PG 155Symeon Thessalonicensis Archiepiscopus
Articles of the Christian Faith
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 819–820page 1 of 5
PG 155:819ΠΕΡΙΕΚΤΙΚΑ ΩΣ ΔΥΝΑΤΟΝ ΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΗΜΩΝ ΠΙΣΤΕΩΣ ΚΕΦΑΛΑΙΑ ΔΩΔΕΚΑ ΑΠΕΡ ΤΙΝΕΣ ΑΡΘΡΑ ΚΑΛΟΥΣΙ ΤΗΣ ΠΙΣΤΕΩΣ, Σαφέστερον συντεθέντα ΠΑΡΑ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΣΥΜΕΩΝ Καὶ δει ταύτα περιέχει τὸ θεῖον Σύμβολον· καὶ περὶ τῶν περιεκτικών αρετών. Ἡ ἀληθῆς καὶ μόνη τῶν Χριστιανῶν ἡμῶν πίσ στις, ὑπὲρ νοῦν οὖσα καὶ λόγον, ὡς ὄντως καὶ μένη πίστις, καὶ τοῦ ὑπὲρ γνῶσιν ἐν Τριάδι μόνου Θεοῦ ἀληθεστάτη ὁμολογία, ἐν τούτοις ἐν συνάψει τοῖς κεφαλαίοις εἰ καὶ ἄπειρος περιέχεται, & καὶ πᾶς Χριστιανὸς ὀρθῶς πιστεύων, καὶ σωθῆναι θέλων, ὀφείλει ὁμολογεῖν. Ταῦτα δὲ τὰ κεφάλαια, παρά τίνων μὲν ἄρθρα τῆς πίστεως λέγεται ἦτο ἀρχαι καὶ θεμέλιοι. Εἰς δώδεκα δὲ ἀριθμοῦνται, τὸν τύο που σώζοντα τῶν ἀποστόλων Χριστοῦ, δ; ὁ ὀνέο σπερός ἐστιν "Ηλιος, καὶ εἰς τὸν αἰώνιον καὶ ἀτελεύτητον τῆς δόξης αὐτοῦ ἐνιαυτὸν, τὸν πιστεύοντα ὀρθῶς παραπέμπουσι. Καὶ τρία μὲν κεφάλαια περί τῆς ἁγίας Τριάδος εἰς τιμὴν αὐτῆς τῆς Τριάδος, ἥτις αἰώνιος οὖσα, καὶ αἰτία τῶν ὅλων ἐστίν· ἐξ δι περὶ τῆς τοῦ Λόγου σαρκώσεως. Καὶ τοῦτο δὲ θαυ μαστῶς. Ἐπεὶ εἷς ἂν οὗτος ὁ Λόγος τῆς ἁγίας Τριάδος, καὶ ἁπλοῦς, διπλούς γέγονε δι' ἡμᾶς, καὶ
col. 821–822page 2 of 5
PG 155:821διπλῆν τὴν Τριάδα ἔχει τῶν κεφαλαίων. Ἔτι δὲ καὶ ἡ τρία κεφάλαια περὶ τῆς συντελείας εἰσὶν εἰς τιμὴν καὶ ταῦτα τῆς ἀνάρχου Τριάδος, ἢ πάντα ἐκ μὴ ὄντων ποιήσατα, ἀγαθῶς συνέχει καὶ καλῶς διακυβερνᾷ. Καὶ πρῶτον μὲν τῶν κεφαλαίων, ὅτι ἂν τὸ θεῖον τῇ φύσει, καὶ οὐ πολλὰ, καὶ ἐν τῇ δυνάμει καὶ ἀρχῇ καὶ παντοκρατορίᾳ καὶ κυριότητι, Δεύτερον δὲ, ὅτι τρία τοῦτο τὸ θεῖον, καὶ οὐχ ἐν πρόσωπον, εἰ καὶ ἐν καὶ ἀδιαίρετον τῇ θεότητα, καὶ τῶν τριῶν προσώπων ἢ ὑποστάσεων εἰπεῖν ἢ ἰδιοτήτων, οὐ πλέον ὅλως ἐστί. Τῶν τριῶν δὲ τούτων τὴ μὲν ἀγέννητον, ἀναίτιον γὰρ καὶ οὐκ ἔκ τινος, τῶν ἐξ αὐτοῦ δὲ αἴτιον· μόνον, ἀχρόνως καὶ ἀπαθῶς· τὸ δὲ γεννητὸν ἐξ αὐτοῦ τοῦ ἀγεννήτου· τὸ δὲ ἐκπορευ τὸν, ἐξ αὐτοῦ καὶ τοῦτο τοῦ ἀναιτίου καὶ ἀγεννή του. Καὶ τὸ μὲν ἀγέννητον καὶ ἀναίτιον καλείται Πατὴρ, τὸ δὲ γεννητὸν Υἱός, τὸ δὲ ἐκπορευτὸν Πνεῦμα ἅγιον. Καὶ ἀδιαίρετα ταῦτα καὶ ἄχρονα καὶ αἰώνια. Καὶ οὐ τρεῖς θεοί, ἢ τρεῖς κύριοι, ἀλλ' εἷς Θεός, εἷς Κύριος ἡ Τριάς, ὡς καὶ οἱ ἄγγελοι μέλο πουσιν, 320 "Αγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. Ἐπεὶ καὶ μία φύσις ἀχώριστος τῶν τριῶν, μία οὐσία, μία δύναμις, μία δόξα, μία θέλησις, μία κίνησις καὶ τὰ τρία ταῦτα, ὁ τρισυπόστατος εἷς Θεός, μία τῶν ὅλων ἀρχὴ, καὶ ἐνέργεια μία τούτων, ὡς καὶ μία λάμψις ἡλίου ἀκτῖνος καὶ φωτός, καὶ μία αὐγὴ καὶ θέρμη πυρὸς καὶ ἀπαυγάσματος καὶ φωτός, καὶ μία κίνησις τοῦ Λόγου καὶ Πνεύματος. Τρίτον δὲ κεφάλαιον, ὅτι αὕτη ἡ Τριὰς τῶν ὅλων ἐπὶ δημιουργός, ἐκ μὴ ὄντων ταῦτα ποιήσασα νοη τα τε καὶ αἰσθητά, ὁρατὰ καὶ ἀόρατα, ὑπὸ χρόνον πάντα παραγαγοῦσα, ὅτι ἠθέλησεν αὐτή, μὴ προ υπάρχοντής τινος ὅλως, μὴ είδους, μή ύλης, ἐξ οὐκ ὄντων δὲ παραγαγοῦσε τὰ πάντα. Αὕτη ἡ Τριὰς ὁ Θεός, καὶ πάντων τῶν ὄντων προνοητής, ὡς καὶ ποιητής, ὁ Πατήρ μετὰ τοῦ Λόγου καὶ Πνεύματος, ὡς καὶ οἱ προφῆται φασι, καὶ τὸ Εὐαγγέλιον ἐκδι δάσκει. Τέταρτον, ὅτι διὰ τὸ προνοείσθαι ἡμῶν τὸν ἐν Τριάδι Θεόν, εὐδοκία Πατρός, καὶ συνεργεία Πνεύματος, ὁ Λόγος μένων ἀναλλοίωτος καὶ ἄτρες πτος τῇ θεότητι, ἀπαθῶς καὶ ἀῤῥεύστως δι' ἡμᾶς ἐγένετο σαρξ, τελείαν τὴν φύσιν ἡμῶν προσλαβόμενος ἐξ ἁγίας γυναικός, σῶμα ἔμψυχον, ψυχῇ Ηνωμένον νοερᾷ καὶ θελητικῇ, ὅλον τὸν ἄνθρωπον ἁγιάζων καὶ ὁ ἁπλοῦς γέγονεν διπλοῦς, καὶ εἷς ἐστιν ἐκ δύο τελείων τῶν φύσεων. Πέμπτον, ὅτι ἐκ Παρθένου ἀσπόρως γεγέννηται, μή πείραν λαβούσης ἀνδρὸς, ὡς καὶ πρὸ τόκου, καὶ ἐν τόπῳ καὶ μετὰ τόχον φυλάξας αὐτὴν Παρθένος. Έκτον, ὅτι σαρκὶ πέπονθε δι' ἡμᾶς, καὶ ἐσταυρώθη, καὶ τέθνηκεν ἑκουσίως, καὶ οὐ τῇ θεότητι αὕτη γὰρ ἀεὶ ἀπαθής. Καὶ τῇ μὲν ψυχή, άντρων ο
col. 823–824page 3 of 5
PG 155:823της τῶν ψυχῶν κατῆλθεν εἰς ᾅδην· τῷ δὲ σώματ τέθαπται. Καὶ οὐ κεχώρισται τῆς ἁγίας αὐτοῦ μα χῆς ἢ τοῦ σώματος ή θεότη;. Εβδομον, ὅτι ἀνέστη αὐτεξουσίως τριήμερος καὶ τοῖς μαθηταῖς ἐνεφανίσθη πολλάκις. Ογδοον, ὅτι μετὰ τεσσαρακοστὴν ἡμέραν τῆς ἀγέρσεως αὐτοῦ εἰς οὐρανοὺς ἀνελήφθη, καθορώντων τῶν μαθητῶν, καὶ ἐκ δεξιῶν τοῦ Πατρὸς κεκάθικεν. ὁμόδοξον καὶ συμπροσκυνούμενον τὸ ἀχώριστον καὶ ὁμόθεον αὐτοῦ ἀποδείξας σῶμα. Εννατον, ὅτι ἐλεύσεται πάλιν εἰς τὴν γῆν ἀπ' αὐ ρανοῦ μετὰ τῆς Πατρικῆς δόξης, καὶ τὴν μὲν βασιλείαν αὐτοῦ παρέξει τοῖς δούλοις αὐτοῦ, τοῖς δὲ ἀσεβέσι καὶ ἁμαρτωλοῖς τὴν καταδίκην δικαίως καὶ κόλασιν. Δέκατον, ὡς ἐξαναστήσει πᾶσαν ἡμῶν τὴν φύσιν, τῶν ψυχῶν ἐνωθεισῶν τοῖς ἐξαρχῆς σώμασιν οἷς συνέζησαν, καὶ οὐκ ἀλλοτρίοις, εἰς ἀνταπόδοσιν τῶν βεβιωμένων. Καὶ ἄφθαρτα τὰ σώματα ἔσοντα.. Ενδέκατον, ὅτι κρινεί ζῶντας καὶ νεκρού: κατά τους θείους αὐτοῦ ὁ Χριστὸς νόμους. Καὶ τοὺς μὲν ἀπίστους καὶ ἀδίκους κατακρινει· τοὺς εὐσεβεῖς δὲ καὶ δικαίου; δοξάσει. Δωδέκατον, ὅτι ἡ μετὰ ταῦτα ζωή αιώνιος ἔσται, ὡς ἀφθαρτισθείσης τῆς φύσεως τῇ ἐλευ θερίᾳ τῶν τέκνων τοῦ Θεοῦ ἀπὸ τῆς φθορᾶς, ὥς φησιν ὁ Ἀπόστολος· καὶ οὐκ ἔτι ἔσται άλ λοίωσις. Διὸ τοῖς μὲν ἀπίστοις καὶ ἀδίκοις μετά τῶν δαιμόνων ἡ κόλασις αἰώνιος, ὥς φησιν ὁ Κύ ριος· τοῖς δὲ εὐσεβέσι καὶ δικαίοις ζωὴ καὶ ἀπό λαυσις καὶ βασιλεία παρὰ Χριστοῦ αἰώνιος καὶ ἀπέραντος. Ης καὶ τύχοιμεν ἐλέει αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ τοῦ ζῶντος Θεοῦ, καὶ Θεοῦ ἡμῶν, οἱ εἰς τὸ ὄνομα τούτου ὀρθοδόξως πιστεύοντες, καὶ τούτῳ τετιμημένοι, καὶ τὴν πίστιν αὐτοῦ κρατοῦντες εἰς τέλος ἀσινῆ καὶ ἀσάλευτον, εὐχαῖς τῆς Θεοτόκου, καὶ πάντων τῶν ἀγγέλων καὶ τῶν ἁγίων αὐτοῦ. Τα προειρημένα τοίνυν ταῦτα κεφάλαια τῆς πίστεως δυοκαίδεκα, & καὶ ἄρθρα τινές καλοῦσιν, οἷον ἀρχὰς καὶ θεμελίους τῆς πίστεως, ὡς ειρήκαμεν, περιεκτικὰ τῶν καθόλου, τυγχάνο 13, καὶ τὸ ἱερὸν περιέχει καὶ θειότατον Σύμβολον, δ ερ ὑπὸ τῶν τριακοσίων δεκαοκτώ μὲν ἐν Νικαίᾳ ἐξετέθη το πρότερον, τετελείωται δὲ ὑπὸ τῶν ἑκατὸν πεντήκοντα ἐν Κωνσταντινουπόλει Αγίων Πατέρων μετ' ολίγον ὕστερον· καὶ αἱ λοιπαὶ δὲ τοῦτο ἐπε σφράγισαν καὶ ἀνεκήρυξαν οἰκουμενικαὶ ἅγιει πέντε σύνοδοι. Ἀλλὰ καὶ οἱ μέσον τῶν ἱερῶν τού των 121 συνόδων αναλάμψαντες ἅγιος Πατέρες τρανότατα ὡμολόγησαν. Καὶ ἡμεῖς δὲ τοῦτο καθ ομολογούμεν χάριτι Χριστοῦ σὺν αὐτοῖς. Περιέχει δὲ εὐθὺς τὸ πρῶτον κεφάλαιον, ὅτι εἰς Θεός, εἷς Κύριος, ὁ Πατήρ σὺν Υἱῷ καὶ τῷ Πνεύματι, ἐπεὶ καὶ Θεὸν τὸν Πατέρα, καὶ Θεὸν ἐκ Θεοῦ την Υιόν, καὶ Κύριον ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὁμοούσιόν φησι τὴν Τριάδα, καὶ ὁμόδοξον τὸν Πα
col. 825–826page 4 of 5
PG 155:825τέρα τῷ Υἱῷ καὶ Πνεύματι, καὶ ἅμα αἰώνιον, καὶ ἡ παντοκράτορα, καὶ ποιητὴν ἕνα ταῦτα, ὡς καὶ οἱ προφῆταί φασί, τὸν Θεὸν καὶ Πατέρα μετὰ τοῦ Λό γου καὶ Πνεύματος; καὶ οἱ ἄγγελοι ἐν τρισὶν ἁγια σμεῖς ένα Κύριον μέλπουσιν. Εἶτα καὶ τὸ δεύτερον τρανότερον καταγγέλ λες, ὅτι οὗτος ὁ μόνος Θεός, Τριάς ὢν τοῖς προσώποις, καὶ μονας τῇ θεότητι, Πατήρ ἐστι καὶ γῆς καὶ ἅγιον Πνεῦμα. Καὶ ὁ μὲν Πατέρ ἀγέννητος καὶ ἀναίτιος, αἴτιος δὲ μόνος τῶν ἐξ αὐτοῦ. Ο Υιός δὲ γεννητὸς πρὸ αἰώνων ἐκ τοῦ Πατρός μοούσιο;, φῶς ἐκ φωτός, Θεὸς ἐκ Θεοῦ· καὶ τὸ ἅγιον Πνεῦμα, Κύριον, ζωοποιόν, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· καὶ ὅτι μία φύσι, και δόξα προαιώνιος τούτων· καὶ μία δύναμις καὶ προσκύνησις τῶν τριῶν. Φησὶ γὰρ περὶ τοῦ Πνεύματος, «ΤΟ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συν δοξαζόμενον.» Τρίτον δὲ ἐκδιδάσκει, ότι δημιουργός ή Τριάς, ἐκ τοῦ μὴ ὄντος τὰ πάντη, ὁρατὰ καὶ ἀέρατα, ούτ σιώσασα καὶ ποιήσατα. "Οθεν τὴν μὲν Πατέρα ποιητήν φησιν οὐρανοῦ καὶ γῆς καὶ ἁπάντων, τὸν δὲ Υιόν, Δι' οὗ τὰ πάντα ἐγένετο. Τὸ δὲ Πνεῦμα λέγει ζωοποιόν, ἐπεὶ τετελείωσε καὶ ζωοποιεῖ καὶ συνέχει τὰ σύμπαντα. Έπειτα δὲ τὰ τῆς σαρκώσεως καταγγέλλων τοῦ Λόγου, τὸ τέταρτον υπογράφει κεφάλαιον, ὅτι ἐκ Πνεύματος ἁγίου καὶ τῆς Θεοτόκου Μαρίας ὁ γος σεσάρχεται. Καὶ Παρθένον ταύτην φησὶ τὸ πέμπτον κεφάλαιον, βεβαιοῦν, ὅτι καὶ πρὸ τόκον, ἐν τόπῳ καὶ μετὰ τόκον ταύτην Παρθένον ἐφύλαξε. Καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα λέγει, ὅτι ἁπλοῦς ἂν οὗτος ὁ Λ Λό γος, γέγονε διπλούς δι' ἡμᾶς, σῶμα ἔμψυχον λα σών, ψυχή νοερά και θελητικά, εἷς ἐκ δύο τελείων τῶν φύσεων. Καὶ τὸ ἔκτον δὲ κηρύττει, τὸ σαρκὶ αὐτὸν σταυ ρωθῆνας ὑπὲρ ἡμῶν, καὶ παθεῖν, ἤτοι ἀποθανεῖν καὶ ταφῆναι. Καὶ τὸ ἔβδομον δὲ, ὅτι ἀνέστη τριήμερος. Καὶ τὸ ὄγδοον, ὅτι εἰς οὐρανοὺς ἀνελήφθη, καὶ ἐκ δεξιῶν τοῦ Πατρὸς κεκάθικε. Καὶ τὸ ἔννατον μαρτυρεῖ, ὅτι ἐν τῇ συντελεί. οὗτος πάλιν ἀπ᾽ οὐρανοῦ ἐλεύσεται μετὰ δόξης ἐπὶ τῆς γής. Καὶ τὸ δέκατον ἐπιφέρει, ὅτι κρινεί ζῶντας καὶ νεκρούς. Εἶτα, Προσδοκῶ ἀνάστασιν νεκρῶν, λέγει τὸ ἐνδέκατον, ἐπιβεβαιοῦν τὴν τῶν σωμάτων ἡμῶν τῶν ἰδίων καὶ οὐχ έτερων ἀνάστασιν, ταῖς ψυχαῖς ἡμῶν ἐνωθέντων. Καὶ τὸ δωδέκατον δὲ τὸ τῆς κολάσεως καὶ τῆς βασ σιλείας αἰώνιον ἐκδιδάσκει, λέγων, «Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Αμήν. ο Ταῦτα μὲν οὖν τὰ κεφάλαια τὸ θεῖον Σύμβολον πε ριέχει, τῆς κατὰ Χριστὸν ὄντα ἐν θεωρία φιλοσο Ει ίω, μία
col. 827–828page 5 of 5
PG 155:827φίας.. Φιλοσοφεῖ δὲ καὶ περὶ τῆς κατὰ πράξιν φύσ σοφίας τῆς ἐν Χριστῷ, ἧς ἐξαίρετον τὸ ἐθικόν ἐστε μέρος, παιδαγωγοῦν καὶ πρὸς σωτηρίαν έχου ἡμᾶς. Ὅθεν διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθείν φησι τὸν Κύριον καὶ ἐνανθρωπήσαι, δια τὴν ζωήν αὐτοῦ μιμησώμεθα καὶ σωθῶμεν. Καὶ τὸ παθεῖν αὐτὸν ὑπὲρ ἡμῶν καὶ ἀποθανεῖν καταγγέλλει, ώστε μιμεῖσθαι ἡμᾶς αὐτόν. Καὶ τὸ ἀναστῆναι καὶ ζην εἰς ἐλπίδα φησὶ τὴν πρὸς αὐτὸν ἡμῶν ἀληθῆ. Καὶ τὸ μέλλειν ἔρχεσθαι κρἶναι τὰ σύμπαντα, εἰς ἀπει δοχὴν αὐτοῦ τοῦ Δεσπότου, καὶ ἑτοιμασίαν ἡμῶν ἐνταῦθα καὶ προσοχήν. Καὶ τὸ ζωὴν αἰώνιον εἰ α'. εἰς ἐλπίδα ἀπολαύσεως, καὶ φόβον κολάσεως. Δι' ὧν τὸ τριμερὲς τῶν ψυχῶν ἡμῶν ἐκκαθαίρει· καὶ τὸ λογιστικὸν μὲν διὰ τῆς εὐσεβῶς τῆς Τριάδος όμο λογίας, καὶ τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παραδόσεως του βαπτίσματος, τὸ θυμοειδὲς δὲ διὰ τῆς ὑπομνήσεως τῆς ἐνανθρωπήσεως καὶ τοῦ σο τηρίου πάθους αὐτοῦ, ταπείνωσιν διὰ τούτων μετά πραότητος καὶ ὑπομονῆς ἐκδιδάσκων· τὸ ἐπιθυμε τικὸν δὲ διὰ τῆς ἀνακηρύξεως τῆς ἀναστάσεως αύτ τοῦ καὶ ἀναλήψεως, μετὰ δόξης τε ἐλεύσεων, καὶ τῆς αἰωνίου ζωῆς, ὡς ἄν, τούτων ἐπιθυμητικώς 322 ἔχοντες, τρέχωμεν βαδίζειν ὀρθῶς, ώστε του των ἐπιτυχεῖν. Καὶ ἐπειδὴ ἑπτὰ μὲν αἱ περιεκτι καὶ ἀρεται, ταπείνωσις, ἀκενοδοξία, ακτημοσύνη, νηστεία, ἁγνεία, ὑπομονή και μακροθυμία, Επτά δὲ καὶ κακίας ἐναντίαι ταύταις εἰσὶν, ὑπερηφανία, κενοδοξία, φιλαργυρία, γαστριμαργία, πορνεία, ἀκηδία, καὶ ὀργιλότης· ἀποτρέπεται μὲν τὰς κακίας τὸ ἱερώτατον Σύμβολον, προτρέπεται δὲ ἡμᾶς πός τὰς ἀρετάς. Καὶ πρὸς μὲν τὴν ταπείνωσιν διεγείρει διὰ τοῦ κατελθεῖν ἐκ τῶν οὐρανῶν τὸν Θεὸν Λόγον. καὶ σαρκωθῆναι ἐμολογεῖν, πρὸς ἀκενοδοξίαν δὲ διὰ τοῦ ἐνανθρωπῆσαι εἰπεῖν· ὅτι δὲ πρὸς ἀκτημοσύνην, νηστείαν τε καὶ ἀγνείαν ἐκ τούτου. Ἐπεὶ ὁ ἐνανθρωπήσας καὶ μὴ ἔχων ἦν, ποῦ τὴν κεφαὴν κλίναι, καὶ γενήστευσε, καὶ παρθένος ἦν καὶ ἁγνὸς, καὶ ἐκ Παρθένου γεγέννηται, καὶ παρθενίαν ἐδίδασκε· πρὸς ὑπομονὴν δὲ, ὅτι πράος ἦν καὶ τα πεινὸς τῇ καρδίᾳ, καὶ ὕβρεις ὑπήνεγκε· καὶ πρὸς μακροθυμία, τὸ τελευταῖον, ὅτι καὶ προεδόθη, καὶ ἐσταυρώθη, καὶ ὑπὲρ τῶν σταυρούντων ἀπέθανε, καὶ ἐν τῷ πάσχειν εὐχόμενος ἦν ὑπὲρ αὐτῶν. Ὅθεν οι καὶ διὰ τουτωνὶ τῶν προειρημένων ἀρετῶν πᾶσαν κακίαν κατήργησεν ὁ Σωτήρ· τῇ μὲν ταπεινώσει τὴν ὑπερηφανίαν, ἐξ ἧς ἀπιστία καὶ βλασφημία Θεοῦ, τῇ εὐτελείᾳ δὲ τὴν κενοδοξίαν, ἐξ ἧς μανία καὶ φθόνος καὶ φόνος τίκτεται· τῇ ἀκτησίᾳ δὲ τὴν φιλαργυρίαν, ἐξ ἧς κλοπή, δόλος, ψεύδος, ἀπιστία, καὶ προδοσία Θεοῦ τε καὶ τῶν ἀδελφῶν· τῇ νηστεί δὲ τὴν γαστριμαργίαν, ἐξ ἧς μέθη, ἀσωτεία, ατε ξία καὶ πᾶν πάθος πονηρόν· τῇ παρθενίᾳ δὲ τὴν πορνείαν, ἐξ ἧς μολυσμός ἅπας καὶ μακρυσμός ἀπὸ τοῦ ἁγίου Θεοῦ· τῇ ὑπομονῇ δὲ τὴν ἀπηδίαν τε καὶ μικροψυχίαν, ἐξ ἧς ἀνελπιστία, αχαριστία, σκότ τωσις νοὸς, καὶ ψυχῆς ἀπόγνωσις· καὶ ἔσχατον τῇ μακροθυμίᾳ τὴν ὀργιλότητα καὶ δαιμονιώδη κατά τῶν ἀδελφῶν καταθραύει μανίαν, ἐξ ἧς πᾶσα μή,
Page scan enlarged

Notebook

Full View