PG 156Manuel Palaeologus Imp
Chapters on Compunction
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 156:575μᾶλλον τὴν ὄντως ἀγάπην, καὶ τῶν ἐφετῶν τὴν ἀκρότητα, κεχηνέναι στοιχείωσον, καὶ κακοῦ παν τὸς ἐκκλῖναι καθάπαξ ἀξίωσον. καὶ τῶν ἐντολῶν σου ἐργάτην ἄκρον ἀνάδειξον, πρεσβείᾳ τοῦ μονογενούς του Υἱοῦ, καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, Αμήν. ΚΕΦΑΛΑΙΑ ΚΑΤΑΝΥΚΤΙΚΑ ΔΙΑ ΣΤΙΧΩΝ Διὰ τὸ μὴ εἶναι με Αξιον σοῦ μετασχεῖν, Νῦν ὁρᾷς μου τὴν ψυχὴν Τελευτώσαν ἐν λιμῷ "Ην καὶ θρέψου σπλαγχνισθείς, Σώτερ, ἄρτῳ ζωηρῷ, Ο δι᾽ οἶκτον τοῖς πιστοῖς Δοὺς τροφὴν σαυτόν, Χριστέ. Ως ὁ πλούσιος, κἀγὼ Δίψη τήκομαι πικρά, Φλόγα ἔχων ἔνδοθεν, Εμαυτοῦ τὸ συνειδής. Η πηγὴ δὲ τῆς ζωῆς, Πότισόν με ὕδωρ ζῶν, Ο φωνήσας ἅπαντας Τοὺς διψῶντας σο! φοιτᾷν. Ακρασία ξένον με Τῆς Ἐδὲμ πεποίηκε" Καὶ τὸ μακρυνθῆναι με ᾿Απὸ σοῦ, φεῦ! τοῦ Θεοῦ, Σὺ δέ με συνάγαγε, Ὃς τὸν οὐρανὸν οἰκῶν, Ωφθης ξένος ἐπὶ γῆς Ξένῳ τόκῳ δι' ἐμέ. Τὴν οὐσίαν φθείρα;, φεύ! Σύν φρεσί, γεγύμνωμαι. Σὺ δέ με τὸν ἄσωτον, Σῶτερ, σκέπασαν στολῇ, *Ος γε τούτου ένεκα Τὴν ἐμὴν ἐνδέδυσαι Σάρκα, καὶ γεγύμνωσαι Σὺν λῃσταῖς σταυρούμενος. Νόσω με τρυχόμενον, Καὶ ἐν φυλακῇ δεινῶς (Αμφω γάρ ἐστιν ἐμοὶ Αμαρτία ἡ ἐμή), Σῶτερ, ἐπιδήμησον Πρός με τῷ ἑλέει σου, Ο φανεὶς πᾶσι σαρκί Ῥύστης τε καὶ ἱατρός. Τοῦ βασιλέως κυροῦ Μανουὴλ τοῦ Παλαιολόγου. στίχοι ᾿Ανακρεόντειοι πρός τινα ἀγαθῆ καὶ πλεῖστα φλήναφοῦντα. 'Ακριτόμυθε Θερσίτα, Ο; τοῖς μὲν μάλιστά γε, Σιωπᾶς δὲ ἥκιστά γε, Πῶς σέ τις παύτῃ ληρούντα, Φλυαρούντα, φληναφούντα, Καὶ μὴ μόνος σου συνθλάση Τὸ κρανίον εὖ ποιήσας; Ἐὰν γάρ τίς σου τὴν γλῶσσαν Πρόῤῥιζον ἐξανασπάσῃ, 'Αλλὰ σὺ καὶ ταύτῃ πλέον Παρελθὼν διενοχλήσεις, Καὶ φωναῖς ἀσήμοις αὖθις Οὐκ ἀνέξεις· ὡς γλωττίζων Ερδες κόρακας τὸ τάχος, Οὐδὲ γὰρ ἀνέχομαί σου.
Continue reading PG 156: Descriptio veris →≣ entire volume
Page scan enlarged

Notebook

Full View