PG 156Manuel Palaeologus Imp
Oration of a Propitious Prince
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 156:561αὐτοῖς τοῖς πράγμασιν ὡς τάχιστα ἐπιγνῶναι, τί ποτε πατήρ έστι πρὸς τοὺς παῖδας· δ καὶ ἐλπίζω, καὶ εύχομαι, καὶ ταῖς ἐλπίσιν εὐφραίνομαι, καὶ σοῦ γε μᾶλλον, ὡς εἶμαι. Δὸς δὲ πάντας, ὦ φίλτατε, εὐδα μονά με νομίζειν, ὥσπερ τῷ καλόν φῦσαι καὶ ἀγαθὸν, οὕτω δὲ καὶ τῷ παιδεῦσαι, καὶ τοιοῦτον ἀποφήναι βασιλέα τὸν υἱὸν, οἷον ἂν οἱ νουνεχεῖς τῶν ὑπ' αὐτὶν εύξαιντο. ΩΣ ΕΞ ΕΥΜΕΝΟΥΣ ΑΡΧΟΝΤΟΣ ΠΡΟΣ ΕΥΝΟΥΣ ΥΠΗΚΟΟΥΣ ΤΟΥΣ ΕΝ ΑΚΜΗ. Τὸ ὑμῖν συνοῖσον εὐχόμενός τε διατελών, καὶ ζητῶν ἅπασι τρόποις, δεῖν ᾠήθην διά βραχέων ὥσπερ τι δῶρον ταυτασὶ τὰς παραινέσεις εἰπεῖν. Ἐπειδὴ τοίνυν ὥσπερ ἐμπέφυκε τοῖς ἀνθρώποις τὸ καὶ τοῖς θύραθεν ἐπιδιδόναι ζητεῖν· τὰς ἔνδον ἐπι δόσεις προύργου τίθεσθαι χρή. Ταύταις γὰρ ἐκεῖναι παρέπονται. Εἰ γοῦν ἀγαθός τις εἶ, καὶ παρελθεῖν ἐθέλεις τοὺς ἤλικα; ἔν τε δημοσίαις τιμαῖς, ἔν τε πᾶσιν, οἷς ζηλωτὸς ἂν γένοιο· θήρευε ταῦτα σπου δαίοις ἔργοις, ἐν ἅπασι παρέχων σαυτὸν οὐχ ἧττον πρόθυμον ἢ πιστόν. Φεύγε μὲν νωθείαν, καὶ βχου μίαν, καὶ τὸ καθεύδειν ὕπτιος ἐπὶ μαλακῶν στρω μάτων, θέλων εὐδαιμονεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εὖ πράττειν ἄνθρωπον ῥᾳθυμοῦντα, καὶ ἀναπεπτωκότα, καὶ θρυπτόμενον. Δίωκε δὲ ἐκεῖνα, ἃ πολ λοὺς ἐκ φαύλης τύχης οἶδεν ἀνάγειν ἐπὶ λαμπράν. " Μίσει καὶ τὸ θέλειν ἐσθίειν ἀργός γε ῶν, εἰδὼς ὡς ἔργον τοῦτο κηφήνων, οὓς οὐχ ὅπως εὖ ποιεῖν, ἀλλὰ καὶ κτείνειν φύσεως νόμος τοῖς τῶν μελισσῶν σμήνεσιν. Ούκουν γε λαμβάνειν ἀρμόττει τοῖς παρὰ σφί σιν αὐτοῖς αἰεὶ τὰς χεῖρας· κατέχουσι. Τοῦτο γὰρ λελωβημένοις ἀνθρώποις καὶ παρειμένοις προσήκειν ἔοικεν· οἷς δὲ καὶ ῥώμη σώματος, καὶ νεότης, καὶ ὑγίεια, καὶ τὸ ἀξιοῦν κτάσθαι μεγάλα, καὶ σεβεῖν παραπεμπομένους ὑπὸ πολλῶν, τούτους δὲ γενναίους ἄνδρας αὐτοὺς δεικνύναι ὑπὲρ γένους, ὑπὲρ πατρίδος, ὑπὲρ τοῦ κρατοῦντος αὐτοῦ. Οὕτω γε δρῶντες, ὦ φίλτατον ἐμοὶ χρῆμα, τοῦ ζητουμένου ῥᾳδίως ἐπιτυχεῖς ἔσεσθε, Θεοῦ συλλήπτορος γεγονότος. Κἂν μὴ λάβῃς εὐθὺς, αἰτήσας, μήτ' ἀγανακτεῖν (μικρόψυχον γάρ), μήτε καθυφεῖναι τοῦ
Page scan enlarged

Notebook

Full View