PG 155Symeon Thessalonicensis Archiepiscopus
Works of Symeon
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 25–26page 1 of 2
PG 155:25ΣΥΜΕΩΝ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑ ΑΙΡΕΣΕΩΝ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΜΟΝΗΣ ΟΡΘΗΣ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΗΜΩΝ ΠΙΣΤΕΩΣ, ΤΩΝ ΤΕ ΙΕΡΩΝ ΤΕΛΕΤΩΝ ΜΥΣΤΗΡΙΩΝ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΔΙΑΛΟΓΟΣ, ΚΑΙ ΠΕΡΙ ΤΕ ΤΟΥ ΘΕΙΟΥ ΝΑΟΥ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟ ΑΡΧΙΕΡΕΩΝ ΤΕ ΚΑΙ ΙΕΡΕΩΝ ΚΑΙ ΔΙΑΚΟΝΩΝ, Καὶ τῶν ὧν ἕκαστος τούτων πτολῶν ἱερῶν περιβάλλεται, ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΜΥΣΤΑΓΩΓΙΑΣ ΕΙΣ ΤΕ ΤΟ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΠΙΣΤΕΩΣ ΣΥΜΒΟΛΟΝ ΕΡΜΗΝΕΙΑ, Καὶ τῶν τούτου βήσεων ἔκθεσις ὅθεν τε συνελέγησαν, καὶ κατὰ τίνων συγκείμεναί εἰσιν, Ἔτι δὲ Περιεκτικὰ τῆς ὀρθοδόξου πίστεως κεφάλαια, ήτοι ἄρθρα δώδεκα, Καὶ ὅτι ταῦτα περιέχει τὸ ἱερὸν Σύμβολον. Καὶ περὶ τῶν περιεκτικῶν ἀρετῶν, Αποκρίσεις τε πρός τινας ερωτήσεις ἀρχιερέως ηρωτηκότος αὐτόν, ΚΑΙ ΤΕΛΕΥΤΑΙΟΝ ΠΕΡΙ ΙΕΡΩΣΥΝΗΣ, ΜΕΘ' ΩΝ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΛΟΓΙΩΤΑΤΟΥ ΜΑΡΚΟΥ ΕΥΓΕΝΙΚΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΕΦΕΣΟΥ ΕΞΗΓΗΣΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑΣ Τυπωθέντα διὰ δαπάνης τοῦ εὐσεβεστάτου ἐνδοξοτάτου ἐκλαμπροτάτου τε καὶ γαληνοτάτου ἡγεμόνος κυρίου κυρίου Ιωάννου Δούκα βοεβόδα πάσης Μολδοβλαχίας, Τοῦ μεγαλοπρεπεστάτου αὐθέντου καὶ ἀρχηγοῦ πάσης Οκραΐνης, Επιμελείᾳ καὶ διορθώσει τοῦ λογιωτάτου νοταρίου τῆς Μεγάλης Εκκλησίας κυρίου Ιωάννου Μολίβδου τοῦ ἐξ Ηρακλείας, Ἐν τῇ σεβασμίᾳ πατριαρχικῇ καὶ αὐθεντικῇ μονῇ τῶν πρωτοκορυφαίων Ἀποστόλων, τῇ καλουμένῃ Τζετατζούτα, Ἐν ἔτει σωτηρίῳ ΑΧΠΓ΄, κατὰ μήνα Οκτώβριον. ΕΝ ΓΙΑΣΙΟ ΤΗΣ ΜΟΛΔΟΒΙΑΣ Επιμελείᾳ δὲ καὶ διορθών σει τοῦ λογιωτάτου κυρίου Ιωάννου Μολίβδου, τοῦ Περινθίου, παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Χου σίου, κυρίου Μητροφάνους. Χριστέ, δίδου πονέσαντι τεὴν πολύολβον ἀρωγήν.
col. 27–28page 2 of 2
PG 155:27Τῷ ἐκλαμπροτάτῳ, ἐνδοξοτάτω, εὐσεβεστάτῳ, γαληνοτάτῳ τε καὶ μεγαλοπρεπεστάτῳ αὐθέντῃ καὶ ἡγε μόνι πάπης Μολδοβλαχίας τὸ τρίτον, καὶ Ὀκραΐνης τὸ πρῶτον, κυρίῳ κυρίῳ ΙΩΑΝΝΗ ΔΟΥΚΑ Βοεβόδα, τῷ ἐν ἁγίῳ Πνεύματι υἱῷ ποθεινοτάτῳ τῆς ἡμῶν μετριότητος, ἀποστολικὴν εὐλογίαν ἐν ἁγίῳ φιλήματι. Συγκρίνων τις τῶν ἁγίων Πατέρων τὸν παλαιὸν Ἰσραὴλ μετὰ τοῦ εὐαγγελικοῦ ἀνθρώπου, ἔλεγεν· "Π τέσης χάριτος ήξιώθης, ἄνθρωπε, ἰδὼν τὸν Θεόν. Εἶδε, καὶ ἤκουσεν ᾿Αβραάμ, ἀλλ᾽ ἐξωτέρως, ἤτοι δι' εἰ χάνων. Εἶδεν Ἰὼβ καὶ ἤκουσεν, ἀλλὰ διὰ λαίλαπος καὶ νεφῶν. Εἶδε Μωϋσῆς ἐν τῇ βάτῳ, καὶ ἐν τῷ ὄρει Σινᾶ, ἀλλὰ δι' αἰνιγμάτων εἶδεν ἐπὶ τῆς πέτρας, καὶ μάλιστα εἰς ἐπὴν τῆς πέτρας, ἀλλ᾽ εἶδε τὰ ὀπίσθια. Εἶδεν Ησαΐας, ἀλλ᾽ ἐξωτέρως, ἐν θρόνῳ ὑψηλῷ δηλονότι. Εἶδεν Ἰεζεκιήλ, ἀλλὰ καὶ οὗτος ἐξωτέρως, ἐν μέσω τεσσάρων ζώων. Καὶ ἵνα ἐάσω τοὺς λοιποὺς, εἶδε Δανιὴλ ἀλλ' ἐν δράματι νυκτός. Είδατιν, ὅμως τὸ Πνεῦμα τὸ ἅγιον οὐκ εἶχον. Εἶχον Πνεῦμα προφητείας, ο Αφελῶ ο γάρ, φησίν, ο ἀπὸ τοῦ Πνεύματος σου, ο τῷ Μωϋσῃ ὁ Θεὸς, ἀλλ᾽ οὐκ εἶχον τὸ Πνεῦμα τὸ ἅγιον. "Οθεν ἡ Γραφὴ περὶ τῶν Σαμαρειτών φη σιν· «Ούπω γὰρ ἦν ἐπιπεπτωκὸς ἐπ᾽ οὐδενὶ αὐτῶν Πνεῦμα ἅγιον.» Καί τινες μαθηταὶ ἔλεγον τῷ Παύλῳ ἐν Ἐφέσῳ, «Οὐδὲ γὰρ ε! Πνεῦμα άγιόν ἐστιν, ο ηκούσαμεν. Οὐχ ὅτι οὐ κεῖται ἐν τῇ Γραφῇ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὅτι μηδενὸς τῶν παλαιῶν Πνεῦμα ἅγιον εἰληφότος, Οὐδ' εἰ Πνεῦμα ἅγιόν ἐστιν ἡκούσαμεν, ἔλεγον. ᾿Αλλὰ σὲ ἀξιοῦσαι τῆς τοιαύτης χάριτος οὐσιωδῶς, ὡς ὁ Κύριος ἐπηγγείλατο· ι Καὶ ἐγώ, ο φησίν, ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, δ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτή. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται.» Ορᾷς, Χριστιανὲ, ἣν ἔλαβες χάριν; Ης οὐδ᾽ οἱ προφῆται, οὐδ' οἱ φίλοι τοῦ Θεοῦ προπάτορες ἠξιώθησαν; "Οθεν ἔλεγεν ὁ Κύριος, ο Αμὴν λέγω ὑμῖν, πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν & βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκηκόατε, καὶ οὐκ ἤκουσαν.» Ωστε μόνοις τοῖς πιστοῖς ἐπ' ἐσχάτων τῶν ἡμερῶν, σκηνώσαντος ἐν ἡμῖν τοῦ Θεοῦ Λόγου, ἐδόθη τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μένει μεθ᾿ ἡμῶν εἰς τὴν αἰῶνα, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Επερίσσευσε δὲ τὸ μέτρον τῆς δωρεᾶς ταύτης ἐν τῷ καθ᾿ ἡμᾶς αἰῶνι εἰς τὴν σὴν ἐκλαμπρότητα, ὅτι εἰς τοὺς καιροὺς τῆς ἡγεμονίας αὐτῆς ἐγένετο καὶ τῷ γένει ἡμῶν ὁ Ἑλληνικὸς τύπος, δι' οὗ παντὶ τῷ κόσμῳ Πνευματικὴ εὐφροσύνη εὐαγγελίζεται. Καὶ ὁ μὲν βασιλεὺς Ἰωσίας τὸ βιβλίον τοῦ νόμου ἀναγνούς, ενώ πιον τοῦ πορευθέντος ἐν Ιερουσαλήμ Ἰσραήλ, ἐπαινεῖται, ἡ δὲ σὴ ἐκλαμπρότης, διαδιδοῦσα τύπῳ τὴν βίβλον ταύτην εἰς τὴν καθολικὴν Ἐκκλησίαν, οὐ σκιώδη ἐμφαίνουσαν, ἀλλὰ πᾶσαν τὴν Εὐαγγελικὴν ἀλή θειαν, καὶ μάλιστα ἐν καιρῷ τῷ προσήκοντι, μακαρίζεται. Οἱ γὰρ τῆς Χριστιανικῆς ὀρθῆς λεωφόρου τῶν δογμάτων ἐκτραπέντες ἐθνικοί, καὶ οἱ τὴν ἀκριβῆ τοῖς ἀποστόλοις τε καὶ Πατράσιν ἀτραπὸν ἀπωσάμενοι αἱρετικοί τε καὶ σχισματικοὶ, ἀκάνθαις καὶ τριβόλοις περιπεπτώκασιν. ἂν τὴν Ἐκκλησίαν ἐμπλῆσαι βουληθέντες, τοῦ σκοποῦ διήμαρτον, τοῦ Κυρίου τὴν βασιλικὴν ὁδὸν ἀῤῥήτοις θριγκοῖς, τοῖς τῶν ἁγίων Πατέρων συγγράμματι κατησφαλισμένου. "Ων σύνοψις ἐστιν ἡ τῆς παρούσης βίβλου ἐν ἁγίῳ Πνεύματι Πατήρ. Ο τῆς ὁσίας μνήμης Θεσσαλονίκης ἀρχιεπίσκοπος Συμεών. Ὃν οἷόν τι φῶς νυνὶ διὰ τοῦ τύ που λαμπαδουχείς, καὶ καθιστᾷς δῆλον ἐξ ἀδήλου, καὶ φανερὸν ἐξ ἀφανοῦς, ὡς ἂν μὴ οἱ φονευταὶ ἐπεισ πηδήσωσι τῇ Ἐκκλησίᾳ, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὡσμένῳ, τῆς προφητείας πληρώσας την πρόῤῥησιν. Οτι δὲ τῶν εὐσεβῶν ἡγεμόνων ἐστὶν ἴδιοι τρόποις παντοίοις, καὶ ὅση δύναμις τῇ προσκυνητῇ καὶ καθολικῇ θρησκείᾳ τῶν ὀρθοδόξων Χριστιανῶν διακονεῖν, ὁ ἰσαπόστολος Κωνσταντῖνος ἐμπεδοῖ. Τοῦτ' μας πρὸ πάντων, φησίν, εἰς ἕνα προσήκει σκοπόν, όπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι, πίστιν μίαν, καὶ εἰλικρινῆ ἀγάπην, ὁμογνώμονά τε περὶ τὸν παγκρατῇ Θεὸν εὐσέβειαν δια τηρῆσαι. Εἰ δὲ καὶ ἀληθὲς τὸ τινὶ σοφῷ εἰρημένον, ὅτι δεῖ ἐν μὲν τοῖς φυσικοῖς Θεὸν ὑμνεῖν, καὶ δίκην, καὶ πρόνοιαν, ἐν δὲ ἠθικοῖς νόμον, καὶ κοινωνίαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἐκδιδάσκειν. Ταῦτα πάντα ἡ σὴ μεγαλόνοια γυνὶ ἀπετέλεσε, τὴν περὶ τῆς τοῦ Θεοῦ καὶ τῶν θείων ἀληθοῦς θεολογίας, ὅσων τε περὶ δη μιουργίας, καὶ προνοίας, καὶ κρίματος αἰωνίου, καὶ ἔσων περὶ μυστηρίων, καὶ ἐθῶν, καὶ τάξεων, καὶ τῆς ἐκκλησιαστικῆς κατατάξεως, καὶ κοινωνίας μὲν τῶν ὀρθοδόξων, ἀκοινωνησίας δὲ τῶν αἱρετικῶν καὶ σχισματικῶν, καὶ ὅσων περὶ πολιτείας ἐνθέου συνεδὰ τῇ Γραφῇ, καὶ τῷ δημιουργῷ ταύτης ἁγίῳ Πνεύματι, τῶν ἁγίων, ἢ τῶν εἰρημένων τοῖς ἁγίοις σύνοψιν, ἣν ὁ μακαριώτατος Συμεών λιτῇ τῇ φρά σει συνέταξε προθύμως, διὰ τῆς ἐνεργείας ταύτης τῷ Θεῷ ἀφοσιωσαμένη. Εἰ δὲ καὶ ἀρχαῖον καὶ πρεσβύτατον ἔργον τῆς παλαιᾶς Ηπείρου τὸ περὶ τοὺς φίλους εὐχάριστον, Πύρρος γὰρ ἡ τῶν Ηπειρωτών βασ
Page scan enlarged

Notebook

Full View