PG 155Symeon Thessalonicensis Archiepiscopus
On the Sacred Rite of the Holy Chrism
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 237–238page 1 of 13
PG 155:237ΚΕΦΑΛ. Ο'. Ὅτι χρὴ τὸ ὕδωρ τοῦ βαπτίσματος καὶ τὰ λοι πὰ ἅγια ἀσφαλῶς περιστέλλειν τὸν ἱερέα. Πλὴν προεκτέον καὶ ἐν τούτοις, ἀγαπητέ, τοῖς παρά τισι παρορωμένοις, καὶ δοκοῦσιν ἐκείνοις εξ ναι μικροῖς. Καὶ ὁ ἱεράρχης καὶ ὁ ἱερεὺς τοῖς τε λειψάνοις τοῦ ἁγίου ἐλαίου τῆς ἀγαλλιάσεως, μὴ ὡς ἔτυχε χρήσθω, προτύπωσις γὰρ τοῦτο τοῦ θείου μύρου, ἀλλὰ τηρείτω, καὶ ἐν τῇ λυχνία ἀναλισκέτω τοῦ θυσιαστηρίου, ἐν ἀγγείῳ κεκτημένος καὶ ἰδίῳ τε καὶ ἡγιασμένῳ· καὶ μὴ ὡς τροφὴν χρήσθω. Καὶ τὸ θεῖον ὕδωρ τοῦ βαπτίσματος ἐν ᾧ ἡ ἁμαρτία κατεπόθη, καὶ ὁ Χριστὸς ἦλθε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπεδήμησε, καὶ ὁ ἄνθρωπο; ἀνεπλάσθη, περι φυλαττέτω, καὶ ἐν τόπῳ ἐκχεέτω ἱερῷ, ἵνα μὴ ὡς ἔτυχεν ἐκχυθὲν καταπατηθῇ ὑπὸ τῶν μὴ εἰδότων τὸ β μυστήριον. 87 Τοῦτο τὸ ὕδωρ κατ' οὐδὲν ἐλαττούμε του τοῦ τῶν ἁγίων Θεοφανίων. ἔτι δὲ καὶ πλείονας δεχόμενόν ἐστιν, εὐχὰς, πρὸς ἀνάπλασιν τοῦ βασ πτιζομένου, ἀλλὰ καὶ τὸ ἔλαιον τῆς ἀγαλλιάσεως δέ χεται. Διὰ τοῦτο εὐλαβεῖσθαι χρὴ καὶ τιμᾶν αὐτό. Καὶ ταῦτα λέγω διὰ τοὺς ἀγνοοῦντας. Εἶδον γάρ αὐτὸς πλείστους περὶ ταῦτα ἀμελῶς ἔχοντας, καὶ σχεδὸν ὡς οὐδὲν αὐτὰ ἡγουμένους· καὶ ἐπὶ τούτοις ὡς εἶχον εἰδέναι μηδὲν ῶν, ἐκ βάθους ἐστέναξα. ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΤΕΛΕΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΥΡΟΥ. Ακόλουθον δ' ἂν εἴη μετὰ τὸ πανάγιον βάπτισμα καὶ περὶ τοῦ θείου μύρου ἐρεῖν, ὅπως τελεῖται. Ἱκανὰ δὲ καὶ πρότερον περὶ τούτου ειρήκαμεν, καὶ ὅτι ἐχρήσατο τούτῳ ὁ Σωτὴρ, καὶ ὅτι παραδεδώκασιν οἱ ἀπόστολοι, καὶ ὁ διάδοχος τούτων ἱερὸς Διο νύσιος περὶ τούτου λέγει, καὶ ὅτι ἐν τῷ νόμῳ τοῦτο ἦν, εἰ καὶ ἀτελέστερον ἦν ἔτι, δι' οὗ βασιλεῖς ἐχρίον το καὶ ἀρχιερεῖς· νῦν δὲ πάντες χριόμεθα πιστοί, καὶ Χριστιανοὶ διὰ τοῦτο καλούμεθα· τὴν χρίσιν γὰρ παρέχει τοῦ θείου Πνεύματος, αὐτὴν δηλαδή τὴν χάριν αὐτοῦ· καὶ ὅτι πάντα μὲν τὰ χαρίσματα, καὶ σωματικῶς ἐδέξατο ὁ Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ἔχων αὐτὰ καὶ ἐν ἑαυτῷ φύσες, Θεοῦ Λόγος ὤν· «Εκ τοῦ πληρώματος δὲ αὐτοῦ, καὶ ἡμεῖς λαμβάνομεν χάριν, ὡς τὸ Εὐαγγέλιον γράφει, καὶ σφραγὶς τοῦτο Χριστοῦ, καὶ σφραγίς δωρεᾶ; Πνεύματος ἁγίου ἐστί. Καὶ τοῦτο, ὅ διὰ τῶν ἐπιθέσεων τῶν χειρῶν οἱ ἀπόστολοι ἔλαβον. Καὶ διὰ τῶν χειρῶν τῶν Ἀπο στόλων οἱ ὑπὸ Φιλίππου βαπτισθέντες ἐδέξαντο. Καὶ οἱ ὑπὸ τοῦ Παύλου μετὰ τὸ βάπτισμα χειροθε τηθέντες, οἱ ἔλαβον Πνεῦμα ἅγιον. Ἀντὶ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦτο δέδοται ὑπὸ τῶν ἀπο στόλων τοῖς ἐν Χριστῷ βαπτιζομένοις. Ἡ ἐπίθεσις δὲ τῶν χειρῶν, καὶ ἡ τῆς χάριτος ἐπίκλησις, τοῖς
col. 239–240page 2 of 13
PG 155:239εἰς τὴν Ιερωσύνην χειροτονοουμένοις τετήρηται. Οἱ δὴ καὶ τὸ χρίσμα μὲν τοῦτο πρότερον ἐν τῷ βα πτίσματι λαμβάνουσι, καὶ ἔχουσιν ήδη ὡς Χριστού χρίσμα, καὶ σφραγίδα, καὶ δωρεάν τοῦ Π· εὔματος λαμβάνουσ: δὲ τῇ ἐπιθέσει τῶν ἀρχιερατικῶν χειρῶν καὶ τὴν χειροτονίαν, κατὰ τὴν ἐν εἴδει πυρίνα, γλωσσῶν ἐπιδημίαν τοῦ Πνεύματος, «Επεκάθισε γάρ, φησίν, ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου.» ΚΕΦΑΛ. ΟΑ' Περὶ τῆς ὑπηρεσίας τε καὶ ἐψήσεως τοῦ θείου μύρου. Τελεῖται οὖν τὸ πανάγιον μύρον οὕτως· ὁ ἁγιώ τατος πατριάρχης, του κλήρου συμπαρόντος αὐτῷ, ἐπεὶ πηγὴ οὔθος τῆς ἱερωσύνης ἐστί, καὶ οἱ σὺν αὐτῷ ἐξ αὐτοῦ ἔλαβον καὶ λαμβάνουσιν. ἀπέρχεται πρὸς τὸν ἀποτεταγμένον ἐξεῖσθαι τὸ μύρον τόπον· καὶ περιβαλλόμενος ἐπιτραχήλιον ἱερὸν, ὁ δή, τὴν ἄνωθεν χορηγουμένην χάριν δηλοῖ τοῦ Πνεύματος, καὶ ὠμος στον ἱερὸν, δ τὴν σάρκωσιν ἐμφαίνε: Χριστοῦ, φύλο γεῖ τὸν ἐν Τριάδι Θεόν. Καὶ οὕτω προσευχή γίνεται, τοῦ «Βασιλεῦ οὐράνια» λεγομένου, τοῦ Τρισαγίου, Παναγία Τριάς, ο και ο Πάτερ ἡμῶν. ο Αναγ καῖον γὰρ εἰς τὰ θεῖα ἔργα τοῦ Πνεύματος την προσευχὴν εἶναι ἀρχὴν, καὶ τὸ Πνεῦμα προ πάντων ἐπικαλεῖσθαι τὸ ἅγιον. «Ἐν τῷ Πνεύματι γὰρ, Παύ λός φησι, προσευχόμεθα.» Καὶ τοῦ πατριάρχου είν πόντος, ο Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία, ο τὸ «Εὐλο γητὸς εἶ, Χριστὲ ὁ Θεός, ο τροπάριον λέγεται, καὶ τινα ἕτερα σὺν αὐτῷ. "Ων λεγομένων, ὁ πατριάρχης ἐγχέει τὸ ἔλαιον τῷ ἀγγείῳ, ἐν ᾧ ἐψεῖται τὸ μύρον. Καὶ εὐλογεῖ τῇ χειρὶ, δεικνύς, ὅτι αὐτὸς ἄρχει τοῦ ἔργου, καὶ αὐτὸς τοῖς θείοις ὑπηρετεῖ. Εἰσάγεται δὲ καὶ τὸ λοιπὸν ἔλαιον παρὰ τῶν ὑπηρετῶν. Καὶ οὕτω πάλιν ὁ πατριάρχης πρῶτος ὑπανάψας τὸ πῦρ, ὡς τῷ τοῦ Πνεύματος ἐξυπηρετῶν μυστηρίῳ, ποιεῖται ἀπόλυσιν καὶ ἀπέρχεται. Τὸ ἔλαιον δὲ ἐκεῖνο τοῦ μύρου έψεῖται παρά τινο; εὐλαβοῦς. Ο τὴν ἐπισ στήμην εἰδότος, μετὰ πολλῆς ὅτι προσοχῆς. Ὁ δὴ καὶ ἐψεῖ μάλιστα κατὰ τὴν μεγάλην καὶ ἁγίαν Τετράδα, ὅτε καὶ ἡ πόρνη ἐκείνῃ τῷ πολυτιμήτῳ μύρῳ τὸν Κύ ριον ήλειψε. Καὶ τὸ περὶ τούτου τότε ἀναγινώσκεται Εὐαγγέλιον. Τὸ μὲν οὖν Ελαιον ἐψεῖται οὕτω, της λοῦν τοῦ Θεοῦ τὸ ἀμέτρητον ἔλεος. Τὰ εἴδη δὲ τῶν ἀρωμάτων διάφορα όντα τρίβεται καὶ αὐτὰ τότε καὶ ἑτοιμάζεται. Καὶ πρὸς τὸ τέλος ἐλθούσης τῆς ἐψήσεως τοῦ ἐλαίου, πάλιν ὁ πατριάρχης παραγίνεται, καὶ τὰ ἀρώματα ευλογηθέντα παρ' αὐτοῦ, εἰσά γεται ἐν τῷ ἑψομένῳ ἐλαίῳ, ἃ καὶ ἐμφαί ει τοῦ ἁγίου Πνεύματος τὰ ποικίλα χαρίσματα. Καὶ οὕτω σκευασθέν καὶ ἐψηθεν γίνεται τὸ μύρον. Ὁ μὲν οὖν πατριάρχης ἀπολύει τε καὶ ἀπέρχεται· τὸ μύρον δὲ ψυχρανθὲν διὰ μὲν τὰς προσευχὰς καὶ τὴν εὐλογίαν τοῦ πατριάρχου ἅγιον ἐστιν, οὔπω δὲ τετελεσμένον τῇ ἱερᾷ τελετή. ΚΕΦΑΛ. ΟΒ΄. Περὶ τῆς ἱερᾶς τελετῆς τοῦ ἁγίου μύρου. Κατὰ τὴν ἐπαύριον οὖν, ἥτις ἐστὶν ἡ ἁγία καὶ μεγάλη Πέμπτη, εισάγεται τοῦτο τὸ μύρον ἐν κρατ τῆρι ἰδίῳ, ἅπερ καλεῖται ἀλάβαστρον, εἰ; τύπον τοῦ
col. 241–242page 3 of 13
PG 155:241ἐκχυθέντος τῇ κεφαλῇ τοῦ Ἰησοῦ παρὰ τῆς πόρνης μύρου, ἢ τῆς ἀδελφῆς τοῦ Λαζάρου Μαρίας· καὶ διὰ καλύμματος ἱεροῦ σκεπασθὲν, ἐν τῷ σκευοφυλακίῳ τίθεται τῆς προσκομιδής γενομένης. Καὶ τῆς θείας λειτουργίας ἐναρξαμένης, τῆς μεγάλης το εἰσόδου τελουμένης, πρῶτον μὲν ὁ ἐπὶ τῆς εὐταξίας πορεύεται· εἶτα οἱ ἀναγνῶστα: λαμπαδηφόροι, τὴν θ:ίαν τοῦ Πνεύματος ἐκτυποῦντες ἔλλαμψιν· εἶτα ὁ πρῶτος τῶν ἱερέων, κατέχων τὸ ἀλάβαστρον τοῦ μύρου ταῖς χερσὶν, αὐτὴν φανερῶν τὴν χάριν τοῦ Πνεύματος. Διὰ τοῦτο γὰρ καὶ ὁ πρῶτος τοῦτο κατέχει, ὡς τελεώτερος ων. Εμπροσθεν δὲ καὶ ἐκ πλαγίου τούτου καὶ ὄπισθεν διάκονοι ἓξ, δώδεκα κατέχοντες πτέρυγας, ὡς ὁ μέγας φησὶ Διονύσιος, τουτέστι ριπίδια. Δηλοῦσι δὲ ταῦτα τὰς θείας ἀγ γελικές δυνάμεις, καὶ τὸ νοερὸν αὐτῶν καὶ ἀσώμα. τον· ἐπεὶ καὶ τὰ Σεραφὶμ ἐν πτέρυξι καὶ τὰ Χε ρουβὶμ τοῖς προφήταις ἑωράθη· καὶ ὥσπερ ἐκεῖνα συστέλλεται τὴν χάριν δεχόμενα, καὶ ἡμεῖς ὀφείλο μεν τοῦτο, καὶ διὰ τῶν εἰρημένων πτερύγων δείκνυ μεν· καὶ ὥσπερ ἐν τῇ σκηνῇ ὑπεράνω τῆς κιβωτοῦ τῆς σκιώδους ἐκείνης Χερουβίμ ήν τορευτά τε και γλυπτά, ταῖς πτέρυξι ταῖς οἰκείαις αὐτὴν εἰς τιμὴν συγκαλύπτοντα, ὡς ἐντὸς τὰ θεῖα ἐν ταῖς πλαξὶ ταῖς λιθίνας ἔχουσαν λόγια, οὕτω καὶ ὑπεράνω του μύρου καὶ τῶν ἁγίων ταῦτα, καὶ ἔτι τῆς ἱερᾶς τραπέζης εἰσὶν, ὡς τὰ ὑψηλότερα κεκτημένων τούτων, καὶ μᾶλλον ἀντὶ τῆς σκιᾶς τὴν ἀλήθειαν. Επείπερ ἐκεῖ τύπος ἦν πάντα, καὶ ἄρτοι ἄζυμοι, ἀντὶ τοῦ ἄρτου τούτου τοῦ ζῶντος, καὶ ἀλόγων θυμάτων αἵματα καὶ προσαγωγαί, ἀντὶ τοῦ αἵματος τοῦ Θεοῦ Λόγου, καὶ ἔλαιον τῆς χρίσεως ἀντὶ τῆς δωρεάς τοῦ ἁγίου Πνεύματος. Ενταῦθα δὲ ὁ τῆς ζωῆς ἐστιν ἄρτο;, αὐτὸ τὸ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ ὑπὲρ ἡμῶν ἀπαύστως θυόμενον, καὶ ἡ χρίσις τῆς δωρεάς τοῦ ζωοποιοῦ Πνεύματος. Μετὰ δὲ τὰς δώδεκα πτέ ρυγας, ήτοι τὰ ριπίδια, οἱ λοιποὶ διάκονοι ἔρχονται κατὰ συζυγίαν ὡς ἔθος, προοδεύοντες τῶν ἁγίων καὶ ἡ λοιπὴ τάξις ἐπακολουθεῖ τῆς εἰσόδου. Δώδεκα δὲ πτέρυγες, καὶ διὰ τὴν δωδεκάδα τῶν μαθητῶν, οὐ: ἡ χάρις τοῦ Πνεύματος ἐξ ἀρχῆς ἐτελείωσε, καὶ διὰ τὰ δύο Χερουβὶμ τῇ σκηνῇ παριστάμενα, δώδεκα πτέρυγας ἔχοντα. Εξ γὰρ πτέρυγες τῷ ἐνὶ, καὶ ἐξ πτέρυγες τῷ ἐνὶ, φησίν· δ καὶ περὶ τῶν Σεραφίμ γέγραπται. Τινὲς δὲ τετραπτέρυγα γρά φουσι τὰ Χερουβίμ, ἐξαπτέρυγα δὲ τὰ Σεραφίμ ταῦτα δὲ μείζονός φασι τάξεως, ἢ τὰ Χερουβίμ. Διὸ ὑπὲρ τὸν νόμον οὖσα ἡ Ἐκκλησία, τὸν τῶν Εξαπτερύγων ποιεῖται τύπον, καὶ τὰ δώδεκα φέρει ῥιπίδια ἀντὶ τῶν δύο Σεραφίμ. Ηνίκα οὖν οἱ ἀνα γνώσται 89 εἰσέλθωσιν, οι κατέχοντες διάκονοι τὰς πτέρυγας ίστανται ἑκατέρωθεν τοῦ τὸ μύρον και τέχοντος πρεσβυτέρου, τιμὴν αὐτῷ νέμοντες, καὶ οἷον ἐπισκιάζοντες. Τούτου δὲ φθάσαντος ἤδη τὰς θύρας τὰς ἁγίας, ὁ πατριάρχης κατέρχεται τῆς κρηπίδος τῆς ἱερᾶς, καὶ λαμβάνει τὸ μύρον ἐκ τῶν χειρῶν τοῦ πρεσβυτέρου, καὶ τῇ ἱερῷ ἐπιτίθησι τρα πέζη, μείζονα καὶ τῶν δώρων τότε ὡς ἀτελέστων ἔτι διδοὺς τῷ μύρῳ τὴν τιμήν ἢ ὡς ἐπιπλέον ἡγια Ει
col. 243–244page 4 of 13
PG 155:243σμένῳ ταῖς προσευχαῖς καὶ γὰρ ἡγιασμένα μὲν καὶ τὰ δῶρα καὶ ἀνατεθειμένα Θεῷ, ἀλλ' ἔτι ἀτέλεστα καὶ ἀντίτυπά εἰσι. Τὸ μύρον δὲ, εἰ καὶ οὔπω τιτε λεσμένον, ἀλλὰ δὲς τὰς προσευχὰς ὑπὸ τοῦ ἀρχα ρέως ἐδέξατο, καὶ εὐλογηθὲν ἦν ὑπ' αὐτοῦ ἢ ὡς καὶ ἀναγκαιότερον ἐμοὶ δοκεῖ, διὰ τὸ προκαταλαμβάνειν τὸ μύρον τῆς κοινωνίας· πρῶτον μὲν γὰρ τῷ μύρῳ χριόμεθα, ἔπειτα δὲ κοινωνοῦμεν τῶν μυ στηρίων. Καὶ τὸ θυσιαστήριον πρωτον μεν τῷ μύρῳ καθαγιάζεται· ἔπειτα δὲ ἐν αὐτῷ τὰ τῆς ἱερουργίας τελεῖται. Δεῖ γὰρ πρῶτον ἁγιασθῆναι ἡμᾶς, καὶ τότε τὸν ἅγιον ὑποδέξασθαι. Θεὶς οὖν ἐν τῇ θείᾳ τρα πέζῃ ἐξ ἀριστερῶν τοῦ δίσκου τὸ μύρον ὁ πατριάρχης, καὶ τὰ τῆς λειτουργίας ἐνεργῶν, μετὰ τὸ τε λειῶσαι τὰ ῾Αγια, καὶ εἰπεῖν, «Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ, ο πρὸ τοῦ εἰπεῖν τὸν διάκονον» Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἡ ἀνέρχεται εἰς τὴν κρηπίδα τῆς ἁγίας τραπέζης. Καὶ ἀποκαλύψας τὸ μύρον σφραγίζει τρίς. Τὴν γὰρ τελετὴν ἤδη τὸ μύρον δέχεται. Καὶ οὐ δεῖ κεκαλυμμένον εἶναι,. ἀλλ' αὐτὸ καθαρῶς τε καὶ ἀμέσως τὴν τελετήν ὑποδέξασθαι. ΚΕΦΑΛ. ΟΓ. θεωρία τῆς τοῦ μύρου εὐχῆς. Οθεν μετὰ τὸ σφραγίσαι κατέρχεται καὶ κλίνει τὴν κεφαλὴν ὁ ἀρχιερεὺς, καὶ τὴν πρώτην λέγει εὐχὴν, «Κύριε τοῦ ἐλέους, καὶ Πάτερ τῶν φώτων. ο Ορᾷς ὅτι ἐλέου; Θεοῦ τὸ ἔλαιον σύμβολον; Καὶ τὰ λοιπὰ δὲ τὰ ἐν τῷ μύρῳ τῶν θείων δωρημάτων ἐστὶν ἐκτύπωσις. Ἀλλ᾿ ἰδοὺ καὶ καθαρῶς τοῦ Πνεύ ματος τὴν χάριν εἰσδέχεται. Επάγει γὰρ ὁ ἀρο χιερεύς, «Παρ' οὗ πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώ ρημα τέλειον. ο Καὶ ὅτι «Σὺ εἶ ὁ καὶ ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις δοὺς αὐτὸ καὶ τοῖς ἀποστόλοις σου. Εξαπόστειλον εἰς αὐτὸ τὸ Πνεῦμά σου τὸ ἅγιον. Καὶ τέλεσον αὐτὸ χρίσμα βασιλικόν, χάρισμα Πνευ ματικόν, ἁγιαστικὸν ψυχῶν καὶ σωμάτων.» Ἰδοὺ ἁγιαζόμενον τὸ μύρον. Τὸν ἁγιασμὸν παρέχει τοῦ Πνεύματος. «Ελαιον ἀγαλλιάσεως. • Εξαιρέτως δὲ ἔλαιον αὐτὸ καλεῖ, ὡς δόσιν θείου ἐλέους. Τὸ προο δεῦσαν μὲν ἐν νόμῳ. Ἰδοὺ προτύπωσις τὸ τοῦ νόμου ἦν μύρον. Εκλάμψαν δὲ ἐν τῇ καινή Διαθήκῃ. Βλέπεις ὡς τρανότερον δέδοται τὸ μύρον ἐν τῇ χά ριτι, πλουσίως ἐν ἡμῖν χορηγηθείσης τῆς δωρεάς τοῦ ἁγίου Πνεύματος; Ἐν ᾧ ἐχρίσθησαν ἱερεῖς καὶ ἀρχιερεῖ;, προφῆται καὶ βασιλεῖς. Καὶ αὐτοὶ γὰρ τὴν ἀπαρχὴν τοῦ Πνεύματο; ἔλαβον· ὡς Μωϋ σῆς καὶ οἱ ἑβδομήκοντα ἐκ τοῦ Πνεύματος, οι Ελα βον τοῦ ἐπ' αὐτῷ· ὡς 'Ααρών αἱ Σαμουήλ, καὶ τοῦ Σαούλ χρισθέντος καὶ ἁμαρτήσαντος, ὁ Δαβίδ διὰ χρίσματος· καὶ ἔτι οἱ καθεξῆς. • Δι᾿ οὗ καὶ αὐτοὺς ἔχρισας τοὺς ἁγίους σου ἀποστόλους, ο φησίν. Οράς καὶ τὴν ἐπ᾿ αὐτοὺς τοῦ Πνεύματος ἐπιφοίτησιν χρίσμα ἅγιον οὖσαν; καὶ πάντας τοὺς διὰ λουτρού παλιγγενεσίας ὑπὸ τῶν κατὰ καιροὺ; ἐπισκόπων καὶ πρεσβυτέρων ἀναγεννηθέντας ἕως τῆς σήμερον. Ἰδοὺ οὐ μόνον οἱ ἀρχιερεῖς καὶ ἱερεῖς καὶ προφῆται καὶ βασιλεῖς τὸ θεῖον ἔλαβον μύρον, ἀλλὰ καὶ οἱ ἐν Χριστῷ βαπτισθέντες πάντες χριστοὶ Κυρίου γενό μενοι· διὸ καὶ δύναμιν ἔχουσιν οἱ πιστοὶ ἀπὸ τοῦ χρίσματος τούτου (εἰ μόνον τηροῦσιν ἑαυτοὺς ἐν ἁγιασμῷ) και προφητεύειν, καὶ ἰάματα ἐνεργεῖν, και μυρία άλλα πλουτον θείου Πνεύματος χαρί
col. 245–246page 5 of 13
PG 155:245σματα, ο δέσποτα Θεὶ παντοκράτορ, ἀνά δειξαν αὐτὸ τῇ ἐπιφοιτήσει του προσκυνητοῦ καὶ ἁγίου σου Πνεύματος.» Πάλιν τὴν ἐπιφοίτησιν ἐξαιτεῖται τοῦ Παναγίου Πνεύματος. Ἐκ γὰρ τοῦ Πατρὸς διὰ τοῦ λόγου ἐν ἁγίῳ Πνεύματι πάντα ἐν ἡμῖν γίνεται. Καὶ ὡς τῷ λόγῳ Κυρίου οἱ οὐρανο! ἑστερεώθησαν, τῷ Πνεύματι δὲ τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· ἐν αὐτῷ γὰρ τῷ Πνεύματι τετελεύωνται· οὕτω καὶ ἐπὶ πάσῃ δωρεᾷ, ήτις ἐκ τοῦ Πατρὸς διὰ τοῦ Λόγου ἐν ἁγίῳ χορηγεῖται Πνεύματι, καὶ μάλιστα μετὰ τὴν τοῦ Θεοῦ Λόγου ὑπὲρ ἡμῶν οἰκονομίαν. Ο μὲν γὰρ Πατήρ εὐδοκεῖ. Ο & Υιός αυτουργεῖ· τὸ δὲ ἅγιον Πνεῦμα τελειο. Ενδυμα ἀφθαρσίας και σφραγίδα τελειοποιόν, ἐκτυποῦσαν τοῖ; τὸ θεῖόν σου λουτρὸν δεχομένοις τὴν ἁγίαν σου ὀνομασίαν, καὶ τοῦ μονογενούς σου Υἱοῦ, καὶ τοῦ ἁγίου σου Πνεύματος. • Ενδυμα ἀφθαρσίας, ὅτι ζωοποιὸν τὸ Πνεῦμα, καὶ ἀθανασίαν παρέχει. Σφραγίδα τελειοποιόν, ὡς τῆς ἁγίας Τριά δος τὴν χάριν νέμον ἡμῖν καὶ τὸ ὄνομα· ἐπεὶ καὶ ἐν τῇ Τριάδι τελειούμεθα. «Εἰς τὸ εἶναι δὲ αὐτοὺς ἐνώπιόν σου ἐπιγνωστούς,» τουτέστι γνωρίμους σου τῷ Θεῷ. Ω τῆς δωρεᾶς τοῦ θείου μύρου! ὢ τῆς μεγίστης χάριτος! πόσου ἄρα ἀπολιμπάνεται δώρου, ὁ μὴ τούτου τυχών του χαρίσματος; «Οἰκείους, φησί, καὶ πολίτας, δούλους σου καὶ παιδίσκας.» Ωστε ἐκ τοῦ μύρου ἐστὶ τὸ οἰκείους εἶναι Θεῷ καὶ δούλους γνησίους τοὺς εὐσεβεῖς. Μεγίστη ὄντως ἡ δωρεά, ο 'Αλλὰ καὶ ἡγιασμένους, φησί, ψυχή τε καὶ σώματι, ο Ἰδοὺ καὶ ἁγίους τούτους ποιεῖ καὶ ἀναμαρτήτους· ἐπάγει γάρ, ο Απηλλαγμένους πάσης κακίας, καὶ πάσης ἁμαρτίας λελυτρωμένους τῇ περιβολῇ τοῦ ἐνδύματος τῆς ἀφθαρτίας. “Ο δή μετὰ τοῦ λουτροῦ τὸ μύρον ἐστί. Καὶ ὅρα μέγιστον ἄλλο δώρον. «Ἐπιγινώσκεσθαι δὲ, φησί, διὰ τῆς ἁγίας σου ταύτης σημειώσεως ὑπὸ ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνά μεως.» Ωστε σύμμορφοι τοῖς ἀγγέλοις διὰ τοῦ μύρου γινόμεθα, καὶ ἐπιγνωστοὶ διὰ τούτου τούτοις ἐσμέν. Λοιπὸν οἱ μὴ χρισθέντες τῷ μύρῳ οὔτε τῷ Θεῷ, οὔτε τοῖς ἀγγέλοις γνώριμοι, καὶ ἀσφράγιστο οὗτοι καὶ ἀσημείωται τῷ Χριστῷ. "Ορα δὲ καὶ ἔτε ρον μέγα δῶρον. Καὶ φοβερούς φησι πᾶσιν ὑπάρχειν τοῖς πονηροῖς καὶ ἀκαθάρτοις δαίμοσιν. Ώστε οἱ σεσημειωμένοι τῷ θείῳ μύρῳ καὶ τοῖς δαίμοσι φοβεροί. Ο τῆς μεγίστης τοῦ Θεοῦ χάριτο;! Ορα δὲ ἔτι καὶ τί ἄλλο ἡμεῖς οἱ πιστοὶ διὰ τοῦ θείου μύρου γινόμεθα. «Ἵνα ὦτί σοι, φησί, λαός περιούσιος, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, ἐσφραγισμέ. ναι διὰ τοῦ ἀχράντου σου μύρου τούτου. Λοιπὸν διὰ τούτου τὴν σφραγίδα τῆς ἁγίας Τριάδος ἐν ἑαυτοῖς περιφέρομεν. "Ο μὴ χρισθεὶς ἄρα τῷ θείῳ μύρω τούτῳ ἀσφράγιστος. ᾿Αλλὰ καὶ τί μέγιστον ἄλλο δῶρον παρέχεται ἡ εὐχή; διὰ τοῦτο γὰρ καὶ πᾶσαν ἐξέθηκα, ἵνα γνῶμεν τας διὰ τοῦ μύρου δωρεάς. Καὶ ἔχοντες, φησί, τὸν Χριστόν σου ἐν ταῖς καρ δίαις αὐτῶν, εἰς κατοικητήριόν σου τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ἁγίῳ Πνεύματι. ο Ἰδοὺ δι᾿ αὐτοῦ καὶ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν· καὶ κατοικητήρια Ο Ει
col. 247–248page 6 of 13
PG 155:247καὶ ναοί τελούμεθα τοῦ Θεοῦ καὶ Πατρός, ὡς καὶ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Τοῦτο ἄρα τὸ μύρον τελειοῖ τὸ βάπτισμα, καὶ τῆς Τριάδος ναοὺς ἡμᾶς ἀπεργάζεται. Διὰ τοῦτο μετὰ τὸ βάπτισμα δίδοται· καὶ τὴν ἐπιφοίτησιν χορηγεί τοῦ Πνεύματος ἐν ἡμῖν, ἢν ἔδειξ· ν ὁ Σωτήρ / βαπτιζόμενος ἐν τῷ Ἰορδάνῃ. Καὶ διὰ τούτου τοῦ μύρου πνευματικοὶ καὶ κεχαριτωμένοι γινόμεθα, καὶ τῇ θείᾳ Τριάδι ἐσφραγισμένοι. Αγιαζόμεθα μὲν γὰρ καὶ καθαιρόμεθα καὶ ἀναγεννώμεθα ἐν τῷ ἁγίῳ βλατι τῇ ταύτης ἀνομασία. Διὰ τοῦ μύρον δὲ τὴν σφρα γίδα ταύτης καὶ τὰς δωρεὰς λαμβάνομεν. Καὶ ὥσπερ ὁ μὴ βαπτισθεὶς οὐ καθαίρεται, οὐδὲ ἀναγεννάται εἰς τὴν ζωὴν τὴν αἰώνιον· οὕτως ὁ μετὰ τὸ βάπτισμα μὴ χρισθεὶς οὐ τὴν σφραγίδα καὶ σημείωσιν έχει της ἁγίας Τριάδος, οὐδὲ 91 τὴν χάριν τοῦ Πνεύματος. Αλλήλων γὰρ ἔχονται τὰ θεῖα μυστήρια καὶ ὥσπερ ἀδιαίρετος ἡ Τριάς, καὶ τὰ ταύτης δωρήματα. Ταύ την οὖν τὴν εὐχὴν τελειώσας ὁ πατριάρχης, έκρι νεῖ, ἐπιλέγων, «Οτι ἄγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ ἁγίοις ἐπαναπαύῃ, ν ἀκολούθως τῷ μυστηρίῳ εὐχα ριστών. Αγιαστικὸν γὰρ τὸ μύρον ὡς παρεκτικὸν τῶν χαρίτων καὶ τοῦ Ἁγιασμοῦ τοῦ Παναγίου Πνεύ ματος. Εἶτα, ο Εἰρήνη πᾶσι, ο φησί. Καὶ τοῦτο ἁρμοδίως. Εἰρήνης γάρ χορηγὸν τὸ εὐθὲς καὶ ἱλαρώτατον Πνεῦμα. Καὶ τοῦ διακόνου εἰπόντος, Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν,» κλίνει τὴν κεφαλήν. Δεῖ γὰρ ὑποπίπτειν ἐν τοῖς οὕτω μετ › γίστοις δώροις, καὶ εὐχαριστεῖν τῷ Θεῷ· καὶ τὴν δευτέραν ἐπιλέγει εὐχήν· Σοὶ τῷ Θεῷ τῶν ὅλων καὶ βασιλεῖ τὸν αὐχένα τῆς καρδίας εὐχαριστοῦντες ἐκλίναμεν.» Τοῦτο γὰρ δέον τοὺς εὐχαρίστους δού λου; ποιεῖν. Καὶ τίνος χάριν; Ανθ' ὧν ἀναξίους ὄντας ἡμᾶς, διακόνους γενέσθαι τῶν θείων σου τούς των κατηξίωσας μυστηρίων.» Καὶ ὄντως τὸ δῶρον μέγιστον. Τοὺς γηΐνους γὰρ καὶ φθαρτοὺς ὑπηρέτας ὑπέδειξε τῶν ἐπουρανίων. ι Καὶ τὸν ἐλεόν σου κηρύττοντες, ὃν ἐφ' ἡμᾶς πλουσίως εξέχεας. Ἰδοὺ καὶ πάλιν διδάσκει, διατί τὸ ἔλαιον ἁγιάζεται ὅτι εἰς θείου τύπον ἐλέους. Τὸ δὲ ἐκχέαι διὰ τὴ Πνεῦμα, ὅπερ εἶπεν ἐκχέαι ἐπὶ πᾶσαν σάρκα δια τοῦ Ἰωήλ. • Δέξασθαι, φησὶ παρὰ σοῦ τὸν ἁγιασμόν, ὡς μύρον ἐπὶ κεφαλῆς ἱκετεύομεν.» Ἰδοὺ καὶ ἡ τοῦ μύρου ἐξαίρετος· δύναμις· ὁ ἁγιασμός. ο Διότι, φησί, μύρον εκκενωθὲν ὄνομα τῷ μονο γενεῖ σου Υἱῷ, Χριστῷ τῷ Θεῷ ἡμῶν, ἐν ᾧ σύμπας ὁ κόσμος εὐωδιάζεται, όσος ὁρατὸς καὶ ὅσο; ἀόρα τος ἀπὸ τοῦ ᾿Ασματος τῶν ἀσμάτων· τὸν ὕμνον τῆς εὐχῆς τῷ οὐρανίῳ καὶ ὡραίῳ καὶ εὐωδεστάτιμ τῶν ψυχῶν νυμφίῳ προσάγων ὁ ἀρχιερεύς. Εἶτα ἐξαναστὰς ἐκφωνεῖ· ο Ότι πρέπει σοι ἡ παρά πάντα προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.» Τουτέστι, Σὺ μόνος προσκυνητὸς, καὶ οὐδεὶς ἄλλος, καὶ πάντας σὺ ἁγιάζεις, καὶ ἡ παρὰ πάντων ὀφείλεται σοι προσκύνησις. ΚΕΦΑΛ. ΟΔ'. "Οτι πιστοὶ μὲν πάντες τὸ μύμον δέχονται, μόνοι δὲ παρὰ πάντας ἀρχιερεῖς τε καὶ ἱερεῖς τὴν χει ροτονίαν. Τούτων πραχθέντων καὶ λαληθέντων, το μύρον ἤδη ἐπὶ τῆς ἱερᾶς τραπέζης τετελεσμένον ἐστί· καὶ ἐξ αὐτοῦ πᾶς βαπτισθεὶς καὶ χρίεται, καὶ σημειούς μενος ἁγιάζεται. Καὶ τὰ ἱερὰ σὺν τοῖς ναοῖς χρισ μενα, καθιερούται θυσιαστήρια, καὶ πλήρη δόξης Θεοῦ καὶ ἁγιασμοῦ γίνεται. Καὶ βασιλεῖς δὲ ἐκ δευα
col. 249–250page 7 of 13
PG 155:249τερου χριόμενοι, εἰς χριστού; Κυρίου τελειοῦνται, καὶ τῶν εὐσεβῶν ἄρχοντες ἀναδείκνυνται. Οἱ ἀρχιερεῖς δὲ καὶ ἱερεῖς μόνο: τῇ χειροτονία τελούνται, ἢν δὴ οὔτε βασιλεὺς, οὔτε μοναχὸς ἐπιδέχεται. Ἰδίᾳ δὲ αὕτη ἡ χάρις ἐστί, καὶ τῆς παντουργοῦ καὶ ἀναπλητ τούσης καὶ ἁγιαζούσης τὰ πάντα δυνάμεως. "Όμως εἰ ἐξετάσεις, καὶ τὰς χειροτονία; ἐν τῷ γύρῳ τι λειουμένας εὑρήσεις. Κληρικός. Εγνωμεν, δέσποτ, περὶ τῶν εἰρημέν νων ἀκριβῶς, καὶ εὐφροσύνης ἐπλήσθημεν· καὶ χά εἰς τῷ ἐνεργοῦντι ταῦτα δι' ἡμᾶς Θεῷ. Τράνωσον δὲ ἡμῖν καὶ περὶ τῶν ἑξῆς· καὶ τοῦτο μᾶλλον δ νῦν ε Εγκας δήλωσον, πῶς καὶ αἱ χειροτονίαι ἐν τῷ μύρῳ γίνονται. ΚΕΦΑΛ. Ο. "Οτι δι' ἀλλήλων δίδονται τὰ μυστήρια, καὶ δι' ἀλλήλων τελειούνται. Αρχιερεύς. ἵνα ἡ διαδοχὴ ἀεὶ μένῃ τῆς χάριτος ἀπὸ τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὔτε τὸ μύρον δίχα μύ του τελεῖται, ούτε χειροτονία χωρίς τοῦ μύρου. Διδ καὶ ἡ ἱερωσύνη ἐν τῷ μύρῳ γίνεται. 92 Καὶ τοῦτο γνώσῃ ἐντεῦθεν· ἐν τῷ θυσιαστηρίῳ προτίθεται καὶ λεῖται τὸ μύρον. Χωρὶς δὲ θυσιαστηρίου οὐ δυνα τὴν τελεσθῆναι. Τὸ θυσιαστήριον δὲ προκεχρισμένον ἐτὶ τῷ μύρῳ, καὶ δι' αὐτοῦ καθηγίαστα. Ἐν τῷ μύρῳ ἄρα τὸ μύρον ἐκτελεῖται. Καὶ πάλιν διὰ τοῦ ἀρχιερέως τὸ μύρον ἱερουργείται· καὶ χωρὶς ἀρχις ρέως οὐ δυνατόν. Οὗτος δὲ κεχρισμένος τῷ μύρῳ ἐν τῷ βαπτίσματι, καὶ χειροτονίαν ἔχων τῇ χάριτι τοῦ Πνεύματος. Ἐξ ἀλλήλων ἄρα τὰ χαρίσματα δίδον. ται· ἐπειδὴ τοῦ αὐτοῦ καὶ μόνου ἐν Τριάδι Θεοῦ τε λοῦσι δωρήματα. Καὶ αἱ χειροτονία: δὲ ἐν τῷ μύρῳ γίνονται, ὡς ἔφημεν· αὗται γὰρ ἐν τῷ θυσιαστηρίῳ ελοῦνται. Τὸ θυσιαστήρι» δὲ τῷ μύρῳ κεχρισμένον ἐστὶ, καὶ χωρὶς θυσιαστηρίου οὐδεὶς τῶν ὀρθο δόξων χειροτονεῖται. Ἐν τῷ μύρῳ ἄρα καὶ ἡ χειροτονίᾳ τῶν ἱερέων, ἰδίᾳ καὶ τὴν χειροθεσίαν καὶ τὴν ἐπίκλησιν τοῦ Πνεύματος έχουσα. Καινοτομούσι δὲ καὶ οἱ τῷ μύρῳ ἐν ταῖς χειροτονίας νομικώς χρισ μενοι Λατίνοι, καὶ χωρὶς τοῦ θυσιαστηρίου χειροθε τούμενοι, καὶ ἀχαρίτωτοι οὗτοι. Παρ' ἐπισκόπου δὲ μόνον τὸ μύρον, τελεῖται, ὡς καὶ ἐν τῇ τελετῇ τοῦ μύρου τοῦτο ἐπιγέγραπται, ο Ότι φωτιστικὸς ὁ ἐπί σκοπος, καὶ τελείαν ἔχων τὴν χάριν τοῦ Πνεύματος, καὶ διὰ τοῦτο καὶ τὴν μεταδοτικὴν πλουτεῖ τῶν θείων φώτων χάριν· ν τουτέστι τῶν χαρισμάτων τὴν δι ρεάν, τὸν Πατέρα τῶν φώτων Θεὸν ἐκμιμούμενος. ΚΕΦΑΛ. ΟϚ'. Ὅτι ἑπτὰ τελετὰς ἔχει ἐν ἑαυτῷ ὁ ἐπίσκοπος. Διὰ καὶ τελετὰς ἑπτὰ περιφέρει κατὰ τὸν ἀριθμόν τῶν θείων ἐνεργειῶν τοῦ Πνεύματος. Αὗται δέ εἰσι βάπτισμα, μύρου χρίσις, αναγνώστου σφραγίς, χειροθεσίᾳ υποδιακόνου, χειροτονία διακόνου, πρεσβυτέρου, καὶ ἐπισκόπου. Εν τούτοις οὖν τετελεσμένος, ἢν μεταδοτικὴν μόνος κέκτηται χάριν, Διὸ μόνος καὶ τὰς χειροτονίας καὶ τὸ μύρον ἐνεργεῖ. Δι' αὐτῶν δὲ τῶν δύο φθάνει τα πανταχοῦ, καὶ τὰ πάντα αὐτὸς 1.ἐργεῖ, τὸν Θεὸν ἐκμιμούμενος, καὶ τὴν αὐτοῦ πλου των χάριν. Καὶ γὰρ ἡ ἀρχιερεὺς ἐστιν ὁ τὰ πάντα
col. 251–252page 8 of 13
PG 155:251διὰ τῶν ἱερέων καὶ τῶν λοιπῶν κληρικών (χειροτονήσας αὐτοὺς ἐνεργῶν ἐν τοῖς μυστηρίοις. Καὶ Διονύσιος τοῦτό φησι. Κληρικός. Καὶ πῶς τοῦτο γίνεται, Πάτερ; ΚΕΦΑΛ. ΟΖ'. * Οτι παρ' ἐπισκόπου μόνον τὸ μύρον καὶ αἱ χει ροτονίας, καὶ δι' αὐτοῦ ἐν πάσαις ταῖς τελεταῖς ἡ ἐπισκοπικὴ φθάνει χάρις. Αρχιερεύς. Ακουσον. Οὐδεὶς ἱερουργεῖν ἱερεὺς ἰσχύει ἐν πνεύματι, ἢ ἄλλο τι διενεργεῖν, εἰ μὴ χει ροτονίαν ἔχῃ. Αὕτη δὲ ἐκ τοῦ ἀρχιερέως ἐστίν. "Αρα ἡ ἀρχιερωσύνη δι' αὐτοῦ ἐνεργεῖ. Αὖθις ὁ ἱερεὺς οὐ τὰς μυσταγωγίας ενεργεί χωρίς θυσιαστηρίου. Τοῦτο δὲ διὰ τοῦ μύρου ἁγιάζεται. Τὸ μύρον δὲ διὰ τοῦ ἀρε χιερέως μόνου τελείται. "Αρα χωρὶς ἀρχιερέως οὔτε Ουσία, οὔτε ἱερεὺς, οὔτε θυσιαστήριον ὅλως. Λοιπόν πάντα ταῦτα διὰ τοῦ ἀρχιερέως εἰσί. Πάλιν οὐδεὶς βαπτίζει, εἰ μὴ χειροτονίαν ἔχῃ· αὕτη δὲ ἐξ ἀρχια μέως. Καὶ πάλιν οὐ δύναται βαπτίζειν δίχα τοῦ μύτ ρου. Τοῦτο δὲ τῆς ἀρχιερωσύνης ἐστίν. "Αρα πάντα τὰ θεῖα μυστήρια καὶ ἐν πᾶσιν ἱερωμένοις ἡ ἀρχιερωσύνῃ ἐνεργοῦσά ἐστι· καὶ χωρὶς ταύτης οὔτε θυ σιαστήριον ἔσται, οὔτε χειροτονία, ούτε μύρον άγιον, οὔτε βάπτισμα· οὔτε ἄρα Χριστιανοί. Δι' αὐτῆς οὖν ὁ ἀληθῆς Χριστιανισμὸς, καὶ τὰ τοῦ Χριστοῦ 93 δι' αὐτῆς πάντα μυστήρια. Καλώς δὲ οὐ χρίονται εἰ χειροτονούμενοι αἰσθητῶς, ὅτι οὐδὲν τῶν ὑλικῶν ἐνερ γοῦσιν, ἀλλὰ πάντα πνευματικά, καὶ ὅτι τῷ ἀληθιν προσήγγισαν μύρῳ, ὅπερ ἐστὶν Ἰησοῦς Χριστός, οὗ μύρον εκκενωθεν όνομα. ΚΕΦΑΛ. ΟΗ. "Οτι πηγὴ τῆς ἱερωσύνης ὁ Χριστὸς καὶ ἐξ ἐκεί του διὰ τῶν διαδόχων αὐτοῦ ἡ χάρις μετοχετεύεται. Ἐκ τῶν θείων οὖν ἐκείνων χειρῶν καὶ τοῦ στόματος λαβόντες τὴν εὐλογίαν καὶ ἔμπνευσιν καὶ τὴν χειροτονίαν καὶ χάριν, διὰ τῶν ἐξ ἐκείνου ἁγιασθέν των κατὰ διαδοχὴν τὴν χάριν εἰ ἱερωμένοι λαμβάνο μεν· καὶ πηγὴ ἡμῖν τῆς χάριτος ὁ Χριστός, ὃς τὰς καὶ ἐνεργεῖ τὰ πάντα ἐν πᾶσι. Κληρικός. Καὶ πῶς ἑπτὰ μόνον λαμβάνει τελετές ὁ ἀρχιερεὺς, μοναχὸς ὢν, πολλάκις καὶ κοινωνίας μετέχων; ᾿Αρχιερεύς. Τὸ κοινωνεῖν πᾶσι πιστοῖς πρόκειται, καὶ οὐ τελετὴ εἰς τὸν ἀρχιερέα ἐστὶν, ἀλλ᾽ εἰς τὸ Ιερουργηθῆναι αὐτὸ τὸ πανάγιον σύμα Χριστοῦ καὶ αἷμα, καὶ τοῖς πιστοῖς ἅπασιν εἰς κοινωνίαν δοθῆναι καὶ ἔστι καθ᾿ ἑαυτὴν αὐτῇ μόνη πασών τελετών τε λετή, μεταδιδομένη μόνον εἰς κοινωνίαν. Τὸ σχῆμα δέ γε τοῦ μοναχοῦ τῆς μετανοίας ἐστὶν ἴδιον· δ καὶ καθαίρει τὸν πταίσαντα, ἢ ἀνυψοί τὸν προκόπτοντα. Οὐ τελειοῖ δὲ εἰς ἱερέα. Διὸ καὶ χωρὶς τοῦ σχήματος ἐπίσκοποι καθιστώνται. Μοναχοὶ δὲ μὴ τὸν βίον άρο μόδιον ἔχοντες, οὐ πρὸς ἱερωσύνην ἐλθεῖν ισχύουσιν. Ορᾷς τὴν εὐταξίαν τῆς Ἐκκλησία;; Κληρικός. Καὶ ὑπὲρ τούτου ἐμάθομεν. Λοιπόν, δέσποτα, καὶ τὰ ἀκόλουθα δίδαξον ἡμᾶς. ᾿Αναγκαία γάρ τινα ἡμῖν πρὸς γνῶσιν ἔρχονται, τῆς ζητήσεως γινομένης.
col. 253–254page 9 of 13
PG 155:253ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ. Αρχιερεύς. Χάρις ὑμῖν, ἀδελφέ, δι' ὑμῶν γὰρ καὶ αὐτὸς πρὸς τοῦτο κινούμενος, τινὰ τῶν ἀναγ καίων μανθάνω. Καὶ οὐκ αἰδοῦμαι τοῦτο ὁμολογεῖν. Δι' ὑμᾶς οὖν καὶ δι᾿ ἐμὲ, καὶ ἔτι λέξω τὰ κατὰ δύ ναμιν. Καὶ λοιπὸν ἀκόλουθον ἂν εἴη, περὶ τῆς φοι κτῆς καὶ θείας ἱερουργίας διαλαβεῖν. Οὕτω γὰρ καὶ ὁ μέγας ἐκτίθησι Διονύσιος, μετὰ τὴν τελετὴν τοῦ θειοτάτου μύρου περὶ ταύτης ειπών. Πλήν μήτις τολμητὰς ἡμᾶς ὑποπτεύσεις, μηδὲ ὑψηλοφροσύνην ἡμῖν ἐγκαλέσεις, περὶ τῶν οὕτω μεγίστων ἐπιχειροῦσι λέγειν, ἃ δὴ ἀποστολικοὶ καὶ θεῖοι ἄνδρες ήρ μήνευσαν, καὶ τοιοῦτοι, ὡς ὑπερασθῆναι τῶν οὐρα νῶν, καὶ Θεοῦ μυστήρια ἄρρητα μυηθῆναι. Οὐχ ἵνα τοίνυν περισσότερον εἴποιμεν, μηδαμῶς ἡμῖν, Κύριε, ἡ τοιαύτη ἔλθοι ἀπόνοια, καὶ βλασφημία μᾶλλον εἰ πεῖν· ἀλλ᾽ ἁγιαζόμενος τὸν νοῦν ἐκ τῶν εἰρημένων ἐκείνοις, καὶ ὁδηγούμενος ὡς τέκνον καὶ δοῦλος αὐτ τῶν εἰς φῶς γνώσεως θειοτέρας, ἐξ ὧν ἐκεῖνο: οὐρα νίως καὶ ἀξίως αὐτῶν συνεγράψαντο, ὅσον ἐγχωρεί τὰ παρ' ἐκείνων καμοί τε καὶ τοῖς ἀδελφοῖς ἐκτίθημι ἐν ἀγάπῃ. Καὶ τοῦτο ἐπιταγὴ ἐκείνων καὶ κέλευσμα καὶ ὅτι ἐπεὶ ταῖς εὐχαῖς αὐτῶν τῆς αὐτῶν χάριτος ἠξιώμεθα, ἀναγκαῖον περὶ ὧν ἐνεργοῦμεν θείων, ἐξετάζειν καὶ μεριμναν, ἵνα πρὸς γνῶσιν χειραγω γώμεθα μείζονα κατὰ τὴν ἐκείνων ἐκμίμησιν· ὅτι καὶ τούτου χάριν οὗτοι τὰ θεῖα ἡρμήνευον. Τὰ μὲν οὖν περὶ τῆς ἱερᾶς λειτουργίας, ἣν εὐχαριστίαν καὶ κοινωνία» 94 ὁ Ισαπόστολος ὀνομάζει ἱερὸ: Διονύσ σιος, ἐκ τούτου καὶ λοιπῶν ἄλλων ὁμοίων αὐτῷ λα βόντες τὰς ἀφορμάς, καὶ ἐν ἄλλοις εἰρήκαμεν κατὰ @ δύναμιν, περί τε ναοῦ θείου, καὶ τῶν ἱερῶν ἐνδυμά των, καὶ περὶ τῆς ἱερᾶς μυσταγωγίας· καὶ νῦν ἀκο λούθως τοῖς εἰρημένοις ὡς ἐν βραχεῖ τὰ περὶ τούτου ὡς ἰσχὺς ἑρμηνεύσομεν διά τε τὸ τοῦ λόγου ἑπόμενον, καὶ τὴν τάξιν τῶν μυστηρίων. Κοινωνία τοίνυν ἐστὶν ἔνωσις Θεοῦ μεθ' ἡμῶν, θέωσις ἡμῶν, ἁγια σμός, χάριτος πλήρωμα, ἔλλαμψις, αποτροπή παν τῆς ἐναντίου. Χορηγία παντὸς ἀγαθοῦ, καὶ τί ἔτε ρον ἢ Θεοῦ σύγκρισίς τε καὶ κοινωνία; Τοῦτο μυ στήριον μυστηρίων, καὶ ἁγίων ἁγιασμὸς, καὶ ὄντως ἁγίων ἅγιον, καὶ τελετῶν ἁπατῶν τελετή, καὶ τελετάρχης τε καὶ τελεστική. Επεὶ καὶ ὁ μόνος τελετάρχης Λόγος αὐτὴν εἰργάσατο καὶ παρίδωκε, καὶ αὐτ τός ἐστιν αὕτη· καὶ ἵνα μένῃ μεθ᾿ ἡμῶν αὐτὴν παραδέδωκεν. Ο μὲν οὖν θεῖος Διονύσιος συνάγων τὰ τῆς τελετής τῆς μεγίστας ταύτης τῇ μεγίστη
col. 255–256page 10 of 13
PG 155:255φράσει τε καὶ ἐννοίᾳ, πάντα ἐν ἐπιτόμῳ ἐκτίθεται, καὶ λαμπρότατα θεωρεῖ, ὡς καὶ περὶ τῶν λοιπῶν ποιεί μυστηρίων· ἡμεῖς δὲ ἀδρανεῖς ὄντες καὶ ἔσχα τοι τῶν μαθητῶν αὐτοῦ μαθηταί, πῶς τὰ ἐκείνου κατίδωμεν; Ομως ὅσον ἰσχύσαμεν εἰς φωτισμόν τῶν ψυχῶν ἡμῶν ἐκ τούτου καταμαθεῖν, καὶ ἔτι τῶν λοιπῶν τούτου διαδόχων τῆς χάριτος καὶ θείων Πα. τέρων ἡμῶν, κατὰ δύναμιν ἐροῦμεν, ὡς ἐζητήσατε διὰ καὶ περὶ τῶν ἐν τῇ προθέσει καὶ τῶν ἐν τῷ θυ σιαστηρίῳ τελουμένων ἁπάντων διαλαβεῖν σπουδάσομεν, ἐξετάζοντες ὡς ἰσχὺς, τίνας λόγου; ἕκαστον ἔχει. Καὶ δὴ λέγομεν ἐν Χριστῷ. ΚΕΦΑΛ. ΟΘ'. Τί δηλοῖ ἡ τοῦ ἱεράρχου ἐκ τοῦ θρόνου κατάβασις, καὶ τὰ ἱερὰ ἐνδύματα, καὶ τὸ ταῦτα ἐνδύ σασθαι. Ο Ιεράρχης κατέρχεται τοῦ θρόνου αὐτοῦ, τοῦτο ἡ Θεοῦ συγκατάβασις, καὶ προσκυνήσας ερὶς τῷ Θεῷ, ἐξαιτεῖται χάριν καὶ δύναμιν τοῦ ἐκτελέσαι τὰ θεία, δεικνὺς ὅτι δοῦλος Θεοῦ, καὶ τῇ αὐτοῦ ἰσχύλ τοῖς αὐτοῦ ἐξυπηρετεῖ. Εἶτα τὰ ἱερὰ ἐνδύεται ἄμφια, ἑπτὰ ὄντα διὰ τὰς ἑπτὰ ἐνεργείας τοῦ Πνεύματος. Ταῦτα δὲ εἰσι στιχάριον, ἐπιτραχήλιον, ζώνη, ἐπι μανίκια, ἐπιγονάτιων, φαινόλιον, ἢ σάκκος, ἢ πολυ σταύριον, καὶ τέλος ὠμοφόριον. "Απαντα ὁμοῦ τὴν ενανθρώπησιν δηλοῦσι Χριστοῦ, καὶ τὰ τῆς ἐναν θρωπήσεως. Ἰδίᾳ δὲ ἕκαστον σημασίαν ἔχει τινά· τὸ μὲν στιχάριον λευκὸν ὄν, τὸ φῶς τοῦ Θεοῦ καὶ καθα ρόν, καὶ ὅτι καθαρὰν τὴν φύσιν ἡμῶν ἔκτισε καὶ προσείληφεν. Εἰ δὲ πορφυροῦν, διὰ τὴ πάθος, ὅτι τὸ αἷμα ἐξέχει δι' ἡμᾶς ὁ ἐνανθρωπήσας λόγος. Οἱ ἐν αὐτῷ δὲ ποταμοί, τὰ χαρίσματα τῆς διδασκαλίας, ἔτι δὲ καὶ τοὺς τοῦ αἵματος τοῦ Σωτῆρος ἡμῶν κρουνούς. Διὰ καὶ μόνον τούτους τὸ ἀρχιερατικὸν στιχάριον κέκτηται· ὡς καὶ ὁ μανδύας, αὐτὸς μὲν την προνοητικὴν καὶ συνεκτικὴν καὶ σκεπαστικὴν χάριν ἐκτυπῶν τοῦ Θεοῦ, καὶ ὅλον τὸ σῶμα συνέχων καὶ συλλαμβάνων. Οι ποταμοὶ δὲ τὰ διάφορα τῆς δια δασκαλίας κινήματα, ἐκ τῶν δύο πηγάζοντα ἀεννάως Διαθηκών, τῆς παλαιᾶς τε καὶ νέα;, &ς δηλοῦσι τὰ τώματα· καὶ ὅτι τὴν ἐν τῷ στήθει ήτοι τῇ καρδία ανεωγμένην γνῶσιν τοῦ Εὐαγγελίου Χριστοῦ, ὁ δὲ καὶ ἐπὶ κεφαλῆς χειροτονούμενος ἀνεῳγμένον ἐδέ ξατο. Δι' και, «Ο πιστεύων εἰς ἐμὲ, φησί, ποτα μο! ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουν. ν ὕδατος ζῶντος, ἤτοι τοῦ Πνεύματος αἱ ἐνέργειαι, ὡς αὐτὸ διδάσκει τὸ ἱερὸν Εὐαγγέλιον, λέγον, «Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· καὶ ὅτι χάριν λαμβάνομεν, καὶ οὐ τὴν φύσιν τοῦ Πνεύματος, φύσιν τοῦ Πνεύματος, ἐπάγει, «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Τι τοῦτο λέγων, «Ούπω ἦν Πνεῦμα· ἅγιον;» καὶ γὰρ ἦν, καὶ ἔστι, καὶ ἔσται, κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν· καὶ πηγὴ χαρισμάτων ἀεὶ ἐστιν. 95 'Αλλ᾽ οὔπω ἐδόθη τὰ τούτου χαρίσματα, ἐπεὶ οὐδέπω ἡ διὰ σταυροῦ προσηνέχθη θυσία. Τοῦτο γὰρ ἐστι τ), ο Ντι Ἰησοῦς οὐδέπω εδοξάσθη·, ἐπεὶ δόξα Χριστοῦ ὁ σταυρός.
col. 257–258page 11 of 13
PG 155:257ΚΕΦΑΛ. ΙΙ'. Περὶ τοῦ ἀρχιερατικοῦ μανδύον τε, καὶ τοῦ ἐγο κολπίου, καὶ τῆς ποιμαντικῆς ῥάβδου. Τυθέντος οὖν καὶ θανόντος καὶ ἀναστάντος καὶ ἀνα ελθόντος Χριστοῦ ὑπὲρ ἡμῶν, τότε τὸ Πνεῦμα κατα ἦλθε καὶ τὴν χάριν ἐλάβομεν· καὶ ἐκ τῆς καρδίας τῶν πιστῶν οἱ ποταμοὶ τῶν δωρεῶν ῥέουσι. Και τοῦτο δηλοῖ ὁ μανδύας· καὶ ἡ σφραγὶς δὲ καὶ ὁμολογίᾳ τῆς πίστεως ἐν τῷ τοῦ ἀρχιερέως στήθει Ἐκκρεμαμένη διὰ σταυρίου ἢ ἐγκολπίου τινός. Καὶ τοῦτο γὰρ ἐν τῷ στήθει διὰ τὴν ἐκ καρδίας ὁμολογίαν. Η ράβδος δὲ ἦν κατέχει, τὴν ἐξουσίαν δηλοί τοῦ Πνεύ ματος, καὶ τὰ στηρικτικὴν τοῦ λαοῦ, καὶ τὸ ποιμαντικὸν, καὶ τὰ ὁδηγεῖν δύνασθαι, καὶ τὸ παιδεύειν τοὺς ἀπειθοῦντας, καὶ τὸ συνάγειν εἰς ἑαυτὸν τοὺς μας κράν. Δ:δ καὶ λαβὰς ὡς ἀγκύρας ἄνωθεν ἔχει, καὶ τὸ διώκειν τοὺς θηριώδεις τε καὶ λυμαντικούς, καὶ τελευταῖον τὸν σταυρὸν τοῦ Χριστοῦ δηλοῖ καὶ τὸ τρόπαιον, ἐν ᾧ καὶ νικώμεν, καὶ στηριζόμεθα, καὶ ὁδηγούμεθα, καὶ ποιμαινόμεθα, και σφραγιζόμεθα, καὶ παιδαγωγούμεθα, καὶ ἑλκόμεθα εἰς Χριστὸν τὰ πάθη νεκροῦντε;, καὶ τοὺς πολεμίους διώκομεν, καὶ πάντοθεν φυλαττόμεθα. ᾿Αλλὰ καὶ τὸ λαμπάδα ἡμμένην προηγεῖσθαι αὐτοῦ τὴν λάμψιν δηλοῖ τῆς ἐν τῷ ἀρχιερεῖ χάριτος, καὶ τὸ δι' αὐτοῦ μεταδοτικὸν αὐτῆς πρός τε ἱερατικούς, καὶ τοὺς λοιποὺς πιστοὺς ἅπαντας. Πάντα γὰρ τὰ δῶρα ἐν πᾶσι διὰ τῆς ἀρ χιερατικῆς χάριτος, καὶ οὐδὲν χωρὶς αὐτῆς· διὸ καὶ φωτιστικὸς ὁ ἀρχιερεὺς παρὰ τῷ ἱερῷ Διονυσίῳ και λεῖται, καὶ τὸν Πατέρα ἐκμιμεῖται τῶν φώτων, καὶ τὸ ἀληθινὸν φῶς τὸν Ἰησοῦν, καὶ τῶν ἀποστόλων ἔχει τὴν χάριν, οἱ φῶς τοῦ κόσμου ἐκλήθησαν. Καὶ τὸ διδασκαλικὸν δὲ χάρισμα τὸ φῶς προϊὸν σημαί ναι, τὴν λάμψιν παρέχον τῆς τοῦ Θεοῦ γνώσεως καὶ τῶν ἀρετῶν, καὶ ἔτι τὴν ἀγγελικὴν καὶ θείαν καὶ κεκαθαρμένην καὶ φωτεινὴν τῶν ἱερῶν ἀνδρῶν βιο τὴν, καὶ μάλιστά γε τῶν διδασκάλων, περὶ ὧν γέν γραπται, ο Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοο ξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·; καὶ ὅτι ὅτι πρὸς τὸ φῶς ὁδηγεῖ ὁ ἀρχιερεὺς, ἐκμιμούμενος Χριστὸν τὸ φῶς τοῦ κόσμου, ὡς ἔφη, ὅτι καὶ τὴν αὐτοῦ πλουτεῖ χάριν, καὶ πρὸς αὐτὸν ἄγει τους ἑπομένους αὐτῷ. Ταῦτα μὲν τὰ τοιαῦτα δηλούσι, καὶ ἔτι μείζονα, οἷα ἄν τις ἐν.οήσοι τῶν θείων. ΚΕΦΑΛ. ΠΑ'. Οτι ἑπτὰ τὰ τοῦ ἀρχιερέως ἱερὰ ἐνδύματα, καὶ τίνα ταῦτα, καὶ τί ἕκαστον τούτων δηλοῖ. Ο δὲ ἀρχιερεὺς ἐνδύεται μὲν, ὡς εἰρήκαμεν, τὸ στιχάριον, ὡς ἔνδυμα ἀφθαρσίας φωτεινὸν καὶ ἁγιω σύνης, τὸ καθαρόν και φωτιστικὸν Ἰησοῦ, καὶ τὸ τῶν ἀγγέλων ἁγνὸν καὶ λαμπρὸν δηλοῦν· καὶ τὴν εὐχὴν φησιν ἀπὸ τοῦ Ψαλμού, ο Αγαλλιάσεται ή ψυχή μου ἐπὶ τῷ Κυρίῳ.» Εἶτα τὸ ἐπιτραχήλιον τὴν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ ἀπὸ κεφαλῆ; δοθεῖσαν χάριν σημαίνον· καὶ ἡ εὐχὴ τοῦτό φησιν, «Εὐλογητὸς ὁ Θεὸς ὁ ἐκχέων τὴν χάριν αὐτοῦ ἐπὶ τοὺς ἱε Το στιχάριον, τὸ ἐπιτραχήλιον, ἡ ζώνη, τὸ σταύριον. Ει ἐπιγονάτιον, τὰ ἐπιμανίκια, τὸ φαινόλιον, τὸ πολυ
col. 259–260page 12 of 13
PG 155:259»: ρεῖς αὐτοῦ. Εἶτα τὴν ζώνην, τὴν ἀπὸ Θεοῦ ἰσχὺν λῶν τοῦ Χριστοῦ σωτήριον κάθοδον, δι' ἧς τούς τε ἐκτυποῦσαν περὶ τὴν ὀσφὺν τιθεμένην· καὶ ἡ εὐχὴ μαρτυρεῖ· ἐν τῷ περιζωννύεσθαί φησι γάρ, ο Εύο λογητὸς ὁ Θεός, ὁ περιζωννύων με δύναμιν. ο "Αμπ δὲ καὶ τὸ τῆς διακονίας ἔργον δηλοῖ· ὁ γὰρ διακονών περιζώννυται· καὶ ἔτι τὴν σωφροσύνην καὶ ἀγνείαν, ἐπὶ τοὺς νεφρούς κειμένην καὶ τὴν ὀσφύν. Επειτα τη ἐπιγονάτιον, τὴν κατὰ τοῦ θανάτου νίκην δηλοῦν, καὶ Ο τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὅπερ καὶ ὡς σχήμα ῥομφαίας ἔχει· καὶ ἡ εὐχὴ τοῦτό φησι, «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατό, ο ἐκ τούτου καὶ τὴν δύναμιν, καὶ τὴν νίκην, καὶ τὴν ἔγερσιν τοῦ Χριστοῦ διὰ τῆς καθαρότητος καὶ ἀν αμαρτησίας δηλῶν. Διὰ τοῦτο γὰρ καὶ αὐτὸ ἐπὶ τῆς ὀσφύος ἐκκρέμαται, «Καὶ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, φησί, καὶ ἔντειναι καὶ κατευ·δοῦ καὶ βασίλευε ένεκεν ἀληθείας καὶ πραότητος καὶ δι καιοσύνης.» Καὶ ἀληθείας μὲν, ὅτι αὐτός ἐστιν ἡ ἀλήθεια, ο καὶ ἔλεος καὶ ἀλήθεια πρὸ προσώπου του Θεοῦ. • Πραότητος δὲ, διὰ τῶν παθημάτων τὴν ὑπου μονήν. Καὶ δικαιοσύνης, ὅτι μὴ ἁμαρτήσεις, θανών, τὸν θάνατον ὤλεσεν. Είτα λαμβάνει τὰ ἐπιμανίκια & δὴ τὸ παντουργικὸν σημαίνουσι τοῦ Θεοῦ· καὶ ἡ εὐχὴ τοῦτο λέγει· «Η δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ.» Καὶ τὸ, ο Δ' χειρές σου ἐποίησάν με καὶ Επλασάν με, ὁ Ἔτι δὲ καὶ τὸ ταῖς χερσὶν ἱερουργῆσαι τὰ μυστήρια ἑαυτοῦ· καὶ τὸ τὰς χεῖρας δεθῆναι. Εἶτα τὸ φαινόλιον, ἢ σάκκος δν, ἢ πολυσταύριον, & δὴ τὴν ἐν τῷ πάθει σημαίνουσι χλαίναν. Καὶ τὸν σάκκον μᾶλλον ὁ σάκκος· καὶ τὸ πολυσταύριον δέ ἀλλὰ καὶ τὴν προνοητικὴν καὶ φρουρητικὴν ἐν πᾶσι καὶ συνεκτικὴν χάριν τοῦ Θεοῦ, δι' ἦν καὶ καθ' ἡμᾶς ὤφθη, καὶ τὰ πάθη ὑπήνεγκε. ΚΕΦΑΛ. ΙΒ'. Οτι τὸ ὠμοφόριον ἐξ ἐρίου, καὶ οὐκ ἐξ ἄλλης ύλης δεῖ κατασκευάζεσθαι· καὶ τίνας δηλον σιν οἱ φορένοντες τὸν ἀρχιερέα· καὶ τί τὸ κατέρχεσθαι προς δυσμάς. Καὶ τελευταῖον τὸ ὠμοφόριον, ὁ ἀπὸ τῶν ὤμων ελίττων, τὴν τοῦ πλανηθέντος προβάτου τῶν ἀνθρώ των ἡμῶν δηλοῖ σωτηρίαν τε καὶ ἀνάκλησιν, οὗ δὴ καὶ τὴν μορφὴν ἀνέλαβεν ὁ Σωτὴρ, ἐν ᾗ καὶ παθὼνδιὰ σταυροῦ ἡμᾶς ἔσωσεν· ὅθεν καὶ ἐξ ἐρίου. Καὶ Εμπροσθέν τε καὶ ὄπισθεν καὶ ἐπὶ τοῦ στήθους σταυροειδῶ; τέσσαρας έχει σταυρούς, την σταύρωσιν ἐκτυποῦντας. Καὶ οὕτω μὲν στολισάμενος ἔστα ται ὁ ἀρχιερεύς· καὶ εὐλογεῖ τοὺς ὑπηρετήσαντας. Οὗτοι δὲ διάκονοί εἰσι, τοὺς ἀγγέλους τυποῦντες τῇ σαρκώσει ὑπηρετήσαντας. Μεθ' ὧν δὴ καὶ κατὰ συν ζυγίαν προπορευομένων διὰ τὴν ἐν οὐρανοῖς εὐταξίαν, ἣν μιμοῦνται οἱ ἐπὶ γῆς, μετὰ τιγῆς πρὸς δυσμὰς προπορεύεται, αὐτοῦ τοῦ ἀρχιερέως ὄπισθεν αὐτῶν ἐρχομένου, δηλοῦντος τούτο, ὡς ταπεινῶς τε καὶ εὐτελῶς ἦν πολιτευόμενος ὁ Σωτὴρ κατὰ τὴν αὐτοῦ πρώτην παρουσίαν· καὶ πρὸ προσώπου αὐτοῦ τοὺς ἀποστόλους ἀπέστειλεν ἀνὰ δύο, οἷσπερ καὶ συνῆσαν συνεργοῦντες ἄγγελοι. Ο μὲν οὖν ἀρχιερεὺς περὶ τὰς πρὸς δυσμας ίσταται πύλας μετὰ τῶν διακίνων, τὴν μέχρι τῆς γῆς καὶ αὐτοῦ τοῦ ᾅδου δη ζῶντας καὶ τεθνεῶτας ἐῤῥύσατο.
col. 261–262page 13 of 13
PG 155:261ΚΕΦΑΛ. ΠΓ'. Τι σημαίνει το λαμβάνειν εὐλογίαν παρὰ τοῦ πρώτου ἀρχιερέως τούς τε ὑπ' αὐτὸν ἀρχιερεῖς ἱερεῖς τε καὶ κληρικούς, ἐν τῷ μέλλειν τὰς ἱερὰς αὐτῶν στολὰς ἐνδύεσθαι, καὶ μετά νοιαν ποιεῖν. Ὁ ἱερεὺς δὲ ἐν τῷ θυσιαστηρίῳ, πρῶτον τῷ ἀρο χιερεί προσκυνήσας, τὴν ὑποταγὴν ἐπιδεικνὺς, καὶ εὐλογίας ἀξιωθεὶς, ποιεῖται τὴν προσκομιδήν· δεῖ γὰρ εὐχὴν προηγεῖσθαι τῶν θείων ἔργων, καὶ αἰτεῖσθαι συγχώρησιν· διὸ πρότερον εὐλογίαν λαβών, καὶ ἀσπασάμενος τὴν χεῖρα τοῦ ἱεράρχου εἰς τὸ ἱερουργεῖν ἀπέρχεται, ὡς καὶ πρότερον ἐν τῷ μέλλειν ἐνα δύεσθαι τῆς ἱερατικὰς αὐτῷ στολὰς οἱ διάκονοι, μαρτυροῦντες οὗτοι καὶ ἱερεῖς καὶ ἀρχιερεῖς, πάντες τοῦτο ποιοῦντες κατ' ὀφειλήν, ὡς διὰ τῆς τοῦ πρώτ του τούτου ἀρχιερέως χειρὸς οὗτοι κεχειροτόνηνται, καὶ ἀρχιερεῖς καὶ ἱερεῖς εἰσί τε καὶ κληρικοί, καὶ 97 τῆς εὐλογίας μετέχουσι, καὶ τὴν ταπείνωσιν ἀποτώζουσι καὶ τὴν τάξιν· καὶ ὅτι προσέρχονται τῷ Θεῷ μετ' εὐλογίας καὶ συγχωρήσεως· καὶ μετ' ὑπο ταγῆς τε καὶ εἰρήνης τὸ τῆς διακονίας εκτελέσαι ἕκαστος ἔρχεται. Απελθὼν οὖν μετὰ τὴν συγχώρησιν καὶ εὐλογίαν τῶν ἱερέων ὁ δεύτερο;, ἐπειδὴ τὰ προοίμια τῆς ἱερουργίας τελεῖ, καὶ ὡς τὰ δευτεραῖα τοῦ πρώτου ἔχων ἐστὶν, ἢ μᾶλλον εἰπεῖν τὰ τῶν προφητῶν ἐμφαίνει τυπικὰ αἰνίγματα καὶ πράγμα τα καὶ κηρύγματα, ἐν τῇ προθέσει γὰρ λέγει τα περὶ τῆς σφαγῆς καὶ τοῦ θανάτου Χριστοῦ, ἐκ τοῦ Ησαίου καὶ τῶν λοιπῶν, καὶ ἐν τῷ τὰ δῶρα προ ετοιμάζειν, καὶ τοῦ Βαπτιστοῦ ἅπαντα, ἕως ἦλθεν ὁ Κύριος· ὁ Βαπτιστής γὰρ βαπτίζων Χριστὸν ἐδίδασκε, καὶ περὶ αὐτοῦ κηρύττων ἦν, καὶ αὐτῷ ὑπῆρ χεν ὑπηρετῶν, καὶ ἐνταῦθα ὁ δεύτερος τῶν ἱερέων ὑπηρετεῖ. Απέρχεται οὖν οὗτος, καὶ μετὰ τῶν λοι τῶν ἱερέων τὰ ἱερατικά περιβάλλεται άμφια. Τρὶς γὰρ προσκυνήσας τοῦ θυσιαστηρίου ἐνώπιον, καὶ ἅπερ ηύξατο ὁ ἀρχιερεὺς, εὐξάμενος καὶ αὐτὸς, καὶ τὴν ἱερὰν ἀσπασάμενος τράπεζαν, δεικνύ; τὴν πρὸς Θεὸν ἀγάπην αὐτοῦ καὶ τὴν ἕνωσιν, καὶ ὅτι ἀπὸ τοῦ θυσιαστηρίου ἡγίασται. Εκαστον εὐλογεῖ ὡς καὶ ὁ ἀρχιερεὺς τῶν ἱερῶν ἐνδυμάτων τε καὶ ἀσπάζεται καὶ οὕτω δὴ περιβάλλεται, δεικνύς, ὡς ἡγιασμένα εἰσὶ, καὶ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ ἁγιάζεται, καὶ ἁγιασμοῦ μεταδοτικά εἰσι πάλιν ὑπενδυόμενα. Περι βάλλεται οὖν πέντε ἐνδύματα, ὡς τέλειος καὶ αὐτὸς, καὶ τελειοποιὸν ἔχων χάριν. Πέντε γὰρ αἱ τέλειαί εἰσ σιν αισθήσεις τοῦ σώματος, καὶ πέντε αἱ δυνάμεις τῆς ψυχῆς, ὡς καὶ ὁ ἱερεὺς ἁγιάζει, βαπτίζων καὶ ἁγιάζων τὸν ἄνθρωπον. Εστι δὲ ὁ ἐνδύεται στιχάριον, ἐπιτραχήλιον, ζώνη, ἐπιμανίκια, καὶ φαινόλιον. Λευκὰ δὲ ταῦτα διὰ τὸ καθαρὸν τῆς χάριτός τε καὶ φωτεινόν· πολλάκις δὲ καὶ πορφύρα κατά καιρὸν τῶν νηστειῶν, διά γε τὸ πενθεῖν ἡμᾶς ἀμαρ τήσαντας, καὶ διὰ τὸν σφαγέντα ὑπὲρ ἡμῶν, ἵν' εἰς ὑπόμνησιν ἐλθόντες τοῦ πάθους αὐτοῦ, αὐτὸν μιμη σώμεθα, δ καὶ μέλλομεν ἑορτάζειν. Τινὲς δὲ τῶν πρώτων πρεσβυτέρων, ὗτοι οἱ σταυροφόροι, τῶν ἀρχιμανδριτών τέ τινες, καὶ ἐπιγονάτιον ἔχουσι. Τοῦτο δὲ κατὰ δωρεάν ἐστιν ἀρχιερατικὴν, ὡς καὶ
Page scan enlarged

Notebook

Full View