PG 154Maximus Chrysoberga Monachus
Maximus Chrysoberges the Monk
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Editor's NoticeMonitum editorum

col. 1215–1216page 1 of 7
PG 154:1215Α' νῦν ἐβουλόμην μὲν ἂν σὲ τῶν κοινῶν ἀφιστάναι (τί γὰρ ἂν Ιατρῶν δράσεις τέχνη, τῶν νοσούντων ὅπως ἀπολοῦνται πάντα ποιούντων;) - Τοῦ βασι λέως δέ σε τοῖς πράγμασιν ἐπιστήσαντος, ἀνάγκη πρὸς τὰ παρὰ τῆς τύχης ἱστάμενον καλεῖν μὲν τὸν μόνον δυνάμενον τὰ τοιαῦτα κωλύσειν, χρῆσθαι δὲ τοῖς δυνατοῖς, καὶ αὐτοὺς οὐδενὶ λυπηρούς γενομέν νους· μέγα δὲ τὸ καὶ τοῖς μείζοσι συμβουλεύειν μή κερδῶν εἶναι καιρὸν τὰ παρόντα, μηδὲ τοὺς ἀπει ρηκότας προσερεθίζειν, ἀλλὰ δημοτικώτερον χρω μένους τοῖς πράγμασιν ἑαυτοὺς τῷ δήμῳ πειρᾶσθαι καταμιγνύναι. Οὐ μὴν οὐδ᾽ ὁ πάντα ἄριστος βασι λεὺς τῆς ἐρώσης καὶ ἐρωμένης οὐχ ἧττον πόλεως ἀμελήσει· ἀλλ' ἀναμνησθεὶς ὅπως ἀδικουμένῳ συν ήλγησε, καὶ ὡς πάντα πέπονθε τηροῦσα τὸ κοινὸν ἀγαθὸν (αὐτόθεν γὰρ ὁρμηθεὶς τὰ πατρῷα κεκόμισται), οὐκ ἀξιώσει μὴ μετὰ προσθήκης αὐτῇ τῆς άμοιβὰς ἀποδοῦναι, οὐδ᾽ ἀνέξεται μιᾶς πόλεως ἐλάτη τω τὴν μεγαλοψυχίαν ἐνδείξασθαι, ἀλλ' ὅπως αὐτὴν κλινομένην ὀρθώσῃ πάντα ποιήσει. Καὶ ἡμεῖς γὰρ τοιούτων πρὸς αὐτὸν ἁψάμενοι λόγων οὐδὲ συμβουλῆς ἀνεχόμενον εὔρομεν, ἀλλὰ καὶ τὸν ταύτης και ρὸν οὐκ ἄνευ ζημίας εἶναι τοις πράγμασι τῆς πόλ λεως λέγοντα. Πάντων τοίνυν ἀποστὰς, ἑνὸς τούτου μόνον γέγονε, τοῦ σῶσαι τὴν πόλιν.

Oration to the Cretans on the Procession of the Holy Spirit by Maximus ChrysobergesMaximi Chrysobergae ad Cretenses de Processione Spiritus Sancti oratio

col. 1217–1218page 2 of 7
Maximi Chrysobergæ ad Cretenses de Processione Spiritus Sancti oratio
PG 154:1217ΜΑΞΙΜΟΥ ΤΟΥ ΧΡΥΣΟΒΕΡΓΗ ΠΡΟΣ ΤΟΥΣ ΚΡΗΤΑΣ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΛΟΓΟΣ. Α'. Βουλόμενόν με, ὦ ἄνδρες Κρῆτες, σιγαν, καὶ τοῖς ἐμαυτοῦ ἔργοις προσέχειν, τὰ δὲ ἐστὶ τῶν ἱερῶν λόγων ἔχεσθαι, καὶ ὕμνοις πνευματικοῖς τὴν ὑπεράρχιον καὶ θείαν ἀνυμνεῖν ἀρχὴν, οὐκ ἐξαί τιγες, οὐκ οἶδα τίσι χρώμενοι λόγοις, οἷς οὐχ ὅπως ἐμοὶ, ἀλλὰ καὶ τῇ τοῦ Θεοῦ πολεμοῦσι σαφῶς ἀληθείᾳ. Ενθεν τοι τὴν ποθεινὴν πολλάκις λιπὼν ἡσυχίαν ᾖ χαίρω, καὶ ἤ μοι πρὸς τὴν τῶν καλλίστων θήραν μάλιστα συνεργεῖ, ἀναγκάζομαι πολλάκις τοῖς ἀγο ραίοις τούτοισιν εἰς λόγους ἔρχεσθαι. Οἱ δὲ εἰσιν ἀφόρητοι καὶ δεινοί χρήσασθαι, οὔτε τῶν λόγων ἐπαΐοντες, οὔθ᾽, ὅ πάντων χείριστον, τῇ σφῶν αὐτῶν ἀνιώμενοι ἀμαθίς. Αλλ' επαιρόμενοι προπετώς, καὶ πᾶν λέγειν καὶ διισχυρίζεσθαι μᾶλλον εἰδότες, ἢ περὶ ὧν διαβεβαιοῦνται νοεῖν αἱρούμενοι· οὕτως εἰσὶ τολμηροί, οὕτως ἀκρατεῖ; τῆς εἰωθυίας κακῶς & λέγειν γλώττης τὰ θεῖα. Καὶ προσίασι μὲν, ὦ ἄνδρες, πολλάκις μαθητῶν περιθέμενοι προσωπεῖον, οἱονεὶ θωπεύοντες, καὶ φιλεῖν προσποιούμενοι καὶ θαυμάζειν, εὐθὺς δὲ τὴν φενάκην ἀποῤῥίψαντες, τὸν ἐγε κρυπτόμενον τῇ ψυχῇ δόμον, ὃν περικαλύπτειν υπ' ὀργῆς οὐχ οἷοί τε εἰσὶ σημαίνουσι, δυσχεραίνειν ἀξιοῦντες, ὅτι αὐτοῖς οὐ ῥᾳδίως πειθόμεθα, περὶ ὧν παφῶς οὐκ ἴσασι ληροῦσι, καί τοιγ᾽ ἐχρῆν αὐτοὺς, ἢ τὴν ἀρχὴν μηδὲν ὁμολογεῖν τὴν σφῶν αὐτῶν ἁμά θειαν, ἢ συνειδότες σφίσι τοῦθ᾽ ὅπερ εἰσὶν, ἥκιστα μείζοσιν, ἢ κατ' αὐτοὺς ἐγχειρεῖν πράγμασιν. ᾿Αλλὰ γὰρ οὐδενὸς, ὦ ἄνδρες, ή προπέτεια οἶδεν ἀπέχεσθαι, ᾧ γε δόξει τῶν ἄλλων ὑπερέξειν. Τοῦτό αερο γε, ὦ ἄνδρες, τοὺς πολλοὺς ποιεῖ ἐπιλαβομένους σφῶν αὐτῶν διασύρειν τὰ θεῖα, νομίζοντας μὲν εὐσεβέστατα δρᾷν, ἂν τοῖς Λατίνων δόγμασι προσάψωσι μώμον, τῇ δὲ ἀληθείᾳ τοῖς πρότερον γενομένοις ἀνδράσι, καὶ μεγάλων ἐπαίνων ἐπ' ἀρετῇ καὶ λόγοις τυχούσιν ἀνθισταμένους· τούτοις γὰρ τὸ κοινὸν τῶν Λατίνων εὑρεθήσεται συνάδον, εἴ τις σκοπῶν ἀκριβῶς τῶν τῆς Ἐκκλησίας δογμάτων
col. 1219–1220page 3 of 7
PG 154:1219εφάψασθαι βούλοιτο. Ἐμοὶ γὰρ, ὦ ἄνδρες Κρήτης, περὶ τῶν τοιούτων ειλικρινώς πάλαι λογιζομένῳ διὰ τὸ πρὸς τοὺς Λατίνους μέσος δοκοῦσι τινὲς ἔχε πεπολεμώσθαι καὶ τοῖς τῆς πίστεως λόγοις. Β'. Σκοπεῖν δὲ ἔξεστιν ἄνωθεν τὴν ἀρχὴν τῆς διαιρέσεως ἐξετάζοντας. "Ην ὅτε ἦν τῷ τῆς Ἐκκλησ σίας τοῦ Χριστοῦ πληρώματι, ἣν ἐκεῖνος κατέλιπε τοῖς μαθηταῖς εἰρήνη, ἣν ὁ κόσμος οὐ δίδωσιν, οὔτε δέχεται, καὶ πάντα κατεῖχεν ἡ πιστοῖς ἀνδράσι συμβαίνουσα συμφωνία, οὐδέν τε τὴν παραδεδομένην ὑπὸ τῶν Πατέρων τάξιν ἠθέτει· ἀλλ᾽ ἕκαστα ἔμενεν ἐν τοῖς ὁρίοις τοῖς ἑαυτῶν κατευθυνόμενα πρὸς τὸ ἱερὸν τέλος τῆς ἐλπιζομένης μακαριότητος. Καίτοιγε πολλάκις πρότερον ἡ τινῶν αὐθάβεια οὐ μικρὸν ἐπή νεγκα τῇ Ἐκκλησία κλύδωνα, ἄλλα ἐπ' ἄλλοις και νοτομοῦσα, καὶ ὅλως ταῖς ἀτόποις εὑρέσεσι τὰ καλώς κεκυρωμένα διασείειν ἐπιχειροῦσα. Καὶ νῦν μὲν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ θεότητι χαμαίζηλόν τινα και μικροπρεπῆ περιάπτουσα δόξαν, νῦν δὲ τῷ Πνεύματι αὐτοῦ ἐνεδρεύοντα, καὶ διὰ τούτων καὶ τὴν τοῦ Θεοῦ Πατρός ἀρχὴν ἀθετοῦσα, ὃν οὐκ ἔστι δήπου τιμῶν τῶν τῆς αὐτ τῆς ἀξίας αὐτῷ κοινωνούντων, οὕτως ἀμαθῶς ἀτιμα. ζομένων. "Αλλοι δέ τινες φάσκοντες τὸν Χριστὸ ὡς χρὴ σέβεσθαι, ἄλλον τρόπον καινότερον ἐπεχείρουν αὐτῷ πολεμεῖν οὐ γλώττῃ, ἀλλ᾽ ἤδη καὶ χειρί. Αποστρα φόμενοι γὰρ τὴν ἐκείνου εἰκόνα, αὐτὸν δήπου την εἰκονιζόμενον ἡτίμαζον. Οὕτω πάλαι ἡ πολυειδής πλάνη συχνοῖς ἐφεξῆς ἔτεσιν, ὥσπερ τις πολυκές φαλος δρα τῆς ᾿Ασίας πάσης, πρὸς δὲ καὶ πλείστου μέρους τῆς Εὐρώπης περιγενομένη, νῦν μὲν παι τριαρχῶν καὶ ἐπισκόπων καταράτων λόγοις, νῦν δὲ βασιλέων ἢ τυράννων δυνάμει ἐπὶ τὸ ὑγιαῖνον σώμα τῆς Ἐκκλησίας ἐχρῆτο, καὶ πᾶς ἐδόκει εἶναι ἐξώ λης, δ, ἂν καὶ ἀντειπεῖν τοσούτοις ἐπισκόποις τολ μήσαιτο. Ησαν δὲ πάντως οἱ τοιοῦτοι σπάνιοι· του σοῦτοι γὰρ οἱ τὴν ἀλήθειαν τῆς ζωῆς τοῦ σώματος ἀλλαττόμενοι, καὶ φεύγοντες μὲν τὸ τοῦ παρόντος αἰῶνος ἡδὺ, ἐφιέμενοι δὲ τῆς ἐν οὐρανοῖς τυχεῖν εύφροσύνης. Ἀλλὰ μὴν, ὧν ἄνδρες ἐν τοσούτοις κύκ ματι καὶ κλύδωνι σφοδρῷ, πνεύματι πονηροῖς ἀναρ ῥιπιζομένῳ, οὐ κατεκλύσθη παντάπασι το σκάφος τῆς Ἐκκλησίας, οὐδ᾽ ἡ τῆς ἀληθείας ἀπόφασις, ἐν περὶ αὐτῆς εἴρηκεν, ἤμειπται. Τὰς πύλας γὰρ τοῦ ᾅδου κατ' αὐτῆς εὐσεβῶς ἀνοιγνυμένας οὐκ ἐκπληρ τομένους, αὐτὸν τὸν ἐν αὐτῇ Ἰησοῦν καθεύδειν του κοῦντα δεήσεσιν ἀνίστη, ἵνα τοῖς ἀνέμους ἐπιτιμή σα;, καὶ τῷ σάλῳ τοῦ κόσμου γαλήνην ἐργάσηται τοῖς πιστοῖς. Εμενε γὰρ δήπου, ὦ ἄνδρες, ή Απο στολικὴ τῆς Ῥώμης Εκκλησία των κυμάτων ἐκείν νων ἀνώτερης, ἔκυβέρνα το τουτὶ τὸ σκάφος τῷ πηδαλίῳ τῆς εὐσεβείας πρὸς τὸν λιμένα τῆς αἰωνίου πατρίδος. Οἱ δ' ἄλλοι πατριάρχαι τῶν ἐν τῇ δώρ πασῶν Ἐκκλησιῶν ἠξίουν ἀντικαθίστασθαι τῷ Πάπα, καὶ τύραννον ἐνόμιζον καὶ ἐκάλουν τὸν ποι μένα τῆς Ἐκκλησίας, ὅτι σφίσιν οὐ συνεφώνει, ἀλλ' εἴς τέσσαρσιν οὗτιν ἐμάχετο. Εντεῦθεν αἰτίαι πολ καὶ κατὰ τῆς ὑγιοῦς Ἐκκλησίας ἐκείνης όσημέραι
col. 1221–1222page 4 of 7
PG 154:1221Απλάττοντο ὑπὸ τῶν ἀμφισβητούντων τῶν πρωτείων ἐκείνῃ, καὶ πᾶς ἐδόκει μιαρός, ὃς ἂν συναγορεύσοι Λατίνοις. Εξηλαύνοντο γοῦν πόλεων ἄνδρες ἐπιεικεῖς, οὐδὲν οὐδένα ἠδικηκότες, ἀξιοῦντες δὲ μόνον τῇ ψήφῳ τῆς Ἐκκλησίας τῆς Ῥώμης ἔχεσθαι, καὶ τηρεῖν τὴν τῶν ὑπηκόων και μαθητῶν τάξιν πρὸς τὴν διδάσκαλον. Μὴ γὰρ ἀσφαλῶς ἀνθίστασθαι δύο νασθαι τοὺς πολλάκις οὐκ ὀλίγαις περιπεσόντας πλάναις τῇ τῆς οἰκουμένης ἁπάσης προκαθεζομένη, καὶ τὴν τοῦ Εὐαγγελικοῦ κηρύγματος ἀλήθειαν ἄδολον καὶ ἀμιγῆ ψεύδους διὰ παντὸς τηρησάτῃ. ᾿Αλλ' ὅμως ταὐτὶ λέγοντες, ὦ ἄνδρες, ἐδόκουν τοῖς πολλοῖς καὶ ἀγοήτοις παραπαίειν, καὶ προδόται τοῦ γένους, ὅτι τὴν ἀλήθειαν οὐ προδίδουν. Γίνεται τις ὅμως τῶν κακῶν τότε τούτων ἀνακωχή, καὶ τὸ διαῤῥαγὲν ἀφρόνως τῆς Εῴας τοῖς Εσπερίοις πάλιν συνήπτετο, καὶ πάντες ὡμολόγησαν πεπλανήσθαι οἱ πρὸ μικροῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας ἐκείνης ἀντ τιταττόμενοι. Γ'. Οὕτω δὲ, ὦ ἄνδρες, τῆς οἰκουμένης ἐχούσης τῇ Εκκλησίᾳ τῇ τῶν ἀπολωλότων τέκνων σωτηρία και ρούσῃ, ἕτερος ἐπέρχεται κλύδων δεινότερος ὡς ἔοικε τῶν προτέρων, εἰ καὶ μὴ τὴν ἀρχὴν ἔσχεν ὁμοίαν ἐκείνοις μηδ' ἐδόκει πολεμεῖν τῇ πίστει, ἀλλ᾽ ἀμε φισβητεῖν ἐκκλησιαστικοῦ τινος ἀξιώματος. ἐλαύνεται γὰρ ἐκ τοῦ τῆς Κωνσταντινουπόλεως θρόνου ἀνὴρ, εὐσεβὴς μὲν τὴν πίστιν, εὐλαβέστατος δὲ τὸν τρόπον, πᾶεί τε τοῖς ὁρῶσι δι' ἀρετὴν αἰδεσιμώτατος, ὁ θεῖος φημὶ Ἰγνάτιος. "Αλλ' ὁ μὲν οὐδὲν ἐγκαλούν μενος, εἰ μὴ ὅτι ζῆλον ἐνδεικνύμενος θεῖον τῶν ἰε ρῶν μυστηρίων ἐκώλυξ τινα ἄνδρα, πλούσιον μὲν καὶ παρὰ τῷ βασιλεῖ πλεῖστα δυνάμενον, ἀκόλαστον δὲ τὸν τρόπον, καὶ ταῖς οὐ καλαῖς ἡδοναῖς κατὰ τοῦ τῆς Ἐκκλησία: νόμου δουλεύοντα. Καὶ ἔπασχε και κῶς ἀνὴρ παιόμενος καὶ δεσμούμενος καὶ ὑπερορία κατακρινόμενος, καὶ καταράτοις τισὶ δημίοις ἀθῶος παραδιδόμενος, καὶ ὅλως διὰ πάντων ὥς τις τῶν κακούργων πιεζόμενος, καν τούτῳ δηλονότι τὴν τοῦ Κυρίου Ἰησοῦ μιμούμενος ἐκ τῆς Ἱερουσαλὴμ ἔξο δον, δ, μηδὲν πώποτε ἁμαρτῶν ἔδοξε δίκας οφείλειν τοῖς παρανόμοις· τούτῳ δὲ πάντες μὲν ἤχθοντο ὅσοι τὸν τρόπον χρηστοί, καὶ οἷς ἔμελλε τῶν δικαίων· οι δὲ λοιποί, ὅσοι τὴν ἐκείνου τοῦ ποιμένος ἐδεδοίκεσαν παρουσίαν ἀδείας ἐπιλαβόμενοι ἐπὶ τὸ ταῖς ἡδοναῖς καὶ τοῖς αἰσχροῖς κέρδεσι σχολάσαι, ἔχαιρον, πενή γυριν ἦγον, τῇ τῶν ἀδίκων ἀρχόντων προσετίθεντο ψήφῳ. Καὶ γίνεται δὴ πάλιν ἡ Κωνσταντίνου κα κρύων ἀξία, ἀποσεισαμένη μὲν τοιοῦτον ἀδίκως ποιμένα, χειροτονήσασα δὲ ἕτερον ἀντ᾽ αὐτοῦ, ἄνδρα οὐδέποτε μὲν πρότερον τοῦ ἐκκλησιαστικού βίου ἀψάμενον, τότε δὲ τὴν ἀρχὴν ἐπιθυμήσαντα μετά τὴν τοῦ ἀνδρὸς ἐκείνου βριν, τῆς μηδὲν αὐτῷ μη. δαμόθεν προσηκούσης ἐπισκοπῆς ἀντισχεῖν Φώτιον, Καὶ ὁ μὲν ἐν τῇ Λέσβῳ ποιμέσι τισὶ Βαρβάροις παραδοθεὶς ἐταλαιπώρει, καὶ τῆς ἀναγκαίας ηπόρει τροφής, σπηλαίῳ τινὶς ὡς φασι, προσρεφείς. Ὁ δὲ λύ κος ἐκεῖνος διεσπάραττε το ποίμνιον τοῦ Χριστοῦ, καὶ ὑπὸ τῶν κολάκων ἐθαυμάζετο, καὶ ὡς γενναῖον τη
col. 1223–1224page 5 of 7
PG 154:1223Α' τι δεδρακώς, οὕτω μέγα ἐφρύνει. Τί χρή. ὦ ἄνδρες Κρήτες, πολλοῖς περὶ τούτων διεξιέναι, ἐξὺν τοῖς βουλομένοις τῇ περὶ τούτων Ιστορία σαφέστερον ένα τυχεῖν Ὅμως γοῦν, οὐδὲ γὰρ πᾶσιν ἤρεσκε τὰ γινό μενα, ἀλλ᾽ ἦσαν οἱ τῆς ἀληθείας ἀντε ποιοῦντο, ἀγκ νακτοῦσι μὲν τῷ Φωτίῳ, ὅσοι τῶν ἐπισκόπων τῶν νόμων εἰδήμονες, καὶ τὸν τρόπον ἐπαινετοί· ἀγα νακτεῖ δὲ ὁ τῆς Ρώμης Πρόεδρος, ὡς φασιν, εὐλα τῆς ἀνὴρ, Νικόλαος τοὔνομα· ὁ δὲ κλέπτης ἐκεῖνος, καὶ ἥκιστα διὰ τῆς θύρας εἰσελθὼν εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλ' ἀλλαχόθεν, τὸ πρῶτον μὲν ἔπει ρᾶτο πείθειν τὸν ἀρχιερέα τῆς Ῥώμης ἐπιστολαῖς, ὡς νομίμως ἀνθάψαιτο τῆς ἐπισκοπῆς, τοῦ Ἰγνατίο κατὰ νόμους ἐξεληλαμένου. Ως δὲ πολλὰ δράσας καὶ εἰπὼν οἷς ἐδόκει τὸν ἄνδρα ἀποδοκιμάσαι" παρίησι γὰρ τὰ ἐν μέσῳ συμβάντα διὰ τὸ πλῆθος, ὅσα οἱ μετ μηχάνηται πάντα μεστὰ ὕβρεως καὶ συκοφαντίας, πρὸς ἦν εἶχε κοινωνοὺς πάντας, ὅσοι τῶν αὐτῶν ἐκείνῳ γε ἦσαν ἐπιθυμηταί· ὡς οὖν πάντα κινήσεις κακῶς μὲν εἰπεῖν τὸν ἄνδρα ἔσχε καὶ ἀτιμάσαι, τὴν περὶ ἐκείνου δὲ δόξαν τῶν βελτιόνων καὶ σοφωτέρων ήκιστα μεταβαλεῖν, ᾠήθη δεῖν ἀντιστῆναι τῷ Πάπα οὐ ζήλῳ κινούμενος τῆς περὶ τὸ Πνεῦμα καινοτομίας, ὡς φασιν οἱ πάντα έτοιμοι λέγειν - Ιγνάτιος γάρ ἀνὴρ πολλὰ σημεῖα τῆς αὐτοῦ ὁσιότητος παρασχόν μένος, καὶ σοφίᾳ πνευματική κεκοσμημένος, εἰδὼς τὴν Ἐκκλησίαν τῆς Ῥώμης ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ διὰ τοῦ Υἱοῦ θεολογοῦσαν, οὐκ ἐταράττετο, οὐδ᾽ ἀλλότριον τῆς πίστεως τὸ δόγμα ἡγεῖτο του τί Ο Αυτός τε πάλιν ὁ Φώτιος, ὅτε ἐδεῖτο του Πάπα συγ ο χωρῆσαί οἱ τὸν θρόνον τῆς μεγαλοπόλεως, οὐδὲν ἠξίου περὶ τῶν δογμάτων διαφέρεσθαι τούτων· ἐπεὶ δὲ οὐ πείθειν εἶχε τοὺς κωλύοντας αὐτὸν τοῖς κακῶς ἐργα μένοις ἐμμένειν, ἐπεχείρησεν ἀσεβῶς αἰτίαν προτά και τῇ πίστει τῆς Ἐκκλησίας, ἕνεκα φιλαρχίας, δ ἄνδρες, ἀλλ' οὐ ζήλου τῆς πρὸς Θεὸν εὐσεβείας. Ότι δὲ ταῦθ' οὕτως ἔχει, ἀναγνόντες τοὺς χρονογράφους εἴσεσθε. Εντεῦθεν τοίνυν συλλαμβάνει Φώτιος τὴν πονηρὰν ταύτην διαίρεσιν, καὶ τίκτει ἀνομίαν, Αν εἰς τὸ ὕψος ἐλάλησεν, καὶ τὸ Πνεῦμα λογογραφεί, ε τῆς τόλμης [ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι μόνου, οὐχ αιδεσθεὶς Βασίλειον, οὐκ ἐντραπείς Γρηγορίου, οὐ δείσας εἰ ἀντερεῖν ἔμελλε τῷ Κυρίλλη, Αθανασίου δὲ τοῦ μεγάλου μικρὸς αὐτῷ λόγος ἐπῄει. Καὶ ὅλως πάντα οἱ δεινῶν ἀνατρέπειν ἐδόκει, ὑπὲρ τοῦ τὸν Νικόλαον αἱρετικῶν ἀποδείξαι δόξαι, συλλογισμοίς δέ τισι γραυσίν, ἢ τισιν ἀπείροις λόγων ἀνθρώποις προσήκουσιν, ἀνοήτως ἐπειρᾶτο τὸν ἀφραγῆ τῆς Εκκλησίας καθελεῖν πύργον. Δ'. Καὶ πρῶτος ἐκεῖνος ὁ πάντολμος ἐξήνεγκε τὴν σκαιὰν φωνὴν ἐκείνην, ὡς Εἰ τελείως ἐκ τοῦ Πατ τρός εκπορεύοιτο τὸ Πνεῦμα, τί χρὴ αὐτὸ καὶ ἐκ τοῦ Υἱοῦ φάσκειν, ὡς οὐκ ἀρκοῦσαν τὴν ἐξ
col. 1225–1226page 6 of 7
PG 154:1225ἐκείνου πρόοδον ἢ τῆς ἀμαθείας! ὅτι τούτῳ τῷ Ο μου σαθρῷ καὶ εὐτελεῖ λόγῳ τὴν θαυμαστὴν ταύτην οι κοδομὴν τῆς θεολογίας ἀνατρέπειν νομίζεις. Τοιούτῳ πάντως ἐπιχειρήματι, Φώτιο, καὶ οἱ πρὸ σοῦ τῇ τοῦ Γιοῦ τοῦ Θεοῦ πεπολεμηκότες θεότητα, φαίνονται χρήσασθαι, Εἰ Θεὸς τέλειος, φάσκοντες, ο Πατήρ, τί χρὴ καὶ τὸν Υἱὸν τέλειον Θεὸν πιστεύειν; Ελάνθανε γὰρ αὐτούς, ὡς ἀληθέστατα παρὰ τῆς Εκκλησίας δοξάζοιτο, καὶ μόνον ἀληθινὸν Θεὸν τὸν Πατέρα καὶ τέλειον εἶναι· τοῦτο δ' ὅμως οὐκ ἐκδάλω λειν τὸν Υἱὸν τῆς Πατρικῆς ἐκείνης κληρονομίας, καθ' ήν πάντα ἔχει τὰ τοῦ Πατρὸς ὡς ἐκεῖνος. Μό νου ἄρα τελείου Θεοῦ ὄντος τε καὶ πιστευομένου τοῦ Πατρὸς, καὶ ὁ Υἱὸς Θεὸς τέλειος ἐστί τε καὶ λέ γεται. Τὸ ἴσον δὲ φρονεῖν ἔξεστι καὶ περὶ τοῦ Πνεύ ματος τοῦ ἁγίου. Η αὐτὴ γὰρ τῷ ἀριθμῷ καὶ μία θεότης τοῖς τρισὶ κοινὴ, καθ᾿ ἣν ἔκαστον τῶν προσ σώπων καὶ μόνος Θεὸς καὶ τέλειος δογματίζεται, οὐκ ἐξωθοῦν τῆς θεότητος θάτερον, ὥσπερ παρ' ἡμῖν, εἴ τις μόνος ἦν πλούσιος τοὺς ἄλλους πένητας είναι οὐκ ἀμφιβάλλομεν, ἐκείνου παρ' ἑαυτῷ τοὺς θησαυροὺς κατέχοντος, καὶ μηδενὶ κοινωνοῦντος τῶν τα λάντων, ἀλλὰ πανταχόθεν συλλέγοντος τὸν χρυσόν, καὶ μείζους ἑκάστοτε τὰς ἀποθήκας ποιοῦντος. Οὐχ οὕτως, ὦ δεινοὶ συλλογισταί, φαίην ἂν πρὸς τὸν "Αρειον, ἢ τοὺς τὰ ὅμοια νενοσηκότας, ὁ Θεὸς καὶ Πατὴρ τῶν τῆς θεότητος πλοῦτον παρ' ἑαυτῷ συνα θροίσας ὀλίγου τινός μετέδωκε τῷ Υἱῷ, φθονήσας ἴσως κατὰ τὴν ἡμετέραν σκαιότητα, ἢ ἀδυνατήσας βουληθεὶς μεταδοῦναι, ἀλλ' ὅλης τῆς οὐσίας καὶ τῆς θεότητος αὐτὸν καθίστησι κοινωνὸν, καὶ δίδωσι τὸ πάντων μεῖζον αὐτῷ, ἵνα Θεὸς ᾗ τέλειος καὶ δη μιουργός μετ' αὐτοῦ τῶν ἁπάντων· καν διαρρήγνυ σθα τοὺς δύο δημιουργοὺς ἡμῖν ἐπιφέροντες, καὶ φοβούμενοι φόβον, ὅπου οὐκ ἔστι φόβος. Διαιρείτε γὰρ κατ' οὐσίαν τοῦ Πατρὸς τὸν Υἱὸν ἀσεβῶς, καὶ τὴν αὐτῶν φύσιν καὶ δύναμιν, ἢ οὐχ ὁμοίαν τίθε σθε, ἢ διαφέρουσαν τῷ ἀριθμῷ, ὥστε δύο δυνατούς ἢ σοφοὺς ὀνομάζειν. Τουτὶ δὲ ἐκ τῶν ἡμετέρων οὐχ ἔπεται λόγων. Τὴν αὐτὴν γὰρ, ὡς ἔφημεν, πρὸ μι κροῦ τῷ ἀριθμῷ δύναμιν, καὶ θεότητα, καὶ σοφίαν ἐν ἀμφοῖν θεολογοῦντες, διὰ τοῦτο εἰκότως δήπου καὶ ἕνα συμπεραίνειν οὐ κατοκνοῦμεν δημιουργόν. Τοιαῦτα ἄν τις, ὦ ἄνδρες Κρῆτες, πρὸς τὸν Φωτίου εἴποι ἀδρανή συλλογισμόν. Τελείως τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς προέρχεσθαι πιστεύοντες, ὅμως κἀκ τοῦ Υἱοῦ ταυτὸ λέγειν οὐκ ἀνανεύομεν. Τὸ δ' ἡμῖν ἐπά γειν ὡς ἀτελῆς ἄρα ἡ ἐκ τοῦ Πατρὸς τοῦ Πνεύματος πρόοδος, ἀμαθῶν ἐστι λόγος ἀνθρώπων, καὶ τῶν σεμνοτάτων ἀρχῶν τῆς θεολογίας ἀπείρων· ὥσπερ ἂν εἴ τις ἀποφάσκοι τὸν Υἱὸν εἶναι δοτῆρα τοῦ Πνεύ ματος, ἐπεὶ τελείως δίδοται παρὰ τοῦ Πατρὸς, καὶ ἐντεῦθεν δύο δοτήρας προπετώς συμπεραίνοι, ὅτι Επίσης τῷ Πατρὶ δίδωσι τὸ Πνεῦμα καὶ ὁ Υἱός. Αλλ' ἀντείποι ἂν ὁ Βασίλειος τῷ τοιούτῳ πρὸς Ἀμφιλόχιον οὕτω λέγων· Διὰ τοῦτο διδόντος αὐτὸ τοῦ Πα τρὸς, ὁ Υἱὸς αὐτὸ δίδωσι μιᾷ δόσει, καὶ μιᾷ χορηγία. Ε΄. ᾿Αλλὰ μὴν, ὦ ἄνδρες, μέμνημαι τινα τῶν ἁγίων μόνον τοῦ Πνεύματος χορηγὲν τὸν Υἱὸν
col. 1227–1228page 7 of 7
PG 154:1227ματος χορηγὸν τὸν Πατέρα με άγνουμένου, παρ' ολ ὁ Υἱὸς τὸ διδόναι τὸ Πνεῦμα [ἔχει], ἀλλ᾽ ἵνα τὴν είλε κρινῆ παρὰ τοῦ Υἱοῦ πρόοδον τοῦ Πνεύματος σημάνη, διδομένου παρ' αὐτοῦ ὡς οἰκείου, δι' οὗ καὶ τὴν ματ καρίαν θεότητα ἐκπληροί, ὡς δοκεῖ τῷ σοφῷ Βασι λείψ. Τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν Πατέρα ἄλλος θεολογοῦσι μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος, οὐκ ἀρνούμενοι τὸν Υἱὸν πηγὴν εἶναι θεότητος, ἅπαγε. Σαφῶς γὰρ καὶ ὁ ἱερὸς Αθανάσιος" "Ηδη ἔφη γε ὁ Δαυίδ παρὰ τῷ Πατρὶ ὄντα τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος. Εἰ γὰρ μὴ τοῦτο συγχωρήσει τις, συμβαίνειν ἀνάγκη τὸν μὲν Πατέρα πηγὴν θεότητος μόνον εἶναι, τὸν δὲ Γιον πηγὴν μὲν τοῦ ἁγίου Πνεύματος, πλὴν οὐ θεότητος ώστε γυμνὸν θεότητος τὸ ἐξ ἐκείνου προϊὸν Πνεῦμα νομίζεσθαι, δ πόρρω πάσης καθέστηκεν εὐσεβείας. "Η τό γε δεύτερον θεότητος μὲν πηγὴν τίθεσθαι τὸν Υιόν, πλὴν οὐχ ὁμοίας τῆς ἐκ τοῦ Πατρὸς προϊού. σης, ὥστε καὶ θεοτήτων διαφορὰν πλάττειν, καὶ τὴν μὲν ἐνυπόστατον, τὴν δὲ ἀνυπόστατον, καὶ τὴν μὲν ἐνούσιον, τὴν δὲ ἀνούσιον, δ καὶ τῆς ἑλληνικῆς πέν φυκε τερατωδέστερον μυθολογίας. Καίτοι γε, ὦ ἄν δρες, τὸ τοῦ ἁγίου Πνεύματος όνομα μηδενὶ ἑτέρῳ ἁρμόζειν διδασκόμεθα ὑπὸ τῶν ἁγίων, ἢ τῷ τρίτῳ προσώπῳ ἐν τῇ Τριάδι, 8 δὴ καὶ ἐκχεῖσθαι λέγεταιπαρὰ Πατρὸς καὶ Υἱοῦ, καὶ χορηγεῖσθαι, καὶ πέρα πεσθαι. Εὐθὺς γὰρ ὁ ἱερὸς Κύριλλος· Εἰ καὶ ἔστιν ἐν ὑποστάσει ἰδικῇ τὸ Πνεῦμα τὸ ἅγιον, καθό Πνεῦμα ἐστὶ, καὶ οὐχ Υἱὸς, ἀλλ' οὐκ ἔστιν ἀλ λότριον αὐτοῦ. Πνεῦμα γὰρ ἀληθείας ὠνόμασται, καὶ ἔστι Χριστὸς ἡ ἀλήθεια καὶ προχεῖται παρ' αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐκ τοῦ Θεοῦ καὶ Παν τρός. Ὑπέρευγε, Κύριλλε, ὡς ἀπήλλαξας ἡμᾶς προ γμάτων, τὸ ἐν ὑποστάσει ἰδίᾳ ἐν Πνεῦμα ἅγιον ἐκ τοῦ Υἱοῦ τοῦ Θεοῦ προχεῖσθαι ὡς ἐκ τοῦ Πατρὸς δια δάσκων, ὅς γε ἐν ἄλλοις λόγοις ἐξιέναι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, ὡς ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπέμπεσθαι φύσεως θεολογείς. Αλλά γὰρ καὶ τὸν ἱερὸν ᾿Αθανάσιον, εἰ δοκεῖ, μὴ παρέλθωμεν, ὦ ἄνδρες, ὃς φησιν· Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τὴν φωτιστικὴν καὶ ἁγιαστικὴν ζωὴν οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν, ἢ τις ἐκ τοῦ Πατρὸς λέγεται διδάσκοντος, οὐ διὰ τούτου πάντως τοῦ αὐτοῦ Πνεύ ἐκπορεύεσθαι, ἐπειδὴ ἐκ τοῦ Λόγου τοῦ ἐκ τοῦ Πατρὸς ὁμολογουμένου, ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Ως ὑπερφυώς, ὦ ἄνδρες, έλυσε τοὺς τῶν τινῶν ἐλέγχους, τὴν ἐκ τοῦ Πατρὸς ἐκπο ρευομένην ζωήν, ἣν ἔδωκε καὶ τῷ Υἱῷ ἐν ἑαυτῷ ἔχειν παρ' αὐτοῦ δίδοσθαι καὶ πέμπεσθαι διατρο νώσας. Αλλ' ώ τῆς τῶν πολλῶν πεπηρωμένης δια νοίας! "Ω τοῦ ἀδίκου τῆς ἀληθείας μίσους! Ο τῆς ἐπισφαλούς φιλονεικίας, ᾗ πειρῶνται τοῖς φανεροῖς πολεμεῖν, ᾗ τινες περὶ τῶν ὀνομάτων ζυγομαχοῦντες, προδόται γίνονται τῆς αὐτῶν κακοδαίμονες στον τηρίας, συγχωροῦντες ὁμοῦ τὰς ἀτοπωτάτας προσ τάσεις, ἐκ τοῦ Πατρὸς μόνου, καὶ αὖθις, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα, οὔθ' ἑαυτῶν, οὔτε τῶν λόγων αἰσθανόμενοι, οὔτε πίσι
Page scan enlarged

Notebook

Full View