PG 154Joannes Cantacuzenus Imp. CP et al.
Another Deliberative Oration of the Same Concerning Not Surrendering Gallipoli at the Request of Amurath
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1009–1010page 1 of 13
PG 154:1009ΤΟΥ ΑΥΤΟΥ ΣΥΜΒΟΥΛΕΥΤΙΚΟΣ ΕΤΕΡΟΣ ΠΕΡΙ ΚΑΛΛΙΠΟΛΕΩΣ ΑΙΤΗΣΑΝΤΟΣ ΤΟΥ ΜΟΥΡΑΤΟΥ Εδεἰ μὲν, ὦ ἄνδρες, μὴ περὶ τοιούτων ἡμᾶς ἥκειν βουλευσομένους, ἐξ ὧν ὁποτέρου συμβάντος, αἰσχύνην καὶ κίνδυνον ἀνάγκη τῇ πόλει προσγίνεσθαι, ἀλλὰ περὶ τῶν ἐνδοξοτέρων τε καὶ βελτιόνων ἡμῖν εἶναι τὸν λόγον· ἄλλως τε καὶ τῆς πόλεως ἡμῖν ἐν ταῖς κοιναῖς πράξεσιν, οὐδὲν πώποτε μὴ φιλοτιμίας καὶ δόξης ἐχόμενον, ἀνασχομένης ἐνδείκνυσθαι. Ἐπεὶ δὲ τὸ μὲν εὐτυχεῖν καὶ μεγάλα πράτα τειν ἡμᾶς ὑπολέλοιπεν ἤδη, πεπράγαμεν δὲ οὕτω κακῶς, ὥστε τοῖς παρ' ἡμῖν ρήτορσιν ἔργον εἶναι τῶν προτιθεμένων ἀεὶ κακῶν τὸ κουφότερον ἐξεν ρίσκειν· τί λοιπὸν ἢ Θεῷ μὲν εὔχεσθαι περὶ ἡμῶν μετριώτερόν τι βουλεύσασθαι, αὐτοὺς δὲ λελογισμένως τῇ παρούσῃ τύχῃ χρωμένους, πειρᾶσθαι σώζειν αὐτοὺς ἕως ἔξεστι, καὶ μὴ ὥσπερ ἀπογνόντας, τὴν τῶν προγόνων ἀρετήν τε καὶ δόξαν προ δοῦναι παντάπασιν, ἀλλ᾽ ἐκ τῶν δυνατῶν εἰς ἐκεῖνα φαίνεσθαι τὰ παραδείγματα καὶ νῦν ἀποβλέποντας τ Ἡ μὲν οὖν βουλὴ καὶ ἡ καθημέραν γινομένη πρὸς ἀλλήλους ἐν ταῖς ἐκκλησίαις ἀντιλογία περὶ τῶν ἐν Χερρονήσῳ πραγμάτων ἐστὶ καὶ τῆς Καλλιπόλεως; ἣν ὁ Μουράτης παρ' ἡμῶν ὑπὲρ τῆς εἰρήνης αἰτεῖ. Καὶ τό γε πλείστον τῆς πόλεως, καὶ τῶν συμβουλεύειν ειωθότων, φασὶ δεῖν ἤδη διδόναι, καὶ μὴ μέλλειν ὡς καὶ τῆς ἀναβολῆς φανερὸν κίνδυνον ἐχούσης τῇ πόλει. Εγώ δ' ἐσχάτης ἀτυχίας νομίζων οὐχ ὅτι τῶν πολεμίων προσληψόμεθα, ἀλλ' ὅτι τοῦ τους προησόμεθα τῶν ἡμετέρων βουλεύεσθαι, ἐπὶ τούτῳ μάλιστ᾽ ἂν φαίην ἀγανακτεῖν, ὅτι τοὺς πλεί στους τῶν ἐναντίων λόγων οὐδ᾽ ἀνεχομένους ὁρῶ ἀλλ' οὕτως ὅλους τῆς δουλείας καὶ τοῦ τῷ βαρβάρῳ χαρίζεσθαι γεγονότας, ὥστ᾽ ἐκείνου πρὸς τὸ λαβεῖν τούτους ἑτοιμοτέρους εἶναι πρὸς τὸ διδόναι. Τί γὰρ ἄν τις εἴποι πρὸς τὴν ἄλογον αὐτῶν ὁρμὴν ἀποβλέπων, καὶ τὸ πολεμίους και προδότας τῶν κοινῶν κα φῶς ἀποφαίνεσθαι τοὺς ἐπισχεῖν καὶ βουλεύσασθαί Τι περὶ τούτου βέλτιον ἀξιοῦντας; Οὐ μὴν ἀλλὰ καὶ cτη
col. 1011–1012page 2 of 13
PG 154:1011τοσοῦτον ἐχούσης τοῖς λέγουσι κίνδυνον τῆς περὶ τῶν οι (με εναντίων δημηγορίας, οὐκ εύλογον δὲ ᾖ τινῶν ἄρτ ξαντα τῆς ὑπὲρ τοῦ κοινοῦ συμφέροντος συμβουλής ἀποσχέσθαι, Δίκαιοι δ' ἂν εἴητε καὶ ὑμεῖς μὴ χαλε παίνειν, ἄν τινων λογισμοὺς τοῖς ἡμετέροις μὴ συμπ βαίνοντας αίσθησθε. Οὐ γὰρ περὶ ὧν οὐδεὶς ἀντιλέγει, περὶ τούτων αἱ πόλεις ειώθασε σκοπεῖν καὶ βουλεύεσθαι· ἀλλὰ περὶ τῶν ἀδήλων, καὶ περὶ ὧν τις τἀναντία λέγων, οὐ δόξει ληρεῖν. Ἐπεὶ τοίνυν καὶ τοῖς παροῦσιν εὖ ποιοῦντες ἐκκλησίαν ἀποδε δώκατε καὶ βουλὴν, ἄλογον δυσχεραίνειν, εἴ τις καὶ τῆς ἐναντίας ἅπτοιτο δόξης· άλλως τε καὶ μετὰ τοὺς λόγους ἐφ' ἡμῖν ὄντος ἢ τὴν γνώμην ἐπαινέσαντας χρήσασθαι ταύτῃ, ἢ, τῶν ἐναντίων κρατούν των, τοῖς δόξασιν ἔπεσθαι. Πρῶτον μὲν οὖν ἐκεῖνα ενθυμητέον, ὡς αὕτη γ' ἐστὶν ἡ Καλλίπολις, ἧς οἱ χρηστοὶ καὶ τῆς πόλεως φροντίζειν φάσκοντες οὗτοι τοῖς πολεμίοις παραινοῦσιν ἐκστῆναι, ἣν ἀεὶ πάντων τῶν ἡμετέρων κτημάτων ηγούμεθα τιμιώτερον, καὶ μεγίστην ἡμῖν συντέλειαν πρὸς τὸν τῶν βαρβάρων πόλεμον παρασχέσθαι δυνάμενον. Ἀλλὰ κὰν ταῖς ἐκκλησίαις, κἂν ταῖς βουλαῖς, ὅτε πᾶσι μετά παρρησίας τὸ δοκοῦν ἔξεστι λέγειν, περί μὲν τῶν ἄλλων ήκουεν ἄν τις ἀλλήλοις πολλούς ἐναντιουμένους· καὶ τάδε μὲν ὑπ' ἄλλων τιθέμενα, ὑπ' ἄλλων δὲ ἀναιρούμενα φιλόνεικος δὲ οὕτως οὐδεὶς, ὥστ᾽ ἀξιοῦν ἄλλο τι τῆς Καλλιπόλεως προτιμᾶν· ἀλλὰ αὕτη δὴ μία γνώμη διὰ πάντων εκράτει, ἀντέχεσθαι τοῦ φρουρίου, καὶ πάνθ' ὑπομένειν καὶ πονοῦντας καὶ ἀναλίσκοντας ὥστε τῶν ἀεὶ τῇ πόλει τηρεῖσθαι. Του δ' οὕτω πάντας περὶ τοῦ φρουρίου φρονεῖν αἴτιον ἢ πεῖρα, καὶ τὸ παρ' αὐτῆς διδαχθής ναι, ὅσον ἀεὶ τοῖς ἡμετέροις συνήνεγκε πράγματα Τοῦ γὰρ μὴ παντάπασιν ὥσπερ ὑπό τινος κύματος κατακλυσθέντας μηκέτ' εἶναι πάντας ἡμᾶς καὶ τοὺς λοιποὺς Ἕλληνας ὅσοι τὴν Εὐρώπην οἰκοῦσιν, ὅτε τὴν ᾿Ασίαν ἦγον καὶ ἔφερον οἱ νῦν ἡμῖν ἐπικείμεν νοι, τοῦτ' αἴτιον ἦν. "Οτι δὴ τῶν ἐν Ἑλλησπόντῳ τειχών πάντων ἐπικαιρότατον ὤν, καὶ πρὸς τῷ πόλη καὶ τῷ στενῷ κείμενον, ὅθεν αἱ τῶν βαρβάρων ἀναγόμεναι νῆες οὐκ ἔμελλον λήσειν, ταῖς ἡμετέραις τριήρεσιν ἐφορμούσαις αὐτόθι παρείχεν ἄδειαν τοὺς τῶν βαρβάρων ἀνείργειν λῃστάς, καὶ τοῖς ήμετέροις ἀσφαλῶς τὰς πόλεις οἰκεῖν. Επειτ' οἱ μόνον ἐκ τῶν δυσχερῶν ὧν … πεπειράμεθα καὶ πειρώμεθ' αὐτὸ ἀπολέσαντες ράδιον συνιδείν, ὡς παντὸς μᾶλλον τῶν ὑπαρχόντων ἡμῖν ἀποστατέον ἢ τούτου. Τοῦ γὰρ περὶ τὸν Ἑλλήσποντον και την Προποντίδα συμβάντος σεισμοῦ ἂς πάντα ανέτρεψε, καὶ τὸ χωρίον τοῦτο τοῖς βαρβάροις προδεδωκότος, ή τε Χερρόνησος πᾶσα τούτοις ιδού λευσε, καὶ τὰς ἐν Θράκῃ πόλεις δι' ἑαυτῶν ἐποιήσαντο, καὶ πρὶν ἔτος ἐξήκειν, φόρους τε ἡμᾶς ἐπρά ξαντο, καὶ τὴν πρὸ τῶν τειχῶν ἔτεμον γήν. Κάν τις τῆς παρούσης αἰσχύνης, καὶ τοῦ περὶ τῶν οὕτως ἀδόξων καὶ ταπεινῶν τὴν πόλιν βουλεύεσθαι, αἰτίαν την Καλλίπολιν καὶ τὴν ἐκείνης ἀπώλειαν εἶναι φίν οὐδένα ἂν ἔχοι τὸν ἀντιλέγοντα. Πῶς οὖν οὐκ ἄτο που, ἃ παρόντα μὲν τοσαύτην ἤνεγκε τὴν ὠφέλειαν,
col. 1013–1014page 3 of 13
PG 154:1013ἀπόντα δὲ τοὺς ἐσχάτους κινδύνους ἐπήνεγκε, τούτων ἐκστῆναι τοῖς πολεμίοις, καὶ οἷς ταῦτα προλαβοῦσιν οὐδὲν ἔτι κατὰ τῆς πόλεως ἀτόλμητον ἔσται; Καὶ ταῦτα ἐξ ἐπιτάγματος, ὥσπερ δέον τοῖς βαρβάροις πάνθ' ὑπακούειν, ἢ τῶν ἡμετέρων πλεονεκτημά των ἐκείνους κυρίους ποιεῖν, Κἀκεῖνο δὲ χρὴ προσενθυμεῖσθαι, ὅτι πρῶτον Αγα γέλθη τὴν Καλλίπολιν σεισθεῖσαν ὑπὸ τῶν βαρβάρων ληφθῆναι, τίνας φωνὰς ἡφίεμεν, καὶ τίς ἦν διὰ πάσης τῆς πόλεως θρήνος; καὶ τίς ἦν ἡ τότε παρὰ τῇ πόλει κρατοῦσα φήμη; Οὐχ ὡς ἀπολώλαμεν; Οὐχ ὡς ἐν σαγήνῃ πάντες ἤδη τοῖς τείχεσιν ὑπὸ τῶν βαρβάρων ἐχόμεθα; Οὐχ ὡς καὶ τοῦδαφος αὐτὸ λοι τὸν τῆς πόλεως ὑπόκειται τοῖς κινδύνοις; Οὐκ εὐα δαίμων ὁ πρὸ τῶν κινδύνων τὴν πόλιν καταλιμπάνων τότε ἐδόκει; Πάντως μέμνησθε, ὡς τῆς πολεμίας μᾶλλον ὑπωπτεύομεν τὴν πατρίδα, καὶ πρὸς Ιτα λίαν, καὶ Γάδειρα, καὶ τὴν ἔξω Στηλών πάντες ἠπείγοντο θάλασσαν, ὡς οὕτω μόνως τῆς δουλείας ἀπαλλαξόμενοι. “Ην τοίνυν τότ' ἐθρηνοῦμεν ἀπολωλυῖαν, καὶ ἧς δουλευούσης, οὐδὲν ἡμῖν ἦν ἀνέλπιστον τῶν κακῶν, ταύτην οὕτως ἁπλῶς προησόμεθα, ἐπειδήπερ ἡ πρόνοια πάλιν εὖ ποιοῦσα τὰ πράγμαθ' ἡμῖν ἐπανήγαγεν· ὥσπερ ἢ τῆς ζημίας ἐπιλαθόμεναι, ἢ δυστυχοῦντες μὲν εἰδότες λογίζεσθαι, τῇ δὲ βελτίονι τύχῃ μὴ δυνάμενοι χρῆσθαι. Καίτοι πῶς οὐκ ἀπέραντον τὸ κακὸν, εἰ κύριοι μέν τινων ὄντες, οὐκ αἰσθησόμεθα τὴν ἀπὸ τούτων ὠφέλειαν· ἀπο λωλότων δὲ, ἀθυμήσομεν; καὶ ποθήσομεν μὲν μὴ παρόντα, ἐπανελθόντα δὲ αὖθις ρίψομεν· καὶ ταῦτ' εἰδότες, ὡς οὐ καταλύσομεν τὸν ἔρωτα, ἀλλὰ καὶ προσθήσομεν, ὅταν οὐκ ᾖ. Τοῦτο γὰρ ἄντικρυς οὐ Πενελόπης ἱστὸν, ἑαυτοὺς δ' ἔστιν ἀναλυόντων, καὶ τὰς ἑαυτῶν μισούντων εὐχάς. ᾿Αλλὰ μήν, εἰ μὲν οἰκείοις τέλεσι καὶ στρατείαις καὶ πόνοις ταύτην ὑπὸ τοῖς βαρβάροις γενομένην ἀνεκτησάμεθα, χρὴν μὲν οὐδ' οὕτως ὧν ἀνηλώκαμεν. καὶ πεπονήκαμεν ἐπιλαθομένους, ταύτην ἐκείνοις πάλιν προέσθαι· ὅμως εἶχε τινα λόγον τὸ πάλιν ἐφ' ἡμῖν εἶναι ταύτην ἀναλαβεῖν ὅταν βουλώμεθα, πεῖσαι ταύτης νῦν ἡμᾶς ἀμελῆσαι· εἰ καὶ ἄλλως, ὅπερ ἔφην, ἀνόητον, εκόντας ἐκδιδόντας, αὖθις ἀνασώζειν πειρᾶσθαι, καὶ καθ᾿ ἑκατέραν πράγματα έχειν. Εἰ δ' ἡμεῖς τόθ' ἀλούσῃ τοσαῦτ᾽ ἀπέσχομεν αὐτῇ βοηθῆσαι, ὅσον ἐμοὶ δοκεῖ καὶ τοῦ πτήσεσθαι· ἴστε γὰρ ὡς ἔτους ἑκάστου περὶ τούτων ἐκκλησίαν ἀθροίζοντες, πεζῆς μὲν δυνάμεως οὐκ ἐλάττονος ἢ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἦγε, τοῖς πράγμασιν ἐλέγον μεν δεῖν· νεῶν δὲ πλειόνων, ἢ δι' ὅσων τὴν Τροίαν Έλληνες εἷλον· χρημάτων δ' ὅσων οὐδ' ἂν τὴν ἑκάστων οὐσίαν ἐξαργυρισθεῖσαν ἀρκέσαι· ἄλλοι δὲ τινες πόρρωθεν ἥκοντες, καὶ ἡμῖν ὧν ἀπεστερήμεθα συναλγήσαντες, τοῖς ἑαυτῶν κινδύνοις καὶ ἀναλώμασιν αὖθις ἡμῖν ἀπέδοσαν, ὧν πρότερον εκπεπτών καμεν· τί δεῖ πάλιν εἰς τὰς πρότερον καθίστασθαι συμφοράς, καὶ τὴν μὲν ἀνδρῶν ἐκείνων ἀφανίζειν. φιλοτιμίαν, οἷς παρ' ἡμῶν καὶ στήλην ἔδει σταθῆναι μνημεῖον ὧν ἡμᾶς εὐηργέτησαν· αὐτοὺς δὲ τὰ τῶν
col. 1015–1016page 4 of 13
PG 154:1015& μαινομένων ποιεῖν, οἱ τὴν ἐσθῆτα περιββηγνύντες deίπεσε ο ἀσχημονούσε· καν τις αὐτοὺς περιστέλλῃ, οἱ δὲ πάλιν γυμνοῦνται, καὶ δάκνουσι τοὺς δι' οἴκτον ἐπιμελουμένους αὐτῶν; Αἰσχρὸν μὲν γὰρ καὶ τὸ δῆλον εἶναί τινα ἑαυτῇ μὴ ἀρκοῦντα, ἀλλ' ὥσπερ τινῶν παιδαγωγῶν ἑτέρων δεῖσθαι, οἱ τούτῳ τὰ ὄντα τηρήσουσι· τὸ δὲ καὶ ἄλλων βοηθούντων, καὶ τοὺς ἀδικεῖν βουλομένους εἰργόντων, καὶ πάντα τρόπον όπως εὖ πράξεις προνοούντων, αὐτὸν κρημνίζειν ἑαυτὸν ἐξεπίτηδες, καὶ τοῖς ἐχθροῖς πληροῦν τὰς εὐχές, τοῦτ' ήδη και τῶν μαινομένων παραδείγματα σαφῶς ὑπεραίρει. Πρὸς Θεοῦ· εἰ δὲ δὴ καὶ ἐλθόντες, ἢ καὶ πρέσβεις πέμψαντες πρὸς ἡμᾶς, οἱ καὶ Καλλίπολιν τῶν βαρ βάρων ἀφελόμενοι, καὶ ἡμῖν παραδόντες, λέγοιεν «Ἡμεῖς, ὦ ἄνδρες, οὐδὲν ὑμῖν προσήκοντες· οὐδὲ γὰρ προξενία γέ τις ἦν ἡμῖν παρὰ Βυζαντίοις, οὐδὲ χάριτός τινος ἢ βοηθείας ἡμῖν παρ' ὑμῶν ὑπαρξάν σης, ἔδει τὴν δωρεὰν ἀνταναπληροῦν· τὴν ἀρχὴν δὲ οὐδ᾽ ἄνευ ἑρμηνέων ὅ τι βούλεσθε συνιέντες, έπει δὴ μόνον τὸν Χριστὸν μεθ' ἡμῶν προσκυνοῦντας, Ακούομεν ὑπὸ τῶν βαρβάρων καταπατεῖσθαι· καὶ τὴν μὲν ὑμετέραν γῆν ἐκείνοις φέρειν τοὺς καρπούς καὶ τὰ κέρδη, τὰς δὲ πόλεις ὑπ' ἐκείνων ἀνασταθής και· καὶ τῶν μὲν σωμάτων ὅσα τὸ ξίφος διέφυγε, πανταχόσε διασπαρέντα δουλεύειν τὰς δὲ ψυχές ἅμα τούτοις τὰ μὲν βίᾳ, τὰ δὲ πειθοῖ καὶ τῇ καθ' ἡμέραν πρὸς τούτους ομιλίᾳ μιαίνεσθαι· τοσοῦτο δ' ὑμῖν τῆς χώρας λειφθῆναι, ὅσον μηδὲ πρὸς τοὺς φόρους οὓς οἴσετε τοῖς βαρβάροις ἀρκεῖν· πάντα δὲ τὸν ὑμέτερον κόσμον πρὸς ἐκείνους μετατεθεῖσθαι, καὶ λοιπὸν εὐχὴν ὑμῖν εἶναι τὸ γοῦν δουλεύειν συγκ χωρηθῆναι· ταῦτα τῆς φήμης ἀκούσαντες, καὶ συμ φορὰν ἰδίαν τὰ οἰκεῖς λογισάμενοι πάθη, καὶ μηδὲ τὴν ταῦτ' ἐροῦσαν πρεσβείαν παρ' ὑμῶν ἀναμείνει τες, ἐξήλθομεν μὲν τῶν πατρίδων, κατελίπομεν τ γονέας καὶ φίλους καὶ τοὺς ἄλλους ἐπιτηδείους, δεομένους καθήσθαι, καὶ τῶν οἴκοι μετὰ τῶν συν γενῶν ἀπολαύειν ἡδέων, καὶ μὴ περιεργάζεσθαι, μηδὲ τῶν ἀπὸ τοῦ πολέμου κακῶν καὶ τῆς ἑτέρων τύχης κληρονομεῖν. Ησαν δὲ τοῖς πλείοσιν ἡμῶν καὶ γυναῖκες καὶ τέκνα, αἱ μὲν ἀνδρῶν, τὰ δὲ παι τέρων δεόμενα. Καὶ ὥστε τοὺς τῆς οἰκίας έρωτας, καὶ ὡς τὴν ἐξ ἀδάμαντος καρδίαν γυνή δακρύσασα μαλάξειεν ἄν, καὶ τέκνων ἀσθένεια πατρικών ὀφθαλμῶν δεομένη. Αλλ' όμως οὐδὲν τούτων ἡμῖν πρὸ τῆς ὑμετέρας γέγονε σωτηρίας· ἀλλὰ πάντων υπεριδόντες, καὶ μεγάλῳ στόλῳ μέγα πέλαγος δια βάντες, καὶ ταῖς τῆς θαλάττης καὶ τῶν χειμώνων τύχαις ἡμᾶς αὐτοὺς ὑποθέντες, οὐδενὸς ἡμῖν προ ρημένου, ἀλλ' οὐδ᾽ ἐλπιζομένου, πλήν τῆς ὑμῶν ὠφελεία:, μισθού, ήκομεν ὑπὲρ ὑμῶν οὐχ ἧττον 4 ἡμῶν αὐτῶν καὶ τῶν γονέων, τὰ ὅπλα θέμενοι· καὶ πρὶν τῶν νεῶν ἀποθῆναι, πολλὰ πρὸς τοὺς βαρ ρους κιδυνεύσαντες, μεγάλη δυνάμει τὴν ἀπόδοσιν είργοντας, οὐκ ἄνευ κινδύνων καὶ πόνου πολλοῦ τους πρώτους αὐτῶν βιασάμενοι ἐπὶ τὸ τεῖχος ἥκομενα τὸ τότε μὲν ὑμῖν πάντων ἀνάξιον, νῦν δ' ἐπειδή
col. 1017–1018page 5 of 13
PG 154:1017τοῦτ' ἔχετε, μηδ' ἐν προσθήκης μέρες δοκοῦν· καὶ ἡ Θεοῦ τυχόντες εὐμενους, εἴλομεν μὲν ἐκεῖνο, τοὺς δὲ πολεμίους αἰσχρῶς φυγεῖν ἠναγκάσαμεν. "Ανε, λαμβάνομεν δὲ τοὺς ὑμετέρων αὐτόθι δουλεύοντας ὅπλοις δὲ, καὶ σίτι, καὶ σώμασι, καὶ πᾶσιν ὧν ἔδει τὸ τεῖχος ἐπισκευάσαντες, παρεδώκαμεν ὑμῖν τὴν πόλιν ὡς οἰκείᾳ κεχρῆσθαι· καὶ τὸ τέως ὑπὸ πάνω των θρυλλούμενον ἀμήχανον, ὡς τῆς Καλλιπόλεως ἀφεστώσης ἀμήχανον μὴ δουλεῦσαι, καὶ ὁ πάντες ἔν τι τῶν ἀδυνάτων ᾠοντο, ταύτην ἐπανασῶσαι, τοῦτ' ήδη παρὰ δόξαν ἐκπέπρακται· καὶ κύριοι μὲν ὑμεῖς τοῦ πορθμοῦ· ἔξεστι δὲ τοῖς αὐτόθι λιμέσι χρωμένους, τὰς τῶν βαρβάρων ληστείας καὶ τοὺς ἔκπλους ἀνείργειν, εἰ δὲ ταῦτα λέγοιεν, καὶ τὴν αἰτίαν πυνθάνοιντο • Τί δήποτ', ὦ χρηστοί, καὶ πρὸς μηδὲν τέλος ὁρῶντες ἐν οἷς πράττετε, ὧν πρὶν ἐπιθυμεῖτε τυχόντες, πάλιν ὑμῖν αὐτοῖς τῆς ἐλευ θερίας φθονεῖτε, καὶ δουλεύειν αἱρεῖσθε; Τοῦτο γὰρ ὑμῖν βούλεται τὸ τοῖς βαρβάροις πάλιν ἐγχειρίζειν τὴν πόλιν· ο τί ἐροῦμεν, ἢ τί ἀποκρινούμεθα προς Θεοῦ; Πάντως ἀνάγκη κύπτειν εἰς γῆν, καὶ συγχει ρεῖν μετ' αἰσχύνης οἷς λέγουσι, τῷ μηδὲν ἔχειν δίκαιον ἀντειπεῖν. Καὶ μὴν οὐ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς τὴν Εὐρώπην οἰκοῦντας Χριστιανούς, οἴεσθαι χρὴ τὸν αὐτὸν ὑμῖν εἶναι λόγον. "Α τε γὰρ ἔπραξαν οἱ δεῦρ' ἐκπλεύσαντες ἐκείνων, ἅπαντες ἴσατι· καὶ νῦν ἂν τὰ μετὰ του οὕτων κινδύνων κτηθέντα προώμεθα, πάντως οὐκ ἀγνοήσουσι. Τίνας τοίνυν οὕτω δεινούς λέγειν πέμ ψετε Ἰταλοῖς, Γαλάταις, Γερμανοῖς, Κέλταις, Ἱσπανοῖς, τοῖς ἐν ταῖς ἡπείροις, τοῖς ἐν ταῖς νήσοις, & τοῖς ἔξω Γαδείρων, οἵτινες ὑπὲρ τῆς αἰσχύνης ταύ της καὶ τῆς ἀπονοίας πρὸς πάντας ἀπολογήσονται, Καὶ ταῦτα τῶν μὲν ἐγκλημάτων οὐδένα λόγον ἐν δεχομένων, ἐκείνων δὲ τῶν μὲν τοῖς ἀπολλυμένοις συναχθομένων, τῶν δ᾽ ὀργιζομένων, ἐφ' οἷς ματαίους αὐτοῖς ὑπὲρ ἡμῶν πεποιήκαμεν πόνους. Τίνας δ' ἡμῖν οἴεσθε καὶ παρὰ τῆς Ἐκκλησίας ἀρὰς ἐπαχθήσεσθαι, ὁρώσης οὐχ ἡμᾶς αὐτοὺς μόνον δι' ὧν ποιοῦ μεν προδιδόντας τοῖς ἀσεβέσιν, ἀλλὰ καὶ πᾶσι οὗ τῶν πώποτε τολμηθέντων οὔτ᾽ ἐναγέστερον οὔτ᾽ Τίνας δ' ὑπὲρ ἡμῶν εὐχὲς ἢ καὶ θυσίας προσοίσει, ὁρῶσα πάντας ἑκόντας οὕτωσὶ τὰ χείριστα αἱρουμένους; Μάλλον μὲν οὖν πῶς οὐ καὶ καταράτους τοιούτοις ἐπιχειροῦντας ἡγήσεται; Ὑπὲρ γὰρ τῶν ἀγαθὰ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις βουλομένων, καὶ ὅπως τούτων τύχοιεν τοῦ Θεοῦ δεομένων, οὐ τῶν ἐξεπίτηδες ἑαυτοὺς ἀπολλύντων, καὶ θύειν καὶ εὔ, χεσθαι και πάντα ποιεῖν ἀξιοῦμεν. Κατηγορίαι δὲ καὶ ἀραὶ παρὰ πάντων, εἴ τις ἑαυτὸν προδιδοὺς, καὶ τοὺς ἄλλους προσαναγκάζοι. Τίνας δ' ἡμῖν καὶ συγκοι λέσει συμμάχους, ή μετὰ ποίας γνώμης ὑπὲρ τῆς πρὸς ἡμᾶς διαλέξεται βοηθείας· τίνας δὲ καὶ πείσει ποιεῖν καὶ κινδυνεύειν ὑπὲρ ἡμῶν, ὅταν εἰς τούναν τον αὐτῇ τὴν σπουδὴν ὁρᾷ τελευτῶσαν; "Α γὰρ ὁ Κόμης ὑπὲρ ἡμῶν ἐπόνησεν ἐκείνῃ πεισθείς, τούτων ὑμεῖς ἐπὶ τοὺς βαρβάρους μετενεγκεῖν τὴν ὠφέλειαν βούλεσθε. Όλως δὲ τίνας χρή προσδοκῶν ἔσεσθαι συμμάχους ἡμῖν, εἰδότας ὡς οὐδὲν οὔτ' αὐτοῖς οὔθ' Χριστιανοῖς τοῦ κακοῦ τούτου γινομένους αιτίους, ἀπανθρωπότερον εἶποι τις ἄν. μιο ΠΙΟ
col. 1019–1020page 6 of 13
PG 154:1019ἡμῖν ἔστ᾿ ὄφελος ὧν πονήσουσιν, ἡμῶν τὰ τῶν πολε μίων ἆθλα πάλιν τοῖς ἐχθροῖς βιπτόντων μετὰ τὸν πόλεμον, καὶ μηδενὸς ἡμῖν λειπομένου ὑπὲρ οὗ χά ριν αὐτοῖς εἰσόμεθα τῶν κινδύνων, δ μόνον τοῖς ὑπὲρ τῶν ἄλλων ἡγωνισμένους λείπεται πρὸς παρα μυθίαν; Οἱ γὰρ εὖ παθόντες, ρίψαντες τὰ δοθέντα, οὐδὲ τοῖς εὐεργέταις χάριν ὁμολογοῦσιν, ὧν ἔδοσαν. ᾿Αλλὰ μὴν, εἰ μήτ' αὐτοὶ οἰκείᾳ δυνάμει τοὺς ἐχθροὺς ἀμυνούμεθα, καὶ τοῖς συμμαχεῖν δυναμένοις ἄντι κρυς προερούμεν δι' ὧν ποιοῦμεν φεύγειν ἡμᾶς, τί λοιπὸν, ἢ τῷ χεῖρε δήσαντες τοὺς ἐχθροὺς ἱκετεύειν, καὶ μόνον ἂν συγχωρῶσι ζῇν, κέρδος ἡγεῖσθαι; "Ωσθ' ὅταν εἰ δέοι τὴν Καλλίπολιν διδόναι βουλεύη σθε, οὐδὲν ἕτερόν μοι δοκεῖτε ποιεῖν, ἢ ζητεῖν πότε ρον ἐνδοξότερον, καὶ τοῖς ὅλοις λυσιτελέστερον, ζην ἐν ἐλευθερίᾳ ἀπολαύοντας τῶν ὄντων, καὶ τούτων αντεχομένους, ἢ ταῦτα ρίψαντας, τὴν δουλείαν ἀσπά σασθαι, καὶ τὴν τῶν βαρβάρων ύβριν τῆς παρὰ τῶν ἄλλων δόξης προτιμότερον θέσθαι. Ἀλλὰ τούτων με ένεκα καὶ οἱ παντάπασιν ἐξεστηκότες δύνανται στ φρονεῖν. Οὐδεὶς δὲ οὕτω δυστυχής, ὅστις, ἐξὸν ἄλλους ἐπιτάττειν, ἄλλοις ὑπακούειν αἱρήσεται· καὶ ταῦτα τοῖς χειρίστης καὶ πολεμιωτάτοις, καὶ μηδένα μὲν ἔχων μισθὸν τῆς δουλείας, προστιθεὶς δὲ καὶ τὰ οἱ καθεν. Εἰ δὲ τινες τούτοις μὲν οὐδαμῶς ἀντιλέγειν τολμῶσι, τῷ καὶ τῇ τάξει καὶ τῇ φύσει τῶν πραγμάτ των οὕτω ταυτί διωρίσθαι, καὶ παρὰ πᾶσιν Ελληνι καὶ Βαρβάροις οὕτω νομίζεσθαι, καὶ πᾶσιν ἔμφυτον εἶναι μὴ τοῖς πολεμίοις τὰ οἰκεῖα προϊεσθαι· δεδοίκασι δὲ τὸν μὲν λιμὸν ἐπικείμενον βλέποντες, ἐν άκμῇ μὲν τὸν σίτον, τοὺς δὲ βαρβάρους, ἂν μὴ τῆς πόλεως ἀφεστῶμεν αὐτοῖς, κερεῖν μὲν τὴν γῆν, καὶ ταλήψεσθαι δὲ τὰ πρὸ τῆς πόλεως φρούρια, πάντα δὲ ἀνασπάσειν ἐφεξῆς ἀπειλοῦντας, καὶ διὰ τοὺς ἀξιοῦσι συγχωρεῖν οἷς αιτοῦσι, κουφότερον τὴν εἰς τάλλα ζημίαν κρίνοντες τοῦ τῆς πατρίδος Ολέθρου πρῶτον μὲν ἔστωσαν οἱ ταῦτα δημηγοροῦντες, ὡς οὐ δι' ὧν ἐλάττω τὰ κακὰ ποιήσομεν λέγουσιν, ἀλλὰ δι' ὧν καὶ προσθήσομεν. Οὔτε γὰρ αὐτοὺς, οὔτ᾽ ἄλλους εἰπεῖν ἂν νομίζω τὸ μὴ τὰς ἡμετέρας πόλεις τοῖς βαρβάροις προίεσθαι αἴτιον ἡμῖν γενόμενον τῶν παρόντων κακῶν, καὶ διὰ τοῦτο τὸ προδιδόναι τού τας ἀφαιρήσειν τῆς δυστυχίας· ἀλλ' ὅτι τοῦ ἀντίον ἡμῶν ἀμελούντων ἐάλωσαν, τοῦθ᾽ ἡμῖν ἐνεγκεῖν τῆς παρούσας ἀνάγκας. Οὐ δὴ δι' ὧν ἐκ μεγάλων φαύλα τὰ πράγματα γέγονε, διὰ τῶν αὐτῶν ταῦτα πειρα τον επανορθοῦσθαι· ἀλλὰ τοσοῦτ᾽ ἀφεκτέον τοῦ καὶ νῦν τὰ ὄντα προϊεσθαι, ὅσον καὶ πάντας, τῷ προσκτᾶσθαι καὶ τῷ προσλαμβάνειν, ἀλλ᾽ οὐ τῷ τὰ ὄντα ρίπτειν, πλουσιωτέρους γινομένους ὁρῶμεν. Ὑμεῖς δὲ ποιεῖτε παραπλήσιον, ὥσπερ ἂν εἴ τις τῶν μελῶν ἀφαιρῶν, οἴοιτο τὴν ἀκμὴν τῷ σώματι καὶ τὴν βύν μην τηρεῖν ἢ τοῖς διαρπάζειν βουλομένοις ἐκδιδοὺς τήν οὐσίαν, προστιθέναι τοῖς οὔσιν. Ἀλλὰ το το τἀναντία τοῖς φανεροῖς ἐστι καὶ φρονεῖν, καὶ ποιεῖν. Ἐγὼ γὰρ εἴ τινα Θεός πέμψας προσέταττε δωρεάς παρ' αὐτοῦ ζητεῖν, ὡς οὐκ ἀτυχήσαντες, οὐδὲν ἐν
col. 1021–1022page 7 of 13
PG 154:1021τερον αἰτῆσαι νομίζω πρὸ τῶν πόλεων ἂς εμεν, ὡς οὕτω μόνως ἐξὸν εἰς τε τὴν προτί. ὴν ἀναδραμεῖν, καὶ δίκας ἀπαιτῆσαι τοὺς νῦν οντας. Εθ' ὧν τυχόντες οὐκ ἂν εὐξαίμεθα ταῦτ' ἐξεπίτηδες ἀπολλύντες, τὸ συνοίσον ῶν αὐτῶν νομίζομεν βεβουλεῦσθαι; Καὶ πῶς ἴσθαι δόξομεν; τα οὐδ' ὅμοιον, προπολεμοῦντας τῶν οἰκείων, υνεύοντας, εἶτα πταίσαντας ταῦτα ἀποβαλεῖν, βαρβάρων αιτούντων ἢ καὶ ἐπιταττόντων, ἐνεγκεῖν τὴν ζημίαν. Ἐκείνω; μὲν γὰρ τὸ σχρὸν ἄπεστι, καὶ μόνης τῆς τύχης γίνεται ίωμα, ἧς ἀνθρώπους με ὄντας οὐκ ἔστιν ἀεὶ ἐσθαι· τὸ δ' ἐκόντας καθ᾿ ἑαυτῶν τοῖς ἐχοί. τηρετεῖν, τοῦτο δὴ καὶ τοῦ ἔθνους καὶ τῆς ίνης φύσεως πόρρω πίπτει, καὶ μόνης αναι ἀπόδειξιν ἔχει· δ νῦν ἡμῖν συμβήσεται, ἐὰν εθώμεθα περὶ ὧν βουλευόμεθα. ς δὲ τούτων, εἰ μὲν ἦν τις ἡμῖν ἀξιόχρεως βαρβάρων γνώμης ἐγγυητής (Θεὸς δ' ἂν ἦν οῦ γὰρ ἀνθρώπων γε οὐδενὶ τὰ τοιαῦτα δοτέον θας), ὡς ἐὰν ἃ νῦν οἱ βάρβαροι παρ' ἡμῶν έλουσι λάβωσιν, ἡσυχάσουσι τοῦ λοιποῦ, καὶ ανεξίαν στήσουσιν ἐν τοῖς δεδομένοις, αἰσχρὸν χρὸν καὶ οὕτως, καὶ τῶν μέχρι νῦν τοῖς προ κατωρθωμένων ἀνάξιον, καὶ τοῖς κατὰ γῆν τὰ θάλατταν αὐτοῖς εἰργασμένοις ἐναντιώτα πᾶσαν ἄρδην ἀνατρέπον τὴν τῆς πόλεως δοκεῖν εἶχειν τοῖς βαρβάροις καὶ ὁπωσ μὲ ταῦτ' ἐν οἷς λυμαίνονται τοῖς ἡμετέροις καὶ κατορύττειν γε προσῆκε τὸν ταῦθ' ἡμῖν λεύειν ἢ καὶ πείθειν τολμῶντα. Οὐ μὴν ἀλλ᾽ ἡμᾶς πείθοι, ὡς ἔστι τῶν νῦν ζητουμένων χρήσαντας, τοῖς λειφθησομένοις χρῆσθαι μετ' ας, ὥσπερ οἱ τῶν μελῶν τινα σιδήρῳ καὶ ν ἐκδιδόντες, ὑπὲρ τοῦ τῷ λοιπῷ σώματι ζήν θανάτου πικρότερον γίνεται τὰ παρὰ πάντων σιγάσθω μὲν τὰ τῆς πατρίδος καλά· ἀριστέων άντες ἀνατραπήτωσαν· ἐπιγράμματα δὲ ἐξα ω, τοῖς ἐσομένοις δηλοῦντα τὴν τῆς πόλεως καὶ πᾶς δ᾽ αὐτῇ ὑπὲρ δόξης διηνυσμένος ήθη δεδόσθω, καὶ περιεργία δοκείτω τὸ κιν. ὑπὲρ δόξης αἱρεῖσθαι· τοῦτο δή, ᾧ πόλις μέως, ἀνὴρ δὲ ἀνδρὸς ὑπερέχει· καὶ πάνθ' στέον τοῖς βαρβάροις, καὶ οἷς συγχωρούσιν μμενετέον. Εἰ δ᾽ ἅπαντα μᾶλλον ἢ ταῦτ' ἐλ ὡς ἄν, τοὺς βαρβάρους λαβόντας, ἃ νῦν αἱ παρ' ἡμῶν, ἡσυχάζειν, τίς ὁ πείθων λόγος δεῖ καὶ συμφέρον τοῖς ἡμετέροις όπλοις τους ους ὁπλίζειν, ἵν' ὡς ἔοιχε δυσκαταγωνιστητές ησώμεθα; Εἰ γὰρ ὅτ' ἐθήτευον καὶ κλοπαῖς ὺς ἀφορμᾶς τοῦ βίου, καὶ ληστείαις ἐχρῶντο, πέρας ἀρχῆς ἐπεθύμησαν, οὐδένα πόνον καὶ ν ὑπὲρ τοῦ ταύτην κτήσασθαι παραιτούμε ταῦτα τῶν ἡμετέρων τότε καὶ σώμασι, καὶ ", καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν, έβρω Πασm
col. 1023–1024page 8 of 13
PG 154:1023μένως ἀμυνομένων· τί χρὴ νῦν προσδοκών αὐτοὺς δράσειν, καὶ τὰ ἡμέτερα προσλαβόντας ἰσχυρά, καὶ μάλιστα νῦν, ὅτι τῶν μὲν χρημάτων τὰ μὲν ἀπόθετα πάντα ἀνήλωται, οἱ δὲ πόροι τούτων ἐπέλιπον· ἰδίᾳ δὲ ἕκαστος οὐδὲ πρὸς τὴν οἰκίαν ἀρχεῖν σώματα δὲ νίκησε Εφθαρται· αἱ δὲ τῶν πολεμίων συντάξεις ἐκλέλυνται χωρία δὲ πάντα προείληπται; Οὗτοι δὲ μετὰ τὴν Μυσῶν πρότερον τὴν Τριβαλῶν νῦν ἄγουσι καὶ φίλ ρουσι βασιλείαν· τοσοῦτον ἀναπνεῖν ἡμῖν συγχωροῦντες, ὅσον πρὸς ἐκείνους ἡσχόληνται. Εἰ δὲ δὴ καὶ τἀκεῖ διοικήσονται, ἐπανήξουσι μὲν ἡμῖν φοβερο ζητήσουσι δὲ οὐ τὴν Καλλίπολιν είτε, οὐδὲ περὶ φόν ρων τότε ἀκριβολογήσονται, οὐδὲ στάχυσιν οὐδ' άμπέλοις ἀπειλήσουσιν ἐπιθήσεσθαι· ἀλλ' ἀπαιτήσ σουσι τὴν ἐλευθερίαν, καὶ τὸ χρῆναι μετὰ τῶν ἄλλων καὶ ἡμᾶς γνῶναι τοὺς ὄντας δεσπότας. Τότε τι συμβουλεύσουσιν οἱ πάντ' εὐχαρεῖς οὗτοι, καὶ τὸ παρὸν μόνον σκοπούμενοι; Εἰ μὲν γὰρ ὥσπερ νῦν τοῖς βαρβάροις ἀφίστασθαι τῶν ὄντων, οὕτω καὶ τότε δουλεύειν αὐτοῖς παραινέσουσι, χρηστούς θρα πολίτας αὐτοὺς, καὶ τῶν κοινῶν ἀξίους προστάτες ἀποφανοῦσιν· εἰ δ' ὅπερ εύλογον καὶ Θεῷ μὲν ἀρέσ σκον, πᾶσι δ' ὡς ἔπος εἰπεῖν συγκεκληρωμένον ἀντ θρώποις, εἰωθὸς δὲ καὶ ἡμῖν, καὶ τοῖς ἐξαρχῆς τοῖς πόλεως ἔργοις, καὶ τῇ δόξῃ συμβαίνον, τότε συμβουλεύειν θελήσουσιν, ὡς ἄρα ἀνθεκτέον μὲν τῆς ἐλευ θερίας, πάντων δὲ μάλιστα τὴν δουλείαν φοβερώτα τον ἡγητέον· τί νῦν παραινοῦσιν, ὁ τότ' ἀναιρήσουσι δι' ὧν συμβουλεύσουσι; Δῆλον γὰρ ὅτι τότε πόλεμον εξενεγκεῖν συμβουλεύοντες, καὶ χρημάτων, καὶ συν μάτων, καὶ συμμάχων, καὶ τόπων, καὶ λιμένων, καὶ πάντων ἁπλῶς τῶν ἐπιτηδείων προσθήκην ἐπινοήσουν σιν. Εἶτα τῶν μὴ ὄντων όπως προσέσται τότε που ψόμενοι, τὰ ὄντα νῦν ἐκβαλοῦσι; καὶ προσθήκην ζητοῦντες, ἀφαιρέσει νομιοῦσι περιέσεσθαι τοῦ δ κοῦντος; Εἰ γὰρ ὅλως δεῖ πολεμεῖν, βέλτιον τοῖς ὅλοις μετὰ τῶν ὄντων ἐπιχειρεῖν· ἀλλ᾽ οὐκ ἐλαττούν εξεπίτηδες, μεθ' ὧν ἀνάγκη διαφέρειν τὸν πόλεμον, ὥσπερ καὶ μετὰ συμμάχων. Εἰ τούτων ἄνευ εἶπαι τις ἂν δεῖν κινδυνεύειν, καὶ μετὰ χρημάτων, ἀλλ' οὐ μετὰ πενίας· καὶ ἁπλῶς μεθ' ὅτι πλείστης οἷόν τε περιουσίας· εἰ δ' ὅτι μικρὰ μὲν ἡ Καλλίπολις, μεγίστη δὲ ἡ μητρόπολις, διὰ τοῦτ' ἄρα δεῖ τοῦλατα τον ἀντὶ τοῦ μεγίστου προϊεσθαι· πρῶτον μὲν ἀνίη τον μεγέθει τὰ πράγματα κρίνεσθαι, καὶ βέλτιον μὲν ἀεὶ τὸ μεῖζον· τὸ δ᾽ ἧττον χεῖρον δοκεῖν· ὥσπερ ἐν εἴ τις καὶ τῶν ἐν τῷ σώματι τὸν ὀφθαλμὸν χείριστον ᾤετο, ὅτι δὲ καὶ σμικρότατον, ἡ καὶ τοὺς τὰ σώματα μείζους βελτίους τῶν μετρίων ἡγεῖτο. Καὶ τῆς Καλα λιπόλεως τοίνυν οἱ τὸν περίβολον μόνον καὶ τὸν τῶν πύργων ἀριθμὸν προσήκει σκοπεῖν, ἀλλὰ καὶ τὴν ἐπιτηδειότητα τοῦ χωρίου λογίζεσθαι, καὶ ὡς ἀκρό πολίς τις τῆς μεγάλης πόλεως εἶναι δοκεῖ· καὶ ἐς ἕως μὲν αὐτὴν ἡμεῖς εἴχομεν, ἥ τε Χερρόνησος καὶ αἱ ἐν Θράκῃ πόλεις ἡμῖν ὑπήκουον καθαρῶς ἐφ' οὗ δὲ ταύτην κατέσχον οἱ βάρβαροι. ἐκεῖνὰ τὸ ἀπό στη, καὶ νῦν ἡμῖν περὶ τῆς σωτηρίας οι λόγοι γίνον
col. 1025–1026page 9 of 13
PG 154:1025και καθημέραν· τοσαύτην ἐπ' ἀμφότερα ροπὴν ἔχει τὸ μικρὸν τοῦτο χωρίον. Ωστ᾽ εἰ δεῖ, τὸ μέγεθος ἀφέντας, λογίζεσθαι τὴν ὠφέλειαν, οὐ παρὰ πολύ διαφέρειν εὕροι τις ἂν τοῦ ταύτην ἐκδοῦναι τὸ τὴν πατρίδα προδοῦναι. Έπειτα εἰ ταύτην τοῖς βαρβάροις αὐτοῦσιν οὐκ ἀντιλέγειν τολμήσομεν, τὴν ἐκείνων δύναμιν δεδιότες, εἰπάτω τις ἐμοὶ, τί τὸ κωλύον καὶ δεύτερον αὐτοῖς αἰτοῦσι καὶ τρίτον πεισθῆναι; Ἕως γὰρ ἂν, ὡς ἐκεῖ να στήσονται τοῦ πλεονεκτεῖν, οὐχ οἷός τ' ᾗ πείθειν τις, καὶ ἡμᾶς ἀνάγκη τοῖς ὑπ' ἐκείνων λεγομένοις 15 συντίθεσθαι, τὴν δύναμιν τούτων ύφορωμένους. Ο γὰρ ἅπαξ τὴν τῶν πολεμίων ἰσχὺν ἐκπλαγείς, καὶ μεμελετηκὼς ὑπακούειν, οὗ τὰ μὲν ἐλάττω συγχωρήσει, πρὸς δὲ τὰ μείζω φιλονεικήσει· ἀλλὰ πάνθ' ὁμοίως ὑποστήσεται, ἕως ἂν τὴν τῶν ἐπιταττόντων ἰσχὺν ὑποπτεύῃ. Ωστ' οὐχὶ περὶ τῆς Καλλιπόλεως μόνον, εἰ χρὴ προέσθαι ταύτην, ἡμῖν ἐστι νῦν ἡ συμβουλή, ἀλλὰ καὶ περὶ τοῦ τῆς πόλεως ἐδάφους, καὶ πάντων ἁπλῶς τῶν λοιπῶν. Οὐ χρὴ τοίνυν οὕτω ταπεινωθέντας πάντα συγχωρεῖν τοῖς βαρβάροις ἀλλ' ἐνίοτε καὶ συμφερώτερον νομίζειν ἐνίστασθαι, καὶ νομίζειν τέχνης τινός εἵνεκα καὶ πείρας ὑπ' ἐκείνων ταυτὶ προβεβλῆσθαι· ῖν, ἐὰν μὲν ἐνστῶμεν καὶ τῶν ὄντων ἀντιποιώμεθα, καὶ δῆλοι γενώμεθα μὴ ἐπιτρέψοντες ἄγειν καὶ φέρειν ἡμᾶς, ἄλλο τι ζητήσωσι λυσιτελήσον αὐτοῖς· ἐὰν δ᾽ ὑποπτήξαντες συγχωρήσωμεν, λοιπὸν ὡς ἤδη ταπεινωθεῖσι, καὶ οὐδὲν ὅτι οὐ συγχωρήσουσι, χρήσονται· καὶ πάντα περικόψαντες, τελευτῶντες ἥξουσιν ἐπὶ τὰς θυγατές μας, καὶ τοὺς παῖδας, καὶ τὰς γυναῖκας, καὶ τὰ τιν μιώτατα, καὶ τὴν πατρίδα. Οὐ γὰρ ἐν τοῖς ἐλάττοσιν ἀναισχυντοῦντες, ἐν τοῖς μεγίστοις ἐπιστήσονται σωφρονεῖν. Καὶ εἰ ταῦτα συγχωρήσαιμεν, ὡς ἔγωγε οὐχ ὁρῶ πῶς οὐκ ἀξιώσομεν, τῆς αὐτῆς καὶ τοῦ ἡμῖν ἀνάγκης ἐπικειμένης, πάντα ἄρα τοῖς βαρδά. ροις προστάττουσιν ὑπακουστέον εἶναι πάντως ἐκ τοῦ λόγου τούτου συμβαίνειν. Εἰ δὲ τοῦτο, σωφρονούντων ἂν εἴη, πρὶν καθέκαστον διδόντας πράγ ματα ἔχειν, ὑφὲν πάνθ' ἐκείνοις ἀμαχητί προεμένους, τὴν μεταξὺ τῶν κακῶν πεῖραν κερδάναι ὥσπερ οἶμαι καὶ μια πληγῇ πεσεῖν αἱρετώτερον τοῦ κατὰ μικρὸν ἀναλοῦσθαι τὸ σῶμα. Εἰ μὲν οὖν ταῦτ' εἰδότες σαφῶς ἐκβησόμενα, δέχεσθε μὲν τὸ μέλλον, ἁπλῶς δὲ μηδὲν ἀντιπράττειν ἐκρίνατε, ἄλλο τι τοῦτο εἴη· καὶ δῆλον ὡς οὔτε θηρίων, οὔτε πολλῷ μᾶλλον ψυχῆς ἀνθρωπίνης οἱ λογισμοί. Πᾶσι γὰρ ἔμφυτον τὰ οἰκεία τηρεῖν ἀγαθά, καὶ τοῖς βιαζομένοις ἕως ἔξεστι μάχεσθαι. Καὶ τά γε τῶν ζώων ἀσθενέσταται ἐῤῥωμένως ἄν τις ἴδοι τοῖς ἰσχυροτάτ τοῖς ἀντεπιόντα, ὅταν αὐτὰ βλάπτειν ἐπιχειρῇ· ὡς ἢ τῆς ἀδικίας ἐκεῖνα κωλύσοντα, ἢ τὸ γοῦν ἀποθανεῖν ἀμυνόμενα, ὡς ἄλλην τινὰ τῇ φύσει λειτουργίαν εἰσοίσοντα, ἧς εἶναι νόμον σώζειν αὐτά.
col. 1027–1028page 10 of 13
PG 154:1027Εἰ δὲ τὴν Καλλίπολιν ὄρον ἔσεσθαι τῆς πλεονεξίας τοῖς βαρβάροις νομίζετε, καὶ ταύτην λαβόντας, τοῖς λοιποῖς ἡμῖν οἴεσθε μετ' ἀσφαλείς χρήσεσθαι συμ χωρήσειν· ἔστω πάς τις ταῦτ᾽ ὀνειροπολῶν, τῶν πραγμάτων παντελώς ἁμαρτάνων. Ο γάρ τοσαῦτα μὲν ὑπισχνούμενος, τοσαῦτα δὲ ἀπειλῶν ὑπὲρ τοῦ ταύτης γενέσθαι κύριος, τί οὐκ ἂν πιστεύοιτο δράσειν ὑπὲρ τοῦ τὴν μεγίστην τῶν πόλεων, καὶ ἧς οὐδ᾽ ἂν τις εὕροι παράδειγμα, κτήσασθαι, καὶ τοιαύτη χρησ μάτων καὶ δόξης προσθήκῃ τὰ ὑπηργμένα κοσμήσει; Πῶς οὖν οὐκ εἴηθες, τῶν μικρῶν ὁρῶντας οὕτως ἀν τι ποιούμενον, οἴεσθαι τῶν μεγίστων αὐτὸν ἀμελήσειν; "Ωσπερ ἂν εἴ τις καὶ πληγῶν ἀνεχόμενον ὑπὲρ οβολού τινα βλέπων. Επειτ' οἴοιτο ταλάντων εκόντα κατα φρονήσειν. Μωρία καὶ ἄνοια τὰ τοιαῦτα ἐλπίζειν, Μάλλον μὲν οὖν αἱ προσθῆκαι φύσει τοῖς ἀνθρώποις αύξουσι τὰς ἐπιθυμίας, ἅτε τοῦ τέλους εγγύτερον γινομένοις, ὑπὲρ οὗ πάντα πράττουσιν. Εἰ τοίνυν ὑμῖν μέλει τοῦ μὴ τὰς τῶν βαρβάρων ἐρεθίζειν ορέξεις, ἀνθεκτέον ὧν νῦν αὐτοῦσιν, ἵνα μὴ χαλεπωτέροις αὐτοῖς πρὸς τἆλλα χρησώμεθα μηδε έρωτᾶτε, εἰ δίκαιον ἀντεχομένους ταύτης ἀπολέσαι τὸ θέμα, πρὸς δὲ πάντα ἀνάγετε, καὶ τῶν ἡμετέρων πόνων ἑτέρους ποιῆσαι κυρίους· μηδὲ τὸ τῶν ἀμπέ λων πάθος οὕτως ἡγεῖσθε βαρύ, ὥστ᾽ εἶναι τοὺς βου λομένους αὐτοῖς τὰ μέλη πρὸ ἐκείνων τμηθῆναι. Εγώ δὲ τὴν μὲν εἰς ταῦτα ζημίαν χαλεπήν ἡγοῦμαι καὶ λυπηρὰν οὐχ ἡμῖν μόνον τοῖς ὑπομένουσι ταύτην, ἀλλὰ καὶ πᾶσιν ὅσους εἰς τὰς τω αύτας ἀνάγκας ήγεν γον οἱ καιροί· ἀλλ' ἀνδρῶν μὴ τοῦ παρόντος γίνεσθαι μόνον, καὶ τὸ νῦν λυπηρὸν θεραπεύειν, εἰ δέ τι χεῖ ρον εἰς τὸ μέλλον ἀπόκειται, τοῦτ' ἢ μὴ προβλέπειν, ή προορωμένους ἐπιτρέπειν τῇ τύχῃ· ἀλλ᾽ αἱρεῖσθαι τὴν παροῦσαν εἰς τὰ κουφότερα λύπην του μετά με κρὸν εἰς τὰ μέγιστα ἐσομένου κινδύνου. Εστω γάρ καὶ συγκεχωρήσθω τὴν Καλλίπολιν ἐκδόντας, τὸν εἶν τον κομίσασθαι· οὕτω μὲν οὖν ἐν τὸ παρὸν μόνον ἔτος ἐν ἀφθόνοις διάξομεν. Καίτοι τις ἂν ἴσως εἴποι διὰ τὴν τῶν βαρβάρων ἀπιστίαν μηδὲ τοῦτο βέβαια εἶναι. Πολλὰ γὰρ πολλάκις ὑπισχνούμενοι, ἐναντία τὰ τέλη τοῖς ὑπεσχημένοις ἐξήνεγκαν. Ἐγὼ δὲ τίθημι τηρήσειν αὐτοὺς τὰς συνθήκας, πάντως οὐχ ὁ πᾶς αἰὼν τὸ νῦν ἔτος ἔσται· ἀλλὰ τελευτήσει μὲν τοῦτο αναλωθήσονται δὲ οἱ καρποί· καὶ πάλιν ὁ οἶτος ἐν ἀκμῇ, καὶ τὰ πράγματα ἀσθενῆ, καὶ οἱ βάρβαροι ὥσπερ πυρετοῦ περίοδος ἥξουσι· καὶ ἡμῖν δεήσει τροφῶν· τί ποτ' αὐτοῖς δώσομεν ὑπὲρ τῆς κομιδές τῶν ὡραίων; Σηλυβρίαν ἐρεῖ τις ἢ Πείρινθον, ὥστερ οἱ τὸ λοιπὸν ἀεὶ τῆς οὐσίας ενεχυράζοντες. 'Αλλ' οὔθ' ἡμῖν ἄπειροι πόλεις, δι' ὧν τους καθ' ἕκαστον ἔτος ἀμητοὺς ἢ τρυγητοὺς ὤνησόμεθα, ολ' οι βάρβαροι συγχωρήσουσιν ἡμῖν προίκα τραφένι Λοιπὸν τοίνυν ἐπὶ τὸ κεφάλαιον ἀπαντᾶν ἐκείνων μὲν τὴν πόλιν αὐτούντων καὶ τὴν ἐλευθερίαν· ταῦτα γὰρ ὕστατα λείπεται· ἡμῶν δὲ ἀντιλέγειν μὴ ὄνα μένων, τῶν καρπῶν ἡμῖν καὶ τοῦ θέρους ἐμφραττόν των τα στόματα. απ' ἐξ ἀνάγκης δουλεύσομεν. Ο
col. 1029–1030page 11 of 13
PG 154:1029γὰρ ἔγωγε ἄλλο τι μέσον ὁρῶ τῆς τε τῶν βαρβάρων πλεονεξίας καὶ τοῦ μηδ' ἡμᾶς ἀνέχεσθαι τὰ ἐκ τῶν ἀγρῶν ἀπολέσαι. ᾿Αλλὰ μὴν καὶ χωρὶς τούτων δέδοικαμὴ τῶν ἐπετείων καρπῶν σφόδρα ἐπιθυμοῦντες, ἐφ εξῆς πόλλ' έτη λιμώττειν ἀναγκασθώμεν. Νῦν μὲν καὶ μὴ γεωργοῦσιν ἡμῖν ἡ θάλαττα τὰ παρὰ τῶν ἄλλων γεωργούμενα κομιεῖ· καὶ πολλάκις ἴσμεν τοῦτο συμβάν, ὅταν ἢ παρὰ τῶν πολεμίων οὐρανίων ὁ τῆς γῆς τόκος κωλύηται, ἢ καὶ παρὰ τῶν πολεμίων του των βλάπτηται, ποιούντων ἃ νῦν ἀπειλοῦσι. Τότε γὰρ ἀντὶ τῶν ἀγρῶν ἡμῖν ἡ θάλαττα γίνεται· καὶ πολλοὶ τῶν ἡμετέρων οἱ ταύτην ἀροῦντες καὶ σπεί ροντες· πολλοὶ δὲ καὶ οἱ πόρρωθεν κομίζοντες ἡμῖν ὧν δεόμεθα· καὶ πολλάκις ἡ πόλις τὰ τῆς περιοικία δος μὴ συγκομισαμένη, ἐν ἀφθονωτέροις διήγαγε. Καὶ ὅλως τῆς θαλάττης ήρτηται τὸ πλέον τῆς ἐνταῦθα. τροφῆς ἧς ἐκστάντες, ἀναγκασθησόμεθα συνεχή λιμόν ὑπομένειν. Τίς δ' οὐκ οἶδεν, ὡς ἅμα τε τῆς καλλιπόλεως οι βάρβαροι καὶ τῆς σιτοπομπίας ἔσονται κύ ριοι, καὶ οὔτε σιταγωγός, οὔτ᾽ ἄλλο τι τῶν χρησίμων ἡμῖν κομίζουσα ναῦς οὐδεμία ἐπὶ τοὺς τῆς πόλεως ἥξει λιμένας; Τίς γὰρ ὑπὲρ τοῦ μὴ λιμώττειν ἐτέ ρους αὐτὸς αὑρήσεται κινδυνεύειν; Ανάγκη γὰρ τὸν ἐφ' ἡμᾶς ἥξοντα διὰ πολλῶν κινδύνων ἰέναι, τῶν βαρβάρων αὐτόθι συνεχῶς ἐγκαθημένων πρὸς τοῖς στενοῖς, καὶ ναυσὶ καὶ τριήρεσι καὶ πλοίοις ἄλλοις τοὺς στελλομένους εἰργόντων, καὶ τὸν πόρον ποιούν των οὐκ ἀδεᾶ. "Ωστ' εἴ τι τὰ παρὰ τῶν ὡρῶν πταί σειεν, οὐ γὰρ δυνατὸν ἀεὶ τοὺς γεωργοὺς εὐτυχεῖν, ἀθεραπεύτῳ συντυχεῖν ἀνάγκη λιμῷ, μήτ' ἄλλων παρ' ἡμᾶς δυναμένων καταίρειν, μήθ' ἡμῶν ἐντεῦθεν – ἀνάγεσθαι· καὶ συμβήσεται, τὴν τοῦ παρόντος ἔτους δυσχέρειαν ἐκφυγεῖν βουλομένους, κακοῖς ἀμηχάνοις περιπεσεῖν, λιμώττοντας διὰ βίου· δ τῆς φύσεως στέ γειν μή δυναμένης, λοιπὸν ἢ θανεῖν δυστυχῶς, ἡ ζην δυστυχέστερον, αὐτοχειρίᾳ παραδόντας τὰ τείχη. Τί ούν; πολεμήσομεν, καὶ σὺ τοῦτο κελεύεις; Ἐγὼ δ' ἀντερήσομαι· Τί οὖν; δουλεύσομεν, καὶ ὑμεῖς ὅπως τοῦτ' ἔνται ποιεῖτε; 'Αλλ' οὔθ' ὑμᾶς τῆς ἐλευ θερίας ποτὲ προδότας ἔγωγ' ἂν εἴποιμι, οὔτ᾽ ἐγὼ δυ ναμένους ἄγειν εἰρήνην, ταύτης συμβουλεύσαιμ' ἂν ἀνθελέσθαι τὸν πόλεμον. Αλλ' εἰ τὰ πράγμαθ' ἡμᾶς ἐπὶ τοῦτ᾽ ἄγει, οὐ τοῖς γε συμβούλοις δίκαιον τὰ τῶν πραγμάτων λογίζεσθαι Όμως οὐχ οὕτως ἁπλῶς οἱ ἄνθρωποι τὴν εἰρήνην ἢ τοὺς πολέμους αἱροῦνται ἀλλ' ἐν ᾧ μᾶλλον αὐτοῖς ἡ σωτηρίᾳ καὶ τὸ τυγχάνειν ὧν βούλονται περιγίνεται, τοῦτ' αὐτοῖς προτιμάται θατέρου. Καὶ γὰρ πολεμοῦμεν ἐφ' ὅ σώζεσθαι, καὶ καὶ τὴν εἰρήνην ἀσπαζόμεθα, εἰ διὰ ταύτην τὰ ὄντα της ροῦμεν. Τὸ δ' εἰρήνην άγειν ἐξ ἧς πάντα ἀπόλλυμεν, οὐδὲν ἐστιν ἕτερον ἢ δι' εὐπρεποῦς ὀνόματος τὸ διὰ τῶν πραγμάτων αἰσχρὸν ὑπομένειν. Εἰ μὲν οὖν ἡσυχάζουσιν ἀπολαύειν ἔξεστι τῶν οἰκείων, σύμφημα τοῖς μηδὲν περιεργάζεσθαι παραινούσιν· εἰ δὲ μέχρι μὲν σήματος μόνον τὸ σεμνὸν ἐστι τῆς εἰρήνης, τὰ δὲ ὄντα πόλεμός ἐστι χαλεπώτατος, πῶς ἂν εἰκότως δυσχεραίνοιτε τους πολεμεῖν ἀξιοῦντας, ἐφ' ὅπερ
col. 1031–1032page 12 of 13
PG 154:1031ἡμᾶς ωθεῖ καὶ ἄκοντας ἢ διὰ τῶν πραγμάτων ἀνάγκη; Εἰ δέ τις τὰς τοῦ πολέμου τύχας λογιζόμενος, καὶ τὰς δυσκολίας, δκνεῖ τοῦτον ἐκφέρειν, ἄλλοτε μὲν σωφρονοῦντος ἄν τις εἶπέν εἶναι τὴν εὐλάβειν ταύτ την· ἐνταῦθα δὲ πάντα τὰ αίσχιστα πρόσεστι τῇ ἀνα βολή. Τί γὰρ τῶν ὀνειδῶν οὐκ ἂν δικαίως ἀκούσειεν ὁ πρὸς πᾶσι τοῖς ἄλλοις ἀγαθοῖς καὶ τῆς ἐλευθερίας στερούμενος, ἔπειτα μὴ κινούμενος, ἀλλ᾽ εἰδώλου τινὸς ἔτ' αὐτῷ λειφθῆναι δοκοῦντος ἐχόμενος, καὶ διὰ τοῦτ᾽ ἀξιῶν σπένδεσθαι πρὸς τοὺς πάντα ἀφιλομένους καὶ νομίζων ἐν τῇ δουλείᾳ μετρίου τινὸς ἀπολαύσ σεσθαι, καὶ μηδὲ τοῦτο λογιζόμενος, ὡς ἡ τῶν δούν λων τύχη οὐδενὸς ἀπολαύειν χρηστοῦ, ἀλλὰ συλλήβδην πάντων τοῖς δεσπόταις ἐξίστασθαι; "Ωστ' εἰ μὲν ἐλπὶς ἐστι κομιείσθαι ὧν διὰ τὴν ἄγαν ἀπραγμοσύνην πρότερον εμπεπτώκαμεν, πολεμητέον, καὶ μηδὲν ὑπολογιστέον, οι πόνον, οὐ κίνδυνον, οὐ δαπάνην, ἐξ ὧν μέλλομέν τε εὖ πράξειν, καὶ τοὺς καταδουλοῦσθαι βουλομένους, καὶ τοσαῦτα ἠδικηκό τῆς ἀμυνεῖσθαι δικαίως· εἰ δ᾽ οὐδὲν χρηστών τέλος ἡμῖν ἐλπίζομεν οἴσειν τὸν πόλεμον, ἀλλ᾽ ἀνάγκη θρα λέντας μηκέτ' εἶναι, οὐδὲ τὴν τελευτὴν ταύτην άτι μαστέον, καλήν τε οὖσαν καὶ ἔντιμον, καὶ δόξης οὐκ άμοιροῦσαν ἧς καὶ πολλοὶ τῶν ἀρίστων καὶ γενναίων ἀνδρῶν ἐπεθύμησαν καὶ κατ' άνδρα, καὶ κατὰ πόλεις, Τί γὰρ σεμνότερον, τί δ' ἐντιμότερον ἀνθρώπων τὴν τοῦ δικαίου τάξιν τετηρηκότων, καὶ τὸν ὑπὲρ τῆς πατρίδος καὶ τῶν πολιτῶν κίνδυνον καὶ αὐτῆς τῆς ψυχῆς προτετιμηκότων, καὶ θανεῖν μᾶλλον ἑλομένων, πιοή τι τῶν αἰσχρῶν ὑπομεῖναι; θάνατος μὲν γὰρ ἅπασι πρόκειται κοινός τις ὄρος πᾶσι τῆς γενέσεως μετα σχοῦσι, καὶ οὐκ ἔστι τοῦτον φυλάξασθαι, και μέχρι τοῦ παντός τις τὴν ἀπραγμοσύνην τηρήσεται τὸ θ μετ' ἀρετῆς τε καὶ δόξης ἐκείνου τυχεῖν, τοῦτ' ἔλη παρὰ Θεοῦ μὲν ὀλίγοις δίδοται γέρας· ἀνδρῶν δοθέν τι ἁρπάσαι, καὶ τῷ βίῳ τέλος εὐκλεὶς ἐπιδεῖ και. Οὐ δεῖ δὴ, τὸ κοινῇ πάντως καὶ μετ᾿ ἀνάγκης ἐσόμενον σκοποῦνται, τοῦ καλοῦ τῆς ἀρετῆς ἀμελεία ἀλλ' ὅπου μὴ ἄμφω λαβεῖν ἔνεστι, τῆς γοῦν ἀρετῆς πάντα τρόπον ἀντιποιώμεθα, ἧς τοῖς ἔχουσιν οὐδὲν ὠφελιμώτερον κτῆμα. Ἀλλὰ μὴν ἐνταῦθα οὐδ᾽ ἀνέλα πιατα παντάπασι πολεμήσομεν. Πρῶτον μὲν οὖν καὶ τὸ μεθ᾿ ἡμῶν εἶναι τὴν τοῦ δικαίου μερίδα καὶ τὰ η δεῆσαν αὐτοῖς ἐκ τοῦ φανερού συμπλέκεσθαι, ἀπ τῶν ἡμετέρων εἶναι τὴν νίκην, καὶ τὸ Ῥωμαίος ἄνωθεν ἔθος εἶναι τούτους ὑπακούοντας ἔχειν· καὶ πρὸ πάντων ἡ περὶ τὸ θεῖον εὐσέβεια, η δή μάλιστα τὸν Θεὸν εὐμενὴ τοῖς ἀνθρώπους παρασκευάζει, πολλὴν ἡμῖν εἰσοίσει ροπήν, καὶ πρὸς τὸν πόλεμον συναγωνιείται. Έπειτα καὶ τὰς εἰς πολὺ μέγεθος ἐπιδούσας τιν ραννίδας ἴδοι τις ἂν νοσούσας ἐν ἑαυτοῖς τὰ πολλά, καὶ πλεῖστα τῶν σαθρών περιφερούσας λανθάνεις, ὧν εἴ τις ἀποπειρῷτο καὶ πολέμῳ κινοίη, ἐλάττους αὐτὰς τῆς περὶ αὐτῶν δόξης εὑρήσει· καὶ τοῖς ἐπι
col. 1033–1034page 13 of 13
PG 154:1033χειροῦσι πολλαὶ φανήσονται πρὸς τὴν ἐκείνων καθαίρεσιν ἀφορμαί. Καὶ τοῦτο μαρτυροῦσιν οἱ νῦν ἀποστάντες τῶν οἰκείων, καὶ πόλεμον φανερώς πρὸς ἐκείνους ἐξενεγκόντες· οἷς εἴ τις επικελεύοιτο, καὶ χρήμασιν ὀλίγοις καὶ συμμαχία της ορμες ἐπιῤῥώσεις καὶ συμπροθυμοῖτο, ἴσως ἂν, ἀξιόμαχοι γενόμενοι, τράποιντο μὲν ἐφ' αὐτούς· ἡμᾶς δ' ή μη δὲν ἢ ἐλάττω βλάπτοιεν, ἀσχολούμενοι πρὸς ἀλλή τους. Ἀλλὰ μὴν καὶ παρὰ τῶν Τριβαλών ήκουσι πρέσβεις, ἀξιοῦντες κοινῇ τοὺς κοινούς πολεμίους ἀμύνασθαι, καὶ γάμους αἰτοῦντες, καὶ χρήματα ὑπισχνούμενοι, δι' ὧν οἴονται κινήσειν ἡμᾶς· οὓς βεβαίους χρή νομίζειν ἔσεσθαι συμμάχους ἡμῖν, ὡς ἂν καὶ αὐτοὶ παρὰ τῶν βαρβάρων ηδίκηνται, Αλλ' οὐχ ἡμῶν χάριν ἀμυνουμένους, εἴποι δ' ἂν τις, καὶ ἄλλα, ἃ νῦν μὲν χαλεπὸν καθέκαστα λέγειν αὐτὸς δ' ὁ πόλεμος κινούμενος σαφῶς πάντα δείξει, Οἱ δὴ δίκαιον τοιοῦτον παραπεπτωκότα καιρὸν ἀφεῖναι· ἀλλ' ἐπεὶ μηδὲ βουλομένους ησυχάζειν συγχωροῦσιν οἱ βάρβαροι, ἀλλ' ἀνάγκη καθημένους τῆς τῶν ἀνδραπόδων τύχης κληρονομήσαι χρηστέον τοῖς καιροῖς, καὶ προθυμητέον ἢ καὶ τὴν πατρίδα καὶ τοὺς ὁμοφύλους ἐλευθεροῦν, ἢ γενναῖον γοῦν τε καὶ καλὸν πράξαντας, μνημεῖον ἀρετῆς τοῖς ἐσομένοις καταλιπεῖν. Εἰ δ' οιόμεθα, προδόντας τὴν καλλίπολιν, οἰκήσειν ἀσφαλῶς τὴν πατρίδα, δέδοικα μή καὶ ταύτης μετὰ μικρὸν ἐκπεσόντες, οὐδ᾽ ἣν οἰκή σομεν εὕρωμεν τοῦ λοιποῦ. Τίς γὰρ ἂν τοὺς τῶν οἰκείων προδότας ἐπιδῆναι τῆς ἑαυτοῦ συγχωρήσεις; Τίς δὲ τοὺς τοῦ τοιούτου μύσους σκυτόχειρας, πρός τινα τῶν σεμνῶν πράξεων ἐπιτηδείους ἡγήσεται; Αλλ' ὅσοισπερ ἂν ἡμῶν γένηται τὰς τῶν βαρβάρων χεῖρας διαφυγεῖν, πλανησόμεθα μὲν λανθάνοντες περὶ τὰς ἀλλοδαπάς" κάν που φανώμεν, ἀραὶ παρὰ πάντων ἡμῖν ἔψονται και κατηγορίας καὶ γέλως. Τούτους δὲ χρὴν ὁρᾶσθαι; μετέχειν δὲ συλλόγου; ἀναπνεῖν δὲ ὅλως; οἱ τοιαύτην μὲν ἔχοντες πόλιν, τοσαῦτα δὲ χρήματα, τοσαύτην δὲ δύναμιν θαλάτα τῆς δὲ καὶ γῆς ὄντες κύριοι· πάντα δὲ ἐξ ἐπιτάγματος ἀνύειν δυνάμενος, τὴν μὲν περιουσίαν ἐκείνην βλακευόμενοι καὶ καθεύδοντες καὶ ὑβρίζοντες πα σαν ανήλωσαν τελευτῶντες δὲ, καὶ τὴν πατρίδα προδόντες, νῦν ὥσπερ κοινόν τι περιίασιν ἄγος· λοι μοί τινες, καὶ τοῖς ἄλλοις τῆς νόσου μεταδιδόντες! Ημῖν δ' οὔτ' ἀντιλέγειν ἐξέσται. Τὸ γὰρ τῶν ἐλέγω χων δίκαιον τὴν παρρησίαν παντελῶς ἀφαιρήσεται" καὶ τὸ φέρειν ὑβριζομένους ποίας οὐ βαρύτερον συμφορᾶς! "Ωστ' ἀνάγκη φεύγειν μὲν πόλεις, φεύω γειν δὲ συλλόγους· εἰς χηραμοὺς δὲ τινας καταδύντας, ζῇν, κρύπτοντας ὅθεν ἐσμέν, καὶ τὴν τελευτὴν ευχομένους. Οὐκ, ἐὰν ἐμοὶ πείθησθε ἀλλ᾽ εἰ μή πρότερον, νῦν γοῦν παντελῶς ἀπιστήσαντες τοῖς βαρβάροις, καὶ πιστεύσαντες πρὸς ἐν αὐτοῖς πάντα τείνειν, ὅπως ἡμᾶς καταδουλωσάμενοι, αὐτοὶ μὲν ἀφίλοιντο τὰ ἡμέτερα, τοῖς δ᾽ ἡμετέροις σώμασι τὰς τῶν ἀνδραπόδων ἐπιθείων ἀνάγκας, οὐ μόνον ἀπόσχεσθε τῶν νυνὶ βουλευμάτων· ἀλλὰ καὶ δύσνους τῇ πόλει νομίσαντες τοὺς τὰ τοιαῦτα τολμώντας ἡμῖν συμβουλεύειν, πέμπειν μὲν τοὺς τὴν Καλλί. τυπt;
Page scan enlarged

Notebook

Full View