PG 155Symeon Thessalonicensis Archiepiscopus
On Repentance
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 469–470page 1 of 17
PG 155:469δύναμιν ἐροῦμεν τῷ εἰρμῷ τοῦ λόγου, καὶ πρὸς τοῦτο ἐλθόντες ήδη Θεοῦ θέλοντος, πρότερον τὰ περὶ τῶν ἱερῶν χειροτον:ῶν κατὰ δύναμιν ἑρμηνεύσαντες. Κληρικός. Ναι, ἅγιε δέσποτα. Αξιον ἡμᾶς καὶ περὶ τούτου διδάξαι καὶ ἀναγκαῖον. ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ. Αρχιερεύς. Κἀγὼ πρὸς τοῦτο ἑτοίμως ἔχω, καὶ τῶν κατὰ δύναμιν λόγων οὐκ ἀμελήσω· ἔτι καὶ τὸ κεφάλαιον τῆς σωτηρίας πάντων πιστῶν μετὰ τὸ βάπτισμα ή μετάνοια· καὶ ἄλλο αύτη καθάρσιον, καὶ δεύτερον βάπτισμα, δι' ἐξαγορεύσεώς τε καὶ τα πεινώσεως, τοῖς κατὰ δύναμιν πόνοις καὶ δάκρυσι κατορθούμενον. "Ης μετανοίας προοίμιον τελῶναι καὶ ἁμαρτωλοὶ καὶ πόρναι ἐν μετανοίᾳ Χριστῷ προσο ελθόντες καὶ προσδεχθέντες, καὶ λῃστὴς ἐπὶ τοῦ σταυροῦ μόνον ἐξομολόγησιν καὶ πίστιν δούς, καὶ τὰ, τά, ο Μνήσθητι, καὶ ὁ κορυφαῖος τῶν μαθητῶν μετὰ τὴν τῆς ἀρνήσεως πτῶσιν, κλαύσας πικρῶς καὶ ἐλεηθείς, καὶ τῇ τριττῇ ἐρωτήσει, εἰς δ ἦν ἀποκαταστὰς, ἢ καὶ μείζον, ποιμὴν Χριστοῦ τῶν προβάτων καταστὰς, εἰς τὸ ποιμαίνειν ἐν προσοχῇ καὶ συμπάθεια τὰ πρόβατα, ἀπὸ τοῦ πταῖσαι καὶ προσδεχθής και, τὸ τοὺς πταίσαντας δέχεσθαι μαθών μεταγνόν τα;· καὶ σὺν αὐτῷ ἅπαντες· ὁ γὰρ μὴ πταίσας ἐν ἀνθρώποις οὐκ ἔστιν ὅλως· καὶ πρῶτος πταίσας καὶ ὑπὲρ πάντας ἐν πᾶσι πιστοῖς ἐγώ, καὶ συγχωρηθῆναι αιτούμενος καὶ σωθῆναι. Κληρικός. Ως ἀληθῶς, δέσποτα, τοῦ τοιούτου χρήζομεν πάντες· ὅτι καὶ πάντες διηνεκώς ἁμαρ τάνομεν. ΚΕΦΑΛ. ΣΝΑ. *Οτι τοῦτο μετάνοια, τὸ διηνεκώς ταπεινοῦσθαι, καὶ ἁμαρτωλὸν λέγειν καὶ νομ ζειν ἑαυτὸν, καὶ πρὸς τὴν ἐξαγόρευσιν τρέχειν. Καὶ ὅτι οὐ δεὶς καθαρὸς ἐν ἀνθρώποις. Αρχιερεύς. ᾿Αληθῶς, ἀδελφέ. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς καθαρὸς ἀπὸ ῥύο που, ὡς γέγραπται, κἂν μίαν ἡμέραν ενδιατρίψῃ τῷ βίῳ; τὸ μὲν ὢν ἀπὸ τῆς προγονικῆς ἁμαρτίας ἁμαρτωλός, τὸ δὲ καὶ φωτισθεὶς τῷ βαπτίσματι, εὐθὺς καὶ ἄκων κατά τι περιπίπτων τῇ ἁμαρτία. Το γάρ τινα χάριν τούτου ἡμαρτηκέναι γονέα το χὸν ἢ φίλον ἢ συγγενῆ, ὅπερ ἀδύνατον μὴ συμβῆναι, εἰ καὶ ἐν ἀγνοίᾳ τοῦ βρέφους, ἀλλ᾽ αἰτία τούτου συμβαίνει· καὶ προστρίβεται τούτῳ, ῥύπος εὐθὺς καὶ ἁμάρτημα. Επειτα καὶ ἄνθρωπος τοῦτο μόνον, εἰ καὶ τὴν χάριν ἔλαβε, καὶ τὰ τῆς σαρκὸς εὐθὺς ζητεῖ γεννηθέν, καὶ ἀλόγως καὶ τοῦ ἐννοεῖν χωρίς.
col. 471–472page 2 of 17
PG 155:471καὶ μὴ νοτῶν ἁμαρτάνει, ὡς καὶ ἐν ἁμαρτίαις κατὰ τὸν Δαβὶδ συλλαμβάνεται. Εἰ οὖν καὶ ἐν τῷ ἀρτιγενεῖ καὶ νεεφοντίστῳ βρέφει οὐ δυνατὸν μὴ προστριβῆναι τινα ἁμαρτίαν, πολλῷ γε δὴ ἐν πᾶσιν ἡμῖν καὶ κατά γνώμην, καὶ παρὰ γνώμην, μᾶλλον εἰ κατά γνώμην ἐν πᾶσιν ὡς λογικοῖς οὖσι, καὶ ἀμε λοῦσιν ἐκοντὶ διηνεκῶς ἁμαρτάνουσι· καὶ τὰ τῆς λήθης γὰρ καὶ ἀγνοίας παρὰ τῆς ἡμῶν ὁμελείας καὶ οὐκ ἔστιν ἀπολογίαν εὑρεῖν. τοῦτο δὲ ἐκ τῆς παραβάσεως. Ὅθεν καὶ ἅμα τεχθὲν 189 ΚΕΦΑΛ. ΣΝΕ. Ότι πάντας δεῖ μετανοεῖν Ιερωμένους καὶ λατ κούς. Διὰ μετανοεῖν μόνον χρὴ, ὡς ὁ Βαπτιστὴς καὶ ὁ Δεσπότης ἐκήρυξε, καὶ οἱ αὐτοῦ μαθηταί· καὶ πάν τας μετανοεῖν χρὴ λαϊκούς τε καὶ μοναστάς, κλη ρικού; τε καὶ ἱερεῖς καὶ ἀρχιερεῖς· καὶ μηδένα χωμα ρίζειν τῆς μετανοίας ἑαυτόν, ὅτι καὶ πάντες ἡμάρ τομέν τε καὶ ἁμαρτάνομεν· καὶ μετανοείν πάντες ὀφείλομεν. Ὅθεν καὶ ὁ μὲν Σωτὴρ ἡμῶν ἔφη καὶ δ αὐτοῦ Βαπτιστής, «Μετανοείτε ήγγικε γὰρ ἡ βασι λεία τῶν οὐρανῶν. Αὐτός δηλαδὴ ὁ τῶν οὐρανῶν βασιλέυς. ἐγγὺς γινόμενος τοῖς μετανοῦσιν· ὅτι καὶ ἐγγὺς Κύριος πάσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἐγὼ δὲ τρανῶς ἐκβοῦ πᾶσι μετ᾿ ἐμοῦ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν χάριτος, Μετανοωμεν, ἵνα σωθῶμεν· ἐγγὺς γὰρ ἡ τοῦ Θεοῦ βασιλεία· καὶ μετὰ τοῦ θειοτάτου Παύλου, «Νῦν ἐγγύτερον ἡμῖν ἡ σωτηρία. Ο γὰρ Σωτὴρ καὶ κριτὴς ἡμῶν ἔρχε ται. ᾿Αποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Οτι δὲ καὶ ἱερεῦσιν ἀναγκαία, ὡς καὶ μοναχοῖς καὶ λαϊκοῖς, ἡ ἐξαγόρευσις καὶ μετάνοια, καὶ ὁ ᾿Απόστολος μαρτυρεί, «'Ἐξομολογεῖσθε ἀλλήλοις, λέγων, τὰ παραπτώματα, καὶ εύχεσθε ὑπὲρ ἀλλήλων, όπως καθῆτε, ἐκ τοῦ, Ἐξομολογεῖσθε ἀλλήλοις· καὶ εὔχεσθε ὑπὲρ ἀλλή λων, ο διδάσκων, ὡς πᾶσι χρεία ἐστὶν ἡ τῶν ἐπταισμένων ἐξαγόρευσις καὶ μετάνοια. "ν δή προεκής ρυξε μὲν καὶ ὁ Βαπτιστής, ὡς εἰρήκαμεν, καὶ δ Σωτὴρ ἐνήργησε, δεξάμενος τὰς τῶν ἁμαρτωλῶν εξομολογήσεις, καὶ ἐξαιρέτως τοῦ τελώνου, τοῦ ἀσώτου, τῆς πόρνης, του Ζακχαίου, τοῦ λῃστοῦ ἐπὶ τοῦ σταυροῦ, καὶ πλείστων ἄλλων ἁμαρτησάντων τὴν ἐξαγόρευσιν. Καὶ παραβολαῖς δὲ τοῦτο δηλοί. καὶ μᾶλλον τῇ τοῦ ἀσώτου, δ; δὴ τὰ τῆς μετανοίας πάντα ποιεῖ. Καὶ λέγων μὲν τό, «Ημαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ο τὴν ἐξομολόγησιν ἐνερο γεῖ· τὸ δὲ, «Οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου.» τὴν συντριβὴν ὑπεμφαίνει, καὶ τὴν ἑαυτοῦ καταδί την συν τῇ αὐτομεμψίᾳ· τὸ δὲ, «Ποίησόν με ὡς ἕνα των μισθίων σου,» τὴν μετ' ἐλπίδος ταπεινὴν ἱκεσίαν. Οἱ δεῖ γὰρ ἀπογινώσκειν τινά. Ἰδοὺ οὖν ἀπὸ τοῦ Εὐαγγελίου καὶ οἱ καρποὶ τῆς μετανοίας, οὓς ἀπαιτεῖ καὶ ὁ Βαπτιστής· τὸ ἐπιστρέψαι ἀπὸ τῆς ἁμαρτίας· οὕτω γὰρ καὶ ὁ σωθεὶς ἄσωτος διεπράξατο καταλιπών τὴν ἀσωτείαν, ἐπανῆλθε πρὸς τὸν πατέρα τοῦ ἐξομολογήσασθαι. Ημαρτον γὰρ, παρα ρησία λέγει· καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ εἰς τὸν οὐρανὸς
col. 473–474page 3 of 17
PG 155:473καὶ ἐνώπιόν σου· τὰ ἀναγῇ δηλονότι ποιήσας, καὶ ἐναντία τῶν οὐρανίων, καὶ ἐνώπιόν σου καταφρονητής σου φανείς, καὶ μὴ πτοηθείς μηδ' εὐλαβηθείς ἢ ἐντραπεὶς ὅλως σὲ τὸν ἅγιον Ποιητήν μου. Τι και τα κρῖναι ἑαυτὸν ἀληθῶς· «Οὐκ εἰμὶ ἄξιος γὰρ, φησί, πληθῆναι υἱός σου· ν καὶ τὸ εὔξασθαι καὶ ζητῆσαι τὰ τῶν ταπεινῶν ἔργα καὶ ὑποδίκων καὶ ὀφειλόντων Ποίησόν με γάρ, λέγει, ὡς ἕνα των μισθίων σου, Ταῦτα καὶ ὁ χορὸς τῶν ἀποστόλων ἔπραξε καὶ ἐδι δαξε. Μάλλον δὲ διὰ τοῦτο κοπιῶντες διήρχοντο, καὶ ἀποθνήσκοντες ἔτρεχον, ἐπιστρέφειν τοὺς ἁμαρ τάνοντας ὁρῶντες καὶ σπεύδοντες· οὖς καὶ ἐπετίμων καὶ παρεκάλουν, καὶ ἀπεστρέφοντο ὅτε ἔδει, καὶ παρεδέχοντο, καὶ ὅλοι τοῦ σῶσαι πάντας ἐγίνοντο. ΚΕΦΑΛ. ΣΝΓ. Οτι τὸ κηρύσσειν μετάνοιαν καὶ τοῦ Σωτῆρος ίδιον ἔργον, καὶ τῶν ἀποστόλων ἦν, καὶ τοῦτο πρὸ πάντων ὀφειλόμενον ἀρχιερεῦσι καὶ 18 ρεύσιν. Περὶ οὗ δὴ καὶ ἡμῖν σπουδαστέον, τοῖς ἱερωμένοις φημί· καὶ τοῦτο βοῶ καὶ ἐμοὶ, καὶ τοῖς σὺν ἐμοὶ Ιεράρχαις, ὅτι τοῦτο μᾶλλον πάντων τῶν ἄλλων ἡμῖν ὀφειλόμενον ἐξαίρετον ἔργον, τὸ πρὸς μετά νοιαν ἄγειν, καὶ τοῦτο κηρύγματος εργασία, καὶ ὡς τὸ ἐπιστρέφειν ἀθέους πρὸς τὴν πίστιν. Ἐπεὶ καὶ καλὸν μὲν τὸ ἀπίστους πρὸς πίστιν ἔλκειν, καὶ τοῦτο γὰρ τοῦ Σωτῆρος καὶ τῶν ἀποστόλων αὐτοῦ· σπάνιον δὲ νῦν διὰ τὸ καὶ τὸν ζῆλον τῶν ἀποστολικῶν ἀνδρῶν εκλιπείν, 183 καὶ τὸ τοὺς διωγμούς μείζους ἄρτι γενέσθαι. Κάλλιστον δὲ μετὰ τοῦτο, καὶ ἴσον τούτου, τὸ τοὺς πιστοὺς συντηρεῖν καὶ ἐπιστρέφειν ὅλῃ δυ νάμει καὶ σπουδή πάσῃ πρὸς τὴν μετάνοιαν. Διὰ καὶ οὐ χρὴ τούτους ἀναμένειν ἔρχεσθαι, μηδὲ ζητεῖν παρ' αὐτῶν τὴν ἐπιστροφὴν, ἀλλὰ περιτρέχειν τους οἰκονόμους τῆς μετανοίας, καὶ ἐρευνᾶν καὶ ζητεῖν τὸν πταίοντα, καὶ πᾶσι τρόποις ἔλκειν ἐπείγεσθαι προς Θεόν, καὶ ἀπάγειν μὲν τῆς ἁμαρτίας, προσάγειν δὲ τῷ Θεῷ. ΚΕΦΑΛ. ΣΝΔ'. Οτι κήρυγμα ἀληθὲς ἡ πρᾶξις τῶν ἐνεργούντων τοῖς πιστοῖς τὴν μετάνοιαν. Καὶ τοῦτο ἀντὶ κηρύγματος τοῦ Εὐαγγελίου ἔσται τῷ ἱεράρχῃ· μᾶλλον δὲ αὐτὸ τὸ κήρυγμα. Τί γάρ ἕτερον τοῦ κηρύγματος ἢ τῶν ἀπολωλότων ἡ τω τηρία καὶ τῶν πεπτωκότων ἡ ἔγερσις, καὶ τῶν περ φευγότων ἀπὸ τοῦ κρείττονος ἡ πρὸς τοῦτο ἐπι στροφή; Οπερ οὖν ἐστι πρὸς τοὺς σφαλέντας περὶ τὴν πίστιν, ὅτι ὁ ἐπιστρέψας αὐτοὺς πρὸς Θεὸν ὡς στόμα Θεοῦ ἐστιν, ἀξίους ποιήσας ἐξ ἀναξίων, τοῦ το καὶ τὸ ἐπιστρέψαι ἐστὶν ἡμαρτηκότα. Ο γάρ Επιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ ὁμοίως στόμα Θεοῦ, καὶ Χριστοῦ ἄξιος ὡς σώτας ψυχὴν ἐκ θανάτου καὶ καλύψας πλῆθος ἁμαρτιῶν, καθὰ γέγραπται. Δι' ἣν αἰτίαν καὶ ὁ λόγος ἀπ᾿ ἐκκλησίας τῆς διδασκαλίας ἐνεργεῖται τοῦ Πνεύματος, καὶ παραδέδοται, καὶ ἀναγκαῖος τῷ ἱεράρχῃ καὶ ὀφειλόμενος· καὶ οὗτος οὐ σεσοφισμένος τις καὶ ποικίλος, οὐδ᾽ ἐκ λόγων τῆς ἔξω τέχνης συντεθειμένος, ἀλλ' ἀπλούς τε καὶ κατὰ δύναμιν, πρὸ;
col. 475–476page 4 of 17
PG 155:475καταρτισμὸν τῶν ψυχῶν, πρὸς τὴν τῶν ἠθῶν διόρ θωσιν καὶ κατάστασιν ἀγαθὴν, πρὸς στηριγμόν τῶν ἑσταμένων, πρὸς ἀνέγερσιν τῶν πεπτωκότων, πρὸς ἐπαναγωγὴν τῶν μακρυνθέντων, πρὸς στάσιν τῶν κλονηθέντων, πρὸς τὴν δυνατήν τῶν πάντων ὠφέ λειαν· ὅτι οὐδὲ μετὰ τῆς φύσεως αι τέχναι τε καὶ διάφοροι μέθοδοι, ἀλλὰ τῆς φύσεως ὕστερον έφευ ρέσεις. Θεὸς δὲ τὴν φύσιν ἐπανορθῶν, ἐκ τῶν δεδι μένων τῇ φύσει ἁπλῶν καὶ ἀποικίλων επανορθοί. Διὸ καὶ σεσάρχωται διὰ τῆς αὐτῆς ἡμῖν φύσεως ἀναμορφῶν καὶ ἀναπλάττων τὴν φύσιν. Καὶ ἐν ἁπλοῖς τοίνυν λόγοις καὶ τοῖς τοῦ Πνεύματος μαλ λον ὁ διδάσκαλος διδασκέτω, ἵνα καὶ κατορθοί, καὶ ἑαυτὴν ὠφελῇ, ταπεινούμενος ὢν καὶ μὴ κομπάζων ἐκ τῶν ποικίλων, μηδ' ὠφελῶν τοὺς ἀκούοντας, καὶ τὸ χρέος ἀποπληρῶν, τοῦτο παντὸς κηρύγματος καὶ διδασκαλίας νομίζων τέλος, ἢ τὸ τοὺς ἀκροατὰς καὶ ύφ' αὐτὸν ὠφελῆσαι, ἢ τὸ χρέος ἀποπληρῶσαι. Ουαί μοι γάρ, φησὶ Παῦλος, ἐὰν μὴ εὐαγγελίζωμαι. ο Ος καὶ τὰς ἄλλας πολλάκις δείκνυται ἱερὰς πράξεις καὶ τελετάς, καὶ αὐτὸ τὸ βάπτισμα μὴ σπεύδειν τοσοῦτον ἐνεργεῖν, ἀλλὰ προτιθέναι τὸ κη ρύσσειν, ἵνα πλείστους ἐπιστρέψῃ, καὶ φησίν, «Οὐ γὰρ ἀπέστειλέ με Χριστός βαπτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι·, καίτοι γε ἐβάπτιζε· καὶ τὴν Τιμόθεον γάρ, καὶ τὸν Στεφανᾶ οἶκον καὶ πλείστους άλλους ἐβάπτισεν. Ἀλλὰ τούτου τὸ κήρυγμα προτίθησε μᾶλλον. Διατί; "Οτι δεῖ πρότερον επιστρέψει τον ἄπιστον πρὸς τὴν πίστιν, καὶ τότε τοῦτον βαπτίσαι. Το βαπτίσαι οὖν καὶ ἱερέως τινὸς, τὸ δὲ ἐπιστρέψαι διδασκάλου. ᾿Αλλὰ νῦν ἐρῶ φεῦ! ἅμα καὶ τῶν ἱερῶν καταμελοῦντας πολλοὺς τελετῶν, καὶ τοῦ λό γου τῆς διδασκαλίας τοῦ κηρύγματος τοῦ ἐνθέου καὶ σωτηρίου, καὶ ἅπαξ μὲν ἱερουργοῦντας ὑπεροχικῶς τε καὶ μετὰ φαντασίας τινός, ὀλιγάκις δὲ προσευχομένους, καὶ οὐδαμῶς κηρύσσοντας, μεγα λοπρεπώς τε προκαθημένους, καὶ κρίσεων φροντίζοντας κοσμικῶν, ἐξ ὧν μάχαι καὶ ταραχαὶ πᾶσαι τίκτονται, ἔριδές τε καὶ φιλονεικίαι ἀνωφελεῖς, μᾶλ λον δὲ ψυχοβλαβεῖς, καὶ περὶ μὲν κτημάτων φρονο τίδα τῶν φθειρομένων ἀσχολουμένους, περὶ δέ γε βίου πνευματικοῦ ἑαυτῶν ὡς πνευματικῶν μᾶλλον ὄντων ἢ τῶν ὑπ' αὐτοὺς, ἡ ἐξετάσεως ἱερῶν Γρα φῶν καὶ συντηρήσεως τῶν κανόνων, ἢ ἑτέρας ἀκρι είας 1:ρᾶς τῆς 184· ἐκ τῶν Πατέρων, ποιουμένας οὐδένα λόγον, οὐδὲ τῶν ἐκκλησιῶν φροντίζοντας, οὐδὲ τοῦ ποιμνίου τοῦ Σωτῆρος ἡμῶν καὶ ταῦτα του Παύλου λέγοντος, «Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ὑμᾶς ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ Ιδίου αίματος.» Καὶ ταῦτα οὐ μελλόντων ἐλθεῖν τῶν λύκων, ἀλλ᾽ ἤδη παρόντων. Καὶ περὶ μὲν προσ όδων καὶ τῶν ἰδίων πολὺς τοῖς πολλοῖς ὁ λόγος. περὶ δὲ τοῦ ἐν οὐρανοῖς θησαυρίσματος τῶν σως μένων ψυχῶν ὀλίγος ὁ λόγος. Καὶ οὐκ ἔξω ποιοῦμαι τῶν τοιούτων ἐμαυτόν. Κἀγὼ γὰρ σὺν τοῖς ἀμε λοῦσιν ἀμελῶν τὸν λόγον ὑπέξω. Διὸ καὶ ἐμαυτοῦ τὴν ὀφειλὴν λογιζόμενος, καὶ ἐμαυτὸν καὶ τοὺς
col. 477–478page 5 of 17
PG 155:477ἀδελφούς μου πενθῶ. Καὶ ὡς ἀναγκαῖον ὂν την ὀφειλὴν ἡμῶν λέγειν, λέγω· καὶ ὅτι ἀπαραίτητον ἡμῖν χρέος τὸ σπεύδειν ἐνάγειν τοὺς ἀδελφοὺς εἰς μετάνοιαν. Η μετάνοια γὰρ ἐν τῶν μυστηρίων ἐστί· καὶ ἴδιον ἐπισκόπων αὐτὴν ἐνεργεῖν ἐν τοῖς πιστοῖς. Καὶ ἀγωνιστέον πρὸς τοῦτο· σὺν τοῖς ἐπι σκόποις δὲ καὶ οἱ τὸ λειτούργημα λαβόντες ἐκ προ τροπῆς σπουδαζέτωσαν· καὶ μὴ πρὸς κέρδος σας κὸς, ὁ δὴ ζημία ἐστὶ, καὶ ἡ δντως ζημία, τινές (οὐ γὰρ πάντας φημί, ὡς οὐδ᾽ ἐπισκόπους ἅπαντα:) ἀφοράτωσαν· μηδὲ παρὰ τοὺς κανόνας διακρινέτωσαν, ἵνα μὴ εἰς ἑαυτὸν ὁ ἐνεργῶν παρὰ τοὺς και νόνας τὰς ἁμαρτίας ἑτέρου επισπώμενος εἴη. ΠΑ; οὖν μήτε ἀκριβέστερον τῶν Πατέρων ἑαυτὸν, πλα νώμενος, νομιζέτω, τίς γὰρ ἐκείνων πρὸς τὰ τοιαῦτα ἀγνότερος καὶ προσοχὴν μᾶλλον ἔχων ή καθαρώτερος; μήτε συμπαθέστερος τούτων πάλιν δικείτω εἶναι ἐξαπατώμενος, ἀνειμένος ὢν καὶ συγ καταπίπτων ἀλόγως τοῖς πίπτουσιν. ᾿Αλλὰ καὶ τίς τολμητίας, ὥστε θαῤῥῆσαι τῶν Πατέρων εἶναι φιλανθρωπότερος; Πόθεν δὲ καὶ τὴν ἐξουσίαν ἕξει, εἴπερ αὐτοὺς ἀθετεῖ, καὶ παρὰ τοὺς ὅμους ἐκείνων πράττει; Πάντως ἀφ' ἑαυτοῦ ποιήσει, καὶ οὐχ ἕξει τὸ ἀσφαλὲς τὸ πραχθέν· οὐ γὰρ ἐκ τῆς διαδοχῆς τῶν Πατέρων. Τοίνυν ἀσφαλιζέσθω έκαστος μηδὲν ἐνεργεῖν παρὰ τοὺς ὅρους καὶ τοὺς κανόνας. τοὺς πατρικούς. Παρὰ διαφόρων δὲ οὗτοι τῶν θεο φόρων, καὶ ἱκανοὶ ὡς Πνεύματι. συντεθέντες, καὶ περὶ παντὸς πάθους Ιατρικώτατοι, καὶ θεραπευτι καὶ λίαν. Περὶ ὧν καὶ οὐ χρὴ λέγειν ἡμᾶς, σαφε στάτων ὄντων, καὶ ἐν πολλοῖς γεγραμμένων, καὶ διερμηνευθέντων εἰς μείζονα γνῶσιν σαφηνείας ὑπὸ πολλῶν. Κατὰ τοὺς κανένας τοίνυν διακρίνειν ἅπαντες ἐφείλουσι, καὶ μὴ προσέχειν ἑτέροις τισίν, ἔξω τῶν κανονικών όρων συντεθειμένοις· ὅτι κατά διαδοχὴν ἡ χάρις. Ἀπὸ γὰρ τῆς πηγῆς τῶν χαρί των τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἰς τοὺς ἀπο στόλους ἦλθεν αὐτοῦ· ἀπὸ δὲ τῶν ἀποστόλων εἰς τοὺς Πατέρας· ἀπὸ δὲ τῶν Πατέρων ἡμῶν εἰς ἡμᾶς. Εἰ οὖν τὰ τῶν Πατέρων τηροῦμεν, καὶ ἡ διαδοχή τῆς χάριτος ἐν ἡμῖν ἔσται, καὶ βεβαία ἡ παρ' ἡμῶν ἀπόφασις. Εἰ δ' ἄλλως παρὰ τὰ ὡρισμένα ἐκείνοις ενεργήσεις, ἀμφίβολος ἔσται καὶ ἡ ἀπόφασις. 'Αλλά τί τὸ ἀναγκάζον παρὰ τοὺς ὅρους ποιεῖν; Θερμή τινος μετανοίας ἐπίδειξις, καὶ ἐξαγόρευσις τῶν Επταισμένων τελεία, καὶ συντριβὴ ἐκ ψυχῆς καὶ ταπείνωσις, ἀποχή τε ἀληθὴς τῶν πονηρῶν ἔργων καὶ τῆς ἁμαρτίας ἐκ τῆς καρδίας μίσος καὶ ταύτης ἀποφυγή, καὶ προθυμία πρὸς ἔργα τῆς μετανοίας ἐν ἐγκρατείᾳ τε καὶ ἐλέει; Κάλλιστα ταῦτα καὶ οἱ Πατέρες διδάσκουσι. Καὶ πρόσδεξαι τὸν τοιοῦτον, καὶ τὰ τῆς ἀγάπης αὐτῷ κύρωσον· ἀσφάλισαι δὲ τὴν ἀδελφὸν, καὶ τὰ τῆς μετανοίας ἀκριβέστερον ζήτησον. Καὶ πεῖραν λάβε αὐτοῦ· καὶ εἴγε ἐκ τού του τὸ τῆς μετανοίας γνήσιον καταμάθοις, καὶ χρή νου ζητήσει οὗτος ἀρμόζουσαν ἐκκοπὴν, καὶ συν κομίαν τινὰ ἐπωφελή, πρὸς τὸ μεταδοῦναι τοῦ ἀγα δοῦ οὐ κωλυθήσῃ. Καὶ γὰρ ὁ σκοπός ἅπας πρὸς τὸ Ενωθῆναι πάντα; τῷ ἀγαθῷ. Καὶ εἰ τοῦτο, μὴ καὶ qμιο μ
col. 479–480page 6 of 17
PG 155:479τοκνήσῃς. Καὶ παρὰ τῶν Πατέρων γὰρ εὑρήσεις καὶ λήψη τὴν ἐξουσίαν. Καὶ αὐτὸς ἐγὼ συνθαῤῥῶ σο:, συνεργάτης τελῶν σου καὶ σπουδαστής. Καὶ θάρρυναν τὸν προθυμούμενον μᾶλλον, καὶ ἀναγκαλισαι, καὶ θεράπευσον όση σοι δύναμις, ἀναλόγως τη προθυμία. 185 ΚΕΦΑΛ. ΣΝΕ. *Οτι χρὴ τοῖς λέγουσι μετανοείν προσέχειν, καὶ τοὺς μὲν γνησίως προσερχομένους δέ χεσθαι. τοὺς δὲ ἐν ὑποκρίσει τοῦτο ποιοῦντας δοκιμάζειν. Εἰ δὲ ψυχρές τις οὗτος καὶ δίψυχος, καὶ λόγο μὲν μόνῳ δεικνὺς τὴν ἐπιστροφὴν, ἔργος δὲ ὅλως οὐδαμῶς, καὶ οὐ μόνον οὐ πράξαί τι χρηστόν προ θυμούμενος, ἀλλὰ καὶ πρὸς τὸν ἴδιον ἔμε τον ετοίμως ἔχων ἐπανελθεῖν, καὶ οἷον καταγελῶν τῶν ἁγίων καὶ κατορχούμενος, ἢ δῆθεν μὲν ὑποκρινόμενος τὴ ταπεινόν τε καὶ θερμουργόν, ἐν ὀλίγῳ δὲ δοκιμα. σθεὶς, εὐθὺς χλιαρὸς ἢ καὶ ψυχρός όλος μετὰ τὸ δῶρον γινόμενος, καὶ τοῖς πρότερον αὖθις ἐγκα λινδούμενος, ἀπέστω σοι οὗτος, ἵνα μὴ ἀλλοτρίαις ἔσῃ κοινωνῶν ἁμαρτίαις. Καὶ ἐν ἀγγείῳ δὲ βορβόρου οὐ χρὴ εἰσάγειν μύρον, και, ο Τούς μαργαρίτας οὐ χρὴ ρίπτειν τοῖς χοίροις, ο παραγγελίαν ειλή φαμέν, ο μηδὲ διδόναι τὰ ἅγια τοῖς κυσὶν, ο εὐνοῖ κοῖς μὲν δοκοῦσι καὶ ὑπὲρ τοῦ Δεσπότου, ἀκαθάρ . τοις δὲ καὶ αἱμοβόροις καὶ ἅρπαξιν. Όμως οὐδὲ τούτων ἀπο, ενώκειν χρή, οὐδὲ ἀποστρέφεσθαί τινα, ἀλλὰ προσδέχεσθαι μὲν καὶ ζητεῖν, ὡς εἰρήκαμεν, ὑπομιμνήσκειν τε καὶ διεγείρειν πρὸς τὴν μετά νοιαν, καὶ ἀναμένειν ἀεὶ τούτους πρὸς ταύτην ἐλθεῖν, ἐπεὶ καὶ ἄχρι τέλους ἐλπίς· οὐ μὴν δὲ τῶν ἁγίων καταξιοῦν, ἵνα μὴ εἰς κρίμα, ὡς καὶ αὐτῶν καὶ τῶν ἀλόγως διδόντων γένηται. Περὶ ἐξαγορεύσεως, όπως χρὴ ταύτην γίνεσθαι. Τὴν ἐξαγόρευσιν δὲ οὐχ ἁπλῶς χρεών γίνεσθαι, ἀλλ' ὡς ὑπέδειξεν ὁ Σωτήρ, ὅτι τὸν Ζακχαίον καὶ τὴν πόρνην ἐδέξατο. Ο μὲν γὰρ μετά σεμνότητο; ἐξήγγειλε πάντα καὶ συντριβῆς, καὶ ἐπηγγέλλετο τὰ ἀδικήματα διορθώσασθαι καὶ ἐπιθεῖναι θεία ἔργα. «Ἰδοὺ γὰρ, φησί, τὰ ἡμίση τῶν ὑπαρχόν των μας, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλούν.» Η δὲ λαβοῦσα ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα (οὐ γὰρ ἐτόλμα ενώ πιο) ήρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δά κρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδες αὐτοῦ, καὶ ἤλειψε τῷ μύρῳ. Διὰ καὶ εἶπεν αὐτῇ ὁ Ἰησοῦς, ο Αφέωνταί σοι αἱ ἁμαρτίας σου· › καὶ, ο Ότι ἠγάπησε πολύ ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ, ο φησί. Τῷ δὲ Ζακχαίῳ, ο Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγέ νετο, ο Ορος διὰ τὸ πρόθυμον καὶ τὸ ἀληθὲς τῆς ἐπιστροφῆς καὶ τὴν ἄφεσιν παρευθύς μετὰ τῆς σωτηρίας χαριζομένην; Ἀλλὰ τοῖς μὴ μετανοοῦσιν, Απόστητε ἀπ' ἐμοῦ, φησὶν, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ο Καὶ, ο Τεῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον οὐδαμῶς ποτε ἀφεθήσεται, ο είρηκε, καὶ τοῖς μὴ ἀφιέναι θέλουσιν οὐκ ἀφίεσθαι. Καὶ,
col. 481–482page 7 of 17
PG 155:481Έξι μὴ μετανοῆτε, φησίν, οὕτως ὁμοίως ἀπο λεῖσθε.» Καὶ τοῖς μὴ πειθομένοις αὐτῷ, «Ιδού ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Διὸ χρὴ γνησίως μετανοεῖν καὶ ἐν ταπεινώσει, καὶ μὴ, ὡς φασί τινες, δ καὶ γελοίον, δτι φαγόντων καὶ πιόντων ἀνοίγεται ἡ καρδία πρὸς τὴν ἐξομολόγησιν. Διο δή καὶ κραιπαλώντες, ἵνα μὴ καὶ πλέον είπω, θαρ οῦσι τὰ τῆς μετανοίας ποιεῖν, τὰ ἐναντία ταύτης πράττοντε;, ἀπεναντίας το βαίνοντε; τῷ λέγοντι, Προσέχετε εαυτοίς, μή ποτε βαρύνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ αἰφνιδίως ἐφ' ὑμᾶς ἐπέλθῃ ἄλεθρος.» Καὶ πῶς συντριβήσεται τὴν καρδίαν ὁ οὕτως ἔχων; Πῶς δὲ κατανυγήσεται; Μετὰ ποίας δὲ ἄρα τῆς προσοχή; τε καὶ ταπεινώσεως 186 ΚΕΦΑΛ. ΣΝΖ'. τὰ τῆς ἐξομολογήσεω; ἐνεργήσει; Όπως χρὴ τὸν τὴν ἐξομολόγησιν δεχόμενον καθῆσθαι καὶ διακεῖσθαι, καὶ ὅπως τὸν ἐξου γιολογούμενον. Αλλ' οὐ χρὴ οὕτω γίνεσθαι. Εν τόπῳ δὲ σεμνῷ τε καὶ ἱερῷ, καὶ ἰδιαζόντως καὶ ἀθορύβως χρὴ τὸν δεχόμενον τὴν ἐξομολόγησιν καθῆσθαι μετ' εὐλα βείας, ἱλαρὸν ὄντα καὶ προσηνῇ τῇ ψυχῇ καὶ τῷ βλέμματι, τὴν θείαν ἀγάπην διὰ τοῦ ἤθους ἐπι δειχνύμενον· καὶ τὸν ἐξομολογούμενον δὲ μετὰ θάρρους καὶ θείου φόβου καὶ μετ' εὐλαβείας καθίσαι τοῦ δεχομένου ἐνώπιον, μᾶλλον δὲ αὐτοῦ τοῦ Χρι στοῦ· ἐπεὶ καὶ διὰ τοῦ δεχομένου τῷ Χριστῷ ἀναγ γέλλει, τῷ καὶ τὴν ἄφεσιν νέμοντι· καὶ προτρα πάντα, πάντα λέγειν ἀνενδοιάστως καὶ ἐν ταπεινώσει καὶ ἀληθείᾳ, καὶ μηδὲν ὑποκρύπτειν. ΚΕΦΑΛ. ΣΝΗ. Ὅτι τρία ἐν ἡμῖν ἐν οἷς κατορθοῦμεν, ἢ ἁμαρτά νομήν, λογιστικόν, θυμικὸν καὶ ἐπιθυμητικόν, ὰ καὶ λέγονται τὸ τῆς ψυχῆς τριμερές. Καὶ τριῶν ὄντων ἐν ἡμῖν, λογιστικοῦ τε λέγω, καὶ θυμικοῦ, καὶ τοῦ ἐπιθυμητικού, περὶ πάντων τῶν ἐν τούτοις πλημμελημάτων· κατὰ μέρος ἀναγ γέλλει». Εἰ δ' ἀγνοεῖ ποῖα ταῦτα ὁ ἐξομολογούμενος, ὑπομιμνήσκεσθαί τε καὶ ἐρωτᾶσθαι παρὰ τοῦ ἀνα δεχομένου· ὅτι ἐν τοῖς τρισὶ τούτοις, ὡς καὶ ὁ Νύσσης φησὶ μέγας Γρηγόριος, ἢ κατορθοῦμεν, ή σφαλλόμεθα. Καὶ ἐν μὲν τῷ λογιστική ή πίστις ἐστὶ καὶ τὰ διὰ τοῦ νοὸς ἐνεργούμενα πάντα. Διδ καὶ ἐρωτάσθαι περὶ τῆς πίστεως χρή, μή ποτε ἐσφάλη ἡ ἐβλασφήμησεν. ΚΕΦΑΛ. ΣΝΘ. Ότι τρία έτερα ἐν ἡμῖν ἐν οἷς ἢ τὰ ἀγαθὰ ἐνεργοῦμεν ἢ τὰ φαύλα, νοῦς, καὶ ὁ λαλούμενος λόγος καὶ αἱ διὰ τοῦ σώματος πράξεις. Ο δὴ καὶ κατὰ νοῦν καὶ λόγον προβαίνει· καὶ γὰρ τρία κεκτήμεθα ἕτερα, ἐν οἷσπερ ἢ κατορθού. μεν, ἢ περιπίπτομεν, νοῦν καὶ τὰ περὶ τὸν νοῦν, λόγον καὶ τὰ τοῦ λόγου, πράξεις καὶ τὰ τῶν πρό ξεων· ἐν οἷς καὶ τὸ λογιστικών καὶ θυμικόν, καὶ ἐπιθυμητικὸν ἐνεργεῖ. ΚΕΦΑΛ. ΣΤ. Οσα διὰ τοῦ νοὸς κατορθούται τοῖς ἀγωνιζομέ τοις, τῷ λογιστικῷ καὶ θυμικῷ, καὶ ἐπιθυ
col. 483–484page 8 of 17
PG 155:483μητικῷ· καὶ ὅσα τοὐναντίον συμβαίνει μὴ προσέχουσιν. Καὶ πρῶτον μὲν ὁ νοῦς ἐν τῇ καρδίᾳ γεννών. Η τοὺς ἀγαθοὺς ἐν προσοχῇ, ἢ τοὺς πονηρούς μή προσέχων ἀπογεννᾷ λογισμούς. Εντεῦθεν οὖν τοῖς μὲν προσέχουσι διὰ τοῦ λογιστικοῦ μνήμη Θεοῦ, καὶ πίστις ὀρθή, προσευχή τε καὶ προσοχὴ κατορθοῦται, καὶ δοξολογία καὶ εὐχαριστία Θεοῦ: & δὴ τοῦ λογιστικοῦ εἰσιν, ὡς εἰρήκαμεν· τοῦ θυμικοῦ δὲ διὰ τοῦ νοὸς ζῆλος· καὶ διέγερσις ὑπέρ τε τῆς εὐσεβείας καὶ τῶν ἱερῶν ὕμνων καὶ τῆς Θεοῦ εὐτ χαριστίας θερμός τε καὶ ἔντονος· τοῦ ἐπιθυμητι. κοῦ δὲ διὰ τοῦ νοὸς ἀγάπη πρὸς τὸν Θεὸν, καὶ πρὸς τὸν πλησίον ἀληθὴς καὶ γνησία, καὶ ἔρως πρὸς τὰ θεῖα, καὶ ἀγαθοὶ καὶ πνευματικοί λογισμοί. τἀναντία δὲ τούτων τοῖς μὴ προσέχουσι συμβαίνει· καὶ τῷ μὲν νοῦ μὴ νήφοντι τῷ ἀνθρώπῳ διὰ τοῦ λογι στικοῦ τὸ οὐκ ὀρθὰ λογίζεσθαι περὶ τὴν εὐσεβῆ τ πίστιν καὶ τὸν ἐν Τριάδι μόνον Θεὸν καὶ τὴν τοῦ Λόγοι σάρκωσιν, καὶ λοιπὰ εἰς Θεὸν ἀναγόμενα, καὶ ἀχαριστία καὶ βλασφημία, καὶ τὸ ἀποστατικά καὶ δαιμονιώδη φαντάζεσθαι· διὰ δὲ τοῦ θυμικού τὸ ζηλοῦν ἐπὶ πονηροῖς, καὶ κατὰ τοῦ ἀδελφοῦ μετ λετῶν, καὶ διαφθονεῖσθαι καὶ βασκαίνειν καὶ μαίνετ σθαι, καὶ ἀνταποδιδόναι ζητεῖν, καὶ ἄλλα πλεῖστε θυμοειδῆ ἐνεργεῖν· διὰ τοῦ ἐπιθυμητικοῦ δὲ φιλο δοξεῖν, φιλαργυρείν 187 ἐν καρδίᾳ, καὶ ἐπιθυμεῖν τῶν τοῦ πλησίον, ἐρῶν παραλόγως ἀγαθῶν ἀλλο τρίων, ἢ κάλλους μαραινομένου σαρχής, εμπαθή νε διανοεῖσθαι, καὶ τρέφειν ἐν τῇ ψυχῇ ρυπαρά, καὶ ὅλον ἀκαθαρσίαν, καὶ ὡς τὰ κτήνη εἶναι, καὶ κτη νῶν τῇ διανοίᾳ χείρονα. Καὶ ταῦτα μὲν καὶ τὰ ὅμοια τοῦ νοὸς διὰ τοῦ τριμερούς τούτου. ΚΕΦΑΛ. ΣΕΑ. Όσα κατορθοῖ ὁ ἄνθρωπος τῷ λόγῳ μετὰ τοῦ τριμερούς τῆς ψυχῆς, καὶ ὅσα ἀμελῶν κλημα μελεῖ. πᾶν ἀγαθὸν καὶ θεῖον. λαλῶν· διὰ τοῦ θυμικοῦ δὲ Τῷ λόγῳ δὲ ἄνθρωπος πάλιν κατορθοί διὰ μὲν τοῦ λογιστικοῦ κινούμενος εὐσεβῶς καὶ ἀγαθῶς ἐν τοῖς τῆς πίστεως λόγοις, καὶ παρρησίᾳ ὁμολογῶν τὸν Θεὸν ὀρθοδόξως, δοξολογῶν τε αὐτὸν καὶ εὐχαριστῶν καὶ ἀνυμνῶν, ἐκδιδάσκων τε τὰ θεῖα καὶ ἐρμη νεύων, ἀληθεύων ἐν πᾶσι, κρίνων κρίμα δίκαιον, μετὰ ζήλου τῷ λόγῳ διεγείρων πρὸς ἀρετὰς ὑπὲρ τοῦ Θεοῦ τε λαλῶν καὶ τῶν ἀδελφῶν, ἀντιλέγων τοῖς ἐναντίοις, ἐλέγχων ἀσεβοῦντας καὶ παρανόμους, ἐνώπιον βασιλέων τε καὶ ἀρχόντων παῤῥησίς λαλῶν καὶ πτοούμενος, καὶ τῆς δικαιοσύνης υπερμαχων διὰ τοῦ ἐπιθυμητικοῦ δὲ ἐπαινῶν καὶ ἀνυμνῶν τὸν θεῖν, ἐκδιηγούμενος, καὶ ἐγκωμιάζων καὶ ὑπεραίρων, καὶ ὑπὲρ ἄλλων προσευχόμενος, λαλῶν τὰ σωτηριώδη, εἰρηνεύων τοὺς ἀδελφοὺς, καταλάτσων ἀλλή λοις, ὑπὲρ αὐτῶν πρὸς βασιλεῖς, πρὸς ἡγεμόνας δεόμενος, καὶ πάντα λέγων ὑπὲρ αὐτῶν. σφαλλόμενος δὲ ὁ ἄνθρωπος τῷ λόγῳ διὰ μὲν τοῦ λογιστικοῦ πονηρῶς κινούμενος βλασφημεί τῇ γλώσσῃ Θεόν. τοῦτον ἀρνεῖται, ἀχαριστεί, οὐδὲν κατὰ συνειδης
col. 485–486page 9 of 17
PG 155:485λέγει, ἐπιορκεί, ψεύδεται, καὶ οὐδὲν ὅλως λαλεῖ χρηστόν. Διὰ τοῦ θυμικοῦ δὲ λοιδορεῖ τῷ λόγῳ, ὑβρίζει, συκοφαντεί, προδίδωσι, ψευδομαρτυρεί, διαβάλλει, κατηγορεί, ψέγει, καὶ πᾶν ὅ τι κατὰ τοῦ πλησίον λαλεῖ κακόν. Διὰ τοῦ ἐπιθυμητικοῦ δὲ ᾆσματα λαλεῖ πορνικά, αἰσχρολογίας, λόγους φλυαρεί γελωτοποιούς. Μυθώδη καὶ γραώδη ερεύγεται, πάντα λόγον ἀκαθαρσίας λαλεῖ. Καὶ τοιαῦτα μὲν τὰ τοῦ λόγου. ΚΕΦΑΛ. ΣΕΡ. Οσα τῶν πράξεων ἀγαθὰ διὰ τοῦ τριμερούς τῆς ψυχῆς προσέχοντος τοῦ ἀνθρώπου, καὶ ὅσα πονηρὰ μὴ προσέχοντος. Τῶν πράξεων δὲ κατορθώματα προσέχοντος τοῦ ἀνθρώπου διὰ μὲν τοῦ λογιστικοῦ ἡ ἐπίτασις τῶν ὕμνων, ἡ ἔντονος δοξολογία, τὸ προσέχειν καθ' ἑαυτὸν, τὸ συνάγειν τὸν νοῦν ἐν ἑαυτῷ, τὸ προσεύχεσθαι διηνεκώς, τὸ ὑπὲρ τῆς εἰς Θεὸν ὀρθοδόξου πίστεως καὶ τιμῆς καὶ δοξολογίας διδόναι εἰς κόπον ἑαυτὸν, ἢ καὶ θλίψεις, καὶ τὸ μένειν ἐν τοῖς ὀρθοῖς καὶ θείοις ἀκίνητον· διὰ τοῦ θυμικοῦ δὲ τοῖς ἔργοις τὸ ἀνδρίζεσθαι πρὸς τὰς ἀρετὰς, τὸ δικαιοπραγεῖν, τὸ κοπ.αν ὑπὲρ τοῦ δικαίου, τὸ ζῆλοῦν πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν, τὸ ἐλεεῖν ἀφειδῶς ἐξ ὧν ἔχει, τὸ ἀκτημονεῖν διὰ Χριστὸν, τὸ ἀμελεῖν τῶν κατὰ σάρκα, καὶ φεύγειν ἐκ τοῦ κόσμου, καὶ καταφρονεῖν τῶν τοῦ κόσμου, τὸ διακονεῖν ἀδελφοῖς, τὸ ἀγρυπνείν, καὶ γυμνητεύειν, καὶ χαμευνεῖν, τὸ γρηγορεῖν καὶ ἵστασθαι, καὶ γονυκλιτεῖν, τὸ νηστεύειν, τὸ ἀλουτεῖν, καὶ σωματικῶς διὰ Χριστὸν θλίβεσθαι, πολλάκις δὲ καὶ μαρτυρεῖν, δ δὴ τῶν πράξεων Χριστοῦ τὸ τελευταῖον ἐστι· διὰ τοῦ ἐπιθυμητικοῦ δὲ τὸ ἀγνεύειν διὰ Χριστὸν, τὸ παρθενεύειν, τὸ ἐλεεῖν πένητας ἐν ἀγάπῃ, τὸ ἐν φυλακαῖς καὶ ἀσθενέσι παραβάλλειν διὰ Χριστὸν, τὸ ὀρφανῶν καὶ χηρῶν προΐστασθαι, τὸ τὰ οἰκεία προέσθαι ὑπὲρ βοηθείας ἀδελφοῦ, καὶ τέλος ἐν ἀγάπῃ τὸ πολλάκις δοῦναι καὶ ἑαυτὸν ὑπὲρ ἀδελφῶν, ὡς καὶ ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἔπραξε. Τοὐναντίον δὲ σφαλλομένου ανθρώπου τῷ λογιστικῷ μὲν ταῖς πράξεσι 188 μὴ προστρέχειν θείοις ναοῖς, τὸ ἀμελεῖν τῶν εἰς τιμὴν τοῦ Θεοῦ, τὸ μὴ κοπιᾷν ὑπὲρ τοῦ Θεοῦ καὶ τῶν θείων, τὰ ἁρπάζειν δὲ μᾶλλον τὰ θεῖα καὶ κοινά ποιεῖν, καὶ κατὰ τῶν δούλων τοῦ Θεοῦ φέρεσθαι, διαλοιδορούμενον αὐτοὺς καὶ κακο ποιοῦντα· διὰ τοῦ θυμικοῦ δὲ τοῖς ἔργοις τὸ τύπτειν αδελφούς, τὸ φονεύειν, τὸ ἀποκλείειν, τὸ πᾶσι τρό τας κακοποιείν, διὰ τοῦ ἐπιθυμητικοῦ δὲ τὸ πορ νεύειν, μοιχεύειν, ἀσελγαίνειν, καὶ πάντα τὰ τῆς ἀκαθαρσία; ἐνεργεῖν, αἱμομιξίας τε καὶ ἀσωτείας, ἔτι τε τὸ ἀδικεῖν δι' αἰσχροκέρδειαν, καὶ ἁρπάζειν, κλέπτειν τε καὶ μεθύειν, καὶ γαστρίζεσθαι, καὶ τὰ λοιπὰ ποιεῖν δι' ἔργων τῆς ἐπιθυμίας δεινά. ΚΕΦΑΛ. ΣΕΙ. Ότι ἀναγκαία παντὶ ἡ ἐξομολόγησις, ἐπεὶ καὶ ἁμαρτάνομεν παντές. Ἐν τούτοις οὖν ἅπασιν έφειλει ἕκαστος τῶν ἑξος μολογουμένων ἑαυτὸν ἐρευνᾶν, καὶ ὁ δεχόμενος περὶ
col. 487–488page 10 of 17
PG 155:487; ἑκάστου διερωτᾷν, καὶ εἰ μὲν κατώρθωκεν ἀγαθόν τι, ἐπαινεῖν καὶ πρὸς τοῦτο ἐπιστηρίζειν, εἰ δ᾽ ἐσφαλμένον ἔν τισιν εύρῃ, διὰ τῆς ἐξομολογήσεως τε καὶ μετανοίας διορθοῦσθαι τοῦτον ὡς δύναμις, καὶ πρὸ; Θεὸν ἐπαγάγειν τὸν πεπτωκότα, τοῖς ὅροις τῶν Πα τέρων επόμενον, καὶ τῇ πνευματικῇ τούτων δια κρίσει. Πλὴν καὶ οἱ δοκοῦντε; μὴ πεσεῖν, ὅπερ, ὡς ἐγώ νομίζω, ἀδύνατον, μετανοεῖν ἀφείλουσι πάντες. ΚΕΦΛΑ. ΣΕΕ', Οτι καὶ τὸν εὐλαβῶς ζῶντα δεῖ μεθ' ὑποταγῆς ζῆν, καὶ ὑπὸ Πατρὸς κανονίζεσθαι, καὶ μὴ ἑαυτῷ θαῤῥεῖν. Τὸ γὰρ λογίζεσθαι μὴ πεσεῖν, τοῦτο τὸ πεσεῖν ἐστι, καὶ τῶν ἁμαρτημάτων τὸ μεῖζον. Ο δὴ καὶ είχα ἐξ ἀριστεροῦ ἀπονοίᾳ πεπόνθασι, Πότε σε είδομεν; λέγοντες, ἀντὶ τοῦ, Οὐχ ἡμαρτήκαμεν. Ὅτι δὲ τοῦτο τ μεῖζον ἁμάρτημα, ὁ ἡγαπημένος καὶ παρθένος μαρτυρεί λέγων, «Ἐὰν εἴπωμεν ότι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανώμεν, καὶ ἐὰν ὁμολογώμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας. Ορᾷς δύναμιν τῆς ἐξαγορεύσεως; Σπεύδωμεν τοίνυν πρὸς αὐτὴν πάντες, ὅτι καὶ πάντες αὐτῆς χρείαν ἔχομεν. Καὶ ὁ θεάδελφος μάρτυρ, «Εξομολογεῖσθε, λέγων, ἀλλήλοις τὰ παρα πτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, όπως ἰαθῆτε, Τετραυματισμένοι γὰρ πάντες, καὶ μώλωπας κεκτημένοι, καὶ οὐδεὶς δὲ μὴ τῆς ἰατρείας χρείαν ἔχων.» Εἶ; μόνος ὁ ἀναμάρτητος, ὁ καὶ ἰατρεύων ταπεινῶς, καὶ ταπεινώσει διδοὺς ἡμῖν τὴν ἰατρείαν ἐν τῷ προσπίπτειν ἀλλήλοις καὶ ταπεινοῦσθαι, καὶ παρ' ἀλλήλων κελεύσας ιατρεύεσθαι. Εἰ δὲ καὶ ἰατρευθείς τίς ἐστι καὶ πρὸς ἐργασίαν ἀρετῶν προθυμούμενο;, καὶ οὗτος οὐκ ἀφ' ἑαυτοῦ πρὸς τοῦτο κινείσθω, μετ' ευλογίας δὲ ποιείτω Πατρὸς, καὶ κανόνα, τε λείτω μὴ ἴδιον, ἀλλὰ διὰ ζώσης φωνῆς λαμβάνων, καὶ μεθ᾽ ὑποταγής ζητείτω, καὶ μηδεὶς μηδαμῶς ἑαυτῷ θαῤῥείτω, μηδὲ δι' ἑαυτοῦ δοκείσθω· πόλεω γὰρ τοῦτο Χριστιανικῆς ζωῆς, τὸ ζῆν αὐτεξουσίως, οὐ τοῦ Χριστοῦ, ἐπεὶ Χριστὸς ὑπήκοος γέγονε τῷ ἑαυτοῦ Πατρὶ μέχρι θανάτου σταυροῦ. Εἰ οὖν αὐτ τός, τίς τούτου μείζων; καὶ πῶς Χριστοῦ, ὁ μή κατὰ Χριστὸν ζῶν; Ὥστε Χριστοῦ ὁ κατὰ Χριστές ζῶν ἐν ταπεινώσει, καὶ μὴ ποιῶν τὸ ἑαυτοῦ, ἀλλὰ μόνον τὸ θεῖον θέλημα, καὶ ἐν ὑποταγή μένων, ὡς καὶ ὁ Σωτὴρ, «Πλὴν μὴ τὸ θέλημά μου, ο τῆς ἀνθρωπότητος δηλονότι, «ἀλλὰ τὸ σὸν γενέσθω, ν εὐχόμενος. Οπερ θεῖον θέλημα, καὶ αὐτοῦ ἐστι μετά Πατρό; καὶ τοῦ ἁγίου Πνεύματος. Διὸ ὡς διφυής ὤν, καὶ δύο φυσικά θελήματα κεκτημένος, καὶ θεάνθρωπος μόνος, τὸ φυσικὸν ἀνθρώπινον θέλημα ἀδιάβλητου ἔχων καὶ καθαρὸν ὑπέτασσε τῷ Πατρὶ, τὴν πρώ την ἐκ θελήματος παρακοὴν ἀναιρῶν, καὶ δύο φυ σικὰς πλουτῶν ἐνεργείας, εἷς τελῶν ὑπὲρ λόγου τῇ ὑποστάσει, ταῖς· δὲ δύο φύσεσι διπλούς, δι' αὐτ τῶν ὁλικῶς ἡμᾶς ἀνακαινίσας ἐθέωσε.
col. 489–490page 11 of 17
PG 155:489Ἐν τῇ μετανοίᾳ δὲ καὶ τὸ τῆς μετανοίας άγγελε κὲν εὑρίσκεται σχῆμα· περὶ οὗ δὴ καὶ προειρήκαμεν. Πλὴν ἀναγκαῖον πάλιν ἐρεῖν ὅπως τε 189 τελείωται, καὶ τὰ περὶ τῶν συμβόλων αὐτοῦ. ΚΕΦΑΛ. ΣΞΕ. Διατὶ τὸ τῶν μοναχῶν σχῆμα αγγελικὸν ὀνομάζεται. ᾿Αλλὰ πῶς μετανοίας σχήμα λέγεται καὶ ἀγγελικὸν; ἐπεὶ οὐ περιπίπτουσιν ἄγγελοι, εἴποι τις άν, ὅτι οὐδὲ φύσει τὸ περιπίπτειν αὐτοῖς. "Ος ἀκουέτω, ὡς τὸ ἄτρεπτον καὶ ἄπτωτον Θεοῦ μόνον, ἀεὶ ὄντος καὶ ἀναλλοιώτου μένοντος. Τοῖς ἀρξαμένοις δὲ καὶ κτιστοῖς ἀλλοίωσις ἔπεται. Καὶ δῆλον, ὥς τινες ἐκ τῶν ἀγγέλων περιπεπτώκασιν, ἀλλὰ τὸ προσέχειν αὐτοὺς, καὶ ταπεινοῦσθαι, καὶ ὑπείκειν Θεῷ, καὶ λειτουργοὺς εἶναι καθαρούς, καὶ ποιεῖν τὸ θέλημα αὐτοῦ, καθὰ γέγραπται, τοῦτό ἐστι τὸ ἀγγέλους εἶναι. Αγγελος γὰρ ὁ ἀναγγέλλων τὰ τοῦ Θεοῦ. Ὅθεν καὶ μοναχός, εἰ καὶ τῆς παραπεπτωκυίας φύσεως ἐστι τῶν ἀνθρώπων, ἀλλ᾿ ἰσχὺν ἔσχε προθυμηθεὶς τοῦ πατεῖν ἐπάνω όφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Καὶ οὐδὲν αὐτὸν οὐ μὴ ἀδικήσει. Εξερχόμενος τοίνυν οὗτος τοῦ βίου, καὶ κόσμον καὶ γονέας καὶ γυναῖκα καὶ τέκνα καὶ ἀδελ φοὺς ἀφιεὶς, τὴν τῶν ἀγγέλων μιμεῖται ζωήν. Απροσπαθεῖς γὰρ οὗτοι τῶν κάτω, καὶ μὴ γενεὰν σαρκὸς ἔχοντες, ἀλλὰ καὶ τὸ δοῦναι λόγον, αίρειν ἐπ᾽ ὤμων Χριστοῦ τὸν σταυρὸν, καὶ τούτῳ ἀκολουθεῖν κατ' ίχνος, καὶ ὑπήκοον εἶναι, καὶ ἀρνήσασθαι πάντα, καὶ μὴ ποιεῖν οἰκεῖον θέλημα, ἔργον ἀγγέλων ἐστίν. «Εὐλογεῖτε γὰρ, φησὶ, τὸν Κύριον, πάντες άγ γελοι αὐτοῦ. Δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτ τοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τοῦ λόγου αὐτοῦ. Εύλο γεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Ορᾶτε; Ἰδοὺ καθ' ὁμοίωσιν ἀγγέλων τὸ σχῆμα, καὶ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ, Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὺν γενέσθω; εύξαμένου πρὸς τὸν Πατέρα. Δίδ καὶ Διονύσιος τοῦτο τὸ σχῆμα ὑπέρτερον τῇ καθαρότητι καὶ τῆς τῶν ἐν κόσμῳ ἐπισκόπων ζωής φησιν. ΚΕΦΑΛ. ΣΕΤ Διατί ἐπιπλέον οἱ νῦν εἰς ἐπισκοπὴν ἀγόμενοι πρώτον γίνονται μοναχοί. Διὸ καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τους πλείους τῶν εἰς ἐπισκοπὴν ἀγομένων ἄρτι τῷ θείῳ σχήματι τούτῳ κατακοσμούσα πρότερον, οὕτως ἐπισκόπους καθιστῷ, τὰ μέγιστα καὶ ἅγια τῶν ἁγίων τῷ παν ἁγίῳ ἐξασφαλιζομένη καὶ ἱερῷ σχήματι. Ορα δὲ καὶ ὅπως τελεῖται ἡ τοῦ μοναχικού σχήματος ἐν Χριστῷ θεία τελετή. ΚΕΦΑΛ. ΣΕΖ'. Περὶ μοναχικῆς τελειώσεως, Προσέρχεται ὁ μονάσαι βουλόμενος εκουσίως, καὶ δοὺς λόγον τῆς κατὰ Θεὸν ζωής, δοκιμάζεται ἐν ὥρι σμένῳ καιρῷ, καὶ πίστιν δοὺς ἀπὸ τῆς αὐτοῦ βιοτῆς, καὶ τὴν τελείωσιν τοῦ σχήματος ἐκζητήσας, ἵνα μὴ δόξῃ βιασθείς ἢ ἀναγκασθεὶς, προσάγεται τῷ ναῷ ἐπεὶ ὡς δῶρον προσφέρεται, εξάγων αὐτὸς ἑαυτὸν τοῦ κόσμου· καὶ πρὸ τῶν πυλῶν ἱσταται, ἐπεὶ οὐδέπω Α'. νίκηι,
col. 491–492page 12 of 17
PG 155:491συναρίθμιος τοῖς ἀγγέλοις καὶ ἀνθρ"ποις ἀγγελικοῖς. ᾿Αλλὰ καὶ ὡς μετανοῶν, πρὸ τοῦ παραδείσου καὶ τοῦ οὐρανοῦ ἵσταται εἰσενεχθῆναι ἐκδυσωπων, καὶ τῆς ἱερᾶς ἀρξαμένης μυσταγωγίας, μετὰ τὴν πρώτην εἰς τὰ ἅγια εἴσοδον, ἢ δηλοῖ τὴν τοῦ προσ λήμματος ἡμῶν εἰς τὰ ἄνω προσαγωγὴν, καὶ αὐτός προσάγεται, ὡς τὸ ἀπολωλὸς εὑρεθεὶς, καὶ ἐπὶ τῶν ὤμων τοῦ εὑρηκότος Δεσπότου ληφθεὶς καὶ ἀνενεχθεὶς. ΚΕΦΑΛ. ΣΤΗ. Τί τὸ ἀνυπόδετον καὶ γυμνὸν εἶναι καὶ ἀσκεπή. Διὸ καὶ γυμνός τῶν κοσμικῶν ἐστιν ἐνδυμάτων, καὶ ἀνυπόδητός τε καὶ ἀσκεπής· τὸ μὲν, ὅτι τὰ περ ριττὰ καὶ τοῦ κόσμου πάντα ἀπέρριψε· τὸ δὲ, ὅτι καὶ πένης ἐστὶ καὶ πτωχὸς, ὡς 190 ὑπὸ τῶν λιγο στῶν τὸν πλοῦτον ἀφαιρεθείς, καὶ δεινῶς τραυματισθεὶς καὶ μωλωπισθεὶς, καὶ γυμνὸς ἀφεθείς, καὶ ἡμιθνής κείμενος· ἀλλὰ καὶ ὑπὸ τῶν κακῶν πολι τῶν τὰ ὑπάρχοντα ἀφαιρεθείς, καὶ ὑπὸ τοῦ λιμού καὶ τῆς κακίστης τροφῆς τῶν κερατίων κατατακείς. ΚΕΦΑΛ. ΣΕΘ'. Τι τὸ οὕτω γυμνὸν προσάγεσθαι, κρατούμενον ταῖς ἀγκάλαις, καὶ ὑποπίπτειν, καὶ τὰ λοιπά. Οθεν καὶ προσαγομένου τούτου γυμνοῦ ὑπὸ τῶν καλῶν δούλων ὡς ἀγγέλων τῶν ἰσαγγέλων ἀνδρῶν, τ), «Αγκάλας πατρικὰς διανοίξαί μοι σπεύσον, ο ἐκφών νως ᾄδεται. Καὶ φῶτα ἀνάπτεται, τὴν διδομένην χάριν καὶ ἔλλαμψιν καὶ τὴν χαρὰν δηλοῦντα τὴν ἐπουράνιον. Καὶ τρὶς μὲν προσπίπτει ὁ προταγόμε νος διὰ τὴν Τριάδα, καὶ τὸ βέβαιον τῆς προσαγωγῆς ἀνίσταται δὲ τρίς, ὅτι ἐγείρεται ἐκ τοῦ πτώματος καὶ ἐγγίσας ταῖς θύραις ταῖς ἱεραῖς ὡς τῷ οὐρανῷ, τῷ καθηγητῇ προσπίπτει ὡς τῷ οὐρανίῳ Πατρί· καὶ διαρῶς προσδέχεται ὡς ὁ ἀποδημήσας υἱός. Εἶτα καὶ ἀνίσταται, καὶ τοῖς ἀδελφοῖς ὑποπίπτει συγχώρησιν εξαιτῶν, ὡς πρὸς τὸν πρεσβύτερον υἱὸν μὴ ὀργίζεσθαι παρακαλῶν, ὡς καὶ αὐτοὺς καθυβρίσας, αλλ γως πολιτευσάμενος· καὶ τούτοις ἅμα τῷ οὐρανίῳ Πατρὶ καταλλάσσεται. ΚΕΦΑΛ. ΣΟ. Διατί αἱ ὑποσχέσεις ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει· καὶ ὅτι διὰ τὸ ἑκούσιον. Εἶτα ἀνοίξαι τὰ ὦτα καὶ τὸ στόμα διακελεύεται, καὶ μὴ ἐν ὑποκρίσει καὶ εἰρωνείᾳ, ἀλλὰ τὰ ἀληθῆ τῆς μετανοίας ἀληθῶς ἀνομολογήσει· καὶ ἐρωτώμενος, καθομολογεῖ διατί προσῆλθεν. Οτι ποθεῖ τὸν τῆς ἀσκήσεως βίον, καὶ καταταγήναι τῷ τῶν μονα ζόντων χορῷ ζητεῖ· καὶ ὅτι ἐκουσίως, καὶ χωρὶς ἀνάγκης προσέρχεται· καὶ φυλάττειν ἑαυτὸν ἐν παρ θενίᾳ καὶ σωφροσύνῃ καὶ εὐλαβείᾳ, καὶ σώζειν ἄχρι θανάτου τῷ προϊσταμένῳ τὴν ὑπακοὴν ἐπαγγέλλεται· καὶ πᾶσαν θλίψιν καὶ στενοχωρίαν ὑπομένειν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ παραμένειν τῷ μοναστηρίῳ καὶ τῇ ἀσκήσει ἕως ἐσχάτης ἀναπνοῆς. Ταῦτα οὖν καθυποσχεθεὶς ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων, ὡς προσαγόμενος ἐθελόθυτον θύμα ζῶν καὶ
col. 493–494page 13 of 17
PG 155:493λογικὴν τῷ κτίσαντι, κατηχεῖται. Καὶ τῆς τελειοτά τῆς ζωῆς ὑφηγεῖται αὐτῷ ὁ ἱερεὺς τὴν πολιτείαν. Καὶ ὡς πεινάσει ἔχει, καὶ διψῆσαι, καὶ γυμνητεῦσαι διὰ Χριστὸν τὸν ταῦτα παθόντα ὑπὲρ ἡμῶν, καὶ ὀνειδισθῆναι καὶ χλευασθῆναι καὶ διωχθῆναι καὶ πάντα παθεῖν δι' αὐτὸν, καὶ χαίρειν, ὅτε ταῦτα πάντα πάθοι διὰ Χριστόν· καὶ ὅτι μεγίστη ή δωρεά καὶ δεύτερον βάπτισμα λαμβάνει, καὶ καθαίρεται τῶν ἁμαρτιῶν· καὶ υἱὸς φωτὸς δείκνυται· καὶ ὁ Κύριος ἡμῶν ἐπ' αὐτῷ χαίρει μετὰ τῶν ἀγγέλων αὐτοῦ, θύων αὐτῷ τὸν μόσχον τὸν σιτευτόν, ὅπερ ἐστὶν αὐτοῦ τὸ σῶμα καὶ αἷμα. Καὶ ὅπως ἀντιλογία μὲν καὶ ἀνηκοΐα, υπερηφανία τε καὶ τὰ λοιπὰ πάντα δεινά, πόρους εν ἀπ' αὐτοῦ, πλουτεῖ δὲ τὴν ταπείνωσιν καὶ τὴν ὑπακοὴν καὶ φιλαδελφίαν καὶ ἐπιείκειαν, τὴν μελέτην τε καὶ ἀνάγνωσιν τῶν θείων λο γίων, καὶ τήρησιν τῆς καρδίας ἀπὸ τῶν ῥυπαρῶν λογισμῶν· ἔτι δὲ ἐργασίαν τὴν κατὰ δύναμιν· καὶ τέλος ἐξαγγελίαν τῶν τῆς καρδίας κρυπτῶν κατὰ τὰς ἱεράς τε καὶ θείας ὑποθήκας. Δι' ὧν δείκνυται, ὡς ἄρα καλῶς εἴρηται τὸ σχῆμα τὸ ἅγιον ἐν τῇ μετ τανοίᾳ εἶναι. ΚΕΦΑΛ. ΣΟΑ'. η Τι ἡ τῶν τριχῶν σημαίνει κουρά. Ταῦτα οὖν πάντα καθομολογήσας ἐπ' ἐλπίδι τῆς δυνάμεως τοῦ Χριστοῦ, καὶ συνταξάμενος ἐν τούτοις μένειν ἄχρι τέλους ζωῆς αὐτοῦ, ἐκουσίως γὰρ Χρι στῷ ἀνατίθεται, κείρεται σταυροειδώς τὰς τρίχας τῆς κεφαλῆς εἰς τὸ ὄνομα τῆς Τριάδος· διὰ μὲν τῆς Τριάδος τελούμενος, διὰ δὲ τοῦ σταυροῦ τὴν νέκρωσιν τοῦ κόσμου δηλῶν, καὶ σφραγιζόμενος τῷ ὑπὲρ 191 ἡμῶν σταυρωθέντι· διὰ δὲ τῆς ἀφαιρέσεως καὶ κουρᾶς τῶν τριχῶν ἀπαρχὴν ἐκ τοῦ σώματος ὡς θυσίαν προσφέρων τῷ Κυρίῳ· ὅτι ὅλος προσάγεται, καὶ ἀφιερούται Χριστῷ, καὶ ὡς τὰ περιττὰ πάντα καὶ τὰ τοῦ κόσμου ἀποτιθέμενος. ΚΕΦΑΛ. ΣΟΒ'. Τίς ἡ δύναμις τῶν πρὸ τῆς κουρᾶς εὐχῶν. Πρὸ τῆς κουρᾶς δὲ, μετὰ τὰς ὑποσχέσεις, εὐχὰς παρὰ τοῦ ἱερέως δέχεται Ιεράς. Καὶ ἡ μὲν ἔστιν, ἵνα ὁ πανοικτίρμων Θεὸς ὑποδέξαιτο αὐτὸν ὡς προσελθόντα, καὶ ὑπαγκαλίσαιτο ὡς τὸν ἄσωτον, καὶ ὑπερ ασπίσαι αὐτοῦ διὰ τοὺς ἀεὶ πολεμοῦντας· καὶ ἵνα πάντοτε σὺν αὐτῷ ᾖ, εὐφραίνων αὐτοῦ καὶ γλυκαί των τὴν καρδίαν τῇ παρακλήσει τοῦ θείου Πνεύματος, ἀξιῶν αὐτὸν καὶ τῆς μερίδος τῶν ὁσίων, ὧν τὸ σχῆμα ενδύεται, ἵνα καὶ σὺν αὐτοῖς κληρονομήσῃ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτῷ τῷ Χριστῷ, ἐν καὶ εὐλογεῖ σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Αύτη γὰρ ἡ κλήσις πάντα τὰ θεῖα δίδωσι, καὶ τὸν τελούμενον τελειοί. Έπειτα σφραγίσας αὐτὸν, καὶ πρὸς ἀνατολὰς στραφείς, τὴν τελεωτέραν λέγει εὐχὴν, ἐπ' ἐδάφους κειμένου τοῦ τελουμένου. «Ο ὢν, Δέσ σποτα, Κύριε, ὁ μετὰ τοῦ ζῶντος καὶ ἐνυποστάτου Λόγου σου, καὶ τοῦ παρὰ σοῦ ἐκπορευομένου Πνεύ ματος τῆς ἀληθείας· ὃν καὶ Θεὸν ἀγγέλων φησίν, ᾧ καὶ τὰ Σεραφίμ παρίστανται ἀνυμνοῦντα, καὶ τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα, αὐτὸν εἶναι
col. 495–496page 14 of 17
PG 155:495μαρτυρεί, δυσωπούμενον ὑπ' κάτης ἐπουρανίου κλησίας τῶν ἄνω πρωτοτόκων, καὶ ἐπὶ τὴν ταπείνωσιν εὔχεται ἐπιβλέψαι τοῦ τελουμένου, τοῦ πολύ τῶν ἐνώπιον ὁμολογήσαντος τὰ τῆς ὑποσχέσεως, καὶ συνάψαι τῷ χαρίσματι της υιοθεσίας τῷ ἐν τῷ ἁγίῳ βαπτίσματι διὰ τοῦ ἀγγελοειδούς τούτου σχήματος, καὶ τηρηθῆναι ἐν αὐτῷ, καὶ ἐνδυναμωθῆναι πρὸς τὸν τοῦ ἀοράτου ἐχθροῦ πόλεμον, καταβάλλειν τε τὰς τῆς σαρκὸς ἐπαναστάσεις τῇ δυνάμει τοῦ Πνεύματος, καὶ τὸν παλαιὸν ἀποβαλλόμενον, τὸν νέον ἐνδύσασθαι ἄνθρωπον, καὶ ἐν πᾶσιν ὀχυρώσα; καὶ ἐνισχύσας τῇ εὐχῃ, ὥστε ζῆν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ δρο γανον γενέσθαι Θεοῦ, καὶ κατοικητήριον Πνεύματος, ἀξιωθῆναι τοῦτον αἰτεῖται σὺν πᾶσι τοῖς ἐκλεκτος τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ ἐκφωνήσας δοξολογεῖ τὴν Τριάδα, παρ' ή; ἅπαν ἡμῖν χορηγείται δώρημα τέτ λειον. Καὶ τὴν εἰρήνην ἐκφωνήσαντος πᾶσι, καὶ τὸ κλἶναι τὰς κεφαλὰς, πάντες κλίνουσι, τὴν δουλείαν ὑποδεικνύντες σὺν τῷ τελουμένῳ μοναχῷ· ὃς δὴ καὶ οὐ τὴν χεῖρα τοῦ ἱεράρχου ἔχει ἐπικειμένην, οὐ γὰρ χειροτονίαν δέχεται, ἀλλὰ τὸ βιβλίον τῶν εὐχῶν μόν νον ἐπὶ κεφαλῆς, τὰς ἱερὰς εὐχὰς δεχόμενος. Επάγει οὖν ὁ ἱερεὺς καὶ τὴν ἑτέραν εὐχήν, ο Αγιε Κύριε τῶν δυνάμεων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρόσδεξαι τὸν δοῦλόν σου ὁ δεῖνα, ο Καὶ σφραγίζει τοῦτον τρὶς εἰς τελείωσιν ἅμα τοῦ τελουμένου μενα χοῦ, καὶ δόξαν τῆς Τριάδος, ἀφιερῶν τοῦτον αὐτῇ. καὶ τὰ λοιπὰ ὑπερευξάμενος, εκφωνεῖ καὶ δοξολογεί. Καὶ στραφεὶς ἐγείρει τὸν κείμενον, δεικνὺς ὡς ἐξαν. έστη τῆς ἁμαρτίας, καὶ τὴν ἄρεσιν ἔλαβε, καὶ προσεδέξατο τοῦτον ὁ Πατήρ, καὶ εἰς τὴν υἱοθεσίαν ἀνάγει πάλιν, καὶ τὴν προτέραν στολὴν τῆς καθάρσεως δίδωσι, καὶ μετὰ τῶν ἀγγέλων συντάττει. Διδ καὶ λαβὼν αὐτὸν τῆς δεξιᾶς ἐν τῷ ἀνιστἂν ὁ ἱερεὺ;, καὶ τὸ Εὐαγγέλιον ὑποδείξας ὡς τὸν Σωτῆρα, ἀσπά σασθαι λέγει αὐτό, ὅ δηλοῖ τὸ ἐναγκαλίσασθαι καὶ καταφιλῆσαι τὸν Πατέρα. Εἶτα και φησιν, «Ἰδοὺ ὁ Χριστὸς ἀοράτως ἐνταῦθα πάρεστι.; Καὶ παραγγέλλει προσέχειν, ὥστε μηκέτι πεσεῖν· ἐπεὶ οὐδεὶς ἀναγκάζει τοῦτον ὥστε ἀκουσίως ἐλθεῖν· ἀλλ' ἔχου σίν. προσέρχεται. Καὶ τοῦτο οὕτως ὁμολογεῖ, ὡς ἐκ προαιρέσεως ἔρχεται. Είτα πάλιν φησὶν ὁ ἱερεύς Ἰδού ὁ Χριστὸς ἀοράτως· ἐνταῦθα πάρεστι, καὶ βλέπε τίνι προσέρχῃ τῷ Χριστῷ δηλονότι· τίνι συν τάσσῃ· ὅτι αὐτῷ τῷ Χριστῷ· καὶ τίνι ἀποτάσσῃ οἷον αὐτῷ τῷ κόσμῳ 192 καὶ τοῖς τοῦ κόσμου. «Καὶ δοὺς αὐτῷ τὸ ψαλίδιον, ο Λάβε καὶ ἐπίδος μοι, κ φησὶν, ἵνα τὸ ἐκαύσιον δείξῃ. Καὶ εἰ μὲν αὐτός ἐστιν ἀναδεχόμενος καὶ Πατήρ, ὁ καὶ ἀποκείρων ἱερεὺς. αὐτὸς λαμβάνει τὸ ψαλίδιον πάλιν ἀπὶ τοῦ τελουμέν νου μοναχοῦ, ἀσπασαμένου τούτου πρότερον. Εἰ δ' οὖν λαμβάνει ὁ ἀνάδοχος τοῦτο, καὶ δίδωσιν αὐτὸ τῷ ἱερεῖ. Καὶ ὁ ἱερεὺς πάλιν παρέχει τῷ τελουμένῳ οὗ καὶ ἀσπαζομένου πάλιν καὶ διδόντος τοῦτο τῷ αναδόχῳ, αὐτὸς δίδωσι πάλιν τῷ ἱερεῖ. Καὶ τοῦτο γίνεται ἐπὶ τρὶς, εἰς τε τιμὴν τῆς Τριάδος, καὶ τοῦ γινομένου βεβαίωσιν. Καὶ ὁ ἱερεὺς τὸ τρίτον διδούς, φησίν· «Ἰδοὺ ἐκ τῆς χειρὸς τοῦ Χριστοῦ λαμβάνεις αὐτό.» Φοβερὸς ὁ λόγος, καὶ φρίκην ἐμποιών
col. 497–498page 15 of 17
PG 155:497τοῖς ἀκούουσιν. Εἶτα λαβὼν τὸ ψαλίδιον, ἐπιλέγει, Εὐλογητὸς ὁ Θεὸς ὁ θέλων πάντας σωθῆναι, ο καὶ τὰ λοιπά. Δεῖ γὰρ εὐχαριστεῖν τῷ Κυρίῳ ἐπὶ πᾶσι τοῖς σωτηρίοις ἔργοις. Εὐθὺς οὖν ἀποκείρει αὐτὸν ὁ ἱερεὺς εἰς ὄνομα της Τριάδος, σταυροειδώς χείρων αὐτὸν ἀπὸ κορυφῆς, καὶ τὰς τρίχας τῷ θυσιαστηρίῳ ἀποτίθησι, δεικνύς, ὡς ἀπαρχὴ αὗται καὶ δῶρον εἰσι τῷ Θεῷ ὡς καὶ ὁ προσενεχθεὶς ὅλος, καὶ θυσία ζῶσα καὶ εὐάρεστος. Εἶτα καὶ τὰ τοῦ σχήματος ἐνδιδύσκει, Έκαστον σφραγίζων τῷ τοῦ σταυροῦ τύπῳ. Καὶ ἐπι λέγων, ο 'Ενδύεται ὁ δοῦλος τοῦ Θεοῦ, ἡ περιζώννυται, ἢ ὑποδύεται, ἢ ἑτερόν τι, εἰς τὸ ὄνομα τοῦ Π. τρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος και Εἴπωμεν ὑπὲρ αὐτοῦ τὸν Κύριε ἐλέησον.» Ο καὶ τρὶς ἐν ἑκάστῳ παρὰ πάντων λέγεται, δηλουμένου, ὡς ἐν τῇ Τριάδι τειχίζεται, καὶ τὸ θεῖον ἔλεός ἐστιν ἐπ' αὐτῷ· καὶ αὕτη ἡ εὐχὴ ἐξαιρέτως τοῦ μοναχοῦ, τὰ παρὰ τοῦ Κυρίου Ἰησοῦ ἐκκαλεῖσθαι τὸν ἔλεον. ΚΕΦΑΛ. ΣΥΓ. Τί δηλοῦσι τὰ τοῦ ἱεροῦ σχήματος τῶν μοναχῶν άμφια. ο Ενδύεται δὲ πρῶτον μὲν, φησί, χιτῶνα εὐφροσύνης καὶ ἀγαλλιάσεως, ἀντὶ τῆς γυμνώσεως εκείνης σε καὶ αἰσχύνης, καὶ τῆς παρακολουθησάσης διὰ τῆς παρακοῆς καὶ τῆς ἁμαρτίας φθορᾶς τοῦ θανάτου και τῆς λύπης, ἣν ἀναιρεῖ δι᾽ ὑπακοῆς καὶ ἀφθόρου ζωῆς τὸ μοναδικὸν σχῆμα τὸ ἅγιον. Εἶτα τὸ παλλίον τοῦ μεγάλου σχήματος. «Εἰς στολήν, λέγων, ἀφθαρσίας καὶ σεμνότητος,» ὡς Θεοῦ σκέπης σημεῖον, διὰ τῆς ἐν εὐλαβείᾳ ζωῆς χαριζόμενον ζωὴν αἰώνιον τῷ λαμ βάνοντι, ἔτι δὲ καὶ εἰς θείαν περιβολὴν, ἣν ἡ χάρις τοῦ Πνεύματος δίδωσιν, ἀντὶ τῶν δερματίνων χιτώνων. Εἶτα τὸ κι υκούλιον τῆς ἀκακίας. «Εἰς περιχε φιλαίαν ἐλπίδος σωτηρίου,» λέγων, διὰ τὴν ἐκ Θεοῦ τῆς χάριτος ἐπισκίασιν, καὶ τοῦ ἡγεμονικοῦ διὰ τῆς ταπεινοφροσύνης καὶ τῆς ἀκακίας κατὰ τὰ ἄδολα νήπια ὕψωσιν, καὶ ἔτι τῆς κεφαλῆς μετὰ πάντων τῶν αἰσθητηρίων τὴν ἐκ τοῦ Θεοῦ φυλακὴν καὶ πεο ρίθαλψιν. Ο δὴ καὶ ἔμπροσθεν περὶ τὸ στῆθος διὰ τὸ λογιστικὸν καὶ τὴν καρδίαν καὶ ὄπισθεν ἐκκρέμαται, σταυρούς ερυθροὺς περιφέρον, εἰς τὸ διώκειν τῷ βασιλικῷ καὶ φρικτῷ σημείῳ τοὺς καθ᾿ ἡμῶν ἔμ προσθέν τε καὶ ὄπισθεν ἐπεμβαίνοντας. Έπειτα τὸν ἀνάλαβον ἐκ δερμάτων ζώου διὰ τὴν τῶν κοσμικῶν νέκρωσιν ἀπὸ τῶν ὤμων ἔμπροσθέν τε σταυροειδώς καὶ ὄπισθεν, σημεία κεκτημένον σταυροῦ, μᾶλλον δὲ αὐτὸν ἐκτυποῦντα τὸν σταυρὸν, ο ᾿Αναλαμβάνων, λέγων ὁ ἱερεύς, τὸν σταυρὸν αὐτοῦ ἐπὶ τῶν ὤμων, η καὶ ἀκολουθῶν τῷ Δεσπότῃ, καθὰ δὴ καθωμολόγησεν.» Εἶτα ἐπὶ τούτοις τὴν ζώνην, καὶ ταύτην ἐκ δέρματος, περιζώνονται λέγων, «Τὴν ὀσφὺν αὐτοῦ εἰς νέκρωσιν σώματος καὶ ἀνακαινισιν πνεύματος, ο διὰ τὴν σωφροσύνην καὶ τὴν ἀγνείαν, καὶ τὸ νεκράς ποιεῖν ὅση δύναμις τὰς κινήσεις τῆς σαρκὸς, καὶ ἐνισχύεσθαι κατὰ τῶν παθῶν, καὶ πρὸς τὰς πράξεις τῶν ἐντολῶν ἀνδρίζεσθαι. Εἶτα τὰ σανδάλια, «Εἰς ετοιμασίαν, φησί, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἵνα μὴ προσκόπτῃ τοὺς πόδας τους νοερούς τῆς ψυ χῆς, μηδὲ παρὰ τῶν νοουμένων ὄφιων δάκνηται τὴν τῶν λογισμῶν πτέρναν, ἀλλ' ἐπάνω τούτων ἐπιβαίνῃ, καὶ καταπατῇ λέοντα καὶ δράκοντα, τὰ κρυπτὰ τῆς
col. 499–500page 16 of 17
PG 155:499κακίας καὶ φθονερὰ θηρία, καὶ ἀμεταστρεπτί τρέχῃ τὴν ὁδὸν τοῦ Εὐαγγελίου, 183 έως ἂν ἄνω δρα μῶν, ὅπου ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς καταντήσῃ, τελευταῖον δὲ, ὡς περιεκτικόν πάντων περι βάλλεται τὴν μανδύαν, ἐν ᾧ καὶ τρανότερόν φησιν ὁ ἱερεύς, «Ο ἀδελφὸς ἡμῶν ὁ δεῖνα ἔλαβε τὸ μέγα καὶ ἀγγελικὸν σχῆμα εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ο ὡς τελεώτα τον ὄντα καὶ περιεκτικόν πάντων, καὶ τὴν φυλακτι μὴν καθόλου καὶ σκεπαστικὴν τοῦ Θεοῦ δύναμιν δηλοῦντά τε καὶ σημαίνοντα· καὶ ὅτι τὸ συνεσταλμένον καὶ εὐλαβὲς καὶ ταπεινὸν τῆς μοναχικῆς ζωῆς, καὶ ὅτι οὐ χεῖρας ἤ τι τῶν μελῶν κατὰ τὸν βίον ἔχει ζώντα ὁ μοναχὸς, καὶ πρὸς κοσμικὴν ἐργασίαν ἐλεύ θερα, ἀλλὰ πάντα νεκρά. Μόνην δὲ τὴν κεφαλὴν ελευθέραν ἔχει, πρὸς Θεὸν ὁρῶσαν τὴν τῶν ἁπάντων κεφαλὴν, καὶ τὰ ἐκείνου φρονοῦσαν, καὶ πρὸς αὐτὸν ἀνατρέχουσαν. ᾿Αλλὰ καὶ ταύτην περιστελλομένην τῷ κουκουλίῳ διὰ τὴν ταπεινοφροσύνην, καὶ μηδ' ἐκεῖσε τὰ αἰσθητήρια ἀπερικάλυπτε ἔχοντα. ΚΕΦΑΛ. ΣΟΔ'. "Οτι τὴν τοῦ Χριστοῦ νέκρωσιν καὶ διὰ τοῦ σχή ματος μιμεῖται ὁ μοναχός. ᾿Αλλὰ καὶ ὅτι νεκρὸς ὁ μονάζων τῷ βίῳ, καὶ ὡς ἐν τάφῳ ἐστί· διὸ καὶ ὡς τάφος μὲν ὁ μανδύας ἐντάφια δὲ τὰ ἐντὸς, ὁ χιτών δηλαδὴ καὶ τὰ λοιπά. Δηλοῦσι δὲ τὸ διὰ σταυροῦ πάθος ὁ ἀνάλαβος καὶ τὰ ἄλλα. Εσταυρωμένος γὰρ τῷ κόσμῳ ἐστὶν ὁ μοναχός· καὶ τοῦτο δὴ καθυπέσχετο. Τὸ δὲ κουκούλιον ἀπὸ κεφαλῆς ὡς σουδάριον. Καὶ ὅλος τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν καὶ ἀποθανόντα καὶ εἰληθέντα τοῖς ἐνταφίοις τε καὶ τῷ σουδαρίῳ ἐκμιμεῖται Δε σπότην· ἵνα ὡς συσταυρωθεὶς τῷ βίῳ καὶ συννε κρωθεὶς αὐτῷ, καὶ συναναστῇ καὶ συνανυψωθῇ, καὶ συγκληρονόμος ὀφθῇ τῆς Πατρικῆς αὐτοῦ βασι λείας, καὶ τῶν ἀγαθῶν τῶν ἡτοιμασμένων ἡμῖν πρὸ καταβολής κόσμου κοινωνὸς ἀναφανῇ. "Α καὶ εἶχε ται αὐτῷ ὁ ἱερεὺς μετὰ τὸ λαβεῖν τὸ σχῆμα τὸ ἅγιον. Εὐθὺς γὰρ ἐπιφέρει πάλιν εὐχὴν· καὶ εὔχεται ἵνα ὁ Θεὸς ὁ ἀγαθὸς, ὁ πιστὸς ἐν ταῖς ἐπαγγελίαις αὐτ τοῦ καὶ ἐν τοῖς χαρίσμασιν ἀμεταμέλητος ών, εψη αὐτῷ βίον ευσχήμονα καὶ πολιτείαν ἐνάρετον και ἀκατάγνωστον, καὶ ἐν ἁγιασμῷ ζήσαντα ἄσπιλον διατηρῆσαι τὸ σχῆμα δ ἐνεδύσατο. Καὶ καταλέγει ἑκάστου τῶν ἐνδυμάτων τὴν ἔννοιάν τε καὶ δύναμιν ὅτι τῷ μὲν χιτῶνι τὴν θείαν δικαιοσύνην ἀντὶ τῆς παραβάσεως ἐνεδύσατο· τῇ δὲ ζώνῃ τὴν νέκρωσιν τοῦ σώματος καὶ τὴν σωφροσύνην ἐν ἑαυτῷ περιέ (ετο. Ἐπεὶ ὅτι καὶ περὶ τὴν ὀσφύν, ἵνα νεκρὸς μὲν ᾖ τῇ ἐπιθυμίᾳ, ἀνδρεῖος δὲ ταῖς ἀρεταῖς. Τῷ δὲ κουκουλίῳ τὴν ταπεινοφροσύνην εἰς σωτηρίαν περ μιεβάλλετο. Ωστε διὰ τοῦ ἡγεμονικοῦ τὰ ταπεινά φρονεῖν καὶ καλῶς τὰς αἰσθήσεις παιδαγωγείν. Διδ καὶ περικεφαλαίαν σωτηρίου τοῦτό φησι. Τῷ δὲ ἀναλάβῳ, τῷ σταυρῷ καὶ τῇ πίστει κατακοσμήθη, φησί. Τύπων γὰρ οὗτος ἔχει σταυροῦ, δι' οὗ ἡ τοῦ Χριστοῦ πίστις τε καὶ ἡ νέκρωσις μαρτυρεῖται. Τῷ δὲ περιβολαίῳ, τῷ παλλίῳ δηλαδή και τῷ μονδύλη στολὴν ἀφθαρσίας ως θώρακα ἰσχυρὸν περιέθετο. Καὶ ἀντὶ τῶν δερματίνων χιτώνων θεία κ
col. 501–502page 17 of 17
PG 155:501σθη καὶ ἐλαμπρύνθη χάριτι. Τοῖς δὲ σανδαλίοις δύ να μιν είληφεν, ὥστε ἐπιβῆναι τῆς ὁδοῦ τῆς πρὸς σωτηρίαν ἀγούσης καὶ τὴν εἰρήνην, τὰ τῆς εἰρήνης κατὰ τὸ Εὐαγγέλιον ὁδεύειν καὶ τρέχειν δφείλων, καὶ ταύτην εὐαγγελίζεσθαι, ὡς καὶ αὐτὸς μαθητής ὀφθεὶς τοῦ Χριστοῦ, πάντα καταλιπών, καὶ τούτῳ Επόμενος. Χριστὸς δὲ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ ἡ ἐδὸς πρὸς τὸν Πατέρα καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ τὸ φῶς· καὶ ὁ τούτῳ ἀκολουθῶν ἔξει τὸ φῶς τῆς ζωῆς, καὶ πρὸς τὴν ζωὴν καταντήσει. Ἀλλὰ καὶ τὴν Ἠλίαν καὶ τὴν Βαπτιστὴν μιμησάμενος ὁ μου νάζων, ὡς τοῦ ἀναχωρητικού βίου ἀρχηγούς, ἐνδύ σεται τὴν τῶν ἀγγέλων ἀφθαρσίαν, καὶ τῆς ἐκ δεξιῶν καταξιωθῇ τοῦ Χριστοῦ παραστάσεως, καὶ ἀκούσει τῆς μακαρίας αὐτοῦ φωνῆς, Δεῦτε, οἱ εὐ λογημένοι τοῦ Πατρός μου· ἧς καὶ πάντας ἀξιω θῆναι εὔχεται. Εκφωνήσας δὲ καὶ τὴν 194 Τριάδα δοξολογήσας ὡς ἔθος, καὶ τὸ, Εἰρήνη πᾶσιν, εἰπὼν, καὶ τὰς κεφαλὰς τῷ Κυρίῳ κλίναι κελεύσας ὡς δού τους, ἵνα τύχωσιν ἅπαντες καὶ τῆς ἄνωθεν εὐλογίας, πάλιν εὔχεται πρὸς Θεὸν, εἰσαγαγεῖν αὐτὸν εἰς τὴν αὐτοῦ θείαν καὶ πνευματικὴν αὐλὴν· τουτέστιν οι κεῖον αὐτῷ ποιῆσαι, καὶ συντάξαι τοῖς φίλοις αὐτοῦ καὶ τῇ συγκλήτῳ αὐτοῦ, καὶ καθαρὸν καὶ ὑψηλότερον αὐτοῦ ποιῆσαι τὸ φρόνημα τῶν βιωτικῶν, εἰς τὸ διηνεκώς μνημονεύειν τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἑαυτοὺς διὰ Χριστὸν τῷ βίῳ σταυρώσασι. Καὶ ἐκε φώνως πάλιν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ἡμῶν τὸν ἐν Τριάδι λέγων Θεὸν ἀνυμνεῖ. Ἐπεὶ καὶ παρ' αὐτοῦ ἡμῖν ἡ ὁδηγία τοῦ κρείττονος καὶ πρό νοια καὶ ἐπισκοπή. Εἶτα του διακόνου τὸ ἱερὸν και τέχοντος Εὐαγγέλιον, λαμβάνει τοῦτο δὲ ἱερεύς· καὶ φησιν, «Εἶπεν ὁ Κύριος, Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήτω μοι, ο Κα! δίδωσιν αὐτῷ εἰ ἱερωμένος ἐστίν· εἰ δ᾽ οὖ, σταυρὸν παρέχει αὐτῷ. Αὐτὸς δὲ λαμβάνων, προσκυνεῖ καὶ ἀσπάζεται, δεικνὺς ὅτι τούτῳ ἐπηκολούθησε, καὶ ἐφείλει ἀκολουθεῖν. Εἶτα καὶ λαμπάδα ὁ ἱερεὺς δί δωσιν, εἰς δείγμα ούπερ είληφε φωτισμοῦ, καὶ ὡς ὀφείλοντι καθαρῶς πολιτεύεσθαι. Διὸ καὶ τὰς τοῦ Σωτῆρος αὐτῷ λέγει φωνὰς ἐκβοῶν, «Εἶπεν ὁ Κύ ριος, Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ν' καὶ τὰ ἐξῆς. Εἶτα τοῦτον καὶ πρὸ τῶν ἁγίων θυρῶν ἱστᾷ, ὡς εἰς τὰς πύλας τοῦ οὐρα νοῦ ἐφθακότα, καὶ τῷ Δεσπότῃ κατηλλαγμένον τὸ Εὐαγγέλιον φέροντα καὶ τὴν λαμπάδα ἡμμένην. Επειδήπερ εὐαγγελικῶς καὶ φωτεινῶς ὀφείλει ζῆ σαι, εἰς δόξαν τοῦ πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς καλέσαντος αὐτὸν Θεοῦ. Καὶ εὐθὺς αὐτὸν ἀσπασάμενος ὁ ἱερεὺς διὰ τὴν ἐν Χριστῷ ἀγάπην καὶ ἔνω σιν, καὶ τὸν τοῦ οὐρανίου Πατρὸς δηλῶν ἀσπασμὸν, ὅτε τὸν ἀπολωλότα εὗρεν υἱὸν, καὶ τὴν μεγάλην χαρὰν ἐτέλεσεν, ἱστᾷ πλησίον αὐτοῦ, ὅτι καὶ ἐγγύς τοῦ Θεοῦ γεγένηται. Οἱ ἀδελφοί τε μετὰ τοῦ Πατρός πάντες λαμπαδηφοροῦντες, ἐπιδεικνύμενοι τὸ φαι δτὸν, καὶ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τῶν ἀγγέλων χαράν, ἀπέρχονται, καὶ ἀσπαζόμενοι ἕκαστος τό τε Ιερόν Εὐαγγέλιον καὶ τὸν ἱερέα, τύπον σώζοντα τοῦ Χριστοῦ, καὶ αὐτὸν τὸν αὐτοῦ σταυρὸν, καὶ τὸν λα η
Page scan enlarged

Notebook

Full View