PG 155Symeon Thessalonicensis Archiepiscopus
Exposition of the Words and Sayings of the Holy Creed
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 803–804page 1 of 8
PG 155:803ΕΚΘΕΣΙΣ ΤΟΥ ΑΥ̓ΤΟΥ ΑΝΑΓΚΑΙΟΤΑΤΗ ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΙΕΡΟΥ ΣΥΜΒΟΛΟΥ ΡΗΣΕΩΝ "Οθεν συνελέγησαν, καὶ κατὰ τίνων αὗται συγκείμεναί είσιν. 313 Καλὸν ἐκθέσθαι καὶ ὅθεν τὸ ἱερώτατον περὶ τῶν θείων Πατέρων συνετέθη Σύμβολον. Ένα γνώμεν ὡς οὐδ᾽ αὐτοὶ ἐξ ἑαυτῶν, ἀλλ' ἐκ τῶν θείων χρη σμῶν ἐρανισάμενοι τὰς ῥήσεις τε καὶ τὴν γνώσιν, εὐσεβοφρόνως αὐτὸ συνεγράψαντο. Σχεδόν οὖν πάσαι αἱ τοῦ θείου Συμβόλου ρήσεις ἐκ τῶν ἁγίων εἰσι Γραφῶν, ὡς κατὰ μέρος βηθήσεται. α'. Κατὰ Ἑλλήνων καὶ Ἰουδαίων, καὶ ἐθνικῶν, καὶ λοιπῶν πάντων ἀσεβῶν, τῶν μὲν τὸν Θεὸν μὴ ὁμολογούντων, τῶν δὲ Θεὸν μὲν δῆθεν λεγόντων, οὐ Πατέρα δὲ τοῦ μονογενούς Λόγου, ἡ προβολέα τοῦ ἁγίου Πνεύματος, Πιστεύω. Εὐαγγελίου· Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ, Πιστεύετε εἰς τὸν θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Αποστόλου· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν. Εἰς ἕνα Θεόν. Εὐαγγελίου· Ίνα γινώσκωσί σε τὸν μόνον ἀλη θινόν Θεόν. Τοῦ Θεαδέλφου· Πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι. — Παύλου Καὶ ἡμῖν εἰς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ. Καὶ εἶ; Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα. Πατέρα, Εὐαγγελίου· Αναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν. Καὶ, Πάτερ άγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Και, Πρὸς τὸν Πατέρα μου πορεύομαι. Και, Ερωτήσω τον Πατέρα μου. Καὶ Ἡ οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου. Και, Πάτερ μου, εἰς χεῖράς σου παραθήσομαι τὸ Πνεῦμά μου. ΠΕ τρου· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. - Παύλου· Ο Θεὸς καὶ Πα τὴς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν.
col. 805–806page 2 of 8
PG 155:805Παντοκράτορα. Ζαχαρίου· Τάδε λέγει Κύριος παντοκράτωρ. Και, Ἐπὶ τὸν οἶκον Κυρίου παντοκράτορος. Και, λέγει Κύ ριος παντοκράτωρ. — Ιεζεκιήλ· 'Αδωναί Κύρια. δ ἐστι παντοκράτωρ. Καὶ τὸ Σαβαώθ δὲ παντοκρά. "*. τωρ ερμηνεύει. Ο καὶ πάσῃ τῇ Τριάδι ἀνατίθησιν Ησαΐας, λέγων, "Αγιος, ἅγιος, ἅγιος Κύριος Σα βαώθ. – Εὐαγγελίου· Πάτερ Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Δαβίδ· Οτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Επιστηθίου Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ. β'. Κατά Ελλήνωνμὴ λεγόντων πάντων αἴτιον ἐκ τοῦ μὴ ὄντος τὸν Θεόν, μηδὲ τῶν ὅλων προνοητήν. Ποιητὴν οὐρανοῦ καὶ γῆς. Μωυσέως· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὴν οὐρανὸν καὶ τὴν γῆν. — Εὐαγγελίου • Πάτερ, 314 Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ορατῶν τε πάντων καὶ ἀοράτων. Παύλου· Εἴτε ὁρατὰ, εἴτε ἀόρατα, πάντα δι' απο τοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Ἐκ τοῦ Πατρὸς δηλονότι διὰ τοῦ Χριστοῦ. - Δαβίδ. Ότι αὐτὸς εἶπε, καὶ ἐγε νήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. γ΄. Κατὰ Ἑλλήνων καὶ Ἰουδαίων τὸν Χριστὸν ἀθε τούντων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενή. Παύλου • Καὶ ἡμῖν εἶ; Θεὸς ὁ Πατήρ, καὶ εἰς Κύριος Ἰησοῦς Χριστός. - Ενα αλίου να γινώ σκωτί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ἐν ἀπέστειλας Ἰησοῦν Χριστόν. Καὶ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος. Και, Κἀγὼ ἑώρακα καὶ πεπί στευκα ὅτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ. Και, Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Και, Ταύ τα δὲ γέγραπται, ἵνα πιστεύσωσιν ὅτι οὗτός ἐστιν ὁ. Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ. Ο μονογενής Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Και, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε. - Καὶ ὁ ἡγαπημένος να γινώσκητε περὶ τοῦ Μονογενούς. δ. Κατὰ 'Αρείου κτίσμα τὸν Υἱὸν λέγοντος. Τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Ευανγελίου· Ἐκ τοῦ Πατρὸς ἦλθον, καὶ ἥκω. Καὶ Ἐξῆλθον ἐκ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον.. Ιωάννου· Πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. - Εὐαγγε Δίου· Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾖ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐν ἀρχῇ ἦν ὁ λόγος. Και, Ο ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός. Καὶ, Ὃς ἦν ἀπαρ θα καί, χειν, Τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε, εἰς. τά οι λυση. το
col. 807–808page 3 of 8
PG 155:807χῆς. Αποστόλου· Επ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶ νας εποίησεν. — Παροιμιών. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσε με. Πρὸ δὲ πάντων τῶν βουνῶν γεννά με. 6. Κατὰ τῶν δυσσεβῶς βλασφημούντων εἰς τὴν ἀπαθή τοῦ μονογενοῦς Υιού γέννησιν. Φῶς ἐκ φωτός. Εὐαγγελίου • Ἵνα μαρτυρήση περὶ τοῦ φωτός. Καὶ ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὁ φωτίζει πάντα ἀνθρώπου ερχόμενον εἰς τὸν κόσμον.— Δαβίδ· Ἐν τῷ φωτί σου οψόμεθα φως. - Παύλου· 0; ὢν απαύγασμα τῆς δόξης. Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ. Τοῦ ἠγαπημένου· Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεός καὶ ζωὴ αἰώνιος. Καὶ Ἑσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. - Εὐαγγελίου. Εγώ είμε ἡ ἀλήθεια. Παύλου· Κατὰ τὴν ἐπιφάνειαν τῆς δ ξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστού. Γεννηθέντα. Παροιμιών - Πρὸ δὲ πάντων τῶν βουνῶν γεννα με. – Ευαγγελίου· Ἐγὼ εἰς τοῦτο γεγέννη μας, καὶ εἰς τοῦτο ἐλήλυθα. - Τοῦ ἠγαπημένου· Ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐ τοῦ. 5. Κατὰ 'Αρείου καὶ Εὐνομίου. Οὐ ποιηθέντα. Γεγέννηται γάρ, οὐ πεποίηται μετὰ τῶν κτισμά των. Ὅτι αὐτὸς πάντων ποιητής. Παύλου Δι' οὗ 315 καὶ τοὺς αἰῶνας ἐποίησε. Ο ποιήσας τὰ πάντα ἐν λόγῳ σου. Τῆς Σοφίας 6. 5. Κατὰ ᾿Αρείου καὶ Εὐδοξίου, καὶ τῶν ὁμοφρόνων σ' ἐκείνοις δυσσεβῶν. Ομοούσιον τῷ Πατρί. Εὐαγγελίου· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν. Καὶ, Εὐκ οἴδατε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Καὶ, Ο ἑωραχὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Παύλου· "Ος ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρτο κτήρ τῆς ὑποστάσεω; αὐτοῦ. Καὶ ὃς ἐν μορφῇ Θεοῦ υπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Δι' οὗ τὰ πάντα ἐγένετο. Παύλου· Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ, Πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ, Αὐτό; ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Εὐαγγελίου· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρίς αὐτοῦ ἐγένετο οὐδὲ ἐν 8 γέγονε. — Παροιμιών Πρό τοῦ αἰῶνος ἐθεμελίωσέ με. Τοῦτο δὲ τὴν ἐν τῷ Π τρὶ μαρτυρεῖ τῆς ζώσης σοφίας αὐτοῦ προαιώνιον καὶ ἀκίνητον ἵδρυσιν· ὡς καὶ τὸν Κύριος Εκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, τὴν ἐνανθρώπι σιν προσημαίνει, δι' ἧς τὰ μεγάλα ἔργα τῆς σωτη σε
col. 809–810page 4 of 8
PG 155:809ρίας ἡμῶν κατειργάσατο ὕστερον· ὡς καὶ τὸ, Ο Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Τὰ ἐξαρχῆς ἔργα δηλῶν. Καὶ τὸ Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ τὸ, Ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου. Τὸ, Κύριος δὲ ἔκτισέ με, φησὶ, καὶ ἀντὶ τοῦ δημιουργεῖν καὶ κτίζειν τὰ ἔργα αὐτοῦ δι' ἐμοῦ τῆς σοφίας αὐτοῦ εὐδόκησε. Καὶ ὁ Δαβὶδ τοῦτο μαρτυρεῖ· Τῷ λό γῳ Κυρίου οἱ οὐρανοὶ εστερεώθησαν. Καθαρώτερον δὲ τὴν διὰ σαρκὸς αὐτοῦ ἐπιφάνειαν τὸν Κύριος Εκτ:σέ με, διδάσκει, ὡς ἔφημεν. η. Κατὰ Μανιχαίων καὶ δυσσεβῶν ἄλλων, τὴν τοῦ Θεοῦ λόγου οίκονομίαν ἀθετούντων. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους. Παύλου· «Τὰ γὰρ πάντα δι' ἡμᾶς. Καὶ, Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν;; γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αυτ τόν. Και, Ἐπειδὴ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος. καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτ τῶν. Καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. Πσαίου· Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. -- Πέτρου Περὶ ή; σωτηρίας ἐξεζήτησαν. Εὐαγγελίου· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. Καὶ, ἵνα σωθῇ ὁ κόσμο; δι' αὐτοῦ. Καὶ, Οτι ἡ σωτηρία ἐκ τῶν Ἰου δαίων ἐστί. Καὶ, Οὗτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου δ Χριστός. θ'. Προφητικῶς κατὰ Νεστορίου καὶ λοιπῶν ἀσεβῶν, τὴν τοῦ Θεοῦ Λόγου μὴ λεγόντων σάρκωσιν, καὶ καταβλαστημούντων κατά φαντασίαν ὀρθῆναι. Κατελθέντα ἐκ τῶν οὐρανῶν. Αποστόλου· Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναδή; Εὐαγγελ ου· "Οτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Παύλου· Ο γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. ι. Κατὰ τῶν ληρούντων αἱρετικῶν, ἕτερον σῶμα καὶ μὴ ὁμοούσιον ἡμῖν ἀνειληφέναι τον Λόγον. Καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μα ρίας τῆς Παρθένου. Ησαίου· Ιδού ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέ ξεται Υιόν. Εὐαγγελίου· Καὶ πῶς ἔσται μοι τοῦ το, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ συλλήψη ἐν γαστρὶ, καὶ τάξη Υιόν. 318 Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ οἱ, καὶ δύναμις Υψίστου επισκιά. σει σοι. Καὶ πρὸς τὸν Ἰωσήφ. Τὸ γὰρ ἐν αὐτῇ γεν νηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Καὶ οὐκ ἐγίνε σκεν αὐτὴν, ἕως οὗ 8 εκεν τὸν Υἱὸν αὐτῆς τὸν πρω τέτοιον. Παύλου· Καὶ ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεν ώμενον ἐκ γυνα κός. - Εὐαγγελίου Καὶ ὁ Λόγος τὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ Η το το
col. 811–812page 5 of 8
PG 155:811Ει Ει 2'. Κατά 'Απολλιναρίου, ἄνουν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ λέγοντος, Εὐτυχούς τε καὶ Διοσκέρου ἔτι δὲ Σεβήρου, καὶ τῶν λοιπῶν ᾿Ακεφάλων, μίαν φύσιν αὐτὸν τὸν τοῦ Θεοῦ Λόγου καὶ μετὰ σάρκα σιν φληναφούντων· ἀλλὰ δὴ καὶ κατὰ Πύρρου καὶ τῶν λοιπῶν Μονοθελητῶν. Καὶ ἐνανθρωπήσαντα. Παύλου· "Ος ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἀρ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν εκένωσε μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώ των γενόμενος. Καὶ, Εἷς Θεὸς καὶ Πατήρ πάντων, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος της σοῦς Χριστός. - Εὐαγγελίου· Οτι Υἱός ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Καὶ. Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ. Βιβ'. Κατὰ τῶν ἀσεβῶς ληρούντων μὴ παθεῖν σαρκὶ τὸν Κύριον, ἀλλὰ δόξαι παθεῖν κατὰ φαντασίαν.. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλά του, καὶ παθόντα, καὶ ταφέντα. Παύλου • Παραγγέλλω σοι ενώπιον Θεοῦ τοῦ ζωοποιοῦντος τα πάντα, καὶ Ἰησοῦ Χριστοῦ, τοῦ μερο τυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν. -- Ευαγγελίου Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνών τὸν ἐσταυρωμένον; - Παύλου Καὶ ὅτι ἐσταυρώθη, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. ιγ. Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πάντων τῶν ἀσεβῶν. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γρα φάς. Εὐαγγελίου· 'Αναστὰς ὁ Ἰησοῦς πρωί πρώτη Σαββάτων. Καὶ Τρίτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο. Και, Αναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν, ἔστη ἐν μέσῳ τῶν μαθητῶν, καὶ λέγει αὐτοῖς, Ειρή νη ὑμῖν. Και, Μ. ήσθητε ὡς ἐλάλησεν ὑμῖν ἐν τῇ Γα λιλαίᾳ λέγων, ὅτι δεῖ τὸν Υἱὸν τοῦ Θεοῦ παραδοθή και εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ καθε ζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Εὐαγγελίου· Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλή σαι αὐτοῖς, ἀνελήφθη εἰς τοὺς οὐρανούς· καὶ ἐκά θισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Καὶ ἐγένετο ἐν τῷ εὐλο γεῖν αὐτὸν αὐτοὺς, διέστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. — Πράξεων. Καὶ βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ἐφθαλ μῶν αὐτῶν. Ε:. ο Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶν. τας καὶ νεκρούς. Πράξεων· "Ανδρες Γαλιλαίοι, τί ἐστήκατε βιβ ποντες εἰς τὴν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τοὺς οὐρανοὺς, οὕτως ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀνερχόμενον εἰς τὸν οὐρανόν. — Εὐαγγελίου • Και τότε έψεσθε τον Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον μετὰ δόξης ἐπὶ τῶν ο χνι,
col. 813–814page 6 of 8
PG 155:813νεφελῶν. Καὶ τότε καθίσει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου 317 δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμ προσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Πράξεων· Οίτινε; συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀνα στῆναι αὐτὸν ἐκ νεκρῶν. Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτής ζώντων καὶ νεκρῶν. — - Δανιήλ. Εθεώρουν ἕως οὗ θρόνο: ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε. Καὶ ἰδοὺ ὡς Τιὸς ἀνθρώπου ἐπὶ τῶν νεφελῶν ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία. Οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Δανιήλ· Καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αιώνιος, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. — Εὐαγγελίου· Καὶ βασιλεύει ἐπὶ τὸν οἶκον " Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ιδ. Κατὰ Μακεδονίου του Πνευματομάχου. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Εὐαγγελίου. Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Οταν δὲ ἔλθῃ ὁ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, δ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου. - Δαβίδ· Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Το Κύριον. Παύλου· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Ὅπου δὲ Πνεύμα Κυρίου, ἐκεῖ ἐλευθερία. - Πέτρου· Ινα τί ἐψεύσω τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Τὸ ζωοποιόν. Εὐαγγελίου· Τὸ Πνεῦμα ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Δαβίδ· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. - Μωϋσέως· Καὶ ἐνέπνευσεν ἐς τὸ πρόσωπον αὐτοῦ πνοήν ζωής. — Ιεζεκιήλ· Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὸ Πνεῦμα, καὶ ἦλθεν ἐπ' αὐτὸ Πνεῦμα, καὶ ἔζησαν. ιε'. Προφητικώς κατὰ τῆς καινοτομίας Λατίνων. Τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον. Εὐαγγελίου· "Οταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀλη θείας, δ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ εὐθέω; ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους του; οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ' αὐτόν. — Παύλου· Καὶ ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ Θεοῦ. Δαβίδ Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε εώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύνα μι: αὐτῶν. 15. Ὅτι μία μὲν ἡ δόξα καὶ προσκύνησις τῆς Τριά δος, εἴς δὲ αἴτιος ὁ Πατήρ, ὥσπερ μόνος του Μο νογενοῦς, καὶ μόνος τοῦ Πνεύματος. Τὸ μὲν γὰρ πρῶτον εἰπεῖν, Τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ὕστερον δὲ τὸ, Συν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, τοῦτο ἀριδήλως διδάσκει. Χιν.
col. 815–816page 7 of 8
PG 155:815Τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον οι συνδοξαζόμενον. Εὐαγγελίου· Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ Πνεῦμα τὸ κατοικοῦν ἐν αὐτῷ. Καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶ; οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ. Καὶ ἐν τῷ Ησαΐᾳ καὶ Ἰεζεκιήλ οἱ ἄγγελοι· Άγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Δηλονότι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ μόνον ἐν 318 Τριάδι Θεοῦ. 5. Κατὰ τῶν ἀποβαλλομένων τὸν Νόμον καὶ τοὺς Προφήτας αἱρετικῶν. Τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Ζαχαρίου· Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν. Τῆς Θεοτόκου· Καθὼς ἐλάλησε προς τοὺς Πατέρας ἡμῶν, καὶ τὰ ἑξῆς. - Πράξεων. Τοῦτο πάντες οἱ προφῆται μαρτυρούσιν, ἄφεσιν ἁμαρτιών λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. Καὶ, Ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεό;, διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προ φητῶν ἀπ' αἰῶνο;. - Εὐαγγελίου· Εἶπε Δαβὶδ ἐν Πνεύματι ἁγίῳ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Κάθ θου ἐκ δεξιῶν μου. - Πράξεων. Καὶ δεηθέντων αὐ τῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Αγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας. — τῆς Εξόδου Καὶ ἐπλήσθησαν Πνεύματος Αγίου, καὶ προεφήτευον ἐν τῇ παρεμβολή. ιηʹ. Κατὰ τῶν λεγόντων ὅτι ἐναντία τὰ παλαιὰ τοῖς τοῦ Εὐαγγελίου, καὶ τὰς προφητῶν δράσει; μὴ δεχομένων. Εἰς μίαν, ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Τα κλησίαν. Παύλου· Ο ποιήσας τὰ ἀμφότερα έν. Καὶ, Εἷς Κύριος, μία πίστις, εν βάπτισμα. Και, Αδελφοί ἅγιοι. Και, Εποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητών, ὄντος ἀκρογωνιαίου αὐτ τοῦ Ἰησοῦ Χριστοῦ. Καὶ Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτα, τρίτον διδασκάλους. Καὶ, Ἵνα οικοδομῆται ἡ ἐκκλησίᾳ. Καὶ, Ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος. Καὶ, Εἰς και ταρτισμὸν τῆς Ἐκκλησίας. Καὶ, Όντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε. Καὶ, Αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Εκκλησίας. Καὶ, Ὡς Καθολικοὶ ἐπιστολαὶ αἱ ἑπτὰ, ὡς εἰς πάντας πιστούς γραφεῖσαι κοινῶς, καὶ καθο λική Εκκλησία ή πάντων ὀρθοδόξων γέγραπται. Ει Ε το
col. 817–818page 8 of 8
PG 155:817εθ'. Κατὰ Βογομίλων καὶ πάντων ἀσεβῶν, τῶν μὴ δεχομένων τὸ βάπτισμα ἢ ἀδιάφορον ἐχόντων. Ομολογῶ ἐν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Παύλου· @μολόγησας τὴν καλὴν ὁμολογίαν. Καὶ, Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Εις Κύριος, μία πίστις, ἐν βάπτισμα. Βαπτίζοντες αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν. Εὐαγγελίου • Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. κ. Κατὰ Ἑλλήνων καὶ Ωριγένους, τὴν τῶν νεκρῶν ἀνάστασιν ἀθετούντων, ὡς ἐντεῦθεν καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Προσδοκῶ ἀνάστασιν νεκρών. Πράξεων - Περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρών ἐγὼ κρίνομαι. — Ησαίου· Ἀναστήσονται οι νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. - Παύλου Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται — Εὐαγγελίου· Οτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες, ζήσονται. 319 κβ'. Κατὰ Ἡριγένους καὶ τοῦτο, ἀλλοίωσιν ἐν τῷ μέλλοντι ληροῦντος, καὶ τέλος κολάσεως λέγοντος. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Αμήν. Εὐαγγελίου· Ο μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Πράξεων Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος Επεσθαι. — Ησαίου· Πατὴρ τοῦ μέλλοντος αἰῶνος. – Εὐαγγελίου Ἐγὼ ζῶ, καὶ ὁ τρώγων με ζήσεται δι' ἐμέ. Καὶ, 'Εγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Και, *Απελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δί καιοι εἰς ζωὴν αἰώνιον. Αμήν. Ει Ιταία Ιταία
Page scan enlarged

Notebook

Full View