PG 155Symeon Thessalonicensis Archiepiscopus
On the Holy Rite of Holy Oil
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 515–516page 1 of 10
PG 155:515/ φυλαττέτωσαν, ἵνα μὴ τὸν λόγον ἀπαιτηθῶσι τῆς τε σωφροσύνης καὶ τῶν λοιπῶν θείων Εργων. Καὶ μὴ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῶν ψυχῶν αὐτῶν φροντιζέτωσαν, ὅτι καὶ διπλοὶ τελοῦσιν, ἐκ σώματος καὶ ψυχῆς, καὶ κρείσσων τοῦ σώματος κατά πολύ ἡ ψυχή, ὅσον τὰ ἄφθαρτα τῶν φθαρτῶν. Διὸ καὶ τῶν ἀρετῶν ἐπιμελείσθωσαν, καὶ μάλιστα δικαιοσύνης καὶ ἀληθείας· καὶ τῶν προσευχῶν δὲ εἰς εὐχαριστίαν Θεοῦ· καὶ ἔτι τοῦ μετέχειν ἐν προσοχῇ τῆς θειοτάτης κοινωνίας. Οὕτω γὰρ καὶ ὁ Θεὸς ἔσται μετ᾿ αὐτῶν. Καὶ τὰ τέκνα δὲ ἐν παιδείᾳ καὶ νου θεσίᾳ Κυρίου εκτρεφέτωσαν, ὡς ὁ θεῖος Παῦλος διδάσκει. Καὶ τοὺς πένητας ἀδελφοὺς ἐξ ὧν λαμβάνουσι παρὰ τοῦ Θεοῦ ἐλεείτωσαν, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι, καὶ τῆς τοῦ Θεοῦ βασιλείας ὁμοῦ τοῖς τέκνοις ἄξιοι γένωνται. Ταῦτα καὶ περὶ τοῦ τιμίου καὶ σώφρονος κατά δύναμιν είρηται γάμου. ΤΗΣ ΙΕΡΑΣ ΤΕΛΕΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΛΑΙΟΥ ΕΤΟΣ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ. Ἐπεὶ δὲ τοῖς ἐν τῷ βίῳ καὶ τὸ πταίειν παρέπεται καὶ πᾶσιν ἀνθρώποις ἁπλῶς, ῥητέον ἤδη καὶ περὶ τῆς τοῦ ἁγίου ἐλαίου τελετῆς, ὑπὲρ λυτρώσεως ἁμαρτημάτων καὶ ἱατρείας ἡμῶν καὶ παροχής θείου Ελέους δεδωρημένης. Τοῦτο δὲ παρὰ τοῦ Σωτῆρο ταῖς ἀποστόλοις παραδοθέν, εἰς δεῖγμα τῆς Θεοί συμπαθείας καὶ ἱλαρότητος, ή Εκκλησία, ὡς παρε τοῦ Ἰακώβου μεμαθήκαμεν, ὃς ἀδελφὸς τοῦ Κυρίου καλεῖται παρὰ τοῦ Παύλου, καὶ ἀδελφὸς Θεοῦ εἶναι δῶρον μέγιστον είληφε καὶ τῇ συγγενείᾳ τοῦ γένους, καὶ τῇ μιμήσει τῶν ἔργων, καὶ πρῶτος ἐκλήθη μετά Χριστὸν, καὶ ἔστιν ἱεράρχης, τοῦτο καλῶς διενεργεί. Τινὸς γὰρ τῶν ἀδελφῶν ἀῤῥωστές σώματος, ἢ καὶ ψυχῆς μόνον περιπεσόντος, συγκαλοῦνται παρ' αὐτοῦ τῆς Ἐκκλησίας οἱ πρεσβύτεροι. Οὗτος γὰρ δύναμιν ἔλαβον ἐνεργεῖν τὰς τελετάς, καὶ οὐχ οἱ διάκονοι. ΚΕΦΑΛ. ΣΠΓ. Διατί ἑπτὰ πρεσβύτεροι ἐν τῷ εὐχελαίῳ· καὶ διατί πολλάκις καὶ τρεῖς διὰ σπάνιν ἱερέων Καὶ ὁ μὲν Θεάδελφος οι φησι τούτων αριθμόν η δέ γε συνήθεια ἑπτὰ παρέδωκε προσκαλεῖσθαι· οἶμαι δὲ διὰ τὰ ἑπταχῶς ἀριθμούμενα ἐν Ησαΐᾳ δῶρα τοῦ Πνεύματος ἢ καὶ διὰ τοὺς ἑπτὰ ἐκείνους τοῦ νόμου παλαιοὺς ἱερεῖς, κύκλῳ σαλπίσαντας τῆς Ἱεριχώ ἑπτάκις προστάγματι θεϊκῷ καὶ καταβαλόντας τὰ τείχη· ὡς ἂν καὶ τὴν πονηρὰν οὗτοι πόλιν καὶ τὰ σκληρά τείχη τῶν τῆς ἁμαρτίας υψωμάτων καθέ
col. 517–518page 2 of 10
PG 155:517λωσιν, ἢ καὶ ὡς νεκρᾶς οὔσης τῆς ψυχῆς κατὰ μ! μησιν τοῦ Προφήτου, ὡς ἐπὶ τοῦ παιδὸς ἐκείνης τῆς Σουμανίτιδος, ευξαμένων τῶν ἱερέων ἑπτάκις ταύτην ἐγείρωσι, καθὰ δὴ καὶ ὁ Ἐλισσαῖος τὸν παῖδα, 200 επτάκις επανακάμψας, καὶ ἑπτάκις εὐξάμενος· ἡ καὶ ὡς ὁ Ἠλίας ἑπτάκις εὐξάμενος, τὸν οὐ ρανὸν ἐν ἔκλεισε τοῖς ἁμαρτήμασι, πάλιν ήνοιξε καὶ κατήγαγεν ὑετὸν, καὶ οὗτοι ἑπτάκις εὐξάμενοι, Χύσωσι μὲν τὸν τῆς ἁμαρτίας αὐχμόν, ἀνοίξωσι δὲ κατὰ τὸν Πέτρον τὸν οὐρανὸν, τὴν κλεῖδα βαλόντες τῆς χάριτος, καὶ τὸν ἔλεον ἐκ Θεοῦ τῆς ἀφέσεως ὡς ὑετὸν καταγάγωσιν. Οὗτος μὲν οὖν ὁ νοῦς, ὡς ἐμοὶ δοκεῖ, περὶ τῶν ἑπτά. Τινὲς δὲ ἔνθα σπάνις ἱερέων, καὶ τρεῖς προσκαλούνται μόνους. Καὶ τοῦτο οὐ μεμπτέον. Εσται γὰρ πρῶτον μὲν διὰ δύναμιν – τῆς Τριάδος· ἔπειτα δὲ καὶ διὰ τὸ εἰς μαρτυρίαν καὶ κήρυγμα τῆς Τριάδος παρὰ τοῦ Ἠλιοῦ πάλιν γεγονός, ὅτε νεκρωθέντα τὸν υἱὸν Σαραφθίας ἀνέ στησε, τρίς προσευξάμενος καὶ τρὶς ἐπιπεσὼν αὐτῷ. Τινὲς δὲ καὶ πλείονας τῶν ἑπτὰ συναθροίζουσιν εἰς πλείονος δείγμα πίστεώς τε καὶ προθυμίας. Αλλ' οὐ πολυπραγμονητέον περὶ τοῦ ἀριθμοῦ· ἐπεὶ οὐδὲ ἀριθμὸς γράφεται. Πλὴν εἰ καὶ οὐ γέγραπται, ἀλλ' ἀναγκαῖον τὴν ἀρχαίαν τηρεῖσθαι παράδοσιν. Καὶ ἔστωσαν μὲν ἑπτὰ ὡς ἔθος ἀρχαῖον· εἰ δ᾽ ἀνάγκη, τὸ ἔλαττον τρεῖς· καὶ πάντα λεγέτωσαν ὅσα παραδέ δηται λέγεσθαι· ὅτι τοῦ Πνεύματος πάντα ἐκ τῶν Πατέρων όντα. Εἷς ἐὲ πρεσβύτερος μὴ ποιείτω εὐχέλαιον· ὅτι ὡς περὶ ἐπισκόπου γέγραπται μη χειροτονεῖσθαι παρ' ἑνὸς, οὕτω καὶ περὶ εὐχελαίου, μὴ παρὰ πρεσβυτέρου ἑνὸς τελεῖσθαι. • Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, φησὶ, καὶ οὐχ ένα πρεσβύτερον. Καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ. ο 201 ΚΕΦΑΛ. ΣΠΔ'. "Οτι μεγίστη τοῦ ἁγίου ἐλαίου ἡ δύναμις. Καὶ τί ἐκ τούτου γενήσεται; "Ορα ὅτι τὸ μέγιστον. Καὶ ἡ εὐχή, φησί, τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, οὐχ οἱ ἄνθρωποι, ἀλλ' ὁ Κύριος. Ἐπεὶ τὴν χάριν τοῦ Κυρίου τῆς ἱερωσύνης ἐνδέδυνται. Καὶ τί ἔτι πλέον ὁ κάμνων εὑρήσει; Κάν ἁμαρτίας ᾗ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ορᾶτε δύναμιν τῆς τελετής ταύτης; καὶ ἀρρωστίας λύει, καὶ τοὺς κειμένους ἐγείρει, καὶ ἁμαρτίας ἀφίησιν. ΚΕΦΑΛ. ΣΠΕ Κατὰ τῆς ἐν τῷ εὐχελαίῳ τῶν Λατίνων καινοτομίας. Αλλ' οι καινοτομούντες πάντα "Λατίνοι καὶ τὸ περὶ τούτου παρέφθειραν. Καὶ οὐ χρὴ διδόναι τοῦτο ἁῤῥωστοῦσι, φασὶν, ἀλλ' ἀποθνήσκουσιν, ἐπεὶ ἁμαρ τίας ἀφίησιν, ἵνα μὴ πάλιν ἐπιζήσας τις ἐξαμάρ τοι. Βαβαὶ τῆς ἀπονοίας! 'Ο μὲν ᾿Αδελφόθεος, Καί ἡ εὐχή, φησί, τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, οὗτοι δὲ, Ἵνα ἀποθάνῃ, φασίν. Ορᾷς τὸν ἐκκρημνισθέντα, ὅπως ἀεὶ πρὸς τὸ κάταντες καταφέρεται; Κἂν ἁμαρτίας ᾗ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ, ἵνα ἰαθῇ καὶ ἐγερθῇ δηλον ότι. Καὶ τοῦτο δείκνυσιν ὁ Σωτὴρ, πρὸς τὸν παρά λυτον εἰρηκώς, αφέωνταί σοι αἱ ἁμαρτίαι σου
col. 519–520page 3 of 10
PG 155:519καὶ, Εγειρε καὶ περιπάτει· καὶ, δε ὑγιὴς γέο γονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χειρόν τί σοι γένητα. Οἱ δὲ ἀπεναντίας φρονοῦσι τῷ Σωτῆρί τε καὶ τοῖς ἀποστόλοις αὐτοῦ. Καὶ τοῖς μὴ ἐγειρομέν νοις, ἀλλ' ἀποθνήσκουσι τοῦτό φασι δίδοσθαι. Δ.δ καὶ οὐ κατὰ τὴν ἀποστολικὴν τοῦτο ποιοῦσι παρά δοσιν, προσκαλούμενοι παρὰ τῶν χρηζόντων, ἀλλ ἰδίᾳ ποιοῦντες φυλάττουσι. Καὶ τὸ μὲν ἱερόν φησιν Εὐαγγέλιον· Καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώ στους καὶ ἐθεράπευον· οἱ δὲ διδόναι μὴ εἰς τὸ θεραπεύεσθαι, ἀλλ᾽ εἰς τὸ εἶναι ἀθεραπεύτους καὶ ἀποθνήσκειν φασίν. "Ανθρωπε, ἀγνοεῖς τὴν γνώς. τῶν μυστηρίων, καὶ ἐπιβλαβῶς ἀπατᾷ. Τὸ μὲν γὰρ Εὐαγγέλιον, καὶ τοῦ δεδωκότος τοῦτο ὁ ἀδελφὸς ὑπὲρ ἀρρώστων τούτό φησι τὸ ἔλαιον, καὶ εἰς τὸ ἀφεθέντας τὰ ἁμαρτήματα χρισμένους εγείρεσθαι, καθώς καὶ τῷ ἑνὶ καὶ ἑτέρῳ παραλύτῳ ἐβάθη. Καὶ τοῖς δύο γὰρ ἔφησεν ὁ Σωτὴς, 'Αφέωνταί σοι αἱ ἁμαρ είαι σου· ὡς δεικνυμένης τῆς ἀρωστίας ἐξ ἁμαρτημάτων εἶναι. 202 ΚΕΦΑΛ. ΣΠΤ. "Οτι ἕτερον μὲν τὸ τοῦ εὐχελαίου, ἕτερον δὲ τὸ νεκροῖς χριόμενον Ελαιον. Πλὴν δὲ καὶ νεκροὶ ἐλαίῳ ἀλείφονται, ὡς ἡ θετός φησι Διονύσιος, εἰς τύπον τῆς χρίσεως τοῦ ἐξαρχής ἐλαίου τοῦ ἐν τῷ βαπτίσματι. Καὶ τὸν λόγον δίδωσι τούτου, ὅτι καλῶς καὶ γενναίως ὁ ἐν Χριστῷ τελευτήσας τὸν ἀγῶνα τετελεχών, δι' δν καὶ πρῴην ηλεί ψατο, καὶ νῦν ἐλαίῳ ἀλείφεται· καὶ τοῦτο εἰς ση μείωσιν Χριστοῦ καὶ σφραγίδα τῶν ἐν Χριστῷ ἀπελε θόντων, καὶ εἰς ἁγιασμὸν τῶν νεκρῶν σωμάτων, τῶν ἡγωνισμένων ὑπὲρ Χριστοῦ καὶ εὐσεβῶς πολιτευσαμένων ἐνταῦθα, καὶ εἰς τιμὴν δὲ αὐτῶν, ὅτι κατά Χριστὸν ἔζησαν, οὗ σημεῖον τῆς χρίσεως τὸ ἡγιασμένον ἐλαιόν ἐστι. Διὸ καὶ τοῖς κατατιθεμένοις ὥσπερ ἐν τάφῳ ὑπὸ τὸ θεῖον θυσιαστήριον ἱερωτάτοις τῶν μαρτύρων λειψάνοις καὶ μύρον ἅγιον ἐπιβάλλεται ἀντὶ τοῦ ἐλαίου τούτου. Τοῖς γὰρ τελεία; χρὴ ἐπι βάλλειν τὸ τελεώτατον. ΚΕΦΑΛ. ΣΟΖ. Ὅτι ἔλαιον μὲν τοῖς μοναχοῖς, χοῦς δὲ τοῦ θυ μιστηρίου τοῖς κοσμικοῖς ἐπιβάλλεται. Καὶ ἡμεῖς τοίνυν τοῦτο τελοῦμεν. Καὶ τοῖς τρο θνεῶσιν ἐν Χριστῷ ἀδελφοῖς ἐπιχέομεν ἔλαιον· πλην οὐ τὴ διδόμενον ἅγιον ἔλαιον τοῖς ζῶσιν, δ φησιν δ Θεάδελφος, ἀλλ' ἐκ τῆς λυχνίας τοῦ ναοῦ, καὶ μᾶλ λον τοῦ θυσιαστηρίου. Καὶ οὐδένα τῶν μοναχῶν θάπτομεν εἰ μὴ καὶ τὸ τῆς φωταγωγοῦ ἔλαιον τῷ λειψάνῳ ἐκχέομεν, ἡγιασμένον δν, ὡς ἐνώπων Κυ ρίου ἀνάπτον. Καὶ ἐν τοῖς κοσμικοῖς δὲ κατά Χρισ στὸν ἀδελφοῖς τελευτήσασι χοῦν τοῦ θυμιατηρίου, ὡς ἱερὸν καὶ ἡγιασμένον τελοῦντα, τῇ τοῦ σταυροῦ σφραγίδι διὰ τοῦ θυμιάματος σταυροειδώς επιβάλο λομεν, πρὸ τῆς ἁπλῶς ἐπιβαλλομένης γης, παραδιδόντες τὸν ἡγιασμένον ἐν Χριστῷ ἐν ἡγιασμένη γι κατὰ τὴν θείαν ἀπόφασιν, συντηρούμενον ἕως ἂν εξαναστῇ. Ετεροι δὲ τῶν εὐλαβεσέρων ἀνδρῶν ζῶντες ἐπὶ τὸ τοῦ εὐχελαίου ποιοῦσι μυστήριον, εις
col. 521–522page 4 of 10
PG 155:521ἱλασμὸν ἑαυτῶν καὶ τελευταίαν ἁμαρτημάτων άφε- 1 σιν. Καὶ εἰ πρὸς θάνατόν εἰσιν, ἐκ τούτου τηρεῖται, καὶ κοιμηθέντες αὐτοὺς χρίουσιν οι προσήκοντες, εἰς σφραγίδα ἱερωτάτην τῶν ὁσίων τοῦ ἀπελθόντος λειψάνων καὶ τιμὴν καὶ ἁγιασμόν. Αξιοι γὰρ οἱ ἡγωνισμένοι τιμάσθαι τοῖς ἱεροῖς χρίσμασι καὶ σφραγίζεσθαι δέον σφραγίδι Χριστοῦ τοὺς κατά Χρι στὸν ζήσαντας. Καὶ ἔτι ἐπιχέουσιν ἔλαιον ἐνταφια ζομένοις αὐτοῖς, τὸν θεῖον ἔλεον ἐκκαλούμενοι, Ού τος ὁ σκοπός τοῦ ἁγίου ἐλαίου, τοῖς ζῶσι διδομένου, ὥστε ζῆσαι καὶ μένειν κεκαθαρμένου;· οὐ μὴν τοῖς ζῶσιν ὥστε θανεῖν, καὶ μὴ προσδοκάν εγείρεσθαι ὅτι καὶ διὰ τοῦτο μᾶλλον παρέχεται, ἵνα ἐγείρῃ τοὺς χρισθέντας ὁ Κύριος, καὶ τὰ ἁμαρτήματα αὐτοῖς ἀφεθῇ. Καὶ τοῦτο πάντοτε καὶ οὐχ ἅπαξ ἔσται. Ἐπεὶ καὶ, ο Εξομολογεῖσθε ἀλλήλοις, φησί, τὰ ἁμαρτήματα·, ἀεὶ δηλονότι καὶ οὐχ ἅπαξ, ο καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἐσθῆτε.·, οὐ μίαν, ἀλλὰ διηνεκῶς, ὅτι καὶ διὰ παντὸς πεαίομεν. Τοῦτο δὲ τὸ χρίς σθαι ὕστερον ἐκ τῆς ἀναπτούσης ἐν τῷ ναῷ λυχνίας διὰ σφραγίδα καὶ ἁγιασμὸν τῶν λειψάνων τοῦ ἀπελ θέντος, ὡς καὶ τοῖς μυστηρίοις προκαθαρθέντων του Χριστοῦ καὶ ἡγιασμένων τῷ βαπτίσματι καὶ μύρῳ, καὶ τῇ φρικτῇ κοινωνίᾳ. Ενταῦθα δὲ καὶ τινες τε λετὴν ποιοῦσιν ἐλαίου ὑπὲρ τῶν ἐν Χριστῷ κοιμηθέντων. Ην καὶ τῶν ἀρχιερέων τινὲς μὲν κωλύουσι γίνεσθαι, ὡς μὴ παραδεδομένην οὖσαν ἐν τῇ Γραφῇ τινὲς δὲ, οὔ, ὡς ὑπὲρ ψυχῶν γινομένην. Έγωγε οὖν ὡς ἐνεχώρει περὶ τούτου ζητήσας, εὗρον ὡς ἀγαθὸν εἶναι γίγνεσθαι. Καὶ τοὺς βουλομένους ποιεῖν οὐ χρὴ κωλύειν. Πλὴν οὐκ ἔλαιον τοῦτο τὸ παραδε ζομένων ὑπὸ τοῦ Σωτῆρος καὶ τῶν ἀποστόλων ἐστὶ, περὶ οὗ τὸ μὲν Βαγγέλιον, ὡς ἔφημεν, λέγει· Καὶ ἤπειρον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθερι πενον· ὁ ᾿Αδελφόθεος δὲ ὅσα ἐν τῇ Καθολικῇ περὶ τούτων γράφει. Εν γὰρ τοῦτο, καὶ οὐ πολλά, καὶ μία τελετή, καὶ ἐν τῶν ἑπτὰ 202 μυστηρίων. Αλλ' ὑπὲρ τῶν κεκοιμημένων προσάγεται έλαιον εἰς προσαγωγὴν Θεοῦ καὶ τιμὴν, ὑπὲρ ἐλέους καὶ συμπαθεία; τῶν ἀπελθόντων, ὡς κηροὶ καὶ θυμίαμα καὶ λοιπά ἕτερα ὑπὲρ αὐτῶν τῷ ναῷ καὶ ἐν τοῖς ἐνταφίοις αὐτῶν προσφερόμενα. Εν προκειμένων ὡς δώρων, ὑπὲρ τῶν ἀπελθόντων ἡμεῖς ἱκετεύομεν, καὶ θείου τυγχάνουσιν ἐκεῖνοι ἐλέους, ὡς ἡ Ἐκκλησία διενεργοῦσα διδάσκει, καὶ πάντες σχεδόν οἱ Πατέρες γρά φουσι, καὶ πρὸ πάντων ὁ μέγας τῷ ὄντι καὶ ἱερὸς Αθανάσιος, περί τε κηρῶν καὶ ἐλαίου γράφων ὥστε ταῦτα προσφέρειν ὑπὲρ τῶν τεθνεώτων, κἂν εἰς χοῦν, κἂν εἰς ἀέρα ὑπὸ πυρὸς διελύθησαν· καὶ τὸ μὲν ὡς ὁλοκάρπωσις, τὸ δὲ ὡς θυσία· ὑπὲρ αὐτῶν τῷ Θεῷ· καὶ προσάγειν ταῦτα διακελεύεται. "Οθεν καὶ τὸ ἀνάπτειν φῶτα ἐν τάφοις νεκρῶν, καὶ ἔλαιον προσάγειν ὑπὲρ αὐτῶν μετὰ ἱερωτάτων εὐχῶν, οὐ κωλυτέον· ὅτι καὶ κηροὺς ἀνάπτοντες, καὶ θυμιά. ματα φέροντες, ὑπὲρ αὐτῶν Θεῷ προσευχόμεθα· καὶ Εθος τῇ Ἐκκλησία. Όμως τὰ περὶ τοῦ εὐχελαίου κατίδωμεν.
col. 523–524page 5 of 10
PG 155:523ΚΕΦΑΛ. ΣΠΗ. Περὶ τῆς τελέτῆς τοῦ εὐχελαίου. Συνάγονται τοίνυν οἱ ἑπτὰ, καθὼς ἔφημεν, πρεσού τεροι· καὶ ἐνδυσαμένων τὰς ἱερᾶς τούτων στολάς, τὴν ἐν αὐτοῖς δηλούντων χάριν τοῦ Πνεύματος, τοῦ πρώτου αὐτῶν εὐλογήσαντος, τύπον ἐπέχοντος τοῦ Χριστοῦ, ὅς κεφαλὴ πάντων ἐστὶ, παννυχίς λέγετα κανόνης, ὑπὲρ τοῦ ποιουμένου τὸ ἅγιον ἔλαιον. Κα μετὰ τὸ τέλος ἐκτενὴ ὑπὲρ αὐτοῦ, καὶ ἀπόλυσις. Μεθ᾽ ἣν οὗτος προσπίπτων τρὶς, παρὰ πάντων απ τείται συγχώρησιν εἰς ἀνακήρυξιν τῆς Τριάδος, παρ ἧς ἅπαν δώρημα τέλειον, καὶ εἰς βεβαίωσιν τῆς δια μετανοίας συγχωρήσεως· ὅτι πάντα ή Τριάς βεβαιοί καὶ τρὶς παρὰ τῶν ἱερέων συγχωρεῖται. Εἶτα πάλι. εὐλογοῦντος τοῦ πρώτου ἱερέως, τὰ εἰρηνικὰ λίγε ται. ἐπὶ πάσῃ ἐκφωνείται τελετή, ὡς περιέχοντ; πάντα, ὑπὲρ ὧν δεῖ προσεύχεσθαι, καὶ αὐτῆς τῆ ενεργουμένης τελετής μεμνημένα, καὶ τὴν εἰρήνη τοῦ Θεοῦ ἐξαιτούμενα καὶ τὸν ἔλεον. Καὶ μετὰ τὴν ἐκφώνησιν καὶ δοξολογίαν τοῦ ἐλεήμονος, τροπαρίων τινῶν εἰς Θεοῦ λεγομένων ἱλέωσιν, παρὰ τοῦ πρώ του τῶν πρεσβυτέρων καὶ τῶν λοιπῶν καθεξῆς, ἡ τοῦ ἐλαίου εὐχὴ ἐπιλέγεται· καὶ ἔλαιον ἐν φωτα γωγῷ ἐπιβάλλεται, ἢ ἐν σκεύει ἄλλῳ τινί. Εν καὶ ἑπτὰ ἀνάπτεται φῶτα, κατ' ἀριθμὸν τῶν ἱερέων, καὶ εἰς τύπον τῶν χαρισμάτων τοῦ Πνεύματος· καὶ ὅτι ὡς λυχνία θεία διὰ τοῦ ἁγίου ἐλαίου γίνεται καὶ ὡς ἐλοκάρπωσις καὶ θυσία καθαρὰ Θεῷ ἀνα φέρεται, ἵνα τύχοιμεν ἐλέους αὐτοῦ· καὶ ἡ εὐχὴ τούτό φησι, «Κύριε, ὁ ἐν τῷ ἐλέει καὶ τοῖς οἰκτιρ μες του ιώμενος τὰ συντρίμματα ἡμῶν. ὁ Ὑπερα φαίνει γὰρ καὶ ἐν ἡμῖν τὴν τοῦ μωλωτισθέντος ἐκείνου βασίν, ὃν ἐκ Σαμαρείας ἀναλαβόμενος Ἰησος ὁ ἀπὸ τῆς Μαρίας Παρθένου, οίνῳ καὶ ἐλαίῳ αὐτὸν ἐθεράπευσε τῷ αἵματι ἑαυτοῦ καὶ τοῖς οἰκτιρμοῖς. Οθεν καὶ ἐν τῷ σκεύει πρὸ τοῦ ἐλαίου καὶ οἶνόν τινες ἐπιβάλλουσι. Καὶ ἐπεύχεται εὐλογηθῆναι τὸ Ελαιον, ὥστε γενέσθαι τοῖς χριομένοις εἰς θερα πείαν, εἰς πάθους παντὸς ἀπαλλαγὴν, καὶ νόσου σώματος, καὶ μολυσμοῦ σαρκός τε καὶ Πνεύματος, καὶ παντος κακοῦ, ἤτοι πάσης αμαρτίας καὶ πονη ρίας, ἵνα καὶ ἐπ᾿ αὐτῷ δοξασθῇ αὐτοῦ τὸ ὄνομα τοῦ ἐν Τριάδι Θεοῦ. Καὶ τῶν τροπαρίων τελεσθέν των, καὶ πάντων εἰρηκότων τὴν εὐχὴν, πάλιν ὁ πρῶτος τῶν ἱερέων ἱσταται, καὶ τὴν δευτέραν τε λεστικὴν εὐχὴν ἐπιλέγει. οι ΚΕΦΙΑ. ΣΠΘ. Διατί διεταὶ εὐχαὶ ἐν πᾶσι τοῖς μυστηρίοις. ᾧ Δύο γὰρ καὶ ἐνταῦθα εὐχαί εἰσι τελεστικαὶ ὡς καὶ ἐν πᾶσι τοῖς μυστηρίοις, καὶ τὸν διφυή σημαίνουσιν Ἰησοῦν. ὓς ἔληπτος ὤν, ἀσώματός τε καὶ άφραστος, καὶ σῶμα ἐλάβε 103 δι' ἡμᾶς, καὶ περι ληπτὸς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, μένων ἀναλλοιώτως θεὸς, ἵνα καὶ ἡμᾶς διπλῶς κατά τε τὸ ἀόρατον καὶ ὁρατὸν ἁγιάσῃ τὴν ψυχὴν λέγω καὶ τὸ σώμα.
col. 525–526page 6 of 10
PG 155:525ΚΕΦΑΛ. ΣΕ. 'Οτι διπλᾶ τὰ μυστήριὰ ἐξ ύλης καὶ πνεύματος δι' ἡμᾶς διπλοῖς ὄντας. Καὶ τὰ μυστήρια δέδωκε διπλά, ὁρατὰ μὲν ὄντα καὶ ἐκ στοιχείων διὰ τὸ σῶμα ἡμῶν, νοητὰ δὲ καὶ μυστικὰ καὶ πλήρη χάριτος αοράτου διὰ τὸ πνεῦμα ἡμῶν· ὅτι τοῖς μυστηρίοις τούτοις, καὶ σώμασι καὶ ψυχαῖς ἀνακαθαιρόμεθά τε καὶ φωτιζόμεθα, καὶ ἰάσεως ἅμα μετέχομεν καὶ ἁγιασμοῦ. Διὸ καὶ ὡς ἐν τῷ ἁγίῳ βαπτίσματι τῷ ἁγιασμῷ τοῦ ὕδατος καὶ τῷ μύρῳ διτταὶ εὐχαὶ, καὶ ἐν ταῖς χειροτονίαις διτα ταὶ, καὶ ἐν τῷ μοναχικῷ σχήματι αἱ πρῶται τελεστικαὶ διτταί, οὕτω δὴ· καὶ ἐν τῷ ἁγίῳ ἐλαίῳ, καὶ τῆς πρώτης ῥηθείσης παρά πάντων, καὶ σφραγίδος σταυροῦ θείας τελεσθείσης,· ἡ δευτέρα παρὰ τοῦ πρώτου τῶν ἱερέων γίνεται, ἐν τῷ σφραγίζειν αὐ τὸν, σφραγιζόντων ὁμοῦ καὶ πάντων τὸ ἔλαιον, ἢ καὶ οὕτω φησίν· 4 Αναρχε, ἀδιάδοχε, ἅγιε ἁγίων., Θαυμαστὸν τὸ προοίμιον. • Σὺ ὁ ἀπαρχῆς καὶ ἀεὶ ἐλεήμων, καὶ ὁ μὴ διαδοχὴν ἔχων. Ὁ αὐτὸς γὰρ εξ σὺν τῷ Υἱῷ σου καὶ Πνεύματι, ἀεὶ Πατὴρ ἀναλλοίωτος, καὶ ἅγιος τῶν ἁγίων, τουτέστι μόνος ἅγιος, καὶ τῶν ἁγιαζομένων ἁγιασμός, ἡμεῖς δὲ ἁμαρτωλοί και πλήρεις παντὸς ρύπου, καὶ ὡς ἀρξάμενοι άλο λειούμενοι. Διὸ σὺ ὁ ἐξαποστείλας ἐν ἐλέει τὸν μονο γενή σου Υιόν, ιώμενον πάσας τάς νόσους καὶ τὰ πάθη ἡμῶν, ἐξαπόστειλον τὸ ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ ἔλαιον· τοῦτο.» Καὶ εὐθὺς σφραγίζει αὐτό δ τε πρῶτος ἱερεύς, καὶ ἅμα πάντες· καὶ επάγει, «Ποίησον αὐτὸ γενέσθαι χρισμένῳ τῷδε τῷ βούλῳ σου εἰς τελείαν ἀπολύτρωσιν τῶν αὐτοῦ πλημμελημάτων. • Μεγίστη όντως ή δωρεά. «Εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος.» Ἰδοὺ καὶ δευτέρα μεγίστη χάρις. • Εἰς βασιλείας οὐρανῶν κληρονομίαν. ὁ Ἰδοὺ καὶ τὸ τέλειον δώρημα, ή σωτηρία ἡμῶν, καὶ ἡ κληρονομία τῆς τοῦ Θεοῦ βασιλείας καὶ δόξης. Καὶ τοῦτο πόθεν ἡμῖν τὸ ἀγαθόν; «Ότι Θεὸς ἐλέους καὶ φιλανθρωπίας ὑπάρχεις, ο φησί. Καὶ δοξολογεῖ τοῦτον ἐκφώνως, τὸν Πατέρα σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι. Καὶ οὕτως ἤδη ἡγιασμένον ἐστὶ τὸ ἔλαιον, καὶ δύναμιν πλουτεῖ θείαν, καὶ πάντα παρέχει τὰ τῆς εὐχῆς τοῖς μετά πίστεως χρωμένοις. Τὰ γὰρ τῆς εὐχῆς ἐνεργά πάντα ῥή. ματα, διὰ τοῦ ἱερέως λεγόμενα, χάριν ἔχοντος τῇ χειροτονία Θεοῦ. Μετὰ τὴν εὐχὴν δὲ εὐθὺς τὰ τοῦ Θεαδέλφου ἀναγινώσκεται ἀποστολικά ρήματα, σαν φῶς ἡμῖν μαρτυροῦντα, ὅθεν ἡμεῖς τὴν παράδοσιν ταύτην ἐλάβομεν. Εἶτα τὸ ᾿Αλληλούια ψάλλεται, ότι τα ἐπιδημία γέγονε θείας χάριτος, καὶ ὅτι ὁ Κύριος διὰ τοῦ Εὐαγγελίου ἔρχεται. Διὸ καὶ εἰς δόξεν αὐτοῦ καὶ ἁγιασμὸν ἡμῶν θυμίαμα προσκομίζεται εἰς ὀσμὴν εὐωδίας καὶ μετάδοσιν θείας χάριτος. Καὶ τὸ Εὐαγγέλιον εὐθὺς ἀναγινώσκεται ἐπὶ τῆς κεφαλῆς τοῦ ἐκτελοῦντος τὴν τελετήν παρὰ τοῦ πρώτου ο ρέως εἰς ἀποτροπὴν ἐξ αὐτοῦ παντὸς ἐναντίον, εἰς εὐλογίαν αὐτοῦ, εἰς κάθαρσιν τοῦ νοὸς καὶ τῶν αἰσθήσεων ἀπασῶν. Καὶ μετὰ τὸ Εὐαγγέλιον εὐχή δεήσεως ὑπὲρ ἀφέσεως ἁμαρτιῶν αὐτοῦ λέγεται, καὶ ἱατρείας χάριν σωματικής τε καὶ ψυχικῆς· ἡ
col. 527–528page 7 of 10
PG 155:527καὶ πρώτη ἐστὶ, καὶ εἰς ἐπήκοον λέγεται, ὡς καὶ τῶν λοιπῶν ἱερέων συνευχομένων. Καὶ μετ' αὐτὴν δευτέρα μυστικῶς ἄλλη λέγεται κατὰ τὸν προβάτο θέντα τύπον ὑπὲρ ὑγείας καὶ αὕτη καὶ ἁμαρτιῶν ἀπολυτρώσεως, τὸν Πατέρα τὸν ἅγιον ἐπικαλουμένη τῶν ψυχῶν καὶ τῶν σωμάτων τὸν ἰατρὸν, τὴν καὶ πέμψαντα τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κα σμον, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ιάσασθαι καὶ τὸν ὑποπίπτοντα δοῦλον αὐτοῦ, ἐκ τῆς περιεχούσης αὐτὸν παντοίας νόσου, διὰ τῆς χάριτος τοῦ Χριστοῦ αὐτοῦ, καὶ ζωοποιῆσαι αὐτὸν μεσιτείαις τῆς Θεομήτορος, καὶ πάντων τῶν ἁγίων αὐτοῦ. Ταύτην οὖν 204, ἐπιθεὶς τὴν χεῖρα τῇ κεφαλῇ τοῦ μετανοοῦντος λέγει, δεικνύς ότι κατά μίμησιν τοῦ Δεσπότου τὴν Ιατρείαν ποιεῖται, χεῖρα τοῖς ἀρε ῥώστοις επιτιθέντος καὶ τῇ ἀφῇ ἐξιωμένου. Καὶ ὡς ἀπὸ τῆς χάριτος τῆς θείας ἐνεργεῖ, ἡγιασμένο; ὢν τῇ χειροτονίᾳ, καὶ τῇ ἀφῇ τῆς χειρὸς καθαίρων καὶ ἁγιάζων. Ἐν τῷ τῆς εὐχῆς δὲ τέλει ἀλείφει καὶ τῷ ἐλαίῳ σταυροειδῶς αὐτοῦ τό τε μέτωπον διὰ τοὺς ἐντὸς λογισμοὺς καὶ τὰ αἰσθητήρια χρίων, ἐν τῷ προσώπῳ, καὶ τελευταῖον τὰς χεῖρας, ἐκ τῶν δ' ανος μάτων καὶ πράξεων πονηρῶν ἀνακαθαίρων αὐτόν, καὶ τειχίζων τῷ ἁγίῳ ἐλαίῳ καὶ τῷ σημείῳ τοῦ σταυροῦ, καὶ ἁγιάζων ἐλοτελῶς, τό, «Η βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, ο ἐν ἑκάστῃ λέγων σφρα γίδι· μαρτυρῶν, ὡς παρ' οὐδενὸς ἑτέρου, ἀλλὰ παρὰ τοῦ ἐλεήμονος μόνου Θεοῦ ἡ βοήθεια. Καὶ οὕτω τῇ χειρὶ σφραγίζων αὐτὸν, ἀπέρχεται, ἀσπαζομένου εκείνου τὴν ἁγιάσασαν χεῖρα. Καὶ καθεξῆς ὁμοίως οἱ λοιποὶ ποιοῦσιν ἱερεῖς. Δὲ μὲν οὖν πρῶται δύο εὐχαὶ, διὰ τὸ τελεσθῆναι καὶ ἁγιασθῆναι τὸ ἔλαιον. Αὗται δὲ αἱ δύο ἱλαστικαὶ ὑπὲρ τοῦ χρισμένου εἰσι, καὶ ὑπὲρ θεραπείας ψυχικῆς αὐτοῦ καὶ σωματικῆς πρὸς Θεὸν ἀναφερόμεναι. Καὶ ἡ πρώτη μὲν ἐκτώ νως, καὶ ἄλλη παρ' ἄλλου εὐχὴ λέγεται ἱερέως, ὥσπερ καὶ αἱ ἀποστολικαὶ καὶ τοῦ Εὐαγγελίου περικοπαὶ· πᾶσαι δὲ πρὸς τὸ ἔργον ἁρμόδιαι. 'Η δ υτέρα δὲ τὰ, ο Πάτερ ἔγι:, ν ἡ αὐτὴ καὶ παρὰ πάντων μυστικῶς, ὡς εἴρηται, λεγομένη, τὸ ὁμόφωνο τά των επιμαρτυρούσα τῆς ἱκεσίας, καὶ πάντας συνεργού; τοῦ ἔργου τοὺς ἁγίους μετὰ τῆς κοινῆς μεσίτιδος τῆς παναγίας επικαλουμένη Θεοτόκου, καὶ τελευταίαν ἐκφώνησιν εἰς τελείωσιν τοῦ ἔργου και αἰτίαν ἀληθῆ τὸ, ο Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰσμάτων, ὁ Θεὸς ἡμῶν, ο ἔχουσα. Οὕτω μὲν οὖν τῷ μετώπω, ὡς εἴρηται, παρὰ τῶν ἱερέων πάντων χριόμενος, τὸν νοῦν ἁγιάζεται. Είτα σταυροειδώς τῷ προσώπι διὰ τὰ αἰσθητήρια· καὶ τελευταίον τὰς χεῖρας και αιρόντων τῶν ἱερέων διὰ τοῦ ἁγίου ἐλαίου ἐν Χρι στῷ τῷ οἰκτίρμονι, τὰς μολυνθείσας αἰσθήσει; καὶ τὰς ψυχὰς ταῖς εὐχαῖς, καὶ ὁ ιασμίν παρε όντων ολοτελή, τη σφραγίδί τε καὶ τῇ χάριτι. Εκαστος οὖν ποιεῖται ἱερεὺς πᾶσαν τὴν τάξιν, ὡς ἔφημε, τοῦ διακόνου μὲν τὸν ἀπόστολον λέγοντος ἢ ἀναγνώστου, τοῦ ἱερέως δὲ τό τε Εὐαγγέλιον, τὴν ἱερὰν πρώτην εύχην εἰς ἐπήκοον, καὶ τὴν δευτέραν μυτ στικῶς ἐν τῷ ἀλείφειν. Καὶ τέλος σφραγίζοντες τὸν χρισθέντα τῇ δεξιᾷ, ἀσπαζομένου αὐτὴν τοῦ εὐνο
col. 529–530page 8 of 10
PG 155:529γημένου, απέρχονται. Μετὰ τὸ τελέσαι δὲ πάντας τὰ εἰθισμένα, ἐκτενούς δεήσεως γινομένης, πάλιν ὁ πρῶτος τῶν ἱερέων τελευταίαν εὐχὴν συγχωρήσεως ἐπὶ τῆς κεφαλῆς ἀναγινώσκει τοῦ δεχομένου τὴν τελετήν, πάντων τῶν ἱερέων εφαπτομένων αὐτοῦ ταῖς χερσὶν ὡς συνεργῶν καὶ συνευχομένων. Δεν καὶ τούτων ὡς συλλειτουργῶν καὶ συμπρεσβυτέρων ἐν τῇ εὐχῇ μέμνηται. Καὶ τέλος Θεὸν τῶν μετανοούν των ἐκφώνως αὐτὸν ἀνειπών, καὶ ἐπὶ ταῖς κακίαις ἡμῶν μετανοοῦντα, καὶ δοξολογήσας ὡς χρεών, τὴν εὐχὴν ποιεῖται τῆς ἀπολύσεως. Καὶ οὕτως ὁ συγκαλέσας αὐτοὺς, καὶ τὰ τῆς τελετής ποιησάμενος, τελευταίον πάλιν ὑποπίπτει τοῖς ἱερεῦσι, καὶ συγχώρησιν ἐξαιτεῖται παρ' αὐτῶν τρίς· καὶ περὶ πάντων λαμβάνει, καὶ πεπληροφορημένος ἐστὶν, ὡς τὴν ἄφεσιν εἴληφεν. Ομως ὕστερον καὶ παρὰ τοῦ πρώτου τῶν ἱερέων κατήχησιν δέχεται· ὡς ἐπειδὴ τὴν συγχώρησιν είληφε, προσοχὴν ἔχειν ὀφείλει, κα μὴ εἰς τὸ ἑξῆς ἁμαρτάνειν. Τοῦτο δὲ παράγγελμα τοῦ Σωτῆρος πρὸς τὸν πρότερον παραλελυμένον. Διδ καὶ αὐτὸς ὑποκλίνων τὴν κεφαλὴν ὡς τὴν διδασκαλίαν δεχόμενος, εὐλογεῖται παρά πάντων· καὶ ἀνα χωροῦσιν οἱ ἱερεῖς. Τοῦτο καὶ περὶ τοῦ ἁγίου ἐλαίου. ΚΕΦΑΛ. ΣΕΛ. Όσα ένας άγιον ἔλαιον. Ο δὴ καὶ πάντα Χριστιανὸν σπουδάζειν χρὴ ἐκ τελεῖν, καὶ συγκαλείση τοὺς τοῦ Θεοῦ ἱερεῖς, 205 καὶ ὑπὲρ αὐτοῦ εἶχε· ἐξαιτεῖσθαι, καὶ τούτῳ χρίειν αὐτόν. Εγνωτε γὰρ ὅτων θείων χαρισμάτων μεγίστων τυγχάνει παρεκτικόν, ἀπαλλαγῆς ἀρέωση τημάτων, ἀφέσεως ἁμαρτημάτων, ἁγιασμοῦ χορηγόν, Ενισχύσεως θείας, καὶ τέλος βασιλείας τῶν εὐρανῶν πρόξενον. Καὶ μή τις εἴποι τῶν δυσφημούντων, Ελαιόν ἐστι, καὶ τί ἂν ἐξισχύσῃ τὸ ἐκ φυτοῦ Ελαίας; Ελαιον μὲν ἔστιν, ἀλλὰ κεχαριτωμένον ἀπὸ τῆς θείας ονομασίας. "Οπου γάρ Θεοῦ κλήσις. θ. Τα πάντα καὶ δύναμιν Θεοῦ ἔχοντα· καὶ μᾶλλον ὅπου καὶ παρὰ θείων ἡ τοῦ Θεοῦ γένηται κλῆσις. Θεῖοι δὲ οἱ ἱερεῖς οἱ τῇ χειροτονία τὴν τοῦ Θεοῦ πλουτήσαντες δύναμιν. Διὸ θεῖον τὸ ἔλαιον ὡς παρὰ τῶν [ ρέων εὐλογηθὲν ἐν ἐπικλήσει Θεοῦ· καὶ ἅγιον, καὶ θείας χάριτος τοῦ ἁγίου Πνεύματος πλήρες, ὡς καὶ τὰ τοῦ βαπτίσματος ὕδωρ, καὶ ὕδωρ δ', καὶ πλήρες τοῦ Πνεύματος, καὶ ἀνακαθαίρον ψυχὰς, καὶ ἀνα πλάττον τὸν ἄνθρωπον, καὶ υἱοποιούν τῷ Θεῷ καὶ ἀναμάρτητον ἐργαζόμενον. Τοῦ ὕδατος μὲν οὖν μετ του κατά φύσιν ἐστὶ τὸ καθαίρειν τὸν τοῦ σώματος βύπον, καὶ δίψος καταπαύειν· τοῦ ἁγίου δὲ ὕδατος; τὸ ἐκπλύνειν ἄμφω σὺν τῷ σώματι τὴν ψυχήν, καὶ ἁγιάζειν, καὶ ἀναπλάττειν, καὶ δροσίζειν πνευματικῶς καὶ υἱοποιεῖν τῷ Θεῷ. Ὡς καὶ πῖν μὲν ἁπλῶς μύρον ευωδιάζει και κατευφραίνει μόνην τὴν αἴσθησιν χριόμενον ἢ κρατούμενον· τὸ μύρον δέ γε τὸ ἅγιον ζωὴν ἐμπνέει θείαν μάλλον δὲ ἀναζωοι καὶ ἀνακαινίζει ἐν Πνεύματι, καὶ τῶν χαρίτων τούτου τῆς εὐωδίας ἡμᾶς ἐμπίπλησι, καὶ τὴν σφραγίδα καὶ τὴν ἔμπνευσιν ἐν Χριστῷ τῷ ζῶντι μύρῳ παρέχει τῆς χάριτος· οὐ καθ', μύρον μόνον, ἀλλὰ καθὶ τῇ τελετῇ μύρον ἅγιον, τὴν χάριν "χον τοῦ Πνεύματος. Οὕτω τοίνυν καὶ ἔλαιον μὲν τοῦτο, ἀλλ' ἔλαιον ἅγιον τῇ ἱερᾷ τελετῇ, καὶ πεπληρωμένον θείας δυνάμεως, καὶ μετὰ τοῦ ἱλαρύνειν αἰσθητῶς, καὶ τὰς ψυχὰς λαμπρύνειν καὶ ἁγιάζειν όμον, σώματά τε ισχύον καὶ
col. 531–532page 9 of 10
PG 155:531καὶ πνεύματα, καὶ ἀπαλείφειν τραύματα, καὶ ἀῤῥωστήματα θραύειν, καὶ βορβόρου καθαίρειν ἁμαρ τιῶν, καὶ ἐλέους Θεοῦ χορηγὸν ἡμῖν εἶναι, δύναμιν ἔχον καὶ ἱλαρότητος. ΚΕΦΑΛ. ΣΕΒ. Οτι χρὴ συντηρεῖσθαι το καταλειφθέν μετὰ τὴν κρίσιν τοῦ ἁγίου ἐλαίου.. Διὸ καὶ φυλακτέον τοῦτο, καὶ τιμητέον, καὶ μὴ ἀμελητέον ὅλως αὐτοῦ. Ἔγνων γὰρ καὶ περὶ τούτου, ὡς καὶ περὶ τοῦ θειοτάτου ὕδατος τοῦ βαπτίσματος, ὅπως ἀγνοοῦντές τινες τὸ μυστήριον, ἢ καὶ καταμελοῦντες, ὡς ἔτυχε τούτοις χρών ται· καὶ πολλάκις ὡς μὴ ὤφελε ρίπτεται, ἢ καὶ ἀναλίσκεται ὑπὸ ζώων· καὶ οὐ φροντὶς περὶ τούτου τοῖς πολλοῖς. ᾿Αλλὰ γνωστὸν ἔστω τοῖς ἀμελοῦσιν, ὡς βαρὺ τὸ περὶ τούτου κατάκριμα. Ἐπεὶ καὶ τὸ περὶ τούτου συλλογιζέσθωσαν. Εἰ τὸ ὕδωρ ἁγιασθὲν ἀνα γεννᾷ καὶ ἀναμορφοὶ τὸν ἄνθρωπον, καὶ χωρὶς τού του οὐκ ἔστι Χριστιανός, καὶ τὸ ἔλαιον δὲ θερα πεύει, καὶ ἁμαρτιῶν παρέχεται ἄφεσιν, καὶ ἐν αὐτ τοῖς δι' ἐμὲ ἐπιφοιτᾷν οὐκ ἀπαξιοῖ τὸ Πνεῦμα τὸ ἅγιον· εὐδοκεῖ δὲ ἐνοῦσθαι τοῖς ὕδασι καὶ τῷ ἐλαίῳ, καὶ λοιποῖς ἄλλοις κτίσμασι καὶ στοιχείες, πρὸς τὴν ἐμὴν ἰατρείαν τε καὶ ἀνόρθωσιν· πῶς οὐ τολμητίας καὶ κατακρίσεως ἄξιος ὁ ἐκχέων τε καὶ καταπατῶν; ἢ περιφρονητής ὤν, καὶ καταμελῶν ὡς ἔτυχε ταῦτα χυθῆναί τε καὶ φθαρῆναι, καὶ μὴ τιμῶν, ἐφ' οἷς Θεοῦ δύναμις ἐπεσκίασε; καὶ κλῆς σις αὐτοῦ ἐν αὐτοῖς ὠνομάσθη; καὶ σφραγὶς αὐτοῦ διὰ τοῦ σταυροῦ τῇ ἱερατικῇ χειρὶ γέγονε;. Γινώσ σκων ἔσο, ὁ ἀμελῶν, ὡς κατακριθήσῃ, καὶ μετ᾿ ἐκεί νων ἀκούσῃ τὸ, ε Ιδετε, οἱ καταφρονηται, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, ο λέγει Κύριος. 'Αλλο ἵνα μὴ τοῦτο εἴη, ὡς δὲ δοξάζοντες μᾶλλον Θεόν, διὰ τοῦ αὐτοῦ ἀντιδοξασθώμεν παρὰ Θεοῦ, ἐν δε ξάζει ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πλήρη αὐτοῦ τῆς δόξης πάντα, ὡς ὑμνοῦσιν οἱ ἄγγελοι, καὶ τοῦ ὑπὲρ τῆς εὐλαβείας καὶ τῆς εἰς τὰ θεῖα 206 τιμής μισθοῦ δαψιλῶς μετάσχωμεν, τιμῶμεν ταῦτα ὡς άγια, καὶ περιστέλλωμεν δεόντως, καὶ ἐν ἰδιάζοντι καὶ ἱερῷ κατατιθέναι χώρῳ σπουδάζωμεν. Οτι καὶ ἔσται, φησίν, ἀνάπαυσις αὐτοῦ τιμή· καὶ εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς ὑμῶν, καὶ τοῖς ἀγαπῶσι τὰ θεῖα καὶ τοῦ θείου οἴχου καὶ τῶν ἐν αὐτῷ τὴν εὐπρέπειαν τὸ ἀντιδοξασθῆναι θείᾳ δυνάμει καὶ δόξη ή. Εκκλησία εύχεται. Κληρικός. Αναγκαιότατον, άγιε δέσποτα, καὶ επωφελὲς καὶ κεχρεωστημένον ἡμῖν, ὡς ἐδίδαξας, τα ἱερὰ καὶ θεῖα καὶ ἡγιασμένα τιμάν· καὶ βαρύ τατον τὸ τῶν οὕτω θείων καὶ ἱερῶν ἀμελεῖν. Αρχιερεύς. Αναγκαιότατον, ἀδελφὲ, ὡς καὶ ἡμεῖς ἔφημεν, καὶ ὑμᾶς παραγγέλλομεν. 'Αλλ' επηρείᾳ τοῦ κατὰ τῶν ἁγίων χωροῦντος πλείστη ἐστὶν ἡ ἀμέλεια, καὶ ἡ κατάκρισις δὲ χαλεπή. Και οὐ μόνον ἐν τούτοις τῶν πολλῶν ἐστιν ἀμέλεια, ἀλλὰ κάν τῇ εὐκοσμίᾳ τοῦ ναοῦ καὶ τοῦ βήματος, καὶ τῷ φρικτῷ θυσιαστηρίῳ, καὶ τοῖς ἱεροῖς σκεύεσι, καὶ αὐτοῖς, οίμοι! τοῖς φρικτοτάτοις μυστη
col. 533–534page 10 of 10
PG 155:533ρίφες. Καὶ γὰρ ἔν τε τῷ καιρῷ τῆς ἱερᾶς μεταλήψεως, μὴ τὸν νοῦν ἔχοντες ἐν ἑαυτοῖς, ὅτι πολλοί, μηδὲ λογιζόμενοι, ὡς ἔοικε, τίνα εἰσὶ τὰ θειότατα, ὡς ἔτυχε διοικοῦσι, καὶ μερίδας καὶ σταγόνας ἐξ αὐτῶν ἀπεριμερίμνως τοῖς ἱεροῖς σκεύεσιν ἀφιάσιν, ἢ καὶ ἀποῤῥίπτουσι μὴ προσέχοντες. Καὶ αὐτὰ δὲ πάλιν προηγιασμένα ὄντα, καὶ ὑπὲρ τῶν πιστῶν κατ' ἀνάγκην φυλαττόμενα, καὶ θείαν παρακαταθής την ταῦτα καλούμενα, καὶ ὄντως τὴν ἀληθῆ καὶ ζῶσαν καὶ μόνην παρακαταθήκην τελοῦντα, οὐχ ὡς τοιαύτην Θεοῦ παρακαταθήκην ζωσάν τε καὶ ἀπαι τουμένην τιμῶσιν ἢ διοικοῦσιν, ἢ κατὰ δύναμιν συντηροῦσιν, ἀλλ᾽ εἰ καὶ φρικτὸν τὸ γινόμενον, λεκτέον όμως προσοχής χάριν, φθείρεσθαι ἀφιᾶσιν, καὶ ὡς ἔτυχε τούτων άπτονται, καὶ τιθέασιν ἔνθα οὐ δεῖ· καὶ οὐ πολὺς ὁ περὶ τούτου λόγος πολλοίς, " καὶ μόλις τινὲς φροντίζουσιν. Κληρικός. Ἰδοὺ δειλιῶμεν ἐν τούτῳ, δέσποτα καὶ τί ἂν γένοιτο, εἰ παρὰ γνώμην τι τῶν ἀδικήτων συμβαίη; ΚΕΦΑΛ. ΣΕ Γ'. Οτι τὰ τῶν ἱερέων σφάλματα ὑπὸ ἀρχιερέων δεῖ κανονίζεσθαι. Αρχιερεύς. Καὶ τὸ ἐπὶ τούτοις συμβῆναί τι τῶν μὴ δεόντων πρὸς τὸν ὑπηρετοῦντα Θεοῦ ἐγκατάλειψις. Όμως εἰ τὰ κατὰ δύναμιν εκτετέλεκε, καὶ τὰ τῆς προσοχῆς εἶχεν ἐν ἑαυτῷ καὶ τῆς φυλακῆς, ἀπροσδοκήτως δέ τι συνήντησε, κάν τούτῳ μετα νοεῖν χρὴ καὶ ἐξομολογεῖσθαι ἀρχιερεῖ· ἴδια γὰρ τὰ τῶν ἱερέων, καὶ ὑπὸ ἀρχιερέων δεῖ κανονίζεσθαι. Όμως συγγνώμη τις ἔσται τούτῳ, διὰ τὸ μὴ ἀμε. λῆσαι μηδὲ παρεδεῖν ὅλως, ἀλλ᾽ ἀπροσδοκήτως καὶ ἐπηρείᾳ ἐπισυμβῆναι τὸ γεγονός. Εἰ δ᾽ ἀμελείᾳ καὶ παροράσει γέγονε καὶ τῷ μὴ πολὺν ποιεῖσθαι περὶ τούτου τὸν λόγον, μηδέ γε μεριμναν όλως, πολὺ τὸ κατάκριμα· καὶ ἐν μεγίστῳ ἔσται ὁ σφαλείς διορθούμενος τῷ κανόνι, εἴ γε καὶ ἀξίως μετανοεῖ, καὶ κατὰ τὸ σφάλμα πενθεί. 'Αλλ' ίωμεν ἤδη καὶ πρὸς τὰς ἱερὰς προσευχὰς, ὡς ἂν καὶ τὰ περὶ τῶν· ζητουμένων εἰς τέλος ἀγάγωμεν. Κληρικός. Περὶ τούτου λείπεται ἔτι, ἅγιε δέ σποτα, τοῦ γνῶναι ἡμᾶς τόν τε ἀριθμὸν καὶ σκο πὸν τῶν παραδεδομένων ἱερῶν προσευχῶν, καὶ τὴν περὶ αὐτῶν ἡμῖν καλὴν ἐπιθυμίαν ἐκπλήρωσον. 207 Αρχιερεύς. Καλὴ μὲν ὑμῶν ἡ ἐπιθυμία και ζήτησις, καὶ τὸ ἔργον, ὑπὲρ πᾶν ἔργον ἀγαθὸν, ἐπεὶ καὶ περὶ ἀγαθοῦ· ἀλλ᾽ ὑπὲρ ἐμὲ, καθώς πολύ λάκις εἰρήκειν· καὶ κατατολμῶν τῶν ὑπὲρ ἐμὲ δι' ὑμᾶς ἐν ἀγάπῃ, πτοοῦμαι μήποτε καὶ ὑπὲρ ἐμὲ φρονείν δόξω, καὶ τῶν μὴ ἀνηκόντων ἐφάπτεσθαι, καὶ ἐγχειρεῖν τοῖς ὑπὲρ ἐμέ. Ἀλλ' ὅμως ἐπεὶ δι' ἀγάπην ταῦτα, τὰ κατὰ τὴν ἐμὴν εὐτελῆ γνῶσιν καὶ διάνοιαν ἀμυδράν οὐκ ὀκνήσω πρὸς ὑμᾶς ἐρω τῶντα; λέγειν, εἰ καὶ παρὰ τὸ δέον τισὶ καὶ ἀγνώ στως ἴεως δόξαι μεν λέγειν· ὅτι θεῖον ἅπαν τὰ δι' ἀγάπην Χριστοῦ καὶ τῶν ἀδελφῶν. Ἐγὼ δὲ καὶ τοῦτο πάντας ὑπὲρ τούτου τοὺς ἐντυγχάνοντας ἐν ἀγάπῃ παρακαλώ, ὡς εἰ μὲν τὰ γεγραμμένα έπω φελή κατά τι φανεῖεν, καὶ κατὰ τοὺς θείους εἴη μου
Page scan enlarged

Notebook

Full View