PG 155Symeon Thessalonicensis Archiepiscopus
On the Sacraments
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 175–176page 1 of 31
PG 155:175γούμενόν ἐστιν. Εἰ γὰρ φύσις ἦν, οὐκ ἂν ἦν χρεία πλειόνων χειροτονιῶν· οὐδὲ διάφοροι ἦσαν ἂν οἱ χειροτονίαι, τῆς μιᾶς χειροτονίας πάντα διδούσης εὐθὺς, εἰ φύσις ἦν τὸ ἐνοικοῦν ἐν ἡμῖν. Οθεν καὶ Παυλός φησιν· ε Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα.» Οράς, ὅτι κατὰ τὴν χάριν καὶ χαρίσματα διάφορα; Είτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, εἴτε ὁ διδάσκων ἐν ? τῇ διδασκαλία, ὁ ἐλεῶν ἐν ἱλαρότητι, ὁ προϊστάμενος !; ἐν σπουδῇ, καὶ τὰ ἐφεξῆς. Διαιρέσεις δὲ χαρισμάτ των εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ένερ γημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Τι δὲ τὸ δημιουργικὸν καὶ προνοι τικὸν ἐν τῇ κτίσει καὶ συνεκτικὴν τοῦ Θεοῦ; 'Αρα τὸ δημιουργηθῆναι τὰ κτίσματα οὐσίας ἐστὶ μετα λαβεῖν τοῦ Θεοῦ; Φεῦ τῆς βλασφημίας! οὐδαμῶς. Αληπτος γὰρ ἐκείνη. Αλλ' αὐτὸς ὁ ὑπερούσιος τῇ δημιουργική δυνάμει κατασκευάσας ταῦτα καὶ τὸ εἶναι τούτοις δέδωκε, καὶ παρέχει, τῇ προνοητικὴ τε κήδεται τῶν ἰδίων, καὶ τῷ παντοδυνάμῳ καὶ παντουργῷ καὶ συνεκτικῷ νεύματι συνέχει πάντα καὶ συντηρεῖ. Καὶ οὐδὲν τῶν ὄντων, ὁ μὴ δυνάμεως καὶ χάριτος μετέχει Θεοῦ. Οὐδὲ γὰρ ἔμενεν ἂν, οὐδ' ὅπως ἂν ἦν, εἰ μὴ Θεοῦ μετέσχε δυνάμεως. αλογός τε καὶ λογική πᾶσα κτίσις, καὶ αἰσθητὴ καὶ ἀναίσθητος θείᾳ δυνάμει καὶ ζῇ, καὶ νοεῖ, καὶ κι νεῖται, καὶ λέγει, καὶ ἐνεργεῖ, καὶ μένει, καὶ ὅσαπερ ἕκαστον ἔχει κέκτηται. Οὐκ οὐσίας δὲ Θεοῦ μετέχει, εἷς γὰρ μόνος Θεὸς ὑπερούσιος, ἡ Τριὰς ἡ παντοδύναμος. Ταῦτα καὶ ἡμεῖς περὶ τούτου, ὡς ἐνοήσαμεν ἀπὸ τῶν Γραφῶν, εὐσεβῶς καὶ κατὰ δύναμιν ἡμετέραν ὑμῖν εἰρήκαμεν. Κληρικός. Αρχούμεθα, δέσποτα, τοῖς εἰρημένοις καὶ ἱκανὰ ταῦτα πληροφορῆσαι πάντας ἐν Χριστῷ, καὶ μᾶλλον ὅτι ἐκ τῶν θείων Γραφῶν εἰσι. Καὶ ταύ την οὖν τὴν τελευταίαν καὶ πονηροτάτην αίρεσιν βδελυσσόμεθα, καὶ σὺν ταῖς λοιπαῖς ἀσεβείαις τε καὶ αἱρέσεσι καθυποβάλλομεν ἀναθέματι. ἐπισκέψαιτο δὲ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους Ἰησοῦς Χριστὸς ὁ Θεὸς ὑμῶν τῇ αὐτοῦ θείᾳ χάριτς· καὶ λάμψαι ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως αὐτοῦ εναργέστερόν τε καὶ καθαρώτερον. Παρακαλοῦμεν δὲ, ἐπειδὴ τὴν ἀληθῆ τῆς πίστεως γνῶσιν ἐδεξάμεθα, καὶ περὶ τῶν μυστηρίων διδαχθῆναι τῆς Ἐκκλησ σίας, ὅσα τέ εἰσι, καὶ τίνα, καὶ ὁποία ἡ τούτων ἑκά στου δύναμις, καὶ τί λαμβάνομεν ἐξ αὐτῶν. ΠΕΡΙ ΤΩΝ ΙΕΡΩΝ ΤΕΛΕΤΩΝ Αρχιερεύς. 'Αδελφέ, ὑπὲρ ἐμὲ τὸ αἰτούμενον. Γίνωσκε δὲ ὅτι χάριν ἀγάπης ὑπὲρ τὸν δρον τῆς προσοχῆς καὶ τῆς ταπεινώσεω; κινηθείς, δι' ἡμᾶς εἶπον ὅσαπερ εἶπον ὑμῖν, ἐν τούτῳ καὶ μόνῳ θαῤ ῥῶν, ὅτιπερ ταῦτα ἀπὸ τῶν θείων εκλέγομαι Γρα
col. 177–178page 2 of 31
PG 155:177φῶν. Καὶ τανῦν οὖν ἐπεὶ περὶ τῶν μυστηρίων τῆς Δ' Ἐκκλησίας μαθεῖν ἐπιποθεῖς, ἐρῶ σοι καὶ περὶ τού των, ὁπόπον ἂν ἐξισχύσαιμι, τὸ τῆς ἀγάπης πληρῶν. Σὺ δὲ μὴ τοῖς ῥηθησομένοις παρ' ἡμῶν ἀρκεσθῇς, ἀλλ᾽ ὅσον ἐκ τούτων ἴσως εὕροις ὠφέλιμον λαβών, ἀεὶ ζήτει, καὶ τοῖς τὸν νοῦν ἔχουσι υψηλότερόν τε καὶ καθαρώτερον ἐγγίζων ἔσο καὶ ἐρωτῶν· καὶ οὐκ ἀστοχήσεις τοῦ ποθουμένου. Κληρικός. Καὶ ὑπὲρ τούτου, Πάτερ, εὐχαριστοῦ μ ν, ὅτι πλείστας ἡμῖν ἀφορμές ταπεινώσεως δέ Ζωκας. Καὶ δοίη ἡμῖν Κύριος διὰ τῶν σῶν ἱερῶν εὐο γῶν μὴ ὑπὲρ δ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σω φρονεῖν. Δήλωσον δὲ ἡμῖν τὰ περὶ τῶν μυστηρίων, παρακαλοῦμεν. ΚΕΦΑΛ. ΑΓ. Οτι ἑπτὰ τὰ τῆς Ἐκκλησίας μυστήρια. Αρχιερεύς. Επείπερ ζητεῖτε, τὸ κατὰ δύναμιν ἐρῶ ἐν Χριστῷ. Ἑπτὰ τὰ χαρίσματα του Πνεύμπο της, ὡς Ησαΐας φησί, καὶ ἑπτὰ τὰ μυστήρια τῆς Ἐκκλησίας διὰ τοῦ Πνεύματος ενεργούμενα. Ταῦτα δέ εἰσι βάπτισμα, χρίσμα, κοινωνία, χειροτονία, γάμο;, μετάνοια, καὶ ἔλαιον ἅγιον. Ἐν ὀλίγῳ δέ σοι. καὶ περὶ ἑκάστου τούτων δηλώσω, εἰ καὶ πρότερον ἐν τῇ τῆς θείας λειτουργίας ερμηνεία περὶ τούτων ἀμυδρῶς εἰρήκαμεν καθὼς ἐνεχώρει. 62 ΚΕΦΑΛ. ΛΔ'. Περὶ βαπτίσματος. Το βάπτισμα τοίνυν ἀναγεννά Πνεύματι, επείπερ τὴν πρώτην ἀπαθὴ γέννησιν ἀπωλέσαμεν, καὶ ἐν ἀνομίαι; ἡμεῖς συνελήφθημεν, καὶ ἐν & αρτίαις, ὡ; Ψάλλει Δαβίδ, ἐπίσσησεν ἕκαστον ἡμῶν ἡ μήτηρ αυτ τοῦ. ΚΕΦΑΛ. ΑΕ. Περὶ τοῦ χρίσματος, Το χρίσμα δὲ τὴν σφραγίδα την πρώτην, καὶ τὸ κατ' εἰκόνα ἐντίθησιν, όπερ διὰ παρακοὴν ἀπωλέσα μεν· ἔτι δὲ καὶ τὴν χάριν, ἣν ἐν τῇ ψυχῇ τῇ θείᾳ ἐμπνεύσει ἐλάβομεν. Διὸ καὶ τὴν τοῦ Πνεύματος φέ μει δύναμιν, καὶ τὴν εὐωδίαν αὐτοῦ πλουτεῖ καὶ ση μείωσις Χριστοῦ ἐστι καὶ σφραγίς. Περὶ τῆς θείας κοινωνίας. Η κοινωνία δὲ αὐτῷ ἐνοὶ τῷ Δεσπότῃ, καὶ αὐτοῦ τῆς σαρκὸς ἀληθῶς καὶ τοῦ αἵματος κοινωνούμεν. Καὶ ἐπεὶ διὰ βρώσεως ἀπεθάνομεν καὶ παραδείσου καὶ Θεοῦ ἐχωρίσθημεν, τὴν ζωὴν τὴν αἰώνιον διὰ τῆς κοινωνίας ἀναλαμβάνομεν αὖθις, καὶ τὴν φθοράν ἀπιβαλλόμενοι, τῷ ἀθανάτῳ ἐνούμεθα, θνητῷ δι' ἡμᾶς διὰ σαρκὸς γεγονότι. ΚΕΦΑΛ. ΑΖ. Περὶ τῆς χειροτονίας. Η χειροτονία δὲ τὴν ἐξουσίαν παρέχει καὶ δύνα μὲν τοῦ ποιήσαντος. Καὶ ἐπειδὴ οὐδὲν τῶν ὄντων χωρ ρᾶς αὐτοῦ, ἦλθε δὲ αὐτὸς εἰς τὸ εὖ εἶναι ἡμᾶς ἀγα γεῖν, ταύτην οὐτοῦ τὴν δύναμιν ἀναλαμβανόμενος ἀφ' ἡμῶν, παρέσχεν ἡμῖν διὰ τῆς αὐτοῦ ἱερωσύνης καὶ δι' αὐτῆς πᾶται ἡμῖν αἱ τελεταὶ ἐνεργοῦνται, καὶ οὐδὲν ἅγιον χωρὶς ἱερέως ἐστίν. Ετι δὲ καὶ ἐξ ἀρχῆς ἄρχοντας ἡμᾶς τῶν ὁρωμένων καταστησάμε
col. 179–180page 3 of 31
PG 155:179νος, πάλιν ἐν τῷ παρόντι κρειττόνων ἄρχοντας ᾗ ἡμᾶς διὰ τῆς ἱερωσύνης καθιστᾷ. Διὸ καὶ Δα φησί, «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Τοῦ οὐρανοῦ γὰρ τὰς ἁλεῖς ἡμῖν παρα δέδωκεν. ΚΕΦΑΛ. ΔΗ. Περὶ γάμου. Ο δέ γε γάμος συγκαταβάσεως ἐστι δῶρον θεοῦ διὰ τὴν παιδοποιίαν, ἕως τὸ πᾶν τόδε μετὰ τῆς φθο ρᾶς ίσταται. Οὐ γὰρ ἐδ λετο ὁ Θεὸς τὴν ἄλογον ἐν ἡμῖν καὶ ἀπὸ ῥους και υπαρὰν σύστασιν εἶναι ἀλλ' ἐπειδὴ ἀπεθάνομεν ἑκουσίως, ἀφῆκε τὴν διαδοχὴν οὕτω τοῦ γένους ἐνεργεῖν ὡς καὶ τοῖς ἀλόγοι, ἵνα γνῶμεν, εἰς τί κατέστημεν. Καὶ τοῦτο ἕως ἂν ἐξαναστήσῃ καὶ ἀπαθανατίσῃ τὴν φύσιν ὁ ἄφθαρτος, καὶ θανὼν καὶ ὑπὲρ ἡμῶν ἀναστάς· διὸ καὶ εὐλογεί τὸν γάμον αὐτὸς, ὡς ἂν μὴ χωρὶς εὐλογίας ἡ ἀπαρχή τυγχάνῃ τῆς ἡμετέρας ζωῆς. 63 ΚΕΦΑΛ. ΑΘ. Περὶ μετανοίας. Η μετάνοια δὲ τὴν ἐπανόρθωσιν ἡμῶν αὖθις ἀπὸ τοῦ πτώματος ἐνεργεῖ. Καὶ ἐπειδήπερ μετὰ τὸ βα πτισμα οὐκ ἔστιν ἐπανάκλησις άλλη κατά τε χάρι καὶ δωρεάν, καὶ ἀγώνων καὶ πόνων χωρίς, εἰ μὴ δι' ἐπιστροφῆς καὶ δακρύων, καὶ τοῦ ἐξαγορεῦσαι τὰ πταίσματα καὶ ἀποστῆναι τῶν κακῶν, τοῦτο τὸ μέγα δέδοται δῶρον, ἐν ᾧ δὴ καὶ τὸ τῶν μοναχῶν εἰσάγετ ται σχῆμα, ὡς τῆς μετανοίας ὑπάρχον ενέχυρον. ΚΕΦΑΛ. Μ'. Περὶ ἁγίου ἐλαίου. Αγιον ἔλαιον δὲ παραδέδοται, καὶ τοῦτο ὡς ἱερὰ τελετὴ καὶ θείου τύπος ἐλέους, εἰς ἀπολύτρωσιν καὶ ἁγιασμὸν τοῖς ἀπὸ ἁμαρτίας επιστρέφουσι χορηγούμενον. Διὸ καὶ λύσιν ἁμαρτημάτων παρέχεται, καὶ ἐξ ἀρρωστημάτων ἐγείρει, καὶ ἁγιασμοῦ εμπίπλησι. Ταῦτα δὲ πάντα Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἡμῶν παραδέδωκε, καὶ οἱ αὐτοῦ δι' αὐτοῦ θεῖοι μαθηταί. Διπλῶν γὰρ ὄντων ἡμῶν ἐκ ψυχής τε και σώματος, διπλῶς καὶ ταῦτα ἡμῖν παρέσχετο, ὡς ἀληθῶς καὶ αὐτοῦ διπλοῦ δι' ἡμᾶς γεγονότος, Θεοῦ ἀληθῶς ἐντος, καὶ ἀνθρώπου ἀληθῶς χρηματίσαντος, ὡς ἂν τῇ μὲν χάριτι τοῦ Πνεύματος νοη τῶς ἡμῶν τὰς ψυχὰς ἁγιάζῃ, τοῖς αἰσθητοῖς δὲ ὕδατί τε καὶ ἐλαίῳ, καὶ ἄρτῳ καὶ ποτηρίῳ καὶ τοῖς λοιποῖς ἁγιαζομένοις τῷ Πνεύματι, καθαγιάζῃ ἡμῶν καὶ τὰ σώματα, καὶ ἐλοτελή παρέχῃ τὴν σω τηρίαν. ΚΕΦΑΛ. ΜΑ'. Περὶ ἀναστάσεως, ήτοι σωμάτων εγέρσεως. Οὗτος, ἵνα καὶ τελείους ἡμᾶς ὡς ἔπλασε κατα στήσῃ. ἔτι καὶ ἀναστήσει ἀποθνήσκοντας· καὶ μεθ' ὧν ἐζήσαμεν καὶ ἐπολιτευσάμεθα ἀποκαταστήσει σωμάτων, ἵν' ὅπερ ἐπράξαμεν ἀπολάβωμεν. Ἐπεὶ οὖν τελείους ἡμᾶς ἐγερεῖ (οὐδὲν γὰρ ἔπλατε μάτην) οὐδὲ καταλείψει ἡμῶν τὸ σῶμα ἐν τῇ φθορῇ· πάν τα γὰρ ἐποίησεν εἰς τὸ εἶναι, καὶ οὐδὲν ἀπολέσθαι βούλεται, Θεὸς τέλειος ῶν, καὶ ὄντως ὢν μόνος αὐτὸς, καὶ καθ' ἡμᾶς ἄνθρωπος γέγονε, σῶμα λαβὼν μετά ψυχῆς λογικῆς τε καὶ νιαράς, ἵνα καὶ ἡμῶν
col. 181–182page 4 of 31
PG 155:181τὰς λογικὰς ψυχὰς ἐκκαθάρη, καὶ χάριτος ἁγίου Πνεύματος ἐκπληρώσῃ, καὶ τὰ σώματα άφθαρτ νση ἅμα καὶ ἁγιάσῃ. Διὰ τοῦτο τοίνυν καὶ τὰ μυστήρια ταῦτα δέδωκε διπλῶς, σἰσθητῶς μὲν ἀπὸ τῶν ὁρω μένων ὄντα, Πνεύματι δὲ ἁγίῳ τελούμενα, καὶ τῆς θείας χάριτος παρεκτικά ψυχαῖς τε καὶ σώμασι. Παρέδωκε δὲ ταῦτα οὐ λόγοις μόνον, ἀλλὰ καὶ πράγ μασι· καὶ εἰς ἑαυτὸν πρῶτον σὰρξ γενόμενος ὁ τοῦ Θεοῦ Λόγος φιλανθρώπως ενήργησεν, ἵν᾿ ἀπαρχή ἡμῖν τῶν ἀγαθῶν ὑπάρχοντος ὡς ἀπὸ πηγῆς αὐτοῦ οἱ αὐτοῦ πάντες ἡμεῖς λαμβάνωμεν. Διὰ τοῦτο καὶ γὰρ ἐπηνθρώπησεν, ἵν᾿ ἑνωθῶμεν αὐτῷ, καὶ ἵν' ἁγιασθῶμεν δι' αὐτοῦ. Ὅτι καὶ οὗτος ὁ πλάσας ἡμᾶς ὁ τοῦ Θεοῦ λόγο; ἐξ ἀρχῆς, καὶ οὗτος πάλιν ὁ ἀνα πλάττων ἡμᾶς εὐδοκίᾳ Πατρός, καὶ συνεργίᾳ τοῦ Αγίου Πνεύματος. Η Τριὰς γὰρ ὁ Θεὸς ἡ τὸ πᾶν ποιήσασα, καὶ τὸ πᾶν ἐξοικονομεῖ, καὶ μᾶλλον ἡμᾶς παραπεσόντας, τὸ τιμιώτατον τῶν ὁρωμένων καὶ κατ' εἰκόνα Θεού. Ο Λόγος τοίνυν τοῦ Θεοῦ, ἡ ζῶσα εἰκὼν καὶ σφραγὶς καὶ ἀπαύγασμα, τὴν ἰδίαν εἰκόνα τὸ λογικὸν ἡμᾶς λαμβάνει ζῶον εἰς ἑαυτόν. Καὶ οὐ διὰ κτίσματός τινος ἑτέρου ἀνακαινίζει. Ἐπεὶ οὐδὲ δυνατόν. Κληρικός. Καὶ πῶς, δέσποτα, οὐ δυνατὸν ἦν καὶ δι' ἀγγέλου, Αρχιερεύς. Ούδε μῶς, ὅτι πᾶν κτίσμα περιγμα στὸν, καὶ οὐ πανταχοῦ φθάνον, καὶ οὐ φυσικὴν ἔχων τὴν τοῦ σώζειν δύναμιν. Κατὰ χάριν δὲ, καὶ ἣν ἂν ὡς δι' ὀργάνου διδοὺς τὴν χάριν, καὶ μὴ δυνάμενο; εἰς πάντας μερικὸς ὢν μηδὲ τοῖς πρώτως ταβοῦσι χαρίσασθαι τὴν ἀνάπλασιν. Ἀλλὰ πῶς ἂν παρείχε ζωήν, μή φύσει ὧν ἡ ζωή; "Η πῶς ἂν Εις εν ἄτρεπτος μὴ φύσει ὢν άτρεπτος; ἐπειδήπερ ἐξέπεσόν τινες ἐξ αὐτῶν, καὶ ταῦτα μηδὲ σαρκὶ ἀναθέντες. Διὰ τοῦτο ἀνάγκη, ἦν αὐτὸν τὸν ἄτρεπτον φύσει, τὸν ἀεὶ ὄντα 64 Λόγον, τὴν ζῶντα ἀεὶ μετά τοῦ ζῶντος Πατρὸς σὺν τῷ ζωοπο ῷ Πνεύματι, τοῖς θνητοῖς ἡμῖν ἑνωθῆναι, ἵνα τῷ τρέπτῳ τε καὶ ἀνθάρτω στήσῃ ἡμῶν τὴν φθοράν, καὶ ζωὴ ὢν αἰώνιος, τὸν θάνατον μὲν ἀφ' ἡμῶν ἐκδιώξῃ, ἐμφυ τεύσῃ δὲ τὴν ἀθανασίαν. Καὶ ὡς ἀπανταχοῦ ὢν καὶ αἰώνιος, καὶ τοὺς πρότερον θανόντας, καὶ τοὺς ἐν τῷ καιρῷ τῆς ἐπὶ γῆς οὐτοῦ πολιτείας πεπιστευκότας, καὶ τοὺς μετὰ ταῦτα ἕως αἰῶνος πιστεύον της, διὰ τῶν μυστηρίων αὐτοῦ, καὶ τῶν οἰκείων, ἐχόντων τὴν χάρις αὐτοῦ, δύναται σώζειν. Και ο αὐτὸς καὶ εἰς ἀεὶ ἐνεργεῖ καὶ φθάνει διὰ πολλῶν. Δ:ὸ καὶ τὴν χάριν αὐτοῦ ἡμῖν ἐνεφύτευσεν, ἵνα δι' ἡμῶν ἐνεργῇ. Καὶ ἡμεῖς μὲν οἱ τῆς ἱερωσύνης ἠξιωμένοι πολλοὶ, καὶ ἐν διαφόροις τοῖς τόποις αὐτὸς δὲ εἶ;, καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆ;, καὶ ἐν θαλάσσῃ, καὶ ἐν τῷ παντὶ καὶ πανταχοῦ φθάνων ἅπαντας, καὶ πάντα διὰ πάντων ἐνεργῶν. Οπερ οὐδεμιᾶς ἐστι κτιστῆς ἔλω. φύσεως. Διὸ οὐδὲ ἡμεῖς ἐνεργοῦμεν τελούντες τὰ μυστήρια· ἀλλὰ λειτουρ γούμεν μόνον, ήτοι ὑπηρετοῦμεν. Αὐτὸς δὲ ἐς ἡμῶν ἐνεργεῖ. Διὸ καὶ μυρίων προσφερόντων καθ εκάστην καὶ ἐν ταυτῷ ἱερουργών, ἐν ἐστι τὸ σῶμα
col. 183–184page 5 of 31
PG 155:183καὶ αἷμα, καὶ μία ἡ θυσία, καὶ οὐ πολλαί, ὁ γὰρ τοῦ Θεοῦ Λόγος ζῶν ἐστι καὶ ἐνεργής, καὶ πανταχοῦ, καὶ ὑπὲρ τὸ πᾶν. Κληρικός. Θαυμαστὰ τὰ εἰρημένα, δέσποτα, καὶ πλείστην ὅσην ἐνέθηκε τῇ ψυχῇ μου τὴν ἡδονὴν, καὶ τὸ μυστήριον ἀριδηλότερον ἔγνων τῆς τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως. ΚΕΦΑΛ. ΜΕ'. Διατί ὁ τοῦ Θεοῦ Λόγος οὐ τῇ κρείττονι φύσει τῶν ἀγγέλων ἡνώθη, ἀλλὰ τῶν ἀνθρώπων. ᾿Αρχιερεύς. Οὐχ ἡμέτερα ταῦτα, ἀγαπητέ, ἀλλὰ τῶν Πατέρων. Καὶ εὑρήσεις ἂν πολλαχοῦ ἐξετάζων τούτων τους λόγους. Ἔτι δὲ καὶ τοῦτο κατανόησαν, πλείστην ἅμα καὶ ἀληθὴ παρέχον τὴν γνῶσιν τοῦ θείου μυστηρίου. Διατί ὁ τοῦ Θεοῦ λόγος βουληθείς ἐνωθῆναι τοῖς αὐτοῦ κτίσμασιν, οὐ τῇ κρείττονι φύσει ἡνώθη (τῇ τῶν ἀγγέλων φημί) οἰκείως ἐχούσῃ πως και συγγενῶς πρὸς αὐτὴν ἐκ τοῦ ἀΰλοῦ, τῇ ἡμετέρᾳ δὲ ταύτῃ τῇ φθειρομένῃ καὶ ὑλικῇ; Κατὰ λόγον ὅτι μέγιστόν τε καὶ θεῖον. Εἰ τῇ ἀγγελική γὰρ ἤνωτο φύσει, αὕτη ἂν καὶ μόνη τῆς κοινωνίας. αὐτοῦ μετείχε, καὶ οὐκ ἐσώζετο αὕτη· σεσωσμένη γάρ ἐστιν, ἀλλ᾽ ὑψοῦτο μόνον, καὶ πρὸς μείζον ανή γετο, Θεοῦ κατηξιωμένη τῆς κοινωνίας. Ετέρα δὲ πᾶτα κτίσις οὐδὲν ὠφελεῖτο, ἀλλ᾽ ἔμενεν ἂν ἐν τῇ φθορά, καὶ μᾶλλον ὁ παραπεσὼν ἄνθρωπος, δι' εν αὕτη γέγονεν ἡ κτίσις, καὶ δι᾿ ὃν ὑπέπεσε τῇ φθε Κατανοεῖ οὖν σοφίαν Θεοῦ, καὶ βουλὴν ἀρχαίαν ὄντως, δι' ήν (είμαι) καὶ τὸν κόσμον καὶ τοὺς ἀγγέ λου; ἐκ μὴ ὄντων πεποίηκε, και τελευταῖον τὸν ἄνθρωπον. Ἐπεὶ γὰρ ἀγαθός ἐστι, καὶ τούτου χάριν τὴν κτίσιν παρήγαγεν, ἵνα μετέχῃ τούτου τῶν ἀγα θῶν ἡ κτίσις, οὐ γὰρ ἂν αὐτὸς, ἀνενδεὶς ὢν καὶ πλήρης καὶ προαιώνιος, ἐδέετό τινος ἐκ τῶν ὄντων, τὸ ἄκρον γὰρ ἀγαθὸν αὐτὸς, ἐπεὶ Θεοῦ ἡ κτίσις νοητή τε καὶ αἰσθητή, ἕνωσις δὲ τῶν δύο ἄνθρωπος νοητή τε καὶ αἰσθητή, ένωσις δὲ τῶν δύο ἄνθρωπος μόνος ἐκ ψυχῆς νοητῆς καὶ σώματος τελῶν αἰσθην. τοῦ, λαμβάνει τοῦτο μόνον τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ ἐνοῦται κατάκρως, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν ὑποστήσας αναμαρτήτω ἐκ Παρθένου ἁγίας, Πνεύματι ἁγίῳ. Καὶ σῶμα λαβὼν μετὰ ψυχῆς κα ρᾶς καὶ θελητικῆς, διὰ μὲν τοῦ νεροῦ τῆς ψυχῆς τῇ νοερᾷ ἐνοῦται φύσει τῇ τῶν ἀγγέλων, διὰ δὲ τῆς θείας αὐτοῦ σαρκὸς τῇ κατ' αἴσθησιν κτίσει. Καὶ οὕτως ὁ ἁγιασμὸς καὶ ἡ χάρις οὐκ εἰς τὸν ἄνθρω τὴν μόνον, νητὸν ὄντα ἐκ τῆς ψυχῆς καὶ αἱ. Ο τὸν ἐκ τοῦ σώματος, ἀλλὰ καὶ εἰς πᾶσαν δικαίως δια βαίνει 65 τὴν κτίσιν· καὶ ἡ μὲν λογικὴ τῶν ἀγε γέλων καὶ τῶν ψυχῶν ἐνοῦται Θεῷ, καὶ αἰσθάνεται Θεοῦ, καὶ κοινωνεί τούτου, καὶ λίαν λαμπρύνεται, συγγενῶς τὸ θεῖον δεχομένη φῶς ἐκ τῆς ἁγίας τοῦ λόγου ψυχῆς, νοεράς τελούσης και λογικῆς. Νύν γὰρ τὴν ἁγίαν ἐκείνην τοῦ Σωτῆρος ψυχὴν κατὰ φύσιν ἄγγελοι καθορῶσι, καὶ τὸν ἐκ τοῦ ἀοράτου φωτισμὸν ἐναργέστερον άρτι κομίζονται, και του φίας πληρούνται μείζονος ἐκ τοῦ θείου νοῦ τῆς ζώτης Σοφίας. Καὶ ὡς συγγενῶς πως ἐγγίζουσιν αὐτῷ, καὶ διόκεινται· καὶ θαύματος ἐμπίπλανται
col. 185–186page 6 of 31
PG 155:185καὶ ταπεινοφρονοῦσι μᾶλλον τηλικούτων ἠξιωμένοι· ἀκολούθως δὲ καὶ αἱ τῶν ἁγίων ἡγιασμέναι ψυχαί. Η αισθητὴ δὲ κτίσις μετὰ τῶν σωμάτων ἡμῶν διὰ τῆς ἁγίας ἐκείνης καὶ τεθεωμένης ή μᾶλλον ὁμοθέου εἰπεῖν σαρκός, τεθυμένης ὑπὲρ ἡμῶν τῷ σταυρῷ καὶ ἐξαναστάσης, καὶ τὸ ἄφθαρτον εἰληφυίας, τὰς ἀπαρχὰς ἔσχε τῆς ἀθανασίας, καὶ ἔχει. Καὶ ἀποκαραδοκεῖ κατὰ Παῦλον πᾶσι ἡ κτί σις αὕτη τὴν ἀφθαρσίαν. Ο καὶ γενήσεται, τοῦ ἀφθάρτου καὶ ζῶντος Λόγου μετὰ τῆς ἀφθαρτισθεί ση; αὐτοῦ σαρκὸς σὺν ἡμῖν ἀποκαλυπτομένου τῇ δευτέρα αὐτοῦ καὶ φρικτοτάτῃ παρουσίᾳ· ὅτε καὶ μυριάδε; ἔσονται ἄγγελοι, τὴν αὐτοῦ καλλονὴν ὑποπτήσσοντες τε καὶ τρέμοντες, καὶ χαίροντες ἅμα , δόξῃ, ἣν ἐξ ἐκείνου λαμβάνουν. Καὶ τὰ στοιχεῖα αλλοιωθήσονται, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ήλιες, ἐκ τοῦ ἔνωθέντος ἡμῖν τῆ δικαιοσύνης ἡλίου τὴν λάμψιν λαμβάνοντες, καὶ οὕτω πάντοτε συν ο Κυρίῳ ἐσόμεθα. Κατενόησας τὸ μυστήριον, ἄνθρωπε, ὡς ἐνεχώρει εἰπεῖν ἡμᾶς τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως; Κληρικός. Κατειλησα καὶ τεθαύμακά, καὶ δέξα τῷ Θεῷ τῷ ταῦτα ὑπὲρ ἡμῶν ἐνεργήσαντι. ΚΕΦΑΛ. ΜΓ. "Οτι ὁ Χριστὸς τὰ μυστήρια καὶ εἰς ἑαυτὸν ἐδέξατο. ᾿Αρχιερεύς. Λοιπὸν ἀναγκαῖον εἰπεῖν, ὅπως καὶ εἰς ἑαυτὸν ὁ Σωτὴρ τὰ μυστήρια κατειργάσατο. Καὶ πρῶτον μὲν τὸ βάπτισμα, τὸ πρῶτον αὐτοῦ τῶν πνευματικῶν δωρημάτων, αὐτὸς ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ὑπὸ τοῦ Ἰωάννου πρῶτος, οὐχ ὡς δεόμενος αὐτὸς, πῶς γὰρ ὁ καθαρὸς μόνο;; ἀλλ' ὑπὲρ ἡμῶν, ἕνα καθαρθῶμεν, καὶ τὸν ἐκ τῆς ῥδῆς καὶ τῆς προ γενικῆς ἁμαρτίας ἀποπλύνωμεν ῥύπον, καὶ ἐκ πης λοῦ πλασθέντες ἐξ ἀρχῆς, ὅπερ ἐστὶ γῆ καὶ ὕδωρ, ἀντὶ μὲν τῆς γῆς ἡμῶν ἢ τὸ σῶμα, ἐν ὕδατι δὲ ἁγίῳ καὶ Πνεύματι ἀναγεννηθῶμεν συν τῇ ψυχῇ, καὶ καινὸς καὶ ἀναμάρτητος γεννώμεθα άνθρωπος. Δεύτ τερον δὲ τὸ χρίσμα, ἤτοι τὸ θεῖον ἔλαιόν τε καὶ μύ ριν, ὁ Σωτὴρ ἐν τῷ βαπτίσματι ὑπεδέξατο, κατελθόντος τοῦ Πνεύματος ἐπ' αὐτὸν ἐν εἴδει περιστερᾶς. Καὶ ὁ Ησαΐας περὶ τούτου ὥσπερ ἀπ' αὐτοῦ φησι τοῦ Χριστοῦ, «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ οὗ ἕνεκεν έχρισέ με. • Περὶ τούτου καὶ Πέτρος φησὶν, Ότι κα Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, η σωματικώς δηλονότι, ἐπελθόντος τοῦ Πνεύματος. Καὶ ὅτι τοῦτον ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ, άλλα τοῦ πάλιν ὁ Πέτρος λέγει. Ο δέ γε Παῦλος, ο Εν αὐτῷ, φησί, κατῴκησε πᾶν τὸ πλήρωμα τῆς Θεσ τητος σωματικώς.» Τοῦτο οὖν τὸ χρίσμα ή χάρις ἐστὶ τοῦ Πνεύματο, πᾶσα· ὅπες, καθὼς εἴρηται ἐν τῷ βαπτίσματι, έλαβεν ἀνθρωπίνως, ὡς καὶ Ἰωάννῃ ἑωράθη. Καὶ τοῦτο εἶχε μὲν ἀεὶ ὡς Θεός Λόγος ἀδιαίρετον ἂν αὐτῷ, εἶχε δ: τῇ χάριτι καὶ ἐνανθρω τήσας εὐθὺς, ἐπεὶ καὶ ἀεὶ ἦν μετ' αὐτοῦ τὸ συμφυές αὐτοῦ Πνεῦμα καὶ ἀδιαίρετον, καὶ ἁγίῳ δὲ Πνευ ματι συνεστήσατο ἑαυτῷ τὴν θείαν ἐκείνην σάρκα, ἔδειξε δὲ ὅμως καὶ ἐν τῷ βαπτίσματι εἰς αὐτὸν και τερχόμενον δι' ἡμᾶς. Ἐπεὶ καὶ τὸ βάπτισμα ι και θαρός ὑπέμεινε 66 δι' ἡμᾶς, ἵνα βαπτιζόμενοι τούτο
col. 187–188page 7 of 31
PG 155:187λαμβάνωμεν. Χρήζομεν οὖν καὶ ἡμεῖς κατ' ἀνάγκην Αν τοῦ πνευματικού μύρου τούτου, καὶ μᾶλλον ἐν τῷ βαπτίσματι· καὶ οὐκ ἔσται τελείως τις βαπτισθείς, ὁ μὴ καὶ τὸ μύρον δεξάμενος. Τῷ μὲν γὰρ βαπτίσματι ἀναγεννάται, καὶ τῶν ἁμαρτιῶν ἀπολεύεται Πνεύματι· οὐκ ἔτι δὲ καὶ τοὺς ἀρραβῶνας έχει τῆς χέρι-ο;, οὐδὲ τὴν ὀσμὴν τῆς ζωῆς, οὐδὲ τὴν σφρα γίδα τοῦ Πνεύματος Δελ ὡς βαπτισθήναι ἀναγ καῖον, καὶ τῷ μύρῳ χρισθῆναι ἔστιν ἀνάγκη. Καὶ τούτου χάριν τοῖς βεβαπτισμένος ὑπὸ Φ λίππου, ὡς μόνον τὸ βάπτισμα δεξαμένοις, Πέτρος καὶ Ἰωάννης ἐπετίθουν τὰς χεῖρας, καὶ ἐλάμβανον Πνεῦμα άγιον. Ο δὴ τὸ μύρον ἐστίν. Ἡ γὰρ ἐπίσ θεσις τῶν χειρῶν τὸ μύρον παρείχεν, ὡς καὶ ἐν τοῖ; ἀποστόλοι; ἐγίνετο, και δι' αὐτῶν πολλοῖς ἄλλοι;. Καὶ τότε μὲν ἐπίθεσις τῶν χειρῶν, νῦν δὲ ἀντὶ τῶν χειρῶν αὐτό ἐστι τὸ ἡγιασμένον καὶ λεγόμενον μέγα μύρον, ἁγιαζόμενον οὐ παρά πρεσβυτέρων, ἀλλὰ παρὰ πατριαρχῶν καὶ ἀρχιερέων ἱεραῖς εὐχαῖς τε καὶ εὐλογίαις τὴν τοῦ Πέτρου καὶ Ἰωάννου πλου τούντων δύναμιν· δ δὴ καὶ ἀποστελλόμενον εἰς τὰ πέρατα, δύναμιν ἔχει τῆς ἐτιθέσεως τῶν χειρῶν. Καὶ ἀνάγκη τούτῳ σφραγίζεσθαι πάντα πιστὴν τῷ βαπτίσματι, ἵνα καὶ τὸ θειότατον βάπτισμα τας βα πεισθεὶς τέλειον ἔχῃ ἐν ἑαυτῷ. Εἰ γὰρ ὁ Σωτὴρ τὸ Πνεῦμα ἐδέξατο βαπτιζόμενος, καὶ οἱ βαπτισθέντες παρὰ Φιλίππου τὸ Πνεῦμα ἐλάμβανον τῇ ἐπιθέσει τῶν χειρῶν Πέτρου καὶ Ἰωάννου, ἵνα μὴ ἀτελεῖς ὡσι καὶ ἀσφράγισται τῷ Πνεύματι, καὶ τί βαπτιζ μενοι πιστοί τούτῳ ἐφείλουσι κεχρίσθαι τῷ μύρῳ ἐν τῷ βαπτίσματι, καὶ μὴ ὡς τὰ τῶν Λατίνων, ή τι νῶν ἄλλων βοέφη) ἀτελεῖς μένωσι καὶ ἀσφράγιστος, τὴν χάριν τοῦ Πνεύματος μὴ λαμβάνοντες, μηδὲ σημειούμενοι τη σημειώσει Χριστού. Σφραγίς γάρ ἐστι τὸ μύρον τοῦ Χριστοῦ ἐν τῷ Πνεύματι. Καὶ ὁ ἱερεὺς τοῦτο ἐκβος ἐν τῷ σφραγίζειν τῷ μύρο, λέγων, ο Σφραγίς δωρεάς Πνεύματος ἁγίου. Αμήν ο Αχαρίτωτος ἄρα καὶ ἀσφράγιστος τῷ Χριστῷ ὁ μὴ τὸ μύρον δεξάμενος. Μύρον δὲ οὐκ ἔλαιον ἁπλῶς, ἀλλὰ τὸ ἡγιασμένον εὐχαῖς ἐν τῷ θυσιαστηρίῳ παρά τῶν ἀρχιερέων Χριστοῦ, τῶν ἀποστόλων, μᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ πλουτούντων τὴν δύναμιν. Κα οὐδὲ μύρον τὰ ἀπὸ λειψάνων ἁγίων, οἷον τὸ ἐκ τοῦ σώματος τοῦ θείου καὶ μυροβλήτου Δημητρίου, η τινος ἄλλου τῶν ἁγίων, ὥσπερ διαφημίζεται καὶ, ἐν τῇ τῶν Κυπρίων τοῦ μεγαλομάρτυρος Μάμαντος, η ἁγίας εἰκόνα;, ὡς τῆς λεγομένης Σιττὴν ἁγίας, ἐξ ἐλαίου τῶν ἐν ταῖς ἁγίαις εἰκότινλειψάνος έκκρεμαμένων φωταγωγῶν. Καὶ ταῦτα μὲν γὰρ σεβάσμια, και χάριν ἔχοντα θείαν, καὶ ἰάσεις παρέ χοντα, ἀλλ' οὐ τὴν δύναμιν ἐκείνου τοῦ θειοτάτου μύρου· ἰδία γὰρ αὕτη, καὶ διὰ τῆς ἀρχιερωσύνης καὶ τῶν ἀρχιερατικῶν εὐχῶν χορηγείται. Καὶ εὐχ ἁπλῶς ἐνεργεῖται, ἀλλ' ἐν τῷ θυσιαστηρίῳ ἐν τῷ καιρῷ τῆς ἱερουργίας τιθέμενον, κατὰ τὴν ἁγίαν τε καὶ μεγάλην Πέμπτην, ἐν τῷ τέλει τῆς ἱερουργία; εὐχαῖς ἱερολογούμενον, καὶ σφραγίδι θεία στα ου τελεσιου γεύμενον, καθὰ καὶ τὰ θεῖα μυστήρια. Καὶ ὥσπερ οὐκ ἔσται σῶμα καὶ αἷμα Χριστοῦ ὁ μὴ
col. 189–190page 8 of 31
PG 155:189ἱερουργηθεὶς ἄρτο; καὶ τὸ ποτήριον διὰ τῶν εὐχῶν τοῦ ἱερέως, οὐδὲ μέγα μύρον τὸ μὴ ἱερουργηθέν διὰ τῶν ἱερωτάτων εὐχῶν τῶν θειοτάτων ἀρχιερέων. Ἐκ τούτου δὲ τοῦ βαπτίσματος καὶ τοῦ μύρου καὶ Χριστιανοί καλούμεθα και εσμεν, καὶ μᾶλλον ἐκ τοῦ μύρου, δ καὶ χρίσμα καλεῖται, ἐπεὶ καὶ Χριστός διὰ τὸ χρισθῆναι ἁγίῳ Πνεύματι σωματικῶς λέγε ται. Καὶ τοῦτο φησι Πέτρος τε, ὡς εἴπομεν, καὶ Δαβίδ. «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Τουτέστι, Σὲ μὲν πάντων τῶν χαρισμάτων ἐπλήρωσε (τὸ γὰρ πλήρωμα τῆς θεότητος έλαβες)· οἱ μέτοχοι δὲ σοῦ, ω; ἀπὸ πηγῆς ἀναλόγως. Καὶ τὸ μύρον μὲν οὕτως ἐν το βαπτίσματι, τοῦ Πνεύματος κατελθόντος, ὑπεδέ ξα το 67 ὁ Σωτή. Αλλὰ καὶ ἐν τῷ μέλλειν πάσχειν η μύριο ηλείψατο εἰς τὴν ἐνταφιασ δν αὐτοῦ τοῦτο εἶ και λέγων· Τεικνὺς ἐκ τούτου, ὡς καὶ ἀποθνήσκων ὑπὲρ ἡμῶν, ζῶν ὑπῆρχε Θεὸς ὤν, καὶ τὰς ζώσας ἐνεργεία; τοῦ Πνεύματος αδιαιρέτους εἶχεν ἐν ἑαυτῷ. ΚΕΦΑΛ. ΜΑ'. “Ότι τὴν ἱερουρῇαν αὐτὸς ἐτέλεσεν ὁ Σωτήρ. Τὴν δέ γε ἱερουργίαν τοῦ Παναγίου σώματος απ τοῦ τε καὶ αἵματος δῆλον ὡς αὐτὸς ἱερούργησε, καὶ ἱερουργεῖν ἡμῖν παραδίδωκε. Τούτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Οτι καὶ αὐτὸς ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ (ἐν ἄρτῳ δηλονότι καὶ εἴνω) μηδαμῶς πανόμενος καὶ αἰώνιος μᾶλλον ἱερεύς, ὅτι καὶ τέθηκεν ἑαυτὸν ἑκουσίως διὰ σταυροῦ, καὶ θύει, καὶ προσήνεγκε τῷ Πατρί, καὶ προσάγει. Καὶ σφάγιον κεῖται διηνεκές, καὶ αἰώνιον ὑπὲρ ἡμῶν ἱλαστήριον· δν καὶ μέγαν Έχομεν ἀρχιερέα ἡμεῖς διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ κρατούμεν αὐτοῦ τῆς ὁμολογίας. Καὶ τοιοῦτος ἡμῖν ὄντως έπρεπεν ἀρχιερεὺς, ὅσ:ος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὑπὲρ ἡμῶν ταπεινωθεὶς τῶν ἁμαρτωλῶν. ΚΕΦΑΛ ΜΕ. Οτι καὶ ἱερεὺς καὶ ἀρχιερεὺς σωματικώς κεχει μοτόνηται ο Σωτήρ. (ντι δέ γε καὶ ἱερεὺς ἡμῶν καὶ ἀρχιερεὺς κεχειροτόνηται, αὐτὸ; ἐδήλωσεν ὁ Σωτήρ, Λόγος τοῦ Θεοῦ ῶν, καὶ ὑπὲρ ἡμῶν σαρκωθείς, καὶ ὑπὸ τοῦ Πατρὸς μαρτυρηθείς τε καὶ τῷ Πνεύματι χειρονοτονηθείς, ὡς καὶ ὁ Ἡσαΐας προέφη· αναστήσεται ῥάβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αναδι σεται. Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα Θεοῦ, ο καὶ τὰ ἐφεξῆς. Καὶ ἄρα τὰ περὶ τῆς χειροτονίας, όπως ο της θαυμαστὴν ταύτην καὶ λαμπροτάτην είληφε· καίτοι γε θεὸς ὢν φύσει, καὶ τὸ παντοδύ νομον ἔχων καὶ παντουργόν τε καὶ ἅγιον τοῦ Θεοῦ γὰρ ζῶν ἐστι Λόγος, ἅγιές τε καὶ παντοδύναμος. ἀλλ' ὅμως δι' ἡμᾶς καὶ σωματικῶς κεχειροτόνηται παρὰ τοῦ Πατρός. Καὶ πρῶτον μὲν ἐν αὐτῷ τῷ βα πτίσματι, ἅμα γὰρ τότε βαπτιζόμενος καὶ χειρα. πτούμενο, ὡς χειροτονούμενος ἦν, Ἰωάννου μὲν ὴν χεῖρα αὐτῷ τιθέντος, καὶ τὸ Πνεῦμα δεχόμενος
col. 191–192page 9 of 31
PG 155:191τοῦ Πνεύματος μὲν κατερχομένου ἀντὶ χειρός, αὐτοῦ δὲ λέγοντος τοῦ Πατρός, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.» Τὸ δεύτερον δὲ τὴν χει ροτονίαν λαμπρότερον ἔλαβεν ἐν τῷ τῆς μεταμορ φύσεως βρει, ὅτι αὐτὸς μὲν τῷ τῆς θείας δόξης φωτί ότε ὑπερέλαμψεν, ήλιος δικαιοσύνης τελῶν· μέσον δὲ γέγονε τῆς νεφέλης ἐκείνης τῆς φωτεινῆς, ἥτις τὸ Πνεῦμα ἐσήμαινεν, ὁ σὺν αὐτῷ μὲν ἦν ἀ:ι, Καὶ ἐκ τῆς νεφέλης δὲ ὁ Πατὴρ τοῦτον τότε καὶ κατὰ σάρκα ἐτέλει μαρτυρῶν ἅμα καὶ εὐδοκῶν ἐν αὐτῷ καὶ ἀνα κηρύττων τὴν ἑαυτοῦ ζῶσαν σοφίαν διδάσκαλον. Οὗτος γὰρ ἐστι πάλιν, φησίν, ὁ Υἱός μου ὁ ἀγαπητὰς ἐν ᾧ εὐδόκησα.» Καὶ προσέθηκεν, «Αὐτοῦ ἀκούετε·, δ δὴ τῆς διδασκαλίας ἐστί. Τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς διδοὺς ἔλεγεν, «Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει.» Ορᾷς καὶ ὅπως κεχει» ροτόνηται παρὰ τοῦ Πατρὸς ἐν ἁγίῳ Πνεύματι; ; & ἐξαιρέτως δὲ χειροτονούμενος παρὰ τοῦ Πατρὸς, ΚΕΦΑΛ. Μα'. Οτι καὶ τὸν τίμιον γάμον ὁ Χριστὸς εὐλύγησε, καὶ ἐν ἑαυτῷ διὰ τῆς Ἐκκλησίας ειργάσατο ἐν ἁγίῳ Πνεύματι. Ορα δὲ καὶ ὅπως τὸν γάμον ὡς δημιουργός συνε στήσατο καὶ εὐλόγησεν. Εμαθες γὰρ 63 αὐτὸν ἐν Καντ εἰς γάμον παραγενόμενον. ᾿Αλλὰ καὶ γεγέννηται παρά μεμνηστευμένης ἀνδρὶ, ἵνα τὴν γέννησιν ἡμῶν ἁγιάσῃ. ΚΕΦΑΛ. ΜΖ'. Οτι γάμου την παρθενίαν Χριστός προέκρινεν. Πλὴν τοῦ γάμου τὴν παρθενίαν προέκρινεν, ἐπεὶ καὶ παρθένος ἐστὶν ὁ Πατὴρ αὐτοῦ, ἀρρεύστως αὐτ τὸν καὶ ἀσωμάτως γεννῶν. Καὶ ἡ μήτηρ δὲ τὸ κατὰ μια σάρκα τὸν Θεὸν αὐτὸν σεσαρκωμένον γεννήσασα, παρθένος καὶ ἦν, καὶ ἔμενε, καὶ μένει, δίχα φθορᾶς αὐτὸν τέξασα, ἐπειδήπερ συνέλαβε καὶ ἀσπόρως. ᾿Αλλὰ καὶ θαυμαστὸν γάμον καὶ παρθενικὸν ὄντως καὶ θεῖον αὐτοῦ κατανόησον. Ο γὰρ ὡραῖος νυμφίος τῶν ψυχῶν ἡμῶν ἐπεθύμησε, καὶ ἠγάπησεν ἡμᾶς, ὡς ἔφη· καὶ διὰ τὴν ἀγάπην ἡμῶν τὴν ψυχὴν αὐτοῦ τέθεικε, καὶ προῖκα δέδωκεν ἡμῖν ἑαυτὸν, καὶ ἡρμόσατο ἡμᾶς ἑαυτῷ ἐν τῷ οἰκείῳ ἀσπίῳ Ναἷματι, τὴν ἁγνὴν αὐτοῦ Ἐκκλησίαν. Καὶ του το Παῦλος ὁ καλὸς βοᾷ ἀρμοστής, Ηρμοσάμην, λέ . γων, ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ τὰ περὶ τοῦ γάμου τούτου τοῦ λαμπροῦ καὶ ὡραίου Υἱοῦ τοῦ βασιλέως αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ἐκτίθησιν ὁ νυμφίος ὁ κάλλει ὡραῖος παρὰ πάντας υἱοὺς βροτῶν, ὡς καθαρός τε καὶ ἄμωμος. Οὕτω καὶ τὰ περὶ τοῦ γάμου εἰς ἑαυ τὸν καὶ δι᾿ ἑαυτοῦ κατειργάσατο. ΚΕΦΑΛ. ΜΗ. "Ότι γάμος Χριστοῦ ἡ παρθενία. Διὸ καὶ τὸν μὲν δυνάμενον καὶ χωροῦντα αὐτῷ νυμφεύσασθαι, καὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ευνουχισθέντα, ὡς χωροῦντα ἐν ἑαυτῷ τοῦτον τὸν Λόγον δεχόμενον, λαμπρῶς ὁ ἁγνὸς καὶ τα άγιος ὑποδέχεται, καὶ ἐνονται αὐτῷ, καὶ ὡς καθαρά
col. 193–194page 10 of 31
PG 155:193ἐπιάνεται, καὶ ὅλος ἐνοικεῖ ἐν αὐτῷ εἰ δ᾽ οὖν, εὐλογεῖ τὴν γάμον τὸν ἐν αὐτῷ, καὶ τὴν παιδοποιίαν οὐκ ἀποστρέφεται. «Διά ταύτης, λέγει γὰρ ὁ Γειό τατος Παῦλος, δύνασθαι τώθῆναι τινας, ο «Σωθήσου ται δὲ, φησί, διὰ τῆς τεκνογονίας.» Ὅτι καὶ αὐτὸς παῖς γέγονεν, εἰ καὶ ἀπαθῶς ὁ Χριστός· καὶ παρά παίδων ᾐνεῖτο, καὶ παῖδας εὐλόγει καὶ ἡγκαλίζετο. Πορνείαν δὲ καὶ μοιχείαν ἄχρι καὶ βλέμματος καὶ καρδιακής κινήσεως ἀπεστρέφετο. Σοδομίτας δὲ καὶ ἐξαρχῆς μὲν κατέφλεξε, καὶ ἔτι κολάζεσθαι διδάσκει. Ανεκτότερον γάρ φησιν εἶναι ἐν ἡμέρᾳ κρίσεως Σοδόμοις τε καὶ Γομόρροις ἢ τοῖ; μὴ δεξαμένοις τὸ κήρυγμα. Ὥστε καὶ αἰωνία τοῖς τοιούτοις σὺν τοῖς ἀσεβέσιν ἡ κόλασις. ᾿Αλλὰ τὰ μὲν περὶ τοῦ γάμου οὕτω ποιήτας τε καὶ διδάξας, περί μετανοίας τε καὶ ἐξαγορεύσεως ἔπραξε τι εἰς ἑαυτόν. Κληρικός. Καὶ περὶ μὲν τῶν προτέρων, ἅγιε δέσποτα, ἱκανῶς ὠφελήθημεν, περὶ ἀναγκαίων ἀκη κοότες, καὶ μᾶλλον ὅπως κεχειροτόνηται ὁ μόνος φύ σει πάντα ισχύων, καὶ μόνο; ἅγιος ὤν, όπως τε ἐνυμφεύσατο, καὶ παναγίως εἰς γάμον ἦλθεν ὁ ἄσπιο λός τε καὶ καθαρός, ἁγίοις ἁγίως ἂν ἔρωτι θείῳ καὶ θερμῷ συναπτόμενες· πῶς δὲ ἄρα καὶ εἰς ετάνοιαν ἔλθει ὁ ἀναμάρτητο, ἀποροῦμεν. ΚΕΦΑΛ. ΜΘ'. Οτι καὶ τὰ τῆς μετανοίας ὁ Σωτὴρ δι' ἑαυτοῦ ἔδειξεν. Αρχιερεύς. Καλῶς ἔφης. Καὶ οὐ δι' ἑαυτὸν ἔρχετ ται, ἀλλὰ δι' ἡμᾶς. Αὐτὸς γὰρ τὰς ἀνομίας ἡμῶν ἔλαβε, καὶ τὰς νήσους ἐβάστασεν. Οὐ μετενόησεν οὖν, ἀλλὰ τὰ τῆς μετα ο'ας ἐδίδαξε. Καὶ τοῦτο πρωτόν φησιν, εἰδὼς ἡμῶν τὸ εὐόλισθον, «Μετανοείτε· ἦγ γινε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Πῶς γὰρ ὁ μόνος ἐν ἀνθρώποις ἀνέγκλητος μετενόει; 69 μᾶλλον δὲ μόν νος ἁγιός τε καὶ καθαρός; Αλλά μετάνοιαν ἐδίδασκε δι' ἡμᾶς, ὁ Ἐπεὶ καὶ οὐκ ἦλθον καλέσαι, φησί, διο καίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Διὸ καὶ ἐσθίειν καὶ πίνειν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν οὐ παρητείτο. Καὶ τούτου χάριν παρ' Ἰουδαίων κατα μέμφεται. Καὶ πόρνας προσδέχεται ἱλαρῶς. Καὶ γὰρ ἅπτονται τούτου τῶν ποδῶν, καὶ κατά κεφαλής ἐκχέουσιν αὐτῷ μύρα, καὶ δάκρυσι πλύνουσι τους πόδας αὐτοῦ, καὶ ἐκμάττουσι ταῖς θριξί. Καὶ Χανα ναίαν Ελληνίδα οὐκ ἀποπέμπεται. Καὶ τὴν ἐπὶ μοι χείᾳ μὴ κατακρίνας προσδέχεται, μόνον μὴ ἀμερ τάνειν εἰπών· καὶ συκοφάντην καὶ ἄρπαγα ἀπο δέντα τὴν ἀδικίαν προθύμως τε καὶ πολλαπλῶς καὶ πλεονέκτην καὶ τελώνην ἀπολιπόντα τὸ τελω νεῖν· καὶ φονευτήν, καὶ ταῦτα λῃστὴν, ἐνὶ μόνῳ βήματι ἐπὶ τοῦ σταυροῦ· καὶ τὸν ἀρνησάμενον τρί τον, καὶ ταῦτα μαθητήν πρώτον, ὡς δακρύσαντα μόνον, καὶ τρὶς αὐτὸν πάλιν ἐν ἀγάπῃ ὁμολογήσαν Τα καὶ βλάσφημον καὶ διώκτην, ἐπιστραφέντα πρὸς ζῆλον ἔνθεον, τὸν Παῦλον. Καὶ διὰ πάντων τούτων καὶ ὧν εἴρηκε παραβολῶν, τοῦ ἀσώτου καὶ
col. 195–196page 11 of 31
PG 155:195τῶν λοιπῶν, τὰ τῆς μετανοίας ἡμῖν παρέθηκε τε οι ει ΚΕΦΑΛ. Ν'. Οτι καὶ τὰ τῆς μετανοίας έργα δι' ἡμᾶς ὁ Χρι στὸς κατειργάσατο. Καὶ εἰς ἑαυτὸν δὲ τὰ τῆς μετανοίας Εργα μὴ ὀφεί λων εἰργάσατο, ἵν᾿ ἡμῖν δείξῃ τὴν τῆς μετανοίας καὶ ταπεινώσεως ϊδόν. Νενήστευε γάρ, καὶ προς ηύχετο, καὶ εὐτελῶς ἐξὴ καὶ ταπεινῶς καὶ ἐγκρατῶς, ἐν ἄρτοις κριθίνοις καὶ μικροῖς όψοις διατρο φόμενος. Καὶ πολλάκι; ἄρτους μὴ ἔχων φαίνεται, διὰ δὲ τοὺς συνόντας τοὺς βραχεῖς πληθύνων δι' εύ λογίας, καὶ πεζοπορῶν, καὶ ξενιτεύων, καὶ μὴ ἔχων (*; ἔφη) που κλἶναι τὴν κεφαλὴν· καὶ ὕβρεις καθ υπομένων καὶ λοιδορίας καὶ λιθασμούς· καὶ μὴ ἀπο διδοὺς κακὸν, ἀλλὰ μᾶλλον εὐεργετῶν· καὶ τελευτ τατον προδιδόμενος παρὰ φίλου· καὶ πάσχων παρά τῶν ἰδίων δούλων ὑπὲρ ὧν ἡγωνίζετο· καὶ διαβαλλόμενος ὑποφέρων· καὶ ἐμπτυόμενος, καὶ κολαφιζόμενος, καὶ γυμνός μαστιζόμενος, καὶ κατακρινόμενος, καὶ θανατούμενος ἐπὶ τοῦ σταυροῦ ὡς κατά Χριτος σὺν λῃσταῖς ἡ τῶν ὅλων ποιητής. Οθεν καὶ κατάρα ἐκλήθη, ἵνα λύσῃ τὴν πρώτην ἐν ἡμῖν ἀράν, καὶ εὐλογίαν παράσχῃ. Καὶ τέλος θανατούμενος, ἵνα Δ; καὶ τοῖς ζῶσι, καὶ τοῖς ἐν ᾅδου χαρίσηται τὰ τῆς μετανοίας δωρήματα. Σώζει γὰρ κἀκεῖ τοὺς πιστεύσαντας. Καὶ ἀναστὰς δὲ πάσῃ τῇ οἰκουμένῃ τὴν Ο ἀνάστασιν καὶ ἀνάπλασιν διὰ τῆς μετανοίας εδρά βευτε. Δια ταύτης γὰρ ἄπιστοί τε καὶ ἀκάθαρτοι πρὸς τὴν πίστιν καὶ ἀγιωτύνην Χριστοῦ, σωφροσύνην τε καὶ παρθενίαν επιστραφέντες, άγγελοι ὤφθησαν· καὶ μέχρι τοῦ νῦν σώζει Χριστός, καὶ τοὺς ἀπίστους πρὸς πίστιν ἕλκων, κἂν τὰ μυρία έρω γάσωνται δεινά, δῶρον τὴν ἄφεσιν διὰ τοῦ βαπτίσμα του χαριζόμενος, καὶ τοὺς πιστοὺς ἁμαρτάνοντα· δι' Εξομολογήσεως ἀνασώζει, δακρύων τε καὶ συντριβές, ἐλέους, καὶ ἔργων ἀγαθῶν ἑτέρων τῶν κατὰ δύνα μιν, προσερχομένους αὐτῷ. Ο ΚΕΡΑΛ. ΝΑ'. Οτι διὰ τὴν μετάνοιαν ἡ χάρις τοῦ λύειν καὶ Τεσμεῖν τοῖς ἀρχιερεῦσι, καὶ αὕτη ἀπὸ Χρι στοῦ. Δι᾿ ἣν αἰτίαν καὶ τὴν τοῦ λύειν καὶ δεσμεῖν τοῖς ἀνθρώποις ἡμῖν παρέσχετο δύναμιν, ἐξ ἑαυτοῦ τοῦτο τὸ χάρισμα πρῶτον τοῖς ἀποστόλοις ἐνθείς. «Ενε φύσησε γὰρ καὶ εἶπεν αὐτοῖς, φησί, Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, αφίενται απο τοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται· ὁ ἵνα οἱ τῇ ἐξομολογήσει ἐν ταπεινώσει 70 προσελθόντες ψυχῆς, δι' εἰλικρινούς μετανοίας πρότερον ἀποστάντες τῆς ἁμαρτίας, κομίσωνται τὴν ἄφεσιν ἐναργώς. Και τοῦτο διηνεκώς ἄχρι τοῦ νῦν ἐνεργεῖται. Καὶ ἡ δύο ναμις αὕτη τοῦ Πνεύματος διὰ τῶν ἱερέων ἰσχύουσα, καὶ ἐνεργής οὖσα, τούς τε λελυμένους καὶ μετὰ θάν να τον γνωρίμους πᾶσι ποιεῖ καὶ τοὺς ὑπὸ δεσμὸν Όντας φανοί,
col. 197–198page 12 of 31
PG 155:197ΚΕΦΑΛ. ΝΒ. Ὅτι καὶ τὴ μοναδικὴν σχῆμα τῇ μετανοίᾳ περι λαμβάνεται. Καὶ διὰ τὸ σχῆμα ὰ γελικόν, καὶ ένδυμα μετανοίας καλείται. Καὶ τίς ἡ δύναμις τούτου. Ἐν ταύτῃ δὴ τῇ μετανοίᾳ καὶ τὸ ἱερώτατον περι λαμβάνεται σχήμα τῶν μοναχῶ, δ δὴ καὶ ἀγγελ κόν ἐστι καὶ καλεῖται, ὡς τὴν ἐκείνων μιμούμενον καὶ ἐπαγγελλόμενον ἀγνείαν, ἀκτησίαν, ὕμνους, προσευχάς, ὑπακοήν τε καὶ καθαρότητα. Καὶ τῆς μετανοίας ένδυμα δὲ καλεῖτα, ὡς πενθικὴν, ὡς τα πεινόν τε καὶ εὐτελές, ὡς ἀπέριττον καὶ πάσης φιν λυκαλία; ανθρωπίνης ἀπεῤῥηγμένον, ὡς ἁπάντων κοσμικῶν ἐννοιῶν τε καὶ λόγων καὶ πράξεων οὐκ ἀνεπίμικτον μόνον, ἀλλὰ καὶ πρὸς τὴν κατάλυσιν καὶ φυγὴν τῶν κοσμικών πραγμάτων χωρούν. Υπερκοσμίου γὰρ ζωῆς ἐστι τοῦτο σύμβολον, καὶ τὸ φθαρτον δε άσκει τῶν ὁρωμένων, καὶ πάντων τῶν ἐν ἀνθρώποις τὸ πρόσκαιρον· καὶ φιλοσοφίαν τὴν ἄνω τούτο μελετῇ, καὶ φιλοσοφεί, καὶ θανάτου και τέλους μνημονεύει τῶν ἀδε. Διὸ καὶ μέλαν ἐστὶν, ἐπειδὴ θανάτου καὶ πένθους μέμνηται, καὶ οὐ τῇ ἐν τις τῷ βίῳ, ἑτέρας δὲ ζωῆς ἐπιθυμεῖ τῆς ἀφθάσω του, καὶ πρὸς ἐκείνην τρέχειν ἐπείγεται Διὸ καὶ εἰ τις ἀληθῆς ἐστι μοναχές, κατά Παύλον, οὗτος καὶ ἐνταῦθα μὲν Χριστὸν ἀγαπᾷ, καὶ οὐδὲν αὐτὸν τῆς ἀγάπης τοῦ Χριστοῦ χωρίσαι δύναται· καὶ ἐπιθυμεῖ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Καὶ τοῦτο διὰ τῶν Εργων δείκνυσιν, ἐν ἐρήμοις καὶ ὄρεσι καὶ μονα; φυγαδεύων διὰ Χριστόν. Καὶ ἓν εἶναι σπεύδει μετά Χριστοῦ, ἵνα ἐν αὐτῷ Χριστὸς συν Πατρί ο κήτῃ καὶ Πνεύματι. Διὸ καὶ τὸν τοῦ Χριστοῦ ὅταν ἐκμιμεῖται βίον, καὶ ταπεινοῦται, καὶ πτωχέ ει, καὶ ὑποτάσσεται, καὶ οὐδενὸς φροντίζει τῶν ὧδε, καὶ σταυροῦται τῷ βίῳ, καὶ παρθενεύειν ἐπαγγέλλεται, καὶ ἀκτημονεῖν, καὶ νηστείαις σχολάζειν και προς ευχαῖς καὶ δεήσεσι, καὶ ἄχρι θ. νάτου τούτοις ἐμμέ νειν καὶ τοῖς τοιούτοι, καὶ πάντα φέρειν διὰ Χρι-, στόν. "Α δή πάντα τῆς μετανοίας ἔργα ἐστί. Καὶ πᾶς πιστό, οφείλει τούτοις εγκαρτερεῖν, πλὴν τῆς παρ θενίας καὶ μόνον, ἥτις ἀνήκει τοῖς μοναχοῖς. Ταύτην γὰρ ὀφείλουσι μένον ἐξαιρέτως οἱ μοναχοί αλλά και οἱ ἐν κόσμῳ μήπω γυναικι συζευχθέντες, καὶ πᾶς ὁ ταύτην ἐπαγγειλάμενο;· ἀλλὰ καὶ ἅπας πιο στὸς, καὶ μᾶλλον ὁ περιπεσών ἁμαρτίας (τίς δὲ ὁ μηδόλως περιπεσών;) κατ' ίχνος βαίνειν ἐφείλει τοῦ Κυρίου, καὶ τὰ τῆς μετανοίας έργα διενεργεῖν. Ο δὴ καὶ ὁ Βαπτιστής, ὁ καὶ τὸ σχῆμα πρῶτος μετα καὶ τοῦ Ἡλιοῦ προτυπώσεις εδίδασκε, ο Πατή σατε, λέγων, καρποὺς ἀξίους τῆς μετανοίας. Καὶ μετανοεῖτε· ἤγγικε γάρ ή βασιλεία τῶν οὐρα νῶν· ν καὶ ἑκάστῳ ἁρμόζουσαν τὴν πολιτείαν παρ επίθει. ΚΕΦΑΛ. ΝΓ. Ὅτι ὁ Σωτὴρ καὶ δι' ἑαυτοῦ τὰ σχῆμα τὸ ἅγιον ἔδειξεν. Ο δέ γε Σωτήρ καὶ Θεό, ή ῶν, τοῦτο δὴ τὸ τῆς
col. 199–200page 13 of 31
PG 155:199μετανοίας μέγα δῶρον παρεσχηκώς, καὶ διὰ τῶν προφητῶν καὶ τοῦ Προδρόμου κηρύξας καὶ δι᾿ ἑαυ τοῦ καὶ τῶν μαθητῶν αὐτοῦ, ὕστερον καὶ τὸ σχῆμα τὸ ἅγιον ὁμοίως διὰ τῶν ἀποστόλων καὶ ἑαυτοῦ παρέδειξέ τε καὶ παραδέδωκεν, «Εἴ τις θέλει, λέ γων, ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω εαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήτω μοι. Καὶ ἵνα μή τις περὶ πάντων τῶν πιστευή των μόνον τοῦτο ἐκλάξῃ, ὅτι οφείλουσι πάντες τις ο ἄχρι και θανάτου ὑπὲρ τῆς πίστεως 71 ἰσ ασίτι, ἐξακολουθεῖν ὀφείλοντες τῷ Χριστῷ ὑπὲρ τῆς καλῆ; ὁμολογίας τοῦ Πατρὸς καὶ ἑαυτοῦ καὶ τοῦ Πνεύματος μαρτυρήσαντι ἐπὶ Ποντίου Πιλάτου, ἀλλ' ὅτι τὸ παράγγελμα τοῦτο καὶ ὑπὲρ τῶν ἐφειλόντων τὸ κατὰ συνείδησιν μαρτύριον ἐνεργεῖν, ὅπερ ἐστὶν ὁ κατά 5 Χριστὸν βίος, ἐξαιρέτως δὲ μᾶλλον ἡ πολιτεία τῶν μοναχῶν· ἄκουσον τί πρὸς τὸν Πέτρον φησίν, είρη κότα, ο Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, ο Επαγγέλλεται γὰρ λέγων, ὡς «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσία, όταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτ τοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρό ων, κρί νοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» "Ο δὴ τῆς ἀρχιερατικῆς ἐστι χάριτος, ἣν παρέσχε τοῖς μαθη ταῖς. Εἶτα ἐπάγει, «Καὶ πᾶς δ᾽ ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἡ ἀδελφές, ἢ πατέρα, η μητέρα, ή για ναῖκα, ἡ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐα αγγελίου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώ νιον κληρονομήσει.» Οπερ ὁριδήλως ο βίος ἐστι τῶν μοναχῶν. Καὶ ἐνεργεῖται μὲν καὶ τῷ μαρτυρίῳ ὁ λόγος, πολλοὶ γὰρ πάντα καταλιπόντες, διὰ Χριστὸν ἀπέθανον· ἰδίᾳ δὲ τοῦτο τῇ πολιτεία τῶν μοναχῶν φανεροῦται, ἣν καὶ αὐτὸς πεπολίτευται ὁ Σωτὴρ, καὶ οἱ αὐτοῦ μαθηταί· αὐτὸς μὲν παρθενεύων, καὶ πτα χὸς ὤν, ὁ πλούσιος, καὶ προσευχόμενος ἐν τῷ ὄρει, καὶ ὑποτασσόμενος ἄχρι θανάτου σταυροῦ τῷ Πατρί, καὶ μὴ τὸ ἑαυτοῦ ποιῶν θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν Πατρὸ;, δ καὶ μέχρι τοῦ πάθους ἐφύλαξε ο Πλὴν μὴ τὸ θέλημά μου, λέγων,» τὸ τῆς σαρκός δηλονότι, «ἀλλὰ τὸ σὴν γενέσθω,» ἤτοι τὸ τοῦ Πατρίς θεῖον ἓν θέλημα καὶ αὐτοῦ· κ. ὶ ἀλλαχοῦ δὲ τὸν τῶν μοναχῶν διδοὺς βίον, «Ο φιλών, φησί, πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·» καὶ «Ο φιλῶν υἱὸν ἢ Ουγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου .: • - άξιος. Καὶ. Ος οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυ τοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητή, καὶ πρὸς τὸν νεανίσκον, «Εἰ θέλεις τέλειο; εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὲς πτωχεῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ. Καὶ δεῦρο ἀκολούθει μοι·, ὅπερ οὐ μαρτυρίου, ἀλλὰ τοῦ μοναχικού ἐστι βίου· καὶ πρὸς τὸν λέγοντα δὲ ἀπελθεῖν, καὶ θάψαι τὸν ἑαυτοῦ πατέρα, τί φησιν ὁ διδάσκων, Τίμα τον πατέρα σου καὶ τὴν μητέρα σου; › Εἰς τὸ τελειότερον ἀναβιβάζων ἡμᾶς, την θεοειδή βίον τῶν μοναχῶν, καὶ τῶν γονέων καταφρονεῖ, ὧδε παραινεῖ, καὶ ἐν αὐτοῖς τοῖς καιρίοις. Διὰ τί; Ὅτι προτιμότερος πάντων ὁ ποιήσα,θἡμᾶς Θεός. Καὶ εἰ δι' αὐτὸν κατ' αὐτὸν ζῆν βουλόμεθα, οὐ χρεία μερι μνην ἡμᾶς περὶ τῶν κατὰ σάρκα ἰδίων· ὅτι προ
col. 201–202page 14 of 31
PG 155:201νοητής ὢν ἐκεῖνος, ἡμμα; μὲν καθαρῶς αὐτῷ καὶ γνησίως ἀκολουθοῦντας ἐσαγγέλους ποιήσει, παρ' οἷς οὐδὲν προσπαθές, μόνη δὲ ἡ ἀπαθεστάτη ἀγάπη. Ἐκείνων δὲ ὧν ὑπερορῶμεν ἡμεῖς δι' αὐτὸν, προνοήσεται δι' ἑτέρων. ΚΕΦΑΛ. ΝΔ'. Γ' τὸ ο Αρες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. ο Διὸ καὶ κεκώλυκεν ἐκεῖνον εἰπὼν, ο Αφες τους νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. ο 'Ανήγαγε γὰρ αὐτὸν εἰς τὴν ἀφθαρσίαν, καὶ τοῖς ἀθανάτοις συνῆ ψεν ἀγγέλοις, μιμητὴν αὐτῶν δεδειγμένον διὰ τὸ ἔσχετον. Οὐ νεκρός, φησὶν, εἶ· διὸ καὶ περὶ νέο κρῶν τῶν λυομένων πατέρων μὴ μερίμνα. ΚΕΦΑΛ. ΝΕ. Τι τὸν «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον.» Καὶ ἑτέρῳ δὲ τῷ βουλομένῳ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, τουτέστι γυναικὶ καὶ τοῖς ἄλλοις, τί φησιν; ε Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Γεωργία; ήρξω, 72 φησίν, οὐκ ἀνθρωπίνης, ἀλλ' ἐν τῷ οὐρανῷ γεωργείς. Οὐκ εύθετος ἔσῃ στρεφόμενος πρὸς τὰ πρόσκαιρα. Μάθε δὲ καὶ τίνα τίνων ἀνταλλάττῃ οἴκου σου καὶ τῶν ἐν τῷ οἴκῳ, βασιλείαν οὐρανῶν. Ευρίσκομεν ἄρα, ὺς καὶ ἔζησεν ὁ Κύριος τὴν κατὰ μοναχοὺς ὁδὸν, καὶ παρέδωκε. Καὶ ἐν τοῖς ἀποστόλοις αὕτη ἡ ζωή ήν, διὸ καὶ τούτοις παρήνει, μὴ δύο ἔχειν χιτῶνας, μηδὲ ράβδον, ἢ πήραν, ἡ ὁποδήματα, καὶ τὰ λοιπὰ, δ τῆς μοναχικῆς ἐστι βιοτῆς. Καὶ οὐχ ἁπλῶς λόγοις μόνον καὶ εὐχαῖς πρὸς τοῦτο ἐνίσχυε τὸ ἔργον, ὡς καὶ πρὸς τὸ διδάσκειν, ἀλλὰ καὶ εὐλογῶν αὐτοὺς ἐξαπέστειλε. Καὶ δύναμιν παρεῖχεν, ἐξαποστέλλων, κατά πνευμάτων ἀκαθάρτων, καὶ θεραπεύειν πάσαν νόσον καὶ πᾶσαν μαλακίαν, ὅπερ οὐ μόνον ἐν τοῖς ἀποστόλοις τότε ἦν, ἀλλὰ καὶ ἐν τοῖς ἁγίοις ὕστερον, καὶ μάλλον τοῖς ἀσκηταίς. Ὅτι δὲ καὶ τελετὴ ἦν ἐξ ἀρ γῆς, καὶ μυστήριον μοναχικῆς τελειώσεων, καὶ ἀπὸ ῶν ἀποστόλων αὐτῶν, ὁ μέγας τοῦτο μαρτυρεί Διο νύσιος μετὰ τὰς ἄλλας ἱερὰς τελετάς, καὶ μυστήριον γράφων μοναχικῆς τελειώσεως. Πλανώνται ἄρα οι λέγοντες ώς καινότερόν ἐστι τὸ σχῆμα, καὶ οὐ παρὰ τοῦ Σωτῆρος ἡ τῶν ἀποστόλων αὐτοῦ δοθέν. Απε δείχθη γὰρ ὡς καὶ Χριστὸς ὁ Θεὸς ἡμῶν τοῦτο παρα δεδωχὼς ἦν, καὶ οἱ αὐτοῦ μαθηταί, καὶ μυστήριον ἦν παραδεδομένον ὑπ' αὐτῶν τῆς τῶν μοναχῶν τε λειώσεως, καὶ περιβολὴ σχήματο; ἑτέρα παρὰ τὸ σχῆμα τὸ κοσμικόν. Καὶ τοῦτο γὰρ ὁ θεῖος φησι Διονύσιο;. Ο τι δὲ καὶ τῷ ἱερῷ Παχωμίῳ ἐν τοῖς τῶν Πατέρων γέγραπται λόγοις, ὕστερον τὸ σχῆμα παρ' ἀγγέλου δοθῆναι, καλῶς καὶ ἀληθῶς γέγραπται. Καὶ γὰρ τοῦ σχήματος σημείά τινα, τελεωτέ σαν διδασκαλίαν ἔχοντα παρὰ τὸ πρότερον σχῆμα, δέδοται. Ἐπεὶ γὰρ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας τύξανε τε καὶ προέκοπτε, καὶ τῆς Ἐκκλησίας αἱ εὐταξία: μείζους ἐγίνοντο, καὶ τὰ τῆς ἱερουργία; καὶ τοῦ βαπτίσματος λαμπρότερον συνετίθετο, καὶ
col. 203–204page 15 of 31
PG 155:203ψαλμῳδιῶν καὶ εὐχῶν ἀκολουθίαι καὶ τάξεις ὑπὸ τῶν κατὰ καιροὺς ἁγίων ἀνδρῶν κινουμένων τῷ Πνεύματι, καὶ τὰ τοῦ σχήματος τῶν μοναχῶν πρὸς τὸ εὐτακτότερον καὶ σεμνότερον ὑπὸ ἀγγέλου το Παχωμίῳ ἐδείκνυτο. Καὶ χιτῶνος μὲν εὐλαβεστέρα περιβολή· εἶτα ζώνη τε καὶ ἀνάβολος· ἔπι τα κουκούλιον, καὶ παλλίον, καὶ σανδάλια καὶ μανδύας, θείων τινῶν παρεχόμενα συμβολικὴν ἔννοιαν. Ατινα δὴ καὶ ἑπτά εἰσιν, ὡς καὶ τὰ τοῦ ἀρχιερέως εἰσὶν ἐνδύματα, τὴν τελειοτάτην μαρτυροῦντα ζωήν, από τῶν ἑπτὰ χαρισμάτων τοῦ Πνεύματος. Πλήν περί τούτων ἐροῦμεν τρανότερον, οπόταν καὶ περὶ τῶν γινομένων ἑκάστῳ εἴπωμεν μυστηρίῳ. «Ελ “Ότι καὶ τὸ τοῦ ἁγίου ἐλαίου ἤτοι εὐχελα!ου μυστήριον ὑπὸ τοῦ Σωτῆρος ἐστι δοθέν. Νῦν δὲ καὶ περὶ τοῦ ἑβδόμου τῶν μυστηρίων τοῦ ἁγίου ἐλαίου ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὅπως τε καὶ τοῦτο ἐκ τοῦ Σωτῆρος ἡμῶν ὑπάρχει παραδοθεν, καὶ αὐτὸς τοῦτο ἡλείψατο, οὐ δι' ἑαυτὸν, δι' ἡμᾶς δὲ, ὡς καὶ τοῖς λοιποῖς μυστηρίοις ἐχρήσατο, καὶ τίνα τὴν ἰσχὺν ἔχει. Παραδέδωκε τοίνυν αὐτὸ, ἡνίκα τοὺς μπο θητὰς ἀπέστελλεν αὐτοῦ δύο δύο πρὸ προσώπου ἐαν τοῦ. Οἱ καὶ πορευθέντες, φησίν, ἐκήρυσσον ἵνα μετ τανοήσωσιν. Ορᾶς καὶ τοῦτο τὸ ἔλαιον ὡς τὰ τῆς μετανοίας τελειοῖ; Καὶ δαιμόνια πολλὰ ἐξέβαλλον. Καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. Ἰδοὺ τὸ ἔλαιον ἁγιαζόμενον τοῖς μετανοοῦσε δίδοται. Καὶ τοὺς ἀῤῥωστοῦντας ἰᾶται, καὶ θερα. πεύει οὐ σώματα μόνον, ἀλλὰ καὶ τὰς ψυχάς. Καὶ περὶ τούτου μαρτυρεῖ ὁ Θεάδελφος, ο Ασθενεί, λέγων, τις ἐν ὑμῖν; προσκαλεσάσθω τους πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλεί ψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ 78 ἐγερεῖ αὐτὸν ὁ Κύριος. Κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφι θήσεται αὐτῷ. ο Ενταῦθα καὶ ἄλλη τις τῶν καινοτ μούντων Λατίνων καταβάλλεται δόξα. Οὗτοι γάρ φασι, Τὸ ἅγιον ἔλαιον οὐ χρὴ δίδοσθαι τοῖς ἐλπίδα κεκτημένοις ζωῆς, ἀλλὰ τοῖς ἀποθνήσκουσι μόνον, ἐπειδὴ ἁμαρτημάτων παρέχεται ἄφεσιν· ἀπεναντίας τοῖς ἀποστολικοῖς ὡς ἐν ἅπασι καὶ ὧδε καὶ φρονοῦντες καὶ πράττοντες βήμασι. Τοῦ γὰρ Θεαδέλφου βοῶντο;, ι Καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, ο οὗτοι τοῖς μὴ ἐγειρομένοις παρέχειν τοῦτό φασι, καὶ τὴν ἄρε σιν τῶν ἁμαρτιῶν ἐν τῷ ἐλαίῳ μόνῳ περιορίζουσι καίτοι γε ταύτην τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῇ ἐξομολογήσει χαριζομένην ἀεὶ, καὶ τούτῳ τῷ ἁγίῳ ἐλαίῳ πάντοτε τελουμένῳ, καὶ τῇ κοινωνίᾳ τοῦ σώ ματος καὶ αἵματος τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τοῖς μετανοίᾳ μόνον προσερχομένοις. Ὅτι δὲ ἠλείψατο καὶ ἔλαιον ὑπὲρ ἡμῶν ὁ Σωτὴρ, καταμαθεῖν ἔστιν ἐκ τοῦ μύρου, δι᾿ οὗ ἡ προσελθοῦσα ἔλειψεν αὐτὸν πόρνη· οὐχ ἡ πλησίον τοῦ πάθους Μαρία ἡ τοῦ Λαο ζάρου, ἥτις καὶ σεμνὴ ἦν, καὶ εἰς τὸν ἐνταφιασμέν ἦν αὐτοῦ, ὡς ἔφη, ἐκεῖνο τὸ μύρον, ὡς καὶ ἡ ἐν τῇ
col. 205–206page 16 of 31
PG 155:205οἰκίᾳ Σίμωνος τοῦ Λεπροῦ γυνή, εἴπερ ἄλλη καὶ οὐχ ἡ Μαρία ἦν, καὶ τοῦτο γὰρ ἐν τῷ καιρῷ τοῦ πάθους γεγένηται καὶ εἰς τὸν ἐνταφιασμὸν αὐτοῦ καὶ τοῦτό φησιν· ἀλλ' ὅπερ ἡ ἐν τῷ Λουκῇ γεγραμμένη πόρνη προσέφερεν, ἢ καὶ τοῖς δάκρυσιν ἔβρεχε, καὶ ἤλειψε τοὺς πόδας αὐτοῦ, καὶ ταῖς θριξιν ἐξέματτ:ν ἑαυτῆς, 8 δὴ καὶ τῆς μετανοίας Ελαιόν ἐστιν, εἰκότως αὐτῷ προσαχθὲν παρὰ τῆς ἁμαρτωλοῦ, δι' οὗ καὶ αὕτη διά τῶν τριχῶν ὧν ἐξέμασσεν ἠλειμμένη, τὴν τῶν πολλῶν ἁμαρτημάτων ἄφεσιν εἴληφεν, ὡς καὶ αὐτὸ παρίστησι τὸ Εὐαγγέλιον ἐναργώς. Φησὶ γὰρ πρὸς τὸν ἔχοντα τὴν οἰκίαν ὁ Κύριος Σίμωνα πρῶτον μὲν τὴν παρα βολὴν τῶν δύο χρεωφειλετών, ὧν ὁ μὲν ὤφειλε δηνά για πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα· καὶ ὅτι ἀφεθεῖσιν αὐτοῖς, ποῖος τῶν δύο πλέον ἀγαπήσει τὸν τὸ χρέος ἀφέντα; Εἰρηκότος δὲ τοῦ Σίμωνος, Οτι ᾧ τὸ πλεῖον ἐχαρίσατο, ο εἴρηκεν ὁ Κύριος ο Καλώς Εφης, ο Καὶ στραφείς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, ο Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας αὕτη δὲ δάκρυσιν έβρεξε μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἥλειψε μου τοὺς πόδας. Οὗ χάριν λέγω σοι, αφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ. ἃ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ, ο Βλέπεις, ὅτι τοῦτο δηλοῖ τὸ ἅγιον ἔλαιον; Αμαρτήσαντες, προσερχόμεθα θείοις ἀνδράσι· καὶ μετανοοῦντες, τὴν ἐξαγόρευσιν τῶν ἑπταισμένων ποιούμεθα. ἂν τῇ ἐπιταγῇ προσφέρομεν ἅγιον ἔλαιον τῷ Θεῷ εἰς τύπον αὐτοῦ τῆς ἐλεημοσύνης καὶ ἱλαρότητος, ἐν ᾗ καὶ τὸ θεῖον καὶ ἱλαρὸν ἀστράπτει τῆς χάριτος φῶς. Καὶ γὰρ καὶ φῶτα προσφέρομεν. Ἐπεὶ δὲ καὶ ἡ εὐχὴ προσάγεται, καὶ τὸ ἔλαιον ἁγιάζεται, οἱ χριόμενοι τῷ ἐλαίῳ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων εὑρίσκουσιν, ὡς καὶ ἡ πόρνη χρίσασα τους πόδας τους σωτηρίους, κἀκεῖ. Δεν αλειψαμένη, ΚΕΦΑΛ. ΝΖ. Διατί καὶ ἔλαιον ἐν τῷ ἁγίῳ καὶ μεγάλῳ μύρῳ, καὶ ἔλαιον ἐν τῷ εὐχελα ῳ. Πῶς δὲ καὶ ἔλαιον ἔν τε τῷ θείῳ καὶ μεγίστῳ μύρῳ, 8 τὴν σφραγίδα φέρει τοῦ Πνεύματος, καὶ ἔλαιον ἐν τῷ τῶν μετανοούντων καὶ ἀρρώστων ἐλαίῳ; Οτι κἀκεῖ καὶ ἐνταῦθα τύπον θείου ἐλέους· ἔχει τὸ ἔλαιον Ἐκεῖ μὲν γὰρ ἐν τῷ μύρῳ τὴν σωτηρίαν ἡμῖν καὶ τὴν ἀπὸ τοῦ θανάτου λύτρωσιν, καὶ τοῦ ζωοποιοῦντος καὶ ἱλαροῦ Πνεύματος τὴν σφραγίδα σημαίνει, δι' οὗ καὶ τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας εῤῥύσθη μεν. Διὸ καὶ ἐν τῷ ἐπὶ τοῦ Νῶς κατακλυσμῷ περιο στερὰ εἰς τύπον τοῦ Πνεύματος κάρφος Ελαίας ἐν τῷ στόματι 74 φέρουσα τὴν σωτηρίαν ἐδήλου. Καὶ ἐν τῷ κατακλυσμῷ δὲ τῆς ἁμαρτίας τῷ τοῦ Κυρίου βαπτίσματι ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα κατήρχετο, τὸν θεῖον ἔλεον καὶ τὴν χάριν μαρτυροῦν. Και ἐνταῦθα δὲ εἰς τύπον τῆς θείας, ὡς εἰρήκαμεν, ἐλεημοσύνης εἰς ἡμᾶς καὶ συμπαθείας τοῦτο τὸ ἔλαιον προσαγόμενον ἁγιάζεται, καὶ δι' αὐτοῦ τὸν τοῦ Θεοῦ ἔλεον ἐπισπώμεθα. Ικανὰ ταῦτα πρὸς ἀπόδειξιν τῶν τῆς Ἐκκλησίας ἱερῶν μυστηρίων, ἢ καὶ πλειόνων ἔχετε χρείαν;
col. 207–208page 17 of 31
PG 155:207Κληρικός. Ικανὰ, δέσποτα, καὶ οὐ χρείαν ἔ ομεν ἄλλων. Πλὴν δεόμεθά σου, ἔκαστον ἐκθεῖναι τῶν μυστηρίων, καὶ τὰ ἱερὰ ἡμῖν ἀναπτύξει σύμβολα, καὶ διδάξαι ἡμᾶς τίς ἑκάστου τυγχάνει τῶν τελουμένων ἡ δύναμις. ᾿Αρχιερεύς. Ὑπὲρ ἡμᾶς, ὡς εἰρήκαμεν, τοῦτο, ἀδελφὲ, καὶ δυνάμεως, καὶ σοφίας υψηλοτέρας. Εἰ γὰρ Διονύσιός τε καὶ Μάξιμος μεθ' ὑποστολῆς τε καὶ εὐλο βείας ὅσης οὐκ ἔστιν εἰπεῖν, ἐγχειρεῖν ἐπεχείρουν ταξί τοιούτοις ἱεροῖς πράγμασι, πῶς ἡμῖν ἔσται δυνατόν ἄρα περὶ τοιούτων έφερμηνεύειν; Αλλ' ἐπειδήπερ τὸ θαῤῥεῖν εἰς Θεὸν πάντα δύναται, αὐτὸς γὰρ τοῖς πιστεύουσι παρέχει κατὰ τὴν πίστις, καὶ διὰ τὴν ἀγάπην δὲ χορηγεῖ, ὅτι καὶ ἀγάπη ἐστί· λοιπὸν καὶ ἡμεῖς διὰ τὴν ὑμετέραν λέγοντες ἀγάπην πιστεύο μεν λαβεῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Καὶ ἰδοὺ ἐγχειροῦμεν δι᾽ ὑπακοὴν ἐν ἀγάπῃ Χριστοῦ ἐκτελέσαι τὴν ὑμετέραν αίτησιν. Καὶ περὶ ἑκάστην, τῶν ἱερῶν συμβόλων όπερ έγνωμεν ἐκ τῶν ἱερωτά των Γραφῶν ἐροῦμεν. Καὶ ὅπερ ἂν ἡμᾶς οἱ Πατέρες ἡμῶν ἐδίδαξαν λέξομεν, καθόσον ἐξισχύσαμεν γνώ και. Καὶ δὴ πρῶτον λέγομεν περὶ τοῦ θείου βαπτί σματο;· ἐπεὶ καὶ τοῦτο ἀρχὴ τῶν εἰς ἡμᾶς μυστηρίων. Πλὴν ὅτι καὶ πρὸ τοῦ βαπτισθῆναι σαρχική γέννησις ἡμῖν γίνεται, βητέον καὶ περὶ τῆς ἐν ταύτῃ πρότερον τελουμένης εὐχῆς. Ἐπεὶ γὰρ γεγεννημένοι σαρκί, οὕτως εἰς τὴν ἀναγέννησιν τὴν διὰ τοῦ Πνεύματος οδηγούμεθα, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ὡς ἄσπιλος οὖσα καὶ ἡγιασμένη ἐν Χριστῷ, ἐν τοῖς εὐσεβέσιν εὐθὺς τὴν ἁμαρτωλὸν ἡμῶν καὶ ἐκ σαρτὸς γέννησιν ἐκκαθαίρει. ΚΕΦΑΛ. ΝΕ. Διατί ἐν τῇ τοῦ βρέφους γεννήσει εὐχὴ παρὰ τοῦ ἱερέως γίνεται. Καὶ τεχθέντος τοῦ βρέφους παρὰ γυναικός εύσε σος, ὁ ἱερεὺς παραγίνεται, καὶ δοξολογεῖ τὸν Θεὸν, εὐχαριστῶν, ὅτι ἄνθρωπος γεγέννηται ἐν τῷ κόσμῳ καὶ σφραγίσας, εὐλογεῖ τὸ τεχθέν, καὶ διαμένειν καὶ δέξασθαι τὸ βάπτισμα καὶ τὸ χρίσμα αιτείται. Τη μητρί τε τὰ πρὸς σωτηρίαν εὐχόμενος, μεταδίδωσιν αὐτῇ τε καὶ ταῖ; σὺν αὐτῇ γυναιξί χάριτος καὶ ἁγιασμοῦ, άδειάν τε παρέχει ἐνεργεῖν τὰ ἔργα αὐτ τῶν, καὶ κατὰ μηδὲν ὅλως κωλύεσθαι, ἢ ρύπων μετέχειν, ἢ ἐνδοιάζειν φθονεροῖς τοῦ πονηροῦ φά σμασιν, ἐπειδὴ τῷ τῆς ἁμαρτίας καὶ ἐξ ἡδονῆς ἐξ. υπηρέτησαν τόκῳ, ὃν δὴ τῆς φθορᾶς καὶ τοῦ θανάτου προοίμιόν τινές φασι καὶ ἔστιν. ΚΕΦΑΛ. ΝΘ. Δήλωσις κατὰ μέρος τῶν πρὸ τοῦ βαπτίσματος, καὶ ἐν τῷ βαπτίσματι, καὶ μετὰ τὸ βάπτισμα τελουμένων. Ἀλλὰ καὶ σφραγίσας ὕδωρ τῇ σημειώσει τοῦ σταυροῦ, εἰς προοίμιον τοῦ θείου βαπτίσματος και τα ραντίζει τὸν οἶκον. Κατασφραγίσας δὲ καὶ τὸ βρέ φος τῷ μετώπῳ διὰ τὸν νοῦν, καὶ τῷ στόματι διὰ τὸν λόγον καὶ τὴν πνοὴν, καὶ τῇ καρδίᾳ διὰ τὴν ζω τικήν δύναμιν, ὥστε μένειν πεφυλαγμένον εἰς τὰ
col. 209–210page 18 of 31
PG 155:209σωτήριον βάπτισμα, οὕτως ἀπολύσας, απέρχεται. Τῇ δὲ ὀγδοη ημέρα προσάγεται το βρέφος ὑπό τινων τῷ Θεῷ, καὶ πρὸ τῶν πυλῶν, οὐ γὰρ ἡγιασμένον ὅτι ἐστὶ τῷ βαπτίσματι, σφραγίζει πάλιν αὐτὸ εἰς τὸ μέτωπον, καὶ τὸ στόμα, καὶ τὸ στῆθος ὁ ἱερεύς καὶ δίξωσιν ὄνομα τούτῳ δι' εὐχῆς ἱερᾶς, ὅπερ ἂν οἱ τεκόντες θελήσαιεν, μεθ᾽ οὗ καὶ βαπτίζεται. ΚΕΦΑΛ. Σ. Οτι καὶ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ὁ Κύριος τὸ ὄνομαι είλησεν, Ιησούς κληθείς. Καθάπερ τούτο γέγονε καὶ ἐν τῷ Κυρίῳ· ἐν τῇ ὀγδόη γὰρ περιτμηθείς, Ἰησοῦς ἐπεκλήθη. Ἡμεῖς δὲ οὐ περιτομὴν ἔχομεν· πεπλήρωκε γὰρ ὁ Σωτὴρ τὰ τοῦ νόμου ἀντὶ ἡμῶν, καὶ τῆς νομικής δουλείας ἐρύσατο. Δέδωκε δὲ περιτομὴν ἄλλην ἐν ὅλῃ τῇ φύσ σει, τὸ θεῖον βάπτισμα, ὅπερ οὐ σάρκα τέμνει, ἀλλ' ἁμαρτίας καθαίρει. Εκαστον δὲ τῶν βρεφῶν ὡς Ἰησοῦς ὁ Χριστὸς ἐν τῷ ἰδίῳ βαπτίζεται ονόματι. Οὐ μὴν δὲ βαπτίζονται πάντες Ιωάννης καὶ Μαρία, ὡς τῶν ἀπλουστέρων καὶ ἰδιωτικών τινές φασιν. Ἐν τῇ ὀγδόῃ δὲ ή περιτομή τότε ἦν τοῖς Ἰου δαίοις. Τὸ ὄνομα δὲ νῦν ἐν αὐτῇ οἱ πιστοὶ λαμβάνομεν, ὅτι ἀνακαινισμὸς ἡ ὀγδόη. Πληρωθείσης γὰρ τῆς ἑβδόμης ἣν ἡ ζωὴ αὕτη κέκτηται, δι᾿ ἑπτὰ κυκλουμένη τῶν ἡμερῶν, τῇ ὀγδόῃ πάλιν ἀπάρχεται. Ο σημεῖον τῆς ἀναστάσεως ἐστι, καὶ τῆς αἰωνίου ζωῆς προοίμιον. Ἐν γὰρ τῇ ὀγδύῃ καὶ ὁ Κύριος ἐξανέστη, καὶ τὴν τελευταίαν ἡμεῖς ἡμέραν της αἰωνίου ζωῆς ἐλπίζομεν. Ητις καὶ ἀπέραντος ἔσται, καθὰ διδασκόμεθα. Εν ταύτῃ οὖν τῇ ὀγδόῃ οἱ μὲν Ἰουδαίοι περιετέμνοντο κατὰ τὰ ἄῤῥενα μόνον ως ἀτελεῖς, σφραγιζόμενοι τῷ μορίῳ τῆς ἡδονῆς, προ μαρτυροῦντες μὲν καὶ αὐτοὶ τὴν ἀνάστασιν τῇ ὀγδέῃ, καὶ ἐν τῷ περιτέμνεσθαι δὲ, σημαίνοντες ὡς ἡ ἡδονὴ τῆς σαρκὸς παυθήσεται ποτε, καὶ ἄφθαρ ως ἔσται ζωή, καὶ μὴ διὰ σαρκὸς ἐνεργουμένη, μή νοοῦντες δὲ τοῦτο, μηδὲ τὴν ἀληθῆ περιτομὴν τὴν τῆς ἁμαρτίας κατανοοῦντες ἀπόθεσιν, ὅπερ ἐστὶ τὸ ἅγιον βάπτισμα, Τοῦτο γὰρ τὸ ἀφθάρτους ὅλους εἶναι καὶ ἀσινεῖς ἐκδιδάσκει, καὶ μὴ κατά τι λελωβημένους· ὁ γὰρ περιτεμνόμενος την σάρκα λελών βηται, καὶ τὸ ἄρτιον οὐ περιφέρει τῆς φύσεως· καὶ ὅτι οὐκ ἀπαθὲς ἐξ ἡδονῆς τίκτεσθαι ἡμᾶς. Διὰ καὶ τοῦτο λέλυται τὸ ἐξ ἡδονῆς τίκτεσθαι. Δοθήσεται δὲ ἡμῖν διὰ τοῦ βαπτίσματος τὸ οὐκ ἐκ θελήματος σαρ κλς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ τίκτεσθαι. Τοῦτο δ' ἐστὶ τὸ διὰ λουτροῦ τῆς παλιγγενεσίας ἀναγεννάσθαι, Οθεν καὶ τῇ ὀγδόῃ ἡμέρᾳ τὸ όνομα λαμβάνει μὲν τὸ βρέφος, ὥσπερ ὁ Σωτὴρ τὸ Σωτήριον Ἰησοῦς ἐπικληθείς· σφραγισθεν δὲ καὶ εὐχὴν λαβὼν ἱερὰν, ὡς προσαχθὲν τῷ Κυρίῳ, καὶ σημειωθὲν τῷ σταυρῷ τὸ μέτωπον, ὡς ἔφην, διὰ τὸ νοητικόν, τὸ στόμα διὰ τὸ λογικὸν, καὶ τὴν καρ δίαν διὰ τὸ ζωοποιόν, καὶ τῇ βίβλῳ τῇ αἰωνίῳ γρα μὲν διὰ τοῦ ἐπιτεθέντος αὐτῷ ὀνόματος, ἐπανέρ. χεται τῇ μητρί. Τῇ τεσσαρακοστῇ δὲ ἡμέρᾳ πάλιν προσάγεται ὑπὸ τῆς μητρὸς τῷ ναῷ καὶ τοῦτο ὡς δῶρον Θεῷ προσκομίζεται. Ὁ ἱερεὺς γὰρ πρὸ τῶν Ουρῶν στὰς τοῦ ναοῦ (οὐ γὰρ θέμις πρὸ τῆς εὐχῆς
col. 211–212page 19 of 31
PG 155:211εἰσελθεῖν) καὶ τὴν μητέρα σφραγίσας ἅμα τῷ βρέ φει, καὶ ἁγιάσας αὐτοὺς εὐχαῖς, καὶ τῇ μὲν μητρι τὴν ἀπὸ τῆς ἐνηδόνου καὶ ῥυπώδους γεννήσεως κάθαρσιν παρασχών, πεπληρωκυίας μετὰ τὸν τό κον τὸ τεσσαρακονθήμερον, ἐν ᾧ καὶ τὸ βρέφος ἐν αὐτῇ ἐτελέσθη καὶ σκιρτῶν ἤρξατο· καὶ τοὺς αὐτῇ τὴν ἐν τῷ ναῷ εἴσοδον, μέχρι τότε μὴ εὔσης ταύτης ἀξίας τοῦ εἰσελθεῖν, μηδὲ κοινωνῆσαι τοῦ καθαροῦ, τὸ παιδίον εἰς χεῖρας αὐτὸς λαβών, τὰ τοῦ Συμεὼν ἐκτυπῶν ἀγκαλισαμένου βρέφος τὸν Κύριον, το, ο Νῦν ἀπολύεις, ν ἀναβος, ἐκ τῆς ἁμαρτίας λυθῆναι τὸ βρέφος ὁ ἱερεὺς εὐχόμενος, καὶ φῶς ἰδεῖν τὸν Χριστὸν, τὴν ἀποκάλυψιν τῶν ἐθνῶν καὶ δόξαν τοῦ νέου Ισραήλ, 76 γεγεννημένον καὶ αὐτὸ Πνεύματι, καὶ Θεὸν ὁρῶν ἄντικρυς. Καὶ εἰ μὲν τὸ βρέφος βεβαπτισμένον ἐστὶν, εἰσάγει τοῦτο κὰν τῷ θυσιαστηρίῳ, καὶ κύκλῳ αὐτὸ περιάγει, ὥσπερ ποιῶν καὶ προσκύνησιν, δηλῶν ὡς ἀνάθημα τοῦτο Θεῷ, καὶ προσκυνεῖ τῷ ποιήσαντι. Εἰ δὲ μήπω βαπτισθέν ἐστι τὸ παιδίον, πρὸ τῶν διαστύλων στὰς, καὶ διὰ τοῦ βρέφους προσκύνησιν ἐν τῷ θυσιαστηρίῳ ποιήσας, καὶ τῇ μητρί παραδούς αὐτό, ἀπολύει. Εντεῦθεν οὖν τὸ μὲν βρέφος ἐστὶ κατηχούμενος· ἡ δέ γε μήτηρ ἄδειαν είληφε τόν τε ναὸν ὡς καθαρισθεῖσα εἰσιέναι, καὶ τῶν μυστηρίων μετά χειν, ὁπότε ἑτοίμως ἔχει καὶ βούλεται. Καὶ ταῦτα μὲν οὕτως. ΚΕΦΑΛ. ΣΑ'. Θεωρία περὶ τῶν τελουμένων ἐν τῷ θείῳ βαπτίσματι. Τὰ τοῦ ερωτάτου δὲ βαπτίσματος καταμάνθανε ἤδη καὶ πρῶτον μὲν ὡς οὐκ ἔστι τούτου καιρός ἡμερῶν ἢ ὡρῶν, μή ποτε ἀφώτιστον ἀπέλθοι τὸ βρέφος. Αλλ' εἰ φόβος θανάτου, πάντα εὐθὺς τῷ γεννηθῆναι τὰ κατὰ τύπον γίνεται· πλὴν μετὰ προσ οχῆς, καὶ ἱερέως εὐλαβοῦς τε καὶ νήφοντος" και είγε δίδωσιν ὁ καιρὸς, καὶ μὴ φόβος θανάτου, μετὰ τὴν ἱερουργίαν εὐθὺς, ἵνα καὶ μεταλάβη τὸ βρέφος τῶν μυστηρίων. Καὶ περὶ τούτου φησί Διονύσιος, ώς πάντα τὰ μυστήρια τελειοῦσιν ἡμᾶς τῇ κοινωνία. Τοῦτο γὰρ τὸ πέρας πάντων ἐστίν. Οφείλει δέ γε ὁ ἱερεὺς καὶ τὰς ἱερὰς καλῶς μελετῆσαι καὶ λέγειν εὐχὰς, καὶ μετὰ προσοχῆς, καὶ ἀργῶς, εἰ μή τις ἀνάγκη ἀναγινώσκειν ἐν ἐπηκόῳ. Ηκουσται γὰρ ἡμῖν παρὰ Πατέρων, ὡς οἱ ὑπὸ φασμάτων δειματ τούμενοι πολλάκις, διὰ τοῦτο πάσχουσι τοῦτο, ὅτι περ οἱ βαπτίσαντες ἱερεῖς οἱ μετὰ προσοχής τους ἀφορκισμού; εἶπον, καὶ τὰς ἑτέρας ἱερὰς εὐχάς. Εἴπερ οὖν ἔστιν ἄδεια, οὐχ ἅπαξ μόνον χρὴ λέγειν τὰς ἀπ' ἀρχῆς τῶν ἀφορκισμῶν, καὶ τὰς ἑτέρα; εὐχας, ἀλλὰ πολλάκις. Καὶ γὰρ ἐν μὲν τῷ εὐχολο γίῳ ἐκτάκις ἢ δεκάκις γράφεται λέγεσθαι, ὅτι καὶ συνήθεια ἦν ἀρχαία τῆς Ἐκκλησίας, καθ' εκάστην μὲν ἐν ἑπτὰ ἡμέραις ὑπὸ τῶν κατηχητῶν ἱερέων τοῖς βαπτιζομένοις ταύτας λέγεσθαι, τῇ ὀγδόῃ δὲ πάλιν ὑπὸ τοῦ ἀρχιερέως, ἢ τοῦ μέλλοντος βαπτίσαι ἱερέως· καὶ οὕτως ἐβαπτίζοντο ὑπὸ τοῦ ἀρχιερέως ἢ ἱερέως· ἡμεῖς δὲ εἶδομεν εὐλαβεῖς ἱερεῖς τρὶς ἀπαραλείπτως λέγοντα; ταύτας, καὶ οὕτω βαπτίζοντας. Τι βάπτισμα δὲ τὸ θειότατον γίνεται οὕτω προτάγεται ὁ μέλλων βαπτισθῆναι, εἰ μὲν βρέφος, ὑπὸ γυναικες κατεχόμενον, καὶ τοῦ ἀναδόχου παρόντος· εἰ δ' ήλι
col. 213–214page 20 of 31
PG 155:213κίαν ἔχει, μόνος, ἐπεὶ καὶ ἑκουσίως δεῖ τοῦτον προσ έρχεσθαι, καὶ ὁ ἀνάδοχος σὺν αὐτῷ. Αὐτὸς γὰρ αὐ τοῦ ἐγγυητής εἰς Χριστόν, ὥστε τηρεῖν τὰ τῆς πίσ στεως, καὶ χριστιανικῶς ζῆν, καὶ τὸ ὄνομα δὲ δηλοῖ. Ανάδοχος γάρ, εἰς ἑαυτὸν οἷον ἀναδεχόμενος. ΚΕΦΑΛ. ΞΒ'. Οτι χρὴ τὸν ἀνάδοχον τοῦ βαπτιζομένου ὀρθό δοξον εἶναι καὶ εὐσεβῆ. Ενθα δὴ καὶ προσεκτέον, ἀναδόχους ποιεῖσθαι φιλευσεβεῖς καὶ διδασκάλους σχεδὸν τῆς πίστεως. 'Αλλ' ἐμοὶ ἤκουσται λίαν ἄτοπον καὶ βαρύ. Τοὺς γὰρ διώκτας καὶ ὑβριστὰς τῆς πίστεως, ἀθέους τε και αἱρετικοὺς, εἰς ἀναδοχὴν (οίμοι!) τῶν τέκνων αὐτῶν τινες διά τι προσκαλοῦνται ἀνθρώπινον καὶ τὸ μυσ στήριον ἀθετοῦσιν οὗτοι· καὶ τὰ τέκνα οὐ φωτίζουν σιν, ἀλλὰ σκοτίζουσι μᾶλλον. Καὶ ὁ ὑπουργῶν 5 ἱερεὺς κοινωνός δείκνυται τοῖς ἀλλοτρίοις Θεοῦ. Καὶ πῶς ἂν ὁ βλασφημῶν εἰς Θεὸν τὴν εὐσέβειαν ἐκδιδάξοι; ᾿Αλλὰ τίς κοινωνία φωτὶ πρὸς σκότος; Η τίς μερὶς πιστῷ μετὰ ἀπίστου, ὡς γέγραπται; Ο τὰ τοιαῦτα ποιῶν κατάκριτος· καὶ ὁ τὰ τῶν ἀσεβῶν δεχόμενος βρέφη, εἰ μὴ πρότερον καθο μολογήσωσιν οὗτοι ἅγιον εἶναι καὶ θεῖον τὸ βάπτισμα, καὶ αμαρτίας καθαρτικόν, 77 καὶ ἀναγεννῶν ἐν Χριστῷ, καὶ Χριστιανὸν εἶναι τὸν τοῦτο δεχόμενον (εἰ γὰρ τοῦτο, ὁ μὲν ὅτι πιστὸν ἔσται τὸ βρέφος ὁμολογήσει, αὐτὸς δὲ ὑπὸ φόξου τινὸς ὑποκρύπτεται), καλὸν δέχεσθαι καὶ ἁγιάζειν τὸ βρέφος, μή ποτε καὶ ληφθείη οὕτω παρὰ Θεοῦ. Ἵσταται οὖν. σὺν τῷ ἀναδόχῳ ὁ βαπτιζόμενος, δεικνύς, ὅτι ἐκου σίως προσῆλθε, καὶ τὸν ἐγγυώμενον ἔχει. Καὶ τοῦ ἱερέως εὐλογήσαντος, εὐχαριστεῖν δεῖ ἐξ ἀρχῆς καὶ πάντοτε τῷ Θεῷ ἐπὶ τῇ τοῦ ἀπολωλότος σωτηρία, εὐθὺς γυμνῷ ὄντι καὶ ἀπερικαλύπτῳ μετὰ περιβολαίου μόνου, ἐμφυσῷ τῷ κατηχουμένῳ σταυροειδώς τρίτον ὁ ἱερεύς. Καὶ διὰ μὲν τοῦ ἐμφυσήματος τὴν ἐν τῷ Ἀδὰμ πρώτην ἐκείνην ἔμπνευσιν ἀναζωπυ μεῖ, ἐπεὶ, ο καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, φησί, πνοὴν ζωῆς.» Καὶ ὁ ἱερεὺς δὲ Χριστὸν τὸν θεὸν τυποί. "Οθεν καὶ καλὸν μετὰ τὴν κοινωνίαν Χριστοῦ βαπτίζειν τε καὶ ἐμπνέειν. Τρίτον δὲ ἐμε φυσᾷ διὰ τὴν Τριάδα, ότι κοινὴ τῆς Τριάδος ἐστὶν ἡ χάρις καὶ ἡ ἐνέργεια. Σταυροειδῶς δὲ διὰ τὸν σαρκωθέντα ὑπὲρ ἡμῶν, καὶ παθόντα σαρκὶ τῆς Τριάδος ένα Χριστὸν, καὶ τῷ σταυρῷ τὴν νίκην στησάμενον. Διὸ καὶ ὁ σταυρικός τύπος τὴν θυσίαν αὐτοῦ δηλοί, ταπείνωσίν τε καὶ νίκην, ὅτι δι' αὐτοῦ τὰς ὀδύνας ἔλυσε τοῦ θανάτου, καὶ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου διάβολον, καὶ τὰς ἀντικειμένας ἐθριάμβευσε πονηροτάτας δυνάμεις. Εν ᾧ δὴ σταυρῷ καὶ ἡμεῖς νικῶμεν ἐν Χριστῷ τὸν διάβολον, καὶ τοὺς δαίμονας εκτρεπόμεθα. Καὶ σημεῖον ὁ σταυρὸς τοῦ Σωτῆρος και σφραγίς τε καὶ τρόπαιον. Τρὶς οὖν ἐμφυσήσας τῷ κατηχουμένῳ ὁ ἱερεὺς, καὶ τρὶς σφραγίσας πάλιν τῇ χειρὶ τῷ σημείῳ τούτῳ τῷ σταυρικῷ διὰ τὸ, «Α' χεῖρες σου ἐποίησάν με καὶ ἔπλατάν με, ν καὶ ἐν τῷ μετώπῳ τε, ὡς προειρήκειν, διὰ τὸ νοητικὸν, καὶ ἐν τῷ στόματι διὰ τὸ λογικὸν, καὶ ἐν τῇ καρδίᾳ διὰ τὴ ζωτικόν, ἐπιτ!.
col. 215–216page 21 of 31
PG 155:215θησι τὴν χεῖρα αὐτῷ ἡγιασμένην ούσαν, καὶ ἐν τῷ Πνεύματι πλάττουσαν· καὶ τὰς ἱερὰς εὐχὰς ἐπιλέγει. ᾿Αλλὰ πρὸ τοῦ ἐμπνεῦσαι καὶ σφραγίσαι, ὡς εἴρηται, ἀπολύει τῆς ζώνης καὶ ἀπολύει τον κατηχούμενον, ἀσκευή τε τὴν κεφαλὴν, καὶ τοὺς πόδας γυμν παρίστησι, κατὰ ἀνατολὰς ὁρῶντα, Τί ἐν τούτῳ δηλῶν; Ὅτι ὁ προσερχόμενος τῷ θεῷ, καὶ πρὸς τὸ φῶς τὸ ἀληθινὸν ήδη βλέπων, ο δηλοί. ἡ ἀνατολής (ἐκεῖθεν γὰρ ἔρχεται τὸ φῶς), ἐλεύθερος χρὴ εἶναι τῶν παθῶν, καὶ λελυμένος τῆς ἀπιστίας, καὶ γυμ νός πάσης κακίας, καὶ περιβλήματος ἁμαρτίας ἀλλότριος, καὶ τὴν δουλείαν ὑποδεικνὺς τῷ θεῷ. Διὰ τοῦτο τοίνυν ίσταται γυμνός. Καὶ ἔτι δι, διά τὸ γυμνόν γεγονέναι τῇ ἁμαρτία τὸν ἄνθρωπον, καὶ τὴν θεούφαντον ἀπολέσαι περιβολὴν, τοῦτο τὸ σχήμα της γυμνώσεως μαρτυρεῖ. Ἐπειδὴ γὰρ προσέρχεται, τὸν ῥύκον τῆς ἁμαρτίας καὶ τῆς ἀπιστίας ἀποβαλέσθαι, καὶ όλος γενέσθαι νέος, καὶ τὴν μορφήν τοῦ νέου ᾿Αδὰμ ἐνδύσασθαι καὶ εἰς τὸ κρεῖττον ή πρότερον ὑπῆρχεν ἐπανελθεῖν, τὴν γύμνωσιν δείκνυσι, καὶ μαρτυρεῖ τὴν αἰσχύνην καὶ οὕτως ἱστάμενος ἐκκαθαίρεται, τὴν ἀναμόρφωσιν ἐκζητῶν. Ἵνα δὲ μὴ μηκύνοντες τὸν λόγον κόρον ταῖς ἀκοαῖς ἐμποιήσωμεν, κεφαλαιωδώς εξ πωμεν ήδη περὶ τοῦ προκειμένου. Ὁ μὲν ἀρχιερεὺς καὶ ἱερεὺς βαπτίζων, αὐτὸν ἐκτυποῖ τὸν Κύ ριον, τὸν ἐν πᾶσι τὰ πάντα ποιοῦντα, ἐπεὶ καὶ τὴν αὐτοῦ φέρει δύναμιν, τὸν καὶ πλάσαντα πρότερον, καὶ αὖθις ἀναπλάττοντα· ὁ βαπτιζόμενος δὲ τὸν παραπεσόντα Αδάμ, ἐπεὶ καὶ τὸ προσέρχεσθαι, τὸ ἑκούσιον τῆς γνώμης δηλοί. Εἰ δὲ νήπιος παρά τις νος πιστοῦ προσαγόμενος, τὸ προσάγεσθαι ἐν πίστει καὶ μὴ κατ' ἀνάγκην σημαίνει, ὁ ἀναδεχόμενος δὲ τὴν ἐγγυώμενον κατά τε πίστιν καὶ βίον. Τὸ ἀπο δύεσθαι δὲ καὶ ἀπολύεσθαι ἑστῶτα γυμνόν μετά περιζώματος τὸ ῥίπτειν πᾶσαν κακίαν, καὶ τῶν δεσμῶν τῆς ἁμαρτίας ἐλευθεροῦσθαι, καὶ γυμνὸν τῶν τῆς πλάνης τε καὶ φθορᾶς προσέρχεσθαι τῷ Χριστῷ καὶ ὅτι γυμνὸς γέγονε πλανηθείς, τὴν πρὶν 78 ἀπο λέσας στολήν, ἣν νῦν ἔρχεται λαμπρότερον διὰ τοῦ βαπτίσματος ἐπενδύσασθαι. Πρὸς ἀνατολὰς δὲ ὁρᾷ, τὸ φῶς τὸ ἀληθινὸν ἐκζητῶν, ὅπερ ἐστὶν ἡ Τριάς, καὶ ὁ εἷς τῆς Τριάδος Χριστός σαρκωθείς, ἐλθὼν ἐκ Θαιμάν, ἤτοι ἐξ ἀνατολῶν, ἀλλὰ καὶ τὸν παράδεισο οὗ ἐκπέπτωκε φυτευθέντα κατὰ ἀνατολάς. ἐμφυσᾶται δὲ παρὰ τοῦ ἀρχιερέως, διὰ τὸ πρῶτον ἐμφύ σημα, ἀνακαινίζεται γάρ. Τρίτον δὲ ἐμφυσᾶται, διὰ τὴν θείαν ἐνέργειαν τῆς ζωοποιοῦ Τριάδος. Δι' αὐτῆς γὰρ ἐπλάσθη, καὶ ἀναπλάττεται. Σφραγίζεται δὲ χειρὶ ἀρχιερέως διὰ σταυροῦ, ὅτι χεῖρες Θεοῦ ἡμᾶς ἔπλασαν, ὁ Υἱό; καὶ τὸ Πνεῦμα. Ὁ σταυρὸς δὲ σημεῖον Χριστοῦ καὶ τρόπαιον. Δι' αὐτοῦ γὰρ νική σας, τοὺς δαίμονας έθραυσε· καὶ νῦν ἀπ' αὐτοῦ, ἐκτυπουμένου τοῦ σταυροῦ, τὰ δαιμόνια φεύγει. Ἐν τῷ μετώπῳ δὲ πρῶτον σφραγίζεται, ἵν᾿ ἁγια σθῇ ὁ τελούμενος τὸν νοῦν, τῆς πλάνης φυγαδευθείσης. Δεύτερον δὲ τὸ στόμα, ἵνα τὸν λόγον άγια αθῇ, καὶ ἀνομολογῇ τὴν ἀλήθειαν. Καὶ τρίτον τὸ στήθος, ἵνα τὴν καρδίαν η καθαρὸς, καὶ Θεὸν ὁρᾷ,
col. 217–218page 22 of 31
PG 155:217καὶ μηδὲν κρύτῃ, καὶ ἐν αὐτῷ ζῇ, καὶ κινῆται καὶ Ο μένη. Μετὰ τοῦτο εὐλογεῖ τὸν Θεὸν ὁ ἀρχιερεὺς, ὅτι ἄξιον αὐτὸν εὐλογεῖν ἐπὶ τῇ τοῦ ἀπολωλότος εὑρέσει, καὶ τῇ ἀνθρωπίνῃ σωτηρία. Εἶτα χειρός ἐπίθεσις διὰ τὴν μεταδιδομένην χάριν καὶ τὴν ἀνά πλασιν. Η πρώτη δὲ εὐχὴ ἐν ὀνόματι τῆς Τριάδος. Αὐτῇ γὰρ παρατίθεται τῷ μόνῳ Θεῷ, καὶ δι' αὐτῆς ἁγιάζεται. Καὶ ἀνεξάρτητον μένειν τὸ ὄνομα τῆς Τριάδος ἐν τῷ βαπτιζομένῳ ἡ εὐχὴ δυσωπεῖ, καὶ τελειωθῆναι τοῦτον τῷ θείῳ βαπτίσματί τε καὶ Χρίς σματι, καὶ τῇ ἱερᾷ Κοινωνία. Η δέ γε δευτέρα εὐχὴ ἀφορκισμός ἐστιν, ἀποσοβοῦσα καὶ διώκουσα τὸν διάβολον, καὶ πᾶσαν ἐνέργειαν αὐτοῦ τοῖς φρικτοῖς καὶ θείοις ονόμασί τε καὶ μυστηρίοις. Καὶ τοῦ ἀνα θρώπου διώκει τοῦτον, καὶ τοὺς αὐτοῦ δαίμονας. Καὶ φεύγειν ἐκ τούτου παραγγέλλει, καὶ μὴ ἐπή. βάζειν αὐτῷ. Ομοίως δὲ καὶ ἡ τρίτῃ ἀφορκισμός οὖσα καὶ αὐτή, τοὺς δαίμονας θείῳ ονόματι ἐκδιώ και. Η δέ γε τετάρτη πάλιν εὐχὴ πρὸς τὸν Θεόν ἐστιν ἀναφερομένη, τὸν πονηρὸν παντελῶς ἐκδιῶξαι τοῦ πλάσματος τοῦ θείου ἐξαιτουμένη, καὶ ἐν τῇ πίστει στηρίξαι. Οθεν εὐθὺς καὶ τὴν πέμπτην ποιεῖται εὐχὴν, ἀναγκαιοτέραν οὖσαν, καὶ δι' αὐτῆς ἀνατίθησι τὸν βαπτιζόμενον τῷ Θεῷ. Ἐν ᾗ καὶ πάν λιν εὐχῇ έμφυτῷ αὐτῷ τὸ δεύτερον· ὅπερ ἐστὶ τὸ βεβαιότερον έργον, τῆς ἀναζωώσεώς τε καὶ ἀνακαινίσεως ἐκ τούτου δηλουμένου. Καὶ σφραγίζει τρὶς αὖθις κατά τε τὸ μέτωπον, καὶ τὸ στόμα, καὶ στην θος, διὰ τὸν νοῦν τε καὶ λόγον αὐτοῦ καὶ τὴν ζωήν καὶ ἔτι νοῦς καὶ λόγος καὶ Πνεῦμα ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ἡ τοῦτον ἀναζωοῦσα, καὶ τὸ κατ᾿ εἰκόνα διδοῦσα, ὅπερ ἀπώλεσε. 4 Καὶ ἐξέλασον ἀπ' αὐτοῦ, φησί, πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, κεκρυμμένον· καὶ ἐμφωλεύον αὐτοῦ τῇ καρδίᾳ, ο ἐμφιλοχωροῦσι γὰρ τὰ δαιμόνια ταῖς τῶν ἀβαπτίστων ψυ χαῖς, ἀποπλωνἂν καὶ μιαίνειν βουλόμενα. Καὶ τοῦτο ισχύουσιν ἀπὸ τῆς παραβάσεως ἐκείνης. Διὸ ταῖς καρδίρις τῶν ἀμυήτων τε καὶ ἀπίστων ἐνοικοῦσι. προδήλως, καὶ ταύτας μιαίνουσί τε καὶ πρὸς τὰ θεομισή συγκινοῦσιν. Ἐν τῷ τέλει δὲ τῆς εὐχῆς ἡ ἀποταγὴ καὶ συνταγή οὕτω γίνεται. Στρέφει την βαπτιζόμενον ὁ ἀρχιερεὺς ὡς πρὸς δυσμάς, τοῦ σκότους ἐκ τούτου δηλουμένου, ἐν ᾧ ἐστιν ὁ διάβο ος. Αίρειν τε τὰς χεῖρας αὐτὸν ἄνω κελεύει, διι κνυομένου, ὅτι οὐκ ἔχει τι ὁ βαπτιζόμενος κεκρυμμένον ἐν ἑαυτῷ τῶν τοῦ πονηροῦ· καὶ ὅτι τὸν ἐσταυρωμένον ὑπὲρ ἡμῶν ἄρχεται ἐκμιμεῖσθαι. Καὶ λέν γειν παρακελεύεται παρὰ τοῦ ἀρχιερέως, ο "Ἀποτάσσομαί τῷ Σατανά, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, ὁ καὶ τὰ ἐφεξῆς. Καὶ δὲ βαπτιζόμενος τὴν ἀποταγὴν τοῦ πονηροῦ ποιεῖται, καὶ τῶν αὐτοῦ τὴν τελείαν ἐξάρε νησιν. Καὶ τοῦτό φητι τρις, εἰς βεβαίωσιν τῆς ἀποταγῆς τοῦ ἐχθροῦ· καὶ ἔτι φεύγει όλοψύχως τὸν πονηρόν ἔτι δὲ καὶ εἰς τιμὴν τῆς ἁγίας Τριάδος, ἥτις πάντα βε βαιοί τε 79 καὶ τελειο!. Ερωτήσας δὲ πάλιν τρὶς, Απετάξω τῷ Σατανά;» καὶ τοῦ βαπτιζομένου συν θεμένου τρίς, καὶ εἰπόντος, «᾿Απεταξάμην, ο τουτέ στον ηρνησάμην τε καὶ ἀπεβαλόμην τον πονηρόν, φα ἱερὰν γὰρ καὶ βεβαίαν εἶναι δεῖ τοῦ ἀρκοῦ τὴν ἀποτ
col. 219–220page 23 of 31
PG 155:219γήν, ὁ ἀρχιερεὺς, ο Εμφύσησαν αὐτῷ, ο φησί, του τέστιν ἐκ τῆς καρδίας ἀπόρριψον, καὶ ἀπὸ καρδίας ἀθέτησον, καὶ καταίσχυνον τὴν ἐχθρόν. Καὶ τοῦτο ποιεῖται τρὶς διὰ τὸ ἀσφαλὲς τῆς ἀποταγῆς τοῦ πονη ροῦ, καὶ εἰς δόξαν τοῦ ἐν Τριάδι μόνου Θεοῦ ἡμῶν, τοῦ καταβαλόντος τὴν πονηρόν. Εἶτα στρέφει τοῦτονκατὰ ἀνατολάς· πρὸς τὸ φῶς γὰρ ἀνάγει ἀπὸ τοῦ σκότους, καὶ ἐκ τοῦ ψεύδους πρὸς τὴν ἀλήθειαν. Και φησιν ὁ ἀρχιερεύς • Εἰπέ, Καὶ συντάσσομαι τῷ Χριστῷ, καὶ πιστεύω εἰς ἕνα Θεόν Πατέρα παντοκράτορα,» καὶ τὰ ἑξῆς. Δεῖ γὰρ αὐτὸν τὸ τρισήλιον καθαρῶς ἀνομολογῆσαι τῶν, ὡς ἂν καὶ τῇ καρδία δέξηται τὴν λάμψιν αὐτοῦ. Τὴν ὁμολογίαν οὖν τοῦ ἱεροῦ Συμβόλου πᾶσαν λαμπρῶς τῷ στόματι λέγει. Καὶ τοῦτο ποιεῖται τρὶς, βεβαιῶν τὴν ὁμολογίαν, ἅμα δὲ καὶ εἰς τιμὴν, ὡς εἰρήκαμεν τῆς τρισυποστάτου Θεότητος. Ομολογεῖ δὲ τοῦτο φανερῶς, ἐπεὶ τὴν ἀλήθειαν καταγγέλλει· καὶ ὅτι ἐνώπιον ἀγγέλων δεῖ καὶ ἀνθρώπων ταύτην κηρύσσειν, δι' ἧς καὶ σω θήσεται. Καὶ τὸν Θεὸν τῶν ὅλων καταγγέλλειν χρή παρρησία, τὴν ὁμοούσιον φημι Τριάδα, τὸν μόνον ὄντως ὄντα Θεὸν, ἀλλὰ καὶ τοῦ ἑνὸς τῆς Τριάδος τοῦ Θεοῦ Λόγου τὴν ὑπὲρ ἡμῶν ἐκ Παρθένου σάρκωσιν. Τοῦτο οὖν ποιησαμένου τρις, καὶ ἐρωτηθέντος αὖθις τρίς, ο Συνετάξω τῷ Χριστῷ;» καὶ ἀποκριθέντος τρὶς ἐκ καρδίας, καὶ εἰρηκότος, ο Συνεταξάμην απο τῷ, ν ὁ ἀρχιερεύς φησι, ο Καὶ προσκύνησον αὐτῷ,» καὶ σφραγισαμένου σταυρῷ διὰ τῆς χειρὸς αὐτοῦ, 8 τὴν τοῦ Χριστοῦ ὁμολογίαν δηλοῖ καὶ σημείωσιν, καὶ προσκυνήσαντος τρὶς, ἐνδεικνυμένου τὴν δου λείαν, καὶ τὴν ἀληθῆ μετὰ τῆς ὁμολογίας ὑποταγήν, στρέφεται πρὸς ἀνατολὰς, καὶ εὐλογεῖ τὸν Θεὸν ὁ ἀρχιερεὺς τὸν πάντας σωθῆναι θέλοντα. Οὕτω γὰρ δεῖ εὐχαριστεῖν ἐπὶ πᾶσι, καὶ μᾶλλον τῇ τῶν ἀνθρώ των σωτηρία. Καὶ οὕτω κρατήσας αὐτὸν τὸν κατη χούμενον τῆς χειρὸς ὡς τὸν ἀπολωλότα εὑρὼν, εἰσ ἄγει εἰς τὸν ναὸν, ὡς εἰς τὸν οὐρανὸν δηλονότι, η τὸν παράδεισον, δεικνύς, ὡς προσφέρει τοῦτον τῷ ἀπολωλεκότι δεσπότῃ. Τὴν χαρὰν δὲ δηλῶν, ἣν μετὰ τῶν ἀγγέλων χαίρει ἐπὶ μετανοούντι ἁμαρτωλῶν, Χαίρε, κεχαριτωμένη, ο φησὶν ὑμνῶν, καὶ εἰσέρχεται. Αὕτη γὰρ ἡ ἀπαρχὴ τῆς σωτηρίου χαρᾶς, ἡ σωτήριος πύλη, ἡ τὴν σωτηρίαν ἡμῖν οἰκονομήσασα, καὶ τὴν ἀληθῆ χαρὰν τῷ κόσμῳ, τὸν Θεὸν Λόγον σεσαρκωμένον ἐξ αὐτῆς γεννήσασα ἁγίως τε καὶ παρα θενικῶς εἰς ἡμετέραν ἀνάπλασιν. Καὶ τὰ τοῦ Συμεὼν δὲ ἐκτυπῶν ὁ ἀρχιερεὺς, προσάγει τοῦ θυσιαστηρίου ἐνώπιον τὸν βαπτιζόμενον, δηλῶν, ὡς ὅτι προσέφε με. Καὶ ποιεῖ τοῦτον τρὶς προσκυνήσαι Θεῷ· ὅτι καὶ κατήλλακται τῷ Θεῷ δι' επιστροφής, ώσπερ ἐκεῖνος ὁ ἄσωτος, καὶ πρὸς τὴν υἱοθεσίαν καὶ ἀφθαρσίαν τὴν πρώτην στολήν τοῦ Πνεύματος, ὅσον ούπω ἔρχεται μειζόνως τε καὶ κρειττόνως, διὰ τοῦ θείου βαπτίσματος. Ἵνα δὲ καὶ ἡ ἐπιστροφὴ καὶ ἡ ὁμολογίαν ἀσφαλῆς ᾖ, καὶ τὸν ἀνάδοχον καλεῖ ὁ ἀρχιερεύς. Καὶ προσκυνῆσαι τρὶς λέγει τῷ θυσιαστηρίῳ, ἐν ἅπερ οἰκεῖ ὁ Θεὸς, διὰ τούτου δηλῶν, ὡς λόγον παρο έχει, φυλάξαι ἀσφαλῶς ἐν τῇ πίστει καὶ τῇ εὐσεβεῖ πολιτεία τὸν βαπτιζόμενον. Είτα εἰ μὲν βρέφος
col. 221–222page 24 of 31
PG 155:221ἐστὶν ἡ μέλλων βαπτίζεσθαι, κύψας λαμβάνει τοῦτον 4 ὁ ἀνάδοχος, ενώπιον κείμενον τῶν ἁγίων θυρῶν, ὥσπερ ἀπὸ τῶν χειρῶν τοῦ Χριστοῦ· εἰ δ᾽ ἐν ἡλικία, λαμβάνει τὸν βαπτιζόμενον ἀπὸ τῆς χειρὸς, τὸ αὐτὸ δηλῶν, ὅτι ἀπὸ τοῦ Χριστοῦ τοῦτον παρέλαβε, καὶ ἐγγυητής γέγονεν αὐτοῦ εἰς Χριστὸν, καὶ πνευματικὸς ἔσται πατήρ. "Οθεν καὶ κρατῶν, προσφέρει τοῦ τον τῇ ἱερᾷ κολυμβήθρα, δεικνύς, ὡς ἑκουσίως καὶ οὐ κατά βίαν προσέρχεται τῷ βαπτίσματι ὁ τελούμενος, καὶ ἐπὶ μάρτυσι πρῶτον μὲν καὶ ἐξαιρέτω; τῷ 80 Θεῷ, ἔπειτα δὲ τῷ ἱεράρχῃ καὶ τοῖς παρατυχοῦσι πιστεῖς, οἱ πάντες μάρτυρες τῶν τελουμένων εἰσὶ, καὶ αὐτῷ δὴ τῷ ἀναδόχῳ τῷ καὶ προσάγοντι τοῦτον, καὶ μάλιστα δὴ τοῖς θείοις καὶ πανάγνοις ἀγγέλοις, ἀοράτως τότε παροῦσι, καὶ εὐφραινομένοις τῇ τοῦ βαπτιζομένου ἐν Πνεύματι θεογενεσίᾳ καὶ σωτηρίς, καὶ ἀπογραφομένοις αὐτὸν ἐν τοῖς οὐρανοῖς, καὶ γνωρίμοις, καὶ φίλοις γινομένοις, ἀπό τε τῆς ἐκ τοῦ (είου λουτροῦ καθάρσεως, καὶ τῆς σφραγίδος τοῦ μύρου. Διὸ καὶ ἀναγκαῖον παρεῖναι τότε μετ' εὐλα βείας τε καὶ χαρᾶς ἅπαντας σχεδόν τοὺς πιστοὺς, καὶ πιστεύειν ὡς πάρεισιν ἄγγελοι, οι χαίρουσιν ἐπὶ ἐνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ ὅτι παραδίδο και τότε ὁ βαπτιζόμενος ἁγίῳ ἀγγέλῳ φύλακι· καὶ οὗτος. ἔσται πάντοτε μετ' αὐτοῦ, τὰ φθονερὰ διώκων δαιμόνια, καὶ πᾶσαν ἐπήρειαν τοῦ δολιωτάτου ἐχε Οροῦ, εἴγε μόνον ὁ βαπτισθεὶς καθαρόν τηρήσει πιο στει καὶ ἔργοις τὸ βάπτισμα, καὶ εἰς τὴν βασιλείαν διασώσει τοῦτον τῶν οὐρανῶν. Ὅτι οὖν μέγιστον τὸ ἔργον τοῦ θειοτάτου βαπτίσματος, διὰ τοῦτο πρότε μον καὶ ἡ Ἐκκλησία διὰ τῶν ἀρχιερέων ἐν ταῖς και θολικαῖς ἐκκλησίαις ἐποιεῖτο τὰ τῶν προσερχομένων βαπτίσματα, καὶ καθ᾿ ὃν καιρὸν ἐν ταῖς ἑορταῖς τῇ θεία λειτουργία, τὸ, ο Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθη τε, ο ψάλλομεν, καὶ μάλιστα δὴ τῷ μεγάλῳ Σ 66 τῳ πρὸ τῆς θείας ἱερουργίας, τῶν πολλῶν ἀναγινωσκομένων ἀναγνωσμάτων ἀπὸ τῶν θείων προφητῶν. Ἐπειδὴ τὸ ἱερώτατον βάπτισμα καὶ ἀναγέννησί; ἐστι, καὶ ἀνάπλασις, κάθαρσίς τε καὶ φωτισμός κα υἱοθεσία, καὶ χάρισμα καὶ ἁγιασμὸς, καὶ μυρία ὅσα φασὶν οἱ Πατέρες. Τυποῖ δὲ ἐξαιρέτως τὸν θάνατον τοῦ Χριστοῦ, καὶ τὴν τριήμερον ἔγερσιν. Ο δὴ καὶ ὁ καιρὸς ἐκεῖνος καθαρώτερον παριστᾷ. Ἀπὸ γὰρ τοῦ θανάτου τοῦ Χριστοῦ καὶ τῆς τριημέρου ταφῆς καὶ τῆς ἀναστάσεως τὴν ἀθανασίαν καὶ ἀφθαρσίαν ἐλάβομεν, καὶ τὴν μέλλουσαν ἐκείνην ἐλπίζομεν ἀνάστασίν τε καὶ ἀνακαίνισιν, καὶ ζωὴν τὴν αἰών νιον, ἦς γέγονε Χριστὸς ἀπαρχή, δ᾽ μόνο; ὢν ἀνα μάρτητος, παθὼν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ὁ μὴ ὀφείλων ἀποθανεῖν, ὡ; μὴ ἁμαρτήσας όλως, ὑπὲρ ἡμῶν ἀποθανών. Η γὰρ ἁμαρτία τοῦ θανάτου ἐστὶ τὸ κέντρον, ὡς Ησαΐα; καὶ Παῦλος λέγουσιν, ῆται ἡ ἀρχὴ καὶ ρίζα και πρόξενος. Αὐτὸς δὲ ὁ Χριστὸς μὴ πεποιηκὼς ἁμαρτίαν, καὶ μὴ ὀφείλων ἀποθανεῖν, ἀπέθανε δι' ἡμᾶς· καὶ διὰ τοῦτο καταργήσας τὸν θάνατον, ἐξεγήγερται, καὶ τὰ ἡμέτερα πάθη καὶ τὴν κατάκρισιν ἔλυσε, παθὼν ὁ ἀπαθὴς δι' ἑαυτοῦ· γενόμενός τε ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, εἰς τοὺς οὐρανοὺς ἀνελήφθη. Καὶ οἱ ἐνδεδυμένοι
col. 223–224page 25 of 31
PG 155:223Α' ἡμεῖς αὐτὸν τῷ βαπτίσματι, ἀπ᾿ οὐρανοῦ αὐτὸν ἐπ Ο Ο ο οι δεχόμεθα· ὅτι καὶ ἀναστήσει ἡμᾶς, καὶ τὴν ἀφθαρ σταν τελέως χορηγήσει, ἧς τοὺς ἀρραβῶνας νῦν δεξ τοῦ βαπτίσματος δέδωκεν. Όμως καὶ ἐν παντὶ και ρῷ ἀναγκαῖόν ἐστι βαπτίζειν, μή ποτέ τι κώλυμα γένηται, καί τις ἀπέλθῃ ἀμύητος, τουτέστι χωρίς βαπτίσματος. Καὶ πλείστη ἐκ τούτου ἔσται ζημία. Ο γὰρ μὴ βαπτισθεὶς οὐ σωθήσεται. Δέον δὲ ὅσον εγχωρεῖ ποιεῖν τὰ βαπτίσματα μετά λαμπρότητας τε καὶ εὐλαβείας. Τον Ιερέα τε χρή προσεκτικὴν καὶ νηφάλιον εἶναι. Τοῦ Θεοῦ γὰρ τὸ μέγιστον ἔργον διενεργεί, τὴν τῶν ἀνθρώπων ἀνάπλασιν. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον Ελθωμεν. Τοῦ ἀρχιερέως προηγουμένου, προσάγει την βαπτιζόμενον ὁ ἀνάδοχος τῇ Ιερα κολυμβήθρα· ὁ ἐγγυώμενος τὸν ἑκουσίως προσερχόμενον. Καὶ ἵσταται ὁ ἀρχιερεὺς, τὸν Χρι στὸν αὐτὸν ἐκτυπῶν, τὴν αὐτοῦ δύναμιν ἔχων. Καὶ πληρούται ἡ κολυμβήθρα ύδατος, τὸν Ἰορδάνην τυ ποῦσα. Καὶ ἀνάπτονται φῶτα, τὸν φωτισμὸν δηλοῦν τα τοῦ Πνεύματος· καὶ ὅτι ὁ βαπτιζόμενος ἐκ τοῦ σκότους έρχεται πρὸς τὸ φῶς, καὶ υἱὸς φωτὸς ἤδη γίνεται. Θυμιᾷ τε κύκλῳ τὴν κολυμβήθραν ὁ ἀρχιερεὺς, τὴν εὐωδίαν καὶ ἁγιωσύνην δηλῶν τοῦ Πνεύ ματος, τοῦ πᾶσαν δυσωδίαν ἁμαρτημάτων ἐκπλύ-. νοντο. 61 "Αγιον γὰρ τὸ Πνεῦμα. Εἶτα εὐλογεῖ καὶ ὑμνεῖ τὴν βασιλείαν τῆς ἁγίας Τριάδος του μένου Θεοῦ ὁ ἀρχιερεύς. Μόνη γὰρ αὕτη βασιλεύει· καὶ ἔτι νῦν ἐβασίλευσεν, ἐκ τοῦ πονηροῦ ῥυσαμένη τὸν ἄρτι ἀναγεννώμενον. Εἶτα λεγομένων τῶν εἰρηνικῶν προσευχῶν καὶ αἰτήσεων παρὰ τοῦ διακόνου, καὶ τοῦ λαοῦ τὸ, ο Κύριε, ἐλέησον, ο ἐκβοῶντος· ὄντως γὰρ ἐκεῖσε τὸ τοῦ Θεοῦ μέγα ἐπιβραβεύεται έλεος, υἱοθετουμένου τοῦ πρὶν ἐχθροῦ τε καὶ ἀναγούς, ὁ ἀρχιερεὺς εἰ; ἑαυτὸν εἴχεται ὑπὲρ ἑαυτοῦ, ζητῶν ἐκ Θεοῦ κάθαρσίν τε καὶ ἱλασμὸν εὑρεῖν, ἵνα μὴ άλλους καθαίρων, αὐτὸς μεμολυσμένος ταῖς ἁμαρ τίαις εὑρεθῇ. Καὶ ἰσχὺν ἐξαιτεῖται καὶ χάριν, καλῶς τε καὶ ὡς πρέπον ἐστὶν ἐξυπηρετῆσαι τῷ μυστηρίῳ. Μέγα γὰρ τὸ μυστήριον, ἀγγέλων περιισταμένων, Χριστού μορφουμένου τοῖς ὕδασι, Πνεύματος ἁγίου ἐπιφοιτῶντος, καὶ τοῦ βαπτιζομένου ἀπὸ ῥερυπωμέν νου καὶ ἁμαρτωλοῦ καὶ ἀκαθάρτου καὶ ἐχθροῦ καὶ φθαρτοῦ ἁγίου γινομένου και καθαροῦ καὶ υἱοῦ Θεοῦ καὶ ἀφθάρτου. Ο τῆς μεγάλης χάριτος! & τῆς δωρεᾶς τοῦ Θεοῦ! ὢ τῆς πρὸς ἡμᾶς εὐεργεσίας καὶ χάριτος! Διὸ καὶ πληρωθεισῶν τῶν αἰτήσεων, ἐξαναστὰς ὁ ἀρχιερεὺς ἀπὸ τῆς εὐχῆς, ὁ Μέγας εἶ, Κύριε, ἐκβοᾷ, καὶ θαυμαστὰ τὰ ἔργα σου, Καὶ τοῦτο ανακράζει τρίς, τὸ τρισσὸν ἀνυμνῶν τῆς Θεότητος, καὶ μεγαλύνων τὸν εὐεργέτην. Εἶτα πρὸς τὸν σαρ κωθέντα ὑπὲρ ἡμῶν Υἱὸν τοῦ Θεοῦ τὴν εὐχὴν ἀνα φέρων, καὶ τὰ ἀπαρχῆς τούτου πάντα καταλέγων θαυμάσια, τέλος καὶ τὴν σάρκωσιν εἰς ὑπόμνησιν ἄγει τούτου τὴν ἐκ Παρθένου ἐν Πνεύματι, καὶ τὸ βάπτισμα ἐν τῷ Ἰορδάνῃ, δι' οὗ ἡμᾶς ἀνέπλασε, συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδα τος, ὡς ὁ Προφήτης φησίν.. "Οθεν καὶ παρεῖναι απο τὸν ἐκδυσωπεῖ διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύ ματος, καὶ ἁγιάσαι τὸ ὕδωρ. Αχώριστος γὰρ ὁ Υ
col. 225–226page 26 of 31
PG 155:225τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, καὶ κοινὴ ἡ χάρις Δ. αὐτοῖς. Καὶ σφραγίζει τρὶς τῇ χειρὶ σταυροειδῶ; τὸ ὕδωρ, τὸν Χριστὸν ἐντυπῶν αὐτῷ. Καὶ ποιῆσαι. αὐτὸ εὔχεται ἀφθαρσίας πηγὴν, καὶ τὰ λοιπά. Εἶτα μετ' ὀλίγον πάλιν ἔμφυσῷ τῷ ὕδατι τρίτον, τὴν θείαν χάριν αὐτῷ δαψιλέστερον ἐντιθεὶς, μιμούμενος τὸν Χριστόν, καὶ τὸ, «Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος, ο διὰ τὸ βάπτισμα, εξαρχής είναι μαρ τυρῶν. Καὶ σφραγίζει αὐτὸ πάλιν τῇ χειρὶ σταυρών ἐκτυπῶν, καί φησι, ο Συντριβήνωσαν ὑπὸ τὴν ση μείωσιν τοῦ τύπου τοῦ σταυροῦ σου πᾶσαι αἱ έναν τία: δυνάμεις.» Καὶ τὰ λοιπὰ δὲ λέγει, ὥστε πνευ ματικὸν εἶναι τὸ ὕδωρ καὶ ἅγιον, καὶ μηδὲν ὑπο κρυβῆναι τούτῳ τοῦ πονηροῦ, ἀλλὰ μᾶλλον ἐναντίον αὐτῷ καὶ διωκτήριον εἶναι τοῦτο, καὶ ἀναπλάττειν καὶ ἁγιάζειν καὶ υἱοθετεῖν τοὺς βαπτιζομένους ἐν τούτῳ δυνάμενον, καὶ φωτός τέκνα ποιεῖν. Ούτως οὖν ἐπευξάμενος, καὶ εἰρήνην δου;, δ; ἐστιν Ἰησοῦς Χριστό;, πάρεστι γὰρ ἐκεῖσε ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη Χριστὸς, καὶ ἀντιλαβὼν τὴν εἰρήνην ὁ Ιεράρχης, καὶ κλίνας τὴν κεφαλήν, καθ' ἑαυτὸν πάλιν εὔχεται, ἐν ἡσυχία, τὸν εἰρηνικὸν καὶ ἡσύχιον καὶ πανταχοῦ προσκαλούμενος Ἰησοῦν, «Σύ, λέ γων, ὁ ἐν Ἰορδάνῃ παραγενόμενος καὶ ἁγιάσας τὰ ὕδατα, δέξαι καὶ ἡμᾶς δουλικώς σοι προσπίπτοντας καὶ ἁγίασον ταῦτα τὰ ὕδατα καὶ ἡμᾶς· καὶ γενέσθωσαν ἡμῖν· εἰς ὀγείαν ψυχῆς τε καὶ σώματος.» Καὶ ἀναστάς, δεικνύς ὅτι πεσόντας ἡμᾶς Χριστὸς ἀνήγειρεν, ἀνυμνεῖ, ἐκφωνήσας τοῦτον ὡς πάντων ἁγιασμόν. Τότε τοίνυν πλήρης ή κολυμβη Ορα τοῦ Πνεύματος, καὶ ἅγιον τὸ ὕδωρ, καὶ τὸν Χριστὸν φέρον ἀοράτως ἐν ἑαυτῷ. Ἐπεὶ δὲ καὶ τὴν τύπον τοῦ θείου ἐλέους παρεῖναι δεῖ, καὶ ἅγιον ἔλαιον ἐνεργεῖται. Τὸ μὲν γὰρ ὕδωρ σημαίνει τὴν Εκπλυσίν τε καὶ κάθαρσιν, καὶ ἤδη ἡγίασται· τὸ ἔλαιον δὲ τὸ θεῖον ἔλεος δείκνυσι, καὶ τὸ ἱλαρὸν αὐτοῦ τῆς χρηστότητος. Ὁ δὲ καὶ τοῖς τετραυματισμένοις παρὰ τοῦ κοινοῦ ἐχθροῦ καὶ μωλωπισθεῖσι παρέχεται, ὡς ἐν τοῖς Εὐαγγελίοις φησὶ 82 Χριστός. Τοῦτο καὶ ἐπὶ τοῦ Νῶς ἐδείχθη. Περιστερὰ γὰρ ἦλθε τοῖ; εἰς τὸ ὕδωρ ἔτι οὔτι μετὰ τῆς κιβωτού, κάρφος ἐλαίας τῷ στόματι φέρουσα. Καὶ τὸ μὲν ὕδωρ τὸ βάπτισμα προτύπου, ή περιστερὰ δὲ τὸ Πνεῦμα τὸ ἅγιον· τὸ κάρφος δὲ τῆς ἐλαίας δ ἐν τῷ στόματι ἔφερεν, εἰς δείγμα τοῦ ἐλέους ἦν, καὶ τῆς ἀπείρου τοῦ Θεοῦ χρηστότητος. Οθεν καὶ ὧδε ἐν τῷ βαπτίσματι ἔλαιον προσάγεται ἅγιον. 'Αγιάζεται δὲ οὕτως· προσάγεται· δι' ἀγγείου τινὸς καθα ροῦ τῷ ἀρχιερεῖ, ἢ τῷ ἱερεῖ, εἰ μὴ πάρεστιν ὁ ἀρχιερεύς· καὶ ἐμφυσᾷ τούτῳ. Καὶ στραγίζει τρίτον Τύπερ σταυροῦ τῇ χειρὶ, τῷ μὲν ἐμφυσήματι τὴν χάριν τοῦ Πνεύματος δηλῶν, ἣν ἔλαβεν ἀπὸ τοῦ Χριστοῦ τῷ ἐν τοῖς ἀποστόλοις θείῳ ἐμφυσήματι ὁ ἀρχιερεὺς τῷ σταυρῷ δὲ τυπῶν αὐτὸν τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, ὃς διὰ τοῦ σταυροῦ τὴν σωτηρίαν ἡμῖν ἐτέλεσε. Διὸ καὶ τελειοποιὸς αὐτὸς ὁ στα ρός, καὶ χωρὶς σταυροῦ οὐδὲν τελεῖται τῶν θείων. Εἶτα κλίνας τὴν κεφαλὴν, ἐπεύχεται ἁγιασθῆναι τὸ ἔλαιον τῷ ἁγίῳ Πνεύματι, ὑπ' αὐτοῦ τοῦ καὶ ἐπὶ Νῶς τὸ κάρφος τῆς ἐλαίας διὰ περιστερᾶς ἀποστείλαντος, καὶ ἐν τῷ νόμῳ τοῦτο δεδωκότος τὸ ἔλαιον, καὶ τοῖς ἀποστόλοις παρεσχηκότος. Τελέσας δὲ τὴν εὐχὴν, καὶ εὐχαριστήσας, εγχέει πρῶτον τῷ ὕδατι σταυροειδῶς τὸ ἁγιασθὲν ἅγιον τρὶς, τὸ πολυύμνητον ξόδων ᾆσμα, τὸ 'Αλληλούϊα. ΚΕΦΑΛ. ΕΓ. Τί σημαίνει τὸ ᾿Αλληλούϊα. Τοῦτο δὲ τὸ ᾆσμα, τὸ Ἀλληλούια, οι εμπνεόμενοι τῷ ἁγίῳ Πνεύματι ἔλεγον προφῆται. Ο δὴ ἐπιδημίαν Θεοῦ σημαίνει, καὶ τὸ, ο Ερχεται ὁ Θεὸς, καὶ τοῦτον αἰνεῖτε, ο προφητικώς τεθὲν καὶ ἀδόμενον, διὰ τὸ μέλλειν τὸν Κύριον ἔρχεσθαι, καὶ κατὰ τὴν πρώτην αὐτοῦ καὶ τὴν δευτέραν παρουσίαν, καὶ τὴν χάριν αὐτοῦ ἀεὶ ἀποστέλλειν ἐν ἡμῖν ἐν ἁγίῳ Πνεύ ματι. Διὸ καὶ ἀεὶ τὸ ᾆσμα τοῦτο ἡ Ἐκκλησία μελῶν δεῖ, τὸν Χριστὸν λαβοῦσα, καὶ ἐξ οὐρανοῦ τοῦτο ἐκδεχομένη, ὡς εἰρήκαμεν. Ο μὲν οὖν θεῖος Διονυ σις ἐν τῇ ἱερᾷ κολυμβήθρα μύρον ἐγχέεσθα
col. 227–228page 27 of 31
PG 155:227λέγει· νῦν δὲ τοῦτο ἐγχεῖται τὸ ἔλαιον, προοί μον δν τοῦ μύρου· τὸ μύρον δὲ ὕστερον. Εστε δὲ λογίσασθαι καὶ τὸν ἱερὸν Διονύσιον, τοῦτο τὸ ἔλαιον ὡς προοίμιον τοῦ μύρου μύρον καλεῖν, ὡς διὰ τούτου μὲν τοῦ βαπτιζομένου ἀπαρχὴν λαμ βάνοντος τοῦ ἁγιασμοῦ, καὶ πρὸς τοὺς θείους ἀγώ νας ἀλειφομένου, ὕστερον δὲ ἐνισχυομένου τελείως καὶ τελειουμένου καὶ σφραγιζομένου τῷ τελεωτάτῳ μύρῳ τῆς χάριτος. Διὸ καὶ τῶν δύο τούτων ἐν τῷ βαπτίσματι μέμνηται. Ο δὲ ἀρχιερεὺς μετὰ τὰ ἁγιάσαι τὸ ἔλαιον τὸν βαπτισθέντα τελειοί. 'Αλλά καὶ τίς ἦν χρεία τὸν βαπτιζόμενον ὕστερον μύρῳ χρίεσθαι, εἰ ἐν τῷ βαπτίσματι ἦν τὸ μύρον; Ἐκ τούτου οὖν τοῦ ἐλαίου χρίει πρῶτον αὐτὸς τὸν ἤδη μέλλοντα βαπτισθῆναι, ο Χρίεται, λέγων, ὁ δεἶνα ἔλαιον ἀγαλλιάσεως εἰς τὸ ὄνομα τῆς Τριάδος.» Η ἀγαλλίασις δὲ ὑπάρχει τοῦ Πνεύματος, σώζοντος ἡμᾶς ἀγαθῶς τε καὶ ἱλαρῶς. «Απόδος μοι γὰρ τήν ἀγαλλίασιν τοῦ Σωτηρίου σου, ο Δαβίδ ἀναβος, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Εἶτα ἀπὸ κει φαλῆς ὑπό τινος διακόνου ἢ ὑπηρέτου ὅλον τὸ σῶμα χρίεται. Πρὸς γὰρ τοὺς θείους ἀγῶνας ὁλοτελῶς εὐτρεπίζεται. Οὐδὲ γὰρ ἵνα ἀναπεπτωκώς ᾖ, προσ ἦλθεν, ἀλλ᾽ ἵνα μιμῆται τὸν Χριστόν, ὃν ἐνδύεται, καὶ κατὰ τοῦ πονηροῦ παλαίῃ τε καὶ ἀνδρίζηται. Καὶ οἱ ἀγωνιζόμενοι δὲ τῇ σαρκὶ ἐλαίῳ πάλαι ἠλείφον το. Τότε οὖν εἰσάγεται γυμνός ὅλος εἰς τὸ ὕδωρ, καθὰ καὶ γεγέννηται, καὶ καθὰ πρῶτον πέπλασται. ᾿Αλλὰ πρῶτον μὲν εἶχε τὴν θείαν ἐκείνην στολήν, καὶ γυμνὸς ὢν, οὐκ ᾐσχύνετο· νῦν δὲ γυμνὸς γενη θεὶς, ἀπὸ τῆς σαρκὸς φέρει τὰ τῆς αἰσχύνης τῆς παραβάσεως. Πλὴν εἰσελθὼν τὸ ὕδωρ τὸ ἅγιον, τὴν μὲν αἰσχύνην ἀπορρίπτει τῆς ἁμαρτίας τῆς ἀφθαρσίας δὲ τὴν δόξαν ἀπολαμβάνει 83 τε καὶ τὸ ἔνδυμα. Λαβόμενος γὰρ αὐτοῦ ὁ ἱεράρχης ἢ ὁ ἱερεὺς τῆς κεφαλῆς ἐν ᾗ τὰ αἰσθητήρια πάντα καὶ τὸ ἡγεμονικὸν ἐνεργεῖ, καὶ καταδύσας εἰς τὸ ὕδωρ ἅπαξ, ἀνα βοᾷ, ο Βαπτίζεται ὁ δοῦλος τοῦ Θεοῦ ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρός, ο Καὶ εὐθὺς ἀναδύει τοῦτον. Εἶτα καταδύει πάλιν λέγων, ο Καὶ τοῦ Υἱοῦ. Καὶ πάλιν ἀναδύει. Καὶ ἐκ τρίτου καταδύσας, φησί, ο Καὶ τοῦ ἁγίου Πνεύματος. • Καὶ οὕτως ἀνάγει τοῦτον τετε λεσμένον τῷ θειοτάτῳ βαπτίσματι, ἅμα μὲν καὶ διὰ τῆς ἁγίας Τριάδος αὐτὸν ἀναπλάττων καὶ τε λειῶν, καὶ τὰς τρεῖς ὑποστάσεις: ἀνακηρύττων ἐν μιᾷ τῇ Θεότητι, εἰς τὸ ὄνομα λέγων, ο δηλοῖ τὸ μου ναδικὸν τῆς θεότητος, εἶτα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, όπερ ἡ ὁμολογία ἐστὶ τῶν τριῶν θείων αδιαιρέτων καὶ ἀσυγχύτων προσώπων, ἅμα δὲ διὰ τῶν τριῶν καταδύσεων τε καὶ ἀναδύσεων τὴν τριήμερον ταφὴν καὶ τὴν ἀνά στασιν αινιττόμενος τοῦ ὑπὲρ ἡμῶν σαρκὶ σταυρωθέντος καὶ ἀναστάντος. ΚΕΦΑΛ. ΕΔ'. *Οτι τό, ο Βαπτίζεται ὁ δοῦλος τοῦ Θεοῦ, ν του, Βαπτίζω ἐγὼ τὸν δοῦλον τοῦ Θεοῦ, διαφέρει. Βαπτίζεται δὲ, φησί, καὶ οὐ, Βαπτίζω ἐγώ, ὡς οἱ Λατίνοι κάν τούτῳ καινοτομοῦντες, τὸ ἐκούσιον τοῦ βαπτιζομένου μαρτυρῶν ὁ ἀρχιερεύς. Τὸ γάρ, Βαπτίζω ἐγώ, οὐκ ἐμφαίνει τὸ ἑκουσίως βαπτίζεσθαι τὸν φωτιζόμενον. Ενδεχόμενον γὰρ καὶ κατὰ δυνατ στείαν τινά, καὶ παρὰ γνώμην, καὶ αὐτὸν βαπτίζειν
col. 229–230page 28 of 31
PG 155:229ἀφ' ἑαυτοῦ τὴν βαπτίζοντα μόνον. Τὸ δὲ, Βαπτί ο ζεται,» καὶ τὸ ἔκουσίως σημαίνει, καὶ παρ' ἐμοῦ τοῦ ἀρχιερέως ἢ ἱερέως, καὶ τὸ ἔργον ήδη ποιοῦντος καὶ τοῦ ἐν Τριάδι μόνου Θεού, οὗ καὶ τὸ ὄνομα τῷ βαπτιζομένῳ τρανῶς ἐπιλέγεται. Οὕτως οὖν ἀναγεννηθεὶς ὁ βαπτισθείς, ἐξέρχεται καινὸς ὅλος καὶ πεφωτισμένος καὶ Υἱὸς Θεοῦ τῆς ἱερᾶς κολυμβήθρας τῆς μητρὸς ἡμῶν τῆς πνευματικῆς, τῆς ἀντὶ τῆς παρθενικῆς καθαρᾶς καὶ ἁγίας μήτρας. Ως γὰρ ὁ Χριστὸς ἀπὸ τῆς Παρθένου, ἵνα τὸν φερυπωμένον καθάρῃ τόκον, καὶ ἡμεῖς ἀπὸ τῆς ἁγνῆς κολυμβήθρας, καὶ ὡς ἐκεῖ αἷμα καθαρὸν καὶ γαστῆς ἁγία τῆς Παρθένου ἐν ἁγίῳ Πνεύματι τὴν τοῦ λόγου ε!ρ γάσατο σάρκωσιν, καὶ ἐν ἡμῖν ὕδωρ καθαρὸν τῆς κολυμβήθρας καὶ Πνεῦμα θεῖον τὴν καθαρὸν ἀνα γέννησιν ἐξετέλεσε. Πλὴν ὥσπερ ἐκεῖσε ἐν τῷ τοῦ Σωτῆρος βαπτίσματι καὶ Πνεύματος κάθοδος ἦν, ἵνα δείξῃ ὅλον τὸ πλήρωμα ἐν τῷ σαρκωθέντι σωματικώς τῆς θεότητος, καὶ ἐν ἡμῖν τὸ χρίσμα τοῦ μύρου μετὰ τὸ βάπτισμα, ἵνα καὶ ἡμεῖς λάβωμεν τὴν χά ριν τοῦ Πνεύματος. «Ἐκ τοῦ πληρώματος αὐτοῦ γάρ, φησὶ, καὶ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.» ΚΕΦΑΛ. ΞΕ. Τι παρέχει τῷ βαπτιζομένῳ τὸ χρίσμα, ἤτοι τὸ μύρον. Διὸ καὶ τῷ θείῳ τοῦτον παρευθύς χρίει μύρω, ὅπερ οὐκ ἔλαιον μόνον ἐστὶν, ἀλλὰ καὶ ἐκ πλείστων ἄλλων εἰδῶν εὐόσμων συγκείμενον, παριστάνον καὶ ἐν συμβόλοις τὰ πολυδύναμον, καὶ τὸ τῶν ἐνεργειῶν ποικίλον τε καὶ πολυειδὲς τῶν χαρισμάτων τοῦ Πνεύ ματος, καὶ τῆς αὐτοῦ ἁγιωσύνης τὸ εὔοσμον. Δίδο ται οὖν τοῦτο ἡμῖν, καὶ ὡς σφραγὶς Χριστοῦ καὶ σημεῖον, ἐπεὶ καὶ Χριστὸς δι' αὐτὸ τοῦτο κατονομά-. ζεται, ὅτι τὴν τοῦ Πνεύματος ὅλην δύναμιν καὶ σω ματικῶς εἶχεν ἐν ἑαυτῷ παρὰ τοῦ Πατρός. Καὶ Ησαΐας τοῦτό φησι, ο Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ είνεκεν έχρισέ με.» Καὶ ἡμεῖς δὲ ἐξ αὐτοῦ τὴν χά ριν λαβόντες ἐν τῷ μύρῳ, Χριστιανοί καλούμεθα, καὶ χριστοὶ Κυρίου ἐσμέν· οὐ γὰρ ἀπαξ: ο! κατ' αὐτὸν καλεῖσθαι ἡμᾶς· ὅτι καὶ υἱοὺς Θεοῦ θέσει καλεῖ ὁ κατὰ φύσιν Υἱὸς καὶ θεοὺς κατὰ χάριν ὁ φύσει, καὶ Χριστοὺς ἐν τῇ χάριτι ὁ κατὰ φύσιν ἔχων τὴν χάριν ἐν ἑαυτῷ ὡς τοῦ Θεοῦ Πατρὸς Λόγος καὶ ἀδιαίρετος ὢν τῷ Πνεύματι. Χρίων οὖν τὸν βαπτισθέντα ήδη ὁ ἀρχιερεὺς οὕτω φησί· ο Σφραγίς δωρεάς Πνεύμαη τος ἁγίου. Αμήν.» Ἐκ τούτου δηλῶν, ὡς σημεῖον ἐστι τοῦ Χριστοῦ τὸ χρίσμα, ἐπεὶ καὶ σταυροτύπως χρίεται ὁ χριόμενος, καὶ τὴν δωρεάν χορηγεῖ τοῦ Αγίου Πνεύματος. Ότι δυνάμει πᾶς βαπτισθεὶς καὶ χρισθεὶς ἐν ἑαυτῷ ἔχει τὰ θεῖα χαρίσματα, κατὰ καιρὸν ἀποκαλυπτόμενα, πλὴν τῆς ἱερωσύνης. Δυνάμει γὰρ ὁ βαπτισθεὶς καὶ χρισθεὶς ἐν ἑαυτῷ Έχει τὰ θεῖα χαρίσματα· καὶ ἀναλόγως ἀποκαλύπτεται τούτῳ ταῦτα κατὰ καιρὸν, καθόσον ἑαυτὸν ἐκκα θάρῃ, καὶ καθόσον ἄξιον ἑαυτὸν τοῦ ἐνεργεῖν ταῦτα ἐν αὐτῷ ἀποδείξῃ, πλὴν τῆς θείας μόνης ἱερωσύνης. Δύση γὰρ ὡς δῶρον ἴδιον, καὶ μόνον ἔργον Θεοῦ, τῇ
col. 231–232page 29 of 31
PG 155:231χειροτονία χαρίζεται. Καὶ οὐδεὶς ἐνεργήσει τι τῶν ἱερῶν, εἰ καὶ σημειοφόρος, χωρίς τῆς χειροτονίας. Τάματα δὲ ποιεῖν καὶ προφητεύειν καὶ καθαρεύειν σώματί τε καὶ λογισμοῖς, καὶ ἀληθῶς παρθενεύειν, καὶ προσεύχεσθαι διηνεκώς τε καὶ ἀῤῥεμβάσεως, καὶ πρὸς ἀγάπην θείαν θερμαίνεσθαι καὶ κινεῖσθαι, καὶ θείων ἐλλάμψεων ἀξιοῦσθαι, καὶ ἀποκαλύψεω ἱερῶν καὶ μυστηρίων καὶ θεωριῶν οὐρανίων, καὶ τῶν τοιούτων, καὶ κατ᾿ ἀγγέλους σχεδόν γενέσθαι, ὡς καὶ πλεῖστοι γεγόνασι, καὶ τῆς χειροτονίας χωρίς. πολλοὶ διὰ τῆς χάριτος ἀπὸ τοῦ βαπτίσματος και τοῦ μύρου, δύναμιν ἔσχον τυχεῖν, καὶ τυγχάνουσι, καὶ τῶν τοιούτων καταξιοῦνται. Καὶ ταῦτα μὲν περὶ τούτου. Πρὸ δέ γε τοῦ χρίσματος μετὰ τὸ βά πτισμα ὁ ἀρχιερεὺς, ἐνδυομένου τοῦ βαπτιζομένου χιτῶνα, δς εὐλογεῖται παρ' αὐτοῦ, τὰ τῆς εὐχαριστίας πρὸς Θεὸν ἀναφέρει, ἀνυμνῶν αὐτὸν ὑπὲρ τῆς σωτηρίας τοῦ ἀναγεννηθέντος τῷ ὕδατι καὶ τῷ Πνεύματι. Εἶτα καὶ τοῦ χρίσματος ἀξιωθῆναι ἐκδυσε ωπεί, καὶ τῆς δωρεάς δι' αὐτοῦ καὶ τῆς ἁγιωσύνης τοῦ θείου Πνεύματος. "Αγ.ος γὰρ ἀναδείκνυται καὶ εσφραγισμένος Χριστῷ, καὶ ἐπιγνωστὸς τοῖς ἀγγέ λοις τῷ θείῳ μύρῳ, καὶ τοῖς ἐχθροῖς οὐχ ἀλώσιμος, εἰ μόνον γρηγορῶν εἴη. Καὶ τῆς κοινωνίας δὲ τοῦτον τῶν μυστηρίων ἐπιτυχεῖν ἐξαιτεῖται, καὶ μὴ τέκνον ἔτι σώματος εἶναι, ἀλλὰ τέκνον τῆς τοῦ Θεοῦ βασι λείας. ᾽ ΚΕΦΑΛ. ΙΖ'. Διατί ἡ κουρὰ ἐν τοῖς βαπτιζομένοις τελεῖται, καὶ τὸ ἔνδυμα τοῦ κουκουλίου καὶ τοῦ ἀνα βόλου. Μετὰ τὸ χρίσμα, το πανάγιόν φημι μύρον, χαίρει τὰς τῆς κεφαλῆς αὐτοῦ σταυροειδώς τρίχας, ἅμα μὲν καὶ διὰ τὸ κεφαλὴν ἔχειν τὸν Χριστὸν, καὶ ἀπερικαλύπτως ὀφείλειν προσεύχεσθαι, ὡς καὶ ὁ Παῦλος διδάσκει, ἅμα δὲ καὶ ὡς σφραγίδα τινα τοῦτο ποιῶν, τὴν κουράν, ἐπεὶ καὶ σταυροειδῶς τοῦτον κείρει, ἵνα καὶ πᾶν περιστὸν τῶν ἐννοιῶν ἀποῤῥίπτῃ. Διὰ δὴ καὶ οἱ μοναχοὶ ἀποκείρονται. Καὶ πᾶς πιστὸς τὰ περιττὰ καὶ μὴ τοσοῦτον εἰς χρήσιν παραιτείσθαι ὀφείλει. Ἔτι δὲ καὶ ὡς ἀπαρχὴ καὶ θυσία τοῦ ἀν θρωπείου σώματος ἀπὸ τοῦ βαπτισθέντος αἱ τρίχες Χριστῷ προσφέρονται. Τοῦ γὰρ ὅλου σώματος ὡς ἀναθυμίασις εἰσι. Διὸ καὶ ὁ ἱεράρχης ταύτας λαβών, οὐχ ὡς ἔτυχε ρίπτει, ἀλλ᾽ ἐν τόπῳ ἱερῷ τίθησιν. Οὕτω μὲν οὖν ἐνδυσάμενος χιτῶνα ὁ βαπτισθεὶς, καὶ χρισθεῖς, καὶ ἀποχαρείς, καὶ κουκούλιον ἐν τῇ κε φαλῇ λαβών, δ δὴ καὶ περικεφαλαία καλεῖται, καὶ τὸ μὲν διὰ τὴν ἀκακίαν καὶ τὸ νηπιώδες ἔτι καὶ και θαρὸν, τὸ δὲ εἰς σκέπην τὴν ἀπὸ τοῦ Θεοῦ καὶ φυ λαχὴν τῶν αἰσθητηρίων, αἱ πλεῖσται γὰρ αἰσθήσεις καθίρονται ἐν τῇ κεφαλῇ, εἶτα καὶ χιτῶνα λευκὸν ἐπάνω φορέσας, δ καὶ ἀναβόλιον λέγεται, εἰς τύπον τοῦ θείου φωτός, καὶ τῆς ἀγγελικῆς 15 καθαρότητος, υἱὸς γὰρ φωτὸς ὁ βαπτισθείς, καὶ ὅλος ἄσπιλός τε καὶ καθαρὸς ἀπεδείχθη, οὕτω τελεσθείς, ίσταται. Εἰ μὲν ἐν ἡλικίᾳ ἐστὶ λαμπαδηφοροῦντο; αὐτοῦ εἰς ένδειξίν τε καὶ δόξαν τοῦ θειοτάτου φωτός· εἰ δὲ γε βρέφος, λαμπαδηφοροῦντος τοῦ ἀναδόχου χάριν αυτ
col. 233–234page 30 of 31
PG 155:233τοῦ, οἱ μὲν τῆς ἐκκλησίας ὑμνῳδοί, τ), ο Οσο: εἰς Χριστὸν ἐβαπτίσθητε, ο ᾄδουσιν· ὁ ἀρχιερεὺς δὲ ἔτι καὶ τάς λοιπὰς τῶν εὐχῶν τετελεκώς, όπως τῷ βαπτισθέντι τὰ τοῦ βαπτίσματος διαμείνῃ ἀμόλυντα, καὶ τὰ τῆς σφραγίδος ἀνεξάλειπτα, καὶ τὰ τῆς κοι ρᾶς γένηται εἰς ἀσφάλειαν τῶν αἰσθητηρίων, καὶ πλείω ἕτερα εἰς σωτηρίαν ἐπευξάμενος, και δοξολο γήσας τὸν Θεόν, λαμβάνει χαίρων τὸν βαπτισθέντα πάλιν ἐκ τῆς χειρὸς τοῦ ἀναδόχου συνεπομένου. Καὶ χορείαν ποιήσας, ὡς τοῖς ἀγγέλοις συγχορεύων καὶ συνδόμενος, τρὶς τὴν κολυμβήθραν κυκλοῖ, ἐπὶ τῇ πνευματικῇ μητρὶ χαίρων, καὶ ἐπὶ τῷ γεγεννημένῳ Πνεύματι θείῳ ἐξ αὐτῆς. Καὶ τὸ, «Ὅσοι εἰς Χρισ στὸν ἐβαπτίσθητε, ο σὺν τοῖς ᾄδουσι μελῳδεῖ. Είτα τὸ ο Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, ο καὶ τὰ ἑξῆς τοῦ Ψαλμοῦ τῶν ὑμνῳδῶν λεγόντων, αὐτὸς τὸν βαπτισθέντα προπορευόμενος, τοῦ θυσιαστηρίου ἔμπροσθεν φέρει, κἀκεῖ τῆς κοινωνίας αὐτῷ τῆς φριχτής μεταδίδωσι. ΚΕΦΑΛ. ΣΗ. Οτι τὸ τέλος τοῦ βαπτίσματος καὶ τοῦ μύρου, ἡ κοινωνία των μυστηρίων. Τοῦτο γὰρ καὶ τὸ τέλος τοῦ μυστηρίου παντός, ἵνα τῆς πλάνης ἀπαλλαγέντες καὶ τοῦ ῥύπου τῆς ἁμαρτίας, καθαροί τε γεγενημένοι καὶ ἐσφραγισμέναι Χριστῷ ἐν ἁγίῳ Πνεύματι, τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ τοῦ Χριστοῦ κοινωνήσωμεν, καὶ ἄκρως ἑνωθῶμεν αὐτῷ. Τοῦτο γὰρ ὁ καὶ διὰ τοῦ Προφήτου φησίν·· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπι ριπατήσω· ο καὶ ὅπερ αὐτὸς ηύξατο πρὸς τὸν Πα τέρα, λέγων, ο Ινα ὦσιν ἐν καθὼς ἡμεῖς, ο καὶ τὸ, Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας. Ἐπειδὴ ἄχρι τότε διὰ τῶν μυστηρίων καὶ ἀοράτως μεθ' ἡμῶν ἔσται. Τότε δὲ ὡς ἔστιν ὀφθήσεται, ὡς ὁ Αγαπημένος φησί. Καὶ διὰ τοῦτο σεσάρκωται ἐκ Παρ θένου, ἵνα ἡμῖν ἑνωθῇ. Τούτου τε χάριν ἐσταύρωται, καὶ τὸ αἷμα ἐξέχει δι' ἡμᾶς, ἵν' αὐτοῦ κοινωνῶμεν.. Καὶ πρὸ τοῦ σταυροῦ διὰ τῆς ἱερουργίας τὰ μυστή ρις δέδωκεν, ἵνα μεθ᾿ ἡμῶν ᾖ, καὶ κοινωνοὶ ὦμεν αὐτοῦ, νῦν τε καὶ ἐν τῷ μέλλοντι, καὶ τῶν ἀγαθῶν αὐτοῦ μετέχωμεν πάντες, ὅτι τοῦτο ἡγάπησε. Καὶ ὁ Πατὴρ αὐτοῦ οὕτω τὸν κόσμον ἠγάπησεν, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πι στεύων εἰς αὐτῶν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰών νεον. Καὶ διὰ τοῦτο παραπλησίως κεκοινώνηκε σαρ κός τε καὶ αἵματος, ἵνα κοινωνίαν ἔχωμεν μετ᾿ αὐτοῦ. Ὅτι οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος, ὡς πάλιν ὁ ἡγαπημένος φησίν. Αὐτῷ τῷ ἀληθινῷ φωτὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν Ὁ μὲν οὖν ἀρχιερεὺς μετὰ τὸ μεταδοῦναι τῷ βαπτισθέντι τῆς κοινωνίας, εὐχαριστήσας τῷ Σωτῆρι, και ἀπολύσας, εὐλογήσα; τε τὸν βαπτισθέντα μετὰ τοῦ ἀναδόχου, ἀπέρχεται· ὁ βαπτισθεὶς δὲ εἰς τὸν οἶκον πορεύεται, προπεμπόμενος μετὰ φώτων ὡς υἱὸς φωτὸς ἤδη· καὶ τὸ, ο Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε εἰ προπέμποντες μελῳδοῦσιν. Ἐνεδύσατο γὰρ ἡ κα πτισθεὶς τὸν Χριστὸν ἐν ἑαυτῷ καὶ ἐμορφώθη Χρι στὰς ἐν ἑαυτῷ· καὶ ἡ χάρις αὐτῷ τοῦ Πνεύματος ἐπεδήμησεν. Ος δὴ καὶ προσεύχεσθαι καὶ τὰ ἱερὰ ἄμφια, τὸ κουκούλιον δηλαδὴ καὶ τὸ ἀναβάλιον, ὁ καὶ Εμφώτιον λέγεται, καὶ ἔνδυμα πρότερον ἦν, καὶ οἱ φωτισθέντες ἄνωθεν ἐπενδύοντο, ἄχρι καὶ ἑβδόμης
col. 235–236page 31 of 31
PG 155:235ἡ ἡμέρας ἐνδεδῦσθαι ὀφείλει διὰ τὸ χρίσμα τὸ ἅγιον, καὶ μὴ ἀπονίπτεσθαι ὅλως· τοῖς ἀμφίοις δὲ τούτοις ἀποσμήχειν τὰς χεῖρας ὡς ἡγιασμένος ὤν· μετὰ δέ γε τὴν ἑβδόμην 8 δηλοῖ τῆς ἑπταδικῆς ταύτης ζωής την περαίωσιν, προσελθεῖν ἐν τῷ ναῷ καὶ τῷ ἱερεῖ καὶ 86 δι' αὐτοῦ ἀπολούσασθαι, τοῦ ἱερέως δι' εὐχῶν ἱερῶν ἀποπλύναντος αὐτὸν ἐν σπόγγῳ καὶ ὕδατι ἐν οἷς ἠλείψατο τόποις τῆς κεφαλῆς τε καὶ τῶν χειρῶν τὸ ἁγιώτατον μύρον, πλὴν τῶν ἄλλων μερῶν τοῦ σώματος. Ταῦτα γὰρ αὐτὸς ὁ βαπτισθεὶς ἀποπλύνεται ἐν ἰδιάζοντι τόπῳ, ὡς ἂν μὴ τῶν ἁγίων ἐκείνων τι, τοῦ ὕδατος φημὶ τοῦ βαπτίσματος ἢ τοῦ μύρου ἐκπεσόν, καταπατηθῇ. Διὸ καὶ περὶ τούτου ὁ μὲν ἐν ἡλικία ὢν φυλάξασθαι παραγγελίαν λαβέτω παρά τοῦ ἱερέως, ὡς καὶ τὸ προσεύχεσθαι, καὶ συνάγεσθαι τοῖς ναοῖς, καὶ καθαρεύειν, καὶ συνεχῶς μετέχειν τῶν μυστηρίων· τοῦτο γὰρ ἐστιν ἡ ὄντως ζω· εἰ δὲ βρέφος ἐστὶν, ἡ μήτηρ περὶ τούτου ἀσφαλιζέσθω. καὶ παραγγελίαν ἐχέτω, μετὰ τὴν ἑβδόμην ἡμέραν προσαγαγεῖν ἀπολούσασθαι παρ' ἱερέως τὸ βρέφος, ἀποπλυθῆναι τε παρ' αὐτῆς ὁλοσώμως, καὶ τὸ ἀπό λουμα χυθῆναι ἐν ἰδιάζοντι καὶ καθαρῷ τόπῳ. 'Αλ & καὶ τὰ ἄμφια ἐν οἷς ἐν ταῖς ἑπτὰ εἴλισσε τὸ βρέφος ἡμέραις, ἰδιαζόντως ἀποπλῦναι ὀφείλει, καὶ συνεχῶς εἰς τὴν κοινωνίαν ἄγειν τῶν μυστηρίων τὸ βρέφος. Οὕτω γὰρ μᾶλλον ἔσται συντηρούμενόν τε καὶ αὐξανόμενον ὑπὸ τοῦ Χριστοῦ. ΚΕΦΑΛ. ΕΘ'. Κατὰ Λατίνων, ὅτι οὐ δεῖ ἀριστᾷ» τὰ βρέφη τῆς κοινωνίας. Καὶ μὴ κατά τινας ἀμελεῖν, καὶ ἐν τούτῳ καν τομοῦντα, ἀλόγω;, καὶ ἀφιστῶν τὰ βρέφη τῆς κα νωνίας. Ὅτι οὐκ ἴσασι τὰ βρέφη, φασί, τίνος κοινωνοῦσι. Βαβαὶ τῆς ἀλογίας ἅμα καὶ ἀτοπίας! Και διατί βαπτίζεις λοιπόν; ἢ διατί χρίει; τῷ μύρω Μάλλον δὲ Λατίνοι οὐδὲ χρίουσιν, ὡς μανθάνομεν, τῷ βαπτίσματι· καὶ πάντα αὐτοῖς ἐναντία τῇ καθο λικῇ Ἐκκλησία. Ο δέ γε ὀρθῶς φρονῶν, ὥσπερ αυτ τὸς ἐν πίστει προσάγει τὸ βρέφος τῷ Θεῷ, καὶ διὰ πιστοῦ ἀναδόχου τὴν ὁμολογίαν ποιεῖται, καὶ ἀνα γεννᾶται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸ βαπτιζόμενον βρέφος, καὶ χρίεται τῷ μύρῳ καὶ τελειοῦται, καὶ ἀποθνήσκον, τῆς βασιλείας ἐστὶ τοῦ Θεοῦ, οὕτω καὶ διὰ πιστοῦ προσαγέσθῳ τῇ κοινωνίᾳ. Ὅτι αὕτη ἐστὶν ἡ ζωὴ ἡ αἰώνιος. Καὶ ὥσπερ ι ὁ μὴ ἀνα γεννηθεὶς δι' ὕδατός τε καὶ Πνεύματος οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὕτω καὶ ε ὁ μὴ φα γὼν τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου (ὡς εἶπεν αὐτὸς ὁ Κύριος), μηδὲ πιὼν αὐτοῦ τὸ αἷμα, οὐχ ἕξει ζωὴν αἰώνιον.» Ταῦτα περὶ τοῦ θείου βαπτίσματος κατά δύο ναμιν, ἐν συνάψει εἰρηκώς, καὶ ἔγραψα ὑμῖν ἀγα πητοί, καὶ δεκτέον τὸ κατὰ δύναμιν. Υψηλότε ο ροι δὲ λόγοι ἔσονται ὑμῖν παρὰ τῶν ὑψηλοτέρων τὰ θεῖα. Ταῦτα γὰρ οἱ εὐτελεῖς ἡμεῖς δι' ὑμᾶς ἐρω τήσαντας, καὶ διά τινας ἴσως τοὺς πάντη μὴ ἐρευ νῶντας, μηδὲ τοὺς λόγους εἰδότας ὅλως τῶν γινομένων, γεγράφαμεν. Δι᾿ ἣν αἰτίαν καὶ περὶ τῶν λογ πῶν ἐροῦμεν ὑμῖν ὡς ἐζητήσατε μυστηρίων.
Page scan enlarged

Notebook

Full View