Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 29–30page 1 of 2
PG 155:29λεὺς, Αερόπου τινὸς φίλου ἀποθανόντος, οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτῷ δὲ μεμφόμενος, ὅτι μέλλων ἀεὶ καὶ βραδύνων, χάριν οὐκ ἀπέδωκεν αὐτῷ· πόσῳ μᾶλλον αὐτὸς, Ηπειρώτης μὲν ῶν, ἀλλ᾽ εὐσεβέστατος, καὶ αὐθέντης, ἀλλὰ φιλόχριστος, καὶ ἡγεμών, ἀλλὰ μεγαλοπρεπέστατος, οὐ φίλον τινὰ, ἀλλὰ τῶν πάντων Δεσπότην καὶ βασιλέα Χριστὸν τιμῶν, ἕνεκα ὧν εἴληφεν ἐγ κοσμίων τε καὶ πνευματικῶν ἀγαθῶν, τοιαύτην, ἀποδοῦναι τὴν εὐχαριστίαν, καὶ ἐπισφραγίσαι δι' αὐτῆς τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην ἧς οὐδὲν τῶν ἐν τῷ κόσμῳ τερπνῶν καὶ μεγάλων. Ισότιμόν τε καὶ ἱσοστάσιον; 'Αλλ' ἐπειδὴ καρπός ἐστί σοι τοῦτο τοῦ ἐνοικοῦντος ἐν σοὶ ἁγίου Πνεύματος, ὡς εἴρη ται, ἀξιωθείης ἀεὶ καρποφορεῖν ἐς τῷ τῆς Ἐκκλησίας πληρώματι, καὶ ἐπεκτείνεσθαι ἐν τοῖς ἔμπροσθεν, καὶ μετὰ βαθύτατον γῆρας ἀποδημήσας τοῦ σώματος, ἀπολαύσοις τῆς θείας μακαριότητος. Αμήν. Εν έτει, Αγπγ κατὰ μήνα Μάρτιον. ᾿Απὸ ᾿Αδριανουπόλεως. ΔΟΣΙΘΕΟΣ ελέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλήμ, καὶ εὐχέτης τῆς σῆς ἐκλαμπρότητος. Δοσίθεος ἐλέῳ Θεοῦ πατριάρχης τῆς Ἁγία, καὶ προσκυνητῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ ᾿Ανα στάσεως, τοῖς ἐντευξομένοις τῷ παρόντι ὀρθοδόξοις Χριστιανοῖς, ἱερωμένοις τε καὶ λαϊκοῖς, ἀδελφοῖς καὶ τέκνοις τῆς ἡμῶν μετριότητος ἐν ἁγίῳ Πνεύματι, χάριν ἄνωθεν πρὸς ἔργα σωτηριώδη.. Πᾶς κυνηγὸς ἐπιτήδειος ὤν, καὶ ἄριστος περὶ τὰ κυνηγέσια τεχνίτης, ἀναγκαίως χρᾶται τὰ ἁρμόδια αὐτῷ ὄργανα, εἴπερ βούλεται τέλος Χριστὸν ἐπιθήσειν τῇ τέχνῃ. Χάριν λόγου, εἰς τὸ θηρεῦσαι πετεινὰ μὲν χρᾶται δίκτυα· χερσαία δὲ, ἄρκυας καὶ παγίδας· ἰχθύας δὲ, κἀκεῖ δίκτυα, ἀμφίβληστρα, άγκιστρα, πεζοβόλους, καὶ ὅσ' ἄλλα ἡ τέχνη διδάσκει, ἵνα λάβῃ καὶ κερδήσῃ & βούλεται. Εἰ δὲ ἀνθρώπους τις θησ ρεῦσαι ἡβούλετο, τίν' ἂν ὄργανα χρήσαιτο; Επείπερ καὶ οἱ ἄνθρωποι κυνηγώνται, καὶ συλλαμβάνονται, ὡς ἰχθύες (ὡς ἔλεγεν ο Κύριος, ο Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»), οὐκ ἄλλα δηλονότι, εἰ μὴ τὴν διδασκαλίαν καὶ τὸν λόγον. Οὐκ ἔστι γὰρ ἀμφίβληστρον, καὶ δίκτυον διὰ τὸν ἄνθρω τον, ὡς ἡ διδασκαλία πεπλεγμένη ἀπὸ λόγων καὶ ἀπὸ μαρτυριῶν, ἐν οἷς σαγηνεύεται ὁ ἄνθρωπος, καὶ οἰκειοῦται τῷ Θεῷ, ν' αιωνίως μακαρίζηται. Αὕτη ἀμφίβληστρον (ή διδασκαλία) βαλλομένη εἰς ἑκάτερα τὰ μέρη, δεξιά, καὶ ἀριστερὰ, καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων. Αὕτη ἄγκιστρον· τοῖς γὰρ λόγοις καὶ ταῖς μαρτυρίαις τοῦ Πνεύματος, λαμβάνει τὸν ἄνθρωπον ἀπὸ τῶν σπλάγχνων, καὶ ἁλιεύει εἰς τὸ φῶς τῆς θεογνωσίας. Περὶ ταύτης λέγει ἐν τῷ βιβλίῳ τῶν ᾿Αριθμῶν ὁ τῶν ὅλων Θεό;·· Ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτὰς, ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς γενεάς ὑμῶν.» Σάλπιγγας φησὶ τοὺς διδασκάλους τῆς Ἐκκλησίας. Ὡς γὰρ αἱ σάλπιγγες χρῶνται πνεῦμα ἀπὸ τῶν ἐντοσθίων ἐξερχόμενον (καὶ οὐχ ὡς κύμα βαλα ή κιθάραι κρουόμεναι), οὕτως οἱ διδάσκαλοι, οὐκ ἐκ τῆς ἔξωθεν σοφίας καὶ τῆς τινῶν μυθολογίας συλλογίζονται κατὰ τῆς σωτηρίας τῶν ἀνθρώπων, ἀλλ᾽ ἔσωθεν τὴν διδασκαλίαν Πνεύματος ἁγίου πλήρη ἔχοντες, τὴν σωτηρίαν πραγματεύονται τῶν ἀνθρώπων, ὥσπερ αὐτοῖς λέγεται διὰ τοῦ Ἡσαΐου ο Ανα Εύησον ἐν ἰσχύῖ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου.» Οὐ λέγει, ας κύμβαλον καὶ κιθάραν, ἀλλ' ὡς σάλπιγγι ύψωσον τὴν φωνήν σου. βγουν μετὰ φωνῶν ἐξερχομένων ἀπὸ τῶν ἐντὸς, αἰτινές εἰσιν ἡ ἁγία Γραφή, παλαιά τε καὶ νέα· μυστήρια ἑπτὰ, καὶ παραδόσεις τῆς καθολικῆς Ἐκκλησίας, ἀπὸ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων παρειλημμένα, κανόνες τῶν ἁγίων ἀποστόλων. ῞Οροι τῶν οἰκουμενικῶν συνόδων καὶ Πρακτικά, δροι τοπικών συνόδων καὶ τινῶν Πατέρων, οὓς αἱ οἰκουμενικαὶ ἐδέξαντο σύνοδοι. Συγγράμματα καὶ ἑρμηνείαι τῆς Γραφῆς τῶν ἁγίων Πατέρων, ἐν οἷς συμφωνοῦσιν ἀλλήλοις, καὶ ταῖς οἰκουμενικαῖς συνόδοις. Ἱστορίαι ἐκκλησιαστικαί. Νόμοι βασιλικοί, τῶν ἁγίων Πατέρων τοῖς ὅροις συμ βαίνοντες, ἅτινα συμπεπληγμένα, ενέργειαν ἔχουσι τῆς ὀρθῆς καὶ ἀληθοῦς καὶ ὀρθοδόξου, καθολικῆς τε καὶ ἀποστολικῆς πίστεως, καὶ ἁλιεύουσι τὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον. Δύο δὲ σάλπιγγες, ὅτι τῇ μια τὴν εἰς ὀρθοδοξίαν τῶν προστεθέντων, ἢ ἀφαιρησάντων, τῆς τοιαύτης πίστεως ἐπιστροφὴν ὑπαινίττεται θατέρα δὲ τῶν εὐσεβῶν ἁμαρτησάντων, τὴν εἰς ἀληθῆ μετάνοιαν ἐπιστροφὴν ὑποσημαίνει. "Οθεν φησίν, Ανάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν.» Αργυραί δὲ, ὅτι οἱ τῆς τοιαύτης διδασκαλίας λόγος δεδοκιμασμένοι εἰσὶν, ὡς ἀργύριον πεπυρωμένον καὶ δεδοκιμασμένον. Ἐλατα! δὲ, ὅτι ἐλαύνουσι τοὺς πει θομένου; ἀπὸ τῶν προσκαίρων εἰς τὰ αἰώνια. Καὶ ὅ τι σοι δοκεῖ τῆς φωνῆς πρόσκαιρον, ἐκεῖ δεῖ ἀνάγειν ἐν τοῖς ἐπουρανίοις δηλονότι. Αὕτη ἡ φωνὴ τῶν σαλπίγγων, καὶ ταῦτα τὰ ὄργανα, οἷς χρῆται ὁ Κύριος ἐν τῇ Ἐκκλησίᾳ, καὶ διδάσκει ἀεὶ διὰ τῶν διδασκάλων, καὶ ὑψοῖ τὴν φωνὴν αὐτῶν ἐν ἰσχύῖ, καὶ σάλπιγξιν ἀνακαλέσει τὴν συναγωγήν· ἣν περιεποιήσατο τῷ τιμίῳ αὐτοῦ αἵματι, καὶ ἐξᾶραι τὰς παρεμβολές, τὰς
DOSITNEI PRÆFATIO.,
λεὺς, Αερόπου τινὸς φίλου ἀποθανόντος, οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων,
ἑαυτῷ δὲ μεμφόμενος, ὅτι μέλλων ἀεὶ καὶ βραδύνων, χάριν οὐκ ἀπέδωκεν αὐτῷ· πόσῳ μᾶλλον αὐτὸς,
Ηπειρώτης μὲν ῶν, ἀλλ᾽ εὐσεβέστατος, καὶ αὐθέντης, ἀλλὰ φιλόχριστος, καὶ ἡγεμών, ἀλλὰ μεγαλοπρε
πέστατος, οὐ φίλον τινὰ, ἀλλὰ τῶν πάντων Δεσπότην καὶ βασιλέα Χριστὸν τιμῶν, ἕνεκα ὧν εἴληφεν ἐγκοσμίων τε καὶ πνευματικῶν ἀγαθῶν, τοιαύτην, ἀποδοῦναι τὴν εὐχαριστίαν, καὶ ἐπισφραγίσαι δι' αὐτῆς
τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην ἧς οὐδὲν τῶν ἐν τῷ κόσμῳ τερπνῶν καὶ μεγάλων. Ισότιμόν
τε καὶ ἱσοστάσιον; 'Αλλ' ἐπειδὴ καρπός ἐστί σοι τοῦτο τοῦ ἐνοικοῦντος ἐν σοὶ ἁγίου Πνεύματος, ὡς εἴρη
ται, ἀξιωθείης ἀεὶ καρποφορεῖν ἐς τῷ τῆς Ἐκκλησίας πληρώματι, καὶ ἐπεκτείνεσθαι ἐν τοῖς ἔμπρο
σθεν, καὶ μετὰ βαθύτατον γῆρας ἀποδημήσας τοῦ σώματος, ἀπολαύσοις τῆς θείας μακαριότητος. Αμήν.
Εν έτει, Αγπγ κατὰ μήνα Μάρτιον. ᾿Απὸ ᾿Αδριανουπόλεως.
ΔΟΣΙΘΕΟΣ ελέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλήμ,
καὶ εὐχέτης τῆς σῆς ἐκλαμπρότητος.
DOSITHEI PRÆFATIO
Δοσίθεος ἐλέῳ Θεοῦ πατριάρχης τῆς Ἁγία, καὶ προσκυνητῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ ᾿Αναστάσεως, τοῖς ἐντευξομένοις τῷ παρόντι ὀρθοδόξοις Χριστιανοῖς, ἱερωμένοις τε καὶ λαϊκοῖς, ἀδελφοῖς καὶ
τέκνοις τῆς ἡμῶν μετριότητος ἐν ἁγίῳ Πνεύματι, χάριν ἄνωθεν πρὸς ἔργα σωτηριώδη..
Πᾶς κυνηγὸς ἐπιτήδειος ὤν, καὶ ἄριστος περὶ τὰ κυνηγέσια τεχνίτης, ἀναγκαίως χρᾶται τὰ ἁρμόδια
αὐτῷ ὄργανα, εἴπερ βούλεται τέλος Χριστὸν ἐπιθήσειν τῇ τέχνῃ. Χάριν λόγου, εἰς τὸ θηρεῦσαι πετεινὰ
μὲν χρᾶται δίκτυα· χερσαία δὲ, ἄρκυας καὶ παγίδας· ἰχθύας δὲ, κἀκεῖ δίκτυα, ἀμφίβληστρα, άγκιστρα,
πεζοβόλους, καὶ ὅσ' ἄλλα ἡ τέχνη διδάσκει, ἵνα λάβῃ καὶ κερδήσῃ & βούλεται. Εἰ δὲ ἀνθρώπους τις θησ
ρεῦσαι ἡβούλετο, τίν' ἂν ὄργανα χρήσαιτο; Επείπερ καὶ οἱ ἄνθρωποι κυνηγώνται, καὶ συλλαμβάνονται,
ὡς ἰχθύες (ὡς ἔλεγεν ο Κύριος, ο Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»), οὐκ ἄλλα
δηλονότι, εἰ μὴ τὴν διδασκαλίαν καὶ τὸν λόγον. Οὐκ ἔστι γὰρ ἀμφίβληστρον, καὶ δίκτυον διὰ τὸν ἄνθρω
τον, ὡς ἡ διδασκαλία πεπλεγμένη ἀπὸ λόγων καὶ ἀπὸ μαρτυριῶν, ἐν οἷς σαγηνεύεται ὁ ἄνθρωπος, καὶ
οἰκειοῦται τῷ Θεῷ, ν' αιωνίως μακαρίζηται. Αὕτη ἀμφίβληστρον (ή διδασκαλία) βαλλομένη εἰς ἑκάτερα
τὰ μέρη, δεξιά, καὶ ἀριστερὰ, καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων. Αὕτη ἄγκιστρον· τοῖς
γὰρ λόγοις καὶ ταῖς μαρτυρίαις τοῦ Πνεύματος, λαμβάνει τὸν ἄνθρωπον ἀπὸ τῶν σπλάγχνων, καὶ ἁλιεύει
εἰς τὸ φῶς τῆς θεογνωσίας. Περὶ ταύτης λέγει ἐν τῷ βιβλίῳ τῶν ᾿Αριθμῶν ὁ τῶν ὅλων Θεό;·· Ποίησον
σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτὰς, ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς
παρεμβολάς, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς γενεάς ὑμῶν.» Σάλπιγγας φησὶ τοὺς διδασκάλους τῆς
Ἐκκλησίας. Ὡς γὰρ αἱ σάλπιγγες χρῶνται πνεῦμα ἀπὸ τῶν ἐντοσθίων ἐξερχόμενον (καὶ οὐχ ὡς κύμα
βαλα ή κιθάραι κρουόμεναι), οὕτως οἱ διδάσκαλοι, οὐκ ἐκ τῆς ἔξωθεν σοφίας καὶ τῆς τινῶν μυθολογίας
συλλογίζονται κατὰ τῆς σωτηρίας τῶν ἀνθρώπων, ἀλλ᾽ ἔσωθεν τὴν διδασκαλίαν Πνεύματος ἁγίου πλήρη
ἔχοντες, τὴν σωτηρίαν πραγματεύονται τῶν ἀνθρώπων, ὥσπερ αὐτοῖς λέγεται διὰ τοῦ Ἡσαΐου ο Ανα
Εύησον ἐν ἰσχύῖ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου.» Οὐ λέγει, ας κύμβαλον καὶ κιθάραν,
ἀλλ' ὡς σάλπιγγι ύψωσον τὴν φωνήν σου. βγουν μετὰ φωνῶν ἐξερχομένων ἀπὸ τῶν ἐντὸς, αἰτινές
εἰσιν ἡ ἁγία Γραφή, παλαιά τε καὶ νέα· μυστήρια ἑπτὰ, καὶ παραδόσεις τῆς καθολικῆς Ἐκκλησίας, ἀπὸ
τοῦ Κυρίου καὶ τῶν ἀποστόλων παρειλημμένα, κανόνες τῶν ἁγίων ἀποστόλων. ῞Οροι τῶν οἰκουμενικῶν
συνόδων καὶ Πρακτικά, δροι τοπικών συνόδων καὶ τινῶν Πατέρων, οὓς αἱ οἰκουμενικαὶ ἐδέξαντο σύνοδοι.
Συγγράμματα καὶ ἑρμηνείαι τῆς Γραφῆς τῶν ἁγίων Πατέρων, ἐν οἷς συμφωνοῦσιν ἀλλήλοις, καὶ ταῖς
οἰκουμενικαῖς συνόδοις. Ἱστορίαι ἐκκλησιαστικαί. Νόμοι βασιλικοί, τῶν ἁγίων Πατέρων τοῖς ὅροις συμβαίνοντες, ἅτινα συμπεπληγμένα, ενέργειαν ἔχουσι τῆς ὀρθῆς καὶ ἀληθοῦς καὶ ὀρθοδόξου, καθολικῆς τε
καὶ ἀποστολικῆς πίστεως, καὶ ἁλιεύουσι τὸν ἄνθρωπον εἰς ζωὴν αἰώνιον. Δύο δὲ σάλπιγγες, ὅτι τῇ μια
τὴν εἰς ὀρθοδοξίαν τῶν προστεθέντων, ἢ ἀφαιρησάντων, τῆς τοιαύτης πίστεως ἐπιστροφὴν ὑπαινίττεται
θατέρα δὲ τῶν εὐσεβῶν ἁμαρτησάντων, τὴν εἰς ἀληθῆ μετάνοιαν ἐπιστροφὴν ὑποσημαίνει. "Οθεν φησίν,
• Ανάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν.» Αργυραί δὲ, ὅτι οἱ τῆς τοιαύτης διδασκαλίας λόγος
δεδοκιμασμένοι εἰσὶν, ὡς ἀργύριον πεπυρωμένον καὶ δεδοκιμασμένον. Ἐλατα! δὲ, ὅτι ἐλαύνουσι τοὺς πει
θομένου; ἀπὸ τῶν προσκαίρων εἰς τὰ αἰώνια. Καὶ ὅ τι σοι δοκεῖ τῆς φωνῆς πρόσκαιρον, ἐκεῖ δεῖ ἀνάγειν
ἐν τοῖς ἐπουρανίοις δηλονότι. Αὕτη ἡ φωνὴ τῶν σαλπίγγων, καὶ ταῦτα τὰ ὄργανα, οἷς χρῆται ὁ Κύριος ἐν
τῇ Ἐκκλησίᾳ, καὶ διδάσκει ἀεὶ διὰ τῶν διδασκάλων, καὶ ὑψοῖ τὴν φωνὴν αὐτῶν ἐν ἰσχύῖ, καὶ σάλπιγξιν
ἀνακαλέσει τὴν συναγωγήν· ἣν περιεποιήσατο τῷ τιμίῳ αὐτοῦ αἵματι, καὶ ἐξᾶραι τὰς παρεμβολές, τὰς
col. 31–32page 2 of 2
PG 155:31πατριὰς τῶν ἐθνῶν, ἀπὸ τῶν κάτω εἰς τὰ ἄνω: οὗ αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ἐξ ὧν εἷς ἐστι καὶ ἡ συγγραφεὺς τῆς παρούσης βίβλου, ὁ τῆς θεσπεσίου καὶ ἀοιδίμου μνήμης Θεσσαλονίκης ἀρχιεπίσκοπος Συμεών. Σύνοψιν τῆς τε Γραφῆς, καὶ τῶν Πατέρων, ἄριστα καὶ ἀσφαλέστατα ποιησάμενος, διὰ τὸ εὐμάθητον τῶν ἀγραμμάτων, καὶ διὰ τὸ εὐκατάληπτον τῶν σπουδαίων, καὶ διὰ τὸ εὐμνημόνευτον τῶν σοφῶν. Τὴν γὰρ ἀκτίνα τῆς θεαρχικωτάτης αίγλης, πληρέστατα εἰσδεξάμενος, ἥλιος πνευματικὸς τῇ Εκκλησίᾳ τοῦ Θεοῦ χρηματίζει, καταφωτίζων καὶ σοφοὺς καὶ ἰδιώτας ταῖς ἀκτῖσι τῆς διδασκαλίας αὐτ τοῦ. Καὶ ὡς ἐν χρυσίῳ μάλιστα ἡ βασιλικὴ εἰκών, οὕτω τῇ καθαρότητι τῆς μακαρίας αὐτοῦ ψυχῆς εἰκὼν ὁρᾶται τοῦ Θεοῦ τετυπωμένη. Διὸ καὶ θεοφόροις Πατράσιν ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων συναγάλλεται, τῷ πανταιτίῳ τῶν τοιούτων σαλπίγγων Χριστῷ παριστάμενος Ην δ' ἕως ἄρτι ὡς κῆπος κεκλεισμένος, καὶ πηγὴ σφραγισμένη τοῖς πολλοῖς ἀγνοούμενος. Αλλ' ὁ πάντ' ἄριστος, ὁ ἐκλαμπρότατος καὶ εὐσεβέστατος αὐθέντης καὶ ἡγεμὼν πάσης Μολδοβλαχίας καὶ ὑκραίνας κύριος Ἰωάννης Δούκας βοεβό δας. Καὶ ἤδη ὑπὲρ Χριστοῦ πρεσβεύσασιν ὡς τοῦ Θεοῦ παρακαλέσαντος δι' ἡμῶν ἐνδιδοὺς οἷα φιλόχριστος τῇ παρακλήσει, ἤγαγε τοῦτον εἰς φῶς, ἰδίοις ὁρίσας τυπωθῆναι ἀναλώμασι, καὶ ὡς δῶρον πολύτιμον τῇ μητρὶ αὐτοῦ τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ χαρισθῆναι. Ἐντυγχάνοντες οὖν τῇ βίβλῳ (ᾗ προστέθειται καὶ ἡ τοῦ σοφωτάτου Μάρκου μητροπολίτου Εφέσου συνοπτικὴ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας ἐξήγησις) εἴσεσθε τὸ ταύτης ὠφέλιμον καὶ ἀναγκαῖον. Οθεν δόξαν μὲν δότε τῷ Θεῷ, τῷ παρέχοντι ἀεὶ διάφορα χαρίσματα τῷ ἔθνει τῷ ἁγίῳ τῷ ὀρθοδόξῳ λαῷ. Ὑπὲρ δὲ τῆς σωτηρίας καὶ εἰρηνικῆς καταστάσεως τοῦ ἐκλαμπροτάτου αὐθεντὸς καὶ εὐεργέτου εύχεσθε. Σπουδάζετε δὲ, μὴ ἐν κτήσει μόνῃ, ἀλλὰ πολλῷ μᾶλλον ἐν χρήσει ἔχειν τὴν βίβλον, ἵν᾽ ἐνεργοῦντες κατ' αὐτὴν τύχοιτε τῆς θείας μακαριότητος ἐν αὐτῷ τῷ ἐν Τριάδι Θεῷ, ᾧ πρέπει δόξα αΐδιος ἐπ' Αιδίους αιώνας. Αμήν.
πατριὰς τῶν ἐθνῶν, ἀπὸ τῶν κάτω εἰς τὰ ἄνω: οὗ αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ἐξ ὧν εἷς ἐστι
καὶ ἡ συγγραφεὺς τῆς παρούσης βίβλου, ὁ τῆς θεσπεσίου καὶ ἀοιδίμου μνήμης Θεσσαλονίκης ἀρχιεπί
σκοπος Συμεών. Σύνοψιν τῆς τε Γραφῆς, καὶ τῶν Πατέρων, ἄριστα καὶ ἀσφαλέστατα ποιησάμενος, διὰ
τὸ εὐμάθητον τῶν ἀγραμμάτων, καὶ διὰ τὸ εὐκατάληπτον τῶν σπουδαίων, καὶ διὰ τὸ εὐμνημόνευτον τῶν
σοφῶν. Τὴν γὰρ ἀκτίνα τῆς θεαρχικωτάτης αίγλης, πληρέστατα εἰσδεξάμενος, ἥλιος πνευματικὸς τῇ
Εκκλησίᾳ τοῦ Θεοῦ χρηματίζει, καταφωτίζων καὶ σοφοὺς καὶ ἰδιώτας ταῖς ἀκτῖσι τῆς διδασκαλίας αὐτ
τοῦ. Καὶ ὡς ἐν χρυσίῳ μάλιστα ἡ βασιλικὴ εἰκών, οὕτω τῇ καθαρότητι τῆς μακαρίας αὐτοῦ ψυχῆς εἰκὼν
ὁρᾶται τοῦ Θεοῦ τετυπωμένη. Διὸ καὶ θεοφόροις Πατράσιν ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων συναγάλλε
ται, τῷ πανταιτίῳ τῶν τοιούτων σαλπίγγων Χριστῷ παριστάμενος Ην δ' ἕως ἄρτι ὡς κῆπος κεκλει
σμένος, καὶ πηγὴ σφραγισμένη τοῖς πολλοῖς ἀγνοούμενος. Αλλ' ὁ πάντ' ἄριστος, ὁ ἐκλαμπρότατος καὶ
εὐσεβέστατος αὐθέντης καὶ ἡγεμὼν πάσης Μολδοβλαχίας καὶ ὑκραίνας κύριος Ἰωάννης Δούκας βοεβό
δας. Καὶ ἤδη ὑπὲρ Χριστοῦ πρεσβεύσασιν ὡς τοῦ Θεοῦ παρακαλέσαντος δι' ἡμῶν ἐνδιδοὺς οἷα φιλόχρι
στος τῇ παρακλήσει, ἤγαγε τοῦτον εἰς φῶς, ἰδίοις ὁρίσας τυπωθῆναι ἀναλώμασι, καὶ ὡς δῶρον πολύτιμον
τῇ μητρὶ αὐτοῦ τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ χαρισθῆναι. Ἐντυγχάνοντες οὖν τῇ βίβλῳ (ᾗ προστέθειται
καὶ ἡ τοῦ σοφωτάτου Μάρκου μητροπολίτου Εφέσου συνοπτικὴ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας ἐξήγησις)
εἴσεσθε τὸ ταύτης ὠφέλιμον καὶ ἀναγκαῖον. Οθεν δόξαν μὲν δότε τῷ Θεῷ, τῷ παρέχοντι ἀεὶ διάφορα
χαρίσματα τῷ ἔθνει τῷ ἁγίῳ τῷ ὀρθοδόξῳ λαῷ. Ὑπὲρ δὲ τῆς σωτηρίας καὶ εἰρηνικῆς καταστάσεως τοῦ
ἐκλαμπροτάτου αὐθεντὸς καὶ εὐεργέτου εύχεσθε. Σπουδάζετε δὲ, μὴ ἐν κτήσει μόνῃ, ἀλλὰ πολλῷ μᾶλλον
ἐν χρήσει ἔχειν τὴν βίβλον, ἵν᾽ ἐνεργοῦντες κατ' αὐτὴν τύχοιτε τῆς θείας μακαριότητος ἐν αὐτῷ τῷ ἐν Τριάδι
Θεῷ, ᾧ πρέπει δόξα αΐδιος ἐπ' Αιδίους αιώνας. Αμήν.
Beatæ et celebratissimæ memoria archiepiscopus Thessalonicensis Simeon, qui compendium Scripture
gcræ et Patrum quam optime et solidissime composuit, ut et ineruditi facile discere, et comprehendere
studiosi, et docti tenere memoria valeant. Divini enim splendoris radio plenissime imbutus, solis instar
spiritualis est Ecclesiæ Dei, qui radiis doctrinæ suæ doctos pariter indoctosque illuminat. Ac sicut in
auro marime regia effigies, sic in beati illius animi puritate, Dei expressa imago cernitur. Quare etiam cum
divinis Patribus in Ecclesis primogenitorum beatus et Christo qui sanctarum hujuscemodi tubarum auctor
esi, presens et assisiens ea sultat.
Continue reading PG 155: Symeonis Dialogus contra omnes haereses →≣ entire volume