις ιδιότητας είθ' ὑποστάσεις ἐπὶ τοῦ αὐτοῦ βούλοιτο καλεῖν. Ἀλλὰ καὶ ὁ μέγας Αθα νάσιος ἐν τῷ περὶ τοῦ, ὅτι καλῶς εἴρηται τοῖς ἐν Νικαίας Πατράσιν ἡ λέξις τοῦ ὁμοουσίου, ταυτί φησι· «Διὸ οὐδὲ τὴν κτίσιν αὐτοῦ τοῦ ὄντος Θεοῦ δημιούργημα είναι φήσετε, εἴ γε τὸ Πατήρ καὶ τὸ Θεὸς οὐκ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαίνουσιν, ἀλλ᾽ ἕτερόν τι, ὅπερ ὑμεῖς ἀναπλάττετε. Εἰ δὲ τοῦτο ἀπρεπές, καὶ λίαν ἀσεβές ἐστι καὶ μόνον ἐντεθυμῆσθαι.» Καὶ μετ' ὀλίγα·. Κἂν γὰρ ἀδυνάτως ἔχωμεν καταλαβεῖν ὅ τί ποτέ ἐστιν, ἀλλ' ὅμως ἀκούοντες τὸ Πατὴρ καὶ τὸ γῆς καὶ δημιουργὸς καὶ παντοκρά. τωρ, οὐχ ἑτερόν τι, ἀλλ' αὐτὴν τὴν μακαρίαν καὶ

Chapter IIICaput III

col. 875–876page 26 of 68
PG 154:875απλὴν καὶ ἀκατάληπτον τοῦ ὄντος οὐσίαν σημαινού μένην νοοῦμεν. Εἰρήκατε δὲ καὶ ὑμεῖς οἱ Ἀρετανοί ἐκ τοῦ Θεοῦ τὸν Υἱόν, δηλονότι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς αὐτὸν εἰρήκατε. κ Ετι ὁ Δαμασκηνὸς ἐν τοῖς θεολογικοῖς αὐτοῦ κεν φαλαίοις φησί· κ Θεότης τὴν φύσιν δηλοί, τὸ δὲ Πα τὴρ τὴν ὑπόστασιν. Τὸ γὰρ Θεὸς καὶ ἄνθρωπος τάτο τεται μὲν ἐπὶ τῆς οὐσίας, ὡς ὅταν λέγωμεν, Θεός ἐστιν ἀκατάληπτος οὐσία, λέγεται δὲ καὶ ἐπὶ τῶν αποστάσεων. Εἰ τοίνυν τὸ μὲν Θεὸς ὄνομα τὴν οὐ σίαν σημαίνει, λέγεται δὲ καὶ ἡ ὑπόστασις Θεός, ή ὑπόστασις ἄρα οὐσία ἐστίν. Η μὲν γὰρ οὐσία η φύσις κατὰ τὸν τρόπον τῆς τοῦ ὀνόματος σημασίας, ᾧτιν: ἀκολουθεῖ ἡ διάνοια, ὡς εἶδος νοεῖται καὶ προ φέρεται· ἡ δὲ ὑπόστασις, ἢ τὸ πρόσωπον, τὸ κοινὸν καὶ ἡνωμένον διακεκριμένως εμφαίνει· εἶτ᾽ οὖν τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος, ἢ τὸ κοινὸν καὶ πρὸς τί πως ἔχον, ὡς εἴρηται. Ἀλλὰ μὴν κατὰ τὸν ἅγιον Αθανάσιον ὥσπερ τὸ Θεὸς ὄνομα τὴν οὐσίαν την μαίνει, οὕτω κατὰ τὸν Δαμασκηνὸν τὸ Πατὴρ ὑπό στασιν δηλοί. Το Πατήρ ἄρα ουσίαν καὶ ὑπόστασιν σημαίνει. Καὶ δι' ἀμφοῖν ἐν τὸ δηλούμενόν ἐστιν, αὐτὸ τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος, είτε Πατέρα μέ γει τις, είθ' ὑπόστασιν τοῦ Πατρός. Καὶ ἐπεὶ τὸ Πατὴρ ὄνομα ὑπόστασιν σημαίνει, ἡ δὲ ὑπόστασις ταυτὸν τῇ ἰδιότητι κατὰ τὸν θεῖον Γρηγόριον, ἡ δὲ ἰδιότης ἐπὶ τοῦ Πατρὸς ἡ πατρότης ἐστὶ, τοῦτο γὰρ παρὰ πάντων ὁμολογεῖται· δῆλον ὡς πατρότης καὶ Πατήρ ταυτόν ἐστιν. ᾿Αλλὰ κατὰ τὸν μέγαν αὖθις ᾿Αθανάσιον, τὸ Πατήρ οὐσίαν σημαίνει, καὶ ἡ πατρότης ἄρα οὐσίαν σημαίνει, ὥστε οι ιδιότητες του. τὸν ταῖς ὑποστάσεσιν, αἱ δ' ὑποστάσεις ή θεότης καὶ ἡ ουσία, ο Εν γάρ, φησί, τὰ τρία, καὶ ἃ ἡ θεότης, ὡς εἴρηται, καὶ ὁ λόγος πάλιν εἰς ταυτὸ περιήλθε. Τούτῳ γὰρ διαφέρουσι μόνον, τῷ ἁπλῶς καὶ πῶς ἐ γεσθαι.» Οὐδὲ γὰρ ὡς ἄλλην τὴν Μονάδα, καὶ ἄλλην τὴν Τριάδα ἐδιδάχθημεν εἶναι. Ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς μονάδα καὶ Τριάδα λεγομένην, τὸ μέν, τῷ κατ' οὐσίαν λόγῳ, τὸ δὲ, καθ' ύπαρξιν τρόπῳ κατά τὸν ἅγιον Μάξιμον, ὃς δὴ καὶ ὀλίγῳ πρότερον πρὸς τὸν ᾿Ανόμοιον ἔλεγεν οὐ ταυτὸ οὐσίαν εἶναι καὶ ὑπόστασιν, καὶ τίνα τρόπον; κατὰ τὸν τῆς τῶν όνομάτων σημασίας λόγον, τὸν καθ᾽ ὑπαρξιν των του ο προσώπων επόμενον. Ἐπήγαγε γάρ ε 'Αλλ' ὡς ἄλλο συμαινούσης τῆς οὐσίας, καὶ ἄλλο τῆς ὑποστάσεως, ὡς ὁ κόκκος τοῦ αίτου λέγεται, καὶ ἔστι σπέρμα καὶ καρπός.» θορυβείτω δὲ μηδείς οιόμενος ἢ διαβάλλων, ὡς ἄρα λόγῳ μόνῳ φαμὲν τὰ θεῖα διακρίνεσθαι πρόσ ωπω. Οὐδὲ γὰρ οἱ διδάσκαλοι πατρότητα καὶ ὑπό στασιν, ἢ Πατέρα ταυτὸ λέγοντες, καὶ τὰς ὑποστάσεις εἶναι τὴν οὐσίαν, ἢ τὴν θεότητα καὶ τὴν αὐτὴν μονάδα και Τριάδα, ἢ λόγῳ μόνῳ διακρίνεσθαι φασ σιν, ἢ κατὰ τὰ ἐν τοῖς πρός τι αντικείμενα, και οὐσίας ἀντικειμένας καὶ ἀλλήλων είναι διακεκριμένας, καθ᾿ αὐτὰς ὡς τρία διάφορα έντα αλλά μιλά
col. 877–878page 27 of 68
PG 154:877οὐσίας τρία πρόσωπα καθ᾿ αὐτά φαμεν αφεστηκότα, ὑφεστὼς τῶν προσώπων ἕκαστον καθ' αὐτὸ πιο σταύοντες, ὡς ἐν τῷ Περὶ ἠνωμένης καὶ διακεκριμένης θεολογίας φησὶν ὁ θεῖος Διονύσιος· ὅτι τὸ τοῦ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Καὶ ὅταν μὲν λέγω Θεόν, ἀπολελυμένῳ καὶ κοινῷ ὀνόματι τὴν οὐσίαν ἐννοῶ ὅταν δὲ Πατέρα ἢ Υἱὸν ἢ Πνεῦμα ἅγιον, αὐτὴν τὴν οὐσίαν, αὐτὸ τὸ κοινὸν καὶ πρός τί πως ἔχων συν νοεῖν ἀναγκάζομαι ἀναφορικῷ ὀνόματι διακρίνειν πεφυκότι πρόσωπα. Καὶ δὴ καὶ δι' ἑκάστου τῶν τριῶν ἀναφορικῶν (δ καὶ παράδοξον) ἡ αὐτὴ καὶ μία ουσία δηλοῦται. Επείπερ οὐδὲν ὁποιονοῦν τῶν προσώπων μέρος ἐπὶ τῆς μιᾶς καὶ ὅλης θεότητος. Χωρίς γὰρ τῶν ἀναφορικῶν ἀδύνατον εἶναι τάξιν ἢ διάκρισιν ἐν τοῖς θείοις. Καὶ τοῦτ' ἐστὶν ἀῤῥήτως ὑπὲρ πάντα λόγον καὶ ὥστε πιστεύεσθαι μόνον ἐν τῷ παρόντι ἐκ τοῦ Θεοῦ κατὰ ἀποκάλυψιν δοθέν. Διδ μηδεὶς τὴν τούτων ἀπόδειξιν ἀκριβῶς οὐκ ἔχων, εἴτ' οὖν ἐξ ἀμέσων καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος, ὥσπερ ἂν εἰ ταῖς φυσικαῖς ἀρχαῖς ὑπέ κειτο, ἀσθένειαν καταγινωσκέτω τῶν λεγομένων, τὴν ἑαυτοῦ δὲ συνιστάτω πλάνην, ὡς ἄρ᾽ εἰσὶν ἐν τῷ Θεῷ ἄλλο μὲν οὐσία, ἕτερον δὲ ὑπόστασις, ἕτερον δὲ ἰδιότης ἀλλήλων πραγματικῶς διαφέροντα, ἢ καὶ πλείω τούτων, ἅπερ ἂν οἱ ἄφρονες εἴποιεν, ἐν αὐτῷ εἶναι φυσικὰ καὶ οὐσιώδη, τὴν σοφίαν, τὴν ἀγαθόν τητα, τὴν ζωὴν, καὶ πάντα τὰ ἀπολελυμένως ἐπ' αὐτοῦ λεγόμενα, ἕτερα τῆς οὐσίας αὐτοῦ διαφέροντα καὶ πράγματι καὶ λόγῳ τῆς τε οὐσίας καὶ ἀλλήλων ἀλλὰ τὰ περὶ μονάδος καὶ Τριάδος ἀσφαλῶς παρα δεδομένα κατέχων, τοῖς τε δυνατοῖς καὶ ἐχομένοις λόγοις περὶ τῶν ἀναποδείκτως πιστευομένων παρα μυθούμενος, τῶν ἁγίων προσκυνείτω τὰς ἀποφάσεις. Ἐπεὶ εἰ ἄλλο μὲν πράγμα λέγει εἶναι τὴν μονάδα, ἄλλα δὲ τὴν Τριάδι, τετρὰς ἔσται το προσκυνούμενον. Μᾶλλον δὲ εἰ ἄλλο μὲν ἐπὶ τῆς ὑπερουσίου θεά τητος ἡ ὑπόστασις, ἄλλο δὲ ἡ ἰδιότης, ὥσπερ εἰσὶ τρεῖς ὑποστάσεις, ἔσονται καὶ τρεῖς ἰδιότητες, καὶ οὕτως ἐξὰς ἔσται καὶ οὐ Τριάς. Εἰ δ' ἄλλο πάλιν παρὰ ταῦτα ἢ κοινὴ οὐσία, ἄλλα δὲ δ βούλονται κοινὴν ἐνέργειαν καλεῖν, ὀγδοὰς εἶναι περιφανώς συμβήσεται. Εἰ δὲ προσκέοιτο τούτοις καὶ τὰ φυσικά, ὡς λέγουσιν, ἀπειρα, καὶ ὑπὲρ ἀριθμὸν ὄντα, πρὸς ἄλληλα καὶ τῆς οὐσίας διαφέροντα, μυριάς ἔσται τὸ λατρευόμενον. Αλλ' ἀπέστω τῆς τῶν Χριστιανῶν πίστεως ἡ τοιαύτη τῶν Ἑλλήνων θρησκεία. Οτι εἰ καὶ ἡ πατρότης ουσία καὶ ἡ υἱότης, ου διὰ τοῦτο ἐξ ἀνάγκης ἔπεται τὸν Υἱὸν εἶναι Πατέρα, ἢ τὸν Πατέρα Υιόν. Εἰ μέντοι διαπορεί τις πῶς τὰς ιδιότητας ἢ τὰς ἀναφορὰς οὐσίαν εἶναι φαμὲν, μιᾶς μὲν οὔσης τῆς οὐσίας, ἰδιοτήτων δὲ τριῶν, ἢ καὶ ὑποστάσεων ἀνα τικειμένως πρὸς ἄλληλα λεγομένων, καί τινα ἐπά γειν τῶν ἀτύπων οίεται, ὡς ἄρα τὴν τοῦ Πατρὸς ὑπόστασιν δεήσει λέγειν ὑπόστασιν τοῦ Υἱοῦ, ἡ τὸν

Chapter IVCaput IV

col. 879–880page 28 of 68
PG 154:879Λ Υϊδη, εἶναι Πατέρα, διὰ τὸ μίαν αὐτοῖς εἶναι τὴν οὐ σίαν· πρῶτον μὲν οὐδὲν πρὸς ἡμᾶς· ἡ γὰρ θέσις αὕτη κοινὴ τῆς πίστεως· ἔπειτα καὶ παρὰ τῶν δι δασκάλων οὕτως ἔχον ἐδείχθη. Εἰρήσεται δὲ καὶ νῦν ὁπωσοῦν, ἐπείπερ ἀναγκαῖος ὁ λόγος. Ὅτι μὲν οὖν ἕνεκα του τὰ προειρημένα τῶν ἀτόπων ἀποφυγεῖν, καὶ τοῦ τὰς τῆς Γραφῆς καὶ τῶν διδασκάλων απο φάσεις φυλάττειν, καὶ ὅλως τὰς ἀρχὰς τῆς πίστεως, μηδενὸς ἡμῖν ἀκολουθοῦντος ἀτόπου, οὐσίαν της ἀναφορὰς ἐθέμεθα, εἴρηται, εὐλόγως - δῆλον δέ. Ωρα περ γὰρ ἐστί τι τὸ αὐτὸ συμβεβηκός καὶ πρός τι, ἐν οἷς ἐνδέχεται εἶναι συμβεβηκότα· οὕτως ἀνάγκη τὸ αὐτὸ οὐσίαν εἶναι καὶ πρός τι ἐν οἷς μὴ ἐνδέχεται εἶναι συμβεβηκός. Διόπερ ἐν μὲν τοῖς κτίσμασιν ή ἀναφορὰ καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὸ πράγμα τῆς οὐσίας ἕτερον, ἐπεὶ ἐστι συμβεβηκότα· ἐπὶ τα Θεοῦ κατὰ μὲν τὸ πρᾶγμα τὸ αὐτό, κατὰ δὲ τὸν λό γον ἕτερον· ὡς γὰρ εἴρηται, ἡ οὐσία ταυτὸ ταῖς ὑποστάσεσιν αἳ τοῖς πρός τι ὑφεστήκασι· τὸ δ' ἐν πλῶς καὶ πῶς διαφέρει. Καὶ γὰρ οὕτως ἔχει. Ούκ έστιν ἡ οὐσία τοῦ Θεοῦ ἡ ἐν ταῖς κατηγορίαις οὐσία, ἢ τὸ γένος, ἢ τῶν ὑπὸ τὸ γένος, ὥστε μὴ δύνασθαι είναι ἄλλο τι. Οὐδ᾽ αὖ ἡ ἐν τῷ Θεῷ ἀναφορὰ ἔστι τῶν πρός τι γένος, ἤ τι τῶν ὑπὸ τούτοις, ὥστε μη δύνασθαι εἶναι οὐσία. Ο τί ποτε γὰρ ἐστιν αὐτὸ τὸ θεῖον χρῆμα, καὶ ὁ τί ποτε δεῖ καλεῖν αὐτό, οὐκ ἔστι τι γένος, ἀλλ' ἔστιν ἀρχὴ γενῶν πάντα ἐν ἑαυτῷ τὰ γένη περιέχον καὶ ὑπερέχον ἐν ἑνὶ καὶ τῷ αὐτῷ καὶ ἔστιν ἐν αὐτῷ καὶ τὰ ἐναντία μονοειδῶς καὶ ἦν νωμένως· καὶ τελεία πατρότης καὶ υἱότης κατὰ τὸν θεῖον Διονύσιον, ἀφ' οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· καὶ ὅλον ἐν ἑαυτῷ συλλαβὸν ἔχει τὸ εἶναικατὰ τὸν Θεολόγον Γρηγόριον. Ὥσπερ οὖν τῇ οὐσιμοού Θεοῦ ἀποδίδοται πραγματικῶς τὰ ἐπόμενα τῇ ἄγον θότητι καὶ τῇ σοφίᾳ καὶ ζωῇ αὐτοῦ· ἄλλως γὰρ ἐν σύνθετος ἦν· σύνθετον γὰρ ἐστι τὸ ἐκ δύο τοὐλάχιστον συνιστάμενον, ὧν θάτερον οὐκ ἔστε θατίνη ταυτὸ καὶ πράγματι καὶ λόγῳ, ἢ τὸ δεκτικόν τους ἑτέρου παρ' αὐτὸ πρὸς ὕπαρξιν, ὧν ἡ σύνοδος ἐν ἀποτελεῖ, ἢ τὸ πολλοῖς εἰς ταυτὸ σύνοοῦσιν ἀπαρτιζόμενον· καὶ κατὰ τὸν θεῖον Διονύσιον τὸ τῆς ἀγα θότητος ὄνομα καὶ τῶν ἄλλων εἴ τις μὴ περὶ τῆς όλης θεότητος εἰρῆσθαι φαίη, διαιρεῖν καὶ ἀποσχέ ζειν ἀθέσμως τολμᾷ τὴν ὑπερηνωμένην ἐνάδα· δ δήπου συμβαίνει τοῖς ἕτερα πράγματα τὴν ζωὴν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ τῆς οὐσίας αὐτοῦ τεθε μένοις. Ωσπερ οὖν, ἵνα μὴ ἡ ὑπερηνωμένη μονές πρὸς τῷ διαιρεῖσθαι καὶ σύνθετος ᾖ, καὶ ὅσα τοῖς συνθέτοις ἔπεται, τὰ ἑπόμενα τῇ ἀγαθότητα, πραγ ματικῶς τῇ ουσίᾳ τοῦ Θεοῦ ἀποδίδεται ἐφ᾽ ἔσον ἢ οὐσία ἐστὶν ἀγαθότης, καὶ ἡ ἀγαθότης ἐστὶν οὐσία αὐτοῦ, ὡς καὶ ὁ θεῖος Βασίλειος ἐν τοῖς πρὸς Ἀμφιλόχιον εἴρηκεν, ᾿Αγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθεὶς οὐσίαν ἔχων τὴν ἀγαθότητα· οὐ γὰρ ἐνθέν χεται ἄλλο μὲν εἶναι τὸ ἐνυπάρχον πράγμα, άλλο τ τὰ ῷ ἐνυπάρχει διὰ τὴν ἄκραν ἁπλότητα και ένωσιν, πλην εἰ μὴ σωματικώτερον ἐκλαμβάνοιτο, ωςπερ καὶ χεῖρας καὶ πόδας ἐπὶ Θεοῦ λέγομεν, ἢ τῆς διαφοράς κατὰ τὸν λόγον, καὶ οἱ κατὰ τὸ πράγμα θεωρία
col. 881–882page 29 of 68
PG 154:881νη;" οὕτω καὶ τὰ ἑπόμενα τῷ πρός τι ἀποδίδονται πραγματικῶς τῇ οὐσίᾳ, ἐφόσον ἐστὶ καὶ πρός τι, καὶ διὰ τοῦτο καὶ τὸ πραγματικῶς διακρίνεσθαι καὶ ἀντι κεῖσθαι ἀποδίδοται αὐτῇ, οὐκ ἐφόσον μέντοι οὐσία, ἀλλ' ἐφόσον πρός τι. Τὰ γὰρ πρός τι, εἰ καὶ ἐν τοῖς συμβεβηκόσι περιέχονται, ἀλλ' οὐ δηλοῦνται κατὰ τὸ Ενυπάρχειν· λόγος γὰρ τοῦ συμβεβηκότος ἐστὶ τὸ ἐνυπάρχειν, ὡς ἡ ποσότης καὶ ποιότης· ἀλλ' ὡς εἰς τι ἔξω δηλοῦται· ὥσπερ ἡ ἐπιστήμη ἐφόσον ἐστὶν ἀναφορὰ πρὸς τὸ ἐπιστητόν, καὶ οὐχ ὡς ἕξις, ἀλλ' ὡς ἀναφορὰ θεωρεῖται, οὐκ ἔστι τοῦ ἐπισταμένου ὡς ἕξις ἐνυπάρχουσα δηλονότι, ἀλλὰ τοῦ ἐπιστητοῦ· πρὸς γὰρ τὸ ἐπιστητὸν ἀναφέρεται. "Οθεν καὶ αἱ ἀναφοραὶ οὐχ οὕτως ἔχουσι κατὰ τὸν τρόπον τῆς οὐσίας, ἀλλ᾽ ἔτε ρον τρόπον κατηγορίας παρὰ τὰ οὐσιωδῶς λεγόμενα ἐν τῷ Θεῷ. Ἡ μὲν γὰρ οὐσία οὐ λέγεται πρός τιν οὐδέ τι ἄλλο ταυτὸ τῇ οὐσίᾳ τῶν κοινῶς καὶ ἀπολελυμένως λεγομένων· ἡ δὲ πατρότης καὶ υἱότης κατὰ τὴν τῶν ἀναφορικῶν φύσιν πρὸς ἀλλήλας λέγονται, Καθάπερ οὖν ἡ σοφία ἐπειδὰν ἐν τῷ Πατρὶ θεωρῆται τῇ πρὸς τὴν οὐσίαν ἀναφορὰ τε καὶ ἀποβλέψει κοινή ἐστι τῷ Υἱῷ· μία γὰρ τῷ ἀριθμῷ σοφία ἐστὶν ὁ Πα τὴρ καὶ ὁ Υἱός· ἐπειδὰν δὲ ὡς γεννῶσα σοφία ὁ Πα τὴρ νοῆται, οὐκ ἔστιν ἡ αὐτὴ τῇ γεννητῇ σοφίᾳ, ἐστιν ὁ Υἱὸς κατὰ τὸ γεννᾶν καὶ γεννᾶσθαι δηλονότι διὰ τὴν πρὸς ἄλληλα ἀναφοράν· οὕτω δὴ καὶ πατρό τῆς καὶ υἱότης τῇ μὲν πρὸς τὴν οὐσίαν ἀναφορὰ οὐ σία ἐστὶ καὶ τὸ αὐτὸ, τῇ δὲ πρὸς ἀλλήλας ἀντιθέσει εἰσὶν ἀντικείμενα, καὶ οὐδ᾽ ἑτέρα ἡ ἑτέρα. Ἐπεὶ γάρ ἔστι ἐν τῷ Θεῷ τελεία πατρότης καὶ υἱότης, ἐπειδὰν ἀπολελυμένως ἐν τῇ οὐσίᾳ θεωρῶνται, τῇ μὲν πρὸς τὴν οὐσίαν ἀναφορὰ εἰσι τὸ αὐτὸ, ὥσπερ καὶ τἆλλα τὰ ἀπολελυμένως τῇ οὐσίᾳ τοῦ Θεοῦ ἀποδιδόμενα, τῇ δὲ πρὸς ἀλλήλας ἀντιθέσει εἰσὶν ἀντικείμενα κατὰ τὰ πρός τι· ὥστε κατὰ μὲν τὸ τὴν πατρότητα ἐν τῇ οὐσίᾳ θεωρεῖσθαι, ἐπεὶ τηνικαῦτα ἁπλῶς ὡς οὐσία λαμβάνεται, ἡ πατρότης ἐν τῷ Υἱῷ ἐστι, καὶ ἡ υἱότης ἐν τῷ Πατρὶ κατὰ τὰ κοινά φημι καὶ ἀπολελυμένα, ὥσπερ δὴ καὶ μία σοφία καὶ οὐσία καὶ δύναμις ἡ αὐτή ἐστιν ἀμφοῖν· κατὰ δὲ τὸ μὴ θεωρεῖσθαι κατὰ τὸν τρόπον τῆς οὐσίας, καὶ τῶν ἐν αὐτῇ οὐσιωδῶς λεγομένων, κατ' οὐδένα τρόπον ἡ πατρότης ἐστὶν υἱότης, ἐφόσον πρὸς ἀλλήλας ἀντικειμένως λέγονται κατὰ τὸν λόγον τοῦ πρός τι· καθ᾽ ἂν τρόπον καὶ ἡ γεννητὴ σοφία οὐκ ἐστιν ἡ γεννητική, καίτοι μιᾶς οὔσης ἀμφοῖν, μάλ. λον δὲ μία άμφω. Οὐ τοίνυν ὅτι μία οὐσία ἐστὶ τοῖς τρισίν, ἤδη καὶ ἡ ἀναφορὰ τοῦ προσώπου κοινὴ τοῖς τρισὶ διὰ τὴν ἀντίθεσιν πρὸς ἀλλήλας τῶν ἀναφορῶν. Ἡ αὐτὴ γὰρ ἀναφορὰ, ὡς εἴρηται, κατὰ τὸν λόγον τοῦ οἰκείου γένους ἐφόσον ἐστὶν ἀναφορὰ, οὐκ ἔχει τὸ εἶναι ἐν ἄλλῳ, ἀλλὰ μᾶλλον τὰ εἶναι πρὸς ἄλλο. Ως γὰρ ἐλέγομεν ἐκ τῶν τοῦ ἁγίου Μαξίμου παριστῶντες, εἰ καὶ τὸ αὐτό ἐστι πράγμα ή θεότης καὶ ἡ ὑπό στασις, οὐκ εἰ ἡ θεότης ἡ αὐτὴ, καὶ ἡ ὑπόστασις ἡ αὐτή. Η γὰρ ὑπόστασις τοῦ Πατρός ἐστιν αὐτὴ ἡ θεότης, καὶ ἡ οὐσία τοῦ Υἱοῦ, ὡς δέδεικται, καθά θεω μεῖται ἐν τῷ Πατρὶ, καὶ οὐ καθὸ θεωρείται πρὸς ἄλλο. Ἐπεὶ καὶ ἡ τοῦ Υἱοῦ ὑπόστασις θεότης τοῦ Πατρός ἐστι κατὰ τὸν αὐτὸν λόγον, οὐ μὴν ἡ τοῦ Πατρὸς
col. 883–884page 30 of 68
PG 154:883ὑπόστασις διὰ τὴν πρὸς ἀλλήλας ἀντίθεσιν. Τοῦτο οι γὰρ βλάσφημον καὶ τοῖς σαβελλίζουσιν ἀπορρίπτου μεν. Καὶ ἡ πατρότης οὖν ἐπειδὰν ἐν τῇ οὐσίᾳ θεω τῆται, ἡ αὐτή ἐστι τῇ τοῦ Πατρὸς οὐσίᾳ καὶ Υἱοῦ, Επειδὰν δὲ τῷ Πατρὶ ἀποδιδῶται κατὰ τὸν τῆς ἀνα φορᾶς τρόπον, οὐκ ἔστιν ἐν τῷ Υἱῷ. Ἡ αὐτὴ μὲν γὰρ ὡς οὐσία ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ, ἀλλ' ή αὐτὴ ἐν μὲν τῷ Υἱῷ ὡς ἀπ' ἄλλου λαμβάνοντι, καὶ ὡς ἐξ ἄλλου οὖσα δηλαδὴ τοῦ Πατρὸς, ἐν δὲ τῷ Πατρί ὡς ἄλλῳ ἤτοι τῷ Υἱῷ διδόντι, καὶ ἀφ' οὗ ἄλλο προς ωπον δηλονότι - καὶ ἐκεῖ μὲν ἡ αὐτὴ γεννητὴ ἐν τῷ Υἱῷ, ἐνταῦθα δὲ γεννητικὴ ἐν τῷ Πατρί. Ωστε ή αὐτὴ καὶ μία γεννητὴ μὲν οὕτως, γεννητικὴ δὲ ἐτέ ρως θεωρουμένη κατὰ τὴν πρὸς ἀλλήλας ἀντίθεσιν τῶν ἀναφορῶν, ἢ υποστάσεων, ἢ προσώπων, ὡς εἴρη ται πολλάκις. Τἂν ἀναφορῶν ἡ φύσις τὸ πρὸς ἀλλή λας ἀντικειμένως λέγεσθαι, καὶ μηδ' ετέραν εἶναι οταν θατέραν· διὸ οὔτε ἡ πατρότης νιότης, ούτε υἱότης πατρότης. Καὶ οὐχ οἷόν τε λέγειν ἔχειν τι τὸν Πατέρα, δ μὴ ἔχει ὁ Υἱός, ἢ τὸν Υἱὸν ἔχειν τι, ὁ μὴ ἔχει ὁ Πατήρ. Τὸ γὰρ αὐτὸ καὶ ἐν κατὰ μίαν ἀπό βλεψιν προσήκει τῷ Υἱῷ, καθ᾿ ἑτέραν δὲ τῷ Πατρί. Ὅθεν οὐδὲ τῷ Υἱῷ τὸ γεννᾶν ἀποδοτέον· ἐπειδὴ τοῦτ ἐστὶ παρὰ τὸν τῆς ἀναφορᾶς λόγον, ἣν έχει πρὸς τὸν γεννώντα· καθ᾿ ἣν γεννητὴ σοφία, δύναμις, ζωὴ ἐκ ζωῆς, ὁ τί ποτε τοιοῦτον ὁ Υἱὸς λέγεται. Κοινὰ γὰρ πάντα, όπου μὴ ἀντίκειται ἡ τῆς ἀναφορᾶς ἀντίθεσις καθὰ δὴ οὐ κοινωνεῖ ἡ πετρίτης τῇ υἱότητι διὰ τὴν ἀναφορὰν, καίτοι τῆς πατρότητος καὶ υἱότητας ουσίας οὔσης τῇ πρὸς τὴν οὐσίαν ἀποβλέψει, καὶ οὐ τῇ πρὸς ἀλλήλας, ὡς εἴρηται. Ἐπεὶ οὖν ἡ πατρότης καὶ υἱό της ἐλέγοντο είναι οὐσία τῇ πρὸς αὐτὴν ἀποβλέψει, καὶ πρὸς ἀλλήλας ἄρα τὸ αὐτό· ἐπεὶ μία ουσία χωρίς τῆς ἀντιφάσεως τῆς ἐνθεωρουμένης τῇ πρὸς ἀλλήλας ἀντιθέσει· καὶ ἐπεὶ ἐστιν ὁ Πατήρ καὶ ὁ Υἱὸς τὸ αὐτὸ χωρὶς τῆς ἀντιφάσεως τῆς ἐνθεωρουμένης τῇ πρὸς ἀλλήλας ἀντιθέσει, εἰσὶν ἄρα ὁ Πατήρ καὶ ἡ πατρί της τὸ αὐτό, καὶ ἡ υἱότης τὸ αὐτὸ καὶ ὁ Υἱός· καὶ ἐν τιστρέψαντι οὕτως ἔψεται· ὥσπερ ὁ Πατήρ καὶ ὁ τῆς εἰσιν ἐν καὶ τὸ αὐτὸ τῷ ἀριθμῷ χωρὶς τῆς πρὸς ἀλη λήλους ἀντιθέσεως, οὕτω καὶ ἡ πατρότης τοῦ Πατρός, καὶ ἡ υἱότης τοῦ Υἱοῦ ἐστι τὸ αὐτὸ τῷ ἀριθμῷ χωρίς τῆς πρὸς ἀλλήλας ἀντιθέσεως· ἡ ἐστι τὸ αἴτιον καὶ αἰτιατόν. Τὸ δ' αὐτὸ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύ ματος ἀναφορᾶς βητέον. Εἰ μέντοι τὰ περὶ ὧν ὁ 2 γος τὴν διάνοιαν υπερβαίνει, καὶ οἷον άληστὰ εἰσιν, ἀλλ' οὐδ᾽ ἡμεῖς ἀποδείξαι ταῦτα προσθέμεθα, παρα μυθίαν δὲ μόνον τῷ λόγῳ κομίσαι· καὶ τοῦτο διὰ τὴν τῶν ἀντιλεγόντων ἐπήρειαν. ἐν οἷς δὴ λόγοις συμ φωνεῖ μὲν τὰ τῆς πίστεως, οὐδὲν θὰ ἀδύνατον προχωρεῖ καθάπερ τοῖς φάσκουσι τῇ οὐσία Θεοῦ ἐνυπάρχειν τὴν πατρότητα καὶ υἱότητα ἕτερα όντα παρ' αυτήν Ῥᾷον γὰρ εἰς πίστιν ἔρχεται εἶναί τι τὸ αὐτὸ οὐσίαν καὶ πρός τι ἐν οἷς μὴ ἐνδέχεται είναι συμβεβηκός ὥσπερ ἔστι τι τὸ αὐτὸ συμβεβηκὸς καὶ πρός τι ἐνεῖς ενδέχεται εἶναι συμβεβηκότα, ἢ λέγειν ἐν τῷ αὐτῷ τῷ ἀριθμῷ εἶναι ἀντικείμενα πράγματι διακεκριμένε ἀπ' αὐτοῦ, τοῦ ἐν ᾧ ἐστι δηλονότι, τουτέστιν ἐν τῇ ουσία τοῦ Θεοῦ ἕτερα τιθέναι κατά το πράγμα τῆς
col. 885–886page 31 of 68
PG 154:885οὐσίας διαφέροντα, καὶ πραγματικῶς ἀλλήλοις ἀν τικείμενα. Τούτοις μὲν οὖν καὶ τὰ παρὰ τῆς πίστεως συμφωνεῖ, καὶ τὰ παρὰ τῶν ἁγίων εἰρημένα. Όπου τέροις δ' ἄν τις δύναιτο παρακολουθεῖν, ἐφ' ἓν καταντήσει τέλος τῆς ἀληθείας, καὶ οὐδὲν παρὰ τοῦτο τὸ διάφορον ἔσται. ΚΕΦΑΛ. Ε. *Οτι οἱ λέγοντες. "Ωσπερ τὸ ἄλλο εἶναι ὑπόστασιν, καὶ ἄλλο οὐσίαν, καὶ ἄλλο πατρότητα ἐπὶ Θεοῦ σύνθεσιν οὐ ποιεῖ, οὕτω καὶ τινὰ ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ λεγόμενα ὑφίστασθαι πραγματ τικῶς τῆς οὐσίας καὶ ἀλλήλων διαφέροντα συνε θεσιν οὐ ποιεῖ, παράλογοι εἰσι. Ἐκ δὲ τῶν εἰρημένων λέλυται καὶ ὅπερ οι Παλα μῖται κώκαλον ὀνομάσαντες, ἴσως διὰ τὸ δυσχερές, ὡς ἔνοντο, ἀνοήτως ἐπῆγον ἰσχυριζόμενοι, ὡς ἄρ᾽ ἐν τῷ Θεῷ οὐδὲν κωλύει διάφορα ἐνιδρυμένα πράγματα ἀλλήλων διαφέροντα, καὶ τῆς οὐσίας αὐτῆς ἀπειρά τις ἀπείρως ὑφειμένα, καὶ θεότητας παρ' αὐτῶν λε γόμενα, καὶ ἀριθμὸν ὑπερβαινούσας, τοῦ θ' οὕτως ἔχειν καὶ ἁπλοῦν εἶναι τὸν Θεόν· ὅτιπερ οὐσίαν καὶ ὑπόστασιν καὶ ἰδιότητα, ἢ ἀναφορὰν πραγματικῶς ἀλλήλων διαφέρειν ἐφαντάσθησαν· οὐ παρὰ τοῦτο μέντοι σύνθετον εἶναι τὸν Θεόν. Ταῦτα γὰρ ὡς ἕνε δέχετο δέδεικται καὶ λόγοις καὶ βήσεσιν ἁγίων κατὰ τὸ πρᾶγμα μηδὲν ἀλλήλων διαφέρειν. Ταύτῃ τοι καὶ οὔτε σύνθετός ἐστιν ὁ Θεὸς, οὔτε τὰ προειρημένα άτοπα ἀνακύπτει. Αἱ γὰρ συνθέσεις ἐπὶ τῶν διαφερόντων τῷ πράγματι, καὶ οἷον ὁδὸν καὶ παράθεσιν πρὸς ἄλληλα ἐχόντων, ὡς ἐφ' ἑνός τινος ὑφεστῶτος θεωροῦνται. Εφ' ὧν δὲ οὐκ ἔστιν οὐδεμίαν τοιαύτην διαφορὰν εὑρεῖν, τοὐντεῦθεν οὐδὲ ὁδὸν πρὸς ἄλληλα, ἢ σύνθεσιν οὐδὲ πλάσαι δυνατόν. Καίτοι ἀληθὲς ἔστινεἰπεῖν, ὡς οὐκ ἂν ἦν ὁ Θεὸς τρισυπόστατος οὐδὲ πα τράτης οὐδὲ υἱότης, οὐδὲ πρόοδος ἐν τοῖς θείοις, εἴπερ ἐκ τούτων ἀναγκαίως εἴπετο σύνθετον εἶναι τὸν Θεὸν τὸ πρῶτον αἴτιον· πᾶν γὰρ σύνθετον κτιστόν. Οἱ δὲ τοσοῦτον ἀπέχουσιν 2 βούλονται δεῖξαι ὥστε καὶ τὸ παρὰ τοῖς διαλεκτικοῖς λεγόμενον, τὸ ἐν ἀρχῇ αὐτοῦν ται. Οὐχ ἧττον γὰρ καὶ οὕτω τὸ αὐτὸ πάλιν ζητεῖται, πὼς εἴπερ ἄλλο μὲν ἡ οὐσία, ἄλλο δὲ ἡ ὑπόστασις, ἕτερα δὲ τὰ ὑποστατικὰ τὸν ἂν αὐτοὶ νοοῦσι τρόπον, οὐ σύνθετος ἐκ τούτων ὁ Θεός; Καὶ μὴν ἀνόμοιος πάντη ἡ τῶν πραγμάτων παραβολή. Τὰ μὲν γὰρ τρία ὡρισμένον τί ἐστιν· ἃ δὲ τῆς οὐσίας ἕτερά φασιν, οἷον τὴν ζωὴν, τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ πάντα τὰ ἀπο λελυμένως ἐπ' αὐτοῦ λεγόμενα, ἃ καὶ ἐνέργειαν κοινῷ ὀνόματι καλοῦσιν, ἀπειρόν τι καὶ ἀόριστον πλῆθος καὶ ἐκεῖ μὲν τὰ τρία υποστάσεις είληπται τέλειαι, καὶ τούτων ὑπερφυῶς ἑκάστη ἡ αὐτὴ καὶ μία θεαρχική οὐσία· ἑκάστη γὰρ ὅλως Θεὸς καὶ τέλειος· οὐ γὰρ

Chapter VCaput V

col. 887–888page 32 of 68
PG 154:887σεις εἶναι τίθενται, οὔθ᾽ ὅλως οὐσίαν, καὶ οὐδὲν αὐτ τῶν ὅπερ τὸ ἕτερον εἶναι. Καὶ τὰ μὲν πολλὰ ταῦτα οὐχ ὑφίστασθαι καθ᾿ αὐτά φασιν· αἱ δὲ τρεῖς υπου στάσεις οὐκ ἐνυπάρχουσι τινί. Εἰ δ᾽ ἀνάλογον βούλονται ἔχειν τὰ τρία πρόσωπα, ἢ τὰς τρεῖς ἀναφοράς τούτοις τοῖς πολλοῖς καὶ διαφόροις, ἀναγκαῖον ἢ καὶ ταῦτα ὁμολογεῖν τελείας εἶναι ὑποστάσεις, ἢ τὰς θείας ὑποστάσεις ἀνυποστάτους οἴεσθαι. Καὶ τὸ μὲν εἶναι τὸν Θεὸν ἐν καὶ τρία κατὰ ἀποκάλυψιν ἔχομεν, ὑπὲρ ἀπόδειξιν ὄν, τὸ δὲ τὸν Θεὸν αὐτὸν ἁπλοῦν τε είναι καὶ συνθέσεως πάσης ἀνεπίδεκτον καὶ ἄνθρωποι ἀγώ μενοι τῷ φυσικῷ τοῦ λόγου φωτὶ ἠδυνήθησαν ἀποδεῖξαι· ὥσπερ καὶ ὅτι εἷς ἐστι Θεὸς καὶ ἀγαθὸς καὶ δίκαιος· ἐκ γὰρ μεγέθους και καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργός καθορᾶται. Οὐκ ἔδει τοίνυν ἐκ τῶν ἀσαφεστέρων τὰ σαφέστερα βούλεσθαι παρα ιστών, οὐδ᾽ ἐκ τῶν ὑπὲρ ἀπόδειξιν τὰ ὑπ' αὐτὴν δυνά μένα πίπτειν ἀποδεικνύναι· ἐκεῖνά τε ἀνατρέποντας, καὶ διὰ τούτου ἑαυτοῖς ἀτοπώτερον άλλο συμπεραίνον. τας, τὸν Θεὸν ἐκ διαφερόντων συνίστασθαι πραγμάτ των. Τὸ γὰρ τὰ εἰς ἓν συνιόντα πράγματι διάφορα σύνθεσιν μὴ ποιεῖν τις τοσοῦτον ἀναίσθητος ὥστε ἀπαρνείσθαι; Τοὐναντίον δὲ μᾶλλον ἐκ τῶν σαφεστέρων τὰ μὴ τοιαῦτα συνάγειν, εἴπερ οἷόν τε ἐχρῆν, ὡς ὁ καθόλου παραδίδωσι λόγος· μάλισθ' ὅτι καὶ τοῦ λόγου περὶ τῶν καθ᾿ αὐτὰ καὶ ἀπολελυμένως τῷ θεῷ προσεῖναι λεγομένων ὄντος, ἐκεῖνοι τὴν ἔνστασιν ἐκ τῶν προσωπικῶν καὶ τῶν ἰδιοτήτων ἐπῆγον, αἱ τοῦ πρός τι γένους εἰσί. Δεῖ δὲ, φασὶν οἱ περὶ τὰς ἀπο δείξεις τεχνῖται, τὴν ἔνστασιν ἐκ τοῦ αὐτοῦ γένους εἶναι, οὗ τοὐναντίον αὐτοὶ ποιοῦντες ἡμάρτανον. Αλλά τοὺς μὲν περὶ τῆς ἁπλότητος καθόλου καὶ ἀληθεῖς λίγους φυλάττειν, τὸ δ' ἐφ' ἑνὸς δοκοῦν μόνον διαφορ νῖν, ἢ πειρᾶσθαι κἀκεῖνο σύμφωνον τῷ καθόλου λίγε ποιεῖν, ἢ μὴ δι' ἐκεῖνο τὸ ἀσαφὲς καὶ τὰ πᾶτε θέλε ανατρέπειν, ἀναιροῦντας τὰς ἀξιολόγους περὶ τοῦ Θεοῦ υπολήψεις ὡς ὁ μέγας ἔφη Βασίλειος· πε παντελῶς ἄλογον, εἴ τις ὥσπερ τῆς οὐσίας καὶ τῆς υποστάσεως καὶ τῶν ἰδιοτήτων ἄλλο καὶ ἄλλο λεγο μένων, ἐκ τούτων οὐκ ἐπακολουθών σύνθεσιν ἐν τῷ Θεῷ λέγοι, οὕτω καὶ διαφόρων πραγμάτων κατά πολύ λὰς καὶ ἀντιθέτους διαιρέσεις ἐπ' αὐτοῦ εἰσαγομέν νων οὐχ ἔπεσθαι σύνθεσιν ἰσχυρίζοιτο. ἡ ἐξ ἀτελῶν τὸ θεῖον· τὰ δὲ πολλὰ ταῦτα οὔθ᾽ ὑποστάν Ο Ἔτι ἐκ τῶν ειρημένων λέλυται καὶ ἅπερ δ ἐκ θεσ Ει σαλονίκης Νεῖλος ἐπὶ συστάσει τῆς δόξης ταύτης συνεφόρησεν οἷον ἐν μὲν τὸ θεῖον κατὰ τὴν φύσιν, κατὰ δὲ τὰς ὑποστάσεις οὐχ ἔν. Καθὸ δὲ ἐστιν ἐν καὶ καθὸ οὐχ ἔν, πῶς ταὐτό; Καὶ ἡ μὲν οὐσία μία, αἱ δ' ὑποστάσεις πολλαί, ἐν δὲ καὶιπλῆθος ἕτερα· καὶ ὅτι ἐπειδὴ ὑπόστασις καὶ οὐσία παρὰ τοῖς θεολόγοις οὐ ταυτό, λέγουσι δέ τινες ὡς μόνη ή θεία φύσις ἄκτιστος, τὰ δὲ παρὰ ταύτην πάντα γεννητά και χτιστά, κτιστὴ ἂν εἴη ἡ θεία ὑπόστασις, καὶ τοιαῦτα ἐξ ὧν ἐβούλετο πραγματικὰς διαφορὰς ἐν τῷ θεῷ
col. 889–890page 33 of 68
PG 154:889εἰσάγειν. Ταῦτα δὲ οὐ σαφῆ μόνον ἔχει τὴν βλασφημίαν, ἀλλὰ καὶ πολλὴν εὐήθειαν τοῦ εἰρηκότος παρίστησιν. Ηγνόησε γὰρ παντελῶς ὡς οὐ ταυτὸν εἶν τὸν οἱ θεολόγοι οὐ τῷ πράγματι, ἀλλὰ τῷ λόγῳ. Ο δὲ γὰρ ἄλλο τι πρᾶγμά ἐστιν ἡ οὐσία, ἄλλο δὲ ἡ ὑπόστασις, καθάπερ δέδεικται, καὶ ὅτι τὸ ἓν ὡς ὁμώ νυμον πολλαχώς δύναται λαμβάνεσθαι. "Εν γάρ τι λέγεται, καὶ ὅταν τι ὑπάρχῃ ἐν τῷ ἀριθμῷ, ἢ τῷ πράγματι, καὶ ὅταν ἐν τῷ λόγῳ· ὡσαύτως δὴ καὶ τὸ οὐχ ἔν. Τὸ οὖν οὐχ ἐν τῷ λόγῳ ἐπὶ τοῦ πράγματος ειλημμένον, τὸν παραλογισμὸν εἰργάσατο. Τού τοῖς τοῖς λόγοις ἐξελέγχεται καὶ πᾶν ἕτερον παρ' αὐτῶν προτεινόμενον. Τὸ γὰρ ἄλλο καὶ ἄλλο, καὶ τὸ οὐ ταυτέ, οὐ τῷ πράγματι, ἀλλὰ τῷ λόγῳ μεγίστην ἔχει τὴν ἰσχὺν ἐπὶ τῆς τῶν οὕτωςὶ προτεινομένων λύ σεως· δ καὶ ἐπὶ τῶν παρόντων ἔστι θεωρεῖν. Ο γὰρ Θεὸς λέγεται οὐσία καὶ σοφία καὶ εἴ τι τοιοῦτον, ἀλλ' οὐχ ὅτι τὰ ὀνόματα διάφορα, καὶ διάφορα πράγματα δη. λοῦσιν· οὕτω γὰρ ἦν ἂν πολυειδὴς, καὶ ἀνομοιομερής, καὶ σύνθετος· ἀλλ' ἐπεὶ ἡ φύσις ἡμῶν οὐκ ἔχει ἑνὶ ὀνόματι αὐτὸ ὄπωσοῦν ὅ ἐστιν ἐνδείξασθαι, διὰ τοῦτο ποικίλοις καὶ διαφόροις ὀνόμασι τὸ αὐτὸ διαφόρων ὀνομάζομεν τῆς διαφορᾶς ἐν τοῖς ὀνόμασι μόνον θεωρουμένης, καὶ κατὰ τοὺς λόγους αὐτῶν. Οἷον ἐφότον ὁ μὲν λόγος τῆς οὐσίας ἐστὶ τὸ καθ' αὐτὴν ὑφίστασθαι, τῆς δὲ σοφίας τὸ γνῶσιν εἶναι θείων καὶ ἀνθρωπίνων πραγμάτων, ἢ γνῶσιν τῶν ὑπαρ χουσῶν αἰτιῶν κατὰ τούτους τοὺς λόγους ὁ Θεὸς λέ γεται καὶ ἔστι καὶ σοφία καὶ οὐσία, καὶ ὅπως ἄλλως ἡ ἀνθρωπίνη εὐπορία δύναται ὁρίσασθαι. Δηλοῖ δὲ τοῦτο καὶ ὁ μακάριος Μάξιμος ἐν τῷ πρὸς ᾿Ανόμοιον διαλόγω, φάσκων, «Αὐτὴ ἡ ὑπόστασις τοῦ Θεοῦ καὶ ἀθανασία αὐτοῦ ἐστι· καὶ οὐ μόνον ἀθανασία, ἀλλὰ καὶ ἀφθαρσία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπο λύτρωσις καὶ κυριότης καὶ δύναμις. Καὶ οὐκ ἔστι κατὰ σύνθεσιν ταῦτα ὁ Θεὸς, ἀλλὰ κατὰ διαφόρους ἐπινοίας ταῦτα λέγεται· ἀθανασία μὲν διὰ τὸ ἀτε λεύτητον, ἀφθαρσία δὲ διὰ τὸ ἄλυτον· δικαιοσύνη διὰ τὸ ἴσον· ἁγιασμὸς διὰ τὸ φυλάττειν ἀπὸ ἅμαρ τίας· ἀπολύτρωσις διὰ τὸ σώζειν ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· κυριότης διὰ τὸ πάντων κρατεῖν· δύ ναμις διὰ τὸ μηδὲν αὐτῷ ἀντικεῖσθαι. Οὐ μέντο ὅτι κατὰ διαφόρους ἐπινοίας ταῦτα λέγεται, ἀνύπαρκτα εἰσι μηδὲν σημαίνοντα· οἷον φέρε εἰπεῖν, ὥσπερ τραγέλαφον φανταζόμεθα· τοῦτο γὰρ ἀνάπλασμα τῆς διανοίας ἐστί, καὶ ἐπ' οὐδενὸς ὑποκειμένου ἐρεῖ δεται. Ἐν δὲ τοῖς νοήμασι καὶ ὀνόμασιν, δ' περὶ Θεοῦ νοοῦντες καὶ λέγοντες αὐτῷ φέροντες ἀνατίθε μεν, αὐτή ἐστιν ἡ οὐσία τοῦ Θεοῦ τὸ πᾶσι τούτοις ἀποκρινόμενον διὰ τὴν ἄκραν τελειότητα καὶ ἁπλό τητα καὶ ἔνωσιν. Οἱ μὲν οὖν ἔκ τε τῶν κατασκευῶν γελεῖοι, ἔκ τε τῶν συμπερασμάτων γελοιότεροι. Ημίν δὲ τούτων παρεκβατικώτερον εἰρημένων διὰ τὴν θρα σύτητα τῶν ἀνδρῶν, νῦν ἐπὶ τὸ προκείμενον χω ρώμεν.

Chapter VICaput VI

col. 891–892page 34 of 68
PG 154:891ΚΕΦΑΛ. Γ. Οτι οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τὸν Υἱὸν ἔχ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι καὶ γεννάσθαι θεολογοῦσι. Τούτων οὖν διωρισμένων ὡς ἂν τὰ προειρημένα τῶν ἀτόπων ἡ καθολικὴ πίστις εκφύγῃ, πάντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι πρότερον ὑποθέμενοι είνα μὲν χρὴ τρόπον ἄλλο οὐσίαν καὶ ἄλλο ὑπόστασιν φρο νεῖν, τίνα δὲ τρόπον ταυτό, τὰ περὶ τῶν θείων προ ἴδιον ἡμῖν παραδιδόντες καὶ ἐκτιθέμενοι, ἀπροσδιορίστως τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρός ποτὲ μὲν ἐπι τῆς οὐσίας τοῦ Πατρὸς, ποτὲ δὲ ἐκ τῆς ὑποστάσεως αὐτοῦ θεολογοῦσιν. Η μὲν γὰρ ἐν Νικαία πρώτη σύνοδος τῶν ἁγίων ἐκείνων ἐν τῷ συμβόλῳ τῆς πί στεως οὕτως ἔφη·. Πιστεύομεν καὶ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν γεννηθέντα ἐκ τοῦ Πατρός,» ήγουν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Εἰ δὲ λέγοι τις· καὶ μὴν ἢ ἐν Κωνσταντίνου πόλει δευτέρα σύνοδος, τοῦτ' αὐτὸ παραδιδοῦσα τὸ σύμβολον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς πρὸ πάντων των αιώνων ἔφη. Καὶ χρὴ τούτῳ πείθεσθαι μᾶλλον ὡς τῶν ὑστέρων ὄντων ἀσφαλεστέρων. ᾿Αλλ' οὐ δήπου τὸ εἰρημένον ἐκείνοις βλάσφημον εἰπεῖν εἶναι τολμήσομεν, καὶ διὰ τοῦτο τοὺς ὕστερον ἢ ἀληθέστερον λέγοντας προτιμάν, ἢ ἐκείν νων καταφρονείν, και πειρᾶσθαι πρὸς τὴν ἀλήθειαν ἐπανάγειν. Οὗτοι τε γάρ, τὴν ἐκείνων ὁμολογίαν ὡς ἀσφαλῆ θεμέλιον ὑποθέμενοι, τὰ ἑαυτῶν ἐπέραιναν, καὶ ἡμεῖς εἴτε τῆς δευτέρας, εἴτε τῆς πρώτης την τῆς πίστεως ὁμολογίαν κατέχειν φαίημεν, οὐδὲν ἡγού μεθα διαφέρειν. "Ωστε τὸ ἐκ τοῦ Πατρὸς γεννᾶσθαι τὸν Υἱὸν ἴσον ἡγησάμενοι δύνασθαι τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ὡς κἀκεῖνοι ἑαυτοὺς ἐξηγήσαντο, οὐδεν ζοντο πλέον τι προσθεῖναι. Μαρτυρεῖ τούτης καὶ Γρηγόριος ὁ Θεολόγος Εξαρχής ὢν τῆς δευτέρας ταύ της συνόδου πρὸς Κληδόνιον ούτωσὶ γράφων· ε Ημις τῆς κατὰ τὴν Νίκαιαν πίστεως τῶν ἁγίων Πατέρων τῶν ἐκεῖ συνελθόντων ἐπὶ καθαιρέσει τῆς ᾿Αράπης κῆς αἱρέσεως οὐδὲν οὔτε προετιμήσαμεν πώτες, ούτε προτιμᾷν δυνάμεθα· ἀλλ' ἐκείνης ἐσμὲν τῆς πίστεως σὺν Θεῷ, καὶ ἐσόμεθα προσδιαρθροῦντες τὸ ελλιπῶς εἰρημένον περὶ τοῦ ἁγίου Πνεύματος, δι τὸ μὴ κεκινήσθαι τηνικαῦτα τοῦτο τὸ ζήτημα, ότι μιας θεότητος εἰδέναι χρὴ τὸν Πατέρα καὶ τὸν Υἱόν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸν καὶ τὸ Πνεῦμα γινώ σκοντας.» Ετι ὁ μέγας Αθανάσιος ἐν τῇ πρὸς "Αρειον διαλέξει, τῇ γενομένῃ ἐν τῇ κατὰ Νίκαιαν συνέβη, ἧς ἡ ἀρχὴ, Τῇ τοῦ Θεοῦ προνοίᾳ, φησίν· ι Οὐκών ὁ Θεὸς λέγων πρὸς τὸν ἴδιον Υἱὸν διὰ τοῦ προφήτου, Εκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ο σημαίν νει τὴν ἐκ τῆς πατρικῆς οὐσίας γέννησιν τοῦ Υἱοῦ, κ Καὶ μετ' ὀλίγα, ο Δι' οὐδὲν ἕτερον γαστέρα ονομάζει, ή ἵνα παραστήσῃ αὐτὸν τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεγεννήσθαι.» Καὶ μετ' ὀλίγα, ο Τὸν ον Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός γεγεννές σθαι μανθάνομεν.» Ετι ὁ αὐτὸς ἐν τῇ πρὸς τὸν Ἰούλιον πάπαν τῆς πίστεως ὁμολογία, ἧς καὶ Γρη γόριος ὁ Θεολόγος ἐν τῷ εἰς αὐτὸν ἐγκωμίῳ μέμνη. ται, λέγων, «Αποτολμᾷ τὴν ἀλήθειαν μίαν τῶν τριῶν ουσίαν ἐγγράφως ὁμολογήσαι, φησίν * κ. "Ο Κύριος.
col. 893–894page 35 of 68
PG 154:893ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ Θεὸς καὶ η θρωπός ἐστι· Θεὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς πρὸ αἰώνων γεννηθείς, καὶ ἄνθρωπος ἐκ τῆς οὐσίας τῆς:. Μητρὸς ἐν τῷ αἰῶνι τι χθείς. Ετι ὁ αὐτὸς ἐν λόγῳ, οὗ ἡ ἀρχὴ, Καλῶς ἐποίησας δηλώσας μοι την γενομένην παρὰ σοῦ ζήτησιν, φησίν, Οὐκ ἔξω θέν τίς ἐστιν ἐφευρεθεῖσα ἡ τοῦ Υἱοῦ οὐσία, οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, ἔφη, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα, καὶ ὡς ὕδατος ἀτμίς. κ ἔτι ἐν τῇ ἐπιστολῇ τῇ ἀπὸ τῆς συνόδου τῆς ἐν Ἱεροσολύμοις πρὸς τὴν ἐν ᾿Αλεξανδρείᾳ Ἐχ κλησίαν, ἧς ἡ ἀρχὴ, Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν, εἴρηται ταῦτα· Οἱ γὰρ τὴν Αρειανικὴν αἵρεσιν ἀναθεματίσαντες γινώσκοντές εἰσι μή κτίσμα, ἀλλ' ἐκ τῆς οὐσίας γέννημα είναι τὸν Λόγον καὶ τὴν οὐσίαν τοῦ Πατρὸς ἀρχὴν καὶ πηγὴν καὶ ῥίζαν εἶναι τοῦ Υἱοῦ. ο "Ετι ὁ μέγας Βα σίλειος ἐν τῇ πρὸς τὰς κανονικὰς ἐπιστολῇ, ἧς ἡ ἀρχή. Ὅσον ἡνίασεν ἡμᾶς, φησίν ι Οταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν διδα σκώμεθα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. Οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ τοῦ» 18,: «Επ Πατρὸς εἰς τὸν Υἱόν, οὐδὲ βυεῖσα ἐγέννησεν.» Ο αὐτ τὸς ἐν δευτέρῳ τῶν κατ' Ευνομίου· Εως δ᾽ ἂν σιωπῶσι, μὴ λανθανέτωσαν δευτέραν αἰώνων την τοῦ Μονογενούς οὐσίαν τιθέμενοι.» Ο αὐτὸς ἐν τη τῶν πρὸς ᾿Αμφιλόχιον, «Ἐκ τοῦ Θεοῦ εἶναι λέγεται, οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐκ τοῦ Θεοῦ προελθόν, οὐ γεννητῶς, ὡς ὁ Υἱός, ἀλλ' ὡς Πνεῦμα 13. στόματος αὐτοῦ· πάντως δὲ οὔτε τὸ στόμα μέλος, οὔτε πνοὴ λυομένη τὸ πνεῦμα, ἀλλὰ καὶ στόμα θεο πρεπώς, καὶ τὸ πνεῦμα οὐσία ζωής, ἁγιασμοῦ κυ» 7:. ρέα. ο "Ετι ὁ Δαμασκηνὸς ἐν τῷ Περὶ θείων όνομά των Όταν γὰρ νοήσω μίαν τῶν ὑποστάσεων, το λειον Θεὸν αὐτὴν οἶδα, καὶ τελείαν οὐσίαν.» Ο αὐτῆς; ἐν ζ' κεφαλαίῳ· Ἐξ αὐτοῦ γάρ, ήγουν τῆς τοῦ Πατρὸς φύσεως, φαμὲν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ μετ' ὀλίγα, Αλλ' ἡ μὲν γέννησις ἄναρχος καὶ άΐδιος, φύσεως ἔργον οὖσα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ο Καὶ μετ' ὀλίγα, ο Μόνος ὁ Υἱός γεννη τῆς· ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται· καὶ μόνον τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐ γεννώμενον, ἀλλ' ἐκτο- « ρευόμενον. Ετι ὁ Νύσσης ἐν τῇ εἰς τὸ ο Πάτερ ἡμῶν, ὁμιλίᾳ· εὉ μὲν γὰρ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται, καὶ μέχρι τούτου ὁ λόγος ἴστησιν αὐτῷ τὸ ξίωμα. Καὶ πάλιν ὁ αὐτό; Πνεῦμα τὸ ἐκ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως, ο Ετι ὁ θεῖος Χρυσόστομος εξηγούμενος τὸν Ἐν ἀρχῇ ἦν ὁ Λόγος" Οὗτος ὁ Λόγος οὐσία τῆς ἐστιν ἐνυπόστατος ἐξ αὐτ τοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. Ετι ὁ αὐτὸς ἐν τῇ περὶ τοῦ ἁγίου Πνεύματος ὁμιλία, ἧς ἡ ἀρχή, Χθές ἡμῖν, ὦ φιλόχριστοι, ἡ τοῦ ἁγίου καὶ προσ κινητοῦ Πνεύματος ἐπιφοίτησις· Τὸ Πνεῦμα τὸ ἅγιον τὴν φύσιν ἐστὶν ἀδιαίρετον, ἅτε δὴ ἐκ τῆς « ἀδιαιρέτου καὶ ἀμερίστου φύσεως προελθόν, ο Ετι ὁ ἅγιος Κύριλλος ἐν ἐνὶ τῶν κεφαλαίων, τῶν περὶ >: « τῆς ἀἰδιότητος τοῦ Υἱοῦ, οὗ ἡ ἀρχή, Πηγή σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός, φησίν, "Ην
col. 895–896page 36 of 68
PG 154:895κ & άρα τῷ γεννήσαντι συναΐδιος ὁ Υἱός, ὥσπερ από την νος πηγῆς τῆς πατρώας ἀναβλύζων οὐσίας ο Καὶ ἐν κυρία.: ἄλλῳ κεφαλαίῳ· Ὁ μὲν γὰρ ἐκ τῆς οὐσίας τοῦ Πα »: τρός προελθὼν Πατέρα εὐθὺς ἔδειξε τὸν γεννήσαντα ο Καὶ ἐν ἄλλῳ, Ωσπερ ὁ Πατὴρ ἀναρχος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος Αναρχος, Καὶ ἐν ἄλλῳ, Ὁ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελα θὼν Λόγος.» Καὶ ἐν ἄλλῳ,· Ὁ ἐξ αὐτοῦ προελιών άχρόνως Υιός, ο Καὶ ἐν ἄλλῳ, ο Τὸν ἐκ τῆς τοῦ Πα τρὸς οὐσίας προελθόντα Υιόν.» Καὶ ἐν ἄλλην, ο Σύμ παν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισιν· ἡ Ὁ αὐτὸς ἐν τῷ πρὸς Νεστόριον λόγῳ, οὗ ἡ ἀρχή, Καταφλυαροῦσί τινες, φησίν, «'Ωσπερ γὰρ ἴδιον ἀνθρώπου, καὶ μὴν καὶ ἑκάστου τῶν ἑτέ ρων ζώων τὸ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον, οὕτως ἴδιον Θεοῦ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ νοοίτ᾽ ἂν εἶναι καὶ λέγοιτο. Ετι ὁ μέγας Αθανάσιος ἐν τῷ κατὰ ᾿Αρειανῶν πρώτῳ, ο Υιός ἀληθινὸς φύσει γνή σιός ἐστι τοῦ Πατρὸς, ίδιος τῆς οὐσίας αὐτοῦ. Οὗτος οὐκ ἔστι κτίσμα, οὔτε ποίημα, ἀλλ᾽ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, καὶ δύναμις, καὶ εἰκὼν ἀλη θινὴ τῆς τοῦ Πατρὸς οὐσίας. Ἐν τῷ αὐτῷ, «Ὁρῶμεν γὰρ τὸν Λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα, καὶ τῆς οὐσίας ἴδιον οὗ καὶ ἔστι Λόγος.» Ἐν τῷ αὐτῷ, † Ὁ πιστεύων εἰς τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει. εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας πιστεύει. Ἐν τῷ αὐτῷ, «Εἰ γὰρ μὴ ἦν ἴδιον τῆς τοῦ Πατρός οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φω τὸς, καὶ τὰ λοιπά. "Ετι ὁ μέγας Βασίλειος ἐν λόγῳ, οὗ ἡ ἀρχή. Μάχεται Ἰουδαϊσμός Ελληνισμό Πατέρα καὶ Υἱὸν ὁμολογοῦμεν. Τὸ δὲ τῆς οὐσίας ταυτό, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς οὐ προστάγματι ποιηθεῖς, ἀλλ' ἐκ τῆς φύσεως γεννηθείς. "Ετι Άγιος Κύριλλος εἰς τὸ, "Οτι καταβέβηκα ἐκ τοῦ οὖν paνοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, φησίν, Τὸ γὰρ ἐκ τοῦ Πατρὸς γεγεννήσθαι τὸν Υἱὸν ἀναγν κάσει δὴ πάντως καὶ οὐχ εκόντας ἡμᾶς ἀποδοῦναι τὸ ὁμοούσιον αὐτῷ. Ὁ αὐτὸς ἐν τῷ πρώτῳ τῶν πρὸς Ερμείαν. Ομοούσιος γὰρ εἴπερ ἐστὶν ὁ Υἱὸς τῆ Πατρὶ, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν καὶ ούν σιωδῶς ἐστιν. Ετι ὁ ἅγιος Αὐγουστῖνος ἐν εγ' κ φαλαίῳ τοῦ τε τῶν Περὶ τῆς Τριάδος βιβλίων ο ασπερ ή ἡμετέρα γνώσις τῇ γνώσει τοῦ Θεοῦ, οὕτω καὶ ὁ ἡμέτερος λόγος ὁ ἐκ τῆς ἡμῶν γεννώμενος γνώσεως ἀνόμοιός ἐστι τῷ τοῦ Θεοῦ Λόγῳ, τῷ ἐκ «τῆς τοῦ Πατρὸς οὐσίας γεννηθέντι· τοιοῦτον δὲ ἐστιν, ὥσπερ ἂν εἰ ἔλεγον, Ἐκ τῆς τοῦ Πατρὸς γνώσεως, ἐκ τῆς τοῦ Πατρὸς σοφίας· ἢ ὅπερ αριδηλότερον ἐστιν· Ἐκ Πατρὸς τῆς γνώσεως, ἐκ Πατρὸς τῆς σου φίας, ο Ὁ αὐτὸς ἐν τῷ Πρὸς Πέτρον περὶ πίστεως Ἐκείνη ἡ φύσις, ἥτις ἀεὶ ἐκ τοῦ Πατρὸς γεννι μένη μένει, τὴν ἡμετέραν φύσιν ἀνελάβετο χωρίς ἁμαρτίας, ὥστε γεν ηθῆναι ἐκ τῆς Παρθένου.» Ἐν τῷ αὐτῷ, «Οὕτως οὖν τὸν Χριστὸν Θεοῦ Σιν, τουτ ἐστι τὸ ἓν ἐκ τῆς Τριάδος πρόσωπον, Θεὸν ἀληθῆ πίστευε, ὥστε τὴν αὐτοῦ θεότητα ἐκ τῆς τοῦ Πατρὸς φύσεως γεννωμένην μὴ ἀμφιβάλλειν.» Ταῦτα μὲν ἐπὶ τοσοῦτον,
col. 897–898page 37 of 68
PG 154:897ΚΕΦΑΛ. Ζ'. *Οτι οἱ ἐκ τῆς οὐσίας εἶναι ἢ γεννάσθαι τὸν Υἱὸν ἀρνούμενοι τὰς ἀρχὲς τῆς πίστεως ἀναι ροῦσι, καὶ τοῖς διδασκάλοις μάχονται. Ἐκ δὲ τῶν εἰρημένων φανερὸν ὅτι οὐσία καὶ ὑπό στασις καὶ ἰδιότης ταυτὸ κατὰ τὸ πρᾶγμά ἐστιν, εἰ καὶ περὶ τὴν τῶν ὀνομάτων κατὰ τὸν λόγον σημασίαν διενηνόχασι· καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός, ὁ Υἱός διαρρήδην ὁμολογεῖται καὶ οὐκ ἄλλο μὲν τὸ ἐκ τῆς οὐσίας, ἄλλο δὲ τὸ ἐκ τῆς ὑποστάσεως καὶ ὅτι τὸ Πατὴρ ὄνομα καὶ τὸ γιὸς ὑφεστώτων προσώπων ὀνόματά εἰσιν· ὁ γὰρ λέγων ἐκ τῆς οὐ σίας τοῦ Πατρὸς τὸν Υἱόν, ὅλον δηλοῖ τὸν Υἱὸν οὐ σίαν ἐνυπόστατον· καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ὡσαύτως· καὶ ὅτι τέλειος Θεός ἐστιν ὁ Υιός, καὶ τελεία οὐσία· ὡς δὲ καὶ ὁ Πατήρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὅτι τὸ προϊένοι καὶ ἀναβλύζειν καὶ προέρχεσθαι καὶ ὅσα τοιαῦτα ἀδιαφόρως καὶ ταυτῶς τὴν ἐκ τοῦ Πατρὸς ὑπαρκτικήν παρί στησι γέννησιν τοῦ Υἱοῦ, ὡς καὶ αὐτὸ δὴ τὸ γεν νἶσθαι· καὶ ὅτι διὰ τοῦτο ὁ Υἱὸς τῷ Πατρὶ ὁμιού σιος, ὅτι ἐκ τοῦ Πατρὸς οὐ ποιηθεῖς, ἀλλ' ἐκ τῆς φύσεως αὐτοῦ γεννηθείς· καὶ ὅτι ἀνάγκη ἢ κτίσμα, ἢ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς τὸν Υἱόν· ταῦτα γὰρ ὡς ἀντίφασις ἀλλήλοις ἀντίκειται· πᾶν γὰρ ἢ κτιστὸν ἢ ἄκτιστον· μέσον δὲ τούτων οὐδέν· ἐν γὰρ τοῖς ὡς ἀντίφασις ἀλλήλοις ἀντικειμένοις οὐδέν ἐστι μέσον. Οἱ τοίνυν ἄλλο μὲν τὴν οὐσίαν ή φύσιν ἡγούς μένοι, ἄλλο δὲ τὴν ὑπόστασιν τοῦ Πατρός, ἕτερον δὲ τὴν ἰδιότητα τούτου τιθέμενοι, δῆλοι δήπου καθ ἑστᾶσι, διάφορα πράγματα τὴν ὑπόστασιν τοῦ Πατ τρὸς, τὸν Πατέρα, τὴν οὐσίαν αὐτοῦ, καὶ δὴ καὶ τὴν πατρότητα τιθέμενοι. Τὸ δ' αὐτὸ καὶ περὶ των ἄλ λων ὑποστάσεων ρητέον. Αὐτοί τε οὖν περιφανώς ἀντιλέγουσι τοῖς ἁγίοις καὶ ταῖς τῆς πίστεως άρ χαῖς, τά τε προειρημένα άτοπα συμπεραίνουσι, καὶ πρὸς τούτοις μετὰ τοῦ 'Αρείου κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ συμπεραίνουσι λεληθότως. Ἡ μὲν των βλασφημία κοινή· τοσοῦτον δὲ ἀνοητότερον ἐκείνου διάκεινται, ὅσον ὁ μὲν τὸν Υἱὸν κτίσμα λέο γων τὸ ὁμοούσιον καὶ πάντα τὰ τοῦ Πατρὸς αὐτὸν ἔχειν ἀπαραλλάκτως οὐδ᾽ ἀκοῦσαι ἡνείχετο· οἱ δὲ ταῦτα ὁμολογοῦντες, εἶτα παρὰ πάντα λόγον ἐκεῖνα φασιν, ἐξ ὧν εἰς τὸν αὐτὸν ἀνοήτως ἐμπίπτουσιν διεθρον, καὶ ταῖς αὐτῶν θέσεσιν ἐναντίως. Ακόη λουθον γὰρ ἦν ὑποτιθεμένοις τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρί, καὶ χαρακτήρα, καὶ ἀπαράλλακτον εἰκόνα τοῦ Πατρὸς, καὶ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, μὴ ἀμφιβάλλειν. Τὸ γὰρ ὁμοούσιον οὐκ ἄλλο τι παρί στησιν, ἢ τὸ τὴν αὐτὴν αὐτῷ καὶ μίαν ουσίαν ἔχειν το τὸ δὲ ἀδύνατον ἦν, εἰ μὴ κατὰ τὴν τῆς γεννήσεως πρόοδον τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν ἐξ αὐτοῦ γεννώμενος ἑαυτῷ συνεπήγετο· ὥστ' ἀναγκαῖον ἐκ της ουσίας τοῦ Πατρὸς αὐτὸν γεννάσθαι, εἶναι, ἢ προϊέναι ὁμολογεῖν. Ἔδει τοίνυν τὸν τοῦτο ἀρνούμενον καὶ τὸ ὁμοούσιον μετὰ τοῦ ᾿Αρείου συναπαρ νιῖσθαι. Τὸ γὰρ τοῦτο ὁμολογοῦντα μὴ καὶ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι παραδέχεσθαι παντελῶς εύς θες.

Chapter VIICaput VII

col. 899–900page 38 of 68
PG 154:899Ετι τι κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὸ οὐσιωδῶς καὶ φυσικῶς τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς γεννάσθαι ἐμολογήσει, οι διαρρήδην παρὰ τῶν ἁγίων ὁμολογεῖται. Ὅτι ἐπειδήπερ ἀκούοντες οὗτοι, ο Πάντα, δια ἔχει ὁ Πατήρ, ἐμὰ ἐστι, ο πάντα φασὶ λέγειν τὰ φυσικὰ ἀγαθὰ (οὗτοι γὰρ θαυμασίως κἀνταῦθα τὴν φύσιν τῶν φυσικῶν, καὶ τὴν οὐσίαν τῶν οὐσιωδῶν καθάπερ ἐπὶ τῶν κτιστῶν καὶ συνθέτων καὶ ἐπὶ τοῦ Θεοῦ διακρίνουσιν)· ἀνάγκη καὶ τὴν οὐσίαν ἢ φύσιν μετὰ τῶν φυσικῶν τὸν Υἱὸν συνεπάγεσθαι· οὐ γὰρ ἄν ποτε σταίη τὰ φυσικὰ τῆς φύσεως χωρίς ὑφεστάναι καθ' αὐτὰ μὴ δυνάμενα, ὡς καὶ τοῦτο αὐτοὶ ἐπὶ Θεοῦ παραφθέγγονται, τῆς ἁπλότητος αὐτοῦ μηδ' επιστρεφόμενοι· ὥστε πάνθ' ὁμολογοῦντες γεννώμενον ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν, ἐκεῖθεν τὴν οὐσίαν πρῶτον μετὰ τῶν ἄλλων λαμβάνειν όμου λογήσουσιν, εἰ μέλλοι πάντα τὰ τοῦ Πατρὸς ἔχειν Εντελῶς καὶ γνησίως. Πῶς οὖν τὸ ἐκ τῆς οὐσίας εἶναι τὸν Υἱὸν ἀρνοῦνται; "Ετι ἡ μὲν καθολική πίστις τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πρὸ πάντων τῶν αἰώνων, ἀναλαβέσθαι τὴν ἡμετέραν παραδίδωσι φύσιν· καὶ ὁ θεῖος Διονύσιος ἐν τῷ περὶ ήνωμένης καὶ διακεκριμένης θεολογίας, ᾧ καὶ δ Δαμασκού ταυτά φθέγγεται, φησίν, ὅτι ὅλη ἡ θεία φ' σις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων σετάρχεται οὗτοι δὲ τὴν ὑπόστασιν οὐκ οὐσίαν ἐξ ὧν λέγουσι τιθέμενοι, ἀναγκασθήσονται φάσκειν τὸ ἀνούσιοι τὴν ἀνθρωπίνην φύσιν ἀναλαβεῖν· τοῦτο δὲ ὅσην Ο ἔχει τὴν βλασφημίαν, οὐδὲ χρὴ λέγειν. ὁμολογήσουσι γὰρ τὸν Χριστὸν ἄνθρωπον μὲν τέλειον εἶναι, ἀληθῆ δὲ Θεὸν οὐδαμῶς· οὐδὲ θείαν φύσιν καὶ τελείαν οὐσίαν· ἀλλὰ τοῦτο ἄτοπον, Ἔτι ὥσπερ ἀληθῆς ἐστιν ὁ Χριστὸς ἄνθρωπος, ὅτι ἐκ τῆς οὐσίας τῆς μητρός γεγέννηται, οὕτω καὶ ἀληθῆ Θεὸν ἄλλως οὐ χρὴ πιστεύειν, ἢ ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεννᾶται. Ὁ ἄρα τὸ ἐκ τῆς οὐκ σίας τοῦ Πατρὸς ἀρνούμενος καὶ τὸ Θεὸν ἀληθῆ εἶναι συνεπαρνήσεται· ὥσπερ ὁ τὸ ἐκ τῆς οὐσίας τῆς Παρθένου γεγεννήσθαι μή πιστεύων καὶ τὸ ἄν θρωπον ἀληθῆ γεγονέναι ἀπιστήσει. Εκατέρωθεν γὰρ τὸ ἴσον ἄτοπον ἀπαντᾶ. Ετι, εἰ τὸ κατὰ χάριν τοῦ κατὰ φύσιν ὕστερόν ἐστι, καὶ τὸ μὲν φύσει πρῶτον, τὸ δὲ δεύτερον, ἅπερ ἂν ἐπὶ τοῦ κατὰ χάριν λέγοιτο γνησιότητας ἐνδεικτικὰ, πολλῷ μᾶλλον ἐκ τοῦ κατὰ φύσιν βηθήσεται. ᾿Αλλὰ μὴν ἐπὶ τῶν κατ᾿ εὐεργεσίαν καὶ χάριν υἱοθετουμένων παρὰ τῇ Γραφή λέγεται, ο Υἱοὺς ἐγένε νησα, καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν· κ πολλῷ ἄρα λέγειν οἰκειότερον τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τοῦ Θεοῦ γεννᾶσθαι, ὃς φύσει Υἱός παρὰ τῶν διδασκάλων ὁμολογεῖται. 'Αλλ' ἡ κατὰ χάριν γέννησις τῆς κατὰ φύσιν γεννήσεως τούτῳ δήπου ἀντιδιαστέλλεται, ὅτι ἡ μὲν ἔστι θέσει, ή δ' αὐτὸ τοῦτο φύσει, καὶ ἐκ τῆς τοῦ γεννῶντος οὐσίας. Φύσις γὰρ καὶ ουσία καὶ εἶδος και μορφὴ κατὰ τὸν Δημοσκο
col. 901–902page 39 of 68
PG 154:901ἐπὶ Θεοῦ ταυτό. Ὁ Υἱὸς ἄρα ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεννᾶται. "Ετι ἐν τοῖς κατὰ φύσιν γεννῶσι καὶ γεννωμένοις τὸ γεννώμενον ἐκ τῆς οὐσίας τοῦ γεννῶντος πρόεισιν, δ τοῦ γεννῶντος ἐστι τελειότης ἐφόσον ἐντελῶς ἔχει. Πᾶσα δὲ τελειότης παρὰ τῆς καθόλου καὶ πρώτης ἐστὶν αἰτίας· ἐν δὲ τοῖς αἰτιατοῖς πολλές πρότερον εἰσιν ἢ ἐν τοῖς αἰτιατοῖς αἱ τελειότητες κατὰ τὴν μέγαν Διονύσιον, καὶ ὡς ὁ καθολικὸς ἀξιοῖ λόγος, δεῖ ἕκαστον ἐν τῇ ἑαυτοῦ αἰτίᾳ τιμιώτερον εἶναι, ἢ ἐν τοῖς αἰτιατοῖς. Κατὰ φύσιν ἄρα τὸν Θεὸν ἀνάγκη τελειότερον καὶ ὑπεροχικώτερον προσήκει, εφόσον ἐντολῆς ἐστιν, ἐκ τῆς ἑαυτοῦ οὐσίας, καὶ ἐν τῷ αὐτῷ εἴδει γεννᾶν ἴσον ἐαυτῷ. “Η δὲ τῇ τελειότητα προσήκει τοῦ Θεοῦ, καὶ ἔστιν· αὐτὸς γάρ ἐστιν ἡ ίμια πρώτη καὶ ἀκραιφνής Εντελέχεια, καὶ ἀπ' αὐτοῦ τὸ δυνάμει πόρέω ἀπελήλαται. Ὁ Υἱὸς ἄρα ἐκ τῆς οὐ τίας γεννᾶται τοῦ Θεοῦ καὶ Πατρός. Τοῦτο δὲ καὶ παρὰ τῆς Γραφῆς ἐν τῷ Ησαΐα βεβαιοῦται. Λέγε ται γύρ, «Μὴ ἐγὼ ὁ ποιῶν ἄλλους ὠδίνειν, αὐτὸςοὐκ ὠδινήσω· ὁ διδοὺς ἑτέροις γεννᾶν ἄγονος ἔσομαι, λέγει Κύριος ὁ Θεός; ν Επι, εἰ μὴ ἔστιν ὁ Υἱὸς ἐκ τῆς οὐσίας τοῦ Παν τρὸς, αὐτός τε ἀτελῆς ἂν εἴη τοὺς πατρικούς χαρα κτῆρας οὐκ ἀποσώζων, ὅς ἐστιν ἀπαύγασμα της δόξης καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ταῦτα τῆς τοῦ Υἱοῦ προσηγορίας κοινὰ, τὰ τοῦ Πατρὸς ἀγαθὰ ποιούσης καὶ τῷ Υἱῷ· ὅ τε Πατήρ ὁμοίως ἀτελῆς καὶ ἀδύνατος ἂν εἴη, μή προάγων ἐξ ἑαυτοῦ Λόγου ἴσον ἑαυτῷ καὶ ὁμοούσιον καὶ ἐν τῷ αὐτῷ εἴδει. Τοὺς οὖν τὸν Υἱὸν ἐκ τῆς οὐσίας του Πατρὸς γεννᾶσθαι ἀρνουμένους αὐτά τε ὁμολογεῖν ἀνάγκη, καὶ προσέτι περὶ τῆς κατὰ τὴν σημασίαν τοῦ γεννᾶσθαι λέξεως ἁμαρτάνειν. Η γὰρ κατὰ φύσιν γέννησις τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προϊέναι τὸ προϊόν ὁρίζεται. Ετι, ἐπειδὴ πάντα ἐκ τοῦ Θεοῦ εἶναι λέγεται, ἔστι δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ, ζητήσειεν ἄν τις, τίνι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τῆς κτί σεως διακριθήσεται. Εφόσον γὰρ αἰτιατά εἰσι, καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται, οὐδεμίαν ἂν ἔχει προς τὴν κτίσιν τὴν διάκρισιν. Ἀλλὰ μὴν τὰ μὲν θεία πρόσωπα οὐσιωδῶς καὶ φυσικῶς καὶ ἐν τῷ αὐτῷ είδει, ὅ τί ποτ' ἄρ᾽ ἐστὶ, καὶ αἰωνίως, καὶ δὴ καὶ ἐκ τῆς οὐσίας εἶναι παρὰ τῶν ἁγίων λέγεται· τὰ δὲ ἐκτὸς τοῦ Θεοῦ δημιουργικῶς ἀγαθότητι μόνον ταυ τοῦ εἰς τὸ εἶναι παρηγμένα κατά χρόνον. Ρητέον ἄρα τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ἐκ τῆς οὐ τοῦ Θεοῦ προϊέναι καὶ τὴν ὕπαρξιν ἔχειν· είγε μὴ μέλλοιμεν οὐ διακρίνοντες κατὰ τὴν τῶν διδασκάλων θεολογίαν τοῖς κτίσμασιν ἐντάττειν ἀναξίως, μηδὲ μετὰ τῶν πάντων καὶ αὐτὰ τιθέναι, μηδὲ τὸν Θεὸν καὶ Πατέρα ἐπίσης τῶν θείων προσώπων Πα τέρα λέγειν εἶναι καὶ ἡμῶν, κατὰ τὸ εἰρημένον τῷ *Αποστόλῳ· ο Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα. Οὐ γὰρ τῷ ἔσῳ λόγῳ ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καὶ Πατὴρ πάντων λέγεται. Οτι δὲ περὶ τοῦ προσώπου τοῦ Πατρὸς ἐκεῖνο εἴρηται, δήλον. Επάγει γὰρ δια ς φα

Chapter VIIICaput VIII

col. 903–904page 40 of 68
PG 154:903κρίνων, ο Καὶ εἰς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ Η τὰ πάντα, καὶ ἐν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, ο Έτι τοσοῦτον τοῖς ἁγίοις ἀνωμολόγηται τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν, ὥστε καὶ ἐξ ὧν οι αἱρετικοί έβλασφήμουν τοῦτο ἀπαρνούμενοι, ἐκεῖνοι ἐκ περιουσίας συμπεραίνουσιν. Ὃς γὰρ ἐκ τῶν προτεθέντων δῆλον γέγονεν, ὁ μέγας Ἀθανάσιος τὴν μὲν μείζονα πρότασιν παρὰ τῶν βλασφημούντων λαμβάνων, τὴν δ᾽ ἐλάττονα παρ' ἑαυτοῦ τιθεὶς, ὡς αὐτῷ καὶ τῇ ἀληθείᾳ δοκεῖ, οὕτω συλλογίζεται·. Ἐπειδὴ ὑμεῖς μὲν οἱ ᾿Αρειανοί λέγετε τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς εἶναι, τὸ δὲ Πατὴρ ὄνομα οὐσίαν σημαίνει, εἰ καὶ μὴ ὅ τί ποτ' ἐστὶ παρίστησι, καὶ ὑμεῖς ἄρα καὶ ἄκοντες ἐκ τῆς οὐσίας τοῦ Πατρὸς Οι αὐτὸν εἰρήκατε. Οπερ ἐστὶν εὐσεβές δηλονότι οι Ο κατὰ τὸν τοῦ ἁγίου σκοπόν. Τοῦτο γὰρ ἦν τὸ σπου δαζόμενον διὰ πάντων αὐτῷ, καὶ ἐφ' ὅ πολλὰ τῶν ἀνιαρῶν παρὰ τῶν Ἀρειανῶν ἐπεπόνθει. Ὅτι μὲν οὖν οἱ τὸ ἐκ τῆς οὐσίας αρνούμενοι τὰς ἀρχὰς τῆς πίστεως ἀναιροῦσι, καὶ τοῖς διδασκάλοις μάχονται, χείρους τε τῶν ᾿Αρειανῶν καὶ ἀλογώτεροι φαίνονται, καὶ γέλωτος ἄξιοι παρὰ τοῖς νοῦν ὁπωσοῦν ἔχουσιν, Ελέου μᾶλλον μὲν οὖν, εἰ δεῖ φιλανθρωπότερον εἰπεῖν, οὐ δεῖ πλείω λέγειν τῶν εἰρημένων ἀρκούντων· ἐξ ὧν καὶ τοῦτο ὥσπερ τι πόρισμα προκείσθω, ὅτι τὴ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὁμοούσιον οὐκ ἄλλοθεν συνάγεται, ἢ ὅτι ἐκ τοῦ Πατρός ἐστιν ὡς ἐκ φυσικῆς αἰτίας ἑαυτοῦ. Κατὰ γὰρ τὸν μέγαν Βασίλειον το τῆς οὐσίας ταυτὸν ὁμολογοῦμεν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱ; οὐ ποιηθεῖς, ἀλλ᾽ ἐκ τῆς φύσεως γεννηθείς, Ο τε θεῖος Κύριλλος ἔφη, «Τὸ ἐκ τοῦ Πατρὸς για γεννῆσθαι τὸν Υἱὸν ἀναγκάσει δὴ πάντως καὶ οὐχ ἑκόντας ἡμᾶς ἀποδοῦναι τὸ ὁμοούσιον αὐτῷ.» Και πάλιν, «Εἴπερ ἔστιν ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρὶ, ἐξ αὐτοῦ ἐστιν οὐσιωδῶς καὶ ἐν αὐτῷ κατὰ φύσιν. Η ΚΕΦΑΛ. Η. *Οτι τίνα ποτὲ τῆς ἀπάτης αὐτοῖς αἴτια ἐγένετο. Μπάτησε δὲ αὐτοὺς, πρῶτον μὲν τὸ μὴ δυνηθῇ. και νοῆσαι κατὰ τίνα τὴν ἔννοιαν εἰρήκεσαν οι διδά σκαλοι, ἄλλο οὐσία καὶ ἄλλο ὑπόστασις, καὶ οὐ ταυτό δεύτερον ὅτι τινὸς λέγοντος τῶν διδασκάλων ἐκείν ουσιν, ὡς ἄρα ἡ τοῦ Θεοῦ οὐσία οὐ γεννᾷ οὐσία», ἡγοῦνται τῷ ούτωσὶ λεγομένῳ ταυτὸν εἶναι, ὅτι ἡ τοῦ Πατρὸς οὐσία οὐ γεννῇ τὴν τοῦ Υἱοῦ οὐσίαν, Τοῦτο δὲ πολλὴν τὴν διαφορὰν ἔχει. Οὐ γὰρ δεδύνηνται κατὰ τὰς ἀρχὰς τῆς πίστεως συνεδεῖν, ὅτι τὸ μὲν Θεὸς ὄνομα τῶν ἀπολελυμένων ἐστὶ, καὶ τὴν φύσιν αὐτὴν ἐνιαίως καὶ ἀδιακρίτως, εἰ καὶ μὴ ὁ τί ποτ' ἐστὶ παρίστησι, σημαίνει, και άπερ καὶ τὸ σοφός, καὶ δημιουργὸς, καὶ ἀγαθός· καὶ ἐπεὶ μία ουσία και φύσις ὁ Θεός ἐστιν, οὐκ εὐσεβὲς λέγειν ἁπλῶς τὴν τοῦ Θεοῦ οὐσίαν γεννᾶν οὐσίαν, ἵνα μὴ τῆς μονάδας διαίρεσις νομισθῇ χωρὶς τῶν ἀναφορικῶς ὄντων καὶ λεγομένων, μηδὲ τρεῖς οὐσίας πολυθέως παραδεχθών σιν ἀπολελυμέναι ἀλλήλων· τὸ δὲ τοῦ Πατρὸς καὶ τοῦ Υιοῦ ὄνομα τῶν πρός τί εἰσι, καὶ πρόσωπα ἐξ ἀνάγ
col. 905–906page 41 of 68
PG 154:905της εμφαίνουσιν ἀναφορικῶς πρὸς ἄλληλα ἔχοντα. καὶ διὰ τοῦτο λέγειν τὴν οὐσίαν τοῦ Πατρὸς γενναν τὴν τοῦ Υἱοῦ οὐσίαν ἀληθὲς ἐστιν· ἡ γὰρ οὐσία τοῦ Πατρὸς οὐδὲν ἕτερον δίδωσι νοεῖν ἢ τὴν τοῦ Πατρὸς ὑπόστασιν, ἢ τὸ πρόσωπον. Υπίστασις δὲ τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος δέδεικται· καὶ ἡ μὲν οὐσία τὸ κοινὸν, τὸ δὲ Πατὴρ τὸ ἰδιάζον ἐστὶν (εἴπερ μὴ δεξ φρονεῖν ἄλλο μὲν πρᾶγμα τὴν οὐσίαν, ἄλλο δὲ τὴν ὑπόστασιν, ἕτερον δὲ τὸν Πατέρα, καὶ ἄλλο την πα τρότητα, ὅ μετὰ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει). Καὶ ὅμοιον ὥσπερ ἂν εἰ ἐλέγετο, ἡ τοῦ Πατρὸς ὑπόστασις γεννῇ τὴν ὑπόστασιν τοῦ Υἱοῦ, ὅπερ ἐστὶ κατὰ τὴν τῆς πίστεως θέσιν. Ταῦτα τοίνυν ηγνόησαν παντελῶς, οὓς ἐχρῆν ἢ οίκοθεν ἔχοντας, ἢ καὶ παρ' ἑτέρων λαβόντας μὴ τοσοῦτον τῆς ἀληθείας ἀποπλανᾶσθαι, μηδὲ σοφοὺς εἶναι φάσκοντας, εἶτα μωραίνειν. Καίτοι τὴν τοῦ Υἱοῦ οὐσίαν γεννᾶσθαι λεγο μένου ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, πότερον πρὸς τὸν τοῦν ἢ τὴν λέξιν διενίστανται; Εἰ μὲν γὰρ πρὸς τὸν νοῦν, μετὰ τῶν ἀπίστων τετάχθων τὴν τοῦ Υἱοῦ οὐ σίαν τῆς τοῦ Πατρὸς οὐσίας ἀλλοτριοῦντες· εἰ δὲ τὴν μὲν λέξιν οὐ παραδέχονται, ἀλλὰ τῶν διδασκάλων ὁ λόγος. Εἰ δὲ τὴν μὲν λέξιν ὡς τῶν ἁγίων οὔ σαν αναγκαζόμενοι προσίενται, νοῦν δὲ ἔχειν ἐκ ταύτης οὐδένα βούλονται, παντάπασιν αδιανόητα φθέγγονται, κατ' ἐκεῖνα τῶν ζώων τὰ ἄλογα, οἷον τὴν κίτταν καὶ ἀκούομεν καὶ ὁρῶμεν φωνὴν άνθρω. πίνην προβαλλομένην, ὃ δὲ τί ποτ' ἂν καὶ λέγοι μὴ συνιεῖσαν, οὐ κατὰ σκοπὸν τῶν διδασκάλων ἀναγι-. νώσκοντες, οἱ ταῦθ' ὑπὲρ ἡμῶν ἐπραγματεύσαντος πάντα. Εἰ δ' ὡς ἄνθρωποι καί τινα νοῦν ἔχειν ἐκ τῆς λέξεως βούλονται, τί τῷ γράμματι καθάπερ Ἰουδαῖοι προσπταίοντες πάσχουσιν; ὅπερ ὁ θεῖος Διονύσιος ἄλογον καὶ σκαιὸν εἶναι λέγει, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι; καὶ ὥσπερ νήπια φοβοῦνται φόβον, ὅπου οὐκ ἔστι φόβος; ἀλλὰ μὴ πρὸς τὸν νοῦν ἀφορῶσι τῶν διδακ σκάλων, ἐξ ὧν αὐτοῖς ἂν εἴπετο πᾶσα καθαρότης τῶν λόγων; Νῦν γὰρ πρὸς αὐτοὺς ἀφορῶντες, και οἷον αὐτοῖς κανόσιν οὔσι τοὺς λόγους προσάγοντες, τὰς ἀρχὰς τῆς πίστεως ἀναιροῦσι, καὶ βλάσφημα περὶ τοῦ Θεοῦ συμπεραίνουσιν. Οὐ γὰρ δήπουθεν οἱ διδάσκαλοι δύο οὐσίας ἐκ τοῦ λόγου νοεῖν βούλονται, ἀπεσχοινισμένας ἀλλήλων, ἀριθμῷ διαφερούσας, ἀλλ' ὅτι τῶν προσώπων ἕκαστον ἐνούσιον, καὶ καθ' αὐτὸ ὑφεστὼς ἴσασι, καὶ οὔτε τὴν ὑπόστασιν ἀνού στον, οὐδ᾽ αὖ οὐσίαν ἀνυπόστατον ἐκεῖνοι φασί· διὰ μὲν τοῦ Υἱὸς τὴν ὑπόστασιν ἢ τὸ πρόσωπον παρι στῶντες, διὰ δὲ τῆς οὐσίας ἐνούσιον καὶ τελείαν οὐσίαν σαφηνίζοντες, καὶ οὐσίαν Υἱοῦ ἀντὶ τῆς ὑπο στάσεως αὐτοῦ ἐκλαμβάνοντες· ὥστε τῆς λέξεως τῶν διδασκάλων μετὰ τῆς πρεπούσης ἐννοίας έχει μενοι, μεθ' ἡμῶν τε κἀκείνων ἐστάτωσαν. "Ωσπερ γὰρ τὸν Υἱὸν ἐκ τοῦ Θεοῦ εἶναι λέγομεν, καὶ οὐ δή που διότι ὁ γιὸς Θεός ἐστι, καὶ ὁ Πατὴρ Θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς, τὸ ῥῆμα ἀποβαλλόμεθα, ἵνα μὴ ἀναγκαζώμεθα δῆθεν ἢ τὸν Υἱὸν ἐξ ἑαυτοῦ λέγειν ὄντος Θεοῦ, ἢ ἐκ τοῦ ἁγίου Πνεύματος, ἀλλ' εἰδότες δύο προόδους ἐν τῷ Θεῷ οὖσας φυσικὰς καὶ

Chapter IXCaput IX

col. 907–908page 42 of 68
PG 154:907Δ' οὐσιώδεις, τὴν μὲν κατὰ γέννησιν, τὴν δὲ κατ' ἐκε πόρευσιν, καὶ τὸν Υἱὸν κατὰ τὴν κατὰ γέννησιν πρόοδον τὴν ὕπαρξιν ἔχειν, καὶ τὸν Υἱὸν ἀκούοντες. αὐτίκα καὶ τὸν Πατέρα νοοῦμεν, πρὸς γὰρ αὐτὸν αναφέρεται· καὶ διὰ τοῦτο τὸ ἐκ τοῦ Θεοῦ τὸν Υἱὸν ἀντὶ τοῦ ἐκ τοῦ Πατρὸς ἐκλαμβάνομεν, κἀντεῦθεν τῆς τε λέξεως ἐχόμεθα, καὶ τῆς ὀρθῆς ἐννοίας οὐχ ἁμαρτάνομεν· οὕτω καὶ περὶ τὰ τοιαῦτα διαιτών προσῆκον πανταχοῦ, ὡς ἂν τὰς ἀρχὰς τῆς πίστεως καὶ τοὺς καθόλου λόγους τηρῶμεν, τά τε συμπέραι νόμενα ταῖς ἀρχαῖς ἀκόλουθα συμβαίνη. Καὶ μὴν οὐδὲ τὸ οὐσίαν ἐξ οὐσίας εἶναι παντελῶς ἀπείρηται, προσκειμένου μόνον διορισμοῦ τοῦ προσ ήκοντος νοουμένου ἢ λεγομένου. Οὐ γὰρ ἐν ὀνόμασιν, ἀλλ' ἐν νοήμασιν ἡμῖν ἡ εὐσέβεια κατὰ τὸν θεῖον Γρηγόριον. Κἀκεῖνο γὰρ εὐσεβῶς δύναται λέγεσθαι, μόνον ἐννοούντων ἡμῶν δηλονότι οὐσίαν μὲν τὸν Υἱόν, ἐξ οὐσίας δὲ τὸν Πατέρα, διὰ τὸ ἑκάτερον αὐτῶν ὑφεστὼς εἶναι, καὶ τελείαν οὐσίαν, καὶ ὅλον ὡς εἴρηται. ἐπεὶ καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ ὁμολογοῦμεν. Οὐ μέντοι διὰ τοῦτο δύο οὐσίας αναγκαζόμεθα λέγειν, ὥσπερ οὐδὲ δύο Θεούς, κατὰ τὴν τῆς πίστεως θέσιν. Οτι δὲ παντελῶς οὐκ ἀπείρηται, παραδίδωσιν δ μέγας Αθανάσιος ἐν ᾗ ἐκτίθεται διαλέξει Ορθο δόξου καὶ ᾿Ανομοίου, λέγων ούτωσί· «Αἰτία ἐστὶν ἡ τοῦ Θεοῦ φύσις καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, καὶ τῆς κτίσεως ἁπάσης.» "Ο δὴ πάλιν μετά προσ διορισμοῦ νοείν χρή. Τοῦ μὲν γὰρ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς καὶ φυσικῶς καὶ ὁμοουσίως πρὸ πάντων τῶν αἰώνων, ὡς εἴρηται, καὶ αὐτὸς ὑποκατιὼν ἐκτίθησι τῆς δὲ κτίσεως δη μιουργικῶς καὶ κατὰ χρόνον. Εἶτα ἐν τοῖς ἑξῆς ἐπάγει Οὐκ ἔστι δὲ τὸ τοῦ Θεοῦ ἀγέννητον αίτιον τοῦ γεννητοῦ. Οὐ γὰρ τὸ μὴ γεννᾶσθαι τὸν Θεὸν τῶν οὐσιῶν αἴτιον, ἀλλ' ἡ οὐσία τῶν οὐσιῶν αἰτία. Η Τοσοῦτον ἄρα ἀπέχει βλάσφημον εἶναι τὸ ἐκ τῆς ουσίας τοῦ Πατρὸς λέγειν εἶναι τὸν Υἱόν, ὥστε καὶ τὸ δοκοῦν ἁπλῶς ἄτοπον ὀρθῶς ἔχον εὕρηται, μόνον ὡς προσήκει νοούμενον. Εἰ δὲ τοῦτο τὴν ἐκείνου απο δυόμενον ἔννοιαν εὐσεβῶς ἔχει, πῶς οὐ κἀκεῖνο μᾶλλον ὡς εὐσεβὲς παραδέχεσθαι χρή; Τὸ γὰρ οὐσίαν λέγειν ἐξ οὐσίας οὐκ ἄλλως ἂν ὀρθῶς ἔχοι, εἰ μὴ προσυπακούοιμεν τὴν οὐσίαν τοῦ Υἱοῦ ἐξ οὐσίας εἶναι τοῦ Πατρός. Τὸ γὰρ ὑφεστώς των ὑφεστώτων αἴτιον, καὶ ὅμοιον ὥσπερ ἂν εἰ ἐλέγετο, Η τοῦ Υἱοῦ ὑπόστασις ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως γεννᾶται, ἢ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστιν. ΚΕΦΑΛ. Θ'. *Οτι τὸ ἐνίστασθαι πρὸς τοὺς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγοντας ἠνάγκασε μὴ ὁμολογεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν. μὲν οὖν αὐτοῖς ἐνεποίησε μετὰ τῆς ἀπάτης
col. 909–910page 43 of 68
PG 154:909τὴν πλάνην, ταῦτα ἐστιν. Ηγαγε δὲ αὐτοὺς ἐπὶ τὴν παράλογον ἔνστασιν ταύτην, ὥστε μὴ ὁμολογεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν, τὸ σφό δρα ἐνίστασθαι πρὸς τοὺς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι διομολογοῦντας. Οὗτοι γὰρ σαφῶς ἐκ πολλῶν ἄλλων πειθόμενοι βεβαιότατα τὸ Πνεῦμα τὸ ἅγιον ἐξ ἀμφοῖν ἐκπορεύεσθαι, καὶ δὴ καὶ ἀπὸ τούτου ὅτι τὸ αὐτὸ καὶ ἐν ἅγιον Πνεῦμα ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ γιοῦ τοῖς θεολόγοις είρηται, κάντεῦθεν ἐπιχει. ροῦντες καὶ εὐσεβῶς συμπεραίνοντες ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν, ταυτὸ κατὰ τὸ πράγμα πιστεύοντες οὐσίαν καὶ ὑπόστασιν, καὶ τὸ τοῦ Πατρὸς ὄνομα οὐσίαν ἐνυπόστατον καὶ προσώπου σημαίνειν, καὶ ἴσον ἡγούμενοι τὸ ἐκ τῆς οὐσίας τοῦ προσώπου τῷ λέγειν ἐκ τῆς ὑποστάσεως, ὥσπερ καὶ τὸ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως καὶ τῆς οὐσίας αὐτοῦ γεννᾶσθαι λέγεσθαι, οὐ δια φέρειν ἡγούμεθα. Ἐκεῖνοι πρὸς τὸ συναγόμενον ἀηδῶς ἔχοντες, ὅτι οὐ βούλονται, ἵνα μὴ ἀναγκάζωνται, καθάπερ τὸ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς εἶναι ὑποστάσεως, καὶ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ πρὸς άλληλα οὐχ ἡγούμεθα διαφέρειν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ καὶ τῆς οὐσίας αὐτοῦ λέγειν εἶναι ἀδιάφορον, κἀντεῦθεν μετὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἐν τοῦ Πνεύματος αἴτιον συνομολογοῦσιν, οὗ φασι τὸν Υἱὸν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, ἐκ δὲ τῆς ὑποστάσεως μόνον, κακῷ τὸ κακὸν ἰώμενοι, τὴν μὲν οὐσίαν κατὰ τὸ πράγμα τῆς ὑποστάσεως ἕτερον τιθέμενοι, πολλοῖς δὲ ἀτόποις ἐνεχόμενοι. Εἰ δὴ φαίνεται θεωροῦσι πολλὰ μὲν ἐκ τούτου συνάγεσθαι άτοπα, πολλὰ δὲ τῶν ὁμολογουμένων ἀναιρεῖσθαι, καὶ ὅπως ἄλλο οὐσία καὶ ἄλλο ὑπόστασις εἴρηται, ἤ τε οὐσία καὶ ὑπόστασις καὶ ἡ ἰδιότης ταυτὸ κατὰ τὸ πρᾶγμα ἐστι, καὶ ὅτι τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἴσον τῷ ἐκ τῆς ὑποστάσεως αὐτοῦ, ἵνα μὴ εἰς ἀτόπους ἐκχυλισθῶμεν ἐννοίας, φανερὸν καὶ τὸ ἐκ τῆς οὐ. σίας τοῦ Υἱοῦ ταυτὸν εἶναι τῷ ἐκ τῆς ὑποστάσεως αὐτοῦ· καὶ οὐδὲν ἄτοπον τοῖς ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ τὸ θεῖον Πνεῦμα τὴν ὕπαρξιν ἔχειν ὁμολογοῦσιν ἀκολουθεῖ. Τοῖς γὰρ τοῦτο ἀρνουμένοις τὰ προειρημένα άτοπα ἔπεται. Οὐκ ἂν δὲ τοῦτο συνέ βαινεν, εἰ μὴ τὸ ὑποτιθέμενον ἄτοπον καὶ ψεῦδος ἦν, Ω; γὰρ ὁ καθόλου παραδίδωσι λόγος, ούτινος ὑπο τεθέντος άτοπον καὶ ψεῦδος ἔπεται, καὶ αὐτὸ τοιού τὸν ἐστιν. Εἰ μὲν οὖν ὁ τὸ ἐκ τῆς οὐσίας τοῦ Πα τρὸς εἶναι τὸν Υἱὸν μετὰ τοῦ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ἀρνούμενος συναπαρνεῖται καὶ τὸ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ ἅγιον Πνεῦμα, παράλογος μὲν ἂν εἴη κατ' ἐκεῖνα τῶν θηρίων, ἂ πληττόμενα μᾶλλον ἐπὶ τὸ ξίφος ἴενται, ἔχοι δ' ἄν τινα τὴν παραίτησιν, ψυχράν μέντοι καὶ ἐπικίνδυνον διὰ τὸ τῆς συνηθείας ἄλογον. Εἰ δέ τις τὸ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογῶν ἐκπορεύεσθαι, τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτὸ εἶναι, ἢ τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεννᾶσθαι ἀπαρνεῖ

Chapter XCaput X

col. 911–912page 44 of 68
PG 154:911Α' ται, δυοίν θάτερον ὁ τοιοῦτος, ἢ τὰ τῶν Ἀρειανῶν ἀλόγως, ὡς δέδεικται, νοσεί, πρὸς μὲν τὸ φανερὸν ἄτοπον αἰσχυνόμενος, δι᾿ ἑτέρας δὲ πρὸς τὸ αὐτὸ φερόμενος· ή παντάπασιν μάταιος ἐστιν. ὁποτέρως δ' ἂν ἔχοι, τοῦ ψεύδους διδάσκαλος γίνεται. ΚΕΦΑΛ. Γ. Τίνας ποτὲ δοκούσας ἀντιθέσεις καιριωτέρας τοῖς ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι λέγουσιν· ἐπάγουσι, καὶ πρῶτον ἀπὸ τῆς ὁμοουσιότητος, καὶ λύσεις τῶν τοιούτων, Αλλ' ἐνταῦθα τὶς ἂν τῶν κομψῶν τὰς ἀντιθέσεις ἐνέγκαι; Αντιτιθέασι γάρ, ὡς εἰ διὰ τὸ μίαν οὐσίαν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν, ἐκ τῆς οὐκ σίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι τὸ ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτὸν δή που λόγον, ἐπεὶ μία οὐσία τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, εἰκότως ἂν Ο έποιτο καὶ τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος εἶναι. Τοὺς οὖν ταῦτα ἀντιτιθέντας ἀγνοεῖν τὰς ἀρχὰς τῆς πίστεως φαίνεται· οὓς αὐτ τὰς τουλάχιστον ἐχρῆν διδαχθέντας, εἶτα θεολογεῖν, Ως γὰρ ἔφη τις τῶν ἱερῶν διδασκάλων (Γρηγόριος οὗτός ἐστι), τάξις ἀρίστη μανθάνειν πρῶτον, εἶτα διδάσκειν. Καίτοι τῶν ἁγίων ἐκ τῆς οὐσίας του Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα θεολογούντων, οὐδὲν εἶναι τὴν ἀντίθεσιν πρὸς ἡμᾶς φήσομεν. Πλὴν καὶ οὕτω ῥητέον ἀνάγκην εἶναι μετὰ τῶν τῆς πίστεως ἀρχῶν καὶ τοῦτο ὁμολογεῖν, Μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν Μονάδι σέβεσθαι· καὶ δεῖν μήτε διαλεγομένους την Μονάδα διὰ τὴν Τριάδι διαιρεῖν, μήτε τὴν Τριάδα διὰ τὴν Μονάδα συγχείν, Αλλ' ἐνταῦθα σύγχυσις περιφανῶς ἔψεται, εἰ τὸν Υϊόν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος λέγει τις εἶναι· εἴη γὰρ ἂν τὸ Πνεῦμα Πατήρ δ γὰρ Υἱὸς πρὸς τὸν Πατέρα λέγεται· ταύτῃ του δύο πατέρες ἂν εἶεν ἐν τῇ Τριάδι, καὶ ὁ Πατὴρ οὐ κυ ρίως Πατήρ. "Α παρὰ τῆς πίστεως ἀπηγόρευται, Καίτοι γε ἔστι καὶ ἀλλ᾽ ἅττα τῶν ὀνομάτων, ἐξ ὧν οὐκ ἄν τις υπερνοήσεις, τὸ Πνεῦμα τοῦ Υἱοῦ εἶναι Πατέρα, οἷον τὸν Υἱὸν Λόγον εἶναι τοῦ Πνεί ματος, δύναμιν, ζῶσαν καὶ οὐσιώδη ενέργειαν, ἁγιασμόν, φυσικὴν ζωήν, ῥόδον, ἄνθος, ὀσμὴν, εἰκόνα, καὶ τὰ τοιαῦτα ὅσα τοῦ Υἱοῦ τὸ Πνεῦμα εἶναι παρὰ τοῖς διδασκάλοις λέγεται. Οὐδὲ κατά ταῦτα τῶν ὀνομάτων ὁ Υἱὸς τοῦ Πνεύματος λεγό μενος εὕρηται πώποτε. Τοῦτο δ' οὐκ ἂν ἄλλως εξη συμβαῖνον ἢ διὰ τὴν τάξιν αὐτήν. Καὶ μὴν οὐ τοῦ τους μόνον περιπίπτειν ἀνάγκη τὸν ἐκεῖνα ἀντιτι θέντα, ἀλλὰ καὶ τὴν ἐν Τριάδι τῶν θείων προσώπων πρὸς ἄλληλα τάξιν περιτρέπειν συμβαίνει. Ὁ μὲν γὰρ Υἱὸς τοῦ Πατρὸς εἶναι λέγεται, τὸ δὲ Πνεῦμα τοῦ Υἱοῦ· καὶ ὁ μὲν μόνος ἐκ μόνου μονογενής λέγεται, καὶ μέχρι τούτου ἐστὶν αὐτῷ τὸ ἰδίωμα, δ' ἐστιν ἐκ τοῦ Πατρὸς ἀμέσως· καὶ ὅτι ἡ τοῦ Υἱοῦ ἐπίκλησις τὸ ἀμέσως ἐκ τοῦ αἰτίου δηλοῖ κατὰ τὸν θεῖον Αναστάσιον ἐν τῷ δογματικῷ αὐτοῦ λόγω, ὡς προϊοῦσι φανήσεται· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τῇ τάξει τρίτον ἀπὸ τοῦ Πατρὸς ὡμολόγηται τοῖς ἁγίοις, οὐ μὴν τῇ φύσει τρίτον· καὶ τὸν τὴν τάξιν μετατιθέντα καὶ ἐπωσοῦν ἀρνητὴν τῆς πίστεως,
col. 913–914page 45 of 68
PG 154:913καὶ τῆς τοῦ Πνεύματος ὑπάρξεως καθαιρέτην δ Λ μέγας Βασίλειος ἐν ἐπιστολῇ τῇ πρὸς τὰς κανονι και διορίζεται· καὶ ἦν τάξιν ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τὴν αὐτὴν πρὸς τὸν Υἱὸν ἔχει τὸ Πνεῦμα καὶ ὁ μὲν Υἱὸς τοῦ Πατρὸς ἐνέργεια ζῶσα καὶ ουσιώδης καὶ ἐνυπόστατος, τοῦ δὲ Υἱοῦ ταῦτα πάντα τὸ Πνεῦμα· καὶ ὁ μὲν Πατὴρ διὰ τοῦ Υἱοῦ ἐνεργεῖ, ὁ δὲ Υἱὸς διὰ τοῦ Πνεύματος· καὶ ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς λαμβάνει, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ. «Ἐκ τοῦ ἐμοῦ γάρ, φησὶ, λήψεται,» κατὰ τὸν μέγαν ᾿Αθανάσιον· καὶ παραιτοῦμαι τὰ πλείω, ἵνα μὴ καθ' ἕκαστον ἀριθμῶν διατρίβω· πρὸς γὰρ εἰδότας ταῦτα λέγεται. Διὸ δὴ ταῦτα καὶ τὴν αἰώνιον Ο παρξιν Υἱοῦ καὶ Πνεύματος ἐν τοῖς ἀντιῤῥητικούς & Νύσσης παραδιδούς, «Τὸ μὲν γὰρ, φησί, προσεχῶς ἐκ τοῦ πρώτου, ὁ Υἱὸς δηλονότι, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· › ὥσπερ ἂν εἰ ἔλεγεν, Ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχει προστ εχῶς καὶ ἀμέσως· τὸ δὲ Πνεῦμα διὰ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει, τοῦ γεννωμένου ἐκ τοῦ Πατρὸς προσεχῶς καὶ ἀμέσως. Καὶ περὶ τῆς αἰωνίου ὑπάρξεως αὐτῶν ὁ λόγος ἐστὶν αὐτῷ. "Οθεν δὴ καὶ ἀκολούθως τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι παραδιδόασι, τὴν ὕπαρξιν αὐτοῦ βουλόμενοι δηλοῦν, καὶ τὸ ἐκπορευτὸν οὐδὲν ἕτερον ἢ τοῦτ᾽ εἶναι, καὶ διὰ τοῦ τοιούτου τὴν ἑαυτῶν ὑφαίνουσι θεολογίαν οἱ ἀπὸ τῆς πρώτης μέχρι τῆς ἑβδόμης συνόδου περιφανεῖς τῆς ἐκκλησίας διδάσκαλοι γεγονότες. Ο τοίνυν τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀναγκαίως ἕπεσθαι ἐπάγων πάντα ταῦθ' ὅσον τὸ καθ' αὐτὸν ἀναιρεῖ. Τούτου γὰρ ὑποκειμένου τοὐναντίον μάλα λον ἂν συμβαίνοι. Ὁ μὲν Υἱὸς τοῦ Πνεύματος είναι λέγοιτ' ἄν, καὶ οὐ μόνος ἐκ μόνου, οὐδὲ μονογενής, οὐδὲ τῇ τάξει δεύτερος ἀπὸ τοῦ Πατρὸς, ἀλλὰ τρί τος· τὸ δὲ Πνεῦμα δεύτερον ἀπ' ἐκείνου, καὶ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Πνεύματος γεννᾶσθαι. Καὶ σιωπῶ τἄλλα τῶν ὀνομάτων καθ᾽ ὅσα ἂν ὁ Υἱὸς καὶ Λόγος πρὸς τὸ Πνεῦμα ἐλέγετο· καθ᾽ ἃ μᾶλλον πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα ἀναφέρεται. ᾿Αλλὰ ταῦτα σύγχυσιν τῶν ἰδιωμάτων περιφανῶς εἰσάγει, καὶ τὴν τῆς Τριάδος ἀκίνητον μεθίστησι τάξιν. Ἵνα τοίνυν μὴ τοῦτο συμβαίνῃ, ὁ Υἱὸς τοῦ Πνεύματος, καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις, οὔτε ἔστιν, οὔτε λέγεται, οὐδὲ ἀντιστρέφει ἡ σχετική αὕτη ἀκολουθία κατὰ τὸν Νύσσης Γρηγόριον ἐν τῇ εἰς τὸ Πάτερ ἡμῶν ὁμιλία. Οὐδέ γε μὴν τοῦ Πατρὸς ὄρος καὶ λόγος, οὐδ' εἰκὼν ἀπαράλλακτος τὸ Πνεῦμα λέγεται, καίτοι τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνδοξαζόμενον καὶ ὁμοούσιον ὑπάρχον. μα, ᾿Αλλὰ μὴν οὐδὲ τοῦτ' εὔλογον, τοῦ Υἱοῦ τὸ Πνεῦμα καὶ ταῦτα πάντα φάσκειν λέγεσθαι διὰ τὴν ὁμοουσιότητα. Πρῶτον μὲν ὅτι τὰ ὁμοούσια πρὸς ἄλληλα ἀντιστρέφει, ταῦτα δὲ οὐδαμῶς· ἔπειτα οὐ δὲ κατὰ τὴν οὐσίαν ταῦτα λέγεται. Μία γὰρ ἡ αὐτή ἐστιν οὐσία, καὶ οὐ τόδε τοῦδε κατὰ ταύτην λέγεται ἄλλως γὰρ τρεῖς ἂν ἦσαν οὐσίαι ἀπολελυμέναι ἀλλής λων, οὐδὲ καθὰ ὁμοούσια πρὸς ἄλληλα λέγονται. Κατὰ μνημονικόν ἁμάρτημα.
col. 915–916page 46 of 68
PG 154:915τοῦτο γάρ εἰσιν ἔν, καὶ οὐ λέγονται πρός τι. Η γὰρ ἀναφορὰ ἐπὶ δύο θεωρεῖται· καὶ τὸ ἔν, ἐφόσον ἐστὶν ἐν τῷ πράγματι, ἀναφορικῶς πρὸς ἑαυτὸ οὐ λέγεται, ἀλλὰ δῆλον, ὅτι καθά πρόσωπα πρὸς ἀλληλά πως τάξεως ἔχουσι, καὶ κατὰ τὴν τούτων ἀκίνητον καὶ ἄΐδιον πρὸς ἑαυτὰ τάξιν τόδε τοῦδε λέγεται, καὶ τόδε τούδε, τὸ δέ τι εἶναι, εἰκόνα, η δύναμιν, ή φυσικήν ζωὴν, ἤ τι τοιοῦτον. Ἐξ ὧν καὶ ἡ πρόοδος μετὰ τῆς προσωπικῆς αὐτῶν ὑπάρξεως καταλαμβάνεται. ὁμοούσιον ἐκεῖνα πάντα ἐλέγετο. Ἔτι παρὰ τῶν ἁγίων δέδεικται διὰ τοῦτο εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, διότι ἐκ τῆς οὐσίας καὶ τῆς φύσεως τοῦ Πατρὸς γεννᾶται. "Ο δὴ καὶ ἐπ' αὐτῆς τῆς ἐνεργείας φανερόν. Διότι γὰρ ὁ Πέ τρος ἐκ τῆς φύσεως τοῦ Ἰωανὰ κατ' αἰτίαν οὐσιώδη τὴν ὕπαρξιν ἔχει, διὰ τοῦτο τῆς αὐτῆς αὐτῷ φύσεως ἐστι, καὶ υἱὸς αὐτοῦ εἶναι λέγεται εἰκότως. "Αλλως γὰρ οὐκ ἂν ἦν υἱὸς, ἀλλ᾽ ἀδελφὸς, ἢ ὁπωσοῦν ἄλλως κατὰ τὴν τῆς ὁμοιότητος ἢ οἰκειότητος πρὸς τοὺς ὁμοίους ἀντιστρέφουσαν ἀκολουθίαν. Καίτοι ἐπὶ μὲν τῶν ἐν γενέσει καὶ φθορᾷ, καὶ χωρὶς τούτου τὸ ἔτε ρον ἐξ ἑτέρου τὴν φυσικὴν αἰτίαν ἔχειν τῆς ὑπάρξ ξεως, δυνατὸν κατά τινα τῆς ὕλης οικειότητα τόδε τοῦδε λέγεσθαι καὶ ὅμοιον ἢ ὁμοούσιον ἁπλῶς· ἐπὶ δὲ τοῦ Θεοῦ, ἐπεὶ ἐν αὐτῷ ἡ ὕλη καὶ πάντα τὰ τῆς ύλης ἄπεστι, καὶ οὔτε καθ᾽ ὑπεροχήν τε καὶ ἔλλειψιν, οὔτε ὡς κτῆμα, ἡ ποίημα, οὔθ' όπωσοῦν ἄλλως δύναται λέγεσθαι κατὰ τοιαύτην οικειότητα, οὐ καθ' ἕτερον δήπου λόγον τόδε τοῦδε λέγεσθαι ἐνδέχεται καὶ ὁμοούσιον ὑπάρχειν, ἢ ὅτι τὴν αἰτίαν ἔχει ἐξ αὐτοῦ. Κατὰ τὸν αὐτὸν τοίνυν λόγον, οὐκ ἄρα του Υἱοῦ τὸ Πνεῦμα εἶναι λέγεται, καὶ δὴ καὶ δύναμις, και φυσικὴ καὶ οὐσιώδης ζωὴ καὶ ἐνέργεια αὐτοῦ, καὶ ἐκ τῆς οὐσίας εἶναι αὐτοῦ, ὅτι, ὡς αὐτοί φασιν, ὁμοούσιον εἶναι αὐτῷ, ἀλλὰ διότι ἐκ τοῦ Πατρὸς δι' αὐτοῦ τοῦ Υἱοῦ τὴν αἰτίαν ἔχει τῆς προσωπικής υπάρξεως αὐτοῦ, διὰ τοῦτο ταῦτα εἶναι λέγεται του Υἱοῦ τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, καὶ ὁμοούσιον αὐτῷ, μάλισθ' ὅτι καὶ οὐδὲ ἀντιστρέφει τούτων ἡ σχέσις ἀπὸ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα· ἄπερ ἐχρῆν, εἰ κατὰ τὸν κοινὴν ὅρον τῆς κατὰ τὴν ἀντι στροφὴν ἀκολουθίας ἀπεδίδοτο· ὡς εἴρηται, είπερ διὰ Ετι, εἰ πάντα ταῦτα τοῦ Υἱοῦ τὸ Πνεῦμα είναι λέγεται, διότι ἐστὶν ὁμοούσιον αὐτῷ· δυοῖν ἀνάγκη θάτερον, ἢ ἐκ μόνου τοῦ Πατρὸς εἶναι ἀμέσως, καὶ άμφω μηδεμιᾶς τάξεως καὶ σχέσεως ἐνθεωρουμένης Υἱῷ καὶ Πνεύματι, ἢ τὸ ἓν ἐξ ἑτέρου τὴν ύπαρξιν ἔχειν. "Αλλ' εἰ μὲν τὸ πρῶτον, ἀδελφὰ ἀλλήλοις ἐν εἴη ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· τὰ γὰρ ἐξ ἑνὸς ὄντα προσ ώπου, μηδεμίαν δὲ πρὸς ἄλληλα τάξιν ἔχοντα τῆς ὑπάρξεως αὐτῶν, ἀδελφά εἰσιν ἀλλήλοις· ἡ ὁπωσούν ἄλλως κατὰ τὴν τοιαύτην οικειότητα. Τοῦτο δὲ Στο που. Υἱοὶ γὰρ δύο εἶεν ἂν ἐν τῇ Τριάδι· μᾶλλον δὲ οὐδὲ Τριὰς εἴη. Ζητήσεις γὰρ ἄν τις εἰκότως, τίνι δ γές τοῦ Πνεύματος διακρίνεται· ἐπεὶ ἐν τοῖς θείοις
col. 917–918page 47 of 68
PG 154:917οὐκ ἄλλο τῆς διακρίσεως αἴτιόν ἐστι τῆς ὕλης καὶ τῶν ταύτης ἀπόντων ἢ τὸ μὲν αἴτιον εἶναι, τὸ δὲ αἰτιατόν. Λείπεται τοίνυν τὸ δεύτερον, δηλονότι θάν τερον ἐξ ἑτέρου τὴν ὕπαρξιν ἔχειν. Ἐπεὶ καὶ δέδεικται τὸ ὁμοούσιον ἐντεῦθεν ἐπὶ τῶν θείων συνάγεσθαι, διότι θάτερον ἐξ ἑτέρου ἐστὶν ὡς αἰτίας ἑαυτοῦ. Αλλ' ὁ μὲν Υἱὸς οὐκ ἂν ἐκ τοῦ Πνεύματος λέγοιτο. Οὐ γὰρ ἂν συμβαίνοι τὰ παρὰ τῆς Γραφῆς πρὸς τὸν Υἱὸν ἀποδιδόμενα τῷ Πνεύματι· μάλισθ' ὅτι καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι παρὰ τῶν διδασκάλων θεολογεῖται· οὔπερ ἐναντίως ἔχοντος ή τάξις μετὰ τῆς προσωπικῆς αὐτῶν ὑπάρ ξεως ἀναιρεθήσεται. Οὐκ ἄρα Πνεῦμα Υἱοῦ λέγεται, διότι ὁμοούσιον ἐστιν αὐτῷ, ἀλλ' ὅτι ἐξ αὐτοῦ ἐστιν, εἰς αὐτὸν ἀναφέρεται. Διὸ καὶ ἐκ τῆς οὐσίας αὐτοῦ λέγεται, καὶ ὁμοούσιον αὐτῷ ἐστιν. Ετι τὸ τόδε τοῦδε λέγεσθαι πλεοναχώς λέγεται καὶ γὰρ ὡς κτῆμα, καὶ ποίημα, καὶ γέννημα, καὶ μέρος, καὶ ὄργανον, καὶ ὅσα τοιαῦτα· ἀλλὰ τὸ ἐμσού στον ἐπ' ἐλλαττόνων λέγεται. Εφ' ὧν μὲν γὰρ τὸ ὁμοούσιον λέγεται, τὸ τόδε τοῦδε δύναται λέγεσθαι ἐφ᾽ ὧν δὲ ἁπλῶς τὸ τίδε τοῦδε λέγεται, οὐκ ἐπὶ τού των πάντων τὸ ὁμοούσιον δύναται ῥηθῆναι. Πᾶσα δὲ αἰτία ἢ ἐπὶ πλέον, ἢ ἐπίσης πρὸς τὰ αἰτιατὰ ἀποδίδοται· ἐπ᾽ ἔλαττον δὲ οὐδαμῶς. Πρὸς γὰρ τὸν ἔρω τῶντα, διατί ὁ ἄνθρωπος ζῶόν ἐστι, διότι ἐστὶν αἱ σθητόν, οἰκείως ἀποδοθήσεται. Τὸ γὰρ αἰσθητὸν ἐπὶ πλειόνων ἢ ὁ ἄνθρωπος λέγεται. Πρὸς δὲ τὸν ἐρω τῶντα διατί γελαστικὸν, διότι ἄνθρωπός ἐστιν, ἀπο δοθήσεται. Ταῦτα γὰρ ἀλλήλων ἀντικατηγορείται καὶ ἐξισάζει. "Αν δὲ λέγῃ τις, διὰ τοῦτό ἐστιν ὁ ἄνθρω πως ζώον, διότι ἐστὶ γελαστικὸν, οὐ κατὰ λόγον ἀπο δώσει, τὸ γελαστικὸν ἀποδιδοὺς αἰτίαν τοῦ τὸν ἀνθρώπου εἶναι ζῶον, ὅπερ ἐπὶ πλειόνων μᾶλλον ἢ τὸ γε λαστικὸν κατηγορείται. Εἴ τι μὲν γὰρ γελαστικόν, ζώον, οὐ μὴν εἴ τι ζώον, γελαστικόν. Οὐ γὰρ ἀντι στρέφει, διὰ τὸ μὴ ἐπίσης ἀντικατηγορεῖσθαι. Οὐ τοίνυν τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοιτ' ἂν ἢ δύναμις, ἢ ἐνέργεια, ἡ ζωὴ φυσικὴ καὶ οὐσιώδης, διότι ὁμοούσιον αὐτῷ ἐστιν. Ο γὰρ τὸ ὁμοούσιον τοῦ ταῦτα λέ γεσθαι τὸ Πνεῦμα Υἱοῦ τιθέμενος αἰτίαν ἁμαρτάνει, τὸ ἐπ᾽ ἔλαττον τοῦ ἐπὶ πλεῖον λεγομένου αἰτίαν ἐπισφαλῶς ἀποδιδούς. Εἰ δὲ καὶ ἐπὶ τῶν ὁμοουσίων μό των θεωροῦντες, οὐ παντελῶς εὑρήσομεν ἑπόμενον τόδε τοῦδε λέγεσθαι, ἀλλ' ἐλλείπειν καὶ ἐπὶ τούτων τὰ πλεῖστα· ὁμοούσιος γὰρ Πέτρος Παύλῳ, καὶ Παῦλος Πέτρο; ἀλλ' οὔτε τοῦ Παύλου ὁ Πέτρος, οὔτε ὁ Παῦλος τοῦ Πέτρου λέγεται· πολλῷ πλέον ἁμαρ τάνειν αὐτὸν ἐροῦμεν· πολλῷ γὰρ πλέον ἐπ᾽ ἔλατ τον ἂν εἴη τὸ ὁμοούσιον πρὸς τὸ τόδε τοῦδέ τινος καὶ εἶναι καὶ λέγεσθαι. Ετι τὸ ἔγχρονον οὐκ ἂν δύναιτο αἰτία τοῦ ὑπὲρ χρόνον εἶναι· ἀλλὰ τὸ μὲν χορηγεῖσθαι καὶ δίδοσθαι, καὶ ἀποστέλλεσθαι τὸν Παράκλητον παρὰ τοῦ Υἱοῦ τοῖς ἀξίοις κατὰ χρόνον γέγονεν· τὸ δὲ Υἱοῦ Πνεῦμα λέγεσθαι καὶ δύναμιν καὶ φυσικὴν αὐτοῦ ζωὴν καὶ οὐσιώδη, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, καὶ παρὰ τί
col. 919–920page 48 of 68
PG 154:919τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι ἀχρόνως ἀποδίδοται αὐτῷ· ἄχρονος γὰρ ἡ τοῦ Πνεύματος ἐκε πόρευσις, καὶ ὅλως ή τάξις, ἣν ἔχει πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα. Ο τοίνυν διὰ τοῦτο τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγεσθαι, καὶ πάντα τὰ τοιαῦτα ἀποδιδοὺς, διότι παρ' αὐτοῦ τοῖς ἀξίοις ἀποστέλλεται, τὸ κατὰ χρόνον γεγονὸς αἰτίαν τοῦ ὑπὲρ χρόνον ὄντος ἀποδίδωσιν. Αὐτός τε οὖν ἀμαθῆς ἔστι περὶ τὴν ἀπόδοσιν ἁμαρ τάνων, τήν τε τοῦ Πνεύματος ὑπαρξιν ἔγχρονου καθίστησι, καὶ τοῖς θείοις προσώποις συμβεβηκέναι τινὰ κατὰ χρόνον ὁμολογήσει. Οὐ μέντοι διότι ἐν χρόνῳ τοῖς ἀξίοις ὁ Παράκλητος ἀποστέλλεσθαι λέ γεται, διὰ τοῦτο ἐν τῷ Θεῷ κατὰ χρόνον τι συμβαίνει. Κατὰ γὰρ τὸν μέγαν Βασίλειον ἐν τετάρτῳ τῶν Αντιῤῥητικῶν, ὁ Οὐκ ἐν χρόνῳ τὸ προϊόν ἐκ τοῦ Θεοῦ πρόεισι, κἂν ἐν χρόνῳ τὰς ἐνεργείας ἀποδιδῷ.» Ἔτι ὁ αὐτὸς ἐν τῷ αὐτῷ·. Οὐδὲ γὰρ ἐλαττόν το έξειν ἐμέλλομεν εἰς τὸ γινώσκειν τὸ Πνεῦμα υπάρχειν ἐκ τοῦ Θεοῦ, Πνεῦμα στόματος αὐτοῦ ἀκούοντες αὐτή, ἀλλ᾽ ἱκανὸν καὶ τοῦτο τὸ ὄνομα τὴν ὕπαρξιν αὐτοῦ δη λῶσαι τὴν ἐκ Θεοῦ. Εἰ τοίνυν τὸ τὸ Πνεῦμα υπάρχειν ἐκ τοῦ Θεοῦ ἴσον ἐστὶ τῷ τὸ Πνεῦμα στόματος αυτού λέγεσθαι αὐτό· ἀλλ' ἐκεῖνο τὴν ἐκ τοῦ Θεοῦ ὕπαρξιν τοῦ ἁγίου Πνεύματος δηλοί· ἄρα καὶ τὸ Πνεῦμα Υἱοῦ λέγεσθαι τὴν αὐτὴν ὕπαρξιν τοῦ Πνεύματος καὶ παρὰ τοῦ Υἱοῦ ἐμφαίνει. Ικανὶν γάρ, ἔφη, καὶ τοῦτο τὴν ὕπαρξιν τοῦ Πνεύματος δηλοῦν. Οὐκ ἄρα τὸ Πνεῦμα τοῦ Υἱοῦ λέγεσθαι, ὥς τινες βούλονται, τὸ ομοούσιον ἐμφαίνει, ἀλλ' ὅτι ἐξ ἐκείνου ἐστὶ, διὰ τοῦτο καὶ ὁμοούσιον ἐστιν αὐτῷ. Ο δ' αὐτὸς λόγος καὶ περὶ τοῦ ἴδιον λέγεσθαι τὸ Πνεῦμα τοῦ Υἱοῦ, Ἴδιος γὰρ λέγεται καὶ ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα ἴδιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὅτι ἑκάτερον πρὸς τὸν οὗ ἐστιν ἴδιον ὡς αἰτιατὸν ἀναφέρεται τ καὶ δῆλον, ὅτι οὐδὲ ἀντιστρέφει. Εἰ δὲ ἴδιον ὡς ὁμοούσιον, οὗ ἐστιν ἴδιον, λέγεται, ἀλλὰ τὸ ὁμοούσιον ἀρχικῶς τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἐμφαίνει, ὡς δεικται· καὶ τὸ ἴδιον ἄρα τὸ αἴτιον καὶ τὸ αἰτιστὸν παρίστησι. Καὶ μὴν τὸ ἐκπορεύεσθαι οὐκ ἄλλο τι ἢ τὴν ὕπαρξιν ἐκπορευτῶς ἔχειν σημαίνειν πάντες ἂν ὁμολογήσαιεν· ὥσπερ καὶ τὸ γεννᾶσθαι τῆς τοῦ Υἱοῦ υπάρξεως παρίστησι τὸν τρόπον, ὅτι δήπου γεννητ τῶς. Οὐκοῦν τὸ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦ μα τὸ ἅγιον παρά πάντων θεολογεῖσθαι διδασκαλία σαφὴς τοῦ διὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς αὐτὸ τὴν ὕπαρξιν ἔχειν. Τοῦτο δὲ ἀντὶ πάντων ἀρκεῖ, καὶ οὐδὲν δεῖ περαιτέρω οὔτε τοῖς διδασκάλοις θεολογοῦσι περὶ τῆς ὑπαρκτικῆς προόδου τοῦ θείου Πνεύματος, οὔτε μὴν τοῖς ἐθέλουσι περὶ ταύτης ὀρθῶς διδαχθς. και δεήσει τι πλέον. Οὐκ ἄρα ἀποροῦσι τῆς λέξεως ταύτην ἐπιζητοῦντες, τῶν μὲν περιφανεστάτων άγίων ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λεγόντων, τῶν δὲ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· τὸ γὰρ εἰς διαφόρους έννοίας ἐνταῦθα τὴν διὰ διαιρεῖν ἀποκληρούντων ἄλλως παρὰ πάντα λόγον ἐστὶ, καὶ ἑαυτοὺς ἡγουμένων κανόνα. Ἐξ ὧν ἀτοπώτεροι φαίνονται τῶν καὶ τους τραγελάφους ἀναπλαττόντων. Εἰ δὲ ταῦθ᾽ οὔτες, τίς ἂν νοῦν ἔχων ἐνσταίη μὴ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὕπαρξιν ἔχειν; καὶ
col. 921–922page 49 of 68
PG 154:921τοσούτῳ μᾶλλον, ὅσῳ καὶ διὰ τοῦ Λόγου ὁ Πατὴρ προβολεὺς τοῦ Πνεύματος τῷ Δαμασκηνῷ εἴρηται. Εἰ γὰρ τὸ διὰ τοῦ Υἱοῦ τὰ πάντα γεγονέναι, ὅσον ἥκει εἰς τὴν διὰ, καὶ τὸν Υἱὸν ἕνα δημιουργόν μετά τοῦ Πατρὸς καὶ ποιητὴν τῶν ὄντων παρίστησιν, ώς ἡ καθολικὴ πίστις ὁμολογεῖ, πῶς ἐπὶ τῆς προόδου τοῦ θείου Πνεύματος οὐκ ἂν ὁ Υἱὸς αὐτοῦ συναίτιος εἴη, καὶ εἰς αἴτιος, δι᾿ ἑαυτοῦ τὸν Πατέρα προβολέα τοῦ Πνεύματος ἔχων τοῦ ὁμοουσίου ἑαυτῷ; Διδασκό τωσαν γὰρ ἡμᾶς, πῶς ἐν ἅπασι μὲν τοῖς διὰ τοῦ Υἱοῦ κτιζομένοις οὗτος μᾶλλον ἤνωται τῷ Πατρὶ, ἐν δὲ τῇ διὰ τοῦ Υἱοῦ ἐκπορεύσει διήρηται; ἐν ᾗ τις ἂν ἴσως εἴποι καὶ μείζω τὴν κοινωνίαν αὐτῶν εἶναι δεῖν, ὡς ἂν ἐκ τῆς κοινῆς οὐσίας καὶ θείας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προαγόντων τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς ἂν καὶ αὐτὸ οὐσίας, ἢ ἐν τῇ τῶν κτισμάτων παρα γωγῇ οὔτε ἐκ τῆς κοινῆς οὐσίας αὐτὰ παραγόντων, ἀλλὰ καὶ τῆς φύσεως αὐτῶν οὔσης πρὸς τὴν θείαν παντάπασιν ἀλλοτρίας. Ούκουν ἔχοι τις ἂν εἰπεῖν, εἰ μὴ μαινόμενος εἴη, ὡς ἄρα τὸ διὰ τοῦ Υἱοῦ ἐκπο ρεύεσθαι τὸ διὰ τοῦ Υἱοῦ δίδοσθαι σημαίνει. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ δίδοσθαι, ἢ πέμπεσθαι, ἢ χορηγεῖσθαι μόνον παρὰ τῶν διδασκάλων λέγεται, οὐδὲ περὶ τού των διαλεγόμεθα νῦν (εἰ καὶ αὐτὸ ἐνδεικτικόν ἐστι τοῦ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι καὶ τὴν ὕπαρξιν ἔχειν. Οὐ γὰρ δήπου διὰ τοῦ Υἱοῦ ἀπεστέλλετ᾽ ἄν, εἰ μὴ καὶ δι' αὐτοῦ πρότερον τὴν ὕπαρξιν εἶχε, καθ' ἣν ἀϊδίως ἐκπορευόμενον, χρονικῶς οὕτως ἔχειν παρὰ τῶν ἀνθρώπων γινώσκεται - ἥτις δὴ γνῶσις τῆς μεγαλειότητος αὐτοῦ καὶ τῆς ὑπάρξεως ἀπο στολὴ πρὸς τοὺς ἀνθρώπους καὶ παρὰ τῶν ἀνθρώ των λέγεται), ἀλλὰ περὶ τῆς τοῦ ἐκπορεύεσθαι λέξεως ὁ λόγος νῦν, καθ' ἣν ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκε πορεύεσθαί φασι, καὶ ἣν δηλωτικὴν τῆς ὑπάρξεως αὐτοῦ πάντες ὁμολογοῦσι. Καίτοι καὶ τῶν διδασκάλων τινὲς τὴν τοῦ ἁγίου Πνεύματος ἐκπόρευσιν πέμψιν εἶναι διδάσκουσιν ἀΐδιον, τοῦτο μὲν ὁ Θαυ ματουργός Γρηγόριος, τοῦτο δὲ Γρηγόριος ὁ Θεολό. γος, ὁ μὲν ἐν λόγῳ, οὗ ἡ ἀρχή. Εχθιστοι καὶ ἀλλό τριοι, φάσκων, ο 'Αγεννήτως μὲν ὄντος τοῦ Πατρὸς, γεννηθέντος δὲ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς, τοῦ τε Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς δι' Υἱοῦ ἀϊδίως ἐκπεμφθέντος· ὁ δὲ ἐν τῷ πρὸς Ἥρωνα τὸν φιλό σοφον, ἴδιον τοῦ ἁγίου Πνεύματος τὴν ἔκπέμψιν εἰπών. Εἰ τοίνυν τοῦ ἁγίου Πνεύματος τὴν ἔκπεμψιν ἄΐδιον καὶ ἰδιότητα τοῦ Πνεύματος φασι, πῶς οὐκ ἂν εὐλόγως ἡ ἔκπέμψις, καὶ κατὰ τοῦτο ἐκπόρευσις εἴη καὶ λέγοιτο; Πλὴν εἰ μὴ καὶ τὴν ἐκπόρευσιν χρονικὴν εἶναι λέγοι τις· ἢ καὶ τὸ ἔγχρονον τοῦ ὑπὲρ χρόνον τίθησιν αἴτιον· καί τινα τοῖς θείοις προσώποις ἐπισυμβαίνειν οἴοιτο, καὶ πάντ᾽ εἰς ἑαυτὸν τὰ εἰρη μένα τῶν ἀτόπων ἐπισωρεύει, Ἀλλὰ καὶ τοῦτο παντελῶς αὐτοῖς ἕωλον, ο φασιν, ὡς εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστι, διὰ τὸ μίαν εἶναι τῶν τριῶν οὐσίαν, δεῖ καὶ αὐτὸ ἐξ ἑαυτοῦ ὑπάρχειν. Πρῶτον μὲν γὰρ οὐκ ἀνάγκη τὰ τοῦ Πατρὸς καὶ Υἱοῦ πάντα

Chapter XICaput XI

col. 923–924page 50 of 68
PG 154:923κοινὰ εἶναι καὶ τῷ Πνεύματι, πλὴν τῶν ἀπολελυμένων φημὶ ταῦτα γὰρ κοινῶς καὶ ἀπαραλλάκτως τοῖς τρισὶν, ὡς ἑνὶ πράγματι ὑπάρχει. Τὰ δὲ τοῖς προσωπικοῖς καὶ ὑποστατικοῖς ἑπόμενα οὐχ οὕτως ἔχειν ἀνάγκη. Δῆλον δὲ τὸ μὲν αἰτιατὸν τοῖς δυσ προσώποις ἐστὶ, τῷ δὲ Πατρὶ οὐδαμῶς· καὶ τὸ μὲν δίδοσθαι, ἢ πέμπεσθαι τὸ Πνεῦμα τὸ ἅγιον τῷ Πατρί καὶ τῷ Υἱῷ ἀποδίδοται· αὐτὸ δὲ οὐ λέγεται ἑαυτό διδόναι ἢ πέμπειν. Ἔπειτα, ὥσπερ ὁ τῆς ἐκ τοῦ Πατρὸς γεννᾶσθαι λέγεται, καὶ μία ουσία ἐστὶν Ο Πατήρ καὶ ὁ Υἱός, οὐ διὰ τοῦτο μέντοι λέγεται, οὐδὲ εὕρηται τὸν Υἱὸν ἐκ τῆς οὐσίας ἑαυτοῦ γεννᾶσθαι, ἀλλ᾽ οὐδὲ τὸν Πατέρα ἐκ τῆς οὐσίας εἶναι τοῦ Υἱοῦ, τοῦτο γὰρ τὴν ἐν Τριάδι τῶν θείων προσώπων τάξιν ἀνατρέπει· τὸν ἴσον τρόπον καὶ περὶ τοῦ Πνεύματος, εἰ λέγοιτο ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὐ δήπου διὰ ταῦτα ἀνάγκη καὶ ἐκ τῆς οὐσίας ἑαυτοῦ λέγεσθαι εἶναι ἐπεὶ οὐδὲν πρόσωπον ὑφίστησιν ἑαυτὸ, οὐδ᾽ αὐτὸς ἑαυτοῦ ἐστιν αἰτία, καθ' ὃν δὴ λόγον τὸ Πνεῦμα οὐδὲ ἑαυτὸ δίδωσιν ἢ πέμπει. Πέμπεσθαι δὲ ἀνάγκη παρ' οὗ καὶ τὴν ὕπαρξιν ἔχει· ἄλλως γὰρ μόνον παρὰ τοῦ Υἱοῦ πεμπόμενον, οὐ μὴν καὶ ἐξ αὐτοῦ λαμβάνον, τὸν Υἱὸν ἂν ἐδείκνυ μὴ πάντα τὰ τοῦ Πατρὸς αὐτὸν ἔχειν ἀπαραλλάκτως, μηδὲ τὸ κοινὸν άμφοῖν ἅγιον Πνεῦμα ἐπίσης αὐτοῖς εἶναι. Οὕτω δ' ἂν δίκαιος ἦν, ὅς ἐστι χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ εἰκὼν ἀπαράλλακτος καὶ τοῦ Πατρὸς ὄρος καὶ Λόγος; Ἐξ ὧν δῆλος καὶ ὁ τοῦ μὴ πέρα πέσθαι τὸν Πατέρα λόγος. Επεὶ γὰρ ὡς ἀναίτιος οὐκ ἔστιν ἔκ τινος, διὰ τοῦτο οὐδὲ παρά τινος ἀπὸ στέλλεσθαι λέγεται ἐν ταῖς Γραφαῖς διαρρήδην. ΚΕΦΑΛ. ΙΑ'. "Ότι καὶ ἑτέραν ἀντίθεσιν τοῖς αὐτοῖς ἐπάγουσι τὴν ἀπὸ τῶν δύο ἀρχῶν, καὶ λύσις αὐτῆς. "Ο δὲ ἕτερον ἀντεπάγουσι, τῆς αὐτῆς δὲ δὴ λέγε ται κεραμείας· εἶναι γὰρ δύο αἴτια τοῦ Πνεύματος καταψεύδονται, εἰ τοῦτό τις ἐκ τῆς οὐσίας του Πατρὸς καὶ τοῦ Υἱοῦ λέγοι. ᾿Αλλὰ τοῦτό γε οὐχ ήμῖν, τῇ δὲ Γραφῇ καὶ τοῖς διδασκάλοις ἐγκαλεῖν εἰκός. Οὗτοι γάρ εἰσιν οἱ τὸ Πνεῦμα ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι θεολογούντες, καὶ παρ' ἀμφοῖν πέμπεσθαι, καὶ διὰ τοῦ Υἱοῦ ἐκπου ρεύεσθαι, καὶ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι, καὶ πάντα τὰ τοιαῦτα. Εἰ τοίνυν τά γε τοιαῦτα δύο δοτήρας ἢ δύο προόδους και αἴτια βούλεται περι στᾷν, οὐ πάντως οὐδ' ἡμεῖς ἐκείνους καὶ τὰς ἐκείν νων φωνὰς δεχόμενοι, μηδενὸς ἀκολουθοῦντος ἀπό που τοῖς, τῶν αἰτιωμένων ἐγκλήμασι δικαίως υπο κεισόμεθα· ἀλλὰ δῆλον, ὡς τῶν ἐγκλημάτων Ελεύ θεροι μετ' ἐκείνων ἐστήξομεν. Εἰ δὲ δεῖ τι κανταῦθα εἰπεῖν, οὐ φαμεν ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα ἐφ' ὅσον ἐστὶ Πατήρ· κατὰ γὰρ τὸν ἅγιον Μάξιμον ἐν τῷ πρὸς Ἀνόμοιον δια λόγῳ, «Τὸ Πνεῦμα οὐκ ἔχει Πατέρα· ο οὐδ᾽ αὖ ἐκ τοῦ Υἱοῦ, ἐφόσον ἐστὶν Υἱός· ὁ γὰρ Υἱὸς πρὸς τὸν Πατέρα λέγεται Υἱός· εἰ καὶ καθὸ τοῦ Πατρὸς Υιός φύσει ἀληθὴς καὶ ἀπαράλλακτος αὐτῷ, πάντα τὰ
col. 925–926page 51 of 68
PG 154:925τοῦ Πατρὸς ἐν τῷ γεννᾶσθαι συνεπάγεται, ἀλλὰ καθόσον ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἔν· ἐφόσον γὰρ ὁ μὲν ἔστι Πατήρ, ὁ δὲ Υιός, καὶ οὔτε ὁ Υἱὸς Πα τὴρ, οὔθ᾽ ὁ Πατήρ Υἱὸς κατὰ τὸν τῆς ἀντιθέσεως τῶν πρός τι λόγον, οὐκ εἰσὶν ἔν, δηλονότι διὰ τὸν ἀριθμὸν τῶν προσώπων· ἐφόσον δὲ μία οὐσία ἐστὶν ὁ Πατήρ καὶ ὁ Υἱὸς, καὶ ἐν κατὰ τὴν προβλητικὴν δύναμιν, ἣν ἀνάγκη κοινὴν εἶναι, μηδενὸς ἀναγκάζοντος διηρημένως ἰδίαν καὶ μόνου τοῦ Πατρὸς εἶναι, ὥσπερ τὸ γεννᾶν τὸ τοῦ Πατρὸς ὑποστατικὸν ὁ λόγος τῆς ἀντιθέσεως οὐ συγχωρεῖ κοινὸν καὶ τῷ Υἱῷ εἶναι· διὸ καὶ ἀκοινώνητα ἀλλήλοις ταῦτα, τὸ γεννᾶν καὶ γεννᾶσθαι· ἐφόσον δὲ ἔν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱός, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι λέγεται. Εἰ δὲ τὸ ἕν, ὅ τί ποτέ ἐστιν αὐτῶν, καὶ ἡ δύναμις αὕτη μία καὶ ἡ αὐτὴν εὔδηλον ὅτι ἐν τοῦ Πνεύματος αἴτιον ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐκ ἐφόσον εἰσὶ δύο, ἀλλ' ἐφόσον ἔν. Καὶ οὔτε σύγχυσις ἐκ τούτων ἀκολουθεῖ, τῆς διακρίσεως τῶν προσώπων τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τὸ γεννᾶν καὶ γεννᾶσθαι φυλαττομένης, οὔθ᾽ ἡ κατὰ τὴν Τριάδα τάξις ὁπωσοῦν διαπίπτει, οὐδέ τι τῶν τῆς Γραφῆς καὶ τῶν διδασκάλων κινεῖται. Ὥσπερ γὰρ τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πεμπομένου μιᾷ δόσει καὶ μιᾷ χορηγία πέμ πεσθαί φησιν ὁ μέγας πατήρ Βασίλειος, οὕτω καὶ διὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευομένου, μιᾷ προόδῳ καὶ ἐνεργείᾳ καὶ δυνάμει φαμὲν ἐκπο ρεύεσθαι. "Ετι πανταχοῦ ἡ διὰ ἐφ᾽ ὧν παραλαμβάνεται, τῷ πρὸ ταύτης αἰτίῳ συναγωνίζεται πρὸς αὐτὴν τὴν ἐνέργειαν, ἣν ἐκεῖνο σκοπεῖ. Οἷον ὁ πρίων, δι' οὗ ποιεῖ τὸ βάθρον ὁ τεκταινόμενος, πρὸς ἐκεῖνο τὸ ἀποτέλεσμα, ἀλλ᾽ οὐ πρὸς ἑτερογενές συνεργάζεται τῷ τεχνίτη. Οὐ γὰρ δὴ πρὸς τὸ θερμαίνειν ἢ λευ καίνειν αὐτῷ συνεργήσει, καὶ τῷ ἔλκοντι τὸ μη χάνημα πρὸς τὴν ἕλξιν τοῦ βάρους· καὶ ὅλως τὰ δι' ὧν γίνεται τι συνεργάζεται τοῖς πρώτως κινοῦσι κατὰ τὸν ἑαυτῶν τρόπον συναίτια τούτοις γινόμενα ἢ ὡς ὄργανα, ἢ ἄλλως πως αὐτοῖς βοηθοῦντα. "Ην δ' ἂν καὶ ταῦτα καὶ ἁπλῶς αἴτια ὥσπερ τὰ πρῶτα, εἰ μὴ διάφορος ἦν ἡ φύσις αὐτοῖς πρὸς ἐκεῖνα τα χρώμενα· καὶ οἱ μὲν ἄνθρωποι, τὰ δ᾽ ἁπλῶς ὄργανα ἐξ ἄλλης ύλης πεποιημένα· καὶ τοῦτο μᾶλω λον ἂν ἦν, εἴπερ καὶ ἡ αὐτὴ ἦν αὐτοῖς πρὸς τοὺς χρωμένους ενέργεια. Ἀλλ᾽ ἐπεὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μία τῷ ἀριθμῷ φύσις θεωρεῖται, καὶ μία αὐτ τοῖς καὶ ἐνέργεια, καὶ εἷς ὁ αὐτὸς ἄμφω Θεός, εἰκότως ἄρα ἡ μὲν τοῦ Υἱοῦ διὰ τῆς τοῦ Πατρὸς ἐκ κατὰ τὴν σημασίαν οὐ διοίσει· ἀλλ᾽ αὐτὴ μὲν πρὸς τὴν ἐκ μεταβήσεται, ἐκείνη δ' αὖ πρὸς τὴν διὰ διαβήσεται, καὶ κοινὴ καὶ μία καὶ ἡ αὐτή μετὰ τοῦ Πατρὸς ἀρχὴ τοῦ ἁγίου Πνεύματος ἔσται, ἅπαξ ὁμολογούμενον παρὰ Πατρὸς δι' Υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα· καὶ πάντων δὲ τῶν ἁγίων διαρρήδην βοώντων μὴ θεμιτὸν εἶναι διαφοράν τινα καὶ ὁπωσοῦν ἐπὶ τούτων τῶν προθέσεων ἐνα νοεῖν· καὶ τοῦτο ἐπὶ τῶν πάντων θείων ἀδιορίστως ἀξιωσάντων, ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δια
col. 927–928page 52 of 68
PG 154:927δασκόντων τὴν ἐκ τῆς διὰ μηδὲν διαφέρειν, πλην ὅσον διακρίνειν τὰς ὑποστάσεις, καὶ τὴν τῶν θείων προσώπων τάξιν ἐμφαίνειν, ἐν ᾗ τὸ τοῦ Υἱοῦ πρόσο ωπον την μέσην είληχε χώραν, ἣν ἀεὶ ἡ διὰ κάν τῇ κοινῇ συνηθεία δηλοῖα καὶ ἵνα μὴ ἢ ἐν πρόσο ωπον ὁ Πατήρ καὶ ὁ Υἱὸς ὑποπτευθείαν διὰ τὴν τῶν προθέσεων ὁμοιότητα, ἢ δύο καὶ ἀντιδιαιρούν μεναι ἄμφω τοῦ Πνεύματος ἀρχαὶ δόξωσιν, ἢ τοιοῦ τον εἶναι τὸ τοῦ Υἱοῦ πρόσωπον, οἷον καὶ τὸ τοῦ Πατρός, μηδὲν ἑαυτοῦ προεπινοούμενον ἔχον, ὥσπερ καὶ ὁ Πατήρ. Ἡ γὰρ ἐκ ἴστησι τὴν διάνοιαν, καὶ περαιτέρω προϊέναι οὐκ ἀναγκάζει καὶ ζητεῖν τὸ ἀρχικὴν αἴτιον, τινι ἡ ἐκ ἀρχικῶς ἀποκεκλήρωται. Ἡ δὲ διὰ ἕτερόν τι πρόσωπον παρὰ τὴν ἐκ συνεισάγει, καὶ πρὸς ἐκεῖνο τὴν διάνοιαν προσβιβάζει, αρχικόν τε ἐκεῖνο αἴτιον σημαίνει, ἀφ' οὗ τε αὕτη κεῖται μέσον τοῦ τε πρώτου καὶ τοῦ πρὸς ἐν ἡ πρόσ οδος, ἢ ἡ ἐνέργεια· καὶ οὕτω τὴν Τριάδα καθαρώς ἡμῖν παρίστησιν ἡ διὰ, ὁμοῦ τε τὴν πρὸς ἄλληλα τῶν προσώπων τάξιν ἐμφαίνουσα, καὶ τὴν τῆς οὐσίας Ενότητα τὸ τρίτον δι' ἑαυτῆς τῷ πρώτη συνά πτουσα. Κατὰ γὰρ τὸν Νύσσης Γρηγόριον, τὸ μὲν ἔστι προσεχῶς ἐκ του πρώτου, τὸ δὲ διὰ τοῦ προσ εχῶς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ μονογενὲς ἀναμ φίβολον ἐπὶ τοῦ Υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ Πατρός εἶναι τὸ Πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης, καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέδ σεως μὴ ἀπειργούσης. Ωστε ἡ διὰ τὴν τοῦ γιοῦ μόνον μεσότητα πρός τε τὸν Πατέρα καὶ τὸ Πνεῦμα δείκνυσιν, ἀλλ' οὐχ ἑτέραν διαφοράν. Ταῦτα δὴ καὶ τὸν Δαμασκηνὸν πεποίηκεν, ο Υἱοῦ μὲν Πνεῦμα λέγομεν, εἰπεῖν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν.» ΕΙ γὰρ ἐν τούτῳ, ώς τινες οἷονται, τοῦτ' ἐβούλετο δ ἅγιος δηλοῦν, καὶ ταύτην εἶχε τὴν ἔννοιαν, ὅτι ἐκ τοῦ Υἱοῦ οὐκ ἔστι, πάντως ἂν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ὁ διδάσκαλος ᾤετο τὴν ὑπερ ξιν ἔχειν. Εἰ δὲ τοῦτο, καὶ ἀμέσως ἐκ τοῦ Πατρίς εἰ δὲ ἀμέσως, καὶ τῷ προβάλλειν τοῦ Πατρὸς ὑπε στατικὸν εἶναι· καὶ εἰ τοῦτο πάλιν, ἀκοινώνητον εἶναι τῷ Υἱῷ· τὰ γὰρ ὑποστατικὰ τῶν προσώπων ίδια καὶ πάντα τρόπον ἀλλήλοις ακοινώνητα. Πώς οὖν τὸν Πατέρα προβολέα διὰ Λόγου τοῦ ἐκφαντορικοῦ Πνεύματος λέγει; Πῶς ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα πολλαχού διδά σκει; Πῶς εἰ μηδεμίαν τάξιν, ἢ σχέσιν τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν ἔχει, φησί, ο Δεῖ δὲ τὸν λόγον και Πνεῦμα ἔχειν;» Ταῦτα γὰρ ἐναντία παντελώς άλλήλοις. Εἰ γὰρ προβολεὺς διὰ Λόγου, οὐκ ἂν εἴη τοῦ Πατρὸς ὑποστατικὸν τὸ προβάλλειν· καὶ εἰ ἐκ τοῦ Πατρὸς ἀμέσως, οὐκ ἂν διὰ τοῦ Υἱοῦ ἐκπο ρεύοιτο. Τὸ γὰρ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι μεσό τητα τοῦ Υἱοῦ περιφανῶς ἐμφαίνει, ἣν ὁ Νύσσης παραδίδωσι καὶ μετ᾿ αὐτοῦ πάντες οἱ θεολόγοι· καὶ τρίτον ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον τῇ τάξει κατὰ τὸν μέγαν Βασίλειον διορίζεται. Καὶ μὴν οὐ μόνον, ὡς τινες ἐκλαμβάνουσι τὴν λέξιν, εναντίος ἂν ὁ διδάσκαλος ἑαυτῷ εἴη, ἀλλὰ καὶ τοῖς πρὸ αὐτ τοῦ διδασκάλοις. Οἱ μὲν γάρ, • Ἐκ τοῦ Υἱοῦ ἐστι,
col. 929–930page 53 of 68
PG 154:929φασὶ, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ ἐξ αὐτοῦ πρόεισιν· ν ὁ δ᾽ οὐκ εἶναι ἐκ τοῦ Υἱοῦ, οὐδὲ ἐκ τῆς οὐσίας αὐτοῦ, οὐδ' ἐξ αὐτοῦ προϊέναι. Ταῦτα δὲ ὁμολογουμένως ἀντίφασις. Ἐξ ὧν ἔπεται ἢ τοῦτον μόνον διδάσκαλον ὁμολογεῖν εἶναι τῆς Ἐκκλησίας, καὶ ἅμα ἅγιον ἀποφαίνειν, ἀμελουμένων τῶν ἄλλων; ἐκνῶ γὰρ ἀποῤῥιπτομένων εἰπεῖν, ἢ τὸ πλῆθος καὶ τὸ πρεσβεῖον αἰδουμένους ἐκείνων, μὴ παραδέχεσθαι τοῦτον. Ἀλλὰ τοῦτο ἄτοπον χρὴ γὰρ ἅπαντας εὐλαβῶς ἡμᾶς δεχομένους καὶ σεδομένους, ὡς ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὑπὸ τοῦ Θεοῦ ἐμπνευσθέντας, ὃς οὐκ ἂν ἠθέλησεν, ἀγαθὸς ὢν, διὰ τούτων τους ὕστερον ἀπατᾷν, οὓς ἐβούλετο πρὸς τὴν ἀλήθειαν ἀνάγειν· χρή τοίνυν οὕτω τὰ ἐκείνων ἐξηγεῖσθαι πειρᾶσθαι, ὡς ἂν πρός τε ἑαυτοὺς καὶ ἀλλήλοις οἱ διδάσκαλοι συμφωνῶσι· καὶ μάλιστα ἐπὶ τοῦ νυνὶ προκειμένου, ἐφ᾽ οὗ πολὺ τὸ τῆς φιλονεικίας προς χώρησεν. Οπερ οὐκ ἂν ἄλλως συμφωνηθείη και σώζοιτο μετὰ πάντων καὶ διὰ πάντων, εἰ μὴ λέγοι μὲν ἀσφαλέστατα τὴν μὲν ἐκ ἐπὶ τοῦ Υἱοῦ τῷ Δα μασκηνῷ μὴ παραληφθῆναι, ἵνα μὴ ἢ ἐν πρόσωπον ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὑποπτευθείη, διὰ τὴν τῶν προθέσεων ὁμοιότητα ἢ μὴ δοκῇ μηδὲν ἑαυτοῦ προεπινοούμενον ὁ Υἱὸς ἔχειν, ὥσπερ καὶ ὁ Πατήρ, καὶ τἆλλα ὅσα πρόκειται· τὴν δὲ διὰ καὶ μάλιστα δέξασθαι, ὅτι τὴν τάξιν ἡμῖν τῶν προσώπων μετά τῆς Μονάδος παρίστησι διὰ τὴν ἑαυτῆς ἰδιότητα. Ἐπεὶ μετὰ τῆς Μονάδος καὶ τὴν τῶν προσώπων διάκρισιν ὁμολογεῖν ὀφείλομεν κατὰ τὴν παραδεδομένην ἡμῖν πίστιν. "Α δὴ καὶ ἄμφω τὸ ἐκ τοῦ Πα τρὸς δι' Υἱοῦ λέγεσθαι τὸ ἅγιον ἐκπορεύεσθαι Πνεύ μα εμφανίζει· τὸ δ' ἐκ τοῦ Υἱοῦ λέγεσθαι οὐ δήπου Πρεσεν οὖν αὐτῷ μᾶλλον τὴν μετὰ τῆς Μονάδος καὶ τὴν διάκρισιν ἐμφαίνουσαν διὰ παραλαβεῖν πρόθεσιν ἢ τὴν ἐκ αἰτίαν μόνον καὶ οὐ διάκρισιν δη λοῦσαν. Ὥστε τοιαύτην πηγὴν ὁ Δαμασκηνὸς ἐπὶ τοῦ Υἱοῦ ἀπαρνεῖται, οἵαν ὁ μέγας Διονύσιος ἐπὶ τοῦ Πατρὸς τίθησι μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος αὐτὸν εἰπών. Τοιοῦτον δὲ αἴτιον τοῦ Υἱοῦ ἀφαιρεῖται, ὁποῖον ὁ Αὐγουστῖνος τὸν Πατέρα ἔφη, ἀρχικὴν αἴτιον αὐτὸν προσειπών· ὅτι μὲν γὰρ καὶ ὁ Υἱὸς πηγὴ τοῦ ἁγίου Πνεύματος λέγεται, πολλαχόθεν παρὰ τῶν διδασκάλων ἔχομεν· ἀλλ' ἐπεὶ τοῦ Υἱοῦ ὁ Πατήρ προεπινοεῖται, τοῦ δὲ Πατρὸς οὐδὲν, αὐτός τε ἐξ ἐκείνου λέγεται εἶναι, καὶ πρὸς αὐτὸν ἀναφέρεται, καὶ πᾶν τὸ παρ' αὐτοῦ λεγόμενον εἶναι πρὸς τὴν πρώτην αἰτίαν τὴν ἀναφορὰν ἔχει κατά τὸν μέγαν Βασίλειον ἐν τοῖς ἀντιῤῥητικοῖς· καθ᾿ ἂν τρόπον καὶ ῥίζα, καὶ πηγὴ, καὶ μόνος αἴτιος ὁ Πατὴρ δύναιτ' ἂν ῥηθῆναι, ἵνα τὸ ἐξ οὗ δειχθῇ, καὶ μὴ τρεῖς ἢ δύο ἀρχαὶ πολυθέως παραδεχθῶσι· δ δ καὶ εἴρηται, ο Ζῶ ἐγὼ διὰ τὸν Πατέρα, ο και ο Περί τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱός,» και, «Απ' ἐμαυτοῦ ποιῶ οὐδὲν,» και, ο Καθὼς ἀκούω κρίνω, ο καί, «Η ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή,» και, Ο Πατήρ μου μείζων μου ἐστιν· καὶ εἴ τι τοιοῦ τον είρηται αὐτῷ πρὸς τὸν Πατέρα πάντα ἀνάγοντι, "Οθεν καὶ ὁ μέγας φησί Βασίλειος, ε Η διὰ οὐκ ἄτονον τοῦ Υἱοῦ παρίστησι τὴν ἀνέργειαν, ἀλλὰ Vίνο εξο
col. 931–932page 54 of 68
PG 154:931τῆς προκαταρκτικῆς αἰτίας ομολογίαν ἔχει, ο Καὶ τοῦτο προσκείσθω τοῖς εἰρημένοις· Οὐκ εἶπεν ὅτι ἐκ τοῦ Υἱοῦ οὐκ ἔστιν, ἀλλ' ὅτι ἐκ τοῦ γιοῦ οὐ λέγομεν. Τοῦτο δὲ οὐδὲν πρὸς τὸ προκείμενον πολλά γάρ εἰσιν, ἅπερ οὐ λέγομεν· ὁποῖον κατὰ τὰς ἀρχὲς τοῦ κηρύγματος συνέβαινεν· οἷον τὸ τὸν Υἱὸν τοῦ Θεοῦ τῷ Πατρὶ εἶναι ὁμοούσιον, τὸ τὴν ἀειπάρθενον Θεοτόκον ἐπ' ἐκκλησίας κηρύττεσθαι, τὸ τὸν Υἱὸν τοῦ Θεοῦ τῇ ἀνθρωπίνη φύσει κατά τὴν καθ' ὑπίστα σιν ἔνωσιν ἐνωθῆναι, καὶ ὅσα τοιαῦτα. "Α δὴ μὴ λεγόμενα πρότερον, καίτοι ἀληθῶς ἔχοντα, ὕστερον ὅπως δήποτε χρείας κινούσης καὶ λέγεσθαι ἐπ' Εκε κλησίας ἐβεβαιώθη. Εἴ τις οὖν τινα ήρετο πρὶν ἢ τὴν πρώτην συστήναι σύνοδον ἐπὶ βεβαιώσει τῆς θεότητος τοῦ Υἱοῦ, εἰ ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ λέγοιτο, ταὐτὸ πάντως ἂν ἤκουσεν, ὅτι οὐ λέγομεν· οὐ μὴν ἀπὸ τούτου δεδήλωκεν, ὅτι οὐκ ἔστι τοσοῦτον δὲ καὶ μόνον, ὡς οὔτε ἐν τῇ Γραφῇ οὔτε ἐν τῇ συνηθεία ῥητῶς ἐμφέρεται· ὅπερ ὕστερον ἐκ τῶν τῆς Γραφῆς ἀληθῶς οὕτως ἀποδεδειγμένον ἐβεβαιώθη, ὡς μετὰ τῶν αἱρετικῶν τετάχθαι τὸν μὴ τοῦτο ὁμολογοῦνται τὸ ἴσον οὖν καὶ περὶ τοῦ παρόντος βητέον. Ὅτι μὲν οὖν ἡ διὰ τῆς ἐκ οὐδὲν διαφέρει, πλὴν ὅσον διακρίνειν τὰς ὑποστάσεις, καὶ τὴν πρὸς ἀλλή λας αὐτῶν τάξιν ἐμφαίνειν, καὶ μίαν εἶναι τὴν Ενέργειαν παρίστησιν εἴτε ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὰ πάντα δημιουργηθήναι λέγεται, εἶτ᾽ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, δῆλον ἀπό τε τῆς ἐνεργείας αὐτῆς, ὡς εἴρηται, ἀπό τε τῶν διδασκάλων μηδαμή καταδεχομένων διαφορὰν τινα καὶ ὁπωσοῦν ἐπὶ τούτων τῶν προθέσεων ἐννοεῖν διὰ τὴν μίαν οὐσίαν καὶ πρόοδον· καὶ τοῦτ ἐστὶ πάντων τῶν θείων Πατέρων ἀδιορίστως άξιων σάντων, καὶ δεικνύντων ἀπὸ τῆς Γραφῆς τὸ τῶν προθέσεων ἀδιάφορον ἐπὶ Πατρὸς καὶ Υἱοῦ· τὸ γὰρ διαφέρειν οίεσθαι ταύτας ἐπὶ Πατρὸς καὶ Υἱοῦ τῶν παλαιῶν αἱρετικῶν ἦν, βουλομένων ἀπὸ τῆς διαφοράς ταύτης δυνάμεων καὶ ἐνεργειῶν καὶ προόδων, καὶ ἀκολούθως οὐσιῶν διαφορὰν εἰσάγειν· ὥσπερ τὴ καὶ τοῖς νῦν διαιρεῖν βουλομένοις ἐξ ἀνάγκης καὶ ἡ τῆς οὐσίας διαίρεσις ἔπεται. Τοῦ γὰρ μὴ καὶ ταύτην διαιρεῖν οὐχ ἔξουσι τὴν αἰτίαν εἰπεῖν· ἡ γὰρ οὐδὲν πρὸς τὴν τοῦ Πνεύματος πρόοδον ἡ διὰ συνεισφέρει ή συνεισφέρει μὲν, ἀτελῆ δὲ, ἡ ὀργανικὴν, ὴ ὥσπερ διὰ τόπου ἢ χρόνου. ᾿Αλλὰ μὴν ἐπεὶ μάταιον ἦν δι Υἱοῦ λέγειν οὐδ᾽ ὁτιοῦν δηλούσης τῆς λέξεως, λείπεται, τῶν ἄλλων ὡς οὐδαμή προσηκόντων ἐπὶ Θεοῦ παραλειπομένων, λέγειν συνεισφέρειν αὐτὴν τὸ ἐκ τοῦ Πατρὸς οὐσιωδῶς προϊέναι κατὰ τὴν αὐτὴν καὶ μίαν πρόοδον καὶ ἐνέργειαν ὑπαρκτικῶς τὸ Πνεῦμα τὸ ἅγιον. Ο καὶ παρὰ τῶν ἁγίων ὁμολογεῖται· τὸ γὰρ διά τινος δν φυσικῶς καὶ ἐξ αὐτοῦ ἐστι· καὶ τοῦτο μᾶλλον ἰσχύειν ἐκεῖ ἐστέον διὰ τὸ τῆς οὐσίας ταυτὸν, καὶ τὸ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ὁμόθεον, καὶ τὴν ἄλλην παρὰ τῇ Γραφῇ πρὸς ἐκεῖνον ταυτότη τα καὶ ἀπαραλλαξίαν· πρὸς δὲ καὶ τὸ ἐκ τῆς
col. 933–934page 55 of 68
PG 154:933οὐσίας τοῦ Υἱοῦ λέγεσθαι καὶ ἐξ αὐτου προϊέναι καὶ ἡ είναι. Ἔτι δὲ καὶ αὐτοὶ οἱ ἀντιλέγοντες τὴν ἐνέργειαν, ἢ τὴν ἀγαθότητα καὶ τὴν ζωὴν τοῦ Θεοῦ, ἢ τὰ ὑπὸ τῶν ἀνθρώπων παρὰ τοῦ Θεοῦ εἰς τὸ μετέρχεσθαι λαμβανόμενα χαρίσματα, ἃ δὴ πάντα ἄκτιστα εἶναι βούλονται καὶ διάφορα τῆς οὐσίας πράγματα, φασὶν ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ Θεοῦ ἐνιδρυμένα, καὶ ταύτην αὐτῶν αἰτίαν εἶναι, νῦν μὲν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, νῦν δὲ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὴν ὕπαρξιν ἔχειν όμο λογοῦντες. Ἐκ γὰρ τῶν τριῶν ὑποστάσεων αἰτιατά τιθέασι. Τοῦτο δ' οὐκ ἂν πάντως ἔλεγον, εἰ μὴ τὰς ὑποστάσεις τὴν οὐσίαν εἶναι τοῦ Θεοῦ ἡγοῦντο, ὅπερ ἐστὶν ἐναντίον οἷς ἀδολεσχοῦσιν ἀλλαχοῦ. Δῆλον τοίνυν ἐκ τούτων καὶ αὐτοὶ ποιοῦσιν, ὡς οὐδεμίαν διαφορὰν ἐπ' αὐτῶν τῶν προθέσεων τίθενται, δηλον ὅτι διὰ τὸ τῆς οὐσίας καὶ τῆς προόδου καὶ ἐνεργείας ταυτὸν καὶ ἀδιάφορον. Προσεμφαίνουσι δὲ καὶ ὅτι οὐκ ἐπὶ τῶν κτιστῶν μόνον ἢ διὰ πρὸς τὴν ἐκ ἀντιμεθίσταται (8 κατὰ τῆς τῶν ἁγίων αὐτοὶ προ τείνουσι διδασκαλίας, ἀξιωσάντων ἀδιαφορεῖν ταύτας ἐπὶ τῶν θείων ἁπλῶς, ὡς εἴρηται), ἀλλὰ καὶ ἐπὶ τῶν ἀκτίστων αὐτὰς ὑποχωρεῖν ἀλλήλαις καὶ ἀντι μεθίστασθαι. Πειθέτω δὲ αὐτοὺς καὶ τὰ ὑποδείγματ τα, οἷς οἱ διδάσκαλοι πρὸς ἔνδειξιν τῆς κατὰ τὴν Τριάδα τῶν προσώπων προόδου καὶ τάξεως ἐχρήσαν το, οἷον ἥλιον, ἀκτῖνα καὶ φῶς, ὀφθαλμὸν, καὶ πηγὴν καὶ ποταμόν· ἔτι δὲ πηγὴν καὶ ποταμὸν καὶ λίμνην, * ρίζαν, καρπόν, καὶ κλάδον, καὶ ὅσα τοιαῦτα· ἐν οἷς δῆλον τὴν ὕπαρξιν ἔχειν τὸ τρίτον ἐκ τοῦ πρώτου διὰ τοῦ μέσου κατὰ μίαν πρόοδον μετὰ καὶ τοῦ τὴν φυσικὴν συνάφειαν καὶ ἑνότητα πρὸς ἄλληλα απου σώζειν. δ Αφ' ὧν ὑποδειγμάτων δήπου, τῆς ὕλης καὶ τῶν κατ' αὐτὴν διαστημάτων καὶ τῆς ἐπομένης αὐτῇ ῥοπῆς ἀφαιρουμένων (ταυτὶ γὰρ ἐπὶ Θεοῦ χώραν οὐκ ἔχει, δι' ἃ δὴ καὶ πολλάκις τα υποδείγματα τοῖς διδασκάλοις ὅσον ἐν τούτοις ἀπήρεσκεν), ὁ περὶ τῆς πρὸς ἄλληλα τάξεως μετὰ τῆς συναφείας καταλείπεται λόγος· μόνος ἐπὶ Θεοῦ κατὰ τὰ θεῖα πρόσωπα λαμβάνεσθαι προσήκων. ὓς μόνος τῶν ἄλλων ὅσα ἔπονται παραλειπομένων ἐπὶ Θεοῦ τοῖς ἁγίοις ἀρκεῖ· ὥστε καὶ τὴν πρόοδον, καὶ τὴν τάξιν, καὶ τὸ τῆς φύσεως οἰκεῖον, ὅσον ἀπὸ τῶν καθ' ἡμᾶς ἐνδέχεται περιστᾷν. Εἰ γὰρ μηδὲ κατὰ τὴν τάξιν ταῦτα ληψόμεθα τὴν πρόοδον καθαρῶς ἐμφαίνουσαν, μηδὲ τῆς πρὸς ἄλληλα σχέσεως ενδεικτικὰ τῶν θείων προσώπων φήσομεν, οὐκ οἶδα τί ποθ' ἡμῖν ἕτερον ταυτὶ τὰ ὑποδείγματα βούλεται. ΚΕΦΑΛ. ΙΒ'. Ὅτι οἱ ἅγιοι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Γιοῦ τὸ Πνεῦμα θεολογοῦσι, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι, καὶ ὑπάρχειν, καὶ προϊέναι, καὶ ἐκπο. ρεύεσθαι, Καιρὸς δὲ ἤδη καὶ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ὡς

Chapter XIICaput XII

col. 935–936page 56 of 68
PG 154:935ὁμολογούμενον είληπται, καὶ ἐξ αὐτοῦ εἶναι, καὶ ο υπάρχειν, καὶ προϊέναι, καὶ ἐκπορεύεσθαι ἐκ τῶν διδασκάλων παραστῆσαι, καὶ μετὰ ταῦθ' ἡμῖν ἔξει τέλος τὸ προσήκον ὁ λόγος. Αὐτίκα τοίνυν ὁ θεῖος Κύριλλος ἐν τῷ β' τῶν Θησαυρῶν ἐφ' ἑνὶ τῶν κεφαλαίων οὕτω τὴν ἐπιγραφὴν ποιεῖται· Ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ αὐτὸ τοῦτο πρόκειται αὐτῷ, δῆλον, ὅτι τὴν θέσιν καὶ πάνυ δεχόμενος, βούλεται συμπεραίνειν· καὶ ἐν αὐτῷ καὶ τῷ οὕτως ἐπιγραφομένο κεφαλαίῳ φησίν· ἡ Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἄγον ἐν ἡμῖν γινόμενον συμμόρφους ἡμᾶς ἀποδεικνύει Θεοῦ, πρόεισι δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ότι τῆς θείας ἐστὶν οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν.» Πάλιν ἐν αὐτῷ· ἡ Ἴδιον δὲ πάντως τὸ Πνεῦ μα τοῦ Υἱοῦ, καὶ οὐκ ἔξωθεν ἐπαχτόν. Ο Καὶ πάλιν ἐν ἄλλῳ κ Ανάγκη τὸ Πνεῦμα ἐκ τῆς οὐσίας υπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Υἱοῦ καὶ θεοῦ, πᾶσαν αὐτοῦ τὴν τε δύναμιν καὶ ἐνέργειαν ἔχον.» Καὶ πάλιν ἐν ἄλλῳ, ὁ Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα, ο Ετι ὁ αὐτὸς ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάν νην, εἰς τὸ ῥητὸν τὸ, Καὶ Θεὸς ἦν ὁ Λόγος, Ούκ ἄρα ἐλάττων ἐστὶν ὁ τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ τελείῳ Πατρὶ, καὶ τὸ τοῦ γεννήσαντος Πνεύμα φύσεως ιδίας έχων ἀγαθὸν, ζῶν τε καὶ νυπόστατα, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Πατήρ.» Πάλιν ὁ αὐτὸς ἐν τῇ ἑρμηνείᾳ εἰς τὸν κἀγὼ ἐρωτήσω τὸν Πα τέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· ετών γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς φυσικῶν ἀγαθῶν εὐτ σιωδῶς ὑπάρχων ὁ Υἱὸς κοινωνός, ἔχει τὸ Πνεῦμα κατὰ τοῦτον τὸν τρόπον, καθ' ὅνπερ ἂν νοείτα καὶ ὁ Πατήρ, οὐκ ἐπακτὴν, οὐδ᾽ ἔξωθεν, εύηθες γάρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν· ἀλλ' ὥσπερ καὶ ἡμῶν ἕκαστος τὸ ἴδιον ἐν ἑαυτ πνεῦμα συνέχει, καὶ ἐκ τῶν ἐνδοτάτων στὸν ἄγχνων εἰς τὸ ἔξω προχέει· διά τοι τοῦτο καὶ σωματικής αὐτὸ ἐνεφύσησεν ὁ Χριστὸς, δεικνύς ὅτι καθώστε ἐκ τοῦ στόματος τοῦ ἀνθρωπίνου πρόεισι τὸ πνεῦμα σωματικῶς, οὕτω καὶ ἐκ τῆς οὐσίας θεοπρεπώς προχεῖται τὸ ἐξ αὐτῆς. Πάλιν ὁ αὐτὸς ἐν τοῖς προς Παλλάδιον κατὰ πεῦσιν καὶ ἀπόκρισιν λόγοις έγγιστε τῆς ἀρχῆς· «Τρεπτὸν δὲ οὗτοι που τὸ Πνεῦμα ἐστιν ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ' αὐτὴν ὁ μώμος τὴν θείαν ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ήγουν ἐκ Πατρὸς δι' Υἱοῦ, προχεόμενο πνεῦμα.» Πάλιν ὁ αὐτὸς ἐν τῇ πρὸς Νεστόριον τρίτη αὐτοῦ ἐπιστολῇ, ἧς ἡ ἀρχή. Τοῦ Σωτήρος ημών λέγοντος, «Ο φιλών πατέρα, ἢ μητέρα.» «Εί γὰρ καὶ ἔστιν ἐν ὑποστάσει τὸ Πνεῦμα ἰδικῇ, καὶ δὴ καὶ νοεῖται καθ' ἑαυτὸ, καθὸ Πνεῦμα ἐστε καὶ εὐχ Υἱός· ἀλλ᾽ οὖν ἐστιν οὐκ ἀλλότριον αὐτοῦ. Πνεῦμα γὰρ ἀληθείας ὠνόμασται, καὶ ἔστι Χριστὸς ἡ άλλ θεια· καὶ προχεῖται παρ' αὐτοῦ, καθάπερ αμέλει καὶ ἐκ τοῦ Θεοῦ καὶ Πατρός.» Εἰ δέ τις ἐνταῦθα τὸ Πνεῦμα χάρισμα βούλεται ἀνυπόστατον εἶναι· ἀλλὰ πρῶτον μὲν, ζῶν τε καὶ ἐνυπόστατον εἴρηκε, καὶ ἐν ὑποστάσει εἶναι ἰδιαί καὶ καθ' ἑαυτό· ἔπειτα καὶ ὅτε σωματικῶς αὐτὸ ἕνα
col. 937–938page 57 of 68
PG 154:937δ φύση, σεν ὁ Χριστὸς, οὐκ ἄλλο ἢ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ οὐσιῶδες καὶ ἐνυπόστατον δεδωκέναι λέγουσιν. Εν γὰρ τοῖς πρὸς Αμφιλόχιον ὁ μέγας φησί Βασίλειος, Πνεῦμα τῷ ζῶντι λόγῳ συντεταγμένον εἰς τὸ δη μιουργεῖν, ζῶσα δύναμις, καὶ θεία φύσις ἄῤῥητος ἐξ ἀρρήτου στόματος πεφενεῖα, ἀῤῥήτως καὶ κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄνθρωπον ἀπεσταλμένη, καὶ κατὰ τὸν σωματικῶς ὑπὸ τοῦ Χριστοῦ δειχθέντα τύπον αὖθις ὑπ' αὐτοῦ δι' ἐμφυσήσεως εἰς τὸν ἄνθρωπον ἀποκαθισταμένη. Εἰ τοίνυν τὸ Πνεῦμα τὸ δι' ἐμφυσήσεως αποκατασταθὲν τῷ ἀνθρώπῳ θεία φύσις λέ γεται, καὶ τῷ ζῶντι λόγῳ συντεταγμένων εἰς τὸ δη μιουργεῖν, πῶς ἄν τις ἀνούσιον εἴποι; ο Ἔτι δὲ ὁ μέγας Αθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα περὶ τοῦ ἁγίου Πνεύματος ἐπιστολῇ· «Αμέλει τοῦ Πατρὸς πέμποντος τὸ Πνεῦμα, ὁ Υἱὸς ἐμφυσῶν δίδωσιν αὐτὸ τοῖς μαθηταῖς· ἐπειδὴ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι. Καὶ ὁ Κύριλλος ἐν δ' τῶν πρὸς Ερμείαν, * τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ φυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα ἐσκιαγράφησεν.» Ἔτι δὲ κατὰ τὴν τῶν Θεοφανείων ἑορτὴν ἐν τοῖς ᾄσματιν ᾄδομεν, ο Εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ᾿Αλλὰ τοῦτον φέρεις ἐν σεαυτῷ. Υἱοῦ; Αλλ' αὐτὸς υπάρχεις ὁ σαρκωθείς. Πνεύματος ἁγίου; Καὶ τοῦτο εἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος.» ᾿Αλλὰ καὶ ἢ εἰ σύνοδος ἐν ιβ' κεφαλαίῳ τοῦ τέλους αὐτῆς οὕτω φησίν· «Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ Μοψουε. στίας, τοῦ εἰπόντος ἄλλον εἶναι τὸν Θεὸν Λόγον, καὶ ἄλλον τὸν Χριστὸν, καὶ μετὰ τῶν ἄλλων ἀναριθμή των αὐτοῦ βλασφημιών τολμήσαντος εἰπεῖν, ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας ὁ Κύριος τοῖς μαθηταῖς, καὶ εἰπών, ο Λάβετε Πνεῦμα ἅγιον,» οὐκ ἔδωκεν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ σχήματι μόνῳ ἐνε φύσησε· τοῖς οὖν τὰ αὐτὰ καὶ τὰ ὅμοια αὐτοῖς φρο νήσασι πώποτε, καὶ μέχρι τέλους ἐμμείνασι τῇ τοι αὐτῇ ἀσεβείς, ἀνάθεμα έστω.» Επισυνάγειν δὲ ἔξεστιν ἀπὸ τῶν τοῦ θείου Πατρός Βασιλείου, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ὑπάρχειν εἴ ρικε. Στόμα μὲν γὰρ τοῦ Πατρὸς ὁ Υἱός· ὁ δὲ ἐξ ἀρρήτου στόματος εἶπεν αὐτὸ πεφηνέναι. Εἰ γὰρ τὸ περηκέναι τις ἀντὶ τοῦ φαίνεσθαι ἐξηγεῖται, οὐδὲν λέγει. Πρῶτον μὲν γὰρ οἱ ἅγιοι ἀντὶ τοῦ εἶναι αὐτὸ λαμβάνουσιν. "Ο τε γὰρ θεῖος Βασίλειος φησί, «Το Πνεῦμα οὐδὲν ἔχον ἐστὶν ἐπίκτητον, ἀλλ' ἀἰδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πέφηνας·, ὅ τε θεῖος Κύριλλος ἐν τῷ πρὸς Ουαλεριανών Επίσκοπον λόγῳ φησίν, ο "Αγιος γὰρ ἂν κατὰ φύσιν, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, ὁ ἐξ αὐτοῦ πενηνὼς Τιές μονογενής, Αγιάσθαι λέγεται παρὰ τοῦ Πατρὸς, καθὰ πέφηνεν ἄνθρωπος. Οὐ τὸ πεφηνέναι δὲ μόνον, ἀλλὰ καὶ τὸ ἐκλάμπειν τὴν ἄχρονον ὕπαρξιν τοῦ Υιού δηλοῖ· οἷον ὅταν ὁ Δαμασκηνός λέγῃ·· Σύ μήτηρ Θεοῦ ἀσυνδιάσεως γεγένησαι τοῦ ἐξ ἀκη ράτου Πατρὸς ἐκλάμψαντος. ὁ Ἔτι δὲ ὁ Στουδίτης ἐν τοῖς ᾄσμασι ψάλλει: «Ο Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύνθρονον, σύμμορφον ἐκ Πατρός συνεκλάμψαν. Καὶ μὴν καὶ τὸ προϊέναι καὶ ἀναβλύζειν καὶ ἐκπέμπεσθαι, ὥσπερ Ει πεφηνέναι, πεφηνέναι, Τα
col. 939–940page 58 of 68
PG 154:939τοῦ Πνεύματος τὸν ἴσον τρόπον ἔχειν ῥητέον, ἐπει δὲν αὐτὸ πεφηνέναι καὶ προϊέναι καὶ ἀναβλύζειν παρὰ τοῦ Υἱοῦ λέγεται. Επειθ' ὁ τὴν λέξιν ἐξης γούμενος ἀγνοεῖν ἔοικε τὰ μικρὰ ταυτί καὶ παιδαριώδη, ότι τινὰ τῶν ῥημάτων ἐπὶ τῶν ἐνεστώτων άλλο σημαίνοντα, ἐπὶ τῶν ἰδίων παρωχημένων, και μελλόντων ἑτέραν σημασίαν μεταλαμβάνει. Οἷον, πράττω μὲν ἐπὶ ἐνεστῶτος δηλοῖ τὸ ἐνεργῶ, τὸ δὲ πέπρακα ἐπὶ τοῦ ἰδίου παρακειμένου τὸ ἐπώλησε σημαίνει, ὡς ἔχει τὸ ψαλλόμενον, ο Καὶ ὡς δοῦλον πέπρακε τὸν Κύριον.» Καὶ πείθω μὲν ἐπὶ ἐνεστών τος τὸ καταπείθω σημαίνει, τὸ δὲ πείθομαι ἐπὶ μέλλοντος ἐπὶ πάθους ἀντὶ τοῦ ὑπομενῶ λαμβάνει είρηται, οὐδὲν ἧττον τὴν ὕπαρξιν τοῦ Υἱοῦ παρέστη. σιν, ὥσπερ καὶ αὐτὸ τὸ γεννᾶσθαι. "Α δὴ καὶ ἐπὶ πεφηνέναι, πράττω, Τα πέπρακα, πείθω, Εται. Ὥστε καὶ τὸ φαίνω ῥῆμα τὸ λάμπω καὶ δεξα πείθομαι, πείσομαι, φαίνω, πεφηνέναι, πρὸς Σεραπίωνα ἐπιστολῇ. ἧς ἡ ἀρχή, τα γράμ καὶ κνυμι δηλοῦν ἐπὶ ἐνεστῶτος, ἐπὶ τοῦ πεφηνέναι παρῳχημένου τὸ εἶναι καὶ ὑπάρχειν ἐνταῦθα σημαίνει ὡς αἱ ρήσεις ἔκκεινται τῶν ἁγίων, καὶ ἡ σύμφρασης μετὰ τῆς ἐννοίας τοῦτο καταναγκάζει. Αλλά μήν οὐδὲ τοῦτ' ἔξεστι λέγειν, ὡς ἐπειδὰν τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Υἱοῦ δίδοσθαι, ἢ χορηγείοθαι, ἢ πέμπεσθαι λέγεται, οὐκ αὐτὸ τηνικαῦτα τὸ ἐνυπό στα τον Πνεῦμα ἅγιον δηλοῦται, ἀλλ᾽ ἕτερόν τι αγα πόστατον. Πρῶτον μὲν γὰρ οὐ πολλά Πνεύματα Αγια εἰσιν. "Ο τε γὰρ Γρηγόριος ὁ Θεολόγος ἐν τῷ πρὸς Ήρωνα τὸν φιλόσοφον φησίν·. Ορίζου δὲ καὶ τὴν ἡμετέραν εὐσέβειαν διδάσκων ἕνα μὲν εἰδέναι θεὸν ἀγέννητον τὸν Πατέρα, Ένα δὲ γεννητὸν τὸν Υἱόν, ἐν δὲ Πνεῦμα ἅγιον προελθὸν ἐκ τοῦ Πατρὸς ἢ καὶ προϊόν· κ ὅ τε θεῖος Σωφρόνιος πατριάρχης Περι σολύμων ἐν τῇ τῆς πίστεως ὁμολογίς αὐτοῦ μετὰ τινα ἐπάγει - «Καὶ εἰς ἐν Πνεῦμα ἅγιον, ο Πρύτα τούτων καὶ ὁ μέγας Παῦλος φησί, ο Καὶ ἐν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα.» Επειτα εἰ καὶ δοίημεν λέγ γεσθαι καὶ ἄλλα Πνεύματα, ἀλλ' οὐδὲν ἐκείνων Πνεύ μα ἅγιον λέγεται, ἢ καὶ θεῖον, οὐδ᾽ ἐκ τοῦ Πατρὸς έκπορευόμενον, ἢ διὰ τοῦ Υἱοῦ ἐκπορευόμενον, ουδ' ἐνυπόστατον· ἐπείπερ οὐ τῆς αὐτῆς φύσεως ούτ ἀξίας· ἀλλὰ διαφέρει τοσοῦτον, ὅσον τοῦ ποιητοῦ τὰ ποιήματα. Ὅτι μὲν γὰρ οὐδὲν ἕτερον, δῆλον ἐκ τῆς κοινῆς ἐννοίας τῆς πίστεως, ἡ τρία μόνα πρόσωπα τίθησιν εἶναι τὸν Θεόν· φανερὸν δὲ καὶ παρὰ τῶν ἁγίων αὐτῶν. Ο γάρ μέγας Αθανάσιος ἐν τῇ ματα τῆς σῆς ἱερᾶς διαθέσεως, φησίν, ο Είπατε γοῦν εἴ που τῆς Γραφῆς εὑρίσκεται τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον Πνεῦμα, χωρίς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρός, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ Υἱοῦ, ἢ παρ' ἐμοί, δέσει παρὰ τοῦ Θεοῦ, ἡ μετὰ τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται Πνεῦμα, ἀλλὰ τὸ Πνεῦμα τοῦ θεοῦ, ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, ἢ Παράκλητος, ἢ ἀληθείας, ὅ ἐστὶ τοῦ Υἱοῦ τοῦ λέγοντος, ο Εγώ εἰμι ἡ ἀλήθεια, ο ἵνα ἀκούσαντες μὴ ἀπώς Πνεῦμα υπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, Καὶ ὁ θεῖος δὲ Αναστάσιος πατριάρχης Αντιο
col. 941–942page 59 of 68
PG 154:941ο χείας ἐν τῷ δογματικῳ αὐτοῦ λόγῳ, ως ἡ ἀρχή, Τὸν περὶ τῆς ἡγιοὺς ἡμῶν πίστεως λόγον, μετά πολλά φησί, ο Πνεῦμα δὲ ἅγιον ὅλως οὕτω λε γόμενον οὐχ εὑρήσεις. Πνεῦμα δὲ, καθά φθάσας, ἔφην, λέγεται ὁ Θεὸς, καὶ ἅγιος ὁ Θεός. συντιθέμενα δὲ ἄμφω τὰ ὀνόματα τῷ ἰδίως καλουμένῳ Πνεῦμα ἅγιον ἁρμόζει· καθάπερ ἡ τοῦ Πατρός ἐπίκλησις τῷ αἰτίῳ, καὶ ἡ τοῦ Υἱοῦ τῷ ἀμέσως ἐκ τοῦ αἰτίου,» Αλλὰ καὶ ὁ θεῖος Χρυσόστομος ἐν τῇ περὶ τοῦ ἁγίου Πνεύματος ὁμιλίς, ἧς ἡ ἀρχή, χθὲς ἡμῖν, ὦ φιλόχριστοι, φησί· κ Ταῦτα τὰ ὀνο ματα τῆς ἀφράστου φύσεως τοῦ ἁγίου Πνεύματος εἰσι - Πνεῦμα Θεοῦ, Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, Πνεῦ μα Κυρίου, Πνεῦμα Πατρός, Πνεῦμα Υιού, Πνεῦμα Χριστοῦ, Πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστόν, Πνεῦμα ζωής, Πνεῦμα ἀληθείας. Εἰ τοίνυν τὸ λέ- Η γεσθαι Πνεῦμα Υἱοῦ, καὶ Πνεῦμα ἀληθείας, από τὴν τὴν φύσιν τοῦ ἁγίου Πνεύματος σημαίνει, φαί νερὸν ὅπερ ἐλέγετο, ὡς ἐπειδὴν τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ τὸ Πνεῦμα τῆς ἀληθείας παρ' αὐτοῦ τοῦ Υἱοῦ ἀποστέλλεσθαι λέγεται, αὐτὸ τὸ ἐνούσιον καὶ ἐνυ πάστατον θείον Πνεῦμα ὁ Παράκλητος, ὁ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορευόμενος κατὰ τὴν τῶν ἁγίων θεολογίαν, οὐ μέντοι χάρισμά τι ἀνυπόστατον, ὥς τινες οἴονται, δηλοῦται. Εἰ δὲ πάλιν ὁ θεῖος Χρυσόστομος ἐν τοῖς αὐτοῖς λέγει, ε εναν δὲ ἀκούσης ἀποστέλλεσθαι, μὴ τὴν θιότητα ἐκλάδης εἰρῆσθαι, Θεὸς γὰρ δὲν ἀποστέλλεται ο οὐδὲν τῷ λόγῳ προσέ Πέρσαι, οὐδ᾽ αὐτός ἐστιν ἑαυτῷ ἐναντίος· καὶ γὰρ καθὰ Θεὸς οὐδὲν ἀποστέλλεται τῶν προσώπων, οὐδὲ καθὰ οὐσία καὶ θεάτης· αίνω γὰρ ἂν εἶεν θεῶν & πλῆθος ἀποστελλόντων καὶ ἀποστελλομένων, καὶ τῶν μὲν κυρίων, τῶν δὲ δούλων, ἢ καὶ τῶν αὐτῶν ἑκάτερα· οὐ γὰρ ἂν εἴη κυρίως Θεός, ἂν καθὸ Θεὸς ἀποστέλλεσθαι λέγηται· καθ' ἂν δὴ λόγον ὁμοίως οὐδὲ καθὸ Θεὸς ὁ Πατὴρ γεννᾷ τὸν Υἱόν, οὐδὲ ἡ οὐ στα λίγοιτ' ἂν ἁπλῶς γεννῖν οὐσίαν· εἴπετο γὰρ ἂν ἡ τρεῖς εἶναι πατέρας, ἢ τρεῖς οὐσίας καθ' αὐτές θεωρουμένας, μεμερισμένας καὶ ἀπεσχοινισμένας ἀλλήλων· ἀλλὰ καθὸ πρόσωπον λέγεται ἀποστέλλεσθαι· ὥσπερ καὶ καθὸ μὲν Πατήρ, ὁ Πατήρ γεν να, καθὰ δὲ Υἱὸς, ὁ Υἱὸς γεννᾶται, δηλονότι κατά τὰς τῶν ὑποστάσεων ἰδιότητας, καὶ τὰς αὐτῶν σημ μασίας, καὶ κατὰ τὴν πρὸς ἄλληλα τάξιν τῶν τοι ούτων τοῖς προσώποις ἀποδιδομένων οικείως μετά τῆς κατὰ τὴν οὐσίαν ταυτότητας Ούκουν ὁ ἅγιος πρὸς ταῦτα ὁρῶν ἐκεῖνο ἀπέφησ σεν, ἀλλὰ τοῦτο μὲν τιθεὶς πολλαχοῦ φαίνεται, ἐκεῖ να δὲ ἀποφάσκει, ἵνα μὴ δύο θερὶ καθὸ θεοὶ διῃρημένοι νοοῖντο, ὁ μὲν πέμπων, ὁ δὲ πεμπόμενος. Επείπερ ὁ πέμπων τοῦ πεμπομένου θέλει χωρίς ζεσθαι, καὶ οὕτως ὁ μὲν Κύριος, ὁ δὲ δοῦλος· καὶ δύο θεότητες, καὶ εἴ τι ἄλλο τῶν ἀτόπων ἔπεται, "Αλλως τε πῶς ἂν ὁ ἅγιος τὸν Παράκλητον ἀποστέλλεσθαι παρὰ τοῦ Υἱοῦ ἀπηρνήσατο, όπου γε αυτός ὁ Κύριος φησὶ περὶ ἑαυτοῦ διαρρήδην, • "Οταν δὲ ἔλθῃ ὁ Παράκλητος, ἂν ἐγὼ πέμψω ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται; Πλὴν οὐ μὴ λέγει τῶν καὶ αὐτὸν τὸν Παράκλητον τὸ
col. 943–944page 60 of 68
PG 154:943Πνεῦμα τῆς ἀληθείας τὸ τῆς Τριάδος ἐν θεῖον πρόσο ωπὸν ἀνούσιον εἶναι. Ἀλλὰ τοῦτο μετὰ τῆς ἀπε βείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Μάλλον μὲν οὖν ὁ θείος Χρυσόστομος καὶ πολλὴν τῇ παρούσῃ ἀληθείᾳ τὴν ἰσχὺν δίδωσιν. Ἐν γὰρ τῇ ᾽ ὁμιλίᾳ τῆς εἰς τὸ κατὰ Ἰωάννην ἐξηγήσεως, οἷον ἀπὸ τοῦ ἐναντίον τὸν λόγον σχηματίζων, φησί·. Καὶ πῶς, φησί, τῆς αὐτῆς οὐσίας ὁ πέμπων καὶ ὁ πεμπόμενος; ' καὶ ἐπάγει·. Πάλιν ἐπὶ τὰ ἀνθρώπινα καταφέρεις τον λόγον, καὶ οὐκ ἐννοεῖς, ὅτι ταῦτα πάντα δι' οὐδὲν ἕτερον εἴρηται, ἀλλ' ἵνα καὶ τὸν αἴτιον εἰδῶμεν, καὶ εἰς τὴν τοῦ Σαβελλίου μὴ καταπέσωμεν νόσον. ο Εν τούτοις δύο τινὰ συνάγονται· πρῶτον ὅτι ὁ πέμπων οὐσία ἐνυπόστατός ἐστι, καὶ ὁ πεμπόμενος ὡσαύ τως· τῆς γὰρ αὐτῆς οὐσίας ἄμφω και πάνω ὁμολογεῖ· δεύτερον ὅτι τὸ πέμπεσθαι ἅμα μὲν τὴν διά κρισιν τῶν θείων εμφαίνει προσώπων, ἅμα δὲ καὶ τὸν αἴτιον παρίστησιν. «Δι' οὐδὲν γὰρ, ψησίν, ἕτερον τὸ πέμπεσθαι εἴρηται, ἀλλ᾽ ἵνα καὶ τὸν αὐτῶν εἰδών μεν, καὶ εἰς τὴν τοῦ Σαβελλίου μὴ καταπέσωμεν νόσον. Εἰ τοίνυν τὸ πέμπειν καὶ πέμπεσθαι τὸ απ τιον καὶ τὸ αἰτιατὸν ἐμφαίνει, παρὰ δὲ τοῦ Υἱοῦ πέμπεται τὸ Πνεῦμα τὸ ἅγιον, εύδηλον κατὰ τὸν θεῖον Χρυσόστομον, ὅτι ὁ Υἱὸς αἴτιος τοῦ ἁγίου Πνεύματός ἐστι· πρὸς γὰρ τὸ ἑπόμενον τοῦτο οὐν δεν προσίσταται. Οὕτως ἡ ἀλήθεια καὶ ἐξ ὧν τινές αὐτὴν βούλονται σπαράττειν λαμπρότερον διαλάμπει, καὶ πᾶν αὐτοῖς εἰς τουναντιον περιίσταται, Ὅτι δὲ τὰ παρὰ τὸ ἐν ἅγιον Πνεῦμα τὸν Παράκλησ τον, τὸ Πνεῦμα τῆς ἀληθείας, πολλὰ ἕτερα λεγό μενα πνεύματα τοσοῦτον αὐτοῦ διαφέρει, ὅσον του ποιητοῦ τὰ ποιήματα, δῆλον ἐκ τῶν εἰρημένων Γρη γυρίῳ τῷ θεολόγῳ ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ. Φησί γάρ, «Πνεῦμα λέγεται υἱοθεσίας, έλει θερίας, Πνεῦμα συνέσεως, Πνεύμα σοφίας, βουλής, Ισχύος, γνώσεως, εὐσεβείας, φόβου Θεοῦ. Καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων,» Ἐπεὶ τοίνυν τὸ Πιε μα τὸ ἅγιον ποιητικὸν τῶν χαρισμάτων τούτων ο διδάσκαλος λέγει, δῆλον, ὡς ταῦτα τῶν ποιημάτων ἐστίν. Ονομάζεται δὲ ἀπὸ τῶν τοιούτων τοῖς αὐτοῖς ὀνόμασι καὶ τὸ πανάγιον Πνεῦμα, καθάπερ καὶ ότι μιουργὸς ἀπὸ τῶν δημιουργημάτων καλεῖται, καὶ ἀπὸ τῶν τεχνητῶν ὁ τεχνίτης, καὶ ὅπως ἀπὸ τῶν αιτιατῶν ὁ αἴτιος· διὸ καὶ ἐνεργήματα ὁ μακάριος εἴρηκε Παῦλος, εἰπών, ο Καὶ διαιρέσεις ἐνεργημέν των εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Τὸ γοῦν τὰ ἐνεργήματα ἄκτιστα λέγειν ἴσον ἐστὶ τῷ τὰ δημιουργήματα τῆς τοῦ ἀκτίστου προσηγορίας ἀξιοῦν. στοιχειωτικός, Ατοπον δὲ καὶ ἄλλως τὴν βουλὴν ἢ τὸν φίλον ἐν τῷ Θεῷ λέγειν εἶναι ἄκτιστα. Ενθα γάρ βουλή, ἐκεῖ καὶ ἔνδεια θεωρείται γνώσεως. Τῷ δὲ θυ οὐδὲν τοιοῦτόν ἐστιν· αὐτοσοφία γὰρ ἐστι, καὶ εὐν το γνώσιν, εἰδὼς πάντα πρὶν γενήσεως αὐτῶν. Που αύτως οὐδὲ φόβος ἂν εἴη· ἐπείπερ ὁ Θεὸς οὐδένα καὶ ταῦτα ἐξ αἰδίου φοβεῖται. Ἐν ἡμῖν δὲ ἔστι που θος αναγωγικὸν πρὸς τὰ τελεώτερα τῆς ἡμετέρας ψυχῆς, καὶ τελειωτικὸν αὐτῆς· καθά και στοιχεία τικὸς ὁ φόβος εἴρηται κατ' ἐκεῖνο της Γραφής, Αρχή σοφίας φόβος Κυρίου, ὁ ἐν ὑμῖν ὁ Θεός για
col. 945–946page 61 of 68
PG 154:945ρίζεται, ὥσπερ καὶ τάλλα πάντα· τὸ γὰρ εἶναι, καὶ τὸ εὖ εἶναι παρ' αὐτοῦ. Διὸ καὶ πάντα χάρι τες εἰκότως ἂν λέγοιντο, καὶ αὐτὸ τὸ ἐξ οὐκ ὄντων γενέσθαι· ἐπείπερ οὐκ ἔργων προϋπηργμένων ταύτην ἐλάβομεν τὴν ἀμοιβήν. Ἀλλὰ μὴν καὶ ὁ θεῖος Μάξιμος ἐν κεφαλαίῳ λθ' τῆς ε' ρ' τῶν Θεολογικών φησιν·. Εστι δὲ τὸ μὲν Πνεῦμα τοῦ φόβου τοῦ Θεοῦ ἡ των κατ' άρε τὴν ἐνέργεια, κακῶν ἀποχή. Τὸ Πνεῦμα τῆς ἰσχύος ἐστὶν ἢ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ορμή τε καὶ κίνησις. Τὸ δὲ Πνεῦμα τῆς βουλῆς ἐστιν ἡ ἕξις τῆς διακρίσεως. Τὸ δὲ Πνεῦμα τῆς ἐπιστήμης ἐστὶν ἡ τῶν κατ' ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις. Τὸ δὲ Πνεῦμα τῆς γνώ σεώς ἐστιν ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις. Πνεῦμα δὲ συνέσεως ἐστιν ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις, ή κυριώτερον εἰπεῖν, μεταποίησις. Πνεῦμα δὲ σοφίας ἐστὶν ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικώτέρων λόγων ἀνάληψίς τε καὶ ἔνωσις. κ ᾿Αλογώτατον τοίνυν τὴν τῶν ἐντολῶν πρᾶξιν, καὶ τὴν τῶν λόγων τῶν ἀρετῶν μεταποίησιν, καὶ τὴν πρὸς τὰ καλὰ πρόθυμον ὁρμήν τε καὶ κίνησιν, καὶ ὅλως πᾶσαν δύναμιν καὶ ἐξιν καὶ τελειότητα τῆς ἀνθρωπίνης ψυχῆς ἄκτιστα ἐν τῷ Θεῷ λέγειν εἶναι. Ἐξ οὗ πρὸς πολλοῖς τῶν ἑπομένων ἀτόπων καὶ τοῦτο περιφανῶς ἔψεται, τὸ τῇ αὐτῇ γνώσει καὶ Επιστήμῃ καὶ ἰσχύϊ τὸν Θεὸν δυνατόν τε καὶ σοφὸν εἶναι καὶ ἡμᾶς. Καὶ ἐπεὶ ὧν αἱ τελειότητες αἱ αὐται, καὶ ἡ οὐσία ἡ αὐτὴν ἔσονται καὶ οἱ ἄνθρωποι τῷ Θεῷ κατ' οὐσίαν οἱ αὐτοὶ καὶ ὁμοούσιοι αὐτῷ. Τοῦτο μὲν οὖν ὡς ἄλογον παντελῶς ἀπερρίφθω, Ἐπὶ δὲ τὸ προκείμενον ιτέον. Ετι ἐν τοῖς Πρακτικοῖς τῆς ἐν Νικαία πρώτης συνόδου, ἐν οἷς εἶπον οἱ Πατέρες πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου, ο Εἴρηται τὸ Πνεῦμα ἐκπορευόμενον μὲν ἐκ τοῦ Πατρὸς, ἴδιον δὲ τοῦ Υἱοῦ, καὶ ἐξ αὐτοῦ ἀναβλύζον.» "Ετι ὁ μέγας ᾿Αθανάσιος ἐν τῷ περὶ τῆς ἐνσάρκου οικονομίας τοῦ Θεοῦ λόγῳ, οὗ ἡ ἀρχή. Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι νοεῖν, φησ σίν, «Αὐτὸς αὐτὸ ἄνωθεν ἔπεμπεν ὡς Θεὸς, καὶ αὐτὸς αὐτὸ κάτωθεν ὑπεδέχετο ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Η Ετι ὁ θεῖος Χρυσόστομος ἐν τῷ λόγῳ τῷ εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὸν ἑκάστῳ κλίματι ἐφειστήκεισαν άγγε λοι, οὗ ἡ ἀρχή. Όντως ἐπεφάνη ἡμῖν ἡ τοῦ Θεοῦ χάρις, φησίν, ο Ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ Πνεῦμα, καὶ ἀνελάβετο τὸ ἡμέτερον σῶμα. Η "Ετι ὁ ἅγιος Αναστάσιος πατριάρχης Ἀντιοχείας ἐν τῷ περὶ τῶν καθ' ἡμᾶς ὀρθῶν τῆς Ἐκ κλησίας δογμάτων, οὗ ἡ ἀρχή, τὴν περὶ τῆς ὑγιοῦς ἡμῶν πίστεως λόγον, φησί·. Τοῦ δὲ σώ-, μπορεία
col. 947–948page 62 of 68
PG 154:947ματος τὸ ἰδίωμα λαβόντες ὡς παράδειγμα, την πέτι αλληλουχίαν τῶν θείων παρεστήσαμεν διὰ τῆς τῶν μελῶν ἀναλογίας τε καὶ εἰκασίας. Ταύτῃ γὰρ καὶ Πνεῦμα στόματος αὐτοῦ, δηλονότι τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον λέγεται, στόματος ὄντος τοῦ Μου νογενοῦς. Καὶ Πνεῦμα πάλιν ἐξ αὐτοῦ ἐκπορευόμεν νον, καὶ ἀποστελλόμενον οὐ μόνον παρὰ τοῦ Πατέλη άλλὰ καὶ παρὰ τοῦ Υἱοῦ.» Καὶ μετά τινα, ο Καὶ μὲν ὁ Κύριος δεικνὺς αὐτὸ ἐξ ἑαυτοῦ ὑπάρχειν, ἐμφαν τῶν τοῖς μαθηταῖς ἔλεγε, ο Λάβετε Πνεῦμα ἅγιον, κ Καὶ μετ' ὀλίγα, ο Οἱ μὲν γὰρ ἀπόστολοι δεόμενοι, καὶ οἷα δεσπότῃ λιτανεύοντες, τοῖς ἀξίοις τῆς ἑαυ τοῦ ἐπιφοιτήσεως εἰσοίκιζον, ὡς ἂν εἴποι τις, τὸ Πνεῦμα τὸ ἅγιον· ὁ δὲ Σωτὴρ ἡμῶν ἐξ ἑαυτοῦ ὡς ἀπό τινος θησαυροῦ παρείχεν αὐτὸ τοὺς διὰ μέσω καθαρότητα γενομένοις ικανοῖς, ὁ Ἐν τῷ αὐτῷ . Τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα στόματος τοῦ Θεοῦ χρηματίζει· στόμα γὰρ Πατρὸς ὁ Υἱός, ο Πάλιν ἐν αὐτῷ, «Τὸ Πνεῦμα τὸ ἅγιον ἀληθείας Πνευμά ἐστι. Τοῦτο δὲ παρὰ μὲν τοῦ Πατρὸς ἐκπορεύεται, λαμβάνει δὲ παρὰ τοῦ Υἱοῦ, κ Ο μέγας Αθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα επι στολῇ, ἧς ἡ ἀρχή. Τα γράμματα τῆς τῆς ἱερᾶς διαθέσεως, φησί, «Καὶ ὁ μὲν Υἱός φησίν, ο "Δ ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει, Ἐκ τοῦ ἐμοῦ γὰρ, φησί, λήψεται, καὶ ἀναγγελεί ὑμῖν. * Καὶ πάλιν ἐντῇ αὐτῇ· «Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν είναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωήν, ούσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν, ήτις γε ἐκ Πατρίς λέγεται ἐκπορεύεσθαι· ἐπειδὴ παρὰ τοῦ λόγου του ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει, καὶ ἀποστέλλεται, καὶ δίδοται.» Ο αὐτὸς ἐν τῷ κατά Άρειο τῶν τρίτῳ, «Οὐ τὸ Πνεῦμα συνάπτει τὸν λόγον τῷ Πατρί, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου τοῦτο λαμβάνει. *Ο θείος Κύριλλος εἰς τὸς Ἐκεῖνος ἐμὲ δοξάσει, ο Ακατηγόρητον οὖν παντελῶς, καὶ λοιδορίας ἀποσης ἔξω κείσεται τὸ λαβεῖν λέγεσθαί τι παρὰ τοῦ Μο γενοῦς τὸ Πνεῦμα αὐτοῦ. Προϊόν γὰρ δι' αὐτοῦ τη σικῶς, ὡς ἴδιον αὐτοῦ μετὰ πάντων ὧν ἔχει, το λείως λαμβάνειν λέγεται τὰ αὐτοῦ. Ἡ Ὁ αὐτὸς ἐν τῷ ε' τῶν πρὸς ῾Ερμείαν, «Τὸ Πνεῦμα τὸ ἅγιον οποι εί τις φυσικὴ ποιότης τῆς ἁγίας τε καὶ σειρές θεότητός ἐστι, τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης. Η Ὁ αὐτὸς ἐν τοῖς πρὸς Ερμείαν, «Το Πνεύμα τ ἅγιον ὡς ἐνέργειά τις φυσική καὶ ζῶτα, καὶ ἐν δ τως είπω, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ ἐστι, καὶ ὥσπερ τις ἀτμὶς ἡ ποιότης ἐστὶ τῆς οὐσίας του Πατρός, ο Ὁ αὐτὸς εἰς τὸ, Οὐ γὰρ λαλήσει ἐπ' ἑαυτοῦ, ὁ Οὐ γὰρ ἀλλότριον τῆς τοῦ Μονογενής οὐσίας τὸ ἅγιον νοεῖται Πνεῦμα, Πρόεισι δὲ φυσι χῶς ἐξ αὐτῆς, οὐδὲν ἕτερον παρ' αὐτὸν ὑπάρχει ὅσον εἰς ταυτότητα φύσεως, εἰ καὶ νοοῖτο ἰδιοσυστάτως. Ὁ ἅγιος Επιφάνιος ἐν τῷ καλουμένῳ Ἀγκυρωτῷ φησί, ο Τὸ Πνεῦμα ἀκατάληπτον, οὐκ ἀλλά
col. 949–950page 63 of 68
PG 154:949τριον Πατρὸς καὶ Υἱοῦ, οὐδὲ συναλοιφή ἔστι Πατρὸς καὶ Υἱοῦ.» Καὶ μετ' ὀλίγα, ο Πνεῦμα ἅγιον, οὐ συνάδελφον, οὐ πατράδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Γιοῦ.» Καὶ μετ' ὀλίγα, «Αὐτὸς γὰρ ὁ Μονογενής λέγει, «Τὸ Πνεῦμα τοῦ Πατρός,» καὶ «Τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,» καὶ ε Ἐκ τοῦ ἐμοῦ λή ψεται, ο ἵνα μὴ ἀλλότριον νομισθείη Πατρὸς μηδὲ Υἱοῦ.» Καὶ μετ' ὀλίγα, «Ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τρίτον τῇ ὀνομασίᾳ.» Καὶ μετὰ πολλά, Αμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πατρὸς πιστεύεται Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἡ παρ' ἀμφοτέρων, ὥς φησιν ὁ Χρι ατός, ε Ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» και ο Ο. τος ἐκ τοῦ ἐμοῦ λήψεται· κ καὶ μετ' ὀλίγα, ο 'Αλλ' ἐρεῖ τις, οὐκοῦν φαμεν δύο εἶναι Υιούς· καὶ πῶς Μονογενής; Μενοῦν γὲ σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ Θεῷ; Εἰ γὰρ τὸν Υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον Πνεῦμα τὸ παρ' ἀμφοτέρων· δ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων, φωτεινά, φωτοδότα, φω τεινὴν τὴν ἐνέργειαν ἔχει.» Και μετ' ὀλίγα, Πνεῦμα ἅγιον, Πνεῦμα ἀληθείας, ἔστι φῶς τρίτον παρὰ Πατρὸς καὶ Υἱοῦ.» Καὶ μετ' ὀλίγα, «"ν γὰρ τρόπον οὐδεὶς ἔγνω τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὕτω τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ Πνεῦμα εἰ μὴ ὁ Πατὴρ καὶ ὁ Υἱὸς παρ' οὗ ἐκπορεύεται, καὶ παρ' οὗ λαμβάνει, καὶ οὐδὲ τὸν Γίν καὶ τὸν Πατέρα, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, δ παρὰ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, ο Καὶ μετά τινς. «Τοίνυν Πατὴρ ἦν ἀεὶ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ πνέει. Πάλιν ἐν τῷ αὐτῷ, «Εξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, ο φησὶν ὁ Δαβίδ. Αὐτός ἔστιν ὁ Κύριος ὁ εἰπών, ο Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν, καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται·, τρία πρόσωπα ἁγίας λειτουργίας δείκνυσιν ἡμῖν, ὑπόστασιν ἐξ ὑποστάσεως οὔσης τρίτης. Η "Ετι ὁ Νύσσης Γρηγόριος ἐν τῷ α' τῶν πρὸς Εὐ νόμιον Αντιῤῥητικῶν, οὗ ἡ ἀρχή, Οὐκ ἦν ὡς ἔοικεν, ο "Ον τρόπον προθεωρεῖται ἡ ὑπόστασις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ ὑποστάσεως τῷ τῆς αἰτίας λόγῳ, ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ Πνεύματος· ἐν μόνῃ τῇ τάξει τῇ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν δη λαδὴ τὴν διαφορὰν ἔχει. Ως γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱὸς, καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ύστε ρίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ Μονο γενοῦς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνη κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος ὑποστάσεως. κ Ετι Γρηγόριος ὁ Θεολόγος περὶ τῆς σχέσεως ἢ τάξεως ἣν ἔχει ὁ Υἱὸς πρὸς τὸ Πνεῦμα, καὶ τὸ Πνεῦ μα πρὸς τὸν Υἱόν, ἥτις δὴ τάξις ἐπὶ τῶν θείων προσ ώπων μόνον κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν δύναται λαμβάνεσθαι, κατ' ἄλλο δὲ οὐκ ἐγχωρεῖ, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος Αντιῤῥητικῷ οἷον ἀντιθετικώς λέγει· «Τί οὖν λείπει, φησί, τῷ Πνεύματι πρὸς τὸ εἶναι Υιόν; Εἰ μὴ γὰρ λεῖπόν τι ἦν, Υἱὸς ἂν ἦν.» Τοῦτο μὲν τὸ τῆς ἀντιθέσεως· ἐπιφέρει δέ • «Ού τει εδίου κα
col. 951–952page 64 of 68
PG 154:951Α-λείπειν φαμὲν, οὐδὲ γὰρ ἐλλειπής Θεός, τὸ δὲ τῆς ἐκφάνσεως, ἵν' οὕτως εἴπω, ἢ τῆς πρὸς ἄλληλα σχέ σεως διάφορον, διάφορον αὐτῶν καὶ τὴν κλήσιν ποι ποίηκεν, ο ὅτι ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πρὸς Πέτρο περὶ πίστεως, ο Αιώνιον γὰρ καὶ ἀναρχόν ἐστιν ἅπερ ὁ Υἱὸς ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεννώμενός ἐστι· καὶ αἰώνιον καὶ ἄναρχον ἅπερ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς τοῦ Πατρός τε Υἱοῦ τε φύσεως έκτο ρεύεται.» Πάλιν ἐν τῷ αὐτῷ, ὁ ἐν ἐκείνῃ γοῦν τῇ Τριάδι, ἣν τοσάκις ἐπαναλαμβάνομεν, ὅπως ἐν τῇ ἡμετέρα καρδία σφοδρότερον διζωθείη, εἰς ἐστι Θεὸς ὁ Πατήρ, ὁ μόνος οὐσιωδῶς ἀφ' ἑαυτοῦ Υπν Ένα γεννήσας· καὶ εἷς ὁ Υἱός, ἀφ' ἑνὸς Πατρός μέ νος οὐσιωδῶς γεννητός· καὶ ἐν Πνεῦμα ἅγιον, μόνον οὐσιωδῶς ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον.» Πάλιν ἐν τῷ αὐτῷ, ο οὐδὲ γὰρ ἐν ἐκείνῃ τῇ Τριάδι ἴδιον τοῦ Πατρός ἐστι μόνου, ὅτι ἀγέννητός ἐστιν, ἀλλ' ὅτι μονογενή Υἱὸν ἐξ ἑαυτοῦ γεγέννηκεν· οὐδὲ ἴδιον τοῦ Υἱοῦ μόνου, ὅτι οὐ γεγέννηκεν, ἀλλ' ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός γεγέννηται· οὐδὲ ἴδιον τοῦ ἁγίου Πνεύματος, ὅτι οὔτε γεγέννηται, οὔτε ἐγέννησεν, ἀλλ' ὅτι μόνον ἐκ τοῦ Πατρὸς Υἱοῦ τε ἐκπορεύεται.» Πάλιν ἐν τῷ αὐτῷ ἐν τας κεφαλαίῳ· Βεβαιότατα κάτεχε, καὶ κατά μηδένα τρόπον ἀμφίβαλλε, αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστι Πνεύμα, με τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι.» Ὁ αὐτές ἐν τῇ εἰς τὸ κατὰ Ἰωάννην ερμηνεία - Το σωμα η τικὸν ἐκεῖνο εμφύσημα οὐχ ἡ τοῦ ἁγίου Πνεύματος ουσία ὑπῆρχεν, ἀλλ' ἀπόδειξις διὰ προσφυούς της μασίας οὐκ ἐκ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ο Ὁ αὐτὸς ένιξ' κεφαλαίῳ τοῦ τε' τῶν Περὶ Τριάδος βιβλίων, «Οὐ μάτην ἐν τῇ Τριάδι οὐ λέγεται Λόγος θεί εἰ μὴ ὁ Υἱός, οὐδὲ δῶρον Θεοῦ εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον· οὐδὲ ἐξ οὗ ἐγεννήθη ο λόγος, καὶ ἐξ ε εκπορεύεται ἀρχαειδῶς τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὲ & Θεὸς καὶ Πατήρ· διὰ τοῦτο δὲ προσέθηκα άρχειν, δῶς, ἐπειδὴ καὶ ἐκ τοῦ Υἱοῦ τοῦ Θεοῦ τὸ Πνεῦμ εὑρίσκεται ἐκπορευόμενον· ἀλλ' ἐπεὶ καὶ τοὺς αὐτῷ ὁ Πατὴρ ἔδωκεν οὐκ ἤδη αφεστηκότι, κα μήπω ἔχοντι, ἀλλ' ὅ τί ποτε τῷ μονογενεῖ λέξη δέδωκεν, ἐν τῷ γεννᾶν δέδωκεν· οὕτως ἄρα αὐτὸς ἐγέννησεν, ὡς ἐξ αὐτοῦ τὸ δῶρον κοινόν προέρχεσθαι, καὶ Πνεῦμα ἄγων εἶναι ἀμφοῖν, ο Ὅτι ὁ ἅγιος "Ιλάριος ἐν τῷ λόγῳ τῷ ἀναπ νωσκομένῳ τῇ μετὰ τὴν Πεντικοστὴν Κυριακή τι τῇ ἑορτῇ τῆς ἁγίας Τριάδος φησί, ο Πιστεύομεν είναι
col. 953–954page 65 of 68
PG 154:953τὴν ἁγίαν Τριάδα, τουτέστι τὸν Πατέρα καὶ τὸν ὁ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, Ένα Θεόν παντοδύναμον, μιᾶς οὐσίας, μιᾶς ὑπάρξεως, μιας εξουσίας, δι μιουργὸν πάντων τῶν κτισμάτων, ἐξ οὗ τὰ πάντα, δι' οὗ τὰ πάντα, ἐν ᾧ τὰ πάντα· Πατέρα οὐκ ἀφ' ἑτέρου, Υἱὸν ἐκ τοῦ Πατρὸς γεννητὸν Θεὸν ἀλη θινὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἀληθινὸν ἐκ φωτός ἀληθινοῦ· οὐ μὴν δύο φῶτα, ἀλλ᾽ ἂν φῶς, Πνεῦμα ἅγιον παρὰ Πατρὸς καὶ Υἱοῦ ἐπίσης ἐκπορευόμενον, ὁμοούσιον καὶ συναΐδιον Πατρὶ καὶ Υἱῷ. Πα τὴρ ἐν ἑαυτῷ πλήρης Θεός, Υἱὸς πλήρης Θεός, ἐκ τοῦ Πατρὸς γεννηθείς, Πνεῦμα ἅγιον πλήρης Θεός παρὰ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον. Οὐ τρεῖς δὲ φαμεν θεούς, ἀλλ᾽ ἕνα Θεὸν παντοκράτορα, αιώνιον, ἀόρατον, ἀμετάβλητον, ὅλον πανταχού παρόντα, οὐκ εἰς μέρη διαιρούμενον, ἀλλ᾽ ὅλον ἐν πᾶσιν, οὐ τοπικῶς, ἀλλὰ κατὰ δύναμιν· ὃς ἀμετάβλητος ὢν Έκτισε τὰ μεταβλητά, καὶ τὰ κτισθέντα κυβερνά ἀεὶ μένων ὅπερ ἐστίν· ᾧ συμβεβηκὸς ἀδυνατόν τι παρεῖναι· τῇ γὰρ ἁπλῇ τῆς θεότητος φύσει προσ τεθῆναι τι ἢ ἀφαιρεθῆναι ἀμήχανον· ἀεὶ γάρ ἐστιν ὅπερ ἐστίν· ᾧ ἰδιόν ἐστιν, ᾧ ἀϊδιόν ἐστιν, ᾧ ταυτόν ἐστι τὸ εἶναι καὶ ζῆν καὶ νοεῖν· καὶ ταῦτα τὰ τρία εἷς Θεὸς, καὶ εἰς Θεὸς ταῦτα τὰ τρία. Τὰ μὲν παρὰ τῶν ἁγίων τοσαῦτα, καὶ οὕτω φα νερά, καὶ ἐκ πολλῶν ὀλίγα συνειλεγμένα - πάντως δὲ οὐ δεῖ καὶ ἕτερα τῶν αὐτῶν προσεπάγειν, δη λοῦντα ὡς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαί φασι, τοῦτο μὲν παν δήλου πᾶσι σχεδόν ταυτησὶ τῆς ἀποφάσεως των διδασκάλων οὔσης, τοῦτο δὲ καὶ τῶν εἰρημένων ἱκανῶς ἀρχούντων τοῖς φίλοις τῆς ἀληθείας. Καίτοι γε εἰ μηδὲν ἐκείνων εἴρητο, ἐξ ὧν τὰ παρὰ τοῦ Υἱοῦ, καὶ ἐκ τοῦ Υἱοῦ καθαρῶς καὶ διὰ πολλῶν ἔχομεν, τουτὶ καὶ μόνον ῥηθὲν, ὡς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὴν ύπαρξιν ἔχει, αὐτοῖς τε ἂν τοῖς διδασκάλοις ἀρκούντως εἶχεν, ὁ καὶ πρότερον εἴρηται, περὶ τῆς ὑπαρκτικῆς προόδου διαλεγομένοις τοῦ Πατρὸς, τοῖς τε ζητοῦσι τὴν ἀλήθειαν οὐδὲν πλέον ἐνέδει· ἥ τε γὰρ τάξις ὁμολογεῖται, ὅσον ἥκει εἰς τὴν διά, ή τα αἰτία μετὰ τῆς ζητουμένης λέξεως τῆς δηλωτικῆς τῆς ὑπάρξεως τοῦ Πνεύματος φανερά. Οὐ γὰρ ἄλλο τι ἐνταῦθα τὸ ἐκπορεύεσθαι ἐμφαίνει, ἢ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορευτώ; τὴν ὕπαρξιν ἔχει· εἰ μή τις διακονίαν τὴν διὰ λέγει περιστῶν· δ περιφανής ἐστι πρὸς τὰς ἀρχὰς τῆς πίστεως καὶ τὰς ἀποφάσεις τῶν θεολόγων ἀντιλογία. Οὐ γὰρ ἂν οὐσιωδῶς οὐδὲ φυσικῶς διὰ τοῦ Υἱοῦ πρόσωπα,
col. 955–956page 66 of 68
PG 154:955Ελέγετο προϊέναι, καὶ εἶναι, καὶ ἐκπορεύεσθαι, καὶ τὴν ὕπαρξιν ἔχειν, καὶ ὅσα τοιαῦτα· οὐδὲ καθ' υπουργικὴν διακονίαν εἶναι δι' αὐτοῦ ἀπηγορεύεται οὐδὲ τὸν αὐτὸν τρόπον ὁ Υἱὸς ἔχειν τὸ Πνεῦμα, όσο περ καὶ ὁ Πατήρ, πλην μετὰ τῆς ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι λεγούσης ἀποφάσεως. Καὶ πολε λῶν ἄλλων ἐπιῤῥεόντων ἐκ περιουσίας ἡ ἀπόδειξες τοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς Υἱοῦ τε ἐκε πορεύεσθαι πρὸς τοὺς σφόδρα φιλονεικούντας. Δύο ναιντο γὰρ ἂν ἃ ζητοῦσι πρὸς τὴν τούτου παράστασιν ἄλλο ἄλλοθεν πολλαχόθεν εὑρεῖν, μόνον ἂν τὴν φιλονεικίαν περιελόμενοι, καὶ τὴν ἀπὸ τοῦ χρόνου παράλογον πρόληψιν ζητῶσι μετὰ ἀγάπης - Κούλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι δια δακτικὸν, καὶ ὅσα ὁ ᾿Απόστολος ἐπιφέρει, Ὅτι δὲ οἱ προκομισθέντες διδάσκαλοι τὸ ἀξιόπιστον ἔχουσιν, ἔστι μὲν καὶ παρὰ τῆς κοινῆς. Αν Εχομεν περὶ αὐτῶν ἐννοίας, δῆλον δὲ καὶ ἐκ τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου, ἀπὸ τῆς ;: γ' πράξεως αὐτῆς περὶ τὸ μέσον αὐτῆς οὕτω λε γούσης· Ακολουθοῦμεν ἐν ἅπασι τοῖς θείοις Πα τράσι καὶ τοῖς διδασκάλοις τῆς Ἐκκλησίας, ᾿Αθανασίῳ, Ιλαρίω, Βασιλεία, Γρηγορίῳ τῷ Θεολόγη Γρηγορίῳ τῷ Νύσσης, Αμβροσίῳ, Αὐγουστίνο, Θεοφίλῳ, καὶ Ἰωάννῃ τῷ Κωνσταντινουπόλεως, Κυρίλλῳ, Λέοντι, Πρόκλῳ καὶ δεχόμεθα πάντα τὰ παρ' αὐτῶν περὶ τῆς ὀρθῆς πίστεως, καὶ εἰς κατά κρισιν τῶν αἱρετικῶν ἐκτεθέντα. Δεχόμεθα δὲ καὶ τοὺς ἄλλους ἁγίους καὶ ὀρθόδοξους Πατέρας τοὺς ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ τὴν ὀρθόδοξον πίστιν μέχρι τέλους ἀδιαβλήτως κηρύξαντας. Αλλὰ καὶ ἐν τῷ λεγομένῳ Συνοδικῷ ἀναθέματι ὑποβάλλονται ὅσοι μὴ κατ' όνομα τοὺς εἰρημένους διδασκάλους δια χόμενοι, οὐ πάντα τὰ παρ' ἐκείνων ὁμολογοῦσιν. Ιδίως δὲ τὸν ἅγιον Αὐγουστῖνον αἱ ἅγιοι καὶ οἰκου μεν καὶ σύνοδοι, ή τε τρίτη καὶ ἔκτη καὶ ἑβδόμη. ἐξοχώτατον διδάσκαλον τῆς Ἐκκλησίας καὶ ἅγιον » ἐπεκήρυξαν, ὡς ἔστι δῆλον ἐν τοῖς Πρακτικοῖς αὐτ τῶν. Καὶ δὴ καὶ περὶ τοῦ προειρημένου θείου 'Ανα τάδε στασίου Αντιοχείας ή Έκτη σύνοδος τά δε φησί * Δεχόμεθα τὴν ἐν ἁγίοις Αναστάσιον ὀρθοδόξως . Ει ἀπολογησάμενον ὑπὲρ τοῦ τόμου τοῦ ἁγίου Λέοντος καὶ ἀοιδίμου πάπα, ο Καὶ πάλιν, "Αγιον ἀποκαλεῖ πᾶσα ἡ ἀνατολὴ τοῦτον τὸν τῆς Ασίας μνήμης Αναστάσιον, τὴν γενόμενον ἀρχιεπίσκοπον Αντι χείας, καὶ τὸν μὴ δεχόμενον αὐτὸν ὁ Θεὸς ἀναθεματ τίσαι. ν Ἐπεὶ δὲ τινες ἐκ τῶν παρὰ τοῦ Θεολογ του κατὰ τῶν τοῦ ἁγίου Κυρίλλου συγγραφέντων εἰς σύστασιν τῆς ἑαυτῶν πλάνης κομίζουσι τινα, μαθέτωσαν ὅπως ἡ ἁγία καὶ οἰκουμενική έκτη συνε οδος πρὸς τοῖς ἄλλοις, ἃ κατὰ τοῦ Θεοδωρήτου Επι φήνατο, καὶ τάδε φησὶν ἐν θ' κεφαλαίων τῶν Πρακ τικῶν αὐτῆς· «Εἴ τις οὐκ ἀναθεματίζει τὰ συγκ γράμματα Θεοδωρήτου, τὰ κατὰ τῆς ὀρθῆς πίστεως τοῦ ἁγίου Κυρίλλου, καὶ τὴν λεγομένην ην επ στολήν, καὶ Θεόδωρον τὸν Μοψουεστίας, καὶ τὰ συγκ γράμματα αὐτοῦ, καὶ εἴ τις οὐ δέχεται τὰ συγκ γράμματα τοῦ ἁγίου Κυρίλλου, και μάλιστα τα αυτά

Chapter XIIICaput XIII

col. 957–958page 67 of 68
PG 154:957Θεοδώρου καὶ Θεοδωρήτου καὶ ᾿Ανδρέου καὶ Νεστορίου, καὶ τῶν τὰ ὅμοια αὐτοῖς καὶ ἑνὸς αὐτῶν πεφρονηκέ των, ἢ φρονούντων, ἀνάθεμα ἔστω. Τὰ δ' αὐτὰ περὶ αὐτοῦ καὶ ἀπὸ τῶν Πρακτικῶν τῆς ἁγίας καὶ εὑρεῖν. ΚΕΦΑΛ ΙΓ'. Επισυναγωγὴ τῶν εἰρημένων μετὰ ἐπι λόγου. οἰκουμενικῆς πέμπτης συνόδου ἔστιν ἀφθονώτερον Τὰ μὲν οὖν περὶ τούτων ἀρκεῖ. Βούλομαι δὲ ἀνα λαβὼν ἐξ ἀρχῆς συλλογίσασθαι τὰ εἰρημένα. Δέ. δείκτας πρῶτον τοῖς ἐκ τῆς οὐσίας τοῦ Πατρός εἶ καὶ τὸν Υἱὸν ἀρνουμένοις πολλὰ τὰ ἄτοπα ἔπεσθαι δεύτερον κατὰ τίνα τὴν ἔννοιαν ἄλλο οὐσίαν, καὶ ἄλλο ὑπόστασιν οἱ θεολόγοι φασὶν ἐπὶ Θεοῦ· τρίτου οὐσία καὶ ὑπόστασις καὶ ἰδιότης ἐπὶ Θεοῦ ταυτόν ἔστιν κατὰ τὸ πράγμα· τέταρτον ὅτι εἰ καὶ παν τράτης οὐσία καὶ ἡ υπέτη;, οὐ διὰ τοῦτο ἐξ ἀνάγω της έπεται τὸν Υἱὸν εἶναι Πατέρα, ἢ τὸν Πατέρα Υιον πέμπτον, ὅτι οἱ λέγοντες, ὥσπερ τὸ ἄλλο εἶναι ὑπόστασιν, καὶ ἄλλο οὐσίαν, καὶ ἄλλο πατρότητα ἐπὶ Θεοῦ σύνθεσιν οὐ ποιεῖ, οὕτω καὶ τινα ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ λεγόμενα υφίστασθαι πραγματικῆς τῆς οὐσίας καὶ ἀλλήλων διαφέροντα σύνθεσιν οὐ ποιεῖ, παράλογοί εἰσιν. Εκτον, ὅτι οἱ τῆς Ἐκ κλησίας διδάσκαλοι τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πα πρὸς εἶναι θεολογοῦσιν· ἔβδομον, ὅτι οἱ ἐκ τῆς οὐσίας εἶναι ἡ γεννᾶσθαι τὸν Υἱὸν ἀρνούμενοι τὰς ἀρχὰς τῆς πίστεως ἀναιροῦσι, καὶ τοῖς διδάσκαλοις μάχονται ὄγδοον, τίνα ποτὲ τῆς ἀπάτης αὐτοῖς αἴτια ἐγένετο Εννατον, ὅτι τὸ ἐνίστασθαι πρὸς τοὺς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι λέ γοντας ἠνάγκασε μὴ ὁμολογεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν· δέκατον, τίνος ποτὲ τὰς δοκούσας ἀντιθέσεις καιριωτέρας τοῖς ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι λέγουσιν ἐπάγουσι· καὶ πρῶτον αἱ ἀπὸ τῆς ὁμοουσιότητος, καὶ λύσεις τῶν τοιούτων· ἐνδέκατον, ὅτι καὶ ἑτέραν ἀντίθεσιν τοῖς αὐτοῖς ἐπάγουσι, τὴν ἀπὸ τῶν δύο ἀρχῶν, καὶ λύ σις αὐτῆς· δωδέκατον, ὅτι οἱ ἅγιοι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα θεολογούσι, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι, καὶ ὑπάρχειν, καὶ προϊέναι, καὶ ἀναβλύζειν, καὶ ἐκπορεύεσθαι· καὶ τελευταῖον ἐπὶ πᾶσι τὸ ἐπισυναγωγεῖν τὰ εἰρημένα. Κανταῦθα, δὴ πέρας ο λόγος ἐχέτω, ἐπεὶ καὶ μέχρι τούτου σκοπὸς ἦν αὐτῷ. Εἰ μὲν οὖν καὶ τὸ προσῆκον ἀπεί ληψε πέρας, καὶ διὰ πάντων γενναίως τὸ παρὸν ἀπείργασται σύγγραμμα, τῷ Θεῷ χάρις, τῷ καὶ τοῖς ἁλάλοις λαλεῖν, καὶ τοῖς κωφοῖς ἀκούειν χαριζομένῳ· εἰ δὲ μή, εἴ τι καὶ ἀσθενὲς εἶναι δοκεῖ, μὴ τοῖς, περὶ ὧν ὁ λόγος γέγονε, προβλήμασι, τῷ δὲ εἰρηκότι τὸ ἐλλείπον ἀνατιθέσθων. Οἶμαι μέντοι διὰ τὸ τῶν προτεθέντων τῷ λόγῳ ἀληθὲς καὶ τὰ εἰρημένα καλὰ καὶ ἀληθέστατα τῇ τοῦ Θεοῦ χάριτι δόξειν. Πλὴν εἴ τις δι' ἀγροικίαν καὶ βαρβαρότητα, ἢ πονηρίαν καὶ ἀσέβειαν ψυχῆς βουλόμενος παρά τοῖς ἀνοήτοις εἶναι τι δοκεῖν σφόδρα κατὰ τῆς ἁλη θείας ἀναισχυντείν βούλοιτο.

Letter of Demetrius Cydones to Barlaam on the Procession of the Holy SpiritDemetrii Cydonii ad Barlaamum epistola de processione Spiritus Sancti

col. 959–960page 68 of 68
PG 154:959Οὐ μὴν ἐπ' ἐκκλησίας ἀναγινωσκόμενος, διὰ τὸ τῇ καθολική Εκκλησία
Page scan enlarged

Notebook

Full View