PG 156Manuel Palaeologus Imp
On the Person of Tamerlane
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 579–580page 1 of 2
PG 156:579και διαμαρτάνον ώς τα πολλά, γίνεται τοίς ήλιξι τελως ἄλλο δὲ τὸ χεῖρε ἔχον παρ' ἑαυτῷ, ὅλον ἐπιρρίπτον τὸ σῶμα τῷ ζωϋφίες, καὶ θηράσαι τοῦτο ταύτῃ βο λόμενον, πῶς οὐχὶ ἡδὺ καὶ γελοίον; ὁρᾷς τὸ ὑπερ φέρων τῷ σώματι; ὀψὲ γὰρ δὴ καὶ μόγις τινὲς λα σόμενον τῶν, ὦ καλοῦσιν ἔνιοι πτιλωτά, βακχεύοντι ἔοικεν, ὑπὸ τῆς χαρᾶς, καὶ τὰ κράσπεδα ἀνελόμενον τοῦ τελευταίου χιτῶνος, ὡς ἑλίσσον τούτοις τὸ θηραθεν, πορεύεσθαι ζητεῖν ἕτερον, οὐκ αἰσθάνεται γυμνοῦν & δέον κρύπτειν τοῦ σώματος. Ἐκεῖνο μέντοι γε αστειότερον, τὸ τὴν ἡλικίαν βραχύτερον. Νήματι γὰρ πάνυ λεπτῷ πεδῆσαν δύο τῶν ζωϋφίων, δῆθεν πέτεσθαι. Κατέχον δ' ἄκροις δακτύλοις ἐκ διαστήματος τὴν ἡτράν, εἴργει τὴν πτήσιν, κατά τρόπον τουτοισὶ γίγνεσθαι, καὶ γελᾷ, καὶ γέγηθε, καὶ ὀρχεῖται, σπουδαῖόν γέ τι νομίζον τὴν παιδιά». "Ολω; δὲ ἡ τέχνη τῶν ὑφασμένων ἐστιᾷ τὸν ὀφθαλμὸν, τρυφή γιγνόμενα θεαταίς. Αίτιον δὲ τὸ ἔαρ. κατηφεία; λύσις, εἰ δὲ βούλει, φαιδρότητος πρόξενον. Τίνας ἂν εἶπε λόγους ὁ τῶν Περσῶν τε καὶ Σκυ θῶν ἐξηγούμενος τῷ τυραννοῦντι τῶν Τούρ κων, μεγάλα τε καὶ σοβαρὰ φθεγγομένῳ, καὶ ἀφορήτῳ ὄντι ταῖς ἀπειλαῖς, ἡνίκα εὖ ἔπραττε, τραπέντι δὲ πρὸς τοὐναντίον μετὰ τὴν νίκην. Ως ἔοικε, τὸ πόρρωθεν ἐθέλον καὶ ἐξαρχῆς πολε μεῖν φύσει πολέμιόν ἐστι, καὶ τῷ πεφυκότι κινούμενον, οὐ δύναται κατέχειν ἑαυτὸ, τοῦ μὴ λυπεῖν ἐπιχειρεῖν ἐν ἅπασι τοῖς καιροί;. Καὶ σὺ δὴ πάντα τὸν χρόνον, ἡνίκα τὰ πρακτέα σοι κατὰ νοῦν ἔτρεχε, τοῖς ἐμοῖς ἐναντιοῦσθαι πειρώμενος αλαζονείαις καὶ ὕβρεσιν (οὐδὲ γὰρ τοῖς πράγμασιν ίσχνες), ἤδη τῆς ὀφρύος σοι πεπτωκυίας, τῆς ἐπηρμένης τε καὶ πολλῆς, καὶ τοῦ κενοῦ φρυάγματος εἰς οὐδέν σοι λήξαντος, οὐχ ήκιστά γε καὶ νῦν ἐχθρῶς πρὸς ἡμᾶς διάκεισαι τρόπον ἕτερον. Κλάων γὰρ μετὰ τὴν ἦτ ταν (οὐ γὰρ ἐπέγνως τόνδε τὸν βίον πολλῆς παλιρ βοίας γέμοντα, οὐδὲ προσεδόκησας, ώς δηλοῖ τὰ πράγματα, τὴν ἀγαθήν σοι τύχην μεταπεσεῖσθαι, και τοι εἰωθὸς ἐν πρᾶγμα, οὐκ ἀπεικός, οὐδ᾽ ἀνέν δεκτον), τοὐμὲν ἀνδραγάθημα σμικρύνεις, καὶ δά χνεις γε οὐχ ἧττον νῦν ἢ πρὸ τοῦ, τῷ τὸ φρόνημα αὐτίκα ἀποβαλέσθαι. Καίτοι γε μην ἐγὼ λαμπράν τινα καὶ διαρκέσουσαν σχήσειν εύκλειαν, ὡς δῆθεν γε ἀνδρὸς λαμπρού περιγεγονώς, ἀρετῇ μεγάλα κατωρθωκότος. Σὺ δὲ ἐλέγχεις τὴν δόξαν οὐκ ἀλησ θεύουσαν, αἰσχύνην σεαυτοῦ καταχέων, καὶ ἀποφαίνων σεαυτὴν εὐεπιχείρητον ἄνθρωπον, ἐν οἷς οὐ φέρεις κατ' ἄνδρα τὴν συμφοράν. Τύχῃ σοι τοίνυν τὸ νικᾷν, οὐκ ἀρετῇ συγκεκλήρωται· καί μοι νῦν ἀντιπίπτεις, καὶ λυμαίνῃ τοῖς ἐμοις κατορθώματι,
col. 581–582page 2 of 2
PG 156:581τὴν δόξαν περιτρέψας εἰς τοὐναντίον τὴν περὶ σοῦ. Ο γὰρ μὴ γενναίου κρατήσας ἐγὼ πῶς ἂν ταύτῃ γενναῖος δόξαιμι; Εῤῥέτω τοίνυν χρυσός, ἐῤῥέω λάφυρον ἅπαν, καὶ ὁ πολὺς σοι πλοῦτος πολλαχόθεν συνειλεγμένος, ἀκούσης δόξης, ἧς ήρων. Αύτη με τερμάτων τῆς γῆς γεγηρακότα κατήγαγεν ἐπὶ σέ. Καὶ νῦν ἐρῶ μου τοὺς πόνους ἠπατημένους. ΕΝ ΕΙΔΕΙ ΨΑΛΜΟΥ, Περὶ Κεραυνοῦ τοῦ 'Αγαρηνοῦ· ὁπότε ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ διὰ τῶν έχε θρῶν αὐτοῦ τὸν παντοδαπὸν ἀπέκτεινε θῆρα. Ὕψιστος ὁ Κύριος ἐν ἀρχῇ, ὅθεὸς ἡμῶν εἰς αἰῶνα β αἰῶνος ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ πᾶσαν τὴν γῆν, πρὸ τοῦ τὰς δυνάμεις παρήχθαι, ἦν· καὶ ὁ αὐτὸς μενεί. Νῦν οἱ κτηνώδεις συνήκαν. Καὶ γὰρ εἶδον τὰ θαυ μάσια αὐτοῦ, ἐπ' αὐτοὺς γεγενημένα, καὶ τὰ βέλη αὐτῶν ἐξησθενηκότα· τὸν δὲ κεραυνὸν, ἐμπρησθέντα τῇ ἰδίᾳ ματαιότητι· ὃς ἀναβαλλομένης τῆς ἀγαθότητος, καὶ τῆς προνοίας οἰκονομούσης, κατωλιγώρει. Ἐπέσχεν ὁ Θεὸς ὀργήν, ὁ δὲ ὑπερεφρόνει· βλασφημοῦντος, ἐμακροθύμει· καὶ ὁ ἀσεβὴς ὑψοῦ τὴν κε φαλὴν ἦρεν. Ονειροπόλει τὴν γῆν, καὶ τὸν οὐρανοῦ Δεσπότην οὐκ ἐδίδου ταύτης ἄρχειν. Αλλ᾽ ἐν τῷ μεγαλαυχεῖν ἐν τῇ δυνάμει αὐτοῦ, καὶ πολυχειρία θαρρούνται κατεπαίρεσθαι τῆς ποίμνης τοῦ Θεοῦ, ἔφθασεν ἡ σύῤῥοια τῶν κακῶν· καὶ τὰ ἐξαρχῆς ἀδικήματα ἅμα ἀποδέδωκε. Γνώτω δὴ πᾶσα ἡ γῆ. καὶ μὴ ὑψούσθω ἐν ἑαυτῷ γηγενής. Τῷ γὰρ Θεοῦ νεύματι ἅπαν εἴχει· καὶ εἰς μακρὸν ἀνεχόμενος, εξάπινα ἀποδίδωσιν. Ὁ δὲ ἐλπίζων ἐπ' αὐτὸν μὴ φοβηθήτω κακά. Τοὺς γὰρ ὑπομένοντας σώζει, ἐὰν παρ' αὐτῶν θυσίαν ἐξομολογήσεως λάβῃ, καὶ ἀνταποδοίη ὑπὲρ αὐτῆς, ὅτι χρηστότητος πέλαγος. Δύτω δόξαν ὁ λαὸς αὐτοῦ, καὶ ἐλπίδων ἀγαθῶν ἐμφορεί σθωσαν οἱ πεποιθότες ἐπ' αὐτόν. Μάλιστα δὲ πάντων ὁ ἄρχων παρ' ᾧ τανῦν διατρίὀρέγων, καὶ ἑαυτὸν παντοδαπὸν ἐπίκουρον παρεχό βομεν, ὁ τῆς Βρετανίας ῥῆς τῆς Μεγάλης, τῆς δεν τέρας, ὡς ἂν εἴποι τις, αἰκουμένης, ὁ πολλοῖς πε ρι δεόμενος ἀγαθοῖς καὶ παντοδαπαῖς κομῶν ἀρεταῖς, καὶ τοῖς μὲν αὐτὸν οὐκ εἰδόσι τῇ φήμη θαυμαζόμενος, πρὸς δὲ αὖ τοὺς ἀπαξ ἰδόντας λαμπρῶς τὴν φή μην ελέγχων μηδαμῶς θεὸν οὖσαν, ἅτε δὴ μὴ δυνα μένην δεῖξαι τὸν ἄνδρα ἡλίκον ή πείρα παρίστησιν οὗτος ὁ λαμπρότατος μὲν τὸ σχῆμα, λαμπρότατο; δὲ τὴν γνώμην, καὶ τῇ μὲν ῥώμῃ πάντας ἐκπλήττων, τῇ δὲ συνέπει φίλους ποιούμενος, καὶ χεῖρα πᾶσιν μενος τοῖς χρήζουσι βοηθείας, καὶ νῦν τῇ φύσει χρησάμενος ἀντὶ λιμένος ἡμῖν κατέστη μετὰ διπλοῦ τοῦ χειμῶνος, τοῦ τε τῆς ὥρας, τοῦ τε τῆς τύχης, εἰς αὐτόν τε καὶ τοὺς τρόπους τοὺς αὐτοῦ κατηρεύ σιν, ἡδὺς δὲ μάλα φαινόμενος ταῖς συνουσίαις, καὶ διὰ πάντων ἡμᾶς εὐφραίνων, καὶ τιμῶν ὡς μάλιστα καὶ φιλῶν οὐχ ἥκιστα, καὶ ὑπερβολαῖς ἐν ἅπασι κεχρημένος τοῖς εἰργασμένοις, μικροῦ δοκεῖ καὶ ερυθριᾷν, πολὺ τοῦ δέοντος ἐλλείπειν μόνος οιόμενος οὕτω μεγαλόψυχος ὁ ἀνήρ...
Page scan enlarged

Notebook

Full View