Section IVΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ
Second witness · khazarzar edition
Annales ΤΟΥ ΚΥΡΟΥ ΜΙΧΑΗΛ ΤΟΥ ΓΛΥΚΑ ΒΙΒΛΟΣ ΧΡΟΝΙΚΗ Βραχυσύλλαβον ἐγχαράττω σοι τοῦτο τὸ γράμμα, τέκνον μου φίλτατον. εἰ γὰρ καὶ μυρίοις ἑαυτοὺς ἐκδεδώκασι πόνοις οἱ τὰ χρονικὰ συλλεξάμενοι διηγήματα ὥστε φιλοτίμως ἐκθέσθαι τὰ οἰκεῖα συντάγματα, ἀλλ' ἐν ὀλίγοις ἐγὼ τὰ τοιαῦτα συμπεριλα βὼν (οἶδα γὰρ ὅτι καὶ πάνυ καταβαρύνει τὰς ἀκοάς, εἴπερ ὁ λόγος εἰς μῆκος ἐπεκταθείη) βραχεῖαν ἰδού σοι καὶ ταύτην τὴν βίβλον συντίθημι. Πρὸ πάντων οὖν εἰδέναι σε ἄξιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε τοῦτον τὸν κόσμον ὁ θεός, ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. ἠδύνατο οὖν ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν, οὐρανὸν δηλονότι, γῆν καὶ θάλατταν, ἰχθύας τά τε πετεινὰ καὶ τὰ τετράποδα καὶ πρὸς τούτοις τὸν ἄνθρωπον. ἀλλ' ἵνα μὴ ἀφορμῆς ἐπιδράξονται οἱ ἐξ αὐτομάτου τὰ πάντα παραχθῆναι λέγοντες, ἡμερῶν ἐδεήθη ἓξ ἐπὶ τῇ παραγωγῇ τοῦδε τοῦ κόσμου ὁ δημιουργὸς ἡμῶν καὶ θεός, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἰ γὰρ καὶ οὕτω τῶν ποιημάτων ἀπαρτισθέντων αὐτόματα ταῦτά τινες ἐφαντάσθησαν, πολλῷ μᾶλλον εἴπερ ὁμοῦ καὶ κατὰ ταῦτὰ εἰς τὸ εἶναι παρήχθησαν. ἐν ἓξ δὲ καὶ μόναις ἡμέραις, καὶ 5 οὐ πλέοσιν ἢ ἐλάττοσι, τουτονὶ παραχθῆναι τὸν κόσμον ηὐδόκησεν, ἵνα καὶ ἡμεῖς διδαχθῶμεν ἐντεῦθεν ἓξ ἡμέρας τῆς ἑβδομάδος ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ κεχρῆσθαι πρὸς μόνην δοξολογίαν θεοῦ. διὰ γὰρ τοῦτο καὶ ὁ δημιουργὸς ἐν τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν. εἰ δὲ ὁ κύριος ἐν εὐαγγελίοις εὕρηται λέγων ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» μὴ θαύμαζε. τότε μὲν γὰρ ὁ θεός, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, τουτέστιν ἔστη τοῦ δημιουργεῖν· μετὰ γὰρ τὴν ἕκτην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. ἐπειδὴ δὲ τὰ δημιουργηθέντα συνέχων ἔκτοτε καὶ συντηρῶν οὐ διέλειπεν (εἰ γὰρ μὴ οὕτω ποιῶν ἦν, οὐκ ἂν ἐπὶ τοσούτοις αἰῶσι τὰ τοιαῦτα διήρκεσε), καὶ λίαν εὐλόγως καὶ τήμερον ἐργάζεσθαι λέγεται. Καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐποὶησε τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν ἐκεῖνον τὸν πρῶτον, τὸν περικαλλῆ τε καὶ ἄναστρον, περὶ οὗ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύ-ψει αὑτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως διεξιών, οὕτω φησίν εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.» Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρόσεχε, ἀγαπητέ, ὅτι καὶ τοῦτο ἐνταῦθα ἠπόρηται, πῶς ἐποίησε τὸν οὐρανὸν πρότερον, εἶτα τὴν γῆν. 6 ἐπειδὴ γὰρ τὰ θεμέλια καταβάλλονται πρότερον, εἶθ' οὕτως ὁ ὄροφος, ἔδει πάντως παραχθῆναι τὴν γῆν καὶ τότε τὸν οὐρανόν. ἀλλὰ μὴ θαύμαζε τούτου ἕνεκεν. ἐπειδὴ γὰρ πάντα τοῦ θεοῦ ὑπὲρ φύσιν ἐστὶ καὶ τέχνης ἀκολουθίαν, καινὸν πάντως οὐδὲν εἴγε καὶ ἐπὶ τῆς τοῦ κόσμου τούτου παραγωγῆς τὸν οὐρανὸν ἐποίησε πρότερον, εἶτα τὴν γῆν. καὶ οὕτω μὲν ὁ θειότατος Ἰωάννης· ἕτεροι δέ φασιν ὅτι ὁ ἀριστοτέχνης θεὸς τὸν οὐρανὸν πρότερον παραγαγών, εἶτα τὴν γῆν, ἀπόρρητον αὐτοῦ σοφίαν καὶ τέχνην παρέστησεν. ἐπειδὴ γάρ, ὡς ὁ τὰ θεῖα σοφὸς Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι διὰ τῆς ὀξείας κινήσεως τοῦ οὐρανίου σώματος ἑδράζεται κατὰ χώρας ἡ γῆ καὶ συσφίγγεται, ἔπρεπε πάντως τὸν συνοχέα παραχθῆναι πρότερον, εἶτα τὸν συνεχόμενον. εἰ δὲ καὶ πλέον ἐπαπορήσειέ τις ἐνταῦθα, πῶς ἡ γῆ, λέγων, οὐκ ἐξέστη τῆς οἰκείας βάσεως ἀκινήτου τοῦ οὐρανοῦ γεγονότος, ὡς ἐν τοῖς πρὸς Θαλάσσιον ὁ μέγας Μάξιμος, ἡνίκα ὁ τοῦ Ναυῆ Ἰησοῦς ἔλεγε στήτω ὁ ἥλιος κατὰ Γαβαῶ καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλώμ,» τότε πρὸς αὐτὸν ἐροῦμεν ὅτι ὅπου 1
βούλεται ὁ θεός, νικᾶται φύσεως τάξις. εἰ γὰρ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, εἰ καὶ τοὺς στύλους τῆς γῆς αὐτὸς ἐστερέωσε, καθά φησιν ὁ Δαβίδ, εἰ ἐθεμελίωσε τὴν γῆν 7 ἐπὶ την ἀσφάλειαν αὐτῆς ὥστε μὴ κλιθῆναι εἰς τὸν αἰῶνα, μὴ θαύμαζε εἴγε καὶ τοῦ οὐρανοῦ ἀκινήτου ποτὲ μείναντος τῆς οἰκείας ἡ γῆ βάσεως οὐκ ἐξέπεσεν. εἰ γὰρ καὶ φυσικῷ λόγῳ τὰ πάντα γίνονται σήμερον, ἀλλ' ἐπειδὰν ὁ τῆς φύσεως βουληθείη δεσπότης, τότε καὶ ὑπὲρ φύσιν ὁρῶμεν οὐκ ὀλίγα τῶν πραγμάτων γινόμενα. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ ἐπειδή, καθώς φησιν ὁ μέγας Βασίλειος, ἐξ ἀντιφράξεως τοῦ οὐρανίου σώματος βαθὺ σκότος ὁ ἀὴρ ἐνεδύσατο (καὶ σκότος γάρ, φησίν, ἐπάνω τῆς ἀβύσσου), παρήγαγε τὸ αἰσθητὸν τοῦτο φῶς ὥστε φαίνειν ἐπὶ τῆς γῆς. οὐδὲ γὰρ ἀπορρῶγά τινα τοῦ νοητοῦ φωτὸς ἐκείνου τοῦ ταῖς ἀΰλοις προσόντος δυνάμεσιν ἐναποληφθῆναι ἔπρεπε τῷ ὑλικῷ τούτῳ κόσμῳ καὶ ὁρατῷ, ὅτι μηδὲ κοινωνία τοῖς ἐν ἀμφοτέροις νοητοῖς. κατὰ γὰρ τοῦτο καὶ διεστηκέναι μὲν ἀπ' ἀλλήλων τόν τε νοητὸν κόσμον καὶ τὸν αἰσθητόν, ἑστηκέναι δὲ τῶν ἰδίων ὅρων ἐντὸς ἡ θεολόγος γλῶσσα τρανότατα ἔφησε. πρόσεχε οὖν. ἐπειδὴ γὰρ προστάγματι θείῳ περιετάθη ἀθρόον ὁ οὐρανὸς σῶμα ἔχων συνεχές, ἱκανὸς τῶν ἔξω διαστῆσαι τὰ ἔνδον, ἀναγκαίως τὸν ἐναποληφθέντα αὐτῷ τόπον ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας. εἴ τι γὰρ 8 ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τοῦδε κόσμου συστάσεως, ἐν φωτὶ διῆγεν ὁμολογουμένως, ὡς ὁ θειότατός φησι Βασίλειος. οὐδὲ γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιαι στρατιαὶ ἐν σκότει διῆγον, ἀλλ' ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ. τὸ τοίνυν ἐγκόσμιον σκότος τῇ τοῦ οὐρανίου σώματος παρυπέστη σκιᾷ. ἀλλ' ἐνταῦθα προσέχειν ἄξιον. οὐδὲ γὰρ προηγεῖται τῆς ἡμέρας ἡ νύξ, ὡς ἔδοξέ τισιν ἀμαθέσι. τὸ γὰρ σκότος ἐκεῖνο τὸ πρὸ τῆς παραγωγῆς τοῦ ὁρατοῦ τοῦδε φωτὸς οὔτε οὐσία τίς ἐστιν (ἐξ ἀντιφράξεως γὰρ ὑφέστηκεν, ὡς προείρηται) οὔτε νὺξ ὠνομάσθη παρὰ τῆς ἁγίας γραφῆς, ὡς ἐντεῦθεν τῆς ἡμέρας τὴν νύκτα προτάττεσθαι. εἰ γὰρ καὶ τοῦ Μωσέως ἤκουσας λέγοντος ὅτι μετὰ τὸ διαχωρίσαι τὸν θεὸν ἀναμέσον τοῦ φωτὸς καὶ ἀναμέσον τοῦ σκότους τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος ἐκάλεσε νύκτα, μὴ θαύμαζε. οὐδὲ γὰρ τὸ σκότος ἐκεῖνο τὸ πρότερον, ὡς Ἰώσηπος ἐν τῇ καθ' αὑτὸν ἀρχαιολογίᾳ φαίνεται λέγειν, ἀλλὰ τὸ μετὰ τὴν συστολὴν τοῦ φωτὸς χώραν αὐτίκα λαβόν, ἐκεῖνο νύκτα ἐκάλεσε. καὶ ἐγένετο» γάρ φησιν ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.» καὶ πείθου τῷ μεγάλῳ Βασιλείῳ λέγοντι ὅτι ἡ πρὸ τῆς γενέσεως τοῦ φωτὸς ἐν τῷ κόσμῳ κατάστασις οὐχὶ νὺξ ἦν ἀλλὰ σκότος. τὸ μέντοι διασταλὲν πρὸς 9 τὴν ἡμέραν, τοῦτο νὺξ ὠνομάσθη, ὅπερ νεωτέρας προσηγορίας μετὰ τὴν ἡμέραν τετύχηκεν. οὐκοῦν ἡ ἡμέρα προηγεῖται τῆς νυκτός. τὸ γὰρ φῶς ἐκεῖνο διακεχυμένον ὂν ἁπανταχοῦ συνεστέλλετο κελεύσει τοῦ παραγαγόντος αὐτὸ θεοῦ, συστελλόμενον δὲ πάροδον ἐδίδου τῇ νυκτί, καθά φησιν Ἰουστῖνος ὁ φιλόσοφος ὁ καὶ μάρτυς Χριστοῦ, καὶ μετ' ἐκεῖνον ὁ μέγας Βασίλειος. ἔνθεν τοι καὶ τὸ μῆκος ἀμφοτέρων ἐπισυνάπτων ὁ Μωσῆς καὶ μίαν ἡμέραν ἀποκαλῶν, οὕτω τὴν ἐκμέτρησιν τῶν χρόνων ποιεῖ, καὶ ἐγένετο» λέγων ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.» ἐπίγνωθι οὖν, ἀγαπητέ, ὡς εἴγε τὸ σκότος ἐκεῖνο προηγεῖτο τῆς ἡμέρας, ἐκεῖθεν ἂν ὁ Μωσῆς καὶ τὴν τῶν ἡμερῶν ἐποιεῖτο ἐκμέτρησιν. ταῦτα μὲν οὖν ἐπιβεβαιοῖ καὶ αὐτὸς ὁ τὴν γλῶτταν χρυσοῦς. ἐν γὰρ τῇ εἰς τὴν ἑξαήμερον τρίτῃ αὐτοῦ ὁμιλίᾳ φησὶν ὅτι εἰπὼν ὁ Μωσῆς καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ ἡμέρα μία» ἔδειξε σαφῶς ὅτι τὸ τέλος τῆς νυκτὸς πλήρωμα τῆς ἡμέρας ἐστίν· ἐπὶ γὰρ τούτῳ καὶ ἀμφοτέρων τὸ μῆκος ἡμέραν μίαν εἰκότως ἐκάλεσεν. οὕτω μὲν οὖν, ὁ μέγας Βασίλειος περὶ τοῦ Μωσέως φησίν, ἵνα τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδῷ τῇ ἡμέρᾳ, πρότερον εἶπε τὸ πέρας τῆς ἡμέρας, εἶτα τῆς νυκτός, ὡς ἐφεπομένης τῆς νυκτὸς τῇ ἡμέρᾳ. ἄφες λοιπὸν τὰ τοῦ 10
Ἰωσήπου· σκότους γὰρ ἐκεῖνος ὡς Ἰουδαῖος ὑπάρχων μεστὸς ἀναβλέψαι πρὸς τὸ φῶς οὐκ ἠθέλησεν. ἔνθεν τοι καὶ τὴν νύκτα τῆς ἡμέρας προέταξε. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία. τίνος ἕνεκεν ἐνταῦθα εἶπεν ἡμέρα μία, καὶ οὐκ εἶπεν ἡμέρα πρώτη; καίτοι γε τοῦτο ἦν ἀκολουθότερον, εἴγε μετὰ ταῦτα ἔμελλε λέγειν καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευτέρα·» τῆς γὰρ δευτέρας καὶ τῆς τρίτης ἐξ ἀνάγκης πρώτη κατάρχει τε καὶ προηγεῖται. εἶπεν οὖν ἡμέρα μία τὸ μέτρον ἡμέρας καὶ νυκτὸς περιορίζων, καὶ συνάπτων τοῦ ἡμερονυκτίου τὸν χρόνον, ὡς τῶν εἰκοσιτεσσάρων ὡρῶν μιᾶς ἐκπληρουσῶν ἡμέρας διάστημα, συνυπακουομένης τῇ ἡμέρᾳ δηλονότι καὶ τῆς νυκτός· καὶ γὰρ ἡ τοῦ οὐρανοῦ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις ἐν μίᾳ ἡμέρᾳ γίνεται. Καὶ περὶ μὲν τῆς οὐσίας τοῦ οὐρανοῦ πλέον οὐ δεῖ πολυπραγμονεῖν, εἴγε καὶ μᾶλλον ὁ προφήτης Ἡσαΐας ὡσεὶ καπνὸν αὐτὸν στερεωθῆναί φησιν ὑπὸ θεοῦ, τὴν φύσιν ἐντεῦθεν αὐτοῦ παριστῶν, ὅτι λεπτὴ λίαν ἐστίν. ὁ δὲ Πλάτων οὐσιωθῆναι λέγει τὸν οὐρανὸν ἐκ τῆς αὐτοειδεστέρας μοίρας 11 τῶν τεσσάρων στοιχείων, κἀν τούτῳ διαφέρειν τῶν λοιπῶν σωμάτων αὐτόν· ταῦτα γὰρ ἐκ τῆς παχυτέρας μερίδος τὴν γένεσιν ἔσχηκεν. ταῦτα δὲ πάντως ὁ Πλάτων ἐδόξαζεν, ἐπειδὴ προϋπάρχειν ᾤετο τὴν ἀσώματον ὕλην, ἀφ' ἧς ἄρα τὰ τέσσαρα στοιχεῖα. ἀλλ' ἐρρέτωσαν, ὡς μέγας φησὶ Μάξιμος, οἱ λέγοντες ὅτι οὐδὲν ἐξ οὐκ ὄντων ἐγένετο· ἡμεῖς γάρ φαμεν, ὥσπερ τῆς μεγαλοσύνης τοῦ πεποιηκότος οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς σοφίας αὐτοῦ καὶ δυνάμεως κατάληψις. ὁ δὲ Ἀριστοτέλης ἑτερούσιον τὸν οὐρανὸν καὶ πέμπτον σῶμα καλεῖ. καλεῖ δὲ αὐτὸν ἑτερούσιον καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα, ὅτι καὶ ἡ κίνησις ἀμφοτέρων ἄλλη καὶ ἄλλη. τὰ μὲν γὰρ ἄνω φέρονται ὡς κοῦφα, τὰ δὲ πάλιν ὡς βαρέα ὄντα κάτω κέκτηται τὴν φοράν· ὁ δὲ οὐρανὸς κυκλικὴν ἔχει τὴν κίνησιν, ἐφ' ᾧ καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα δοξάζει αὐτόν. καὶ οὗτοι μὲν οὕτως. ἡμεῖς δὲ καταβάλλεσθαι ὑπ' ἀλλήλων ἀφέντες αὐτούς, τῷ θεόπτῃ πεισθῶμεν Μωσεῖ λέγοντι ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» κἀντεῦθεν ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐννοώμεθα, ὡσαύτως ἐκ τοῦ μεγέθους αὐτῶν ἀναλογιζώμεθα τὸν ὑπερμεγέθη καὶ ἄπειρον· κατὰ γὰρ τὸν σοφὸν Σολομῶντα ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. καὶ τί χρὴ πολλὰ λέγειν; ἐκ τεσσάρων μὲν 12 οὖν στοιχείων τὰ κτίσματα συνέστησαν, πλὴν οὐκ ἐκ τῆς ἀσωμάτου ὕλης τὰ στοιχεῖα τὸ εἶναι εἰλήφασι κατὰ τοὺς ἔξωθεν, ἀλλ' ἐξ αὐτοῦ τοῦ πάντων δημιουργοῦ καὶ θεοῦ· ἐν τῇ πρώτῃ γὰρ ἡμέρᾳ καθ' ἣν ἐξ οὐκ ὄντων παρήγαγε τὸν οὐρανὸν καὶ τὴν γῆν ὁ θεός, τηνικαῦτα καὶ αὐτὰ συμπαρήγαγε τὰ στοιχεῖα, ὡς ἐντεῦθεν πάντα πρὸς τὸ εἶναι παράγεσθαι. καὶ περὶ μὲν τοῦ οὐρανοῦ τοιαῦτα. Περὶ δὲ τῆς γῆς εἰδέναι ὀφείλεις ὅτι μέσον αὕτη τοῦ παντὸς ἀπῃώρηται. καὶ τοῦτο γνοίης ἂν ἐκ τῆς τῶν ἄστρων κινήσεως. ἰσομεγέθη καὶ γὰρ σύμπαντα φαίνεται ἡμῖν ἀνατέλλοντα καὶ μεσουρανοῦντα καὶ δύνοντα. καὶ τοῦτό ἐστιν ὅπερ ὁ μέγας Βασίλειος ἐν τῇ περὶ φωστήρων ἕκτῃ αὐτοῦ ὁμιλίᾳ φησί, τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτάτω καὶ οὐδεὶς πορρωτάτω, ἀλλ' ἐξ ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει.» πρόσεχε οὖν. εἰ γὰρ παρήλλαξεν ἡ γῆ τὴν μεσότητα, ἐχρῆν ὁποτέρῳ μὲν προσκεχωρήκει τῶν πέριξ μερῶν, ἐκεῖσε τὰ ἄστρα γινόμενα ὁρᾶν μείζονα, ἀφ' ὧν δὲ διέστηκεν αὕτη, ἐν τούτοις ἐλάσσονα ταῦτα ἀθρεῖν. νῦν δὲ ἁπανταχόθεν ἴσα ὁρώμενα δίδωσιν ἡμῖν ἐννοεῖν ὅτι μέσον ἡ γῆ τοῦ παντὸς ἀπῃώρηται. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, εἰ μὴ καθάπερ εἴπομεν, ἀπῃωρημένη αὕτη παρήγετο κατ' ἀρχάς, οὐκ ἂν αἱ κατὰ τόπους κινήσεις 13 αὐτῆς ὑπ' ἀνέμων ἐγίνοντο. αἴτιος μὲν γὰρ τοῦ σεισμοῦ ὁ θεὸς κατὰ τὸν εἰπόντα προφήτην ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,» τὸ δὲ συνεχὲς
τούτου γίνεται καὶ παρὰ τὴν τῶν ὑπογείων ἀνέμων κίνησιν. διὰ γὰρ τοῦτο καὶ ἐπιόντων μεγάλων σεισμῶν ἄνεμοι τῷ τότε οὐκ εἰσίν, ὡς ἐγκλειομένων αὐτῶν ὑποκάτω κατὰ τόπους καὶ μᾶλλον ὑπάντρους. Εἰ δὲ καὶ τί ἐστιν ὁ ἄνεμος ἐπιζητεῖς καὶ πόθεν ἔχει τὴν γένεσιν, εἰδέναι ὀφείλεις ὅτι τινὲς μὲν τὸν ἀέρα φασὶ κινούμενον τὰς τῶν ἀνέμων αὔρας παρέχειν ἡμῖν, ἕτεροι δὲ πάλιν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γεννᾶσθαι τὸν ἄνεμον φάσκουσιν. οἷς δὴ καὶ προσέχειν σε πλέον βούλομαι. ἡ μὲν γὰρ τοῦ ἀέρος κίνησις ἔκλυτος ὑπάρχει καὶ χαλαρά, ἡ δὲ τοῦ ἀνέμου βιαιοτέρα τε καὶ τυραννική. καὶ δῆλον ἐξ αὐτῶν τῶν σεισμῶν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ σεισμὸς εἰ μὴ ὑπόγειος ἄνεμος. τεσσάρων δὲ ὄντων ὡς εἰπεῖν καθολικῶν ἀνέμων, ἀπηλιώτης μὲν καὶ ζέφυρος οὐκ εἰσὶ σφοδρότατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοι, διότι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ, ὅθεν ὁ βορρᾶς καὶ ὁ νότος πνεῖ, μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ μένει ψυχρά, ψυχρὰ δὲ ὄντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων πολλῶν γενομένων διὰ τὴν ψῦξιν, εἶτα τῆς γῆς διαβρόχου 14 γενομένης, πολλὴ καπνώδης ἀναθυμίασις ἀναδίδοται, καὶ διὰ τοῦτο σφοδροὶ ἄνεμοι γίνονται, ὅ τε βορρᾶς καὶ ὁ νότος. ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψῦξιν γενέσθαι πολλήν, καὶ διὰ τοῦτο οὔτε πολὺς ὑετὸς γίνεται οὔτε πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἅτε τῆς γῆς μὴ διαβρεχομένης. ἔνθεν τοι καὶ οὐ σφοδροὶ γίνονται ἄνεμοι. ἀλλὰ καὶ ἐτήσιοι βόρειοι ἄνεμοι γίνονται μεθ' ἡμέρας εἴκοσι τῆς θερινῆς τροπῆς, μετὰ τὴν τοῦ κυνάστρου ἐπιτολήν. τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης αὖραι γίνονται ψυχραὶ βόρειοι. καὶ τούτου χάριν οἱ διαληφθέντες ἄνεμοι τῷ καιρῷ τούτῳ καθ' ἕκαστον ἔτος ἀπάρχονται πνεῖν. καὶ περὶ μὲν τούτων οὕτως· ἄνεμον δὲ παρ' Ὁμήρῳ καλούμενον θύελλαν ὁ Ἀριστοτέλης τυφῶνα καλεῖ, διὰ τὸ παχὺ εἶναι τὸ πνεῦμα καὶ οἱονεὶ τύπτειν τῇ φωνῇ τὸ παρατυχόν. αἰτία δὲ τοῦ τοιούτου ἀνέμου ἀτμὶς παχεῖα ἄνωθεν ἀπὸ τῶν νεφῶν φερομένη, εἴτε κατὰ γῆς εἴτε κατὰ θαλάσσης, ἥτις προσπταίουσά τινι ἀντιτύπῳ σώματι ἀναπάλλεται εἰς τοὐπίσω, ἐπεὶ δὲ τὸ ἀναπαλλόμενον κωλύεται εἰς τοὐπίσω χωρεῖν ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος, ἐπὶ τὰ πλάγια διακλᾶται, εἶτα κἀκεῖσε ἀντιτύπῳ συναντήσασα πάλιν διασκορπίζεται, καὶ γίνεται ἑλιξίτης συστροφὴ τοῦ ἀνέμου, μετεωρίζουσα καὶ ἀπὸ γῆς καὶ ἀπὸ θαλάσσης τὰ παρατυχόντα σώματα. 15 ἔνθεν τοι καὶ σίφωνα τὸν τοιοῦτον ἄνεμον καλοῦσι· κατὰ κύκλον τε γὰρ εἱλεῖται περὶ τὴν γῆν, καὶ πρὸς τὴν οἰκείαν αὖθις ἐπανακάμπτει ἀρχήν, ὅθεν καὶ λίθους ἐφέλκεται καὶ χοῦν ἐπισύρεται καὶ λέμβους ἀνασπᾷ, ἃ δὴ καὶ ἐν ἄλλοις τόποις καταρρηγνύμενα θαῦμα τοῖς θεωμένοις ἐμποιοῦσι καὶ ἔκπληξιν. ὁ δὲ ἐκνεφίας ἄνεμος ὁμοίως σχεδὸν τῷ τυφῶνι· πλὴν ὁ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ νέφους ἐφέλκεσθαι. καὶ οὐδὲ ὑετὸς παύει αὐτόν, εἰ μὴ μόνος ὁ βορρᾶς. καὶ ταῦτα μέν, ἀγαπητέ, κατ' ἐπιτομὴν ἐσχεδίασται διὰ σὲ πολλὰ τῶν τοιούτων ἐφιέμενον. Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ παρήγαγεν ἐκ τῶν ὑδάτων αὐτὸ τὸ στερέωμα, ὥστε διαχωρίζειν ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. ὕδωρ ὁ θεὸς ἐναπέθετο διὰ τὴν τοῦ ἡλίου θερμοτάτην φοράν τε καὶ ἔκκαυσιν· καὶ εἰ μὴ ἔκειτο ὕδωρ ἐπινοτίζον, συνετρίβη ἂν ὑπὸ θέρμης ὡς ἄγγος ὀστράκινον μέσον φλογὸς ἱστάμενον καὶ ὕδωρ μὴ ἔχον. καὶ κάτωθεν διὰ τοῦτο ὕδατα πολλά, ποταμοί τε καὶ λίμναι καὶ θάλασσαι, ὥστε μὴ καταφλεχθῆναι τουτὶ περίγειον τῇ ὑπερβολῇ τοῦ θερμοῦ. ᾔδει γὰρ ὁ θεός, ὥς φησιν ὁ μέγας Βασίλειος, ὅσον ἀφώρισε τῷ κόσμῳ χρόνον εἰς διαμονήν, καὶ πόσην 16 χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. καλῶς οὖν ἔλεγεν ὁ Δαβὶδ ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων·» ἐπειδὴ γὰρ τὰ ὕδατα τὴν γῆν ἐπινοτίζοντα φυλάττουσιν αὐτὴν ὥστε μὴ καταφρυγῆναι τῷ πυρί, ἀληθῶς ἂν εἴη ταῦτα τῇ γῇ θεμέλιον ὀχυρώτατον. ὅτι δὲ
ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὰ ὕδατα καθάπερ τι θεμέλιον ὑπανέχουσι τὴν γῆν, ὁ χρυσορρήμων Ἰωάννης ἐν τῇ βίβλῳ τῶν ἀνδριάντων ἀριδηλότερον ἔδειξε, κατὰ ῥῆμα διεξιὼν οὑτωσί ἡ γῆ, ἐὰν ἐπιλίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάσσης καὶ τῶν ποταμῶν ἐνσπειρομένη νοτίς, καταφρυγεῖσα τελείως ἀπόλλυται.» ἔσται μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρί, ὡς ὁ προφήτης Ἡσαΐας φησὶν ἐν οἷς πρὸς τὸν τῶν ὅλων θεὸν διαλέγεται ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς ποταμούς σου ξηρανῶ.» Παράγει οὖν ἐξ ὑδάτων τὸ στερέωμα ὁ θεός, καλέσας αὐτὸ καταχρηστικῶς οὐρανόν. κυρίως μὲν γὰρ οὐρανὸς ἐκεῖνος ὁ πρῶτος λαβὼν ἐξ οὐκ ὄντων τὴν σύστασιν· κατὰ δεύτερον δὲ λόγον καλεῖ οὐρανὸν ἡ γραφὴ καὶ αὐτὸ τὸ στερέωμα τὸ ἐξ ὑδάτων, ὡς εἴπομεν, γεγονός. ἐπίγνωθι οὖν ἐντεῦθεν ὅτι δύο παρέδωκεν οὐρανοὺς ἡ γραφή. καὶ οἱ μὲν Ἕλληνες ἕνα διισχυρίζονται εἶναι οὐρανόν, ἅτε τῆς Μωσαϊκῆς ἱστορίας παντάπασιν ὄντες ἀμύητοι· ὁ δὲ μέγας Βασίλειός φησιν ὅτι τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ἀπιστεῖν ὡς 17 καὶ τρίτον ἐπιζητεῖν, οὗ τῆς θέας ὁ μακάριος Παῦλος ἠξίωτο. καὶ αὐτὸν γὰρ τὸν ἀέρα καλεῖν εἴωθεν οὐρανὸν ἡ γραφή· τὰ πετεινὰ» γάρ φησι τοῦ οὐρανοῦ,» καὶ δώσει κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ.» αὐτὸ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ εἰκοστῷ αὐτοῦ κεφαλαίῳ παρίστησι, τρεῖς εἶναι λέγων οὐρανούς, αὐτίκα τὸν ἐξ οὐκ ὄντων ἐξ ἀρχῆς παραχθέντα, τὸν ἐξ ὑδάτων τε λαβόντα τὴν σύστασιν καὶ αὐτὸν τὸν ἀέρα. καὶ δηλοῖ τοῦτο ἡ γραφὴ λέγουσα τὰ πετεινὰ τοῦ οὐρανοῦ.» πρόσεχε οὖν. ὁ πρῶτος μὲν γὰρ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς ἡμῖν ὑφηπλωμένος ἀήρ, δεύτερος αὐτὸ τὸ στερέωμα, καὶ τρίτος ὁ ἐξ οὐκ ὄντων κατ' ἀρχὰς γεγονώς, εἰς ὃν δὴ καὶ ὁ πάμμεγας ἡρπάγη Παῦλος. εἰ δὲ καὶ πλείους οὐρανοὺς ὁ Δαβὶδ ὑπεμφαίνει λέγων αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν,» μὴ θαύμαζε· ἡ γὰρ Ἑβραῒς γλῶττα πληθυντικῶς ἐκφέρειν εἴωθε τὰ ἑνικά, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φησίν. οὕτω μὲν οὖν νοήσεις καὶ ἔνθα λέγει τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις·» μία γὰρ ἐκεῖσε διαίρεσις γέγονε, καὶ οὐ πολλαί. καλεῖ δὲ τὸν δεύτερον οὐρανὸν στερέωμα ἡ γραφὴ πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου οὐρανοῦ καὶ αὐτοῦ τοῦ ὕδατος· εἰκὸς γὰρ τὸν ἐκεῖνον λεπτομερέστερον σῶμα τυγχάνειν καὶ εἰλικρινέστερον. 18 καὶ δῆλον ἐξ ὧν ὁ Ἡσαΐας φησὶν ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν.» ὡσαύτως καὶ τὸ ὕδωρ αὐτὸ ἀραιόν τε καὶ μαλακὸν πρὸς αὐτὸ συγκρινόμενον τὸ στερέωμα. Ὁ μὲν οὖν Ἰώσηπος ἐν τῇ κατ' αὐτὸν ἀρχαιολογίᾳ φησὶν ὅτι τὸ στερέωμα παραγαγὼν ὁ θεὸς κρύσταλλον αὐτῷ περιέπηξε, νότιόν τι καὶ ὑετῶδες πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως αὐτὸ τῇ γῇ ἐμηχανήσατο. οὐκ ἔχει δὲ καὶ τὰ τῆς ἀληθείας, ὡς οἶμαι, κατὰ τὸν ἐκείνου σκοπόν. τίνος ἕνεκεν; ὅτι δρόσοι καὶ ὑετοὶ πάχναι τε καὶ χάλαζαι καὶ χιόνες ἐξ ἀναθυμιάσεως λέγονται τῶν περὶ γῆν ὑδάτων συνίστασθαι. καὶ πρόσεχε τῷ μεγάλῳ Βασιλείῳ περὶ τούτων οὕτως ἐν τῇ ἑξαημέρῳ αὐτοῦ διεξιόντι. καλὴ μὲν οὖν ἡ θάλασσά ἐστι, καὶ ὅτι τοῖς ἀερίοις ὕδασιν ἀρχή τίς ἐστι καὶ πηγή, θαλπομένη μὲν τῇ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν· ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπον, εἶτα καταψυχθὲν διὰ τὸ ὑψηλότερον γενέσθαι τῆς ἀπὸ τοῦ ἐδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψῦξιν ἐπιτεινούσης, ὑετὸς γίνεται καὶ πιαίνει τὴν γῆν.» καὶ μάρτυς τῶν λεγομένων ὁ προφήτης Ἀμὼς λέγων κύριος ὁ ποιῶν πάντα καὶ μετασκευάζων, ὁ ἀνάγων τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς.» ὅτι δὲ τὸ λεπτότερόν τε καὶ πο τιμώτερον ἐκ τῆς θαλάττης ἀνάγεται τῇ τοῦ ἡλίου θερμότητι, οὐδεὶς ἂν ἀπιστήσειεν τοὺς ὑποκαιομένους λέβητας ἐννοήσας, οἳ πλήρεις ὄντες ὑγροῦ πολλάκις κενοὶ κατελείφθησαν, εἰς ἀτμὸν πάντως τοῦ ἑψομένου διακριθέντος. ἀλλὰ καὶ αὐτὸ τὸ τῆς θαλάττης ὕδωρ ἴδοι τις ἂν ὑπὸ τῶν ναυτιλλομένων
ἑψόμενον κἀντεῦθεν τὴν χρείαν μετρίως παραμυθούμενον· τηνικαῦτα γὰρ σπόγγοις ὑποδεχόμενοι τοὺς ἀναγομένους ἐκεῖθεν ἀτμοὺς ἴαμα δίψης ἐν ταῖς ἀνάγκαις εὑρίσκουσι. καλῶς οὖν ὁ προφήτης ἔλεγεν ὁ ἀνάγων τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς·» ὁ γὰρ ἀὴρ ταῖς κάτωθεν ἀναθυμιάσεσι καταπυκνούμενος σταγόνας ἀφίησι καὶ καταπιαίνει τὴν γῆν. κατὰ τοῦτο καὶ ὁ ἥλιος ἡνίκα τὰ νότια παρεάσας ἐπὶ τὰ βόρεια μέρη τρέχει καὶ τὸ θέρος ἐργάζεται, ἀναλίσκει τὰ ὕδατα καὶ τὰ ἡμέτερα ξηραίνει σώματα. καὶ μέντοι καὶ τοὺς ποταμοὺς μικροτέρους ἔστιν ἰδεῖν. τούτῳ μέντοι τῷ λόγῳ καὶ τὸν Νεῖλον αὐτὸν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις φασὶ πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν τηνικαῦτα διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. ἡ μέντοι τῶν ἀτμῶν φύσις οὐδὲν ἄλλο ἐστὶν ἢ λελεπτυσμένον ὕδωρ. ἀναγομένων οὖν, ὡς εἴρηται, αὐτῶν τῇ τοῦ ἡλίου ὁλκῇ, κἀντεῦθεν πυκνουμένου τοῦ ἀέρος, ὑετοὶ καταρρήγνυνται χιόνες τε καὶ χάλαζαι, καὶ ὅσα τῆς ὑγρᾶς ὑπάρχει φύσεως ἔγγονα. καὶ περὶ μὲν τούτων οὕτως. Οἶδα δέ, ἀγαπητέ, ὅτι καθ' ἱστορίαν ἐπελθοῦσα ἡ σὴ φιλομάθεια τὰ παρὰ Μωσέως γραφέντα περί τε τοῦ πρώτου οὐρανοῦ περί τε τοῦ δευτέρου, στερεώματος δηλαδή, καὶ περὶ τῶν ἐναπειλημμένων ὑδάτων μέσον τῶν δύο τούτων οὐρανῶν, ἐκλαβέσθαι τὰ τοιαῦτα καὶ κατὰ ἀναγωγὴν ἐπιζητεῖ. ταύτῃ τοι καὶ τὸν Σιναΐτην ἰδοὺ παράγω σοι θεῖον Ἀναστάσιον· ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἀκούσας τοῦ μεγάλου Παύλου λέγοντος ὅτι πάντα εἰς Χριστὸν προτετύπωται, τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τούτου χάριν ἀλληγορικῶς τὰ πλείω τῆς παλαιᾶς ἐξελάβετο. καὶ ἄκουε τί φησι περὶ τῶν οὐρανῶν τέως αὐτῶν. ἡ τοῦ ἀνωτέρου οὐρανοῦ ἀκατάληπτος φύσις ἐμοὶ δοκεῖ τύπον ἐπέχειν τῆς ἀοράτου καὶ ἀκαταλήπτου λόγου θεότητος, τὸ δὲ στερέωμα τὸ κάτωθεν ἀνελθὸν τύπον ἐπέχειν τῆς τοῦ Χριστοῦ ἀνθρωπότητος ἣν ἔλαβε κάτωθεν. τὸ δὲ ὕδωρ τὸ μέσον τῶν δύο ἐμπεριληφθὲν εἰκόνα διαγράφει τῆς ἀχράντου αὐτοῦ ψυχῆς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι. ὅρα γὰρ ὅτι ὁ μὲν ἀνώτερος οὐρανὸς φύσει ἀπ' ἀρχῆς οὐρανὸς ἐκλήθη, καθὰ καὶ ὁ θεὸς 21 λόγος ἀπ' ἀρχῆς θεός ἐστί, τὸ δὲ στερέωμα τὸ κάτωθεν καὶ ὑλικὸν οὐκ ἀπ' ἀρχῆς μετὰ δὲ τὴν πρὸς τὸν ἀνώτερον ἕνωσιν οὐρανὸς ἐκλήθη, ἐπειδὴ καὶ τὸ ἅγιον τοῦ Χριστοῦ σῶμα τῇ θεώσει καὶ τῇ ἑνώσει λέγεται θεός, οὐ μὴν τῇ οἰκείᾳ φύσει·» συμμαρτυρεῖ δὲ τοῦτο ὁ πάμμεγας Παῦλος, καταπέτασμα λέγων τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα, ἥτις κάτωθεν καὶ ἐξ αἱμάτων συνεπάγη, καθὰ δὴ καὶ αὐτὸ τὸ στερέωμα ἐκ τῶν κάτω νοτίδων. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Τῇ δὲ τρίτῃ ἡμέρᾳ τὰ ὕδατα πάντα εἰς τὰς ἑαυτῶν συναγωγὰς συνήχθησαν κατὰ θείαν κέλευσιν, καὶ οὕτως ἐφάνη ἡ ξηρά. τότε δὴ καὶ παντοίοις αὕτη φυτοῖς τε καὶ δένδρεσι παραδόξως ἐκαλλωπίζετο. τῷ γὰρ θείῳ δυναμωθεῖσα βουλήματι, ὡς ὁ Νύσσης φησίν, ἀθρόον ἀπεκύησεν ἅπαντα, οὐ χρόνου δεηθεῖσα πρὸς αὔξησιν τῶν ἐξ αὐτῆς ἀναδιδομένων, ἀλλ' ὁμοῦ τοῖς ἄνθεσι καὶ τοὺς καρποὺς ἐκβλαστήσασα θέαμά τι τερψίθυμον ἦν. εἰ γὰρ ἀηδές τι πρᾶγμα καὶ παρεκτικὸν ὀδύνης ἡ ἄκανθα, ἀλλ' οὐκ ἐξ ἀρχῆς αὐτῆς ἡ γῆ καὶ ταύτην ἀνέδωκεν, ἀλλ' ἡνίκα μετὰ τὴν παράβασιν ἤκουσεν ὁ Ἀδὰμ ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.» ἵνα γὰρ τῷ τερπνῷ τὴν λύπην παρακειμένην ἔχωμεν κἀκ τούτου τὴν ἁμαρ τίαν μνημονεύωμεν, ὡς ὁ μέγας φησὶ Βασίλειος, διὰ τοῦτο προσεφύη τῷ ῥόδῳ ἡ ἄκανθα. πρόσεχε οὖν. εἰ μὴ γὰρ ἤκουσεν ὁ Ἀδὰμ ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,» τάχα ἂν ἡ γῆ καὶ αὖθις φυτὰ παρεῖχέ σοι ἔγκαρπα μὴ δεόμενα χρόνου πρὸς αὔξησιν. τότε μὲν γάρ, πρὸ τῆς παραβάσεως δηλονότι, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ
γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα. καὶ λειμῶνες μὲν γὰρ ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα βρίθοντα τοῖς ληΐοις εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. καὶ ταῦτα μέν, ἡνίκα ἔλεγεν ὁ θεὸς βλαστησάτω ἡ γῆ βοτάνην χόρτου·» ὁπηνίκα δὲ προσετίθει καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος καὶ καθ' ὁμοιότητα, ἐπὶ τῆς γῆς,» τότε δὴ τότε πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο, πάντα δὲ ἀνέτρεχε δένδρα, ἐλάται καὶ κέδροι πεῦκαί τε καὶ κυπάρισσοι, καὶ ὅσα τοιαῦτα, αἵ τε ῥοδωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐκ ὄντα πρότερον, εἰς τὸ εἶναι παρήχθη μετὰ τῆς οἰκείας ἑκάστου ἰδιότητος. Μὴ θαύμαζε δὲ εἴπερ αἱ βοτάναι πᾶσαι οὐκ ἐδώδιμοι. τὰ γὰρ μὴ χρησιμεύοντα τῷ ἀνθρώπῳ χρήσιμά ἐστι τοῖς δι' αὐτὸν γεγενημένοις ζῴοις. εἰ δὲ καὶ δηλητήρια πρόσεισιν αὐ ταῖς, οὐδὲ τοῦτο ξενίζεσθαι χρή. πολλάκις γὰρ καὶ ταῦτα παθῶν ἰατήρια γίνονται· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκακα γίνεται καὶ ὑγείας παρεκτικά. οὕτω μὲν οὖν καὶ ὁ μέγας Βασίλειός φησιν ὅτι τῶν δηλητηρίων οὐδὲν ἀργῶς οὐδὲ ἀχρήστως γεγενημένον ἐστίν, εἰ καὶ τοὺς ἀχαρίστους ἡμᾶς κατὰ τοῦ πεποιηκότος παρασκευάζει φρονεῖν. τὰ μὲν γὰρ αὐτῶν ἢ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων, ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξεύρηται. τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες· λεπτοὺς γὰρ ἔχοντες τοὺς περὶ τὴν καρδίαν πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν πρὶν τὴν ἀπ' αὐτοῦ ψῦξιν τῶν καιρίων καθάψασθαι. ἐλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφή, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων. ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτὲ καὶ ἡμῖν χρήσιμα· διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον οἱ ἰατροὶ καταπάσσουσιν, ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσιν. ἤδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν, καὶ τῷ ἐλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν, ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτο εἰς προσθήκην εὐχαριστίας περιελήλυθεν. 24 Ἐπὶ μέντοι τοῖς προειρημένοις φυτοῖς καὶ τὸ τῆς ζωῆς ὁ Ἰώσηπος καὶ τὸ τῆς φρονήσεως ἔφησεν ἀναδοθῆναι φυτόν, ᾧ διαγιγνώσκειν τί τε τὸ ἀγαθὸν εἴη καὶ τί τὸ κακόν, εἰ καὶ καθ' ἕτερον ἐκλαμβάνει σκοπὸν ὁ τὴν γλῶτταν χρυσοῦς τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, καθὰ δὴ μαθήσῃ μετὰ βραχύ. Περὶ δὲ τῆς ἰδιότητος καὶ διαφορᾶς τῶν δένδρων, τί ἄν τις εἴποι πῶς τινὰ μὲν πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρπός, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς, ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προβολή, ὡς ἐπὶ τῆς καρύας, ὅτι ἐκεῖνα μὲν διὰ τὸ ἀσθενὲς πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοις δ' ἂν πρὸς βλάβην ἐγένετο παχυτέρα ἡ περιβολὴ ἐκ τῆς ἀπ' αὐτῶν σκιᾶς. πῶς κατέσχισται τῆς ἀμπέλου τὸ φύλλον; ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς ἀραιότητος δαψιλῶς ὑποδέχηται. Θαυμαστὰ δὲ δένδρα καὶ οὐ μόνον δι' ἣν ἔχουσι πρὸς τὰ ἑτερογενῆ τῶν καρπῶν διαφοράν, ἀλλὰ καὶ πρὸς αὐτὰ δηλαδὴ τὰ ὁμογενῆ. καὶ γὰρ ἄλλος μὲν χαρακτὴρ τοῦ καρποῦ τῶν ἀρρένων, ἄλλος δὲ τῶν θηλειῶν παρὰ τοῖς φυτουργοῖς διακέκριται. καὶ αὐτοὺς γὰρ τοὺς φοίνικας εἰς ἄρρε νας καὶ θηλείας διιστῶσι· καὶ τὸ παράδοξον, ἔρως φυσικὸς παρ' αὐτοῖς. ὑποκύπτει γὰρ ἡ θήλεια τῷ ἄρρενι ὀργῶσα τρόπον τινὰ καὶ τῆς συμπλοκῆς ἐφιεμένη, καὶ οὕτως οἷον ἐν αἰσθήσει τῆς ἀπολαύσεως γεγονυῖα καὶ ἀνορθοῦται πάλιν τοὺς κλάδους καὶ πρὸς τὸ πρότερον ἀποκαθίσταται σχῆμα. ἀλλ' οἱ τῶν τοιούτων θεραπευταὶ καὶ συκᾶς ἀγρίας ταῖς ἡμέροις παραφυτεύουσιν, ὡς ἐντεῦθεν τὸν καρπὸν αὐτῶν γλυκύτερον γίνεσθαι· εἴ τι καὶ γὰρ
τοῖς ἡμέροις δριμύτερον πρόσεστι, πρὸς τὰς ἀγρίας ἀδήλως ἐκπέμπεται. καὶ τοὺς ὀλύνθους δὲ προσδήσαντες τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. ταῦτα μὲν οὖν ὁ ποιητὴς αὐτῶν οὕτω παραδόξως γίνεσθαι συγκεχώρηκεν, ὡς καὶ ἡμᾶς πολλάκις ἐκ τῶν ἀντικειμένων ἡμῖν εὐτονίαν λαμβάνειν πρὸς αὐτήν γε τῶν ἀρετῶν τὴν ἐπίδειξιν· οὐκ ὀλίγοι γὰρ αὐτῶν ἐννόμως αἱροῦνται ζῆν, κἂν ἐν δόγμασι σφάλλωνται. ἀλλὰ καὶ φοῖνιξ καρπὸν μὲν ἀποφέρων γλυκύν, ἐν ἁλμυροῖς δὲ τόποις ὡς τὰ πολλὰ εὑρισκόμενος, αὐτὸ τοῦτο αἰνίττεται, ὅτι καὶ ἡμεῖς αὐτοὶ δυνάμεθα τὰ κατὰ γνώμην μὴ διαφθείρειν, κἂν ἐν τοῖς ἐναντίοις τισὶ συνδιάγωμεν. Ὅρα δέ, ἀγαπητέ, ὅτι καὶ τὰ εὐώδη πάντα, ὅταν σκόροδα καὶ κρόμμυα τούτοις παραφυτεύηται, εὐωδέστερα γίνεται, διότι πᾶν εἴ τι δριμὺ καὶ δύσοσμον ἐν τού τοις ἐστίν, ἐν τοῖς δριμυτέροις τῶν σπερμάτων φυσικῶς ἀπορρεῖ, καὶ γίνεται τὸ καταλειφθὲν εὐωδέστατον. ἀλλὰ καὶ τὸ πήγανον ὑπὸ τῇ συκῇ φυτευόμενον δριμύτερον ἑαυτοῦ γίνεται· μετατίθεται γὰρ εἰς αὐτὸ τὸ ἐν τῇ συκῇ βαρύοσμον, κἀντεῦθεν βελτίω τὰ σῦκα γίνεται. ἀλλὰ καὶ κρέη τινὰ παρὰ τῇ συκῇ κρεμαννύμενα εὔθρυπτα γίνεται. τὸ γὰρ φυτόν, ὡς εἴρηται, ἡ συκῆ ἁπάντων ἐστὶν ὀπωδέστατον. θερμὸν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησι, καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σὰρκα τοῦ ὄρνιθος. ὅθεν καὶ τῶν ταύρων ὁ χαλεπώτατος συκῇ προσδεθεὶς ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενος. τοῦτο γοῦν τὸ πνεῦμα καὶ τοῖς κρέασι προσπῖπτον διαιρεῖ τὴν σάρκα καὶ περιθρύπτει. διὰ ταῦτα καὶ πρὸ τῆς γλυκείας συκῆς ἕτερα σῦκα λεγόμενα ὄλυνθοι τὴν ἄχρηστον ὑγρότητα τοῦ φυτοῦ ἐν ἑαυτοῖς ἕλκοντα χρηστοτέραν ἀφίησι. διὰ τοῦτό φησι καὶ ἡ γραφὴ ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς,» τουτέστιν, ἡ ψυχὴ διὰ καθάρσεως τὸ ἄχρηστον ἅπαν ὥσπερ ὄλυνθον ἐξήνεγκε καὶ ἀπωχέτευσεν. Ἀλλ' οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον· λόγος γάρ τις ἐστὶ καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγνύμενον. ἀλλὰ καὶ τὰ μὲν τῶν φυτῶν ἀειθαλῆ γέγονε 27 τὰ δὲ γυμνούμενα, καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα τὰ δὲ ἀείφυλλα. καὶ φυλλοβόλα μὲν ἐλαία καὶ πίτυς (λεληθότως γὰρ ὑπαλλάσσει τὰ φύλλα, ὡς μηδὲποτε δοκεῖν τῆς κόμης ἀπογυμνοῦσθαι), ἀείφυλλον δὲ ὁ φοῖνιξ, τὸ αὐτὸ φύλλον ἐκ τῆς πρώτης βλαστήσεως συμπαραμένον ἔχει εἰς τέλος. καὶ περὶ μὲν τούτων οὕτως. Μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴπερ ἡ ἁγία γραφή φησιν εἰς μίαν συναγωγὴν συναχθῆναι τὸ ὕδωρ, ποῦ δὲ εἰς συναγωγάς· καὶ τοῦτο γὰρ κἀκεῖνο γέγονε, καὶ οὐκ ἐναντιοῦται πρὸς ἄλληλα. ὁ μὲν οὖν Θεοδώρητός φησιν ὅτι καλῶς εἶπε καὶ συναγωγὴν καὶ συναγωγὰς ἐπὶ τῶν ὑδάτων· τὰ γὰρ πελάγη κατὰ τὴν ἔξω ἐπιφάνειαν διῃρημένα δοκοῦσιν (ἄλλο γὰρ τὸ Ἰνδικὸν πέλαγος καὶ ἄλλο τὸ Ὑρκανικόν), κάτωθεν δὲ συν-ήρμοσται διά τινων ὑπογείων πόρων. ἔξωθεν δὲ τὸ μέγα πέλαγος ἐπίκειται, τουτέστιν ὁ Ὠκεανός, τὸ καὶ Ἀτλαντικὸν καλούμενον. καλεῖται δὲ οὕτως διὰ τὸ ἐκεῖσε ὄρος τὸν Ἄτλαντα. τοσοῦτον δὲ ὁ Ἄτλας οὗτος ὑψηλός ἐστιν ὡς καὶ κίονα τοῦ οὐρανοῦ παρὰ τοῖς ποιηταῖς λέγεσθαι· οὗ τὴν κεφαλὴν οὐδεὶς ἑώρακε διὰ τὸ χιόνι καλύπτεσθαι. καὶ οὕτω μὲν ὁ διαληφθεὶς Θεοδώρητος, ὁ δὲ μέγας Βασίλειός φησιν ὅτι καλῶς εἶπεν εἰς μίαν συναγωγήν. ἵνα γὰρ μὴ τὸ ἐπιρρέον ὕδωρ τῶν δεχομένων αὐτὸ χωρίων ὑπερχεόμενον μετεκβαίνοι 28 ἄν, καὶ ἄλλα ἐξ ἄλλων πληροῦν πᾶσαν κατὰ τὸ συνεχὲς ἐπικλύσῃ τὴν ἤπειρον, συναχθήτω τὰ ὕδατα» εἶπεν εἰς συναγωγὴν μίαν,» τουτέστιν ἄλλη ἀπὸ ταύτης μὴ ἀπογευηθήτω, ἀλλ' ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον. κατὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν ὅτι πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη, ἐπειδὴ καὶ τὸ ῥεῖν τοῖς ὕδασι διὰ τὸ θεῖον πρόσταγμα·
συναχθήτω» γάρ φησι τὰ ὕδατα.» καὶ τὸ εἴσω δὲ τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν ἀπὸ τῆς πρώτης νομοθεσίας ἐστί. πρόσεχε, ἀγαπητέ. συνήχθη τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὤφθη ἡ ξηρά.» ἐπειδὴ γὰρ ἀόρατος ἦν ἠ γῆ καὶ ἀκατασκεύαστος ἅτε τοῦ ὕδατος ἐπιπολάζοντος αὐτῇ, διὰ τοῦτο τὸ ὕδωρ συνήχθη εἰς τὰς συναγωγὰς αὐτοῦ, καὶ οὕτως ὁρατὴ γέγονεν ἡ ἀόρατος οὖσα τὸ πρότερον. τότε δὴ τότε καὶ φυτοῖς παντοίοις ἐκαλλωπίζετο θείῳ προστάγματι, ὡς ἄνωθεν εἴρηται. Εἰ δὲ καὶ τίνος ἕνεκεν ἐπιζητεῖς οὕτω κατὰ μέρος ἡ γῆ τὸν οἰκεῖον ἐδέχετο κόσμον καὶ οὐκ ἐξ ἀρχῆς αὐτῆς ἀπηρτισμένη παρήγετο, ἐγώ σοι ἐρῶ, μᾶλλον δὲ οὐκ ἐγὼ ἀλλ' ὁ τὴν γλῶτταν χρυσοῦς. ἐπειδὴ γὰρ ἡ γῆ μήτηρ ἡμῶν ἐστὶ καὶ τροφός, ἐπειδὴ πάντες ἐξ αὐτῆς γεγένηνται καὶ εἰς αὐτὴν 29 αὖθις ἐπιστρέφουσιν, ἐπειδὴ πᾶσαν ἀπολαύειν ἡμῖν αὕτη χαρίζεται, ἵνα μὴ τὸ πᾶν αὐτῇ λογισθῇ κἀντεῦθεν σέβας αὐτῇ προσαχθῇ, δυνάμει δῆθεν οἰκείᾳ τοσούτων ἀγαθῶν ἡμῖν αἰτίᾳ γεγενημένῃ, διὰ τοῦτο πρῶτα μὲν ἐπικαλύπτει ταύτην τῷ ὕδατι καὶ ἀκατάσκευον ποιεῖ, μετὰ δὲ ταῦτα τὸ ὕδωρ εἰς μίαν ἐπισυνάγει συναγωγήν, καὶ οὕτως ὀφθῆναι παρασκευάζει αὐτήν. Ἀλλὰ καὶ τοῦτο ζητῆσαι ἄξιον, ποῦ συνήχθη τὸ ὕδωρ, ὡς ἐντεῦθεν ὀφθῆναι τὴν ξηράν, εἴγε τὸ πρόσωπον ἅπαν τῆς γῆς, ὥς φησιν ἡ γραφή, τοῖς ὕδασιν ἐκαλύπτετο. Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ ὁ μέγας τε Βασίλειός φασιν ὅτι κοιλότητες ἐγένοντο τηνικαῦτα κατὰ θείαν κέλευσιν (καὶ τοῦ λόγου μάρτυρες ἀπαράτρεπτοι αἱ κατὰ τόπους εὑρισκόμεναι νῆσοι), καὶ οὕτως αὗται τὸ ὕδωρ ὑποχαλασθὲν ἐδέξαντο. εἰ μὴ γὰρ συνήχθη τὸ ὕδωρ ἐν ταῖς τοιαύταις κοιλότησιν, οὐκ ἂν ἀποκαλυφθῆναι ἔφθασεν ἡ ξηρά. ἀλλά, κηδεμονίας θεοῦ, καὶ νήσους γὰρ ταῖς κοιλότησι προσεῖναι παρεσκεύασε. τίνος ἕνεκεν; ὥστε τοὺς ναυτιλλομένους ἐκεῖσε διαναπαύεσθαι, ἡνίκα καὶ μᾶλλον ὁδοιπορίαις μακραῖς ἑαυτοὺς ἐκδιδόασι. Μὴ θαύμαζε δὲ εἴγε ποτίμων ὄντων τῶν εἰς τὴν θάλασσαν εἰσρεόντων ὑδάτων ἁλμυρὰ μόνη αὕτη καὶ ἄποτος δεί κνυται. διὰ γὰρ τὴν καπνώδη ἀναθυμίασιν παρακειμένην αὐτῇ καὶ οἱονεὶ παρακαίουσάν τε καὶ παραφρύγουσαν, καὶ τὴν ἁλμυρὰν αὐτῇ ἐμποιοῦσαν ποιότητα, ὥσπερ τι περίττωμα τὸ ἁλμυρὸν ὕδωρ ὑφίσταται. ἔδει μὲν οὖν καὶ τὸ τῶν ποταμῶν ὕδωρ ἐξατμιζόμενον καὶ παραφλεγόμενον ἁλμυρὸν δείκνυσθαι· ἀλλ' ἡ διηνεκὴς κίνησις τοῦτο οὐ συγχωρεῖ. ἐκείνη δὲ ἐν τόπῳ κοίλῳ περιλιμνάζουσα καὶ ἐφ' ἑαυτῆς ἑστῶσα ἑτοιμοπαθής ἐστι τοῖς αἰτίοις τῆς ἁλμυρότητος. τοῦτον μέντοι τὸν λόγον ἐπιβεβαιοῖ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης λέγων ὁ μὲν οὖν Ὠκεανὸς πότιμος ὢν καὶ γλυκύτατος ἐπιχορηγεῖ τὸ ὕδωρ τῇ θαλάσσῃ· χρονίζων δὲ ὅμως καὶ ἑστὼς ἀκίνητος πικρὸς γίνεται, τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμωμένου καίπερ ἐκ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίστανται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου τοῦ ὕδατος.» οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης ἐν τῇ ἐξαημέρῳ αὐτοῦ διέξεισι λέγων ἡ δὲ θάλασσα γλυκεῖα ἦν κατ' ἀρχὰς καὶ νᾶμα πότιμον ἔχουσα· ὕστερον δὲ τῷ χρόνῳ καὶ τοῖς στοιχείοις τὴν ἀλλοίωσιν ταύτην ἐδέξατο.» ὁ γὰρ ἥλιος, ὡς εἴρηται, τῇ οἰκείᾳ θερμότητι ἐξατμίζων τὴν θάλασσαν, καὶ τὸ γλυκύτερον ἕλκων καὶ κουφίζων πρὸς τὸν ἀέρα, κάτω τὸ ἁλμυρώτερον ἐᾷ καὶ βαρύτερον. ὅτι δὲ παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ τῶν ποταμίων ὑδά των, αὐτὸ τὸ πρᾶγμα παρίστησιν· ἐν μὲν γὰρ τοῖς ποταμοῖς οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ τῇ θαλάσσῃ ἐλαφρῶς ταῦτα βαστάζονται διὰ τὴν ὑποκειμένην παχύτητα. Πρὸς τούτοις δὲ καὶ τοῦτο δέον εἰδέναι σε, ὅτι πάντα τὰ ὕδατα τά τε πηγιμαῖα καὶ φρεατιαῖα ἐκ τῆς θαλάττης ἔχουσι τὰς ἀρχάς. ἡ γὰρ γειτονοῦσα τῇ θαλάσσῃ γῆ διάτρητός ἐστι καὶ ὑπόνομος, ὥσπερ τινὰς φλέβας ἔχουσα, δι' ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀναδίδωσι. πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ ἄνεισι. κατὰ τοῦτο καὶ ὕδατα
ὀξώδη ἢ ἐλαιώδη, τεφρώδη, καὶ ὅσα τοιαῦτα· τὰ πάντα γὰρ τῆς ποιότητος ἐκεῖθεν μετέχουσιν ἀφ' ἧς γῆς διέρχονταί τε καὶ ἀνέρχονται. οὕτω μὲν οὖν καὶ τὰ θερμὰ ὕδατα διὰ πυρώδους γῆς διερχόμενα, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἢ στενοχωρούμενα καὶ βίᾳ ῥηγνύμενα, τὴν ζέσιν ἐκεῖθεν ἐφέλκονται. αἱ μέντοι μεγάλαι πηγαὶ διὰ τοῦτο καὶ μᾶλλον ἐν ὄρεσι γίνονται, ὅτι μέχρι καὶ αὐτῆς τῆς τοῦ ὄρους γίνεται κορυφῆς ἡ ἀπὸ τοῦ βάθους ὁλκὴ καὶ ἀναθυμίασις, καὶ μᾶλλον εἰ σομφῶδες τύχῃ τὸ ὄρος εἶναι καὶ πρὸς τὴν ὁλκὴν ἐπιτήδειον. εἶτα καταρρέον ἔνθεν κἀκεῖθεν τὸ ὕδωρ, καὶ ἔν τινι τόπῳ συρρεῦσαν, τὴν γῆν ἐκεῖσε ῥήγνυσι καὶ οὕτω μετὰ βίας ἐξέρχεται. ἀένναος δὲ ἡ πηγή, ὅτι καὶ διηνεκὴς ἡ ἀπὸ τοῦ βάθους παρὰ τοῦ ἡλίου ὁλκή. 32 καὶ μαρτυροῦσι τῷ λόγῳ τὰ μέγιστα τῶν ὀρῶν, ὅ τε Καύκασος, ὁ Παρνασσός, ἡ Πυρήνη, καὶ ὅσα τοιαῦτα· μέγιστοι γὰρ ἐκεῖθεν ῥέουσι ποταμοὶ τὰς ἀρχὰς ἔχοντες ἀπὸ τῶν μεγάλων πηγῶν. καὶ τί χρὴ πολλὰ λέγειν; πάσης ποταμῶν ῥύσεως καὶ ἀμπώτιδος, καὶ τῶν ὅσα φυσικὰς ἔχει τὰς κινήσεις καὶ τὰς ἀρχάς, πάντων αἴτιος ὁ ἥλιός ἐστι, παρὰ θεοῦ τὴν παντοδαπῆ ταύτην λαβὼν ἐνέργειαν. ὅρα γὰρ ὅτι φυσικῇ δυνάμει καὶ περιουσίᾳ θερμότητος ἑλκτικός ἐστι τῆς ἐν τῷ βάθει ὑγρότητος. ὅθεν ἔαρος καὶ θέρους πλησιάζων ἡμῖν ἀνέλκει τὴν ἐν τοῖς δένδροις ἰκμάδα καὶ ἔγκαρπα ταῦτα ποιεῖ. αὐτοῦ τὸ θέρος, αὐτοῦ τὸ μετόπωρον ὅ τε χειμὼν καὶ τὰ λοιπά. Ὁ μέντοι Νεῖλος, ἀγαπητέ, κατὰ τὴν θερινὴν ὥραν αὔξεται· παντὸς γὰρ νέφους ὑπ' ἀνέμων ἐλαυνομένου μέχρι τῆς κεκαυμένης ζώνης, κἀντεῦθεν ὑετοῦ λάβρου ῥηγνυμένου, ὀργᾶται Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται· τῆς γὰρ οἰκείας ὄχθης ἐξέρχεται καὶ καταθαλαττίζει τὴν Αἴγυπτον. καὶ γλυκὺς μὲν ὁ Νεῖλος (ἐξ ὄμβρων γάρ), χλιαρὸς δὲ ὡς ἐκ θερμότητος ἀρξάμενος. κατὰ τοῦτο καὶ αὔρας οὐκ ἀναδίδωσιν, ὡς οἱ λοιποὶ ποταμοί· τῶν γὰρ νεφῶν ἐλαυνομένων, ὡς εἴρηται, ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἡ ἐμπεριεχομένη τούτοις ἀτμὶς ὑπὸ τοῦ κατὰ τόπους πυρώδους ἅπασα ἐξικμάζεται, καὶ τούτου χάριν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδω σιν. εἰ δέ, καθάπερ τινὲς ᾠήθησαν, ἀπὸ χιόνος τηκομένης αὐξόμενος ἦν, αὖραι ἂν ἐκεῖθεν δαψιλεῖς ἀνεπέμποντο. τὸ μέντοι κατὰ τὸν Νεῖλον, ἀγαπητέ, θαῦμα, καθά φησιν ὁ θεῖος Ἀναστάσιος, πρὸς πίστωσιν τῆς ἀρχαίας κοσμοποιίας γίνεσθαι συνεχώρησεν ὁ θεός· τίς καὶ γὰρ ὁρῶν τὸν Νεῖλον καταθαλαττίζοντα τὴν Αἴγυπτον καὶ αὖθις ἀποκαθιστάμενον, οὐκ ἂν καὶ τῆς ἡμέρας ἐκείνης πίστιν λάβῃ καθ' ἣν εἰς μίαν συναγωγὴν τοῦ ὕδατος ἐπισυναχθέντος ἐφάνη ἡ ξηρά. Ἀλλὰ καὶ ἐν τοῖς πλησιοχώροις αὐτοῖς τῆς ἐν Πενταπόλει τῇ βαρβαρικῇ ἀδύτοις ὕδασιν ἡ τῶν λίθων φύσις ἀνωφερὴς ἐπιφερομένη αὐτοὺς ἐκεῖθεν ἐλέγχει τοὺς μὴ πιστεύοντας ὅτι ἐπὶ τῶν ὑδάτων ὑπὲρ φύσιν ὁ θεὸς τὴν βαρεῖαν ταύτην γῆν ἀπῃώρησεν. ἀλλὰ καὶ ἐν τοῖς λεγομένοις Λυκίοις ὄρεσι τὸ ὕδωρ καὶ τὸ πῦρ ὁμοῦ συνιόντα τὴν ἀδιαίρετον ἐπὶ Χριστοῦ τῶν δύο φύσεων ἕνωσιν, τῆς θεότητός φημι καὶ ἀνθρωπότητος, ἡμᾶς ἐκδιδάσκουσιν. ἀλλὰ πῶς ἐπὶ τούτοις τὸν ποιητὴν εἰκότως ἄν τις ὑμνήσειεν; ἐπειδὴ γὰρ πολυειδῆ τυγχάνει τὰ ἐμπίπτοντα ἡμῖν νοσήματα, πολυειδῆ καὶ τὰ ἐκ τῆς γῆς ἀναδιδόμενα θερμὰ ὕδατα. τὰ μὲν γὰρ αὐτῶν χαυνοῖ τὰ τεταμένα τῶν νεύρων, τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα· καὶ τὰ μὲν φλέγματι πολέμια, τὰ δὲ μελαίνῃ χολῇ· καὶ 34 ἄλλα πάλιν ἄλλην χρείαν παρέχουσι τῇ κελεύσει τοῦ παραγαγόντος αὐτά, κἂν ἡμεῖς ἀχάριστοι περὶ τὸν εὐεργέτην φαινώμεθα. Καὶ ὅπως μέν, ἀγαπητέ, καὶ ποίῳ τρόπῳ θερμὰ κάτωθεν ἀνέρχονται ὕδατα, εἴρηται ἄνωθεν, ἀναγκαῖον δὲ συμπαρειλῆφθαι τῷ λόγῳ ὅπερ Πατρίκιός τις ἐπίσκοπος Προύσης εὕρηται λέγων περὶ τῶν θερμῶν ὑδάτων· πῦρ γὰρ καὶ ὕδωρ ἐν τῷ οὐρανῷ εἶναι λέγει, ὡσαύτως καὶ ὑποκάτω τῆς γῆς πῦρ καὶ ὕδωρ, ἀφ' ὧν ὥσπερ σίφωνες ἀναπέμπονται πρὸς ἡμετέραν ζωὴν αἱ πηγαί. ὁ μέντοι Δαμασκηνὸς Ἰωάννης περὶ τοῦ Ὠκεανοῦ φησὶν
10
ὅτι τὴν γῆν ἅπασαν οἷά τις κυκλοῖ ποταμός· περὶ οὗ εἰρηκέναι μοι δοκεῖ ἡ γραφὴ ὅτι ποταμὸς ἐκπορεύεται ἐκ τοῦ Παραδείσου, πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων. οὗτος εἰς τέσσαρας ἀρχάς, τουτέστιν εἰς τέσσαρας ποταμούς, διαιρεῖται. εἰ δὲ καὶ τὴν αἰτίαν ἐπιζητεῖς δι' ἣν τὰ προσγενόμενα ἡμῖν ὀμβριμαῖα ὕδατα κατὰ τοσοῦτον σήπεται, καὶ ταῦτα τοῦ ἡλίου διηθοῦντος τὸ λεπτότατον καὶ ἀνάγοντος, ἰδοὺ καὶ ταύτην σοι προστίθεμεν. πολυμιγεστάτη τῶν ὑδάτων τούτων ἡ φύσις ἐστίν· ἐκ πάντων γὰρ τῶν ὑγρῶν ἀνάγει ὁ ἥλιος. ἡ τοίνυν ἀνωμαλία εὐκίνητος, 35 καὶ πρός τινα φθορὰν θᾶττον ὁρᾷ. ἔτι γε μην τὸ βαρύτατον τοῦ ἀναχθέντος αὖθις κατάγεται, ἐπεὶ τὸ βαρὺ πρὸς τὸ κάταντες εἴωθε φέρεσθαι· τὸ δὲ λεπτότατον τῆς ἀναθυμιάσεως πνεύματος φύσις ἐγένετο. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ τοὺς φωστῆρας ποιήσας ἐν αὐτῷ τῷ στερεώματι ἔθετο. φωστῆρας δὲ ἀκούων μηδὲν ἑτερον ἢ φωτοδόχα τούτους ἀγγεῖα εἶναι νόμιζε. τὸ γὰρ φῶς ἐκεῖνο τὸ κατά γε τὴν πρώτην ἡμέραν παραχθὲν λαβὼν ὁ θεός, καὶ διανείμας αὐτὸ τοῖς φωστῆρσι πᾶσιν, εἰ καὶ τῷ χρυσορρήμονι Ἰωάννῃ τὰ περὶ τούτων οὐχ οὕτω δοκεῖ, καθάπερ λύχνοις ἐνέθηκεν ὥστε φαίνειν ἐπὶ τῆς γῆς. ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἐν τῷ εἰς τὴν ἑξαήμερον πέμπτῳ λόγῳ αὐτοῦ τοιαῖσδε περὶ τούτου κέχρηται συλλαβαῖς εἶδες σοφίαν τοῦ δημιουργοῦ. εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον τοῦτο τὸ θαυμαστόν, ὁ ἥλιος λέγω. τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καὶ φησὶν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέρας γεγενῆσθαι· οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται. διὰ τοῦτο καὶ τῇ τετάρτῃ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴ νομίσῃς τοῦτον συνιστᾶν τὴν ἡμέραν. ἐγένοντο μὲν γὰρ τρεῖς ἡμέραι, αἱ πρὸ τῆς τούτου δημιουργίας, ἐβουλήθη δὲ ὁ δεσπότης καὶ διὰ τούτου φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι.» πρόσεχε, ἀγαπητέ. δοκεῖ γὰρ ἐνταῦθα ὁ θειότατος Ἰωάννης 36 ἄλλο λέγειν εἶναι φῶς τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν καὶ ἕτερον τὸ κατὰ τὴν τετάρτην, πολλῷ τοῦ προτέρου λαμπρότερον. ἀλλ' ὁ μέγας Βασίλειος ἐν τῷ περὶ φωστήρων ἕκτῳ λόγῳ αὐτοῦ, ἵνα μὴ λέγω τοὺς ἄλλους ὁσίους πατέρας, σαφέστερον τὸν περὶ τούτου λόγον ποιεῖ, καί φησιν εἰ καὶ προελήφθη τοῦ φωτὸς ἡ γένεσις, πῶς ὁ ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; τότε μὲν οὖν αὐτὴ τοῦ φωτὸς ἡ φύσις παρήχθη, νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. ὡς γὰρ ἄλλο τὸ πῦρ καὶ ἄλλο ὁ λύχνος, τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παρεμφαίνειν τοῖς δεομένοις πεποιημένον, οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν.» ἀλλὰ καὶ παρακατιὼν οὕτω κατὰ ῥῆμα διέξεισι. καὶ ἔστω ὁ ἥλιος εἰς ἐξουσίαν τῆς ἡμέρας. πῶς οὖν ἔχει,» φησίν, τὴν ἐξουσίαν τῆς ἡμέρας ὁ ἥλιος; ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν ποτε τὸν ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος, ὥστε οὐκ ἄν τις ἁμάρτῃ ἡμέραν ὁρισάμενος εἶναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισμένον ἀέρα.» σαφῶς μὲν οὖν ἐνταῦθα ὁ μέγας ἔδειξεν ὅτι φωτοδόχα μόνον ἀγγεῖα, μὴ μέντοι γε δὴ καὶ φῶς κατὰ τὴν τετάρτην ἡμέραν. παρήχθησαν δὲ πάντως ἐπὶ τὸ δέξασθαι τὸ φῶς ἐκεῖνο τὸ πρῶτον 37 καὶ φαίνειν ἐπὶ τῆς γῆς. τοῦτο δὲ πεποίηκεν ὁ θεός, ἵνα καταμερισθέν, ὥς φησι Θεοδώρητος, εἰς δέ γε καὶ τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας τὸ πρωτόγονον ἐκεῖνο φῶς αἴγλην ἐκπέμπῃ ταῖς τῶν ζώων ὄψεσι σύμμετρον. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὀφθαλμοὺς ἔχοντα τὰ ζῶα τὴν ὑπερβολὴν τοῦ φωτὸς ἤνεγκεν. ἐπιβεβαιοῖ ταῦτα καὶ ὁ μέγας Βασίλειος λέγων καλὸς μὲν ὁ ἥλιος, τουτέστιν ὁ δίσκος ὁ ἡλιακός, ἐν ᾧ ὥσπερ λύχνῳ τινὶ τὸ πρωτόγονον ἐκεῖνο ἐναπετέθη φῶς, καλὸς δὲ καὶ διὰ τὴν συμμετρίαν αὐτοῦ· οὔτε γὰρ διὰ τὴν ἐκείνου λεπτότητα τὸ πῦρ παρεξέρχεται καὶ καταφλέγει πάντα, οὔτε διὰ τὴν αὐτοῦ παχύτητα πρὸς ἡμᾶς ἀμβλυτέραν τὴν αὐτοῦ παραπέμπει ἐνέργειαν.» Πρὸ
11
μέντοι τῆς τετάρτης ἡμέρας, ἤγουν πρὸ τοῦ δημιουργηθῆναι τοὺς δίσκους, καθά φησιν Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ καὶ ὁ λοιπὸς τῶν πατέρων κατάλογος, ὅλον διόλου τῷ ἀέρι περικεχυμένον οὔτε κίνησιν ὁμαλὴν διέτρεχεν οὔτε τῆς ἡμέρας τὰ μέτρα διώριζεν, ἀλλὰ συστελλόμενον πάροδον ἐδίδου τῇ νυκτί. καὶ ἐγένετο» γάρ φησιν ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.» τῷ δίσκῳ δὲ τῷ ἡλιακῷ συναιρεθὲν ὕστερον ἀμέμπτως τὸν δρόμον τῆς ἡμέρας ὡρῶν διὰ τοῦ σώματος ἐπιτελεῖ, κἀντεῦθεν ἀνατέλλων ὁ ἥλιος ἡμέραν ποιεῖ, δύνων δὲ ὑπὸ γῆν νυκτὸς αἴτιος γίνεται. ἡ γὰρ νὺξ αὕτη οὐδὲν 38 ἄλλο ἐστὶν ἢ σκίασμα γῆς τοῦ ἡλίου τὴν γῆν ὑποτρέχοντος. ὠνομάσθη δὲ νὺξ τοῦτο τὸ σκότος, ἐπειδὴ καθεύδοντα νύττει τὸν ἄνθρωπον καὶ οὕτω λέγει μονονουχὶ πρὸς αὐτόν μάθε, ὦ ἄνθρωπε, ὅτι θνητὸς ὢν ὕπνῳ δουλεύεις.» ὅτι δὲ κατανυγή ἐστιν ἡ νύξ, καὶ ὁ προφήτης ἐδήλωσε Δαβὶδ οὕτως εἰπὼν ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.» κατὰ ταῦτα δὲ καὶ τὸ φῶς ἡδύ τι καὶ ἱλαρὸν ὂν ἡμέραν ἐκάλεσεν, διὰ τὸ ἡμεροῦν τὰ πάντα, ὡσπεροῦν καὶ τὰ χειροήθη τῶν ζώων ἥμερα διὰ τοῦτο καλοῦνται. Οὕτω μὲν οὖν ἀνατέλλοντος τοῦ ἡλίου καὶ δύνοντος τὸ φῶς ἐξ ἀνάγκης καὶ τὸ σκότος παρέπεται, ἐναντία μὲν ἀλλήλοις, ἀναγκαῖα δὲ τοῖς ἀνθρώποις ἀμφότερα· τὸ μὲν γὰρ πρὸς ἐργασίαν συντελεῖ τοῖς ἀνθρώποις καὶ ὑποδείκνυσι τὰ ὁρώμενα, τὸ δὲ διαναπαύει αὐτοὺς καὶ τὸν ἐκ τῆς ἐργασίας διαλύει πόνον. ἡ μέντοι νὺξ καὶ κατὰ τοῦτο χρήσιμος τοῖς ἀνθρώποις εὑρίσκεται· μέση γὰρ καὶ αὕτη κειμένη τῶν ἡμερῶν μετρεῖσθαι τὸν χρόνον ποιεῖ. εἰ γὰρ ἀδιάδοχον ἐμεμενήκει τὸ φῶς, οὐκ ἂν ἐνιαυτῶν ἐμεμαθήκειμεν κύκλους, μία δὲ ἔδοξεν ἂν ἡμέρα πάντως εἶναι τοῦ παρόντος αἰῶνος τὸ μέτρον. ὅπερ ἕξειν τὸν προσδοκώμενον αἰῶνα πιστεύομεν· 39 τοῖς γὰρ ἀθανάτοις ἰσουμένοις καὶ ἀδιαδόχοις τοιοῦτος καὶ ὁ αἰὼν ἁρμόττει. ἐπὶ δὲ τοῦ παρόντος καὶ μάλιστα ἔδει τὰ μέτρα τοῦ χρόνου γινώσκειν, ἵνα παραθέοντα τοῦτον ὁρῶντες ἡμεῖς αὐτῶν ἡμῶν ἐπιμελώμεθα καὶ πρὸς ἀποδημίαν ἑτοιμαζώμεθα· ὅθεν καὶ μεσολαβεῖν τὴν νύκτα πανσόφως ὁ θεὸς διετάξατο. Καὶ οὕτω μὲν οἱ ὑποφῆται τοῦ πνεύματος περὶ τῆς ἐξ ἀρχῆς τῶν ἀστέρων παραγωγῆς καὶ συστάσεως καὶ φρονοῦσι καὶ λέγουσιν· οἱ δὲ ἐπὶ κενοῖς ἀεὶ ματαιάζοντες, οἱ σοφοὶ μὲν εἶναι φάσκοντες, μωρανθέντες δὲ κατὰ Παῦλον εἰπεῖν, μυρίαις ἐπὶ τούτοις δόξαις ἑαυτοὺς ἐκδεδώκασιν. αὐτίκα γὰρ ὁ Ἀναξαγόρας τοιάδε περὶ τῆς τῶν ἀστέρων ἐκενολόγησε φύσεως· ἀπὸ γὰρ τῆς τοῦ παντὸς περιδινήσεως πέτρας εἶπεν ἀνασπασθῆναι, καὶ τούτους ἐκπυρωθέντας καὶ ἄνω παγέντας ἀστέρας ὀνομασθῆναι. τὰ αὐτὰ δὲ καὶ Δημοκρίτῳ περὶ τούτου δοκεῖ. ὁ δὲ Διογένης κισσηροειδεῖς ἔφησε τούτους εἶναι, διαπνοάς τινας ἔχοντας. ἀλλὰ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινὰς ἐξ αὐτῶν ἀπομάχεται, καὶ σβεννυμένους ἐλέγχεσθαι ὅτι λίθων ἔχουσι φύσιν. καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ. ὁ δὲ Ἀναξίμανδρος συστήματά τινα τοῦ ἀέρος πυρὸς ἔμπλεα, τροχοειδῶς πεπιλημένα, ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας. ὁ δέ γε 40 Ξενοφάνης τὸν ἥλιον καὶ τὴν σελήνην πεπυρωμένα νέφη ἔφησεν εἶναι, ἄλλοι δὲ μύδρον ἢ πέτρον διάπυρον ἔλεγον εἶναι. Φιλόλαος δὲ ὑλοειδῆ τοῦτον ἐφιλοσόφει, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς. καὶ ταῦτα μὲν οἱ σοφοὶ τὰ μάταια περὶ τῆς τῶν ἀστέρων ἐφρόνησαν φύσεως· τὸν γὰρ ποιητὴν αὐτῶν ἠγνοηκότες θεὸν αἰτίαν ἔμφρονα τῆς τῶν ὅλων γενέσεως προεστάναι οὐ συνεχώρησαν. ἔνθεν τοι καὶ ἀποκλαιόμενος αὐτοὺς ὁ μέγας Βασίλειος κατακριθῆναι λέγει καὶ πλέον τῶν ἄλλων ἐν ἡμέρᾳ τῆς κρίσεως, ὅτι οὕτως ὀξὺ πρὸς τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σύνθεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ὅσα δὲ καὶ περὶ μεγέθους ἐφιλοσόφησαν τοῦ τε ἡλίου καὶ τῆς σελήνης, τί χρὴ καὶ λέγειν; Ἀναξίμανδρος μὲν γὰρ καὶ Ἀναξιμένης
12
ἑπτακαιεικοσιπλασίονα τῆς γῆς τὸν ἥλιον ἔφησαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα. καὶ ἕτεροι πάλιν ποδιαῖον τὸν τοιοῦτον ἐφρόνησαν ἥλιον. τὰ αὐτὰ δὲ καὶ περὶ σελήνης διεξιόντες εὑρίσκονται. οἱ μὲν γὰρ μείζονα τῆς γῆς, οἱ δὲ πάλιν ἰσόμετρον, ἄλλοι δὲ ἐλάσσονα· καὶ ἕτεροι σπιθαμιαῖαν εἶναι τὴν σελήνην διισχυρίζονται, καὶ οὐκ αἰσχύνονται τῆς μὲν θαλάττης τὸ βάθος ἀγνοοῦντες, ἔνθα καὶ ὁρμιὰν καθεῖναι δύνανται, τὸ δὲ ἀπὸ γῆς ἄχρι σε λήνης κἀκεῖθεν ἄχρις ἡλίου διάστημα εἰδέναι φιλοτιμούμενοι. Καὶ οἱ μὲν διαληφθέντες ἄνωθεν ἄνδρες περὶ παραγωγῆς ὁμοῦ καὶ μεγέθους τῶν δύο φωστήρων οὑτωσὶ διειλήφασιν· ὁ δὲ τὰ θεῖα σοφὸς καὶ μέγας Βασίλειος εἰς ἀπόδειξιν τοῦ μεγέθους αὐτῶν καὶ τάδε προστίθησιν. ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ διαλῦσαι τῆς νυκτὸς τὴν κατήφειαν. μόνος δὲ ὁ ἥλιος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προσδοκώμενος, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξέ τε καὶ διέχεεν, ὅθεν καὶ ἄνεμοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιρρέουσι. τοσαύτην δὲ οὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύκλου κατέπεμπε τὴν αὐγήν; Οὕτω μὲν οὖν καὶ ἐπὶ τῆς σελήνης ἔστιν ἰδεῖν. μέγα γὰρ καὶ τὸ σῶμα τὸ τῆς σελήνης, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον. ἐπὶ γὰρ τούτων καὶ ἡ ἁγία ἔφη γραφή καὶ ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους.» μεγάλους δὲ εἶπεν αὐτοὺς οὐκ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων εἰσίν, ἀλλ' ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν ὥστε ἐξαρκεῖν τὴν ἀπ' αὐ τῶν χεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ τε τῇ γῇ πάσῃ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. μὴ οὖν ἀπατάτω σε τουτὶ φαινόμενον, μηδὲ πηχυαῖον αὐτὸν εἶναι νόμιζε· ἡ γὰρ ὄψις ἡμῶν ἐνδαπανηθεῖσα τῷ ἀέρι κἀντεῦθεν ἐξίτηλος γεγονυῖα πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. κατ' ἔκπληξιν λοιπὸν καὶ κατὰ σύγκρισιν μέγαν ἐκάλεσε τὸν ἥλιον ἡ γραφή. ὅρα γὰρ ὅτι καὶ τὰ κήτη τὰ μεγάλα μεγάλα εἶπεν ἡ γραφὴ οὐχ ὅτι καρίδος καὶ μαινίδος μείζονά εἰσιν, ἀλλ' ὅτι μεγίστοις ἐοίκασιν ὄρεσι τῆς θαλάττης πολλάκις ὑπερνηχόμενα. καὶ ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους. καὶ πῶς γὰρ οὐ μέγας ὁ ἥλιος, εἴγε καὶ τῆς γῆς αὐτῆς πολλαπλασίων ἐστί; καὶ γὰρ εἰ μὴ τοῦτο ἐτύγχανεν, οὐκ ἂν ὑπερφανεὶς τοῦ ὁρίζοντος τῇ οἰκείᾳ τηνικαῦτα δυνάμει συμπεριείληφε ξύμπαντα. Μέγα μέν, ὡς προείρηται, καὶ τὸ τῆς σελήνης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον. εἰ γὰρ καὶ μὴ διόλου τὸ φῶς αὐτῆς ἀμετακίνητον μένει, ἀλλὰ καὶ τοῦτο ἀρρήτου σοφίας τοῦ δημιουργοῦ πάντων, ὥστε τῷ κατὰ τὴν σελήνην θεάματι παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα δὲ καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς ἐντεῦθεν εἰς ἔννοιαν ἔρχεσθαι. οἶμαι δὲ καὶ τῇ τῶν ζώων κατασκευῇ καὶ τοῖς λοιποῖς τοῖς ἀπὸ γῆς φυομένοις μὴ μικρὰν ὑπάρχειν ἐκ τῆς κατὰ τὴν 43 σελήνην μεταβολῆς τὴν συντέλειαν· ἄλλως γὰρ διατίθεται μειουμένης αὐτῆς καὶ ἄλλως αὐξομένης τὰ σώματα, νῦν μὲν ληγούσης ἀραιὰ γινόμενα καὶ κενά, νῦν δὲ αὐξομένης καὶ πρὸς τὸ πλῆρες ἐπαγομένης καὶ αὐτὰ πάλιν ἀναπληρούμενα, διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθος φθάνουσα λεληθότως ἐνίησι. δηλοῦσι δὲ τοῦτο καὶ οἱ καθεύδοντες τῆς ὑπὸ σελήνης ὑγρότητος περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχωρίας πληρούμενοι, ἔτι δὲ τὰ νεοσφαγῆ τῶν κρεῶν τῇ προσβολῇ τῆς σελήνης ταχέως τρεπόμενα. κατὰ τοῦτο καὶ ἐφ' ἅρματος αὐτὴν καὶ δύο ταύρων καθίζουσιν ὡς κυκλοῦσαν τὸν κόσμον καὶ ἀροτριῶσαν καὶ σπείρουσαν, ὑγραίνουσάν τε καὶ θερμαίνουσαν. ταῦτα δὲ πάντα οὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλοιώσει συμμεθιστᾶν, εἰ μή γε κατὰ τὴν τῆς γραφῆς μαρτυρίαν ὑπερφυής τις ἐτύγχανε τῇ δυνάμει τε
13
ὑπερέχουσα. οὕτω μὲν οὖν ἐκ τῆς αἰτίας ταύτης καὶ τὰ κατὰ τὸν ἀέρα πάθη συνίστανται, ὡς μαρτυροῦσιν ἡμῖν αἱ κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιοι ταραχαὶ τῶν νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις, αἱ περὶ τοὺς εὐρίπους τε παλίρροιαι, καὶ ἡ περὶ τὸν λεγόμενον Ὠκεανὸν ἄμπωτις, ἣν ταῖς περιόδοις τῆς σελήνης τεταγμένως ἑπομένην 44 ἐξεῦρον οἱ προσοικοῦντες. ταῦτα μὲν οὖν καὶ ὁ μέγας διαλαμβάνει Βασίλειος, ἀποδεῖξαι θέλων τῶν φωστήρων τούτων τὸ μέγεθος. Σὺ δέ, ἀγαπητέ, πρὸς τοῖς εἰρημένοις τοῦτο γίνωσκε ὅτι πάντες μὲν οἱ λοιποὶ ἀστέρες ἴδιον ἔχουσι φῶς, ἐκεῖνο δηλαδὴ τὸ πρώτως καταμερισθὲν καὶ δοθὲν αὐτοῖς, μόνη δὲ ἡ σελήνη φῶς οὐ κέκτηται ἴδιον. εἰ γὰρ καὶ λέγουσί τινες ἀμυδρὸν καὶ ταύτην κεκτῆσθαι φῶς, ἀλλ' αἱ αὐξομειώσεις πάντως αὐτῆς, ἐν αἷς μηνοειδὴς ὁρᾶται καὶ πλησιφαὴς καὶ ἀμφίκυρτος, ἐξ ἡλίου ταύτῃ προσγίνονται κατὰ τὴν ποιὰν αὐτῶν συμπλοκὴν καὶ διάστασιν. μάνθανε οὖν ὅτι φῶς ἀλλότριον ἡ σελήνη ἐνδύεται, καὶ ὅτι τὸ μέρος ἐκεῖνο παρ' ἡλίου φωτίζεται ὃ πρὸς αὐτὸν νένευκε, δηλονότι τὸν ἥλιον. καὶ δῆλον ἐκ τῆς ἐμπιπτούσης ἡμῖν ἡλιακῆς ἀκτῖνος. ἐνίοτε γὰρ ἑτέρως καὶ ἄλλοτε ἄλλως ὑπ' αὐτῆς αὐγαζόμεθα, κατὰ τὴν τοῦ ἡλίου πάντως θέσιν καὶ κίνησιν. εἰ γὰρ καὶ κατὰ τὸν τῆς συνόδου καιρὸν τὸ πρὸς ἡμᾶς τοῦ σεληναίου σώματος μέρος πάντῃ καθορᾶται ἀφώτιστον, ἀλλὰ τὸ ἀνώτερον ἐκεῖνο καὶ νεῦον πρὸς ἥλιον ἐν τῷ τῆς συνόδου καιρῷ κατ' ἐκεῖνο τὸ μέρος δέχεται καὶ τὸ φῶς καθ' ὃ πρὸς ἥλιον ἀφορᾷ. οὕτω μὲν οὖν καὶ ἐν ταῖς πανσελήνοις ἔστιν ἰδεῖν· ὁλολαμπῆ γὰρ τὴν σελήνην τηνικαῦτα ὁρῶμεν ἅτε τὰς ἡλιακὰς ἐκ δια μέτρον δεχομένην αὐγάς, ὡς ἐντεῦθεν τὸ λοιπὸν μέρος τοῦ δίσκου, τὸ ἀφανὲς δηλονότι καὶ ὄπισθεν, κατανοεῖσθαι ἀφώτιστον. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι ἐξ ἡλίου τὸ φῶς ἡ σελήνη δανείζεται, σαφῶς ἄρα τοῦτο μάθῃ τις ἂν ἐξ αὐτῶν τῶν τῆς σελήνης ἐκλείψεων. καὶ πῶς ἄκουε. κατὰ διάμετρον οἱ φωστῆρες ἑστήκασι, μεταξὺ δὲ τούτων αὐτὸ τὸ σῶμα τῆς γῆς ἀπῃώρηται. αἱ ἡλιακαὶ τοίνυν ἀκτῖνες ὁρμῶσι μὲν ὡς ἔθος διαβιβασθῆναι καὶ τῷ σεληναίῳ δίσκῳ χορηγῆσαι τὴν ἔλλαμψιν, οὐ φθάνουσι δὲ ὅμως ἐκεῖσε καταλαβεῖν ἅτε δὴ μεσολαβοῦντός πως καὶ ἀντιφράττοντος τοῦ τῆς γῆς, ὡς εἴπομεν, σώματος. καὶ μή μοι λέγε ὡς εἴγε ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἵνα τί μὴ καθ' ἕκαστον διάμετρον ἡ τῆς σελήνης ἔκλειψις γίνεται; οὐδὲ γὰρ ἐπιτηδείως ἔχω περὶ τούτου κατὰ τὸ παρὸν ἀποκρίνεσθαί σοι· καὶ τούτου ἕνεκεν σύγγνωθι. οἱ γὰρ περὶ τὰ τοιαῦτα ἠσχολημένοι συνδέσμους τινὰς ἐκλειπτικοὺς οὕτω καλουμένους ἐν ταῖς συνοδοπανσελήνοις ἐξ ἀνάγκης προσγίνεσθαι. οὐδὲ γὰρ τὸ σῶμα μόνον εἴτε τῆς σελήνης, ὡς ἐπὶ τοῦ ἡλίου, εἴτε τῆς γῆς, ὡς ἐπὶ τῆς σελήνης, ἀντίφραξιν ποιῆσαι δύναται, εἰ μή που καὶ σύνδεσμός τις ἐκλειπτικὸς ἐκεῖσε εὑρεθείη, ὡς ἄγονται. 46 Καὶ κυρίως ἔκλειψις ἐπ' αὐτῆς ἂν λέγοιτο τῆς σελήνης· ὅτι γὰρ φῶς ἡλιακὸν ἀμφιέννυται, τοῦτο πάλιν δι' ἣν αἰτίαν εἴπομεν, ἀπεκδύεται. ἐπὶ δὲ τοῦ ἡλίου οὐκ ἔκλειψιν ἀλλ' ἐπισκότωσιν λέγειν ἐμάθομεν. οὐδὲ γὰρ τὸ ἡλιακὸν ἐκλείψει ποτὲ φῶς· ἀλλ' ὑποτρέχοντος ἐν τῷ τῆς συνόδου καιρῷ τοῦ σώματος τοῦ σεληναίου οἷα περιγειοτέρου τυγχάνοντος, καὶ οὕτω ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐπιπροσθοῦντος, ὁ ὑπὲρ κεφαλῆς ἡμῶν ἀὴρ ζόφῳ τηνικαῦτα καθυποβάλλεται, ἅτε δὴ μὴ βαλλομένων αὐτῶν κάτωθεν καὶ φωτιζουσῶν τὸ περίγειον. Εἰ δὲ καὶ τοῦτο ζητεῖς μετὰ τῶν ἄλλων μαθεῖν, πῶς ἡ σελήνη μόνη καὶ τίνι τρόπῳ μὴ σχοῦσα φῶς ἀρχῆθεν ἴδιον ἐξ ἡλίου τοῦτο δανείζεται, εἰδέναι ὀφείλεις ὡς οὐκ ἀπορῶν ἑτέρου φωτὸς ὁ δημιουργὸς καὶ κτίστης πάντων θεὸς τὴν καινοτομίαν ταύτην εἰσήνεγκεν, ἀλλ' ἵνα ῥυθμὸς καὶ τάξις ἐντεθῇ τῇ κτίσει, κατά γε τὸν Δαμασκηνὸν Ἰωάννην, ἄρχοντος καὶ ἀρχομένου, καὶ ἵνα παιδευθῶμεν ἐκ τούτου καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι, ἀνακρίνειν τε τῶν γινομένων μηδέν,
14
ἀλλ' ἐπὶ πᾶσι καλῶς ὑποτάσσεσθαι. Πρὸς τούτοις δὲ καὶ ἕτερον ἡμῖν ὑπεμφαίνει παράδοξον ἡ σελήνη ἐκλείπουσα, ὡς ὁ θειότατός φησιν Ἀναστάσιος· καθάπερ γὰρ αὕτη ζόφῳ καθυποπίπτει μεσολαβούσης τῆς γῆς 47 καντεῦθεν τὰς ἡλιακὰς ἀκτῖνας ἀποστρεφούσης, οὕτω καὶ ἡ ἐκκλησία μεσολαβούσης τῆς ἁμαρτίας σκότους ἐμπίπλαται κατ' ἀποστροφὴν πάντως τοῦ νοητοῦ ἡλίου. καλῶς οὖν ἔλεγε καὶ ὁ μακάριος Παῦλος πάντα εἰς Χριστὸν προτετύπωται.» ὅτι δὲ ἡ σελήνη αὕτη τῆς ἐκκλησίας εἰκόνα φέρει, ὡσαύτως ὁ αἰσθητὸς οὗτος ἥλιος τοῦ νοητοῦ ἡλίου, αὐτοῦ δηλαδὴ τοῦ Χριστοῦ, τοῦ προφήτου Ἀβακοὺμ ἄκουε λέγοντος ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὑτῆς.» κατὰ γὰρ τὸν τὰ τοιαῦτα ἐξηγούμενον μέγαν Κύριλλον ἡ ἐκκλησία πρότερον ἐν ἀταξίᾳ ἐτύγχανεν ἅτε τοῖς δαιμονίοις λατρεύουσα, ὕστερον δὲ τοῦ νοητοῦ ἡλίου ἐπαρθέντος ἐν τῷ· σταυρῷ ἐν εὐταξίᾳ γέγονε πρὸς αὐτὸν ἐπιστραφεῖσα τὸν κύριον. καὶ τοῦτο δεδήλωκεν αὐτὸς ὁ Χριστὸς οὕτως εἰπών ὅταν ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Γίνωσκε δέ, ἀγαπητέ, ὅτι καὶ διὰ ταῦτα μὲν ἐκλείπειν ὁ ἥλιος καὶ ἡ σελήνη συγκεχώρηται, οὐ τοσοῦτον δὲ ὅσον τὴν τῶν προσκυνούντων αὐτὰ διελέγχεσθαι ἄνοιαν, κἀντεῦθεν παιδεύεσθαι ὅτι τρεπτὰ ταῦτα καὶ ἀλλοιωτόν. πᾶν δὲ τρεπτὸν οὐ θεός. Καὶ τοιαῦτα μὲν οἱ ἀστέρες ἐκ τῶν ἐν αὐτοῖς συμπιπτόντων διδάσκουσι τοὺς λόγου μετέχοντας. κατὰ τοῦτο καὶ ὁ θεόπτης ἔλεγε Μωσῆς καὶ ἔθετο ταῦτα εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ ἡμέρας καὶ εἰς ἐνιαυτούς.» διὰ γὰρ αὐτῶν τοι ῶνδε ἢ τοιῶνδε τοῖς χρώμασιν ἀνατελλόντων τήν τε χειμερινὴν τοῦ ἀέρος κατάστασιν καὶ τὴν εὐδιεινὴν σημειούμεθα. δι' αὐτῶν αἱ τροπαί, δι' αὐτῶν οἱ καιροί, ἔαρ δηλαδή, θέρος, μετόπωρον καὶ χειμών· ὁ γὰρ ἥλιος τὸν ζωδιακὸν ἠρέμα διοδεύων κύκλον, καὶ ποτὲ μὲν τῷ καρκίνῳ παραγενόμενος ποτὲ δὲ τῷ ζυγῷ καὶ ἄλλοτε πάλιν ἐν τῷ αἰγοκέρωτι, τὰς διαληφθείσας τέσσαρας εἰσφέρει τροπάς. δι' αὐτῶν αἱ ἡμέραι, δι' αὐτῶν οἱ ἐνιαυτοί. τῷ γὰρ οὐρανῷ συμπεριφερόμενος ὁ ἥλιος ποιεῖ τὸ νυχθήμερον, ἰδίᾳ δὲ τὴν ἑαυτοῦ ποιούμενος δίοδον καὶ ἀπὸ ζωδίου μεταβαίνων εἰς ζώδιον τὸν ἐνιαυτὸν ἐκπληροῖ· ἐνιαυτὸς γὰρ οὐδὲν ἄλλο ἐστὶν ἀλλ' ἡ ἀπὸ τοῦ αὐτοῦ καὶ ἑνὸς σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις. ταῦτα δὲ πάντως οὐκ ἄξιον ἀγνοεῖν τοὺς πιστούς. ἐντεῦθεν γὰρ ἡ ἄρρητος τοῦ θεοῦ σοφία καταλαμβάνεται καὶ δύναμις· τὰ γὰρ ἀόρατα αὐτοῦ, καθά φησι Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. ταύτῃ τοι καὶ κατακρίτους ἐκείνους ὁ μέγας φησὶ Μάξιμος, ὅσοι διὰ τῆς τῶν ὄντων αἰτίας οὐ χειραγωγεῖν ἐθέλουσι καὶ ἑαυτούς. Ἔθετο ταῦτα εἰς σημεῖα καὶ εἰς καιρούς. τῷ μεγάλῳ Βασιλείῳ κἀνταῦθα προσέχειν σε ἄξιον. ἐν γὰρ τῇ εἰς τὴν ἑξαήμερον ἕκτῃ αὐτοῦ ὁμιλίᾳ περὶ τῆς τῶν ἀστέρων παρατηρήσεως καὶ τάδε φησίν. ἀναγκαία πρὸς τὸν ἀνθρώπινον βίον 49 ἀπὸ τῶν φωστήρων παρασημείωσις, ἐὰν μή τις πέρα τοῦ μέτρου ἐξ αὐτῶν σημεῖα περιεργάζηται. πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἔστι μαθεῖν, πολλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως ἢ μερικῶν ἢ καθόλου, βιαίων ἀνειμένων. ἓν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παραδεικνυμένων καὶ ὁ κύριος παρέδωκεν ἡμῶν, εἰπὼν ὅτι χειμὼν ἔσται· στυγνάζει γὰρ πυρράζων ὁ οὐρανός. ἐπειδὰν γὰρ δι' ἀχλύος ἡ ἀναφορὰ γένηται, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες τοῦ ἡλίου, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶται, παχύτητος τοῦ ἀέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσιν. ἀλλὰ καὶ ἐπειδὰν ἡ σελήνη περιλιμνάζηται, ἢ ὕδατος ἀερίου πλῆθος ἢ νότου βιαίαν κίνησιν ἐπαγγέλλεται. καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλῳ περιγραφῶσιν, ἢ καὶ οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχουσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν καίρια σημεῖα γίνεται, ὥσπερ οὖν καὶ αἱ ῥάβδοι αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι ὄμβρους καὶ χειμῶνας ἐξαισίους ἢ ὅλως τὴν ἐπὶ
15
πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυται. πολλὰ δὲ καὶ περὶ σελήνην αὐξανομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλλομένου· λεπτὴ μὲν γὰρ οὖσα περὶ τὴν τρίτην ἡμέραν καὶ καθαρὰ σταθηρὰν εὐδίαν κατε παγγέλλεται, παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον οὐδεὶς ἀγνοεῖ. ὅρα γὰρ ὅτι καὶ οἱ ναυτιλλόμενοι πρός γε τοὺς ἀστέρας ὁρῶντες τὴν ἀκριβῆ τρίβον ὁδεύουσι καὶ τῇ τούτων θέσει προσέχοντες τὸ σκάφος ἰθύνουσιν· ἐπειδὴ γὰρ οὐ δέχεται τῶν ὑδάτων ἡ φύσις ἴχνη, οἷς οἱ ὁδῖται προσέχοντες ἀναμφίβολον τὴν πορείαν ποιοῦνται, δέδωκεν ὁ θεὸς τοῖς μακρὰ διαπερῶσι πελάγη οἷον ἴχνη τῶν θαλαττίων τρίβων, τῶν ἀστέρων τὴν θέσιν. καὶ οὕτω μὲν περὶ τούτων τοῖς ἁγίοις πατράσι δοκεῖ. Ἕτεροι δὲ τὸ διαληφθὲν παρερμηνεύοντες Μωσαϊκὸν ῥητόν, ἐκ τῆς τῶν ἀστέρων συγκράσεώς τε καὶ διαστάσεως λέγουσι τὰ καθ' ἡμᾶς πάντα διοικεῖσθαι καὶ διεξάγεσθαι, εὐπραγίαν τε καὶ δυσπραγίαν ἐκεῖθεν κατάγουσι, καὶ ἁπλῶς ὅσα τῷ βίῳ καθ' ἑκάστην ἀπροσδοκήτως συμπίπτουσιν. ἀλλὰ μὴ σύ γε, τέκνον ἠγαπημένον, τοιούτοις ὅλως ἀνάσχῃ πείθεσθαι λογισμοῖς, εἰ μὴ βούλει τοὺς ἀστέρας ἐντεῦθεν ἀδίκους εὑρίσκεσθαι, εἴ γε τοὺς μὲν ποιοῦσι πόρνους τοὺς δὲ μοιχούς, καὶ ἄλλους πάλιν φονέας καὶ ἅρπαγας. ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων αὐτὸς ἂν ὁ ποιητὴς αὐτῶν θεὸς ἄδικος εὑρεθείη, γέενναν πυρὸς τοῖς ἁμαρτωλοῖς ἀπειλῶν καὶ 51 σκότος ἐξώτερον. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτεξούσιος γὰρ ὢν ὁ κατ' εἰκόνα θεοῦ γεγενημένος ἄνθρωπος εἱμαρμένῃ καὶ ἄστρασιν οὐχ ὑπόκειται. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν τοῖς μὴ κατὰ γνώμην ἁμαρτάνουσι πῦρ ὁ θεὸς καὶ σκότος ἠπείλησεν. ὅτι δὲ βλασφημία ἐστὶν εἰς θεὸν τὸ νομίζειν ἐξ ἀστέρων γίνεσθαι τοὺς μὲν τῶν ἀνθρώπων φονέας τοὺς δὲ πάλιν ἅρπαγας, ὁ κορυφαῖος Πέτρος ἀριδήλως τοῦτο διδάξει σε πρὸς Φαῦστον. καὶ γὰρ περὶ γενέσεως διαλεγόμενος καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν. ἐγὼ μὲν ἀστρολογίας ἔμπειρος οὐκ εἰμί, ὥστε τὴν γένεσιν ἀπ' αὐτῆς τῆς κατὰ γένεσιν ἐπιστήμης ἀνασκευάζειν. ἄλλῳ δὲ τρόπῳ δύναμαι ἀποδεικνύειν ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα· ἕκαστος γὰρ πρὸς ἃ πράττει τιμῆς καὶ κολάσεως τεύξεται.» ἁμαρτάνουσιν οὖν οἱ γένεσιν εἰσάγοντες αὐτὸν τὰ πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες. ἐπὶ τούτοις γὰρ τοῦ γέροντος εἰπόντος ὅτι βλασφημεῖν ἐστὶ τὸ λέγειν ὅτι τὰ πάντα γενέσει ὑπόκειται, καὶ πάνυ ὁ Πέτρος ἔλεγεν. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ὑπὸ θεοῦ ταῦτα ποιεῖν ἐτάχθησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεσματικοὶ γένωνται, ἁπάντων λοιπὸν αἱ ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν ἐνδόντα τοῖς ἄστρασι. καὶ τὰ μὲν τοῦ κορυφαίου τοιαῦτα· ὅρα δὲ καὶ 52 τί φησιν ὁ μέγας Βασίλειος ἐν τῷ περὶ φωστήρων ἕκτῳ λόγῳ αὐτοῦ. τὴν γὰρ ἀστρολογικὴν τέχνην ἐπὶ μέσου παράγων, καὶ ὅπως ἔχει μεθόδου κατεξετάζων, οὕτω κατὰ ῥῆμα διέξεισιν. ἐν δὴ τούτοις τοῖς λογισμοῖς πολὺ μὲν τὸ ἀνόητον, πολλαπλάσιον δὲ τὸ ἀσεβές. τίνος ἕνεκεν; ὅτι οἱ κακοποιοὶ τῶν ἀστέρων τῆς αὐτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν. ἔπειτα εἰ καὶ τῶν περὶ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσὶν αἱ ἀρχαὶ ἀλλ' ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτέα διορίζοντες, περιττοὶ δὲ οἱ δικασταὶ ἀρετὴν τιμῶντες καὶ πονηρίαν κολάζοντες· οὐ μὲν γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρός. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος, ὅτι καὶ κατ' εἰκόνα παρήχθη θεοῦ, ἐφ' ᾧ γενέσει καὶ ἄστρασιν οὐχ ὑπόκειται.» τοῖς μέντοι προσπταίουσιν ὁπωσδήποτε καθ' εἱμαρμένην, ὡς εἴρηται, καὶ
16
συγγινώσκειν ἄξιον ἦν, οὐ μὴν ἐπιφέρειν μάστιγας, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. καὶ γὰρ ἐν οἷς ἐξέθετο λόγοις περὶ εἱμαρμένης καὶ τάδε διέξεισι. τοῖς μὲν οὖν ἀνάγκῃ κατεχομένοις συγγινώσκειν οἴδαμεν. κἂν γὰρ ὑπὸ δαίμονός τις ἐνοχλούμενος ἢ τὸν χιτῶνα διαρρήξῃ τὸν ἡμέτερον ἢ πληγὰς ἐπενέγκῃ, οὐ μόνον οὐ κο λάζομεν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. τί δήποτε; ὅτι οὐχ ἡ προαιρέσεως ἀλλ' ἡ τοῦ δαίμονος βία ταῦτα εἰργάσατο. ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν εἱμαρμένην ἐγίνοντο, συνέγνωμεν ἄν. ἐπειδὴ ἴσμεν ὅτι οὐκ ἔστιν ἀνάγκη, διὰ τοῦτο οὐδὲ συγγινώσκομεν. εἰ γὰρ ἀνάγκῃ τὰ ἡμέτερα ἐδέδετο, τίνος ἕνεκεν τὸν οἰκέτην κεκλοφότα μαστίζεις; διὰ τί τὴν γυναῖκα μοιχευθεῖσαν εἰς κριτήριον ἕλκεις; ἵνα τί δὲ καὶ πονηρὰ πράττων αἰσχύνῃ; εὔδηλον οὖν ἐντεῦθεν ὅτι οὔτε εἱμαρμένη οὔτε τύχη οὔτε γένεσις οὔτε δρόμοι ἀστέρων τὰ καθ' ἡμᾶς διοικεῖ. εἰ γὰρ τοῦτο δώσομεν, τίς χρεία λοιπὸν πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετὴν ἔσται; εἵμαρταί τινι γενέσθαι καλός· καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός. μᾶλλον δὲ οὐ καλὸν τὸν τοιοῦτον ἔστιν εἰπεῖν τὸν ἐξ ἀνάγκης εἰς τοιοῦτο γινόμενον. τίς χρεία πόνων πρὸς τὸ κακίαν φυγεῖν; εἰ εἵμαρταί τινι γενέσθαι κακός, κἂν μυρία ταλαιπωρῇ, κακὸς ἔσται. μᾶλλον δὲ οὐ κακὸν τὸν τοῦτον ἔστιν εἰπεῖν τὸν ὑπ' ἀνάγκης πρὸς τοῦτο ὠθούμενον. εἴπερ ὑγεία καὶ νόσος τῆς εἱμαρμένης ἤρτηται, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιττὴ τῶν ἰατρῶν ἡ εἴσοδος, περιττὴ δὲ καὶ ἡ τῶν νοσούντων διαίτης ἀκρίβεια. ἀλλ' ἐπειδὴ μὴ περιττὰ ταῦτα (πῶς γάρ, εἴγε καὶ πολλὴν ὁρῶμεν τὴν ἐντεῦθεν ὠφέλειαν;) οἴχεται μὲν ὁ τῆς εἱμαρμένης μῦθος, οἴχεται δὲ καὶ ὁ τῆς 54 γενέσεως λόγος. οὐδεμιᾷ γὰρ ἀνάγκῃ τὰ καθ' ἡμᾶς ὑπόκειται, τετίμηται δὲ μᾶλλον προαιρέσεως ἐλευθερίᾳ καὶ αὐτεξουσιότητι. εἰ γὰρ μὴ αὐτεξούσιος ὁ ἄνθρωπος, οὐδὲ κατ' εἰκόνα θεοῦ παρήχθη λοιπόν· πῶς καὶ γὰρ εἰκὼν ἂν εἴη τῆς βασιλευούσης φύσεως, κατ' ἐκεῖνο τὸ μέρος ἀνισότητα φέρων πρὸς τὸ ἀρχέτυπον; ἔπρεπε γὰρ τὸ διὰ πάντων πρὸς τὸ θεῖον ὡμοιωμένον, ὡς ὁ Νύσσης φησί, ἐν τῇ φύσει κεκτῆσθαι τὸ αὐτοκρατὲς καὶ ἀδέσποτον. δέδεικται οὖν ἐκ πολλῶν ὅτι γενέσεως ἀνάγκῃ κατὰ τὴν τῶν πλειόνων ὑπόληψιν οὐ δεδέμεθα· οὐ γὰρ τοῦτο ἦν, εἰ μὴ κατὰ γνώμην ἡμῖν τὰ πραττόμενα πράττεται; κατ' οὐδὲν ἂν ἡμεῖς οἱ λόγῳ τετιμημένοι τῶν ἀλόγων ζώων διενηνόχαμεν· τῶν γὰρ τοιούτων ἐστὶ τὸ ἀλλοτρίῳ βουλήματι πρὸς τὸ δοκοῦν περιάγεσθαι. ἡ δὲ λογική τε καὶ νοερὰ φύσις, ἐὰν τὸ κατ' ἐξουσίαν ἀπόθηται, καὶ τὴν χάριν τοῦ νοεροῦ συναπώλεσεν· εἰς τί καὶ γὰρ χρήσεται τῇ διανοίᾳ, τῇ τῆς εἱμαρμένης ἀνάγκῃ περιαγομένη κἀκεῖθεν ἐπὶ τὰ πρακτέα παρωθουμένη; καὶ ταῦτα μὲν δὴ ἐς τοσοῦτον. Σὺ δέ, ἀγαπητέ, εἴ που καὶ βρέφος ὄψει ποτὲ σεσινωμένον ἐκπῖπτον τῆς μήτρας, εἰ τύχῃ δικέφαλον ἢ τετράπουν, ὡς ἐπὶ Μαυρικίου βασιλέως, μὴ σχήμασιν ἀστέρων οὐκ ἀγαθοῖς τὰ τοιαῦτα διαπλάττεσθαι νόμιζε, καθάπερ ἔδοξέ ποτε 55 καὶ τῷ παρ' Ἕλλησι τιμωμένῳ Ἑρμῇ. πείθου δὲ μᾶλλον τῷ μεγάλῳ Ἀθανασίῳ τῷ τε χρυσορρήμονι Ἰωάννῃ καὶ τοῖς λοι-ποῖς ἁγίοις πατράσι· περὶ γὰρ τοῦ ἐκ γενετῆς τυφλοῦ καὶ τοῦ ἐκ γενετῆς χωλοῦ τὸν λόγον ποιούμενοι τὴν διαπλάττουσαν τὸ ζῶον ᾐτιάσαντο φύσιν, οὐ μὴν ἐναντίων ἀστέρων σχηματισμούς. ὅτι δὲ ἡ φύσις τῶν τοιούτων αἰτία σινωμάτων ἐστί (καὶ γὰρ κατὰ τὴν ἑαυτῆς ἀκολουθίαν εἴωθε τὰ πάντα ποιεῖν, ὡς φησὶν ὁ μέγας Βασίλειος), καὶ αἱ παρ' ἡμῖν ἐπῳάζουσαι κατοικίδιοι ὄρνιθες μαρτυροῦσι τούτῳ σαφέστατα. ὁρῶμεν γὰρ ἔστιν ὅτε ἐκ τῶν ᾠῶν ἐκπίπτοντα τετραπτέρυγα νεόττια καὶ τετράποδα. καὶ τοῖς μὲν ἀγνοοῦσι τὴν αἰτίαν ἔκπληξιν ἐμποιεῖ τὰ τοιαῦτα πολλήν, οὔκουν δὲ καὶ τοῖς λόγου μετέχουσι. τούτῳ μέντοι τῷ τρόπῳ καὶ δικέφαλον ὄφιν ἴδοι τις ἄν, καὶ ὅσα τοιαῦτα πλήρη τυγχάνοντα θαύματος. ἀλλὰ μὴ σύ γε διαταράττου τούτων ἕνεκα, μηδὲ κακοποιῶν
17
ἀστέρων ἀκτινοβολίας ἐπὶ τούτοις παρείσαγε. ἄφες ἐπὶ ματαίοις ματαιάζειν αὐτούς. ἐπὶ πᾶσι γὰρ τούτοις ἡ αἰτία σαφής. εἰ μὲν οὐκ ἐτίκτοντο βρέφη δίδυμά τε καὶ τρίδυμα, εἶχες ἄν τι καὶ λέγειν· ἐπεὶ δὲ καθ' ἑκάστην τοιαῦτα ὁρᾷς, καινὸν πάντως οὐδὲν εἴγε συγκεκολλημένα τὰ δίδυμα καὶ οὐ διῃρημένα πολλάκις τῆς μήτρας ἐκπίπτουσι. 56 Προγινώσκειν μὲν οὖν καὶ ἀμυδρῶς τοῦ μέλλοντος ἔκ τινων σημείων καταστοχάζεσθαι, ἄνευ ἀντιλογίας καὶ ἡμεῖς τοῦτο κατατιθέμεθα. οὐδὲν γὰρ ἐπὶ προδήλοις οὕτω πράγμασιν ἀντιπίπτειν ἐπὶ πλέον ἰσχύομεν. εἰ γὰρ καὶ ἥμαρτεν ἐν παραδείσῳ ὁ ἄνθρωπος, εἰ καὶ τὸ δοθὲν αὐτῷ προφητικὸν χάρισμα πάμπαν ἀπώλεσεν, ἀλλ' οὐκ ἀφῆκεν αὐτὸν ὁ πανοικτίρμων θεὸς τοῖς ἀνοήτοις κτήνεσι τέλεον παραβάλλεσθαι. ἐφ' ᾧ καὶ σημεῖά τινα δίδωσι τοῦ προορᾶν ἕνεκεν ἔστιν ὅτε τὰ μέλλοντα κἀντεῦθεν ἑαυτῷ περιποιεῖσθαι ἀσφάλειαν. καὶ τί χρὴ πολλὰ λέγειν; οἱ ἐν τῷ ἀέρι φαινόμενοι κομῆται λόγῳ μὲν φυσικῷ συνίστανται, θανάτους δὲ ὅμως βασιλέων ἢ καὶ προσώπων ἐπιφανῶν καταγγέλλουσιν, ὡς ὁ μέγας ἔφη καὶ οὐρανοφάντωρ Βασίλειος. ἀλλὰ καὶ αὐχμῶν, ἔστιν ὅτε ἀνέμων οἱ τοιοῦτοι δηλωτικοί, οἳ καὶ δοκοῦσι μὲν εἶναι ἀστέρες, οὐκ εἰσὶ δέ. πῶς καὶ γάρ; εἴγε συνίστανται μέν, οὐ παραμένουσι δέ· τῆς γὰρ ὕλης τῷ πυρὶ δαπανηθείσης, δι' ἧς ὁ κομήτης συνέστηκεν, ἐξ ἀνάγκης καὶ οὗτος σβεννύμενος διαλύεται. Ἀλλ' ὅρα καὶ τὴν γένεσιν ὁποία τίς ἐστι καὶ πόθεν ἔσχηκε τὴν ἀρχήν. ἐκ τῆς καπνώδους καὶ ξηρᾶς ἀναθυμιάσεως ἔως αὐτῆς τῆς σελήνης ἀνάγεται διὰ κουφότητα καπνὸς μὲν οὖσα κατὰ τὴν οὐσίαν, φλὸξ δὲ κατὰ τὴν δύναμιν. ἐφ' ᾧ 57 καὶ ὑπέκκαυμα ταύτην ὁ Ἀριστοτέλης ἐκάλεσε, τουτέστιν ὑφειμένον πῦρ· ὁ γὰρ καπνὸς θερμὸς μέν ἐστι, μὴ μέντοι γε πῦρ αὐτενέργητον. ἐξάπτεται τῇ τοῦ παντὸς περιφορᾷ συγκινούμενον. ἀλλ' ἡμέρας μὲν οὐ φαίνεται διὰ τὴν τοῦ ἡλίου μαρμαρυγήν, νυκτὸς δὲ τὰ τοιαῦτα διάδηλα γίνεται. ἐπειδὰν οὖν τὸ μέρος τοῦ ὑπεκκαύματος διὰ τὴν κίνησιν ἐξαφθῇ, εἰ μὲν οὐκ ἐντύχῃ ἑτέραις οὐσίαις ἐπιτηδείαις εἰς ἔξαψιν, θᾶττον ἐναποσβέννυται, ἐπειδὰν δὲ κινηθὲν παχείᾳ ὕλῃ ἐγκύρσῃ τινί, ἐκεῖσε ἐνίσχεται· ὅθεν ἡ τοιαύτη ὕλη κατὰ πᾶν ἐξαπτομένη αἴξ τε καὶ κομήτης λέγεται. ἀποσπινθηρίζουσα γὰρ δοκεῖ τινὰ κόμην ἔχειν καθειμένην καὶ οἷά τισι μαλλοῖς κατὰ τὰς αἶγας βρίθεσθαι· ταύτῃ τοι καὶ κομήτης τὸ τοιοῦτον φάσμα ὠνόμασται. οὗτος μὲν ὁ κομήτης ἐνίοτε καὶ πολυήμερός ἐστιν, ἀρκούσης τῆς ὑποκειμένης αὐτῷ ὕλης εἰς χρονίαν ἔξαψιν. ἐντεῦθεν οὖν ἴσχει τὴν γένεσιν καὶ τὸ δοκοῦν ἐξ οὐρανοῦ ῥίπτεσθαι πῦρ αἰθρίας οὔσης τῆς νυκτός, ὃ δὴ καί τινες τῶν ἀγροικοτέρων ἄστρον οὐράνιον ἥγηνται. ἀλλ' οἱ περὶ τὰ τοιαῦτα ἠσχολημένοι τὸ τοιοῦτον φάσμα διάττοντα κατονομάζουσιν. ἐπειδὰν γὰρ τὸ διὰ τὴν κίνησιν ἐξαφθὲν ὕλαις ἐπιτηδείαις εἰς ἔξαψιν ἐντύχῃ, κἀντεῦθεν ἀπ' ἄλλης εἰς ἄλλην φερομένης τῆς φλογὸς διαδόσιμον γένηται 58 τὸ πῦρ, κατὰ σχῆμα τοῦ δόρατος ἀπομηκυνθῇ, τὸ τοιοῦτον διάττων ὠνόμασται κατὰ τὰ φαινόμενα σχήματα, καὶ τὰς ἐπωνυμίας ἀποπληροῦσι τοῖς φάσμασιν. Ἔθετο μὲν οὖν εἰς σημεῖα, καθάπερ εἴρηται, ὁ θεὸς ταῦτα δὴ τὰ κατ' οὐρανόν, ὡς ἐντεῦθεν ἡμῖν ἀσφάλειαν οὐ τὴν τυχοῦσαν προσγίνεσθαι. ὅρα γὰρ ὅτι καὶ τὰ νέφη πόκοις ἐρίων φανέντα ποτὲ παραπλήσια χειμῶνας ἐνίοτε προσημαίνουσιν. ἀλλὰ καὶ ἶρις αὐτή, τὸ κατ' οὐρανὸν δηλαδὴ φαινόμενον τόξον, ὡς οὐχ ἁπλῶς τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ ὡς ἔτυχε πρόκειται· χειμῶνος μὲν γὰρ αὕτη φανεῖσα εὐδιεινὴν ἐπιφέρει κατάστασιν, εὐδίας δὲ οὔσης εἴγε φανείη, χειμῶνα τοὐναντίον ἐμήνυσε. καὶ ἔθετο γάρ, φησί, ταῦτα εἰς σημεῖα. Ἀλλ' ἡ μὲν ἶρις ἀνυπόστατός ἐστι, φαντασία δὲ μόνον τῆς ὁρώσης ὄψεως, ἐξ ἡλίου συνισταμένη νέφεσιν ἀνομοιομερέσιν ἐμπίπτοντος. ἀλλὰ καὶ ἡ κατὰ σελήνην ἅλως ἔμφασις ὡσαύτως ἐστίν, οὐ μὴν ὑπόστασις, ἐξ ἀνακλάσεως τῆς ὄψεως. τὸ δὲ ἀστραπαῖον πῦρ ἐνυπόστατον
18
μέν ἐστιν, οὐκ ἔχει δὲ τὸ φλέγον· λεπτομερὴς γὰρ ἡ οὐσία αὐτοῦ. ἀλλὰ καὶ τὰ σώματα ταχέως παρέρχεται, ὅθεν οὔτε καίει οὔτε μελαίνει αὐτά. εἰ γὰρ καὶ πῦρ ὁ τοιοῦτός ἐστι κεραυνὸς καὶ φύσει ἔχει τὸ καίειν, ἀλλ' ἡ λεπτότης αὐτοῦ, πρὸς δὲ καὶ ἡ ταχύ της μὴ ἐγχρονίζουσα τοῖς σώμασιν, ἄκαυστα ταῦτα ἐᾷ. ὁ δὲ πρηστήρ, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, τὰ παρατυχόντα καταφλέγει σώματα. καταφλέγει δὲ διὰ τὸ συνεπισπᾶσθαι μεθ' ἑαυτοῦ παχυμερεστέραν ὕλην ἐκ τοῦ νέφους, καὶ ταύτην ἐκπληροῦν. τούτου δὲ τοῦ πρηστῆρος καὶ προηγεῖται πνεῦμα. καὶ δῆλον ἐκ τοῦ τὰ μέλλοντα ἐμπίπρασθαι πρῶτον ὑπὸ πνεύματος ῥήγνυσθαι· τὸ γὰρ πνεῦμα τοῦ πρηστῆρος θειῶδες ὂν πλήττει καὶ ῥήγνυσι. ταύτῃ τοι καὶ τὰ κεραυνωθέντα μένει διεστῶτα ἐπὶ χρόνον τινά. Τὸν μέντοι κεραυνόν, ἀγαπητέ, τοῦτ' ἔστιν αὐτὸ τὸ ἀστραπαῖον πῦρ, ἢ κατὰ σύγκρουσιν τῶν νεφῶν γίνεσθαι νόμιζε ἢ κατὰ ἐκπυρηνισμόν, ἡνίκα δηλαδὴ πυρώδης οὐσία τοῖς νέφεσιν ἐμπεσοῦσα κατὰ βίαν ἐκεῖθεν ἐκραγῇ, ῥιπτομένη καὶ οἷον εἰπεῖν ὠθουμένη παρὰ τοῦ νέφους αὐτοῦ. ἐκπυρηνισμὸς γάρ ἐστιν ὁ κατὰ συμπίεσιν· ἀκοντισμὸς γάρ ἐστιν, ὡς ὅταν καὶ ἡμεῖς τὰ τῶν ἐλαιῶν ὀστᾶ τοῖς δακτύλοις συμπιέζοντες ἢ ἄνω ἢ κάτω ταῦτα ἐξακοντίζομεν. καὶ τοιοῦτος μὲν ὁ κατὰ ἐκπυρηνισμὸν κεραυνός, ἡνίκα καὶ μᾶλλον ἡ τοῦ νέφους παχύτης ἄνωθεν πυκνωθεῖσα τὴν ἐμπεσοῦσαν ἐκεῖσε οὐσίαν οὐκ ἐᾷ τε διελθεῖν καὶ ἐπὶ τὸν χῶρον αὐτῆς ἀνελθεῖν· τηνικαῦτα γὰρ ὑπὸ τοῦ νέφους, ὡς εἴπομεν, συμπιεζομένη τε καὶ ὠθουμένη κάτω ῥιπτεῖσθαι πάλιν βιάζεται. ὁ δὲ ἕτερος ἀποτίκτεται κεραυνὸς τῶν νεφῶν συντριβομένων. 60 ἡ μὲν γὰρ ῥῆξις τὸν κεραυνὸν ἀπεγέννησε, τοῦ νέφους βίᾳ σπασθέντος· τηνικαῦτα δὲ θυλάκου ὥσπερ διαρραγέντος ὑετὸς κατενήνεκται. ὁ δέ γε τῆς ῥήξεως ἦχος τὴν βροντὴν ἀπεγέννησεν. ἀλλ' ἐκεῖ μὲν δεῖ πρῶτον ῥαγῆναι τὸ νέφος καὶ οὕτω φανῆναι τὴν ἀστραπήν· ἡμεῖς δὲ τοῦ πυρὸς ἐπιλαμβανόμεθα πρότερον. τούτου δὲ αἴτιον ἡ τῶν ὠτίων καὶ τῶν ὀφθαλμῶν διοργάνωσις· οἱ μὲν γὰρ ὀφθαλμοὶ ἡμῶν ἀμέσως ὁμιλοῦντες τῷ ἀέρι τοῦ ὁρατοῦ θᾶττον ἀντιλαμβάνονται, ὁ δέ γε τοῖς ὠτίοις προβεβλημένος κοχλοειδὴς πόρος βραδέως εἰσάγει τὸν ψόφον. κοχλοειδῆ δὲ τὸν τοιοῦτον κατεσκεύασε πόρον ὁ δημιουργὸς ἡμῶν θεός, ἵνα μὴ ἐκ τῶν παραπιπτόντων ἡμῖν ἀθρόων, εἴτε ψόφου εἴτε ἀέρος ψυχροῦ, ὁ ἐγκέφαλος ἡμῶν οὐ μικρῶς καταβλάπτηται. καὶ εἰ μὲν ἀπὸ ξηροτάτου νέφους ὁ κεραυνὸς ἐκραγῇ, φοινικοῦς τε τὴν χροιὰν ὁ τοιοῦτός ἐστι καὶ τὴν οὐσίαν φλογώδης, εἰ δὲ ἀφ' ὑγροτέρου νέφους, λευκόν τε ἔχει τὸ χρῶμα καὶ καυσώδης ἥκιστα. Οὕτω μὲν οὕτω, καθάπερ ἄνωθεν εἴρηται, καὶ τοὺς ἀστέρας τοὺς ἀπλανεῖς τε καὶ πλανωμένους εἰς σημεῖα καὶ εἰς καιροὺς ὁ ποιητὴς πάντων καὶ κύριος ἔθετο. κυρίους δὲ τῶν ἐφ' ἡμῖν ἀρετῆς τε καὶ κακίας παρεκτικοὺς οὐκ ἄν ποτε εἴπῃ τις λογισμοῦ κύριος ὤν, εἴ γε καὶ μᾶλλον ἤκουσε τοῦ θεοῦ δια 61 τοῦ προφήτου λέγοντος ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» ἐὰν θέλητε γὰρ εἰπὼν ἔδειξε προφανῶς ὡς ἐλεύθερός τις ὁ καθ' ἕνα ἡμῶν, καὶ ὅτι τῶν αὑτοῦ πράξεων ἕκαστος ὁμολογουμένως πέφυκε κύριος. Εἰδέναι γὰρ τοῦτο πρὸς τοῖς εἰρημένοις ἄνωθεν ὀφείλεις, ἀγαπητέ, ὅτι οἱ τὸν ἥλιον λέγοντες μὴ τὴν γῆν ὑποτρέχειν κάτωθεν μετὰ τὴν αὐτοῦ δύσιν, ἀλλ' ἐκ πλαγίου τὴν αὐτοῦ ποιούμενον δίοδον πρὸς ἀνατολὰς ἀπέρχεσθαι κἀκεῖθεν αὖθις ἀπέρχεσθαι τοῦ φωτίζειν τὴν γῆν, οὐκ εὐπαράδεκτα λέγειν, ὡς οἶμαι, τοῖς εὖ φρονοῦσιν κριθήσονται, εἰ μή που κατὰ λόγον οἰκονομίας τοιαῦτα λέγειν προάγονται. εἰ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἡ νὺξ ἀλλ' ἢ σκίασμα γῆς, τοῦ ἡλίου τὴν γῆν ὑποτρέχοντος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, πῶς λοιπὸν βαθεῖα τὴν ἡμέραν διαδέξεται νύξ, τοῦ ἡλίου κατ' ἐκείνους ἐγγύτατα καὶ μικροῦ πρὸς ἡμᾶς στρεφομένου, κἀντεῦθεν ἀκτίνων ἡμῖν ἐμπιπτουσῶν καὶ φωτιζουσῶν τὸ περίγειον; καὶ εἰ μὴ πείθῃ τοῖς λεγομένοις, αὐτοῖς τοῖς πράγμασι πείσθητι. ἐν Βρετανίᾳ
19
τῇ νήσῳ ὀκτωκαιδεκάωρος μὲν ἡ ἡμέρα ἐστίν, ἑξάωρος δὲ ἡ νύξ. καὶ οὐ μόνον ἑξάωρος, ἀλλὰ καὶ τὸ σκότος αὐτῆς οὐ πάνυ βαθύ, τοιοῦτον δὲ εἰπεῖν ὁποῖόν ἐστι τὸ παρ' ἡμῖν λεγόμενον λυκόφωτον. ἐμπίπτουσι γὰρ αὐτοῖς αἱ αὐγαὶ τοῦ ἡλίου. τίνος ἕνεκεν; ὅτι κἀν ταῖς νυξὶν αὐταῖς ὁ 62 ἥλιος ἔγγιστα περιστρέφεται διὰ τὸ βραχύτατον αὐτοῦ μέρος ὑπὸ γῆν καταδύεσθαι. καὶ οἵ γε τῶν Βρετανῶν ὀξυδερκέστατοι σαφῶς ὁρῶσι κατὰ τὴν νύκτα καὶ μικροῦ πάντως τοῖς ὀφθαλμοῖς περιλαμβάνουσι. μάνθανε οὖν ἐντεῦθεν ὡς εἴ γε καὶ ἐν τῷ καθ' ἡμᾶς κλίματι οὐχ ὑπὸ γῆν ὁ ἥλιος διοδεύων ἦν ἀλλ' ἔγγιστά που κἀνταῦθα περιεστρέφετο, ἡ νὺξ ἀληθῶς οὐχὶ νύξ, οὐδὲ πάνυ βαθὺ τὸ σκότος αὐτῆς, ἀλλὰ τοιοῦτον ὁποῖον ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, ἅτε οὐμενοῦν ἀντιφραττούσης ταῖς ἡλιακαῖς ἀκτῖσι παντάπασιν. ἡ γὰρ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς, ὡς ὁ μέγας φησὶ Βασίλειος. τοῦ γοῦν ἡλίου μὴ τὴν γῆν ὑποτρέχοντος ἀλλ' ἔγγιστα περιστρεφομένου, ὡς ἄνωθεν εἴρηται, βαθεῖαν γίνεσθαι νύκτα πάντως ἀμήχανον. καὶ τί χρεία πολλὰ λέγειν καὶ ἀπαριθμεῖν τὰ καθ' ἕκαστον; σφαιρικῆς οὔσης τῆς γῆς καὶ ἐν μέσῳ τοῦ παντὸς ἀπῃωρημένης, παρ' ἄλλοις ἄλλως ἀνατέλλει τε καὶ δύνει ὁ ἥλιος, κἀντεῦθεν τοῖς μὲν ἴσα τελεῖ τὰ νυχθήμερα τοῖς δὲ πάλιν ἄνισα. μὴ θαυμάζε εἴγε παρὰ Βρετανοῖς ἑξάωρός ἐστιν ἡ νύξ, ὅπου γε παρ' ἑτέροις, οἷς τοσοῦτον ὁ πόλος ἐξῆρται ὁ βόρειος ἢ ὁ νότιος ὥστε κατὰ κορυφὴν ἔχειν τὸν ἕτερόν γε πάντως αὐτῶν, τούτοις διὰ τὴν πέριξ τοῦ ἡλίου περιδρομὴν τὸ οἰκούμενον ἅπαν ἐσκίασται, 63 ὅ τε ἐνιαύσιος αὐτοῖς κύκλος ἡμέρᾳ μιᾷ καὶ νυκτὶ ὡσαύτως μεμέρισται, ὡς εἶναι τούτοις λοιπὸν τὴν ἡμέραν ἑξάμηνον καὶ τὴν νύκτα ἰσάριθμον. καὶ τούτων οὕτως. Οἶδα δέ, ἀγαπητέ, ὅτε καὶ τοῦτο πρὸς τοῖς ἄλλοις περιεργάζῃ, τί δή ποτε, λέγων, ἐπὶ τρισὶν ἡμέραις ἀνακεχυμένον ἦν ἐκεῖνο τὸ πρωτόγονον φῶς, ἐν δὲ τῇ τετάρτῃ ἡμέρᾳ τοῖς φωστῆρσι κατεμερίσθη, τῷ τε ἡλίῳ δηλαδή, τῇ σελήνῃ καὶ τοῖς λοιποῖς ἀστράσιν; ἀλλὰ μὴ ἐπὶ πλέον τὰ θεῖα πολυπραγμόνει ῥητά, ὅτι μηδὲ θεραπεύειν ἐπὶ τούτοις ἰσχύομεν τὴν σὴν φιλομάθειαν. ἴσθι τοιγαροῦν ὅτι παράγει μὲν ὁ θεὸς τὸ καθαρὸν ἐκεῖνο καὶ ἄϋλον φῶς, οὐχὶ δὲ καὶ τὸν δίσκον αὐτόν, ἵνα μάθωμεν ἐντεῦθεν ὁποίων ἔργων ἐστὶν αὐτουργός, καὶ ἵνα μαθόντες τὸν ἀριστοτέχνην θεὸν ἐπὶ πλέον θαυμάζωμεν· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἡ τοῦ δημιουργοῦ καθορᾶται σοφία καὶ δύναμις. δίσκῳ δὲ τὸ τοιοῦτον ἐναποτίθησι μετὰ ταῦτα φῶς, ἵνα τὴν ἐκπηδῶσαν ἐκεῖθεν ἀκτῖνα διὰ τοῦ δίσκου συσκιαζομένην ἐργάσηται σύμμετρον· ὀφθαλμοὺς γὰρ ἔχοντα ζῶα οὐκ ἂν ἤνεγκεν, ὡς πού φησι Θεοδώρητος. ἀλλὰ ταῦτα μὲν ὁ λόγος καθ' ἱστορίαν ἐπῆλθέ σοι. Εἰ βούλει δὲ καὶ ὑψηλότερον ἐκλαβέσθαι τὰ Μωσαϊκὰ καὶ θεῖα ῥητά, ὥστε μαθεῖν ἐκ τούτων τίνος ἕνεκεν ἀνακε χυμένον ἦν ἐπὶ τρισὶν ἡμέραις ἐκεῖνο τὸ φῶς ἁπανταχοῦ, μετὰ δὲ ταῦτα τοῖς φωστῆρσιν ἐναπετίθετο, τὸν θειότατον ἔχεις Ἀναστάσιον ἀλληγοροῦντα τὰ τοιαῦτα. τὸ μὲν οὖν τῶν προλαβουσῶν τριῶν ἡμερῶν φῶς, περὶ οὗ ἡ γραφὴ λέγει καὶ εἶπεν ὁ θεὸς γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» ὑφηπλωμένον ὂν ἐφ' ὅλον τὸ σύμπαν, τὸ τῆς ἀκτίστου τριάδος παριστᾷ φῶς πανταχοῦ φθάνον ὡς ἀπερίγραπτον· ὅτε δὲ τῷ ζοφερῷ μὲν πρότερον, ὕστερον δὲ φωτεινῷ διὰ τὴν ἕνωσιν δίσκῳ ἐναπετίθετο, τὴν ἔνσαρκον οἰκονομίαν προέγραφε· σκοτεινοὺς καὶ γὰρ ὄντας ἡμᾶς τῇ ἁμαρτίᾳ τῇ καθ' ὑπόστασιν ἑνώσει ἐλάμπρυνε, καὶ πρὶν διὰ μοναδικοῦ φωτὸς τὸ σύμπαν ἐφώτιζε. κατὰ δὲ τὴν τετάρτην ἡμέραν τριαδικῷ φωτὶ τὰ πάντα κατηύγασεν, ὅτε δηλαδὴ ὁ ἥλιος Χριστὸς ἀνέτειλε. τὸ μὲν γὰρ μοναδικὸν ἐκεῖνο φῶς τύπος ἦν τῆς μοναρχικῆς θεότητος, τὸ δὲ τριαδικὸν τοῦτο φῶς τῶν τριῶν πάλιν ὑποστάσεων τύπος ἦν. οὗτος δέ ἐστιν ὁ ἥλιος περὶ οὗ Σολομὼν λέγει ἀνατέλλει ὁ ἥλιος» (τοῦτ' ἔστι Χριστὸς) ἐπὶ γῆς, καὶ δύνει ὁ ἥλιος» (τουτέστι πρὸς τάφον χωρεῖ), καὶ πάλιν πρὸς τὸν τόπον αὐτοῦ ἄνεισιν.» ἐκ τοῦ
20
ἡλίου δὲ χορηγεῖται τῇ σελήνῃ τὸ φῶς, ὅτι καὶ ἐκ τοῦ Χριστοῦ τοῦ νοητοῦ ἡλίου καταλάμπεται ἡ ἐκκλησία καὶ πάντες οἱ ἅγιοι· ἐκ τοῦ πληρώματος» γάρ φησιν αὐτοῦ πάντες ἐλάβομεν.» 65 Ἔχεις ἰδοὺ καὶ τὰ τῆς τετάρτης ἡμέρας, εἰ καὶ μὴ κατὰ σὴν ἔφεσιν δι' ἡμετέραν πάντως ἀσθένειαν. Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τοὺς ἰχθύας τῆς θαλάσσης ἐξάγει καὶ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ πρῶτον μὲν ἐπὶ τούτοις ἄξιον ζητῆσαι διὰ τιʹ τοῦ ὕδατος οἱ ἰχθύες χωριζόμενοι διαφθείρονται. διότι οὐκ ἔχουσιν ἀναπνοὴν ὥστε ἕλκειν τὸν ἀέρα τοῦτον, ἀλλ' ὅπερ τοῖς χερσαίοις ἐστὶν ὁ ἀήρ, τοῦτο τῶν πλωτῶν γένει τὸ ὕδωρ. καὶ ἡ αἰτία δήλη, ὅτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται ἀραιὸν καὶ πολύπορον σπλάγχνον, ὃ διὰ τῆς τοῦ θώρακος διαστολῆς τὸν ἀέρα δεχόμενον τὸ ἔνδον ἡμῶν θερμὸν ἀναρριπίζει καὶ ἀναψύχει, ἐκείνοις δὲ ἡ τῶν βραγχίων διαστολὴ καὶ ἐπίπτυξις δεχομένων τὸ ὕδωρ καὶ διιέντων τὸν τῆς ἀναπνοῆς λόγον ἀποτελεῖ. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι οὐδὲν παρὰ τοῖς ἰχθύσιν ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ' ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτοῖς, εἰ μὴ τὸν σκάρον ἱστοροῦσί τινες. πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασήσει ἡ τροφὴ διαρρέῃ· ἔμελλε γάρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος. Εἰ δὲ ζητεῖς καὶ τίνος ἕνεκεν οἱ ἰχθύες διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ὥσπερ τι ῥεῦμα φέρονται, αὐτοὶ 66 μονονουχὶ βοῶσιν ὅτι εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. οὐκ ἔχουσιν ἴδιον λόγον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον καὶ τὸ πρακτέον ὑποδεικνύντα. βαδίσωμεν, φασίν, ἐπὶ τὸ βόρειον πέλαγος· γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ' ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάττια. ὅθεν καὶ ἐπὶ τοὺς ποταμοὺς ἀνανήχεται πολλάκις καὶ πόρρω θαλάσσης φέρεται. ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστὶ κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔκγονα. Καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις ὁ μέγας φησὶ Βασίλειος. ἤκουσα ἐγώ τινος τῶν παραλίων ὅτι ὁ θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῶον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται· ὃς ὅταν προΐδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαν ἐπ' αὐτῆς ὥσπερ ἐπ' ἀγκύρας βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ἀποσύρεσθαι. τοῦτο οὖν ὅταν ἴδωσιν οἱ ναυτιλλόμενοι τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Ἀλλὰ καὶ ἡ τευθὶς φαινομένη σημεῖον χειμῶνός ἐστιν. ἡ γὰρ τευθὶς ἰχθύδιόν ἐστι λεῖον τὴν ἐπιφάνειαν τῆς σαρ κός, ὅθεν καὶ μαλάκιον ὀνομάζεται. γυμνὸν οὖν πάντῃ καὶ ἀσκεπὲς ὂν (οὐδὲ γὰρ ὀστράκῳ ἢ δέρματι περιέχεται) προαισθάνεται δι' εὐπάθειαν τοῦ χειμῶνος, ὅθεν ἐξάλλεται φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάσσης. ὅταν οὖν ἴδωσι τὸ ἰχθύδιον τοῦτο ἐπινηχόμενον τῇ θαλάσσῃ, χειμῶνα τεκμαίρονται, ὥσπερ ὅταν ἴδωσι τὸν πολύποδα τῆς πέτρας περιεχόμενον, ἀνέμων σημειοῦνται φοράν. ἐγκατέσπειρε γὰρ τοῖς ζώοις ὁ θεὸς δυνάμεις προγνωστικὰς πρὸς τὴν τῆς ζωῆς αὐτῶν σύστασιν. καὶ ἄλλα μὲν τὰ τῆς θαλάττης τινὰ τυγχάνει φοβερά. οὐχ ἧττον δὲ καὶ τρυγόνος κέντρον τῆς θαλαττίας, καὶ ταύτης νεκρᾶς, καὶ ὁ λαγωὸς ὁ θαλάσσιος ταχεῖαν καὶ ἀπαραίτητον τὴν φθορὰν ἐπιφέρονται. Γίνωσκε δὲ ὅτι παρὰ τοῖς ἰχθύσιν λαγνείαν εἶναι. κέφαλος γὰρ θῆλυς παρὰ τῷ αἰγιαλῷ προσδεθεὶς ποιεῖ τοὺς ἄρρενας πελαγίζοντας πλησιάζειν ἐκεῖσε καὶ οἷον τῇ θηλείᾳ περισκαίρειν. ὁ κύων ἰχθὺς ἡνίκα ψόφου τινὸς αἴσθηται, τὰ σκυλάκια αὐτοῦ παρὰ τῷ οἰκείῳ κρύπτει κόλπῳ καὶ αὖθις ἐξάγει. ὅρα δὲ σοφίαν καὶ πονηρίαν μικροῦ ζώου καὶ ἀσθενοῦς. ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου. ἀλλὰ
21
καὶ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται· ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο, διὸ καὶ ὀστρακόδερμον τὸ ζῶον 68 προσαγορεύεται. καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. τί οὖν ποιεῖ; ὅταν ἴδῃ ἐν ἀπηνέμοις μεθ' ἡδονῆς διαθαλπόμενον καὶ πρὸς τὰς ἀκτῖνας τοῦ ἡλίου τὰς πτύχας αὐτοῦ διαπλώσαντα, τότε δὴ λάθρα ψηφῖδας παρεμβαλὼν διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον μέρος τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιεχόμενος. αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν. τὴν ἔξω τῶν οἰκουμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἔξω νήσων, ᾗ μηδεμία πρὸς τῇ ἀντίπερα καθέστηκεν ἤπειρος. διόπερ ἄπλους ἐστίν, οὔτε ἱστορίας οὔτε τινὸς χρείας κατατολμᾶν αὐτῆς τοὺς πλωτῆρας ἀναπειθούσης. ἐκεῖνα καταλαβόντα τὰ κήτη τοῖς μεγίστοις τῶν ὀρῶν κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασί, μένει ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις μήτε ταῖς παραλίαις πόλεσι λυμαινόμενα. οὕτω μὲν οὖν ἕκαστον γένος ὥσπερ πόλεσιν ἢ πατρίσιν ἀρχαίαις τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. ἔστι μὲν οὖν καὶ κῆτος πρίων οὕτω καλούμενος· τοῦτο ἐὰν ἴδῃ πλοῖον ἁρμενίζον, συναρμενίζει καὶ αὐτὸ τῷ πλοίῳ. καὶ κῆτος ἕτερον ἀσπιδοχε λώνη· τοῦτο ἐὰν πεινάσῃ, ἀνοίγει τὸ στόμα αὐτοῦ, κἀκεῖθεν εὐωδίας ἐξερχομένης εἰσέρχονται τὰ μικρὰ ἰχθύδια, καὶ οὕτως κορέννυται. ταῦτα μὲν οὖν καὶ ἐπὶ τοῦ διαβόλου καὶ ἀνθρώπων ἔστιν ἰδεῖν· οὐδέποτε γὰρ διαλείπει τούτοις ἐπακολουθῶν καὶ παντοίως ἀποπλανῶν αὐτούς, καὶ μάλιστα τοὺς φρονήματι μικροτέρους· καταπίνει γὰρ αὐτοὺς τοῖς τοῦ βίου τερπνοῖς δελεάζων, εἰ καὶ μηδέποτε κορέννυται. Εἰσὶ μὲν οὖν καὶ ἕτερα γένη κητῶν, φῶκαι καὶ φάλαιναι, δελφῖνες καὶ ζύγαιναι καὶ ὅσα τοιαῦτα· εἰσὶ δὲ καὶ ἕτερα περὶ ὧν ἡ γραφή φησι καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα,» ἃ δὴ καὶ ἰδιάζουσαν ἔσχεν δίαιταν ἐν ἀφωρισμένοις χωρίοις, ὥστε μὴ καταβλάπτεσθαι τοὺς αὐτοῖς ἐντυγχάνοντας. Καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα. οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ' ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρεικάζεται· ἃ δὴ καὶ νήσων πολλάκις φαντασίαν παρέχονται, ἐπειδάν ποτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τοῦ ὕδατος ἀνανήξηται. ταῦτα μέντοι τηλικαῦτα ὄντα οὐ περὶ ἀκτὰς οὐδὲ περὶ αἰγιαλοὺς διατρίβει, ἀλλὰ τὸ Ἀτλαντικὸν λεγόμενον πέλαγος ἐνοικεῖ. τοιαῦτά ἐστι τὰ πρὸς φόβον καὶ ἔκπληξιν 70 ἡμετέραν δημιουργηθέντα ζῶα. ἐὰν δὲ ἀκούσῃς ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξ οὐρίας φερόμενα τὸ μικρότατον ἰχθύδιον ἡ ἐχενηῒς οὕτω ῥᾳδίως ἵστησιν ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάσσει τὴν ναῦν ὥσπερ καταρριζωθὲν ἐν αὐτῷ τῷ πελάγει, ἆρ' οὐχὶ καὶ ἐν τῷ μικρῷ τούτῳ τὴν τοῦ δημιουργοῦ καταλαμβάνεις ἰσχύν; ἐκ πάντων οὖν μεγάλων τε καὶ μικρῶν τῆς τοῦ κτίσαντος δυνάμεως ἀπόδειξιν λάμβανε. Τί δήποτε οἱ θαλαττουργοῦντες τὼ χεῖρε πάσχουσιν, εἴ ποτε κύρτον ἐντὸς νάρκην ἔχουσαν τοῖς καλωδίοις ἐφέλκουσιν; εὐπαθεστάτην ὁ ἀὴρ τὴν φύσιν κληρωτικῶς ἀπενείματο· διηχὴς γὰρ καὶ διαφανὴς ἔφυ καὶ δίοσμος, μεταιχμίου μηδέ τινος ἐπιπροσθοῦντος αὐτῷ. πολλῶν τοίνυν παθῶν καὶ ἐνεργειῶν αἴτιος· πῶς γὰρ οἱ τὰς ὄψεις νοσοῦντες τοὺς ὁρῶντας σφᾶς πολλάκις τοῦ πάθους κοινωνοὺς ἐποιήσαντο; οὐκοῦν διὰ τοῦ ἐνόντος ἀέρος καὶ νάρκη ποιεῖν τι πάθος ἐπίσταται τοῖς αὐτῇ πλησιάζουσιν, εἰ καὶ μὴ ταύτης ἐφάψοιντο. καὶ θαυμάζειν οὐ χρή· ἡ Μαγνῆτις γάρ, ἣν καὶ Ἡρακλείαν λίθον φασί, τοῦ σιδήρου διέστηκε, καὶ ὅμως ὁρῶμεν διὰ μέσου τοῦ ἀέρος τὴν ἐνέργειαν προσβαλλομένην τῇ λίθῳ. τὸ δὲ καὶ περὶ τὸν φοίνικα τὸ φυτὸν ἐρωτικὸν γενόμενον πάθος, καὶ ὅπως ἡ θήλεια, κἂν καὶ διίσταται, τοὺς
22
κλάδους αὐτῆς ὑποκλίνει τῷ ἄρρενι, καὶ ὅπως πάλιν πρὸς 71 ὄρθιον ἔρχεται σχῆμα τῆς συναφείας οἷον ἐναπολαύσασα, ποίαν ἀκοὴν οὐκ ἐμπίπλησι θαύματος; ἄτοπον τοίνυν οὐδὲν καὶ τὸ τὴν νάρκην ποιεῖν τοῖς θηρεύουσι πάθος. Καὶ διὰ τί οἱ μὲν ἄλλοι ἰχθύες περὶ τὸν Πόντον ἐνδημοῦσιν, ὁ δὲ πολύπους τὸν βόρειον ἀποστρέφεται κόλπον; διότι τὰ μὲν τῶν ἰχθύων ψύξεως δεῖται, ὅσα που καὶ τὰ πότιμα ἐπιδιώκουσι νάματα, τὰ δὲ θερμότητος ἐρᾷ καὶ πρὸς τὴν θάλασσαν ἀναστρέφεται· θερμοτέρα γὰρ αὕτη τῶν ἄλλων ὑδάτων καθέστηκεν. ὁ γοῦν πολύπους τῇ Ποντικῇ θαλάσσῃ ἀπεχθάνεται· ψυχρότερον γὰρ τὸ βόρειον πέφυκε πέλαγος. ἀλλὰ καὶ τῆς λοιπῆς θαλάσσης γλυκύτερον· ὑπὸ πολλῶν γὰρ καὶ μεγάλων ποταμῶν ἐπιρρεῖται. ἐναντία δὲ τῷ πολύποδι τό τε ψυχρὸν καὶ τὸ γλυκύ. ἱκανὸν δὲ ἐρῶ σοι τί πρὸς ἀπόδειξιν. πέτρᾳ συμπλακεὶς ὁ πολύπους δυσαποσπάστως ἔχεται· διὸ γλυκὺ ὕδωρ ἐπιχέουσι τῇ πέτρᾳ οἱ πρὸς ἄγραν δεινοί, καὶ οἱ μὲν ἔχουσι τὸ ζητούμενον θήραμα, ὁ δὲ τῆς ἑαυτοῦ καὶ ἄκων ἐξανίσταται φύσεως. ὁ πολύπους οὗτος λέγεται μὲν ἡνίκα πεινάσει, πλόκαμον ἑαυτοῦ ἐσθίειν, ἕτερον δὲ ἀναφύειν. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τευθῖδες μὲν καὶ πολύποδες ἔχουσι θόλωσιν, ἀλλὰ καθ' ἅ φησιν Ἀριστοτέλης ἐπὶ τῇ μύτιδι, σηπυῖα δὲ κατὰ τὴν κοιλίαν, ἀλλὰ καὶ πλείονα. οὐδὲ 72 γὰρ ἄλλην τινὰ βοήθειαν ἔχει, καθάπερ ὁ πολύπους τὴν τοῦ χρώματος μεταβολήν· πρὸς γὰρ τὴν πέτραν ᾗ προσαράσσει τοὺς ἑαυτοῦ πλοκάμους ἀμείβει καὶ τὴν χροιάν, ἄνευ μέντοι τοῦ λευκοῦ χρώματος. ἄναιμα γὰρ ταῦτα, καὶ διὰ τοῦτο κατεψυγμένα καὶ φοβητικά. ὥσπερ ἐνίοις φοβηθεῖσιν ἡ κοιλία ταράττεται, ἑτέροις δὲ περίττωσις ἡ ἀπὸ τῆς κύστεως ῥεῖ, οὕτω καὶ τούτοις συμβαίνει ἐξ ἀνάγκης ἀφιέναι τὸν θόλον διὰ δειλίας. ἡ δὲ φύσις ἅμα τῷ περιττώματι παρακαταχρῆται καὶ πρὸς σωτηρίαν καὶ βοήθειαν αὐτῷ. πάντα δὲ τὰ ἄναιμα τῶν ζώων ὀλιγότροφά εἰσιν, οὐχ οὕτω διὰ μικρότητα ὡς διὰ ψυχρότητα· τὸ γὰρ θερμὸν καταπέπτει ῥᾳδίως τὴν τροφὴν καὶ δεῖται καὶ τροφῆς ταχέως, τὸ δὲ ψυχρὸν ἄτροφον. μᾶλλον δὲ τὸ τῶν τεττίγων γένος ἄτροφόν ἐστι, διότι καὶ τῶν ἄλλων ζώων ψυχρότερον· ἐπὶ γὰρ τούτῳ καὶ θέρους ὥρᾳ ζωογονούμενον ὥσπερ τῆς ᾠδῆς ἀπάρχεται. ἱκανὴ δὲ τροφὴ τῇ τέττιγι ἡ ἐκ τοῦ σώματος ὑπομένουσα ὑγρότης, ἣν ἐκ τῆς γενέσεως ἔχει, κατὰ δὴ καὶ τὰ ἐφήμερα ζῶα τὰ περὶ τὸν Πόντον γινόμενα· πλὴν ἐκεῖνα μὲν ἡμέρας μιᾶς χρόνον ζῇ, καὶ διὰ τοῦτο καὶ ἐφήμερα λέγονται, ταῦτα δὲ ζῶσι καὶ πλέον. Μαλακόστρακα λέγονται καρκίνοι κάραβοι ἀστακοὶ καὶ 73 καρίδες. ταῦτα δὲ ἄνευ τῶν καρίδων χηλὰς ἔχουσιν, οὐ χάριν τοῦ περιπατεῖν, τοῦ συλλαμβάνειν δέ τι. ὅθεν καὶ μείζονες αἱ δεξιαί· τοῖς γὰρ δεξιοῖς πέφυκε τὰ ζῶα δρᾶν μᾶλλον. περὶ τούτων ὁ προφήτης Δαυίδ τὰ διαπορευόμενα τρίβους θαλασσῶν.» σηπίαι δὲ τευθίδες καὶ πολύποδες ἀνὰ πόδας ὀκτὼ ἔχουσιν, μείζονας δὲ μόνος ὁ πολύπους. Διαφορὰν οἱ ἰχθύες καὶ περὶ τὸ στόμα ἔχουσι· τὰ μὲν γὰρ καταντικρὺ ἔχει τὸ στόμα καὶ εἰς τὸ ἔμπροσθεν, τὰ δ' ἐν ὑπτίοις, οἷον οἱ δελφῖνες καὶ τὰ σελάχη, διὸ καὶ ὕπτια στρεφόμενα λαμβάνει τὴν τροφήν. ὄρχεις δὲ οὐδεὶς ἔχει ἰχθύς, οὔτε ἐντὸς οὔτε ἐκτός, οὔτε ἄλλο οὐδὲν τῶν ἀπόδων, διὸ οὐδὲ οἱ ὄφεις. οἱ δὲ δελφῖνες καὶ αἱ φάλαιναι καὶ πάντα τὰ κητώδη βράγχια μὲν οὐκ ἔχουσιν, αὐλὸν δὲ διὰ τὸ ἔχειν πνεύμονα. τὰ μὲν γὰρ βράγχια χρήσιμα ἐπὶ τοῖς μὴ ἀναπνέουσιν, ἀδύνατον δὲ τὸ αὐτὰ ἔχειν καὶ ἀναπνεῖν. ἔστι δὲ ταῦτα τρόπον τινὰ πεζὰ καὶ ἔνυδρα, καὶ πεζὰ μὲν ὡς ἀέρα δεχόμενα, ἔνυδρα δὲ ὡς ἄποδα καὶ τὴν τροφὴν ἐκ τοῦ ὑγροῦ δεχόμενα. τὰ μέντοι μαλάκια, οἷον τευθίδες σηπυῖαι καὶ ὅσα τοιαῦτα, ὅλα σαρκώδη καὶ μαλακά· οὐδὲ γὰρ ὀστῶδες ἔχειν ἔτυχεν οὐδὲ γεηρὸν ἀποκεκρυμμένον. πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν, καθὰ δὴ καὶ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν 74 φύσιν ἔχει· μαλακὸν μὲν γάρ ἐστιν ὥσπερ σάρξ, ἔχει δὲ τάσιν ὥσπερ νεῦρον. Χρὴ δέ σε καὶ τοῦτο
23
περὶ τῶν ἰχθύων εἰδέναι. τὸ μὲν γὰρ ἄρρεν καὶ θῆλυ ἰδίως νήχονται, οὐ συγγίνονται δέ, ἀλλ' ἀσπόρως ἐξ ὕδατος καὶ πνεύματος τοῦ ἀνέμου τίκτονται, τὴν πνευματικὴν ἡμῶν ἐντεῦθεν καὶ ἄσπορον ἐξ ὕδατος καὶ πνεύματος προσημαίνοντα γέννησιν, ὡς ὁ θειότατός φησιν Ἀναστάσιος. Ἀλλ' οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον. ὁ χερσαῖος ὄφις τῷ αἰγιαλῷ προσιὼν συρίττει, καὶ συρίττων προσκαλεῖται τὴν μύραιναν εἰς συνάφειαν. ὁ γοῦν θαλάσσιος ὄφις εἴτ' οὖν ἡ μύραινα τῷ συριγμῷ ἀκούσασα εὐθὺς ἐπανάγεται. καὶ συμπλακέντες ἀλλήλοις, πρότερον τοῦ χερσαίου τὸν ἰὸν ἐξεμέσαντος, πρὸς τὰ ἴδια ὁ καθ' ἕνα χωρεῖ. εὔδηλον οὖν ἐντεῦθεν ὅτι καὶ ὁ νοητὸς ὄφις συριγμῷ καὶ δελεάσματι καὶ ὑποκρίσει ἤθους χρηστοῦ καὶ συμβουλῆς ἀγαθῆς τοὺς ἀνθρώπους ἐφέλκεται καὶ κατὰ τὸ βουλητὸν αὐτῷ τούτοις συγγίνεται, τοῦ ὕδατος καὶ πνεύματος πρότερον αὐτοὺς ἐξιστῶν· οὐ γὰρ ἂν ἄλλως μεταδοῦναι τούτοις τοῦ οἰκείου δύναται σπόρου, εἰ μὴ πάντα κάλων κινήσας ἐκεῖθεν αὐτοὺς ἀποσπάσειε. καὶ τί χρὴ πολλὰ λέγειν καὶ ἀπαριθμεῖν τὰ καθ' ἕκαστον, ἐπεὶ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός; καὶ ἑρπετὰ μέν, 75 ὅτι ἕρπει τῷ ὕδατι καὶ οὕτω τὴν ἑαυτῶν πορείαν ποιοῦνται, ἀριθμῷ δὲ οὐχ ὑποπίπτουσιν ὥστε μὴ ἐκλεῖψαι κατὰ μικρὸν δαπανώμενα. βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἠνάλωσαν· νικᾷ γὰρ τὴν δαπάνην ἡ πρόσοδος. Ἀλλ' ὅρα φωνὴν θεοῦ, μᾶλλον δὲ οὐδὲ φωνὴν θεοῦ ἀλλὰ θέλησιν μόνον, ἥτις τὰ παντοδαπὰ γένη τῶν ἰχθύων ἐκ τῶν ὑδάτων παρήγαγεν. ἡ γὰρ θέλησις αὕτη φύσις ἐγεγόνει τοῖς ὕδασι. ταῦτα μὲν τὰ ὕδατα καὶ ἐξ ἀρχῆς αὐτῆς ζωτικὴν ἐδέχοντο δύναμιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτοῖς πνεῦμα θεοῦ ἐπεφέρετο. φερόμενον δὲ ζωτικὴν ἐδίδου τοῖς ὕδασι τὴν δύναμιν, ὡς ὁ χρυσόστομος Ἰωάννης φησί, καὶ ὅτι μετὰ μικρὸν ζῶα ἐξ αὐτῶν παραχθήσονται. καὶ ὁ μὲν χρυσορρήμων, καθάπερ εἴρηται, ζωτικὴν ἐντεῦθεν ἐνέργειαν κατασημαίνεσθαι λέγει· ὁ δὲ μέγας Βασίλειος καὶ πλατύτερον τὰ περὶ τούτων διέξεισι, καὶ οὕτω φησίν. εἴτε τοῦτο λέγει τὸ πνεῦμα τὴν τοῦ ἀέρος χύσιν, δέξαι τὸν συγγραφέα τὰ μέρη τοῦ κοσμοῦ καταριθμοῦντά σοι, ὅτι ἐποίησεν ὁ θεὸς οὐρανὸν γῆν ὕδωρ ἀέρα, καὶ τοῦτον χεόμενον ἤδη καὶ ῥέοντα. εἴτε, ὃ καὶ μᾶλλον ἀληθέστερόν ἐστι καὶ τοῖς πρὸ ἡμῶν ἐκκριθέν, πνεῦμα θεοῦ τὸ ἅγιον εἴρηται (οὐδὲ γὰρ ἄλλο παρὰ τῇ γραφῇ πνεῦμα θεοῦ ὀνομάζεται ἢ τὸ 76 ἅγιον τὸ τῆς θείας καὶ μακαρίας τριάδος συμπληρωτικόν), καὶ ταύτην προσδεξάμενος τὴν διάνοιαν μείζονα τὴν ἀπ' αὐτῆς ὠφέλειαν εὑρήσεις. ἐπεφέρετο γὰρ τὸ πνεῦμα, καθάπερ Σύρος τις ἔλεγε θαυμαστὸς ἀνήρ, ἀντὶ τοῦ ἐπέθαλπε καὶ ἐζωογόνει τὴν τῶν ὑδάτων φύσιν κατὰ τὴν εἰκόνα τῆς ἐπῳαζούσης ὄρνιθος καὶ ζωτικήν τινα δύναμιν ἐνιούσης τοῖς ὑποθαλπομένοις, ὡς ἐντεῦθεν σαφῶς ἀποδείκνυσθαι ὅτι οὐδὲ τῆς δημιουργικῆς ἐνεργείας τὸ πνεῦμα τὸ ἅγιον ἀπολείπεται.» Καὶ τοσαῦτα μὲν περὶ τῶν ἰχθύων. ἀκόλουθον δ' ἂν εἴη καὶ περὶ τῶν πετεινῶν ὀλίγα διεξελθεῖν, ὅτι καὶ ταῦτα ἐξ ὑδάτων τὴν γένεσιν ἔσχηκε. διὰ γὰρ τοῦτο καὶ συγγένειά τις πρόσεστι τούτοις πρὸς τὰ νηκτά. καὶ γὰρ ὥσπερ οἱ ἰχθύες τὸ ὕδωρ τέμνουσι, τῇ μὲν κινήσει τῶν πτερύγων εἰς τὸ πρόσω χωροῦντες, τῇ δὲ τοῦ οὐραίου μεταβολῇ τάς τε περιστροφὰς καὶ τὰς εὐθείας ὁρμὰς ἑαυτοῖς οἰακίζοντες, οὕτω καὶ ἐπὶ τῶν πτηνῶν ἔστιν ἰδεῖν διανηχομένων τὸν ἀέρα τοῖς πτεροῖς κατὰ τὸν ὅμοιον τρόπον. ὅτι δὲ ἐξ ὑδάτων τοῖς πετεινοῖς ἡ γένεσις, διὰ τοῦτο καὶ ταῦτα πάντα τοῖς ὕδασι χαίρουσι· πλήν γε ὅτι οὐδὲν τῶν πτηνῶν ἄπουν διὰ τὸ πᾶσι τὴν δίαιταν ἀπὸ τῆς γῆς ὑπάρχειν. καὶ πάντα ἀναγκαίως· τοῖς μὲν γὰρ ἁρπακτικοῖς πρὸς τὴν ἄγραν αἱ τῶν ὀνύ χων ἀκμαί, τοῖς δὲ λοιποῖς [ἀναγκαίως] πρὸς τὴν τοῦ βίου διεξαγωγὴν ἡ τῶν ποδῶν ὑπηρεσία δεδώρηται. ὀλίγοι δὲ τῶν ὀρνίθων κακόποδές εἰσιν, οὔτε βαδίζειν οὔτε ἀγρεύειν τοῖς ποσὶν ἐπιτήδειοι, ὡς αἱ χελιδόνες καὶ αἱ δρεπανίδες λεγόμεναι, οἷς ἡ τροφὴ ἀπὸ τῶν ἐν τῷ
24
ἀέρι ἐμφερομένων ἐπινενόηται. Πρόσεχε λοιπόν. ἄλλη καὶ γὰρ κατασκευὴ τοῖς σπερμολόγοις ὄρνεσι καὶ ἄλλη τοῖς σαρκοβόροις, τῷ τρόπῳ τῆς διαίτης αὐτῶν πρέπουσα, ὀνύχων ἀκμαὶ καὶ χεῖλος ἀγκύλον καὶ πτερὸν ὀξύ, ὥστε καὶ συλληφθῆναι ῥᾳδίως τὸ θήραμα. διὰ γὰρ τοῦτο καὶ σκληρότεροι τῶν ζώων οἱ ὄνυχες ἢ τοῦ ἀνθρώπου· μαλθακώτεροι καὶ γὰρ οὗτοι τῷ ἀνθρώπῳ κατεσκευάσθησαν, ὅτι τε καὶ τὸ δέρμα τούτου μαλθακώτερον, ἀφ' οὗ καὶ οἱ ὄνυχες τὴν γένεσιν ἔχουσι, καὶ ὅτι πρὸς τὴν χρῆσιν ἑκάστῳ τῶν ζώων ἥ τε σκληρότης τῶν ὀνύχων καὶ ἡ μαλθακότης δεδώρηται. ἀλλὰ καὶ τῶν πτηνῶν τὰ μὲν ἄναρχά εἰσι καὶ οἷον αὐτόνομα, τὰ δὲ ὑφ' ἡγεμόνι τετάχθαι καταδεχόμενα ὡς οἱ γέρανοι. ἀλλὰ καὶ αἱ μέλισσαι ὑπὸ βασιλεῖ καὶ ταξιάρχῳ τινὶ τῶν ἔργων ἅπτονται, οὐ πρότερον ἐπὶ τοὺς λειμῶνας ἐλθεῖν καταδεχόμεναι, πρὶν ἂν ἴδωσι τὸν βασιλέα κατάρξαντα τῆς πτήσεως. οὐ χειροτονητὸς δὲ οὗτος, ἀλλ' ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον, καὶ μεγέθει διαφέρων καὶ σχήματι καὶ τῇ τοῦ ἤθους πραότητι. ἔστι 78 μὲν γὰρ κέντρον τῷ βασιλεῖ, ἀλλ' οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. νόμοι τινές εἰσιν οὗτοι τῆς φύσεως ἄγραφοι, ἀργοὺς εἶναι πρὸς τιμωρίαν τοὺς τῶν μεγίστων δυναστειῶν ἐπιβαίνοντας. οὕτω μὲν αἱ τῷ τοῦ βασιλέως ὑποδείγματι μὴ ἀκολουθοῦσαι τῇ τοῦ κέντρου πληγῇ ἐναποθνήσκουσιν, ἄξια τῆς ἑαυτῶν ὠμότητος εὑρίσκουσαι τὰ ἐπίχειρα. Ἀλλὰ καὶ τοῦτο θαυμάζειν ἄξιον, πῶς αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται, καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ περιιοῦσαι πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχουσι τὴν ἀσφάλειαν. εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου ἡ μὲν βοήσασα πρὸς ὕπνον ἐτράπη, ἡ δὲ τὴν διαδοχὴν δεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας, καὶ ἀντέδωκε ταῖς λοιπαῖς. οὕτω μὲν οὖν καὶ τὸ τῶν πελαργῶν εἰς ἔκπληξιν ἄγει πάντας τῶν διαληφθέντων οὐκ ἔλασσον. ἐκεῖνοι γὰρ τὸν πατέρα ὑπὸ τοῦ γήρους πτερορρυήσαντα περιστάντες ἐν κύκλῳ τοῖς οἰκείοις πτεροῖς διαθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες βοήθειαν αὐτῷ κατά γε τὴν πτῆσιν παρέχουσιν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. καὶ οὕτως πᾶσι τοῦτο διαβεβόηται ὡς ἐντεῦθεν καί τινας τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ὀνομάζειν ἀντιπελάργωσιν. μηδεὶς οὖν διὰ πενίαν τὴν αὑτοῦ ἀπογινωσκέτω ζωήν. 79 Τὸ δὲ τῆς χελιδόνος εὐμήχανον πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο; ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη τὰ μὲν κάρφη τῷ στόματι διακομίζει, πηλὸν δὲ τοῖς ποσὶν ἆραι μὴ δυναμένη (ἀνεπιτήδειοι γὰρ οὗτοι πρὸς πᾶσαν ὑπηρεσίαν) τὰ ἄκρα τῶν πτερῶν ὕδατι καταβρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν, καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα ἐν αὐτῇ τοὺς νεοττοὺς ἐκτρέφει. ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως βοήθειαν ἰατρικήν, δι' ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐγγόνων τὰς ὄψεις. Ἡ δὲ ἁλκυὼν θαλάττιόν ἐστιν ὄρνεον. αὕτη παρ' αὐτοὺς τοὺς αἰγιαλοὺς νοσσεύειν πέφυκεν ἐν καιρῷ χειμῶνος, ἐπ' αὐτῆς τὰ ᾠὰ θεμένη τῆς ψάμμου, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. ἀλλ' ὅμως κοιμίζονται πάντες οἱ ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅτε ἁλκυὼν ἐπῳάζει, τὰς ἑπτὰ δηλονότι ἡμέρας. ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ ἡμέρας πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος αὐτῇ παρέσχε θεός. ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίτιδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσιν. Ἀλλὰ καὶ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος μηκέτι πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, μνήμῃ τοῦ ποτὲ συζευχθέντος. ἀκουέτωσαν αἱ γυναῖκες ὅπως 80 τὸ σεμνὸν τῆς χηρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐγγόνων τροφὴν ὁ ἀετός. δύο γὰρ ἐξαγαγὼν νεοσσούς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταρρήγνυσι ταῖς πληγαῖς τῶν πτερῶν
25
ἀπωθούμενος, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ὃν ἐγέννησεν ἀποποιούμενος. ἀλλ' οὐκ ἐᾷ τοῦτον ἡ φήνη διαφθαρῆναι, ἀλλ' ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις αὐτὴ νεοσσοῖς συνεκτρέφει. ὃν δὲ κρατήσας ἐκθρέψειν νεοττὸν ὁ ἀετός, λαμβάνει καὶ συνίπταται αὐτῷ, καὶ ἐὰν ἴδῃ αὐτὸν εὐτόλμως μὲν τὸν ἀέρα νηχόμενον, ὀξυωποῦντα δὲ πρὸς τὴν τοῦ ἡλίου λαμπρότητα, ὡς οἰκεῖον περιποιεῖται, εἰ δὲ μή γε, ὡς νόθον ἀποβάλλει. Ἀλλ' ἐπαινετὸν τὸ τῆς κορώνης φιλότεκνον, ἣ καὶ πετομένοις ἤδη τοῖς νεοττοῖς παρέπεται σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πολλοῦ. περὶ μέντοι τῶν κορωνῶν καὶ τάδε φησὶν ὁ μέγας Βασίλειος ἐν τῷ περὶ προνοίας λόγῳ αὑτοῦ. θαῦμα μέγα πῶς αἱ κορῶναι τοῖς πελαργοῖς συναπαίρουσαι δορυφοροῦσιν αὐτοῖς καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν αὐτοῖς τινὰ παρέχουσι πρὸς ὄρνιθας πολεμίους. σημεῖον δὲ πρῶτον μὲν μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειτα μετὰ τραυμάτων ἐπανερχόμεναι τῆς συμμαχίας ἐναργῆ σημεῖα κομίζουσι.» 81 Τὸ δέ γε πλέον τῶν ἄλλων παραδοξότερον, τοὺς γῦπάς φασιν ἀσυνδυάστως τίκτειν, καὶ ταῦτα μακροβιωτάτους ὄντας, καὶ μέχρις ἑκατὸν ἐτῶν τὴν ζωὴν αὐτῶν παρεκτείνεσθαι. διὰ τί δὲ τοῦτο, καὶ τίνος ἕνεκεν; ἵνα γὰρ μή τινες ἐπιγελῶσι τῷ μυστηρίῳ ἡμῶν, ὡς ἀδύνατον παρθένον τεκεῖν καὶ αὖθις μεῖναι παρθένον, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο. καὶ οὕτω μὲν περὶ τούτων ὁ μέγας Βασίλειος· οἱ δέ γε τὰς φύσεις τῶν ζώων διασκεψάμενοι τριετῆ χρόνον τοὺς γῦπας ἐγκυμονεῖν τερατεύονται. καὶ πῶς ἄκουε. οὐκ ἔστιν ἄρρενα γῦπα θεάσασθαι· ἀσυνδυάστως γὰρ αὐτοὺς τίκτειν νόμοι φύσεως παρακελεύονται, ὅθεν καὶ πᾶν τὸ γένος αὐτῶν ἡ τοῦ θήλεος φύσις ἠνέγκατο. ὅπερ ἐπιστάμενοι γῦπες καὶ τὴν ἐρημίαν δεδιότες τῶν τέκνων, εἰς ἐπιγονὴν ἅπαν τὸ γένος στρατεύεται, καὶ δρῶσί τι σόφισμα ἄριστον. τῷ νότῳ καὶ γὰρ ἀντίπρωροι πέτανται. εἰ δὲ μὴ νότος εἴη, τῷ συγγενεῖ εὔρῳ ἁπλοῦσι τὰς πτέρυγας, εἶτα κεχήνασι καὶ τοῦ πνεύματος ἐμφοροῦνται εἰσρέοντος, καὶ τίκτουσι ζῶα, μὴ μέντοι γε ᾠὰ ὑπηνέμια. διὸ πλείστου χρόνου δεῖται ἡ φύσις πρὸς ζώου τελεσιουργίαν· χαλεπὸν γὰρ καὶ λίαν ἐργῶδες τῇ φύσει οὐσιῶσαι τὸ πνεῦμα καὶ πρὸς ζῶον πλαστουργεῖν τὸ λεπτότατον. ἐπειδὰν τοίνυν ἀκούεις καὶ σὺ συναφείας ἄνευ 82 ἐγκυμονῆσαι τὴν πάναγνον, πρότερον αὐτῇ πνεύματος ἁγίου ἐπισκιάσαντος καὶ τοῦ κυρίου κατὰ τὸν προφήτην ἀπὸ Θαιμὰν ἥξαντος, μηδ' ὅλως ἀπίστει τῷ πράγματι, κἂν μέγα τῷ ὄντι δοκεῖ καὶ παράδοξον· ἐπὶ γὰρ τούτῳ καὶ ἡ παρὰ φύσιν τῶν γυπῶν κυοφορία θαυμασίως οὕτω τῷ θεῷ προητοίμασται. λέγεται γὰρ ὅτι γενόμενος ἔγκυος ὁ γὺψ πορεύεται εἰς τὴν Ἰνδικήν, καὶ λαβὼν λίθον τὸ καλούμενον εὐτόκιον ἐπάνω αὐτοῦ κάθηται συνεχόμενος ὠδῖσι, καὶ οὕτως ἀποτίκτει. ὁ μέντοι λίθος περιφερὴς ὡς κάρυον, καὶ κινούμενος ἦχον ἐκπέμπει ὡς κώδων, ἔνδοθεν ἑτέρου λίθου κινουμένου. φασὶ δὲ καὶ τοῦτο περὶ γυπός, ὅτι μύρῳ ῥοδίνῳ χρισθεὶς ἀποθνήσκει. Θαυμάσειε δ' ἄν τις καὶ τὸ τῶν κοράκων τῶν διαληφθέντων οὐκ ἔλασσον. πεπόνθασί τι πάθος ὥρᾳ θέρους οἱ κόρακες, τὸ δὲ πάθος ἐστὶ ῥύσις γαστρός. ἐντεῦθεν ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι οὐδέν τι χρῆμα κατά γε τὸ θέρος τοῖς κόραξιν, ἵνα μὴ τῷ ὑγρῷ ἡ τῆς γαστρὸς ῥύσις σχοίη ἐπίτασιν. ἴσασι τοίνυν καὶ διαίτης τέχνην οἱ κόρακες, οὐ τὰ Ἱπποκράτους παιδευθέντες, οὐ τὰ Χείρωνος, οὐ τὰ Μαχάονος φάρμακα, κἀντεῦθεν μὲν ὁρῶσι ποταμούς, ἀλλ' ὅμως πίνειν ἐκείνοις οὐκ ἔνεστιν, ἀλλ' οἷα Τάνταλοι κολαζόμενοι δριμυτέραν δίκην ταῦτα εἰσπράττονται. 83 Θαυμάζειν σε ἄξιον καὶ διὰ τί τῆς ᾠδῆς οἱ τέττιγες ἐν μέσῳ θέρει ἀπάρχονται. ψυχροί τινες τὴν φύσιν οἱ τέττιγες, διὸ καὶ μετὰ θερινὰς τροπὰς ἀπάρχονται τῆς ᾠδῆς, καὶ ἡλίου ἀπαρχομένου τὸν ἑαυτῶν μετίασι κέλαδον. ἐφ' ᾧ καὶ μεσημβρίας εἰσὶν ᾠδικώτεροι. ἡ μέντοι θήλεια τέττιξ πολὺ ψυχροτέρα τοῦ ἄρρενος οὖσα σιωπῶσα
26
ἐφιζάνει τοῖς δένδρεσι, τὰ Πυθαγόρου ὥσπερ διδαχθεῖσα διδάγματα. πῶς δὲ καὶ φθαρτικὰ πτερῶν ἑτέρων ἀετῶν τυγχάνει πτερά; σηπεδονώδους ταῦτα μετειλήφασι φύσεως. οὐκ ἂν σωθείη ἕτερα τὰ πτερὰ τούτοις συναναμιγνύμενα· θᾶττον γὰρ ἐντεῦθεν ἀπόλλυνται. διὰ τί δὲ καὶ ὁ χαραδριὸς εἴ ποτε ἀντιβλέψει τῷ ἰκτεριῶντι, μύει τοὺς ὀφθαλμούς; οὐχ ὥς τινές φασι, τῷ νοσοῦντι βασκαίνων καὶ τὸ φρόνημα πρὸς ὑγείας μετάδοσιν ἔχων ἐπίφθονον· οὐ γὰρ τοῖς ἀλόγοις βασκανία τις μέτεστιν, οὐδὲ Προμηθεὺς παρ' ἐκείνοις κολάζεται, ἀγαθοῦ τινὸς τοῦ πυρὸς μεταδοὺς τοῖς ἀνθρώποις. ὀφθαλμὸν δὲ μύει χαραδριός, ἐπεὶ τὸ πάθος ἀμείβεται καὶ τὴν ὄρνιν εὐθὺς ἡ νόσος μετέρχεται. Ἀλλ' οὐδὲ τοῦτο ἔξωθεν θαύματος, ὡς ἄγρυπνος ἡ ἀηδὼν ὅταν ἐπωάζει, διὰ πάσης νυκτὸς τῆς μελῳδίας μὴ ἀπολήγουσα. πῶς τετράπουν τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς; πῶς μόνη τῶν ὀρνίθων ὀδοῦσι κέχρηται; ζωογονεῖ μὲν ὡς τε τράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι, οὐχὶ πτερῷ κουφιζομένη ἀλλ' ὑμένι τινὶ δερματίνῳ. πῶς δὲ καὶ τῶν χηνῶν γένος ἄγρυπνον καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον; οἵγε ποτὲ καὶ τὴν βασιλίδα πόλιν περιεσώσαντο, πολεμίους τινὰς ἀφανεῖς δι' ὑπονόμων ἀφανῶν δὴ μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν μηνύσαντες. Τίς ὁ τοῖς γυψὶ προαγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν κατ' ἀλλήλων ἐπιστρατεύσωσιν; ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένας τὴν ἔκβασιν, ὅπερ οὐ μακράν ἐστι λογισμῶν ἀνθρωπίνων. Καὶ ἄλλας δὲ θαυμάζειν ἔπεισι τῷ προσέχοντι. τὰ μὲν γὰρ ἐκ τῆς διαδοχῆς τῶν προϋπαρχόντων παράγεται, τὰ δὲ ἔτι καὶ νῦν ἐξ αὐτῆς τῆς γῆς ζωογονούμενα δείκνυται. οὐ γὰρ μόνον τέττιγες ἐν ἐπομβρίαις ἀνίασιν, οὐδὲ ἄλλα μυρία γένη τῶν ἐμφερομένων τῷ ἀέρι πτηνῶν, ὧν ἀκατονόμαστά ἐστι τὰ πλεῖστα διὰ λεπτότητα· ἀλλ' ἤδη καὶ μῦς καὶ βατράχους ἐξ αὐτοῦ ἀναδίδοσθαι, ὅπου γε περὶ Θήβας τὰς Αἰγυπτίας, ἐπειδὰν ὕσῃ λάβρως ἐν καύμασιν, εὐθὺς ἀρουραίών μυῶν ἡ χώρα καταπληροῦται. τὰς δὲ ἐγχέλυς οὐκ ἄλλως ὁρῶμεν ἢ ἐκ τῆς ἰλύος συνισταμένας, ὧν οὔτε ᾠὸν οὔτε τις ἄλλος τρόπος τὴν διαδοχὴν συνίστησιν, ἀλλ' ἐκ τῆς γῆς αὐτῆς ἐστὶν ἡ γένεσις. 85 Ὅρα δὲ καὶ τὸν ἐρωδιόν. ὁ ἐρωδιὸς εἶδος ὀρνέου ἐστὶ πηγνύντος τὴν καλιὰν αὐτοῦ πάντων ἄνωθεν τῶν στρουθῶν, ἤγουν ἐν τοῖς ὑψηλοτάτοις τῶν δένδρων, καὶ μάλιστα ταῖς ἐλάταις. καὶ ὁ Ἀκύλας ἐρωδιῷ ἐλάται οἴκῳ αὐτοῦ.» πάντων οὖν ἄνωθεν τῶν στρουθῶν πήγνυσι τὴν καλιάν. κατὰ τοῦτο καὶ ὁ Δαβίδ φησι τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.» τοσαύτῃ δὲ σωφροσύνῃ συζῆν τὸν ἐρωδιὸν ὥστε ἡνίκα πρὸς συνουσίαν ἔρχεσθαι μέλλει, ἡμέρας πενθεῖ τεσσαράκοντα καὶ μετὰ τὴν συνουσίαν ἑτέρας τεσσαρακοντα· δυσανασχετεῖ καὶ γὰρ τουτὶ τὸ ὄρνεον εἴ ποτε φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι καθέλκοιτο, ἅτε δὴ τὴν ἐντεῦθεν ἀηδίαν παριστῶν. εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ποιήσομεν ἡμεῖς; οἱ λόγῳ μὲν τετιμημένοι, ταῖς δὲ τοῦ βίου κατὰ τοσοῦτον ἡδοναῖς ἐμπεδούμενοι. Καὶ περὶ μὲν τοῦ πελεκάνου, οὗ καὶ ὁ Δαβὶδ μέμνηται λέγων ὡμοιώθην πελεκᾶνι ἐρημικῷ,» τί χρὴ καὶ λέγειν; τοῦτο τὸ πτηνὸν ἐν ἄκραις πέτραις πήγνυσι τὴν καλιάν, τοὺς ἐπιβούλους ἐκφεύγειν διὰ φροντίδος ποιούμενον. ἀλλ· ὁ ἐπίβουλος ὄφις ἡνίκα τὸν πατέρα μικρόν τι τῶν τέκνων ἀποπτάντα θεάσηται, τῆς ἐπιβουλῆς παραχρῆμα ἐφάπτεται. καὶ ἐπειδὴ μὴ προσεγγίζειν τῇ καλιᾷ δύναται, τὸν ἰὸν αὐτοῖς ἐπιχέει καὶ πόρρωθεν· περισκοπήσας γὰρ πρότερον ὅθεν εἰσπνέει ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσήσας αὐτοῖς τὸν ἰόν, ἐπάγει 86 τὸν ὄλεθρον. ἀλλ' ὁ πατὴρ ἐπιπτὰς αὖθις αὐτοῖς καὶ φυσικοῖς τισὶ λόγοις τὴν ἐπιβουλὴν συνιῶν οἶδεν αὖθις ὅθεν ἀναβιώσαιντο· κατὰ κορυφῆς γὰρ αὐτῶν ἠρέμα πτερύσσεται, καὶ τὰς πλευρὰς ἑκατέρωθεν ἐπιπλήσσων ταῖς πτέρυξιν αἵματος αὐτοῖς ῥανίδας ἀφίησι, κἀντεῦθεν οἱ τεθνεῶτες νεοττοὶ παραδόξως ἀναβιώσκουσιν. Ἐπίγνωθι οὖν, ἀγαπητέ,
27
τίνος ἕνεκεν ἡ παράδοξος αὕτη περὶ τὰ ἔγγονα τῷ πελεκᾶνι συμπάθεια. σκιαγραφῆσαι γὰρ ὁ κύριος τὰ καθ' ἡμᾶς πάντα κἀν τῷ πτηνῷ τούτῳ θέλων ἀνέκαθεν, ὅτι τε παράδεισος ἔκτισται καὶ ὅτι περ ἐν αὐτῷ οἱ πρωτόπλαστοι τέθεινται, ὅτι ὁ νοητὸς ὄφις τὸν ψυχικὸν αὐτοῖς προυξένησε θάνατον, καὶ ὅτι φιλόστοργος οἷα πατὴρ ἐπὶ τεθνεῶσι παισὶν ὁ ποιητὴς πάντων θεὸς ἐπ' αὐτοῖς ἐπικάμπτεται, χρηματίζει τε τὰ καθ' ἡμᾶς ἄνθρωπος καὶ πάντα τὰ λοιπὰ καταδέχεται, ἐπὶ σταυροῦ τελευταῖον ὑψοῦται, καὶ τῆς πλευρᾶς αὐτοῦ ζωήρρυτον αἷμα ἐκχέει εἰς ἀνάπλασιν τῶν πρωτοπλάστων ἐκείνων τῶν τῷ ἰῷ τεθνηκότων τοῦ ὄφεως, τοιαύτην τῷ πελεκᾶνι συμπάθειαν περὶ τὰ ἔγγονα κατ' ἀρχὰς ἐνεφύτευσε. διὰ γὰρ τοῦτο καὶ Δαβὶδ προλαβὼν ἔλεγεν ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.» πελεκὰν γὰρ αὐτὸς ὁ Χριστός, καλιὰ ὁ παράδεισος, νεοττοὶ οἱ πρωτόπλαστοι, ἐπίβουλος ὄφις αὐτὸς ὁ διάβολος, ἰὸς ὄφεως ἡ ἐκ τοῦ διαβόλου 87 πάντως ἀπάτη, θάνατος ὁ ἐκ τοῦ θεοῦ χωρισμός, συμπάθεια 87 πατρικὴ ἡ τοῦ θεοῦ λόγου δι' ἡμᾶς ἐνανθρώπησις. ἡ δὲ τῶν νεοττῶν ὕπερθεν ἐπιπτέρυξις ἡ ἐπὶ σταυροῦ τοῦ Χριστοῦ τῶν πρωτοπλάστων ἄνωθεν ἀπαιώρησις, πλευρῶν ἐπίπληξις ἡ τῆς θείας νύξις πλευρᾶς, καὶ τελευταῖον τοῖς τεθνεῶσιν ἐπιστάζον αἷμα ζωήρρυτον· εἰ μὴ γὰρ ζωόρρυτον ἦν, οὐκ ἂν τοῖς κάτω κειμένοις ἐχαρίσατο τὴν ἀνάστασιν. καλῶς οὖν ἔλεγε διὰ τοῦ προφήτου ὁ κύριος ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.» Λέγει δὲ τὸ κατὰ Λουκᾶν εὐαγγέλιον περὶ τῶν κοράκων ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, ὁ δὲ θεὸς τρέφει αὐτά. τίνος ἕνεκεν ἐνταῦθα τῶν κοράκων ἐξ ὀνόματος μέμνηται; λέγεται οὖν ὅτι μισοτέκνους ὄντας αὐτοὺς μὴ τρέφειν τὰ οἰκεῖα νεόττια, τρέφεσθαι δὲ προνοίᾳ θεοῦ ἀπὸ τῶν παραφυομένων τῷ ἀέρι ζωϋφίων τῷ στόματι αὐτῶν ἐμπιπτόντων. πόσου δὲ καὶ τοῦτο θαύματος ἄξιον; Αἱ μέλισσαι τοὺς κηφῆνας ἐφάπαξ καταλαβοῦσαι πεφεισμένως τύπτουσι καὶ ἀπολύουσιν, εἰ δὲ καὶ αὖθις αὐτοὺς κατάσχωσι νεκροὺς ἐργάζονται. καὶ αἱ μὲν αὐτῶν τῷ βασιλεῖ δορυφοροῦσιν, αἱ δὲ νυκτὸς ἐπαγρυπνοῦσι φυλακῆς χάριν διὰ τὸ τὰς κοπιώσας τότε ἀναπαύεσθαι, τῶν δὲ ἔργον ἐστὶ τὸ τὰς νεκρὰς ἀποκομίζειν ἔξωθεν. 88 Οὐ χρὴ θαυμάζειν εἴγε ταῖς τῆς σελήνης αὐξομειώσεσι μεταβάλλεται ὁ ἀήρ, ὅπου γε καὶ ἐν ζώοις τισὶν ἔστι τοῦτο ἰδεῖν. φασὶ γὰρ τὴν ἶβιν μηδαμοῦ ὁρᾶν ὅτε ἀσέληνος ὁ οὐρανός, μύειν δὲ καὶ ἄσιτον μένειν. ὁ δὲ κέρκωψ προδηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει ἡ σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ μειοῦται, συστέλλεται. ἀλλὰ καὶ ἡ γαλῆ λειψιφωτούσης τῆς σελήνης ἥπατος λείπεται· αὐξιφωτούσης δὲ πάλιν αὐτῆς τὸ τοιοῦτον αὐτῆς προσεπαύξεται μόριον. φασὶ δὲ καὶ ἐν ποταμῷ τῷ Ὑδάσπῃ γεννᾶσθαι λίθον λίχνην καλούμενον, ὃς σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποτελεῖ. καὶ ἐν ποταμῷ δὲ Κελτικῷ διαιτᾶσθαι ἰχθὺν κλωπίαν ἐγχωρίως καλούμενον, ὃς αὐξομένης τῆς σελήνης λευκαίνεται μειουμένης δὲ μελαίνεται. ταῦτα δὲ τῇ ἐξαημέρῳ αὐτοῦ συμπεριείληφεν ὁ μέγας Ἀναστάσιος. Ἀλλὰ καὶ διὰ τοὺς ἀπιστοῦντας ἢ μᾶλλον εἰπεῖν ἐπιγελῶντας τῇ ἀναστάσει, καθά φησιν ὁ μέγας Ἐπιφάνιος, παράδοξά τινα προῳκονόμησαν γίνεσθαι. ἡ φάσκα θνήσκει ἡμέρας τεσσαράκοντα, καὶ πάλιν ἀνίσταται. ὁ μύωψ θνήσκει μῆνας ἕξ, καὶ πάλιν ἀνίσταται. ὁ φοῖνιξ ὁ Ἀραβικὸς ὄρνις λέγεται εἶναι μονογενής, ἄζυγος ἐν τῇ δημιουργίᾳ, κατὰ ἔτη πεντακόσια τοῦτο πάσχει ὃ καὶ φαιδρὰν προϊστᾷ τὴν ἀνά στασιν. αὐτοὶ καὶ γὰρ οἱ Ἕλληνες περὶ αὐτοῦ διηγοῦνται ὅτι προγνοὺς τὸ τέλος αὐτοῦ ἔρχεται περὶ τὴν Αἴγυπτον καὶ ἀντικρὺ τοῦ ἡλίου ἵσταται, εἶτα τεφροῦται, καὶ ἀπὸ τοῦ χοὸς αὐτοῦ σκώληξ γεννᾶται, καὶ αὐτὸς αὖθις εἰς πτηνὸν μεταβάλλεται. τὸν φοίνικα δὲ τοῦτον, ὡς εἴπομεν, μετὰ ἔτη πεντακόσια εἴωθε γίνεσθαι. ὁ δὲ στρουθὸς ὁ Λιβυκὸς ὄρνις μέν ἐστι, πτερωτὸς δέ, οὐ πέταται δὲ διὰ τὸ τὰ πτερὰ αὐτοῦ μὴ χρησιμεύειν εἰς πτῆσιν· τριχοειδῆ
28
γάρ. καὶ δίπους μέν ἐστιν ὡς ὄρνις, διχηλεῖ δὲ ὡς τετράπους. ἀλλὰ καὶ μονότοκον οὐδὲν τῶν ὀρνίθων ἐστίν, εἰ μὴ μόνος ὁ κόκκυξ διὰ τὸ ψυχρὸν τῆς αὐτοῦ φύσεως. ὅτι δὲ ψυχρός, δῆλον ἐκ τῆς δειλίας αὐτοῦ· καὶ γὰρ εἰ μὴ ἦν δειλός, οὐκ ἂν ὑπὸ πάντων ἐδιώκετο τῶν ὀρνέων, κἀντεῦθεν ἐν ἀλλοτρίαις ἔτικτε νεοττιαῖς. πανταχοῦ δὲ ἡ ψυχρότης αἰτία δειλίας. Ἀλλ' οὐδὲ τοῦτό σε παραδραμεῖν, ἀγαπητέ, βούλομαι, παραδοξότερον καὶ μάλιστα τῶν ἄλλων ὄν, ὃ περὶ ὄρνιθος τοῦ καλουμένου μέροπος ὁ Αἰλιανὸς ἱστορεῖ, μέροψ» λέγων τὸ ὄρνεον εἰς τοὐπίσω πέταται.» καὶ ἔπεισί μοι θαυμάζειν τὴν ἐπίσημον ἀναφορὰν ἣν ἐκεῖνο ἄγει τὸ ζῶον. τὸ δὲ τὸ ἀλεκτρυόνα νυκτὸς ᾄδειν ἐν ὡρισμένοις καιροῖς οὐ πρὸ πολλοῦ τῆς τοῦ ἡλίου ἀνατολῆς τινὲς μὲν ἐφυ σιολόγησαν οὕτως, ὅτι θερμότατον ὂν τὸ ζῶον καὶ λίχνον περὶ τὰς τῶν τροφῶν ὀρέξεις τῇ μὲν ἐμφύτῳ θερμότητι ταχύτερον πέπτει τὴν διδομένην τροφήν, τῇ δὲ λιχνείᾳ τῆς φύσεως προαναφωνεῖ τὴν περὶ ταῦτα ὄρεξιν, οἱονεὶ προσκαλούμενος τὸν σιτίζοντα. ἕτεροι δέ φασιν ὅτι καὶ ἕκαστον τῶν ἐνταῦθα ὄντων καὶ γινομένων ἑκάστῳ τῶν φωστήρων ἀνάκειται, ὥσπερ ὁ λωτὸς τὸ φυτὸν ἡλιακόν ἐστιν, ὅθεν ἀνατέλλοντι μὲν τῷ φωστῆρι ἐξαπλοῖ τὰ φύλλα, δύνοντι δὲ συστέλλει. οὕτω μὲν οὖν καὶ ὁ ἀλεκτρυὼν ὑπὸ τὴν ἡλιακὴν τάξιν ἐστί. ταύτῃ τοι καὶ πρὸς ἀνατολὴν ἐπανιόντι τῷ ἰδίῳ ἀρχηγέτῃ ἀπορρήτως καὶ φυσικῶς ἐπιγάννυται, καὶ ὥσπερ ᾠδὴν αὐτῷ ποιούμενος ἀπολαμπρύνει τε τὴν φωνὴν καὶ μέγα βοᾷ. καὶ οὗτοι μὲν οὕτως· σὺ δέ, ἀγαπητέ, τὰς τοιαύτας φωνὰς μετὰ τῶν μύθων ἀριθμεῖν μὴ δέδιθι. τὸν γὰρ ἀλεκτρυόνα νυκτὸς ἔταξεν ᾄδειν ὁ κηδεμὼν πάντων θεός, ὡς ἐντεῦθεν ἡμᾶς ἄκοντας τῆς κλίνης ἐγείρεσθαι καὶ μὴ τὴν νύκτα καταναλίσκειν ὅλην ἐπὶ κενοῖς, ἀλλὰ τοὺς μὲν εἰς ἐργασίαν ἐκτρέπεσθαι, τοὺς δὲ πρὸς θείαν δοξολογίαν ἀνίστασθαι· τοιαῦτα γὰρ τοῦ θεοῦ καὶ διὰ λόγων καὶ διὰ ζώων οὐκ ἀναινομένου παιδεύειν. καὶ πρόσχες τῷ Σολομῶντι λέγοντι ἴθι πρὸς τὸν μύρμηκα ὦ ὀκνηρέ.» Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὴν μυῖαν Ἀττικῷ μέλιτι μὴ ἐπικαθῆσθαι φασί. θύμοις καὶ γὰρ τὴν Ἀττικὴν κομῶσαν 91 ἔστι θεάσασθαι, οἷς ἐφιζάνουσιν Ἀττικαὶ συχνότερον μέλισσαι. ἐντεῦθεν καὶ δριμυτέραν ἔχει τὴν ὄσφρησιν. διὸ καθάπερ ἱερῷ τινὶ Ἀττικῷ μυῖα οὐκ ἐπικάθηται μέλιτι. Γίνωσκε δὲ πρὸς τούτοις ὅτι μυῖαι καὶ μέλισσαι καὶ μύρμηκες ὑπὸ ἐλαίου ἀπόλλυνται, διότι τὰ ἀναπνευστικὰ στενὰ ἔχει, τὸ δὲ ἔλαιον γλίσχρον ἐμφράττει αὐτά. πάσχουσι δὲ τοῦτο καὶ οἱ ὄφεις ὑπὸ τῶν βαρυόδμων· τὸ γὰρ παρ' αὐτοῖς στενόπορον τῶν ἀναπνευστικῶν ἐμφράττεται ὑπὸ τῆς τῶν θυμιωμένων παχύτητος. ἐπὶ γὰρ τούτῳ καὶ τὸ τῆς ἐλάφου κέρας θυμιώμενον φεύγει καὶ μᾶλλον ὁ ὄφις· λειποθυμεῖν γὰρ αὐτὸν ἀναγκάζει. Ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ὀρνέοις οὐρηδόχον κύστιν καὶ νεφροὺς ἡ φύσις οὐκ ἔδωκεν, ὅτι πολλῆς ὑγρότητος ἔδει πρὸς γένεσιν τῶν πτερῶν. ἀλλὰ καὶ τὸ γυμνάζεσθαι κατὰ τὴν πτῆσιν ἐξαναλίσκει ταύτην. ἔχουσι δὲ καὶ τὴν κόπρον ἐξιοῦσαν σὺν ὑγρότητι οὐ μετρίως. καὶ τούτου χάριν οὐρηδόχον κύστιν ἡ φύσις τοῖς ὀρνέοις οὐκ ἔδωκεν. Ἔχεις ἰδοὺ καὶ τὰ τῆς πέμπτης ἡμέρας. Ἐν δὲ τῇ ἕκτῃ ἡμέρᾳ ἐκ τῆς γῆς ἐξάγει τὰ τετράποδα· καὶ εἶπε» γάρ φησιν ὁ θεὸς ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶ σαν.» ἀλλ' ἐπιπηδῶσιν οἱ Μανιχαῖοι κἀνταῦθα, ψυχὴν ἐντιθέντες τῇ γῇ. ματαιάζουσι δὲ προφανῶς· οὐδὲ γὰρ ἐπειδὴ εἶπεν ἐξαγαγέτω ψυχήν,» τὸ ἐναποκείμενον αὐτῇ προσήνεγκεν, ἀλλ' ὁ δοὺς τὸ πρόσταγμα καὶ τὴν τοῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν ἐχαρίσατο. οὔτε γὰρ ὅτε ἤκουσεν ἡ γῆ βλαστησάτω βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν,» κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν, οὐδὲ τὸν φοίνικα ἢ τὴν δρῦν ἢ τὴν κυπάρισσον κάτω που κεκρυμμένην ἐν ταῖς ἑαυτῆς λαγόσιν ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν, ἀλλ' ὁ θεῖος λόγος φύσις τῶν γινομένων ἐστίν. ἐξάγει λοιπὸν ἡ γῆ οὐχ ὅπερ ἔχει, ἀλλ' ὅπερ σήμερον κτᾶται, θεοῦ δωρουμένου τῆς ἐνεργείας τὴν δύναμιν. εἰ
29
γὰρ καὶ φυσικῷ λογῷ τὰ πάντα γίνεται σήμερον, ἀλλ' ἐκεῖθεν ἐσχήκασι κατ' ἀρχὰς τὴν ὁρμήν. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος λέγει ὅτι ποιεῖ μὲν ἡ φύσις ἅπαντα κατὰ τὴν ἀκολουθίαν, θείῳ δὲ προστάγματι διὰ πάσης ἀρχῆθεν λαληθέντι τῆς κτίσεως. Ἐξάγει μὲν οὖν κατὰ τὴν ἕκτην ἀπὸ τῆς γῆς τὰ τετράποδα. Ἀλλ' ἐνταῦθα ζητῆσαι ἄξιον, ἀγαπητέ, τίνος ἕνεκεν τοὺς μὲν ἰχθύας εὐλογίας ἠξίωσεν ὁ θεός, αὐξάνεσθαι καὶ πληθύνεσθαι εἰπών, ἐπὶ δὲ τοῖς χερσαίοις τοῦτο οὐκ ἐποίησε. καὶ λέγομεν ὅτι διὰ τὴν ἐπὶ τῷ ὄφει μετ' οὐ πολὺ γενησο μένην κατάραν. ἐπειδὴ γὰρ προεῖδεν ὁ θεὸς ὅτι διὰ τοῦ ὄφεως ἀπατηθήσεται ὁ ἄνθρωπος κἀντεῦθεν αὐτὸς ὁ ὄφις ἀρᾷ ὑποπεσεῖται, τούτου χάριν εὐλογίας ἀξιῶσαι τὰ χερσαῖα οὐκ ἔφθασεν, ἵνα μὴ εὑρεθείη τὰ αὐτὰ εὐλογῶν καὶ καταρώμενος, ὡς θειότατός φησιν Ἀναστάσιος. ἀλλ' ἡ μὲν τῶν ἰχθύων φύσις εὐτελεστέρας δοκεῖ μετέχειν ζωῆς διὰ τὸ ἐν τῇ παχύτητι τοῦ ὕδατος διαιτᾶσθαι· καὶ γὰρ ἀκοὴ παρ' ἐκείνοις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλύ, καὶ οὔτε τις μνήμη παρ' ἐκείνοις οὔτε φαντασία οὔτε συνήθους ἐπίγνωσις. ἐπὶ δέ γε τοῖς χερσαίοις τί χρὴ καὶ λέγειν; αἵ τε γὰρ αἰσθήσεις τετράνωνται, καὶ ἀκριβεῖς μνῆμαι τῶν παρελθόντων ἐν αὐτοῖς. οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνος, οἶδεν ὁδὸν ἣν πολλάκις ἐβάδισε, καί που καὶ ὁδηγὸς ἐνίοτε ἀποσφαλέντι τῷ ἀνθρώπῳ γίνεται· τὸ δὲ ὀξυήκοον τοῦ ζώου οὐδὲν ἄλλο τι λέγεται τῶν χερσαίων ἔχειν. τὸ δὲ τῶν καμήλων μνησίκακον καὶ βαρύμηνι διαρκὲς πρὸς ὀργὴν πῶς ἄν τις εἴπῃ; πάλαι ποτὲ πληγεῖσα κάμηλος, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν μῆνιν, ἐπειδὰν εὐκαιρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσι. τοῦτο καὶ ἐπὶ ἐλέφαντος ἱστορούμενον εὕρομεν. ποτὲ γὰρ εἰς ἱπποδρομίαν ἐλέφας ἀπαγόμενος καταλλάκτην τινὰ καθήμενον ἐν τῷ μιλίῳ φόνου πεποίηκε παρανάλωμα διὰ τῶν ὀδόντων αὐτοῦ, ἀναιδῶς πως καὶ ἀτάκτως ὁρμήσας κατ' αὐτοῦ. τὸ δ' αἴτιον ὅτι πρὸ δέκα 94 ἐνιαυτῶν ὁ τοιοῦτος καταλλάκτης σιδήρῳ ἔπληξεν αὐτον ἀπαγόμενον καὶ τότε εἰς ἱπποδρομίαν διὰ τοῦ αὐτοῦ τόπου. καὶ τὰ μὲν τοῦ ἐλέφαντος τοιαῦτα· αἱ δὲ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργήν, καὶ πεφύκασι μᾶλλον τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. ἀλλὰ καὶ ἐν χάρτῃ ἰδοῦσαι τυπωθέντα ἄνθρωπον, ὥς πού φησιν ὁ μέγας Βασίλειος, τὸν χάρτην σπαράττουσιν. Ἱκανῶς δὲ θαυμάσειεν ἄν τις καὶ τὰ τοῦ λέοντος, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. οἷον γάρ τις τύραννος τῶν ἀλόγων διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται, ὥστε οὐδὲ χθεσινὴν τροφὴν προσίεται. ᾧ καὶ τηλικαῦτα ὄργανα ἡ φύσις ἐνέθηκεν ὥστε πολλὰ τῶν ζώων ὑπερβάλλοντα τῇ ταχύτητι μόνῳ πολλάκις ἁλίσκεται τῷ βρυχήματι. καὶ τοῦτο Δαβὶδ ὁ προφήτης ὑπεμφαίνειν λέγων ὁ λέων ἐνεδρεύει ἐν ἀποκρύφῳ.» αἴφνης γὰρ ἐκπηδήσας ἐκεῖθεν καὶ μέγα βοήσας τὰ παροδεύοντα τῶν ζώων ἵστασθαι ποιεῖ, καὶ οὕτως ἐσθίει καταλαμβάνων αὐτά. καλῶς οὖν ὁ προφήτης ἔλεγε σκύμνοι ὠρυόμενοι» καὶ τὰ λοιπά. Οὐ τοσοῦτον δὲ ἡμεῖς οἱ λόγῳ τετιμημένοι, ὅσον αὐτὰ δήπου τὰ ἄλογα ζῶα τὴν οἰκείαν οἴδασι σωτηρίαν, καὶ ὅθεν 95 αὐτοῖς παθαινομένοις ἡ ὑγεία προσγίνεται. ἄρκτος γὰρ πολλάκις βαρυτάταις κατατρωθεῖσα πληγαῖς ἑαυτὴν ἰατρεύει, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβύουσα. ἴδοις δ' ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰατρεύουσαν. χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα διὰ τῆς ὀριγάνου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. καὶ ὄφις τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται βοσκηθεὶς μάλαθρα. οἶδε δὲ καὶ ὁ ἔλαφος, καθά φησιν Αἰλιανός, θεραπεύειν ἑαυτὸν ἄνθει τινί, ἐάν ποτε ὑπὸ τοῦ βέλους τρωθῇ. οἶδε δὲ καὶ κάμηλος κεκαυμένους χυμοὺς ἐξεμεῖν, εἰ φύλλων ὑγρῶν ἐφάψοιτο δρυός. ἀλλὰ καὶ κύων οὐκ ἀγνοεῖ χολῆς μελαίνης χλωρὰν ἄγρωστιν εἶναι καθάρσιον. ἀλλὰ καὶ τράγοι τὴν ἀσκαμωνίαν τῆς ἀπεψίας
30
ἀλεξητήριον οἴδασι. καὶ πάρδαλις λύθρον αἰγὸς ἀγρίου σωτήριον οἴεται. καὶ πτηνὸς ἱέραξ τὸν ὀπὸν τῶν πικροφύλλων θριδακίων ὀπτικὸν ἀχλύος ἐπίσταται φάρμακον. καὶ κύκνοι δὲ βατράχους ἐσθίοντες τοῦ λυποῦντος ἀπαλλαγὴν εὑρίσκουσι. φεύγουσι καὶ γῦπες καὶ κάνθαροι τὴν τῶν ῥόδων ὀσμήν. ἀλλὰ καὶ ὄφις ὁ Λιβυκὸς ἀποστρέφεται πήγανον· ψυχρὰν γὰρ καὶ ξηρὰν καὶ νευρώδη τὴν φύσιν κληρωσάμενος ὑπὸ τοῦ ξηροτάτου ὄντος λειποψυχεῖν ἀναγκάζεται, ὥσπερ ὑπὸ κραιπάλης τινὸς καὶ σκοτοδινίας ταῖς ὑπερβολαῖς τῆς ξηρότητος ἀπονεκρούμενος. φεύγει 96 τοίνυν ὁ ὄφις τὸ πήγανον ἐντεῦθεν, καθὰ δήπου καὶ τὸν χειμῶνα διὰ τὴν ὑπερβολὴν τῆς ψυχρότητος. Οὕτω μὲν οὖν τὰ ζῶα πάντα φυσικῶς οἶδε τό τε σωτήριον τό τε ὀλέθριον. αἱ δὲ παρ' αὐτοῖς προγνώσεις τῆς περὶ τὸν ἀέρα μεταβολῆς ποίαν οὐχὶ σύνεσιν λογικὴν ἀποκρύπτουσιν; ὅπου γε τὸ μὲν πρόβατον χειμῶνος προϊόντος λάβρως ἐπεμβάλλεται τῇ τροφῇ ὥσπερ ἐπισιτιζόμενον πρὸς τὴν μέλλουσαν ἔνδειαν. ἤδη δέ τις τῶν φιλοπόνων καὶ τὸν χερσαῖον ἐχῖνον ἐτήρησε διπλᾶς ἀναπνοὰς τῇ ἑαυτοῦ καταδύσει μηχανησάμενον, καὶ μέλλοντος βορέου πνεῖν ἀποφράσσοντα τὴν ἀρκτῴαν, νότου δὲ πάλιν μεταβάλλοντος εἰς τὴν προσάρκτιον μεταβαίνοντα. Ἀλλὰ καὶ τὴν τῶν αἰσθητηρίων περιουσίαν μεγάλην παρὰ τοῖς ζώοις ἴδοι τις ἄν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἀρνειὸς ἐν μυρίοις προβάτοις τῶν σηκῶν ἐξαλλόμενος τήν τε χροιὰν καὶ φωνὴν τὴν τῆς μητρὸς ἐπέγνω καὶ πρὸς ἐκείνην ἠπείγετο, καὶ ταῦτα πολλὰ παραδραμὼν οὔθατα βαρυνόμενα. ἔστι καὶ γὰρ παρ' αὐτοῖς αἴσθησις τῆς ἡμετέρας καταλήψεως ὀξυτέρα, καθ' ἣν ἑκάστῳ πάρεστι τοῦ οἰκείου διάγνωσις. οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα. οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ 97 οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. καλῶς οὖν ὁ Ἱπποκράτης ἔλεγε φύσεις ζώων ἀδίδακτοι.» Τὸ δὲ τοῦ κυνὸς μνημονευτικὸν τίνα τῶν πρὸς τοὺς εὐεργέτας ἀχαρίστων οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι δεσπόταις κατ' ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται. ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. κύων γάρ τις ἐν πανδοχείῳ τὸν φονέα ἰδὼν τοῦ κυρίου αὐτοῦ, κἀντεῦθεν ἀκρατεῖ κατ' αὐτοῦ χρησάμενος ὑλακῇ, οὐκ ἀγαθὴν ὑποψίαν ἔδωκε τοῖς περὶ αὐτοῦ, ἐφ' ᾧ καὶ εἰς κρίσιν αὐτὸν ἀχθέντα ὡς κακοῦργον ἐκόλασαν. Ἀλλ' ὅρα σοφίαν θεοῦ, πῶς τοῖς σαρκοφάγοις ζώοις ὀξεῖς τοὺς ὀδόντας ἐνήρμοσε· τοιούτων γὰρ χρεία ἦν αὐτοῖς πρὸς τὸ τῆς τροφῆς εἶδος. ἃ δὲ ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσι, πολλαῖς καὶ ποικίλαις ἀποθήκαις τῶν τροφῶν παρεσκεύασε· διὰ γὰρ τὸ παρὰ τὴν πρώτην μὴ ἀρκούντως καταλεπτύνεσθαι τὴν τροφήν, ἔδωκεν αὐτοῖς τὸ καταποθὲν πάλιν ἀναπεμπάζεσθαι, ὥστε καταλεανθὲν τῷ μηρυκισμῷ προσοικειοῦσθαι τῷ τρεφομένῳ. Ἀλλὰ καὶ τοῖς ὅπλοις αὐτοῖς τὰ ζῶα πρὸς ἄλληλα διενήνοχε. κατὰ τὰ ἤθη γὰρ τῶν ψυχῶν, καθὰ καὶ ὁ Ἀριστοτέλης 98 φησί, δίδωσιν ὁ θεὸς καὶ τὰς τοῦ σώματος διαπλάσεις τε καὶ ἐνεργείας. οἷον τί λέγω; τῷ λαγωῷ καὶ τῷ ἐλάφῳ δειλοῖς οὖσι κατὰ ψυχὴν δρόμον ἔδωκεν, ἵνα τὰς τῶν κυνηγούντων χεῖρας ἐκφεύγωσι. τῷ χοίρῳ θυμώδει καὶ πολεμιστῇ ὄντι τοὺς χαυλιόδοντας, τῷ ταύρῳ κέρας χαρίζεται, καὶ τῷ λέοντι ὀδόντας καὶ ὄνυχας. καὶ οὕτω μὲν τὰ πάντα προσφόρως καθώπλισε, τὸν δὲ ἄνθρωπον γυμνὸν εἰς τὸν βίον παραγαγὼν τῇ περιουσίᾳ τοῦ λόγου παρεμυθήσατο· ἐν γὰρ τῷ λόγῳ τὸ πάντων ἄρχειν αὐτῷ πρόσεστι. διὰ λόγου τὰ πτηνὰ ἐξ ἀέρος κατάγει, τοὺς ἰχθύας ἐξ ὑδάτων ἀνέλκει. διὰ λόγου τὰ πάντα ποιεῖ ὅσα πρὸς σύστασιν τῆς ζωῆς αὐτοῦ, οἰκίας ἄμφια περιβολὴν ὅπλον, καὶ ὅσα τοιαῦτα. κατὰ τοῦτο καὶ χεῖρας αὐτῷ δέδωκεν ὁ θεός, ὡς ἐντεῦθεν ἀκωλύτως τὸν προσόντα λόγον αὐτῷ πάντα πράττειν ὅσα καὶ βούλεται. ταύτῃ τοι καὶ ὁ
31
μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ περὶ τούτων οὕτω φησὶ τοῖς μὲν ἀλόγοις εὔκολον δέδωκε τὴν πρὸς τὸ ζῆν ἀφορμήν, τροφὰς αὐτομάτους καὶ σκέπην αὐτοφυᾶ, καὶ τὰ τῶν τριχῶν καὶ πτερῶν ἐνδύματα ἡ πάντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄνθρωπον γυμνὸν παραγαγοῦσα λόγον ἔδωκεν ἀντὶ πάντων αὐτῷ, δι' οὗ αἱ ποριστικαὶ συνεστήσαντο τέχναι, οἰκοδομητικὴ ὑφαντικὴ καὶ αἱ λοιπαί, τὸ τοῖς σώμασι δέον ἀναπλη ρούσης τῆς ψυχῆς τῇ περιουσίᾳ τοῦ λόγου.» εἶχε μὲν οὖν συνυπογεννηθῆναι τῷ ἀνθρώπῳ τὰ πάντα μετὰ καὶ τοῦ λόγου αὐτοῦ κατὰ πλείονα φιλοτιμίαν. ἀλλ' οὐμενοῦν ἡ τοῦ λόγου χάρις ἐντεῦθεν ἐδείκνυτο. ἀνάγκης γὰρ μὴ οὔσης τίνι ἂν ἡ αὐτοῦ ἐνέργεια διάδηλος γέγονε; κατὰ τοῦτο δὲ παρὰ τοῖς ἀλόγοις ζώοις καὶ αἰσθήσεις, ἅτε λόγου μὴ ὄντος, τετράνωνται· τὸ γὰρ ἐλλεῖπον τοῦ λόγου τῇ περιουσίᾳ τῶν αἰσθήσεων πανσόφως ὁ τῶν ἁπάντων παρεμυθήσατο πρύτανις. Ἀλλ' ὅρα κἀν τούτοις τὴν κηδεμονίαν τοῦ θεοῦ. μακρὸς ὁ τράχηλος τῆς καμήλου τίνος ἕνεκεν; ἵνα τοῖς ποσὶν ἐξισάζηται, καὶ ἐφικνῆται τῆς βοτάνης ἐξ ἧς ἀποζῇ. ὅσα δὲ τῶν ζώων οὐκ ἀπὸ τῆς πόας τὴν ζωὴν ἔχει, οὐδὲ πρὸς γῆν κυπτάζειν καταναγκάζεται ἅτε δὴ σαρκοβόρα ὄντα, βραχὺν καὶ τοῖς ὤμοις ἐνδεδυκότα ἔσχε τὸν τράχηλον. διὰ τοῦτο καὶ ἡ προνομαία δεδώρηται τῷ ἐλέφαντι, τὴν βρῶσιν καὶ πόσιν ἀντὶ τοῦ τραχήλου κομίζουσα. ἐπεὶ δὲ εἰς ἔκπληξιν τῶν ὁρώντων τὸ σῶμα αὐτοῦ καὶ πάνυ μέγα ἐσκεύαστο, δι' αὐτὸ τοῦτο καὶ ἀδιάρθρωτοι αὐτοῦ οἱ πόδες καθάπερ τινὲς κίονες τὸ βάρος ὑποστηρίζοντες· εἰ γὰρ χαῦνα αὐτῷ καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγένοντο τῶν ἄρθρων αἱ ἐκτροπαί. ἀλλὰ καὶ τριακόσια ἔτη ἱστοροῦσί τινες βιοῦν τὸν ἐλέφαντα. οὐ μᾶλλον δέ, φησίν, ἄγαμαι τὸν ἐλέφαντα τοῦ 100 μεγέθους ἕνεκεν, καὶ τὸν μῦν, ὅτι φοβερός ἐστι τῷ ἐλέφαντι, ὥσπερ δὴ καὶ τὸ λεπτότατον ἄγαμαι τοῦ σκορπίου κέντρον πῶς ἐκοίλανεν ὥσπερ αὐλὸν ὁ τεχνίτης, ὥστε δι' αὐτοῦ τὸν ἰὸν τοῖς τρωθεῖσιν ἐνίεσθαι. ἀλλὰ καὶ τὸν ἐλέφαντα μὴ πρότερον πίνειν λέγουσιν, ἐὰν μὴ θολώσῃ τῇ προνομαίᾳ τὰ νάματα. τίνος ἕνεκεν; ὅτι μορμολύττεται σκιὰν ἐλέφας ἐν ὕδατι τὴν ἑαυτοῦ θεώμενος. διὸ καὶ τοὺς Ἰνδοὺς ἐπιτηρεῖν ἀσέληνον νύκτα φασίν, ὁπηνίκα διαπορθμεύουσι τουτὶ δι' ὑδάτων τὸ ζῶον. καὶ τούτου χάριν ὑποθολοῦσι τῇ προνομαίᾳ τὰ νάματα πίνοντες. ἔτι καὶ τοῦτο πρόσεστι θαυμαστὸν τοῖς ἐλέφασι. τὸν γὰρ Ἰνδὸν ποταμὸν ἔστιν ὅτε διαπεραιούμενοι οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε τὴν ἐκεῖσε ποιοῦνται διάβασιν, ἀλλ' ὁ μικρότατος πάντων τῆς περαιώσεως πρῶτος ἀπάρχεται, μετὰ τοῦτον ὁ μείζων αὐτοῦ, ἔπειτα καὶ ὁ ἀμφοτέρων ἐπέκεινα. καὶ καθεξῆς ὡσαύτως τῇ τοιαύτῃ τάξει χρώμενοι τὸν ποταμὸν ἀκωλύτως διέρχονται. ἐὰν γὰρ οἱ μείζους τῆς πορείας ἀπήρχοντο, τάχα ἂν τῇ βαθύτητι τῶν ποδῶν βόθρους ἐπ' αὐτῆς τῆς ἰλύος ἐργαζόμενοι προοδεύειν οὐκέτι συνεχώρουν τοὺς τὸ σῶμα σμικρότατον φέροντας, μᾶλλον μὲν οὖν καὶ τῷ τοῦ ποταμοῦ τέλματι κατηνάγκαζον τοὺς τοιούτους ἀποπνίγεσθαι. τὸ δὲ τὸν ἐλέφαντα μὴ ἄλλως πως εἰς συνδυασμὸν ἔρχεσθαι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα δεινοί, εἰ μὴ τοῦ μανδραγόρου γεύσαιντο (οὐδὲ γὰρ ἐπιθυ μία μίξεως πρότερον κεῖται, ἐφ' ᾧ ἡ θήλεια λαβοῦσα μανδραγόραν καὶ φαγοῦσα δίδωσι καὶ τῷ ἄρρενι, καὶ οὕτω πρὸς μῖξιν ἔρχονται) φανερῶς εἰς τοὺς πρωτοπλάστους ἀνάγεται· κἀκεῖνοι γὰρ πρὸ μὲν τῆς τοῦ φυτοῦ γεύσεως ἰσάγγελον βίον εἶχον, μετὰ δὲ τὴν τοῦ ξύλου γεῦσιν καὶ τῆς παρακοῆς εἰσαχθείσης ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἔτεκε τὸν Κάϊν. Περὶ δὲ τοῦ μυρμηκολέοντος τί χρὴ καὶ λέγειν; γέγραπται γὰρ ἐν τῷ Ἰὼβ μυρμηκολέων ἀπώλετο διὰ τὸ μὴ ἔχειν βοράν.» ὁ μυρμηκολέων ζῶόν τί ἐστιν ἐκ μύρμηκος μὲν καὶ λέοντος τικτόμενον, εὐθέως δὲ τελευτῶν διὰ τὸ μὴ εὑρίσκειν τροφὴν κατάλληλον· ὡς μὲν γὰρ λέων κρέατα ἐπιζητεῖ, ὡς δὲ μύρμηξ πάλιν σῖτον, καὶ διὰ τοῦτο εὐχερῶς ἀπόλλυται.
32
ταῦτα δὲ πάντως εἰς αὐτὸν ἀνάγεται τὸν διάβολον, ὅστις ἀπὸ μικροῦ μὲν ἄρχεται, εἰς μεγάλα δὲ καταντᾷ. ἐφ' ᾧ καί τις τῶν πατέρων ἔλεγε τὰ μικρὰ τῶν ἁμαρτημάτων εὐτελίζειν οἶδεν ὁ διάβολος· ἄλλως γὰρ ἐπὶ μεῖζον κακὸν ἀγαγεῖν σε οὐ δύναται.» ὅθεν ἀπόλλυται καὶ οὗτος, καὶ οἷον εἰπεῖν θνήσκει κατὰ τὸν μυρμηκολέοντα, μὴ τροφὴν εὑρίσκων παρ' ἡμῶν καὶ ἀνάπαυσιν. Ὁ μέντοι ἐλέφας πίπτων ἐγερθῆναι οὐ δύναται διὰ τὸ μὴ ἔχειν ἁρμογὰς εἰς τοὺς πόδας αὐτοῦ. ἀλλὰ καὶ μονοτόκα 102 ταῦτα δὴ τὰ σώματα τὰ μέγιστα φέροντα. ἔδει μὲν δι' αὐτὸ τοῦτο πολύτοκα μᾶλλον εἶναι, ἐλέφαντα λέγω καὶ ἵππον καὶ κάμηλον· ἀλλὰ δαπανωμένης τῆς τροφῆς εἰς τὴν τοῦ σώματος αὔξησιν πλῆθος ἐμβρύων θρέψαι οὐ δύναται. καὶ περὶ μὲν τούτων οὕτως, τοὺς δὲ λαγωούς φασι τὰ μὲν τῶν ἐγγόνων ὠδῖναι, τὰ δὲ τετοκέναι, ἔνια δὲ ἡμιτελῆ φέρεσθαι τῇ γαστρί. τὸ δὲ αἴτιον ὅτι γονιμωτάτη τῶν λαγωῶν ἡ φύσις καθέστηκεν· ὅρα γὰρ ὅτι λαγωοῦ πιτύα γυναικὶ ἐντεθειμένη ἄπαιδι ἐγκύμονα ταύτην θᾶττον ἐποίησε, καὶ παῖδα ὑπομάζιον στείρᾳ χαρίζεται. ἡ τοίνυν σύλληψις οὐκ ἔστιν ἐν λαγωοῖς ὡρισμένη, ἀλλ' ἔτι κυοφορουμένων τῶν ἐγγόνων ἐπισύλληψις αὐτοῖς ἐγγίνεται. οὐκοῦν ἃ μὲν τέτοκεν ὁ λαγωὸς τῶν ἐγγόνων, ἃ δὲ ὠδίνει, ἃ δὲ ἡμιτελῆ ἐπιφέρει τῇ γαστρί· ταῦτα γὰρ ἡ ἐπισύλληψις ἐξ ἀνάγκης ποιεῖ. κατὰ τοῦτο δὲ καὶ δασύπους ὁ λαγωός, καθά φησιν ὁ Ἀριστοτέλης, ὡς πλήρης περιττωμάτων ὤν· ἡ γὰρ δασύτης σημεῖον πλήθους περιττώματος. ὅθεν καὶ ἐπικυΐσκεται τοῦτο τὸ ζῶον. διὸ καὶ τῶν ἀνθρώπων οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ Αἰλιανὸς παράδοξόν τι καὶ λίαν διέξεισι περὶ τοῦ λαγωοῦ· τὸ γὰρ ἐκ τούτου γεννώμενον ἔμβρυον ἐντὸς ἐπιφέ ρει ἕτερον ἔμβρυον. ὡσαύτως λέγουσι τόν τε λαγωὸν καὶ τὴν ὕαιναν ἀρρενόθηλυν γίνεσθαι. ἀλλὰ καὶ δειλὸς ὁ λαγωός. τίνος ἕνεκεν; ὅτι μεγίστην ἔχει καρδίαν, ὥσπερ δὴ ἔλαφος μῦς ὕαινα ὄνος πάρδαλις γαλῆ, καὶ ἁπλῶς πάνθ' ὅσα φανερῶς εἰσι δειλὰ ἢ διὰ φόβον κακοῦργα. μεγίστων γὰρ ἐν αὐτοῖς τῶν καρδιῶν οὐσῶν διαχέεται τὸ πῦρ καὶ οὐ συνῆκται· ἐφ' ᾧ καὶ τυγχάνει δειλά. τὰ μέντοι μικρὰν ἔχοντα τὴν καρδίαν συνηγμένον ἐξ ἀνάγκης τὸ ἔμφυτον ἔχοντα πῦρ· ἐφ' ᾧ καὶ πρὸς μάχην ὑπάρχει τὰ τοιαῦτα ὀξύρροπα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι διετὴς ὁ τῶν ἐλεφάντων τόκος. τίνος ἕνεκεν; ὅτι τὰ μείζονα κυήματα πλείονος χρόνου δεῖται πρὸς τελείωσιν· τὰ μὲν γὰρ δεκάμηνα, τὰ δὲ ἐνιαύσια, καθάπερ ἐπὶ ἵππου. κατὰ τοῦτο τοίνυν πολυχρόνιός ἐστι καὶ ὁ τῶν ἐλεφάντων τόκος. διετὴς γὰρ ἡ κύησις αὐτῶν διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους, ὡς Ἀριστοτέλης φησίν. Ἡ ἔλαφος ἀποβαλοῦσα τὰ κέρατα κρύπτεται, αἰδουμένη ὥσπερ διὰ τὴν ἐκείνων γύμνωσιν. ἐπὰν δὲ ταῦτα εἰς αὔξησιν ἔλθῃ, παρρησιάζεται πάλιν καθὰ καὶ πρότερον. οὕτω καὶ ὁ δίκαιος ἐκτραπεὶς ὁπωσδήποτε τοῦ καθήκοντος καὶ τῶν ἀρετῶν γυμνωθεὶς κρύπτεται ἀπὸ θεοῦ, καθάπερ ποτὲ Ἀδὰμ 104 ἐν τῷ παραδείσῳ πέπονθεν, ἡνίκα γυμνὸν ἑαυτὸν ἑώρα διὰ τὴν παράβασιν. ἐπὰν δὲ ἀγωνισάμενος διορθώσηται καὶ τὰς ἀρετὰς ἐπαυξηθείσας θεάσηται, τότε δὴ πρὸς θεὸν ἐπανάγεται καὶ παρρησίας τῆς πρὶν μέτοχος δείκνυται. καὶ τοῦτο δηλῶν ὁ Δαβὶδ ἔλεγε τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.» καὶ οὗτοι μὲν οὕτως, ἕτεροι δέ φασιν ὡς οὐ τὴν ἀποβολὴν αὶ ἔλαφοι τῶν κεράτων αἰσχυνόμεναι τὰς συνήθεις δραπετεύουσι διατριβάς, ἀλλ' ἑαυτῶν μάλιστα προνοούμεναι. ἔστι γὰρ αἴσθησις καὶ ἐν τοῖς ἀλόγοις ζώοις, καθ' ἣν τῆς οἰκείας σωτηρίας ἀπειλήφασι τὴν διάγνωσιν. οἶδεν ἡ σηπία τῆς ἀχλύος τὸ σόφισμα, καί που θηραταῖς ἀορασίαν ἄγρας πολλάκις ἐνέθηκεν. οἶδε τὰ γαμψώνυχα τὴν διὰ τῶν ὀνύχων ἀκήν. οἶδεν ὁ λαγωὸς διὰ τοῦ δρόμου καὶ τῆς τῶν ποδῶν ὀξύτητος κυνηγετῶν ἐπιβουλὰς ἀποπέμπεσθαι. οἶδεν ἡ ἔλαφος ἀποκειραμένη τὰ κέρατα ἀσθενεστέραν τὴν φύσιν ἀμύνεσθαι τοὺς λυπήσοντας·
33
οὐκοῦν ἀποκρύπτεται οἷά τις τῶν στρατιωτῶν ἄνοπλος δεδιὼς παρατάττεσθαι. μόνη δὲ ἡ ἔλαφος ἀποβάλλεται τὰ κέρατα χάριν ὠφελείας, ὡς Ἀριστοτέλης φησί· βάρος γὰρ ἐξ ἀνάγκης κουφίζεται, διότι καὶ ναστὰ ταῦτα δι' ὅλου τυγχάνει. τῶν δ' ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα, τὰ δ' ἄκρα στερεὰ διὰ τὸ ταῖς πληγαῖς χρησιμεύειν. 105 Γίνωσκε δὲ τοῦτο, ὅτι γεννήτορες τοῦ ἀρώματος μόσχου οἱ ἐν Ἰνδίᾳ νεμόμενοι ἔλαφοι. οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πολυθρύλλητον τοῦτο ἄρωμα ἢ αἷμα ἐλάφου ἐσπαργανωμένον ἐν τῷ ὀμφαλῷ· περὶ μέντοι τὰ τέλη τοῦ ἔαρος ῥίπτεται ὥσπερ τι περίττωμα. εὐῶδες οὐδέν τι μέρος αὐτοῦ συλλεγόμενον· ἀλλ' ἐπειδὰν χρόνῳ ταμιευθῇ καὶ εἰς ἑτέραν ἤπειρον μετακομισθῇ, τηνικαῦτα τὸ εὐῶδες πνεῦμα ἀφίησι. λέγεται δὲ ὅτι ἡ ἔλαφος θελγομένη ἤχῳ αὐλῶν καὶ κροτάλοις τὸν ἐγγὺς τοξότην οὐχ ὁρᾷ καὶ τοξεύεται. οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν τοῦ κόσμου τερπνῶν καταυλούμενοι οὐδαμοῦ συνορῶμεν τὸν καθ' ἡμᾶς ἀοράτοις βέλεσι χρώμενον. ἀλλὰ καὶ συνεχῶς ἐπὶ δρόμῳ τὴν ἔλαφον τὰ τέκνα γυμνάζειν αὐτῆς λέγουσι. τοῦτο δὲ ᾠκονόμησε πάντως ὁ θεὸς τοὺς νωθροτέρους ἐντρέπειν γονεῖς. Ἀλλ' ὅρα κἀνταῦθα κηδεμονίαν θεοῦ. ἐπειδὴ γὰρ τουτὶ τὸ ζῶον, ἡ ἔλαφος δηλονότι, δειλόν ἐστι καὶ διὰ τοῦτο φυγαῖς ἀεί ποτε κέχρηται, προκατεσκεύασεν αὐτὴν ὁ θεὸς ὥστε παρακατέχειν ἀσφαλῶς ἐν τῇ μήτρᾳ τὰ ἔγγονα αὐτῆς. καὶ δῆλον ἐν τοῖς τῶν περιεχομένων τῷ Ἰὼβ τῷ μακαρίῳ ἐκείνῳ ἀνδρί. τηνικαῦτα κριθῆναι μετὰ θεοῦ ἐζήτει, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν ὁ θεὸς ἐφύλαξας ὠδῖνας ἐλάφων, ἠρίθμη σας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ;» θαῦμα καὶ γὰρ πῶς ἡ ἔλαφος φεύγουσα καὶ ἐπὶ τοσοῦτον πηδῶσα οὐκ ἀμβλώσκει. Πρός γε τοῖς εἰρημένοις καὶ τοῦτο περὶ ἐλάφου λέγουσιν, ὅτι τῶν ῥινῶν πνεύματι ἀναφέρει τοὺς ὄφεις ἀπὸ τοῦ φωλεοῦ καὶ κατεσθίει, τῷ φόβῳ δὲ τοῦ ἰοῦ καρκίνους ἐσθίει καὶ οὐ βλάπτεται. Ὁ δέ γε κάστωρ ὅταν ὑπὸ κυνηγετῶν διώκηται διὰ τὰ γεννητικὰ αὐτοῦ μόρια, καὶ γνῷ ὅτι καταλαμβάνεται, κόπτει ταῦτα καὶ ῥίπτει τῷ κυνηγῷ. εἰ δὲ καὶ μετὰ ταῦτα παρ' ἑτέρου διώκεται κυνηγοῦ, ῥίπτει ἑαυτὸν ὕπτιον· καὶ νοήσας ἐντεῦθεν ὁ κυνηγὸς ὅτι ἀναγκαῖα οὐκ ἔχει, ἀναχωρεῖ ἀπ' αὐτοῦ. Ἔτι δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητέ, τίνος ἕνεκεν ἐπὶ τῶν τετραπόδων καὶ τῶν λοιπῶν ζώων ἁπλῶς τὰ ἔγγονα τοῖς γονεῦσιν ὁμοιότητα φέρουσιν, ἐπὶ δὲ τῶν ἀνθρώπων οὐ τοσοῦτον; διότι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν ἐν αὐτῷ τῷ τῆς συναφείας καιρῷ· καθὼς οὖν ὅ τε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα. τὰ δὲ λοιπὰ ζῶα καθότι οὐδὲν ἕτερον διανοοῦνται κατά γε τὸν τῆς συναφείας καιρόν, κατὰ τοῦτο καὶ τὰ ἔγγονα παντάπασιν ὅμοια τίκτουσιν. μὴ θαύμαζε δὲ εἴγε παρὰ τοῖς ἀνθρώποις αὐ τοῖς ὁμοιώσεις τε καὶ ἀνομοιώσεις πρὸς τοὺς γεννήτορας τὰ τικτόμενα φέρουσιν. οἷον μὲν γὰρ τῶν σπερμάτων ἐν τῇ ἀναφύρσει καὶ ἀναμίξει ἐπικρατέστερον γένηται, πρὸς ἐκεῖνο καὶ τὸ τοῦ πλαττομένου εἶδος φέρει τὴν ὁμοιότητα. εἰ δὲ τὰ σπέρματα συγκραθέντα ἐπ' ἴσης ἔχει πρὸς ἄλληλα, τότε τὸ γενόμενον ἴσην ἔχει πρός τε τὸ θῆλυ καὶ τὸ ἄρρεν τὴν ὁμοιότητα, τουτέστι πατρομητρόμοια τὰ γεννώμενα τίκτεται. πολλάκις δὲ καὶ τῆς γυναικὸς φαντασίαν ἐν ταῖς ὁμιλίαις λαβούσης τοῦδε ἢ τῆσδε πρὸς τὸ φαντασθὲν ἀπεικάζεται τὸ γινόμενον. ὃ δὴ καὶ ἄρρητόν τινα καὶ θαυμαστὸν ἔχει τὸν λόγον. καὶ ἄκουε τί φησι Διοσκουρίδης περί τινος Στρατονίκου τῆς Σικελίας ἀρχηγοῦ χρηματίσαντος. ἐκεῖνος γὰρ καὶ ἡ αὐτοῦ σύζυγος δυσειδεῖς μὲν ὄντες, ἐφιέμενοι δὲ παιδίων εὐειδῶν χρηματίσαι γεννήτορες, τοιοῦτόν τι ἐμηχανῶντο· ἑώρων τὰ εἴδωλα, ἤγουν αὐτὰ τὰ ἀγάλματα, καὶ οὕτω μιγνυμένων αὐτῶν πρὸς τὴν τῶν ἀγαλμάτων ὁμοίωσιν τὸ βρέφος αὐτοῖς διεπλάττετο. τοῦτο δὲ καὶ ἐπὶ κυνῶν ἔστιν ἰδεῖν· τῆς γὰρ ὀχείας αὐτοῖς γινομένης πρὸς ὃ τοὺς ὦπας ἀπερείσει τὸ θῆλυ, πρὸς ἐκεῖνο καὶ ἡ ὁμοίωσις γίνεται. ἀλλὰ γὰρ τὸν σοφώτατον
34
Γαληνὸν εὑρίσκομεν τῷ κεφαλαίῳ τῷδε συνομολογοῦντα, καὶ οὕτω κατὰ ῥῆμα λέγοντα ἐμοὶ δὲ καὶ λόγος τις ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τις δυναστῶν εὔμορφον γεννῆσαι θέλων 108 παιδίον ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, καὶ ἔλεγε τῇ γυναικὶ αὑτοῦ συμπλεκόμενος πρὸς ἐκεῖνον τὸν τύπον τῆς γραφῆς ὁρᾶν. ἡ δὲ ἀτενὲς βλέπουσα, καὶ ὡς ἔστιν εἰπεῖν ὅλον τὸν νοῦν ἐκεῖσε προσεπιφέρουσα, οὐχὶ τῷ γεννήσαντι ἀλλὰ τῷ γεγραμμένῳ ὅμοιον ἀπέτεκε τὸ παιδίον κατὰ τὴν ὄψιν.» Εἰ δὲ καὶ περὶ φύσεως ὄφεων βούλει μαθεῖν τινων, ὁ Νίκανδρος πρὸ τῶν ἄλλων διδάξει σε. αὐτίκα γὰρ ἐν τοῖς ἔπεσιν αὐτοῦ καὶ τάδε περὶ τῶν ἐχιδνῶν ἱστορεῖ. ἡ θήλεια ἔχις διὰ τοῦ στόματος αὑτῆς δεχομένη τὴν κεφαλὴν τοῦ ἄρρενος καὶ οὕτω συνευναζομένη ἀναιρεῖ αὐτόν. εἰς ἐκδίκησιν οὖν, ὡς ἔοικε, τοῦ πατρὸς ἀναιροῦσι τὴν μητέρα τὰ ἔγγονα· ἐν γὰρ τῷ τοῦ τοκετοῦ καιρῷ τὴν μητρῴαν διαρρήσσουσι νηδὺν καὶ οὕτως ἐξέρχονται. κατὰ τοῦτο καὶ ὁ τοῦ κυρίου πρόδρομος γεννήματα ἐχιδνῶν τοὺς Ἰουδαίους ἐκάλει, ἅτε δὴ τοὺς προφήτας καὶ πατέρας· αὐτῶν ἀποκτείναντας. εἰ δὲ περὶ τοὺς ὄφεις οὕτως ἔχει, πῶς νοητέον τὸ εὐαγγελικὸν ῥητὸν τὸ λέγον γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί;» πονηρὸς μὲν οὖν ὁ ὄφις καὶ κάκιστος ἀληθῶς, ἀλλὰ καί τινα κέκτηται εἰς ἃ βλέπειν ἐγκελευόμεθα καὶ ταῦτα μιμεῖσθαι, ἐπεὶ καὶ ἡ μέλιττα θανατηφόρῳ ἐφιζάνουσα, ὃ μὲν χρήσιμον ἐκεῖθεν ἐκλέγεται, ὃ δὲ χείριστον ἐκεῖσε ἀφίησι. πρόσεχε οὖν. ὁ ὄφις τυπτόμενος τὸ μὲν ἅπαν 109 αὑτοῦ σῶμα προδίδωσι, τὴν δὲ κεφαλὴν αὑτοῦ κρύπτει, ἐπειδὴ τὴν ἑαυτοῦ ζωὴν εἰδὼς ἑαυτῷ περιέχεσθαι. οὕτω καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὀφείλομεν ποιεῖν, πάντα μὲν προϊέναι, τὴν κεφαλὴν δὲ φυλάσσειν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ ἡ πίστις ἡμῶν. ὄφις γηράσας ὡς τὰ πολλὰ καὶ ἀμβλυωπίαν νοσήσας πρῶτον μὲν ἐγκρατεύεται καὶ νῆστις διαμένει, εἶθ' οὕτως διὰ στενωποῦ τινὸς καταδυόμενος καὶ δέρμα παραδόξως ἅπαν ἀπεκδυόμενος νέος αὖθις γίνεται. οὕτω καὶ ἡμεῖς τῇ ἁμαρτίᾳ καταγηράσαντες διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδίζειν, καὶ οὕτως ἀνανεούμενοι εἰς τὴν ἀρχαίαν πάλιν ἀποκατάστασιν ἔρχεσθαι. ὄφις διψήσας ποτὲ καὶ ἐν φρέατι μέλλων ὕδατος ἅψασθαι πρῶτα μὲν ἐξεμεῖ τὸν ἰόν, εἶθ' οὕτως τῇ πηγῇ προσέρχεται. οὕτω καὶ ἡμεῖς τῷ θείῳ μέλλοντες προσελθεῖν ποτηρίῳ, ἅτε δὴ τὴν ἐκκαίουσαν ἡμᾶς ἁμαρτίαν ἰάσασθαι, πᾶσαν κακίαν πρότερον ἀπορρίπτειν ὀφείλομεν, καὶ οὕτω τοῖς μυστηρίοις προσέρχεσθαι. καλῶς οὖν ἐπὶ τούτοις ὁ κύριος ἔλεγε γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις.» καὶ περὶ μὲν τούτων οὕτως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι διάφορά εἰσι καὶ ποικίλα γένη τῶν ὄφεων. οἱ μὲν γὰρ αὐτῶν θᾶττον ἀναιροῦσιν οἱ δὲ βραδύ, καὶ ἄλλοι μὲν δήγμασι τὸν ὄλεθρον φέρουσιν ἕτεροι δὲ καθ' ἕτερον τρόπον. αὐτίκα ὁ ὄφις καλούμενος βασιλί σκος, οὗ καὶ ὁ σοφὸς μέμνηται Γαληνὸς περὶ θηριακῆς πρὸς Πίσωνα τὸν λόγον ποιούμενος, καὶ ἀπὸ μόνης ὄψεως ἀναιρεῖ τοὺς ἑωρακότας αὐτόν. ἔνθεν τοι τὸν βάσκανον ὀφθαλμὸν τοῦ τοιούτου ὄφεως διενηνοχέναι φησὶν ἡ γραφή· καθάπερ γὰρ ἀπὸ τοῦδε τοῦ θηρὸς ὀλέθριόν τι ῥεῦμα ἐκφέρεται παραχρῆμα διαφθείρειν δυνάμενον, οὕτω καὶ ἐξ αὐτῶν τῶν τοῦ βασκάνου ὀφθαλμῶν. καὶ τὸ δὴ θαυμαστόν, ὅτι καὶ αὐτοῖς ἐνίοτε τοῖς οἰκείοις καὶ συνήθεσι τὸν ὄλεθρον φέρουσι. καὶ καινὸν ἐπὶ τούτοις οὐδέν· ὃ γὰρ πεφύκασιν, οὐχ ὃ βούλονται ποιοῦσι. καὶ μὴ θαύμαζε τούτου ἕνεκεν· εἰ γὰρ ἑαυτῷ, καθά φησι Πλούταρχος, ὁ Εὐτελίδας ἐβάσκηνε τὴν ὄψιν αὑτοῦ κατιδὼν ἐν ὕδατι καὶ τῆς ὥρας ἐκπλαγείς, πολλῷ μᾶλλον ἑτέροις ἐπάξει τὸν ὄλεθρον ὁ βάσκανος ὀφθαλμός, βέλος ὥσπερ ἰῶδες τοῖς ὁρωμένοις τούτῳ ἐνιείς. καὶ ταῦτα μὲν ἡ πεῖρα καὶ ὁ χρόνος ἀνέκαθεν ἔδειξεν· οἱ γὰρ ὀφθαλμοὶ καὶ δρῶσι καὶ πάσχουσι, ποτὲ μὲν πέμποντες ποτὲ δὲ δεχόμενοι, ὡς ἐπὶ τῶν ἐρωμένων ἔστιν ἰδεῖν. ὁ δὲ μέγας Βασίλειος ἐν οἷς ἐπεξηγεῖται τὴν τοῦ τριακοστοῦ τρίτου ψαλμοῦ ἐπιγραφήν,
35
καὶ τάδε φησίν ἀλλ' ἐγὼ τοῦτο μέντοι, τὸ βέλος ἰῶδες ἐκπέμπειν τοὺς ὀφθαλμούς, ἀποπέμπομαι ὡς δημῶδες καὶ τῇ γυναικωνίτιδι παρεισαχθὲν ὑπὸ γραΐδων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας 111 ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων.» Διαληφθεὶς οὖν ὁ ὄφις, τουτέστιν ὁ βασιλίσκος, οὐ μόνον τῷ βλέμματι τοὺς ἐνορῶντας αὐτὸν καταβλάπτει, ἀλλὰ καὶ συριγμῷ τοὺς ἀκούοντας. ὑπόξανθος δὲ ὁ τοιοῦτος ὄφις ἐστίν, ὥσπερ φησὶ Γαληνός, ἔχων ἐν τῇ κεφαλῇ ἐπαναστήματα τρία. σὺν τῷ τοιούτῳ δὲ καὶ ἑτέρων ὄφεων μέμνηται λέγων ἡ δρύϊνος ὄφις πάνυ κακίστη, ἡ καὶ ἐν δρυσὶ τὸν βίον ποιουμένη. ταύτης εἴ ποτέ τι καὶ ἐπιβαίη, τοὺς πόδας εὐθὺς ἐκδέρεται καὶ ὀγκοῦται. ἀλλὰ καὶ ὁ θεραπεῦσαι τούτους θελήσας ὁμοίως πάσχει τὰς χεῖρας. ὁ δέ γε αἱμόρρους καὶ ἡ αἱμορροῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποιοῦνται τὴν τῶν ἀνθρώπων διαφθοράν· αἱμορροοῦντες γὰρ διά τε μυκτήρων καὶ στόματος καὶ παντὸς ἁπλῶς τοῦ σώματος οὕτως ἀπόλλυνται, ὥσπερ καὶ ὑπὸ τῆς διψάδος δηχθέντες ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς· καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι, ἔτι καὶ διαρρηγνύμενοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ, καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν, οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἀναστείλασα τὸν τράχηλον καὶ συμμετρησαμένη τοῦ διαστήματος τὸ μῆκος, ὥσπερ καὶ τότε λογικὸν γενόμενον τὸ θηρίον, εὐστόχως ἐμπτύει τοῖς 112 σώμασιν ἰόν. τριπλοῦν δὲ λέγουσιν εἶναι τὸ εἶδος τῶν ἀσπίδων, ἡ λεγομένη τε χερσαία, ἡ χελιδοναία, καὶ αὕτη ἡ πτυάς. τούτων ἑνὶ τῶν τριῶν τὴν βασιλίδα Κλεοπάτραν ἀναιρεθῆναί φασι, λαθεῖν βουληθεῖσαν τοὺς φυλάσσοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ὁ γὰρ Αὔγουστος Καῖσαρ νενίκηκε ταύτην, καὶ βουληθεὶς Ἀντωνίῳ παραδοῦναι αὐτῇ, πρὸς δὲ καὶ θριαμβευθῆναι, οὐ καλὸν αὐτῇ προυξένησε μόρον. συνεῖσα γὰρ ἐκείνη τὸ δρᾶμα, κἀντεῦθεν ἐξ ἀνθρώπων γενέσθαι δίκαιον κρίνασα, διά τινων δύο γυναικῶν αὐτῆς, Ναείρας καὶ Χαρμιόνης, τὸν ἑαυτῆς θάνατον μελετᾷ. διὰ γοῦν καλαθίσκου τινὸς σῦκα καὶ σταφυλὰς ἔχοντος, χάριν τοῦ λαθεῖν τοὺς αὐτὴν φυλάσσοντας, εἰσάγεται τὸ θηρίον· καὶ πρῶτα μὲν αὐτὸ ταῖς γυναιξὶ δοκιμάζει, εἶτα γνοῦσα ὡς ὀξὺ τὸ θηρίον εἰς ἀναίρεσιν, θέλουσα δὲ καὶ εὐγενῶς ἀποθανεῖν, τὴν βασιλικὴν ἐνδύεται στολήν, καὶ οὕτως τὸ θηρίον προσβαλοῦσα τῷ ἀριστερῷ μαζῷ (ᾔδει γὰρ ἐκεῖσε νεύειν τὴν καρδίαν) βασιλικῶς ἀποθνήσκει· καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν δεξιὰν χεῖρα ἐπικειμένην τῇ κεφαλῇ καὶ τὸ διάδημα κρατοῦσαν, ἵνα μέχρι τότε τοῖς ὁρῶσι βασιλὶς οὖσα βλέπηται. τούτων μέντοι τῶν θηρίων ἐμνημόνευσεν ὁ Γαληνός, τὴν ἐξ ὅλου τοῦ σώματος αὐτῶν διδάσκων διαφθοράν, καὶ ὡς οὐ χρὴ τῷ φαρμάκῳ, τῇ θηριακῇ δηλονότι, 113 τοιαῦτα παραμίγνυσθαι. ἐφ' ᾧ τὰς ἐχίδνας παραλαμβάνομεν, σὺν τῷ οὐραίῳ τὰς κεφαλὰς ἀποτέμνοντες, ἐν οἷς ὁ κακίων χυμός, τουτέστιν αὐτὸς ὁ ἰός. τὰς μέσας οὖν σάρκας ἐκβάλλοντες ἰσχυρότερον ποιοῦμεν τὸ φάρμακον. Εἰ δὲ καὶ ὅθεν ἐπενοήθη τῶν ἐχιδναίων σαρκῶν ἡ ἐπίμιξις ἐθέλεις μαθεῖν, ὁ παρὰ πᾶσι σχεδὸν φερόμενος λόγος καὶ τοῦτο ἤδη διδάξει σέ. λέγεται γὰρ ὅτι κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὥρᾳ θέρους ἄνδρες τινὲς στάχυας ἔτιλλον. καὶ τοῦτο ποιοῦντες δίψει γίνονται κάτοχοι. ταύτῃ τοι καὶ πρὸς ἀγγεῖον ἔτρεχον οἴνου μεστόν, ἐλπίζοντες ἐκεῖθεν ἀπαλλαγὴν τῆς δίψης εὑρεῖν. ἀλλ' ἐσφάλησαν τοῦ σκοποῦ· ἔχις γὰρ ἐκεῖθεν αἰφνηδὸν ἐκπηδήσασα τῆς ὁρμῆς αὐτοὺς ἀνεχαίτισε. τί τὸ ἐπὶ τούτοις; λαμβάνουσι τὸν οἶνον καὶ ἀνθρώπῳ τινὶ λελωβημένῳ διδόασιν, ὡς ἐντεῦθεν αὐτὸν θᾶττον ἐκστῆναι τῶν ὧδε καὶ μὴ τὸ ζῆν οὕτως ἔχειν ἐπώδυνον. δέχεται τὸν οἶνον ἐκεῖνος, μεθ' ἡδονῆς ἐκροφᾷ, καὶ παραχρῆμα τῆς νόσου λύτρωσιν εὕρατο. ἔκτοτε οὖν αἱ τῆς ἐχίδνης σάρκες ἐμβάλλονται τῷ φαρμάκῳ. ἀλλὰ
36
καὶ θηριακὴν τὸ τοιοῦτον διὰ τὰς τῶν θηρίων σάρκας ἐπονομάζουσι, καὶ ὅτι τοῖς ἀπὸ τῶν ὄφεων δήγμασι καὶ μάλα τὸ τοιοῦτον ἁρμόττει. τῆς δὲ τοιαύτης ἐπινοήσεως Ἀνδρόμαχός τις γέγονεν αἴτιος, καθά φησι Γαληνός, συνακμάσας τῷ Νέρωνι. 114 Πρὸς δέ γε τοῖς εἰρημένοις, ἑλιττομένους ἀλλήλοις γίνωσκε τοὺς ὄφεις ὀχεύεσθαι, καθὰ δὴ καὶ τοὺς ἐχίνους ὀρθίους ἱσταμένους διὰ τὴν ἄκανθαν. εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθειν δι' ἣν οἱ ὄφεις χειμῶνος μὲν τῇ γῇ καταδύονται, θέρους δὲ τοὺς ἄνω τόπους ἐπιζητοῦσι, σαφὴς ὅτι καὶ αὕτη ἐστί. ψυχρὸς ὁ ὄφις ἐστὶ καὶ ξηρὸς καὶ νευρώδης καὶ ὀλιγόαιμος, ἐφ' ᾧ καὶ τοὺς θερμοὺς ἀεὶ τόπους ἐξ ἀνάγκης ἐπιζητεῖ· καὶ ἐπειδὴ χειμῶνος μὲν ἡ θερμότης κάτω χωρεῖν εἴωθε, θέρους δὲ ἄνωθεν ἐπιπολάζει, διὰ τοῦτο καὶ τὰς ἑαυτοῦ νομὰς πρός γε τὴν τοῦ ἀέρος κατάστασιν ὑπαλλάττει ὁ ὄφις. ὅρα γὰρ ὅτι καὶ τὰ φρεατιαῖα ὕδατα θέρους μὲν τυγχάνει ψυχρά, χειμῶνος δὲ θερμά. τηνικαῦτα καὶ γὰρ τῆς ψυχρότητος ἄνωθεν ἐπιπολαζούσης εἰς τὸ βάθος ἡ θερμότης χωρεῖ, ὅθεν καὶ θερμὰ τυγχάνει κατά γε τὸν χειμῶνα τὰ ὕδατα. τήν τε γὰρ ψυχρότητα καὶ θερμότητα κατά γε τὸν αὐτὸν τόπον καὶ χρόνον ἅμα μένειν ἡ φύσις οὐκ ἐνομοθέτησεν. Ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι. τοὺς μεγίστους ὄφεις δράκοντας εἴωθε καλεῖν ἡ γραφή, καὶ μᾶλλον ἡνίκα περὶ τῆς ῥάβδου λέγει τοῦ Μωσέως, μεταβληθῆναι μὲν εἰς ὄφιν τὸ πρότερον, εἶθ' οὕτως εἰς δράκοντα, κἀντεῦθεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν τοῦ Φαραὼ καταπιεῖν, καὶ αὐτὰς δῆθεν εἰς ὄφεις μεταβληθείσας. ἀλλὰ καὶ 115 ὁ προφήτης Δαυὶδ τὸ κηταῖον ὑπεμφαίνων γένος οὕτω φησὶ δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.» τοιοῦτον δὲ γένος ὁποῖον ἄρα φημίζουσιν οἱ πολλοί, μέχρι καὶ τήμερον γεγραμμένον οὐχ εὕρομεν· οὐ γὰρ ἐπὶ τούτῳ τὸ ἀστραπαῖον ἄνωθεν καταρρήγνυται πῦρ, ἐπὶ τῷ τοὺς τοιούτους δράκοντας ἐμπιπρᾶν. τὸ μὲν οὖν δρακόντειον γένος ξηρόν τε τὴν φύσιν ἐστὶ καὶ [τὴν φύσιν] διάπυρον· πῦρ γὰρ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἀποβλέπουσι. καὶ ὃν δὲ ἐξεμοῦσιν ἰόν, καπνώδης ἐστί, καὶ διαιρεῖ τὰ σώματα ψαύσας αὐτῶν. ἔνθεν τοι καὶ εὔπρηστος ἐστὶν ὁ δράκων, δι' ἣν ἔχει ξηρότητα, καὶ πρὸς κατάφλεξιν ἐπιτήδειος. πεφόβηται οὖν διὰ ταῦτα τὸν κεραυνόν, καὶ ἁλλόμενός ἐστιν ὅτε δι' ἀέρος φέρεται, τόπους τε καθύγρους ἐπιζητεῖ καὶ ἐπὶ λίμνας καταφεύγει· οἶδε γὰρ ὅτι διὰ τὴν ἐνοῦσαν αὐτῷ ξηρότητα καὶ ἀπὸ διαστήματος τῷ κεραυνίῳ πυρὶ καταφλέγεται. ἔνθα που τύχοι λοιπὸν ὁ δράκων συρίττων καὶ διιών, ἐπειδὰν ὑπὸ τοῦ πυρὸς ἐλαύνεται, τότε δὴ τὰ παρακείμενα μέρη συγκαταφλέγεται. πολλάκις γὰρ καὶ δράκοντος ἄτερ ἦχοί τινες ἐξακούονται ἄσημοι, τοῦ πυρὸς ἄνωθεν καταρρηγνυμένου καὶ σώμασι τοιοῖσδε ἢ τοιοῖσδε προσπίπτοντος. ὅσοι δέ φασι τῶν ἐντετυχηκότων ταῖς τοιαύταις καύσεσιν ὅτι τεθέανται χοῖρον γρυλλίζοντα ἢ μηκάζον αἰπόλιον ἢ βοῦν μυκώμενον, ἑαυτῶν τε καὶ τῶν ἀκροατῶν καταψεύδονται· οὐδὲν γὰρ τεθέανται, ἀλλ' ὁ φό βος αὐτοῖς τὰς τοιάσδε μορφώσεις εἰδωλοποίησεν. εἰ δ' ἴσως καὶ βάσκανος δαίμων τὸ σῶμα τοῦ δράκοντος ἐνδυσάμενος εἰς ἐκεῖνα τῶν μερῶν ἄγει τὸν θῆρα ὑπὸ τοῦ πυρὸς ὥσπερ διωκόμενον, οἷς δὴ βασκαίνειν ἐξ ἀρχῆς εἴωθεν, οὐδ' οὗτος ὁ λόγος ἀπόβλητος. ἀρχαῖον γὰρ αὐτῷ ἐνδιαίτημα τὸ τοιοῦτον γένος, ἡνίκα καὶ μᾶλλον ἡμᾶς ἐξορίστους δι' αὐτοῦ τοῦ παραδείσου πεποίηκεν, ὅθεν καινὸν οὐδὲν εἴγε καὶ τῆς γῆς ταύτης ἀπώσασθαι φιλονικεῖ διὰ φθόνον ἡμᾶς. Καὶ περὶ μὲν τούτων οὕτως· εἰ δὲ τὴν αἰτίαν ἐπιζητεῖς δι' ἣν αἴλουροι καὶ νυκτερίδες νύκτα καὶ μόνην ἀκριβῶς ὁρῶσιν, αὕτη ἐστί. τὸ ὀπτικὸν πνεῦμα πάντως λεπτότατον ἔχουσιν. ἐν τῇ νυκτὶ οὖν μετρίως παχυνόμενον τῇ ἀπουσίᾳ τοῦ ἡλίου πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν ἐπιτήδειον γίνεται· κατὰ γὰρ τὴν ἡμέραν ὡς λεπτότατον διαφορεῖταί τε καὶ σκεδάννυται. τοῦτο δὲ καὶ ἐν ἄλλοις ἔστιν ἰδεῖν καὶ ἐν αὐτοῖς τοῖς λέουσιν. ἔνθεν τοι
37
καὶ τὰς ἡλιακὰς μαρμαρυγὰς οἱ λέοντες φεύγοντες δι' ὅλης ἡμέρας καὶ ἄκοντες κρύπτονται· εἰ μὴ γὰρ τοῦτο ἦν, τάχα ἂν ἀκωλύτως ἐν ἡμέρᾳ περιπατοῦντες οὐ μικρῶς ἔβλαπτον τοὺς αὐτοῖς ἐντυγχάνοντας. Γίνωσκε καὶ τοῦτο, ὅτι ὁ λέων διωκόμὲνος συστέλλει τὰ ἴχνη αὐτοῦ. οὕτω ὁ κύριος κατερχόμενος ἐπὶ τῆς γης τὸν τῆς παρουσίας καιρὸν πάντῃ συνέστειλε διὰ τὸν διάβολον 117 πάλαι τὰς παρθένους ἐπιτηροῦντα. ὁ τοῦ λέοντος σκύμνος νεκρὸς μὲν γεννᾶται, ἐμφυσώμενος δὲ παρὰ τοῦ πατρὸς αὐτοῦ ζωογονεῖται. οὕτω καὶ ὁ θεὸς πρῶτα μὲν ἐπὶ τῷ Ἀδὰμ ἐποίησεν, ὕστερον δὲ καὶ ἐπ' αὐτῷ τῷ υἱῷ αὐτοῦ δι' ἡμᾶς νεκρωθέντι ποιεῖ. ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡσεὶ σκύμνος· τίς ἐγερεῖ αὐτόν;» εἰ δὲ καὶ λέων καὶ σκύμνος ὁ αὐτὸς λέγεται, οὐ καινόν· ἦν γὰρ καὶ βασιλεὺς ὁ Χριστὸς καὶ βασιλέως υἱός. Ὁ λύκος φοβεῖται τὸ φυτὸν τὴν σκίλλαν. τοῦτο εἰδυῖα ἡ ἀλώπηξ παρὰ τῷ τοιούτῳ ὑπνώττει φυτῷ, εἴ ποτε τοῦ φωλεοῦ αὐτῆς ἔξω τύχῃ διατρίβουσα, ἵνα μὴ ὑπὸ λύκων βρωθῇ. εἰ δὲ ἡ ἀλώπηξ οὕτω ποιεῖ, πὸλλῷ μᾶλλον ἡμεῖς ἐκείνοις ὀφείλομεν συνεῖναι δι' ὧν ὁ νοητὸς λύκος διώκεται. τίνα δὲ ταῦτα; προσευχὴ καὶ νηστεία· τὸ γένος γάρ, φησί, τοῦτο οὐκ ἐκβάλλεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἡ δέ γε καμηλοπάρδαλις ἐν Λιβύῃ καθορᾶσθαι ἱστόρηται. αἰτία δὲ τῆς τοιαύτης ἐπιμιξίας ἡ τῆς χώρας ἀνυδρία· περὶ γὰρ τὰ ἐκεῖσε ὕδατα ὀλιγοστὰ ὄντα ἀθροίζεται πολυειδῆ ζῶα, κἀντεῦθεν ἀλλήλοις ἐπιμιγνυμένων αὐτῶν θηρία πολύμορφα τίκτεται. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὰ τοιαῦτα σύνθετα ζῶα, καθὰ δὴ καὶ οἱ ἡμίονοι, οὐκ εὔθετά εἰσι πρὸς σύλληψίν τε 118 καὶ γέννησιν. τίνος ἕνεκεν; ὅτι ἐξ ἀλλοτρίων συνεστηκότα ταῦτα γενῶν διεφθαρμένην τὴν πρὸς τὸ τίκτειν ἀπειλήχασι δύναμιν. καὶ εἰκότως· οὔτε γὰρ ἡ γῆ κατ' ἀρχὰς ἐξήγαγε ταῦτα, καθὰ δὴ καὶ τὰ λοιπὰ ζῶα (καὶ γὰρ ἐξ ἐπινοίας ὕστερον ἀνθρωπίνης ἡ τῶν ὄνων τε καὶ ἵππων ἐπενοήθη σύζευξις), οὔτε τῆς θείας ἐκείνης φωνῆς ἤκουσαν τῆς οὕτω λεγούσης αὐξάνεσθε καὶ πληθύνεσθε.» ἔνθεν τοι καὶ τὴν πρὸς τὸ τίκτειν δύναμιν διεφθαρμένην ἐσχήκασιν. Ὁ μονόκερως ζῶόν ἐστι καὶ πάνυ ἄγριον, μήτε θηραταῖς μήτε ἄλλως πως ἀγρευόμενον. παρθένῳ δὲ γυναικί, καὶ ταῦτα λαμπρειμονούσῃ καὶ ποικίλως ἐστολισμένῃ, καὶ περιέρχεται τὸ δυσθήρατον ζῶον καὶ παρὰ τοῖς γόνασιν αὐτῆς ἀναπαύεται. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀοράτου καὶ ἀθηράτου θεότητος καὶ τῆς ὄντως καὶ μόνης παρθένου ἔστιν ἰδεῖν· εἰ μὴ γὰρ ὁ καθαρώτατος οὗτος εὑρέθη ναός, οὐκ ἂν ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁ μύρμηξ ἐπὶ τὸν στάχυν ἀνερχόμενος ὀσφραίνεται, καὶ ἐὰν κριθή, φεύγει ἀπ' αὐτοῦ καὶ ἐπὶ τὸν τοῦ σίτου στάχυν ἔρχεται. εἰ δὲ ὁ μύρμηξ οὕτω ποιεῖ, πολλῷ μᾶλλον ἡμεῖς τὴν ἑτεροδοξοῦσαν διδασκαλίαν φεύγειν ὀφείλομεν, ἐπὶ δὲ τὸν σῖτον ἔρχεσθαι, τὸν ὀρθότατον δηλαδὴ λόγον. εἰ γὰρ ἣν ὁ λύκος ἔχθραν πρὸς τὰ πρόβατα κέκτηται, κἀντεῦ θεν ἔστιν ἰδεῖν· εὑρισκομένης γὰρ τῆς χορδῆς αὐτοῦ ἐν κιθάρᾳ, αἱ λοιπαὶ τῶν προβάτων χορδαὶ σιγῶσι καὶ οὐ φθέγγονται. τοῦτο δὲ καὶ ἐπὶ τυμπάνων ἔστιν ἰδεῖν. τίνος δὲ χάριν τὸ παράδοξον τοῦτο γίνεσθαι κατ' ἀρχὰς συγκεχώρηται; ὡς ἐντεῦθεν ἀριδηλότερον φαίνεσθαι τὴν ἔχθραν ἣν ὁ νοητὸς λύκος πρὸς τὰ τοῦ Χριστοῦ θρέμματα κέκτηται. Ὁ μὲν οὖν Αἰλιανὸς λέγει τὸν χαμαιλέοντα ποικίλον φαίνεσθαι τῇ μορφῇ ἅτε τὰς τῶν ὁρώντων ὄψεις ἐκκρουόμενον, κατὰ μίμησιν τοῦ εἰς ἄγγελον φωτὸς μετασχηματιζομένου Σατάν. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ἰσχνότατος ὁ χαμαιλέ-ων τῶν ᾠοτόκων καὶ πεζῶν, διότι ὀλιγαιμότατός ἐστι. τοῦτο δὲ αἴτιον καὶ τοῦ τῆς ψυχῆς ἤθους τοῦ ζώου· πολύμορφον γὰρ γίνεται διὰ τὸν φόβον· ὁ γὰρ φόβος δι' ἔνδειαν θερμότητος. Ὁ ἄρρην ὗς χαυλιόδοντας ἔχει ὡς ὀξύτερος εἰς τὸ πλήσσειν, τὸ δὲ θῆλυ οὐκ ἔχει, ἐφ' ᾧ καὶ ἀμυνόμενον δάκνει. οὕτω μὲν οὖν καὶ ἐπὶ τῶν ἐλάφων· ὁ μὲν γὰρ ἄρρην φέρει κέρατα,
38
ἡ δὲ θήλεια οὐκέτι. ἀλλὰ καὶ οἱ ἐκτεμνόμενοι ὕες χαυλιόδοντας οὐκ ἔχουσι, διότι τὴν φύσιν πρὸς τὸ θηλυπρεπὲς μεταμείβουσι· καὶ γὰρ αἱ θήλειαι τούτων ἐστέρηνται. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι αἱ ἄγριαι ὕες ἁπλῇ τροφῇ 1 χρώμεναι ἅπαξ τοῦ ἐνιαυτοῦ τίκτουσιν, αἱ δὲ ἥμεραι δὶς διὰ τὴν παχεῖαν δίαιταν. αἱ πιανθεῖσαι ὕες λειποτριχοῦσι· πιαινόμεναι γὰρ σαρκοῦνται, μᾶλλον δὲ τοιαῦται αἱ πέπτουσαι, πέπτουσαι δὲ λείπονται τοῦ περιττώματος, αἱ δὲ τρίχες ἐκ τῶν περιττωμάτων. Ἡ δὲ αἰτία δι' ἣν ὁ ὗς τε καὶ ὁ ἵππος ἀφρὸν παρὰ τῷ στόματι φέρουσιν, αὕτη. ἡ θερμότης ὡσαύτως καὶ ἡ κίνησις λευκαίνειν εἴωθε τὰ ὑγρά. καὶ ὅρα τὴν θάλασσαν· κινουμένη γὰρ ὑπ' ἀνέμων λευκαίνεται. ὅρα τοὺς ὑποκαιομένους λέβητας. ὅρα τὴν ἐν τῷ ἀέρι ὑγρότητα· χειμῶνος γὰρ ὑπ' ἀνέμων κινουμένη λευκαίνεται, λευκαινομένη δὲ διὰ τὴν τηνικαῦτα ψῦξιν πήγνυται, καὶ οὕτως ἡ χιὼν καταφέρεται· ἡ γὰρ χιὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ὕδωρ ἡμιπαγές. οὕτω μὲν οὖν καὶ παρὰ τῷ σϋὶ καὶ ἵππῳ ὑγρὰ λεπτυνόμενα εἰς πομφόλυγας διὰ θερμότητα καὶ κίνησιν εἰς ἀφρὸν μεταβάλλονται. Εἰ δὲ καὶ τὸν λόγον ἐθέλεις μαθεῖν οὗ χάριν οἱ κύνες μόνοι λυττῶσι κατά γε τὸ θέρος, σαφὴς ἰδοὺ καὶ οὗτός σοι πρόκειται. λυττῶσιν οἱ κύνες διὰ τὴν πρόληψιν τῆς ξηρᾶς κράσεως. φύσει δέ εἰσι ξηροί, καὶ πλέον τοῖς καύμασι. θερμαινόμενα οὖν καὶ καταξηραινόμενα ἐκπυροῦται τὰ ἐν αὐτοῖς ὑγρά, κἀντεῦθεν διὰ τὴν ἄγαν ξηρότητα μαίνονται, καθάπερ 121 οἱ φρενητιῶντες. ὅθεν καὶ τὸ σίελον αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότερον. οτι δὲ ἐκπυροῦνται, δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς καὶ πυρώδη τὰ ὄμματα ἔχειν καὶ ἠνεῳγμένον τὸ στόμα πρὸς ἔμψυξιν ἀέρος. λυττῶσι δὲ οὐ πάντες οἱ κύνες, ἀλλ' ὅσοιπερ ἐν τούτοις ξηρότεροι. τινὲς δέ φασι καὶ τὸν κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά τινα ἀπόρροιαν τούτοις πρὸς τὴν λύσσαν. λυττήσαντες, καθά φησι Παῦλος ὁ Σινόπτης, καὶ βρῶσιν καὶ πόσιν ἀποστρέφονται, σίελον δὲ καὶ δαψιλὲς καὶ ἀφρῶδες ἀφιᾶσι, καὶ ἄφωνοι τοὐπίπαν εἰσίν, πρὸς δὲ καὶ ἄφρονες, ὡς μηδὲ τοὺς οἰκείους γνωρίζειν. ἐφορμῶσι δὲ κατὰ παντὸς χωρὶς ὑλακῆς καὶ δάκνουσι, καὶ δάκνοντες οὐδὲν ὀχληρὸν παραχρῆμα φέρουσι, πλὴν ὅσον ὀδύνην τὴν ἐκ τοῦ τραύματος. ὕστερον δὲ πάθος ἐμποιοῦσι τὸ καλούμενον ὑδροφόβιον· φεύγουσι γὰρ τὸ ὕδωρ οἱ λυσσόδηκτοι καὶ ὁρῶντες αὐτὸ καὶ προσφερόμενοι. ἔνιοι δὲ αὐτῶν καὶ ὥσπερ κύνες ὑλακτοῦσι καὶ δάκνουσιν ἐπιόντες, καὶ δάκνοντες αἴτιοι τοῦ αὐτοῦ πάθους κατέστησαν. ἡ δὲ τῶν συμπτωμάτων αἰτία τῶν μὲν ἄλλων εὔδηλος· κατειληφὼς γὰρ ἰὸς τὰ μόρια πάντα καὶ αὐτὸν τὸν ἐγκέφαλον τοιαῦτα φέρει συμπτώματα. τοῦ δὲ φοβεῖσθαι τὸ ὕδωρ τινὲς μὲν ἔφησαν διὰ τὴν ἄμετρον γίνεσθαι ξηρότητα, οἷα παντελῶς ἠλλοτριωμένης 122 τῆς ὑγρᾶς οὐσίας· ὁ δέ γε Ῥοῦφος μελαγχολίας αὐτοῖς εἶδος τὸ τοιοῦτον ἀπεφήνατο γίνεσθαι, τοῦ ἰοῦ τὸν χυμὸν ἐκεῖνον μιμησαμένου καθ' ὃν ἄλλα πεφόβηνται. καὶ τί χρὴ πολλὰ λέγειν; ὃν γὰρ τρόπον ἐπὶ τῶν μελαγχολικῶν οἱ μὲν ἄλογα ζῶα δοκοῦσιν εἶναι κἀντεῦθεν τὰς ἐκείνων μιμοῦνται φωνάς, οἱ δὲ σκεύη δοκοῦσιν εἶναι ὀστράκινα κἀκ τούτου κατεαγῆναι καὶ πάνυ δειλαίνονται, ἕτεροι τὸν Ἄτλαντα νομίζουσιν ἐπάνω πίπτειν αὐτῶν καὶ διὰ τοῦτο μέγα βοᾶν ἀναγκάζονται, οὕτω καὶ ἐπὶ τῶν λυσσοδήκτων ἔστιν ἰδεῖν. ὁ γὰρ τοῦ κυνὸς ἰός, καθάπερ τις χυμὸς μοχθηρός, τὸν ἐγκέφαλον αὐτῶν κατασχὼν φοβεῖσθαι ποιεῖ τὸ ὕδωρ αὐτούς, φοβουμένους δὲ τὸν δακόντα κύνα φαντάζεσθαι, καὶ οὕτω σπᾶσθαι καὶ τελευτᾶν. ταύτῃ τοι καὶ σοφόν τινα λυσσόδηκτον εἰσελθεῖν ἐν βαλανείῳ λέγουσι, καὶ ἰδόντα τὸν κύνα ἐν τῇ λεκάνῃ καὶ μὴ καταπτοηθέντα εἰπεῖν τί κυνὶ κοινόν ἐστι καὶ βαλανείῳ;» καὶ περὶ μὲν τούτων οὕτως. Ἡ δέ γε ἄρκτος σάρκα τίκτει μήτε τύπον μήτε μορφὴν ἔχουσαν, τῷ δὲ στόματι λείχουσα ἄρθρα ἀποτελεῖ. ἀλλὰ καὶ οἱ σκύμνοι αὐτῆς οὐ θηλάζουσι, μυζῶντες δὲ τοὺς πόδας αὐτῶν ἐντεῦθεν αὐξάνουσι. τίκτει δὲ πρὸ τοῦ
39
καιροῦ, ἵνα τῷ ἄρρενι συνέρχηται. ἀλλὰ καὶ ἐν τῷ τίκτειν κινδυνεύει ἡ ἄρκτος. ἐν δὲ νυκτὶ ὠδίνουσα προσέχει τῷ τῆς ἄρκτου ἄστρῳ, 123 καὶ οὕτω τίκτει εὐχερῶς. πολυφάγος μὲν ἄρκτος ἐστίν, ἐν δὲ χειμῶνι παρακαθημένη τῷ φωλεῷ καὶ πεινῶσα λείχει τὸν πόδα καὶ τρέφεται. μόνη δὲ αὕτη ἐν γῇ πάσχει τοῦτο, καὶ ἐν θαλάσσῃ ὁ πολύπους. Ἀλλὰ καὶ τῶν ὀνάγρων αἱ νομάδες ἐπειδὰν τέκωσιν ἄρρενα, τέμνουσι τὰ αἰδοῖα αὐτῶν, ἵνα μὴ σπερματίζωσι. κατάξηρον δὲ ζῶον ὁ ὄναγρος, ἐφ' ᾧ καὶ διψαλέον· κατὰ γὰρ τοῦτο καὶ ὁ Δαβὶδ περὶ ὑδάτων διεξιὼν οὕτω φησί προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.» Λέγεται δὲ καὶ τὴν ἀλώπεκα βρωμάτων ἀποροῦσαν ὑπτίαν πίπτειν ὡσεὶ νεκρὰν καὶ φυσᾶσθαι, κἀντεῦθεν διογκουμένην αὐτὴν ὁρῶντα τὰ πετεινὰ ἐπιβαίνουσιν αὐτῆς καὶ ὡσεὶ νεκρᾶς ἅπτονται. ἐκπηδήσασα οὖν αἴφνης ἡ νεκρὰ συλλαμβάνει καὶ κατεσθίει αὐτά. Ἀλλὰ αἴγαγρος ταχύτατόν ἐστι ζῶον καὶ παρὰ τοῖς κρημνοῖς διάγον, διωκόμενον δὲ ἅλλεται κατὰ κεράτων, καὶ οὐ διαθλᾶται. Γίνωσκε δὲ ὅτι ἑκάστῳ τῶν ζώων, καθὰ δὴ καὶ ὁ Νεμέσιός φησι, φυσικὴν οὐ λογικὴν ἐνέθηκε σύνεσιν ὁ θεός. τισὶ δὲ καὶ πανουργίας ἐνέβαλεν ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι. ὅτι δὲ φυσικῶς τὰ τοιαῦτα καὶ οὐ λογικῶς ἐνεργοῦσι τὰ ζῶα, 124 δῆλον ἐκ τοῦ κατ' εἶδος ἕκαστον ζῶον ὁμοίως ταῦτα ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, ἀλλὰ καὶ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι· πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται. ὅπερ οὐκ ἔστιν ἐπ' ἀνθρώπων· μυρίαι γὰρ τῶν ἀνθρωπίνων πράξεων αἱ ὁδοί. ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικόν, ὅθεν οὐχ ἓν καὶ τὸ αὐτὸ πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζώων. φύσει γὰρ μόνῃ ταῦτα κινεῖται, τὰ δὲ φύσει κινούμενα ὁμοίως παρὰ πᾶσιν ἐστίν· αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ' ἄλλοις, καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσι. τὸ μέντοι πρόβατον διὰ τοῦτο λέγεται καὶ παρὰ τῇ γραφῇ ἄκακον, ὅτι σύνεσιν ἰδίαν οὐκ ἔχει ὥστε νομὰς εὑρίσκειν καὶ ποτόν, ἂν μή τις ὁ ποιμαίνων αὐτά. πολλὰ δὲ τῶν ζώων καὶ συνέσεως ἀνθρωπίνης ἐγγύς ἐστι. καὶ ὅρα τὸν χερσαῖον ἐχῖνον δύο κατασκευάζοντα ἐπὶ τοῦ φωλεοῦ ἀναπνοάς, πρός τε τὸν νότον ἀντιφραττούσας καὶ τὸν βορρᾶν. εἰ καὶ φυσικῷ λόγῳ πρὸς τὰ τοιαῦτα τῶν ἀλόγων γένη κεκίνηται. οὐδὲ γὰρ αὐτεξούσια τὰ ζῶα, καθὰ δὴ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, ὅτι μηδὲ λογικά. λογικῇ γὰρ πάσῃ 125 φύσει καὶ τὸ αὐτεξούσιον πάντως ἐμπέφυκε θέλημα· εἰς τί γὰρ ἕξει τὸ λογικόν, μὴ αὐτεξουσίως λογιζομένη; τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζώοις ὁ δημιουργὸς ἐνέσπειρε, πρὸς σύστασιν τῆς οἰκείας φύσεως ἄγουσαν ἠναγκασμένως αὐτά. λόγου γὰρ ἀμοιροῦντα οὐ δύνανται ἄγειν, ἀλλ' ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως, ὅτε ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή. οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηνται. ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινοῦνται καὶ μακαρίζονται, οὔτε ὡς κακίαν πράττοντα κολάζονται. ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην. τοῦ γὰρ λόγου τὸ προτέρημα ἡ αὐτεξούσιός ἐστι θέλησις, ἣν δὴ φυσικὴν ἐν τῷ λογικῷ φαμὲν κίνησιν. διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται, καὶ ὡς κακίαν μετιοῦσα κολάζεται. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, τίνος ἕνεκεν αὐτά τε τὰ ζῶα καὶ ὁ ἄνθρωπος πόδας ἀρτίους ἔχουσι, γίνωσκε ὅτι διὰ τὸ μὴ ἀτάκτως ἅλλεσθαι. οὕτω καὶ γὰρ διὰ μὲν τοῦ ἑνὸς ἱστάμενος ὁ ἄνθρωπος, ὥσπερ πάλιν τὰ ζῶα διὰ δύο ποδῶν, ἠρέμα διὰ τῶν ἑτέρων ποιοῦνται τὴν βάδισιν. 126 Ὄντως, ἀγαπητέ, τὸ ἔθος φύσις ἐπί τισι γίνεται. ὅρα γὰρ ὅτι τὰ Λιβυκὰ θηρία τοῦ μὲν θέρους οὐ πίνει, ὅτε μάλιστα δίψα γίνεται, χειμῶνος δὲ πίνουσιν, ὅταν ἧττον διψῶσι. τοῦτο δὲ γίνεται πάντως διὰ τὸ μή γίνεσθαι ὕδατα θέρους
40
ἐν τῇ Λιβύῃ. τοῦ δὲ χειμῶνος διὰ τὸ γίνεσθαι πίνει. ὃ γοῦν ἐκεῖσε εἴθισται, τοῦτο καὶ ἐν ἄλλοις τόποις τὰ ζῶα ταῦτα παραγενόμενα σώζει τὸ ἔθος. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὴν τῶν χερσαίων παραγωγήν, πλάττει τὸν ἄνθρωπον ὁ θεός, καὶ τίθησιν αὐτὸν ἐν τῷ παραδείσῳ. ἀλλὰ κἀνταῦθα πρόσχες, ἀγαπητέ. εἰ γὰρ καὶ λέγουσί τινες ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισε τὸν παράδεισον ὁ θεός, τῇ Μωσαϊκῇ δῆθεν ἱστορίᾳ ἑπόμενοι, ἀλλὰ πεπλάνηνται προφανῶς ἅτε δὴ παροδευτικῶς ἐπερχόμενοι καὶ οὐκ ἐρευνητικῶς τὴν γραφήν. καὶ ἄκουε τί φησιν ὁ θεόπτης Μωσῆς καὶ συνετέλεσεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ· ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν.» οὐκοῦν εἰ μετὰ τὴν ἑβδόμην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε, πῶς λοιπὸν ἔκτισε μετὰ τὴν ἑβδόμην τὸν παράδεισον; ἔοικε μὲν ἡ γραφὴ λέγειν ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισται ὁ παράδεισος· ἀλλ' οὐκ ἔχει καὶ τὰ τοῦ σκοποῦ, καθὼς ὑποπτεύουσι πολ λοί. καὶ πείθου τῷ χρυσορρήμονι Ἰωάννῃ ἐν τῇ εἰς τὴν ἑξαήμερον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ λέγοντι ὅτι τῶν κατὰ συντομίαν ἱστορηθέντων ἔμπροσθεν ἀνακεφαλαίωσιν ποιεῖ ὁ Μωσῆς ὕστερον, τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν τοὺς ἁπλουστέρους ἐποίησεν.» ἄλλως τε εἰ μετὰ τὴν ἑβδόμην, ὥς φασιν, ἔκτισται ὁ παράδεισος, ἀνάγκη πᾶσα καὶ τὴν ἀπὸ τοῦ χοὸς πλάσιν τοῦ Ἀδάμ, ὥσπερ δὴ καὶ τὴν ἀπὸ πλευρᾶς τῆς Εὔας οἰκοδομήν, μετὰ τὴν ἑβδόμην εἰπεῖν γεγενῆσθαι. τίνος ἕνεκεν; ὅτι καὶ ταύτην ὕστερον ὁ Μωσῆς, ἤγουν μετὰ τὴν ἑβδόμην, διηγούμενος εὕρηται. πρὸ τοῦ Ἀδὰμ λοιπὸν ὁ παράδεισος. καὶ ἄκουε τί φησιν ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ αὐτοῦ. ἐπεὶ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ἀοράτου τε καὶ ὁρατῆς φύσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν, ὥσπερ τινὰ βασιλέα ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ, προκαθίστησιν αὐτῷ οἷόν τι βασίλειον τὸν παράδεισον, ὡς ἐντεῦθεν αὐτὸν μακαρίαν καὶ πανολβίαν ἔχειν ζωήν.» πρόσεχε οὖν· ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸ τοῦ πλασθῆναι τὸν Ἀδὰμ καθίστησιν αὐτῷ τὸν παράδεισον, εὔδηλον πάντως ὅτι ἐν τῇ ἕκτῃ ἡμέρᾳ καὶ τοῦτον ἐφύτευσεν ὁ θεός, εἴγε καὶ μᾶλλον ἔστη μετὰ τὴν ἑβδόμην τοῦ δημιουργεῖν, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι. 128 Φυτεύει τοίνυν ἔν τε τῇ ἕκτῃ πρὸ τοῦ Ἀδὰμ τὸν θεῖον παράδεισον κατὰ ἀνατολὰς ἐν Ἐδέμ. ἐξ ἁπάσης γὰρ τῆς γῆς, ὥσπερ φησὶ Θεοδώρητος ὁ μέγας τε Βασίλειος καὶ ὁ Δαμασκηνὸς Ἰωάννης, τόπον τινὰ κατὰ ἀνατολὰς ἐκλεξάμενος, ὀνομαζόμενον μὲν Ἐδέμ, ἐν περιόπτῳ δὲ κείμενον καὶ πάσης τῆς γῆς ὑψηλότερον, φυτεύει ἐν αὐτῷ τὸν παράδεισον, ὡς ἐντεῦθεν τρυφερὸν οἷον αὐτὸν εἶναι καὶ θαλερὸν εἰσαεί, καθά φησι Σεβηριανός· τρυφὴ γὰρ ἡ Ἐδὲμ ἑρμηνεύεται. ἐν ᾧ δη τιμῆσαι βουληθεὶς γεγονότα τὸν ἄνθρωπον ἔταξεν οἰκεῖν ὁ θεός· καὶ ἔθετο» γάρ φησιν αὐτὸν ἐν τῷ παραδείσῳ.» ἀλλ' ἐντεῦθεν, ἀγαπητέ, καὶ τοῦτο μανθάνομεν, ὅτι ἐξ ἑτέρας μὲν ἔπλασε γῆς τὸν Ἀδάμ, μετὰ δὲ ταῦτα ἐν τῷ παραδείσῳ ἔθετο. καὶ ἄκουε τί φησιν ἡ γραφή καὶ ἐξαπέστειλεν ὁ θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη.» διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἔξω τοῦ παραδείσου πλάττει τὸν ἄνθρωπον ὁ θεός, εἶθ' οὕτως εἰσάγει αὐτὸν ἐν αὐτῷ; ὥστε μαθεῖν ἐντεῦθεν αὐτόν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν, ὅσης ἠξίωτο παρὰ θεοῦ τῆς τιμῆς, καὶ ὅση παρ' αὐτοῦ ἡ ἀπόλαυσις αὐτῷ ἐχαρίζετο. ὅρα γὰρ ὅτι καὶ οἱ ἐξ ἐλαχίστης τάξεως ἐπὶ τὴν ἄνω τε καὶ πρώτην ἀναβιβαζόμενοι οἴδασιν ἐξ ἀνάγκης τίνες πρότερον ἦσαν καὶ ὅπου κατήντησαν ὕστερον, ὃ δὴ καὶ οὐ μικρᾶς ἀγαλλιάσεως γίνεται πρόξενον. 129 Πλάττει μὲν οὖν ὡς εἴρηται, ταῖς ἰδίαις χερσὶ τὸν ἄνθρωπον ὁ θεός. καὶ ἔλαβε» γάρ φησι χοῦν ἀπὸ τῆς γῆς ὁ θεός, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» εὐλόγως οὖν τὰ μὲν χερσαῖα πάντα θνητὰ
41
τυγχάνει· ἐξῆλθε γάρ, φησιν, ἀπὸ τῆς γῆς σὺν αὐτῇ τῇ ψυχῇ· ἐξαγαγέτω» γάρ φησιν ἡ γῆ ψυχὴν ζῶσαν.» ὁ δὲ ἄνθρωπος μόνος ἀθανασίας μετέσχηκεν, ὅτι διὰ τοῦ θείου ἐμφυσήματος καὶ οὐκ ἀπὸ γῆς ἔλαβε τὴν ψυχήν· ἐνεφύσησε» γάρ φησιν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» αὐτὴν τὴν νοερὰν δηλονότι ψυχήν. οὐδὲ γὰρ ἀπὸ γῆς αὕτη. καὶ πείθου τῷ θεολόγῳ Γρηγορίῳ περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως οὕτως κατὰ ῥῆμα διεξιόντι καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν θεοῦ οἶδεν ὁ λογος, παράγει τὸν ἄνθρωπον.» πρόσεχε οὖν. ἐπειδὴ γὰρ ἡ νοερὰ ψυχὴ δι' ἐμφυσήματος τῷ ἀνθρώπῳ ἐντέθειται παρὰ θεοῦ, διὰ τοῦτο καὶ ἀθάνατός ἐστιν. ἡ δὲ τῶν ἀλόγων ζώων ψυχὴ ἀπὸ γῆς ἐξελθοῦσα κατὰ τὴν θείαν φωνὴν γεώδης ἐστί, διὰ τοῦτο καὶ θνητή. καὶ περὶ μὲν τούτων οὕτως. Ἀναγκαῖον δὲ εἰδέναι σε, ἀγαπητέ, καὶ τί φησιν ἐπὶ 130 τούτοις ὁ τὴν γλῶτταν χρυσοῦς. καὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεὸς ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς παρήγαγε, τὸν δὲ ἄνθρωπον πλάττων πρῶτον κατασκευάζει τὸ σῶμα ὡς ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· οὐ γὰρ θέλει τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ.» πρόσεχε οὖν. ἐνεφύσησε γάρ φησι· τουτέστι τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ἠβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τὸ ζῶον εἰς ψυχὴν ζῶσαν, ἤγουν ἐνεργοῦσαν καὶ τὴν αὐτὴν τέχνην δεικνύουσαν διὰ τῆς τῶν μελῶν κινήσεως. οὐκοῦν, ἀγαπητέ, συγκαταβάσεως ταῦτα τὰ ῥήματα, ὥσπερ οὖν καὶ τὸ ποιήσωμεν ἄνθρωπον.» μὴ γὰρ βουληθεὶς ὁ θεὸς δεῖται καὶ σκέψεως, ἀλλὰ τῷ προσχήματι τοῦ ῥήματος ἐνδείξασθαι βούλεται ἡμῖν τὴν ὑπερβάλλουσαν τιμήν, ἧς ἀξιοῦται παρ' αὐτοῦ ὁ πλαστουργούμενος. ποιεῖ τοίνυν τὸν ἄνθρωπον κατὰ τὴν νεκρὰν εἰκόνα, ὡς ὁ χρυσορρήμων φησίν. ἔκειτο γὰρ τὸ σῶμα τηνικαῦτα νεκρόν, τοῦ κινοῦντος αὐτὸ δεόμενον. ἔπειτά φησι καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς.» ταῦτα μὲν οὖν ὁ θειότατος Ἰωάννης ἔλεγε καὶ λίαν εὐμεθόδως, ἐντρέπων τοὺς λέγοντας αὐτὸν ὅτι τὰ Ὠριγένους φρονεῖ. ἀπὸ γὰρ τῶν διαληφθέντων ῥημάτων ἀνασπᾶν ἔοικε πρόρριζον τὴν προΰπαρξιν τῶν ψυχῶν, ἣν ὁ ματαιόφρων Ὠριγένης ἐδόξαζε. 131 Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ἀλλ' ἐνταῦθα τὸ ἐνεφύσησέ τινες ἀκούσαντες, καὶ μὴ λογισάμενοι τὴν τῶν λέξεων παχύτητα καὶ ὅτι δι' ἑτέρων ἕτερα παρίστησιν ἡ γραφή, ἐνόμισαν τὴν ψυχὴν οὐσίας μετέχειν τῆς αὐτῆς τῷ θεῷ. ἀλλ' ἐσφάλησαν τοῦ σκοποῦ. εἰ γὰρ τοῦτο δώσωμεν, εὑρεθείη ἂν ὁ θεὸς αὐτὸς ἑαυτὸν ἐν τῇ γεέννῃ κολάζων τοῦ πυρός, εἴ γε κατὰ τὸ ἱερὸν γράμμα σὺν τῷ σώματι τὴν ψυχὴν ἐκεῖσε παραδίδωσιν αἰωνίως κολάζεσθαι. μὴ φοβηθῆτὲ» γάρ φησιν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ὑμῶν μὴ δυναμένων ἀποκτεῖναι, ἀλλὰ φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἐν γεέννῃ ἀπολέσαι.» τὸ μὲν οὖν ἐμφύσημα μὴ μεταβληθὲν εἰς ψυχὴν ἐδημιούργησε ψυχήν, ὥσπερ οὖν καὶ ἡ χεὶρ γράφει μὲν γράμμα, οὐ μεταβάλλεται δὲ ὅμως εἰς γράμματα, ἀλλ' ἡ μὲν χεὶρ μένει χείρ, τὰ δὲ γράμματα γράμματα. Ὅρα λοιπὸν νουνεχῶς. τὸ γὰρ ἐνεφύσησεν ἐνταῦθα εἶπεν, ἵνα σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ δημιουργὸν ἀποδείξῃ τοῦ ἀνθρώπου καὶ τὸ πνεῦμα τὸ ἅγιον. φησὶ γὰρ καὶ εἶπεν ὁ θεός "ποιήσωμεν ἄνθρωπον."3 καὶ λαβὼν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον.» τίς ὁ εἰπών; ὁ πατήρ. καὶ τίς ὁ λαβών; ὁ υἱός. ἵνα γοῦν μὴ τὸ πνεῦμα τὸ ἅγιον ἀλλότριον φαίνηται τῆς τοῦ ἀνθρώπου δημιουργίας, τὴν ἐνε φύσησε λέξιν καὶ πάνυ θαυμασίως παρείληφε, δι' αὐτῆς ὑπεμφαίνων, ὡς εἴρηται, τὸ πνεῦμα τὸ ἅγιον, καὶ ὅτι τῆς τοῦ παναγίου πνεύματος χάριτος, ὡς ὁ θειότατός φησι Κύριλλος, μέτοχος ὁ ἄνθρωπος τηνικαῦτα παρήγετο, κἂν ἡ παράβασις ὕστερον τὴν τοιαύτην ἠμαύρωσε δωρεὰν καὶ συνέχεεν. ταύτῃ τοι καὶ
42
ἀναστὰς ὁ κύριος ἐκ νεκρῶν ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε λάβετε πνεῦμα ἅγιον.» οὐδὲ γὰρ ἠνέσχετο καὶ αὖθις ἡμᾶς ἀποδεῖξαι τοῦ παναγίου μετέχοντας πνεύματος. ὃ δὴ καὶ τήμερον ἐμφυσᾷ τῷ βαπτιζομένῳ ὁ ἱερεύς, ζωογονῶν ὥσπερ τὴν αὐτοῦ ψυχὴν νενεκρωμένην ἤδη τῷ τοῦ Ἀδὰμ παραπτώματι. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου καὶ αὖθις ἐπανιτέον. ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ἡ μὲν οὖν ἡμετέρα καὶ ἀληθεστέρα δόξα περὶ τῆς εἰς τὸ σῶμα τῆς ψυχῆς ἑνώσεως ἁπλῆ τίς ἐστι καὶ σαφής. τὸ μὲν γὰρ σῶμα ἐκ. χοός, ἡ δὲ ψυχὴ ἀμέσως ἐκ θεοῦ παράγεται. κἀντεῦθεν καὶ ἀλλήλων συναπτομένων ζῶον ἓν σύνθετον γίνεται, καὶ τοῦτό ἐστιν ἡ καθ' ὑπόστασιν ἕνωσις, ἡ ἀμφύπαρκτος τῶν ἑτερουσιῶν κατ' αὐτὸν συνδρομή. ὃ δὴ καὶ θαυμάζων ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε πῶς ἐν μήτρᾳ ὁ ἄνθρωπος διαπλάττεται; καὶ πῶς ἀθρόον ἡ θεοείκελος ψυχὴ τῷ σώματι συμπαρυφίσταται;» οἱ δέ γε σοφίᾳ τῇ ἔξωθεν ἐγκαυχώμε νοι ἐπειδὴ τὸν τοῦ ἀνθρώπου πλάστην ἠγνόησαν, καὶ περὶ τὴν πλάσιν αὐτὴν ἐξ ἀνάγκης ἐσφάλησαν. ἀπὸ γῆς μὲν οὖν, ὡς εἴρηται, ὁ χοῦς, ἐκ θεοῦ δὲ ἡ ψυχή. καὶ τοῦτό ἐστιν ὅ φησιν ἡ γραφὴ καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» πρόσεχε οὖν. εὔδηλον γὰρ ἐντεῦθεν ὅτι μία τίς ἐστιν ἡ ψυχὴ δυνάμεις ἔχουσα διαφόρους. ὅθεν καὶ διὰ παντὸς μὲν ἡ δίκη τοῦ σώματος, ἑκάστου δὲ μορίου καταλλήλως ἐφάπτεται. αὐτίκα γὰρ τὸ μὲν θυμικὸν αὐτῆς ἐν τῇ καρδίᾳ λέγουσι ποιεῖσθαι τὴν οἴκησιν, τὸ δὲ ἐπιθυμητικὸν ὁμοίως ἐν τῷ ἥπατι. ἡ δὲ λογικὴ αὐτῆς δύναμις αὐτοῦ καθαπτομένη τοῦ ἐγκεφάλου δι' αὐτοῦ τοῖς πᾶσιν ἐπιλάμπει καὶ δείκνυται. καί τινες μέν, ὧν εἷς ἐστὶ καὶ Ἀπολλινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς. καθ ἑαυτὴν γὰρ εἶναι λέγουσι τὴν ἀλογίαν, αὐτὸ δηλαδὴ τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς ἡμῶν, ὡς ἄλογον ψυχὴν οὖσαν καὶ οὐ μέρος τῆς λογικῆς, πρῶτον μὲν ὅτι καὶ καθ' ἑαυτὴν ἐν τοῖς ἀλόγοις ζώοις εὑρίσκεται, ἐξ οὗ δῆλον ὅτι τελεία τίς ἐστι καὶ οὐ μέρος ἄλλης, εἶθ' ὅτι τῶν ἀτοπωτάτων ἐστὶ τῆς λογικῆς ψυχῆς μέρος εἶναι τὸ ἄλογον. ἀλλ' οὗτοι μὲν οὕτως δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς, ἐλέγχονται δὲ τῇ λεγούσῃ θείᾳ γραφῇ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶ σαν·» οὐδε γὰρ εἶπεν εἰς ψυχὰς ἀλλ' εις ψυχὴν ζῶσαν. ἀλλὰ καὶ Πλωτῖνος ὁ σοφός, ᾧ δὴ καὶ Ἀπολλινάριος ὁ Λαοδικεὺς ἠκολούθησεν, ἐκ τριῶν λέγει συνεστηκέναι τὸν ἄνθρωπον, ἔκ τε νοὸς καὶ ψυχῆς καὶ σώματος. ἀλλὰ κἀνταῦθα πεπλάνηται· ὁ γὰρ νοῦς, καθά φησιν ὁ μέγας Βασίλειος, ταυτοφυής ἐστι τῇ ψυχῇ, καὶ καθάπερ ὀφθαλμὸς ἐν σώματι, οὕτω καὶ ὁ νοῦς ἐν αὐτῇ τῇ ψυχῇ. τὸ γὰρ καθαριώτερον καὶ κυριώτερον μέρος αὐτῆς νοῦς ἐπονομάζεται· καθὸ δὴ καὶ νοερὰ λέγεται ἡ τοῦ ἀνθρώπου ψυχή, τῇ μεθέξει πάντως αὐτοῦ τοῦ νοός. Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐντεῦθεν οὖν ὁρμώμενος ὁ διαληφθεὶς θεῖος ἀνὴρ περὶ ψυχῆς καὶ τάδε διέξεισι διττὴν ἔγωγε οἶμαι τὴν δύναμιν τῆς ψυχῆς εἶναι μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης, τὴν μὲν τοῦ σώματος ζωτικήν, τὴν δὲ ἑτέραν τῶν ὄντων θεωρητικήν, ἣν δὴ καὶ νοερὰν ὀνομάζομεν. ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι, ἡ ψυχὴ φυσικῶς διὰ τὴν σύγκρασιν οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ἡ δὲ θεωρητικὴ δύναμις εν προαιρέσει τὴν κίνησιν ἔχει.» ταῦτα μὲν οὖν καὶ ὁ θειότατος ἐπεξηγούμενος Μάξιμος τὸ μὲν τῆς ψυχῆς, ὃ δὴ καὶ καθαρώτερον, ἀπαθές φησι καὶ ἀμέριστον, νοητῶς τὰ νοητὰ διανοούμενον, τὸ δὲ τῆς ψυχῆς παθητὸν καὶ μεριστόν· ὃ δὴ καὶ ταῖς αἰσθήσεσι μεριζόμενον συναλγεῖ μὲν ἀλγυνο μένῳ τῷ σώματι, ἡδυνομένῳ δ' αὖ συνηδύνεται· συμφύεται γάρ, ὡς εἴρηται, ἡ ψυχή, καθὰ δὴ καὶ ὁ Νύσσης φησί, διὰ τῶν σωματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου. τῇ γὰρ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκουσμάτων τὴν ῥοπὴν ἔχει, κἀν τοῖς
43
λοιποῖς ὁμοίως ἑκάστῃ τῶν αἰσθήσεων συνδιατίθεται. κατὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἔλεγε τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς παθητὸν εἶναι καὶ ὀρεκτικόν. καὶ αὖθις ἡ ψυχὴ παθητὴ οὖσα τοῦ σωματος τεμνομένου αὐτὴ μὲν οὐ τέμνεται, καθὰ δὴ καὶ τὸ σῶμα, συναλγεῖ δὲ ὅμως καὶ συμπάσχει τῷ πάσχοντι. ἔνθεν τοι καὶ κοιναὶ μὲν ἡδοναὶ ψυχῆς καὶ σώματος αἱ ἀπὸ τῶν συναφειῶν καὶ τῶν ἐδωδίμων γινόμεναι, ὡς ὁ διαληφθεὶς ἔφη θεῖος ἀνήρ· αἱ δὲ ἀπὸ τῶν μαθημάτων ἰδίᾳ μόνης εἰσὶ τῆς ψυχῆς, μόνου δὲ σώματος ἡδονὰς οὐκ ἄν τις εὕρῃ ποτέ. ὅτι δὲ καὶ παθητὸν μέρος κέκτηται ἡ ψυχή, δι' οὗ συμπάσχει τῷ σώματι πάσχοντι, κἀντεῦθεν ἀδημονεῖται καὶ λυπεῖται καὶ τὰ λοιπὰ πάθη δέχεται οἷς μετὰ τὴν ἁμαρτίαν περιέπεσε, δῆλον ἐξ ὧν ὁ κύριος ἔλεγε νῦν ἡ ψυχή μου τετάρακται.» συγκεχώρηται γὰρ τῇ ἁγίᾳ αὐτοῦ ψυχῇ, καθὰ δὴ καὶ τῷ σώματι, πάσχειν ἔστιν ὅτε τὰ ἴδια, καὶ τῆς κενώσεως μέτρον τετήρηκεν ἁπανταχοῦ, 136 ὡς ὁ θειότατος ἔφησε Κύριλλος. τὰ πάθη καὶ γὰρ ταῦτα, ἤγουν ἡδονὴ καὶ λύπη καὶ ἀθυμία προηγουμένως, οὐμενοῦν τῇ τῶν ἀνθρώπων φύσει κατ' ἀρχὰς συνεκτίσθησαν, ἀλλ' ὡς ὁ θειότατός φησι Μάξιμος, ὕστερον ἐπεισήχθη ταῦτα διὰ τὴν τελειότητος ἔκπτωσιν, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως. τούτοις μὲν οὖν ἀκολούθως καὶ ὁ μέγας διέξεισι Βασίλειος, λέγων σκόπει τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα συμπάθεια, πῶς δέχεται μὲν τὴν ζωὴν ἐκ τῆς ψυχῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ ψυχή.» καὶ οὗτοι μὲν οὕτως· ὁ δὲ Ἀριστοτέλης ἀνθρωπίνοις λογισμοῖς ἐρειδόμενος ἐν αὐτῇ διισχυρίζεται τῇ καρδίᾳ τὸν ἡγεμόνα νοῦν ποιεῖσθαι τὴν οἴκησιν, ὡς ἐντεῦθεν τὴν προαιρετικὴν αὐτοῦ δύναμιν εὐπετῶς ἐφ' ἅπαν τὸ σῶμα διαμερίζεσθαι. ἕτεροι δ' αὖ ὥσπερ ἀκρόπολίν τινα τὴν κεφαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν, ὡς ἐν αὐτῇ τὸν ἡγεμόνα νοῦν ἐνδιαιτᾶσθαι, καθάπερ τινὰ βασιλέα τοῦ παντὸς ὑπερκαθήμενον σώματος. οἱ δέ γε τὸ τῆς ἐκκλησίας πρεσβεύοντες ὀρθόδοξον φρόνημα τὴν κατ' εἰκόνα θεοῦ κτισθεῖσαν νοερὰν ἡμῶν ψυχὴν ἔν τινι τόπῳ τοῦ σώματος, ἀσώματον οὖσαν, τοπικῶς περιορίζειν οὐκ ἴσασιν· ὅλη καὶ γὰρ δι' ὅλου διήκει τοῦ σώματος, ὅλον αὐτὸ ψυχοῦσα καὶ ὅλον ὅλη καταφωτίζουσα. καὶ καθάπερ ὁ θεὸς οὗ καὶ κατ' 137 εἰκόνα δεδημιούργηται αὕτη, οὐ μέρος ἐν μέρει ἀλλ' ὅλος ὅλῳ τῷ κόσμῳ κατ' οὐσίαν περίεστιν, οὕτω καὶ ἡ τοῦ πρωτοτύπου εἰκὼν ἀμερὴς οὖσα καὶ ἀδιάστατος ἀμερῶς καὶ ἀδιαστάτως ὅλη ὅλῳ τῷ σώματι πρόσεστι. καὶ τούτου χάριν μὴ θαύμαζε· ἵσταται μὲν γὰρ αὕτη ἐφ' ἑαυτῆς καθάπερ ἡλιακή τις σφαῖρα οὐκ ἔξω τοῦ σώματος ἀλλ' ὑπερφυῶς ἐν αὐτῷ, συμπλέκεται δὲ τούτῳ ταῖς ἀφ' ἑαυτῆς προϊούσαις αὐγαῖς, αἵτινες καὶ τεμνομένου τοῦ σώματος ἀπαθεῖς καὶ ἀδιάτμητοι μένουσιν, ὥσπερ δὴ καὶ τοῦ ἀέρος ταῖς τῶν ἀνέμων πνοαῖς κινουμένου καὶ μεταπίπτοντος τὸ ἡλιακὸν φῶς ἅπαξ αὐτῷ συμπλακὲν οὔτε τομὴν οὔτε ῥεῦσιν οὔτε μετάστασιν ὑφίσταται. Καὶ ὁ μὲν νοῦς ἀσώματός ἐστιν ἀληθῶς καὶ ἀόρατος, ἀλλ' ὅμως ὡς ἐν ὀργάνῳ τῷ σώματι τὴν οἰκείαν ἐνέργειαν δείκνυσι. καὶ εἴωθε μὲν ὁ νοῦς ἐνεργεῖν ἐν οἷς ὑγιῶς τὸ σῶμα διάκειται, ἐπὶ δὲ τῶν ἀσθενῶς ἐχόντων τὴν τεχνικὴν αὐτοῦ δύναμιν δέξασθαι ἄπρακτος πάντῃ καὶ ἀνενέργητος φαίνεται. πλὴν οὐ καθ' ἑαυτὸν αὐτὸς παραβλάπτεται, καθάπερ τισὶ τῶν ἔξωθεν ἔδοξεν· οὐδὲ γὰρ ἁρμονίας ὀργάνου τινὸς ὁπωσδήποτε διεφθορυίας ἀνάγκη πᾶσαν καὶ αὐτὴν τοῦ τεχνίτου τὴν τέχνην συνδιαφθείρεσθαι. καὶ ὅτι μὲν τῷ σώματι σύνεστιν ἡ ψυχή, οἶδα, τὸ δὲ πῶς ἐν σώματι τὸ ἀσώ ματον οὐκ οἶδα· οὐδὲ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ἐπὶ τούτοις ὁμολογῶν. εἰ γὰρ ἐξηπλῶσθαι ταύτην εἴπῃ τις ὅλῳ τῷ ὄγκῳ τοῦ σώματος, καθάπερ δὴ καὶ ὁ χρυσορρήμων φησί, καὶ οὐκ ἔχει λόγον τὸ λεγόμενον· τοῦτο καὶ γὰρ ἴδιον τῶν σωμάτων ἐστίν. ἄλλως τε εἰ ἐξηπλοῦτο τῷ τοῦ σώματος ὄγκῳ, καὶ συνετέμνετο ἄν, τῶν χειρῶν πολλάκις καὶ τῶν ποδῶν ἐκκοπέντων.
44
ἀλλ' οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἔν τινι δὲ μέρει αὐτοῦ συνείλεκται. οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. ὅτι μὲν γὰρ ἐν τῷ σώματί ἐστιν ἡμῶν, οἴδαμεν, τὸ δὲ πῶς οὐκ οἴδαμεν. καὶ ὅτι μὲν ἄϋλός ἐστι καὶ ἀσώματος ἡ ψυχή, οἶδα (ἤκουσα γάρ), τί δὲ τὸ εἶδος αὐτῆς καὶ ποταπὴ τὴν οὐσίαν, οὐκ οἶδα, ὅτι καὶ ἀνερμήνευτον τοῦτο μεμένηκε. πῶς γὰρ ἂν καὶ εἰδείη τις τὴν κατ' εἰκόνα κτισθεῖσαν τοῦ ἀπερινοήτου καὶ ἀκαταλήπτου θεοῦ; ἐὰν ἡ τῆς ψυχῆς οὐσία κατελαμβάνετο, κατελαμβάνετο ἂν καὶ αὐτὸ τὸ τῆς εἰκόνος πρωτότυπον· εἰ δὲ τὸ πρωτότυπον ἀκατάληπτον, ἀκατάληπτος ἐξ ἀνάγκης καὶ ἡ τοῦ πρωτοτύπου εἰκών. ἔνθεν τοι καὶ πολλὰ μὲν ἐφιλοσοφήθη περὶ αὐτῆς, οὐδεὶς δὲ τὴν ταύτης οὐσίαν ἠδυνήθη καταλαβέσθαι 139 ποτέ, κατ' εἰκόνα, ὡς εἴρηται, κτισθεῖσαν τοῦ ἀκαταλήπτου καὶ ἀπερινοήτου θεοῦ. ἀλλὰ καὶ παιδεύων ἡμᾶς ὁ θεὸς ὥστε ταπεινὸν ἔχειν φρόνημα καὶ μὴ τὰ περὶ ἡμᾶς ὅλως φαντάζεσθαι, τοιαύτην ἀκαταληψίαν ἐνέθηκε τῇ ψυχῇ. Πρόσεχε δέ, ἀγαπητέ. φθάσας μὲν γὰρ ὁ λόγος ἔδειξεν ὅτι ἀθρόον ἐν τῇ μήτρᾳ ἡ θεοείκελος τῷ σώματι συμπαρυφίστατο ψυχή, κἀντεῦθεν ἓν ζῶον σύνθετον ἀποτελεῖται ὁ ἄνθρωπος. καὶ τοῦτ' ἔστιν ἡ καθ' ὑπόστασιν ἕνωσις, τοῦτ' ἔστιν ἡ ἀμφύπαρκτος τῶν ἑτερουσίων κατ' αὐτὸν συνδρομή. καθ' ὃν τοίνυν τρόπον ἀθρόον ἀλλήλοις ἐν τῇ μήτρᾳ συντρέχουσι τό τε σῶμα καὶ ἡ ψυχή, κατὰ τὸν αὐτὸν αὖθις ἀθρόον ἀλλήλων διίστανται κατά γε τὸν τοῦ θανάτου καιρόν. ὁ τοίνυν οἰόμενος τὴν ψυχὴν κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν ἐν τῷ τοῦ θανάτου καιρῷ διὰ τὸ κατεψῦχθαί τε καὶ παντάπασιν ἀναισθητεῖν τὰ ἄκρα τῶν μὴ ἐξάπινα τελευτώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συστέλλεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵνα ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ, ὁ τοιοῦτος ἠπάτηται· οὐ γὰρ οὕτως ἔχει, ἀλλ' ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκεῖθεν ἀφίπταται. οὔκουν ἐκτείνεται τοῦτο, καθὰ ἄνωθεν εἴπομεν, οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι' ὅλου 140 ψυχοῦσα οὐδὲν ἧττον εφ' ἑαυτῆς ἕστηκε. τί δέ εστι τὸ συνεκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό; ἡ φύσις καὶ ἡ ἄλογος ζωή. οὐδὲ γὰρ ἦν εὐπρεπὲς τῷ παχεῖ προσομιλῆσαι σώματι τὴν ψυχὴν ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσότητος. καὶ αὕτη μὲν πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῖς ἀκρωτηρίοις συναποσβέννυται, οὐ μὴν ἐκεῖθεν ὑποχωρεῖ. ἦν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν. ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου δεσμοῦ διαλυθέντος, ὥσπερ ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ, ὅ φησιν ἀπόστολος, τοῦ σώματος ἔξεισι. καὶ τοσαῦτα μὲν ὁ λόγος ἤδη διείληφε περὶ αὐτῆς τῆς ψυχῆς. Ἀναγκαῖον δὲ προσδιατρῖψαι μικρὸν καὶ τοῖς ἔκπαλαι περὶ αὐτοῦ φυσιολογηθεῖσι τοῦ σώματος. τίνος ἕνεκεν; ὅτι κατὰ τὴν αὐτοῦ διάθεσιν εἴωθεν ἡ ψυχὴ ἐνεργεῖν. καθάπερ γὰρ ὁ λαμπρὸς οὗτος ἥλιος κατὰ τὴν τοῦ ἀέρος εἴτε παχύτητα εἴτε λεπτότητα πρὸς ἡμᾶς τὰς ἀκτῖνας ἀφίησιν, οὕτω καὶ νοερὰ ψυχὴ κατὰ τὴν ὀργάνου διάθεσιν τὴν ἑαυτῆς ἐνέργειαν δείκνυσιν. ἐντεῦθεν καὶ μωρὸν ἔστιν ἰδεῖν καὶ μὴ τοιοῦτον, ὑπνηλὸν καὶ γρήγορον, θυμώδη καὶ πρᾶον, ἀνδρεῖον καὶ δειλόν, καὶ ὅσα τοιαῦτα. καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγό μενα· ἔχεις γὰρ τὸν Σιναΐτην θεῖον Ἀναστάσιον λέγοντα μη τὸν θεὸν εἶναι τῶν τοιούτων αἴτιον, αὐτὴν δὲ μᾶλλον τὴν φύσιν καὶ τὴν τῶν τεσσάρων στοιχείων συνδρομὴν καὶ συνέλευσιν. ἂν γὰρ εὑρεθῇ πλημμύρα τοῦ θερμοῦ στοιχείου ἐν τῇ ὥρᾳ τῆς τοῦ βρέφους συλλήψεως, θερμῆς κράσεως τὸ τικτόμενον γίνεται· ἐὰν δὲ τὸ ψυχρὸν καθυπερτερήσῃ στοιχεῖον, ψυχροτέρας ἕξεως εὑρίσκεται τὸ τικτόμενον. ἐντεῦθεν λοιπὸν ὅ τε θυμώδης καὶ ὁ πρᾶος, ὁ ἀνδρεῖος καὶ δειλός. καὶ ὅρα τὸν σῦν καὶ τὸν ἔλαφον, τὸν μὲν πρὸς πόλεμον ἕτοιμον διὰ θερμότητα, τὸν δὲ τὴν μάχην φεύγοντα διὰ τὴν ἐκ ψυχρότητος αὐτῷ
45
προσοῦσαν δειλίαν. ἐὰν δὲ τὸ ξηρὸν ὑπερτερήσῃ στοιχεῖον, νηφάλιόν τινα καὶ γρήγορον ἀποτίκτει ἄνθρωπον. ἐφ' ᾧ καί τις σοφός, ᾧ ὄνομα Ἡράκλειτος, ἔλεγε ψυχὴ ξηροτέρη σοφωτέρη,» ψυχὴν ἐνταῦθα τὴν τοῦ ἐγκεφάλου καλέσας οὐσίαν. ἐὰν δὲ τὸ ὑγρὸν πλεονάσῃ στοιχεῖον, νωθρόν τινα ποιεῖ καὶ δυσκίνητον. κατὰ ταῦτα λοιπὸν ἡ ἐκ φύσεως πραότης φρόνησίς τε καὶ σωφροσύνη οὐκ ἀρεταὶ τοῖς θείοις πατράσι κρίνονται, φυσικὰ δὲ πλεονεκτήματα. καὶ πρόσχες αὐτῷ τῷ μεγάλῳ Βασιλείῳ λέγοντι πολλοὺς ἔγνων φύσει μισοῦντας τὸ μίγνυσθαι γυναικί. ἆρ' οὖν σώφρονας αὐτοὺς ὀνομάσομεν; οὐδαμῶς· σωφροσύνη γάρ ἐστιν αὐτὴ ἡ ἐγκράτεια καὶ τὸ μαχόμενον περιγενέσθαι τῶν ἡδονῶν.» καὶ περὶ μὲν τούτων οὕτως. 142 Διὰ τί δὲ πλάττων ὁ θεὸς τὸν ἄνθρωπον οὐκ ελαβε βῶλον, ἀλλὰ χοῦν τὸ λεπτότατον; ὁμοῦ μὲν ἐκ τούτου καὶ τὸ φύσημα καταστέλλων ἡμῶν, ὁμοῦ δὲ καὶ διδοὺς ἐντεῦθεν ἐλπίδα τῆς ἀναστάσεως. ἐπειδὴ προῄδει ὅτι μέλλει τελευτᾶν τὸ ζῶον καὶ εἰς χοῦν καταντᾶν, προλαβὼν ἐν τῇ δημιουργίᾳ τὴν ἐλπίδα τῆς ἀναστάσεως δίδωσι. λαμβάνει χοῦν ἀπὸ τῆς γῆς, ἵν' ὅταν ἴδῃς ἐν τάφῳ χοῦν, γνῷς ὅτι ὁ ἐκεῖνον πλάσας καὶ τοῦτον ἀνίστησιν. ἀλλὰ καὶ τίνος ἕνεκεν, ἐπιζητεῖς, διπλοῦν πλάττει τὸν ἄνθρωπον ἔκ τε ψυχῆς νοερᾶς καὶ σώματος; ὥστε σύνδεσμον εἶναι τοῦ τε νοητοῦ κόσμου καὶ τοῦ αἰσθητοῦ. ἐπειδὴ γὰρ οἱ δύο κόσμοι οὗτοι τῇ οὐσίᾳ διεστήκασιν, ἵνα μὴ διαφόρους εἰσαγάγῃ δημιουργούς, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον τέθεικεν, ὡς ἐντεῦθεν ἕνα δημιουργὸν τῶν ἄνω τε καὶ τῶν κάτω κηρύττεσθαι. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. διὰ τί τὸ ἐκ σώματος καὶ ψυχῆς συντεθὲν ζῶον ἄνθρωπον ὠνόμασεν ἡ γραφή; ὁ ἄνθρωπος τῇ Ἑβραΐδι διαλέκτῳ πῦρ λέγεται. καὶ ἐπειδὴ προῄδει ὁ θεὸς ὅτι ἀπὸ ἑνὸς ἀνθρώπου ἀνθρωπίνων σωμάτων πληροῦται τῆς οἰκουμένης τὰ πέρατα, εἷς λύχνος ἐξάπτει τοσαύτας λαμπάδας, διὰ τοῦτο τὸ τοιοῦτον ζῶον ἐκάλεσεν ἄνθρωπον, τουτέστι πῦρ. τῶν γὰρ ἄλλων 143 στοιχείων ἕκαστον ὡς ἔστι μένει. οἷον ἐὰν λάβῃς βῶλον τῆς γῆς, ὡς ἔστι μένει. ὕδωρ ἐὰν λάβῃς μέτρῳ τινί, τὸ αὐτὸ μένει ὕδωρ καὶ προσθήκην οὐ λαμβάνει. ἀέρος ἐὰν πληρώσῃς ἀσκόν, ἄλλον ἀσκὸν ἐξ ἐκείνου πληρῶσαι οὐ δύνασαι. τὸ δὲ πῦρ, ὡς ἔστιν, οὐ μένει, ἀλλ' ὅσην ἐὰν λάβῃς ὕλην, πλεονάζει τὸ πῦρ. καὶ λύχνους δὲ πολλοὺς ἐὰν ἐξ ἑνὸς λύχνου ἅψῃς, οὐ καινοτομήσεις αὐτόν. προσφόρως οὖν αὐτὸν ἐκάλεσεν ἄνθρωπον. κατὰ τοῦτο δὲ καὶ τῷ τοῦ Ἀδὰμ ὀνόματι προσηγόρευσεν αὐτόν. ἐπειδὴ γὰρ ἤμελλεν τὰ τέσσαρα κλίματα ἐξ αὐτοῦ πληροῦσθαι, τὸ τοιοῦτον αὐτῷ προσεπιτίθησιν ὄνομα. καὶ ὅρα τὰ τοῦ τοιούτου ὀνόματος γράμματα. τὰ τέσσαρα γὰρ ὑπεμφαίνουσι κλίματα· ἄλφα ἀνατολή, δέλτα δύσις, ἄλφα ἄρκτος, μῦ μεσημβρία. καλῶς οὖν τὸ τοιοῦτον ζῶον καὶ Ἀδὰμ καὶ ἄνθρωπον προσηγόρευσεν· ἐξ αὐτοῦ γάρ, ὡς προείρηται, τὰ τέσσαρα πεπλήρωται κλίματα. λέγει γὰρ ἡ γραφή καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.» διὰ τί δὲ μὴ εἰς ἄλλο κλίμα τὸν παράδεισον ἐφύτευσεν, ἀλλὰ κατ' ἀνατολάς; ὅθεν ἡ ἀρχὴ τοῦ δρόμου τῶν φωστήρων, ἐκεῖθεν καὶ ἡ διαγωγὴ τῶν ἀνθρώπων. προμηνύει ὁ θεὸς τὸ μέλλον. κατὰ ἀνατολὴν ἐν τῷ παραδείσῳ τίθησι τὸν ἄνθρωπον, ἵνα δείξῃ ὅτι ὥσπερ οὗτοι οἱ φωστῆρες ἀνατέλλουσι καὶ τρέχουσιν εἰς δύσιν καὶ δύνουσιν, οὕτως καὶ τοῦτον δεῖ ἀπὸ τῆς ζωῆς εἰς θάνατον δραμεῖν 144 καὶ δῦσαι κατὰ τὸν τύπον τῶν φωστήρων, καὶ ἄλλην ἀνατολὴν πάλιν λαβεῖν ἐξανάστασιν ἐκ νεκρῶν. ἔδραμεν ὁ Ἀδὰμ εἰς δύσιν, ἔδυσεν εἰς τάφον. ἦλθεν ὁ Χριστός, καὶ ἐποίησεν ἀνατεῖλαι τὸν δύσαντα. διὰ τοῦτο λέγει ὁ προφήτης ἀνατολὴ ὄνομα αὐτῷ.» Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ὁ ἐξερχόμενος ἐκ τοῦ παραδείσου ποταμὸς εἰς τέσσαρας ἀρχὰς μερίζεται, τουτέστι πηγάς, ἀφ' ὧν οἱ τέσσαρες ποταμοί. καὶ ἐὰν οἱ τέσσαρες οὗτοι ποταμοὶ ἐξ ἑνὸς ἔχουσι ποταμοῦ τὴν ἀρχήν, διὰ τί μὴ καὶ τὸ ὕδωρ αὐτῶν ἕν; διὰ τί μὴ καὶ ἡ ποιότης αὐτοῖς μία;
46
μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων δι' ὧν παρέρχονται, καὶ διὰ τοῦτο παρηλλαγμένην ἔχουσι τήν τε γεῦσιν αὐτῶν καὶ ποιότητα. ὅρα γὰρ ὅτι καὶ αὐτὸ τὸ ὕδωρ μίαν μὲν ἔχει τὴν φύσιν καὶ τὴν ποιότητα, ἀλλ' ἐὰν ἐμβληθῇ αὐτῷ ἀψίνθιον, ἄλλην ποιότητα ποιεῖ, ἐὰν ἄνηθον, ἄλλην, καὶ ἑτέραν αὖθις, ἐὰν πήγανον. διέρχεσθαι δὲ τοὺς ποταμοὺς διά τινων ὑπονόμων τόπων ᾠκονόμησεν ὁ θεός, καὶ ἐξ ἑτέρων ἀρχῶν αὐτοὺς ἀναφαίνεσθαι, ἵνα μὴ ταῖς ὄχθαις αὐτῶν ἀκολουθοῦντές τινες αὐτὸν ἐπιχειρῶσι καταλαβεῖν τὸν παράδεισον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο μετὰ τῶν ἄλλων ζητεῖς, τί δή ποτε περὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων ἐφεξῆς διεξιὼν Μωσῆς τῆς τῶν ἀγγέλων δημιουργίας οὐδαμοῦ μεμνημένος 145 φαίνεται. γίνωσκε οὖν ὅτι οὐδὲν στερεὸν οὐδὲ βέβαιον εἶχον οἱ νομοθετούμενοι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνοι καὶ τοσαῦτα θεασάμενοι θαύματα τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν. οἱ δὲ ῥᾳδίως οὕτω τὰ τῶν κτηνῶν ἰνδάλματα θεοποιήσαντες τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; τοῦ Μωσέως λοιπὸν τὰ περὶ τούτων πάντῃ σιωπήσαντος ὁ προφήτης Δαβὶδ μετὰ χρόνους ὕστερον ἱκανοὺς μνήμην ποιεῖται τῆς δημιουργίας αὐτῶν, εἰ καὶ παροδευτικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καί φησιν αὐτὸς εἶπεν, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» ὁ δέ γε θεοφάντωρ καὶ μέγας Διονύσιος πλατύτερον περὶ τῶν ἀοράτων διέξεισι φύσεων, ἅτε πρὸς αὐτοὺς ἐκείνους τὴν διδασκαλίαν ποιούμενος τοὺς τοιαῦτα δεδυνημένους χωρεῖν. τήν τε γὰρ στάσιν αὐτῶν, τὴν τάξιν, τὴν γνῶσιν, τὸν φωτισμόν, τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν ἑκάστῃ προσοῦσαν ἐνέργειαν θαυμασίως διείληφεν, ὃ τοὺς ἀγνοοῦντας ἐδίδαξεν. Ἔτι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι, ὅτι τὰ τῶν ἄνω διακοσμήσεων τάγματα ἐννέα τυγχάνει τὸν ἀριθμόν, ἃ καί εἰσι ταῦτα, Χερουβίμ, Σεραφίμ, θρόνοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχαί, ἀρχάγγελοι, ἄγγελοι. εἰ δὲ καὶ ἕτερα τάγματα ἐν οὐρανοῖς ἐστίν, περὶ ὧν ἐν τῷ μέλλοντι αἰῶνι καὶ ἀκοῦσαι καὶ μαθεῖν μέλλομεν, ὁ μα κάριος οἶδε Παῦλος οὕτως εἰπών ἐκάθισεν ὁ Χριστὸς ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου μὴ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» τὰ μέντοι διαληφθέντα ἐννέα τάγματα εἰς τρεῖς ἀφορίζει διακοσμήσεις ὁ θεῖος Διονύσιος, καὶ πρώτην μὲν εἶναί φησι τὰ Σεραφὶμ τὰ Χερουβὶμ καὶ τοὺς θρόνους, ἀμέσως καὶ προσεχῶς παριστάμενα τῷ θεῷ, δευτέραν δὲ τὴν τῶν κυριοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων. τὸ μέντοι ἐν αὐτοῖς ὕστατον τάγμα, ὡς προείρηται, ἰδίως ἄγγελοι καλεῖται ὡς τὰς θείας ἐκφαντορίας ἀγγέλλον τε καὶ διαβιβάζον πρὸς ἡμᾶς. τῆς τοιαύτης δὲ ἀγγελικῆς ἐπωνυμίας καὶ πᾶσαι αἱ νοεραὶ φύσεις ἠξίωνται διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ οὕτω δι' αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας· καὶ ὁ νόμος γὰρ αὐτὸς δι' ἀγγέλων ἡμῖν ἐδωρήθη, καὶ τοὺς κλεινοὺς καὶ πρὸ νόμου καὶ μετὰ νόμον πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον· καὶ γὰρ διὰ τὸν πρῶτον τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγονται. οὐ μόνον δὲ αἱ περὶ ἡμᾶς νοεραὶ φύσεις εἰσίν, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ὁμοταγέσιν ἱεραρχίαις πρῶται καὶ μέσαι καὶ τελευταῖαι τάξεις εἰσί, καὶ τῶν ἡττόνων οἱ θειότεροι χειραγωγοὶ ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ 147 ἔλλαμψιν γίνονται. καὶ τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι, ὡς εἴρηται (καὶ γάρ εἰσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως)· τὴν δὲ τελευταίαν τάξιν τῶν οὐρανίων νοῶν, τουτέστι τοὺς ἀγγέλους, οὐκ ἔχει λόγον Χερουβὶμ ἢ Σεραφὶμ ἢ θρόνους ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων. πρὸς ἐπὶ τούτοις καὶ δυνάμεις καλοῦσι τὰς νοερὰς πάσας φύσεις ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας κἀντεῦθεν πληροῦν τὰ
47
κελευόμενα δυναμένας· δυνατοὶ» γάρ φησιν ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.» ἀλλὰ καὶ κατὰ πᾶσαν ἱερὰν διακόσμησιν αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις, ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων αἱ τελευταῖαί εἰσιν. Ἀναγκαῖον δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο εἰδέναι σε, ὅτι πᾶσα ἡ τῶν ἐπουρανίων νοῶν ἐπωνυμία δήλωσιν ἔχει τῆς ἑκάστου θεοειδοῦς ἰδιότητος Ἑβραϊκῇ φωνῇ, καθὰ δὴ καὶ ὁ χρυσορρήμων Ἰωάννης φησὶν ἐν τῷ περὶ ἀκαταλήπτου τρίτῳ λόγῳ αὐτοῦ. τὸ μὲν αὐτῶν Χερουβίμ, τὸ δὲ Σεραφὶμ καλούμενα. τὰ τοιαῦτα καὶ γὰρ ὀνόματα τὰς ἐνεργείας αὐτῶν ὑπεμφαίνουσι, καὶ καθάπερ ἄγγελος λέγεται διότι τὰς θείας ἐκφαντορίας ἀναγγέλλει ἡμῖν, καὶ ἀρχάγγελος ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτως αἱ τοιαῦται προσηγορίαι τὴν σοφίαν αὐ τῶν καὶ καθαρότητα δηλοῦσιν ἡμῖν. καὶ ὥσπερ αἱ πτέρυγες 148 τὸ ὕψος δηλοῦσι τῆς φύσεως (καὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ' ἵνα μάθῃς ὅτι ἐκ τῶν ἀνωτάτων χωρίων ἐπὶ τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν Χερουβὶμ καὶ Σεραφὶμ οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ ἢ τὸ ὕψος τῆς φύσεως, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν αὐτῶν. ὡσαύτως τὸ διὰ παντὸς ἀνυμνεῖν τὸ ἄγρυπνον αὐτῶν ὑπεμφαίνει καὶ γρήγορον. οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν αὐτῶν δηλοῖ, τῶν δὲ τὴν καθαρότητα· τί γάρ ἐστι Χερουβὶμ ἢ πεπληθυσμένη γνῶσις; τί δὲ Σεραφὶμ ἢ ἔμπυρα στόματα; ἡ δὲ τῶν θρόνων κλῆσις οὐδὲν ἄλλο ἢ τὸ ἀπὸ πάντων τῶν περιπεζίων ἐξῃρημένον αὐτῶν ὑπεμφαίνει, καὶ τὸ περὶ τὰς θείας ὑποδοχὰς ἀναπεπταμένον καὶ ἕτοιμον. οὗτος μὲν οὖν ὁ πρῶτος διάκοσμος παρ' αὐτῆς τῆς οὐσιοποιοῦ θεαρχίας ἀμέσως μυούμενος· ἡ δὲ τῶν κυριοτήτων ἐπωνυμία δηλοῖ ἀδούλωτόν τινα καὶ πάντῃ ἐλευθέραν ἀναγωγὴν τῆς ὄντως κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην. ἡ δὲ τῶν δυνάμεων ἀρρενωπόν τινα καὶ ἀκατάσειστον πρὸς πάσας τὰς θεοειδεῖς ἐνεργείας παρίστησιν, ἡ δὲ τῶν ἐξουσιῶν εὔκοσμόν τινα καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς. εὐταξίαν. αὕτη μὲν οὖν ἡ μέση τῶν οὐρανίων νοῶν διακόσμησις τελεσιουργεῖται μὲν καὶ φω τίζεται διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως, διαπορθμεύει δὲ τῇ μετ' αὐτὴν τὰς ἐλλάμψεις. ἡ δέ γε τῶν ἀρχῶν ἐπωνυμία τὸ θεοειδὲς αὐτῶν ἐμφαίνει καὶ ἡγεμονικὸν καὶ τὸ πρὸς τὴν ἀρχοποιὸν ἀρχὴν ὡς δυνατὸν ἀποτυποῦσθαι. ἡ δὲ τῶν ἀρχαγγέλων ἐπωνυμία τῶν ἄκρων ἀντιλαμβάνεσθαι δηλοῖ· ταῖς γὰρ ἀρχαῖς καὶ τοῖς ἀγγέλοις κοινωνεῖ, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται, τοῖς δὲ ὅτι καὶ τῆς ὑποφητικῆς ἐστὶ τάξεως τὰς θεαρχικὰς ἐλλάμψεις διὰ τῶν πρώτων ὑποφαινομένη δυνάμεων καὶ τοῖς ἀγγέλοις αὐτὰς ἀπαγγέλλουσα. ἡ δὲ τῶν ἀγγέλων ἐπωνυμία τὴν ἐκφαντορικὴν αὐτῶν λειτουργίαν παρίστησιν. Ἔδειξεν οὖν ὁ λόγος ὡς αἱ πρῶται μὲν τάξεις ἀμέσως ἐκ θεοῦ τὰς ἐλλάμψεις δέχονται, παρὰ δὲ τῶν πρώτων αἱ δεύτεραι καὶ καθεξῆς αἱ λοιπαί, τουτέστι παρὰ τῶν δευτέρων αἱ τρίται. ὅτι δὲ διαφορά τίς ἐστι παρὰ ταῖς ἄνω δυνάμεσι, καὶ ὅτι κατά γε τὴν στάσιν καὶ τάξιν αὐτῶν καὶ τὴν γνῶσιν ἔχουσι, καὶ ὁ θειότατος ὑπέδειξε Κύριλλος ἐν τῇ βίβλῳ τῶν θησαυρῶν οὕτως εἰπών παντὶ λογικῷ συμμεμέτρηται ἡ γνῶσις, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτας ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσιν.» ἀλλὰ καὶ ὁ Δαμασκηνὸς Ἰωάν νης περὶ τούτων οὕτως φησί διαφέρονται δὲ ἀλλήλων αἱ ἄνω δυνάμεις τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες, εἴτε πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες, καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως.» δῆλον δέ, ὡς καὶ ἄνωθεν εἴρηται, ὅτι οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φωτισμοῦ καὶ γνώσεως. Πρὸς τοῖς εἰρημένοις δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ φυλάττουσι μέρη τῆς γῆς αἱ ἄνω δυνάμεις,
48
καὶ ἐθνῶν καὶ τόπων προΐστανται, καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς ἀριδηλότερον τοῦτο παρίστησιν. ἐν γὰρ τῷ εἰς τὴν κοίμησιν τῆς θεομήτορος λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτου φησίν. ἅμα τῷ συστῆναι τὰ τῶν ἀνθρώπων γένη, ἄγγελοι τῆς τούτων ζωῆς ἐπιτροπεύειν ἐτάχθησαν. ἔστησε γάρ φησιν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. ἡνίκα δὲ εἰς εἰδωλολατρείαν οἱ ἄνθρωποι ἐξέκλιναν, διέστησαν ἀπ' αὐτῶν καὶ οἱ ἄγγελοι. καθ' ὃν δὲ λοιπὸν ἔτικτε καιρὸν ἡ πανάμωμος, ἡνώθησαν τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, καὶ σύμφωνον πολίτευμα γέγονεν ἀγγέλοις καὶ ἀνθρώποις, καὶ μία δοξολο γία.» τοιοῦτον δέ τι καὶ ὁ χρυσορρήμων Ἰωάννης περὶ τῶν ἀγγέλων διέξεισι. φησὶ καὶ γὰρ ὅτι ὁ προφήτης Δανιὴλ μέγα τι χρῆμα λέγει τοὺς ἀγγέλους εἶναι, προστάγματι δὲ θεοῦ πᾶσαν τὴν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν ἐπιστατεῖν, καὶ τούτων τὸν μὲν τοὺς Πέρσας ἐφορᾶν, τὸν δὲ ἀρχάγγελον Μιχαὴλ τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν. συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμόν, οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος ὡς τοῦ θεοῦ δῆθεν καταφρονητάς, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ λέγοντος παῦσαι, Περσῶν προστάτα· ὁ γὰρ θεὸς ἔπληξε μὲν ἁμαρτάνοντας, ἐπιστρεφομένους δὲ οὐκ ἀποστρέφεται.» Ὅτι δὲ θεῖος ἄγγελος ἑνὶ ἑκάστῳ προσεδρεύει τῶν πιστῶν φυλακῆς ἕνεκεν, διείληπται μὲν καὶ τῷ μεγάλῳ Βασιλείῳ λέγοντι ὡς τὰς μελίσσας φυγαδεύει καπνὸς καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν. φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ' ἡμῶν διίστησιν ἁμαρτία.» οὐχ ἧττον δὲ τὰ περὶ τούτου καὶ αὐτῷ τῷ Θεοδωρήτῳ δεδήλωται. ἐν γὰρ τῇ θεραπευτικῇ αὐτοῦ τάδε φησίν. ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς. εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι, καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον. ἔνθεν τοι καὶ 152 τὸν ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ τὸ τῶν ἀνθρώπων φρουρῆσαι γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ.» ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τῶν πιστῶν ἕκαστος ἄγγελον φύλακα κέκτηται, καὶ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ διείληπται. λέγει γάρ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» καὶ περὶ μὲν τούτων οὕτως. Ἔτι δὲ καὶ τοῦτο παρά τισιν ἠπόρηται, εἴτε πρὸ τῆς παραγωγῆς τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴτε μετὰ τὴν δημιουργίαν αὐτῶν αἱ νοεραὶ δυνάμεις παρήχθησαν. ὁ μὲν οὖν Θεοδώρητος, ναὶ μὴν καὶ ὁ Γεννάδιος πρὸ τῶν ἀοράτων φύσεων διισχυρίζονται τὸν ὁρατὸν τουτονὶ κόσμον παραχθῆναι· ἐπειδὴ γὰρ περίγραπτοί εἰσιν οἱ ἄγγελοι, ἔπρεπε πάντως καὶ τόπον εἶναί τινα, ὡς ἐντεῦθεν αὐτοὺς ἐν αὐτῷ περιγράφεσθαι. ἀλλ' ὁ λοιπὸς τῶν πατέρων κατάλογος οὐμενοῦν αὐτὸ καταδεχόμενος φαίνεται. καὶ τηνικαῦτα τοῦ μεγάλου Βασιλείου ἐν τῇ ἑξαημέρῳ αὐτοῦ λέγοντος ἄκουε ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις, ταῖς ὑπερκοσμίοις δυνάμεσι πρέπουσα. δημιουργήματα δὲ ἐν αὐτῇ ὁ τῶν ὅλων δημιουργὸς ἀπετέλεσε φῶς νοητόν, πρέπον τῇ μακαριό τητι τῶν φιλούντων ἀγγέλων τὸν κύριον.» ἀλλὰ καὶ τοῦ θεολόγου Γρηγορίου λέγοντος οὕτως ἄκουε καὶ πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς οὐρανίους δυνάμεις, καὶ τὸ ἐννόημα ἔργον ἦν, λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον· δεύτερον δὲ ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον.» ὅμοια δὲ τούτῳ διέξεισι καὶ ὁ ἀδελφὸς αὐτοῦ Καισάριος πᾶσαι» λέγων ἐν φωτὶ διῆγον αἱ ἄσαρκοι τῶν ἀγγέλων χορεῖαι καὶ πρὸ τοῦ γενέσθαι τὸν κόσμον.» καὶ ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης περὶ τούτων οὕτω φησί θεὸς ἡμῶν ὁ ἀεὶ ὢν πρὸ πάσης
49
κτίσεως ἐννοεῖ καὶ ποιεῖ τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις, ὡς μόνος αὐτὸς οἶδεν.» ἀλλὰ καὶ ὁ Σεβῆρος, ναὶ μὴν καὶ ὁ Διόδωρος αὐτός τε ὁ μέγας Ἀμφιλόχιος πρεσβυτέραν ἀποδείκνυσι τοῦ ὁρωμένου τούτου κόσμου καὶ αἰσθητοῦ τὴν τῶν ἀοράτων φύσεων δημιουργίαν. ὁ δὲ Δαμασκηνὸς Ἰωάννης περὶ τούτου καὶ τάδε φησίν ἕτεροι μὲν οὖν μετὰ τὸν πρῶτον οὐρανὸν τὰς ἀοράτους φασὶ παραχθῆναι δυνάμεις, ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι· ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ τότε τὴν αἰσθητήν, καὶ οὕτως ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον.» παράγει μὲν ὁ θεὸς τὰς ἄνω δυνάμεις, ὡς εἴρηται, πρότερον, ἔπειτα δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. τέλος πάντων ταῖς οἰκείαις χερσὶ πλάττει 154 τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐμφυσήσας αὐτῷ, καθάπερ ἄνωθεν εἴρηται. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς γῆς. διὰ τί πρῶτον ἐνταῦθα τῶν ἰχθύων ἐμνημόνευσε, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων τῆς γῆς» εἰπών; κατὰ τὴν τάξιν τῆς δημιουργίας· πρῶτον γὰρ οἱ ἰχθύες ἐκ τῆς θαλάσσης ἐγένοντο, εἶτα τὰ πετεινά, μετὰ ταῦτα δὲ ἀπὸ τῆς γῆς τὰ τετράποδα. Καὶ τοῦτο δὲ ζητοῦσιν, ἀγαπητέ, τίνος ἕνεκεν ἤγαγε τὰ ζῶα πρὸς τὸν Ἀδὰμ ὁ θεός. ἔφθασεν εἰπὼν ὅτι ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα· ἡμετέραν, καὶ ἀρχέτω τῶν ἰχθύων. ἵνα γοῦν ὅπερ εἶπε δῆλον ἔργοις αὐτοῖς γένηται, διὰ τοῦτο τὰ ζῶα ἤγαγε πρὸς τὸν Ἀδὰμ ὡς ἐντεῦθεν καὶ τὴν ὑποταγὴν αὐτῶν ἐπιγνωσθῆναι (καὶ γὰρ ὡς δοῦλα παρίσταντο ἅπαντα) καὶ τὴν δοθεῖσαν ὑπὸ θεοῦ σοφίαν τῷ Ἀδὰμ δήλην γενέσθαι παντί· ἐφ' ἑκάστῳ γὰρ τῶν ζώων ὄνομα ἔθετο τῇ αὐτοῦ φύσει κατάλληλον. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, τουτέστι δώσωμεν αὐτῷ λόγου περιουσίαν, ὡς ὁ μέγας φησὶ Βασίλειος. καὶ τὸ μὲν κατ' εἰκόνα ἐκ θεοῦ ἔλαβον, ἤγουν τὸ λογικὸν εἶναι, τὸ δὲ καθ' ὁμοίωσιν ἐμοὶ κα τέλιπεν. εἰ γὰρ ἐκεῖθεν καὶ τοῦτο ἔλαβον, ποία χάρις ἐμοί; ἔχω τοίνυν τὸ καθ' ὁμοίωσιν, ἡνίκα χρηστὸς ἀφ' ἑαυτοῦ γίνομαι.» τούτοις οὖν ἀκολούθως καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησὶν ὅτι καθ' ὁμοίωσιν ἐποίησεν ἡμᾶς ὁ θεὸς ὥστε ὁμοιοῦσθαι αὐτῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ἡ ἀρετὴ γὰρ ἐκ θεοῦ μὲν ἐδόθη τῇ φύσει ἡμῶν, ἐφ' ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι αὐτῇ καὶ ἀκολουθῆσαι τῷ θεῷ, ἢ ἀποφοιτῆσαι αὐτῆς καὶ ἀκολουθῆσαι τῷ διαβόλῳ. ὁ δὲ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὴν ἑξαήμερον καʹ ὁμιλίᾳ αὐτοῦ καὶ τάδε φησίν ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τουτέστιν ἀπὸ πάντων δέδωκεν τὴν ἐξουσίαν αὐτῷ. ὥσπερ γὰρ ὁ θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει, τῶν τε ὁρατῶν τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας ἐβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνεκές. ἀλλὰ καὶ παραβάντα τὴν ἐντολὴν οὐκ ἀπεστράφη τέλεον, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς ἀφῆκεν εἶναι. διὰ γὰρ τοῦ προσόντος αὐτῷ λόγου καὶ τήμερον πάντων κρατεῖ. εἰ γὰρ καὶ θῆρας ἀγρίους ὁρᾷς αὐθαδείᾳ χρωμένους ἔστιν ὅτε καὶ ὁρμῶντας ἀναιδῶς κατ' αὐτοῦ, μὴ θαύμαζε, ὅτι καὶ τοῦτο κατὰ θείαν 156 πάντως οἰκονομίαν, ὡς ἐντεῦθεν τῆς ἁμαρτίας ἡμᾶς ἐπιμεμνῆσθαι καὶ ἄκοντας, δι' ἣν δεδοικέναι καὶ τρέμειν ὡς ὑπὸ χεῖρα κατεδικάσθημεν. ὅτι δὲ ἄρχων ὑπὸ θεοῦ πάντων ἐχειροτονήθη τῶν ἐπὶ γῆς ὁ ἄνθρωπος, καὶ ἀπ' αὐτοῦ τοῦ σχήματος δῆλον· ὄρθιον γάρ, ὡς ὁρᾷς, τῷ ἀνθρώπῳ τὸ σχῆμα καὶ πρὸς οὐρανὸν ἀνατείνεται καὶ ἄνω βλέπει. ταῦτα δὲ πάντως, ὡς ὁ Νύσσης φησί, καὶ ἀρχικὰ δοκεῖ εἶναι καὶ τὴν βασιλικὴν ἀξίαν ὑποσημαίνοντα· τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ
50
σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν.» Πρόσεχε, ἀγαπητέ. βουλόμενος ὁ θεὸς τιμῆσαι τὸν ἄνθρωπον, φυτεύει παράδεισον πρότερον, καὶ οὕτω τίθησιν αὐτὸν ἐν αὐτῷ, εἰ καὶ Πύρρων ὁ χρονογράφος μεθ' ἡμέρας τεσσαράκοντα τὸν Ἀδὰμ εἰσελθεῖν ἐν τῷ παραδείσῳ φησίν. ἀλλ' οὐκ οἶδα ποῦ διέτριβε πρότερον ὁ Ἀδάμ, ἔξω τοῦ παραδείσου τεσσαράκοντα διάγων ἡμέρας. ὁ μὲν οὖν χρυσορρήμων Ἰωάννης καὶ ταύτην ἐκ μέσου τὴν ὑπόνοιαν ποιεῖ, λέγων ἐξὸν ἦν τῷ Ἀδὰμ καὶ ἔξω τοῦ παραδείσου διάγειν. ἀλλ' οὐ τῇ οἰκήσει τοῦ ἀνθρώπου ἀφώριστο, ἀλλὰ τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. ἦν δὲ αὐτοῖς βασιλικὸν ἐνδιαίτημα ὁ παράδεισος· διὰ τοῦτο καὶ ὁ θεὸς ἤγαγε τὰ 157 ζῶα πρὸς τὸν Ἀδὰμ ὡς κεχωρισμένα αὐτοῦ.» εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ τῷ Πύρρωνι ἀλλὰ τῷ χρυσορρήμονι πάρασχε τὰς σὰς ἀκοάς, ὅτι καὶ τοῦ παναγίου πνεύματος ὑποφήτης ὁ τοιοῦτος ὄντως ἐστί. Μετὰ ταῦτα φησί ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν,» τουτέστιν αὐτῷ τε κατὰ πάντα ἐμφερῆ καὶ τῇ φύσει αὐτοῦ. μὴ μέντοι γε καὶ τὰ λοιπὰ ζῶα, ὅτι μηδὲ τῆς αὐτῆς αὐτῷ τυγχάνουσι ταῦτα μέτοχα φύσεως. ἀλλ' ἐνταῦθα Μάνης ψεύστην τὸν θεὸν εἶπεν, ὁμοίως καὶ Ἀκύλας· τὸ γὰρ καὶ αὐτὸν ἐναντίως αὐτῷ ἐξέδοτο, ἐπεὶ τάχα τὸν Ἀδὰμ αὕτη παραβῆναι πεποίηκε κἀντεῦθεν ὁ βοηθὸς ἐπίβουλος γέγονε. καὶ οὗτοι μὲν οὕτως, κατὰ δὲ τὸν θειότατον Κύριλλον τὸν Δαμασκηνόν τε Ἰωάννην βοηθὸς αὕτη τῷ Ἀδὰμ εἰς τὴν τοῦ ἀνθρωπίνου γένους κεχρημάτικε σύστασιν. ἔκστασιν οὖν ἐπιβάλλει τῷ Ἀδάμ, καὶ μίαν τῶν αὐτοῦ πλευρῶν ἐξελὼν οἰκοδομεῖ τὴν γυναῖκα. ἣν καὶ θεασάμενος ὕστερον ὁ Ἀδὰμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μοῦ» προφητικώτατα ἔφησεν. οὐδὲ γὰρ ἡ γυνὴ καὶ εἰσέτι τὸν αὐτὸν τρόπον ἐξ ἀνδρὸς μόνου γενήσεται, ἀλλ' ἐκ συναφείας ἀμφοτέρου καὶ νόμου γαμικοῦ. Οὐκοῦν ἐπιβάλλει ὁ θεὸς ἔκστασιν τῷ Ἀδάμ, καὶ μίαν 158 τῶν πλευρῶν αὐτοῦ λαβὼν τὴν Εὔαν οἰκοδομεῖ. ἀναγκαῖον γὰρ ἦν μὴ καὶ τὴν Εὔαν ἀπὸ γῆς προελθεῖν, ἀλλ' ἀπὸ τῆς οὐσίας τοῦ Ἀδάμ, ὡς ἐντεῦθεν φίλτρον ἐντεθῆναι τοῖς ὁμοζύγοις. ἐπιβάλλει οὖν ἔκστασιν ἤτοι κάρον ἐντίθησι τῷ Ἀδάμ, ὡς μὴ λαβεῖν ὀδύνης αἴσθησιν ἐν τῇ ἀφαιρέσει τῆς πλευρᾶς, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κἀντεῦθεν ἐχθρωδῶς διακεῖσθαι πρὸς τὴν ὁμόζυγον. ἀφαιρεῖται γοῦν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ οἰκοδομεῖ τὴν γυναῖκα, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. τινος οὖν ἕνεκεν ἀνεπλήρωσεν; ἵνα μὴ ἔχῃ μετὰ τὴν του υπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγονότος· εἰ γὰρ ἐν τῷ τῆς ἀφαιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ' ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός· ἐφ' ᾧ διὰ σαρκὸς τὴν τῆς πλευρᾶς ἀνεπλήρωσεν ἔλλειψιν. Καὶ εἶπεν ὁ θεός, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. τῷ μεγάλῳ Βασιλείῳ προσεκτέον κἀνταῦθα. φησὶ γὰρ ὅτι διπλῆ ἡ αὔξησις, ἡ μὲν σώματος ἡ δὲ ψυχῆς· ἀλλ' ἡ μὲν τοῦ σώματος αὔξησις ἡ ἀπὸ τοῦ μικροῦ εἰς τὸ καθῆκον μέγεθος ἀποκατάστασις, ἡ δὲ τῆς ψυχῆς αὔξησις διὰ τῶν μαθημάτων προσεπιγίνεται. ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης περὶ ψυχῆς οὕτω φησὶν ὅτι ἅπαξ λαβοῦσα τὸ εἶναι παρὰ θεοῦ πρὸς αὔξησιν οὐκέτι 159 καθὰ δὴ καὶ τὸ σῶμα χωρεῖ· πῶς καὶ γὰρ ἄποσος αὕτη καὶ ἀσχημάτιστος οὖσα, ὡς εἰκὼν τοῦ θεοῦ; τελεία μὲν οὖν ἐξ ἀρχῆς αὐτῆς ἡ νοερὰ ἔκτιστο ψυχή, εἰ καὶ κατὰ μικρὸν δοκεῖ συναύξειν τῷ σώματι. καὶ δῆλον ἐξ ὧν ὁ Νύσσης φησί. τὸ τῆς ψυχῆς εἶδος κατὰ τὴν ἀναλογίαν τοῦ ὑποκειμένου ὀργάνου φαίνεται. ἡ γὰρ πρὸς τὴν ἐμπαθῆ καὶ ζωώδη γένεσιν κοινωνία οὐκ εὐθὺς ἐκλάμπειν τῷ πλάσματι τὴν θείαν εἰκόνα ἐποίησεν, ἀλλ' ὁδῷ τινὶ ἀκολουθία ἐπὶ τὸ τέλειον ἄγει τὸν ἄνθρωπον, οὐκ ἄλλης τῷ νηπίῳ καὶ ἑτέρας τῷ τελείῳ ἐγγινομένης ψυχῆς, ἀλλὰ τῆς αὐτῆς ἐν ἐκείνῳ μὲν τὸ ἀτελὲς ἐν τούτῳ δὲ δεικνυούσης τὸ τέλειον.» τελεία μὲν οὖν ἡ ψυχὴ καὶ ἐν βρεφικῇ ἡλικίᾳ, ἀδυνατεῖ δὲ τὴν ὅλην αὐτῆς δεικνύειν ἐνέργειαν. καθάπερ γὰρ μουσικὸς ἄριστος ἐν μὲν μικροῖς αὐλοῖς στενόν τι καὶ ἔκτροπον
51
μέλος ἀπήχησεν, ἡνίκα δὲ εὐρυπόρους εὕρῃ αὐλούς, τότε τὴν αὑτοῦ τέχνην ὅλην ὑπέδειξεν, οὕτω καὶ ψυχή, ὡς ὁ θεολόγος Γρηγόριος ἐν τοῖς ἐμμέτροις αὐτοῦ διέξεισιν ἔπεσι· κατὰ γὰρ τὴν τοῦ ὀργάνου διάθεσιν οὕτω κἀκείνη τὴν ἐνέργειαν δείκνυσιν. Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. πλὴν οὐ τῇ οἰκήσει ἀλλὰ τῇ ἐξουσίᾳ ὡς ὁ μέγας φησὶ Βα σίλειος. οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεψυγμένην καὶ ἄβατον κατ' ἀνάγκην οἱ ἄνθρωποι πληροῦσιν· ἀλλὰ κυρίους ἡμᾶς ἐποίησε πληροῦν. καὶ πληροῦμεν αὐτὴν τῷ λογισμῷ· ὅταν γὰρ ἴδωμεν πόσον μέτρον τῆς διακεκαυμένης καὶ ἀοικήτου, ὅταν ἴδωμεν πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, οὐκ ἐπληρώσαμεν τὴν γῆν, ἀλλὰ τὸ χρήσιμον ἐκλεξάμενοι, τὸ ὅσον ἄχρηστον εἰς διαμονὴν ἀνθρώποις ἀπεπεμψάμεθα. Καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. πρόσεχε οὖν· ἄρχοντα μὲν γὰρ τῶν ἰχθύων καὶ τῶν λοιπῶν ἐποίησε τὸν ἄνθρωπον ὁ θεός, οὐ μὴν δὲ καὶ τὴν ἀπόλαυσιν αὐτῶν αὐτῷ συγκεχώρηκεν. ὥστε ἡ μὲν πρώτη νομοθεσία καρπῶν ἀπολαύειν ἐνδέδωκεν. ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι τοῦ παραδείσου εἶναι· καρπὸς λοιπὸν καὶ χλόη καὶ χόρτος ἡμῖν εἰς βρῶσιν, τοῖς πετεινοῖς τε τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. εἰ γὰρ καὶ νῦν αἵμασι χαίρουσιν ὅ τε λέων καὶ ἡ πάρδαλις, ἀλλ' ὅμως καὶ ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς διετρέφετο. ἐπειδὴ δὲ ὁ θεὸς ἐκδεδιῃτημένον εἶδε τὸν ἄνθρωπον, δευτέρῳ νόμῳ μετὰ τὸν κατακλυσμὸν 161 πάντων αὐτῷ συγχωρεῖ τὴν ἀπόλαυσιν, ταῦτα πάντα ὡς λάχανα χόρτου φάγεσθε» εἰπών. ταύτῃ μὲν οὖν τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῶα τοῦ ἐσθίειν ἔλαβον ἄδειαν. ἐξ ἐκείνου δὲ λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀναμένουσι θνησιμαῖα. οὐ δήπου γὰρ καὶ γῦπες ἅμα τῷ γεννηθῆναι ζῶα περιεσκόπουν τὴν γῆν, ὡς ἐκεῖθεν οὗτοι τραφῶσιν· ἀλλὰ ταῦτα πάντα τοὺς λειμῶνας περιήρχοντο. καὶ νῦν γὰρ κύνας ὁρῶμεν θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους, οὐκ ἐπειδὴ συμφυής ἐστιν ἡ τροφή, ἀλλ' ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα. τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ αἱμοβόρα τῶν ζώων, χόρτον ἑαυτοῖς εἰς τροφὴν ἐπινοεῖν, οὐ μὴν ἀλλήλοις ἐπιβσυλεύοντα. συγκεχώρηται οὖν, ὡς εἴρηται, μετα τὸν κατακλυσμὸν ἡ ἀπόλαυσις, πλὴν ἀλλὰ καὶ νῦν κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοῖς ἄγειν βουλόμενοι, φεύγοντες ταύτην τὴν πολύυλον ἀπόλαυσιν τῶν βρωμάτων, ἐπ' ἐκεῖνον τὸν βίον, καθὼς οἷόν τέ ἐστιν, ἑαυτοὺς ἀγόμενοι, καρποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι· τὸ δὲ περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποστρεφόμεθα· οὐ γὰρ βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐδὲ αἱρετὰ διὰ τὴν τῆς σαρκὸς εὐπάθειαν. 162 Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τούτῳ ἠπόρηκας οὐ μικρῶς, λέγων εἰ κρεωδαισίας οὐκ ἦν πρὸ τοῦ κατακλυσμοῦ καιρός, τίνος ἕνεκεν ὁ Ἄβελ ποιμὴν προβάτων ἐγένετο;» ἀλλ' εἰδέναι κἀνταῦθα ὀφείλεις ὅτι περιβολαίων ἕνεκεν ἡ τῶν θρεμμάτων ἐπενοήθη φροντίς, ὡς ὁ χρυσορρήμων Ἰωάννης εἰς τὸν ἑξαήμερον ἐννάτῃ αὐτοῦ ὁμιλίᾳ φησί. πειθέτω δέ σε πρὸς τούτοις ἡ ἁγία γραφὴ περὶ τῶν πρωτοπλάστων οὕτω λέγουσα καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς.» ἔκτοτε γὰρ ἔδειξεν ὁ θεὸς τό τε χρήσιμον ὁμοῦ τῆς περιβολῆς καὶ ἀπέριττον. ᾠκονόμησε γὰρ ὁ θεὸς ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γινέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδάσκαλος ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γένος ἐδέξατο. Καὶ εἶπε πρὸς τὸν Ἀδὰμ ὁ θεός ἀπὸ πάντων
52
τῶν ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.» ἀλλ' ἐνταῦθα προσοχῆς, ἀγαπητέ, χρεία πολλῆς. διαφωνία καὶ γὰρ οὐ μικρὰ 163 παρὰ πᾶσι σχεδὸν περί τε τῆς φύσεως τοῦ φυτοῦ ἐκείνου καὶ τῆς βρώσεως αὐτοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ βρώσεως ἐμφορεῖσθαι λέγουσι τὸν Ἀδὰμ αἰσθητῆς, ποιεῖν τε καὶ πάσχειν ὅσα μετὰ τὴν βρῶσιν ἐξ ἀνάγκης τῇ θνητῇ φύσει παρέπεται. ὅθεν ἀναγκαῖον περὶ τῆς φύσεως αὐτοῦ τοῦ Ἀδὰμ διαλαβεῖν πρότερον· οὕτω γὰρ ἐπιγνωσόμεθα κατά γε τὸ ἐγχωροῦν τίς τε ἡ βρῶσις ἣν αὐτὸς ἐν τῷ παραδείσῳ ἤσθιεν ὁ Ἀδάμ, καὶ τὸ φυτὸν ὡσαύτως τῆς γνώσεως ὁποῖον ἄρα τὴν φύσιν ἐτύγχανεν. πρόσεχε οὖν. τὸν Ἀδὰμ ἄλλοι μὲν θνητὸν ὑπὸ θεοῦ παραχθῆναί φασιν, ἕτεροι δὲ μέσην αὐτὸν ἔχειν διισχυρίζονται τάξιν, τουτέστιν ἀθανασίας εἶναι μέσον αὐτὸν καὶ θνητότητος· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φασιν, οὐκ ἂν ὑπέπεσε θανάτῳ μετὰ τὴν παράβασιν. ἀλλ' ἄφες αὐτούς, εἴγε καὶ μᾶλλον ὁ σοφὸς Σολομὼν ἐν τῇ σοφίᾳ αὐτοῦ κατὰ λέξιν οὕτως εὕρηται λέγων ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ' ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ. φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» εἴπερ οὖν ὁ θεὸς ἐπ' ἀφθαρσίᾳ ἔκτισε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ, πῶς εἴπωμεν αὐτὸν ὑποκεῖσθαι φθορᾷ καὶ θνητότητι, καὶ ταῦτα τοῦ θεοῦ θάνατον, ὡς εἴρηται, μὴ ποιήσαντος ἀπ' ἀρχῆς; εἰ γὰρ εἴπωμεν ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καὶ φθορᾷ κατά τινα τρόπον 164 ὑπέκειτο, οὐδέν τι παριστῶμεν ἕτερον ἢ ὅτι παρὰ θεοῦ τὸ κατάρχειν ἡμῶν ἔσχεν ἥ τε φθορὰ καὶ ὁ θάνατος. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ὅτι μηδὲ θανάτου, καθὰ δὴ καὶ προείρηται, ποιητὴς ὁ θεός. ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐκ ἄξιον. εἰ μὲν γὰρ ὅτε παρήγαγε τὸν ἄνθρωπον ὁ θεός, τότε πρὸς αὐτὸν ἔλεγεν ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» εἶχον ἄν τι καὶ λέγειν οἱ μέσον αὐτὸν ἀθανασίας ειναι καὶ θνητότητος λέγοντες. ἐπεὶ δὲ πολλῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον ἐδίδοτο τὰ τῆς ἐντολῆς, ἀφ' ἧς ἄρα καὶ χώραν ὁ θάνατος ἐλάμβανε καθ' ἡμῶν (ἐὰν γὰρ φάγητε» φησί, θανάτῳ ἀποθανεῖσθε»), ἀμφιβάλλειν ὅλως οὐκ ἔπρεπε τοὺς ἐπερχομένους τέως ἐρευνητικῶς τὴν γραφήν. ἔκτισε μὲν οὖν ὁ θεὸς ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἀπ' ἀρχῆς, τουτέστιν ἄφθαρτον αὐτίκα παρήγαγε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ. Ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. ἔχεις τὸν Σιναΐτην θεῖον Ἀναστάσιον ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ περὶ τούτων οὕτω λέγοντα. καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ θεός· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, ἄζυγος, ἄφθαρτος.» εἴπερ οὖν ἡ πρώτη ποίησις ἄφθαρτος ἦν, ὡς ὁ διαληφθεὶς οὗτος ἔφη θεῖος ἀνήρ, περὶ τοῦ πρώτου ἐκείνου τί χρὴ καὶ λέγειν ἀνθρώπου; ἄφθαρτον μὲν γὰρ αὐτὸν ὁ θεὸς αὐτίκα παρήγαγεν, ὡς ἤδη προείρηται, καὶ 165 ἀθανασίᾳ τετίμηκε. καὶ οὐκ ἐμὰ τὰ ῥήματα. ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης ἐν τῷ εἰς κοιμηθέντας λόγῳ αὐτοῦ περὶ τούτων οὕτως εὕρηται λέγων πλάσας ὁ θεὸς τὸν ἄνθρωπον, ἀξίωμα δέδωκεν αὐτῷ τὸ λογικόν τε καὶ νοερὸν καὶ ἀθάνατον καὶ ἀνώλεθρον.» εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ τὸ ἀθάνατον ὁ θεός, πῶς λοιπὸν αὐτὸν θνητὸν καὶ ἀθάνατον εἴπωμεν, ἢ φθαρτὸν ὁμοίως καὶ ἄφθαρτον; ἀνένδεκτον, ὡς οἶμαι, τοῦτο καὶ λίαν ἐστίν, ὅτι μηδὲ προσήκει τῷ ἀθανάτῳ καὶ ἀνωλέθρῳ προσάπτειν ὅλως τὸ θνητὸν καὶ ἄφθαρτον. Ἀλλὰ γὰρ οὐκ οἶδα πόθεν ἐκεῖνοι λαβόντες τὰς ἀφορμὰς οὐ τὰ ἄμικτα μιγνύουσι μόνον, ἡνίκα δηλαδὴ τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο μέσον ἀθανασίας εἶναι καὶ θνητότητος λέγουσιν, ἀλλὰ καὶ πάθη φυσικὰ τῷ πρὸ τῆς ἁμαρτίας ἀπαθεῖ καὶ ἀφθάρτῳ προσάπτειν οὐ παραιτοῦνται, καὶ ταῦτα χωρὶς ἀποδείξεως γραφικῆς. ἀλλὰ μὴ δέδιθι τούτου ἕνεκεν. ὅτι μὲν γὰρ ὁ κατ' εἰκόνα θεοῦ τοιαύτης ὑπῆρχε φύσεως ἀπ' ἀρχῆς, ἀφθάρτου δηλαδὴ καὶ ἀθανάτου, καὶ
53
ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καθ' οἷον δή τινα τρόπον οὐκ ἔπασχε, φθορᾶς ἁπάσης ὑπέρτερον ὄν, ὁ χρυσορρήμων Ἰωάννης ἐπι 166 πλέον διδάξει σε σαφέστερον ἅτε δὴ τὸν περὶ τούτου λόγον εν τῇ βίβλῳ τῶν ἀνδριάντων ποιούμενος. ἐπειδὴ γὰρ τὸ σῶμα τοῦτο φθαρτὸν διασύραντες ἦσαν ἐπὶ τοσοῦτόν τινες ὥστε καὶ ἀνάξιον αὐτὸ τῆς τοῦ θεοῦ δημιουργίας ἀποκαλεῖν (ἔλεγον γὰρ ὡς εἴγε πλάσμα τῶν θείων ὑπῆρχε χειρῶν, οὐκ ἂν οὕτω μυρίοις ὑπέκειτο πάθεσι), τοιοῖσδε πρὸς αὐτοὺς λόγοις ἐχρήσατο μή μοι τὸν ἄνθρωπον τουτονὶ λεγέτω τις τὸν προσκεκρουκότα, τὸν καταδικασθέντα, τὸν ἠτιμωμένον, ἀλλ' εἰ βούλεσθε μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἔπλασε τὸ σῶμα ἡμῶν ὁ θεός, ἐπὶ τὸν παράδεισον ἔλθωμεν καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. οὐ γὰρ οὕτως τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλὰ καθάπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρῶς ἀποστίλβων, οὕτως πάσης φθορᾶς τὸ σῶμα ἐκεῖνο ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει οὔτε ἱδρῶς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐ ῥύπος, οὐ δάκρυον, οὐδ' ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν. ἀλλ' ἐπειδὴ πρὸς τὸν εὐεργέτην ἐξύβρισε, θεός τε γενέσθαι ἤλπισε, καὶ μείζω τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ τότε σωφρονίζων αὐτὸν ὁ θεὸς φθαρτὸν αὐτὸν ἐποίησε καὶ θνητόν, καὶ ταῖς πολλαῖς ταύταις ἀνάγκαις κατέδησε.» ταῦτα μὲν οὖν ὁ θειότατος Ἰωάννης. ἐφ' ᾧ καὶ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα δικαίως ὁ λόγος ἐκάλεσε· τὸ 167 γὰρ οἵᾳ δή τινι φθορᾷ μὴ ὑποκείμενον ἄφθαρτον ὁμολογουμένως ἐστίν. Εἰ δὲ ἄφθαρτον, πῶς ἄρα καὶ τίνα τρόπον ἔπασχε, τοῦτο μαθεῖν ἀξιοῦμεν. ἡμεῖς γὰρ ἀφ' ἑαυτῶν ἐννοῆσαι πῶς ὑπέπιπτε πάθεσι σῶμα πάσης ἀπηλλαγμένον φθορᾶς, οὐκ ἐσμὲν ἱκανοί, καὶ διὰ τοῦτο παρακαλοῦμεν μαθεῖν. ὅτι δὲ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα καὶ ἀθάνατον ἦν, ὁ μακάριος ἔδειξε Κύριλλος ἐν τῷ εἰς τὴν δημιουργίαν τοῦ ἀνθρώπου λόγῳ αὐτοῦ, κατὰ λέξιν οὕτως εἰπών ἐπεποίητο μὲν ἀπο γῆς τὸ σῶμα τοῦ Ἀδάμ, ἄμεινον δὲ θανάτου καὶ φθορᾶς ἦν· ἐνεφύτευσε γὰρ αὐτῷ τὴν ζωὴν ὁ τῆς ζωῆς χορηγός.» ἀλλὰ καὶ ὁ μέγας Βασίλειος αὐτὸ τοῦτο παριστῶν ἔλεγε πλάσας τὸν ἄνθρωπον ὁ θεὸς αἰωνίου ζωῆς ἀπόλαυσιν αὐτῷ ἐχαρίσατο.» πρὸς δέ γε τοῖς εἰρημένοις καὶ ὁ θειότατος Βαρλαὰμ οὕτω πρὸς Ἰωάσαφ εὕρηται λέγων τὸν ἀπ' ἀρχῆς ἄνθρωπον ὁ θεὸς αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας βασιλέα πάντων τῶν ἐπιγείων κατέστησεν.» ἀλλ' ὅρα, καὶ μὴ παρέργως ἐπέρχου τὰ τοιαῦτα θεῖα ῥητά. ἅμα μὲν γὰρ ὁ κατ' εἰκόνα παρήγετο, καὶ ἅμα τῆς αὐτεξουσιότητος ἠξίωτο καὶ τῆς ἀθανασίας ὑπὸ θεοῦ. καὶ πῶς λοιπὸν αὐτὸν εἴπωμεν ἀθανασίας εἶναι καὶ θνητότητος μέτοχον; ἀσυλλόγιστον, ὡς οἶμαι, καὶ τοῦτο λίαν ἐστίν. εἰ γὰρ ἐννοῆσαι εἴχομεν ὅτι 168 βασιλέα κατέστησε τῶν ἐπιγείων αὐτόν, ἀθανασίᾳ τιμήσας αὐτὸν πρότερον, οὐκ ἂν ἐκεῖσε καὶ θνητότητα παρεμιγνύομεν, οὐκ ἂν ἀσυλλόγιστα τὰ τοιαῦτα διενοούμεθα περὶ τοῦ γεγενημένου κατ' εἰκόνα θεοῦ. ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης αὐτὸ τοῦτο παρίστησι, διεξιὼν οὑτωσὶ κατὰ λέξιν ἐν τῇ εἰς τὴν ἑξαήμερον καʹ ὁμιλίᾳ αὐτοῦ δημιουργήσας τὸν ἄνθρωπον ὁ θεὸς ἠβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς εἶναι αὐτὸν καὶ ἀθάνατον εἰς τὸ διηνεκές. ἀλλ' ἐπειδὴ διὰ ῥαθυμίαν ὤλισθε καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, οὐδὲ οὕτως ἀπεστράφη τέλεον αὐτόν, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀφῆκε σχεδὸν εἶναι ἀρχῆς.» Ἀλλ' ἐνταῦθα προσέχειν ἄξιον. οὐδὲ γὰρ ἠβουλήθη μόνον ὁ θεὸς βασιλέα καταστῆσαι τῶν ὁρωμένων αὐτόν, ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπηρτισμένην ἔδειξε τὴν ἀρχήν. ἤγαγε γὰρ τὰ ζῶα πάντα τηνικαῦτα πρὸς αὐτόν, καίτοι γε τὸ μέλλον οὐκ ἀγνοῶν. καὶ οὕτω τὰ πάντα δουλικῷ παριστάμενα σχήματι παρ' αὐτοῦ τὰς ἐπωνυμίας ἐδέχοντο. οὕτω μὲν οὖν ἔφθασε διά γε τῆς νοερᾶς ψυχῆς καὶ
54
ἀθανασίᾳ τιμήσας αὐτόν. εἰ γὰρ καὶ τὴν γενησομένην αὐτοῦ μετ' οὐ πολὺ παρεκτροπὴν οὐκ ἦν ἀγνοῶν, ἀλλ' ἐπειδὴ καταδικάζειν ἐκ μόνης 169 οὐ θέλει προαιρέσεως, τὴν ἑαυτοῦ βουλὴν ἐπ' αὐτῷ θεοπρεπῶς ἐκπληροῖ, καὶ ψυχῆς αὐτῷ, καθὰ δὴ καὶ προείρηται, μεταδίδωσι νοερᾶς, ὡς ἐντεῦθεν αὐτὸν εἶναι καὶ ἀθάνατον εἰς τὸ διηνεκές. ἀλλὰ γὰρ τίνος ἕνεκεν ἄρχοντα τῶν ἐπιγείων ἐποίησε καὶ ἀθάνατον αὐτίκα τὸν ἄνθρωπον; ἵνα μάθωμεν ἐντεῦθεν ὅτι καὶ ὁ ποιήσας ἡμᾶς θεὸς πασῶν ἄρχει τῶν ἄνω δυνάμεων, καὶ ὅτι ἀθάνατός ἐστι καὶ ἄφθαρτος καὶ ἀνώλεθρος. ἐπὶ τούτῳ γὰρ καὶ προλαβὼν χοῦν ἔλεγε κατ' οἰκείαν εἰκόνα ποιήσωμεν τὸν ἄνθρωπον.» ὃ δὴ καὶ ὁ Σολομὼν εἰδώς ὁ θεὸς» ἔλεγε θάνατον οὐκ ἐποίησεν, ἀλλ' ἐπ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ.» πλὴν εἰ καὶ θανάτῳ κατεδίκασε μετὰ ταῦτα τὸν ἄνθρωπον, ἀλλ' οὐκ ἀφῆκεν αὐτὸν ἀπαραμύθητον εἶναι μέχρι πολλοῦ. μετατίθησι γὰρ τὸν Ἐνώχ, καὶ τηνικαῦτα τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν ἀθανασίαν ἐκείνην ἐκδέχεσθαι ἧς ἐξέπεσε διὰ τὴν παράβασιν. καὶ ἄκουε τί περὶ τούτων φησὶν ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγῳ αὐτοῦ. θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν, λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνέτειλε τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει, κἀντεῦθεν τὴν θνητὴν ἐδίδασκε φύσιν ὅρους ἀθανασίας ἅμα ἐκδέχεσθαι.» ταῦτα μὲν οὖν ἐπιβεβαιοῦσι καὶ οἱ μαθηταὶ Χριστοῦ λέγοντες 170 ὅτι τὴν ἀπαφθάρτησιν ἡμῶν καὶ πολυζωΐαν τὰ κατὰ τὸν Ἐνὼχ καὶ Ἠλίαν ἐναργῶς παριστᾷ. πρόσεχε οὖν· τὴν γὰρ ἀπαφθάρτησιν ἡμῶν καὶ ἀπαθανάτησιν ἀπὸ θεοῦ λαβὼν ὁ Ἐνὼχ διὰ τῆς μεταθέσεως τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν, ὡς ἤδη προείρηται, ὅρους ἀθανασίας ἐκδέχεσθαι. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ χρυσορρήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν ὅτι τὴν ἀπαφθάρτησιν ταύτην ὁ πρῶτος ἐκεῖνος εἶχεν ἄνθρωπος, οὕτω κατὰ λέξιν εἰπών εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ, καὶ μετατίθεται. καὶ ὅρα δεσπότου ἀγαθότητα. εὑρὼν γὰρ ανδρα τὴν ἀρετὴν κατωρθωκότα οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς.» εἰ δὲ τοῦτο οὕτως ἔχει, τί χρὴ καὶ λέγειν; εἰ γὰρ ὁ πρῶτος ἐκεῖνος ἄνθρωπος τὴν ἀπαφθάρτησιν εἶχε ταύτην, ἣν ἐκδέχεσθαι τὴν θνητὴν φύσιν ἐδίδασκε μετατεθεὶς ὁ Ἐνώχ, φαίνεται πάντως ὅτι τοιοῦτος ὑπὸ θεοῦ παρήχθη κατ' ἀρχὰς ὁ ἄνθρωπος ὁποῖον αὐτὸν ἐκ νεκρῶν ἐγερθῆναι τὰ θεῖα φάσκουσι λόγια. μὴ οὖν ἀπίστει τοῖς λεγομένοις. ὅρα γὰρ ὅτι καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ τὸν περὶ τούτου λόγον ἀριδηλότερον ποιεῖται, καὶ οὕτω φησί τοιοῦτον ἐκ νεκρῶν ἐγήγερται τὸ σῶμα τὸ πεσόν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀποβαλόμενον ἅπαν ὅπερ ἔφθασε διὰ τὴν ἁμαρτίαν ἐπισυμβῆναι αὐτῷ.» πρόσεχε οὖν. εἰ γὰρ τοιοῦτον ἐγήγερται ὁποῖον ἦν ἀπ' ἀρχῆς, τὸ δὲ ἐγειρόμενον ἐκεῖνο 171 σῶμα τότε θανάτου καὶ φθορᾶς ἄμεινον ἐγερθῆναι ὡμολόγηται, καὶ βεβαιοῖ τὸν λόγον ὁ πάμμεγας Παῦλος οὕτω λέγων δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν,» εὔδηλον πάντως ὅτι καὶ τὸ σῶμα ἐκεῖνο, λέγω δὴ τὸ πρώτως ὑπὸ θεοῦ ποιηθέν, ἀθάνατον ἀληθῶς ὑπῆρχε καὶ ἄφθαρτον, ὡς ἤδη πολλάκις εἰρήκαμεν. αὐτὸ τοῦτο παρίστησι καὶ Νυσσαεὺς θεῖος Γρηγόριος, ἡνίκα καὶ μᾶλλον εὕρηται τὸ τοῦ Ἐκκλησιαστικοῦ ῥητὸν ἐπεξηγούμενος τὸ διαλαμβάνον οὕτως ἐν λέξεσι τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον.» λέγει γὰρ ὅτι χειρὶ θεοῦ πεποιημένος ἄνθρωπος οὐχ ὃ νῦν ἐστὶ διὰ τὴν ἁμαρτίαν, ἤγουν τρεπτὸς καὶ φθαρτός, τοῦτο ἦν ἀπ' ἀρχῆς, ἀλλ' ὃ ποιηθήσεται ὕστερον, ἄτρεπτος δηλονότι καὶ ἄφθαρτος. εἴπερ οὖν ὁ θεὸς ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε, κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ, καθά φησι Σολομών· εἴπερ οὖν ἔδειξε τὸ οἰκεῖον φιλότιμον μεταδοὺς αὐτῷ ψυχῆς νοερᾶς ὡς εἶναι καὶ ἀθάνατον ἐς τὸ
55
διηνεκές, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησιν· εἴπερ οὖν ζωῆς αἰωνίου ἀπόλαυσιν ἐχαρίσατο τῷ ἀνθρώπῳ κατ' ἀρχὰς ὁ θεός, ὡς ὁ μέγας φησὶ Βασίλειος· εἴπερ οὖν ἡ πρώτη ποίησις τοῦ Ἀδὰμ ἄφθαρτος ἦν, ὡς ὁ Σιναΐτης φησὶ θεῖος Ἀναστάσιος· εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ κατ' ἀρχὰς ὁ 172 θεὸς τὸ ἀθάνατον καὶ ἀνώλεθρον, ὡς ὁ θεῖος Ἀνδρέας εὕρηται λέγων· εἴπερ αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας τὸν ἄνθρωπον ὁ θεὸς βασιλέα πάντων τῶν ἐπιγείων κατέστησε, καθάπερ ὁ μακάριός φησι Βαρλαάμ, πῶς λοιπὸν θνητὸν αὐτὸν ὁμοῦ καὶ ἀθάνατον ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; ἀνένδεκτον, ὡς οἶμαι, τοῦτο καὶ λίαν ἐστί. καὶ πῶς γὰρ οὐκ ἀνένδεκτον, εἴγε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος οὐκ ἐᾷ περὶ τοῦ πρώτου ἀνθρώπου τοιαῦτα φαντάζεσθαι. παντὸς γὰρ ἐπικαλύμματος καὶ προβλήματος ἀνενδεᾶ τὸν ἀπ' ἀρχῆς ἐκεῖνον εἰπὼν εἶναι, ἔδειξε προφανῶς ὅτι στολὴν ἀθανασίας ἠμφιεσμένος ἦν ὁ πρῶτος ὑπὸ θεοῦ δημιουργηθεὶς ἄνθρωπος. ἀλλ' ἐπὶ τούτοις ἀντιλέγειν οὐ θεμιτόν. ἢ γὰρ ὑπέκειτο τὸ σῶμα ἐκεῖνο πάθεσι φυσικοῖς καὶ φθαρτὸν ὁμολογουμένως ἦν, ἢ παθῶν παντοίων ὑπέρτερον ἦν, ὡς ὁ λόγος ἤδη διείληφε. καὶ περὶ ἀφθαρσίας ἀμφιβάλλειν οὐ χρή· φαίνεται γὰρ ὅτι φθορᾷ οἱᾳδήποτε μὴ ὑποκείμενον ἀληθῶς ἄφθαρτον ἦν. Οὕτω μὲν οὖν, ἀγαπητέ, καὶ τὸ σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ φθαρτὸν ὡμολόγηται πρὸ τοῦ πάθους, ἐπειδὴ πάθεσι φυσικοῖς ὑπέκειτο, καὶ ἄφθαρτον αὖθις μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· καὶ τοιαῦτα γὰρ ἀπέθετο πάθη παντάπασιν ἐκ νεκρῶν ἐγερθέν. ἐνθέν τοι καὶ γυμνὸν ἐκ 173 τάφου ἐξέθορεν, ἐκεῖσε παντάπασι καταλιπὼν τὰ ἐντάφια· καὶ γὰρ ἄφθαρτον, ὡς εἴρηται, γεγονὸς ἐπικαλύμματος οἱουδή τινος οὐκ ἦν ἐνδεές. Ἀλλὰ τί χρὴ πολλὰ λέγειν; εἴπερ οὖν ὁ πρῶτος ἐκεῖνος Ἀδὰμ θνητὸς ὁμοῦ καὶ ἀθάνατος ἦν, εἴπερ οὖν φυσικοῖς ὑπέκειτο πάθεσι κατά γε τὴν τῶν πλειόνων ὑπόληψιν, ἀνάγκη πᾶσα καὶ τὰ ἡμέτερα μετὰ ταῦτα τοιαύτης ἐπιτεύξεσθαι λήξεως, εἴγε πρὸς ἐκεῖνον ἔχουσι τὸν πρῶτον Ἀδὰμ δηλαδὴ τὴν ἐπάνοδον. ἀλλὰ γὰρ ἐπὶ τούτοις τοιοῦτόν τι λέγειν οὐ δίκαιον, εἴγε καὶ πρὸ τοῦ λόγου πείθειν ἡμᾶς ἱκανὰ καὶ λίαν αὐτὰ τυγχάνει τὰ πράγματα. εἰ γὰρ ὁ φθορᾷ ὑποκείμενος οὗτος ἄνθρωπος χωννύμενος τῇ γῇ καὶ σηπόμενος ἄφθαρτος ἐκ νεκρῶν ἐγήγερται καὶ ἀθάνατος, καὶ πιστοῖ τὸν λόγον ὁ μακάριος Παῦλος οὕτω περὶ τούτου λέγων σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ,» εὔδηλον πάντως ὅτι καὶ ὁ πρὸ τῆς ἁμαρτίας ἐκεῖνος Ἀδὰμ τοιοῦτος ἦν ἀπ' ἀρχῆς ἄφθαρτος δηλαδὴ καὶ ἀθάνατος. καὶ μὴ θαύμαζε τούτου ἕνεκεν, εἴγε καὶ σπέρμα τῇ γῇ καταβαλλόμενον τοιοῦτον ἀναδίδοσθαι εἴωθεν ὁποῖον ἄρα καὶ πρότερον ἐτύγχανεν εἶναι. εἴτε γὰρ σίτου κόκκον εἴποις εἴτε κρίθους, εἰ ἕτερον σπέρμα οἱονδήποτε, ἐκεῖσε πάντως ἐπανέρχεσθαι πέφυκεν ὅθεν δηλονότι ἐκπέπτωκεν. 174 Ἀλλὰ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἀθανάσιος ἀποδεῖξαι θέλων ὅτι ἐξ ἀφθάρτου φθαρτοὶ γεγόναμεν καὶ ὅτι ἀπὸ φθαρτοῦ πάλιν ἄφθαρτοι ἀνιστάμεθα, τῷ τοῦ κόκκου ὑποδείγματι καὶ μάλα προσφυῶς ἐχρήσατο, πρὸς Ἀντίοχον οὕτως εἰπών ὥσπερ ἐπὶ τοῦ κόκκου στάχυν ἐποίησεν ἀπ' ἀρχῆς ὁ θεός, τοῦ δὲ στάχυος συντριβέντος γέγονεν ὁ κόκκος, καὶ πάλιν ὁ κόκκος σπειρόμενος ἀναβλαστάνει στάχυν, οὕτως ὑπὸ θεοῦ ὁ ἄνθρωπος γέγονεν ἄφθαρτος, εἶτα δὲ διὰ τῆς παρακοῆς συνετρίβη καὶ φθορᾷ περιέπεσε, σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ τῇ γῇ καταχωννύμενος ἀναβλαστάνει, καὶ γίνεται ὥσπερ ἦν ἄφθαρτος ἀπ' ἀρχῆς.» καὶ μή μοι λέγε ὡς εἴγε τέως ἀθάνατος ἦν, πῶς ὑπέπεσε μετὰ ταῦτα φθορᾷ καὶ θνητότητι; ἄφες τὸ πῶς. θεὸς ἦν ὁ εἰπών ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε.» καὶ σὺ λέγεις ὅτι πῶς ὁ ἀθάνατος ἐγεγόνει θνητός; ἄφες τὸ πῶς· ὁ χρυσορρήμων Ἰωάννης
56
ἐν τῷ εἰς τὴν ἐξορίαν τοῦ Ἀδὰμ λόγῳ αὐτοῦ τὴν ἀπορίαν ἐπιλύσει σοι ταύτην, οὕτω λέγων παρέβη τὴν ἐντολὴν ὁ Ἀδάμ, ἔφαγεν ἀφ' οὗ παρηγγέλθη μὴ φαγεῖν, καὶ τούτου χάριν ὁ ἀθάνατος ἐγεγόνει θνητός.» ἄφες τὸ πῶς, ἵνα μὴ καὶ ἐπὶ τῷδε τῷ θνητῷ σώματι πλείονι συσχεθῇς ἀπορίᾳ, πῶς ἀναστήσεται λέγων ἀθάνατον ἐκ νεκρῶν, εἴγε θνητόν 175 ἐστι καὶ φθαρτόν; ὁ γὰρ ἀμφιβάλλων ἐπ' ἐκείνῳ πῶς ἀθάνατος ἐγεγόνει θνητός, ἐξ ἀνάγκης ἂν ἀπορήσειε καὶ ἐπὶ τούτῳ. οὐκοῦν ἄφες τὸ πῶς. ὁ θεὸς ὅπου, ἐκεῖσε χώραν οὐκ ἔχει τὸ πῶς. ἔπλασε μὲν γὰρ ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ θεός, ἄρχοντα τῶν ἐπιγείων πάντων κατέστησε, διηνεκῆ δέδωκε τὴν ἀθανασίαν αὐτῷ, καθάπερ ἄνω διείληπται· καὶ εἶχε μὲν εἰς αἰῶνας οὕτω κατ' αὐτόν, ὅτι καὶ ἀμεταμέλητα τὰ θεῖα χαρίσματα. ἀλλ' ἐπειδὴ πρὸς ἁμαρτίαν αὐτὸν ἑώρα κατολισθαίνοντα κἀντεῦθεν ἐκπίπτοντα τῆς ὑψηλῆς ἐκείνης καὶ ἰσαγγέλου διαγωγῆς, παραχωρεῖ διὰ τοῦτο καὶ λαμβάνει κατ' αὐτοῦ χώραν ὁ θάνατος, ὅτι μηδὲ συνέφερεν ἔκτοτε διηνεκῆ προσεῖναι τὴν ἀθανασίαν αὐτῷ. καὶ γὰρ εἰ μὴ γέγονέ τι τοιοῦτον, εἰ μὴ συγχώρησις ἐκεῖθεν ἐδίδοτο φιλανθρωπίας ἕνεκεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, οὐκ ἂν ἐκείνῳ τῷ πρώτῳ Ἀδάμ, τῷ ἐπ' ἀφθαρσίᾳ κτισθέντι κατ' εἰκόνα τῆς ἀϊδιότητος τοῦ θεοῦ, προσήγγισε θάνατος· οὐκ ἂν ὑπέπεσε φθορᾷ τὸ σῶμα ἐκεῖνο τὸ φθορᾶς καὶ θανάτου ἄμεινον ὑπάρχον τὸ πρότερον. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἀθάνατον αὐτὸν ὁμοῦ καὶ θνητὸν ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; εἰ γὰρ καὶ θανάτῳ ὑπέπεσε μὴ φυλάξας τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, ἀλλ' ὕστατον τῆς οἰκονομίας, ὡς ἤδη προείρηται, τοῦτο πάν τες εὑρήσομεν, εἴγε τῇ ἀκολουθίᾳ προσέχειν αἱρούμεθα τῆς ἁγίας γραφῆς. οὐδὲ γὰρ ὅτε παρῆγε τὸν ἄνθρωπον ὁ θεός, ὡς ἄνω διείληπται, τότε πρὸς αὐτὸν ἔλεγεν ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» ἀλλὰ πολλῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον. μετὰ γὰρ τὸ καθίσαι βασιλέα, μετὰ τὸ ἀναχθῆναι τὰ ζῶα πρὸς αὐτόν, μετὰ τὸ πέρας ἐπ' αὐτῷ δέξασθαι τὰ τῆς θείας βουλῆς, τότε πρὸς αὐτὸν ἡ τοιαύτη γέγονε θεία φωνή, τότε δὴ τότε καὶ χώραν ὁ θάνατος ἐλάμβανε κατ' αὐτοῦ. διὰ τί δὲ ταῦτα, καὶ τίνος ἕνεκεν; ἵνα μὴ ἀθανάτου μείναντος αὐτοῦ μετὰ τὴν παράβασιν μείνῃ σὺν αὐτῷ καὶ τὸ κακὸν ἐξ ἀνάγκης ἀθάνατον. Ὅτι δὲ ἀθάνατος ἔμελλε μεῖναι μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος, εἰ μὴ γέγονέ τις οἰκονομία θεία ὥστε μὴ καὶ ἡμᾶς ἀθάνατα πάσχειν κατὰ τοὺς ἐκπεσόντας ἀγγέλους, ὁ Νύσσης θεῖος Γρηγόριος τοῖς ἀμαθέσι δίδωσι τέως ἡμῖν ἐννοεῖν. ἐπειδὴ γὰρ ἐν τοῖς ἀπηγορευμένοις» φησὶ γεγόνασιν οἱ πρῶτοι ἄνθρωποι καὶ τῆς μακαριότητος ἐκείνης ἀπεγυμνώθησαν, χιτῶνας δερματίνους ἤγουν τὴν ἀπὸ τῶν ζώων νεκρότητα οἰκονομικῶς ἐνέθηκε τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ τὸ κακὸν ἀθάνατον ᾖ.» καλῶς δὲ εἶπεν οἰκονομικῶς ὁ θεῖος οὗτος ἀνήρ· κηδόμενος γὰρ ἡμῶν ὁ θεός, ὥστε μὴ ἁμαρτάνειν ἀθάνατα καὶ ὥστε μὴ συμπαραμένειν 177 εἰς αἰῶνας τῇ ἐπωδύνῳ ταύτῃ καὶ μοχθηρᾷ βιοτῇ, καθὰ δὴ καὶ ὁ χρυσοῦς τὴν γλῶττάν φησι, παραχωρεῖ τῷ θανάτῳ κατὰ τοῦ ἀθανάτου χωρῆσαι, καὶ γίνεται τούτῳ τῷ τρόπῳ θνητὸς ὁ ἀθάνατος καὶ φθαρτὸς ὁμοίως ὁ ἄφθαρτος. καὶ πειθέτω ἡμᾶς ἐπὶ πλέον ὁ μέγας Βασίλειος οὕτω περὶ τούτου λέγων οὐκ ἐκώλυσε δὲ τὸν θάνατον ὁ θεός, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀρρωστίαν τηρήσῃ.» ἐπὶ κέρδει λοιπὸν ὁ θάνατος, καὶ ἐπ' εὐεργεσίαν ἡ τιμωρία δίδοται κατὰ τὸν ἐν θεολογίᾳ μέγαν Γρηγόριον. ἐφ' ᾧ καὶ σκυθρωπάζειν ἐπὶ τούτοις οὐκ εὔλογον. εἰ γὰρ καὶ εἰς γῆν ὅθεν ἐλήφθημεν ἀποστρεφόμεθα κατὰ τὴν ἀρὰν ἐκείνην τὴν οὕτω λέγουσαν γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,» ἀλλ' ἐκεῖθεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ αὖθις ἀναλαμβανόμεθα, κἀντεῦθεν ἐπὶ τὸ βέλτιον μεταστοιχειούμεθα, καὶ τοιοῦτοι γινόμεθα πάλιν ὁποῖοι καὶ πρότερον ἦμεν, τουτέστιν ἄφθαρτοι καὶ ἀθάνατοι. Ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐ δίκαιον, εἴγε
57
καὶ μᾶλλον οἱ θεῖοι πατέρες οὐδὲν ἡμῖν ἕτερον ἐπαγγέλλεσθαι λέγουσι τὴν ἐκ νεκρῶν ἀνάστασιν ἢ τὴν πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασιν. καὶ πρόσχες, εἰ βούλει, πρὸ τῶν ἄλλων τῷ θειοτάτῳ Ἀναστασίῳ περὶ τούτων οὕτως λέγοντι καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ θεός· κατ' εἰκόνα θεοῦ 178 ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, ἄζυγος, ἄφθαρτος· πρὸς ἣν δὴ ποίησιν ἀφορᾷ καὶ ἡ τῶν σωμάτων ἀνάστασις.» καὶ τί χρὴ πολλὰ λέγειν; ἡ ἐν εὐαγγελίοις τοῦ πλανωμένου προβάτου παραβολὴ καὶ ἡ τῆς ἀπολλυμένης ὡσαύτως δραχμῆς αὐτὴν ὑπεμφαίνουσι πάντως τὴν τοῦ ἀνθρώπου καὶ πλάνην καὶ ἔκπτωσιν καὶ τὴν εἰς τὸ πάλιν ἐπιστροφὴν καὶ ἀνάκλησιν. ἐπὶ τούτῳ γὰρ καὶ κλίνας οὐρανοὺς ὁ θεὸς καταβέβηκε καὶ ἄνθρωπος γέγονεν, ἵνα τοὺς ἐκπεσόντας ἡμᾶς ἐπὶ τὴν ἀρχαίαν καὶ πρώτην ἐπαναγάγῃ τιμήν. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπιστρέψας ὁ ἄσωτος ἤκουσεν ἐνδύσατε αὐτὸν τὴν πρώτην στολήν.» Εἰ δὲ καὶ λέγουσί τινες πλασθῆναι μὲν ἀθάνατον ὑπὸ θεοῦ τὸν Ἀδάμ, δυνάμει δὲ θνητὸν εἶναι, τουτέστι δύνασθαι θνητότητι περιπεσεῖν αὐτόν, εἴγε μὴ φύλαξ ἐσεῖται τῆς δοθείσης αὐτῷ ἐντολῆς, δεχόμεθα μὲν τὸν λόγον αὐτῶν (εὐπαράδεκτος γὰρ εἶναι δοκεῖ, καὶ μάλιστα τοῖς μὴ θέλουσι ταῖς τῶν ἁγίων πατέρων ἐμβαθύνειν γραφαῖς), πάσχειν δὲ ὅλως αὐτόν, τουτέστιν οἵῳ δή τινι φυσικῷ πάθει πρὸ τῆς παραβάσεως ὑποκεῖσθαι, οὐδαμοῦ τοῦτο καταδεχόμεθα. πῶς γάρ, εἴ γέ τινα τῶν ἁγίων πατέρων τοιοῦτόν τι περὶ τοῦ πρώτου ἀνθρώπου διεξιόντα οὐχ εὕρομεν; μᾶλλον μὲν οὖν ἀπαθῆ λέγουσι τὸν τοιοῦτον εἶναι, καὶ σωματικῶν πασῶν 179 ὑπέρτερον ἀναγκῶν. αὐτίκα γὰρ ὁ θειότατος Ἰωάννης Δαμασκηνὸς ἄκραν ἔχειν ἀπάθειαν τὸν πρὸ τῆς παραβάσεως ἄνθρωπον ἔλεγε· πεῖνα γὰρ καὶ δίψα, κόπος καὶ ὕπνος καὶ ἱδρώς, ὡς ὁ θεῖος οὗτος ἀνὴρ ἐν ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ αὐτοῦ λέγων εὕρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν. ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ τὰ ἀδιάβλητα ταῦτα πάθη τῇ τῆς κακίας εἰσόδῳ συνεπακολουθῆσαι ἡμῖν ἔλεγεν ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ. οὐδὲ γὰρ συμπεφυκὼς οὗτος τῇ λογικῇ φύσει καθὰ τοῖς ἀλόγοις ἐγένετο, ἀλλ' ὕστερον ἐπετίθει, κολάζων ἐκεῖνον τὸν ἐν τιμῆ μὲν ὄντα μὴ συνιέντα δέ, κἀντεῦθεν εἰς ὑπόμνησιν ἄγων ὧν ἐξέπεσεν ἀγαθῶν. ἀλλὰ καὶ ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης τὸ τοῦ πρώτου παριστῶν ἀπαθὲς ἔλεγεν ἐννόησόν μοι μακαριότητος ὑπερβολήν, πῶς ἀνώτεροι πάντων τῶν σωματικῶν οἱ πρωτόπλαστοι ἦσαν, πῶς καθάπερ τὸν οὐρανὸν οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμειναν.» οὔτε γὰρ στέγης οὔτε ὀρόφου οὔτε ἱματίων οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος, ἐπικαλύμματος καὶ προβλήματος μὴ δέεσθαι λέγων τὸν ἀπ' ἀρχῆς ἄνθρωπον, τὰ αὐτὰ τῷ χρυσορρήμονι πάντως ἐνέφηνε. 180 σῶμα γὰρ μήτε κρυμοῖς ὑποπῖπτον μήτε θάλψεσιν. εἰ γὰρ ἐλύπει τοιοῦτόν τι πάθος αὐτό, καὶ σκεπάσματος ἂν ἐξ ἀνάγκης καὶ προβλήματος ἐπιδεὲς ἦν. οὐκ ἂν αὐτὸν πάσχειν ᾠήθη κατά τι ὁ θεῖος οὗτος ἀνήρ, εἴγε καὶ μᾶλλον τὴν παχυτέραν σάρκα καὶ θνητήν, ἀφ' ἧς ἄρα καὶ τὸ πάσχειν ἡμῖν, ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ τὸν Ἀδὰμ ἐνδύσασθαι ἔλεγεν. ἔδειξε γὰρ ἐντεῦθεν ὅτι πρὸ τῆς τοιαύτης περιβολῆς ἀπαθὴς ὁ ἄνθρωπος ἦν ἅτε δὴ σάρκα λεπτοτέραν ἐνδεδυμένος, ἀθάνατόν τε καὶ ἄφθαρτον. ἀλλ' ἐπὶ ταύταις ταῖς λέξεσι χαλεπαίνειν οὐ χρή. κατὰ γὰρ τὸν χρυσορρήμονα Ἰωάννην πάσης ἀπήλλακτο τὸ σῶμα ἐκεῖνο φθορᾶς. ἐφ' ᾧ καὶ ἄφθαρτον αὐτὸ δικαίως ὁ λόγος ἐκάλεσεν. εἰ δὲ ἄφθαρτον, εὔδηλον ὅτι καὶ ἀθάνατον ἦν. εἰ γὰρ ἐπάγεσθαι εἰώθασι καὶ νόσοι καὶ θάνατοι ἔκ τε πλεονεξίας καὶ ἐλλείψεως τῶν τεσσάρων χυμῶν, καθὰ δὴ τῷ χρυσορρήμονι δοκεῖ, τὸ δέ γε σῶμα τοῦ Ἀδὰμ ἐν ἀπαθείᾳ διῆγε καὶ ὡσαύτως εἶχεν ἀεί (οὐδὲ γὰρ ἀλλοίωσιν ἐδέχετό
58
τινα παραπλησίως ἡμῖν, ἅτε δὴ παθῶν παντοίων ὑπέρτερον ὄν), φαίνεται πάντως ὅτι καὶ ἀθανασίας ὑπῆρχε μέτοχον, ὡς ὁ λόγος ἤδη φθάσας ἐδήλωσεν. ὅτι δὲ φυσικῶν παθῶν ἀνώτερος ὁ ἄνθρωπος ἦν ἐν ἐκείνῳ τῷ καιρῷ, καὶ ὁ μέγας ἔδειξε Βασίλειος ἐν τοῖς 181 ἀσκητικοῖς αὐτοῦ κατὰ ῥῆμα διεξιὼν οὑτωσί ὥσπερ εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐκ ἂν ἐπινοίας καὶ μόχθου γεωργικοῦ προσεδεήθημεν, οὕτως εἰ ἦμεν ἐν ἀπαθείᾳ κατά γε τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα, οὐδενὸς ἂν τῶν ἐξ ἰατρικῆς πρὸς παραμυθίαν ἐχρῄζομεν.» εἴπερ οὖν ἐν τῇ δημιουργίᾳ χάρισμα εἶχε πρὸ τοῦ παραπτώματος ἀπαθείας ὁ ἄνθρωπος, πῶς εἴπωμεν οἵῳ δή τινι φυσικῷ πάθει περιπίπτειν αὐτὸν ἐν τῷ τῆς ἀπαθείας καιρῷ; ἀλλὰ καὶ ὁ μέγας Μάξιμος τὰ πάθη ταῦτα, λύπην ἡδονὴν ἐπιθυμίαν καὶ ὅσα ἄλλα τοιαῦτα, ἃ τῇ ἀνθρωπίνῃ φύσει πρόσεστι τήμερον, ἐκ τῆς τῶν ἀλόγων ἔλεγε μοίρας ἐπὶ τὸν ἄνθρωπον εἰσδραμεῖν· ἐπειδὴ γὰρ ὁμοιωθῆναι κατεδικάσθη τοῖς ἀνοήτοις κτήνεσι κατὰ γένεσιν, ἐκεῖθεν ἐξ ἀνάγκης καὶ τὰ πάθη ταῦτα πρὸς ἑαυτὸν ἐπεσπάσατο. οὐδὲ γὰρ προηγουμένως συνεκτίσθη ταῦτα τῷ ἀνθρώπῳ, καθὼς ὁ θεῖος οὗτος ἀνὴρ ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν, διὰ δὲ τὴν τῆς τελειότητος ἔκπτωσιν ὑπεισῆλθε τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς εἴπωμεν ἐν αὐτῇ τῇ τελειότητι πάσχειν ὅλως τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον; Δέδεικται οὖν ἐκ πολλῶν ὅτι πρὸ τῆς παραβάσεως οἵῳ δή τινι φυσικῷ οὐχ ὑπέκειτο πάθει ὁ ἄνθρωπος, ἅτε δὴ τῆς κατὰ χάριν ἀθανασίας οὐκ ἀμοιρῶν. εἰ δὲ τοῦτο, πῶς 182 ἔπασχεν; εἰ γὰρ ἔπασχεν, καὶ θνητῆς ἂν ἐξ ἀνάγκης φύσεως ἦν καὶ φθαρτῆς. ἀλλ' ἡμᾶς οὕτω φρονεῖν ἐπὶ τούτοις κωλύει μὲν καὶ ὁ τῶν διαληφθέντων ἁγίων χορός, κωλύει δὲ πλέον καὶ ἡ ἐν Καρθαγένῃ συστᾶσα σύνοδος ἐν ἑκατοστῷ ἐννάτῳ κανόνι αὐτῆς οὕτω λέγουσα εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα.» ταύτῃ τοι καὶ παράγειν ἐνταῦθα τὸν θεολόγον Γρηγόριον οὐκ εὐπρεπὲς ἡμῖν οὐδὲ ὅσιον ἥγηται. εἰ γὰρ καὶ λέγειν ἔοικε τὸν ἀπ' ἀρχῆς ἄνθρωπον ἐπίγειον εἶναι τὸ σῶμα καὶ οὐράνιον τὴν ψυχήν, πρόσκαιρον ὁμοίως καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, πνεῦμα καὶ σάρκα τὸν αὐτόν, τὸ μὲν ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δὲ ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος, ἀλλ' οὐχ οὕτω δοκεῖ περὶ τούτου καὶ ἡμῖν, ὅτι μηδὲ τὰ θεῖα ταῦτα ῥητὰ τοῦ πρώτου χάριν ἀνθρώπου λελέχθαι νομίζομεν. πῶς γάρ, εἴγε καὶ μᾶλλον αὐτοῦ τοῦ θεολόγου λέγοντος ἀλλαχοῦ κατὰ λέξιν οὕτως ἠκούσαμεν ἐπεὶ δὲ φθόνῳ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦτο τῷ 183 ἡμετέρῳ πάθει θεὸς γενόμενος ἄνθρωπος.» ἀλλὰ προσέχειν ἐνταῦθα παρακαλῶ. εἰ γὰρ ὑφεῖλε τὸν ἄνθρωπον, ὡς ὁ θεολόγος φησί, διὰ τῆς ἀπάτης ὁ θάνατος, φαίνεται πάντως ὅτι πρὸ τῆς ἀπάτης ἀθάνατον εἶχε κατὰ τὸ σῶμα τὸν ἄνθρωπον ὁ θεῖος οὗτος ἀνήρ. εἰ δὲ τοῦτο, πῶς ἔλεγεν ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται;» τὸ γὰρ ἀθάνατον οἵῳ δή τινι τρόπῳ πάσχειν οὐ πέφυκε. καὶ τί χρὴ πολλὰ λέγειν; εἴγε καὶ πάθεσιν ὑπέκυπτε πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος, καὶ ῥευστὸς ἐξ ἀνάγκης ἦν· εἰ δὲ ῥευστὸς ἐκεῖνος, εὔδηλον ὅτι καὶ θνητός. εἰ δὲ θνητὸς ἀπ' ἀρχῆς ἦν, οὐ διὰ παρακοῆς λοιπὸν ἥ τε φθορὰ καὶ ὁ θάνατος. ἀλλ' οὐκ ἄν, ὡς οἶμαι, τοῦτο εἴποι τις λογισμοῦ κύριος ὤν. πῶς γάρ, εἴγε καὶ ἀναθέματι τοὺς οὕτω φρονοῦντας ἡ διαληφθεῖσα καθυποβάλλει ἁγία σύνοδος. ἄλλως τε εἰ πρόσκαιρον εἶναι πρὸ τῆς παραβάσεως ᾤετο τὸν Ἀδάμ, πῶς αὐτὸν ἐπὶ κέρδει λαβεῖν ἔλεγε τὸν θάνατον ὕστερον; ἵνα γὰρ μὴ τὸ κακὸν ἀθάνατον ᾖ, διὰ τοῦτό φησι θανάτῳ τὸν Ἀδὰμ συγχωρηθῆναι πεσεῖν. ἀλλὰ κἀνταῦθα προσέχειν ἄξιον. φαίνεται γὰρ ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος
59
ἦν, ἐπεὶ πῶς ἀθάνατον ἔμελλε μεῖναι τὸ κακόν, εἰ μή γε καὶ μετὰ τὴν ἀπάτην ὁ ἄνθρωπος ἀθανασίᾳ συζῆν ἔμελλε, καθὰ δὴ καὶ τὸ πρότερον; συγκεχώρηται λοιπὸν ὁ ἀθάνατος, ὡς ἤδη 184 προείρηται, θανάτῳ περιπεσεῖν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· ὃ δὴ καὶ κέρδος ὁ θεολόγος ἐκάλεσεν. ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. εἰ γὰρ θνητὸς ὁ Ἀδὰμ καὶ πρὸ τῆς παραβάσεως ἦν, θνητὸς δὲ καὶ μετὰ τὴν παράβασιν, πότε λοιπὸν ἐδέξατο τοῦ θανάτου τὸ ἐπιτίμιον; πότε δὲ καὶ τοὺς δερματίνους ἠμφιάσατο χιτῶνας; εὔδηλον οὖν ὅτι περὶ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως τὸν λόγον ποιούμενος τῷ σώματι μὲν ἔλεγε πρόσκαιρον εἶναι τὸν ἄνθρωπον, ἀθάνατον δὲ τῇ ψυχῇ. κατὰ γὰρ τοῦτο καὶ πάσχειν αὐτὸν ἔλεγε χάριν ὑπομνήσεως καὶ παιδεύσεως, ἐπεὶ πῶς ἂν ὑπέπιπτε πάθεσι τὸ σῶμα ἐκεῖνο τὸ μὴ δεόμενον ἐπικαλύμματος κἀντεῦθεν ἀπαθὲς γνωριζόμενον; ἀντιλέγειν οὖν ἐπὶ πλέον οὐκ εὔλογον· εἰ γὰρ πρόσκαιρος ἦν ὁ Ἀδὰμ ἀπ' ἀρχῆς, εἰ πρὸ τῆς ἁμαρτίας ὑπῆρχε θνητός, οὐκ ἂν ὁ μέγας Παῦλος ἔλεγεν ὀψώνιον τῆς ἁμαρτίας ὁ θάνατος.» ἔδειξε γὰρ ἐντεῦθεν ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν. εἰ δὲ τοῦτο, καὶ πασῶν λοιπὸν σωματικῶν ἀναγκῶν ὁ τοιοῦτος ὑπέρτερος. Ὡς εἶναι δῆλον ἐντεῦθεν ὅτι καὶ βρώσεως αἰσθητῆς ἄγευστος ἦν ὁ ἄνθρωπος ἀπ' ἀρχῆς. εἰ γὰρ καὶ ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν ἐσθίειν ἐπέτρεψε τῷ Ἀδὰμ ὁ 185 θεός, ἀλλ' οὐμενοῦν ἐκεῖσε καὶ βρῶσις ἦν αἰσθητὴ καὶ ῥευστή. καὶ τοῦτο προϊὼν ὁ λόγος ἀριδηλότερον δείξει σοι. ἢ γάρ, ὡς ὁ μέγας φησὶ πρὸς Ἀντίοχον Ἀθανάσιος, ἄφθαρτά εἰσι τὰ ἐν τῷ παραδείσῳ φυτά, καὶ πῶς ὀδοῦσιν ἐτέμνοντο; πῶς ἐβιβρώσκοντο; τὸ γὰρ ἄφθαρτον οὔτε τέμνεσθαι πέφυκεν οὔτε βιβρώσκεσθαι. ἢ φθαρτὰ ἐν τῷ παραδείσῳ, καθά τινες ὑποπτεύουσι, καὶ πῶς αὐτὰ τροφὴν ὁ Ἀδὰμ ἐποιεῖτο; δότωσαν ἐπὶ τούτοις ἀπόκρισιν. ἢ γὰρ τὸ προσὸν αὐτῷ τηνικαῦτα σῶμα διαπνεόμενον ἦν ἅτε φθορᾷ καὶ ῥεύσει ὑποκείμενον, καὶ πεινῶν ἐξ ἀνάγκης ἦν· ἢ ἀδιάπνευστον ἔμενεν ὡς ἄρευστον ὑπάρχον καὶ ἄφθαρτον, καὶ τί τὸ καταναγκάζον αὐτὸ αἰσθητῆς ἅπτεσθαι βρώσεως; ἀλλ' οὐκ ἔχοιεν ἄν τι καὶ λέγειν, εἴγε καὶ μᾶλλον ἀνώτερος ἦν ὁ κατ' εἰκόνα θεοῦ τῶν σωματικῶν ἀναγκῶν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φησί· πεῖνα γὰρ καὶ δίψα καὶ κόπος καὶ ὕπνος καὶ ὀδύνη καὶ φθορά, καθὰ δὴ καὶ προείρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν. ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ τοῖς ἔνθεν κἀκεῖθεν εὑρισκομένοις καὶ ἄλλα τε διηγουμένοις ἀπερισκέπτως ὑπάνοιγε τὰς ἀκοάς, ἀποστρέφου δὲ μᾶλλον αὐτὰ καὶ οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε, καθὰ δὴ πρὸ ὀλίγου καὶ ἡμεῖς ἐποιήσαμεν. πολλὰ γὰρ τοιαῦτα καὶ εὕρομεν καὶ ἀνέγνωμεν, καὶ μετὰ τῶν μύθων ἐτάξαμεν, ὅτι τοῦ ὀρθοδό ξου τῶν πατέρων φρονήματος πόρρω που πίπτοντα ταῦτα διέγνωμεν. μὴ τοίνυν ἐν παραδείσῳ βρῶσιν εἶναι ῥευστὴν ὑπολάμβανε, μηδὲ ξηραῖς οὕτω ταῖς γραφικαῖς πρόσεχε λέξεσιν, εἴγε καὶ μᾶλλον ἕτερα δι' ἑτέρων ἡ ἁγία πολλάκις διδάσκει γραφή. ὁποῖον δὴ καὶ τό ἔπλασε τὸν ἄνθρωπον ὁ θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς,» καὶ τό ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» καὶ τό περιεπάτει ὁ θεὸς ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν.» ταῦτα μὲν γὰρ ἀνοίκεια τῷ ἀσωμάτῳ πάντως θεῷ· λέγει δὲ ὅμως ἡ ἁγία ταῦτα γραφὴ ταῖς ἡμῶν ἀσθενείαις συγκαταβαίνουσα. καὶ γὰρ εἰ μὴ τοῦτο δώσομεν, πολλὰ ἡμῖν ἐπακολουθήσει τὰ ἄτοπα. στόμα γὰρ αὐτῷ περιθήσομεν χεῖράς τε καὶ πόδας, καὶ ὅσα τοιαῦτα· καὶ γὰρ εἰ μὴ χεῖρας εἶχε, πῶς ἔπλασε τὸν ἄνθρωπον; εἰ μὴ στόμα εἶχε, πῶς ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ; εἰ μὴ πόδας εἶχε, πῶς ἡ γραφὴ λέγει περιπατεῖν αὐτὸν ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν; ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἔφθασε γὰρ ὁ τῶν ἁγίων πατέρων χορὸς ἐπελθεῖν τὰ τοιαῦτα θεῖα ῥητά, καὶ διδάξαι ἡμᾶς ὅπως ἐκλαμβάνειν αὐτὰ χρή, καὶ μὴ τῷ οἰκείῳ θελήματι παρασυρομένους ἅλλεσθαί τε κατὰ κρημνῶν καὶ τῆς εὐθείας πόρρω που φέρεσθαι. Οὕτω
60
μὲν οὖν καὶ περὶ τοῦ φυτοῦ ἐκείνου, τοῦ ξύλου δηλονότι τῆς γνώσεως διανοεῖσθαί σε ἄξιον, εἴγε καὶ δια φωνίαν ἐπὶ τούτοις τινὰ παρεμπίπτουσαν ἔχομεν. αὐτίκα γὰρ ὁ θειότατος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτως εὕρηται περὶ τούτου διεξιών. καταρᾶται μὲν τὴν συκῆν ὁ Χριστός, ἵνα δείξῃ τοῖς Ἰουδαίοις ὅτι καὶ κολάζειν δύναται. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος, παρὰ γερόντων σοφῶν εἰς ἡμᾶς διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο ἦν, οὗ καὶ τοῖς φύλλοις οἱ παραβάντες εἰς σκέπην ἐχρήσαντο. καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως μηκέτι ἐνεγκεῖν αἴτιον ἁμαρτίας.» ὁ δὲ τὰ θεῖα σοφὸς Ἰωάννης ὁ Δαμασκηνὸς βρῶσιν ἐπὶ παραδείσου τὴν θείαν εἶπεν ἐπίγνωσιν. δίδωσι γὰρ ὁ θεὸς τῷ Ἀδὰμ ἐξουσίαν πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν, π' ὴν οὐ βρώσεως ἕνεκεν, ἀλλ' ἵνα πρὸς αὐτὸν ἐντεῦθεν τὸν δημιουργὸν ἐπανάγηται· ἀπὸ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων, ὥς πού φησι Σολομών, ὁ δημιουργὸς αὐτῶν ἐπιγινώσκεσθαι εἴωθεν. καὶ ὅρα πῶς ἐκλαμβάνει περὶ παραδείσου ὁ θεῖος οὗτος Ἰωάννης, καὶ τί φησιν ἐπ' αὐτοῖς. ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃς. διὰ πάντων, λέγω, τῶν κτισμάτων ἐπ' ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι, καὶ ἕνα καρπὸν ἐκ πάντων κάρπωσαι, ἐμὲ τὴν ὄντως ζωήν. πάντα σοι ζωὴν καρποφορείτω, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν.» καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ θειότατος Γρηγόριος ὁ Νύσσης οὕτω κατὰ ῥῆμα διέξεισιν, ὅτι τὸ ἀπηγορευμένον ἐκεῖνο τῇ βρώσει 188 ξύλον οὔτε συκῆν, ὥς τινές φασιν, οὔτε τι τῶν ἀκροδρύων ετερον εἶναι πεπείσμεθα. εἰ γὰρ καὶ περὶ βρώσεως αἰσθητῆς ἐνταῦθα δοκεῖ λέγειν ὁ θεόπτης Μωσῆς, ἀλλ' ἐγώ, φησί, τῆς ἁγίας ἀκούων γραφῆς οὐ μόνον σωματικὴν ἐπίσταμαι βρῶσιν, ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφήν, ἧς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. φάγετε καὶ γὰρ τὸν ἐμὸν ἄρτον, ἡ σοφία τοῖς πεινῶσι παρακελεύεται, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. ἀλλὰ καὶ ὁ κύριος τὴν Σαμαρειτῶν ὑπεμφαίνων σωτηρίαν ἔλεγε βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε,» καὶ ἀλλαχοῦ ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω.» οὐκοῦν τῆς φυτείας τῆς ἐν Ἐδὲμ (τρυφὴ δὲ ἡ Ἐδὲμ ἑρμηνεύεται) ἄξιόν τινα καρπὸν ἐννοῆσαι προσήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον, καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἐπίρρυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐννοεῖν. οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος νοερὰν εἶναι βούλεται τὴν βρῶσιν ἐκείνην, οὐ μὴν αἰσθητήν τε καὶ σαρκικήν. εἰ γὰρ τοιαύτην ἐσήμανε βρῶσιν τὰ θεῖα ῥητά, καὶ σαρκικῶς ἀπέθνησκον οἱ ταύτης ἀπογευόμενοι· νοερῶς δ' οὖν ἡμαρτηκότες τὸν τῆς ψυχῆς αὐτίκα δέχονται θάνατον. οὕτω μὲν οὖν καὶ ὁ θεολόγος Γρηγόριος τὸ φυτὸν ἐκεῖνο, τὸ ξύλον δηλονότι τῆς γνώσεως, θεωρίαν 189 εἶναι ἔφησεν, τουτέστι γνῶσιν τελεωτέραν τινά, ἧς ἐπιβαίνειν οὐκ ἀσφαλὲς τοῖς γε λιχνοτέροις τὴν ἔφεσιν. πρόσεχε οὖν. δέδεικται γὰρ ἐκ πολλῶν ὅτι βρώσεως αἰσθητῆς ἐν τῷ παραδείσῳ οὐκ ἦν ἐνδεὴς ὁ Ἀδάμ· ἀθάνατος γὰρ ὑπὸ θεοῦ παραχθεὶς οὐκ ἦν οὐδενὸς ἐνδεής. καὶ τί χρὴ πολλὰ λέγειν; εἰ καθ' ὁμοιότητα τῶν ἀγγέλων ἐν τῇ ἀναστάσει ζήσεται ὁ ἄνθρωπος (καὶ ἔσονται» γάρ φησι πάντες ὡς ἄγγελοι θεοῦ»), ἡ δὲ τῆς ἀναστάσεως χάρις οὐδὲν ἄλλο ἐστὶν κατά γε τοὺς θείους πατέρας ἢ πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασις, εὔδηλον πάντως ὅτι πρὸ τῆς παραβάσεως ἰσάγγελον εἶχε τὴν ζωὴν ὁ Ἀδάμ, μήτε βρώσει μήτε πόσει, καθάπερ εἴρηται, χρώμενος, ὅτι μηδὲ παρὰ τοῖς ἀγγέλοις αὐτοῖς τοιοῦτόν τι τεθεώρηται. μὴ τοίνυν ἐν παραδείσῳ τὸν ἄνθρωπον αἰσθητῆς ἐμφορεῖσθαι νόμιζε βρώσεως, ὅτι μηδὲ χρείαν εἶχε ταύτης ἐκεῖσε διά γε τὴν αὐτῷ τηνικαῦτα προσοῦσαν ἀπάθειαν. ἀλλ' ἐπὶ τούτοις ἀμφιβάλλειν οὐκ ἔπρεπεν. ἐπειδὴ γὰρ τὰ φυσικὰ ταῦτα πάθη, πεῖνα λέγω καὶ δίψα κόπος ὕπνος ὀδύνη λύπη καὶ τὰ λοιπά, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον
61
βίον εἰσήλθοσαν, ὡς ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, φαίνεται πάντως ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος οὐκ εἶχε τὸ καταναγκάζον αὐτὸν αἰσθητῆς ἅπτεσθαι βρώσεως. καὶ τί χρὴ πολλὰ λέγειν; εἴ γε τροφῆς ἦν ἐνδεὴς ὁ ἄνθρω πος ἀπ' ἀρχῆς, ως τινες ὑπειλήφασι, καὶ πεινῶν ἂν ἐξ ἀνάγκης ἦν καὶ ῥιγῶν καὶ κοιμώμενος. εἰ δὲ τοιοῦτος ἐκεῖνος ἦν, εὔδηλον πάντως ὅτι θνητὸς ἦν ἀπ' ἀρχῆς καὶ φθαρτός· ἀδύνατον γὰρ ἄφθαρτον διαμένειν, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γενόμενον. ἀλλ' ἄφες αὐτούς· ἡ γὰρ ἀναγεγραμμένη ἁγία σύνοδος οὕτω περὶ τοῦ πρώτου ἀνθρώπου φρονεῖν οὐδαμοῦ συγχωρεῖ. διέξεισι γὰρ οὕτω κατὰ λέξιν εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα.» καὶ περὶ μὲν τούτων οὕτως. Φυτεύεται δὲ ὅμως ἐν παραδείσῳ καὶ τοιοῦτον φυτόν, ἀφ' οὗ κεκώλυται μὴ φαγεῖν ὁ Ἀδάμ. τίνος ἕνεκεν; ὡς ἐντεῦθεν ἐπιγινώσκειν τὸν τοσούτων ἀγαθῶν παροχέα, καὶ ὡς ὑπὸ δεσπότην αὐτός ἐστι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, καὶ μὴ τοιοῦτον παθεῖν ἐξ ἀπονοίας ὁποῖον ἔπαθεν ὁ πεσὼν Ἑωσφόρος, τὴν δοθεῖσαν αὐτῷ λαμπρότητα μὴ δυνηθεὶς ἐνεγκεῖν. ἀλλὰ γὰρ τίνα τὰ μετὰ ταῦτα; παραβαίνει τὴν ἐντολήν, ἅπτεται τοῦ φυτοῦ, γυμνοῦται τηνικαῦτα, φθορᾷ περιπίπτει, τοῦ παραδείσου ἐκβάλλεται, γινώσκει τὴν Εὔαν, γεννᾷ τρεῖς υἱούς, τὸν Καῒν τὸν Ἀβὲλ καὶ τὸν Σήθ. Πρόσεχε δέ, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς οὕτω 191 λέγουσιν εἴπερ ᾔδει ὁ θεὸς τὸν Ἀδὰμ τὴν ἐντολήν τε παραβαίνοντα καὶ τοῦ παραδείσου τηνικαῦτα ἐκπίπτοντα, τί δήποτε παρήγαγεν αὐτόν; ἢ γὰρ ἔδει μὴ παραγαγεῖν αὐτόν, ἢ παραχθέντα κωλῦσαι τῆς ἀπηγορευμένης ἐκείνης βρώσεως.» ἄφες αὐτούς, εἴγε τὰ τοιαῦτα φρονοῦσι, πείθου δὲ μᾶλλον τῷ θειοτάτῳ Γρηγορίῳ τῷ Νύσσης οὕτω λέγοντι ὅτι μὲν ἐκτραπήσεται τοῦ ἀγαθοῦ τὸ ἀνθρώπινον, οὐκ ἠγνόησεν ὁ τὰ πάντα εἰδὼς θεός. οὐκ ἐκώλυσε δέ· ὥσπερ γὰρ τὴν παρατροπὴν ἐθεάσατο, οὕτω τὴν ἀνάκλησιν αὐτοῦ πάλιν τὴν πρὸς τὸ ἀγαθὸν κατενόησε. τί οὖν; ἄμεινον ἦν καθόλου μὴ ἀγαγεῖν τὴν φύσιν ἡμῶν εἰς γένεσιν, ἐπειδὴ τοῦ καλοῦ διαμαρτόντα προέγνω τὸν ἄνθρωπον, ἢ παραχθέντα καὶ νενοσηκότα πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν διὰ μετανοίας ἐπανακαλέσασθαι; πάντως τὸ δεύτερον. ἄλλως τε διὰ τὴν αὐτοῦ ἀγαθότητα παραγαγεῖν ὁ θεὸς ἠθέλησε τὸ ἀνθρώπινον, ὁμολογουμένως δὲ προεῖδε καὶ τὴν γενησομένην αὐτοῦ παρεκτροπήν. εἴπερ οὖν οὐ παρήγαγε διὰ τοῦτο τὸν ἄνθρωπον, ἐνίκα δὲ λοιπὸν ἡ κακία ἡμῶν, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, τὴν ἀγαθότητα τοῦ θεοῦ. πάντα μὲν οὖν καλὰ ποιεῖ ὁ θεός, ὅσα δὴ καὶ ποιεῖ, ἕκαστος δὲ ἡμῶν ἐξ οἰκείας προαιρέσεως ἐκκλίνει πρός γε τὸ καλὸν ἢ τὸ κακόν. εἰ γὰρ καὶ συνέφερε τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη» φησὶν ὁ κύριος, ἀλλ' οὐ τὴν οἰκείαν 192 δημιουργίαν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησε, ὥσπερ οὖν καὶ ἐφ' ἡμῶν αὐτῶν ἔστιν ἰδεῖν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. εὐεργετῆσαι θέλων ὁ βασιλεὺς τῶν ὑπὸ χεῖρά τινα μεγίστην αὐτῷ ἐγχειρίζει ἀρχήν. καὶ ὃς αὐτίκα πρὸς τὸ ὕψος ἀπιδὼν τῆς ἀρχῆς, καὶ μὴ δυνάμενος ἐνεγκεῖν, ἐπαίρεται καθ' ἑαυτόν, ἡσυχῇ καθῆσθαι οὐκ ἀνέχεται, φαντάζεται τὰ ὑπὲρ αὐτόν, τυραννίδι κέχρηται καὶ εἰς ἀποστασίαν χωρεῖ. τί τὸ ἐπὶ τούτοις; ἄχθεται ὁ βασιλεὺς οὐ μικρῶς ἐπὶ τῷ πράγματι, δυσχεραίνει. τί τοῦτο; λέγει· πῶς ὁ ἀχάριστος τὴν ἐπελθοῦσαν αὐτῷ δόξαν εἰς ἀδοξίαν μετέστρεψε; καὶ θέλει μὲν μὴ καθελεῖν τὸν ἀγνώμονα, καταφρονῆσαι δὲ ὅμως τῆς τυραννίδος οὐ δύναται. χειροῦται τὸν ἀποστάτην λοιπόν, τῆς ἀξίας ἀπογυμνοῖ καὶ δριμείαις ὑποβάλλει ποιναῖς, ἐνίοτε δὲ καὶ τῆς παρούσης ὑπεξάγει ζωῆς. συνέφερε λοιπὸν αὐτῷ μὴ δέξασθαι παρὰ βασιλέως ἀρχήν, εἴπερ ἀπονοίας αὐτοῦ τοιαῦτα παθεῖν
62
ἐκινδύνευσε. πρόσεχε οὖν, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς ἐπιχειροῦσι τὰς θείας οἰκονομίας πολυπραγμονεῖν. 193 οὐ γὰρ ἡ εὐεργεσία τοῦ θεοῦ πρόξενος ἡμῖν γίνεται τῶν δεινῶν, ἀλλ' ἡ ῥαθυμία πάντως ἡμῶν καὶ ἡ κατὰ γνώμην ἐπὶ τὸ χεῖρον ὁρμή. Ἀλλ' οὐδὲ κωλῦσαι τὸν ἄνθρωπον ἔπρεπεν, ἡνίκα τὸ φυτὸν ἐπεχείρει φαγεῖν. πῶς γάρ, εἴπερ αὐτεξούσιος ἦν; εἰ γὰρ ἀναστέλλειν ἔμελλε τὸν ἄνθρωπον ὁ θεός, ἡνίκα τοῦτον ἑώρα τῆς εὐθείας ὁδοῦ πόρρω φερόμενον, ποῦ λοιπὸν ἐθεωρεῖτο τὸ προσὸν αὐτῷ λογικόν; ποῦ δὲ τὸ αὐτεξούσιον, εἴ γε τῆς ἀλόγου φύσεώς ἐστι τὸ ἀβουλήτως ὧδε κἀκεῖσε περιάγεσθαί τε καὶ μεταφέρεσθαι; εἴπερ ἐκωλύετο μὴ ἁμαρτάνειν ὁ ἄνθρωπος, ποῦ λοιπὸν ἡ ἀρετή; ποῦ δὲ καὶ οἱ διὰ ταύτην διδόμενοι στέφανοι; κατὰ τί δὲ καὶ ἡ βασιλεία τῶν οὐρανῶν ἔπαθλον αὐτῷ πρόκειται, εἴγε μὴ σπουδῇ καὶ βίᾳ καὶ ἀγαθῇ προαιρέσει τοῦ ἀγαθοῦ γένοιτο μέτοχος; οὐκ ἔδει κωλύειν αὐτόν, ἵνα μὴ τοῖς ἀλόγοις ὁ λογικὸς ἐναρίθμιος γένηται, ἅτε δὴ μὴ κεκτημένος τὴν χάριν τῆς αὐτεξουσιότητος. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος οὕτω φησίν. ὁ λέγων, ἵνα τί μὴ κατεσκεύασεν ἀναμαρτήτους ἡμᾶς ὁ θεός, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου.» Παραχωρεῖται λοιπὸν ὁ Ἀδάμ, ἅπτεται τοῦ φυτοῦ, γυ μνοῦται, παραχρῆμα παραδείσου ἐξόριστος γίνεται. τί τὸ ἐπὶ τούτοις; οἱ τῆς ψυχῆς αὐτοῦ διανοίγονται ὀφθαλμοί, κἀντεῦθεν ὁρᾷ καθαρῶς οἷον ἀγαθόν ἐστιν ἡ τῆς ἐντολῆς φυλακὴ καὶ ὅσον αὖθις κακὸν ἡ ταύτης παράβασις. οὐδὲ γὰρ τὸ φυτὸν ἐκεῖνο, καθά φησιν Ἰώσηπος καὶ Νεμέσιος ὁ Ἐμέσης ἐπίσκοπος, τοιαύτην εἶχε φύσιν ὥστε τοῖς ἁπτομένοις αὐτοῦ φρόνησιν ἐνιέναι τοῦ τὸ καλὸν εἰδέναι καὶ πονηρόν. εἰ γὰρ ξύλον αὐτὸ γνώσεως ἡ ἁγία κατονομάζει γραφή, ἀλλ' οὐ διὰ τοῦτο καὶ τοιαύτην αὐτὸ κεκτῆσθαι δύναμιν εἴπωμεν. ἀλλ' ἐπειδὴ περὶ αὐτὸ γέγονε τῆς ἐντολῆς ἡ παράβασις, καὶ ἐξ ἐκείνου λοιπὸν ἐπεισῆλθε τῆς ἁμαρτίας ἡ γνῶσις καὶ αἰσχύνη, διὰ τοῦτο τὴν ἐπωνυμίαν ταύτην ἐδέξατο. ἔθος γὰρ τῇ ἁγίᾳ γραφῇ ἐκ τῶν συμβαινόντων πραγμάτων ἐπιτιθέναι καὶ τὰ ὀνόματα. καὶ ἄκουε τί φησιν ἐπὶ τούτοις ὁ χρυσορρήμων Ἰωάννης. ἐν ἐρήμῳ μία πηγὴ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὐχ ὅτι τοιαύτην εἶχε φύσιν ὥστε τοὺς ἐξ αὐτῆς ἀρυομένους εἰς ἀντιλογίας εὐθὺς μετατρέπεσθαι· εἰ γὰρ τοῦτο ἦν, καὶ αὐτὸς Μωσῆς ἐξ ἐκείνης πιὼν ἀντεῖπεν ἂν τῷ θεῷ. καθάπερ οὖν ἡ πηγὴ ἐκείνη οὐ παρὰ τὴν οἰκείαν φύσιν, παρὰ δὲ τὴν ἐπ' αὐτῇ γενομένην ἀπείθειαν τοῦ λαοῦ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὕτω καὶ τὸ φυτὸν ἐκεῖνο τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ οὐ γνῶσιν εἶχεν, ἀλλ' ὅτι πᾶς ἁμαρτάνων εἰς γνῶσιν ἔρχεται τοῦ εἰδέναι ὅτι καλὸν μὲν τὸ ὑπα κούειν κακόν δὲ τὸ παραβαίνειν ἐστίν. ὅθεν καὶ τοιαύτην ἐπωνυμίαν, ὡς ἔφημεν, ἐκ τῶν ἐν αὐτῷ συμβεβηκότων ἔσχηκεν ὕστερον.» Τοῦ Ἀδὰμ δὲ φθορᾷ καὶ θνητότητι περιπεσόντος μετὰ τὴν παράβασιν, εἶπεν ὁ θεός ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν.» πρόσεχε δέ, ἀγαπητέ. ἄλλοι μὲν εἰρωνικῶς ἔφασαν τουτονὶ τὸν λόγον εἰπεῖν τὸν θεόν· θεώσεως γὰρ ἔρωτα σχὼν ὁ Ἀδάμ, καὶ ὧν ἀγαθῶν μέτοχος ἦν ἀθλίως ἐξέπεσε καὶ θνητὸς ὁ ἀθάνατος γέγονεν. ἕτεροι δὲ προληπτικῶς τὸ τοιοῦτον ῥητὸν κατὰ τὸ ἰδίωμα τῆς γραφῆς ἐξέλαβον, λέγοντες ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν,» τουτέστιν ὀψέ ποτε γενήσεται εἷς ἐξ ἡμῶν ἄνθρωπος ὅμοιος τῷ Ἀδάμ. τοῦτο προληπτικῶς, ὡς ἔφημεν, εἴρηται κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ἥτις εἴωθε τὰ μέλλοντα γενέσθαι ὡς ἤδη παρόντα ἢ καὶ γεγονότα διαγορεύειν, καθὰ καὶ ἐπὶ τῆς προμήτορος εἰρημένον εὑρίσκομεν. μήπω καὶ γὰρ αὐτῆς παραχθείσης λέγει ὅτι ἐποίησε τὸν ἄνθρωπον· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, εἰ καὶ καθ' ἕτερον νοῦν ὁ θειότατος Ἀναστάσιος τὸ τοιοῦτον ἐνόησε θεῖον ῥητόν. ἐν γὰρ τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτων λέγων εὕρηται. διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευη, ἥ τε πρὸς τὸ θεῖον
63
ὡμοιωμένη καὶ ἡ πρὸς τὴν διαφορὰν ταύτην τῶν σχημάτων 196 διῃρημένη τελευταῖον κατασκευασθεῖσα.» καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὴν ἁγίαν ἐπιφέρει γραφὴν ὁ θεῖος οὗτος ἀνήρ, ὥστε τὸ δόγμα τοῦτο γενέσθαι σαφέστερον. λέγει γάρ καὶ ἐποίησε τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, μονότροπος, ἄζυγος, μὴ ἔχουσά τινα διαφοράν. καὶ κατ' εἰκόνα γὰρ θεοῦ ἐποίησεν αὐτόν. δευτέρα δὲ ποίησις, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» ὅτι δὲ ταῦτα οὕτως ἔχει, δῆλον ἐκ τῶν ῥημάτων αὐτῶν. ἐκεῖ μὲν εἶπεν αὐτόν, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἐνταῦθα δὲ εἶπεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. πρόσεχε δέ. ἐπειδὴ ἡ ἁγία γραφὴ προλαβοῦσα εἶπε κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν,» εἶτα, μετὰ τὴν αὐτοῦ δηλαδὴ ποίησιν, ἐπήγαγεν ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς,» ἔδειξε προφανῶς ὅτι ἄλλη ποίησις ἐκείνη καὶ ἑτέρα ποίησις αὕτη, ἡ μὲν τὸ τοῦ δημιουργοῦ παριστῶσα φιλότιμον (κατ' εἰκόνα γὰρ θεοῦ ἐποίησεν αὐτόν), ἡ δὲ τὴν τῶν σχημάτων ὑπεμφαίνουσα διαφοράν (ἄρσεν γὰρ καὶ θῆλυ ἐποίησεν αὐτούς). δοκεῖ μὲν οὖν ὁ λόγος οὑτοσὶ φορτικός, ἀλλὰ τοῖς ἑπομένοις τῷ ἰδίῳ λογισμῷ. τοῖς γὰρ ἐκζητοῦσι τὰς ἱερὰς τῶν πατέρων γραφὰς καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι καὶ̀ σαφὴς ὁ τοιοῦτός ἐστι. καὶ ἄκουε τί φησιν ὁ τὰ θεῖα σοφὸς Ἀναστάσιος. τοῖς γὰρ προειρημένοις καὶ τάδε προσέθετο, σα φηνίσαι θέλων ἐκ πολλῶν τὸ λεγόμενον. δευτέρα κτίσις ἐστὶ τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος προσκατασκευασθεῖσα τῷ πλάσματι, τῷ κατὰ τὴν πρώτην δηλονότι γεγενημένῳ κατ' εἰκόνα θεοῦ, ἐν ᾧ διαφορὰ σχημάτων οὐκ ἦν, ὅτι μηδὲ ἐν τῇ θείᾳ καὶ μακαρίᾳ εἰκόνι τοιοῦτόν τι ἐπινενόηται.» εἰ δὲ ταῦτα οὕτως ἔχει, λέγειν οὖν εὔλογον ὅτι ἐκ προγνώσεως ὁ θεὸς τοιαύτην ἀπ' ἀρχῆς κατασκευὴν δέδωκε τῷ Ἀδάμ, εἴ γε τῆς δευτέρας ἐστὶ κτίσεως ἡ τοιαύτη τῶν σχημάτων διαφορά, ἣν δὴ καὶ ἀναγκαίως ἐπήγαγε μετὰ τὴν πρώτην, ὡς εἴρηται, ποίησιν· οὐδὲ γὰρ ἠγνόει τὸ συμβησόμενον. καὶ πρόσχες, εἰ βούλει, τῷ Δαμασκηνῷ Ἰωάννῃ περὶ τοῦ πρώτου ἀνθρώπου λέγοντι εἰδὼς δὲ ὁ προγνώστης θεὸς ὅτι ἐν παραβάσει γενήσεται καὶ ὅτι φθορᾷ ὑποπεσεῖται, διὰ τοῦτο παράγει τὸ θῆλυ ἐξ αὐτοῦ.» ὥστε εἰ μὴ τῆς ἀγγελικῆς ἐξέπιπτε βιοτῆς, οὐκ ἂν ἡ τῶν σχημάτων αὕτη προσκατεσκεύαστο διαφορά, ὅτι μηδὲ χρείαν εἶχε ταύτης ὁ κατ' εἰκόνα γεγενημένος θεοῦ πρός γε τὴν ἐκ διαδοχῆς τοῦ γένους σύστασιν, ἅτε κατὰ τοὺς ἀγγέλους, ὡς ἄνω διείληπται, μέλλων πληθύνεσθαι. ἀλλ ἐπαναληπτέον κἂν αὖθις τὸν λόγον. Θεία μετὰ τὴν παράβασιν πρὸς τὸν ὄφιν ἀπόφασις ἐπι τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ.» ἐπειδὴ καρδίαν ἠπάτησας καὶ κοιλίαν ἔπεισας ἅψασθαι βρωμάτων, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. οὐδὲ γὰρ ὡς πόδας κεκτημένου τὸ πρό τερον, καθὰ Ἰώσηπός τέ φησι καὶ ἡ λεγομένη Λεπτὴ Γένεσις, νῦν ἀποφαίνεται τὸν ἐπὶ τῇ κοιλίᾳ περίπατον. ἀλλ' ἐπειδὴ κατὰ τὸν χρυσορρήμονα Ἰωάννην ἀπὸ τοῦ ὀρθίου σχήματος τοιαύτην ἄδειαν ἔσχεν ὥστε πρὸς τὸ οὖς τῇ Εὔᾳ πλησιάσαι καὶ περὶ τοιούτων διαλεχθῆναι, τῇ γῇ καὶ πάνυ δικαίως ἐπισύρεσθαι κατεδικάσθη. εἰ γὰρ καὶ ἄπους ἐξ ἀρχῆς διεπέπλαστο, ἀλλὰ κύκλοις τινῶν κάτωθεν ἑλιγμῶν ἐνορθούμενος τεταμένοις τοῖς στήθεσιν ἵππευσε. διὸ καὶ νῦν ὁ ὄφις πολλάκις θυμούμενος ἀνίστησιν ἑαυτὸν καὶ κυκλικῶς ἑλισσόμενος τρέχει. προβὰς δὲ ὅσον δεῖξαι τοῦ παλαιοῦ βαδίσματος τὴν μνήμην, πάλιν τῷ τῆς ἀποφάσεως καταβάλλεται νόμῳ. ὅρα δὲ νουνεχῶς ὅτι τοσοῦτόν ἐστι βαρὺ τό τινα καθ' ἑαυτὸν ἁμαρτάνειν, ὅσον ἄρα τὸ καὶ ἑτέρους ἐνάγειν εἰς ἁμαρτίαν. κατὰ τοῦτο καὶ βαρυτέραν ὑπέστη τῆς Εὔας τὴν κόλασιν. ἡ Εὔα πάλιν τοῦ Ἀδάμ, ὅτι τὸν Ἀδὰμ ἠπάτησεν ἡ Εὔα καὶ τὴν Εὔαν ὁ ὄφις. Ἀλλ' ἐκ τούτου νοερᾶς μετέχειν ψυχῆς καὶ τὰ ἄλογα οἱ Μανιχαῖοι ἐνόμισαν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φασιν, οὐκ ἂν ἐτιμώρησε τὸν ὄφιν ὁ θεός, οὐκ ἂν ἀρᾷ καθυπέβαλεν. ἀλλ' οὐκ ἔστι
64
τοῦτο, οὐκ ἔστι. καὶ δῆλον ἐξ ων ὁ προφήτης λέγει Δαβίδ μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, 199 οἷς οὐκ ἔστι σύνεσις.» ἄλλως τε εἰ διὰ τὸ τιμωρηθῆναι τὸν ὄφιν δοκοῦσι καὶ τὰ ἄλογα νοερᾶς μετέχειν ψυχῆς, τὸ κωλῦον πάντως οὐδὲν μὴ καὶ ἐπ' αὐτῶν τῶν φυτῶν τὸ τοιοῦτον δόγμα κρατεῖν, εἴ γε τὴν συκῆν ἀρᾷ καθυπέβαλεν ὁ Χριστός, ἡνίκα πεινάσας οὐχ εὗρεν καρπὸν ἐν αὐτῇ. ὑποβάλλει τοίνυν ὁ θεὸς τὸν ὄφιν κατάρᾳ, ἵνα κἂν τὸν διάβολον οὐ βλέπῃ τις τί ἔπαθε, τὸν ὄφιν ἀεὶ βλέπων συρόμενον τόν ποτε διανεστηκότα, ὡς ὁ χρυσορρήμων φησίν, ὑπόμνησιν λάβῃ ὅτι εἰ ὁ ὑπουργὸς τῆς κακίας ἐπὶ τοσοῦτον κολάζεται, περὶ τοῦ πρωταιτίου τί χρὴ καὶ λέγειν. τιμωρεῖται τὸν ὄφιν ὁ θεὸς τοιοῦτόν τι ποιῶν ὁποῖον δὴ καὶ φιλόστοργος πατήρ. οὐ μόνον γὰρ τὸν φονέα τοῦ υἱοῦ αὐτοῦ τιμωρεῖται, ἀλλὰ καὶ τὸ τοῦ φόνου ὄργανον συνθλάττει τε καὶ εἰς πολλὰ κατατέμνει. αὐτός σου τηρήσει τὴν κεφαλήν.» οὐκέτι, φησί, πρὸς ἐπιβουλάς, ω ὄφι, ἀνθρώπων παρρησιάσῃ καθὰ δὴ καὶ τὸ πρότερον, ἀλλὰ σὺ μὲν τοσοῦτον ἕξεις τῶν ἀνθρώπων τὸν φόβον ὥστε περιπατούντων καὶ ἐκείνων ἀκούων φωλεοῖς ἐγκατακρύπτειν ἑαυτόν. Ὁ μὲν οὖν μέγας Μακάριος ἐν ἐπιστολαῖς αὑτοῦ περὶ τοῦ διαβόλου φησὶν ὅτι ἅμα τῷ ἐκπεσεῖν τῇ γεέννῃ παραδοθῆναι ἔμελλεν, ἀλλ' εἰάθη πολεμεῖν, ἵνα φανῶσιν οἱ τοῦ 0 Χριστοῦ στρατιῶται· ἀντιδίκου γὰρ μὴ προκειμένου οἱ γνήσιοι στρατιῶται τοῦ βασιλέως οὐ φανεροῦνται. ὅθεν ὡς καταδικώτερος σφοδροτέραν εὑρήσει τὴν κόλασιν. ὁ δὲ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ καὶ τά-δε περὶ τοῦ διαβόλου διέξεισι. τάχα γὰρ πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον τόπος τῆς μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπετο, καὶ ἠδύνατο ὁ τῦφος, εἰ καὶ ἀρχαιότερον νόσημα ἦν, ὅμως διὰ τῆς μετανοίας ἑαυτὸν ἐξιασάμενος ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξ ἀρχῆς. ἀφ' οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ καὶ τοῦ παραδείσου, καὶ ὁ ἄνθρωπος ἐν αὐτῷ, καὶ ἐντολὴ καὶ φθόνος τοῦ διαβόλου καὶ φόνος τοῦ τετιμημένου, ἀποκέκλεισται αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. εἰ γὰρ ὁ Ἠσαῦ μετανοίας τόπον οὐχ εὗρε τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπολέλειπται μετανοίας τῷ τὸν πρωτόπλαστον ἀποκτείναντι Ἀδὰμ καὶ ἐκείνου τὸν θάνατον εἰσενεγκόντι;» ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος εἰς ἐπιστροφήν, ὡς ἔοικεν, ἕλκων καὶ τοὺς λίαν ἀπεγνωσμένους, καὶ τάδε κατὰ ῥῆμα φησίν. εἰ Μανασσῆν ὁ θεὸς διὰ μετανοίας ἐδέξατο, τάχα τολμῶ εἰπεῖν ὅτι καὶ τὸν διάβολον μετανοοῦντα ὁλοψύχως δέξεται.» καλῶς δὲ εἶπεν ὅτι τολμῶ εἰπεῖν· ὅρα γὰρ ὅτι καὶ ὁ Δαμασκηνὸς Ἰωάννης οὐ δίδωσι τῷ διαβόλῳ μετάνοιαν. λέγει καὶ γὰρ ὅτι ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις 1 ἡ ἔκπτωσις· μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ θάνατον. οὐκ ἐνεδόθη δὲ καὶ τοῖς ἐκπεσοῦσιν ἀγγέλοις μετάνοια, ὡς ὁ Νεμέσιός φησιν, ὅτι καὶ ἀσώματος ἡ φύσις αὐτῶν· ὁ γὰρ ἄνθρωπος διὰ τὴν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυχεν. ἀλλ' ἔμοιγε τέως ὁ λόγος οὗτος ὃς ἐπὶ τῷ Ἀδὰμ οὐκ ἔστιν ἀποδοχῆς ἄξιος. οὐδὲ γὰρ ὑπὸ σωματικῶν ἐπιθυμιῶν ἡττηθεὶς ὁ Ἀδὰμ εὑρέθη παραβάτης τῆς ἐντολῆς (ἄπαγε τῆς Ὠριγένους φρενοβλαβείας) ὅτι μηδὲ χώραν εἶχον αὗται πρὸ τῆς παραβάσεως ἐν αὐτῷ. καὶ τί χρὴ πολλὰ λέγειν; αὐτὸς ὁ Ἀδὰμ ἐκβληθεὶς τοῦ παραδείσου καὶ ἀπέναντι καθίσας αὐτοῦ παρ' ὅλην ἐθρήνει τὴν ζωὴν αὐτοῦ. ἐφ' ᾧ κάμπτεται ὁ θεός, καὶ πάντα ποιεῖ καὶ πάσχει δι' αὐτόν. ὁ δὲ διάβολος ἐκπεσὼν οὐ μόνον οὐκ ἐθρήνησεν, ἀλλὰ καὶ κατὰ τοῦ πλάσματος ἐλύττησε θεοῦ, καὶ τὸν θεὸν αὐτὸν διέβαλε πρὸς τὸν Ἀδάμ. λοιπὸν μετὰ τὴν ἁμαρτίαν οὕτω διατεθέντα μετανοίας ἐπιτυχεῖν πάντως ἀμήχανον. Ἄκουε δὲ καὶ τί φησιν ὁ Θεοδώρητος ἐν τῇ Θεραπευτικῇ αὐτοῦ περὶ τούτου. ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι θεοῦ τετιμημένων λυττῆσαι, καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον, τὸν
65
δὲ 2 ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τὸ τῶν ἀνθρώπων γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, ἀδεῶς διαφθείρῃ οὓς διὰ φθόνον ἐμίσησεν. οὐκοῦν ὁ φθόνος οὗτος, μάλιστα δὲ ἡ ἔπαρσις αὐτοῦ καὶ ἀπόνοια (καὶ νῦν γὰρ ὑπ' αὐτὸν ἀρχαὶ καὶ ἐξουσίαι, ὡς ὁ Παῦλος φησί), πρὸς τούτοις δὲ ἡ ἀπόγνωσις (εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἔλεγον ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς) μετανοεῖν τὸν ἀποστάτην οὐκ ἐᾷ. Πρὸς τοῖς εἰρημένοις εἰδέναι σε καὶ τοῦτο βούλομαι, ὅτι ὁ ἀποστάτης οὗτος διάβολος ἐν ταῖς ἀγγελικαῖς δυνάμεσι πρωτοστάτης ἦν, ἀγαθὸς παρὰ θεοῦ γενόμενος καὶ μηδὲν ἴχνος κακίας ἢ πονηρίας ἐν ἑαυτῷ φέρων. πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεὸς καλά, καὶ καλὰ λίαν. κακὸν δὲ οὐδὲν ἐποίησεν ὁ θεός. τὸ γὰρ κακὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦ καλοῦ ἀναχώρησις, ὥσπερ οὖν καὶ τὸ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ φωτὸς στέρησις. καλῶς οὖν εἶπεν ὁ λόγος ὅτι τοῦ κακοῦ ποιητὴς οὐκ ἔστιν ὁ θεός. οὐχὶ δὲ τῶν μὴ ὄντων. εἰ γὰρ τὰ καλὰ παραχθῆναι λέγεται παρὰ θεοῦ, ταῦτα καὶ ὄντα πάντως εἰσί. τὸ δὲ κακὸν ἐπειδὴ οὐ παρήχθη παρὰ θεοῦ, οὐδὲ ὄν ἐστι. τοῦ κακοῦ λοιπὸν οὐκ ἔστι ποιητὴς ὁ θεός, εἴγε τῶν μὴ ὄντων, ὡς ἔφημεν, οὐκ ἔστι ποιητής, λέγεται δὲ μὴ εἶ ναί τι τὸ κακόν, ἐπειδὴ ἀνυπόστατον καὶ ἐφ' ἑαυτοῦ μὴ ὑφέστηκε. Τοιοῦτος οὖν ἤγουν ἀγαθὸς ὑπὸ θεοῦ παραχθεὶς ὁ διάβολος τῆς περιγείου τάξεως καὶ τῆς γῆς ἐνεχειρίσθη τὴν φυλακὴν παρ' αὐτοῦ. μὴ ἐνέγκας δὲ τόν τε φωτισμὸν καὶ τὴν τιμὴν ἣν ὁ θεὸς αὐτῷ ἐχαρίσατο, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐτράπη, καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν θεοῦ· θήσω» καὶ γὰρ εἶπε τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» ἔνθεν τοι καὶ ὡς ἀστραπὴ κατὰ τὴν τοῦ κυρίου φωνὴν ἐκ τοῦ οὐρανοῦ κατὰ γῆς ἔπεσε. συναπεσπάσθη δὲ αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ' αὐτὸν τεταγμένων ἀγγέλων. τοῦτο δὲ καὶ ὁ προφήτης Ἡσαΐας ἔδειξεν οὕτως εἰπών πῶς ἐξέπεσεν ὁ Ἑωσφό-ρος ὁ τὸ πρωῒ ἀνατέλλων, καὶ συνετρίβη εἰς τὴν γῆν;» Ἑωσφόρον δὲ αὐτὸν ἐκάλεσεν δι' ἣν ἀπὸ θεοῦ ἔσχε λαμπρότητα. τούτοις οὖν ἀκολούθως καὶ τῷ θεολόγῳ Γρηγορίῳ διείληπται. Ἑωσφόρον γὰρ αὐτὸν εἶπε διὰ τὴν λαμπρότητα, σκότος δὲ διὰ τὴν ἔπαρσιν καὶ γενόμενον καὶ λεγόμενον. ἔκτοτε δὲ οἱ ἀκάθαρτοι δαίμονες τὸν καθ' ἡμῶν ἀνεδέξαντο πόλεμον. οὐδὲ γὰρ ἀνέχονται τοὺς ἀνθρώπους ὁρᾶν ἐκεῖσε σπεύδοντας ἀνελθεῖν ὅθεν κακοβούλως ἐξέπεσον, ὡς ὁ μέγας φησὶ Βασίλειος. δοχεῖα καὶ γὰρ πάσης ὄντες κακίας καὶ τὴν τοῦ φθό νου νόσον ἐδέξαντο. οὐδὲ γὰρ ἐχθρὸς ἡμῖν ὁ διάβολος ἐκτίσθη παρὰ θεοῦ, ἀλλ' ἐκ ζηλοτυπίας ἡμᾶς πολεμεῖ. ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταρριφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἄξιαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. καὶ μία μὲν παρά γε τοῖς ἀγγέλοις καὶ τοῖς δαίμοσιν ἡ οὐσία, οὐχὶ δὲ καὶ ἡ προαίρεσις, καθὰ δὴ καὶ ἐπὶ ἀγαθῶν ἀνθρώπων καὶ πονηρῶν ἔστιν ἰδεῖν· μία μὲν καὶ παρ' αὐτοῖς ἡ φύσις ἐστίν, οὐ μὴν δὲ καὶ γνώμη καὶ θέλησις ἡ αὐτή. Καὶ τὸ μὲν ὀρθόδοξον τῆς ἐκκλησίας φρόνημα τοῦτον ἔχει τὸν τρόπον· οἱ δὲ τῶν Ἑλλήνων σοφοί, Πορφύριος καὶ Ἰάμβλιχος, διαφέρειν τοὺς δαίμονας κατὰ τὴν οὐσίαν λέγουσι, καὶ ἀλόγους τινὰς αὐτῶν καὶ ὑλαίους εἶναι, ἐμπίπτειν δὲ αὐτοὺς ἡμῖν οὐχ ὡς δυσμενεῖς ἀλλ' ὡς ἡμῶν κολαστάς. ἀλλὰ καὶ προγινώσκειν αὐτοὺς καὶ τὸ μέλλον εἰδέναι λέγουσι, πλὴν οὐχὶ πάντας· τοὺς μὲν γὰρ τὰ ἄνω λαχόντας δαίμονας ἀληθεύειν παντάπασι, τοὺς δὲ ταρταρωθέντας ψευδεῖς εἶναί φασι, τοὺς δὲ περιγειοτέρους καὶ μέσους λοξοὺς εἶναι καὶ ἀμφιβόλους λέγουσιν. ἀλλ' ἡμῖν οὐχ οὕτω δοκεῖ. ἐὰν γὰρ οἱ φωτεινοὶ ἄγγελοι τὸ τῆς προγνώσεως οἴκοθεν οὐκ ἔχωσι χάρισμα (καὶ γὰρ ἐκεῖνα προλέγουσι, καθὰ δὴ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, ὅσα ἂν αὐτοῖς ἀποκαλυφθῆναι πα ρὰ θεοῦ φθάσωσι), πολλῷ μᾶλλον οἱ ἀκάθαρτοι δαίμονες προλέγειν οὐ δύνανται. προγνώστης γὰρ καὶ καρδιογνώστης
66
μόνος ὁ θεός. καὶ πείθου τῷ θείῳ Δαβὶδ πρὸς τὸν θεὸν οὕτω λέγοντι σὺ γινώσκεις τὰς καρδίας μονώτατος.» Ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, κατ' ἐπιτομὴν ὁ λόγος διῆλθέ σοι. καὶ μὴ δυσχέραινε τούτου ἕνεκεν ἅτε φιλομαθὴς ὤν· ἀλλαχοῦ γάρ, οἶδας, ἐσχεδιάσθη σοι τὰ περὶ τούτων πλατύτερον. Λέγει γὰρ ἡ γραφή καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε.» πρόσεχε, ἀγαπητέ, τῷ μεγάλῳ κἀνταῦθα Βασιλείῳ. φησὶ γὰρ διὰ τί δὲ καὶ ἦν ἐν παραδείσῳ τὸ ξύλον τῆς βρώσεως; εἰ μὴ γὰρ ἦν αὐτό, οὐκ ἂν ἡμᾶς ὁ διάβολος ἀπατήσας εἰς θάνατον κατήγαγεν. ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον. διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δέ γε Νύσσης ὑψηλότερον ἐκλαμβάνει τὰ περὶ τούτου, καὶ οὕτω φησί. προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρπόν, οὐχ ὡς ἔχει φύσεως (οὐ γὰρ ἠπατήθη ὁ ἄν θρωπος τῷ προδήλῳ κακῷ), ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοητεύσας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικί. τούτῳ τῷ τρόπῳ τὸν ἄνθρωπον ὁ διάβολος εἴωθεν ἀπατᾶν. καὶ εἰ μὴ διόλου νήφων ὁρᾶται, οὐκ ἂν ἐκφύγῃ τὰς αὐτοῦ μηχανάς, οὐκ ἂν εὑρεθείη τῶν παγίδων ἀνώτερος. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ Λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λόγῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης. ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, σιωπᾶν ἄμεινον, ὅτι καὶ σιωπῆς, ὡς προείρηται, τυγχάνουσιν ἄξια. εἰ μὴ βούλει καὶ σὺ λέγειν ὅτι γυναῖκα ἔλαβεν ὁ Ἀδάμ, ἵνα μὴ ἐφ' ἕτερα τῶν ζώων τραπήσεται. ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολμηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις. ἀλλ' ἄφες αὐτά. τοῖς γὰρ ὁπωσοῦν ἐγκύπτουσι τῇ ἁγίᾳ γραφῇ γέλως ἄντικρυς δοκοῦσι καὶ παίγνια. 7 Καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς. ὁ μὲν οὖν θεῖος Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι χιτῶνας δερματίνους ἐπιβάλλει τοῖς πρωτοπλάστοις ὁ κύριος, οὐ δέρματα δέ. ποίων γὰρ ἀποσφαγέντων ζώων καὶ δαρέντων ἐπινοεῖται αὐτοῖς ἡ περιβολή; ἐκ τῆς τῶν ἀλόγων λοιπὸν φύσεως νεκρότητα ἐντέθεικεν οἰκονομικῶς τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. ὁ δὲ χρυσορρήμων Ἰωάννης κατὰ τὸ γράμμα τοὺς τοιούτους ἐκλαμβάνων χιτῶνας καὶ τάδε φησίν. εἰ πόθεν εὑρέθησαν τὰ δέρματα μὴ σφαγέντων τῶν ζώων, φιλοτιμούμενοι λέγουσιν οἱ ἀλληγορηταί, οὐκοῦν ἀκούω κἀγὼ αἷμα ἐν Αἰγύπτῳ, καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσε ζῶα; καὶ ὁ ποταμὸς γέγονεν εἰς αἷμα, καὶ οὐδὲν αἷμα ἐτύθη ζώων. δέρματα δύο γέγονε, καὶ ζητοῦσιν ἀπὸ ποίων ζώων ἐγένετο. ἀλλ' ὥσπερ ἐκεῖ ἐκτὸς ζώου αἷμα, οὕτως ἐνταῦθα ἐκτός ζώου δέρμα.» Γίνωσκε δὲ ὅτι οὐ τοσοῦτον ὁ πατὴρ ἐπὶ τῇ τῶν παίδων ἀνατροφῇ μεριμνᾷ ὡς ἡ μήτηρ, ὅτι καὶ αὐτὴ τότε ἤκουσεν ἐν λύπαις τέξῃ τέκνα· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.» ἐγὼ ἁμαρτάνω, καὶ ἡ γῆ ταῖς ἀφορίαις μαστίζεται. ἐπικατάρατος ἡ γῆ διὰ τὰ ἔργα ἡμῶν, τουτέστιν οὐχ ἕτοιμα εὑρίσκονται ἀπὸ γῆς τὰ ἐκεῖθεν ἀναδιδόμενα ὥσπερ δὴ καὶ 8 τὸ πρότερον. καὶ ἔρραψαν φύλλα συκῆς, ἀπεδύσαντο τὴν ἀθανασίαν, ἡ στολὴ περιῃρέθη τῆς δόξης, ἐγυμνώθη τὸ σῶμα καὶ ἦν λοιπὸν πηλός. ὅθεν καὶ φύλλα συκῆς ῥάπτουσιν. ὅθεν δὲ τὴν ῥαπτικὴν εὗρε, μὴ ζήτει· εἰ γὰρ ἦν θεοῦ εἰκών, μὴ ἀμφιβάλλῃς περὶ τὴν γνῶσιν αὐτοῦ. Ἐνταῦθα μὲν οὖν ὁ χρυσορρήμων Ἰωάννης
67
ἐμπαίζει καὶ τοῖς ἐν οὐρανῷ λέγουσι τὸν παράδεισον εἶναι καὶ πνευματικόν. εἰ γὰρ ἄνω ἦν, κατέρχεσθαι ἂν ἐλέγοντο οἱ ποταμοί, οὐ μὴν ἐξέρχεσθαι. ἐντεῦθεν οὖν ὁ κατάρατος Ὠριγένης ἀποπνιγόμενος φαίνεται, καὶ μᾶλλον ἐν οἷς ἐκενολόγησεν ἀσώματον τὸν Ἀδάμ. εἰ γὰρ ἀσώματος ἦν, οὐκ ἂν ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ ὁ θεὸς καὶ ᾠκοδόμησε τὴν γυναῖκα· πρόδηλον οὖν ὡς ἐπειδὴ πλευρὰν ἔλαβεν ἐξ Ἀδάμ, πλευρὰ δὲ τοῖς ἀσωμάτοις οὐ πρόσεστιν, οὐκ ἦν ἄρα κατ' ἐκεῖνον ἀσώματος ὁ πρωτόπλαστος. μετὰ μέντοι τὸ ἐκβληθῆναι τοῦ παραδείσου ὁ Ἀδὰμ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ γεννᾷ τὸν Κάϊν. ἔγνω δὲ πῶς; ἐμπαθῶς, τῆς ἀγγελικῆς ἐκπεσὼν ὁ ἄνθρωπος διαγωγῆς, ἐπειδὴ παραβάτης ὤφθη τῆς ἐντολῆς, τῷ κτηνώδει τούτῳ τρόπῳ καὶ ἐμπαθεῖ περιέπεσε. ταύτῃ τοι καὶ ὀδυρόμενος ὁ Δαβὶδ ἔλεγεν οἴμοι ὅτι ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. παρασυνεβλήθη τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώ θη αὐτοῖς.» κατὰ γὰρ τοῦτο καὶ ὁ μέγας Μάξιμος ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν ὅτι τὰ πάθη ταῦτα, ἤγουν ἡδονὴ λύπη ἐπιθυμία καὶ τὰ λοιπὰ πάντα, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθησαν, ἀλλὰ διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισῆλθε ταῦτα τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως, δι' ὧν ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. ἔδει γὰρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης ὑφ' ὧν γνωμικῶς ἐπεσπάσατο τῶν ἀλόγων γνωρισμάτων, ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ θεοῦ τὸν ἄνθρωπον. πλὴν οὐκ ἀναγκαίως τῷ ὄντι κατέδησεν ἡμᾶς ὁ θεὸς μετὰ τὴν παράβασιν ταῖς ἐπιθυμίαις ταύταις, ὑφ' ὧν ἐπί τε βρώσεις καὶ πόσεις καὶ ἐπὶ ἀφροδίσια καταφερόμεθα. ἐντεῦθεν γὰρ τοῖς γεννητοῖς ἡμῶν σώμασι τὸ γεννᾶσθαί τε καὶ τρέφεσθαι καὶ διαμένειν ἕως πλείστου, καθ' ὅσον ἂν ἑκάστῳ τοῦ σώματος ἡ σύστασις ἐπιδέχηται. καὶ γὰρ ἐκ τεσσάρων αὐτὸ στοιχείων συγκείμενον ἐπακολουθοῦσαν ἐξ ἀνάγκης κέκτηται τὴν διάλυσιν. σύνθεσις γὰρ ἀρχὴ διαστάσεως, ὡς ὁ θεολόγος φησὶ Γρηγόριος. λέλυται οὖν ἐπὶ τισὶ μὲν τάχιον ἐπὶ τισὶ δὲ βράδιον. καὶ πείθου τῷ μεγάλῳ Κυρίλλῳ λέγοντι 210 εἴασε δὲ μετὰ τὴν ἀπόπτωσιν ἕκαστον ὁ θεὸς τὴν ἑαυτοῦ ζωὴν ἐκπληροῦν ὡς ἂν ἔτυχε κράσεως.» ἐπὶ γὰρ τούτῳ καὶ τὰ συστατικὰ τῆς ζωῆς ἡμῶν, καρδίαν δηλονότι ἐγκέφαλον ἧπαρ καὶ ὅσα τοιαῦτα, στερροῖς ἁπανταχόθεν ὀστέοις ἡ φύσις ἐφρούρησεν, ὥστε μὴ καὶ ταῖς τυχούσαις προφάσεσι καταβλαπτομένων αὐτῶν ἑτοίμως οὕτω τὸν θάνατον ἕπεσθαι. ταύταις μέντοι ταῖς ἐπιθυμίαις καὶ ἡδονὴν ὥσπερ τι δέλεαρ ἐγκατέμιξεν, ὡς ἐντεῦθεν ἡμᾶς ἑτοίμως καθέλκεσθαι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ βρώσεις καὶ πόσεις ἐτρέχομεν, οὐκ ἂν ἀφροδισίοις ὁλοσχερῶς προσεκείμεθα. εἰ δὲ μὴ τοῦτο, τάχα ἂν ἐξ ἀνάγκης τὸ γένος ἀπόλωλε τὸ ἀνθρώπινον. κατὰ τοῦτο μὲν οὖν καὶ ἡ γονή, περίττωμα οἷον οὖσα, κατεπείγει καὶ ἀνιᾷ καὶ ἀναγκάζει τὸ ζῶον ὁρμᾶν ἐπὶ τὴν ἀπόκρισιν αὐτῆς, εὐμεθόδως καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος ἕνεκα τῆς τοῦ γένους διαμονῆς. ταῦτα δὲ Μάνης καὶ Οὐαλεντῖνος ἠγνοηκότες, ὡς ἔοικε, κτίσμα τοῦ διαβόλου ἔλεγον εἶναι, ὑπ' αὐτοῦ τε πυροῦσθαι καὶ πρὸς ἀτιμίας ἀποκυλίεσθαι. πλὴν οὐκ ἀφῆκε πρὸς συναφείας ἡμᾶς ὁ θεὸς εἶναι πάντῃ κατωφερεῖς, οὐδὲ ζῆν ἀνεπαισθήτως εἴασεν ὡς τὰ ἄλογα. τῇ γὰρ ἡδονῇ καὶ ἀηδίαν συνέζευξεν καὶ σύμμικτον ταύτην ἐποίησεν, ὡς ἐκεῖθεν μὲν ἐπὶ τὴν τοῦ γένους αὔξησιν ἕλκεσθαι, ἐντεῦθεν δὲ ταλανίζειν ἑαυτούς, τῶν προτέρων ἐπιμεμνῆσθαι, καὶ 211 τῆς ἁμαρτίας μέγα καταβοᾶν, δι' ἣν τοῖς ἀνοήτοις παρασυνεβλήθημεν κτήνεσι. Πρὸς τούτοις εἰδέναι καὶ τοῦτό σε βούλομαι, ὅτι τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς τῷ ἥπατι ἐγκαθίδρυται, τὸ δὲ θυμικὸν ἐν τῇ καρδίᾳ ποιεῖται τὴν οἴκησιν, τὸ δὲ λογικὸν ἐν αὐτῷ τῷ έγκεφάλῳ. τοῦτο μὲν οὖν
68
τὸ λογικὸν ἐχαρίσατό σοι ὁ τῶν ὅλων πρύτανις, ἵνα συμμάχῳ καὶ τῷ θυμικῷ χρώμενος γενναίως ἀνθίστασαι κατὰ τῆς ἀλόγου καὶ βοσκηματώδους ψυχῆς, τῆς ἐπιθυμητικῆς δηλαδή· οἶδε γὰρ ὁ τῆς φύσεως δεσπότης ὅση περ ἐκείνης ἐστὶν ἡ ὁρμή. ὅτι δὲ τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν αὐτῷ τῷ ἥπατι ἐγκαθίδρυται, καὶ τὸν Τιτυὸν παράγει ὁ Γαληνὸς εἰς σύστασιν τούτου τοῦ λόγου, ἐν μὲν τῇ διαγνωστικῇ αὐτοῦ ὑπὸ ἀετοῦ λέγων αὐτοῦ κατεσθίεσθαι τὸ ἧπαρ, ἐν δὲ τῷ περὶ ἠθῶν ψυχῆς μονοβίβλῳ ὑπὸ γυπῶν. ὁ γὰρ Τιτυὸς οὗτος κατὰ τὴν ἔξω μυθολογίαν ἐρασθῆναι λέγεται τῆς Λητοῦς, ἐφ' ᾧ καὶ παρὰ τῶν παίδων αὐτῆς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος κολάσει καθυποβληθῆ-ναι, καὶ κατὰ μὲν τὸν Γαληνὸν ὑπὸ ἀετοῦ εἴτε καὶ γυπῶν τὸ ἧπαρ ἐσθίεσθαι, κατὰ δέ τινας ἄλλους τοξευθῆναι αὐτὸν κἀντεῦθεν ἔχειν τὰ βέλη ἐμπεπαρμένα τῷ ἥπατι. εὔδηλον οὖν ἐντεῦθεν τῷ ἥπατι τὸ τῆς ψυχῆς ἐπιθυμητικόν ἐστι. 212 Πρόσεχε λοιπόν. ὅταν μὲν γὰρ τὸ λογιστικὸν ἄρχῃ, πειθόμενον μὲν ἑαυτῷ τὸ θυμοειδὲς ἔχον, ἀσθενὲς δὲ καὶ ταπεινὸν τὸ ἐπιθυμητικόν, οὔτε ἀκόλαστος ὁ τοιοῦτος βίος οὔτε οἷον οἱ λῃσταὶ βιοῦσι καὶ τύραννοι, ἀλλὰ σεμνὸς πάντῃ καὶ δίκαιος. καὶ τούτου χάριν ἀμφιβάλλειν οὐ χρή. εἰ μὴ γὰρ τοῦτο ἦν, εἰ μὴ ἐξ αὐτῆς τῆς σώματος κατασκευῆς οὗτος μὲν ὑπὸ παθῶν ἥττητο, ἐκεῖνος δὲ πάλιν ἐγκρατὴς αὐτῶν κατεφαίνετο, οὐκ ἂν ὁ μέγας Βασίλειος τὸν προφήτην Ἠσαΐαν ἐξηγούμενος εἰσῆγέ τινας ἐκ φύσεως ἔχοντάς τινα προτερήματα καὶ κατά γε τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέροντας εἰς ἀνάληψιν ἐπιστήμης ἢ ἄσκησιν ἀρετῆς. ἐντεῦθεν οὖν καὶ σώφρονα ἴδοι τις ἂν καὶ ἀκόλαστον, θυμώδη καὶ πρᾶον, ἐχέφρονα καὶ μὴ τοιοῦτον, ὥσπερ δὴ καὶ τοῖς ἔμπροσθεν εἴρηται. ταῦτα μὲν οὖν δύναιτ' ἄν τις ἐπὶ τὸ κρεῖττον μεταφέρειν ἀπὸ τοῦ χείρονος, καὶ ἐπὶ τὸ χεῖρον αὖ μετατρέπειν ἀπὸ τοῦ κρείττονος. καὶ δῆλον ἐξ ὧν ὁ θεολόγος Γρηγόριος ἔλεγεν ἀρκετὸν τῷ σώματι ἡ κακία αὐτοῦ. τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, τῷ θηρίῳ δαψιλεστέρας τροφῆς; ἵνα δυσκάθεκτον γένηται καὶ τοῦ λογισμοῦ βιαιότερον.» πρόσεχε οὖν ὅσα βιάζουσιν ἑαυτοὺς οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρόν· ἡ μὲν γὰρ φύσις τὰ ἑαυτῆς ἐξ ἀνάγκης ἐπιζητεῖ, ὁ δὲ ἁγνεύειν αἱρούμενος τοῖς 213 θελήμασι τῆς σαρκὸς ἀντιπίπτει καὶ βίον ἀγγελικὸν μιμεῖσθαι φιλονεικεῖ. ὅσον δὲ βαρὺ τὸ πρὸς φύσιν μάχεσθαι, καὶ οἷον ἐντεῦθεν τὸ ἔπαθλον, ὁ τῆς Κλίμακος Ἰωάννης ὁ ἁγιώτατος ἐδήλωσεν οὕτως εἰπών ὁ σῶμα νικήσας φύσιν ἐνίκησεν· ὁ δὲ φύσιν νικήσας ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ τοῦτο γενόμενος βραχύ τι παρ' ἀγγέλους ἠλάττωται, ἵνα μὴ λέγω μηδέν.» πρόσεχε δὲ ὅτι καὶ σφόδρα βαρυαλγοῦσι καὶ ἄχθονται οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρὸν πολυπληθῆ τε τὴν γονήν, πρὸς ἔξοδον ἀεὶ ἐπειγομένου τοῦ ἐνοχλοῦντος αὐτοῖς. καὶ μὴ κατά τι ἀμφίβαλλε. εἰ γὰρ ὁ Διογένης ἐκεῖνος ὁ Κυνικὸς τὸ τῆς φύσεως βάρος οὐκ ἐνεγκών, καὶ ταῦτα τοσοῦτον ἀσκητικώτατος ὤν, γυναῖκα ζητῆσαι λέγεται ὥστε τὸ βαρῦνον ἀποθέσθαι καὶ τὸ ἑαυτοῦ σῶμα κουφίσαι, τί χρὴ καὶ λέγειν ὅσον ὑπομένουσι κάματον οἱ σφοδρὸν μέν, ὡς εἴρηται, λαχόντες τὸ ἐπιθυμητικόν, ἐν ἁγνείᾳ δὲ φυλάσσειν ἑαυτοὺς προθυμούμενοι. ἐντεῦθεν, ἀγαπητέ, τῶν ὁσίων τινές, ἵνα τὴν φυσικὴν ἀποσβέσωσι πύρωσιν, καὶ γυμνοὶ τὸ σῶμα μέσον ὑδάτων διημερεύοντες ὤφθησαν. μηδεὶς λοιπὸν ἐπὶ μέσου προσφερέτω τὴν γένεσιν, μηδεὶς οὐκ ἀγαθοὺς ἀστέρων προφασιζέσθω σχηματισμούς. ἀστέρων μὲν γὰρ κινήσεις, ἀνατολὰς καὶ δύσεις αὐτῶν, τοῖς προσήκουσι γίνεσθαι 214 καιροῖς ᾠκονόμησεν ὁ σοφῶς τὰ πάντα διευθετῶν, ὡς ἐντεῦ θεν ἀέρος μετατρεπομένου καὶ ὄμβρων καταρρηγνυμένων εὐκαίρως αὔξεσθαι τὰ φυτά. καὶ γὰρ τῶν τροφῶν ὡς ἐν κύκλῳ διηνεκῶς χορηγουμένων ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμένει φύσις, ὡς εὑρίσκεσθαι μὲν ἐκεῖνα διὰ τοὺς καρπούς, τοὺς δὲ καρποὺς διὰ τὰ
69
ζῶα καὶ τὸν ἄνθρωπον. οὐ γνώμας λοιπὸν οἱ ἀστέρες μετατρέπουσιν, οὐδὲ καθάπερ τι ἀνδράποδον τὸν κατ' εἰκόνα θεοῦ περιάγουσιν ἄνθρωπον. οὐδὲ γὰρ εἰς τοσοῦτον ἂν εὑρεθεῖεν ἄδικοι, τοὺς μὲν μοιχοὺς ποιοῦντες, τοὺς δὲ φονέας καὶ ἅρπαγας. ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων ὁ δημιουργὸς αὐτῶν τὴν αἰτίαν ἀποφέρεται, εἴπερ τοιαῦτα κατεσκεύασεν ἃ τὴν ἐπιφορὰν ἡμῖν ἐξ ἀνάγκης τῶν κακῶν ἐπιτίθησι, καθὰ δὴ καὶ πρὸς Φαῦστον ὁ κορυφαῖος ἔλεγε Πέτρος, γενέσει καὶ εἱμαρμένῃ τὸ πᾶν ἐπιτρέποντα. Ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ ἐπὶ πλέον τοῖς λόγοις αὐτῶν θορυβοῦ. εἰ γὰρ καὶ λέγουσιν ὅτι ἡ ὥρα καθ' ἣν ἡ σύλληψις τοῦ συλλαμβανομένου γίνεται, ἐκείνη καὶ τὸ πλαστουργούμενον, εἴτε ἄρρεν εἴτε θῆλυ, διαπλάττειν ἄριστα εἴωθεν, ἀλλ' εὐθέως ἀνθυποφέρειν ἔχεις καὶ σύ, καὶ οὕτω λέγειν αὐτοῖς, ὡς εἴπερ ἐν μιᾷ ὥρᾳ καὶ τῇ αὐτῇ καταβολῇ τῶν διδύμων ἡ σύλληψις γίνεται, ἔπρεπε πάντως μὴ τὸ μὲν 215 αὐτῶν ἄρρεν τὸ δὲ θῆλυ, ἀλλ' ἄρρενα καὶ ἄμφω κατὰ τὴν ἐπικρατοῦσαν ὥραν ἢ θήλεα ταυτὶ διαπλάττεσθαι. οὕτω μὲν οὖν ἔδει μὴ τὸ μὲν αὐτῶν τάχιον τελευτᾶν τὸ δὲ βράδιον, ἀλλ' ὁμοῦ καὶ ἄμφω τῶν ὧδε μεθίστασθαι· κατὰ γὰρ ἐκείνους εἰπεῖν, ὁ αὐτὸς ἀστὴρ κἀκείνῳ καὶ τούτῳ τὴν ζωὴν ἐχαρίσατο. ἀλλὰ καὶ ἐπί τισι παθήμασι καὶ σινώμασιν ὑφ' ὧν ἁλίσκονται πολλάκις τὰ κατὰ μήτραν πηγνύμενα (τά τε γὰρ θήλεα σχῆμα πολλάκις ἀνδρῶν περί που τὰ γεννητικὰ φέρουσι μόρια, καὶ τοὐναντίον αὖθις τὰ ἄρρενα) τοὺς ἀστέρας αἰτίους ἥγηνται. ταύτῃ τοι καὶ ἑρμαφροδίτους τοὺς τοιούτους ἐπονομάζουσι. κομψεύονται γάρ, ἐπειδὰν ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη εὑρεθεῖεν ὁμόκεντροι, συνόντος αὐτοῖς τοῦ Κρόνου, πρὸς δὲ καὶ σχηματιζομένου τοῦ Ἄρεος, αἴτιοι τη-νικαῦτα καὶ τῶν παρὰ φύσιν παθῶν τοῖς τικτομένοις καθίστανται. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἡ γὰρ διαπλάττουσα τὸ ἔμβρυον φύσις αἰτία πολλάκις τῶν τοιούτων εὑρίσκεται, καθὼς ἄνωθεν εἴρηται. ἀλλὰ καὶ ὁ παρ' αὐτοῖς τοῖς Ἕλλησι τιμώμενος Ἑρμῆς Ἄμμωνι τῷ σοφῷ ἐπιστέλλων αὐτοὺς αἰτιᾶται τοὺς ἀστέρας ἐπί τε τοῖς μαινομένοις καὶ τὸ φρόνημα κεκτημένοις παράφορον ὡς αἰτίους δῆθεν τοιούτων παθῶν. φησὶ καὶ γὰρ ὡς ἐπειδὰν ἐξ ἀγαθοῦ σχήματος ὁ τοῦ ἐγκεφάλου κυριεύων ἀστὴρ κατοπτεύει τὸ πλαστουργούμενον, 21 κἀκεῖθεν ἀκτῖνα βάλλει τῷ ἐγκεφάλῳ τοῦ πηγνυμένου, καλῶς ἕξουσιν αἱ ἡγεμονικαὶ δυνάμεις τῷ πλαττομένῳ τηνικαῦτα ἐμβρύῳ· εἰ δὲ κακούμενος ὁπωσδήποτε τύχῃ ὁ τοιοῦτος ἀστήρ, τῶν ἐναντίων ἔσται πάντως ποιητικός. καὶ οὕτω μὲν οἱ τοῖς μετεώροις προσέχοντες καὶ φρονοῦσι περὶ τούτων καὶ λέγουσιν. σὺ δέ, ἀγαπητέ, μὴ οὕτως, ἀλλὰ μοχθηροῖς τισὶ χυμοῖς κατακρατεῖσθαι τὸν ἐγκέφαλον πίστευε, ἡνίκα δὲ θεάσῃ τινὰ παρακοπῇ φρενῶν συνεχόμενον· ὁ γὰρ ἐγκέφαλος ὄργανόν ἐστι τοῦ νοός· ταύτῃ τοι καὶ κατὰ τὴν ὀργάνου διάθεσιν καὶ ὁ τεχνίτης εἴωθε νοῦς ἐνεργεῖν. ἐπὶ γὰρ τούτῳ καὶ βοτάνας ἀκεσωδύνους παρήγαγεν ὁ θεός, καὶ σοφίας ἰατρικῆς τοὺς ἀνθρώπους ἐνέπλησεν· ἐντεῦθεν γὰρ καὶ κεφαλὴν καθαιρομένην ἴδῃ τις, καὶ πάθη ἄλλα τινὰ θεραπείας ἀξιούμενα φαρμάκων καταλλήλων ἐπαγωγαῖς. μὴ οὖν συναρπάζου τοῖς λόγοις αὐτῶν, ὅτι μηδὲ καθ' εἱμαρμένην, ὡς εἴρηται, τὰ πάθη τοῖς ἀνθρώποις ἐμπίπτουσιν. τί δὲ τὸ τῆς εἱμαρμένης ἐστὶ σημαινόμενον; ὡς ἐκεῖνοι φασίν, ἡ ἀπὸ τῆς καθ' εἱρμὸν τῶν οὐρανίων σωμάτων κινήσεως ἀπαράβατος ἔκβασις, ἣν δὴ καὶ πάντων ὁ τῶν ἁγίων χορὸς πόρρω που ῥίπτει καὶ ἀποπέμπεται. τίνος ἕνεκεν; ὅτι πολὺ μὲν τὸ ἀνόητον κέκτηται, πολλαπλάσιον δὲ τὸ ἀσεβές, ὡς ὁ μέγας φησὶ Βασίλειος. 217 Φυσικῶς μὲν οὖν, ὡς προείρηται, καὶ διοικεῖσθαι τὸ ἡμέτερον σῶμα καὶ διεξάγεσθαι συγκεχώρηται πάντως παρ' αὐτοῦ τοῦ δεσπότου τῆς φύσεως. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ τῆς ζωῆς ἡμῶν σύστασις καὶ ἀέρος ἔχρῃζε καθαροῦ καὶ ὑδάτων
70
διειδῶν τόπου τε ὑγιεινοῦ καὶ καταλλήλων ὡσαύτως βρωτῶν καὶ ποτῶν. ἀλλ' ὅρα τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, εἴ γε καὶ φυσιολογίας μικρὸν ἅψασθαι. ἵνα γὰρ μὴ τὰ καιριώτατα τοῦ σώματος ἡμῶν μόρια καὶ ταῖς τυχούσαις προφάσεσι καταβλάπτωνται, πολυτρόπως, ὡς προείπομεν, καὶ πολυειδῶς ἠσφαλίσατο. αὐτίκα γὰρ τὴν κεφαλὴν ἡμῶν, ἅτε δὴ τὸν ἐγκέφαλον αὐτὸν περιέχουσαν ἐν ᾧ τὰ τῆς ζωῆς ἡμῶν περιείληπται, καὶ θριξὶ κατωχύρωσε καὶ ὀστέοις πρὸ τούτων στερροῖς. ἁπαλὸν δὲ ἡ φύσις τοῦτον ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσι πάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς. ἵνα δὲ μὴ τῇ στερρότητι τῶν ὀστῶν συντριβόμενος περὶ τὴν οἰκείαν βλάπτηται φύσιν, ἁπαλὸς καὶ γάρ, δυσὶ μήνιγξιν αὐτὸν περιέλαβε, καὶ ταύταις οὐχ ἁπλῶς, ἀλλ' ἁπαλῇ μὲν οὔσῃ τῇ ἔσωθεν διά γε τὴν τοῦ ἐγκεφάλου ἀνάπαυσιν, στερροτέρᾳ δὲ πάλιν τῇ ἔξωθεν, ὡς ἐντεῦθεν ἄμφω φυλάττεσθαι· οὕτω μὲν οὖν καὶ ἐπὶ τῆς καρδίας ἐποίησε, καθὰ δὴ καὶ ὁ χρυσορρήμων Ἰωάννης φησίν, ὀστέοις μὲν περικυκλώσας, παραθεὶς δὲ αὐτῇ καθάπερ ἁπαλὸν στρῶμα τὸν πνεύμονα, ἵνα μὴ τῇ ἀεικινησίᾳ καὶ αὕτη τοῖς ὀστέοις συντρίβηται. ἀλλὰ πολ λαχόθεν ἔχειν ῥαφὰς πολλῆς ἀσφαλείας ὑπόθεσις· ἐξατμίζεται γὰρ ἐκεῖθεν αὐτός, ὥστε μὴ συμπνίγεσθαι ὑπὸ τῶν ἀναφερομένων ἀτμῶν. πληγή τε εἴ τις ἐπενεχθείη ποτέ, οὐχ ὁλοσχερῶς ἡ βλάβη γίνεται· εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ μία κατενεχθεῖσα πληγὴ τὸ πᾶν ἐλυμήνατο, εἰς πολλὰ δὲ νυνὶ διαιρουμένου γενέσθαι τοῦτο πάντως ἀμήχανον. εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἕν, ἀνάγκη πᾶσα τὸ κατ' ἐκεῖνο τὸ μέρος κείμενον ὀστοῦν παραβλάπτεσθαι, ἀσινῆ δὲ τὰ λοιπὰ πάντα διαφυλάττεσθαι, τοῦ συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαιρέσει. περὶ δὲ τῶν τῆς κεφαλῆς περιττωμάτων τί χρὴ καὶ λέγειν, εἴ γε τὰς ἐκκρίσεις αὐτῶν, ὡς ὁρᾷς, ἡ ὄσφρησις πεπίστευται. ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη αὕτη τοῦ σώματος ὑποδέχεσθαι εἴωθεν, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ ἐγκεφάλῳ τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ἁπάντων ποιητής, ἀλλὰ πόρους τινὰς ἐν τοῖς ὀστέοις ἐργασάμενος τὰ ὑγρὰ καὶ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῴαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντόμως τὸ βλαβερὸν ἐκφορῆται. τὸ δέ γε ἀτμῶδες περίττωμα διὰ τῶν τοῦ κρανίου ῥαφῶν ἄνωθεν ἐξωθεῖται. μὴ θαύμαζε εἴ γε ψυχρός ἐστιν ὁ ἐγκέφαλος φύσει, καὶ ὅτι μείζονα τοῦτον ὁ ἄν θρωπος ἢ τὰ λοιπὰ ζῶα κέκτηται. τὴν γὰρ ἐν τῇ καρδίᾳ θερμότητά τε καὶ ζέσιν χωρεῖν ἐπὶ τὸ εὔκρατον ἐντεῦθεν ὁ Ἀριστοτέλης φησίν, αὐτὸν δὲ αὖ τὸν ἐγκέφαλον μὴ ὑπερθερμαίνεσθαι τῇ ἀναφερομένῃ θερμότητι. ὅρα δὲ νουνεχῶς· ἐπειδὴ γὰρ ἡ τοιαύτη θερμότης μείζων ἐστί, μείζων ἄρα και ἡ ἐξ ἐγκεφάλου ψυχρότης τε ὁμοῦ καὶ ὑγρότης ἀντίκειται, ἧς ὑγρότητος ἕνεκα καὶ ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀστοῦν, ὃ δὴ καὶ βρέγμα καλοῦσι τινές. ἀλλὰ καὶ ῥαφὰς πλείους ὁ ἄνθρωπος κέκτηται, καὶ μᾶλλον ὁ ἀνήρ. τίνος ἕνεκεν; ὅτι καὶ πλείων ὁ ἐγκέφαλος αὐτῷ πρόσεστιν· ἵνα γοῦν ἔμπνους ὁ τόπος ᾖ, πλειόνων ὁ ἀνὴρ ἐδεήθη ῥαφῶν. καὶ ξηρὸς μὲν ὁ τοιοῦτος καὶ ἀπέριττος ὢν συνετόν τινα ποιεῖ καὶ νηφάλιον, κάθυγρος δὲ ὢν τἀναντία ποιεῖ, νωθρὸν δηλονότι καὶ ὑπνώδη καὶ ῥάθυμον. καὶ πρόσχες, εἰ βούλει, τῷ σοφῷ Ἡρακλείτῳ· ξηροτέρη ψυχὴ σοφωτέρη. ἐπὶ γὰρ τῶν ὑγρῶν κατακλυζόμενον οἱονεὶ τὸ ψυχικὸν πνεῦμα, καθάπερ καὶ ἐπὶ τῶν γυναικῶν ἔστιν ἰδεῖν, ἐνεργεῖν ἀρίστως οὐ δύναται. κατὰ γὰρ τοῦτο καὶ τῆς τῶν ἀνδρῶν εὐφυΐας καὶ ἐξ ἡμισείας ἀπολείπεσθαι τὸ θῆλύ φησιν ὁ θειότατος Κύριλλος. καὶ οὕτω μὲν ὁ λόγος περὶ τῶν κατὰ φύσιν ἐχόντων διέξεισιν. ἡνίκα δὲ ξηρότερος ἑαυτοῦ καὶ πλέον τοῦ δέοντος ὁ ἐγκέφαλος γένηται, παραπαίειν ἐξ ἀνάγκης ποιεῖ τὸν ἄνθρωπον. αἱ με γάλαι γὰρ δυσκρασίαι τὰς ἐνεργείας τῶν μορίων ἀμβλύνειν εἰώθασιν. ὅθεν ἡ ἀσιτία πολλάκις, ναὶ μὴν καὶ ἡ ἀγρυπνία, τὴν
71
κατὰ φύσιν ἐπεκτείνουσα τοῦ ἐγκεφάλου ξηρότητα, ποιεῖν εἴωθε τοιαῦτα συμπτώματα. κατὰ γὰρ τοῦτο καὶ ὑγροτέρᾳ διαίτῃ κεχρῆσθαι τοὺς οὕτω διατεθέντας ἐπάναγκες· τὰ γὰρ διὰ ξηρότητα πάθη τῇ ὑγρότητι θεραπεύονται. ψυχρότερος δὲ πάλιν ἑαυτοῦ διά τινα νόσον γεγονὼς ὁ ἐγκέφαλος καὶ λήθην ἐπάγει καὶ μώρωσιν, κατὰ τοσοῦτον δὲ ὥστε καὶ τεχνῶν καὶ γραμμάτων καὶ τοῦ ὀνόματος πολλάκις αὐτοῦ μετὰ τὴν ὑγείαν ἐπιλελῆσθαι τὸν ἄνθρωπον. τρισὶ καὶ γὰρ ὑμέσι διῄρηται ὁ ἐγκέφαλος. καὶ ἡ μὲν ἡ ἐμπρόσθιος αὐτοῦ κοιλία ὄργανόν ἐστι τοῦ φανταστικοῦ, ἡ δὲ μέση κοιλία ὄργανόν ἐστι τοῦ διανοητικοῦ καὶ ἡ ἑτέρα πάλιν τοῦ μνημονευτικοῦ. πρότερον μὲν γὰρ φανταζόμεθα τόδε τὸ πρᾶγμα· μετὰ ταῦτα διαλογιζόμεθα τὸ φαντασθέν, τί τε καὶ ποταπὸν αὐτὸ τὴν φύσιν ἐστίν· εἶθ' οὕτως τῇ μνήμῃ τὸ τοιοῦτον ἐναποτίθεμεν. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων καλῶς τε καὶ ὑγιῶς· ἀλλ' ἐπειδὰν ἓν ἐξ αὐτῶν πάθει τινὶ ὁπωσδή ποτε περιπέσῃ, τότε κατ' ἐκεῖνο τὸ μέρος ἡ ψυχὴ καθαρῶς ἐνεργεῖν οὐ δύναται. ταῦτα δέ, τέκνον, ὑποτίθημί σοι, ὅπως μὴ τοὺς τῶν ἀστέρων σχηματισμοὺς αἰτιάσει καθυποβάλλῃς, εἴ γε φυσικοῖς τισὶ λόγοις τὰ τοιαῦτα γίνεσθαι εἴωθε. 221 Ταῦτα μὲν ουν εἰ καὶ παρεκβατικώτερον εἴρηται, ἀλλὰ φιλομαθείας ἕνεκα πάντως τῆς σῆς. ἐφέσει καὶ γάρ, ὡς ὁρᾷς, τῇ σῇ χαριζόμενος, καὶ φιλοπόνως ταῦτα συνέλεξα καὶ φιλοτίμως τῷδε διείληφα τῷ συντάγματι. ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ. Γεννᾷ τοίνυν ὁ Ἀδὰμ τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ, θυγατέρας δὲ δύο, καθά φησι Γεώργιος, τὴν Ἀζούραν, ἣν ὁ Κάϊν ἔλαβεν εἰς γυναῖκα, καὶ τὴν Ἀσουάμ, ἣν ἔλαβεν ὁ Σήθ· ὁ γὰρ Ἄβελ φονευθεὶς παρὰ τοῦ Κάϊν διὰ φθόνον ἀπῆλθε παρθένος. ἐφθόνει δὲ τῷ Ἄβελ ὁ Κάϊν, ὅτι προσέσχε ταῖς αὐτοῦ θυσίαις ὁ θεὸς μᾶλλον ἢ ταῖς τοῦ Κάϊν. ἀπεστρέφετο δὲ παρὰ τοῦ Κάϊν τὰ προσαγόμενα οὐχ ὅτι καρποὶ ἦσαν ἀπὸ τῆς γῆς, καθά φησιν ὁ παράφρων Ἰουλιανός, τὴν ζωοθυσίαν εὐμεθόδως εἰσάγων, ἀλλ' ὅτι ἄχρηστα ἦσαν. προσέσχε λοιπὸν τοῖς τοῦ Ἄβελ· ἀπὸ τῶν πρωτοτοκίων καὶ γὰρ ταῦτα, τουτέστι τῶν ἐξαιρέτων, ὡς ὁ χρυσορ ρήμων φησί. τὴν προαίρεσιν λοιπὸν καὶ ἀποδέχεται καὶ αὖ ἀποστρέφεται, οὐμενοῦν αὐτὰ τὰ προσαγόμενα. Ἀλλὰ πόθεν ὁ Κάϊν εἰς τοιαύτην ἦλθεν ἔννοιαν, ὥστε θυσίαν προσενεγκεῖν τῷ θεῷ; ἢ πάντως ἐκ τῆς ἐν τῷ συνειδότι αὐτοῦ γνώσεως, ὁ χρυσοῦς τὴν γλῶτταν φησί. καὶ πόθεν ὁ Κάϊν ἐπέγνω ὅτι οὐ προσέσχε τοῖς αὐτοῦ δώροις ὁ θεός; ἀπὸ τοῦ μὴ κατελθεῖν ἄνωθεν πῦρ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, καθάπερ ἐπὶ ταῖς τοῦ Ἄβελ γέγονεν· ἐπὶ γὰρ ταύταις κατῆλθε πῦρ καὶ ἠνάλωσεν αὐτάς, τὴν ἀποδοχὴν ἐντεῦθεν τοῦ θεοῦ παριστῶν. ἀλλὰ καὶ τοῦτο ζητοῦσιν ἐνταῦθα, διὰ τί κατ' ἀρχὰς πῦρ μὲν ἐξ οὐρανοῦ κατήρχετο καὶ τὰς προσαγομένας τῷ θεῷ θυσίας ἐπεβόσκετο, νυνὶ δὲ τοῦτο οὐ γίνεται. μὴ ταῖς τῶν ζώων θυσίαις ὁ θεὸς ἔχαιρεν; οὐχί· κατὰ γὰρ τὸν θειότατον Κύριλλον τύπος ἦν ἐκεῖνο τὸ πῦρ καὶ προεικόνισμα τοῦ παναγίου πνεύματος τοῦ κατιόντος μὲν ἀοράτως καὶ τὰς πνευματικὰς ἡμῶν θυσίας προσδεχομένου, καθὰ δὴ καὶ ἐπὶ τὸν Χριστὸν αὐτὸν κατῄει ἐν Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς δεόμενον πνεύματος, ἀλλ' ἵνα μάθωμεν ὅτι καὶ ἐπὶ παντὶ βαπτιζομένῳ ἀοράτως τὸ πνεῦμα κάτεισι καὶ ἁγιάζει αὐτόν. εἰ δὲ καὶ νῦν, ἀγαπητέ, σημεῖα τοιαῦτα οὐχ ὁρᾷς, μὴ ἀπίστει· εἰ γὰρ καὶ ὄψεις ἐγένοντο κατ' ἀρχὰς αἰσθηταὶ διά γε τοὺς ἀνοητοτέρως ἐπικειμένους, 223 ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως δυναμένους λαβεῖν, ἀλλ' ἡμῖν αἰσθητῶν ὄψεων οὐκ ἔστι χρεία λοιπὸν ἀντὶ πάντων ἀρκούσης τῆς πίστεως· τὰ γὰρ σημεῖα, φησί, τοῖς ἀπίστοις, οὐ
72
μὴν αὐτοῖς τοῖς πιστεύουσι. Καὶ ὁ μὲν Κάϊν, ἀγαπητέ, μεῖζον ἥμαρτεν ἢ ὁ Ἀδάμ. καὶ δῆλον ἐκ τῆς γεγονυίας πρὸς αὐτοὺς κατάρας τοῦ θεοῦ. ἐπὶ μὲν γὰρ τοῦ Ἀδὰμ ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σοῦ·» ἐπὶ δὲ τοῦ Κάϊν, ὀλεθρίου ὄντος τοῦ πλημμελήματος, αὐτὸς ὁ Κάϊν τὴν κατάραν ἐδέξατο. καὶ τούτου χάριν οὐδὲ ταχέως ἐπάγεται τούτῳ ὁ θάνατος, ἵνα καὶ τοῖς λοιποῖς διδάσκαλος γένηται. Πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. τοῦτο δὲ ἔλεγεν εἰς αὐτὴν ἀφορῶν τὴν πάρεσιν τῶν μελῶν. ἀλλὰ μὴ δέδιθι, ἔφη ὁ κύριος· ὁ γὰρ ἀποκτείνας σε ἑπτὰ ἐκδικούμενα παραλύσει, τουτέστιν ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. καὶ περὶ μὲν τούτων οὕτως· ὁ δὲ Γεώργιος οἰκτρῷ θανάτῳ τελευτῆσαι τὸν Κάϊν φησίν. ὁ δὲ ἱερὸς Μεθόδιος Πατάρων φησὶν ὅτι ὁ Λάμεχ φονεύσας τὸν Κάϊν κατ' ἄγνοιαν (τυφλὸς γὰρ ἦν) θανάτῳ παρέδωκεν. ὅπερ ἀπίθανον· τίς γὰρ εἶδεν ὅτι ὁ Κάϊν διετέλει ζῶν κατὰ τοὺς χρόνους τοῦ Λάμεχ; ἄδηλον τοῦτο ἦν, ὅτι τῶν ἀπὸ τοῦ Κάϊν 224 οὐκ ἀναγράφει Μωσῆς ὥσπερ δὴ τῶν ἀπὸ τοῦ Σήθ. ἄλλως τε καὶ σημεῖον τοῦ θεοῦ δόντος τῷ Κάϊν τοῦ μὴ ἀναιρεθῆναι (σημεῖον δὲ νοητέον ἢ τὸν ὅρον αὐτὸν τοῦ θεοῦ ἢ τὸν τῶν μελῶν αὐτοῦ κλόνον) πῶς ἀνῃρέθη λοιπόν; Εἰ δὲ ζητεῖς πῶς τὰ ἔτη τῶν ἀπὸ τοῦ Κάϊν οὐκ ἀναγράφει Μωσῆς, ὁ μέγας Κύριλλος ἐν τοῖς γλαφυροῖς αὐτοῦ διδάξει σε λέγων ὅτι οὐ κατ' ἄγνοιαν τοῦ θεοῦ, ἀλλ' ὅτι τῶν ἁμαρτωλῶν τὰ ἔτη καὶ ἁπλῶς καὶ τὴν ζωὴν αὐτῶν ἐν βίβλῳ ζώντων γεγραμμένην ἔχειν οὐ θέλει. καθὰ δὲ τῷ διαληφθέντι πατρὶ τύπος ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ τοῦ πρωτοτόκου λαοῦ τοῦ Χριστοῦ τε καὶ τῶν εἰς αὐτὸν πιστευσάντων. ὥσπερ γὰρ ὁ Κάϊν διὰ φθόνον καὶ τὸ τοῦ ἀδελφοῦ αἷμα ἐξέβη ἀπὸ προσώπου θεοῦ, ναὶ μὴν καὶ κατηράθη στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς περιπατῶν, οὕτως ἄρα καὶ ὁ Ἰουδαϊκὸς διὰ φθόνον καὶ τὸ τοῦ Χριστοῦ αἷμα ἐξέβη ἀπὸ προσώπου τοῦ θεοῦ καὶ περιπατεῖ στένων καὶ τρέμων. Σημεῖον οὖν δέδωκε τῷ Κάϊν ὁ θεός, ὥστε μὴ φονευθῇ παρά τινος, ὡς ἐκεῖνος ὑπώπτευε· καὶ ἔσται» γάρ φησι, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.» ὁ δὲ Ἰώσηπός φησιν ὅτι τὸν θεὸν ὁ Κάϊν ἱκέτευε, μήποτε θηρίοις ἀλώμενος πε ριπέσῃ καὶ τουτονὶ τὸν τρόπον ἀπόληται. εἰ δὲ ζητεῖς πόθεν ἔγνωκε τρόπον ὁ Κάϊν δι' οὗ τῆς ζωῆς ταύτης ὑπεξαγάγῃ τὸν Ἄβελ, ἐπείπερ οὐκ εἶδεν ἕτερόν τινα παρά τινος ἀναιρούμενον, ὁ μέγας Ἀθανάσιος διδάξει σε λέγων ὅτι κατ' ὄναρ ὑπέδειξεν ὁ διάβολος αὐτῷ τὸν τρόπον τῆς ἀναιρέσεως. Φθόνος μὲν οὖν, ὡς εἴρηται, τῇ τοῦ Κάϊν ἐγκαθιδρύσας ψυχῇ τὸν τοῦ Ἄβελ φόνον ἀπέτεκεν. τοιούτοις γὰρ πάθεσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ γεγόνασι κάτοχοι μετὰ τὴν τῆς ἀπαθείας ἐκείνην καὶ τελειότητος ἔκπτωσιν. ἀλλ' ἔνιαι μὲν τῶν ψυχῶν κρείττους εὑρίσκονται τῶν τοιούτων παθῶν, ἔνιαι δὲ πάλιν ἀντιβαίνειν μὴ θέλουσαι καὶ ταῖς τυχούσαις ἀφορμαῖς καταβέβληνται. καὶ καθάπερ ἐπὶ τῶν σωμάτων ἔστιν ἰδεῖν (ἔνια μὲν γὰρ αὐτῶν εὐεξίας δι' ὅλου μετέχουσιν, ἐν οὐδενὶ τῶν ἐμπιπτόντων ἔξωθεν περιτρεπόμενα, ἔνια δὲ τοσοῦτόν εἰσιν ἀρρωστηματικὰ ταῖς ἐκ γενετῆς κατασκευαῖς ὥστε μὴ πρὸς οὐδὲν ἀντιπράττειν τῶν ἔξωθεν αἰτίων, ἀλλὰ κἂν θαλφθῇ βραχὺ κἂν ψυχθῇ, κἂν ἀγρυπνήσῃ κἂν κοιμηθῇ πλέον τοῦ δέοντος, εὐθέως νοσεῖ), οὕτω καὶ ἐπὶ τῶν ψυχῶν αὐτῶν διανοεῖσθαί σε ἄξιον. Μετὰ δὲ ταῦτα παραμυθούμενος τὸν Ἀδὰμ ὁ θεὸς τῇ ἀπὸ τοῦ παραδείσου τε ἀδημονοῦντα ἐκπτώσει καὶ τῷ τοῦ 226 Ἄβελ θανάτῳ, ἔδωκεν αὐτῷ τὸν ἐνάρετον Σήθ. κατὰ γὰρ τοῦτο καὶ ἡ Εὔα ἔλεγεν ἐξανέστησέ μοι ὁ θεος σπέρμα ἕτερον ἀντὶ τοῦ Ἄβελ ὃν ἀπέκτεινε Κάϊν.» Γίνωσκε δὲ ὅτι πρὸς ταῖς ἄλλαις αἱρέσεσι καὶ τὴν λεγομένην τῶν Καϊανιτῶν αἵρεσιν ὁ μέγας Ἐπιφάνιος ἔγραφεν. οὗτοι μὲν οὖν Κάϊν ἐτίμων ὡς δύναμίν τινα, ἔλεγον δὲ ὅτι τὸ καλὸν καὶ τὸ κακὸν μὴ κατὰ γνώμην εἶναι ἀνθρώποις ἀλλὰ κατὰ φύσιν. τιμῶσι δὲ καὶ τὸν Ἰούδαν· διὰ γὰρ τοῦ προδοῦναι τὸν κύριον ἔργον καλὸν ἤγουν τὴν ἡμῶν σωτηρίαν εἰργάσατο. καὶ βιβλίον
73
δὲ παρ' αὐτοῖς Ἀναβατιανὸν λεγόμενον, περιέχον ἃ εἶδεν ὁ Παῦλος καθ' ὃν ἀνέβη καιρὸν εἰς τρίτον οὐρανόν. βιβλίον δὲ τὸ τοιοῦτόν ἐστι παρ' αὐτοῖς, ὅτι οὐ προσέσχον τῷ μεγάλῳ Παύλῳ, ῥήματα μὲν ἀκοῦσαι λέγοντι κατ' ἐκεῖνο καιροῦ, μὴ ἐξεῖναι δὲ ταῦτα γλώσσαις ἀνθρώπων λαλῆσαι. ὅτι δὲ τὰ ῥήματα ἐκεῖνα οὔτε ἐλαλήθησαν οὔτε τινὶ μέχρι τοῦ νῦν ἐγνώσθησαν, καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ θεολογίας λόγῳ αὐτοῦ δείκνυσιν οὕτως εἰπών εἰ μὲν οὖν ἔκφορα γέγονεν ἃ τῷ Παύλῳ παρέσχεν ὁ τρίτος οὐρανὸς καὶ ἡ μέχρι ἐκείνου πρόοδος, τάχα ἂν περὶ θεοῦ πλέον ἔγνωμεν.» ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης ἐν ταῖς εἰς τὴν ἑξαήμερον αὐτοῦ ὁμιλίαις οὕτω φησίν 227 εἰ ὁ μέγας Παῦλος ὁ τῶν ἀρρήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθείς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, τί ἂν εἴποιμεν ἡμεῖς;» καὶ περὶ τούτων οὕτως. Ὁ δὲ Ἀδὰμ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου (τηνικαῦτα γὰρ ἄρχεται ἡ χρονογραφία) ζήσας ἐννακόσια ἔτη πρὸς τοῖς τριάκοντα τελευτᾷ ἐν Ἰουδαίᾳ, κἀκεῖ τέθαπται. καὶ πῶς ἄκουε. ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις, ὡσαύτως καὶ ὁ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ λέγει ἄγραφον παράδοσιν περισώζεσθαι τῇ ἐκκλησίᾳ περὶ τοῦ Ἀδάμ, ὡς εὐθὺς μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου εἰς τὴν Ἰουδαίαν ἐλθεῖν χάριν παρηγορίας ὧν ἀπώλεσεν· αὕτη καὶ γὰρ γῆ πίων καλεῖται. ἐκεῖσε λοιπὸν ἐνδιατρίβει, ἐκεῖσε καὶ τέθαπται. θαῦμα μὲν οὖν ἐδόκει τοῖς ὁρῶσιν ἡ ἐκείνου κεφαλὴ τῆς σαρκὸς διαρρυείσης, ὅτι καὶ πρῶτον ἐκεῖνον Ἰουδαία νεκρὸν ἐδέξατο. ἐν τόπῳ λοιπόν τινι καταθέμενοι τὸ τοιοῦτον κρανίον, τόπον κρανίου τὸν τόπον ἐκεῖνον ὠνόμασαν. ἐκεῖσε οὖν σταυροῦται ὁ κύριος, ἵνα διὰ ξύλου ζωώσῃ τὸν διὰ ξύλου σχόντα τὴν νέκρωσιν. φλυαροῦσι λοιπὸν οἱ Τατιανοὶ μὴ σωθῆναι τὸν Ἀδὰμ λέγοντες. περὶ μέντοι τοῦ ἐλθεῖν τὸν Ἀδὰμ ἐν γῇ τῇ Ἰουδαίᾳ κἀκεῖσε ταφῆναι διαλαμβάνει ὁ Ἰώσηπος ἀπὸ Ἑβραϊκῆς ἱστορίας τοῦτο μαθών. 228 Διαφωνοῦσι δὲ κατὰ τοὺς χρόνους οἱ τὰ τοιαῦτα συγγραφόμενοι. κατὰ γὰρ τοὺς ἑβδομήκοντα εὕρηνται ἐν ταῖς ἀπὸ τοῦ Ἀδὰμ μέχρι καὶ αὐτοῦ τοῦ Νῶε δέκα γενεαῖς ἔτη βσμβʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν ἐπὶ ταύταις ταῖς ιʹ γενεαῖς ἔτη αχνϛʹ, κατὰ δὲ τὸ παρὰ Σαμαρείταις ἔτη ατζʹ. λέγεται δὲ ὅτι ὁ ἐν τοῖς ἀστράσι τεταγμένος ἄγγελος, ὁ θειότατος δηλαδὴ Οὐριήλ, πρός γε τὸν Σὴθ καὶ τὸν Ἐνὼχ κατιὼν ἐδίδαξεν αὐτοὺς ὡρῶν μηνῶν τροπῶν καὶ ἐνιαυτῶν διαφοράς. κατὰ δὲ τὸν Γεώργιον πρῶτος ἐξεῦρεν ὁ Σὴθ γράμματα Ἑβραϊκὰ καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις καὶ τοῖς πέντε πλανήταις ἐπέθηκεν ὀνόματα ὥστε γνωρίζεσθαι. Ὁ μέντοι Σὴθ ἔτη ζήσας ἐννακόσια δώδεκα τελευτᾷ, θεὸς εἶναι διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενος καὶ διὰ τὸ πρῶτος εὑρηκέναι τὰ Ἑβραϊκὰ γράμματα καὶ τὰς τῶν ἀστέρων ὀνομασίας. οὗτος ὁ Σὴθ γεννᾷ τὸν Ἐνώς, θεὸν καὶ αὐτὸν διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενον. οὗτος ζήσας ἔτη ἐννακόσια πέντε τελευτᾷ. ἐγέννησε δὲ τὸν Καϊνᾶν. οὗτος ἔτη ζήσας ἐννακόσια δέκα τελευτᾷ. ἐγέννησε δὲ τὸν Μαλελεήλ. οὗτος ζήσας ωϟεʹ τελευτᾷ. ἐγέννησε δὲ τὸν Ἰάρεδ. οὗτος ἔτη ζήσας ἐννακόσια ἑξήκοντα δύο τελευτᾷ. ἐγέννησε 229 δὲ τὸν Ἐνώχ. οὗτος γεννᾷ τὸν Μαθουσάλα. ξήσας δὲ ἔτη τξεʹ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός. Δὶς δέ φησιν ἡ γραφὴ ὅτι ἐγέννησεν Ἐνὼχ τὸν Μαθουσάλα. ταύτῃ τοι καὶ ὁ χρυσορρήμων Ἰωάννης ἐπὶ τούτοις οὕτω διέξεισιν οὐκ ἔστι γάμος ἐμποδὼν τοῖς εὐαρεστεῖν ἐθέλουσι τῷ θεῷ· διὰ γὰρ τοῦτο ἅπαξ καὶ δὶς ἡ θεία λέγει γραφὴ ὅτι μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ,» ἐφ' ᾧ καὶ μετατίθεται. καὶ ὅρα δεσπότου ἀγαθότητα· εὑρὼν γὰρ ἄνδρα κατωρθωκότα τὴν ἀρετήν, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς. ὅτι δὲ τοὺς θνητότητι διὰ τὴν ἁμαρτίαν πεσόντας
74
παραμυθούμενος ὁ θεὸς τὸν Ἐνὼχ μετέθηκεν, ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγῳ αὐτοῦ σαφῶς οὕτω διείληφε θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν. λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει. κἀντεῦθεν τὴν θνητὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ ἡ τοῦ δικαίου κατάστασις θανάτου στάσις ἐγένετο.» ὁ δὲ Γεώργιός φησιν ὅτι τοῦ Λάμεχ τοὺς ἀδελφοὺς αὐτοῦ, τοῦ Ἐνὼχ δηλαδή, φονεύσαντος καὶ τὰς γυναῖκας αὐτῶν λαβόντος προσηύ ξατο μετατεθῆναι ὁ δίκαιος, ὡς μηκέτι τοιοῦτόν τι θεάσηται. Ἔγνω δὲ Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώς. τούτῳ τῷ Ἐνὼς γεννᾶται Γαϊδᾶν, Γαϊδᾶν δὲ γεννᾷ τὸν Μαλελεήλ, Μαλελεὴλ δὲ γεννᾷ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. ἔλαβε δὲ ἑαυτῷ· ὁ Λάμεχ δύο γυναῖκας, Ἀδᾶ καὶ Σελᾶ, καὶ ἔφη πρὸς αὐτάς ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» καὶ ζητοῦσιν ἐνταῦθα διὰ τί ἐκ μὲν Κάϊν ἑπτάκις ἐκδεδίκηται, καὶ ταῦτα τὸν οἰκεῖον ἀδελφὸν ἔργον φόνου ποιήσαντος, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ λέγομεν ὅτι ὁ μὲν Κάϊν οὔπω ἔγνω ὁποῖόν ἐστιν ὁ φόνος κακόν, οὔπω εἶδε φονέα τιμωρούμενον, οὔπω εἶδε τὸν θεὸν ἐπ' αὐτῷ ἀγανακτοῦντα· ἐφ ᾧ καὶ τιμωρίας οὐ τοσοῦτον βαρείας μετέσχηκεν. ὁ δὲ Λάμεχ βαρύνεται τῇ κολάσει, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα, ὅτι τοῦ Κάϊν ἑαυτὸν οὐκ ἐσωφρόνισεν ὑποδείγματι· ὅθεν καὶ βαρυτέραν ἐκείνου τὴν κόλασιν δέχεται. ἀλλ' ὁ μὲν Κάϊν ἐπὶ τῷ φόνῳ συγγνώμης οὐκ ἔτυχεν, ὅτι καὶ παρὰ θεοῦ ἐλεγχόμενος κρύπτειν ἔσπευδε τὸ ἁμάρτημα· ὁ δὲ Λάμεχ τῆς μιαιφονίας ἀπαλλάσσεται, ὅτι τὴν καθ' ἑαυ τοῦ ψῆφον καὶ μόνος ἐξήνεγκεν, ὅτι μείζονος ἑαυτὸν ἔδειξε κολάσεως ἄξιον οὕτως εἰπών ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» Εἰ δὲ κἀκεῖνο πολυπραγμονεῖς, ἀγαπητέ, ὅπερ πρὸς Κάϊν εἶπεν ὁ θεός, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει, ὁ χρυσορρήμων Ἰωάννης ἐν τῷ κατ' Ἰου-δαίων ἕκτῳ λόγῳ διδάξει σε κατὰ ῥῆμα διεξιὼν οὑτωσί. μὴ φοβοῦ, φησί· βιώσῃ βίον μακρόν· κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος. ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός. ὁ ἀνελών σε, φησί, καὶ τῶν ἐπικειμένων σοι ἀπαλλάξει κολάσεων, αὐτὸς ἐφ' ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. καὶ δοκεῖ μὲν εἶναι βαρὺ τὸ λεγόμενον, πολλῆς δὲ ὅμως κηδεμονίας ἐστί. καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι κἀκεῖνον τῆς τιμωρίας ἠδύνατο. εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. νυνὶ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ διδάσκαλος τοῖς ἀπαντῶσι καθίστατο πᾶσι διὰ τῆς ὄψεως. ἀλλὰ τί δή ποτε τὴν ἁμαρτίαν ὁμολογήσας, καὶ εἰπὼν μείζονα συγγνώμης ἡμαρτηκέναι, οὐκ ἂν ἴσχυσεν ἀπονίψασθαι τὸ ἁμάρ τημα; καί τοί γε ὁ προφήτης φησί "λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς."3 ἀλλὰ διὰ τοῦτο κατεκρίθη, ὅτι οὐκ εἶπεν ὡς ὁ προφήτης ἐκέλευσε. τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν, οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτος εἰπεῖν, τὸ μὴ ἀναμεῖναι τὸν ἐλέγχοντα. οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλ' ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ θεοῦ, καὶ οὕτως εἶπε τὴν ἁμαρτίαν. ὅπερ οὐκ ἔστιν ἐξομολόγησις. τὸ γὰρ πρῶτος εἰπεῖν, ἐκεῖνο πάντως καὶ δικαιοῖ.» Καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα, μετὰ δὲ τὸν Ἐνὼχ ὁ Μαθουσάλα, μετὰ δὲ τοῦτον ὁ Λάμεχ, ἐκ δὲ τούτου ὁ Νῶε. οὗτος γεννᾷ τρεῖς υἱούς, Σὴμ Χὰμ Ἰάφεθ. καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γενέσθαι ἐπὶ τῆς γῆς, θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι
75
καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ εἶπε κύριος ὁ θεός οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.» οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. τηνικαῦτα καὶ τὸν κατακλυσμὸν ἐπάγει ὁ θεός. ἡ δὲ αἰτία καὶ πάνυ σαφής. καὶ ἄκουε πρὸ τῶν ἄλλων αὐτοῦ τοῦ Ἰωσήπου λέγοντος ἑπτὰ 233 γενεαῖς οἱ ἄνθρωποι διέμειναν θεὸν ἡγούμενοι δεσπότην καὶ πάντα πρὸς ἀρετὴν βλέποντες. μετὰ δὲ ταῦτα μεταβάλλονται πρὸς τὸ χεῖρον. πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συμμιγέντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν. ὅθεν διανοεῖται ὁ θεὸς καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον διαφθεῖραι σὺν αὐτοῖς, καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμνόμενος καὶ αὐτὰ τὰ ἔτη ἅπερ πρότερον ἔζων.» ἀλλὰ καὶ ὁ μέγας Κύριλλος λέγει ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ, τουτέστιν οἱ ἀπὸ τοῦ Σὴθ καταγόμενοι (ἐκεῖνον γὰρ διὰ τὴν ἀρετὴν αὐτοῦ θεὸν ἔλεγον), τὰς θυγατέρας τῶν ἀνθρώπων ἤγουν τὰς ἀπὸ τοῦ Κάϊν, ὅτι καλαὶ τῷ εἴδει εἰσίν, ἔλαβον αὐτὰς εἰς γυναῖκας. ὅθεν καὶ ἐγεννῶντο οἱ γίγαντες, ἄνδρες δυσειδεῖς καὶ πᾶν εἴ τι κάκιστον ὄντες, τοῦ θεοῦ παραχαράξαντος αὐτοὺς διὰ τὴν μυσαρὰν αὐτῶν μῖξιν. ὅθεν καὶ κατακλύζει αὐτούς, καθὼς καὶ ὁ κορυφαῖος ἐνέφηνε Πέτρος ἐν τῇ καθολικῇ αὐτοῦ δευτέρᾳ ἐπιστολῇ οὕτως εἰπών κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.» διὰ τί δὲ τοὺς ἕνα θεὸν προσκυνοῦντας ἀσεβεῖς ἐκάλεσε; διότι τοσοῦτον ἐξεμάνησαν εἰς συνουσίας ὡς ἐπὶ εἴκοσι ἀνδράσι τὴν γυναῖκα περιφέρεσθαι. ἐκ τούτου γὰρ καὶ τοὺς υἱοὺς τοῦ θεοῦ, τοὺς ἐκ τοῦ Σὴθ δηλαδή, πρὸς μῖξιν εἵλκυσαν. υἱοὶ δὲ τοῦ θεοῦ λέγονται καὶ διὰ τὴν ἀρετὴν αὐ τῶν ὥσπερ υἱος πρωτότοκος ὁ Ἰσραήλ, καθὼς ὁ θεῖος ἔφη Ἐφραΐμ. καὶ ὁ χρυσοῦς δὲ τὴν γλῶτταν οὐκ ἄλλου τινὸς ἕνεκα, τῆς δὲ τῶν γενῶν ἐπιμιξίας ἀνοιχθῆναι λέγει τὰς καταράκτας τοῦ οὐρανοῦ. ὅτι δὲ διὰ φιληδονίαν καὶ τὴν μυσαρὰν ἐκείνην μῖξιν, ὧν ἕνεκεν ἀσεβεῖς ἐκάλει τοὺς γίγαντας ὁ κορυφαῖος Πέτρος. ἐπήγαγε τὸν κατακλυσμὸν ὁ θεός, καὶ οὐ δι' ἀθεΐαν ἢ ἄλλην κακίαν τινά, ὁ θειότατος Κύριλλος ἐν τῇ κατὰ Ἰουλιανοῦ βίβλῳ παρίστησι τοῦτο σαφέστατα λέγων οἱ ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι θεὸν ἕνα τὸν ἀληθινὸν τετιμήκασι, μετὰ δὲ την τοῦ πύργου κατασκευὴν καὶ τὴν τῶν γλωσσῶν διαφορὰν ἀσύμβατον καὶ αὐτὴν ἐσχήκασι τὴν περὶ θεοῦ δόξαν· πανταχοῦ γὰρ διασκεδασθέντες καὶ τὴν πολύθεον πλάνην ἐσχήκασιν.» ὅτι δὲ δι' ἀσωτίαν ἀμφοτέρων τῶν μερῶν ὁ παγκόσμιος ἐκεῖνος γέγονε κατακλυσμός, αὐτὸς ὁ θεὸς ἐδήλωσεν οὕτως εἰπών οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» ἤγουν διὰ τὸ ζῆν αὐτοὺς ἐμπαθῶς τε καὶ σαρκικῶς. οὕτω μὲν οὖν ὁ μέγας Παῦλος τοὺς ἐγκρατῶς ζῶντας ἀσάρκους καλεῖ, λέγων ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί.» σάρκας μὲν οὖν, ὥσπερ δὴ καὶ ἀσεβεῖς, εἴωθε καλεῖν ἡ γραφὴ τοὺς βίον ἔχοντας ἄσωτον· ἀσέβεια γὰρ οὐ μόνον ἡ τῶν εἰδώλων προσκύνησις, ἀλλὰ καὶ αὐτὸς ὁ ἀσελγὴς βίος καὶ ἄσωτος. καὶ 235 τοῦτο δηλοῖ ὁ μακάριος Δαβὶδ λέγων ἐγὼ εἶπα, ἐξαγορεύω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» μὴ γὰρ ἀλλόπιστος ἦν ὁ Δαβίδ; μὴ τὸν θεὸν ἐξωμόσατο πάντως; οὐχί, ἀλλὰ τὴν ἐπιθυμίαν ἥτις ἔτεκε τὴν μοιχείαν, ἀσέβειαν ἐκεῖνος ἐκάλεσε. παγκόσμιον δὲ τὸν κατακλυσμὸν ἐκεῖνον ἐπήνεγκεν ὁ θεός, ὁτι καὶ πάντες ἐκεῖνοι καθάρσεως ἔχρῃζον. καὶ τοῦτο παρίστησιν ἡ γραφὴ λέγουσα καὶ εἶδε κύριος ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς ἐπὶ τῆς γῆς.» Πρόσεχε δέ, ἀγαπητέ. εἰ γὰρ οὐκ ἐφείσατο τότε τινὸς ὁ θεός, ἀλλὰ πάντας ἄρδην κατέκλυσε, μηδὲν ὠφεληθέντας ἐκ τοῦ λόγῳ μόνῳ σέβεσθαι τὸν θεόν, εὔδηλον πάντως ὡς οὐδὲ ἡμῶν ἐν ἐκείνῃ φείσεται τῇ ἡμέρᾳ, εἰ καὶ τὸ τῶν Χριστιανῶν ἐπιφερόμεθα ὄνομα. ἐρεῖ γὰρ
76
ἀληθῶς ὁ δεσπότης πάντων Χριστὸς καὶ ἡμῖν, ὅπερ εἶπε τοῖς Ἰουδαίοις, ἡνίκα καυχώμενοι ἔλεγον ἡμεῖς ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ Ἀβραάμ ἐσμεν.» καθάπερ γὰρ ἐκείνοις ἔλεγεν εἰ ἐκ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα ἂν ἐποιεῖτε τοῦ Ἀβραάμ,» οὕτως ἐρεῖ καὶ ἡμῖν εἰ Χριστιανοὺς ἑαυτοὺς εἴχετε, τὰ ἔργα ἂν ἐποιεῖτε τὰ τοῖς Χριστιανοῖς ἁρμόζοντα.» μὴ οὖν ἐπὶ τούτοις ἀμφίβαλλε· διὰ γὰρ τοῦ παγκοσμίου ἐκείνου κατακλυσμοῦ καὶ 236 τοῦ ἐν Σοδόμοις ἐμπρησμοῦ σαφῶς ἔδειξεν ὁ θεὸς ὁποῖον ἀπαντᾷ τέλος τοῖς ἐν ἀσωτίᾳ τὸν βίον καταλύουσιν. Ὁ μέντοι Νῶε πεντακοσίων ἐτῶν γεγονὼς γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. ἐφ' ᾧ καὶ ἄξιος θαυμασμῶν ὁ ἀνήρ, ὅτι τοσοῦτος παρίππευσε χρόνος, καὶ μίξεσι νομίμοις ὑποκύπτειν οὐκ ἤθελε. καὶ ὡς ὁ χρυσορρήμων φησίν, εἰ μὴ θεία τις ἦν οἰκονομία, ὥστε δι' αὐτὸν αὖθις τὸ τῶν ἀνθρώπων συστῆσαι γένος, οὐκ ἂν οὐδ' ὅλως σαρκικαῖς ἐπιθυμίαις ὑπέκυψε· κατὰ γὰρ τοῦτο καὶ τέλειον αὐτὸν ἐν τῇ γενεᾷ αὐτοῦ καλεῖ ὁ θεός, τῇ διεστραμμένῃ δηλαδή. ἀλλ' ὅρα μακροθυμίαν τοῦ θεοῦ. οὐκ εὐθέως ἐπάγει τὸν κατακλυσμόν, ἀλλ' ἔτη μὲν ἑκατὸν ἑτοιμάζει τὴν κιβωτόν, κἂν οἱ ἄφρονες τὸν Νῶε θελήματι θείῳ ὑπηρετούμενον ἐξεμυκτήριζον. ἀλλὰ καὶ συναγόμενα ὁρῶντες τὰ θηρία πάντα, καθά φησιν ὁ θεῖος Ἐφραΐμ, ἐλέφαντας μὲν ἀπὸ Ἰνδικῆς καὶ Περσίδος ἐρχόμενα, λέοντας καὶ παρδάλεις μετὰ προβάτων καὶ αἰγῶν μιγάδας, ἑρπετὰ καὶ πετεινὰ ἄνευ τινὸς διώκοντος ἐρχόμενα καὶ κύκλῳ τῆς κιβωτοῦ αὐλιζόμενα, οὐδαμῶς κατενύγησαν. ἀλλὰ μὴ καὶ ἡμεῖς τοῦτο πάθοιμεν, γρηγοροῦντες ἀεί. Πόθεν δὲ οἶδεν ὁ Νῶε τὰ καθαρὰ καὶ ἀκάθαρτα, μήπω τῆς αὐτῶν διαιρέσεως παρὰ Μωσέως γεγονυίας, ὡς ὁ 237 χρυσορρήμων φησίν; ἐκ τῆς ἐναποκειμένης αὐτῷ φυσικῆς γνώσεως, ἢ ἐκ τῆς δοθείσης αὐτῷ παρὰ θεοῦ σοφίας. ὡς καλὸν ἡ ἀρετή. αὕτη τὸν Ἐνὼχ μετέθηκεν, αὕτη τὸν Νῶε διεσώσατο. ὅρα γὰρ ὅτι πάντας ἐκείνους ἀπωλείᾳ παραδιδοὺς ὁ θεὸς πρὸς τὸν Νῶε ἔλεγεν εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ καὶ διεστραμμένῃ.» ἀλλὰ καιρὸν διδοὺς αὐτοῖς ἐμπρόθεσμον εἰς μετάνοιαν φησίν ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ρκʹ,» εἰ καὶ ταῦτα πάντα οὐκ ἔζησαν διὰ τὴν κακίαν αὐτῶν· οἱ γὰρ μὴ φθάσαντες διὰ μέσου τῶν ἑκατὸν μετανοῆσαι οὐδὲ ἐν τοῖς εἴκοσι μετενόησαν ἄν. πρόσεχε δὲ ὅτι ποτὲ μὲν ἣν ὑπισχνεῖται δοῦναι ζωὴν ὑποτέμνει, ὡς ἐνταῦθα, ἐὰν μὴ μετανοήσωμεν, ποτὲ δὲ ἀπειλῶν ἀπολέσαι τοῦτο οὐ ποιεῖ μετανοησάντων ἡμῶν, ὡς ἐπὶ τῶν Νινευιτῶν ἔστιν ἰδεῖν. Τὸ δὲ ὕδωρ ὑψώθη ἐπάνω τῶν ὀρέων ἐπὶ πήχεσι πεντεκαίδεκα, ἵνα τὰ τῆς θείας πληρωθῇ ἀποφάσεως. ἐξαλείψω» γάρ φησι πᾶσαν τὴν ἐξανάστασιν ἣν ἐποίησα, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν ὑποκάτω τοῦ οὐρανοῦ.» εἰ μὴ γὰρ ὑψώθη τοσοῦτον, οὐκ ἂν τὸ τῶν πετεινῶν ἀπώλετο γένος. ὅτι δὲ ὑπεράνω τῶν ὑψηλοτέρων ὀρέων ἐπήρθη τὸ ὕδωρ 238 ἐπὶ τοῦ κατακλυσμοῦ, κἀντεῦθεν πιστοῦται. λίθους γάρ τινες ἐκ τῶν τοῦ Λιβάνου ἀκρωρειῶν εἰς οἰκοδομὰς μετακομίζοντες διεβεβαιοῦντο ὡς εὗρον ἐν τοῖς κοιλώμασι τοῦ Λιβάνου ἰχθύας τεταριχευμένους καὶ τῇ ἰλύϊ πεπηγότας, καθά φησι καὶ Ἰώσηπος. Μετὰ δὲ τὴν τοῦ κατακλυσμοῦ παῦλαν θυσίαν ὁ Νῶε τῷ θεῷ ἀνήνεγκε. τίνος ἕνεκεν; ἵνα τοῖς ἐσομένοις ἐν ἀσθενείᾳ συγγνώμονά τε καὶ γαληνὸν προσαπεργάσηται τὸν θεόν, ὡς ὁ μέγας διέξεισι Κύριλλος, ἵνα μὴ πάλιν μία κατὰ πάντων ἐλεύσεται ψῆφος, δευτέρῳ κατακλυσμῷ τὸ ἀνθρώπινον ὑποτιθεῖσα γένος. ἐφ' ᾧ καὶ εἶπε πρὸς αὐτὸν ὁ θεός διανοηθεὶς οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.» τούτου χάριν, ὡς εἴρηται, θυσίαν ἀνήνεγκε τῷ θεῷ. κατὰ γὰρ τοῦτο καὶ ἑπτὰ ἑπτὰ ἐκέλευσεν ὁ θεὸς ἀπὸ τῶν καθαρῶν εἰσαχθῆναι ἐν τῇ κιβωτῷ, δύο δύο δὲ ἀπὸ τῶν ἀκαθάρτων. ἐπειδὴ γὰρ ἔμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαβεῖν κρεῶν, ἔμελλον
77
δὲ καὶ θυίας προσφέρειν αὐτῷ τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε, τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ περιττὸν ἓν εἰς θυσίαν. ὃ δὴ καὶ πεποίηκε μετὰ τὸν κατακλυσμόν, ἀπὸ πάντων τῶν καθαρῶν 239 προσαγαγὼν τῷ θεῷ, ὡς εἶναι δῆλον ὅτι γε τούτου χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν ἐν τῇ κιβωτῷ εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας. τοσοῦτον δὲ τὴν τοῦ Νῶε προαίρεσιν ἐπὶ τῇ προσαγωγῇ τῆς θυσίας ἀπεδέξατο ὁ θεὸς ὡς καὶ τὴν γραφὴν οὕτως εἰπεῖν καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας.» μετὰ γνώμης λοιπὸν ὑγιοῦς καὶ ἡμᾶς τὸ πᾶν ἐργάζεσθαι χρή. εἰ δὲ μή, κἂν ὁτιοῦν προσάξωμεν, ἀποστραφήσεται αὐτὸ ὁ θεός. ὅρα γὰρ ὅτι καὶ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο. ἀλλ' ἐπὶ τῶν Ἰουδαίων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες βδέλυγμα ὀφθῆναι παρεσκεύασεν. Ὁ μὲν οὖν Ἰώσηπος καὶ κατ' αὐτὸν τὸν κόρακα τὸν ἀπολυθέντα παρὰ τοῦ Νῶε τοῦ ἰδεῖν εἰ τὸ ὕδωρ ἐκόπασεν, ἐναντιούμενος φαίνεται τῇ τοῦ Μωσέως ἱστορίᾳ. ὑποστρέψαι καὶ γὰρ πρὸς τὴν κιβωτὸν λέγει τὸν κόρακα, ὡς ἐπὶ πάσῃ τῇ γῇ τοῦ ὕδατος ἔτι λιμνάζοντος. ὁ δὲ Μωσῆς περὶ τούτων οὕτω φησίν καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ.» κατὰ γὰρ τοῦτο καὶ περιστερὰν ἀπέστειλεν ὕστερον, ἅτε δὴ παλινοστῆσαι τοῦ κόρακος πρὸς αὐτὸν μὴ θελήσαντος. ἀλλὰ καὶ ἱστορικοὺς εἰσάγει τινὰς ὁ Ἰώσηπος, περί τι λέγοντας ὄρος τῆς Ἀρμενίας ὑψηλότατον ἐν τῷ τοῦ κατα κλυσμοῦ πεφευγέναι καιρῷ τῶν ἀνθρώπων τινάς, κἀκεῖσε σωτηρίας διὰ τὸ ὕψος τυχεῖν. ἀλλ' ἐξω βάλλουσιν ἐκεῖνοι τοῦ σκοποῦ, καὶ τῆς εὐθείας πόρρω που φέρονται. εἰ γὰρ ὑψώθη τότε τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλοτάτων ὀρέων ἐπὶ πήχεσι πεντεκαίδεκα, καθὰ Μωσῆς ἱστορεῖ, οὐκ ἂν ὁτιοῦν ὑπελείφθη τηνικαῦτα ὄρος, ὡς οἶμαι, τοὺς ἐν αὐτῷ πεφευγότας ἰσχῦον ἀβλαβεῖς διασώσασθαι. Ἡ μέντοι κιβωτὸς τριακοσίων μὲν πηχέων τὸ μῆκος ἦν, πεντήκοντα δὲ τὸ πλάτος, τὸ ὕψος τριάκοντα. πῆχυν δὲ ἀκούων μὴ τοιαύτην εἶναι νόμιζε ὁποία τίς ἐστι παρ' ἡμῖν, ἀλλὰ γεωμετρικήν. ὁ γὰρ Μωσῆς γεωμέτρης ἐξ Αἰγύπτου ὢν τοιαύτην ἔφη πῆχυν ἐπὶ τῆς κιβωτοῦ, ἥτις ὀργυιὰν μεγίστην ποιεῖ. πρῶτοι γὰρ Αἰγύπτιοι, καθά φησι Κύριλλος, τὴν γνωμετρίαν εὗρον ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως. ἡ δὲ τῶν φαινομένων θεωρία παρ' Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων ἐν Βαβυλῶνι γενομένων. τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν ἐμπόρων Φοινίκων ἤρξατο. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ πεντακόσια τριάκοντα καὶ ἓξ ἔτη τοῦ κατακλυσμοῦ ἡ τοῦ πύργου γέγονεν οἰκοδόμησις, ματαιοπονησάντων ἐπὶ ταύτῃ τῶν ἀνθρώπων ἐκείνων ἐν ἔτεσι τεσσαράκοντα. 241 καὶ εἶπε» γάρ φησιν ἄνθρωπος τῷ πλησίον αὐτοῦ δεῦτε καὶ πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ.» διὰ τί δὲ καὶ τίνος ἕνεκεν τοῦτο; ἵνα κατακλυσμὸς εἰ γένηται δεύτερος, ἐπὶ τὴν αὐτοῦ κορυφὴν ἀναδράμωσι, κἀντεῦθεν τὸν ἐξ ὕδατος ὄλεθρον φεύξωνται. ταύτῃ τοι καὶ τὴν ματαιοπονίαν αὐτῶν ἐκώλυσεν ὁ θεὸς διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. καὶ ἄκουε τῆς γραφῆς οὕτω λεγούσης καὶ εἶπε κύριος "ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων. δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον."3 καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» τηνικαῦτα καὶ μέροπες καλοῦνται ἀπὸ τοῦ μερισμοῦ τῆς φωνῆς καὶ τῆς γῆς. ὁ δὲ παράφρων Ἰουλιανὸς καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἔλεγεν, ὅτι θεωρῶν αὐτοὺς ὑψουμένους διὰ τοῦ πύργου, καὶ οὐ μικρῶς ἐπὶ τούτῳ πτοηθείς, εὐμεθόδως αὐτοῖς κωλύει τὴν ἄνοδον διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. Ὁ
78
μέντοι πύργος ἐκτίζετο οʹ καὶ βʹ τοῦ κτίσματος ἀρχηγῶν ὄντων. κατὰ τούτους λοιπὸν καὶ ἡ διαίρεσις τῶν γλωσσῶν γέγονε, χείλους ὄντος ἑνὸς καὶ φωνῆς ἐπὶ πᾶσι μιᾶς, ὡς ἄνωθεν εἴρηται. μόνος δὲ ὁ Ἕβερ μὴ συγκατατεθεὶς τῇ ματαιοπονίᾳ τῶν λοιπῶν ἐν τῇ ἰδίᾳ γλώσσῃ ἔμεινεν. ἀρχῆθεν λοιπὸν ἡ Ἑβραῒς φωνή. ὅτι δὲ τῇ Ἑβραίων γλώσσῃ ἐχρῶν το οἱ ἀπὸ τοῦ Ἀδάμ, δῆλον μὲν καὶ ἀπὸ τοῦ καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ τῇ τοιαύτῃ χρᾶσθαι διαλέκτῳ, δῆλον δὲ καὶ ἀπὸ τοῦ τὸν δεύτερον Ἀδὰμ Χριστὸν τὸν θεὸν ἡμῶν τῇ Ἑβραίων χρᾶσθαι φωνῇ. καὶ δηλοῦσι μὲν τοῦτο καὶ τὰ ἐν τῷ σταυρῷ, οὐχ ἧττον δὲ κἀκεῖνα ἐν οἷς ἔλεγεν ἐφαθά,» τουτέστι διανοίχθητι, καὶ πάλιν ἀλλαχοῦ ταλιθὰ κοῦμι,» τουτέστι σοὶ λέγω τῷ κορασίῳ. πρὸς τούτοις δὲ καὶ ὁ μέγας Ἐπιφάνιος περὶ τούτων οὕτω φησί μετὰ τὸν κατακλυσμὸν ὁ πύργος, εἶτα ὁ Ἕβερ ὁ τῶν Ἑβραίων πρόγονος, ὃν λέγουσι μὴ βουληθέντα κοινωνῆσαι τοῖς τὸν πύργον οἰκοδομοῦσι μεῖναι ἐν τῇ ἰδίᾳ γλώττῃ. τούτου ἔκγονος ὁ Ἀβραάμ, ὅθεν καὶ ἡ Ἑβραία γλῶττα.» τὰ αὐτὰ δὲ τούτοις καὶ Ἰώ-σηπός φησι. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ Θεοδώρητος τῇ Σύρᾳ γλώττῃ τοὺς ἐξ Ἀδὰμ χρᾶσθαι φησίν. Ἰστέον δὲ ὅτι ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τὸν Λίβανον γῆν ὅτι ἀγαθή ἐστι, μετὰ τὴν πρὸς αὐτοὺς κληροδοσίαν, καὶ κρείττων τῆς ἑαυτοῦ γῆς, τυραννικῶς καθήρπαξεν αὐτήν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐκεῖθεν ἐξήλασε. καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγορεύθη. καὶ Ἰώσηπος δέ φησιν ὅτε Χαναὰν τέταρτος ὢν τοῦ Χὰμ παῖς, τὴν Ἰουδαίαν καλουμένην οἰκήσας Χαναὰν ἀφ' ἑαυτοῦ προσηγόρευσεν. Ὁ δὲ Σὴμ γεννᾷ τὸν Ἀρφαξᾶ, Ἀρφαξᾶ δὲ τὸν Καϊνᾶν. 243 οὗτος δὲ ὁ Καϊνᾶς, ὥς φησι Γεώργιος, συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν παρὰ τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ἐκτεθεῖσαν ὀνομασίαν τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγραμμένην. οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γενέσθαι φθορὰν τῶν ἀνθρώπων διά τε πυρὸς καὶ ὕδατος καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην ἑτέραν δὲ πλινθίνην, ἔγραψαν τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα, λογισάμενοι ὅτι εἰ μὲν δι ὕδατος ὁ κόσμος φθαρῇ, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα (ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίδιρον ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος), εἰ δὲ διὰ πυρὸς γένηται ἡ φθορά, μενει ἂν ἡ πλινθίνη. Ἀνεφάνη δὲ ἐκ τῆς τοῦ Σὴμ φυλῆς ἕτερος γιγαντογενὴς τοὔνομα Κρόνος. οὗτος πάνυ γενόμενος δυνατὸς καὶ πολλοὺς ὑποτάξας, πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ τῶν ἄλλων κρατεῖν, καὶ βασιλεύσας πρῶτος Ἀσσυρίων ἔτη νϛʹ ὑπέταξε πᾶσαν τὴν γῆν Περσίδος. μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος ἔτη νβʹ, ὅς γε τὴν οἰκείαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφάς. ἐξ οὗ γένους ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν ἀστρονόμος, ὃς εἶπε τοῖς Πέρσαις, ἐὰν 244 καύσῃ με τὸ οὐράνιον πῦρ,» (τοῦτο γὰρ καὶ ηὔχετο) λάβετε ἐκ τῶν ὀστέων μου, καὶ φυλάσσετε εἰς σύστασιν τῆς βασιλείας ὑμῶν.» ὃ δὴ καὶ γέγονεν. ἐν δὲ ταῖς ἱστορίαις αἷς ἐχρήσατο κατὰ Ἰουλιανοῦ ὁ θεολόγος μέγας Γρηγόριος καὶ τάδε φησί. τὴν ἀστρονομίαν λέγονται πρῶτον εὑρηκέναι Βαβυλώνιοι διὰ Ζωροάστρου, δεύτερον δὲ ἐδέξαντο οἱ Αἰγύπτιοι. τὴν δὲ μαγείαν εὗρον Μῆδοι, εἶτα Πέρσαι. διαφέρει δὲ μαγεία γοητείας. καὶ ἡ μὲν μαγεία ἐπίκλησίς ἐστιν, ὥς φασι, δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινὸς σύστασιν· γοητεία δέ ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους εἱλουμένων ἐπὶ κακοῦ τινὸς σύστασιν. γοητεία δὲ ἤκουσεν ἀπὸ τῶν γοῶν καὶ τῶν θρήνων τῶν ἐν τοῖς τάφοις γινομένων, μαγεία δὲ ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν, ὅθεν ἔσχε καὶ τὴν ἀρχήν· Μαγὼς ἐγχωρίως οἱ Πέρσαι λέγονται. ὁ μέντοι μέγας Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε γράφων εὕρηται, ὅτι μετὰ ἐννακόσια ἔτη τοῦ κατακλυσμοῦ τῶν Ἀσσυρίων ἐβασίλευσεν Ἄρβυλος πρῶτος
79
ἐν ἀνθρώποις. οὗτος ἔσχε πρῶτος εἰς ἑαυτὸν τὸ τῆς θεότητος ὄνομα. ἀλλὰ καὶ Νῖνος ὁ ἐκείνου παῖς πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται, οὗ ἐπώνυμος ἡ Νινευή, ἧς τὰ τείχη Σεμίραμις μεγαλοφυῶς ἐσκευάσατο. Μετὰ δὲ τὴν πυργοποιίαν, ὡς εἴρηται, διασκεδασθέντες 245 ἔνθεν κἀκεῖθεν οἱ ἄνθρωποι πρὸς ἀτόπους πράξεις ἐξεκυλίσθησαν, καὶ τελευταῖον πρὸς εἰδωλομανίαν ἀπεπλανήθησαν, ὑπὸ τῶν δαιμόνων αὐτῶν ἀπατηθέντες τουτονὶ τὸν τρόπον οἱ δείλαιοι. ὁ γὰρ ἀπὸ τοῦ Νῶε ὄγδοος Σεροὺχ τὰ τῶν ἀγαλμάτων ἀρχῆθεν εὕρατο· λέγεται γὰρ οὗτος τοὺς ἔργον οἷον δήποτε λαμπρὸν ἐπιδειξαμένους ἀνδριᾶσι καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι μνήμης ἕνεκα τοὺς ἀνδριάντας ἔστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου συνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν καὶ θυσίας αὐτοῖς ἐπενόησαν, τῶν δαιμόνων τοῖς ξοάνοις ἐνοικησάντων. ἐντεῦθεν ἄλλοις καὶ ἄλλοις θεοῖς τὸ τῶν ἀνθρώπων γένος ἐλάτρευσεν. Αἰγύπτιοι δὲ μᾶλλον τῶν ἄλλων εἰς ἀθεΐαν ἐξώκειλαν· αἰλούρους γὰρ καὶ πιθήκους ἐσεβάσθησαν, τράγους τε ὁμοίως καὶ βόας καὶ κροκοδείλους. πλεὸν δὲ τῶν ἄλλων τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν ὄντα πολύχρουν αὐτόν. ἡνίκα γὰρ ἐγεννήθη τοιοῦτος βοῦς παρ' αὐτοῖς παρὰ τῇ γλώττῃ φέρων καὶ τῇ κέρκῳ σήμαντρα, ὡσαύτως παρὰ τῷ μετώπῳ σελήνης ὥσπερ διχότομον μίμημα, ἐχόρευον φαιδρῶς καὶ ἐπανηγύριζον ἅτε θεοῦ καινοπρεποῦς αὐτοῖς ἐνδημήσαντος. καὶ περὶ μὲν τούτων οὕτως. Ὄγδοος δὲ ἀπὸ τοῦ Νῶε λέγεται εἶναι ὁ Σερούχ· ὁ γὰρ 246 Καϊνᾶν γεννᾷ τὸν Σαλᾶ, ὁ Σαλᾶ τὸν Ἕβερ, ὁ Ἕβερ τὸν Φαλέκ, ὁ Φαλὲκ τὸν Ῥαγαῦ, ὁ Ῥαγαῦ τὸν Σερούχ. οὗτοςδὲ ὁ Σεροὺχ γεννᾷ τὸν Ναχώρ, ὁ Ναχὼρ τὸν Θάρα, καὶ ὁ Θάρα τὸν θεσπέσιον Ἀβραάμ. ὁ Ἀβραὰμ γεννᾷ τὸν Ἰσαάκὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας,Ῥουβεὶμ Συμεὼν Λευὶ Ἰούδαν καὶ τοὺς λοιπούς, ἀφ' ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ. καὶ τηνικαῦτα μὲν περὶ τοῦ Ἀβραὰμ οὕτως φησὶν Ἰώσηπος, ὅτι κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν αὐτοῖς ἐχαρίσατο καὶ τὰ περὶ ἀστρονομίας αὐτοῖς παρέδωκε· πρὸ γὰρ τοῦ Ἀβραὰμ τῆς ἐκεῖσε παρουσίας τῶν τοιούτων ἀμαθῶς εἶχον Αἰγύπτιοι. ἀπὸ Χαλδαίων οὖν ταῦτα καταπεφοίτηκεν εἰς Αἴγυπτον, κἀκεῖθεν εἰς Ἕλληνας. ὁ δὲ Γεώργιος περὶ τούτου καὶ τάδε. ὁ Ἀβραὰμ ἐτῶν ιδʹ ὢν θεογνωσίας ἤρξατο, καὶ πρῶτος τὸν θεὸν δημιουργὸν ἀνεκήρυξεν. ὁρῶν γὰρ οὐρανὸν ποτὲ μὲν λαμπρὸν ποτὲ δὲ ζοφώδη, καθ' ἑαυτὸν ἔλεγεν εἰ καὶ τιμῶσιν αὐτὸν ἕτεροι, ἀλλ' οὐκ ἔστι θεός.» ὁμοίως ἔλεγε τοῦτο κἀπὶ τῷ ἡλίῳ, τῇ σελήνῃ καὶ τοῖς λοιποῖς ἀστράσι· καὶ γὰρ ἀστρονόμος ἄκρος ἦν. ἐφ' ᾧ τοιοῦτον ἰδὼν ὁ θεὸς ἐκάλεσεν. ἀλλὰ καὶ ἐπὶ Ἀβιμέλεχ φησὶ κατελθεῖν αὐτὸν εἰς Αἴγυπτον διὰ τὸν λιμόν, καὶ τοὺς ἐκεῖσε τότε καταισχῦναι σοφοὺς καὶ εἱμαρμένην δοξάζοντας. μετὰ γὰρ τὴν θεογνωσίαν οὐκέτι προσέχειν ἀστράσιν ἤθελε, καὶ ἦν ἰδεῖν ἐπ' αὐτῷ πεπληρωμένον τὸ τοῦ ἀπο στόλου ῥητὸν τὸ λέγον τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·» τὸν γὰρ ποιητὴν θεὸν ἐκ τῶν ποιημάτων ὁ θειότατος κατέλαβεν Ἀβραάμ. κατὰ τοῦτο καὶ ὁ Πλούταρχος ἔλεγεν ἔλαβον δὲ ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τῖς χρώμασιν ἴσα δὲ τοῖς μεγέθεσι, καὶ κατὰ τόπους τοὺς αὐτούς.» Μέγας ὄντως ὁ Ἀβραάμ. τοῦ γὰρ θεοῦ ἀκούσας λέγοντος ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς γῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἂν δείξω σοι» εὐθέως ἠκολούθει, τῶν ἐν μέσῳ δυσχερῶν καταφρονῶν, καὶ μηδὲ εἰδὼς ὅπου πορεύεται. ἡμεῖς δὲ καλοῦντος καθ' ἑκάστην ἀκούοντες τοῦ κυρίου οὔτε τῶν γηΐνων ἐκστῆναι θέλομεν, οὔτε πρὸς τὴν γῆν ἐκείνην τὴν ἐπηγγελμένην ἔρχεσθαι. ἀλλὰ καὶ τὴν ταπείνωσιν θαυμάζων ὁ χρυσορρήμων Ἰωάννης καὶ τάδε φησίν ἀληθὴς
80
ταπείνωσις, ὅτε τις ἑτέρῳ παραχωρεῖ τῶν πρωτείων, καθὰ δὴ καὶ Ἀβραὰμ ποιεῖ, ἵνα δὲ μὴ διαδικάζηται μετὰ τοῦ Λὼτ καὶ τῶν ποιμένων αὐτοῦ· ἐφ' ᾧ καὶ ὁ μὲν Λωτ τὴν κρείττονα γῆν ἔλαβε, τὰ Σόδομα δηλαδή, ὁ δὲ Ἀβραὰμ κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆν. ὅρα δὲ καὶ τὰς θείας ἀμοιβάς. εἶπε γὰρ πρὸς Ἀβραὰμ ὁ θεὸς ὅτι 248 πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς ἀπὸ τοῦ τόπου τούτου, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. ἡ δὲ κρείττων ἐκείνη γῆ ἣν ἔλαβε Λώτ, ἡ παραδείσου μηδὲν διαφέρουσα, οὐκ εἰς καλὸν ἀπέβη τῷ λαβόντι αὐτήν· αἰχμάλωτος γὰρ μετὰ μικρὸν ἀπήγετο ὑπὸ τῶν κατ' αὐτοῦ στρατευσάντων πέντε βασιλέων. ἀλλ' ὁ θεῖος αὐτὸν ῥύεται Ἀβραὰμ μετὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ οἰκογενῶν αὐτοῦ ἐπελθὼν καὶ κατακόψας αὐτούς. καὶ τοῦτό ἐστιν ὅπερ ὁ Παῦλός φησιν, ὅτι ὑποστρέφοντα τὸν Ἀβραὰμ ἐκ τῆς κοπῆς τῶν βασιλέων ἄρτῳ καὶ οἴνῳ δεξιοῦται ὁ Μελχισεδέκ, κἀκεῖνος ἀφ' ὧν ἐπεφέρετο λαφύρων δέδωκε δεκάτας αὐτῷ. πρόσεχε λοιπόν. καὶ ἡμᾶς γὰρ ὑποστρέφοντας ἀπὸ τοῦ νοητοῦ πολέμου ἀρτῷ καὶ οἴνῳ δεξιοῦται ὁ Μελχισεδὲκ ὄντως, τῷ σώματι καὶ αἵματι δηλονότι αὐτοῦ. εἰ δὲ τοῦτο, κατὰ τὸν Ἀβραὰμ πάντως ὀφείλομεν καὶ ἡμεῖς τὰς δέκα ἡμῶν αἰσθήσεις ἀντὶ δεκατῶν προσάγειν αὐτῷ, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος. Ὁ μὲν οὖν Ἀβραὰμ καθήμενος παρὰ τῇ δρυῒ τῇ Μαμβρῇ πάντας ἐφιλοξένει τοὺς παροδεύοντας, πιστοὺς ὁμοῦ καὶ ἀπίστους, κατὰ μηδὲν ἐπὶ τούτοις διακρινόμενος· καὶ τοσοῦτον ἁπλῶς φιλόξενος ἦν ὡς καὶ αὐτὴν τὴν ἁγίαν τριάδα κατελθεῖν ἐπὶ τῆς σκηνῆς αὐτοῦ καὶ τῶν παρατεθέντων αὐτῇ περιχαρῶς ἐμφορηθῆναι. οὐ χρὴ θαυμάζειν. ἀγγέλους ἐσθίοντας ἀκούεις παρὰ τῇ γραφῇ· ἐνεργείᾳ καὶ γὰρ ἀοράτῳ 249 κατηνάλωσαν τὰ παρακείμενα, προσποιήσει τοῦ φαγεῖν. ἀλλὰ καὶ Θεοδώρητος οὕτω φησίν οὔτε τῇ φύσει ἄνδρες ἦσαν, ἀλλ' ἐδόκουν εἶναι, οὔτε ἔφαγον ὡς ἄνθρωποι, ἀλλ' ἐδόκουν ἐσθίειν τῇ ὄψει τῶν ὁρώντων, ἀναλισκομένων τῶν προτιθεμένων κατὰ θείαν ἐνέργειαν.» εἰ δὲ καὶ λέγει ἡ γραφὴ ὅτι παρέθηκεν αὐτοῖς καὶ ἔφαγον, καινὸν οὐδέν· ἴσως γὰρ τὸ ἀνηλῶσθαι αὐτοὺς φαγεῖν εἶπεν ἡ γραφή. καὶ τρεῖς μὲν ἐν τῇ σκηνῇ φαίνονται ἄνδρες, καθάπερ ὁ χρυσοῦς τὴν γλῶτταν φησί, δύο δὲ ἐπὶ Σόδομα παραγίνονται. ἐκεῖ μὲν γὰρ καὶ οἱ ἄγγελοι καὶ ὁ τούτων δεσπότης κατὰ ταὐτὸν ὤφθησαν. ἀλλ' οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλλοντο, ὁ δὲ ἔμεινε καθάπερ φίλος φίλῳ μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ ἅπερ ἔμελλε ποιεῖν· οὐ μὴ» γάρ φησι κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ μέλλω ποιῆσαι.» Κύριλλος δὲ ὁ μέγας περὶ τούτων οὕτω. καὶ τρεῖς μὲν ἐν ἀρχῇ τῷ Ἀβραὰμ προσέβαλον ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, δύο δὲ τοῖς Σοδόμοις ἐπεφοίτησαν. οὐδὲ γὰρ ὁ πατὴρ κρινεῖ οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ υἱῷ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ κυρίου, συνόντος φυσικῶς καὶ τοῦ ἁγίου πνεύματος.» ὅτι δὲ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἐπὶ Σόδομα ἐπορεύοντο, καὶ ἡ τοῦ Ἀβραὰμ ξενία σαφῶς παριστᾷ, καθάπερ ὁ μέγας φησὶν Ἀθανάσιος. εἰ μὴ γὰρ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἦσαν, οὐκ ἂν τῷ θεῷ καὶ 250 πατρὶ συνεκάθηντο. ὅτι δὲ συνεκάθηντο, δῆλον ἐκ τοῦ περὶ τούτων οὕτω λέγειν οἳ ἐξανέστησαν ἐπιβλέψαντες ἐπὶ πρόσωπον Σοδόμων.» εἰ οὖν ἐξανέστησαν, πάντως καὶ συνεκάθηντο. εἰ δὲ ὁ υἱὸς ἐκ δεξιῶν κάθηται, λείπεται πάντως ἐξ εὐωνύμων τὸ πνεῦμα καθῆσθαι. ναί, εἴγε περιγραπτὸς ἦν ὁ πατήρ· ἄλλως γὰρ παρ' αὐτῷ οὐκ ἔστιν ἀριστερὰ καὶ δεξιά. τοῦ υἱοῦ τοίνυν συγκαθημένου συγκάθηται καὶ τὸ πνεῦμα, ἐπεὶ ἐν αὐτῷ μένει, τῷ υἱῷ δηλαδή. τοιούτου δὲ κατηξίωσεν ἀγαθοῦ τῷ Ἀβραὰμ ἡ φιλοξενία, ὡς καὶ τὴν ἁγίαν τριάδα κατελθεῖν ἐπ' αὐτὸν καὶ καρπὸν αὐτῷ κοιλίας χαρίσασθαι κατά γε τὸν τοῦ γήρους καιρόν· τοσοῦτον γὰρ ἦν ἡ Σάρρα προβεβηκυῖα ὥστε καὶ γελάσαι αὐτὴν περὶ τούτου ἀκούσασαν. Μετὰ δὲ ταῦτα προφάσει τῇ τοῦ λιμοῦ μετανάστης ὁ Ἀβραὰμ γίνεται, κἀκεῖθεν ἐν Γεράροις ἔρχεται, πρὸς Αἴγυπτον ἀφικνεῖται, καὶ αὖθις ἀφαιρεῖται τὴν Σάρραν καὶ παρὰ τοῦ Ἀβιμέλεχ· ἤθελε
81
γὰρ αὐτὴν εὐπρεπεστάτην οὖσαν πρὸς γάμου κοινωνίαν λαβεῖν, εἴγε καὶ μᾶλλον ἀδελφὴ τοῦ Ἀβραὰμ ἐλέγετο εἶναι. εἰ γὰρ ἀνεψιάν φησι τὴν Σάρραν ὁ Ἰώσηπος τοῦ Ἀβραάμ, ἀλλὰ κατὰ τὴν Μωσαϊκὴν ἱστορίαν ἐκ μητρὸς μὲν τῆς αὐτῆς, ἐξ ἄλλου· δὲ καὶ ἄλλου πατρός. 251 κρύπτων οὖν τὸ ἕν, ἵνα μὴ φονευθῇ δῆθεν ὡς ἀνὴρ αὐτῆς, τὸ ἕτερον ἔλεγεν, ὅτι ἀδελφή μου ἐστίν. μεγαλόψυχος ὄντως ὁ Ἀβραάμ. δὶς γὰρ εἰς Αἴγυπτον προφάσει τοῦ λιμοῦ κατελθὼν καὶ δὶς τὴν Σάρραν ἀφαιρεθείς, παρά τε τοῦ Φαραὼ καὶ παρ' αὐτοῦ ὕστερον του Ἀβιμέλεχ, γενναίως ἔφερε τὴν ἀφαίρεσιν· ἀκολουθεῖν γὰρ καθάπαξ κρίνας θεῷ, πολυπραγμονεῖν οὐκ ἤθελε τὰς ἀρρήτους οἰκονομίας αὐτοῦ. ἐφ' ᾧ καὶ κατόπιν αἱ θεῖαι ἠκολούθησαν αὐτῷ ἀμοιβαί. Τοὺς μέντοι Σοδομίτας ἡ κακίστη ἐκείνη συνήθεια ἐν ἀγγέλοις αὐτοῖς ἔπεισε τῆν ἀσέλγειαν ἐπιδείξασθαι, ὅθεν καὶ ἀσβέστου πυρὸς ἔργον γεγόνασι. τὰ γὰρ Σόδομα ἐκεῖνα περικαλλῆ μὲν ἑστῶτα, τέφρα δὲ τῇ ἀληθείᾳ ὄντα (καὶ αὐτὸς γὰρ ὁ ἀὴρ σὺν τοῖς ὕδασιν ἐκπυροῦται) τεκμήριον ὅτι σαφὲς τοῦ διαιωνίζειν ἐκεῖσε τὴν κόλασιν. ταῦτα δὲ περὶ Παλαιστίνην, Ἀσκάλωνος καὶ Γάζης ἄνωθεν, περὶ τὸ τοῦ Ἰορδάνου τέλος, οὐδὲν ἀπεοικότα τότε τοῦ παραδείσου. ὁ γοῦν ἀπιστῶν τῇ γεέννῃ ἀναλογιζέσθω τὰ Σόδομα, καὶ οὕτω τὴν ἀδδηφαγίαν φευγέτω· τοιαῦτα γὰρ εἴωθεν αὕτη πάθη γεννᾶν. κατὰ τοῦτο καὶ ὁ Μωσῆς ἔλεγεν τῷ Ἰσραήλ φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλήσῃ κυρίου τοῦ θεοῦ σου.» ἀλλὰ καὶ ὁ τὴν ἰατρικὴν τέχνην ἄριστος Γαληνὸς τῶν τοιούτων παθῶν αἰτίαν αὐτὴν δείκνυσι τὴν τρυφήν, κατὰ 252 τὴν ἡμετέραν λέγων Μυσίαν τὴν ὅμορον Περγάμου σπανίως ἄν τις εὕρῃ γυναῖκα μοιχευομένην, ἔτι δὲ ἄνδρας ἀσελγεῖς ἀπορρήτοις ἀφροδισίοις ᾠκειωμένους, ἀλλ' ἐν Ῥώμῃ διὰ τὴν ἐπιπολάζουσάν τε καὶ συνήθη τρυφὴν καὶ ῥᾴδια ταῦτα. εἰ δέ, καθά φησι Πτολεμαῖος ὅτι διὰ τὸ οἰκειοῦσθαί τινας πρὸς τὸ τοῦ ζωδιακοῦ πρῶτον τρίγωνον, τὸν κριὸν δηλαδή, τὸν λέοντα καὶ τὸν τοξότην, διὰ τοῦτο ἄδεσμά τινα πράττουσι, καὶ νομίζουσι μηδέν τι ποιεῖν ἀποτρόπαιον ἅτε ὑπὸ ζώδια ὄντες τὰ μὲν ἔμπροσθεν ἀρρενούμενα τὰ δὲ ὄπισθεν θηλυνόμενα, ἆρα μὴ ἄδικος ὁ θεὸς ὁ διὰ πυρὸς ἐκτεφρώσας τὰ Σόδομα; ἀλλ' οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος. ἐν πλησμονῇ γὰρ ἄρτων οἱ τοιοῦτοι κατὰ τὴν γραφὴν σπαταλῶντες, οὐ μὴν ὑπὸ τρίγωνον τοιοῦτον ὄντες, κἀντεῦθεν εἰς ἀθέσμους κοίτας ἐγκυλισθέντες, πυρὸς εἰκότως γεγόνασι παρανάλωμα. οὐκοῦν ἐντεῦθεν μανθάνομεν ὅτι κατ' ἐκείνην τὴν ἡμέραν οἱ δίκαιοι, καθάπερ ἐνταῦθα Νῶέ τε καὶ Λώτ, τῶν βασάνων ἀνώτεροι εὑρεθήσονται, οἱ δὲ ἁμαρτωλοὶ κἂν ἅπας εἶεν ὁ κόσμος, σχεδὸν αἰωνίοις ὑποπεσοῦνται κολάσεσι, καθάπερ ἐνταῦθα κατακλυσμῷ καὶ πυρὶ παρεδόθησαν ἅπαντες οἱ τὰ χείριστα πράττοντες. Ὁ μέντοι Ἀβραὰμ Ἀβρὰμ ἐκαλεῖτο τὸ πρότερον, ὃ λέγεται περάτης· θείᾳ γάρ, ὡς ἔοικεν, ἡ μήτηρ αὐτοῦ προμη θείᾳ οὕτως αὐτὸν ἐπωνόμασεν, ἐπεὶ περᾶσαι τὸν Εὐφράτην ἔμελλε καὶ εἰς Παλαιστίνην οἰκῆσαι. ἐτῶν δὲ ἦν ἑβδομήκοντα πέντε ὁ Ἀβραάμ, ὅτε τὰς ἐπαγγελίας ἐδέχετο. γεννᾷ δὲ τὸν Ἰσμαὴλ ἐτῶν ὢν πϛʹ. ἡνίκα δὲ γέγονεν ἐτῶν ϟθʹ, ὤφθη αὐτῷ ὁ θεὸς λέγων ἐγώ εἰμι ὁ θεός.» τότε λοιπὸν περιτέμνεται καὶ ὁ δίκαιος, κανὼν ὥσπερ τοῖς πᾶσι προκείμενος. ὅτι δὲ ἡ τῶν κατὰ πόλιν δικαίων παρρησία τῆς τοῦ θεοῦ μακροθυμίας πρόξενος ἡμῖν ἐστίν, ἐξ αὐτῆς μάνθανε τῆς περὶ τὰ Σόδομα ἱστορίας· ἐὰν δέκα» γάρ φησι δικαίους εὕρω, οὐ μὴ ἀπολέσω τὰς πόλεις.» πολλάκις δὲ καὶ διὰ τὴν τῶν τετελευτηκότων ἀρετὴν ἢ καὶ αὐτὴν τὴν οἰκείαν μακροθυμίαν κήδεται τῶν ζώντων, καὶ βοᾷ λέγων ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» Πῶς δὲ πιστὸς ὀνομάζεται ὁ Ἀβραὰμ εἰρηκὼς τῷ θεῷ κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν;» τὴν Παλαιστίνην δηλαδή. τὸ κατὰ τί οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον. ἔθνη καὶ γὰρ μυρία τῷ τότε τὴν Παλαιστίνην κατῴκουν. καὶ
82
τούτου χάριν ἔφη ὁ θεὸς μετὰ τὴν θυσίαν γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσιν αὐτοὺς ἔτη υʹ, τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται 254 ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν.» οὐδέπω, φησίν, ἄξια πανωλεθρίας δεδράκασιν. ἄλλως τε καί τινες ἦσαν ἐκεῖσε εὐσεβεῖς· καὶ δῆλον ἔκ τε τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ. καὶ περὶ μὲν τούτων οὕτως. 255 Ὁ δὲ Μελχισεδὲκ εἰ καὶ ἀπάτωρ παρὰ τῇ γραφῇ καὶ ἀμήτωρ λέγεται, ἀλλὰ κατάγει τὸ γένος ἀπὸ Σίδου υἱοῦ Αἰγύπτου τοῦ καὶ τὴν Σίδωνα κτίσαντος. ἐν τῷ ὄρει δὲ Σιὼν πόλιν ἐκεῖνος κτίσας Σαλήμ, καὶ βασιλεύσας ἐν αὐτῇ ἔτη ιγʹ, τελευτᾷ δίκαιος καὶ παρθένος. αὕτη δέ ἐστι μετὰ τῆς ἱεροῦ προσθήκης ἡ περίφημος Ἱερουσαλήμ. ἐκ γένους δὲ τοιούτου μιαροῦ καταγόμενον ἀφῆκεν ἡ γραφὴ ἀγενεαλόγητον, εἰ καί τινες θεὸν αὐτὸν ἐνόμισαν ὡς ἄναρχον τάχα καὶ ἀτελεύτητον, τοῦ ῥητοῦ καὶ μᾶλλον τοῦ ἀποστολικοῦ δραξάμενοι τοῦ λέγοντος ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτε τέλος ζωῆς.» κατὰ τοῦτο καὶ ἀφομοίωμα λέγεται τοῦ Χριστοῦ τοῦ ἀμήτορος μὲν τὸ πρότερον ἀπάτορος δὲ τὸ δεύτερον, καὶ ὅτι τὴν ἀναίμακτον θυσίαν ἣν αὐτὸς ὁ 256 Χριστὸς τοῖς μαθηταῖς παραδέδωκεν, αὐτὸς ἀνέκαθεν προεικόνιζε. καὶ ἄκουσον τί περὶ τούτου φησὶν ὁ τὴν γλῶτταν χρυσοῦς. προμηνύων ὁ θεὸς τὴν κατάλυσιν τῆς νομικῆς ἱερωσύνης εἴρηκε διὰ τοῦ Δαβίδ "σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ,"3 ὃς οὐ θυσίας νομικὰς ἱέρευεν ἀλλ' εὐχὰς καὶ ἄρτους καὶ οἶνον, ὡς ἱστορία διδάσκει.» κατὰ τοῦτο καὶ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου παρὰ τῇ γραφῇ λέγεται, ἱερεὺς αὐτοχειροτόνητος, ὡς ὁ χρυσορρήμων φησί· τοιοῦτοι καὶ γὰρ τῷ τότε οἱ ἱερεῖς. ἢ καθὸ θύων ἦν ὡς Ἄβελ, ὡς Νῶε καὶ οἱ λοιποί. Εἰ δὲ καὶ ἄνθρωπος ἦν ὁ Μελχισεδέκ, πῶς λέγεται μήτε ἀρχὴν μήτε τέλος ἔχειν; καὶ ἔστιν εἰπεῖν ὅτι τοὺς ἀπὸ Σὴθ καταγομένους γενεαλογοῦσα ἡ γραφὴ οὕτως ποιεῖ. ὁ Ἀδὰμ τόσων γενόμενος ἐνιαυτῶν γεννᾷ τὸν Σήθ, ὁ δὲ Σὴθ πάλιν τόσων χρόνων γενόμενος τῶν ὧδε ἀφίσταται. δήλη οὖν ἐντεῦθεν καὶ ἡ ἀρχὴ τῶν ἡμερῶν τοῦ Σὴθ καὶ τὸ τέλος τῆς ζωῆς αὐτοῦ. ἐπὶ δὲ τοῦ Μελχισεδὲκ μηδὲν τοιοῦτον ποιήσασα παρέπεισέ τινας ἄναρχον αὐτὸν λέγειν καὶ ἀτελεύτητον, κἀντεῦθεν δύναμιν μεγάλην αὐτὸν οἴεσθαι τοῦ θεοῦ. Βασιλεὺς μὲν οὖν καὶ ἱερεὺς ὁ Μελχισεδέκ, ὡς ἄνωθεν εἴρηται, ὅτι καὶ τύπος ἦν καὶ ἀφομοίωμα τοῦ Χριστοῦ. ὅθεν 257 εἰ θέλεις, ἀγαπητέ, μαθεῖν ὅση τῆς καθ' ἡμᾶς ἱερωσύνης ἡ ὑπεροχή, τῷ χρυσορρήμονι πρόσχες Ἰωάννῃ. ἐν γὰρ τῷ κατὰ Ἰουδαίων πέμπτῳ λόγῳ φησὶν ὅτι καὶ ἐν τοῖς τύποις ἡ καθ' ἡμᾶς ὑπεροχὴ τῆς ἱερωσύνης δείκνυται. ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν καὶ τοῦ Ἰακὼβ πάππος καὶ τοῦ Λευὶ πρόγονος· τοῦ γὰρ Ἰακὼβ υἱὸς ὁ Λευί, ἀπὸ δὲ τοῦ Λευὶ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν, τῶν Ἰουδαϊκῶν δηλα-δὴ ἱερέων, ἐπὶ τοῦ Μελχισεδέκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε. καὶ τοῦτο δι' ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτας, καὶ ὅτι ηὐλογήθη παρ' αὐτοῦ· οἱ γὰρ λαϊκοὶ καὶ δεκάτας διδόασι τοῖς ἱερεῦσι καὶ παρ' αὐτῶν εὐλογοῦνται. ἀλλὰ καὶ τοῦ Μελχισεδὲκ ἐλάσσων ὁ Ἀβραὰμ ὁ τὰς ἐπαγγελίας δεξάμενος. καὶ πῶς; ὅτι τὸ ἔλασσον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλὰ καὶ ὁ δεκάτας λαμβάνων Λευὶ δεδεκάτωται, ὡς ὁ Παῦλός φησι δεκάτας γὰρ ἔδωκε καὶ αὐτὸς τῷ Μελχισεδὲκ δι' Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ μήπω γεννηθείς·» ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ Ἀβραὰμ ἦν, ὅτε συνήντησεν ὁ Μελχισεδέκ. προσέχε οὖν ὅτι σκιὰ καὶ τύπος ἦσαν τὰ Ἰουδαϊκά. εἰ γὰρ διὰ τῆς Ἰουδαϊκῆς ἱστορίας καὶ ἱερωσύνης τελείωσις ἦν, τίς ἔτι 258 χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἕτερον
83
ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ἐπεὶ οὖν ἑτέρα ἱερωσύνη ἐλθεῖν ἔμελλεν, ἀνάγκη πᾶσα καὶ πολιτείαν ἑτέραν συνεισελθεῖν. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν ὅτι τῆς ἱερωσύνης μετατιθεμένης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς. Προσευχομένους δὲ ἡμᾶς καὶ μὴ εὐθέως εἰσακουομένους οὐ δέον ἐκκακεῖν, ἐπεὶ καὶ ὁ Ἰσαὰκ ἔτη εἴκοσι τοῦ θεοῦ ἐδέετο διὰ τὴν ἀπαιδίαν αὐτῶν. ἐδέετο γάρ, φησί, τοῦ θεοῦ περὶ Ῥεβέκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. δυσχεραινούσῃ δὲ τῇ Ῥεβέκᾳ ἡνίκα ἐγκυμονοῦσα ἦν τόν τε Ἠσαῦ καὶ τὸν Ἰακὼβ (οὐ μικρῶς γὰρ ἐσκίρτων ἐν τῇ κοιλίᾳ αὐτῆς, μηνύοντε, ὡς ἔοικε, τὴν ἐσομένην ὕστερον μέσον αὐτῶν διαμάχην) ἔφη ὁ κύριος δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» πρόσεχε οὖν· σαφῶς γὰρ ἐδήλωσεν ὁ θεὸς τὰ κατὰ τῶν Ἰουδαϊκῶν λαῶν καὶ τῶν ἐθνικῶν. Λιμὸς δεύτερος ἐπὶ τοῦ Ἰσαὰκ γίνεται, ἐφ' ᾧ ἐν Γεράροις κατέρχεται· εἰς Αἴγυπτον μέντοι ἀπελθεῖν οὐ συγχωρεῖται παρὰ θεοῦ. εἰ γὰρ καὶ συνεχωρήθη κατελθεῖν ὁ Ἀβραάμ, ἀλλὰ χάριν καὶ τοῦ γνωσθῆναι καὶ τοῖς ἐκεῖσε τὴν 259 αὐτοῦ ἀρετήν. σπείρει δὲ κριθὴν ὁ Ἰσαάκ, καὶ παραδόξως ἑκατοστεύει. εἰ δὲ τὸ καταβληθὲν εἰς ἑκατὸν παρέδωκεν ἡ γῆ, πῶς ὁ ποιῶν ἐλεημοσύνην καὶ ταῖς τοῦ θεοῦ χερσὶ παρατιθεὶς τὸ διδόμενον ἑκατονταπλασίονα τὸν μισθὸν οὐ λήψεται; εἰ γὰρ ἐνταῦθα τὸ ἓν ἑκατοστεύει, πολλῷ μᾶλλον ἐκεῖσε. Ὁ δὲ Ἰσαὰκ ὅτε τὸν Ἰακὼβ ηὐλόγησεν, ὡσεὶ ἑκατὸν χρό-νων ἦν· διὰ γὰρ τοῦτο καὶ τοὺς ὀφθαλμοὺς ἐπεπήρωτο. ἡ μέντοι Ῥεβέκα μετὰ τὴν ἐπαινετὴν τῆς εὐλογίας κλοπὴν συνεβούλευσε τῷ Ἰακὼβ πρὸς Λάβαν ἀπελθεῖν, ὅπως τὸ ἀκμαῖον τῆς τοῦ Ἠσαῦ ἐκφύγῃ μανίας. ἀποδιδράσκων οὖν τὸν Ἠσαῦ ὁ Ἰακὼβ ἐκοιμήθη καθ' ὁδὸν καὶ ἐνυπνιάσθη. καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν. καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτήν, ὁ δὲ κύριος ἐπεστήρικτο αὐτῆς, καὶ εἶπεν ἐγώ εἰμι μετὰ σοῦ, καὶ μὴ φοβοῦ.» οἱ δὲ ἀνιόντες καὶ κατιόντες τὴν κλίμακα, καθὰ καὶ ὁ μέγας φησὶ Κύριλλος, τὴν θείαν ἐδήλουν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ Παῦλος ἔφη οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» ἔδειξεν οὖν διὰ τούτων σαφῶς ὅτι δυνάμεσιν ἀγγελικαῖς τὰ πάν τα οἰκονομεῖ καὶ ὡς οὐδὲν ἀπρονόητον τῶν τῇδε καὶ ὡς ἔτυχε φέρεται. καὶ μή μοι λέγε, τίνος ἕνεκεν ἡ ἁγία γραφὴ πρῶτον ἀνέρχεσθαι τοὺς ἀγγέλους εἶπεν, εἶθ' οὕτως κατέρχεσθαι; ἔχεις γὰρ αὐτὴν τὴν ἁγίαν γραφὴν καὶ τὸν περὶ τούτου λόγον διευκρινοῦσάν σοι. τῶν ἀνθρώπων ἕκαστος φύλακα τῆς ἑαυτοῦ ζωῆς θεῖον ἄγγελον κέκτηται, ὡς ἐντεῦθεν καὶ τὴν καθ' ἡμῶν ὁρμὴν τῶν δαιμόνων ἀναχαιτίζεσθαι (παρεμβαλεῖ» γάρ φησιν ἄγγελος κύριου κύκλῳ τῶν φοβουμένων αὐτόν») καὶ τὰς αἰτήσεις ἡμῶν ἀνάγεσθαι πρὸς τὸν θεὸν δι' αὐτῶν. καὶ πειθέτω ἡμᾶς αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις λέγων ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς,» οὐδὲν ἄλλο ποιοῦντες, ὡς ὁ ἐν πατριάρχαις ἀοίδιμός φησι Νικηφόρος, ἢ τὰς αἰτήσεις ἡμῶν εἰσάγοντες εἰς τὰ ὦτα τοῦ κυρίου σαβαώθ. ἐπιβεβαιοῖ ταῦτα καὶ ὁ θειότατος Ῥαφαὴλ πρὸς τὸν Τωβὴτ οὕτως εἰπών ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς σου ἐνώπιον τοῦ ἁγίου θεοῦ, καὶ νῦν ἀπέστειλέ με ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν.» ἀλλὰ καὶ ὁ καταπεμφθεὶς ἐπὶ Κορνήλιον τὸν ἑκατοντάρχην θεῖος ἄγγελος οὕτως πρὸς αὐτὸν ἔλεγε Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημό συνον ἐνώπιον τοῦ θεοῦ. κάλεσαι ἐξ Ἰόππης τὸν Πέτρον.» εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ, καθὼς ἀποδέδεικται, τῶν ἀνθρώπων ἕκαστος ἄγγελον κέκτηται τὰς αἰτήσεις ἡμῶν εἰσάγοντα εἰς τὰ ὦτα κυρίου σαβαώθ, ἀνάγκη
84
πᾶσα τοὺς ἀγγέλους πρῶτον ἀνέρχεσθαι, καὶ δι' αὐτῶν τὰς αἰτήσεις ἡμῶν, εἶθ' οὕτως τὰς θείας ἄνωθεν δωρεὰς κατέρχεσθαι πρὸς ἡμᾶς. ἐπὶ γὰρ τούτῳ καὶ ἀγγέλους εἶδεν ἀνερχομένους καὶ κατερχομένους ὁ μακάριος Ἰακώβ· διὰ γὰρ τούτων, ὡς εἴρηται, λειτουργικῶν ὄντων πνευμάτων, καὶ οἰκονομοῦνται τὰ τῆδε πάντα καὶ διεξάγονται. καὶ περὶ μὲν τούτων οὕτως. Ἀνερχόμενον δὲ τὸν Ἰακὼβ ἀπὸ τοῦ Λάβαν, καὶ τον Ἠσαῦ δεδιότα, παραθαρρύνει καὶ αὖθις ὁ θεὸς παλαίων μετ' αὐτοῦ ἕως πρωῒ καὶ πείθων ἐντεῦθεν μὴ φοβεῖσθαι· εἰ γὰρ μετὰ θεοῦ δυνατός, πολλῷ μᾶλλον μετὰ ἀνθρώπων. τοῦτο δὲ καὶ ὁ Ἰακὼβ ἐδήλωσεν εἰπών εἶδον τὸν θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή,» τουτέστιν ἡ τεθνηκυῖα ὥσπερ ὑπὸ δέους θάρσους ἐνεπλήσθη. τηνικαῦτα καὶ Ἰσραὴλ μετονομάζεται ὡς ἐν φαντασίᾳ θεοῦ γενόμενος. ὁ μέντοι Ἰακὼβ διυπνισθεὶς χωλεύων ἦν, ὡς ἡ ἱστορία δηλοῖ. ἵνα δὲ μὴ μετὰ τὴν τελευτὴν τοῦ δικαίου σβεσθῇ ἡ πρὸς αὐτὸν τοῦ θεοῦ κηδεμονία, σοφίζεται τὴν περὶ τούτου μνή μην διηνεκῆ ὁ θεός, καί φησιν οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλάτους τοῦ μηροῦ, ὃ ἐνάρκησε.» καὶ ἔστιν ἐνταῦθα μαθεῖν ὅτι ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων τοῦτό ἐστι τὸ μὴ ἐπιλανθάνεσθαι αὐτοὺς τοῦ θεοῦ καὶ τῶν αὐτοῦ εὐεργεσιῶν, καὶ ἅτε δὴ ὄντας ἀγνώμονας. ἀλλὰ καὶ χωριζόμενος τοῦ Λάβαν ὁ Ἰακώβ, καὶ μέλλων συναντᾶν τῷ Ἠσαῦ, παρεμβολὴν ἀγγέλων ὁρᾷ ὡς ἐντεῦθεν θαρρεῖν καὶ μὴ τοὺς συνόντας τῷ Ἠσαῦ δεδιέναι. Ὁ Λάβαν μετὰ τὴν συμπλήρωσιν τῶν εἴκοσι ἐνιαυτῶν, ὑποσχεθεὶς ἀποστεῖλαι τὸν Ἰακὼβ μετὰ μισθοῦ, ἀνεβάλλετο, ὑπό τινων μεταβληθείς. ἐφ' ᾧ καὶ πρὸς Λείαν καὶ Ῥαχὴλ ἔφη ὁ Ἰακὼβ ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ.» καὶ δῆλον ὅτι τῷ Λάβαν καταδιώκοντι τὸν Ἰακὼβ ἐπέστη ὄναρ λέγων φύλαξον σεαυτὸν μήποτε λαλῆσαι μετὰ τοῦ Ἰακὼβ πονηρά.» μέγα ὄφελος ἡ διίου τινὸς παρουσία. καὶ δῆλον ἐξ ὧν ὁ Ἰακὼβ πρὸς Λάβαν ἔλεγεν εὐλόγησέ σε ὁ θεὸς ἐπὶ τῷ ποδί μου.» ἀλλὰ τῶν γυναικῶν αὐτοῦ ἕνεκα τοιαύτην ἐποίει πρὸς αὐτὸν ἀπολογίαν· οὐκ ἐγώ, τὸ δὲ προσὸν φίλτρον ταῖς γαμεταῖς γυναιξὶ παρέπεισεν αὐτὰς ἐκ τῆς αὐτῶν ἀπᾶραι γῆς. κατὰ μέντοι τὸν Γεώργιον ὁ Ἰακὼβ ἀνερχόμενος ἀπὸ τοῦ Λάβαν 263 εἶδε πάλιν ὅρασιν ἐν Βεθήλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας. καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν, καὶ ἐπὶ̀ τὸν Λευὶ ἐλθών, ἐπεὶ δέκατον εὗρεν αὐτόν, τῷ θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ πάντα ὅσα φθάσας ἐκτήσατο, καθὰ δὴ καὶ προϋποσχόμενος εἶπε τῷ θεῷ ἐν τῷ ἀποδιδράσκειν πάντα ὅσα ἄν μοι δῷς, δεκάτῃ ἀποδεκατώσω αὐτά σοι.» καὶ εὐθὺς ἐνδύσας τὸν Λευὶ στολὴν ἱερατικήν, δι' αὐτοῦ θυσίας τῷ θεῷ προσήνεγκεν ἐν Βεθήλ. κἀντεῦθεν οἱ μὲν τῆς παλαιᾶς Λευῖται λέγονται, οἱ δὲ τῆς νέας κληρικοὶ διὰ τὸ γεγράφθαι οὐκ ἔσται τοῖς Λευίταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος.» Καὶ κατὰ μὲν τὴν τοῦ Μωσέως ἱστορίαν ὅ τε Ἠσαῦ καὶ Ἰακὼβ πρὸς ἀλλήλους ἐσπείσαντο· ὁ δὲ Ἰώσηπος τῇ περὶ τούτων ἱστορίᾳ καὶ τάδε προστίθησιν. ὁ Ἰσαὰκ τελευτῶν περὶ ὁμονοίας τῷ Ἰακὼβ καὶ τῷ Ἠσαῦ ὡμίλησε. τούτου δὲ τελευτήσαντος ὁ Ἠσαῦ ἐδίωκε τὸν Ἰακώβ. εἰσελθὼν δὲ ἔν τινι πόλει οὗτος, καὶ παρακύψας ἄνωθεν, ἀνεμίμνησκεν αὐτὸν τῶν πατρικῶν παραγγελιῶν. ὁ δ' οὐκ ἐπείθετο. καὶ τείνας τόξον ἔβαλλε τὸν Ἠσαῦ κατὰ τοῦ μαζοῦ. τότε οὖν ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ προφητεία ἡνίκα ἂν καθέλῃς τὸν 264 ζυγὸν τοῦ ἀδελφοῦ σου ἐκ τοῦ τραχήλου σου, πλημμέλειαν πλημμελήσεις θανάτου.» καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα, προσέχειν δὲ τούτοις ὡς ἀληθέσιν οὐκ ἄξιον. τὸ γάρ πλημμέλειαν πλημμελήσεις θανάτου» προσθήκη ἐστὶ τοῦ
85
Ἰωσήπου· ἐν γὰρ τῇ προφητείᾳ τοιοῦτον ῥητὸν γεγραμμένον οὐχ εὕρηται. καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα τῶν Ἀσσυρίων καὶ Σαρδανάπαλος, διάγων χαύνως πάντῃ καὶ τρυφηλῶς, εὐνούχοις ἔσω συγκεκλεισμένος καὶ γυναιξί, μή τινι τῶν ὑπ' αὐτὸν θεωρούμενος, χρώμασί τε καὶ βάμμασι καὶ τῇ τῶν γενείων ἐκκοπῇ θηλυδρίαν ποιῶν ἑαυτόν, ὡς ἐντεῦθεν μισητὸν τοῖς πᾶσι γενέσθαι. καί τις δὲ τῶν ὑπὸ χεῖρα θέλων ἰδεῖν αὐτὸν οὐκ ἐδύνατο. ποτὲ οὖν ἐπιτυχὼν τοῦ ποθουμένου ξίφος ὠθεῖ κατ' αὐτοῦ, καὶ τῆς ζωῆς αὐτὸν ἀθλίως ἀποστερεῖ. μετὰ δὲ Σαρδανάπαλον κρατεῖ τῶν Ἀσσυρίων ὁ υἱὸς Πίκου τοῦ καὶ Διὸς Περσεύς, ὃς νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ, καὶ τὴν ἑαυτοῦ στήλην στήσας, Ἰκόνιον αὐτὴν ἐκάλεσεν ἐκ τοῦ ἰδίου ἀπεικονίσματος. εἶτα πρὸς Ἰσαυρίαν καὶ Κιλικίαν ἐλθών, καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ καὶ πόλιν ἐκεῖ κτίσας, ἐπωνόμασεν αὐτὴν Ταρσόν. ἐπ' ὀνόματι μὲν οὖν αὐτοῦ καὶ τοὺς Ἀσσυρίους Πέρσας ἐκάλεσεν. ἐφ' οὗ πῦρ ἐξ οὐρανοῦ ἔπεσε, 265 καὶ κτίσας ἐπ' αὐτῷ ναὸν πυρσολατρεῖν ἐδίδαξεν. οὐκοῦν 265 πρώτη μὲν βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων, δευτέρα δὲ ἡ τῶν Περσῶν ὁμωνύμως καὶ αὐτῶν Βαβυλωνίων κληθέντων. Γίνωσκε δὲ ὅτι ἐπὶ τῆς τοῦ Φοίνικος βασιλείας ἤκμαζεν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ τῆς κογχύλης εὑρετής. τὸ γὰρ ἔριον τὸ ἀπὸ τοῦ ποιμενικοῦ κυνὸς ἀπομαχθὲν ἰδών, καὶ νοήσας ὡς οὐκ ἔστιν αἷμα ἀλλὰ βάμματος ὑπόθεσις (ἔτυχε γὰρ ὁ κύων οὗτος παρ' αἰγιαλῷ κογχύλην εὑρὼν καὶ φαγών), προσῆξεν ὡς δῶρον τῷ βασιλεῖ. πρῶτος οὖν ὁ Φοῖνιξ τὴν ἁλουργίδα ἐφόρεσε, κελεύσας μηδένα ἕτερον τὴν τοιαύτην χροιὰν φορεῖν, καὶ οὕτως ἐκ τῆς ἁλουργίδος τὸν βασιλέα γνωρίζεσθαι· πρὸ δὲ τούτου κοινὸς ὁ βασιλεὺς ἐδόκει. ἐν δὲ Τύρῳ αὕτη εὑρέθη. Ὅτε ὁ Κροῖσος χρησμὸν λαβὼν τὸν Ἅλυν διεπέρασεν, εἰς φυγὴν ὁ Κῦρος ὥρμησεν, ἡ δὲ γυνὴ αὐτοῦ συνεκράτησεν αὐτὸν λέγουσα τὸν αἰχμάλωτον Δανιὴλ ἀγαγεῖν καὶ δι' αὐτοῦ μαθεῖν τὸ πᾶν. ὃ δὴ καὶ γέγονεν. καὶ οὕτω θάρσος ἐκεῖνος ἔλαβε. μετακαλεσάμενος δὲ τὸν Δανιὴλ μετὰ πάσης δορυφορίας, εἶπεν αὐτῷ τάδε λέγει κύριος περὶ τῷ χρηστῷ Κύρῳ· καὶ τὸν Κροῖσον νικήσεις.» ὃ καὶ γέγονε· καμήλους γὰρ ἔμπροσθεν τῆς παρατάξεως προτείναντος, καὶ τῶν 266 ἀντιθέτων ἵππων εἰς φυγὴν τραπέντων, κρατεῖται μὲν ὁ Κροῖσος, ἀπώλοντο δὲ χιλιάδες υʹ· οὐδὲ γὰρ ἴσχυον ἀντιπερᾶσαι τὸν ποταμὸν πλημμυροῦντα. Μετὰ δὲ Κῦρον Δαρεῖος ὁ υἱὸς αὐτοῦ, εἶτα Ἀρταξέρξης, ἐφ' οὗ ἦν τις ἐν Ἰταλίᾳ ὀνόματι Πάλας. οὗτος κτίσας οἶκον Παλάτιον ὠνόμασεν, ὅθεν τὸ βασιλικὸν κατοικητήριον παλάτιον λέγεται. καὶ ὁ μὲν Γεώργιος οὕτως, ὁ δὲ Ζωναρᾶς περὶ τούτου καὶ τάδε. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅτι ἐν ὄρει τῷ καλουμένῳ Παλατίῳ, ἐν ᾧ Φαυστοῦλος διῆγεν ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει, καὶ διὰ τοῦτο, κἂν ἀλλαχοῦ που καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει.» μετὰ δὲ ταῦτα Ῥῶμος ὁ κτίσας τὴν Ῥώμην καὶ Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ.οὗτοι κτίσαντες ναὸν τῷ Διὶ Καπετώλιον Ῥώμης ὠνόμασαν, τουτέστι κεφαλὴν τῆς πόλεως. ὁ μέντοι Ῥῶμος τὸν Ῥῆμον φονεύσας, καὶ τὸν δῆμον ὁρῶν στασιάζοντα, πρῶτος ἱππικὸν ἀπετέλεσεν εἰς τιμὴν τοῦ ἡλίου καὶ τῶν τεσσάρων στοιχείων. ἀλλὰ καὶ οὕτως ἡ πόλις ἐταράσσετο. ἐρωτήσας οὖν εἰς τὸ μαντεῖον διὰ τί ἐς τοσοῦτον ἡ πόλις σείεται, ἤκουσεν εἰ μὴ συγκαθίσει ὁ ἀδελφός σου μετὰ σοῦ, οὐκ ἂν ἡ πόλις ἠρεμήσει.» ἐντύπωμα ποιήσας τοῦ ἀδελφοῦ χρυσοῦν συνεκάθιζε μετ' αὐτοῦ καὶ συνέκρινεν. 267 Ὅτε ὁ τοῦ Ἀρταξέρξου υἱὸς Ὦχος τὴν Αἴγυπτον κατέσχεν, ὁ βασιλεὺς αὐτῆς Νεκτεναβὼ ἀλλάξας τὴν ἐσθῆτα ἔφυγεν εἰς Μακεδονίαν, διὰ λεκανομαντείας προγνοὺς ὴν Αἰγύπτου κατάσχεσιν, καὶ διὰ τὰς αὐτοῦ μαγγανείας γνώριμος γίνεται Φιλίππῳ καὶ τῇ γυναικὶ αὐτοῦ Ὀλυμπιάδι, ᾗ καὶ μιγνύμενος διὰ μηχανῶν ἔτεκε τὸν Ἀλέξανδρον. ὁ
86
μέντοι Φίλιππος Μακεδονίας βασιλεύσας καὶ Θεσσαλίαν ὑποτάξας πόλιν ἐν αὐτῇ κτίζει καὶ Θεσσαλονίκην καλεῖ. μετὰ τοῦτον Ἀλέξανδρος. ὅτε τοίνυν οὗτος κατὰ Περσῶν καὶ Μήδων ὥρμησε, συμμαχίαν τοὺς Ἰουδαίους ἐζήτησε. καὶ μὴ λαβὼν (συνθήκας γὰρ εἶχον πρὸς Δαρεῖον μὴ πολεμεῖν αὐτὸν) ἐπῄει κατ' αὐτῶν. ὁ γοῦν ἀρχιερεὺς πρὸς ἔκπληξιν τὴν θαυμαστὴν ἐκείνην στολὴν ἐνδυσάμενος τῷ Ἀλεξάνδρῳ ὑπήντησε. καὶ ὃς ἐκπλαγείς, κἀντεῦθεν τοῦ ἵππου καταβάς, τῷ ἀρχιερεῖ προσέπεσε. τῶν γοῦν ἀλλοφύλων ἐκπλαγέντων ἔφη οὐ τὸν ἱερέα προσκυνῶ, ἀλλὰ τὸν ὑπ' αὐτοῦ τιμώμενον θεόν· τοιούτῳ γὰρ σχήματι καὶ τὸν θεὸν εἶδον κατὰ Περσῶν θαρρύναντά με.» ἐφ' ᾧ καὶ θυσίαν ἐκεῖσε τῷ θεῷ προσήνεγκεν. Οὗτος μὲν οὖν καὶ πάνυ σοφῶς καὶ εὐμηχάνως ἐχειροῦτο τὰ πάντα· μετενδυόμενος γὰρ εἰσήρχετο πανταχοῦ, καὶ 268 κατασκοπεύων οὕτως ἐνίκα. τοῦτο ποιεῖ καὶ ἐπὶ τῇ χήρᾳ Κανδάκῃ. ἀλλ' ἑάλω· ἐκείνη γὰρ τὰ συστήματα αὐτοῦ μαθοῦσα (ἦν γὰρ τὸν μὲν τῶν ὀφθαλμῶν γλαυκὸς τὸν δὲ μέλας) ἅμα τῷ ἰδεῖν αὐτὸν εἶπε βασιλεῦ Ἀλέξανδρε, τὸν κόσμον ἔλαβες, καὶ γυνή σε παρέλαβεν.» ἣν καὶ λαβὼν εἰς γυναῖκα, καὶ εἰς Αἴγυπτον ἀπελθών, καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν κτίσας, καὶ ὑποστρέψας εἰς Βαβυλῶνα, τελευτᾷ ἐτῶν λβʹ, δώδεκα καὶ μόνα κρατήσας ἔτη, φρονιμώτατος πάντων καὶ ἀνδρειότατος. διὰ γὰρ τοῦτο καὶ πτηνὴν αὐτὸν πάρδαλιν ὁ προφήτης προεῖδε, τὸ ῥαγδαῖον αὐτοῦ καὶ ὀξὺ παριστῶσα καὶ τὸ ἄφνω διαπτῆναι μετὰ τροπαίων τὴν οἰκουμένην. λέγεται δὲ ὅτι καὶ φιλοσόφου τινὸς ἤκουσεν εἰπόντος ἀπείρους εἶναι κόσμους, καὶ μέγα στενάξας ἔφη ἀπείρων ὄντων μηδενὸς ἐγὼ κεκράτηκα.» ἀλλὰ καὶ ἐπὶ σωφροσύνῃ ἐθαυμάζετο· τὰς γὰρ Δαρείου θυγατέρας αἰχμαλώτους κρατήσας οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀπρεπὲς εἶναι εἰπὼν τὸν ἄνδρας κρατήσαντα ὑπὸ γυναικῶν κρατηθῆναι. ὡσαύτως δὲ καὶ ἐπὶ φιλοσοφίᾳ καὶ ἀγχινοίᾳ· τῷ γὰρ Ἀριστοτέλει παρηκολούθησε. πολεμικώτατος δὲ καὶ τολμηρότατος ὤν, καὶ ἰδὼν ὁμώνυμον αὐτῷ νεανίσκον τινὰ δειλῶς μαχόμενον, εἶπεν ἢ τὸν τρόπον ἄλλαξον ἢ τὴν κλῆσιν.» 269 Οὗτος μὲν οὖν Ἀλέξανδρος καὶ μέχρι τῶν ἐνδοτάτων Ἰνδῶν καὶ αὐτοῦ τοῦ ὠκεανοῦ καὶ τῆς μεγίστης νήσου τῶν Βραχμάνων φθάσας, ὧν καὶ τὸν θαυμάσιον βίον θαυμάσας καὶ τὴν εἰς θεὸν εὐσέβειάν τε καὶ λατρείαν ἐξεπλάγη, ἐν ᾧ τόπῳ καὶ στήλην στήσας ὑπέγραψεν ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου.» ἐν ἐκείνῃ τῇ νήσῳ κατοικοῦσιν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ αὐτῶν οἱ πλείους περὶ τὰ ἑκατὸν πεντήκοντα ἔτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ἀνεξερεύνητα τοῦ θεοῦ κρίματα. ἐκεῖσε ὀπώρα τὸν ἅπαντα χρόνον οὐ λείπει. ἐκεῖ τὰ μέγιστα κάρυα καὶ τὰ δυσπόριστα ἀρώματα καὶ ἡ Μαγνῆτις λίθος· παρ' οἷς οὐκ ἔστι τετράποδον, οὐκ οἶνος, οὐκ ἄρτος, οὐχ ἱμάτιον. μικρᾶς δὲ ὀπώρας καὶ ὕδατος ἀπολαύουσι τὸν ποταμὸν παροικοῦντες καὶ τῷ θεῷ γνησίως λατρεύοντες. καὶ οἱ μὲν ἄνδρες εἰς ποταμὸν παροικοῦσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἐντεῦθέν εἰσι τοῦ ποταμοῦ Γάγγου τοῦ παραρρέοντος εἰς τὸν ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. καὶ οἱ μὲν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰούλιον καὶ Αὔγουστον, παρ' οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς ὑψωθέντος. τηνικαῦτα γὰρ εὔκρατοι γενόμενοι πρὸς οἶστρον κινεῖσθαι λέγονται. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας τεσσαράκοντα πάλιν ἀντιπερῶσι. μεθ' ὃ δὲ τέκῃ ἡ γυνὴ δύο παῖδας, οὐκέτι μίγνυνται. ἐὰν δέ τις εὑρεθῇ στεῖρα μέχρι πενταετίας, ἔκτοτε ἀμιγής 270 ἔστι δι' εὐλάβειαν. ὁ μέντοι ποταμὸς ὢν δυσπέρατος διὰ τὸ ὀδοντοτύραννον ζῶον· καὶ γὰρ οὗτος ἀμφίβιον μέγιστον, ὥστε καὶ ἐλέφαντας καταπίνειν, εἰ καὶ τοὺς ἄνδρας τούτους οὐ βλάπτει διαπεραιουμένους. ἐν δὲ τοῖς ἐρημοτέροις τόποις δράκοντές εἰσιν ὡσεὶ πηχέων ἑβδομήκοντα, σκορπίοι δὲ πηχυαῖοι, μύρμηκες παλαιστιαῖοι· ἐφ' ᾧ καὶ ἀοίκητοι μένουσιν οἱ τόποι ἐκεῖνοι. ἀλλὰ καὶ ἐλέφαντες ἐκεῖσε ἀγεληδὸν βόσκονται.
87
ἐνδότερον δέ εἰσιν ἄνθρωποι ἀνθρώπους ἐσθίοντες. Χαλδαίοις νόμος μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν. παρ' Ἀγιλαίοις αἱ γυναῖκες αὐθεντοῦσι τῶν ἀνδρῶν καὶ πορνεύουσιν ὡς βούλονται, μὴ ζηλοτυπούμεναι παρὰ τῶν ἀνδρῶν αὐτῶν, γεωργίαν δὲ καὶ οἰκοδομίαν καὶ πάντα τὰ ἀνδρῷα πράττουσιν. ἐν δὲ Βρεττανίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἀνδρί. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα κατὰ τὸ ἔαρ τοῖς γειτνιῶσι μίγνυνται, καὶ μέγα πανηγυρίζουσαι οἴκαδε ἀποστρέφουσι, καὶ κατὰ τὸν καιρὸν τῆς κυήσεως τὸ μὲν ἄρρεν ἀναιροῦσι, τὸ δὲ θῆλυ ζωογονοῦσι. Ταῦτα μὲν οὖν πάντα νόμος τοῖς κατὰ τόπους ἔθνεσιν ἐκ διαδοχῆς κατὰ τὸν μέγαν Καισαριον γέγονε. μετὰ μέντοι 271 τὴν Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐτοῦ διῃρέθη, καὶ οὐ διέλειπον ἀεὶ κατ' ἀλλήλων ἐπανιστάμενοι, ἕως οὗ ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσε. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ Ἰακὼβ γεννᾷ τοὺς δώδεκα πατριάρχας, τὸν Ῥου-βίμ, τὸν Συμεών, τὸν Λευί, τὸν Ἰουδὰν καὶ τοὺς λοιποὺς καθεξῆς. ἠγάπα δὲ τὸν Ἰωσὴφ πλέον τῶν ἄλλων καὶ διὰ τὸ νεώτατον αὐτὸν εἶναι καὶ διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετήν. ἐφ' ᾧ καὶ φθονοῦσιν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ. οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰς ὁράσεις ὧν ἐκεῖνος γέγονε θεωρός. ἑώρα γὰρ ἀστέρας ἕνδεκα, σὺν αὐτοῖς τε τὸν ἥλιον καὶ τὴν σελήνην, προσκυνοῦντας αὐτόν. καὶ οἱ μὲν ἀστέρες ἐδήλουν τοὺς ἀδελφοὺς αὐτοῦ, ὁ ἥλιος τὸν πατέρα, ἡ δὲ σελήνη τὴν μητέρα. εἰ δὲ λέγει τις, πῶς ἡ μήτηρ λέγεται προσκυνῆσαι, ἐπεὶ προαποθανεῖν ἔφθασεν, ἀκουέτω ὅτι τοῦ Ἰακὼβ κατελθόντος ἐν Αἰγύπτῳ καὶ προσκυνήσαντος συμπροσκυνῆσαι λέγεται καὶ ἡ γυνὴ αὐτοῦ, ὅτι καὶ σῶμα ἓν ἀμφότεροι οὗτοι. οὐκοῦν ἐφθόνουν αὐτῷ διὰ τοῦτο οἱ ἀδελφοὶ αὐτοῦ. καὶ φθονοῦντες εἰς ἐπιβουλὴν προδήλως χωροῦσι, καὶ θανατῶσαι θέλοντες αὐτὸν ἐμβάλλουσι λάκκῳ δεινῷ. ἑνὸς δέ τινος ὑποθήκαις, δηλαδὴ τοῦ Ῥουβὶμ ἅτε πρὸς αὐτὸν φι λίως διακειμένου, τοῦ λάκκου τε αὐτὸν ἐξάγουσι, καὶ κατὰ τὴν τοῦ Ἰωσήπου ἱστορίαν εἴκοσι μνῶν τοῖς ἐμπόροις ἀποδιδόασι. μετὰ δὲ ταῦτα πρὸς τὸν πατέρα ἐπιστρέψαντες τὸν μὲν Ἰωσὴφ ἔλεγον μὴ ἰδεῖν, χιτῶνα δὲ τούτου εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὡς ἐντεῦθεν ὑπόνοιαν τάχα διδόναι παρὰ θηρίων αὐτὸν ἀπολέσθαι. κατάγεται οὖν παρὰ τῶν ἐμπόρων εἰς Αἴγυπτον, καὶ ὡς δοῦλος ἐκεῖσε πιπράσκεται. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ εἰς ἔρωτας ἀσέμνους παρὰ τῆς κυρίας αὐτοῦ ἐφέλκεται. ὁ δὲ οὐκ ἐπείθετο· εἰ γὰρ καὶ τὸ σῶμα δοῦλος, ἀλλὰ τὴν γνώμην ἐλεύθερος. ἐφ' ᾧ καὶ πρὸς ὀργὴν αὐτὴν κινεῖ. μελετᾷ κατ' αὐτοῦ, κατηγορεῖ, πείθει εἰς φυλακὴν αὐτὸν ἐμβαλεῖν. γίνεται ταῦτα, καὶ τρισκαίδεκα ἔτεσιν κατάκλειστος ἦν· τῇ δὲ τοιαύτῃ φυλακῇ καὶ ἕτεροι δύο συνῆσαν, οἰνοχόος τε καὶ ἀρτοποιός· οἷς δὴ παραδόξως καὶ τὰ ἐσόμενα προηγόρευσε. καὶ τῷ μὲν οἰνοχόῳ ἐλευθερίαν προέλεγε διὰ τριῶν ἐμμένειν ἡμερῶν· ἑώρα γὰρ ἐκ τριῶν κλημάτων ἀποθλιβομένους βότρυας δι' αὐτοῦ εἰς φιάλην, καὶ τὸν βασιλέα χαριέντως ἐξ αὐτοῦ ταύτην λαμβάνοντα. ὅθεν καὶ πρὸς αὐτὸν ἔλεγε μὴ ὑπερίδῃς ἡμᾶς δια ταῦτα ἀπερχόμενος· οὐδὲν γὰρ ἁμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, ἀλλὰ σωφροσύνης ἕνεκα τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθη μεν.» τῷ δὲ ἀρτοποιῷ λέγοντι τρία κανᾶ φέρειν ὑπὲρ κεφαλῆς ἑαυτοῦ, καὶ δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψων τε καὶ ποικίλων βρωμάτων, καταπταμένους δὲ οἰωνοὺς ἅπαντα δαπανᾶν, κἀντεῦθεν προσδοκῶντι ὁμοίαν τῷ οἰνοχόῳ τὴν πρόρρησιν ἔσεσθαι, δύο τὰς πάσας ἔτι τοῦ ζῇν ἔλεγεν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν, τῇ τρίτῃ δὲ αὐτὸν σταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς. γενέθλιον ἐπιτελεῖ ὁ βασιλεύς, καὶ τηνικαῦτα τὰ τῆς προρρήσεως γίνεται. ἐπιλανθάνεται τούτου ὁ οἰνοχόος. ἐνιαυτοὶ δύο παρέρχονται. ὁρᾷ
88
κατὰ νύκτα ὁράσεις δύο ὁ Φαραώ. ἀμηχανοῦσιν ἐπὶ τούτοις οἱ τῶν Αἰγυπτίων σοφοί. καλεῖται ὁ Ἰωσήφ, τοῦ οἰνοχόου τοῦτο προτρέψαντος. ἡ δὲ ὅρασις βόες εὐτραφεῖς ἑπτὰ ἀπὸ τοῦ νάματος ἐπὶ τὸ ἕλος ἐρχόμεναι· ἄλλαι ἰσάριθμοι ἐκ τοῦ ἕλους ὑπαντῶσαι, λίαν κατισχνωμέναι, καὶ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας, κἂν οὐδὲν ἐκ τοῦ φαγεῖν ὠφελοῦντο. ἡ δὲ δευτέρα ὅρασις στάχυες εὐτραφεῖς ἑπτὰ ἀπὸ μιᾶς ῥίζης, ὑφ' ἑτέρων ἑπτὰ διεφθαρμένων καὶ ἀσθενῶν δαπανώμενοι. ἔτος δὲ τριακοστὸν ὁ Ἰωσὴφ τηνικαῦτα ἤνυεν. ἐφερμηνεύει τὰς ὁράσεις, τιμᾶται παρὰ τοῦ Φαραώ, ἄρχων Αἰγύπτου καθίσταται. πρὸς τούτοις δὲ καὶ 274 Ψομθομφάνιχον αὐτὸν ὁ Φαραὼ προσαγορεύει, τουτέστιν ἐφευρετὴν τῶν κρυπτῶν. τὸν δὲ λιμὸν ἐκεῖνον ἱστορεῖ γενέσθαι διὰ τὸ μήτε τὸν Νεῖλον τότε ἀνελθεῖν μήτε δρόσον ἄνωθεν κατελθεῖν. γεννᾷ δὲ Ἰωσὴφ καὶ δύο υἱούς, Μανασοῆν καὶ Ἐφραΐμ. καὶ τὸ μὲν Μανασσῆς σημαίνει ἐπίληθον· εὐδαιμονήσας γὰρ λήθην τῶν ἀτυχημάτων ἔλαβε. τὸ δὲ Ἐφραῒμ ἀποδιδούς· αὐτὸς γὰρ τοῖς προγόνοις τὴν ἐλευθερίαν ἀπέδωκε. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Οἱ δέ γε τοῦ Ἰακὼβ υἱοὶ ἀκούσαντες τὰ παρὰ Συχὲμ τοῦ υἱοῦ Ἐμὼρ γεγενημένα ἐπὶ τῇ ἀδελφῇ αὐτῶν Δινᾷ κατενύγησαν ἤγου νἐλυπήθησαν, ἀσχημοσύνην τὸ πρᾶγμα ἐλογίσαντο. ἐφ' ᾧ καὶ τοὺς ἐκεῖσε παροικοῦντας ἔργον φόνου πεποιήκασιν. ὅθεν καὶ συγχωρεῖ αὐτοὺς ὁ θεὸς καιρὸν ἱκανὸν κακωθῆναι κατ' Αἴγυπτον. αὕτη οὖν ἡ αἰτία τῆς πολυετοῦς καὶ πρώτης αἰχμαλωσίας αὐτῶν. ὁ μέντοι Ἰακὼβ ζητηθεὶς παρὰ τοῦ Ἰωσήφ, ἡνίκα πρὸς αὐτὸν ἀπῆλθον οἱ ἀδελφοὶ αὐτοῦ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κατῆλθον εἰς Αἴγυπτον ἐν οʹ καὶ εʹ ψυχαῖς. τίθησι δὲ τὸν ἀριθμὸν ἡ γραφή, ἵνα μάθωμεν ἐκ πόσων πόσοι γεγόνασιν. ὁ δέ γε Ἰακὼβ μικροῦ δεῖν ἐξέλιπεν ἐκ τῆς ἀπροσδοκήτου χαρᾶς, ὥς φησιν Ἰώσηπος, εἰ μὴ ὁ Ἰω-σὴφ αὐτὸν ἀνεζωπύρησεν· εἰ γὰρ καὶ αὐτὸς ὑφ' ἡδονῆς ἥτ των τοῦ πάθους γέγονεν, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον τῷ Ἰακώβ. ὁ μέντοι Φαραὼ πολιὸν ἰδὼν τὸν Ἰακὼβ ἐρωτᾷ περὶ τῶν ἐτῶν αὐτοῦ. καὶ ὃς ἀπεκρίνατο λέγων αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ, ρλʹ ἔτη, μικραὶ καὶ πονηραὶ γεγόνασι.» ταῦτα δὲ ἔλεγε δι' οὓς ὑπέστη πειρασμούς. ἐπέζησε δὲ μετὰ ταῦτα ἔτη ιεʹ εἰς παράκλησιν ὧν ἔπαθε δεινῶν τὰ πρὸ τοῦ. καὶ οἱ μὲν παλαιοὶ πολὺν χρόνον ἔζων, ὥστε αὐξηθῆναι τὸ γένος ἐν τῷ πλείονι χρόνῳ. διὰ τοῦτο καὶ πολλαῖς συνήπτοντο γυναιξίν. αὐτίκα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μακρόβιοι ἦσαν. ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. κατὰ δὲ τὸν θειότατον Κύριλλον, ἠλαττώθη τὰ ἔτη διὰ τὸ τὴν φύσιν αὐτὴν ἀδρανεστέραν τῷ χρόνῳ γενέσθαι καὶ μὴ ἐπὶ πλείοσιν ἰσχύειν ἔτεσι παρεκτείνεσθαι. καὶ πολυετεῖς μὲν ἦσαν οἱ παλαιοὶ δι' ἣν αἰτίαν ἔφθασεν ὁ λόγος εἰπεῖν· ὁ δὲ Ἰώσηπος τῇ παρευρισκομένῃ τότε τροφῇ μακροβίους γενέσθαι τοὺς ἀνθρώπους ἔλεγε. Καὶ γεννᾷ μέν, ὡς εἴρηται, τοὺς δώδεκα πατριάρχας ὁ Ἰακώβ, ἀφ' ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ· διὰ γὰρ τοῦτο καὶ πατριάρχας ἐκεῖνος ὁ λόγος ἐκάλεσεν ὡς τῶν πα τριῶν ἤτοι τῶν φυλῶν ἄρχοντας. κατὰ δὲ τὸν μέγαν Ἐπιφάνιον δέκα καὶ τρεῖς αἱ φυλαί. εἰ γὰρ καὶ φυλή τις οὐκ ἔστιν ἐκ τοῦ Ἰωσήφ, ἀλλ' αἱ ἀπὸ τῶν παίδων αὐτοῦ, τοῦ τε Μανασσῆ καὶ τοῦ Ἐφραΐμ, δύο φυλαὶ τοῦ Ἰωσὴφ γνωρί-ζονται. ὅμως μέντοι τῆς Λευὶ φυλῆς ὑπεξαιρουμένης ὡ μηδὲν ἐργαζομένης, δώδεκα πάλιν αἱ φυλαί. καὶ Ἰακὼβ μὲν γεννᾷ τὸν Λευί, Λευὶ δὲ τὸν Καάθ, Καὰθ δὲ τὸν Ἀμράμ, Ἀμρὰμ δὲ τὸν Μωσέα καὶ τὸν Ἀαρών. καὶ Μωσῆς μὲν ἕκτος ἀπὸ Ἀβραάμ. Ἐκεῖθεν γενεαλογούμενος ὁ Ἰὼβ πέμπτος εὑρίσκεται. οὗτος ὁ Ἰὼβ κατὰ τὴν τοῦ μεγάλου Κυρίλλου ἐξήγησιν ἐτῶν οʹ καὶ ηʹ ἦν κατὰ τὴν ἀρχὴν τοῦ πειρασμοῦ, ἐν δὲ τῇ πληγῇ διατελέσας ἔτη ἑπτὰ γέγονεν ἐτῶν πεʹ. καὶ πόθεν τοῦτο δῆλον; ἐκ τῶν μετὰ τὴν πληγὴν δοθέντων αὐτῷ ροʹ ἐτῶν. ἐπειδὴ γὰρ εἰς τὸ διπλάσιον δέδωκε πάντα τῷ Ἰὼβ ὕστερον ὁ θεός, ἐξ ἀνάγκης διπλᾶ καὶ τὰ ἔτη
89
αὐτῷ ἐχαρίσατο. οὐκοῦν τῶν ροʹ τὰ ἡμίση πʹ καὶ εʹ τυγχάνουσιν. ἐντεῦθεν οὖν εὑρίσκονται τὰ πάντα ἔτη τοῦ Ἰὼβ σνεʹ. εἰ δέ γε τὸν πάντα χρόνον τῆς ζωῆς αὐτοῦ σμηʹ ἔτη λέγει ἡ γραφή, μὴ ξενισθῇς· τὰ γὰρ ἑπτὰ ἔτη τῇ ζωῇ τῆς πληγῆς αὐτοῦ οὐ συνῆψεν ὁ συγγραφεύς, ἐπεὶ μὴ ζωῆς χρόνον τὸν τῆς πληγῆς 277 καιρὸν ἐλογίσατο διὰ τὴν ἐκ τοῦ πάθους νέκρωσιν. οὐκοῦν ἔοικεν ὁ μακάριος Ἰὼβ εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ὕστερον ταῖς θυγατράσι τεθεικέναι τὰς προσηγορίας· τοῖς πράγμασι γὰρ ἀκολούθως ἐπήνεγκεν αὐταῖς καὶ τὰ ὀνόματα, καὶ τὴν μὲν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων αὐτὸν χαλεπῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης, τὴν δὲ δευτέραν Κασίαν ὠνόμασεν ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀπολαύσει τῶν ἀγαθῶν γενόμενος, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας προσηγόρευσεν ὡς ἅπασι λοιπὸν τοῖς ἀγαθοῖς περιρρεόμενος. Ἀμαλθείας γὰρ κέρας οἱ παλαιοὶ τὴν ἀφθονίαν ἐκάλουν· λέγεται γὰρ ὅτι ἦν αἰπόλῳ τινὶ αἰξ Ἀμάλθεια καλουμένη, ἥτις ὀρύξασα τῷ κέρατι θησαυρὸν ἀνέδειξε τῷ δεσπότῃ. καὶ οὐχ εὑρέθησαν γάρ, φησι, κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν. διὰ τί δὲ τοῦτο; ἵνα τῇ θέᾳ τούτων ἡ τοῦ πάθους ἀπαλειφθῇ μνήμη παντάπασι. καὶ δέκα μὲν ἔλαβε παῖδας μετὰ τὴν πληγὴν ὁ Ἰώβ, ὅτι καὶ δέκα τούτους ὄντας ἀπώλεσεν. εἰ δὲ διπλᾶ λέγει τὰ πάντα λαβεῖν τὸν Ἰὼβ ἡ γραφή, μὴ θαύμαζε. τὰ γὰρ λοιπὰ πάντα, καμήλους, ἡμιόνους, προβάτων ἀγέλας, καὶ ὅσα τοιαῦτα, διπλᾶ 278 κατὰ τὴν γραφὴν ἔλαβε· θνητὰ γὰρ ταῦτα πάντα, καὶ οὐκ ἀναστήσονται τότε. οἱ δὲ παῖδες ὁμολογουμένως ἀναστήσονται τότε. ἐφ' ᾧ δέκα καὶ μόνους ἐνταῦθα λαμβάνει μετὰ τὴν πληγήν. ὀψὲ δὲ κἀκείνους οὓς ἀπώλεσε λήψεται, ὡς ἐντεῦθεν δὶς δέκα παῖδας ἔχειν αὐτόν, τουτέστιν εἴκοσι. καλῶς οὖν ἡ γραφὴ διπλᾶ λαβεῖν ἔλεγε τὰ πάντα μετὰ τὴν πληγὴν τὸν Ἰώβ. Καὶ γεννᾷ Ἀμράμ, ὡς εἴρηται, τὸν Μωσέα, καὶ παρευθὺς εἰς ποταμὸν ῥίπτουσιν αὐτόν, ἐν θίβῃ τινὶ πρότερον βαλόντες, διά γε τὸν φόβον τοῦ Φαραώ· τὰ γὰρ ἄρρενα τῶν Ἑβραίων παιδία θανατοῦσθαι ἐκέλευσε χάριν τοῦ μὴ καταδυναστεῦσαι διὰ τὸ πλῆθος αὐτούς. ἡ δὲ τοῦ Φαραὼ θυγάτηρ περιπατοῦσα κατ' αἰγιαλόν, καὶ ἰδοῦσα τὴν θίβην, ἐκβληθῆναι τοῦ ποταμοῦ κελεύει αὐτήν. ἔνθεν τοι καὶ μαθοῦσα ὅθεν τὸ παιδίον καὶ ὅπως εἰς τὸν ποταμὸν ἐρρίφη, παρʹ αὐτοῦ λαμβάνει αὐτὸ καὶ ἀνατρέφεσθαι δίδωσιν. εἶθ' οὕτως εἰς ἄνδρας ἔρχεται. ὁρᾷ Ἰουδαῖον ὑπὸ Αἰγυπτίου θλιβόμενον, οὐκ ἀνέχεται, κτείνει τὸν Αἰγύπτιον, παρὰ τῇ ἄμμῳ κρύπτει αὐτόν. μετὰ τοῦτο δύο Ἑβραίους ὁρᾷ πρὸς ἀλλήλους διαπληκτιζομένους, καὶ καταλλάσσειν ἐπεχείρει αὐτούς. οἱ δὲ πρὸς αὐτόν τίς σε κατέστησεν ἐφ' ἡμῖν ἄρχοντα; μὴ βούλει καὶ ἡμᾶς ἀνελεῖν, ὡς χθὲς τὸν Αἰγύπτιον;» ταῦτ' 279 οὖν ὁ Μωσῆς ἀκούσας, καὶ πτοηθεὶς μήποτε κατάδηλος γένηται, ἀπαίρει τῶν ὁρίων Αἰγύπτου καὶ δραπετεύει πρὸς ἔρημον. εἶτα θεὸν ὁρᾷ, κἀκεῖθεν πρὸς Φαραὼ στέλλεται τοῦ ἐξαγαγεῖν τὸν λαόν. καὶ ταῦτα μὲν ἡ Μωσαϊκὴ διέξεισιν ἱστορία. Ὁ δὲ Ἰώσηπος περὶ τούτου καὶ τάδε. τῶν ἱερογραμματέων τις (καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν) ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν τῶν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφείς, ἀρετὴν πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. δείσας δὲ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν παρ' Ἑβραίοις εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας· ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευσε μαιοῦσθαι. ἡ ἐπίνοια δὲ αὕτη πρὸς τὸ διαφθείρεσθαι ὑπ' αὐτῶν τὰ τικτόμενα. γεννᾶται οὖν κατὰ τὴν πρόρρησιν ὁ παῖς ἐκεῖνος, λαθὼν τοὺς φύλακας διὰ τὴν τῶν ὀδυνῶν ἐπιείκειαν καὶ διὰ τὸ μὴ βιαίας ἐν τοκετῷ περιπεσεῖν τῇ τικτούσῃ τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρ'
90
ἑαυτοῖς τρέφουσι λανθάνοντες· εἶτα δείσας Ἀμρὰμ μὴ κατάφωρος γέννηται, πλέγμα τι βύβλινον ποιήσας καὶ ἀσφαλτώσας αὐτῷ τὸ παιδίον ἐντί θησι καὶ κατὰ ποταμοῦ βάλλει αὐτό. εἶτα Θερμουθὶς ἡ τοῦ βασιλέως θυγάτηρ παρὰ τῷ ποταμῷ παίζουσα καὶ τὸ πλέγμα θεασαμένη κολυμβητὰς ἐπιπέμπει, καὶ ἄγουσιν αὐτό. καὶ ἰδοῦσα ὑπερηγάπησεν αὐτὸ τὸ παιδίον μεγέθους τε ἕνεκεν καὶ κάλλους, καὶ φροντίζει ὅπως αὐτὸ τρέφηται. τὸ δὲ οὐ προσίεται γυναῖκα Αἰγυπτίαν. ὅθεν καὶ παρατυχοῦσα ἡ Μαριάμ, καὶ εἰποῦσα ὅτι τὸ συγγενὲς ἐπιζητεῖ, προτρέπεται γυναῖκα Ἑβραίαν ἀγαγεῖν. ὅθεν καὶ ἡ μήτηρ αὐτοῦ εὐμεθόδως μετακαλεῖται. τὴν δὲ ἐπίκλησιν αὐτῷ κατὰ τὸ συμβεβηκὸς ἔθετο· τὸ γὰρ ὕδωρ μῶ καλοῦσιν Αἰγύπτιοι, ὑσεῖς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. ἦν δὲ οὗτος ἕβδομος ἀπὸ Ἀβραάμ. καὶ τριετῆ μὲν αὐτὸν γεγενημένον, θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα. πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως ὡς Μωϋσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας. ὅθεν ἡ Θερμουθὶς ἄγονος οὖσα ἰδιοποιεῖται αὐτόν. ἐφʹ ᾧ καὶ προσάγει τῷ βασιλεῖ, πάντα τε ἀναγγέλλει, καὶ ὅτι διάδοχός σου γενήσεται, παιδὸς οἰκείου μὴ εὐποροῦντος. καὶ ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐντίθησι τὸ βρέφος. ὁ δ' ἐπιτίθησιν αὐτῷ τὸ διάδημα. ὁ δὲ Μωσῆς καταφέρει τε αὐτὸ καὶ τοῖς ποσὶν ἐπιβαίνει, κατὰ νηπιότητα δῆθεν. ταῦτ' οὖν ἰδὼν ὁ ἱερογραμματεὺς ἐκεῖνος ὥρμησεν ἀποκτεῖ ναι αὐτόν, παροτρύνων εἰς αὐτὸ τοῦτο καὶ τὸν Φαραώ. φθάνει δ' αὐτὸν ἡ Θερμουθὶς ἐξαρπάσασα. ἔκτοτε οὖν καλῶς ἀνετρέφετο. εἶτα δήλη καὶ τοῖς Αἰγυπτίοις ἡ ἀρετὴ αὐτοῦ γίνεται. Αἰθίοπες ἐκστρατεύουσι κατ' αὐτῶν. ἀντιστρατεύονται καὶ οὗτοι, ἑκατέρωθεν δὲ οὐκ ὀλίγοι πίπτουσιν. ὅθεν ὁ βασιλεὺς θεόθεν ὁδηγηθεὶς πείθει τὴν θυγατέρα τὸν Μωσέα παρασχεῖν στρατηγόν. δέχεται τὸ ἔργον, κατ' Αἰθιόπων ὁρμᾷ. καὶ διὰ γῆς μέλλων διελθεῖν ἐρήμου, ἔνθα ἑρπετὰ δεινὰ ἐτρέφοντο, τί μηχανᾶται; πλέγματά τινα ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάζει, καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δέ ἐστι τοῖς ὄφεσι τοῦτο τὸ ζῶον· φεύγουσί τε γὰρ ἐπερχομένας, καὶ ἀνθιστάμενοι καθάπερ ὑπ' ἐλάφων ἁρπαζόμενοι καταπίνονται. χειροήθεις δέ εἰσιν αὶ ἴβεις, καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. παρέρχεται οὖν διὰ τούτων τὴν θηροτρόφον γῆν. συμβάλλει τοῖς Αἰθίοψι, κατά τινα νῆσον διάγουσι δυσπόρθητον οὖσαν διὰ τὸ ποταμοῖς περιρρέεσθαι. Θάρβις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ δεξιῶς ἀπομαχόμενον ὁρῶσα τὸν Μωσέα εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ. καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους, διαλεγομένη περὶ γάμων καὶ τὴν 282 πόλιν προδιδοῦσα. γίνεται ταῦτα, τελεῖται τὰ τοῦ γάμου. τοὺς Αἰθίοπας ἀναιρεῖ, καὶ τοὺς Αἰγυπτίους εἰς τὴν ἑαυτῶν ἀπάγει γῆν. ἔκτοτε οὖν φθόνος κατὰ Μωσέως· ἐπτοοῦντο γὰρ μήποτε κατ' Αἰγυπτίων νεωτερίσῃ. μανθάνει ταῦτα, καὶ λαθὼν ἔξεισιν ἐκεῖθεν, καὶ τῶν ὁδῶν φυλασσομένων διὰ τῆς ἐρήμου ποιεῖται τὸν δρασμόν. ἐφίσταται τῷ φρέατι ἔνθα τοῦ Ῥαγουὴλ αἱ θυγατέρες τὰ θρέμματα ἐπότιζον. ἀνήνεκται τῷ Ῥαγουὴλ τὰ περὶ τοῦ Μωσέως, τίς τε ἦν καὶ ὅπως ταῖς αὐτοῦ θυγατράσιν ἐπαμῦναι οὐκ ὤκνησεν· ἐφ' ᾧ καὶ γαμβρὸν τὸν Μωσέα ποιεῖ. ὁ μέντοι Μωσῆς τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰοθόρου (τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουή-λῳ) διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. τηνικαῦτα καὶ κατ' αὐτὸ τὸ Σίναιον περιάγει αὐτά, ἔνθα καὶ τὸν θεὸν ὁρᾷ ἐκ τῆς βάτου καλοῦντα αὐτόν. ὁ θεὸς ἀποστέλλων πρὸς Φαραὼ τὸν Μωσέα, καὶ ὑπισχνούμενος συμπαρεῖναι αὐτῷ, πρὸς πίστιν τοῦ λόγου εἰς δράκοντα μεταβάλλει τὴν ῥάβδον αὐτοῦ. ὁ μέντοι Μωσῆς παρρησιασάμενος πρὸς Φαραώ, τὴν ῥάβδον αὐτοῦ κατὰ γῆς τε ῥίπτει καὶ εἰς ὄφιν μεταβάλλει. οὐκοῦν περιιοῦσα τὰς τῶν Αἰγυπτίων ῥάβδους, αἳ δράκοντες ἐδόκουν, κατήσθιε. καὶ οὕτω μὲν ὁ Ἰώσηπος, ὁ δὲ Νυσσαεὺς θεῖος Γρηγόριός φησιν ὅτι διὰ τοῦτο ἐπὶ μὲν τῆς βάτου καὶ τοῦ 283 Ἰσραὴλ ὁ θεὸς τὴν ῥάβδον εἰς ὄφιν
91
μεταβάλλει, ἐπὶ δὲ τοῦ Φαραὼ εἰς δράκοντα, ἵνα τῷ μεγέθει καταπλήξῃ αὐτούς. δῆλον δὲ ὅτι ἀληθὲς τοῦτο τὸ σημεῖον ἦν, τὸ δὲ τῶν μάγων φαντασία· διὸ καὶ κατεπόθη ὑπὸ τῆς ἀληθείας ἡ φαντασία. ἀλλ' οὐκ ἐντεῦθεν ὁ Φαραὼ πείθεται, μαίνεται δὲ μᾶλλον, καὶ τοῖς Ἰουδαίοις ἐπὶ πλέον ἐπιτίθεται. ὅθεν καὶ μαστίζει αὐτὸν ὁ θεός. ταῖς ἐπενεχθείσαις δὲ κατ' αὐτοῦ μάστιξι καὶ τοιαύτην λέγει προσεῖναι μάστιγα· φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφ' ὧν ἐκεῖνοι κακῶς ἀπώλοντο, μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι. καὶ οὕτω μὲν ὁ Ἰώσηπος. Αἱ πληγαὶ δέ, ἀγαπητέ, ἃς ὁ θεὸς ἐπήνεγκε τῷ Φαραὼ μὴ πειθομένῳ τὸν λαὸν ἀπολῦσαι, δέκα τὸν ἀριθμὸν κατὰ τὸ ἐν ἐξόδῳ γεγραμμένον εἰσί· δέκα καὶ γὰρ κολάζει πληγαῖς διά γε τὸν τέλειον ἀριθμὸν τοὺς ἡμαρτηκότας τὰ τέλεια. καὶ πρώτη μὲν ἡ τῶν ἐν Αἰγύπτῳ πάντων ὑδάτων εἰς αἷμα μεταβολή. διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἐξ ὑδάτων αὐτοὺς τὰ πρῶτα κολάζει ὁ θεός; διότι τὸ ὕδωρ διαφερόντως ἐτίμων, ἀρχὴν τοῦτο τῆς τῶν ὅλων γενέσεως εἶναι οἰόμενοι. ἔνθεν τοι καὶ πολλοὶ τηνικαῦτα τῶν ἀνθρώπων ἐφθάρησαν· ἐπὶ 284 γὰρ ἑπτὰ ἡμέρας ἡ πάντων τῶν ὑδάτων ἐξαιμάτωσις ἐπεκράτησε, τοῦ Ἀαρὼν διὰ τῆς βακτηρίας, καθὼς ἐλάλησε Κύριος, τὸ τέρας τοῦτο τελέσαντος. ὅτι δὲ οὐ κατὰ φαντασίαν ἐρυθρὰ τὰ ὕδατα γέγονεν, ἀλλὰ καὶ ἡ γεῦσις αὐτῶν μετεβλήθη καὶ ἄλλη ἐξ ἄλλης ἐγένετο, ἡ τῶν ἰχθύων τελευτὴ τοῦτο δεδήλωκε· καὶ οἱ ἰχθύες» γάρ φησιν οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου.» Δευτέρα πληγὴ ἡ ἐξ ὑδὰτων τῶν βατράχων ἀνάδοσις. καὶ ἐξέτεινε» γάρ φησιν ὁ Ἀαρὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἀνήγαγε τοὺς βατράχους, καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου, καὶ εἰσήρχοντο εἰς τοὺς οἴκους αὐτῶν καὶ εἰς τὰ ταμεῖα αὐτῶν.» ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίησαν ταῖς φαρμακείαις αὐτῶν, καθὰ δὴ καὶ ἐπὶ τῇ ἐξαιματώσει τοῦ ὕδατος. ἀλλ' ἱκέτευε Φαραὼ τὸν Μωσέα δεηθῆναι τοῦ θεοῦ περὶ τοῦ δοῦναι αὐτῷ τῶν βατράχων ἀπαλλαγήν· οἷον γὰρ κακὸν οἱ βάτραχοι τῶν ὑδάτων ἀποξενωθέντες καὶ ἐπὶ πλεῖστον ἀποχερσωθέντες, ἑρπετῶν ἰοβόλων κατ' οὐδὲν διαφέρουσι. γίνεται ταῦτα, δέεται τοῦ θεοῦ ὁ Μωϋσῆς, καὶ τελευτῶσιν αὐτίκα οἱ βάτραχοι, κἂν ὁ Φαραὼ 285 θεασάμενος ὅτι γέγονεν ἀνάψυξις, ἀπειθείᾳ τῇ προτέρᾳ ἐνέμεινε. Τρίτη πληγὴ ἡ ἀπὸ τοῦ χοὸς τῶν σκνιπῶν ἀνάδοσις. ἐξέτεινε» γάρ φησιν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον, καθὼς ἐλάλησε κύριος, καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖπες ἔν τε τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι.» γίνωσκε δὲ ὅτι τὸ ζῶον οἱ σκνῖπες, εἰ καὶ βραχύτατόν ἐστιν, ἀλλ' ὅμως ἀργαλεώτατον· οὐ μόνον γὰρ λυμαίνεται τὴν ἐπιφάνειαν τοῦ δέρματος τοῖς ἀφανέσι δήγμασι κνησμοὺς ἐμποιοῦν ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διά γε μυκτήρων καὶ ὤτων. πρὸς τούτοις δὲ καὶ κόρας βλάπτει ὀφθαλμῶν εἰσπετόμενον. ὡσαύτως δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίησαν τοῦ ἐξαγαγεῖν τὸν σκνῖπα, καὶ οὐκ ἠδύναντο. εἶπον οὖν τῷ Φαραὼ ὅτι δάκτυλος θεοῦ ἐστὶ τοῦτο. Τετάρτη πληγὴ ἡ διὰ τῆς κυνομυίας. καθώς» γάρ φησιν ἐποίησε κύριος, παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου. καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίας ὀδυνηρῶς.» καὶ γὰρ ἐμφύεται διὰ τοῦ δήγματος τουτὶ τὸ ζῶον τοῖς σώμασι. κυνόμυιαν δὲ ἀκούων τὸ αὔθαδες νόει τοῦ ζώου· καθάπερ γὰρ βέλος εἰσπετομένη, τῶν Αἰγυπτίων καὶ μόνων κατεπεμβαίνου σα ἦν. καὶ τοῦτο δηλοῦσα ἡ γραφὴ κατὰ λέξιν οὕτω φησί καὶ παραδοξάσομαι τὴν γῆν Γεσέμ, ἐφ' ἧς ὁ λαός μου ἐπ' αὐτῆς, ἐφ' ᾗ οὐκ ἔστιν ἐκεῖ ἡ κυνόμυια, ἵνα ἴδῃς ὅτι ἐγὼ κὺριος ὁ θεός σου πάσης τῆς γῆς. καὶ διαστελῶ ἀναμέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀναμέσον τοῦ σοῦ λαοῦ.» δέεται οὖν ἐπὶ τούτοις ὁ Μωσῆς τοῦ θεοῦ, καὶ
92
περιεῖλε τὴν κυνόμυιαν ἀπὸ τοῦ Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι αὐτούς. Πέμπτη πληγὴ ἡ τῶν τετραπόδων φθορά. ἰδού» γάρ φησι πρὸς Φαραὼ ὁ Μωσῆς, ὅτι χεὶρ κυρίου ἔσται ἐν πᾶσι τοῖς κτήνεσί σου, καὶ θάνατος μέγας σφόδρα. καὶ ἐποίησε κύριος τὸ ῥῆμα τοῦτο, καὶ ἐτελεύτησαν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ ἐτελεύτησεν οὐδὲ εν. ἐβαρύνθη οὖν ἡ καρδία Φαραώ, καὶ οὐκ ἀπέστειλε τον λαόν. Ἕκτη πληγὴ ἡ τῶν φλυκτίδων ἐπίθεσις, καθά φησιν ἐλάλησε κύριος καὶ ἔλαβε Μωσῆς τὴν αἰθάλην τῆς καμίνου ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν εἰς τὸν οὐρανόν. καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ έν τοῖς τετράποσι, καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωσεῖ διὰ τὰ ἕλκη. εἶπε δὲ κύριος πρὸς Μωσῆν 287 ὄρθρισον τὸ πρωΐ, καὶ εἰπὲ πρὸς Φαραώ. εἰ μὴ ἐξαποστείλῃς τὸν λαόν μου, ἀποστείλας τὴν χεῖρά μου πατάξω σε καὶ τὸν λαόν σου θανατώσω. καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Ἑβδόμη πληγὴ ἡ διὰ χαλάζης καὶ πυρός. ἔβρεξε γὰρ ὁ κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς. ἐπάταξε δὲ ἡ χάλαζα πάντα ὅσα ἦν ἐν τῷ πεδίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους. πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραήλ, οὐκ ἐγένετο ἡ χάλαζα.» δέεται οὖν καὶ αὖθις ὁ Μωσῆς τοῦ θεοῦ κατὰ τὸν λόγον Φαραώ, καὶ ἐπαύσαντο αἱ φωναὶ καὶ ἡ χάλαζα. γίνωσκε δὲ ὅτι τοὺς Αἰγυπτίους οὐ μόνον ἡ ἐξαίσιος φορὰ χαλάζης τε ἅμα καὶ πυρός, ἀλλὰ καὶ τὸ τοῦ πράγματος κατέπληττεν ἄηθες· οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἡ Αἴγυπτος παραδέχεται διά γε τὸ μὴ πόρρω τῆς κεκαυμένης εἶναι ζώνης· τοῦ γὰρ πυρώδους ἐκεῖθεν ῥέοντος ἀφανῶς τὰ κύκλῳ πάντα λεαίνεσθαι πέφυκεν. Ὀγδόη πληγὴ ἡ διὰ τῶν ἀκρίδων. ἐπῆρε γὰρ ὁ Μωσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν· καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ ἀνέλαβε τὴν 288 ἀκρίδα, καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου. 288 ἐφ' ᾧ καὶ ἡμάρτηκα ἔλεγε τῷ θεῷ ὁ Φαραώ. δέεται οὖν αὖθις ὁ Μωσῆς τοῦ θεοῦ, καὶ ἐξάγει ἄνεμον ἀπὸ τῆς θαλάσσης, καὶ πᾶσαν τὴν ἀκρίδα εἰς τὴν ἐρυθρὰν ἐνέβαλε θάλασσαν. περὶ δὲ αὐτῆς καὶ Δαβὶδ οὕτω φησίν εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός.» βροῦχος δέ ἐστιν ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς. Ἐννάτη πληγὴ ἡ διὰ τοῦ ψηλαφητοῦ σκότους. ἐξέτεινε γὰρ Μωσῆς τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου τρεῖς ἡμέρας. οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἦν φῶς έν πᾶσιν οἷς κατεγίνοντο.» ἐπειδὴ γὰρ ἀφέντες τὸν κτίστην τοῖς κτίσμασιν ἐλάτρευον, διὰ τῶν κτισμάτων αὐτοὺς καὶ μάλα δικαίως ἐπαίδευε. διὰ γὰρ τοῦτο καὶ τῶν ἄλλων μερῶν καταλαμπομένων ἡ Αἴγυπτος μόνη τῷ ψηλαφητῷ περιεστοιχίζετο σκότει. καὶ γὰρ πρὸς ἀναγκαίαν ἔξοδον Αἰγύπτιος ἐβιάζετο, τὴν θύραν, καὶ πολλὰ ψηλαφῶν εὑρεῖν οὐκ ἐδύνατο. Δεκάτη πληγὴ ὁ τῶν πρωτοτόκων θάνατος. τελευταία μὲν ἡ τοιαύτη πληγή, τῇ δυνάμει δὲ καὶ τῷ πόνῳ, καθά φησι καὶ Δαβίδ, ἀπαρχὴ καὶ πρώτη πασῶν. περὶ γὰρ μέ σας νύκτας καὶ ανευ νόσου ἀνῃροῦντο τᾲ τέκνα αὐτῶν. ἐγειρόμενοι δὲ τὸ πρωΐ, καὶ τὰ φίλτατα νεκρὰ ὁρῶντες, καὶ μηκέτι κατέχεσθαι δυνάμενοι, τῷ Φαραὼ κατεβόων, ἐφ' ᾧ καὶ τὸν λαὸν ἄκων ἀπέλυσε. Πλὴν ἐπὶ τούτοις, ἀγαπητέ, μὴ ἀνθίστασο, μηδὲ λέγε ὅτι εἰ ὁ θεὸς σκληρύνει τὴν καρδίαν Φαραώ, τίνος ἕνεκεν ἐπιμέμφεται αὐτῷ σκληρυνομένῳ; γίνωσκε γὰρ ὅτι ἡ ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ γέγονεν, ὡς ὁ μέγας φησὶ Βασίλειος. οὐδὲ γὰρ εἴκουσαν τὴν ἐκείνου καρδίαν λαβὼν καὶ πειθομένην αὐτοῦ τοῖς προστάγμασι, πρὸς τὸ σκληρὸν καὶ ἀπειθὲς μετεπλάσατο. τῇ μακροθυμίᾳ λοιπὸν ἐπὶ πλέον ἐποίει ταύτην σκληρύνεσθαι. ὅρα γὰρ ὡς ἐπειδὰν ἐπῆγεν ἐπ' αὐτὸν τὰς πληγάς,
93
ἀπολύειν τὸν λαὸν ἐπηγγέλλετο, ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτόν, ἐσκληρύνετο. ὃ δὴ καὶ ἡ γραφὴ σημαίνουσα ἔλεγεν ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.» ἀλλὰ καὶ αὐτοῦ λέγοντος ἄκουσον τοῦ θεοῦ ὅτι εἰ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. μὴ 290 λέγε διαπορούμενος, ἵνα γνωρίζῃς τὴν δύναμίν σου, κολάζεις ἄνθρωπον; ἄφες αὐτά, καὶ πρόσχες τῷδε τῷ ὑποδείγματι. ἡ ἰατρικὴ τέχνη ὠφέλιμόν τι ποιῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζουσα ζῶντας ἀνθρώπους ἀνέτεμεν. ἀλλ' ἦν μὲν καὶ τοῦτο ἄδικον, τὸ διὰ τὴν ἑτέρων σωτηρίαν ζῶντας ἄλλους θύεσθαι. τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; τὸν κατακριθέντα θανάτῳ ὑποπεσεῖν διὰ ληστείαν ἢ φαρμακείαν, τοῦτον λαμβάνοντες ἀνέτεμνον ζῶντα, οὔτε ἀδικοῦντες τὸν κολαζόμενον καὶ τῇ ἀνθρωπίνῃ φύσει βοήθειαν ἐφευρίσκοντες. ἀνέτεμνον οὖν ἐκεῖνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι τὴν ἐνέργειαν. οὕτω μέν οὖν καὶ ὁ ἀριστοτέχνης θεὸς διὰ τοῦ ἀνιάτως ἡμαρτηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γενομένους ἄριστα θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν ἐκείνου τιμωρίαν αὐτοῖς παρεχόμενος. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν δεκάτην πληγὴν θύουσι τὸ πρόβατον οἱ Ἑβραῖοι καὶ οὕτω τῆς Αἰγύπτου ἐξίασι κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης. ἐφ' ᾧ καὶ νῦν ἔτι κατὰ τὸ ἔθος οὕτω θύουσι, τὴν ἑορτὴν τοῦ πάσχα καλοῦντες· σημαίνει δὲ ὑπερβασίαν. ἀλλ' ὡς Ἰώσηπός φησι, διότι κατ' ἐκείνην τὴν ἑσπέραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νό σον. φεύγοντες δʹ οὖν οἱ Ἑβραῖοι, καὶ μηδενὸς τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν, πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπ' αὐτῶν ἄρτοις διετρέφοντο. καὶ τούτοις ἐπὶ τριάκοντα ἡμέραις ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσαν χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο. καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα. Ὁ δὲ μέγας Βασίλειος καὶ τάδε περὶ τοῦ Μωσέως φησίν, ὅτι οὗτός ἐστιν ὁ μαρτυρηθεὶς ἀστεῖος εἶναι παρὰ θεῷ ἔτι ὑπομάζιος ὤν· ὃν εἰσεποιήσατο μὲν ἡ θυγάτηρ Φαραώ, ἐξέθρεψε δὲ βασιλικῶς, τοὺς σοφοὺς τῶν Αἰγυπτίων διδασκάλους αὐτῷ τῆς παιδεύσεως ἐπιστήσασα· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας, καὶ πρὸς τὸ ταπεινὸν τῶν ὁμοφύλων ἀναδραμών, εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ· ὁ φυγαδευθεὶς παρὰ τῶν εὐεργετηθέντων, κἀντεῦθεν εἰς τὴν Αἰθιοπίαν καταλαβών, κἀκεῖ πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγων καὶ ἐν τεσσαράκοντα ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας· ὃς ὀγδοηκοστὸν ἤδη γεγονὼς ἔτος εἶδε τὸν θεὸν ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν, μᾶλλον δὲ ὡς οὐδεὶς τῶν ἄλλων ὑπῆρξε κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ θεοῦ, ὅτι ἐὰν γένηται προφήτης ὑμῶν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θε ράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι, στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ δι' αἰνιγμάτων.» καὶ μετὰ ταῦτα πρὸς Φαραω ἀποστέλλεται χάριν τοῦ ἐκεῖθεν ἐξαγαγεῖν τὸν λαόν. παραγενόμενος οὖν εἰς Αἴγυπτον ἔλαβε τὴν γυναῖκα καὶ τὰ παιδία αὐτοῦ, καὶ εἰσῆλθε. διὸ καὶ ἄγγελος φαίνεται φοβῶν αὐτόν· οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ' ἐξαγαγεῖν τὸν Ἰσραήλ. ὅπερ καὶ αὐτὸς συνιδὼν ἀφίησι τὴν γυναῖκα. καὶ δῆλον ἐκ τοῦ Ἰοθὸρ μετὰ τῆς γυναικὸς αὐτοῦ ὑπαντῆσαι αὐτῷ ἐξερχομένῳ. τὸν μέντοι Φαραὼ μὴ πειθόμενον ἀποδοῦναι τὸν λαὸν ἀφορήτοις ὑποβάλλει μάστιξιν. Καὶ τί δή ποτε συνεχώρησεν ὁ θεὸς τοῖς φαρμακοῖς τὰ αὐτὰ δρᾶσαι τῷ Μωσεῖ; ἵνα δειχθῇ τὸ διάφορον τοῦ τε ψεύδους καὶ τῆς ἀληθείας. μετέβαλλον γὰρ καὶ αὐτοὶ τὰς ῥάβδους εἰς ὄφεις, ἀλλ' ἡ Μωσέως ῥάβδος τὰς ἐκείνων κατέπιε. μετέβαλλον κἀκεῖνοι τὸ ὕδωρ εἰς αἷμα, ἀλλ' εἰς τὴν προτέραν φύσιν ἐπαναγαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν. καὶ τοὺς
94
βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν Αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν τοὺς Αἰγυπτίους καὶ τοῖς φαρμακοῖς ἐνεδίδοτο, εἰς τὸ παύειν τὴν τιμωρίαν οὐκέτι. μᾶλλον δὲ τὰς φλυκτίδας καὶ τοῖς ἐκείνων ἐπήνεγκε σώμασιν, ὡς ἐντεῦθεν δῆλον ὡς οὐ μόνον 293 ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους ὀργάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. ὅθεν καὶ δακτύλῳ θεοῦ τὰ σημεῖα οἱ μάγοι ἔλεγον γίνεσθαι. μηδεὶς οὖν θαυμαζέτω, εἴπερ ἐλθὼν ὁ Ἀντίχριστος σημεῖα ποιήσει καὶ τέρατα· καὶ γὰρ οἱ μάγοι οὗτοι, ὅ τε Ζαμβρῆς καὶ Ἰαννῆς, τὰς ῥάβδους εἰς ὄφεις μετέβαλλον. ἀλλὰ καὶ Σίμων ὁ μάγος ἀνδριάντας ἐποίει περιπατεῖν, καὶ εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, καὶ εἰς ἀέρα ἵπτατο, καὶ ἐκ λίθων ἄρτους ἐποίει, μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο, εἰς χρυσὸν μετεβάλλετο, θύρας κεκλεισμένας αὐτομάτως ἐποίει ἀνοίγεσθαι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτομάτως φερόμενα πρὸς ὑπηρεσίαν ἐποίει ὁρᾶσθαι, σκιὰς πολλὰς προηγεῖσθαι αὐτοῦ ἐποίει, ἅσπερ ψυχὰς τῶν τεθνεώτων εἶναι ἔφασκε. ζητούμενός ποτε ὑπὸ τοῦ Καίσαρος καὶ φοβηθεὶς ἀπέδρα, τὴν ἑαυτοῦ μορφὴν ἑτέρῳ περιθείς. εἰ δὲ τοιαῦτα καὶ τοσαῦτα οὗτος ἐποίει τῇ συνεργίᾳ τοῦ Σατανᾶ, καινὸν πάντως οὐδὲν εἴγε κατὰ τὸν τῆς συντελείας καιρὸν ὄργανον καὶ αὐτοῦ τοῦ Σίμωνος ἐπιτηδειότερον εὑρών, αὐτὸν δηλαδὴ τὸν Ἀντίχριστον, καὶ μείζονα δι' αὐτοῦ ποιήσει σημεῖα καὶ τέρατα. αὐτὸ γὰρ τοῦτο καὶ ὁ ἀπόστολος περὶ τοῦ Ἀντιχρίστου διέξεισι, λέγων οὗ ἡ παρουσία γενήσεται κατ' ἐνέργειαν τοῦ Σατανᾶ, δυνάμει πολλῇ καὶ σημείοις καὶ τέρασι ψεύδους.» 294 Ὁ μὲν οὖν Φαραὼ δέκα πληγαῖς ὑποβάλλεται. τίνος οὖν ἕνεκα; ὅτι τέλειος ὁ δέκατος ἀριθμός. ὁ γοῦν τελείως ἁμαρτήσας καὶ τελείως δικαίως μαστίζεται. μετὰ γὰρ τὸν θάνατον Ἰωσὴφ καὶ τοῦ κρατοῦντος τῶν Αἰγυπτίων Φαραὼ ἕτερος ἄρχων ἀνίσταται τοῖς Αἰγυπτίοις, καὶ λίαν πικρός, Φαραὼ καὶ οὗτος καλούμενος. καὶ γὰρ καθάπερ οἱ τῶν Ῥωμαίων βασιλεῖς Καίσαρας ἑαυτοὺς ἐπονομάζειν ἤθελον ἅτε τὴν τοῦ μεμοναρχηκότος Ἰουλίου Καίσαρος εὔκλειαν ἑαυτοῖς περιποιούμενοι, οὕτω καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες ἀπὸ τοῦ πρώτου ἐκείνου Φαραὼ Φαραὼ καὶ οὗτοι κατονομάζεσθαι ἤθελον. Ὁ μέντοι Μωσῆς μετὰ τὸ περᾶσαι τὴν ἐρυθρὰν φροντίζει τοῦ δοθῆναι νόμον τῷ λαῷ. ὅθεν καὶ περὶ τὸ Σίναιον ἄνεισιν. ὁ δὲ Γεώργιος λέγει ὅτι ὁ Μωϋσῆς ὀγδοήκοντα ἡμέρας νῆστις ἦν εν τῷ ὄρει. δὶς καὶ γὰρ εἰς τὸ ὄρος ἀνέβη, τὰς πλάκας συντρίψας ἃς ἔλαβε πρότερον ἐκ θεοῦ, ἐνδίκως κατ' ἐκείνων ὡς μοσχοποιησάντων θυμωθείς. κατελθὼν γὰρ ἀπὸ τοῦ ὄρους, καὶ τὰς πλάκας συντρίψας διὰ τὸ τὸν λαὸν ἰδεῖν ἀνομήσαντα, πῶς ἔμελλε βρώσεως μετασχεῖν, εἰ μὴ καὶ πάλιν ἀνῆλθεν εὐθὺς καὶ τὸν θεὸν ἐξιλεώσατο; ἐφ' ᾧ καὶ πʹ ἡμέρας ἐξ ἀνάγκης νηστεύει· δὶς γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, ἐπειδὴ τὰς πρώτας συνέτριψε πλάκας, ἀνάξιον κρί νας ἐκεῖνον τὸν ἀσεβῆ λαὸν καὶ παράνομον. καὶ τὰ μὲν τοῦ Γεωργίου τοιαῦτα, καὶ τοῦτον ἔχει τὸν τρόπον· οὐκ οἶδα δὲ εἰ καὶ τὰ τοῦ πράγματος οὕτως ἔχει καθὼς ἐκεῖνος ὑπέλαβεν. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐν τῷ Δευτερονομίῳ ἔλεγεν ὁ Μωσῆς ὅτι τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. δὶς μὲν οὖν ἀνῆλθεν εἰς τὸ ὄρος, δὶς δὲ καὶ ἐνήστευσεν. ἀλλ' ἐν τῷ μέσῳ τούτων τῶν ἡμερῶν καὶ φαγεῖν ἔοικεν ἄρτον καὶ ὕδωρ πιεῖν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὀγδοήκοντα ἂν ἡμέρας ἐν τῷ Δευτερονομίῳ νηστεῦσαι ἔλεγεν, οὐ μήν, ὡς εἴρηται, τεσσαράκοντα. τοῦτο μὲν οὖν ἐπιβεβαιοῖ ὁ τὴν γλῶτταν χρυσοῦς· ἐν γὰρ τῷ εἰς τὴν εἴσοδον τῆς ἁγίας τεσσαρακοστῆς λόγῳ αὐτοῦ καὶ τάδε φησίν ἵνα γὰρ μὴ νομισθῇ ὁ κύριος ἀνειληφέναι δοκήσει τὴ σάρκα, τεσσαράκοντα ἡμέρας ἐπ' ἴσης τῷ Μωσῇ καὶ τῷ Ἠλίᾳ, καὶ οὐ πλέον, ἐνήστευσεν.» εἰ γὰρ ἡμέρας πʹ ἔφθασε νηστεῦσαι ὁ Μωσῆς, καθά φησιν ὁ Γεώργιος, μηδ' ὁπωσοῦν τῶν τοιούτων ἡμερῶν ἁψάμενος βρώσεως, οὐκ ἂν ὁ χρυσορρήμων Ἰωάννης ἐπ' ἴσης τῷ Μωσῇ
95
νηστεῦσαι τὸν κύριον ἔλεγεν. 296 Ἐπὶ τούτοις εἰδέναι σε χρὴ ὡς εἰ καὶ χάριν τινὸς δῆθεν συμφέροντος χρήσεταί τις τῇ ἁμαρτίᾳ, οὐδὲ οὕτως ἀνεύθυνος. καὶ γὰρ Ἀαρὼν γλύψας τὸν μόσχον τῷ λαῷ ἐπὶ τῷ κατασχεῖν αὐτόν, οὐ παντάπασι συγγνώμης ἄξιος ἦν· ἐφ' ᾧ καὶ θείας ἐδεήθη φιλανθρωπίας ὥστε τὴν τιμωρίαν ἐκφυγεῖν. καὶ τοῦτο δηλῶν ὁ Μωσῆς ἔλεγεν ἐδεήθην τοῦ κυρίου περὶ Ἀαρὼν τοῦ ἀδελφοῦ μου, καὶ οὐκ ἀπέθανεν.» Οὗτος μὲν οὖν ὁ τῆς αὐτοπροσώπου θέας τοῦ θεοῦ ἐξ ἴσου τοῖς ἀγγέλοις ἀξιωθείς, καθά φησιν ὁ μέγας Βασίλειος, κελεύεται διὰ τὴν ἐν τῷ ὕδατι ἀντιλογίαν ἐλθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρίμ, ὃ καὶ Ναβαῦ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἐκεῖ τελευτῆσαι. οὐδὲ γὰρ συγχωρεῖ τὴν ἐκείνου τελευτὴν ὁ θεὸς γενέσθαι κατάδηλον, ἵνα μὴ τὰ ὀστᾶ ἐκείνου λαβόντες οἱ τὸν μόσχον προσκυνήσαντες θεοποιήσωσιν αὐτά. τοῦτον μέντοι τὸν θειότατον δηλαδὴ Μωσέα καὶ παρὰ θείων ἀγγέλων ἐνταφιασθῆναι ὁ μέγας φησὶν Ἐπιφάνιος. εἰ γὰρ καὶ ἐπέστη τηνικαῦτα ὁ διάβολος, καθά φησιν Ἰούδας ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ, ζητῶν τε αὐτὸν ὡς φονέα καὶ ὡς ἀντιλογίᾳ θανόντα, ἀλλ' ἀνθίσταται ὁ ἀρχιστράτηγος Μιχαήλ, καὶ ἐπιτιμήσαι σοι ὁ κύριος» λέγει 297 πρὸς αὐτόν. ει δὲ ταῦτα οὕτως ἔχει, ποῦ θήσομεν τὰ τοῦ Ἰωσήπου, ἢ πῶς αὐτὰ παραδεξόμεθα; ὅμως μέντοι προσθετέον τοῖς ἄνω καὶ ταῦτα δι' εἴδησιν. παράγει γὰρ τὸν Μωσέα κατὰ τὸν τοῦ θανάτου αὐτοῦ καιρὸν καὶ τάδε κατὰ ῥῆμα πρὸς τὸν λαὸν λέγοντα ἄνδρες συστρατιῶται, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ, χρόνων ρκʹ καὶ εʹ ἠνυσμένων, δεῖ με τοῦ ζῆν ἀπελθεῖν, ὑποτίθημι καὶ νῦν τὰ δέοντα πρὸς ὑμᾶς, ἄπειμι δ' αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς.» πορευομένῳ δὲ αὐτῷ οὗ ἔμελλεν ἀφανισθῆναι, πάντες εἵποντο δεδακρυμένοι. ἀσπαζομένου δὲ αὐτοῦ καὶ τὸν Ἐλεάζαρον καὶ Ἰησοῦν καὶ προσομιλοῦντος αὐτοῖς, ἔτι δὲ ἐπὶ τοῦ ὄρους τοῦ Ἀβαρίμ, νέφους αἰφνίδιον ὑπὲρ αὐτοῦ στάντος ἀφανίζεται κατά τινος φάραγγος. καὶ ὁ μὲν Ἰώσηπος ἔστιν ὅτε μυθολογῶν οὕτω φαίνεται. Ὁ δέ γε Μωσῆς τελευτῶν ἐπιτίθησι τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱόν, καίτοι γε προμαρτυρηθέντα πνεῦμα ἅγιον ἔχειν. ἀφ' οὗ δὴ καὶ νόμος κεκράτηκεν ὥστε τοὺς ἀρχιερεῖς χεῖρας ἐπιτιθέναι τοῖς χειροτονουμένοις, καὶ οὕτω θείας χάριτος μεταλαμβάνειν αὐτούς· καὶ θήσεις» γάρ φησι τὰς χεῖράς σου ἐπ' αὐτόν.» τούτου δὲ τοῦ Ἰησοῦ συμμαχοῦντος τοῖς Γαβαωνίταις (ἐστράτευσαν γάρ τινες κατ' αὐ τῶν ὡς δῆθεν αὐτομολησάντων τῷ Ἰησοῦ) θαῦμα περὶ τὸν ἥλιον γέγονεν ἐν τῷ μεσουρανήματι· καὶ γὰρ ἔστη τῆς πρόσω φορᾶς ἡμέρας ὁλοκλήρου διάστημα. Εἰ δὲ καὶ σὲ μετὰ τῶν ἄλλων ἀπορία κατέχει διὰ τί τεσσαράκοντα ἔτη τὸ τῶν Ἑβραίων γένος ἐξιὸν ἐξ Αἰγύπτου ἀνὰ τὴν ἔρημον ἐπλανᾶτο, ἄκουε· ἐν γὰρ τῇ βίβλῳ τῶν ἀριθμῶν σαφὴς ἡ αἰτία σοι πρόκειται. τῶν παρὰ Μωσέως ἀποσταλέντων εἰς κατασκοπὴν τῆς τῶν Χαναναίων γῆς ὑποστρεψάντων, καὶ τὸν λαὸν ἐκφοβησάντων ἐπὶ τοσοῦτον ὥστε καὶ πολλὰ κατὰ θεοῦ γογγύσαι, ἄνευ τοῦ Χάλεβ καὶ τοῦ Ἰησοῦ, εἶπεν ὁ θεός οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου ἀλλ' ἢ Χάλεβ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ τὰ παιδία ἃ εἴπατε εἰς διαρπαγὴν ἔσεσθαι. ὑμῶν δὲ τὰ κῶλα πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ. οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, καὶ ἀνύσουσι τὴν πορείαν ὑμῶν, ἕως ἂν ἀναλωθῶσι τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, καὶ γνώσεσθε τὸν θυμόν μου.» μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἶπον εἰς διαστροφὴν τοῦ λαοῦ ἐκεῖ εἴδομεν τὴν γενεὰν τοῦ Ἐναάκ, ἄνδρας ὑπερμήκεις, γίγαντας, ὧν ἐνώπιον ἦμεν ὡσεὶ ἀκρίδες.» ἔφερον 299 δὲ καὶ βότρυν ἐκεῖθεν ὑπερμήκη τοσοῦτον ὡς ἐπ' ἀναφορεῦσιν αὐτὸν βαστάζεσθαι. ὅτι δὲ παιδευόμενος ὁ Ἰσραὴλ κατὰ θείαν ὀργὴν τοσοῦτον ἐν ἐρήμῳ διεβίβασε καιρόν, καὶ τοῦ μεγάλου Κυρίλλου λέγοντος ἄκουε. ἐν γὰρ τῇ περὶ τῆς ἐν
96
πνεύματι λατρείας βίβλῳ αὐτοῦ καὶ τάδε φησίν, ὅτι προσκρούσας ὁ Ἰσραὴλ τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο κατὰ τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ θεὸς μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ τοῦτο διὰ τοῦ Δαβὶδ ἔδειξεν εἰπὼν ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. καὶ ἦν ὅρος αὐτοῖς τῆς ὀργῆς, καθὼς ἄνωθεν εἴρηται. παρῳχηκότος δὲ τοῦ καιροῦ λέλυται μὲν ἡ ὀργή, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν καὶ εἰσέβησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος. τύπος ἄρα καὶ τοῦδε σαφῆς τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαί τινας· ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρός, διάβασιν ἡμῖν εἰσφέρων Ἰορδάνου τὴν μυστικήν. μετὰ γὰρ τεσσαράκοντα ἔτη κἀκεῖνοι τὸν Ἰορδάνην διέβησαν. Οὗτος μὲν οὖν ὁ τοῦ Ναυῆ Ἰησοῦς Αὐσῆς πρότερον ἐκαλεῖτο, ὑποστρέψας δὲ ἀπὸ τῆς κατασκοπῆς παρὰ τοῦ Μωσέως μετονομάζεται. τούτῳ δὴ τῷ Ἰησοῦ μετά γε τεσσαράκοντα ἔτη ἃ διεβίβασεν ἐν τῇ ἐρήμῳ, λέγει ὁ θεός καθίσας 300 περίτεμε τὸν λαὸν μαχαίραις πετρίναις, καὶ οὕτω τὸν Ιορδάνην διάβηθι.» ὁ γὰρ Μωσῆς περᾶσαι οὐ συνεχωρήθη, καίτοι πολλὰ περὶ τούτου τοῦ θεοῦ δεηθείς. μετὰ γὰρ τὸ λαλῆσαι τὰ τῆς ᾠδῆς τῷ λαῷ, εἶπε πρὸς αὐτὸν ὁ θεός ἀνάβηθι εἰς τὸ ὄρος Ἀβαρίμ. τοῦτο ὄρος Ναβαῦ κατὰ πρόσωπον Ἱεριχώ. καὶ ἴδε τὴν γῆν Χαναάν, καὶ τελεύτα, ὃν τρόπον ἀπέθανεν Ἀρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» ὅτι δὲ ἐδέετο τοῦ θεοῦ περᾶσαι τὸν Ἰορδάνην, καὶ ὑπερεῖδε κύριος ἐμὲ ενεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου. καὶ εἶπε κύριος πρός με ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. ἀνάβαινε γὰρ εἰς τὸ ὄρος, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.» καὶ τί δήποτε διὰ μικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωσῆς προσετάχθη τὴν γῆν, τὸν δὲ λαὸν εἰσαγαγεῖν ἐκωλύθη; διδάσκει ἡμᾶς ὁ δεσπότης διὰ τούτων ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀκρίβειαν ἀπαιτεῖ· ὁ μὲν γὰρ ἐλάχιστος» φησὶ σοφία Σολομῶντος σύγγνωστόν ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται.» ὅτι δὲ μέγα ἔδοξε τὸ τοῦ Μωσέως ἁμάρτημα, δεδήλωκεν αὐτὸς ὁ θεὸς οὕτως εἰπών ἀνά βαινε, καὶ τελεύτα, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» πάντα ταῦτα πεποίηκεν ἡ θλῖψις. ἐπιτιθέντες γὰρ Ἰουδαῖοι τῷ θείῳ Μωσεῖ, ὅτε ἀθυμῶν ἦν διὰ τὴν τῆς Μαριὰμ τελευτήν, καὶ βιαζόμενοι χάριν ὕδατος, ὡς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν γέγραπται, ἠνάγκασαν τὴν ἀμφίβολον ἐκείνην προϊέναι φωνήν. ἄφες λοιπὸν τὰ τοῦ Ἰωσήπου, ὅτι καὶ κατὰ πάντα ταῖς ἱεραῖς γραφαῖς ἐναντιούμενα φαίνονται· καὶ γὰρ διὰ θείαν ὀργὴν ἐτελεύτησεν, οὐ μὴν διὰ γῆρας, ὡς ἐκεῖνος φησίν. ὅτι δὲ τοῦ θεοῦ ὀργισθέντος ἐπὶ τοῖς κατασκόποις ἔτη τεσσαράκοντα διέτριψεν ὁ λαὸς ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῷ Δευτερονομίῳ τοῦτο σαφῶς δεδήλωται. ἡνίκα γὰρ ὁ Μωσῆς τὰ τελευταῖα τῷ λαῷ διελέγετο, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν ἤλθομεν καὶ πρὶν εἰς τὸ περᾶσαι καὶ κατακληρονομῆσαι τὴν Χανανίτιδα γῆν.» ἀλλ' οἱ διάστροφοι ἐκεῖνοι κατάσκοποι καὶ ὁ τοῦ λαοῦ γογγυσμὸς ἔτη μʹ περιπλανᾶσθαι αὐτοὺς ἐν τῇ ἐρήμῳ πεποίηκε. ταῦτα δὲ πρὸς αὐτοὺς ἔλεγεν ἐν τῇ δευτέρᾳ ὑποστροφῇ, τῶν μʹ ἐτῶν δηλαδὴ συμπληρώσει. πρόσεχε λοιπόν· φαίνεται γὰρ ἐντεῦθεν ὅτι εἰ μὴ θεία ἦν ὀργὴ τῆς τῶν κατασκόπων διαστροφῆς ἕνεκεν, ἐν βραχεῖ διῆλθον τὴν ἔρημον καὶ τὸν Ἰορδάνην ἐπέρασαν ἄν. Οὐκοῦν ἔτη μʹ περιπατοῦντες κατὰ τὴν ἔρημον τὸ μάννα 302 ἤσθιον, τροφὴν ἄσπαρτον καὶ ἀνήροτον. καθ' ἑκάστην γὰρ ἔβρεχεν ἡμέραν αὐτὸ ὁ θεός, ἄνευ μέντοι τοῦ σαββάτου, διδάσκων κἀντεῦθεν αὐτοὺς μηδὲν ἐν σαββάτῳ ποιεῖν. ἐφ' ᾧ καὶ τὸ ἐν παρασκευῇ κατερχόμενον μάννα διπλάσιον ἦν, ὡς ἔχειν αὐτοὺς καὶ τὴν ἐν σαββάτῳ τροφήν. εἰ δὲ ἐν δευτέρᾳ τυχὸν ἡμέρᾳ ἢ τρίτῃ λαβὼν ἐκ τοῦ μάννα ἐφύλαξέ τις, εἰς τὴν ὑστεραίαν διεφθαρμένον ἦν ἐξ ἀνάγκης τὸ
97
τοιοῦτον ἰδεῖν. τίνος ἕνεκεν; ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύθερον βιοῦν, ὑπέσχετο καθ' ἑκάστην ἡμέραν παρέχειν τὴν ἀναγκαίαν αὐτοῖς τροφήν. ἐκεῖνοι δὲ ἀπιστήσαντες μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν. διὰ τοῦτο καὶ ἐπώζεσεν. ὅτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος, μαρτυρεῖ τὸ σάββατον, ἐν ᾧ ἀλώβητον διετηρεῖτο τὸ χάριν αὐτοῦ κατὰ τὴν παρασκευὴν συλλεγόμενόν τε καὶ φυλασσόμενον. μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. τοῦτο δὲ τὸ μάννα κατά γε τὸ πρωῒ καὶ μόνον συνήγετο· ἡλίου γὰρ ἀνατείλαντος ἐτήκετο. τοῦτο μέντοι τὸ μάννα, καθά φησιν ὁ θειότατος Νύσσης ἐκ τῆς σοφίας Σολομῶντος τὰς ἀφορμὰς λαβών, μονοειδὲς ἦν, ἡ δὲ ποιότης αὐτοῦ τὸ ποικίλον εἶχεν, ἑκάστῳ προσφόρως κατὰ τὸ εἶδος τῆς ἐπιθυμίας ἐγγινομένη. 303 οὕτω μὲν οὖν καὶ ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, τὸ νοητὸν δηλονότι μάννα, πρὸς τὴν διάθεσιν τῆς ἑκάστου ψυχῆς διατίθεσθαι εἴωθε. τοῦτο δὴ τὸ μάννα εἶδος εἶχε κορίου, οὗ τὴν φύσιν ὅλην διόλου λόγον ἔχειν σπέρματος λέγουσιν, ὥστε μηδὲ ἐν τῷ κατακόπτεσθαι ἐξαφανίζεσθαι τὴν πρὸς τὸ σπείρεσθαι δύναμιν αὐτοῦ. οὕτω μὲν οὖν καὶ τὸ θεῖον μάννα καὶ πνευματικὸν πανταχοῦ σκεδαννύμενόν τε καὶ κατακερματιζόμενον ὅλον διόλου ἐν ὅλοις εὑρίσκεται. καὶ τί χρὴ πολλὰ λέγειν; ὥσπερ ἐπὶ τοῦ μάννα ἐκείνου κατερχομένου ἄνωθεν τὸ τῶν Ἑβραίων γένος ὑπερεκπληττόμενον ἔλεγε τί τοῦτό ἐστιν; οὕτω δὴ καὶ ἐπὶ τοῦ νοητοῦ μάννα τοῦ ἄρτου τῆς ζωῆς, αὐτοῦ δηλαδὴ τοῦ μονογενοῦς υἱοῦ καταβάντος ἐξ οὐρανοῦ καὶ ἐπὶ γῆς ὀφθέντος, ὑπερεκπληττόμενοι ἔλεγον ἅπαντες τί τοῦτό ἐστι; πῶς ὁ υἱὸς τοῦ θεοῦ κατῆλθεν εἰς τὴν γῆν; πῶς σάρκα ἐφόρεσε; πῶς ἄνθρωπος γέγονε; καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν τοῦ Μωσέως τελευτὴν εἶπε πρὸς τὸν Ἰησοῦν ὁ θεός Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν· νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος.» καὶ ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, ὅτι ἀπεξήρανε κύριος ὁ θεὸς τὸν Ἰορ-δάνην ποταμόν, κατετάκησαν αὐτῶν αἱ διάνοιαι, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου ῶν υἱῶν Ἰσραήλ. 304 καὶ τοιοῦτόν τι πεπόνθασιν ὁποῖον ἀπὸ χαρᾶς ὁ Ἰακώβ, ἡνίκα κατελθὼν εἰς Αἴγυπτον τὸν Ἰωσὴφ ἐθεάσατο· ἀπὸ μὲν γὰρ τῆς χαρᾶς διάχυσις, ἀπὸ δὲ τοῦ φόβου σύνευσὶς τῆς ζωογονούσης ἡμᾶς δυνάμεως γίνεται, καὶ οὕτως ἢ ἐκείνως ἔστιν ὅτε ὁ θάνατος ἐξ ἀνάγκης ἕπεται. μετὰ δὲ τὸ περᾶσαι τηνικαῦτα χωρὶς ὅπλων τὴν Ἱεριχὼ κεκρατήκασιν· ἐφ' ᾧ καὶ ἀνεθεμάτισαν αὐτήν, τουτέστι τῷ θεῷ ἀφιέρωσαν. Ἄχαρ λοιπὸν ὁ τοῦ Χαρμῆ ἀπὸ τῶν ἀναθεματισθέντων τῷ κυρίῳ στολήν τινα καὶ μᾶζαν χρυσῆν ἀποσυλήσας τὸν θεὸν εἰς ὀργὴν ἤγειρε· δεηθεὶς οὖν ὁ Ἰησοῦς τοῦ θεοῦ, καὶ μαθὼν τὸν τῆς ὀργῆς αἴτιον, λίθοις αὐτὸν πανοικὶ κατέχωσαν. ἐν τούτῳ δὲ τῷ κατὰ τῆς Ἱεριχὼ πολέμῳ ἀρχὴν ἔλαβε καταλύεσθαι τὸ σάββατον· ἑπτὰ γὰρ ἡμέρας αὐτὴν μετὰ σαλπίγγων περιεκύκλωσαν, ἐν αἷς καὶ τὸ σάββατον ἐξ ἀνάγκης συμπεριείληπται. ἀλλὰ καὶ μετὰ πέντε βασιλέων, ὡς ἄνωθεν εἴρηται, τοῦ Ἰησοῦ μαχομένου ἔστη ὁ ἥλιος κατὰ τὸ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς ἕως εἰς τέλος ἡμέρας μιᾶς. καὶ πάντα δὲ τὰ τῶν Χαναναίων ἔλαβεν ὁ Ἰσραὴλ ἐν πολέμῳ, ὅτι διὰ κυρίου ἐγένετο. ἀλλὰ καὶ Χάλεβ υἱὸς Ἐφωνῆ ἐξωλόθρευσε τοὺς τρεῖς υἱοὺς Ἐναάκ, τὸν Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν. γίγαντες δὲ καὶ οὗτοι 305 εὐμήκεις ἦσαν· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν υἱοὺς τοῦ 305 Ἐναὰκ ἐκείνους ὠνόμασαν. Ἰστέυν ὅτι πρῶτος νόμος παρ' Ἑβραίοις ἐν ἐξόδῳ γέγραπται οὗτος. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω. οὐκ ἔστιν ἐνταῦθα ταυτολογία τό τε
98
εἴδωλον καὶ τὸ ὁμοίωμα· τὸ γὰρ ὁμοίωμα τινός ἐστιν ὁμοίωμα εἴτε χερσαίου ζώου εἴτε θαλαττίου εἴτε πτηνοῦ, τὸ δὲ εἴδωλον κατὰ τὴν Ὠριγένους ἐξήγησιν ἀνάπλασμα διανοίας ἀνυπόστατόν ἐστιν, ὡς ὁ παρ' Αἰγυπτίοις τιμώμενος κυνοκέφαλος καὶ ὁ παρ' Ἕλλησιν ἱπποκένταυρος. Μετὰ μέντοι τὸν τοῦ Ναυῆ Ἰησοῦν ὑπὸ κριτῶν ὁ λαὸς ἐκρίνετο. ὧν πρῶτος Ἰούδας ὁ τὸν Ἀδωνιβεζὲκ χειρωσάμε-νος καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖράς τε καὶ πόδας, βασιλέα τῶν ἀλλοφύλων ὄντα. οἱ γὰρ Χαναναῖοι μετὰ θάνατον τοῦ Ἰησοῦ κρατῆσαι τῶν Ἰουδαίων θαρρήσαντες τῷ Ἀδωνιβεζὲκτὴν ἡγεμονίαν ἐπιτρέπουσι, καὶ κατ' ἐκείνων χωροῦσιν. αλλ' ἐσφάλησαν τοῦ σκοποῦ· κτείνονται γὰρ ἐξ αὐτῶν οὐκ ὀλίγοι, κρατεῖται δὲ καὶ ὁ Ἀδωνιβεζέκ, καὶ χεῖρας καὶ πόδας ἀκρωτηριασθεὶς ἔλεγεν οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω 306 τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτω καὶ ἀνταπέδωκέ μοι ὁ θεός.» Ἀλλὰ καὶ Βαρὰχ σὺν Δεβώρᾳ τῇ προφήτιδι διέκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. προφῆτις δὲ ἦν ἡ Δεβώρα. αὕτη τοὺς Ἰουδαίους ἀναχωρεῖν βουλομένους διὰ τὸ πλῆθος τῶν κατ' αὐτῶν ἐπιστρατευομένων Χαναναίων καὶ κατέχει καὶ πείθει τοῖς πολεμίοις συμβαλεῖν· ὅθεν καὶ πολλοὺς αὐτῶν ἀπέκτειναν. χειμὼν γὰρ βαρὺς γεγονὼς τοὺς μὲν Χαναναίους τὰ μέγιστα ἔβλαπτε, τοὺς δὲ Ἰουδαίους οὐδαμοῦ. τότε καὶ ὁ Σισάρας ἰδὼν τὴν γενομένην τροπὴν ἐκπηδᾷ τοῦ ἅρματος, καὶ πρὸς γυναῖκά τινα καταφεύγει λεγομένην Ἰαὴλ τοῦ σωθῆναι παρ' αὐτῆς. τούτῳ δὲ τῷ Σισάρᾳ καὶ ποτὸν αἰτήσαντι γάλα δίδωσιν ἤδη διεφθορός. καὶ ὃς πλέον τοῦ μέτρου πιὼν εἰς ὕπνον ἐτράπη βαθύν. τότε γοῦν Ἰαὴλ φονεύει αὐτόν, τὸν πάσσαλον τοῖς κροτάφοις ἐμπερονήσασα. καὶ οὕτως αὐτοῖς ἡ νίκη περίεστι κατὰ τὴν τῆς Δεβώρας προφητείαν. καλῶς οὖν ἡ γραφὴ τὸν Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν υἱοὺς ἐκάλεσε τοῦ Ἐναάκ, γιγαντιαῖα φέροντας σώματα. ὅρα γὰρ ὅτι καὶ ὁ Ἰώσηπος ὑπολελεῖφθαι λέγει τοῖς Χαναναίοις τὸ τῶν γιγάντων γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις παραπλησίας ἀνθρώποις παράδοξον ἦσαν 307 θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πίστιν ἐρχομένοις ἐοικότα. Ἐπὶ μὲν Βαρὰχ καὶ Δεβώρας Προμηθεὺς καὶ Ὀρφεὺς Θρᾲξ ἐγνωρίζοντο οἱ παρ' Ἕλλησι σοφώτατοι, καὶ Ἀσκληπιὸςὁ ἰατρὸς καὶ Λυκοῦργος ὁ νομοθέτης. τοσοῦτον δὲ λέγουσι τὸν Ἀσκληπιὸν ἠκριβωκέναι τὴν ἰατρικὴν τέχνην ὡς καὶ νεκροὺς ἀνιστᾶν, ἐφ' ᾧ χαλεπήναντα τὸν Δία κεραυνῷ βαλεῖν αὐτόν, καὶ οὕτω τῶν τῆδε ἐκστῆσαι. Δεῖξαι δὲ θέλων ὁ θεὸς ὅτι τῇ δυνάμει αὐτοῦ τὰ πάντα γίνονται καὶ οὐ πλήθει λαοῦ, συμβουλεύει τῷ Γεδεών, ἡνίκα κατὰ Μαδιηναίων ὁρμᾶν ἤθελε, περὶ μεσοῦσαν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος, ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτω πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δ' ἂν ἐσπουδασμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν, τούτους δὴ νομίζειν ὑπὸ δειλίας τοῦτο πάσχειν. τοῦ μέντοι Γεδεὼν κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ ποιήσαντος τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ τρομου προσενεγκάμενοι τὸ ὕδωρ, ὡς Ἰώσηπος ἱστορεῖ. ὅθεν καὶ διὰ τῶν τοιούτων ἔφη ὁ θεὸς τοῖς πολεμίοις ἐμβαλεῖν. νυκτὸς οὖν αὐτοῖς ἐπεμβαίνουσι, σάλπιγγας ταῖν χεροῖν φέροντες καὶ λαμπάδας ἁπτομένας ἐντὸς ἀγγείων τινῶν. 308 Καὶ ὁ μὲν Γεδεὼν γηραιὸς τελευτᾷ, παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν οʹ (πολλὰς γὰρ ἔγημε γυναῖκας), νόθος δὲ εἷς ἐκ παλλακῆς. ἐξ ἐπαγγελίας τίκτει ὁ Μανωέ, τὸ δὲ γεννηθὲν παιδίον Σαμψῶνα καλοῦσιν· ἰσχυρὸν δὲ κατὰ τὸν Ἰώσηπον σημαίνει τὸ ὄνομα. τηνικαῦτα καὶ Ἡρακλῆς ἤκμαζε. τοσοῦτον δὲ ἦν ἀνδρεῖος ὁ Σαμψὼν ὅτι καὶ ἐπὶ Γάζαν εἰσελθὼν καὶ παρὰ πόρνῃ τινὶ καταχθείς, ἐπειδὴ παρετηρεῖτο παρὰ τῶν ἐκεῖσε, ἀνεμόχλευσε διὰ χειρῶν τὰς πύλας καὶ ἐξῆλθεν. ἀλλὰ καὶ πρὸ τούτου κατὰ Παλαιστινῶν ἔχων ὁ Σαμψὼν τί ποιεῖ; θέρους ὄντος καὶ πρὸς ἀμητὸν ἤδη τῶν καρπῶν
99
ἀκμαζόντων συλλαβὼν τὰς ἀλώπεκας, καὶ τῶν οὐρῶν αὐτῶν ἐξάψας λαμπάδας ἡμμένας, ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστινῶν, καὶ οὕτω τοὺς καρποὺς αὐτῶν διέφθειρεν. οἱ οὖν ἀλλόφυλοι μετὰ τὸ ἐμπρησθῆναι τὰς ἀρούρας αὐτῶν πόλεμον πρὸς τοὺς Ἰσραηλίτας συνάπτουσι, τὸν Σαμψὼν αἰτούμενοι ἔκδοτον. τί οὖν οἱ Ἰσραηλῖται; τὴν τῶν πολεμίων δεδιότες ἔφοδον δέσμιον αὐτοῖς τὸν Σαμψὼν ἐκδιδόασι. καὶ ὃς ἰδὼν ἐκείνους ὁρμήσαντας κατ' αὐτοῦ τὰ μὲν δεσμὰ διέρρηξε, σιαγόνα δὲ ὄνου λαβὼν χιλίους ἄνδρας τῶν ἀλλοφύλων ἀπέκτεινεν. ὅθεν ἐπὶ τοσοῦτον ἀγωνιζόμενος ὑπὸ δίψους ἐφλέγετο. δέεται οὖν τοῦ θεοῦ, καὶ τηνικαῦτα παραμυθεῖται αὐτόν· ἡ γὰρ σιαγὼν παρ' αὐτοῦ ἐκθλιβεῖσα 309 ὕδωρ ἔβλυσεν ἄφθονον. ὅθεν ἡ τοιαύτη πηγὴ μέχρι καὶ τήμερον ἐν τοῖς προαστείοις Ἐλευθεροπόλεως φαίνεται, σιαγόνος ἐπονομαζομένη πηγή. ὁ μὲν οὖν Ἰώσηπός φησιν οτι τῇ οἰκείᾳ δυνάμει καὶ οὐ τῷ θεῷ τὴν νίκην ἐπιγραψάμενος διψῆσαι κατὰ πολὺ συγκεχώρηται. πλὴν ὁ τοσοῦτος τὴν ἰσχὺν ὑπὸ γυναικὸς κατέστη παίγνιον ὕστερον. μετὰ ταῦτα γὰρ ἠγάπησε τὴν ἐκ Παλαιστινῶν Δαλιλάν, ἥτις παρὰ τῶν ἀλλοφύλων δωροφορηθεῖσα ἠξίου αὐτὸν ἐξειπεῖν αὐτῇ ἐν τίνι τυγχάνει ἡ ἰσχὺς αὐτοῦ. καὶ ὃς παρελογίζετο μὲν αὐτὴν τὰ πρῶτα, λέγων ἐὰν δήσωσί με ἐν ἑπτὰ κληματίσιν ὑγραῖς ἤγουν νευραῖς, ἀτονήσω, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.» καὶ δὴ λαβοῦσα νευρὰς ἔδησεν αὐτόν, εἶθ' οὕτως ἐβόησεν ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών.» καὶ ὃς ἀναστὰς διέρρηξεν αὐτάς. παραλογισθεῖσα οὖν ἐνέκειτο, καὶ αὖθις ἠξίου μαθεῖν ὅθεν ἡ ἰσχὺς αὐτῷ. καὶ ὃς ἀπατῶν αὐτὴν ἔλεγεν ἐὰν δήσωσί με ἐν ἑπτὰ καλωδίοις ἀθίκτοις, ἐκλείψει ἡ ἰσχύς μου.» ποιησάσης οὖν καὶ τοῦτο, καὶ βοησάσης ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών,» διέρρηξεν αὐτὰ παραχρῆμα ἐκ τῶν βραχιόνων αὐτοῦ. πάλιν οὖν ἀξιούσης αὐτῆς ἔλεγεν ἐὰν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς μου διεστῶτας ἀπ' ἀλλήλων ἐπὶ πασσάλων ἐκδήσῃς καὶ ἐπὶ τοῦ τοίχου προσπήξῃς, ἀσθε νήσω καὶ ἔσομαι ὡς οἱ λοιποὶ κἀγώ.» ἀποτυχοῦσα οὖν κἀν τούτῳ ἐξελιπάρει αὐτὸν αὖθις· ὅθεν ἀνακαλύπτει τὸ ἀπόρρητον, καὶ οὕτω φησὶ πρὸς αὐτήν ξυρὸν ἐπὶ τὴν κεφαλήν μου οὐκ ἀνέβη, ὅτι Ναζαραῖος θεοῦ εἰμὶ ἐγὼ ἐκ κοιλίας μητρός μου. καὶ εἰ ξυρήσωμαι, ἀσθενήσω, καὶ ἀποστήσεται ἀπ' ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.» κατακοιμίσασα οὖν αὐτὸν ἡ Δαλιλὰ ἐξύρησε, καὶ τοῦτο ποιήσασα ἐβόησεν ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών.» καὶ ὃς ἀναστὰς οὐκέτι ἐνεργεῖν ἴσχυεν, ὡς καὶ πρότερον. οὐκοῦν ἐμπίπτουσιν αὐτῷ οἱ ἀλλόφυλοι, καὶ κρατήσαντες ἐκπηροῦσιν αὐτόν. ἀλλὰ τί τὸ μετὰ ταῦτα; ἔκλαυσε Σαμψὼν πρὸς κύριον, καὶ εἶπεν Ἀδωναῒ κύριε τῶν δυνάμεων, μνήσθητί μου νῦν, καὶ ἴσχυσόν με ἔτι ἅπαξ τοῦτο, θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.» ἐφ' ᾧ καὶ οὐ παρεῖδεν αὐτὸν ἐπικερτομούμενον ὁ θεός· καὶ παιδαρίοις γὰρ εἰς γέλωτα μετὰ τὸ τυφλωθῆναι προύκειτο. παραδόξως οὖν ἐνισχύει αὐτόν. ἐφ' ᾧ καὶ καθημένων ἐκείνων καὶ μεθυόντων (ἐπινικίων γὰρ ἕνεκεν τοῖς εἰδώλοις ἐπανηγύριζον) ἐπιδράσσεται τῶν τοῦ οἴκου δύο κιόνων ἐν ᾧ ἦσαν καθήμενοι, καὶ μετὰ τὸ κρατῆσαι αὐτοὺς εἶπεν ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων.» ὃ δὴ καὶ γέγονεν. ἀφ' 311 οὗ καὶ δείκνυσιν ὁ θεὸς ὡς οὐ παραβλέπει τοὺς ἀδικουμένους δεομένους αὐτοῦ· τοσαύτην γὰρ ἰσχὺν ἐχαρίσατο τῷ Σαμψὼν ὡς κλονῆσαι μὲν τοὺς φέροντας κίονας τὸν τῶν εἰδώλων σηκόν, συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον, καὶ γ ἄνδρας συγχῶσαι, καὶ γυναικῶν ὡσαύτως παραπλήσιον ἀριθμόν. Οὐ μικρῶς δὲ τὴν ἄρρητον τοῦ θεοῦ οἰκονομίαν καὶ φιλανθρωπίαν ἐπὶ τούτοις ἐκπλήττεται ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης, ἐννοῶν ὅπως τῆς τῶν σεσωσμένων μοίρας ἠξίωσε τὸν Σαμψών, καὶ ταῦτα πρὸς φόνον ἑαυτὸν ἐκδεδωκότα τῶν ἀδικησάντων αὐτὸν ἕνεκεν. ἀλλὰ καὶ τίνος χάριν τοσαύτην ἰσχὺν ἐκ κοιλίας μητρὸς
100
ἐκτήσατο ὁ Σαμψών, οὐ παρελθεῖν ἄξιον. ἐπειδὴ γὰρ οἱ Ἰσραηλῖται τεσσαρακονταετῆ χρόνον τοῖς ἀλλοφύλοις δουλεύσαντες τοῦ θεοῦ τέλεον ἐπελάθοντο, δικαίου μηδενὸς ὄντος παρ' αὐτοῖς, τούτου χάριν ἐκ σπαργάνων αὐτὸν ὁ θεὸς δίκαιον ἄνδρα καὶ ἰσχυρὸν παρέσχεν αὐτοῖς, ὅπως διὰ τῆς ἐναρέτου πολιτείας καὶ παραδόξου ἀνδρείας παρεχομένην αὐτοῖς ὁρῶντες τὴν σωτηρίαν ἑαυτούς τε διορθώσωνται καὶ τὸν τῶν ὅλων θεὸν ἐκζητήσωσιν. ἀλλ' ἐκεῖνοι μᾶλλον καὶ τοῦ θεοῦ λήθην ἐλάμβανον, καὶ τὸν εὐεργέτην αὐτῶν εἰς χεῖρας τῶν πολεμίων φέροντες ἔρριπτον. ὅθεν εὐλόγως ἡ τοῦ θεοῦ ἐξέλιπεν αὐτοὺς 312 ἐπισκοπή· μετὰ γὰρ τὸν Σαμψὼν οὐκέτι παρʹ Ἑβραίοις κριτής. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητέ, τίνος ἕνεκεν ὁ θεὸς τὴν τοῦ Ἰεφθάε θυγατέρα σφαγῆναι συνεχώρησε (κριτὴς δὲ καὶ οὗτος παρ' Ἑβραίοις ἦν), ἄκουε. ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις· ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ νόμον ἀκάθαρτα. παιδεύων οὖν ὁ θεὸς δι' ἐκείνου τοὺς ἄλλους ὥστε μετὰ σκοποῦ ποιεῖσθαι τὰς ὑποσχέσεις (ὑπεσχέθη γὰρ ἐκεῖνος τὸ συναντῆσαν αὐτῷ ἐκ τῆς οἰκίας θύσαι τῷ θεῷ) οὐκ ἐκώλυσε τὴν σφαγήν. ἡ δὲ θυγάτηρ πολλῷ κρείττων τοῦ Ἰεφθάε· ἰδοῦσα γὰρ αὐτὸν τὴν ἐσθῆτα ῥηγνύντα καὶ ὀλοφυρόμενον εἶπεν εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ὑπὲρ ὧν ἐποίησέ σοι ὁ κύριος ἐκδίκησιν ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Ἀμμών.» Γίνωσκε δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις, ὅτι μετὰ τὴν τελευτὴν τοῦ Σαμψὼν ἡ φυλὴ τοῦ Βενιαμὶν τὴν παρα φύσιν τῶν Σοδομιτῶν ἐνενόησεν ἡδονὴν καὶ τοῖς ἐπιξενουμένοις ἐπεμαίνοντο. Λευίτης δέ τις ἐν Ἱερουδὶμ κατοικῶν γυναῖκα ἐκ Βηθλεὲμ ἄγεται παλλακίδα, ἥτις δι' ὀλιγοψυχίαν τινὰ πρὸς τοὺς πατέρας ὑπέστρεψε. παραγίνεται οὖν ἐκεῖσε 313 καὶ ὁ Λευίτης, καὶ φιλοτίμως δεξιωθεὶς παρὰ τοῦ πενθεροῦ αὐτοῦ λαμβάνει τὴν γυναῖκα, καὶ παραγίνεται εἰς Γαβαὰ πόλιν τῆς φυλῆς Βενιαμίν, καὶ κατάγεται παρὰ πρεσβύτῃ κατοικοῦντι τὴν πόλιν. γνόντες οὖν οἱ τὴν πόλιν οἰκοῦντες Βενιαμὶν τοῦ πρεσβύτου τὸν οἶκον περιστοιχίζουσι καὶ τὰς θύρας συντρίβουσιν, ἐμπαροινῆσαι τῷ ξένῳ ζητοῦντες. ὁ δὲ τὴν θυγατέρα ἔτι ἄγαμον οὖσαν καὶ τοῦ ξένου τὴν παλλακὴν εἰς παράχρησιν ἐδίδου αὐτοῖς, φείσασθαι τοῦ ξένου ἀξιῶν. οἱ δ' οὐκ ἠνέσχοντο. ἀλλὰ καὶ ὁ Λευίτης παρελθὼν τὴν παλλακὴν αὐτοῦ ἐκδίδωσι, κἀκεῖνοι δι' ὅλης νυκτὸς αὐτῇ παραχρησάμενοι ἐξαπέστειλαν. ἐγγίσασα οὖν αὕτη τῇ θύρᾳ ἔνθα κατήγετο, εὐθέως ἐξέπνευσεν. ὁ γοῦν ἀνὴρ αὐτῆς νεκρὰν ἰδὼν αὐτὴν ἐπέθετο τῷ ὑποζυγίῳ αὐτοῦ καὶ οἴκαδε ἀπεκόμισε, καὶ διελὼν αὐτὴν εἰς ιβʹ τμήματα ἑκάστῃ φυλῇ πρὸς ἓν τεμάχιον ἐξαπέστειλε, τὴν παρανομίαν τῆς τοῦ Βενιαμὶν κηρύττων φυλῆς. σχετλιάζει οὖν ἐπὶ τούτοις ὁ Ἰσραήλ, δέονται τοῦ θεοῦ. ἐφ' ᾧ καὶ κατ' αὐτῶν ὁρμήσαντες, ἐπεὶ τοὺς ὑπαιτίους δοῦναι πρὸς τιμωρίαν οὐκ ἤθελον, αὐτοὺς μὲν κατασφάττουσι, τὴν δὲ πόλιν ἔργον ποιοῦσι πυρός. Τὸ μέντοι πρόβλημα ὅπερ ὁ Σαμψὼν προυβάλλετο, τοῦτον ἔχει τὸν τρόπον. τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκὺ βρωτόν; ἡδὺ τὸ μέλι καλεῖ, βιβρώσκον τα δὲ ἰσχυρὸν τὸν λέοντα, ἐν ᾧ νεκρῷ ὄντι μέλι ἐξύφαναν μέλισσαι, ἀφ' οὗ λαβὼν ἔφαγεν ὁ Σαμψών. ἀλλ' ἐντεῦθεν, ἀγαπητέ, συνορᾶν ἄξιον ὅτι μάτην οἱ Ἰουδαῖοι ἀκαθάρτους καλοῦσιν ἡμᾶς. εἰ γὰρ ἀκάθαρτοι ἦμεν ἡμεῖς ἅτε δὴ τὸν λαγωόν, τὸν χοῖρον, καὶ ὅσα τοιαῦτα, μὴ κατὰ νόμον ταῦτα ἐσθίοντες, ἀνάγκη πᾶσα καὶ τὸν ἐν προφήταις μέγιστον Ἠλίαν τοῖς αὐτοῖς ἐγκλήμασι καθυποβάλλεσθαι. τίνος ἕνεκεν; ότι τὸν ἄρτον ἐξ ἀκαθάρτου ζώου τοῦ κόρακος δεχόμενος ἤσθιε. διὰ τί δὲ ταῦτα συνέβαινε, καὶ τίνος ἕνεκεν; ἵνα μάθωμεν ὅτι καὶ πρὸ τῆς χάριτος ἡ παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπεν. εἰ γὰρ ἀκάθαρτος ἦν ὁ κόραξ, πῶς ἐξ αὐτοῦ τὴν βρῶσιν ὁ τοσοῦτος Ἠλίας ἐδέξατο; πῶς δὲ καὶ ὁ Σαμψὼν Ναζαραῖος ὢν καὶ ὑπὸ νόμου τελῶν τὸ κηρίον τοῦ
101
μέλιτος ἔφαγεν, ὅπερ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι; πῶς δὲ καὶ διψήσαντα διὰ τῆς ἀκαθάρτου καὶ μιαιφόνου σιαγόνος παρεμυθήσατο ὁ θεός, ἐὰν ὁ κόραξ, ὁ νεκρὸς λέων καὶ ἡ σιαγὼν τοῦ ὄνου ἀκάθαρτα; πῶς διὰ τῶν τοιούτων ὁ θεὸς τοὺς ἑαυτοῦ θεράποντας ἐθεράπευε; πῶς δὲ καὶ ἀκάθαρτα ὄντα κοινὴν ἀρχῆθεν τὴν εὐφημίαν ἐδέξαντο; εἶδε» γάρ φησιν ὁ θεὸς αὐτά, καὶ εἶπεν ὅτι καλά.» εἰ οὖν ὁ χοῖρος καλὸς ὡς κτίσμα θεοῦ, πῶς ὁ αὐ τος ἀκάθαρτος ὕστερον; εὔδηλον οὖν ὅτι τὸ τοῦ Ἰσραὴλ πρὸς κακίαν ὀξύρροπον διορθούμενος ὁ θεὸς τοιούτους ἔθετο νόμους καὶ τοιαῖσδε θεραπείαις ἐχρήσατο. οὕτω μὲν οὖν καὶ ἐπὶ τοῦ Νῶε διαίρεσιν τεχνᾶται τῶν ζώων. ἐπειδὴ γὰρ ἑώρα τούς ἀνθρώπους εἰς εἰδωλομανίαν ἐκκλίνοντας, εὐμεθόδως, ὡς ἔφημεν, εἰς καθαρὰ ταῦτα διιστᾷ καὶ ἀκάθαρτα. τίνος ἕνεκεν; ἵνα τὰ μὲν αὐτῶν ἐσθίοντες ὡς καθαρά, τὰ δὲ πάλιν ὡς ἀκάθαρτα φεύγοντες μηδὲν ἐξ αὐτῶν ὡς θεὸν προσκυνήσωσιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκάλει ἀκάθαρτα τὰ κοινῶς ἀρχῆθεν παρ' αὐτοῦ τὴν εὐφημίαν δεξάμενα. ὅτι δὲ συγκαταβάσεως ἦν ἡ γεγονυῖα τότε τῶν ζώων διαίρεσις, καὶ ὁ μακάριος ἔδειξε Παῦλος οὕτως εἰπών οὐδὲν κτίσμα θεοῦ ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον.» ἐπιβεβαιοῖ ταῦτα καὶ μᾶλλον ἡ γεγονυῖα θεία φωνὴ πρὸς τὸν κορυφαῖον Πέτρον, ἡνίκα τὴν ἐξ οὐρανοῦ κατενεχθεῖσαν ὀθόνην ἑώρακεν· ἀναστάς» γάρ φησι, Πέτρε, θῦσον καὶ φάγε, καὶ ἃ ὁ θεὸς ἐκάθηρε, σὺ μὴ κοίνου.» εἰ δὲ καὶ νῦν ἀκαθαρτά τινα παρ' ἡμῖν, ὡς ὁ λύκος ὁ λέων καὶ ἡ πάρδαλις, μὴ θαύμαζε τούτου ἕνεκεν. ἔχεις γὰρ τὸν μέγαν Βασίλειον ἐν τοῖς ἀσκητικοῖς αὐτοῦ τὰ περὶ τούτων οὕτω διευκρινοῦντά σοι. ὡς ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, 316 οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησε.» μάνθανε οὖν ὅτι τὸ βλαβερὸν ἐκφεύγοντες τὰ μὲν τῶν ζώων ἐσθίομεν, ὅσα καὶ μᾶλλον εὔχυμά τε καὶ τρόφιμα, τὰ δὲ μυσαττόμεθα, καχεξίας καὶ ἴσως καὶ ἀηδίας ὄντα παρεκτικά. ταύτῃ τοι καὶ ὅρους οἱ πατέρες ἐπὶ τούτοις τεθείκασι, τὸ λίχνον κἀντεῦθεν ἡμῶν ἀναστέλλοντες. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἄξιον δὲ καὶ τινῶν ἱστοριῶν ἐπιμνησθῆναι φιλομαθείας χὰριν τῆς σῆς ἐκ τῆς Ἰουδήθ. ὁ Ναβουχοδονόσορ διὰ τὸ μὴ ἐπικουρῆσαι αὐτῷ πάντας ὅτε ἐπολέμει μετὰ τοῦ Ἀρφαξᾶ, ἐπέστειλε τὸν στρατηγὸν αὐτοῦ Ὁλοφέρνην κατὰ πάσης τῆς γῆς, εἰπὼν πρὸς αὐτόν τάδε λέγει βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς.» ἐφ' ᾧ καὶ κατὰ ταύτην τὴν κέλευσιν ἀπαίροντι τῷ Ὁλοφέρνη κατὰ Ἰουδαίων, ἔφη καὶ τάδε ὁ Ἀμμανίτης Ἀχιώρ εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, ἀναβησώμεθα καὶ ἐκπολεμήσωμεν αὐτούς· εἰ δὲ μή γε, παρελθέτω ὁ κύ ριός μου.» καὶ ὁ Ὁλοφέρνης πρὸς Ἀχιώρ καὶ τίς ὁ θεός, εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ, καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς.» ἐφ' ᾧ καὶ ἀπετμήθη τὴν κεφαλὴν αὐτοῦ σοφῶς τῷ ὄντι καὶ εὐμεθόδως παρὰ γυναικὸς τῆς Ἰουδήθ, πάντα τε τὰ ἐκείνου παρὰ Ἰουδαίων ἐσκυλεύθησαν. τότε δὴ τότε καὶ Ἀχιὼρ πιστεύσας τῷ θεῷ καὶ περιτέμνεται. Ἐν ταῖς ἡμέραις τῶν κριτῶν λιμοῦ γεγονότος ἀπῆρεν ἐκ Βηθλεὲμ ἡ Νοεμὶν σὺν τοῖς παισὶν αὐτῆς ἐν ἀγρῷ Μωάβ κἀκεῖσε νύμφας ἔλαβον Ὀρφανὴν καὶ Ῥούθ. μετὰ δέκα δὲ ἔτη τῶν ἀνδρῶν θανόντων ὑπέστρεψεν ἡ Νοεμίν. ἠκολούθουν αὐτῇ καὶ αἱ δύο νύμφαι. καὶ ἡ μὲν Ὀρφανὴ πεισθεῖσα τοῖς λόγοις Νοεμὶν ὑπέστρεψεν, ἡ δὲ θαυμασία Ῥοὺθ οὐκ ἐπείσθη, λέγουσα ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου.» καὶ συνελθοῦσα ἐμίγη τῷ Βοώς, καὶ τέτοκε τὸν Ὀβὴδ τὸν πατέρα Ἰεσσαί, ἀφ' οὗ Δαβίδ. Ἀπὸ Ναβουχοδονόσορ αἰχμάλωτοι Μαρδοχαῖος, γυνὴ Ἐσθήρ, καὶ λοιποί, οἳ ἦσαν ἐπὶ
102
Ἀρταξέρξου. οὗτος ὁ Μαρδοχαῖος ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἀκούσας δύο εὐνούχων μελετώντων κατὰ τοῦ βασιλέως ἀνέφερε περὶ τούτων αὐτῷ· οι καὶ ἀπώλοντο. τούτων οὖν ἕνεκεν ὁ παρὰ τῷ βασιλεῖ μέγι στος Ἀμμὰν λυπηθεὶς ἔπεισε τὸν βασιλέα κατὰ Ἰουδαίων ἐπεξελθεῖν, καὶ γράμματα στεῖλαι τοῖς τῶν εἴκοσι καὶ ἑπτὰ χωρῶν ἄρχουσιν, ἀπὸ Ἰνδικῆς ἕως Αἰθιοπίας, τοὺς ὁπουδήποτε παρευρισκομένους Ἰουδαίους τελείως κατασφάττειν κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ δωδεκάτου μηνός. μανθάνει ταῦτα ἡ βασιλὶς Ἐσθήρ, καὶ νηστεύσασα τρεῖς ἡμέρας δέεται πρῶτον τοῦ θεοῦ, εἶτα καὶ αὐτοῦ τοῦ Ἀρταξέρξου, λέγουσα εἶδόν σε κύριε ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου,» καὶ ἔπεσεν ἐκλυθεῖσα. ὁ δὲ προύτρεπεν αἰτῆσαι ὃ θέλει. ὁ δὲ Ἀμμὰν ἰδὼν τὸν Μαρδοχαῖον ἐπὶ τῆς αὐλῆς παρασκευάζει κρεμασθῆναι αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ θεὸς τοῦτον ἐκώλυσεν, τὸν τοῦ βασιλέως ἀφελόμενος ὕπνον· ἀκηδιῶν γὰρ νυκτὸς εἰς ἀνάγνωσιν ἦλθεν, ἐφ' ᾧ καὶ ἐμνήσθη ὧν ἐποίησεν εἰς αὐτὸν ὁ Μαρδοχαῖος. ὅθεν καὶ μὴ βουλομένου τοῦ Ἀμμὰν ἐτιμήθη τὰ μέγιστα. ὁ δὲ Ἀμμὰν καθ' ἑαυτοῦ τὴν κακίαν ἔφερεν· ἐκρεμάσθη γὰρ ἐπὶ ξύλου τῇ δεήσει καὶ κατασκευῇ τῆς Ἐσθήρ. καὶ γράμματα δὲ ἕτερα ἐστάλησαν οὐ μόνον εἰς σωτηρίαν αὐτῶν, ἀλλ' ἵνα καὶ τοὺς ἀντικειμένους ἀμύνωνται· καὶ γὰρ ἄνδρας φʹ ἀπέκτειναν, καὶ ἑτέρους πλείονας. ἐκρεμάσθησαν δὲ καὶ οἱ δέκα υἱοὶ τοῦ Ἀμμάν. κατὰ τοῦτο καὶ ἡ γραφή 319 φησιν ἔσονται δὲ ἡ ιγʹ καὶ ἡ ιδʹ τοῦ Ἀδὰρ ἡμέρα ἑόρτιος εἰς γενεὰς αὐτῶν.» Ὁ Τωβὴτ ᾐχμαλωτίσθη ἐν ἡμέραις Ἐνεμεσάρου βασιλέως Ἀσσυρίων. ἐγὼ Τωβὴτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ὅτε μετὰ Σάρρας καὶ Τωβίου ᾐχμαλωτίσθην εἰς Νινευί, πάντες οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἄρτους τῶν ἐθνῶν, ἐγὼ δὲ οὔ. καὶ εἴ τινας ἀπέκτεινε Σεναχηρεὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ. καὶ νυκτὸς διὰ φόβου πολλοὺς ἔθαπτον. ὅθεν καὶ ἐκοιμήθην παρὰ τὸ τεῖχος τῆς αὐλῆς ἀκαλύπτῳ προσώπῳ· καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστί. καὶ ἀφοδεύσαντα θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, ἐγενήθη λευκώματα ἐν αὐτοῖς. ἡ δὲ γυνή μου προσήγαγέ μοι ἔριφον, ὃν εἰς μισθὸν τοῦ κόπου ἔλαβεν. ἐγὼ δὲ δοκῶν κλεψιμαῖον εἶναι οὐκ ἔφαγον, καὶ ὠνειδίσθην παρʹ αὐτῆς ὡς δῆθεν μηδὲν ὠφελούμενος ἐξ ἀρετῆς. καὶ ἔκλαυσα πρὸς κύριον "λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα."3 τότε δὲ καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ ὠνειδίσθη ὡς δῆθεν ἀποπνίξασα οὓς ἔλαβεν ἄνδρας ἑπτά· τούτους δὲ Ἀσμοδαῖος τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινε πρὶν ἢ γενέσθαι μετ' αὐτῆς, ὡς καὶ βουληθῆναι αὐτὴν ἐντεῦθεν 3 ἀπάγξασθαι. ἀλλ' ὁ θεὸς οὔτε Τωβὴτ οὔτε Σάρρας παρεῖδε τὸν ὀνειδισμόν. ἀποστελλομένου γὰρ τοῦ Τωβίου ἐπὶ τῷ τὰ εἰς παρακαταθήκην κείμενα πατρῷα ἀργύρια λαβεῖν, ὁ τοῦ κυρίου ἄγγελος Ῥαφαὴλ συνηκολούθησε. καὶ καθ' ὁδὸν ἰχθύος φανέντος παρὰ ποταμὸν ἐπτοήθη ὁ παῖς. ὁ δὲ ἄγγελος ἐπέτρεψε λαβεῖν αὐτὸν καὶ φαγεῖν, τὴν δὲ καρδίαν καὶ τὸ ἧπαρ φυλάσσειν, τὸ μὲν ἧπαρ εἰς θυμίασιν τοῦ Ἀσμοδαίου, τὴν δὲ καρδίαν εἰς χρῖσιν τῶν πατρικῶν ὀφθαλμῶν. ἀπήγαγε δὲ αὐτὸν εἰς τὸν Ῥαγουὴλ οἶκον, ὅθεν καὶ λαμβάνει μὲν εἰς γυναῖκα τὴν Σάρραν, τὸν δὲ φιλοῦντα αὐτὴν Ἀσμοδαῖον ἐκεῖθεν διώκει. ἀναλαβόμενος δὲ τὸ ἀργύριον καὶ τὴν Σάρραν ὑπέστρεψε. ταύτῃ τοι καὶ τῶν τοῦ Τωβὴτ ὀφθαλμῶν χρισθέντων θαῦμα ἐγένετο. μετὰ δὲ ταῦτα καὶ τάδε πρὸς αὐτοὺς ὁ ἅγιος ἄγγελος ἔλεγεν ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν. καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου θεοῦ. καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, συμπαρήμην σοι. καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν
103
νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σύν σοι ἤμην. καὶ νῦν ἀπέστειλέ με ὁ θεὸς ἰάσασθαί 321 σε καὶ τὴν νύμφην σου Σάρραν. ἐγώ εἰμι Ῥαφαὴλ εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι τὰς εὐχὰς τῶν ἁγίων.» καὶ ταῦτα παραινέσας ἀνέβη πρὸς τὸν ἀποστείλαντα. καὶ τοῦτο μὲν τὸ Ῥαφαὴλ ὄνομα ἔμαθες ἤδη ἐκ τοῦ Τωβήτ· τὸ δὲ Οὐριήλ, καθά φησι τῷ ὄντι Ψελλός, οὔτε τὰ τῆς παλαιᾶς οὔτε τὰ τῆς νέας ἡμῖν ἐγνώρισεν. ἔστι δέ τι βιβλίον Ἑβραϊκὸν ἄγνωστον τοῖς πολλοῖς, προσευχὴ δὲ Ἰωσὴφ ἐπι-γεγραμμένον, ἔνθα δὴ ὁ ἐκείνου πατὴρ Ἰακὼβ εἰσῆκται τούτῳ δὴ τῷ ἀγγέλῳ Ῥαφαὴλ διαλεγόμενος, εἰ καὶ ἄρτι τοῖς Ἑβραίοις, ὡς καὶ τὰ ἄλλα τῶν ἀποκρύφων, ἀπῶσταί τε καὶ ἠθέτηται. ὁ μέντοι Τωβὴτ ρνʹ ἔτη ἔζησεν, ὁ δὲ Τωβίας ρκζʹ. μετὰ δὲ τὸ θάψαι τοὺς γονεῖς αὐτοῦ ἀπῆλθεν πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ, καὶ ἤκουσε πρὸ τοῦ ἀποθανεῖν τὴν ἀπώλειαν Νινευί, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ κατὰ τὴν Τωβὴτ πρόρρησιν. Μετὰ μέντοι τὸν Σαμψὼν ἕως Ἠλεὶ τοῦ ἱερέως ἀναρχία ἦν παρ' αὐτοῖς ἔτη μʹ, καὶ ἀλλήλοις ἐπανιστάμενοι συνωλοθρεύοντο. ὅσον μὲν οὖν κακόν ἐστι τὸ περιορᾶν τοὺς ὑπὸ χεῖρα ἁμαρτάνοντας καὶ μὴ σφοδρῶς ἐπιστύπτειν αὐτούς, ἔδειξε τὰ κατὰ τὸν Ἠλεί, τὴν κιβωτὸν καὶ τὸν λαὸν συμβάντα. τηνικαῦτα γὰρ ὁ μὲν Ἠλεὶ θανάτῳ οἰκτρῷ περιπίπτει, ἡ κιβω τὸς αἰχμαλωτίζεται, καὶ ὁ λαὸς ἀναιρεῖται μαχαίρᾳ. Παλαιστινοὶ καὶ γὰρ κατὰ Ἰουδαίων ὁρμῶσι, συμπλέκονται ἀλλήλοις, καὶ πίπτουσιν Ἑβραῖοι ὡσεὶ τετρακισχίλιοι. εἶτα τὴν κιβωτὸν ἀράμενοι σὺν αὐτῇ κατὰ τῶν πολεμίων ὁρμῶσι, κρατῆσαι συνήθως θαρρήσαντες. συμβάλλουσιν ἀλλήλοις, καὶ πίπτουσι μὲν ἐκ τῶν Ἑβραίων οὐκ ὀλίγοι, αἰχμαλωτίζεται δὲ καὶ αὐτὴ ἡ κιβωτός. οὐκ ἀγαθὴ λοιπὸν ἀγγελία καταλαμβάνει τὸν Ἠλεί· καὶ τὴν μὲν τῶν αὐτοῦ παίδων ἀπώλειαν φέρει γενναίως, καὶ ὅτι καὶ σφάλματα προσῆσαν αὐτοῖς, πορνεία καὶ γαστριμαργία (γάμους γὰρ ἀλλοτρίους ἐξώρυττον καὶ τὰ κρέα πρὸ τοῦ ἁγιασθῆναι ἤσθιον), τὴν δὲ τῆς κιβωτοῦ αἰχμαλωσίαν οὐκ ἐνεγκὼν καταπίπτει τοῦ θρόνου καὶ τελευτᾷ· ἔτυχε γὰρ τότε κατά γε τὰς πύλας τοῦ ἱεροῦ καθήμενος ἐπὶ δίφρου, ὀκτὼ καὶ ϛʹ βιώσας ἔτη. Τὴν μέντοι κιβωτὸν οἱ Παλαιστινοὶ λαβόντες εἰς πόλιν Ἄζωτον αἰχμάλωτον ἤγαγον. τότε καὶ Δαγὼν συνετρίβη τῆς οἰκείας ἐκστὰς ἕδρας καὶ ὡς ἐν σχήματι προσκυνοῦντος πεσών. ἔδειξε γὰρ ὁ θεὸς ἐνταῦθα ὅτι οὐχ ὡς ἀσθενὴς ᾐχμαλωτίσθη ἡ κιβωτός (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν τῇ παρουσίᾳ αὐτῆς ὁ θεὸς αὐτῶν Δαγὼν συνετρίβη, [ὥστε] εἰ μὴ θεία χάρις προσῆν αὐτῇ), αἰχμαλωτισθῆναι δὲ συνεχωρήθη διὰ 323 τὴν τῶν Ἰουδαίων κακίαν. τότε δὴ τότε καὶ ὑπὸ δυσεντερίας ἀπέθνησκον οἱ αἰχμαλωτίσαντες αὐτήν, τὰ ἐντὸς ἐξεμοῦντες διεφθαρμένα. ἀλλὰ καὶ μυῶν πλῆθος ἀνελθὸν τὰ τῆς χώρας κατέβλαπτε. μόλις οὖν οἱ Ἀζώτιοι συνῆκαν ὡς ἐκ τῆς κιβωτοῦ τὰ τοιαῦτα προσγίνονται αὐτοῖς· ἀξιοῦσι λοιπὸν τοὺς Ἀσκαλωνίτας. καὶ ταύτην προσδεξάμενοι ἐν τοῖς ὁμοίοις γίνονται κακοῖς. οἱ δὲ Ἀσκαλωνῖται πρὸς ἑτέρους πέμπουσι, κἀκεῖνοι πρὸς ἄλλους. καὶ πάντες τὰ αὐτὰ πάσχουσι. συνέρχονται οὖν οἱ τῶν παθουσῶν πέντε πόλεων ἄρχοντες, Ἀκαρὼν Γάζης Ἀζώτου καὶ τῶν λοιπῶν, καὶ περὶ τούτου σκοποῦσιν. ὅθεν καὶ βόας ὑποζεύξαντες ἀρτιτόκους, καὶ τὴν κιβωτὸν αὐτοῖς ἐπιτιθέασι, καὶ ἐπὶ τριόδου καταλιπόντες ἐπιτρέπουσιν αὐτοῖς ἣν βούλονται ὁδὸν ἀπελθεῖν· κἂν μὲν τὴν Ἑβραίων ἀπίωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν εἶναι τῶν τοιούτων κακῶν, ἂν δὲ ἄλλην τράπωνται, καταδιώξωμεν αὐτὴν ἔφασαν ἅτε μὴ τοιαύτην ἔχουσαν δύναμιν. γίνεται ταῦτα, καὶ θείαν τῇ κιβωτῷ προσεῖναι διέγνωσαν δύναμιν. Οἱ μὲν οὖν Ἑβραῖοι τοιαῦτα πάσχοντες ζητοῦσι βασιλέα, καὶ λαμβάνουσι τὸν Σαούλ, εἰ καὶ μὴ πράως ἔφερεν ὁ θεὸς τοῦ τοιούτου χάριν ζητήματος, ἐφ' ᾧ καὶ πρὸς τὸν Σαμουὴλ 324 ἔλεγεν οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἐμέ, τοῦ μὴ βασιλεύειν ἐν αὐτοῖς.» οὗτος μὲν οὖν ὁ Σαοὺλ ἐκ τῆς Βενιαμίτιδος
104
ὑπῆρχε φυλῆς, υἱὸς τοῦ Κίς, ὁ καὶ τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας. τὰς ὄνους τοῦ πατρὸς ἀπώλεσε, καὶ πρὸς τὸν προφήτην Σαμουὴλ ἔρχεται περὶ ἐκείνων ἐρωτήσων. ὁ δὲ προφήτης λαβὼν τὸ ἅγιον ἔλαιον τῆς τοῦ νεανίσκου καταχεῖ κεφαλῆς, καὶ κατασπασάμενος αὐτόν ἴσθι» φησὶ βασιλεύς· ὑπὸ θεοῦ κεχειροτόνησαι σήμερον.» ἀλλὰ καὶ τὰ συμβησόμενα καθ' ὁδὸν αὐτῷ ἔλεγεν, ἐντυχεῖν τε προφήταις, καὶ σὺν αὐτοῖς προφητεῦσαι γενόμενον ἔνθεον. χρίει δὲ αὐτὸν καὶ τοῦ πλήθους ὁρῶντος. καὶ οὕτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν. ἔλεγε δὲ πρὸς αὐτοὺς ὅτι πολλὰ παρωργίσατε τὸν θεόν, βασιλέα αἰτησάμενοι. καὶ δῆλον ἐντεῦθεν· ὃ γὰρ οὐδέποτέ τις εἶδεν ἐν θέρους ἀκμῇ χειμῶνα, τοῦτο γεγενημένον θεάσασθε. καὶ ταῦτα εἰπόντος τοῦ προφήτου ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζαι καταφέρονται, ὡς ἐντεῦθεν τὸν λαὸν ἁμαρτεῖν εἰς θεὸν ἔλεγεν. Ὁ μέντοι Σαοὺλ μέλλων κατὰ Παλαιστινῶν ὁρμῆσαι, κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ προτρέψαντος ἐξέρχεται κατὰ Παλαιστινῶν. ὁ μέντοι Σαοὺλ τῇ νίκῃ ἐπαρθεὶς ἐπαρᾶται τοῖς Ἑβραίοις· ἤν τις ἀποσχόμενος τοῦ φο νεύειν τοὺς ἐχθροὺς φάγῃ, καὶ μὴ μέχρις οὗ νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως αὐτοὺς ἀποπαύσῃ τῶν πολεμίων, ἐπικατάρατος εἴη. οὕτω τοίνυν τοῦ Σαοὺλ φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο μελισσῶν γέμοντα, ὁ τοῦ Σαοὺλ παῖς οὐκ ἀκηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιεν. εἶτα γνοὺς τὸ γεγονὸς οὐκ ὀρθῶς ἔφη τὸν πατέρα τοιαύτην ἀρὰν θεῖναι· εὐψυχότατα γὰρ κατατρέχει τῆς τῶν ἐναντίων, εἴ γε τροφῆς ἐν τῷ μέσῳ φθάσει μεταλαβεῖν. ὁ δὲ Σαοὺλ μετὰ τὸ νικῆσαι καὶ θῦσαι τῷ θεῷ κελεύει τὸν ἀρχιερέα καὶ αὖθις γνῶναι εἰ δίδωσιν αὐτοῖς ὁ θεὸς ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν ἐλθεῖν καὶ διαφθεῖραι αὐτούς. εἰπόντος δὲ τοῦ ἀρχιερέως μὴ ἀποκρίνεσθαι τὸν θεόν, ὁ Σαοὺλ ἔφη μὴ ἄνευ αἰτίας τοῦτο γίνεσθαι· ἀλλ' ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα τῆς τοῦ θεοῦ σιωπῆς αἴτιον, καὶ ὄμνυμι, κἂν ὁ παῖς ὁ ἐμὸς Ἰωνάθαν εἴη ὁ τὸ ἁμάρτημα τοῦτο ποιήσας, ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλεώσασθαι. πίπτει οὖν ὁ κλῆρος ἐπὶ τὸν Ἰωνάθαν, καὶ τοῦ πατρὸς ἐρωτῶντος αὐτὸν τί τε πεποίηκε καὶ ὅπως εἰς θεὸν ἐξήμαρτε, μηδὲν ἕτερον ἔλεγεν συνιδεῖν ἢ μέλιτος χθὲς ἀπογεύσασθαι, τὴν ἀρὰν ἀγνοῶν. διομνύεται οὖν ὁ Σαοὺλ ἀπο κτεῖναι αὐτόν. οὐκ ἀνθίσταται ὁ παῖς, τὰ τοῦ ὅρκου βιάζει προβῆναι. ἀλλὰ τὸ πλῆθος ἀλγεῖ, καὶ τὸν Ἰωνάθαν ἐξαιρεῖ τῆς χειρὸς Σαούλ, καὶ ἱκετεύει τὸν θεόν, ἵλεον ἐπὶ τούτῳ ποιεῖ. καὶ περὶ μὲν τούτων οὕτως. Εἰπεῖν δὲ τὸν θεὸν ἔλεγεν ὁ Σαμουὴλ ὡς ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους οἱ Ἀμαληκῖται κατά γε τὴν ἔρημον διέ-θηκαν, ἡνίκα τῆς Αἰγύπτου ἐξεπορεύοντο, κελεύειν πολέμῳ τιμωρήσασθαι αὐτοὺς τὸν Σαοὺλ καὶ μηδενὸς αὐτῶν φείσασθαι. νικᾷ τοίνυν αὐτοὺς κατὰ κράτος, λαμβάνει δὲ τὸν αὐτῶν βασιλέα Ἀγὰγ αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος, ὡς Ἰώσηπός φησι, σωτηρίας ἄξιον ἔκρινε. καὶ θυσίας ἀπὸ τῶν λαφύρων ἐκείνων ἀνήνεγκε τῷ θεῷ. ἐφ' ᾧ καὶ πρὸς τὸν Σαμουὴλ ἔφη ὁ θεός μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, κἀγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύέιν ἐν Ἰσραήλ.» ὅθεν καὶ πρὸς τὸν Σαοὺλ οὕτως ἔλεγεν ὁ Σαμουήλ, ἡνίκα τὸν Ἀγὰγ ἐζωογόνησε τῶν Ἀμαληκιτῶν βασιλέα, μεματαίωσαι σύ, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι ὁ κύριος. ὅθεν καὶ οὐ στήσεταί σοι ἡ βασιλεία, καὶ ζητήσει κύριος ἄνθρωπον κατὰ καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ.» πρὸς τούτοις δὲ καὶ τάδε πρὸς αὐτὸν ἔλεγεν, ἡνίκα τὴν θυσίαν ἔφερεν, οὐ θέλει κύριος ὁλοκαυτώσεις καὶ θυσίας ὡς τὸ ἀκοῦ σαι τῆς φωνῆς αὐτοῦ,» καὶ αὖθις διέρρηξε κύριος τὴν βασιλείαν Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ.» ὅθεν τοῦ προφήτου πολλὰ φροντίζοντος περὶ τοῦ Σαούλ, παῦσαι» πρὸς αὐτὸν
105
ἔφη ὁ θεός, καὶ λαβὼν τὸ ἅγιον ἔλαιον εἰς Βηθλεὲμ ἄπελθε πρὸς Ἰεσσαί, καὶ χρῖσαι εἰς βασιλέα ἕνα τῶν υἱῶν αὐτοῦ.» ἔρχεται οὖν, καὶ πάντων ἄλλων ἀποδοκιμασθέντων τῶν υἱῶν Ἱεσσαί (οὐδὲ γὰρ εἰς αὐτοὺς τὸ ἅγιον ἔβλυσεν ἔλαιον) χρίεται ὁ πάντων ὕστατος Δαβίδ. ἐφ' ᾧ καὶ πνεῦμα ἅγιον ἔκτοτε ἦν ἐν αὐτῷ, τὸν δὲ Σαοὺλ πνεῦμα πονηρὸν ἐπέρχεται. πνιγομένου τοίνυν αὐτοῦ ἔλεγον οἱ ἰατροί, καθά φησιν Ἰώσηπος, ὅτι μὴ ἄλλως τὸ τοιοῦτον καταπαύσεται πάθος, εἰ μή τις οἶδε διὰ κιννύρας ᾄδειν. ὅθεν καὶ ζητηθεὶς εἴ που τοιοῦτός τίς ἐστιν, ἄγεται ὁ Δαβίδ. ποιεῖ οὖν αὐτὸν ὁπλοφόρον, καὶ διὰ τιμῆς ἄγει. καὶ ὁ μὲν Ἰώσηπος οὕτως. τὸ δὲ δαιμόνιον τὸ συμπνίγον τὸν Σαοὺλ ἡ μὲν τοῦ Δαβὶδ κιννύρα κατέπαυε, πλὴν ὡς τῷ παναγίῳ πνεύματι κινουμένη· τούτου γὰρ ἐπᾴδοντος ἐκεῖνο καὶ ἆκον ἡσύχαζε. Μετὰ δὲ ταῦτα κατὰ Ἰουδαίων ἐκστρατεύουσι Παλαιστινοί. ἀφ' ὧν καταβὰς ἀνήρ τις Γωλιὰτ τοὔνομα παμμεγέθης (ἦν γὰρ πήχεων τεσσάρων καὶ σπιθαμῆς), ἐνδεδυμένος 328 θώρακα σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων καὶ τὰ λοιπὰ ὅπλα ἀναλόγως, φωνὴν μεγάλην ἀφίησι καὶ μονομαχεῖν ἐζήτει. καὶ πάντων ἐξαπορουμένων εἰσάγεται ὁ Δαβίδ, καὶ τὸν Σαοὺλ παραμυθησάμενος, μόλις δὲ καὶ πείσας αὐτόν (οὐδὲ γὰρ ὁ Σαοὺλ ἐθάρρει, πρὸς τὴν τοῦ. Δαβὶδ ἡλικίαν ἀφορῶν) ὁρμᾷ κατὰ Γωλιὰτ καὶ διὰ σφενδόνης αὐτὸν ἀναιρεῖ. ἔκτοτε οὖν τῶν γυναικῶν λεγουσῶν ὅτι Σαοὺλ μὲν χιλιάδας Παλαιστινῶν κατηκόντισε Δαβὶδ δὲ μυριάδας, πτοεῖται καὶ εἰς τὴν αὐτοῦ βασιλείαν ὁ Σαούλ· ἐφ' ᾧ καὶ ὕποπτον εἶχεν ἔκτοτε τὸν Δαβίδ, καὶ φθόνον ἔτρεφεν οὐ μικρόν. ὅθεν καὶ εἰς ἐκστρατείας αὐτὸν ἀπέστελλεν ὡς ἐντεῦθεν τῷ πολέμῳ ἀναιρεθῆναι. ὁ δὲ Δαβὶδ τὸν θεὸν ἔχων μεθ' ἑαυτοῦ ἠρίστευε πανταχοῦ, ὡς ἐντεῦθεν καὶ τὴν θυγατέρα Σαοὺλ παρθένον οὖσαν ἔρωτα σχεῖν αὐτοῦ. δῆλα γίνεται ταῦτα καὶ τῷ Σαούλ. καὶ ὃς δραξάμενος ἀφορμῆς πρὸς τὴν κατ' ἐκείνου ἐπιβουλήν, ὡς Ἰώσηπος ἱστορεῖ, ἀποδοῦναι τὴν θυγατέρα ἔλεγεν, ἂν χιλίας μοι κεφαλὰς κομίσῃ τῶν πολεμίων. γίνεται ταῦτα, καὶ εἰς γυναῖκα λαμβάνει τὴν Μελχώ. οὐ φέρει ταῦτα Σαούλ, ἀλλ' ἐπὶ πλέον φθονεῖ ἅτε καὶ περὶ τῆς βασιλείας αὐτοῦ δεδιώς. ἀποκτεῖναι λοιπὸν αὐτὸν μελετᾷ. ἀνατίθησι ταῦτα τῷ υἱῷ τε Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν. ὁ δὲ μηνύει τῷ Δαβὶδ τὰ τῆς βουλῆς, καὶ 329 ὑπὲρ αὐτοῦ τῷ πατρὶ διαλέγεται. μετὰ δὲ ταῦτα διώκει τὸν Δαβὶδ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. τηνικαῦτα τῷ ἀρχιερεῖ Ἀβιάθαρ προσέρχεται· τότε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν. ἐκεῖθεν αὖθις φεύγει πρὸς Ἀβιμέλεχ· τότε δὲ καὶ τὰ τῶν ἐπιληπτικῶν ὑποκρίνεται. ἐπὶ τούτοις δὲ ὁ Δαβὶδ εὑρὼν τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δίς, καὶ ἀποκτεῖναι αὐτὸν εὐχερῶς ἔχων, ποιῆσαι τοῦτο οὐκ ἤθελε, τῷ θεῷ πάντα τὰ κατ' αὐτὸν ἀνατιθείς. καὶ περὶ μὲν τούτων οὕτως. Παλαιστινοὶ δ' αὖθις κατὰ Ἰουδαίων στρατεύονται, ἐφ' ᾧ καὶ τοὺς αὐτοὺς συμμάχους ὁ Ἀγχοὺς καλεῖ. ὄρει δὲ τῷ Γελβουὲ προσβάλλει καὶ ὁ Σαούλ, καὶ πολυπληθῆ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἰδὼν ἐταράχθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ. καὶ ἐπηρώτησε τὸν κύριον διὰ τοῦ Ἐφούθ, καὶ οὐκ ἀπεκρίθη αὐτῷ· καὶ γὰρ εἰ μὴ εὐδοκίμουν παρ' αὐτῷ, οὐκ εἰσήκουσεν αὐτῶν. ἐφ' ᾧ καὶ ζητεῖ ἐγγαστρίμυθον, εἰ καὶ τὸ γένος αὐτῶν ἔφθασεν ἐκ τῆς πόλεως αὐτοῦ ἐκβαλεῖν ἅτε πρὸς θεὸν πρότερον εὐσεβῶν. ἐγγαστρίμυθοι δὲ ἐλέγοντο διὰ τὸ δαίμονα ἔχειν ἐν τῇ γαστρὶ αὐτῶν ἐγκαθήμενον καὶ τὰ μέλλοντα μυθευόμενον εἴτ' οὖν μαντευόμενον. τὸ μέντοι γύναιον ἐκεῖνο πείθεται μόλις, καὶ τὴν τοῦ Σαμουὴλ ψυχὴν ἐξ ᾅδου ἀνάγει, ὡς Ἰώσηπος ἱστορεῖ. ὁ γὰρ τὰ θεῖα σοφὸς 330 Θεοδώρητος δυσσεβῆ λέγει τὸν λόγον τουτονὶ καὶ ἀνόσιον· οὐδὲ γὰρ πείθεται νέκυος ψυχὴν ἐξ ᾅδου καὶ τὴν τυχοῦσαν ἀνάγειν, μήτοι γε τοσούτου προφήτου. ἄλλοι δὲ τὸν λόγον τοῦτον μὴ θέλοντες ἀνόσιον δέξασθαι, λαοπλάνον τινὰ λέγουσι δαίμονα τὰ κατὰ τὸν Σαοὺλ ἀναγγεῖλαι τῇ ἐγγαστριμύθῳ. ὁ μὲν Θεοδώρητος
106
οὔτε τὸ πρῶτον ὡς δυσσεβὲς καταδέχεται οὔτε πάλιν τὸ δεύτερον· εἰ γὰρ δαίμων ἦν ὁ φανείς, οὐκ ἂν ἀληθῆ ἐφθέγγετο ῥήματα. οὐκοῦν αὐτὸς ὁ θεὸς τὸ εἶδος, φησί, τοῦ Σαμουὴλ σχηματίσας ἠβουλήθη, ἐξενήνοχε τὴν ἀπόφασιν· ἔφη καὶ γὰρ διά του τῶν προφητῶν ἐὰν ἀπέλθητε πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ κύριος ὁ θεὸς ἀποκριθήσομαι δι' αὐτοῦ.» οὕτω διὰ τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαόν, καὶ διὰ δυσσεβοῦς μάντεως προηγγέλθησαν τὰ ἐσόμενα. γίνεται ταῦτα, καὶ οἱ Παλαιστινοὶ τοῖς Ἑβραίοις προσβάλλουσι. πίπτει λοιπὸν ὁ Σαοὺλ καὶ οἱ παῖδες αὐτοῦ. ὁ μέντοι Σαοὺλ πολλὰς δεξάμενος πληγάς, καὶ μὴ φέρειν δυνάμενος, κελεύει τινὶ τῶν αὐτοῦ τὸ ξίφος αὐτοῦ ἐπενεγκεῖν, ἵνα μὴ ταῖς ἐχθρῶν χερσὶ παραδοθῇ. ὁ δ' οὐκ ἐπείθετο. ἐπιπίπτει λοιπὸν αὐτὸς τῇ μαχαίρᾳ, καὶ μηδὲ οὕτως ἰσχύων ἑαυτῷ τὸ τέλος ἐπενεγκεῖν πείθει τινὰ τῶν Ἀμαληκιτῶν, καὶ τελειοῖ αὐτόν. οἱ δὲ Παλαιστινοὶ σκυλεύοντες τοὺς πολεμί ους ἐντυγχάνουσι τῷ Σαούλ τε καὶ τοῖς παισὶν αὐτοῦ, καὶ κόψαντες τὰς κεφαλὰς αὐτῶν περιῆγον διὰ πάσης τῆς χώρας, τὰ δὲ σώματα αὐτῶν ἀνασταυροῦσιν ἔξω τοῦ τείχους, ὡς Ἰώσηπος ἱστορεῖ. Οὕτω κατέστρεψε τὸν βίον ὁ Σαοὺλ διὰ τὸ ἐπὶ τοῖς Ἀμαληκίταις παρακοῦσαι τοῦ θεοῦ καὶ διὰ τὸ τῶν ἱερέων γένος ἀπωλείᾳ παραδοῦναι· διὰ γὰρ τοῦ Σύρου Δωὴκ ὡσεὶ τνʹ ἱερεῖς ἀπέκτεινεν αἴροντας τὸ ἐφούθ. ἐκράτησε δὲ τὸν Ἰσραὴλ ὁ Σαοὺλ ἔτη μʹ, ὑπερωμίας ὢν παντὸς τοῦ Ἰσραήλ. τοῖς Ἑβραίοις ὁ θεὸς χαριζόμενος τοιοῦτον ἄνδρα βασιλεύειν ἐν αὐτοῖς ἐξελέξατο· ἀνδραγαθίας γὰρ τῆς ἐν πολέμοις ἕνεκεν, οὐ μὴν εὐσεβείας ᾐτήσαντο βασιλέα. ταύτῃ τοι καὶ τὸν μέγιστον πάντων ἐκλέγεται, ἐπειδή περ οὐ ψυχῆς ἀρετὴν ἀλλὰ σώματος θαυμάζομεν μέγεθος. Μετὰ δὲ θάνατον τοῦ Σαοὺλ ἐβασίλευσεν ἐν Ἰσραὴλ ὁ υἱὸς αὐτοῦ Μεμφοστέ, ἐν Ἰούδᾳ δὲ ὁ Δαβίδ· παρὰ Σαμουὴλ καὶ γὰρ χρισθῆναι προέφθασεν. εἶτα Ῥιχαῦ καὶ Βανέας λάθρα τὸν Μεμφοστὲ ἀνελόντες ἦλθον πρὸς τὸν Δαβὶδ ὡς δῆθεν εὐδοκιμήσαντες διὰ τὸν φόνον. ὁ δὲ ἀνεῖλεν αὐτοὺς κατὰ δὴ καὶ τὸν Ἀμαληκίτην ἐκεῖνον, δι' οὗ ὁ Σαοὺλ τὸ τέλος ἐδέξατο. τηνικαῦτα παντὸς τοῦ λαοῦ καθίσταται βασιλεὺς ὁ Δαβίδ. τὴν δὲ θυγατέρα τοῦ Σαούλ, εἰ μὴ ὡς 332 Ἰώσηπος ἱστορεῖ, ἀλλ' οὖν ἔπαθλον ἔλαβεν, ἡνίκα τὸν Γολιὰθ ἐσφενδόνησεν· οὕτω γὰρ ἀναμέσον αὐτῶν συμπεφώνητο. ὁ γοῦν Δαβὶδ μετὰ τὸ ἀναγορευθῆναι βασιλεὺς ἐφίσταται τῇ Ἱεροσόλυμα, καὶ τοὺς ἐκεῖσε κατοικοῦντας Ἰεβουσαίους τρο-πωσάμενος βασιλείαν ἑαυτοῦ ποιεῖται τὰ Ἱεροσόλυμα. πρῶτος μὲν οὖν Δαβίδ, ὡς Ἰώσηπος ἱστορεῖ, τοὺς Ἰεβουσαίους ἐκεῖθεν ἐκβαλὼν ἀφ' ἑαυτοῦ τὴν πόλιν προσαγορεύει· Σόλυμα καὶ γὰρ ἐπὶ Ἀβραὰμ ἐκαλεῖτο. Μετὰ δὲ ταῦτα ὁρᾷ τὴν Βηρσαβεὲ λουομένην ἐν τῷ οἴκῳ αὐτῆς, ὅθεν καὶ ταύτης ἐρᾷ. μίγνυται λοιπὸν αὐτῇ, καὶ τὸν Οὐρίαν οἰκονομεῖ θανάτῳ περιπεσεῖν, ὃς ἀνὴρ αὐτῆς ἦν. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διὰ Νάθαν ἐλέγχεται. εἶτα φεύγει διὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, καταλείψας τὰς αὐτοῦ δέκα παλλακὰς φυλάσσειν τὸν οἶκον αὐτοῦ. ἡ δὲ αἰτία τοῦ Ἀβεσσαλὼμ πατραλοίαν γενέσθαι αὕτη. τῷ Δαβὶδ θυγάτηρ ἦν σφόδρα περικαλλής, τῷ Ἀβεσσαλὼμ ὁμομήτριος. ταύτης ὁ Ἀμνὼν ἐρᾷ τῶν ἀδελφῶν ὁ πρεσβύτατος. καὶ μὴ ἔχων τὰ τῆς ἐπιθυμίας πληρῶσαι σφόδρα κατετήκετο. ἐφ' ᾧ καὶ νοσεῖν ὑποκρίνεται. ἱκετεύει τὸν πατέρα συμπαραμένειν αὐτῷ τὴν ἀδελφὴν δουλείας ἕνεκεν. γίνεται ταῦτα. ἀποκαλύπτει τὸ πάθος αὐτῇ, ἡ δ' οὐκ ἐπείθετο. βιάζεται αὐ τήν, ἐφ' ᾧ καταπειθὴς ὁρᾶται. παραχρῆμα μῖσος τίκτεται κατ' αὐτῆς τῷ Ἀμνών, ἐφ' ᾧ καὶ ἐκβάλλει αὐτήν. θλίβεται οὐ μικρῶς αὕτη, ἀποκαλύπτει ταῦτα τῷ Ἀβεσσαλώμ. παρατηρεῖται καιρόν, ἐξέρχεται εἰς κουρὰν τῶν θρεμμάτων αὐτοῦ, συλλαμβάνει μεθ' ἑαυτοῦ καὶ τοὺς ἀδελφούς. τελεῖται συμπόσιον, καὶ καρωθέντα τὸν Ἀμνὼν κτείνουσιν οἱ οἰκέται αὐτοῦ. ἐντεῦθεν οὖν ὁ Ἀβεσσαλὼμ πτοηθεὶς φρονεῖν ἤρξατο κατὰ πατρός. καὶ πρῶτον μὲν
107
πείθει αὐτὸν ὁ Ἀχιτόφελ εἰς τὰς παλλακὰς εἰσελθεῖν τοῦ πατρός, ἔπειτα συμβουλεύει αὐτῷ μετὰ στρατιᾶς ὁρμῆσαι κατὰ τοῦ Δαβίδ. μὴ εἰσακουσθεὶς δὲ διὰ τὸ ἀγαθὴν δόξαι τὴν τοῦ Χουσὶ συμβουλήν (ἔτυχε γὰρ φίλος εἶναι τῷ Δαβὶδ ὁ Χουσί) ἀγχόνῃ ἐχρήσατο. ἐπὶ δὲ τούτῳ διώκεται μᾶλλον ὁ Ἀβεσσαλώμ, καὶ δὴ καταλαμβάνεται. ἀλλ' ὦ Δαβιδικῆς ψυχῆς. καὶ τοσαῦτα γὰρ παθὼν παρὰ τοῦ πατραλοία ἔλεγε φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλώμ.» ἀλλὰ καὶ τοῦ Ἰωὰβ κατὰ καρδίας βαλόντος τὸν Ἀβεσσαλώμ, ἡνίκα τῷ δένδρῳ ἀπῃωρήθη τῶν τριχῶν, ἐθρήνησεν ἄμετρα. Τῷ μέντοι Δαβὶδ μελετῶντι ναὸν οἰκοδομῆσαι τῷ κυρίῳ εἶπεν ὁ Νάθαν πάντα ὅσα ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι θεὸς μετὰ σοῦ.» ἠγνόησε γὰρ καὶ οὗτος τὸ μέλλον, ὡς ὁ Σαμουὴλ τὸν χρισθησόμενον υἱὸν τοῦ Ἰεσσαί, καὶ 334 ὡς ὁ Ἐλισσαῖος τὸ τῆς Σομανίτιδος πάθος. νύκτωρ δὲ ἐπιφανεὶς αὐτῷ ὁ κύριος ἔφη πορεύου, καὶ εἰπὲ τῷ δούλῳ μου τῷ Δαβίδ ὅτι οὐ σὺ οἰκοδομήσεις μου οἶκον, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου.» τοῦτο δὲ εἰρῆσθαι δοκεῖ εἰς ὠφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων· οὐδὲ γὰρ ἂν δίκαιον φόνον ἐμέμψατο τῷ βασιλεῖ ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίας προσαγορεύσας. ἐφ' ᾧ καὶ δίδωσι Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ. πάντα ἐν γραφῇ ἐκ χειρὸς κυρίου δέδωκεν αὐτῷ. ἀλλὰ καὶ αὐτὸς ὁ Νάθαν ἡνίκα πρὸς αὐτὸν ἀπεστάλη παρὰ θεοῦ, εἶπε καλὸν τοῦτο ἐποίησας, ὅτι ἐγενήθη ἐν τῇ καρδίᾳ σου περὶ τοῦ οἰκοδομῆσαι οἶκον· ἀλλ' οὐ σύ, οἰκοδομήσει ὁ ἐκ σοῦ δέ.» Εἰ καὶ μακροθυμεῖ ὁ θεὸς τῆς ἁμαρτίας τολμωμένης, ἀλλ' ὀψέ ποτε κολάζει. ἴδε γὰρ ὅτι μετὰ τῶν Γαβαωνιτῶν οἱ Ἰσραηλῖται συνέθεντο μὴ φονεῦσαι αὐτούς, ὁ δὲ Σαοὺλ σὺν τοῖς ἄλλοις ἀλλοφύλοις καὶ αὐτοὺς ἀπέκτεινε. τὰς μέντοι τοῦ τοιούτου τολμήματος δίκας ἐπὶ τοῦ Δαβὶδ εἰσέπραξε, λοιμὸν ἐπενεγκών. καὶ εἰ μὴ τοὺς τοῦ Σαοὺλ ἑπτὰ παῖδας ἐφόνευσαν, οὐκ ἂν ἡ θεία ὀργὴ ἔπαυε. μανθάνομεν οὖν ἐκ τούτου ὡς γένους ὁ δεσπότης οὐκ οἶδε διαφοράν, ἀλλὰ τοῖς 335 ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως θεός. καὶ αὐτὸς ὁ Δαβὶδ τὸν Οὐρίαν ἀδικήσας ἀλλόφυλον ὄντα (Χετταῖος γάρ) οὐκ ἀτιμώρητος ἔμεινε. τὸ δὲ μοιχίδιον βρέφος, ὃ πρῶτον τῇ Βηρσαβεὲ γέγονε μοιχευθείσῃ τῷ Δαβίδ, ἐπάταξεν ὁ θεός. ζῶν γὰρ ἔμελλεν εἶναι τοῦ εὐσεβοῦς βασιλέως ὄνειδος καὶ τῆς αὐτοῦ παρανομίας ἔλεγχος. κηδόμενος οὖν αὐτοῦ ζῆν τὸ τοιοῦτον ὁ δεσπότης οὐκ εἴασεν. Ἡ δὲ πρώτη βίβλος τῶν Παραλειπομένων αἰνίττεται ὡς τοῦ Δαβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί, καθά φησι Θεοδώρητος. λέγει γὰρ ὅτι ἔταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσαφὰτ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὁ μέντοι Δαβὶδ ἐτῶν τριάκοντα βασιλεύσας, ὥς φησι Θεοδώρητος, περὶ τὰ ἑβδομήκοντα τὸ τοῦ βίου τέλος ἐδέξατο. προσθετέον δὲ τοῖς ἄνω καὶ τάδε καθ' ἱστορίαν ὄντα τοῦ Ἰωσήπου. κατὰ Παλαιστινῶν ἐκστρατεύει ὁ Δαβίδ, καὶ διώξας ἐπὶ πολὺ διέστη τῶν αὐτοῦ πάντων. καὶ ἰδὼν αὐτὸν μεμονωμένον καὶ ὑπὸ κόπου ἔκλυτόν τις τῶν ἐναντίων, ὃς καὶ ἀπόγονος τῶν Γιγάντων ἦν, ἠπείγετο θανατῶσαι αὐτόν. καὶ τοῦτο ἂν ἐγεγόνει, εἰ μὴ Ἀβεσαῖος ὁ ἀδελφὸς Ἰωὰβ παρευθὺς εὑρε-θεὶς ἐκεῖσε ἀπέκτεινε τὸν πολέμιον, ἐκεῖνον δὲ σῶον ἐπανεσώσατο. ὅθεν καὶ ὥρκωσεν αὐτὸν ὁ λαὸς ἅπας ὡς μὴ τοῦ 336 λοιποῦ σὺν αὐτοῖς ἀπαντᾶν εἰς πόλεμον. στρατοπεδεύουσι καὶ αὖθις κατὰ τῶν Ἑβραίων οἱ Παλαιστινοί, ἐν οἷς ἦν ἀνὴρ τὸ μὲν ὕψος ἓξ πήχεων, δακτύλους δὲ ἐν ἑκατέρᾳ τῶν βάσεων καὶ τῶν χειρῶν περισσοτέρους εἶχε τῶν κατὰ φύσιν· ἀπόγονος γὰρ τῶν Γιγάντων ἦν. τοῦτον ἀποκτείνει μονομαχήσας Ἰωνάθαν τις Σουβαῖος, ὅθεν καὶ νίκης αἴτιος γίνεται. ἔκτοτε οὖν παύονται οἱ Παλαιστινοὶ τοῦ πρὸς Ἑβραίους μάχεσθαι. ἐφ' ᾧ λαβὼν ἄδειαν ὁ Δαβὶδ ὑμνεῖν ἤρξατο τὸν θεὸν καὶ τὰς ᾠδὰς ἔπλεκεν. Ἰστέον δὲ ὅτι στρατιώτας ἀμάχους μὲν τὴν ἰσχὺν πολλοὺς ὁ Δαβὶδ ἐκτήσατο, ἐξαιρέτως δὲ πέντε. ὁ μὲν γὰρ αὐτῶν χʹ ἀνεῖλεν ἐν μιᾷ
108
ἡμέρᾳ, ὁ δὲ κατ' ἐχθρῶν ἐκπηδήσας οὐκ ἂν ἐπαύετο εἰ μὴ ἐννακοσίους ἀνεῖλε. τοσοῦτον γὰρ τολμηροὶ ἦσαν ὡς καὶ τρεῖς ἐξ αὐτῶν πρὸς Βηθλεὲμ ἀπελθεῖν καὶ ἀγαγεῖν ὕδωρ τῷ Δαβὶδ ἐντὸς ὄντι Ἱεροσολύμων, εἰσελθόντας αὐτοὺς καὶ ἐξελθόντας διὰ μέσων τῶν Παλαιστινῶν ἔξω παρακαθημένων καὶ μὴ τολμησάντων αὐτοῖς ἀντιπεσεῖν διὰ τοσοῦτον θράσος αὐτῶν. ὃ ὕδωρ οὐκ ἠθέλησε πιεῖν ὁ Δαβίδ, ἀλλ' ἔσπεισε τῷ θεῷ, καὶ τοὺς στρατιώτας ἐθαύμασε. Μετὰ δὲ ταῦτα χειροτονηθεὶς παρὰ τοῦ Δαβὶδ ὁ Σολομὼν ἐκάθισεν ἐπὶ θρόνου κυρίου εἰς βασιλείαν, τουτέστιν εἰς 337 τὸν δοθέντα θρόνον αὐτῷ παρὰ κυρίου. τῆς δὲ πρώτης βίβλου τῶν Παραλειπομένων τὸ τέλος δηλοῖ ὅτι καὶ Σαμουὴλ ὁ ὁρῶν καὶ Νάθαν ὁ προφήτης καὶ Γὰδ ὁ ὁρῶν βίβλους εἶχον συγγεγραμμένας. ἰστέον ὅτι Ὀρνίας καὶ Ἀδωνίας ὁ αὐ-τὸς ἦν, υἱὸς δὲ Δαβίδ· διώνυμος γάρ. οὗτος δειπνοκλήτορας ἔχων τὸν Ἰωὰβ καὶ τὸν Ἀβιάθαρ περὶ τῆς βασιλείας ἐμελέτα. ὁ δὲ Νάθαν μηνύει τὰ περὶ τούτων τῇ Βερσαβεέ (οἶδε γὰρ τὸν σκοπὸν τοῦ θεοῦ), αὕτη δὲ μηνύει τῷ Δαβίδ. ὁ μέντοι Δαβὶδ δι' ἑαυτοῦ μὲν τὸν Ἰωὰβ τιμωρῆσαι μὴ θελήσας ἅτε ὑπὲρ αὐτοῦ πολλὰ κοπιάσαντα, τῷ Σολομῶντι παραινεῖ ἀποκτεῖναι αὐτόν, ἵνα μὴ τῆς νεότητος αὐτοῦ καταφρονήσῃ. τὰ αὐτὰ δὲ συμβουλεύει αὐτῷ καὶ περὶ τοῦ Σεμεεὶ ὡς ἀρχηγοῦ ὄντος, εἰ καὶ αὐτὸς ἐκαρτέρει πολλὰ καὶ πολλάκις ὑβριζόμενος παρ' αὐτοῦ. κρατεῖ ὁ Σολομών, καὶ τηνικαῦτα τὸν ἀδελφὸν αὐτοῦ Ὀρνίαν φονεύει. ἀλλὰ καὶ ἐπὶ τῷ Ἰωὰβ ὡσαύτως ποιεῖ, κἂν τῷ θεῷ προσέφυγεν· ὁ γὰρ θεῖος νόμος τὸν προσπεφευγότα τῷ ναῷ ἀνδροφόνον ἀναιρεῖσθαι προσέταξεν. Ὁ Σολομὼν ἐν χιλιόμβοιν ἱερατεύσας ἱκέτευε τὸν θεόν, καὶ σοφίας τυχεῖν ᾔτησε καὶ συνέσεως. ὤφθη δὲ αὐτῷ κύριος ἐν ὕπνῳ καὶ εἶπεν αἴτησαι τὸ αἴτημα σεαυτῷ.» ὁ δὲ εἶπε σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαβὶδ τοῦ πατρός μου, 338 καὶ ἐγὼ εἰμι παιδάριον μικρόν, καὶ ἐγὼ οὐκ οἶδα τὴν εἴσοδόν μου καὶ τὴν ἔξοδόν μου, καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ.» καὶ εἴπε κύριος πρὸς αὐτόν ἀνθ' ὧν ᾐτήσω παρ' ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐχ ἡμέρας πολλὰς οὐδὲ πλοῦτον οὐδὲ ψυχὰς ἐχθρῶν σου, ἀλλ' ᾐτήσω σεαυτῷ σύνεσιν τοῦ εἰσακούειν ῥῆμα, ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου. ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὅση οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐ γενήσεται ὅμοιός σοι ἐν βασιλεῦσι. καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου ὡς Δαβὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου.» μετὰ ταῦτα οἰκοδομεῖ ναὸν τῷ θεῷ, καὶ αἰτεῖ εἶναι τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνεῳγμένους ἐπὶ τὸν θεῖον οἶκον καὶ εἰσακούειν αὐτῶν. καὶ ὤφθη κύριος τῷ Σολομῶντι δεύτερον, καθὼς ὤφθη ἐν Γαβαώ, καὶ εἶπεν ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ ἡγίασα τὸν ναὸν τοῦτον· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεὶ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. ἐὰν δὲ ἀποστραφῆτε ἀπ' ἐμοῦ, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ταύτης, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματι, ἀπορρίψω αὐτὸν ἐκ προσώπου μου.» τοῦ μέντοι Σολομῶντος προσευξαμένου πῦρ οὐρανόθεν κατηνέχθη καὶ τὰς προσενεχθείσας. θυσίας ἠνάλωσεν. ὅρα λοιπὸν ὅση πρότερον ἡ τοῦ Σολομῶντος εὐσέβεια, εἴγε καὶ πῦρ ἐπὶ ταῖς 339 θυσίαις αὐτοῦ κατεφέρετο. καὶ τὸν μὲν ναὸν λίθοις ἀπελεκήτοις οἰκοδομεῖ (αὐτοφυεῖς γὰρ εὑρέθησαν θείᾳ προνοίᾳ, ὥστε μηδενὸς ἁρμονίαν δεηθῆναι σιδήρου, ὥς φησι Θεοδώρητος), τὸν δὲ τοῦ ἱεροῦ περίβολον τμητοῖς λίθοις ἐδομήσατο, κἀκεῖ καὶ λατόμων δέεται. τὸ μέντοι μῆκος τοῦ ναοῦ ἑξήκοντα πηχέων ἦν, καὶ εἴκοσι τὸ εὖρος. κύκλῳ τοῦ ναοῦ οἰκίσκοι ᾠκοδομήθησαν χάριν τῶν Λευιτῶν καὶ τῆς τῶν σκευῶν ἀποθέσεως· τὰ γὰρ ἅγια μόνοις τοῖς ἱερεῦσιν ἦσαν βατά. τὸ δὲ τοῦ ναοῦ ὕψος ρκʹ πήχεων ἦν. πάντα δὲ τὸν ναὸν χρυσὸς συνεκάλυπτε. ταῦτα δὲ πάντα τὰ τοῦ ναοῦ ἡ μὲν χάρις τοῦ ἁγίου πνεύματος ὑπέδειξε τῷ Δαβίδ, αὐτὸς δὲ τῷ Σολομῶντι. οἰκοδομεῖ δὲ τὸν θεῖον οἶκον ἐκεῖνον μετὰ τλʹ ἔτη τῆς ἐξόδου. παρῆλθον δὲ
109
τοσαῦτα ἔτη, ὅπως ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει τὸν ἕνα τόπον τὴν Ἱερουσαλὴμ ἀγαπήσωσι. Ταῦτα δὲ τ κατά γε τὸν παλαιὸν ναόν, ὃς εἰς τρία διῄρηται, εἴς τε τὴν τῶν λαϊκῶν δηλαδὴ στάσιν, τὴν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὃς δὴ καὶ τόπος ἅγιος ἐλέγετο, καὶ εἰς αὐτὰ τὰ ἄδυτα, ἃ δὴ καὶ ἅγια τῶν ἁγίων ἐκαλεῖτο, ἐν οἷς οὐδεὶς εἰσήρχετο εἰ μὴ μόνος ὁ ἀρχιερεύς, κἀκεῖνος ἅπαξ 340 τοῦ ἐνιαυτοῦ, καὶ ταῦτα οὐ χωρὶς αἵματος, καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς εὑρήσεις. ἐν γὰρ τῷ πρὸς ἡμᾶς οὐρανῷ, τῷ ἀέρι δηλονότι, πάντα δὴ τὰ ἀγελαῖα ζῶα, ἐσώτερον δὲ τοῦ φαινομένου στερεώματος, ὥς φησιν ὁ Σιναΐτης θεῖος Ἀναστάσιος, τὰς οὐρανίας διαγούσας δυνάμεις, ἴσως δε καὶ αὐτὰς τὰς τῶν ἁγίων ψυχάς. ἀνώτερον δὲ τοῦ δευτέρου καὶ ἀοράτου οὐρανοῦ οὐδεὶς εἰσελήλυθεν εἰ μὴ μόνος ὁ ἀληθὴς ἀρχιερεὺς Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν. ὅτι δὲ τὰ τοῦ ἐπιγείου οῦδε ναοῦ κατ' εἰκόνα τῶν ἐπουρανίων ἔκτισται, καὶ αὐτὸς ὁ πάμμεγας Παῦλος ἐδήλωσεν οὕτως εἰπών οὐδὲ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.» ὅρα γὰρ νουνεχῶς ὅτι καὶ τὰ φαινόμενα τοῦ ναοῦ τοῦδε κάλλη τῆς ἀφανοῦς ἐκείνης εὐπρεπείας εἰσὶν ἀπεικονίσματα, αἱ δ' οὖν αἰσθηταὶ εὐωδίαι τῆς νοητῆς διαδόσεως ἐκτυπώματα. τὰ δὲ ὑλικὰ φῶτα τῆς ἀΰλου φωτοδοσίας εἰκόνες τυγχάνουσι· καὶ γὰρ διὰ τῶνδε τῶν ὑλαίων πρὸς την ἄρρητον ἐκείνην θεωρίαν, καθὰ δήπου καὶ τῷ μεγάλῳ δοκεῖ Διονυσίῳ, χειραγωγούμεθα. Ὅτι δὲ πάντας ὑπερβαίνων ἦν ἐπὶ πᾶσιν ὁ Σολομών, ἡ γραφὴ διδασκέτω σε λέγουσα καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ 341 πάντας τοὺς βασιλεῖς Αἰγύπτου πλούτῳ καὶ φρονήσει, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομῶντος τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ. ἐπληθύνθη γὰρ ἡ σοφία αὐτοῦ ὑπὲρ πάντα φρόνιμον Αἰγύπτου.» τὰς τοῦ Σολομῶντος βίβλους, ἀφ' ὧν καὶ οἱ τῶν ἰατρῶν παῖδες τὰς ἀφορμὰς ἔλαβον. μετὰ γὰρ τὸ λαβεῖν ἐκ θεοῦ τὴν σοφίαν τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ πάντων τῶν ζώων. ἐπὶ γὰρ τούτῳ καὶ ὁ συγγραφεύς φησιν ὅτι ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου. παρὰ δὲ Ἐζεκίου κεκαῦθαί φησιν ὁ πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος. ὅσα καὶ γὰρ ἐν γῇ καὶ θαλάσσῃ, ἐν ἀέρι, ἀφορμαὶ της ἐκείνου φιλοσοφίας ἐγένοντο. οὕτω μὲν οὖν ὁ Ἐζεκίας καὶ ἐπὶ τοῦ Δαβὶδ ἐποίησε ψαλμοῖς. τούτων καὶ γὰρ ἐν ταῖς αἰχμαλωσίαις ὰπολωλότων, Ἔσδρας τις ἀνὴρ εἰς ἄκρον τῆς Ἑβραΐδος δια-λέκτου ἐληλακὼς τʹ ὅλους ἀπηριθμήσατο ἢ καὶ πλείους συλλέξας. ἀλλ' ὁ Ἐζεκίας τοὺς πλείους τῶν ψαλμῶν ἀθετήσας ὡς μὴ τοῦ Δαβὶδ εἶναι ὡμολογημένους, τοὺς ρνʹ καὶ μόνους ἀπέκρινεν, ὡς ὁ σοφώτατος Ψελλὸς ἱστορεῖ. ἐφυσιολόγησε δὲ Σολομὼν καὶ περὶ λίθων, οὐχ ὅπως ἐχρώσθησαν μόνον ἢ 342 συνεπάγησαν, αλλὰ καὶ οπου ἑκάστη συντελεῖ. τὴν μὲν σωφροσύνης ἔφησε φυλακτήριον, τὴν δὲ πρὸς τὰ θειώδη ἀντέχειν πυρσά, ἑτέραν δὲ φυγαδεύειν πνεύματα πονηρά. ἀλλὰ καὶ περὶ δαιμόνων ἐτέθη βιβλίον αὐτοῦ, ὅπως τε κατάγοντα καὶ ἐν οἵοις εἴδεσι φαίνονται. φύσεις δὲ τούτων καὶ ἰδιότητας ἔγραψε, πῶς τε δεσμοῦνται καὶ πῶς ἐμφιλοχωροῦντες ἀπολύονται. ὅθεν ἔργα τούτοις ἀχθοφόρα ἐπέταττεν, ὑλοτομεῖν τε, ὡς λόγος, ἠνάγκαζε, καὶ κατωμαδὸν τὰ ἄχθη φέρειν παρεβιάζετο. ᾠδηκότα τε σπλάγχνα ἢ ἐπῳδαῖς ἢ βοτάναις περιτιθεὶς ἐθεράπευεν. ἀλλ' ὅ γε θεῖος Ἐζεκίας θεῷ ἑαυτὸν ἀνατιθείς, καὶ πάντα τῆς ἐκεῖθεν προνοίας ἐξαρτήσας, τῶν ὑπὲρ φύσιν τῷ Σολομῶντι φιλοσοφηθέντων ὠλιγώρησεν. ὧν δὲ ἱστόρησεν ὁ Ψελλός, καὶ ὁ Ἰώσηπος μάρτυς ἐστὶ λέγων καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς» φησίν οἶδα χρώμενον Ἐλεάζαρ τὸν Ἰουδαῖον, δακτύλιον ἐντιθέντα τῇ ῥινὶ τοῦ πάσχοντος, καθὰ Σολομὼν ὑπέδειξε· καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθέως
110
ἐκεῖθεν ἠλαύνετο. δῆλον δὲ τοῦτο γίνεσθαι διά τινος ὑποτεθέντος ἀγγείου μεστοῦ ὕδατος· συνεταράσσετο γὰρ τὸ τοιοῦτον ὕδωρ ἐκείνου ἐξερχομένου.» ταῦτα δὲ πάντα τὰ περὶ Σολομῶντος ἱστορούμενα καὶ αὐτὸς ἐκεῖνος ἐπιβεβαιοῖ ἐν τῇ βίβλῳ αὐτοῦ 343 τῇ λεγομένῃ Σοφίᾳ Σολομῶντος, καὶ τάδε κατὰ ῥῆμα διεξιών ὁ θεὸς ἔδωκέ μοι τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι τε σύστασιν κόσμου, θέσεις ἀστέρων καὶ φύσεις ζώων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, καὶ γνῶσιν τὴν ἐν κρυπτῷ.» οὐκοῦν ἀξιόπιστα πάντα τὰ περὶ Σολομῶντος λεγόμενα. Σοβὰ ἔθνος Αἰθιοπικόν. τούτων ἐβασίλευσεν ἡ θαυμαστὴ ἐκείνη Σίβυλλα. μήτε γὰρ νόμον εἰδυῖα μήτε προφητῶν ἀκούσασα διὰ τοῦ Σολομῶντος τὸν τῆς σοφίας ὕμνησε χορηγόν· γένοιτο» γὰρ ἔφη κύριος ὁ θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραήλ.» ἐν οἷς δὲ τὸν Σολομῶντα ἐπείραζεν αὕτη, καὶ τοῦτο ἐπενόησεν. εὐόπτους παῖδας ἄρρενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ καλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκατέρου γένους αὐτὴν διάκρισιν ποιήσασθαι. ὁ δὲ νίψασθαι τούτους προστάξας τὸ πρόσωπον, ἑκατέρων τὴν φύσιν διέγνωκε, τῶν μὲν ἀρρένων ἀνδρικῶς τὰς ὄψεις καταψώντων, τῶν δὲ θηλειῶν ἁπαλῶς. ἡ δὲ ἐκπλαγεῖσα εἶπεν ὅτι πλείονα ἑώρακα ὑπὲρ ὃ ἤκουσα. καὶ δοῦσα αὐτῷ χρυσίου τάλαντα ρκ καὶ ἡδύσματα καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἀφ' οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχεν, ὥς φησιν Ἰώσηπος, ὑπέστρεψε. τὸ δὲ τάλαντον ἔχε λίτρας 344 ρκʹ καὶ εʹ, ὡς ἐντεῦθεν λαβεῖν αὐτὸν ἐξ ἐκείνης χρυσίου ρʹ. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἕως ηὐσέβει, πάντας τοὺς ἀπ' Εὐφράτου μέχρι Νείλου δασμοφοροῦντας εἶχεν. ἔκτοτε δὲ τοῖς δυσμενέσιν εὐεπεχείρητος γέγονε. καὶ κατ' ἀρχὰς μὲν ὁ Σολομὼν ἐθαυμάζετο, τὰς παροιμίας γράφων καὶ τὸν ναὸν ἀνιστῶν, ὥς φησιν ὁ μέγας Κύριλλος, ἡνίκα καὶ Ὅμηρος τὰς τῶν Τρώων ἐτραγῴδει συμφοράς, μετὰ ρξʹ ἔτη τῆς Ἰλίου ἁλώσεως. ὕστερον δὲ ἀσεβείᾳ περιέπεσε. δῆλον δὲ τοῦτο καὶ ἐξ ὧν ἡ θεία γραφὴ διέξεισι περὶ αὐτοῦ λέγουσα καὶ ἐξέκλιναν αἱ ἀλλότριαι τὴν καρδίαν Σολομῶντος ὀπίσω θεῶν ἑτέρων.» οὐχ ἧττον δὲ καὶ ἐξ ὧν ὁ προφήτης Ἀχίας ἔφη πρὸς τὸν ἐκείνου δοῦλον Ἱεροβοάμ, μανθάνομεν ὅτι τοῖς εἰδώλοις λελάτρευκεν ὁ Σολομών. ἔφη δὲ οὕτως τάδε λέγει κύριος. ἰδοῦ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαβὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἀφ ὧν ἐγκατέλιπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῷ Μελχὼ προσοχθίσματι υἱῶν Ἀμμών.» καὶ Ἀστάρτην μὲν αὐτὸν εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι, τὴν καὶ Ἀφρο δίτην. βδέλυγμα καὶ προσόχθισμα τὰ εἴδωλα καλεῖ ἡ γραφή. καὶ πρὸς αὐτὸν δὲ τὸν Σολομῶντα οὕτω φαίνεται λέγων ὁ θεός ἀνθ' ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω ταύτην τῷ δούλῳ σου.» ἐπειδὴ γάρ, φησί, τὴν πρέπουσαν ἐμοὶ τῷ κτίστῃ τιμὴν καὶ δόξαν τῇ δούλῃ κτίσει ἀπένειμας, δώσω κἀγὼ τὴν δόξαν σου τῷ δούλῳ σου. ὅθεν καὶ ἐπαρθεὶς ὁ Ἱεροβοὰμ ἤρξατο ἀπὸ Σολομῶντος τὸν λαὸν ἀφιστᾶν. τοῦτο μαθὼν ὁ Σολομὼν ἐζήτει τὸν Ἱεροβοὰμ συλλαβεῖν· ἐφ' ᾧ καὶ φεύγει πρὸς Αἴγυπτον, τὴν τελευτὴν Σολομῶντος καρτερῶν. καὶ κατὰ μὲν τὴν θείαν γραφὴν ἐβασίλευσε Σολομὼν ἔτη μʹ, κατὰ δὲ τὸν Ἰώσηπον ἔτη ὀγδοήκοντα. ἐτελεύτησε δέ, ὡς ἐκεῖνος ἔφησεν, ἐτῶν ἐνενήκοντα καὶ τεσσάρων. Πλὴν ἡ γραφὴ καὶ τάδε περὶ αὐτοῦ διέξεισι. καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας· καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ψʹ καὶ παλλακαὶ τʹ. τότε ᾠκοδόμησεν ὑψηλὰ τοῖς
111
εἰδώλοις πασῶν τῶν γυναικῶν αὐτοῦ. ὡς ἐντεῦθεν καὶ τὸν παραβάτην Ἰουλιανὸν ὁρμηθῆναι 346 καὶ εἰπεῖν ὅτι τὸν Σολομῶντα σοφὸν μὴ λέγετε, καθάπερ ὁ μέγας διέξεισι Κύριλλος· εἰ δὲ πεπιστεύκατε εἶναι σοφόν, μήτοι παρὰ γυναικὸς ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ παρὰ τοῦ φανέντος αὐτῷ θεοῦ πειθόμενον λελατρευκέναι τοῖς ἄλλοις θεοῖς. πρὸς οὖν ταῦτα ὁ θεῖος οὗτος ἀνὴρ ἀνταποκρινόμενος καὶ τάδε προστίθησιν ἀπὸ μὲν ὧν ἔγραφε, σοφὸς ἂν λέγοιτο παρ' ἡμῶν δὴ καὶ νοοῖτο κατὰ ἀλήθειαν ὁ Σολομών· ὅτι δὲ πεπλημμέληκεν ὁμολογουμένως τοῖς ψευδωνύμοις λατρεύσας θεοῖς, ἀρνήσαιτ' ἂν οὐδείς. ὅθεν οὔτε προφήταις ἁγίοις οὔτε μὴν ἀποστόλοις ποιοῦμεν αὐτὸν ἐναρίθμιον, εἴγε καὶ μᾶλλον κατὰ μὲν τὴν νεότητα τὰ πρὸς δόξαν θεοῦ πληροῦν ἠπείγετο, κατὰ δὲ τὸν τοῦ γήρους καιρὸν πάγην αὐτῷ τὴν ἀπὸ γυναικὸς ὁ Σατανᾶς κατεσκεύασε.» τούτοις μὲν οὖν καὶ Ἰώσηπος συμφωνεῖ διεξιὼν οὑτωσί ἀλλ' οὐ τοιοῦτος ὁ Σολομὼν ἐν τῷ καιρῷ τοῦ γήρους, ὁποῖος ἄρα καὶ ἐν τῇ νεότητι αὐτοῦ ἦν. προβαινούσης γὰρ τῆς ἥβης, καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν θείων ἐντολῶν, τοῦ ἰδίου τε θεοῦ κατωλιγώρησε καὶ εἰς γυναῖκας ἀλλοφύλους ἐξώκειλε, τοῖς θεοῖς αὐτῶν πρότερον καταθύσας. καὶ πρὸ τούτων δὲ εἰς τὴν φυλακὴν τῶν νομίμων ἐξήμαρτεν, ὅτε τὰ τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασεν καὶ τῶν λεόντων τῶν περὶ τὸν θρό νον τον ἴδιον, καὶ ταῦτα δὶς αὐτοῦ τοῦ θεοῦ καθ' ὕπνους φανέντος. ὅθεν καὶ Ἄδερ τὸν Ἰδουμαῖον ἐγείρει κατ' αὐτοῦ ὁ θεός.» ὁ μέντοι θρόνος τοῦ Σολομῶντος ἐλεφάντινος ἦν, ἀναβαθμίδας ἔχων ἕξ. καὶ ἐν μιᾷ ἑκάστῃ αὐτῶν λέοντες εἱστήκεισαν ἑκατέρωθεν, πρὸς τούτοις δὲ καὶ ὁμοίωμα μόσχου ἦν παρ' αὐτῷ. εἰ δὲ ταῦτα οὕτως ἔχει, καθὼς ἄνωθεν εἴρηται, προσέχειν ἄξιον, ἀγαπητέ, καὶ μὴ συναρπάζεσθαι τοῖς λέγουσιν ὅτι μετανοίᾳ περὶ τὸ γῆρας ὁ Σολομὼν ἐχρήσατο. εἰ γὰρ τοῦτο ἦν, προφήταις ἂν ἁγίοις ἐναρίθμιος ἦν, καὶ οὐκ ἂν αὐτὸν ὁ θειότατος Κύριλλος τῆς τῶν προφητῶν ἐποίει μερίδος ἀλλότριον. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Σολομῶντος υἱὸς Ῥοβοάμ, ἐφ' οὗ καὶ διασχίζεται ὁ λαὸς ἅτε μὴ θελήσαντος ἀναπαῦσαι αὐτοὺς βεβαρημένους ἤδη ὄντας τῷ τοῦ Σολομῶντος ζυγῷ. καὶ δύο μὲν φυλαί, ἥ τε τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμίν, αὐτῷ ἐναπέμειναν, αἱ δὲ λοιπαὶ δέκα ὑπετάγησαν τῷ Ἱεροβοὰμ ἐν Σαμαρείᾳ διάγοντι. διὰ γὰρ τὸν φόβον τοῦ Σολομῶντος ἐν Αἰγύπτῳ διέτριβεν, ἐκείνου δὲ παρελθόντος εἰς Σαμάρειαν ἔρχεται. καὶ ὁ μὲν ὑπ' αὐτὸν λαὸς καὶ Ἰσραὴλ ἐλέγετο· ἀπὸ γὰρ τοῦ Ἐφραῒμ υἱοῦ Ἰωσὴφ ὁ Ἱεροβοὰμ κατήγετο. τοῦτον δὲ τὸν λαὸν ᾐχμαλώτευσεν ὁ πρὸ τοῦ Σενναχηρεὶμ κρατῶν τῶν Ἀσσυρίων Σαλμανασάρ, ἐν οἷς ἦν καὶ ὁ δίκαιος Τωβήτ. ἀφ' ὧν πολλοὺς ἔργον φόνου πεποίηκεν ὁ 348 Σενναχηρείμ, ὅτε μετ' αἰσχύνης ἐξ Ἱερουσαλὴμ ὑποστρέφει, εἰ καὶ τὸ τέλος οὐκ εἰς καλὸν ἀπέβη αὐτῷ· εἰς γὰρ τὸν θεὸν βλασφημήσας ὑπὸ τῶν ἰδίων τέκνων ἀνῄρητο τὴν ζωήν. Ὁ Ἱεροβοάμ, ἵνα μὴ ἀποσχίζηται ὁ λαὸς θέλων εἰς Ἱε-ροσόλυμα ἔρχεσθαι διὰ τὸν ναόν, τῆς ἀσεβείας κατάρχεται πρῶτος καὶ τὰς χρυσᾶς δαμάλεις ἵστησι. τηνικαῦτα καὶ ὁ προφήτης Ἰωήλ, ὁ καὶ ἄνθρωπος τοῦ θεοῦ, ἐξ Ἰούδα πα-ρεγένετο εἰς Βαιθὴλ ἐν λόγῳ κυρίου, καὶ εἶπε θυσιαστήριον, θυσιαστήριον, ἰδοὺ τίκτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ὀστᾶ ἀνθρώπων ἐπὶ σὲ κατακαύσει.» τότε δὴ τότε καὶ τὴν χεῖρα τοῦ Ἱεροβοὰμ ξηρανθεῖσαν διὰ τὸ κινηθῆναι κατὰ τοῦ προφήτου αὐτὸς ὁ προφήτης ἰάσατο. προφήτης δέ τις ὢν ἐκεῖσε ἐβιάσατο τὸν ἄνθρωπον τοῦ θεοῦ φαγεῖν ἄρτον μετ' αὐτοῦ, καὶ ταῦτα τοῦ θεοῦ πρὸς αὐτὸν εἰπόντος ἀπελθεῖν μὲν εἰς Βαιθήλ, καὶ μήτε ἄρτον φαγόντα μήτε ὕδωρ πιόντα ὑποστρέψαι. ἐφ' ᾧ καὶ καθημένων ἐπὶ τραπέζης λόγος κυρίου ἐγένετο πρὸς τὸν προφήτην ἐκεῖνον, ἵνα εἴπῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ ἀνθ' ὧν ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ
112
ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.» ἐφ' ᾧ καὶ ὑποστρέφων ὑπὸ λέοντος κατὰ τὴν ὁδὸν θανατοῦται. καὶ ὁ μὲν θὴρ 349 ἀπέπνιξε μόνον αὐτόν, ἐπὶ πλέον δὲ χωρῆσαι οὐκ ἐτόλμησε· τὸ γὰρ σῶμα τοῦ προφήτου δίκας εἰσπραχθὲν διὰ τὴν παρακοήν, αὐτὴν δηλαδὴ τὴν πνιγμονήν, ἐδικαιώθη ἔκτοτε, καὶ οὐκέτι βορὰ τῷ λέοντι προύκειτο. καὶ τὸν μὲν προφήτην ἐκεῖνον ψευδοπροφήτην εἶναι λέγει καὶ πονηρὸν καὶ ἀπατεῶνα τοῦ Ἱεροβοὰμ ὁ Ἰώσηπος. ὁ δὲ Θεοδώρητος ἀληθῆ προ-φήτην τὸν τοιοῦτον εἶναι λέγει, παράγων καὶ τὴν γραφὴν οὕτω λέγουσαν διεσώθη τὰ ὀστᾶ τοῦ προφήτου τοῦ πρεσβύτου τοῦ κατοικοῦντος ἐν Βαιθήλ, μετὰ τῶν ὀστῶν τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα καὶ λελαληκότος πάντα τὰ ἔργα ἃ ἐποίησεν Ἰωσίας.» ὡσαύτως καὶ τὸν ἄνθρωπον τοῦ θεοῦ ὁ μὲν Ἰώσηπος Ἰαδὼν αὐτὸν ὀνομάζει, ἡ δὲ βίβλος τῶν Παραλειπομένων Ἰωὴλ αὐτὸν ἡμᾶς καλεῖσθαι ἐδίδαξεν. Ἐπαινεῖ ἡ γραφὴ καὶ τοῦ Ἀσᾶ τὴν προτέραν εὐσέβειαν· ἐποίησε» γάρ φησιν Ἀσᾶ τὸ εὐθὺ ἐνώπιον κυρίου τοῦ θεοῦ αὐτοῦ.» ὅθεν καὶ τοὺς ὁμόρους πάντας ὑπέταξεν. ἀλλὰ καὶ ἑορτὴν ἐπινίκιον ἐκτελέσας ὀμόσαι παρεσκεύασεν ἅπαντας ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται. ἀλλὰ καὶ τὴν μητέρα αὐτοῦ τῇ Ἀστάρτῃ λατρεῦσαι προελομένην τῆς βασιλείας ἐγύμνωσεν. οὐκ ἐν πᾶσι δὲ τέλειος ἦν· οὐδὲ γὰρ ἐξῆρε τὰ ὑψηλά. καὶ τοῦ Βασᾶ δὲ στρατεύσαντος κατ' αὐ τοῦ, οὐ τὸν θεὸν εἰς συμμαχίαν ἐκάλεσεν ἀλλὰ τὸν βασιλέα 350 Συρίας. ἐφ' ᾧ καὶ δι' Ἀνανῆ τοῦ προφήτου τὴν ἀπιστίαν διήλεγξεν ὁ θεὸς εἰπὼν ἐν τῷ πεποιθέναι σε βασιλεῖ Συρίας, καὶ μὴ ἐπί κύριον τὸν θεόν σου, ἤτοι ὁ Βασᾶν κατὰ σοῦ, διὰ τοῦτο ἐσώθη ἡ δύναμις βασιλείας Ἰσραήλ.» ὁ δὲ Ἀσᾶ μὴ θρηνήσας ἐπὶ τούτοις, ὡς δέον ἦν, τὸν προφήτην ἐφυλάκισε, καὶ νοσήσας ὕστερον οὐ τὸν κύριον ἐζήτησεν ἀλλὰ τοὺς ἰατρούς, ἴσως δὲ τοὺς φαρμακούς. Ἐπαινεῖ δὲ καὶ τὸν Ἰωσαφὰτ ὡς τὴν ἀρετὴν ἐζηλωκότα κατ' ἀρχὰς τοῦ Δαβίδ. τὸ γὰρ. ὑψώθη αὐτοῦ ἡ καρδία» οὐ κατηγορία ἀλλ' ἔπαινος· ἐπήγαγε γὰρ ἐν ὁδοῖς κυρίου.» ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο· Γοθολίαν γὰρ τοῦ Ἀχαὰβ τὴν θυγατέ-ρα κατεγγύησε τῷ παιδὶ αὑτοῦ. ὅπερ δὲ ἀφῆκεν ἡ τῶν βασιλειῶν ἱστορία, ἐνταῦθα ῥηθήσεται. ἐπανιόντι γὰρ αὐτῷ ἀπὸ τῆς τοῦ Ἀχαὰβ παρατάξεως τῷ Ἰωσαφὰτ ἀπήντησεν Ἱηοῦ προφήτης ὁ τοῦ Ἀνανῆ, καὶ εἶπεν αὐτῷ βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς; εἰ μισουμένῳ ὑπὸ κυρίου σὺ φιλιάζη; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου. ἀλλ' οἱ ὀλίγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.» ἐντεῦθεν οὖν μανθάνομεν ὡς ἐλαττοῖ τὰς 351 ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ πρῶτα κατορθώματα. ὁ τοίνυν Ἰωσαφὰτ δεξάμενος τὸν ἔλεγχον διωρθώσατο ἐπὶ πᾶσι, καὶ κριτὰς τῇ πόλει ἐπέστησεν, ἵνα δικαίως πάντα πράττοιντο. ἀλλὰ καὶ πολεμίων ἐπιστάντων πρὸς θεὸν κατέφυγεν, ὃς καὶ παρεθάρρυνεν αὐτὸν διὰ τοῦ Ἰεζεκιὴλ λέγων μὴ φοβηθῆτε τὸ πολὺ πλῆθος, ἀλλ' αὔριον ἐξέλθετε.» πρώτους δὲ τοὺς Λευίτας ὁ βασιλεὺς ἐξήγαγεν· ὅθεν καὶ οἱ πολέμιοι ἀλλήλους κατέκοψαν. ὅρα δὲ καὶ ἑτέραν βίβλον προφητικήν· λέγει γὰρ ἡ ἱστορία καὶ οἱ πολλοὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἱηοῦ υἱοῦ Ἀνανῆ.» Καλῶς δὲ ὁ θεῖος ψάλλει Δαβίδ λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων.» ηὐλόγησε» γάρ φησιν Ναβουθαὶ θεὸν καὶ βασιλέα», τουτέστιν ἐβλασφήμησε, κατὰ τὸ ἐν Ἰὼ γεγραμμένον ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει,» ἐφ' ᾧ καὶ τὸν βίον ἐξέλιπεν, τῆς Ἰεζάβελ τοῦτο οἰκονομησάσης. ἐφ' ᾧ καὶ παρρησιάζεται ὁ μέγας Ἠλίας πρὸς Ἀχαὰβ λέγων τάδε λέγει κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει κύριος. ἐν παντὶ τόπῳ ᾧ ἔλειξαν αἱ ὕες καὶ 352 οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου.» σφόδρα δὲ κατανυγεὶς ἐπὶ τούτοις
113
ὁ Ἀχαὰβ οὐκ εὐθὺς ἐτιμωρήθη διὰ τὴν κατάνυξιν. ἀλλὰ καὶ τὸν υἱὸν Ἀδὲρ τὴν Σαμάρειαν παρακαθίσαντα μετὰ τριάκοντα καὶ δύο βασιλέων εἰς χεῖρας αὐτοῦ τοῦ Ἀχαὰβ ἔδωκεν ὁ θεός. διότι δὲ ζωογονήσας αὐτὸν παρὰ τὴν κέλευσιν ἀπέστειλε μετὰ δορυφορίας, ὠργίσθη ὁ θεός, καὶ διὰ τοῦ προφήτου (Μιχαίας δὲ οὗτος, ὥς φησιν Ἰώσηπος) τοῦ παταχθέντος τὴν κεφαλὴν αὐτοῦ ὑπό τινος ὁδίτου εἶπε πρὸς αὐτόν διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» καὶ μετὰ τρία ἔτη λαβὼν μεθ' ἑαυτοῦ τὸν Ἰωσαφὰτ βασιλέα Ἰού-δα, ἠρώτησε τετρακοσίους προφήτας αὐτοῦ λέγων εἰ πορευθῶ εἰς Ῥεμὰ Γαλαὰθ εἰς πόλεμον ἢ ἐπίσχω.» καὶ εἶπον ἀνάβαινε» οἱ ψευδοπροφῆται τοῦ Βάαλ. ἐπὶ τούτοις τοῦ Ἰωσαφὰτ εἰπόντος, εἰ ἔστιν ἐνταῦθα προφήτης κυρίου, ἐρωτήσωμεν τὸν κύριον δι' αὐτοῦ, ἔστι μὲν» ἔφη ὁ Ἀχαάβ, καὶ Μιχαίας καλεῖται, οὔ ποτε δὲ προφητεύει τὰ θυμήρη.» καλεῖται λοιπὸν, καὶ πρῶτα μὲν ἔλεγε πρὸς αὐτόν ἀνάβαινε, καὶ 353 ος εὐοδώσει ἐν χειρὶ βασιλέως,» εἶτα ὁρκωθεὶς τὰ θεῖα προεμήνυε. τοῦ γοῦν Ἀχαὰβ πρὸς τὸν Ἰωσαφὰτ εἰπόντος οὐκ εἶπόν σοι ὅτι οὐ προλέγει μοι καλὰ ἀλλ' ἢ κακά;» ὁ προφήτης ἔφη οὐκ ἐγώ. ἄκουσον τὸν λόγον κυρίου. εἶδον κύριον τὸν θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ παρειστήκει αὐτῷ, καὶ εἶπε "τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, καὶ ἀναβήσεται εἰς Ῥεμὰ Γαλαάθ, καὶ πεσεῖται ἐκεῖ;"3 καὶ ἐξῆλθε πνεῦμα, καὶ ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν "ἐγὼ ἀπατήσω αὐτόν."3 καὶ εἶπε κύριος πρὸς αὐτό "ἐν τίνι;"3 καὶ εἶπεν "ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν τῷ στόματι πάντων τῶν προφητῶν αὐτοῦ, καὶ ἀπατήσω αὐτόν."3 καὶ εἶπε; "δυνήσῃ ἐξελθεῖν, καὶ ποίησον."» ταῦτα δὲ πάντα, καθά φησι Θεοδώρητος, προσωποποιία ἐστὶ διδάσκουσα ἡμᾶς τὴν θείαν συγχώρησιν. ουτω μὲν οὖν καὶ τὰ κατὰ τὸν Ἰώβ, ἐν οἷς ἡ γραφή φησι τοὺς ἀγγέλους ἐνώπιον παραστῆναι τοῦ θεοῦ καὶ τὸν διάβολον ἐν μέσῳ αὐτῶν, καὶ οὕτω διαλεχθῆναι πρὸς τὸν κύριον, προσωποποιίαν εἶναί φησιν ὁ θεῖος Χρυσόστομος. τὸν μέντοι Βάαλ θεὸν εἶναι λέγει Τυρίων ὁ Ἰώσηπος, τὴν δὲ Ἀστάρτην Σιδωνίων, Βααλὴμ δὲ τὸν τοῦ Βάαλ σηκόν. καὶ περὶ μὲν τούτων οὕτως, ὁ δὲ Ἰωσαφὰτ καὶ προφήτην ζητήσας καὶ 354 τοιαῦτα μαθὼν ὅμως συναπῆρεν εἰς πόλεμον μετὰ τοῦ Ἀχαάβ· πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρετήν, ὡς ἄνωθεν εἴρηται, διεφυλάχθη. ὁ μέντοι Μιχαίας φυλακῇ ἐμβληθεὶς παρὰ τοῦ Ἀχαὰβ ἔλεγε μετὰ παρρησίας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκεν ἐν ἡμῖν ὁ κύριος.» ἀλλὰ καὶ ἡ ἐπὶ τοῦ Ἀχαὰβ διὰ τοῦ Ἠλίου θεία πρόρρησις πέρας ἔσχε. τρωθεὶς ἐπὶ πολὺ τῷ ἅρματι ἵστατο, ἵνα μὴ τροπὴν ἐργάσηται τῇ φυγῇ. τὸ δὲ αἷμα φερόμενον ἐνεπάγη τῷ ἅρματι. τοῦτο παρὰ κρήνῃ ὁ ἡνίοχος ἔπλυνεν, οἱ δὲ κύνες ἐξέλειχον. αἱ δὲ πόρναι περὶ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο· πηγιμαῖον γὰρ ἦν τὸ ὕδωρ, κεχρωσμένον δὲ τῷ αἵματι. Ἰωρὰμ δὲ τοῦ κηδεστοῦ Ἀχαὰβ ζηλώσας τὴν ἀσέβειαν ἀξίαν τὴν τιμωρίαν εὕρατο. ὁ γὰρ μέγας Ἠλίας διὰ γραμμάτων μεμήνυκε τὴν ἀπόφασιν τάδε λέγει κύριος· ἀνθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, ἀπέκτεινας δὲ τοὺς ἀδελφούς σου, ἰδοὺ κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ οἴκῳ σου, καὶ σὺ ἔσῃ ἐν ἀρρωστίαις πονηραῖς, ἐν ἀρρωστίᾳ κοιλίας, ἕως ἂν ἐξέλθῃ τὰ ἔντερά σου.» ἐπεστράφησαν τοίνυν ἀλλόφυλοι κατ' αὐτοῦ, καὶ πάντας ἐξηνδραπόδισαν, καὶ τὰ τέκνα αὐτοῦ πάντα κατέκτειναν ἄνευ τοῦ Ὀχοζίου. ἐπέσκηψε καὶ ἡ νόσος, καὶ οὐδὲ μετὰ θάνα τον βασιλικῆς ἠξιώθη ταφῆς. ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Μετὰ τοῦτον Ὀχοζίας ζηλωτὴς καὶ αὐτὸς τῆς πατρικῆς ἀσεβείας. ἀποστέλλονται τοίνυν πρὸς τὸν μέγαν Ἠλίαν δύο πεντηκόνταρχοι μετὰ σοβαρότητος καλοῦντες αὐτὸν ἐπὶ τῷ ἐρωτηθῆναι τῆς νόσου τοῦ βασιλέως ἕνεκεν· ἐφ' ᾧ καὶ πῦρ
114
καταγαγὼν ἄνωθεν κατέκαυσεν αὐτούς. ἀλλ' ἐνταῦθα οἱ ὠμότητα τοῦ προφήτου κατηγοροῦντες αὐτοῦ κατηγοροῦσι τοῦ θεοῦ· δι' αὐτοῦ γὰρ τὰ πάντα. στέλλεται οὖν τρίτος πεντηκόνταρχος, καὶ ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν διέφυγεν. κατερχόμενος οὖν καὶ συναντήσας τοῖς ἀποσταλεῖσιν ἐπὶ τὰ εἴδωλα εἶπε παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραήλ, πορεύῃ ζητῆσαι μυῖαν θεὸν Ἀκαρῶν; ἡ κλίνη ἐφ' ἧς ἀνέβης, οὐ καταβήσῃ.» ἴστωσαν οὖν ἐντεῦθεν οἵῳ κρίματι περιπίπτουσι, καὶ ὅπως ἀγανακτεῖν παρασκευάζουσι τὸν θεόν, οἱ τὰς ἐλπίδας αὐτῶν ἀστρολόγοις καὶ μάντεσιν ἀναθέμενοι. ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν ἀλογίαν. οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεοποίησαν, ἀλλὰ καὶ τὰ σμικρότατα καὶ μύσους μεστά. τί γὰρ μυσαρώτερον μυίας; ἀλλ' ὅμως καὶ τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ ἣν ζῶσαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν ὠνομάκασιν. 356 Ὁ δέ γε τῶν προφητῶν κορυφαῖος Ἠλίας, ὁ παρρησίαν ἔχων τοσαύτην ὥστε καὶ πρὸς Ἀχαὰβ οὕτως εἰπεῖν ζῇ κύριος ὁ θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς εἰ μὴ διὰ λόγου στόματός μου,» ὁ τοὺς ἱερεῖς τοῦ Βάαλ ἐπὶ τοσοῦτον καταισχύνας ὥστε καὶ πάντας αὐτοὺς τῇ προτροπῇ αὐτοῦ παρὰ τῶν Ἰσραηλιτῶν ἀποκτανθῆναι, ἵνα μήτι πάθῃ ὑπέρογκον, τοσοῦτον παρὰ τῆς Ἰεζάβελ συγχωρεῖται διώκεσθαι ὡς καὶ πρὸς τὸν θεὸν εἰπεῖν ἱκανούσθω δή, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ. μὴ κρείσσων ἐγὼ ὑπὲρ τοὺς πατέρας μου;» ἀπορήσειε δ' ἄν τις πῶς ἅγιος ὢν ὁ προφήτης καὶ κατὰ νόμον πολιτευόμενος ἤσθιε τὴν διὰ κοράκων τροφήν. αὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κοράκων προσέφερε, καὶ ἄρτον μὲν ἕωθεν, δείλης δὲ κρέα. οἱ γὰρ νόμοι οὗτοι διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν ἐτέθησαν. καὶ γὰρ καὶ Σαμψὼν διὰ μὲν τὴν μέθην καὶ τὴν λαγνείαν ἐγυμνώθη τῆς χάριτος, φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι, κατηγορίαν οὐδεμίαν ἐδέξατο. Πρόσεχε δέ, ἀγαπητέ. ἡνίκα προσῆλθε τῇ Σαραφθίᾳ ὁ προφήτης καὶ ἄρτῳ ἐδεξιώθη αὐτοσχεδίῳ ἐν τῷ καιρῷ τοῦ λιμοῦ, τοῖς ἀγγείοις ἐκείνοις ἐπηύξατο οὕτως εἰπών ἡ ὑδρία τοῦ ἀλούρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ 357 ἐλαττονήσει.» ἀλλ' ἐνταῦθα ζητῆσαι ἄξιον εἴπερ ἀληθῶς ἐν τῷ καμψάκῃ ἐκείνῳ ἔλαιον ἦν. ἔγωγε γὰρ τοῦ προφήτου ἀκούων λέγοντος καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως οὗ δώσει τὸν ὑετὸν αὐτοῦ ἐπὶ τῆς γῆς» οὐκ οἶμαι τὸν προφήτην περὶ ἐλαίου εὔξασθαι. τοσούτου γὰρ ὄντος αὐχμοῦ, καὶ τῶν ἀνθρώπων ἐκλειπόντων τηνικαῦτα τῇ ἀνυδρίᾳ, τίς ἡ ὠφέλεια εἴπερ ὁ καμψάκης ἐπήγαζεν ἔλαιον; οὐκ ἦν λοιπὸν ὁ καμψάκης ἐκεῖνος ἐλαίου καμψάκης, ὅτι μηδὲ χρεία ἐλαίου τοῖς ἕνεκεν ὕδατος κάμνουσιν. ἐπεὶ δὲ τὸ ἔλαιον ἀγαλλίασιν ὑπεμφαίνει παρὰ τῇ γραφῇ, διὰ τοῦτο καμψάκην ἐλαίου τὸν καμψάκην ἐκεῖνον ὁ προφήτης ἐκάλεσεν. οὐδὲ γὰρ ἕτερον ἀγαλλίασιν ἐπὶ τοσοῦτον εἰσφέρει ὡς αὐτὸ τὸ ὕδωρ ἐν αὐχμώδει καιρῷ. καὶ πειθέτω σε ἡ ἁγία γραφὴ μέλι τὸ ὕδωρ καλέσασα. οἱ γὰρ Ἑβραῖοι δίψει συσχεθέντες ἀφορήτῳ κατὰ τὴν ἔρημον, καὶ ὕδωρ εὑρόντες, μέλιτος ἐδόκουν ἐμπίμπλασθαι. πρὸς γοῦν τὴν διάθεσιν τῶν πινόντων ἀφορῶσα ἡ γραφὴ μέλι ὕδωρ ἐκάλεσεν. Μετὰ δὲ ταῦτα κρατεῖ Ἰωᾶς, ὃς ἐποίησε τὸ εὐθὲς ἐνώπιον τοῦ θεοῦ πάσας τὰς ἡμέρας Ἰωδάε τοῦ ἀρχιερέως. οὗτος ζήσας ἔτη ρλʹ καὶ θανὼν θήκης ἠξιώθη βασιλικῆς. αὐτοῦ δὲ θανόντος ἐξέκλινεν Ἰωᾶς εἰς ἀσέβειαν. ἐφ' ᾧ καὶ στέλλονται προφῆται πρὸς αὐτὸν τὸν Ἰωᾶν, μεθ' ὧν καὶ ὁ 358 τοῦ Ἰωδάε Ζαχαρίας, ὃν καὶ κατέλευσαν ἔνδον τοῦ ὑπαίθρου ἐν τῷ ναῷ. καὶ ἀποθνήσκων εἶπεν ἴδε, κύριε, καὶ κρῖνε.» καὶ οὐ διήμαρτε τῆς αἰτήσεως· ἀρρωστίᾳ γὰρ περιπεσῶν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. ὁ δὲ τούτου υἱὸς Ἀμασίας βασιλεύσας καὶ τῇ θείᾳ συμμαχίᾳ τοὺς Ἰδουμαίους νικήσας καὶ τοὺς θεοὺς αὐτῶν ἀνδραποδίσας ὕστερον ἱερούργει αὐτοὺς ὁ ἀνόητος ἐτίμησε, τὴν νίκην αὐτοῖς λογισάμενος. πρὸς ὃν ὁ προφήτης ἔγνων ὅτι
115
ἐβουλεύσατο κύριος τοῦ διαφθεῖραί σε·» ὁμοίως γὰρ πατρὶ ἐτελειώθη. Ἐπαινεῖ δὲ τὸν Ὀζίαν ἡ θεία γραφή· ἦν» γάρ φησιν ἐκζητῶν τὸν κύριον ἐν φόβῳ κυρίου ἐν ταῖς ἡμέραις Ζαχαρίου.» μετὰ δὲ ταῦτα ἐπιθυμήσας εἰσελθεῖν εἰς τὰ ἄδυτα καὶ θυμιᾶσαι, καὶ ἐλεγχθεὶς ὑπὸ τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων. εἶπον γὰρ πρὸς αὐτόν οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶν, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών·» ὁ δὲ οὐχὶ βασιλεύς εἰμι καὶ ἁλουργίδα βασιλικὴν περιβέβλημαι;» ἐλεπρώθη οὖν ἐπὶ τούτῳ. ἐντὸς δὲ τούτου καθημένου διὰ τὴν λέπραν, ὁ υἱὸς αὐτοῦ Ἰωαθὰμ τὴν βασιλείαν διιθύνων ἦν. ἕτερος δὲ Ζαχαρίας ἦν ὁ τοῦ Ἰωδάε, ὃν Ἰωᾶς κατέλευσε, καὶ ἕτεροςὁ ἐπὶ τοῦ Ὀζίου. οἶμαι δὲ τοῦτον εἶναι, φησὶ Θεοδώρητος, περὶ οὗ πρὸς Ἠσαΐαν ἔφη ὁ κύριος ποίησόν μοι μάρτυρας 359 πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.» Ἄχατζ δὲ ὁ τοῦ Ἰωάθαμ πάντας ὑπερενίκησε τῇ ἀσεβείᾳ, ἐφ' ᾧ καὶ πολλὰ κακὰ εὕρατο. καὶ οὐδὲ οὕτω συνῆκεν, ἀλλὰ ζητήσω» ἔλεγεν τοὺς θεοὺς τῶν ἐθνῶν τοὺς τύπτοντάς με, καὶ θύσω αὐτοῖς, καὶ ἀντιλήψονταί μου.» ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτοῦ διῆγεν ἐν πυρί. τί δὲ τοῦτό ἐστιν; ὡς μὲν Ἰώσηπος ἱστορεῖ, ἕνα τῶν υἱῶν αὐτοῦ ὡλοκαύτωσε τῷ Βάαλ. ἐγὼ οἶμαι, φησὶ Θεοδώρητος, τὸ μέχρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος ἐντεῦθεν αἰνίττεσθαι. ἅπαξ γὰρ τοῦ ἔτους πυρὰς ὁρῶμεν ἀναπτομένας, καὶ ταύταις τινὰς ὑπεραλλομένους παῖδάς τε καὶ ἄνδρας, ἀλλὰ καὶ βρέφη παραφερόμενα διὰ τῆς φλογὸς ὑπὸ τῶν μητέρων αὐτῶν. ἐδόκει δὲ τοῦτο ἀποτροπιασμός τις εἶναι καὶ κάθαρσις. ταύτην οἶμαι κατὰ τοῦ Ἄχατζ γεγενῆσθαι τὴν κατηγορίαν, ὃν καὶ ἀποθανόντα τιμῆς βασιλικῆς οὐκ ἠξίωσαν. Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθωσεν ἀρετήν, καὶ πάντα ὅσα ἐποίησε Δαβὶδ ὁ πατὴρ αὐτοῦ. σὺν τοῖς ἄλλοις καὶ τὸν χαλκοῦν ὄφιν συνέτριψεν, ὃν ἐποίησε Μωσῆς· ἕως γὰρ τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ. καὶ ἄλλην πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ 360 ναοῦ. τότε δὴ τῶν ἱερέων μὴ ἐξαρκούντων εἰς τὰς θυσίας, ὡς ἡ τῶν Παραλειπομένων βίβλος φησί, συνεβοήθησαν καὶ οἱ Λευῖται. ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν· πρεσβυτέρου γὰρ μὴ παρόντος καὶ τῆς χρείας κατεπειγούσης ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. τοῦ Σεναχηρεὶμ στρατεύσαντος κατ' αὐτοῦ, ἀπέστειλε πρὸς Ἠσαΐαν λέγων ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ.» ἐμπιπράμεθα, φησί, καὶ ἐξαπτόμεθα τῷ θυμῷ τῶν τοῦ Ῥαψάκου βλασφημιῶν ἀκούσαντες· κολάσαι δὲ τοὺς δυσσεβεῖς οὐ δυνάμεθα. ἔλεγε γὰρ ὁ Σεναχηρεὶμ διὰ τοῦ Ῥαψάκου μὴ ἀπατάτω σε ὁ θεός σου ἐφ' ᾧ πέποιθας.» ἀλλ' ὁ θεὸς ἀνελθόντι τῷ βασιλεῖ εἰς τὸν ναὸν καὶ εὐξαμένῳ αὐτίκα στέλλει τὸν Ἠσαΐαν, μηνύων τὰ ἐσόμενα αὐτῷ χρηστά. τηνικαῦτα καὶ γὰρ ἔλεγεν ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» ἵνα γὰρ μὴ νομίσῃ Ἐζεκίας ὅτι διὰ τὴν αὐτοῦ δικαιοσύνην ἡ δέησις αὐτοῦ εἰσηκούσθη, ταῦτα λέγει κύριος. ἐμάθομεν οὖν ἐντεῦθεν ὅτι καὶ τεθνηκότες οἱ δίκαιοι τῶν ζώντων προΐστανται. ὁ μέντοι Ἐζεκίας καὶ τῷ θεῷ ἐθάρρει καὶ τὰ παρ' ἑαυτοῦ συνεισέφερε. καὶ πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν, ἔπειτα τοὺς πύργους ἀνέστησεν εἰς ὕψος, καὶ προτείχισμα προσῳκοδόμησεν 361 ἕτερον. τότε συνέβη καὶ τὰ πρὸς θάνατον μαλακισθῆναι αὐτόν, ὥστε ταπεινωθέντα ἐπιστρέψαι πρὸς κύριον, ὡς ἐν τῇ βίβλῳ τῶν Παραλειπομένων ἱστόρηται· καὶ ἐταπεινώθη» γάρ φησιν Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.» τοῦ γὰρ πατρὸς αὐτοῦ Ἀχὰτζ τὴν προφητείαν δεξαμένου ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει» αὐτός τε ἐνόμισεν εἶναι ὁ Ἐμμανουήλ, καὶ ὡς εἰς αὐτὸν τὰ τῆς ἐπαγγελίας ἐκβήσεται· ἐφ' ᾧ παρθενίαν ἀσκῶν γάμοις ὁμιλῆσαι οὐκ ἤθελεν. ἀλλὰ καὶ τὴν τῶν ἀλλοφύλων ἰδὼν ἀπώλειαν (ὑπ' ἀγγέλου καὶ γὰρ ἐν μέσῃ νυκτὶ τεʹ χιλιάδες ἀνῃρέθησαν) ἐπηύξανε
116
μᾶλλον τὴν αὐτοῦ ἀπόνοιαν. ἐφ' ᾧ συνετίζεται παρὰ κυρίου, σήψει ποδὸς ὑποβληθείς· σημεῖόν τε δίδωσιν αὐτῷ ὡς οὐκ ἀποθανεῖται οὕτως ἔχων. ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου.» φασὶ γὰρ τὸν Ἄχατζ ἐκ μηχανῆς τινὸς ἐν τῷ οἴκῳ αὐτοῦ ἀναβαθμοὺς κατασκευάσαι τινὰς οἷον ὡρολογοῦντας καὶ τὸν τοῦ ἡλίου δρόμον ἐκμετροῦντας. τότε λοιπὸν ὁ θεὸς εἰς πίστιν τῶν λεγομένων (προσετίθη γὰρ αὐτῷ καὶ ἕτερα ζωῆς ἔτη πεντεκαίδεκα) ἀνόπιν ἰέναι ποιεῖ τὴν τοῦ ἡλίου σκιάν, ἐπειδὴ καὶ ὁ Ἐζεκίας ἀπὸ δυσμῶν τοῦ βίου ἐπὶ δευτέραν ἀρχὴν ἐπαλινδρόμει ζωῆς· ἐφ' ᾧ τὸ τοῦ ἡλίου σημεῖον, καὶ οὐχ ἕτερον, δίδωσιν ὁ θεός. γίνεται οὖν ἡ 362 ἡμέρα ἐκείνη κατὰ τὸν Ἱππόλυτον τριάκοντα καὶ δύο ὡρῶν· τοὺς γὰρ δέκα ἀναβαθμοὺς διαδραμὼν ὁ ἥλιος τοὺς αυτοὺς πάλιν ἀνέδραμεν, εἶτα τῇ ἰδίᾳ διατάξει χρησάμενος ἐπὶ δυσμὰς ἦλθε τοὺς δώδεκα πάλιν διαδραμών. καὶ οὕτω μὲν ὁ Ἱππόλυτος, ὁ δὲ πατριάρχης Ἀντιοχείας Εὐστάθιος εἴκοσι καὶ δύο λέγει γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν· ἐν ῥιπῇ γὰρ ὀφθαλμοῦ λέγειν ἔοικεν, οὐ μὴν ἐν ὥραις δέκα τὸν τοῦ ἡλίου γενέσθαι ἀναποδισμόν. οὕτω μὲν οὖν κδʹ ὡρῶν ἡ ἡμέρα ἐκείνη γέγονε, καθ' ἣν ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐν αὐτῷ τῷ μεσουρανήματι τὸν ἥλιον ἔστησεν ἡμέρας ὅλης διάστημα· διὰ γὰρ ἓξ ἀνῆλθεν ὡρῶν, καὶ δι' ὁμοίων αὖθις μέσον τοῦ οὐρανοῦ. γίνωσκε δέ, ἀγαπητέ, ὅτι οὔτε προηγουμένως ἔστη ὁ ἥλιος, οὔτε τὸ θαῦμα περὶ μόνον τὸν ἥλιον γέγονεν ἀλλὰ περὶ αὐτὸν τὸν πρῶτον οὐρανόν· αὐτοῦ γὰρ κωλυθέντος τῆς πρόσω φορᾶς τῷ θείῳ προστάγματι, ἀνάγκη πᾶσα στῆναι καὶ τὸν αὐτῷ συγκινούμενον ἥλιον. καὶ πείθου τῷ μεγάλῳ Μαξίμῳ ἐν τοῖς πρὸς Θαλάσσιον οὕτω κατὰ ῥῆμα διεξιόντι περὶ τούτου. ἡλίου δὲ καὶ σελήνης δρόμον ἀκώλυτον ἐπέσχε παραδόξως ὁ θεός, τὴν ἀεικίνητον τοῦ παντὸς φύσιν στήσας ἀκίνητον. ταῦτα δὲ ὁ τῶν ὅλων θαυματουργεῖ θεός, 363 ἵν' ἐντεῦθεν δείξῃ σαφῶς ὡς οὔτε ὅρος οὔτε ἀνάγκη τοῖς ἄστροις ἐπίκειται, καθάπερ ᾠήθησαν οἱ πολλοί, βλέποντες ὡσαύτως ἀεὶ κινουμένους αὐτούς. ἵστησι λοιπὸν αὐτούς, τὴν ἐπὶ πᾶσι προσοῦσαν αὐτῷ παριστῶν ἐξουσίαν, καὶ φέρεσθαι αὖθις ἐᾷ κατὰ τὸν ἀρχῆθεν αὐτοῖς ἐπιτεθέντα θεσμόν.» Οὐκοῦν ἀποστέλλει πρὸς Ἐζεκίαν Μαροδὰχ ὁ βασιλεὺς Βαβυλῶνος τῆς νόσου τε ἕνεκα καὶ τοῦ περὶ τὸν ἥλιον θαύματος. ἀλλ' ἐκεῖνος τἆλλα πάντα παρεάσας τὸν πλοῦτον αὐτοῦ τοῖς πρέσβεσιν ἔδειξεν. ἐφ' ᾧ καὶ τάδε παρὰ Ἠσαΐου τοῦ προφήτου πρὸς αὐτὸν ἐλαλήθη ἰδοὺ ἔρχονται ἡμέραι, καὶ ληφθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ εἰς Βαβυλῶνα ἀπελεύσονται. καὶ οἱ υἱοί σου, οὓς γεννήσεις, ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ βασιλέως Βαβυλῶνος.» υἱοὺς δὲ λέγει τοὺς τρεῖς παῖδας σὺν τῷ προφήτῃ Δανιήλ· ἀπόγονοι γὰρ οὗτοι τοῦ Ἐζεκίου γεγόνασιν. εἴωθεν οὖν ἡ γραφὴ τοὺς ἀπογόνους ἐπονομάζειν υἱούς, καθὰ δὴ καὶ τὸν Δαβὶδ πατέρα τοῦ Ἐζεκίου καλεῖ· οὐδὲ γὰρ υἱὸς τοῦ Δαβὶδ ὁ Ἐζεκίας, ἀλλ' ἀπόγονος πάντως αὐτοῦ. ὁ μέντοι Μαροδάχ, ὡς ἄνωθεν εἴρηται, τοῦ περὶ τὸν ἥλιον χάριν θαύματος πρὸς Ἐζεκίαν ἀπέστειλε· τὸν γὰρ ἀναποδισμὸν αὐτοῦ τοσοῦτον εἶναι λέγει 364 παραδοξότατον ὁ Ἀρεοπαγίτης θεῖος Διονύσιος, ὥστε καθ' ὑπερβολὴν ἐκπλῆξαι τοὺς Βαβυλωνίους καὶ ὡς ἰσοθέῳ τινὶ τῷ Ἐζεκίᾳ καθυποτάξαι αὐτούς. Μετὰ δὲ Ἐζεκίαν κρατεῖ Μανασσῆς ὁ υἱὸς αὐτοῦ. οὗτος σὺν ταῖς λοιπαῖς αὐτοῦ κακίαις προσεκύνησε καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τουτέστι τοῖς ἀστράσι, καὶ ἐκληδονίζετο, ἤγουν διὰ λόγων παρετηρεῖτο τὰ ἐκβησόμενα, εἰ καί τινες ἕτεροι κληδόνα λέγουσι τὴν διά τινων ἐπῳδῶν ὁλκὴν τῶν δαιμόνων καὶ καταφοράν· ἐφ' ᾧ καὶ κληδὼν ἐτυμολογεῖται παρ' αὐτοῖς παρὰ τὸ κλῶ τὸ καλῶ. καὶ οἰωνίζετο δὲ πρὸς τοῖς ἄλλοις ὁ Μανασσῆς, ἤγουν τὰς τῶν ὀρνέων πτήσεις παρετηρεῖτο κἀντεῦθεν τοῦ μέλλοντος καταστοχαζόμενος ἦν. καὶ τοῦτό ἐστιν ὅπερ ὁ ποιητὴς Ὅμηρος ἔλεγεν ἀλλ' ἄγε δη τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ
117
καὶ ὀνειροπόλον· καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν.» πρόσεχε οὖν ὅτι καὶ διὰ τῆς τοιᾶσδε πτήσεως τῶν ὀρνέων καὶ δι' ἥπατος προβάτων καὶ δι' ὀνείρων αὐτῶν ἐδόκουν οἱ παλαιοὶ τὸ μέλλον προορᾶν. καὶ οἱ μὲν ἀρχαιότεροι ἐκεῖνοι, καθάπερ εἴρηται, καὶ πτήσεσιν ὀρνέων καὶ ἄλλοις τοιούτοις, κατά γε δοκοῦν αὐτοῖς, τοῦ μέλλοντος ἐστοχάζοντο. Ὅτι δὲ τὸ παρατηρεῖσθαι τοιῶσδε ἢ τοιῶσδε κεκώλυται, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν ὁ 365 μέγας διείληφε Βασιλειος. ἐπεξηγούμενος γὰρ τὸ ἐν τῇ κατὰ τῆς Ἰουδαίας δευτέρᾳ ὁράσει τοῦ προφήτου Ἠσαΐου ῥητὸν τὸ κατὰ λέξιν οὑτωσὶ διαλαμβάνον ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τάδε διέξεισιν. ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι. ἔξω τῆς παρὰ θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῷ. πολλοὶ τῶν Χριστιανῶν ἀδιαφόρως ὠτακουστοῦσι καὶ φήμας θηρῶνται καὶ συμβόλοις προσέχουσιν. ἀλλ' ἄκουε ὅτι ἀπερρίφη ὁ λαὸς ὁ ταῦτα περιεργαζόμενος. πολλαὶ γὰρ ἐκ τοῦ Μωσαϊκοῦ νόμου μαντεῖαι καὶ κληδόνες καὶ οἰωνισμοὶ καὶ ὀρνιθοσκοπίαι διαβέβληνται ὡς δαιμόνων εὑρέματα. "οὐκ οἰωνιεῖσθε"3 γάρ φησιν, "οὐδὲ ὀρνιθοσκοπεῖσθε. τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεὸς ἐξολοθρεύει ἀπὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται. σοὶ δὲ οὐχ οὕτως δέδωκε κύριος ὁ θεός σου."3 ἄτοπον γὰρ τὸν ἔχοντα την ἐκ τῶν δικαιωμάτων τοῦ θεοῦ συμβουλὴν πρὸς τὴν ὑπὲρ τῶν πρακτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις. καὶ τὸν μὲν ἑαυτοῦ κίνδυνον παρακείμενον καὶ ἐν ὀφθαλμοῖς ὄντα οὐκ οἶδεν ἡ ὄρνις, σοι δὲ τὸ μέλλον προαγορεύσει; εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλῶς περιπέτον ται, μή μοι καθέζου δεσποτῶν ἀπάταις προσκεχηνώς, μηδὲ γίνου διαβολικαῖς ἔκδοτος ἐνεργείαις, ὃς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ καταχρώμενος οὐκ ἀνίησιν. ἀλλὰ καὶ κράζοντες κόρακες καὶ ἀετοὶ ἀλύοντες δι' ἀπορίαν θήρας τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι. καὶ τοσαύτη τοῦ ἐχθροῦ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα καὶ κύων διακόψας καὶ ἄνθρωπος ἐπιφανεὶς ἕωθεν τοὺς ἐντυγχάνοντας πάντη ποιοῦσιν ἐκπλήττεσθαι. τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν θεὸν ἐπανάγειν; ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, ἀλλὰ ταῦτα καταλιπὼν τοῦ δημιουργοῦ τὴν ἐπ' αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμαζε, πῶς βάρος τοσοῦτον δι' ἀέρος φέρεται, πῶς ἡ ἁπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι. καὶ τοιαύτη μὲν ἡ σοφία τοῦ θεοῦ· ὁ δὲ μικρόψυχος καὶ ταπεινὰ φρονῶν τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρεῖ, καὶ καταλιπὼν τὸν θεὸν δαίμοσιν ἐπιβούλοις ἐκδέδωκεν ἑαυτόν. καὶ περὶ μὲν τούτων οὕτως. 367 Ὁ δέ γε διαληφθεὶς βασιλεὺς καὶ ἐγγαστριμύθους ἐποίησε, καὶ γνώστας ἤτοι μάντεις ἐπλήθυνε, καὶ τὸ πάντων ἀνοσιώτερον, ἐν τῷ θείῳ νεῷ τὸ τῆς ἀκολάστου δαίμονος ἔστησεν ἄγαλμα. οὐ μόνον δὲ εἰδώλοις ἐλάτρευεν ἐν ἔτεσι πεντήκοντα καὶ δύο, ἀλλὰ καὶ αἷμα ἀθῷον ἐξέχεεν, εἴτε προφητῶν εἴτε καὶ ἄλλων τινῶν εὐσεβῶν. καὶ αὐτὸν δὲ τὸν Ἠσαΐαν ξυλίνῳ λέγουσι πρῖσαι πρίονι. πλὴν ὥς φησι Γεώργιος, Μαροδὰχ βασιλεὺς Ἀσσυρίων δεσμώτην ἤγαγε τὸν Μανασσῆν, καὶ βαλὼν ἐν φυλακῇ ἄρτῳ πιτυρίνῳ καὶ ὕδατι σὺν ὄξει ἔτρεφεν. ὡς δὲ καὶ ὁ θειότατός φησιν Ἀναστάσιος ἐξ ἱστορικῶν τινῶν τοῦτο μαθών, καὶ ζωδίῳ χαλκῷ παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐμβάλλεται· ἀλλ' ἔνδον τοῦ ζωδίου ὢν ἐπέγνω τε τὸν θεὸν καὶ τὴν ᾠδὴν ἔψαλλεν. ἐφ' ᾧ καὶ δυνάμει θείᾳ διερράγη τὸ εἴδωλον, καὶ ἄγγελος κυρίου κατήγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα. καὶ ἔζησε
118
τὸ λοιπὸν ἐν μετανοίᾳ, καὶ τὰ προλαβόντα διωρθώσατο. τοσαῦτα δὲ εἰς θεὸν ἐπλημμέλησεν ὡς καὶ τὸν θειότατον Ἀναστάσιον οὕτως εἰπεῖν εἰ Μανασσῆν ἔσωσεν ὁ θεός, τολμῶ εἰπεῖν ὡς καὶ τὸν διάβολον ἔσωσεν ἄν, εἴπερ ἐπιστρέψαι ἠθέλησεν.» Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμμὼς ὁ υἱὸς αὐτοῦ. οὗτος τὴν μὲν πατρικὴν ἀσέβειαν ἐμιμήσατο, οὐ μὴν δὲ τὴν 368 μετάνοιαν. ἄξιον δὲ ζητῆσαι διὰ τί τοῦ μὲν Μανασσῆ τὴν ἐπιστροφὴν ἀνέμεινεν ὁ θεός, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀμμὼς οὐχί, ἀλλ' ἐθέρισεν αὐτὸν ἔτη δύο βασιλεύσαντα. φησὶ γὰρ ἡ γραφή καὶ παρελογίσατο Ἀμμὼς λογισμὸν πονηρόν, καὶ εἶπεν· ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησε, καὶ ἐν γήρει μετενόησε. καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς κύριον.» διὰ τοῦτο οὐκ ἀνέμεινεν ὁ θεός, διότι οὐκ ἐσωφρονίσθη ἀφ' ὧν ὁ πατὴρ αὐτοῦ πέπονθεν. Μετὰ τοῦτον Ἰωσίας ὁ ἔγγονος αὐτοῦ. οὗτος τοῦ προγόνου Δαβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. καὶ πρῶτον μὲν ἐπεμελήθη τοῦ ναοῦ, κατασκάψας πρὸς τοῖς ἄλλοις καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε Σολομὼν τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδονίων· ἔπειτα δὲ τῶν ἐν τῷ Δευτερονομίῳ θείων λόγων ἀκούσας καὶ τὴν ἐσθῆτα διέρρηξε καὶ ἐπὶ πλεῖστον ἐθρήνησε. διά τοι τοῦτο καὶ ὁ θεὸς κατὰ μὲν τοῦ λαοῦ καὶ τοῦ ναοῦ τὴν ψῆφον ἐξήνεγκε, τῷ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· ἀνθ' ὧν» γάρ φησιν ἤκουσας τῶν λόγων μου καὶ ἡπαλύνθη ἡ καρδία σου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον.» καὶ τὰ μὲν σκεύη τῶν 369 εἰδώλων ἐν τῷ χειμάρρῳ τῶν Κέδρων συνέτριψεν, ἐν δὲ τῇ Βαιθὴλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε, κατὰ τὴν προφητείαν Ἰωὴλ ἐκείνου τοῦ ἀνθρώπου τοῦ θεοῦ. ἐπὶ μέντοι τῶν χρόνων τοῦ βασιλέως Ἰωσίου, ὥς φησι Γεώργιος, ἐκτίσθη τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως Θρᾴκης. Ἰστέον ὅτι τρίτον ἐπόρθησε τὴν Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἐπὶ Ἰωακεὶμ Ἰεχονίου, καὶ ὕστερον ἐπὶ Σεδεκίου, ὥς φησι Γεώργιος. ὁ δὲ Θεοδώρητος Ἰωακεὶμ καὶ Ἰεχονίαν τὸν αὐτὸν εἶναι λέγει, τῷ θειοτάτῳ Ἱερεμίᾳ ἑπόμενος. ὁ δὲ Σεδεκίας κατὰ τὸν μέγαν Ἐπιφάνιον τυφλωθεὶς καὶ εἰς Βα-βυλῶνα ἀπαχθεὶς ἐνεβλήθη μύλωνι ἐπὶ ἔτεσιν εἴκοσι καὶ ἕξ, εἰ καὶ ὕστερον ἐτιμήθη. γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ Δαβὶδ ἄχρι Σεδεκίου τὰ ἔτη υϟʹ καὶ ηʹ, οἱ δὲ βασιλεῖς εἴκοσι καὶ δύο πάντες ἐξ ἑνὸς γένους τοῦ Δαβίδ. οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύσαντες ιηʹ, ἀπὸ Ἱεροβοὰμ ἕως Ὠσηέ, ἐφ' οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια ὑπὸ Σαλμανασάρ. ἀντὶ δὲ τῶν Σαμαρειτῶν Ἀσσύριοι ἐκεῖσε κατῴκησαν, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι. οὗτοι μὲν οὖν ὑπὸ λεόντων βιβρωσκόμενοι ἐξαπίνης αὐτοῖς ἐμπιπτόντων, καὶ μαθόντες ἀπὸ γερόντων ἀρχαίων τὸν τιμώμενον ἐκεῖσε θεόν, καὶ ὅτι παρ' ἐκείνου τὰ τοιαῦτα πάσχουσι, τὴν τοῦ Μωσέως ἐπικτῶνται πεντάτευχον· καὶ 370 οὕτω τὸν ἀληθινὸν θεὸν ἐπιγνόντες ἀβλαβεῖς τοῦ λοιποῦ διετηρήθησαν, εἰ καὶ εἰς αἱρέσεις ἐντεῦθεν ἐξώκειλαν ἅτε μὴ κατ' ὀρθὸν λόγον ταῖς ἱεραῖς βίβλοις ἐγκύπτοντες. τὰ δὲ ἔτη τῶν βασιλευσάντων ἐν Σαμαρείᾳ σνʹ καὶ γʹ, ἐκ διαφόρων μὲν γεγονότων, πάντων δὲ πεποιηκότων τὸ πονηρὸν κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. Τὴν μὲν οὖν ἀπὸ Περσίδος τῶν Ἰουδαίων ἐπάνοδον ἐξηγήσατό τε ὁ Ἔσδρας καὶ συνεγράψατο. ἡ δὲ πρόφασις τῆς ἐπανόδου κατὰ τὸν Ἰώσηπον αὕτη. τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ἐν οἷς ἦν καὶ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι τεθείσης συμφωνίας αἰτῆσαι τὸν νικῶντα ἅπερ ἂν ἐθελήσει παρὰ τοῦ βασιλέως. τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾶν τὸν οἶνον, καὶ τοῦ ἑτέρου τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπε νικᾶν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. καὶ ἐπεὶ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ἃ βούλεται, ἠξίωσεν αὐτὸν ἀφεθῆναι τὴν αἰχμαλωσίαν. ὃ δὴ καὶ γέγονε· τηνικαῦτα καὶ γὰρ ἐπληροῦντο τὰ οʹ ἔτη τῆς θείας ὀργῆς. καὶ οἱ μὲν
119
οἰκοδομοῦντες τὸν ναὸν ἦσαν Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, οἰκοδομηθῆναι δὲ ὁ τοιοῦτος ἔφθασε ναὸς τὴν δευτέραν ταύτην οἰκοδομὴν ἐν χρόνοις μϛʹ διὰ τὸ παρὰ τῶν γειτονούντων ταύτην κωλύεσθαι· ἡ γὰρ πρώτη ἐν χρόνοις εἴκοσι ἐγένετο παρὰ Σολομῶντος, ὡς Ἔσδρας 371 ἱστορεῖ. καὶ τὴν μέντοι ἀπὸ Βαβυλῶνος τῶν Ἰουδαίων ἐπάνοδον, ναὶ μὴν καὶ τὴν τῶν νεκρῶν παγκόσμιον ἀνάστασιν αἰνιττόμενος ὁ θεὸς ὑπέδειξε τῷ Ἰεζεκιὴλ πεδίον πλῆρες ὀστῶν νεκρῶν, ἃ παραδόξως ἐζωογονήθησαν. ὁ μὲν οὖν Ἔσδρας εὐφυὴς ὢν προεκόμισε τότε τὸν νόμον, καὶ ἀνέγνω, καὶ ὑπετύπωσε πάντα τὰ κατὰ τὸ ἱερόν, καὶ τοὺς λαβόντας ἀλλογενεῖς γυναῖκας ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐκβαλεῖν πεποίηκε. καὶ οὕτω πάντες καθαρισθέντες ἐποίησαν τὸ πάσχα. ἀλλὰ καὶ αὖθις γυναῖκας ἑωρακὼς Ἀζωτίους Ἑβραίοις ἐπιμιγείσας, καὶ θρηνήσας, ἔπεισε τὸν λαὸν ταύτας ἐκβαλεῖν ὡς γάμον παράνομον. λέγεται δὲ καὶ τοῦτο, ὡς εἰ μὴ ἦν ὁ Ἔσδρας, οὐκ ἂν οὐδὲ ἕν βιβλίον διά γε τὴν τῶν Ἰουδαίων ῥαθυμίαν καὶ τὴν πολυχρόνιον αἰχμαλωσίαν μέχρι τοῦ νῦν διεσώζετο. προσσχεῖν δὲ ἄξιον καὶ τῷ μεγάλῳ Κυρίλλῳ ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε περὶ τούτου διεληφότι. ἐπεὶ δὲ πρὸς τὴν ἐνεγκοῦσαν ἀπεκομίζοντο οἱ Ἰουδαῖοι καὶ νόμῳ τῷ διὰ Μωσέως παιδαγωγεῖσθαι πάλιν ἐσπούδαζον, τότε δὴ τότε παρ' αὐτοῖς ἐδέχετο σκῆπτρον Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὥστε εἰ καὶ καταλῆξαί φησιν ὁ παράφρων εἰς Σεδεκίαν τὴν τοῦ Δαβὶδ βασιλείαν, ματαιάζειν ἔοικε προφανῶς, εἴγε μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν τοῖς τῆς βασιλείας θώκοις ὁ Ζοροβάβελ ἐνιδρυμένος ἐφαίνετο. οὗτος μὲν 372 οὖν παρέπεμψε τὸ σκῆπτρον διὰ τῶν ἐφεξῆς μέχρι τῆς Ἡρώδου βασιλείας, ὃς μητρὸς μὲν γέγονεν Ἰουδαίας, ἀλλογενοῦς δὲ πατρός. ἐκλελοιπότων γὰρ οὕτω τῶν ἐκ τῆς Ἰούδα φυλῆς τὸ ἄρχειν λαχόντων ἐγεννήθη ὁ Χριστός· ὃς καὶ γέγονεν ἐθνῶν προσδοκία. οὗτος μὲν οὖν, ὁ διαληφθεὶς δηλονότι Ἡρώδης, τῷ Αὐγούστῳ συμμαχήσας Καίσαρι μετὰ τῶν οἰκείων ἀναλωμάτων, ἡνίκα κατὰ Κλεοπάτρας ὥρμησε, τὸ βασιλεύειν ἐν Ἰουδαίᾳ ὥσπερ τι παρ' ἐκείνου φιλοτίμημα ἔλαβε. καὶ περὶ μὲν τούτων οὕτως. Τοῦ Ναβουχοδονόσορ δὲ μεγαλαυχοῦντος καὶ μεγαλορρημονοῦντος ἐφ' ᾗ πόλει παγκάλῳ ἔκτισε, φωνὴ γέγονεν ἐξ οὐρανοῦ λέγουσα Ναβουχοδονόσορ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ χόρτον ἀγροῦ ψωμιοῦσί σε. καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἓως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀν· θρώπων. καὶ αὐτῇ τῇ ὥρᾳ ταῦτα συνετελέσθησαν, καὶ σὺν τοῖς ἄλλοις ἐμεγαλύνθησαν αἱ τρίχες αὐτοῦ ὡς λέοντος καὶ οἱ ὄνυχες ὡς ὀρνέου.» ταῦτα δὲ πέπονθεν ἅτε μεγαλαυχήσας ἐπὶ τῷ τῆς εἰκόνος ὁράματι· θεὸν γὰρ ἐντεῦθεν ἑαυτὸν ὑπέλαβεν. ὅθεν καὶ τὴν ἑαυτοῦ εἰκόνα ἵστησι τοῦ προσκυνεῖσθαι ἕνεκεν, καὶ τὴν κάμινον ἐκείνην ἀνῆψεν. μετὰ δὲ 373 ταῦτα ὁρᾷ δεύτερον ὄνειρον, δένδρον εἰς οὐρανὸν φθάνον παντοίως πετεινοῖς περιηχούμενον. φωνὴ ἄνωθεν τομὴν ἀπειλοῦσα τοῦ δένδρου, ἄνευ μέντοι τῆς ῥίζης. σαφηνίζει καὶ τοῦτο τὸ ὅραμα ὁ Δανιήλ, καὶ ἑπταετίαν λέγει αὐτὸν συναγελάζεσθαι τοῖς ἐν ὄρεσι θηρίοις, εἶτα πρὸς τὴν βασιλείαν ἐπανελθεῖν. ὅ τι δὴ καὶ γέγονε. Μετὰ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ, εἶτα ὁ ἕτερος υἱὸς αὐτοῦ Βαλθάσαρ. οὗτος συμπόσιον ποιήσας καὶ τοὺς μεγιστᾶνας αὐτοῦ συγκαλεσάμενος ἐκάθητο μεθύων καὶ γαστριζόμενος, ὑπηρετούμενα ἔχων τῷ τοιούτῳ συμποσίῳ τὰ ἱερὰ σκεύη ἐκεῖνα ἅπερ ὁ Ναβουχοδονόσορ ἀφείλετο τοῦ ἐν Ἱεροσολύμοις θείου ναοῦ. ἐπὶ τούτοις ὀργίζεται ὁ θεός. ἐφ' ᾧ καὶ παντελῆ καταψηφίζεται τῶν αὐτοῦ καταφρονούντων ἀπώλειαν. ὁρᾷ λοιπὸν ὁ Βαλθάσαρ ἐπὶ τῷ κονιάματι τοῦ οἴκου, ἐν ᾧ ἐκάθητο, ἀστράγαλον χειρὸς καὶ γράμματα οὕτω διαγορεύοντα μανὴ θεκὲλ φαρές.» ὅθεν καὶ οὐ μικρῶς ὁ βασιλεὺς ἐπὶ τούτοις ἀπορεῖ. ἐρωτᾷ περὶ τούτων τοὺς ἑαυτοῦ
120
σοφούς· οἱ δὲ μηδὲν εἰδέναι ὄμνυνται. μετακαλεῖται καὶ ὁ προφήτης Δανιήλ· ἔφθασε γὰρ ἡ ἐν αὐτῷ προφητικὴ δύναμις γενέσθαι κατάδηλος, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην τοῦ Ναβουχοδονόσορ ὅρασιν καὶ εἶπεν καὶ διεσάφησεν. εἰκόνα 374 γὰρ εἶδε κατ' ὄναρ πολύχρουν καὶ λίθον ἄνευ χειρὸς ἐξ ὄρους τμηθέντα καὶ τὴν εἰκόνα συντρίψαντα. ἀλλ' ἐπελάθετο τοῦ ὁράματος. ἔξυπνος γεγονὼς μαθεῖν ἐζήτει τὴν ὅρασιν. καὶ πάντων ἀπορούντων τῶν αὐτοῦ σοφῶν τε καὶ ἐπαοιδῶν (θεοῦ γὰρ ἔλεγον τὰ τοιαῦτα πράγματα) ὁ προφήτης μετεκλήθη Δανιήλ, καὶ ὡς εἶχε τὰ τῆς ὁράσεως τῷ βασιλεῖ διεσάφησε. μανθάνει ταῦτα καὶ Βαλθάσαρ, καὶ τὸν προφήτην οὐ μικρῶς αἰτεῖ περὶ τῆς ἐπιλύσεως τῶν ὁραθέντων ἐκείνῳ γραμμάτων. πείθεται οὖν καί φησι πρὸς αὐτόν μανή, ἠρίθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσε· τοῦτο γὰρ ἑρμηνεύει ἡ Σύρα γλῶττα καὶ Ἑβραΐς. θεκέλ, ἐστάθμησεν ὁ θεὸς τὴν βασιλείαν σου, καὶ εὑρέθη ὑστεροῦσα. φαρές, διῄρηται καὶ ἡ βασιλεία σου καὶ ἐδόθη Πέρσαις καὶ Μήδοις.» τότε καὶ γὰρ μόνον ἦν ἡ βασιλεία τῶν Βαβυλωνίων. ὁ τοίνυν Βαλθάσαρ τὰ συμβησόμενα αὐτῷ δεινὰ μεμαθηκὼς οὐ μόνον οὐκ ἐδυσχέρανε κατὰ τοῦ Δανιήλ, ἀλλὰ καὶ ὡς ὑπέσχετο, δωρεαῖς αὐτὸν μεγίσταις ἠμείψατο, πορφύραν ἐνδύσας καὶ χρυσοῦν μανιάκιον. ἀλλὰ καὶ ἐρωτήσας αὐτὸν ὅπως ἐξευμενίσαι δυνηθείη τὸ θεῖον, ἤκουσεν ἐν ἐλεημοσύναις τὰς ἁμαρτίας σου λύτρωσαι, καὶ ἀσέβειάν σου ἐν οἰκτιρμοῖς πενήτων.» 375 Μετὰ δὲ ταῦτα στρατεύει κατὰ Βαβυλωνίων ὁ Δαρεῖος κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν, καὶ ἄγει σὺν τοῖς λοιποῖς αἰχμαλώτοις καὶ αὐτὸν τὸν Δανιήλ, ὃν καὶ διὰ τιμῆς εἶχε πολλῆς. φθονοῦσιν αὐτῷ οἱ σατράπαι. πείθουσι τὸν βασιλέα τοιάνδε θέσθαι κέλευσιν, ὃς ἂν εὑρεθείη εὐξάμενος εἰς θεόν, τῷ τῶν λεόντων ἐμβληθῆναι λάκκῳ. ὁ γοῦν Δανιὴλ μηδὲν τούτων φροντίσας ηὔχετο εἰς θεόν. ἐφ' ᾧ καὶ τοῖς λέουσι παραδίδοται. ἀλλὰ σῶος τῇ ἐπαύριον τοῦ λάκκου ἐξέρχεται. τῶν δὲ εἰπόντων μὴ ἄλλως τὸν Δανιὴλ σωθῆναι, εἰ μὴ κατακορεῖς ἦσαν οἱ λέοντες, τί γίνεται; τοῖς λέουσι καὶ αὐτοὶ παρατίθενται, καὶ εὐθέως βορὰ τούτοις γίνονται. μετὰ ταῦτα, ἤγουν μετὰ τοὺς λέοντας, τὰ ἐκ τῆς θαλάσσης ἀνερχόμενα τέσσαρα θηρία ὁρᾷ· καὶ ὁ Γαβριὴλ δὲ ἐν πεδίῳ τινὶ διαλέγεται αὐτῷ καὶ τὰ μέλλοντα διδάσκει. Μετὰ ταῦτα κρατεῖ Κῦρος ὁ Πέρσης τὸν τοῦ Ἀστυάγου Δαρεῖον ἀνελὼν καὶ τὸν Κροῖσον ἀφανίσας. τότε δὴ τότε ὁ Δανιὴλ καὶ τὸ τῶν Βαβυλωνίων εἴδωλον, αὐτὸν δηλαδὴ τὸν Βήλ, ἐκ μέσου πεποίηκε, καὶ τὴν τῶν ἱερέων κακουργίαν διὰ τῆς αἰθάλης ἀπήλεγξεν. ἀναιρεῖ δὲ καὶ τὸν παρ' ἐκείνοις τιμώμενον δράκοντα. εἶτα τί; ἐπανίστανται κατὰ τοῦ Κύρου ὡς δῆθεν ἰουδαΐζοντος οἱ ἱερεῖς, ἔκδοτον λαμβάνουσι τὸν Δανιήλ, καὶ ἐν ἓξ ἡμέραις λάκκῳ κατακλείουσιν, ἑπτὰ λέουσι παραδόντες αὐτόν. ἀλλὰ βληθεὶς καὶ τότε ἀβλαβὴς δια μένει. τηνικαῦτα καὶ ὁ Ἀβακοὺμ εν ἀκαρεῖ τῷ Δανιὴλ ἐφίσταται, καὶ ταῦτα τοῦ λάκκου ἐσφραγισμένου ὄντος, τὸ τῶν θεριστῶν ἐξ Ἰουδαίας βρῶμα κομίζων αὐτῷ· τοιαῦτα καὶ γὰρ τὰ τοῦ θεοῦ θαυμάσια. καὶ τῷ Δανιὴλ ἐπέστη, καὶ τῶν θεριστῶν οὐκ ἀπελιμπάνετο. Μετὰ δὲ Κῦρον Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονοσορ ἐπικληθείς, οὗ στρατηγὸς Ὁλοφέρνης, ὃν ἡ Ἰουδὴθ πανσόφως ἀποκτείνασα καὶ πάντα τὰ αὐτοῦ λαβοῦσα οὐχ ὑψώθη τὴν καρδίαν, ἀλλὰ ταῦτα πάντα τῷ κυρίῳ ἀναθεμένη τῇ χηρείᾳ ἐδούλευσε μετὰ τῆς συνήθους ἐγκρατείας ζήσασα ἔτη ρεʹ. μετὰ τοῦτον Σμέρδιος ὁ Μάγος, εἶτα Δαρεῖος ὁ τοῦ Ὑστάσπου, ἐφ' οὗ πάλιν ὁ Ζοροβάβελ καὶ ὁ Ἰησοῦς ἐτελείωσαν τὸν ναὸν ἀμεληθέντα ἔτη μʹ. Μετὰ Δαρεῖον Ἀρταβάνης. μετὰ τοῦτον Ἀρταξέρξης ὁ μακρόχειρ, ἐφ' οὗ Σοφοκλῆς καὶ Ἡράκλειτος, Ἀναξαγόρας καὶ Πυθα-γόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Ἐμ-πεδοκλῆς καὶ Διογένης καὶ Ἱπποκράτης, Πλάτων καὶ Ἀριστο
121
τέλης ἐγνωρίζοντο. μετὰ δὲ Ἀρταξέρξην ἕτερος Ἀρταξέρξης, καὶ ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθελὼν Ἀλέξανδρος τὴν βασιλείαν τῶν Περσῶν κατέλυσε καὶ πᾶσαν τὴν γῆν ἐκράτησε. 377 Μὰνθανε οὖν ἐντεῦθεν ὅτι πρώτη βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων, δευτέρα ἡ τῶν Μήδων ὡς ἐκείνην καθελοῦσα, μετὰ ταῦτα ἡ τῶν Περσῶν ὡς ἐκείνην διαδεξαμένη, ἔπειτα ἡ τῶν Μακεδόνων ὡς καταγωνισαμένη τοὺς Πέρσας, καὶ τέλος ἡ τῶν Ῥωμαίων. Μετὰ μέντοι τὸν Ἀλέξανδρον οἱ παῖδες αὐτοῦ καὶ μεγιστᾶνες τὴν βασιλείαν διεῖλον, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λαγὼς καὶ οἱ καθεξῆς Πτολεμαῖοι δέκα τὸν ἀριθμὸν ὄντες καὶ τρεῖς ἕως Κλεοπάτρας, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Συρίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας εἰς τὰ μέρη Κιλικίας καὶ ἑτέραν ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν, εἰς ὄνομα ἑαυτοῦ τε καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ. ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα εἰς τιμὴν τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, ἀφʹ οὗ καὶ αὐτοὶ Κολοσσεῖς ὠνομάσθησαν. μετὰ δὲ Σέλευκον Ἀντίοχος ὁ υἱὸς αὐτοῦ καὶ ἕτεροι πέντε. εἶτα Ἀντίοχος ὁ ἐπιφανὴς υἱὸς Σελεύκου τοῦ φιλοπάτορος· ἐφ' οὗ ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσαλήμ. οὗτος γὰρ τὴν Αἴγυπτον πᾶσαν χειρωσάμενος ὡς ἅρπαξ καὶ ἄδικος ἐπὶ τὴν Ἱερουσαλὴμ μετὰ θυμοῦ ὑπέστρε ψεν, ἔνθεν τοι καὶ ἀνῃρέθησαν μυριάδες ιηʹ. μετὰ δὲ δύο ἔτη ἀπέστειλε στρατηγόν, ὃς πολλὰ κακὰ τῇ πόλει τῇ ἁγίᾳ ἐνεδείξατο καὶ τὸν λαὸν ἑλληνίζειν ἠνάγκαζε. Ματθαῖος δέ τις ἔχων υἱοὺς πέντε, ἀφ' ὧν Ἰούδας ὁ Μακκαβαῖος, ὃς ζήλῳ θείῳ κινηθεὶς τὸν στρατηγὸν ἀπέκτεινε τοῦ Ἀντιόχου καὶ μυρία ἄλλα εἰργάσατο. ὁ δὲ Ἀντίοχος κατὰ Περσίδος μὲν ὁρμήσας, ἀτίμως δὲ ὑποστρέφων μετὰ καὶ νόσου βαρυτάτης, συνῆκε καθ' ἑαυτὸν λέγων ἄξια πάσχω ὧν εἰς τὴν Ἱερουσαλὴμ πέπραχα.» καὶ σκώληκας ἐκβράσας τὴν ψυχὴν ἀπερρήξατο. μετὰ δὲ τοῦτον Ἀντίοχος εὐπάτωρ ὁ υἱὸς αὐτοῦ, ἐφ' οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχους Ἀν-τιόχου τροπωσάμενος ἤγειρε καθ' ἑαυτοῦ τὸν Ἀντίοχον μετὰ πλήθους ἀπείρου καὶ ἐλεφάντων νʹ καὶ εʹ, ἐφ' ὧν πύργοι ξύλινοι, ἔχοντες ὁ καθ' ἕνα ἀνὰ στρατιώτας ἐνόπλους λβʹ. τότε δὴ τότε μεγάλα εἰργάσατο ὁ Ἰούδας, ὡς καὶ τὴν ἀρχιερωσύνην λαβεῖν παρὰ τοῦ λαοῦ. ἐφ' οὗ ὁ Ἰησοῦς ὁ τοῦ Σιρὰχ τὴν πανάρετον συντάξας Ἰουδαίοις ἐγνωρίζετο. ΤΜΗΜΑ ΤΡΙΤΟΝ Τὰ δὲ τῶν Ῥωμαίων πράγματα διῳκεῖτο πρώην ὑπὸ ὑπά-των ἐπὶ ἔτη τξʹ καὶ δʹ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννηθέντος· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνὶ τῆς ἐγκυμονίας αὐτῆς, τὴν κοιλίαν αὐτῆς ἀνατέμνουσι καὶ σῶον αὐτὸν ἐκεῖθεν ἐκβάλλουσιν, ὅθεν Καῖσαρ ἐλέγετο, ἀφ' οὗ καὶ πάντες οἱ Ῥωμαίων βασιλεῖς Καίσαρες προσηγορεύθησαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶτταν ἀνατομὴ τὸ Καῖσαρ λέγεται. οὗτος ὁ Ἰούλιος Καῖσαρ δικτάτωρ ἐκαλεῖτο, τουτέστι μονάρχης· αὐτὸς γὰρ μόνος καὶ πρῶτος τὸ Ῥωμαϊκὸν ἐκράτησε σκῆπτρον ἔτη ιηʹ. ὃς καὶ νόμους Ῥωμαίοις ἔδωκε, καὶ τὰς ἰνδίκτους καὶ τὸν βίσεκτον ἔφερε, καὶ τὸν μῆνα Ἰούλιον ὠνόμασε πρότερον Κιντίλιον λεγόμενον. Μετὰ δὲ Ἰούλιον ἐβασίλευσεν ὁ ἐκ βρέφους μὲν Ὀκτάβι-ος, Αὔγουστος δὲ διὰ τὴν λαμπρότητα ὕστερον, εἰ καί τινες αὐτὸν ἕτεροι λέγουσιν Ὀκταβίου υἱόν, ἔτη νʹ καὶ ϛʹ. ἀφ' οὗ καὶ σεβαστοὶ καὶ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ 380 μὴν Αὔγουστος ἐκλήθη ὁ καὶ πρότερον Σεκστίλιος. Αὔγουστος δὲ ὁ Καῖσαρ καλεῖται παρὰ Ῥωμαίοις ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων· πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια Αὔγουστα προσαγορεύονται. διὰ γὰρ τοῦτο καὶ σεβαστὸν
122
εἶπον αὐτὸν ἀπὸ τοῦ σεβάζεσθαι, ὥσπερ τινὰ σεπτόν. ὁ Καῖσαρ μετὰ τὸ τοὺς ἀντικειμένους αὐτῷ νικῆσαι, καὶ αὐτὸν δὲ τὸν Ἀντώνιον ναυμαχοῦντα, τὸ κράτος ἅπαν ἔσχε καὶ μονάρχης γέγονεν. ἐν δὲ τῷ τοῦ στρατοπεδίου τόπῳ κτίσας πόλιν Νικόπολιν ταύτην ὠνόμασεν. ἔστησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ' ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀνθρώπῳ συναντῆσαι ὄνον ἐλαύνοντι· καὶ ὃς ἐρωτηθείς ἐμοὶ μὲν» ἔφη Εὐτυχὴς ὄνομα, τῷ δὲ ὄνῳ Νίκων.» αἱ δὲ στῆλαι αὗται ὕστερον ἀνεκομίσθησαν εἰς τὸ Βυζάντιον, καὶ ἔστησαν ἐν τῷ Ἱπποδρομίῳ. ἀλλὰ καὶ Κλεοπάτραν χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθεῖλε τὴν βασιλείαν Πτολεμαίων διαρκέσασαν ἔτεσι διακοσίοις καὶ ἐννενήκοντα. καὶ πάσης δὲ τῆς γῆς κυριεύσας καὶ τοὺς τοπάρχας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον. τότε δὴ τότε καὶ τὰ τοῦ Ἠσαΐου πέρας εἴληφεν μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν.» κατελύθησαν γὰρ αὶ κατὰ τόπους τοπαρχίαι καὶ 381 βασιλεῖαι καὶ οἱ ἀνὰ μέσον αὐτῶν πόλεμοι. ἢ οὐκ οἶδας; ὁπηνίκα ταῦτα ἐπροφητεύετο, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐκράτει, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἕτερος Μωαβιτῶν. τοῦ δὲ Χριστοῦ κατὰ σάρκα γεννηθέντος ὑπὸ τὴν Ῥωμαϊκὴν ἀρχὴν αἱ ἐθναρχίαι πᾶσαι γεγόνασιν. οὐκοῦν ἀπὸ τῆς οἰκοδομῆς Ἱερουσαλήμ, ἥτις ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρα, μέχρις Ὑρκανοῦ τελευταίου ἀρχιερέως, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβʹ ἐτῶν ἀριθμὸς συμπληροῦται. ἔκτοτε δὲ καὶ μέχρι τῆς ἐν τῷ Ἰορδάνῃ ἐπιφανείας τοῦ κυρίου αὶ λοιπαὶ ἑπτὰ ἑβδομάδες κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν τὴν οὕτω λέγουσαν οʹ ἑβδομάδες συνετμήθησαν τοῦ καταλῦσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρισθῆναι ἅγιον ἁγίων,» τουτέστιν αὐτὸν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν. μετὰ μέντοι τὴν ἀναίρεσιν τοῦ Ὑρκανοῦ παρανόμως οἱ ἀρχιερεῖς ἐγίνοντο· οὐδὲ γὰρ ἐξ ἐκείνου κατήγοντο. Λέγεται δὲ καὶ τοῦτο περὶ τοῦ Αὐγούστου Καίσαρος, ὅτι ὀξύχολος μὲν ἦν, μετεβάλλετο δὲ τάχιστα. οὗτος κατὰ πολλῶν τε ἀνθρώπων ἀπεφήνατο θάνατον· σοφὸς δέ τις κατ' ἐκεῖνο καιροῦ χάρτῃ γράψας ἐνώπιον ἀκοντίζει τοῦ Καίσαρος. τὰ δὲ γράμματα ἔλεγε δήμιε, παῦσαι κρίνων.» ταῦτα οὖν ὁ Καῖσαρ ἀναγνοὺς ἐξίσταται τοῦ θρόνου, καὶ ἀκύ ρωτα πάντα τὰ ψηφισθέντα τίθησιν. οὗτος πολὺς ἦν εἰς γυναῖκας, καὶ μάλιστα τὰς ὑπάνδρους· καὶ δὴ τὸ χεῖρον, προσέταττε τοῖς ἀνδράσι καὶ μὴ βουλομένοις τοιούτου μύσους ὑπηρέτας γίνεσθαι. σοφὸς δέ τις Ἀλεξανδρεὺς Ἀθηνόδωρος τοὔνομα πολλὰ μὲν παρῄνει τῷ Καίσαρι τῶν τοιούτων ἕνεκα, πείθειν δὲ ὅλως μὴ ἔχων ἄλλην ὁδὸν μετέρχεται. ἄνθρωπον γάρ τινα τὰ πρῶτα ἐν τῇ συγκλήτῳ φέροντα ὀλοφυρόμενον ἰδών (ἠναγκάζετο γὰρ τὴν αὑτοῦ γαμετὴν ἐγκλεῖσαι φορείῳ καταστέγῳ καὶ πρὸς τὸν Καίσαρα πέμψαι) παρεγγυᾶται αὐτῷ μηκέτι πενθεῖν, αὐτὸν δὲ τῷ φορείῳ ἐγκλεῖσαι ἀντὶ τῆς γυναικὸς αὐτοῦ καὶ στεῖλαι πρὸς τὸν Καίσαρα. πείθεται οὖν, εἰ καὶ μόλις, ὁ ἀνήρ. καὶ τίνα τὰ μετὰ ταῦτα; εἴσεισιν ὁ Ἀθηνόδωρος ξίφος ἐπιφερόμενος, καὶ οὕτω διὰ τοῦ φορείου πρὸς τὸν Καίσαρα πέμπεται. δέχεται ὁ Καῖσαρ, ῥήγνυσι τὰς σφραγῖδας. ἔξεισιν ὁ Ἀθηνόδωρος, ἐπισείει τὸ ξίφος. πτοεῖται ὁ Καῖσαρ, ὑπισχνεῖται δι' ὅρκων μηκέτι κοίταις ἀλλοτρίαις χρανθῆναι. μετὰ ταῦτα ὁ Ἀθηνόδωρος πρὸς τὴν ἐνεγκαμένην ἀπαίρων, καὶ εἰδὼς τὸν Καίσαρα ὀξὺ μὲν θυμούμενον ταχὺ δὲ μεταβαλλόμενον, κύπτει πρὸς οὖς ὡς δῆθεν καταφιλήσων αὐτόν, καὶ οὕτως ἔφη σεβαστὲ Καῖσαρ, τοῦτό σοι λείπει μόνον, μὴ τὰς ψήφους ἐξενεγκεῖν πρὶν ἂν ἐν ἑαυτῷ λαλήσῃς τὰ κδʹ γράμματα.» το σοῦτον δὲ παρὰ τοῖς ὑπηκόοις ἀγαπώμενος ἦν ὥστε Ῥωμαῖος ἀνὴρ τὸν βίον ἐκλιπεῖν μέλλων ἐπέτρεπε τοῖς ἑαυτοῦ παισὶ χαριστηρίους θυσίας ἐνεγκεῖν τοῖς θεοῖς, ὅτι ζῶντα καταλιμπάνει τὸν σεβαστόν. ἐπεὶ δὲ ὁ Καῖσαρ ἐξίστατο τοῦ βίου, πηλίνην» ἔφησε τὴν πόλιν εὑρὼν καλλίπυργον ταύτην καὶ
123
στερεμνίαν πεποίηκα. πρὸς τούτοις δὲ καὶ πολλοὺς ἐν τῇ τελευτῇ μου βούλομαι κροτῆσαι χεῖρας, ὡς ἐπὶ μίμου τελευτῇ καὶ παίκτου τινός.» ταῦτα δὲ καταπαίζων τοῦ βίου πάντως ἔλεγε. καὶ περὶ μὲν τούτων οὕτως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἐν τῷ μβʹ ἔτει τῆς βασιλείας τοῦ μνημονευθέντος ἄνωθεν Καίσαρος γεννᾶται τὸ κατὰ σάρκα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τῆς ἀειπαρθένου Μαρίας. ἡ γὰρ ἄμωμος αὕτη γεννᾶται μὲν ἐξ ἐπαγγελίας, τριετίζουσα δὲ προσάγεται τῷ ναῷ, καιρὸν ἱκανὸν ἐν τοῖς αὐτοῦ διάγει ἀδύτοις, ὑπ' ἀγγέλου κομίζεται τὴν τροφήν, ὡσεὶ δέκα γίνεται καὶ τεσσάρων ἐτῶν. σκέπτονται περὶ τούτου οἱ ἀρχιερεῖς, ὡς εἰκός· δεήσεις προσάγουσι τῷ θεῷ. μνηστεύεται τηνικαῦτα τῷ Ἰωσήφ, τοῦ θεοῦ καὶ τοῦτο διὰ τῆς βλαστησάσης ῥάβδου προτρέψαντος. τότε δὴ τότε καὶ πέρας λαμβάνει προφητικὴ ῥῆσις ἡ λέγουσα ἰδοὺ δίδοται βιβλίον ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα,» τουτέστι γάμοις προσ ωμιληκότι καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι αὐτ, ὅτι ἐσφραγισμένον ἐστίν.» οὐ πολὺς παρῆλθε καιρός, καὶ θεῖος ἄγγελος πρὸς αὐτὴν καταπέμπεται, χαῖρε κεχαριτωμένη» λέγων· ὁ κύριος μετὰ σοῦ.» ἔκθαμβος οὖν ἐπι τῷ ῥήματι γεγονυῖα, καὶ πῶς ἔσται μοι τοῦτο» εἰποῦσα, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» παρὰ τοῦ Γαβριὴλ ἀκούει καὶ τάδε πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» πρόσεχε δὲ ὅτι νεῦμα ἅγιον εἰπὼν καὶ δύναμιν ὑψίστου, ὃ σημαίνει τὸν Χριστόν (Χριστὸς γὰρ θεοῦ δύναμις) ὅλην ἐν τούτῳ τὴν ἁγίαν τριάδα ἐνέφηνεν. εἰ γὰρ καὶ μόνος ὁ υἱὸς ἐσαρκώθη, ἀλλὰ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον συμπαρῆσαν αὐτῷ σαρκουμένῳ κατὰ τὸ ἀδιαίρετον τῆς ὁμοουσιότητος, ὡς ὁ μέγας φησὶν Ἀθανάσιος. κατὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν ὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τουτέστιν οὐσιωδῶς. Ἐγκυμονεῖ τηνικαῦτα λοιπόν, ὀγκοῦται ἡ παρθενικὴ γαστὴρ αὐτῆς. οὐ μικρῶς ἐπὶ τούτοις ὁ Ἰωσὴφ ταράσσεται, λαθραίως ἀπολῦσαι τὴν ἐγκύμονα μελετᾷ. θεῖος αὐτῷ ἐφίσταται ἄγγελος κατ' ὄναρ, μὴ φοβηθῇς» λέγων παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά ου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.» ἔξυπνος οὖν γεγονὼς παρέλαβε ὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν 385 υἱὸν αὐτῆς τὸν πρωτότοκον. ὁ μὲν οὖν μέγας Βασίλειός φησιν ὅτι οὔτε πρὸ τοῦ τόκου οὔτε μετὰ τὸν τόκον ἔγνω τὴν πάναγνον ὁ Ἰωσήφ. τὸ γὰρ ἕως οὗ πολλαχοῦ τῆς γραφῆς ἀόριστον εὕρηται, ὡς ὅταν λέγει καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ·» καὶ γὰρ ὁ κόραξ οὐδὲ μετὰ τὸ ξηρανθῆναι τὴν γῆν ὑπέστρεψε. καὶ ἀλλαχοῦ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» εἴπερ οὐκ ἦν ἀόριστον τὸ ἕως, ἐγερθῆναι λοιπὸν εἴπαμεν τὸν κύριον μετὰ τὸ τεθῆναι τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἀλλὰ καὶ ὁ σωτὴρ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε καὶ ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας.» εἰ οὖν οὐκ ἦν ἀόριστον τὸ ἕως, μετὰ τὴν συντέλειαν λοιπὸν οὐ συνέσεται τοῖς μαθηταῖς ὁ Χριστός. καὶ μὴν ὁ Παῦλος οὕτω φησίν ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.» καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον, ὁ δὲ μέγας Ἀθανάσιός φησιν ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ἀληθῶς ἕως οὗ ἔτεκε τὸν κύριον. οὐκ ᾔδει τί τὸ ἐν αὐτῇ. μόνον ὅτε ἔτεκε, τότε δὴ καὶ ἐγνώρισε. τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἡ δύναμις τῆς παρθένου. τότε ἔγνω, ὅτε ἐξελόχευσε καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν, ὅτε γάλα 386 παρεῖχε ξενορρυὲς καὶ θηλὴν τῆς φυσικῆς νομῆς ἀλλοτρίαν, ὅτε μαζὸν ἔδωκε καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινεν. ἀλλὰ μὴ ξένον τὸ πρᾶγμα ἡγοῦ. ἐπειδὴ γὰρ θεὸς ἦν καὶ ἄνθρωπος τὸ τικτόμενον, ἐξ ἀνάγκης ἑαυτῷ συνέζευξε τά τε θεῖα τά τε ἀνθρώπινα. καὶ ἀνθρώπινα μὲν ὁ ὄγκος τῆς γαστρός, ὁ τῆς κυοφορίας ἐνναμηνιαῖος καιρός, ἡ τοῦ τικτομένου συνήθης ἔξοδος, ἡ
124
γαλακτοτροφία καὶ ἡ ἀπὸ τοῦ μικροῦ ἐπὶ τὸ καθῆκον αὐτοῦ σώματος αὔξησις· κατὰ γὰρ τὸν μακάριον Παῦλον πάντων πεπείραται τῶν ἡμετέρων ἄνευ μόνης τῆς ἁμαρτίας. θεῖα δὲ πάλιν ἡ ἄσπορος σύλληψις, ἡ παράδοξος κύησις καὶ ἀρρύπαντος γέννησις. καὶ τοῦτό ἐστιν ὅπερ ἡ θεολόγος ἔλεγε γλῶττα νόμοι φύσεως καταλύονται.» πρὸς τοῖς ἄλλοις γὰρ καὶ μητρικῶν ὠδένων ἄνευθεν Χριστὸν ἡ πάναγνος ἔτεκε· κατὰ γὰρ τὸν Δαμασκηνόν, ἔνθα ἡδονὴ οὐ προηγήσατο, εἰκότως οὐδὲ ὀδύνη ἐπηκολούθησεν. ὅτι δὲ τὰ τῆς κυοφορίας παράδοξα ἦσαν, καὶ ὁ Ἀρεοπαγίτης Διονύσιος ἔδειξεν, οὕτως εἰπὼν περὶ αὐτοῦ, ὅτι τὸ μὲν ἀνδρικῶς οὐσιωθῆναι αὐτὸν ἐκ τῶν ἱερῶν λογίων ἐμάθομεν, ἀγνοοῦμεν δὲ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ διεπλάττετο. καλῶς οὖν ὁ μέγας Ἀθανάσιος ἔφησεν ὅτε ἐξελόχευσε, καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν·» εἰ μὴ 387 γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ αὐτὴ καὶ τίκτουσα καὶ σπαργανοῦσα καὶ τῇ φάτνῃ τὸ παιδίον ἐπανακλίνουσα. καὶ οὕτω μὲν οἱ διαληφθέντες θεῖοι πατέρες περὶ τοῦ εὐαγγελικοῦ ῥητοῦ τοῦ λέγοντος καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» οἱ δὲ τοῦ Μάνεντος κληρονόμοι Παυλικιανοὶ τὸ τοιοῦτον ῥητὸν πρὸς ἴδιον ἐκλαμβάνοντες θέλημα, τὴν ἄσπιλον τοῦ κυρίου μητέρα τερατολογοῦσι μετὰ τὸν σωτήριον τόκον ἑτέρους υἱοὺς ἐκ τοῦ Ἰωσὴφ παιδοποιῆσαι. Γεννᾶται οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ Μάγοι ἐκ Περσίδος ἐγείρονται τὸν καινότατον ἐκεῖνον ἀστέρα θεασάμενοι, καὶ εἰς προσκύνησιν αὐτοῦ παραγίνονται, προηγούμενον ἔχοντες τὸν τοιοῦτον ἀστέρα καὶ τὴν ὁδὸν οἷον ὑποδεικνύοντα. πρόσεχε δέ, ἀγαπητέ· διαφωνία γὰρ οὐ μικρὰ παρὰ τοῖς ἁγίοις γίνεται τῆς παρὰ τῶν Μάγων ενεκα προσκυνήσεως. πρῶτον γὰρ ὁ μέγας Ἐπιφάνιος ἐν τῇ βίβλῳ 388 Παναρίῳ διετῆ λέγει καὶ ἐν οἰκίᾳ παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστόν· ἐπειδὴ γὰρ ὁ κατὰ τὴν χώραν αὐτῶν φανεὶς ἀστὴρ τὴν κατὰ σάρκα ἐμήνυσε τοῦ Χριστοῦ γέννησιν, προέφθασε δὲ δι' ὀλίγου τοὺς Μάγους ἀγαγεῖν εἰς Ἱεροσόλυμα (κατὰ γὰρ τοῦτο καὶ ὁ Ἡρώδης ἀπὸ διετοῦς ἀναιρεῖσθαι τὰ βρέφη προσέταξε, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων), τούτου χάριν ἀναμνησθεὶς ὁ θεῖος ἀνὴρ διετῆ παρὰ τῶν Μάγων ἔφη προσκυνηθῆναι τὸν Χριστόν. ἀλλ' ὁ χρυσορρήμων Ἰωάννης οὐχ οὕτως· οὐδὲ γὰρ ἅμα τῷ γεννηθῆναι τὸν Χριστὸν τηνικαῦτα καὶ τὸν ἀστέρα φησὶ τοῖς Μάγοις ὀφθῆναι. καὶ ἄκουε τιʹ κατὰ ῥῆμα διέξεισιν ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἑρμηνείᾳ. ὁ ἀστὴρ δὲ πρὸ πολλοῦ τῆς γεννήσεως ἐφάνη τοῖς Μάγοις, ἵν' ἐν σπαργάνοις τὸν Χριστὸν προσκυνήσωσι. πολὺν γὰρ ἔμελλον ἐν τῇ ὁδῷ ἀναλίσκειν τὸν χρόνον. συνεμέτρησε γάρ» φησὶ τὸν χρόνον ὁ θεός, ὃν ἔμελλον ἐν τῇ ὁδῷ ἀναλῶσαι οἱ Μάγοι· καὶ οὕτω κατ' ἐκεῖνον προέφθασεν αὐτοῖς τὸν ἀστέρα, ὡς ἐντεῦθεν ἐν σπαργάνοις προσκυνῆσαι τὸν κύριον. ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος, αὐτός τε ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν σπηλαίῳ λέγοντες παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστόν, τὴν τοῦ χρυσορρήμονος ἐπιβεβαιοῦσι πάντως ἐξήγησιν. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τοῖς λοιποῖς τοῦ τοιού του ἀστέρος οὐ μικρῶς ἀμφιβάλλεις, τῇ παραδόξῳ τε κινήσει, τῇ στάσει, τῇ ἀποκρυβῇ, τῇ ἀφ' ὕψους συγκαταβάσει, καὶ πᾶσιν ἁπλῶς τοῖς τοιούτοις. ἀλλὰ μὴ ἐπὶ πλέον ἀμφίβαλλε· οὐδὲ γὰρ ὁ τοιοῦτος ἀστὴρ εἷς ἐτύγχανε τῶν πολλῶν, οὓς ὁ θεὸς ἐν τῷ στερεώματι κατ' ἀρχὰς ἔθετο, ἀλλὰ δύναμίς τις ἀόρατος ἦν, εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. ἔδει γὰρ καὶ ἐπὶ παραδόξῳ τοιαύτῃ γεννήσει καὶ παράδοξον ἀστέρα γενέσθαι μηνυτὴν καὶ προάγγελον, ὡς ὁ θειότατός φησι Κύριλλος· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ἔφαινεν, οὐκ ἂν ἐν ἡμέρᾳ μέσῃ τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντιζεν. εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἔπεισε τοὺς Μάγους ἐκεῖθεν ἐγερθῆναι καὶ τοσαύτην ὁδὸν στείλασθαι, οὐκ ἂν οὕτω θαυμασίως εἰς
125
Ἱεροσόλυμα ἤγαγεν, οὐκ ἂν ἐξ ὕψους συγκαταβὰς ἐπάνω τοῦ τεχθέντος ἔστη παιδίου, οὐκ ἂν ἄφαντος μετὰ ταῦτα ἐγένετο. ἐπειδὴ γὰρ ὁδηγούμενοι παρ' αὐτοῦ προσεληλύθασι τῷ Χριστῷ καὶ τῇ κατ' αὐτὸν ἀπλανεῖ πίστει γεγόνασι κάτοχοι, χειραγωγίας οὐκέτι τοιαύτης ἐδέοντο. ἔνθεν τοι καὶ κατ' ὄναρ χρηματισθέντες δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Πρὸς τούτοις δέ, ἀγαπητέ, τὴν τοῦ ἐν Βουλγαρίᾳ ἀρχιεπισκόπου ἐξήγησιν ἐπὶ μέσου παράγεις, κἀντεῦθεν διισχυρίζῃ μὴ ἐν αὐτῷ τῷ σπηλαίῳ ἀλλ' ἐν οἰκίᾳ γενέσθαι τινὶ τὴν 390 παρὰ τῶν Μάγων προσκύνησιν. ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἐκ τῶν τοῦ κατὰ Ματθαῖον εὐαγγελίου, ὡς ἔοικεν, ὁρμώμενος, τῶν οὕτω περὶ τῶν Μάγων λεγόντων καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ,» καὶ τάδε φησίν, ὅτι μετὰ τὸ γεννηθῆναι τὸν κύριον καὶ ἐν τῇ φάτνῃ ἀνακλιθῆναι εἰκὸς ἦν εὑρεθῆναι καὶ οἰκίαν τινά, ἐν ᾗ παρὰ τῶν Μάγων τὴν προσκύνησιν δέξασθαι. καὶ ὁ μὲν διαληφθεὶς ἀνὴρ ἔοικε προφανῶς λέγειν μὴ ἐν τῷ σπηλαίῳ, ἐν ᾧ καὶ ἡ φάτνη, τοὺς Μάγους ἰδεῖν τὸν Χριστόν· ὁ δὲ τὴν γλῶτταν χρυσοῦς τά τε τῆς οἰκίας συμβιβάζων καὶ τὰ τῆς φάτνης αὐτῆς οὕτω φησίν, ὅτι τεκοῦσα μὲν εὐθέως κατέκλινεν· ἐκεῖ πολλῶν καὶ γὰρ συνιόντων διὰ τὴν ἀπογραφὴν οὐκ ἦν οἰκίαν εὑρεῖν. παράγει δὲ καὶ τὸν θειότατον Λουκᾶν ἐπισημαίνοντα τοῦτο καὶ λέγοντα ὅτι διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, μετὰ δὲ τοῦτο ἀνείλετο καὶ ἐπὶ τῶν γονάτων εἶχεν. αλλὰ καὶ ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἕκτῃ ὁμιλίᾳ περὶ τῶν Μάγων οὕτω φησί τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην καὶ παιδίον ἐν σπαργάνοις καὶ μητέρα πτωχὴν ἰδόντες;» καὶ μετ' ὀλίγα πῶς δὲ καὶ ὁ ἀστήρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβην ἐδείκνυεν, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη καὶ ὑπὲρ αὐτῆς 391 ἔστη τῆς κεφαλῆς τοῦ παιδίου;» καὶ μετὰ ταῦτα ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι' ἀστέρος ἀλλὰ δι' ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται.» καὶ ἐν τῇ ὀγδόῃ δὲ ὁμιλίᾳ κατὰ λέξιν οὕτω φησὶ περὶ τῶν Μάγων ἀλλὰ τιʹ τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν οὔτε ἡ οἰκία περιφανής.» καὶ μετ' ὀλίγα οὐδέν τι τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη καὶ καλύβη καὶ μήτηρ πτωχή, ἵνα γυμνὴν τῶν Μάγων ἴδῃς τὴν φιλοσοφίαν.» μάνθανε οὖν ἐντεῦθεν ὅτι καὶ οἰκίαν καὶ καλύβην τὸ σπήλαιον ὁ χρυσορρήμων ἐκάλεσεν, ἔνθα καὶ ἡ φάτνη. μὴ οὖν ἔνθεν κἀκεῖθεν περιπλανάσθω σου ἡ διάνοια, τῷ χρυσορρήμονι δὲ πρόσεχε μᾶλλον, ὅτι καὶ σάλπιξ οὗτος χρυσήλατος τοῦ παναγίου κεχρημάτικε πνεύματος. Γεννᾶται οὖν, ὡς εἴρηται, ὁ Χριστός, κἀντεῦθεν ὀκταήμερος περιτέμνεται, ἐν τῷ ναῷ προσάγεται μεθ' ἡμέρας μʹ. καὶ ἐπλήσθησαν» γάρ φησιν αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωσέως, καὶ ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα,» κατὰ τὸν οὕτω λέγοντα νόμον ἐὰν σπερματισθῇ γυνὴ ἀπὸ ἀνδρὸς καὶ τέκῃ παιδίον ἄρρεν, ἀκάθαρτος αὕτη μενέτω ἡμέρας μʹ, ἐὰν δὲ θῆλυ τέκῃ παιδίον, ἡμέρας πʹ.» διὰ τιʹ δὲ καὶ τίνος ἕνεκεν ταῦτα; ὁ ἐμπρόθεσμος οὗτος τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη τῇ μητρὶ τοῦ θήλεως; 392 ὁ μὲν οὖν Θεοδώρητος οὕτως εὕρηται περὶ τούτων διεξιών, ὅτι τὰ τῆς τοιαύτης ἀκαθαρσίας ἀναπαύσεως χάριν ἐνομοθετήθη ταῖς γυναιξί, βαρυνομέναις δῆθεν τῷ τῆς ἐγκυμονίας καιρῷ· διὰ γὰρ τοῦ φόβου τῆς ἀκαθαρσίας ἀναχαιτίζει τοὺς ὁμοζύγους ὁ νόμος, καὶ πείθει τηνικαῦτα ταῖς γαμεταῖς αὐτῶν μὴ προσέρχεσθαι. καὶ ἐπειδὴ τὸ θῆλυ μείζονι καθυποβάλλει ἀχθηδόνι τὴν αὐτὸ φέρουσαν (λέγεται γὰρ ὅτι τάχιον ἐν τῇ γαστρὶ σκαίρει τὸ τοιοῦτον ἢ τὸ ἄρρεν), τούτου χάριν ὁ τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη ταῖς τικτούσαις τὰ θήλεα, ὡς ἐντεῦθεν αὐτὰς διπλασίω κεκτῆσθαι καὶ τὴν ἀνάπαυσιν. καὶ τὰ μὲν τοῦ Θεοδωρήτου τοιαῦτα· ὁ δὲ θειότατος
126
Κύριλλος ἐν ἡμέραις μὲν εἰδοποιεῖσθαι τὸ ἄρρεν φησὶ μʹ, τὸ θῆλυ δ' αὖ ἡμερῶν πʹ δέεσθαι πρός γε τὴν εἰς εἶδος τὸ ἀνθρώπινον πάροδον. καὶ ἐπειδὴ τὸ μὲν ἄρρεν καθαρισμοῦ χάριν ἐν ἡμέρᾳ τῇ τεσσαρακοστῇ τὸ δὲ θῆλυ τῇ ὀγδοηκοστῇ προσεφέρετο τῷ ναῷ, φαίνεται πάντως ὅτι καθάρσεως ἡ τοιαύτη πλάσις δέεται παρὰ θεοῦ. καὶ οὕτω μὲν οἱ θεῖοι περὶ τούτου πατέρες· ἡ δὲ λεγομένη Λεπτὴ Γένεσις, οὐκ οἶδ' ὅθεν συγγραφεῖσα καὶ ὅπως, φησὶν ὅτι μεθ' ἡμέρας μʹ εἰσῆλθεν ὁ Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ Εὔα μεθ' ἡμέρας πʹ, καὶ τούτου χάριν ἐν ἡμέραις τοσαύταις προσάγονται τῷ ναῷ τό τε ἄρρεν καὶ τὸ θῆλυ, ἀναλόγως τάχα τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ. ἀλλ' ἄφες αὐτήν· ἡ γὰρ 393 τοῦ Μωσέως ἀληθὴς ἱστορία δείκνυσιν ὅτι τῇ ἕκτῃ ἡμέρᾳ τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός, καὶ ἔθετο αὐτὸν εὐθέως ἐν τῷ παραδείσῳ· καὶ τὴν Εὔαν ὡσαύτως ἐν αὐτῷ πλάττει τῷ παραδείσῳ ἐν τῇ ἕκτῃ ἡμέρᾳ, μίαν τῶν πλευρῶν λαβὼν τοῦ Ἀδάμ· μετὰ γὰρ τὴν ἕκτην ἐποίησεν οὐδέν. Ἀνήγαγον οὖν εἰς Ἱεροσόλυμα τὸν Ἰησοῦν, ὡς προείρηται, τῷ Μωσαϊκῷ νομῷ καὶ αὐτὸν ὑποκείμενον. μετὰ μέντοι τὸ ἀναχθῆναι τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, καθά φησιν ὁ τὴν γλῶτ-ταν χρυσοῦς, φεύγει πρὸς Αἴγυπτον. ἐκεῖθεν εἰς Ναζαρὲθ ἔρχεται, κἀκεῖ τὴν σωματικὴν αὔξησιν δέχεται. ὡσεὶ ἐτῶν λʹ γίνεται, καθά φησιν ὁ θεηγόρος Λουκᾶς, πρὸς Ἰορδάνην πορεύεται, παρὰ Ἰωάννου τὸ βάπτισμα δέχεται. τότε δὴ τότε καὶ τοῖς ἀγνοοῦσι γνώριμος γίνεται· εἰ μὴ γὰρ ἄγνωστος παντάπασιν ἦν, οὐκ ἂν ὁ πρόδρομος τοῖς ἀπεσταλμένοις πρὸς αὐτὸν ἱερεῦσι καὶ Λευίταις ἔλεγεν ἰδοὺ μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε.» ὁ πατὴρ ἄνωθεν διὰ τοῦ παναγίου πνεύματος αὐτὸν ὑποδείκνυσι. καὶ πρόσχες τῷ βαπτιστῇ λέγοντι ἐγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐκεῖνός μοι εἶπεν "ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα κατερχόμενον, ἐκεῖνός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός."» εὔδηλον οὖν ἐντεῦθεν ὅτι πρὸ τῆς ἐν Ἰορδάνῃ ἐπιφανείας αὐτοῦ κατάδηλος οὐκ ἦν οὐδενί· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτὸς ὁ πρόδρομος ἔλεγεν ἐγὼ διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδασιν, ἵνα φανερωθῇ 394 τῳ Ἰσραήλ,» καὶ αὖθις κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα τῇ ἀληθείᾳ, ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.» ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀγαπητέ, διὰ τοῦτο κατῆλθεν ἐπὶ τὸν Ἰησοῦν, ἵνα μή τις νομίσῃ ὅτι χάριν τοῦ βαπτιστοῦ κατηνέχθη ἄνωθεν ἡ πατρικὴ καὶ θεία φωνή, εἴγε καὶ μᾶλλον ἐκεῖνος μείζων ἐδόκει τοῦ βαπτιζομένου· καὶ ἀρχιερέως γὰρ ἦν υἱὸς καὶ ἐκ στείρας γεγέννηται, καὶ μᾶλλον ὅτι τὸν Ἰησοῦν αὐτὸς ἐβάπτιζεν ὡς ἕνα τῶν πολλῶν ἐκεῖσε παραγενόμενον. οὐδέπω καὶ γὰρ δῆλα γενέσθαι τὰ κατ' αὐτὸν ἔφθασεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ φησίν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ πρὸ τοῦ βαπτισθῆναι παντάπασιν ἄγνωστος ἦν, τὰς εὑρισκομένας ὁπουδήποτε λοιπὸν ἱστορίας, περί τε τοῦ ὕδατος δηλαδὴ τοῦ ἐλεγμοῦ καὶ περὶ τῆς ἀρχιερωσύνης αὐτῆς, ἣν λέγουσι παρὰ τῶν Ἰουδαίων δέξασθαι τὸν Χριστόν, ὡς οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε. εἰ γὰρ τοιοῦτόν τι γενέσθαι προέφθασεν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης ἔλεγε ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν.» εἰ γὰρ καὶ περὶ τὸ δωδέκατον ἔτος τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ ἀνῆλθεν εἰς τὸ ἱερόν, καὶ ἐνεφάνισε δῆθεν ἑαυτόν, ἀλλ' οὐ τὴν 395 οἰκείαν θεότητα κατάδηλον ἐντεῦθεν ἐποίησεν, ὅτι μηδὲ σημεῖον ἐκεῖσε τηνικαῦτα εἰργάσατο, μόνην δὲ τὴν ἐπικαθημένην τοῖς αὐτοῦ χείλεσι χάριν ὑπέδειξε καὶ ἔκτοτε πάλιν ἑαυτῷ συνεσκίασεν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ φησίν. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὸ βάπτισμα καὶ τὸ ἐν Κανᾷ σημεῖον, ἐκλέγεται μαθητὰς δυοκαίδεκα τὸν ἀριθμόν, ἀπόρους δὲ πάντας καὶ ἰδιώτας, ἁλιεῖς, ἀγραμμάτους καὶ τῆς μερίδος ὄντας τῶν ἀφανῶν. διὰ τιʹ δὲ ταῦτα καὶ τίνος ἕνεκεν; ἵνα τὸ δι' αὐτῶν
127
κατορθούμενον τῇ τοῦ θεοῦ δυνάμει καὶ σοφίᾳ λογίζηται. καὶ τοῦτό ἐστιν ὅπερ ἔλεγε πρὸς Παῦλον ὁ κύριος ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» καὶ ὁ μὲν ἀληθὴς λόγος πτωχείαν καὶ ἰδιωτείαν λέγει προσεῖναι τοῖς μαθηταῖς τοῦ Χριστοῦ· Ἐπι φάνιος δέ τις πρεσβύτερος ἐν λόγῳ αὐτοῦ, ὃν ἐπὶ τῷ γενεθλίῳ δῆθεν τῆς παναμώμου μητρὸς τοῦ κυρίου ἐξέδωκε, καὶ τάδε φησίν, ὅτι ὁ υἱὸς Ζεβεδαίου Ἰωάννης μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ ἐπώλησε πᾶσαν τὴν αὐτοῦ κτῆσιν τὴν ἐν Ζεβεδῇ καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἠγόρασε τὴν ἁγίαν Σιών· ὅθεν ὡς τοῦ Καϊάφα καταμένοντος ἐν τῇ ἀγορασίᾳ Ἰωάννου, κατὰ τοῦτο λέγεται οὗτος εἶναι γνώριμος τῷ ἀρχιερεῖ· καὶ τὰ μὲν ἡμίση ἔδωκε τῷ ἀρχιερεῖ, εἰς δὲ τὰ λοιπὰ ἡμίση ἡτοίμασε τὸ πάσχα ἤγουν τὸ μυστικὸν δεῖπνον τοῦ Χριστοῦ. ἡνίκα καὶ γὰρ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστὸς ὑπάγετε πρὸς τὸν δεῖνα,» Ἰωάννην ἐδήλου τὸν θεολόγον. ἐκεῖ λοιπὸν ἐτέλεσαν τὸ μυστικὸν δεῖπνον, καὶ ἐκεῖ ἔμειναν· καὶ ὡς οὐκ ἤμην ἐκεῖ, μηδὲ πιστεύσῃς μοι. ὁ γὰρ χρυσορρήμων Ἰωάννης τοσαύτην ἔλεγε πτωχείαν ἔχειν τόν τε Ζεβεδαῖον καὶ τοὺς υἱοὺς αὐτοῦ ὥστε καθῆσθαι παρὰ τῷ πλοίῳ καὶ δίκτυα ῥάπτειν διερρωγότα καὶ παλαιά. πῶς δὲ καὶ παρὰ τῇ οἰκίᾳ τοῦ Ἰωάννου τὸ μυστικὸν δεῖπνον ὁ διαληφθεὶς ἀνὴρ ἑτοιμασθῆναι λέγει, τὸν δεῖνά τε αὐτὸν εἶναι πρὸς ὃν οἱ μαθηταὶ παρὰ τοῦ κυρίου ἐστάλησαν; εἰ γὰρ αὐτὸς ὁ Ἰωάννης συνάμα τῷ Πέτρῳ ἀπεστάλη πρὸς τὸν δεῖνα τῆς τοῦ πάσχα χάριν ἑτοιμασίας κατὰ τὴν εὐαγγελικὴν ἱστο ρίαν, φαίνεται προφανῶς ὅτι ὁ πρεσβύτερος οὗτος εὐαγγέλιον οὐκ ἀνέγνω ποτέ. εἰ γὰρ ἀναγνῶναι ἔφθασεν, ἔγνω ἂν ὅτι ὁ Ἰωάννης ἀπεστάλη πρὸς τὸν δεῖνα, οὐ μὴν αὐτὸς ὁ Ἰωάννης ἦν ὁ δεῖνα ἐκεῖνος πρὸς ὃν ἀπεστάλησαν οἱ μαθηταὶ παρὰ τοῦ κυρίου. Περὶ δὲ τοῦ Παύλου τί χρὴ καὶ λέγειν, εἴγε καὶ τοῦτον εἶναι νομίζεις ἕνα τῶν δώδεκα κατὰ τὴν πλειόνων ὑπόληψιν; ἄφες τοὺς τῶν πολλῶν λόγους, καὶ τοῖς ἱεροῖς πρόσεχε γράμμασι. δώδεκα μὲν οὖν ἐξελέξατο μαθητὰς ὁ Χριστός, οἷς οὐκ ἔστι συνηριθμημένος ὁ Παῦλος. πῶς καὶ γάρ, εἴγε μετὰ τὴν τοῦ παναγίου πνεύματος κάθοδον προσελήλυθε τῷ Χριστῷ; δώδεκα μὲν οὖν οἱ μαθηταί, ἐφ' ὧν ὁ Ἰούδας τῇ τῆς φιλαργυρίας νόσῳ κάτοχος γεγονὼς τοῦ τῶν μαθητῶν ἐκπίπτει χοροῦ. εἰσάγεται δὲ ἀντ' αὐτοῦ μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ὁ Ματθίας, ὡς ἡ βίβλος διαγορεύει τῶν πράξεων. οὐκοῦν οἳ τὸν Παῦλον ἕνα λέγουσιν εἶναι τῶν δώδεκα, ἢ τὸν ἐκπεσόντα τοῦ χοροῦ δειξάτωσαν ἡμῖν (εἰ μὴ γὰρ ἐξέπεσέ τις, οὐκ ἂν ὁ Παῦλος εἰσῆλθεν) ἢ τὸν Παῦλον ἕνα εἶναι τῶν δώδεκα μὴ λεγέτωσαν. πλὴν εἰ καὶ μὴ τῷ χορῷ τῶν ιβʹ συνηριθμημένος ἐστίν, ἀλλ' οὐδεὶς ἐπάνω στήσεται Παύλου, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. εἰ γὰρ ἕκαστος κατὰ τὸν ἴδιον κόπον καὶ τὸν μισθὸν λήψεται, Παύλου δέ πλεῖον οὐδεὶς ἐκοπίασε, τί χρὴ καὶ λέγειν; εὔδηλον 398 γὰρ ἐντεῦθεν ὡς οὐκ ἔστιν αὐτοῦ μείζων οὐδείς. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι καὶ τοῦ θαυματουργεῖν, ὡς προείρηται, καὶ τοῦ διδάσκειν ἀπάρχεται, ἐφ' ᾧ καὶ λαὸν οὐκ ὀλίγον ἐφέλκεται. ταύτῃ τοι καὶ φθονοῦσιν αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς· ὅθεν ὕβρεσι πλύνουσι καὶ μώμους αὐτῷ προσεπιτρίβουσι, Σαμαρείτην ἀποκαλοῦντες καὶ δαιμονῶντα φάγον τε καὶ οἰνοπότην αὐτόν. ἀλλὰ καὶ λίθοις βάλλουσι, καὶ μᾶλλον ἡνίκα τετραήμερον ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν. οὐκέτι λοιπὸν παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ' ἀπῆλθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ, ὡς Ἰωάννης φησί. μεθ' ἡμέρας δέ τινας ἐκεῖθεν ἔρχεται, καὶ μετὰ βαΐων προσυπαντῶσιν αὐτῷ τοῦ κατὰ τὸν Λάζαρον ἕνεκα θαύματος. ἐν δέ γε τῇ μεγάλῃ τετράδι παρὰ Σίμωνι ἑστιᾶται τῷ πατρὶ τοῦ Λαζάρου, ὃν αὐτὸς τῆς λέπρας ἰάσατο. τότε δὴ τότε ἡ γυνὴ πόρνη τῇ κεφαλῇ αὐτοῦ μύρον ἐπιχέει πολύτιμον. ὅρα δὲ νουνεχῶς ὅτι
128
αἱ γυναῖκες αἱ τὸ μύρον ἀλείψασαι τὸν κύριον τρεῖς αἱ πᾶσαι εἰσίν. ἄλλη μὲν γάρ ἐστιν ἡ παρὰ τῷ Ἰωάννῃ· τιμία δὲ αὕτη, καὶ ἡ ἀδελφὴ 399 τοῦ Λαζάρου. ἄλλη δὲ ἡ παρὰ τῆς οἰκίας Σίμωνος τοῦ λεπροῦ· πόρνη δὲ αὕτη προσελθοῦσα τῷ Χριστῷ, καθὼς ὁ Ματθαῖος ἱστορεῖ. καὶ ἑτέρα πόρνη πάλιν, ὥς φησιν ὁ Λουκᾶς, ἡ προσελθοῦσα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ Φαρισαίου, τοῦ καὶ σκανδαλισθέντος ἐπ' αὐτῷ τῷ Χριστῷ καὶ οὕτως εἰπόντος εἰ προφήτης ἦν, ἔγνω ἂν ὁποία τίς ἐστιν ἡ ἁψαμένη αὐτοῦ.» Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὴν μεταμόρφωσιν τοῦ κυρὶου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ μεγάλῃ τετρὰδι γενέσθαι τινὲς ἀπομάχονται. πλὴν ὁ λόγος αὐτῶν, ὡς ἔμοιγε δοκεῖ, καὶ λίαν ἐστὶν ἀναπόδεικτος. εἰ γὰρ τὸ θαῦμα τοῦτο κατὰ τὸ Θαβώριον ὄρος ἐγένετο, ἐν Ἱεροσολύμοις δὲ ὁ κύριος κατά γε τὴν μεγάλην τετράδα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ἑστιώμενος ἦν, φαίνεται προφανῶς ὡς ἐν ἄλλῃ γέγονεν ἡμέρᾳ τὸ τῆς μεταμορφώσεως θαῦμα καὶ οὐ κατὰ τὴν τετράδα πάντως αὐτήν. εἰ γὰρ ἀναμέσον τοῦ τε Θαβὼρ καὶ τῶν Ἱεροσολύμων ὡσεὶ δύο ἡμερῶν ὑπάρχει τὸ διάστημα, πῶς λοιπὸν ἐν μιᾷ ἡμέρᾳ τῇ αὐτῇ λέγουσιν ἔν τε Θαβὼρ εὑρεθῆναι καὶ ἐν Ἱεροσολύμοις τὸν Χριστόν; ἠδύ-νατο μὲν οὖν ὡς θεὸς ὧδε κἀκεῖσε κατ' αὐτὸν εὑρεθῆναι, ἀλλ' ἵνα μὴ φαντασία νομισθείη τὸ πρᾶγμα, πρὸ τοῦ πάθους τοῦτο ποιῆσαι οὐκ ἤθελεν. ἔνθεν τοι καὶ κατὰ τὴν κοι νὴν τῶν σωμάτων φύσιν τὰς τοπικὰς αὐτοῦ μεταβάσεις ποιούμενος ἦν. Μετὰ δὲ ταῦτα δύο τῶν μαθητῶν ἀποστέλλει πρὸς τὸν δεῖνα τῆς τοῦ νομικοῦ πάσχα χάριν ἑτοιμασίας· ὃ δὴ καὶ προλαβὼν ἔφαγε κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἶθ' οὕτως ἀναπεσὼν δι' ἄρτου καὶ οἴνου τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς παρέδωκε· λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πίετε πάντες, τοῦτό ἐστι τὸ αἷμά μου.» πρὸ μέντοι τῶν μαθητῶν αὐτὸς τοῦ οἰκείου μετέλαβε σώματός τε καὶ αἵματος. τίνος ἕνεκεν; ἵνα μὴ καὶ πάλιν οἱ μαθηταὶ θορυβηθῶσι, καθάπερ καὶ πρότερον. ἡνίκα καὶ γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος ἤκουσαν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς,» ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι περιεπάτουν μετ' αὐτοῦ, λέγοντες ὁ λόγος οὗτος σκληρός ἐστι· τίς δύναται ἀκούειν αὐτοῦ;» ἵνα γοῦν μὴ καὶ πάλιν τοιοῦτόν τι πάθωσιν ἅτε σάρκα ἐσθίειν καὶ αἷμα πίνειν μέλλοντες, πρῶτος αὐτὸς τῆς ἑαυτοῦ σαρκὸς ἀπεγεύσατο, θέλων ἀνενδοιάστως τῶν τοιούτων ἐμφορηθῆναι καὶ αὐτούς. τὸ δὲ τοιοῦτον ἑτοιμάζει δεῖπνον ὁ σωτὴρ εἰς παράκλησιν τῶν μαθητῶν· ἑώρα γὰρ αὐτοὺς ου μικρῶς 401 ἀδημονοῦντας ἐπὶ τῷ χωρισμῷ αὐτοῦ. μεταδίδωσι λοιπὸν αὐτοῖς, ὡς προείρηται, τοῦ οἰκείου σώματος καὶ αἵματος, τοῦτο ποιεῖτε» εἰπὼν εἰς τὴν ἐμὴν ἀνάμνησιν.» μεταλαμβάνει πρὸς τοῖς ἄλλοις καὶ ὁ Ἰούδας, καὶ τηνικαῦτα πρὸς Ἰουδαίους ἀπέρχεται, τὰ πεπραγμένα παρ τοῦ κυρίου καταμηνύων αὐτοῖς. καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγεν ὅτι καὶ λαβὼν τὸ ψωμίον ἐξῆλθεν, ἦν δὲ νύξ. ἀπέρχεται οὖν πρὸς οὓς συνεφώνησε παραδοῦναι τὸν κύριον. Καὶ ὁ μὲν κύριος τὰ τελευταῖα τοῖς μαθηταῖς διατίθεται· εἶθ' οὕτως εἰς τόπον ἔρχεται ὃν ᾔδει καὶ ὁ προδότης, ὃς αὐτίκα καὶ λαβὼν τὴν σπεῖραν ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων. ἐπερωτᾷ λοιπὸν αὐτούς· πίπτουσι χαμαί. ἀποκόπτει τὸ ὠτίον τοῦ Μάλχου ὁ Πέτρος, εἰ καὶ τὴν αὐτοῦ κεφαλὴν ἀποτεμεῖν οὐκ ἴσχυσε· τοῦτο καὶ γὰρ ἦν αὐτῷ τὸ σπουδαζόμενον. τότε δὴ τότε καὶ πρὸς αὐτὸν ἔφη ὁ κύριος ἢ δοκεῖ σοι ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτως δεῖ γενέσθαι;» ταῦτα δὲ τοῖς μαθηταῖς ἔλεγεν ὁ σωτὴρ ἐκφοβῶν αὐτοὺς καὶ πείθων ἐντεῦθεν μηδέν τι τῶν γινομένων πολυπραγμονεῖν. εἰ γὰρ ταῖς γραφαῖς, φησί, τοῦτο δοκεῖ, τὸ παθεῖν ἐμὲ δηλον ότι, πῶς ὑμεῖς ἐναντιοῦσθε μαχαίραις χρώμενοι; τὸ
129
ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό; Δήσαντες οὖν τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον, κἀκεῖσε κρίνεται. περὶ τῆς αὐτοῦ διδαχῆς καὶ τῶν μαθητῶν ἐρωτᾶται. ἀποκρίνεται ὡς εἰκός. ῥάπισμα δέχεται, καί φησιν εἰ μὲν κακῶς ἐλάλησα» καὶ τα ἑξῆς. ἐκεῖθεν οὖν ἄγεται πρὸς Καϊάφαν, ἔπειτα πρὸς Πιλᾶτον πρωΐας οὔσης· πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι πρὸς Καϊάφαν ἄγεται, πρωῒ δὲ πρὸς Πιλᾶτον. δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφᾳ ἐρωτώμενος οὐδὲν ἐξηλέγχετο, διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. καὶ ὁ μὲν Μάρκος περὶ τῆς ἀλεκτοροφωνίας διεξιὼν οὕτω φησίν πρὶν ἀλέκτορα φωνῆσαι δίς, τρίς ἀπαρνήσῃ με» (ὅτε γὰρ ἅπαξ ἠρνήσατο, ἐφώνησεν ὁ ἀλεκτρυὼν τὸ πρῶτον, ὅτε δὲ τρίτον ἠρνήσατο, τὸ δεύτερον ἐφώνησεν), ἀκριβέστερον ἐξηγούμενος τὴν τοῦ Πέτρου ἀσθένειαν παρ' αὐτοῦ τοῦ διδασκάλου μαθών, ὅτι καὶ φοιτητὴς ἐκείνου ἦν. ὁ δὲ Ματθαῖος εἰπὼν ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν ὅλην ἀλεκτοροφωνίαν ἐνέφηνε, τοῦτ' ἔστι τὴν πρώτην, ἥτις διὰ διαφόρων ἐκφωνήσεων γίνεται, ὥσπερ οὖν καὶ ἡ δευτέρα ἀλεκτοροφωνία καὶ ἡ τρίτη. πρὶν οὖν ἀλέκτορα φωνῆσαι ὁ Ματθαῖος εἰπὼν τρὶς ἀπαρνήσῃ με, τοῦτο ὡσανεὶ ἔλεγεν, ὅτι καὶ πρὸ τοῦ 403 φθάσαι τὴν πρώτην παρελθεῖν ἀλεκτοροφωνίαν τρὶς ἀπαρνήσῃ με. Μετὰ μέντοι τὸ κριθῆναι τὸν κύριον ὑπὸ τοῦ Πιλάτου μαστίζεται τὸν νῶτον λώροις πλεκτοῖς τοιοῦτον καὶ γὰρ τὸ φραγγέλλιον. εἶθ' οὕτως εἰς τὸ σταυρωθῆναι παραδίδοται. ταῦτα δὲ πάντα πεποίηκεν ἡ ἄκαιρος ἀνανδρία τοῦ Πιλάτου· τοὺς γὰρ Ἰουδαίους δυσωπῆσαι θέλων ἐφ' οἷς ἐνεκάλουν, ἀντάρτην αὐτὸν ἀποδεικνύοντες, εἰς τὸ σταυρωθῆναι παραδίδωσι, φραγγελλίοις πρότερον μαστίξας αὐτόν. διὰ τοῦτο καὶ κολάσεως ὁ Πιλᾶτος ἄξιος, ὅτι καὶ δυνάμενος ἀπολῦσαι αὐτόν (ἐξουσίαν» γάρ φησιν ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε») τοῦτο οὐκ ἐποίησε, τοὺς Ἰουδαίους καὶ μάλιστα πτοούμενος λέγοντας ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» ἐφ' ᾧ καὶ κατακρίνεται· καὶ δῆλον ἐξ ὧν ὁ κύριος ἔλεγε πρὸς αὐτόν ὁ παραδιδοὺς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.» Τὸν μέντοι καιρὸν ὁ εὐαγγελιστὴς Ἰωάννης παριστῶν, ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἵνα κρίνῃ τὰ κατὰ τὸν Ἰησοῦν, ἔλεγεν ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» διὰ τιʹ δὲ ἡ ἕκτη τῆς ἑβδομάδος ἡμέρα παρασκευὴ τοῦ πάσχα λέγεται παρὰ τῷ εὐαγγελιστῇ Ἰωάννῃ; σαφὴς ἡ αἰτία σοι πρόκειται. καθάπερ 404 γὰρ τὸ σάββατον ἑβδόμη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστί, λέγεται δὲ ὅμως σάββατον ἤτοι κατάπαυσις διὰ τὴν ἐν αὐτῷ γενομένην ἀπὸ πάντων τῶν ἔργων κατάπαυσιν (τότε γὰρ ἀργεῖ ὁ δοῦλος, τὸ κτῆνος καὶ τὰ λοιπὰ πάντα), οὕτω καὶ ἡ παρασκευὴ ἕκτη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστιʹ, λέγεται δὲ παρασκευὴ διὰ τὸ παρασκευάζειν καὶ οἷον εἰπεῖν ἑτοιμάζειν τοὺς Ἰουδαίους ἐν αὐτῇ τὰ τοῦ σαββάτου. ἐν αὐτῷ γὰρ οὔτε πῦρ ἅψαι συγχωροῦνται οὔτε ξύλα συνάξαι οὔτε τὰ πρὸς τροφὴν ἁπλῶς ἑτοιμάσαι. ταῦτα λοιπὸν ἡ ἕκτη παρασκευάζουσα παρασκευὴ κατωνόμασται. ὁ τοίνυν εὐαγγελιστὴς Ἰωάννης παρασκευὴν τοῦ πάσχα τὴν τοιαύτην ἡμέραν καλέσας ἔδειξε προφανῶς ὅτι πρώτην τοῦ πάσχα τηνικαῦτα παρεσκευάζοντο ἑορτὴν οἱ Ἰουδαῖοι κατὰ τὴν τοῦ νόμου διάταξιν· ἀπὸ γὰρ ἕκτης ὥρας τῆς τεσσσαρεσκαιδεκάτης τῆς σελήνης ἡμέρας πᾶς μὲν ζυμωτὸς ἄρτος πυρὶ καιόμενος ἠφανίζετο, τὰ δέ γε ἄζυμα κατὰ τὸ εἰωθὸς ἡτοίμαζον. εἰ δὲ ταῦτα οὕτως ἔχει, φαίνεται προφανῶς ὅτι τὸ δοθὲν δι' ἄρτου καὶ οἴνου παρὰ Χριστοῦ κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν ἔνζυμον ἦν, ὅτι μηδὲ καιρὸς ἀζύμων ἐτύγχανε τότε κατὰ τὴν τῶν πλειόνων ὑπόληψιν. ἄφες λοιπὸν τοὺς τῶν πολλῶν λόγους, καὶ τῇ ἀκολουθίᾳ τῶν ἱερῶν λογίων πρόσεχε. ὅτι μὲν γὰρ κατὰ τὴν ἑσπέραν τῆς μεγάλης παρασκευῆς, οὐ μὴν ἐν τῇ μεγάλῃ πέμπτῃ τυθῆναι ὁ ἀμνὸς ἔμελλε, 405 δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ
130
ἧττον δὲ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων σοι. τὴν ἡμέραν ἐκείνην ἧς τῇ ἑσπέρᾳ τὸ πάσχα ἐθύετο, καὶ ἀζύμων ἡμέραν καὶ πάσχα ὁμοίως καλεῖν εἰώθασιν ἀπὸ τῆς ἑσπέρας πάντως αὐτῆς· καὶ γὰρ διὰ τὸ τὸν ἀμνὸν θύεσθαι καὶ τὰ ἄζυμα ἐσθίεσθαι τῇ ἑσπέρᾳ τῆςτεσσαρεσκαιδεκάτης, κατὰ τοῦτο καὶ ἡ ιδʹ αὕτη καὶ πάσχα καὶ ἀζύμων ἡμέρα ἐλέγετο. ταῦτα δὲ τὰ ὀνόματα καὶ τὴν μεγάλην παρασκευὴν κεκτημένην εὑρίσκομεν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. πρώτη τῶν ἀξύμων λέγεται ἡ μεγάλη πέμπτη ὡς πρὸ τῶν ἀζύμων οὖσα· καθάπερ γὰρ ὁ Μάρκος τὴν παρασκευὴν προσάββατον ἔλεγεν ὡς οὖσαν πρὸ τοῦ σαββάτου, οὕτω καὶ τὴν μεγάλην πέμπτην πρώτην τῶν ἀζύμων λέγει ὁ Ματθαῖος ὡς πρὸ τῶν ἀζύμων οὖσαν, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς τὴν μεγάλην ἐνέφηνε πάντως παρασκευήν.» ὁμοίως δὲ καὶ ὁ Λουκᾶς, ἐλθεῖν λέγων, τουτέστιν ἠγγικέναι, τὴν τῶν ἀζύμων ἡμέραν, τὰ αὐτὰ τῷ Ματθαίῳ ᾐνίξατο. ἀλλὰ καὶ ὁ Ἰωάννης πρὸ τῆς ἑορτῆς τοῦ πάσχα γενέσθαι λέγων τὸ δεῖπνον αὐτὴν εἶπε τὴν παρασκευήν, καὶ δηλοῦσι τὰ μετὰ ταῦτα· λέγει γάρ καὶ αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα,» καὶ αὖθις ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν 406 ἀπολύσω ἐν τῷ πάσχατι,» τῷ ἐνισταμένῳ δηλαδή. ἀλλὰ καὶ τὸν καιρὸν παριστῶν ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον τινὰ Λιθόστρωτον λεγόμενον οὕτω φησίν ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» καὶ παρακατιὼν ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου.» μεγάλην δὲ αὐτὴν οὐκ ἂν ἄλλως ἐκάλεσεν εἰ μή που συνέπιπτε τῷ σαββάτῳ ἐκείνῳ ἡ πρώτη τῶν ἀζύμων ἡμέρα ἡ καὶ ἁγία παρὰ τῷ νόμῳ καλουμένη. ταῦτα δὲ πάντα σαφῶς ὑπεμφαίνουσιν ὅτι κατὰ τὴν παρασκευὴν ἐκείνην ἑσπέρας ὁμολογουμένως τὸ πάσχα ἐθύετο· διὰ γὰρ τοῦτο καὶ παρασκευὴν τοῦ πάσχα εἶπεν αὐτὴν ὡς παρασκευάζουσαν τὰ τοῦ ἐνισταμένου πάντως πάσχα. χωρὶς οὖν ἀντιλογίας ἐν τῇ ἑσπέρᾳ φαίνεται τῆς παρασκευῆς τὸ πάσχα γίνεσθαι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης τοῦτο ἔλεγε, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλ' ἵνα φάγωσι τὸ πάσχα.» καὶ πρόσχες, εἰ βούλει, τῷ μεγάλῳ Κυρίλλῳ πρὸ τῶν ἄλλων ἐπισφραγίζοντι τὰ τοιαῦτα καὶ λέγοντι ὅτι τὸν τύπον τιμῶντες ἤτοι τὸ πρόβατον, κἀντεῦθεν εἰσελθεῖν εἰς τὸ πραιτώριον οὐ προαιρούμενοι, τὴν ἀλήθειαν αὐτὸν τὸν Χριστὸν ὕβριζον· ἔμελλον γὰρ θύειν τὸ πάσχα κατὰ τὸν νόμον τὸν μηδὲν παρ' αὐτοῖς ἰσχύοντα. εἰ δὲ ταῦτα οὕτως ἔχει, ματαιάζουσι προφανῶς οἱ λέγοντες ὅτι κατὰ 407 τὴν ἑσπέραν τῆς μεγάλης πέμπτης τὸ τυπικὸν ἐσθίεται πρόβατον· τὰ γὰρ ἄζυμα συστῆσαι φιλονεικοῦντες παραχαράττειν ἐπιχειροῦσι κακοθελῶς τὴν ἀλήθειαν. καὶ μή μοι τὸν χρυσορρήμονα παρείσαγε Ἰωάννην ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον πδʹ ὁμιλίᾳ λέγοντα ὅτι τὸν Χριστὸν οἱ Ἰουδαῖοι ἀπροσδοκήτως κρατήσαντες καὶ τὴν τοῦ πάσχα παριδεῖν εἵλοντο ἑορτὴν τηνικαῦτα συμπίπτουσαν. ἔχεις γὰρ αὐτὸν ἐν τῇ τοῦ κατὰ Ἰωάννην ἑρμηνείᾳ, ἡνίκα λέγεται καὶ αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν ἀλλ' ἵνα φάγωσι τὸ πάσχα,» τέλεον ἀναιροῦντα τὴν τοιαύτην ὑπόνοιαν. ἔνθεν τοι καὶ τὰ τοῦ θείου κατεξετάζειν ἀνδρός, ἡνίκα καὶ μᾶλλον ἐναντιοῦται πρὸς ἄλληλα, μὴ πρὸς ἰσχύος ἔχοντες, σιωπῇ καὶ μάλιστα τιμᾶσθαι τὰ τοιαῦτα δέον κρίνομεν, εἴγε καὶ μᾶλλον εὔλογον τὰ ὕστατα κατέχειν, ὅτι καὶ σύμφωνα ταῦτα ταῖς τῶν λοιπῶν πατέρων ἐπεξηγήσεσι φαίνονται. λέγει καὶ γὰρ ὅτι ὁ Χριστὸς πρὸ μιᾶς ἔφαγε τὸ πάσχα, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ νομικὸν πάσχα ἐθύετο. ὅτι δὲ τὸ παρὰ κυρίου τοῖς ἀποστόλοις ἐν τῷ δείπνῳ δοθὲν ἔνζυμος ἄρτος ἦν, οὐ μὴν ἄζυμος, ὡς ἐκεῖνοι διισχυρίζονται, ὁ θειότατος οὗτος ἀνὴρ σαφέστατά σοι παρίστησι. περὶ γὰρ τῆς παλαιᾶς καὶ τῆς νέας τὸν λόγον ποιούμενος καὶ τάδε 408 κατὰ ῥῆμα διέξεισιν ἐκεῖ τὸ γράμμα, ὧδε τὸ πνεῦμα· ἐκεῖ ἡ κιβωτός, ὧδε ἡ παρθένος· ἐκεῖ ἡ ῥάβδος Ἀαρών, ὧδε ὁ
131
σταυρός· ἐκεῖ ὁ ἀμνός, ὧδε ὁ Χριστός· ἐκεῖ τὰ ἄζυμα, ὧδε ὁ ἄρτος.» ταῦτα μὲν ἐνεχαράχθη σοι κατ' ἐπιτομήν, ὡς ὁρᾷς· οὐδὲ γὰρ ἐγχωρεῖ τὰ τοῦ καιροῦ πλεῖον ἐνδιατρῖψαι τοῖς περὶ τούτων λόγοις. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὸ σταυρωθῆναι παραδίδοται· καὶ ὅρα τὰ μετὰ ταῦτα. ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης, ἀγανακτοῦντος ἐπὶ τοῖς τολμωμένοις, οἷα εἰκός, τοῦ θεοῦ. ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἀλλ' ὀργὴ καὶ ἀγανάκτησις, καὶ ἀπὸ τοῦ καιροῦ δῆλον· τρεῖς γὰρ ὥρας παρέμεινεν ἡ ἔκλειψις, ἥτις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ. καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα· ὁ δὲ θειότατος Διονύσιος ὁ Ἀρεοπαγίτης οὐχ ἁπλῶς οὕτω, κατὰ δὲ ἀντίφραξιν τῆς σελήνης τὸ σκότος ἐκεῖνο λέγει γενέσθαι καινοπρεπῶς τὸ παγκόσμιον. ἐπιστέλλων γὰρ ἱεράρχῃ τῷ Πολυκάρπῳ διὰ τὸν σοφιστὴν Ἀπολλοφάνην μὴ καταδεχόμενον τὰ Χριστιανῶν καὶ τάδε φησὶ κατὰ ῥῆμα πρὸς αὐτόν. εἰπὲ δὲ αὐτῷ τῷ Ἀπολλοφάνει, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφότεροι γὰρ τότε κατὰ τὴν Ἡλίου πόλιν ἅμα παρόντες καὶ συνεστῶτες 409 παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν (οὐ γὰρ ἦν συνόδου καιρὸς) αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐννάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. τοσοῦτον δὲ καὶ αὐτὸς ἐξεπλάγη τότε ὡς οὕτω πρός με εἰπεῖν "ταῦτα, ὦ Διονύσιε, θείων ἀμοιβαὶ πραγμάτων εἰσί."» καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον, περὶ δὲ τοῦ σκοτασμοῦ ἐκείνου τοῦ κατὰ τὸ σωτήριον πάθος γεγονότος θαυμασίως πως καὶ τῷ προφήτῃ Ζαχαρίᾳ διείληπται· λέγει γάρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς» (ἡνίκα δηλαδὴ σταυρωθήσεται ὁ Χριστός), ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ.» ἄνω γὰρ ἅπαντα προεγίνωσκεν ὁ θεός. καὶ γὰρ οὐχ ἡμέρα καὶ οὐ νύξ. οὔτε γὰρ ἡμέρα κυρίως ἦν διὰ τὸ τρίωρον ἐκεῖνο σκότος, οὔτε νὺξ ἀληθῶς διά τε τὸ μέχρις ἕκτης ὥρας καὶ μετὰ τὴν ἐννάτην γενόμενον φῶς. ὃ δὴ καὶ δηλῶν ὁ προφήτης ἔλεγε καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» ταῦτα δέ, ἀγαπητέ, οὐ μόνον προφῆται προεῖπον, ἀλλὰ καὶ ἐν πολλοῖς Ἑλληνικοῖς ὑπομνῄμασιν εὕρηνται· καὶ σεισμὸν γὰρ μέγαν τηνικαῦτα λέγουσι γενέσθαι, καὶ σκότος τοσοῦτον ὥστε ἀστέρας φανῆναι. 410 Τότε δὴ τότε καὶ προφητικὴν ἐπιφέρει ῥῆσιν ἐπὶ σταυροῦ τὴν οὕτω λέγουσαν θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἑβραϊστὶ δὲ ταῦτα ἔλεγεν ἠλὶ ἠλί, λαμμᾶ σαβαχθανί. τίνος ἕνεκεν; ἵνα καὶ τοῖς Ἰουδαίοις ταῦτα κατάδηλα γένηται. ἀλλ' ἐπὶ τοσοῦτον ἀκόλαστοι καὶ ἀσελγεῖς ὄντες ἐκεῖνοι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἐνόμισαν Ἠλίαν καλεῖν. καὶ οὗτοι μὲν οὕτως. ἀλλ' ἡ φωνὴ ἐκείνη καὶ τὸ καταπέτασμα ἔσχισε καὶ τὰ μνημεῖα ἀνέῳξεν. ἀλλ' οἱ μάταιοι καὶ τοιαῦτα βλέποντες συνιέναι ὅλως οὐκ ἤθελον. μᾶλλον μὲν οὖν καταβάτω ἐκ τοῦ σταυροῦ» ἔλεγον ἵνα ἴδωμεν καὶ πιστεύσωμεν.» ἀλλ' ἐκεῖνος ἐν τῷ σταυρῷ μένων, ὡς ὁ χρυσορρήμων φησίν, ἐν τοῖς τῶν δούλων σώμασιν ἐκ περιουσίας ἐδείκνυε τοῦτο πολλῆς· εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν τὸν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πολλοὺς τῶν πάλαι κοιμηθέντων φανῆναι ζῶντας ἀθρόον. καὶ πρόσχες τῷ θειοτάτῳ Ματθαίῳ περὶ τούτων οὕτω λέγοντι πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς μετὰ τὴν ἔγερσιν αὐτοῦ.» ἀλλ' ἐνταῦθα προσέχειν σε ἄξιον. εἰ γὰρ κατὰ τὸν χρυσορρήμονα Ἰωάννην ἐπὶ σταυροῦ ἔτι ὄντος τοῦ Χριστοῦ τὰ τοιαῦτα ἠγέρθησαν σώματα, πῶς ἐμφανισθῆναι ταῦτα μετὰ τὴν τοῦ 411 Χριστοῦ ἔγερσιν ὁ εὐαγγελιστὴς ἱστορεῖ; ἐγὼ δέδοικα μήποτε τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῶν ὀφείλει ἀναγινώσκεσθαι· τὰ γὰρ σώματα ἐκεῖνα μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν αὐτῶν καὶ εἰσήλθοσαν εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. τότε δὴ τότε καὶ ἡ προφητικὴ ῥῆσις ἔλαβε πέρας ἡ λέγουσα
132
τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύπτεσθε. καὶ κατὰ μὲν τὴν ἕκτην ὥραν, ὥς φασιν αἱ γραφαί, σταυροῦται ὁ κύριος, κατὰ δὲ τὴν ἐννάτην τὸ πνεῦμα ταῖς πατρικαῖς χερσὶ παρατίθησιν. Εἰ δὲ καὶ πρὸς ᾅδην ἀκούεις τὴν αὐτοῦ κατιέναι ἁγίαν ψυχήν, μὴ θαύμαζε τούτου ἕνεκεν, ἀδύνατον εἶναι λέγων καὶ πρὸς ᾅδην αὐτὴν κατελθεῖν καὶ ταῖς τοῦ πατρὸς παρατεθῆναι χερσίν. ἡ γὰρ τοῦ θεοῦ χείρ, ἡ τὰ πάντα δηλαδὴ συγκρατοῦσα δύναμις, καὶ ἄνω ἐστὶν ἐν οὐρανῷ καὶ κάτω ἐπὶ τῆς γῆς, καὶ τῶν τοῦ ᾅδου μυχῶν οὐ διαλείπει ποτέ. ὥστε εἰ καὶ πρὸς ᾅδην ἡ ἁγία τοῦ Χριστοῦ ψυχὴ τηνικαῦτα κατήρχετο, ἀλλὰ τῆς τὰ πάντα συγκρατούσης δυνάμεως, καθάπερ εἴπομεν, οὐ κατελιμπάνετο, εἴγε καὶ μᾶλλον δύναμις τοῦ πατρὸς αὐτός ἐστιν ὁ Χριστός, ὡς ὁ Παῦλός φησι. παρατίθησι μὲν οὖν ταῖς πατρικαῖς χερσὶ τὴν ψυχήν, ὡς ἐντεῦθεν καὶ πάσαις ταῖς τῶν δικαίων ψυχαῖς τὴν ἐπὶ τὰ ἄνω πορείαν χαρίσασθαι (οὐδὲ γὰρ ἀπέθανε δωρεὰν ὑπὲρ αὐτῶν), 412 κάτεισι δὲ πρὸς τὸν ᾅδην, ἵνα καὶ τοῖς ἐκεῖσε κατεχομένοις κηρύξῃ καὶ διδάξῃ πάντας ἣν ἠγνοήκασι θεοσέβειαν. καὶ πείθου τῷ κορυφαίῳ Πέτρῳ περὶ τούτων οὕτω διεξιόντι καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε.» ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐντεῦθεν ὁρμώμενος περὶ τούτων οὕτω φησίν ἆρα πάντας ἔσωσεν ἐπιφανεὶς ἐν ᾅδῃ ὁ κύριος, ἢ κἀκεῖ τοὺς πιστεύσαντας;» μὴ οὖν ἀμφίβαλλε· καθάπερ γὰρ τοῖς ἐν γῇ εὐαγγελίσατο εἰρήνην, καὶ τοῖς μὲν πιστεύσασι σωτηρίας γέγονε πρόξενος τοῖς δὲ ἀπειθήσασιν ἀπιστίας ἔλεγχος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, οὕτω καὶ τοῖς ἐν ᾅδῃ. μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴγε καὶ ψυχαί τινες ἐν ᾅδῃ κατεχόμεναι τὸ κατὰ Χριστὸν οὐκ ἠθέλησαν δέξασθαι κήρυγμα· καθάπερ ἐπὶ τοῦ μακαρίου Παύλου, ἡνίκα τὰ τῆς φυλακῆς ἔσεισε θεμέλια, ὁ μὲν δεσμοφύλαξ εὐθέως ἐπίστευσεν, οἱ δὲ δεσμῶται τῇ ἀπιστίᾳ ἐναπέμειναν, καὶ ταῦτα τὰς σιδηρᾶς αὐτῷ χειροπέδας ἑωρακότες ἄφνω διαρραγείσας, οὕτω κἀν τοῖς ἐν ᾅδου γενήσεσθαι πίστευε. Εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθεῖν δι' ἣν ἐκήρυξε καὶ ταῖς ἐν ᾅδου ψυχαῖς ὁ σωτήρ, αὕτη ἐστίν. ἐν τῷ εφʹ ἔτει γέγονεν ἡ τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησις. τίνος ἕνεκεν; 413 ὅτι κατ' ἐκεῖνον καιρὸν προήχθη εἰς φῶς ἡ τῷ κατὰ Χριστόν μυστηρίῳ ὑπηρετοῦσα, ὡς ὁ μέγας ἔφη Βασίλειος, ὅτι τῆς κακίας ἡ νόσος, ὡς ὁ Νυσσαεὺς ἔφη θεῖος Γρηγόριος, τηνικαῦτα παρήκμαζεν, ἡ ἀρχῆθεν ἐνσκήψασα τῇ φύσει τῆς ἀνθρωπότητος, ὅτι τὰ ἔθνη καλούμενα τότε πείθεσθαι ἔμελλον· καὶ τοῦτό ἐστιν ὅπερ ὁ πάμμεγας ἔλεγε Παῦλος ὅτι ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ. καλῶς οὖν ἐν τῷ διαληφθέντι ἔτει σαρκοῦται ὁ κύριος, ὅτι καὶ κατὰ πάντα τὸ τοιοῦτον εὔθετον ἦν. ἀλλ' ἐπειδὴ καί τινες τῶν ἐν ἀσεβείᾳ τὴν ζωὴν καταλυσάντων ἀγαθῆς τοσοῦτον ὑπῆρχον ψυχῆς ὥστε καὶ προσελθεῖν καλουμένους αὐτοὺς καὶ τὸ κατὰ Χριστὸν ἑτοίμως εὐαγγέλιον δέξασθαι, εἴπερ εἶδον αὐτὸν ἐν τοῖς ἔμπροσθεν χρόνοις μετὰ σαρκὸς ἐπὶ γῆς διατρίβοντα, τούτου χάριν οὐ παραιτεῖται καὶ πρὸς ᾅδην αὐτὸν κατελθεῖν καὶ ταῖς ἐκεῖσε κηρῦξαι ψυχαῖς, ὡς ἐντεῦθεν ἀναπολογήτους εἶναι ἅπαντας, καὶ μήτε τοὺς ἀγαθοὺς ἀπολέσαι τὴν ἑαυτῶν ἀγαθότητα, μήτε τοὺς οὐκ ἀγαθοὺς ἀντιλέγειν δύνασθαι ὡς εἴπερ εἴδομεν ἐπιστεύσαμεν ἄν. καὶ περὶ μὲν τούτων οὕτως. Οἱ δὲ Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον, καὶ τὰ ἑξῆς. 414 κατάγουσιν οὖν ἀπὸ τοῦ ξύλου τὸν Ἰησοῦν, καὶ μνήματι καινῷ κατατίθενται. ἀλλ' ὅρα κἀνταῦθ' τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, ἵνα μὴ τὸν σταυρὸν αὐτὸν ζημιωθῶμεν, ἵνα μὴ τὸ πανάγιον τοῦ κυρίου σῶμα πυρὸς ἢ θαλάσσης ἔργον ποιήσωσι, τῇ συνήθει κἀν τούτῳ μανίᾳ χρησάμενοι, τὸν Αὔγουστον ἤγειρε Καίσαρα τὴν οἰκουμένην ἅπασαν ἀπογράψασθαι. γίνεται ταῦτα, καὶ τὸ τῶν Ἑβραίων
133
γένος τῇ τῶν Ῥω-μαίων ὑποπίπτει ἀρχῇ. ταύτῃ τοι καὶ τῷ λαχόντι Πιλάτῳ τὴν ἡγεμονίαν αὐτῶν παριστῶσι τὸν κύριον, μὴ συγχωρούμενοι τὸ βουλητὸν αὐτοῖς ἐπ' αὐτῷ διαπράξασθαι. καὶ γὰρ εἰ συνεχωρήθησαν, λίθοις ἂν τὸν Χριστὸν ἐθανάτωσαν ἢ ξυλίνῳ κατέπρισαν πρίονι, κἀντεῦθεν ἡμεῖς τὸν φύλακα ἡμῶν ἐζημιούμεθα σταυρόν. εἰ γὰρ τὸν φιλόθεον Ἱερεμίαν βορβόρου λάκκῳ ἐνέβαλον, τί οὐκ ἂν εἰς τὸ τοῦ κυρίου σῶμα ἐποίησαν, εἰ μή γε τὸν Ῥωμαϊκὸν εἶχον νόμον αὐτοὺς ἀναστέλλοντα; γίνεται λοιπὸν ἡ ἀπογραφή, τὰ τῆς εὐταξίας εἰσάγεται, κἀντεῦθεν τὸ τοῦ κυρίου σῶμα τελείᾳ ταφῇ παραδίδοται. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ περὶ τῆς τριημέρου ταφῆς τοῦ κυρίου πολλὴν ἐποιήσω συζήτησιν, ἡμέρας ἐκμετρῆσαι δῆθεν ἐπὶ ταύτης τρεῖς μὴ δυνάμενος. ἀλλ' ἄφες, εἰ βούλει, τῶν πολλῶν, ὅτι καὶ λογισμῶν ἀνθρωπίνων εἰσὶν ἐφευρέματα. πείθου δὲ μᾶλλον Ἰσιδώρῳ τῷ Πηλουσιώτῃ λέγοντι 415 ὅτι καθάπερ ἐπὶ τῶν τελευτώντων ποιεῖν εἰώθαμεν, ὁποίᾳ δ' ἂν ὥρᾳ τελευτήσῃ τις, τὴν ἑξῆς μόνην ὑπερτιθέμεθα, τῇ δὲ ἑτέρᾳ ἕωθεν τριταίαν ἄγομεν ἡμέραν αὐτοῦ· καὶ οὕτω καὶ ἐπὶ αὐτοῦ τοῦ Χριστοῦ διανοεῖσθαί σε χρή. καὶ γὰρ κατὰ τὴν παρασκευὴν παρέδωκε τὸ πνεῦμα· τοῦτο μία ἡμέρα. τὸ σάββατον ὅλον ἐν τῷ τάφῳ ἐποίησεν· ἰδοὺ δύο ἡμέραι. μετὰ δὲ τοῦτο τῆς κυριακῆς ἐπιφωσκούσης ἐκ τάφου ἐγήγερται· ἰδοὺ καὶ τρίτην ἔχεις ἡμέραν. καὶ πείθου τοῖς περὶ Λουκᾶν καὶ Κλεόπαν οὕτω λέγουσι πρὸς αὐτὸν τὸν Χριστόν ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο». εἰ δὲ καὶ τάχιον ἐκ τάφου ἐγήγερται, οὐ κατὰ τοῦτο πάντως αἰτιασθήσεται, μᾶλλον μὲν οὖν καὶ προσκυνηθήσεται παρὰ πάντων, ὅτι μὲν τὴν ἐμπρόθεσμον καρτερήσας ὑπόσχεσιν τὴν ἐκ νεκρῶν αὐτοῦ τάχιον ἐποιήσατο ἔγερσιν. καὶ περὶ μὲν τούτων οὕτως ὁ διαληφθεὶς θεῖος ἀνήρ, ὁ δὲ χρυσορρήμων Ἰωάννης φησὶν ὅτι καὶ λίαν ἐποίησε καλῶς ὁ Χριστὸς πρὸ τῆς τῶν τριῶν ἡμερῶν συμπληρώσεως ἐγερθεὶς ἐκ νεκρῶν. εἰ μὴ γὰρ́ τότε ἀνέστη καθημένων αὐτόθι τῶν στρατιωτῶν καὶ φυλασσόντων, ἀλλ' ἀναχωρησάντων μετὰ τὴν τρίτην ἡμέραν, εἶχον ἄν τι καὶ λέγειν οἱ κάκιστοι. προέφθασε λοιπὸν ἀναστάς. ἔδει γὰρ παρα καθημένων αὐτῶν γενέσθαι τὴν ἀνάστασιν. οὐκοῦν ἠναγκάζετο καὶ τῶν τριῶν ἡμερῶν ἐντὸς ἐκ νεκρῶν ἐγερθῆναι, ὡς εἴγε παρελθουσῶν αὐτῶν κἀκείνων ἀναχωρησάντων ἡ ἀνάστασις γέγονεν, ὕποπτον ἂν εἶναι τὸ πρᾶγμα ἔμελλε· διὸ καὶ σφραγίσαι τὸν τάφον, ὡς ἐβούλοντο, συνεχώρησεν ὁ Πιλᾶτος. εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ ἐπὶ πλέον τὰ θεῖα περιεργάζου ῥητά, μηδὲ ζήτει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῇ ταφῇ τοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν, ὅπου γε καὶ ταύτας, εἰ βούλει, τὸν θειότατον ἔχεις Ἰσίδωρον ἐκμετροῦντά σοι. ἕκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη ὁ κύριος. ἀπὸ ταύτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο· τοῦτό μοι νύκτα νόησον. πάλιν ἀπὸ ἐννάτης ἕως ἑσπέρας αὐτῆς φῶς· τοῦτο νόησον αὖθις ἡμέραν. ἔχεις ἰδοὺ νυχθήμερον ἕν. πάλιν ἡ νὺξ τῆς παρασκευῆς καὶ ἡ τοῦ σαββάτου ἡμέρα νυχθήμερον· ἔχεις ἰδοὺ νυχθήμερα δύο. πάλιν ἡ τοῦ σαββάτου νὺξ καὶ ὁ τῆς κυριακῆς ὄρθρος νυχθήμερον· ἔχεις ἰδοὺ νυχθήμερον τρίτον, ἐν ᾧ καὶ ἀνέστη ὁ κύριος, εἴγε καὶ ἄδηλος ἦν ἡ ὥρα τῆς ἀναστάσεως, καθὰ δὴ καὶ ἡ τῆς δευτέρας παρουσίας αὐτοῦ. Οἶδα δέ, ἀγαπητέ, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ζητοῦντά σε, τίνος ἕνεκεν ἡ τοῦ κυρίου ταφὴ τριήμερος καὶ οὐ πλείων ἢ ἐλάσσων αὕτη ἐγένετο. ὑπὲρ πάσης ἔπρεπε τῆς τῶν ἀν θρώπων φύσεως ἀποθανεῖν τὸν Χριστόν, ὑπέρ τε δηλαδὴ τῶν προαποθανόντων τῶν τε περιόντων καὶ τῶν μελλόντων γενέσθαι, ἐπειδὴ καὶ τρεῖς εἰσὶ καιροί, παρεληλυθὼς ἐνεστὼς μέλλων. καὶ τοὺς μὲν προαποθανόντας ἔσωσε κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς δὲ τότε περιόντας ἔσωσεν ὡς πιστεύσαντας εἰς αὐτόν, τοὺς δὲ μετὰ ταῦτα γενησομένους ὡς πιστεύσαντας εἰς τὸ τῶν ἀποστόλων κήρυγμα καὶ
134
βαπτισθέντας. εἰ οὖν τὴν ὅλην ἡμῶν φύσιν ἔλαβε, δῆλον ὅτι καὶ τὴν ὅλην ἡμῶν φύσιν ἀνέπλασε. καλῶς οὖν ἡ τοῦ κυρίου ταφὴ τριήμερος γέγονεν. Ἀνίσταται οὖν ὁ κύριος ἐκ νεκρῶν, ἀλλ' οὐκ αὐτίκα πρὸς οὐρανοὺς ἀνάγεται. κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, τοὺς μαθητὰς ἐπιστηρίξαι βουλόμενος ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, ὀπτανόμενος αὐτοῖς ἔστιν ὅτε καὶ τὰ πρὸς εἰρήνην διαλεγόμενος, ὠτειλὰς ἐν τῷ θεοειδεῖ δεικνύων ἐκείνῳ σώματι, συνεσθίων αὐτοῖς ἅμα καὶ πίνων, οὐχ ὡς τροφῆς δεόμενος ἀλλὰ πιστούμενος, καὶ τἆλλα πάντα ποιῶν ὅσαπερ εἴωθε τοὺς ἀσθενεῖς ἀσφαλίζεσθαι. καὶ πρῶτα μὲν ὤφθη δυσὶ γυναιξίν, ἡνίκα καὶ τοὺς πόδας αὐτοῦ κρατήσασαι κατησπάζοντο. ἔπειτα τῇ Μαγδαληνῇ μόνῃ ὀπτάνεται, μετὰ δὲ ταῦτα τῷ κορυφαίῳ Πέτρῳ, καθὰ καὶ Παῦλος φησίν ὁ κύριος ἐγερθεὶς ἐκ νεκρῶν ὤφθη πρῶτον Κηφᾷ». ὤφθη τοῖς περὶ Λουκᾶν καὶ 418 Κλεόπαν, ὤφθη τοῖς δέκα, εἶτα τοῖς ἕνδεκα· ὤφθη κατὰ τὴν Γαλιλαίαν αὐτοῖς, ὁμοίως ἐν τῇ Τιβεριάδι· ὤφθη Ἰακώβῳ τῷ ἀδελφοθέῳ· ὤφθη ἐπάνω πεντακοσίων ἀνδρῶν. καὶ τελευταῖον ἐφάνη αὐτοῖς ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ᾧ καὶ τὴν χαμόθεν ἐποιήσατο ἔπαρσιν μεθ' ἡμέρας, ὡς εἴρηται, μʹ. Εἰ δὲ καὶ τοῦτο βούλει μαθεῖν, τίνος ἕνεκεν μετὰ τὴν ἐκ νεκρῶν αὐτοῦ ἔγερσιν ἡμέρας ἐπὶ γῆς ἐποίησε μʹ καὶ οὐ πλεῖον ἢ ἔλασσον, ὁ μέγας ἰδοὺ Ἐπιφάνιος δι' ὀλίγων ἐπιλύσει σοι τὸ τοιοῦτον ἀπόρρητον. ὃν γὰρ τρόπον» φησί μετὰ τὸ γεννηθῆναι ὁ Χριστὸς ἀνεκλίθη ἐν φάτνῃ, ἐσπαργανώθη, καὶ μεθ' ἡμέρας μʹ προσήχθη τῷ θείῳ ναῷ καὶ κατὰ τὸν τοῦ Μωσέως νόμον παρέστη τῷ θεῷ, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γεγονὼς ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, εἶθ' οὕτως πρὸς τὸ ἄνω Ἱερουσαλὴμ ἐπανάγεται, τῷ προσώπῳ τοῦ θεοῦ ἐμφανισθησόμενος ὑπὲρ ἡμῶν». καὶ πείθου τῷ μεγάλῳ Παύλῳ λέγοντι οὐ γὰρ εἰς χειροποίητα ἅγια ἐσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.» Οὐκοῦν ἀνελήφθη ὁ κύριος. ἡμέραι μετὰ ταῦτα διέρχονται δέκα, καὶ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. μετὰ δέκα δὲ συμπλήρωσιν ἡμερῶν ἡ τοιαύτη γίνεται κάθοδος, διότι τέλειος ὁ δέκατος ἀριθμός. ἐπειδὴ τοίνυν τὸ πνεῦ μα τὸ ἅγιον ἐπὶ τοῦτο κατερχόμενον, ἵνα καὶ τοὺς ἀτελεῖς μαθητὰς τελείους ἀπεργάσηται, τούτου χάριν ἐν ἀριθμῷ τελείῳ, τουτέστιν ἐν ἡμέρᾳ δεκάτῃ, πρὸς αὐτοὺς ἐπεφοίτησεν. ὅτι δὲ τελείους ἔδειξε τοὺς ἀτελεῖς μαθητάς, ὁ κορυφαῖος Πέτρος τοῦτο παρέστησεν. ὅρα γὰρ νουνεχῶς ὅτι παιδίσκῃ τινὶ πρότερον οἰκτρᾷ θροηθεὶς τὸν διδάσκαλον τρίτον ἠρνήσατο, τῷ παναγίῳ δὲ πνεύματι στομωθεὶς ὕστερον μετὰ παρρησίας ὅτι πολλῆς ἐδημηγόρει μέσον λαοῦ κἀντεῦθεν ἔπειθεν ἅπαντας ἀνενδοιάστως προσέρχεσθαι τῷ Χριστῷ. Μεθ' ἡμέρας οὖν, ὡς εἴρηται, πεντήκοντα τῆς ἐκ νεκρῶν ἐγέρσεως τοῦ Χριστοῦ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. τίνος ἕνεκεν; ὅτι καὶ ὁ παλαιὸς νόμος ἐν ἡμέρᾳ πεντηκοστῇ θεοῦ φανέντος ἐδίδοτο. κατὰ γὰρ τὸν χρυσορρήμονα καὶ θεῖον Ἰωάννην, μᾶλλον δὲ κατὰ τὴν τοῦ θεόπτου Μωσέως ἱστορίαν, πεντήκοντα διῆλθον ἡμέραι μετὰ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τηνικαῦτα τὰς θεοχα-ράκτους ὁ Μωσῆς πλάκας ἔλαβεν. εἰ τοίνυν ἐν ἡμέραις πεντήκοντα ὁ παλαιὸς ἐδίδοτο νόμος, ἔδει πάντως κατ' ἐκείνην τὴν ἡμέραν δοθῆναι καὶ τὴν τοῦ παναγίου πνεύματος χάριν, ὡς ἐντεῦθεν, ἀγαπητέ, κατά γε τὴν παλαιὰν καὶ τὴν νέαν, ἀδιαίρετον δειχθῆναι τὴν φύσιν τῆς θεότητος, καὶ ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐνομοθέτει καὶ τότε καὶ νῦν. 4 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. διὰ τί γλῶσσαι; ἐπειδὴ κηρύγματος χρεία, καὶ ἵνα τὸ σχῆμα τὴν ἐνέργειαν ἑρμηνεύσῃ, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. ἁλιεῖς γὰρ ἦσαν οἱ ἀπόστολοι, καὶ πρὸς τὸ κήρυγμα λόγου ἐδέοντο.
135
μεριζόμεναι δὲ εἶπεν, ὅτι πῦρ ἐφάνη κατερχόμενον μονοειδές, εἶτα τοῖς ἀποστόλοις ἐμερίζετο. τὸ δὲ πῦρ ἐκεῖνο οὐκ αὐτὸ ἦν τὸ πνεῦμα, ἀλλὰ δύναμις πνεύματος. οὐκ ἐν τῷ στόματι δὲ αὐτῶν ἐβλήθησαν αἱ γλῶσσαι, ἀλλ' ἐπὶ κεφαλῆς ἐκάθισαν· ἄρχοντες γὰρ τῆς οἰκουμένης ἐχειροτονοῦντο καὶ κήρυκες. ὅρα γὰρ ὅτι καὶ ἕως ἄρτι τοῦτο κρατεῖ· ἐπιτίθεται γὰρ τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονηθῆναι ἀρχιερέως τὸ εὐαγγέλιον, καὶ ὅταν ἐπιτεθῇ, οὐδὲ ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν προσεπικειμένην τῇ κεφαλῇ. ἐν εἴδει δὲ πυρὸς διὰ τὸν εἴποντα πῦρ ἦλθον εἰς τὸν κόσμον βαλεῖν» χάριν τῶν ὑλομανούντων παθῶν. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. πᾶς οὖν ὁ διακονῶν τῷ θεῷ θρόνος ἐστὶ τοῦ θεοῦ· διὰ γὰρ τοῦτο καὶ ἐκάθισεν εἶπε. Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. ἐφ' ᾧ καὶ οἱ παρεστῶτες ἔλεγον οὐκ ἰδοὺ 421 πάντες οἱ λαλοῦντες Γαλιλαῖοι οὗτοί εἰσι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ ἡμῶν διαλέκτῳ, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ λοιποί; ιεʹ δὲ γλωσσῶν τέως ἔλαβον χαρίσματα, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ὅσον πρὸς τοὺς παρόντας. τίς γὰρ ἦν ἡ χρεία Περσικῆς γλώττης μὴ παρόντων Περσῶν; δεκαπέντε δὲ γλῶσσαι ἐφάνησαν καὶ διὰ τοῦτο, ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ καὶ ὑπηρέται οἱ δώδεκα. καὶ ἦν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν ἣν οὐκ ἔμαθεν, ὥσπερ δὴ καὶ ἕνα ἕκαστον τῶν λοιπῶν ἰδίαν γλῶσσαν λαλοῦντα. οἰκονομεῖ γὰρ τοῦτο τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ στάσις ᾖ ἐν τοῖς ἀποστόλοις περὶ τοῦ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν. ἐφ' ᾧ καὶ δίδοται ἑκάστῳ ἰδία γλῶσσα ὥσπερ κανών. ἤγουν, Ῥωμαϊστὶ λαλεῖς; ἄπελθε εἰς τὴν Ῥώμην. Περσιστὶ λαλεῖς; ἄπελθε εἰς τὴν Περσίαν. καὶ ἐν τῇ γλώσσῃ μέν, ὡς εἴρηται, ἔλαβον τὸν κανόνα· ἀλλ' ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἀπερχομένους εἰς Ῥώμην διέρχεσθαι διὰ πολλὼν ἐθνῶν, ἐλάμβανον ὥσπερ παραβοηθοὺς ἑτέρας γλώσσας, τὴν πρώτην ἀντὶ χειροτονίας ἔχοντες. εὑρίσκεται γὰρ ἕκαστος τῶν ἀποστόλων καὶ διαφόροις γλώσσαις λαλῶν, ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν. 422 δῆλον ἐξ ὧν ὁ Παῦλος φησίν εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν γλώσσαις λαλῶ». Τότε δὴ τότε καὶ ἡ τοῦ θειοτάτου Ἰωὴλ προφητεία πέρας ἐλάμβανεν ἡ οὕτω λέγουσα ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», πιστεύσασαν δηλαδή. οὐ μόνον γὰρ οἱ ἀπόστολοι γλώσσαις ἐλάλουν, ἀλλὰ καὶ πάντες οἱ παρ' αὐτῶν βαπτιζόμενοι τὸ τοιοῦτον ἐδέχοντο χάρισμα. καὶ τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἔλεγε σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς.» καὶ ὅρα δώδεκα ἐν Ἐφέσῳ ἄνδρας, ὡς ὁ Λουκᾶς ἱστορεῖ, προβαπτισθέντας μὲν εἰς τὸ τοῦ Ἰωάννου βάπτισμα, πνεῦμα δὲ μὴ εἰδέναι τί ποτέ ἐστι λέγοντας· ἀλλ' ἡνίκα τὰς χεῖρας ὁ Παῦλος ἐπέθηκε, τηνικαῦτα τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα. ἐπειδὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἄρατον ἦν, ἔδει πάντως τῆς ἐκείνου παρουσίας αἰσθητόν τινα γίνεσθαι ἔλεγχον, ὡς ἐντεῦθεν ἀδιστάκτως ἐπὶ τὸ θεῖον λουτρὸν ἅπαντας ἔρχεσθαι. τοῦτο μέντοι τὸ χάρισμα ἠρέθισε καὶ τὸν Σίμωνα τοῖς ἀποστόλοις τε προσελθεῖν καὶ τὸ βάπτισμα αἰτήσασθαι· εἰ μὴ γὰρ αἰσθητὴν ἑώρα τὴν τοῦ πνεύματος δύναμιν, οὐκ ἂν ἐκεῖνος τοῖς Χριστοῦ προσήρχετο μαθηταῖς, οὐκ ἂν ἐπιδεὴς αὐτῶν ἐπὶ τοσοῦτον ἐφαίνετο. καὶ 423 τότε μὲν οἱ βαπτιζόμενοι τῇ τοῦ παναγίου πνεύματος ἐπιφοιτήσει τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα· ἐπὶ δέ γε τοὺς περὶ τὸν Κορνήλιον καὶ πρὸ τοῦ βαπτισθῆναι ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν γλώσσαις. διὰ τί δὲ καὶ πρὸ τοῦ βαπτισθῆναι τὴν τοῦ παναγίου πνεύματος ἐνέργειαν ἐδέχοντο; διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν. διεκρίνοντο γὰρ οὗτοι μὴ θέλοντες καὶ βαπτιζομένοις τοῖς ἐθνικοῖς ἀναμίγνυσθαι. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὸν καιρὸν ἐκβιάζῃ μαθεῖν καθ' ὃν ἡ τοῦ μακαρίου Παύλου γέγονε κλῆσις. καὶ κατὰ
136
τινὰς μὲν ἱστορικοὺς, καὶ μᾶλλον Ἱππόλυτον τὸν Θηβαῖον, ἐνιαυτοὶ διῆλθον ζʹ μετὰ τὴν τοῦ κυρίου ἐκ νεκρῶν ἀνάστασιν, καὶ ὁ πρωτομάρτυς Στέφανος τὸ μακάριον τέλος ἐδέξατο· μετὰ δὲ ταῦτα ὡσεὶ μῆνες διῆλθον ἕξ, καὶ ἡ τοῦ Παύλου γέγονε κλῆσις. ἀλλ' ἡ Εὐσεβίου τοῦ Παμφύλου ἱστορία διέξεισιν ὡς οὔπω εἷς ἐνιαυτὸς ἐπεπλήρωτο μετὰ τὴν ἐκ νεκρῶν τοῦ κυρίου ἀνάστασιν, καὶ ταῦτα πάντα ἐγένετο, οἱ ἆθλοί τε τοῦ πρωτομάρτυρος καὶ ἡ τοῦ μακαρίου Παύλου προσέλευσις. ἀλλ' ἦν ἰδεῖν ἐπ' αὐτῷ τηνικαῦτα πληρούμενον τὸ λόγιον τὸ λέγον ποῦ ὑπάγεις, οἶδας· τί δὲ μέλλεις παθεῖν, οὐκ οἶδας». ἐπιστολὰς γὰρ ἀπὸ τῶν ἀρχιερέων λαβὼν ὥστε ἀπελθεῖν καὶ τοὺς ὁπουδήποτε παρευρισκομένους Χριστιανοὺς ἀναιρεῖν, πηροῦται τοὺς ὀφθαλμοὺς αὐτοῦ καθ' ὁδόν· πε ριήστραψε γὰρ ἄνωθεν αὐτὸν ἄρρητον φῶς, καὶ οὕτως οἱ τοῦ σώματος αὐτοῦ λύχνοι παραχρῆμα ἐσβέσθησαν. ἀλλὰ καὶ φωνῆς ἄνωθεν ἤκουσε πρὸς αὐτὸν οὕτω λεγούσης Σαοὺλ Σαούλ» (τουτέστιν ἀδελφὲ ἀδελφέ) τί με διώκεις»; στέλλε. ται λοιπὸν πρὸς Ἀνανίαν, καὶ βάπτισμα δέχεται, κἀντεῦθεν φωτίζεται τούς τε ψυχικοὺς καὶ σωματικοὺς ὀφθαλμούς. κηρύσσει λοιπὸν ὁ πάμμεγας Παῦλος ἔτη λέ. ἐν γὰρ τῷ δεκάτῳ ὀγδόῳ ἔτει Τιβερίου Καίσαρος τὸ σωτήριον πάθος γέγονε τοῦ Χριστοῦ. οὔπω τὸ τοιοῦτον ιηʹ ἔτος πεπλήρωται, καὶ τὰ διαληφθέντα τηνικαῦτα γεγόνασι. τρέχειν ἤρξατο τὸ ιθʹ ἔτος τῆς βασιλείας Τιβερίου Καίσαρος, καὶ κηρύσσειν ὁ Παῦλος ἄρχεται, ὡς ἱστορία φησί. διέρχονται τοίνυν ἔτη δ' τὰ ἐπίλοιπα τῆς βασιλείας Τιβερίου· καὶ γὰρ εἴκοσι καὶ δύο ἔτη τὰ πάντα κρατήσας εὑρίσκεται. διέρχονται δὲ ὁμοίως καὶ τὰ τῆς βασιλείας Γαΐου ἔτη δʹ, καὶ Κλαυδίου δὲ ὁμοίως διέρχονται ἔτη ὡσεὶ ιδʹ. τοῦτον ὁ Νέρων διαδέχεται, καὶ τῷ ιγʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἀναιρεῖ τὸν ἀπόστολον. τριάκοντα λοιπὸν καὶ πέντε εὑρίσκονται τὰ ἔτη ἐν οἷς ὁ Παῦλος ἐκήρυξε. τοσοῦτον δὲ τὰ τῆς αὐτοῦ μετεχειρίζετο διακονίας, ὡς καὶ πρὸς Ἰάκωβον τὸν ἀδελφόθεον εἰσελθεῖν καὶ συμβουλὴν ἐξ ἐκείνου δέξασθαι ξυρηθῆναι και ἁγνισθῆναι τῶν Ἰουδαίων ἕνεκεν. 425 Οὗτος ὁ Ἰάκωβος ἀρχιερεὺς Ἱεροσολύμων πρῶτος ἐχρη-μάτισε· προείλοντο γὰρ αὐτὸν ὥστε μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον δόξης ἕνεκεν ἐπιδικάζεσθαι, καθὰ Κλήμης ὁ στρωματεὺς ἱστορεῖ. τοῦτον μέντοι τὸν Ἰάκωβον καὶ δίκαιον ἐκάλουν διὰ τὴν αὐτοῦ ἀρετήν. οὗτός ἐστιν ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ παρὰ τοῦ κναφέως ξύλῳ πληγεὶς κατὰ κεφαλῆς εἰς θάνατον. Ἰουδαῖοι γὰρ τοῦ Παύλου Καίσαρα ἐπικαλουμένου καὶ ὑπὸ Φήστου πεμφθέντος, τῆς ἐλπίδος καθ' ἣν ἐξήρτυον αὐτῷ τὴν ἐπιβουλὴν ἐκπεσόντες, ἐπ' αὐτὸν τρέπονται, καὶ λέγουσιν ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν· ἡμεῖς γὰρ μαρτυροῦμέν σοι, καὶ πᾶς ὁ λαός, ὅτι δίκαιος εἶ». ἦν δὲ πάσχα. καὶ στήσαντες αὐτὸν ἐπὶ τὸ πτερύγιον εἶπον δίκαιε, σοὶ πάντες πειθόμεθα. ἐπεὶ δὲ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ θεοῦ». ἐκείνου δὲ ἀποκριθέντος ὅτι Ἰησοῦς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἔκραξαν ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη». κατέβαλλον οὖν αὐτὸν ἀναβάντες, καὶ ἔβαλλον λίθοις. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς. τοσοῦτον δὲ ἦν δίκαιος ὡς τοὺς ἔμφρονας τῶν Ἰουδαίων νομίζειν δι' αὐτὸν ταῦτα γενέσθαι. γράφει δὲ καὶ Ἰώσηπος ταῦτα δὲ συμβέβηκεν Ἰου δαίοις κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ». τὸν μὲν οὐν τρόπον τῆς τελευτῆς αὐτοῦ, ἤγουν τὸ κρημνισθῆναι καὶ λιθασθῆναι καὶ γονυπετῆσαι καὶ εὔξασθαι ὑπὲρ αὐτῶν καὶ ξύλῳ πληγέντα τελειωθῆναι, ὁ Κλήμης ἱστόρησεν, ὁ δὲ Ἰώσηπος ταῦτα· οἶνον καὶ σίκερα οὐκ ἔπιεν, ἔμψυχον οὐκ ἔφαγεν, ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ
137
ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι καὶ δέεσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς ἐντεῦθεν ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, γονυπετοῦντος καὶ δεομένου ἄφεσιν τῷ λαῷ. ἀπέκτειναν δὲ αὐτὸν οἱ Ἰουδαῖοι μετὰ τὴν τελευτὴν Φήστου ἀναρχίαν εὑρόντες. Καὶ ὁ μὲν Ἰάκωβος οὗτος, ὁ ἀδελφόθεος δηλαδή, τῇ δωδεκάδι τῶν μαθητῶν οὐκ ἦν ἐναρίθμιος, τὰ πρῶτα δὲ ὅμως παρ' αὐτοῖς ἔφερε. καὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν ὁ κύριος, ὡς ὁ Κλήμης φησί, Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ τῷ ἀδελ-φοθέῳ τὴν γνῶσιν ἔδωκεν, οὗτοι δὲ τοῖς λοιποῖς. πρὸ γὰρ τῆς ἀναστάσεως καὶ ἐνεκότουν τῷ κυρίῳ καὶ ἠπίστουν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς ὁ εὐαγγελιστὴς Ἰωάννης φησί. πρόσεχε δέ, ἀγαπητέ. εἰ γὰρ καὶ πρώτους ἐκείνους ὁ κύριος 427 τοὺς δώδεκα ἐξελέξατο, εἰ καὶ τιμῆς ἠξίωσε πλείονος, εἰ καὶ ἐπὶ̀ ιβʹ θρόνων ὑπέσχετο καθίσαι αὐτοὺς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ κρίνοντας, εἰ καὶ σύνδειπνοι αὐτῷ ἔσονται κατ' ἐκείνην τὴν ἡμέραν, ἐπειδὴ μεμενήκασι μετ' αὐτοῦ, ἀλλ' ἔχομεν ἀλλαχοῦ τὸν κύριον αὐτὸν πρὸς τοὺς ἐκ Ζεβεδαίου, ἡνίκα δεξιὰν ᾐτήσαντο καὶ ἀριστερὰν καθέδραν, οὕτω λέγοντα οὐκ ἐμόν ἐστι τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου». οὐκοῦν εἰ τὰ τῆς τιμῆς ἐκείνης οὐ δίδοται κατὰ χάριν ἀλλὰ κατὰ τοὺς ἀγῶνας οὓς ὁ καθ' ἕνα ἐνδείξεται, μὴ θαύμαζε εἴγε καὶ οἱ κατὰ τὸν Παῦλον, ναὶ μὴν καὶ Ἰάκωβον τὸν ἀδελφόθεον ἀγωνισάμενοι κοινωνοὶ καὶ συμμέτοχοι τῆς τῶν δώδεκα τιμῆς εὑρεθήσονται. καὶ γὰρ τοῦτο καὶ ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε, Παύλου μείζονα στῆναι τότε μηδέτερον. Ὅτι δὲ οἱ μαθηταὶ τοῦ Χριστοῦ δώδεκα τὸν ἀριθμὸν καὶ οὐ πλείους ἢ ἐλάσσους εἶναι ἔμελλον, ἀρχῆθεν τοῦτο δεδήλωται. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. ὃν γὰρ τρόπον ὁ αἰσθητὸς οὗτος ἥλιος ἀπὸ τοῦ πρώτου σημείου ἀρξάμενος, καὶ διὰ τῶν ιβʹ ζωδίων τὴν αὐτοῦ ποιήσας περίοδον, κἀν τούτοις τὰ αὐτοῦ πάντα πληρώσας, ἐκεῖσε πάλιν ὑποστρέφει ὅθεν τοῦ δρόμου κατήρξατο, οὕτω καὶ ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, ἐξανατείλας τῷ κόσμῳ καθὼς αὐτὸς ηὐδό κησε, καὶ διὰ τῶν ιβʹ μαθητῶν τὴν ὑπ' οὐρανὸν διαδραμών, πᾶσαν τὴν αὐτοῦ βούλησιν δι' αὐτῶν ἐκτελέσας ἐκεῖσε πάλιν ὅθεν ἦλθεν ὑπέστρεψεν. ὅτι δὲ οἱ παρὰ κυρίου ἐκλεγέντες ιβʹ μαθηταί, ναὶ μὴν καὶ οἱ κατ' αὐτοὺς ἀγωνισάμενοι κρείττονα τόπον ἐσχήκασι τῶν προπατόρων ἐκείνων, ὁ χρυσορρήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν. ἐπὶ ιβʹ γὰρ ἔφη θρόνων καθίσαι αὐτούς, καὶ κρῖναι τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ, ἣν δὴ τιμὴν οὐκ ἔδωκε τοῖς προπάτορσι. καὶ ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐλεύσονται, καὶ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἀνακλιθήσονται· τοῖς δέ γε ἀποστόλοις οὐδεὶς ἕτερος ἐσεῖται συγκάθεδρος. καὶ ὅτι ὑπὸ σκιὰν ἐκεῖνοι τότε φανέντες ἐλάττονές εἰσι τῶν ἐνακμασάντων τῇ ἀληθείᾳ. καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς, ὁ δὲ Θεοδώρητος σφάλλεσθαι λέγει τοὺς οὕτω περὶ τῶν προπατόρων καὶ φρονοῦντας καὶ λέγοντας. εἰ γὰρ καὶ μὴ αἰσθητῶς ἐκεῖνοι τὸν κύριον εἶδον, ἀλλὰ νοητῶς εἶδον αὑτόν. πῶς δὲ καὶ ἐλάσσων ὁ τοὺς ἁγίους εἰς τὸν κόλπον αὐτοῦ δεχόμενος, καὶ ὁ τῇ τοῦ κυρίου μεταμορφώσει συμμεταμορφωθεὶς Μωϋσῆς ἅμα τῷ Ἠλίᾳ μετὰ τοσαύτης δόξης ὥστε συλλαβεῖν αὐτῷ περί τε σταυροῦ καὶ θανάτου; καὶ ὁ μὲν Θεοδώρητος οὕτω· σὺ δέ, ἀγαπητέ, τοῖς τοῦ χρυσορρήμονος ἐπὶ πλέον πρόσκεισο. τίνος 429 ἓνεκεν; ὅτι τοῖς τοῦ κυρίου λόγοις τὰ τοιαῦτα συνᾴδουσιν. ἐπὶ γὰρ τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ καὶ τάδε τοῖς ἀποστόλοις ἔλεγε μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» τίνα δὲ ταῦτα; τὰ κατὰ τὴν ἔνσαρκον πάντως οἰκονομίαν, ὧν οἱ ἀπόστολοι μόνοι κατηξιώθησαν. κατὰ δύο λοιπὸν ὑπερέχουσι τῶν προφητῶν οἱ ἀπόστολοι, καὶ κατὰ τὸ σωματικῶς ἰδεῖν καὶ
138
κατὰ τὸ πνευματικῶς μυηθῆναι τὰ θεῖα. Ἀλλὰ καὶ τὰς ἐκ νεκρῶν ἐγέρσεις εἴγε μαθεῖν ἐπιζητεῖς, πόσαι εἰσὶν αὗται καὶ τίνων εἰσίν, ἰδού σοι ταύτας ἀπαριθμήσασθαι οὐκ ὀκνήσομεν. ὀκτὼ μὲν οὖν εἰσὶ τὸν ἀριθμόν, τοῦ τῆς Σαραφθίας υἱοῦ ὃν ὁ Ἠλίας ἤγειρε, τοῦ τῆς Σωμανίτιδος υἱοῦ ὃν ὁ Ἐλισσαῖος ἤγειρε, καὶ τοῦ στρατιώτου ἐκείνου ὃς ἐγγίσας τοῖς τοῦ Ἐλισσαίου λειψάνοις ὡς ἀπὸ πυρὸς ἐξεπήδησε, τῆς τοῦ Ἀρχισυναγώγου θυγατρός, τοῦ τῆς χήρας υἱοῦ, τοῦ Λαζάρου, τῶν πολλῶν σωμάτων, καὶ αὐτοῦ τοῦ παναγίου καὶ κυριακοῦ σώματος, εἰ καὶ μανέντες οἱ Ἀπελλιανοὶ ἔλεγον ἐν τῷ τάφῳ διαλυθῆναι τὸ σῶμα τοῦ κυρίου εἰς τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν καὶ συνέστηκε. τὰ μέντοι 430 πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν ὡς ἐντεῦθεν θεὸν ἀνακηρυχθῆναι τὸν πάσχοντα, πιστωθῆναί τε τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως τὸ μυστήριον καὶ τῶν κατεχομένων ἐν ᾅδου ψυχῶν τὴν ἐλευθερίαν ὁμοῦ καὶ ἐπάνοδον. καὶ γὰρ αἱ πιστεύσασαι ψυχαὶ τῷ Χριστῷ καταβάντι πρὸς ᾅδην εὐθὺς ἀπελύθησαν. καὶ ἐπεὶ ἀδύνατον ἦν ψυχὰς οὕτω γυμνὰς αἰσθητοῖς ὁραθῆναι ὀφθαλμοῖς, οἰκονομίᾳ θείᾳ πρὸς πίστιν μετὰ σωμάτων ἐφάνησαν αἱ τῶν κεκοιμημένων ἁγίων ψυχαί, εἶθ' οὕτως εἰς τοὺς ἀνήκοντας αὐταῖς τόπους ἀπέπτησαν. Ὅρα δέ, ἀγαπητέ, μήτε τοῖς ὧδε κἀκεῖσε μυθολογουμένοις καὶ ἡ σὴ διάνοια περιτραπήσεται. ὅτι μὲν γὰρ φημίζεται παρὰ τοῖς πολλοῖς τῇ Μαγδαληνῇ ἐκείνῃ ἐντυχεῖν τὸν Γαληνὸν ἰατρόν, καὶ ἀκοῦσαι παρ' αὐτῆς ὅτι τυφλὸν ἐκ γενετῆς ὁ Χριστὸς ἰάσατο, κἀντεῦθεν εἰπεῖν πρὸς αὐτὴν καλῶς ἐκεῖνον εἰδέναι τὰ τῆς γῆς μέταλλα (εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν τὸν τυφλὸν ἐκεῖνον ὠμμάτωσε), οἴδαμεν τοῦτο καὶ ἡμεῖς, ἀλλὰ τὴν τοιαύτην φήμην μετὰ τῶν μύθων ἐτάξαμεν. ἀδύνατον γὰρ τῇ Μαγδαληνῇ ἐντυχόντα Γαληνόν, ὡς ἐκεῖ νοί φασι, Μάρκου μὲν βασιλέως ἐν τοῖς πρὸς Πίσωνα μεμνῆσθαι, Κομμόδου δὲ πάλιν ἐν τῷ περὶ ἠθῶν πρώτῳ βιβλίῳ αὐτοῦ· ἀπὸ γὰρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕως αὐτῆς τῆς βασιλείας Κομμόδου ὡσεὶ ἑκατὸν πεντήκοντα ἔτη εὑρίσκονται. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἠπόρηκας, ἵνα τί» λέγων οἱ μαθηταὶ τοῦ Χριστοῦ καὶ ἀπόστολοι τὰ λοιπὰ συγγραψάμενοι, τὰ κατὰ τὴν κοίμησιν τῆς ἀειπαρθένου παντάπασι σεσιγήκασι;» καὶ ἔστιν εἰπεῖν ὅτι τὰ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν οἰκονομίας οἱ εὐαγγελισταὶ διηγούμενοι μέχρι καὶ αὐτῆς κατηντήκασι τῆς ἀπὸ γῆς αὐτοῦ ἀναλήψεως. ἡ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πανάμωμος μήτηρ εἰς γῆρας λέγεται ἐφθακέναι βαθύ, καθά φησιν ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης. οὐκοῦν ἀδύνατον ἦν τῇ εὐαγγελικῇ παραμεμῖχθαι ἱστορίᾳ καὶ τῆς ἀειπαρθένου τὴν κοίμησιν, ἅτε πολλῷ τῷ χρόνῳ γεγονυῖαν, ὡς ἔφημεν, ὕστερον. ἰδίᾳ δὲ πάλιν οἱ μαθηταὶ τοῦ Χριστοῦ διαλαβέσθαι περὶ ταύτης οὐκ ἔφθασαν, ὅτι περὶ τὸν τῆς οἰκονομίας ἀσχολούμενοι λόγον, καὶ διὰ φροντίδος ἔχοντες ὅτι πολλῆς πῶς τε πιστοὺς τοὺς ἀπίστους ποιήσαιεν καὶ ὅπως τῇ κατὰ Χριστὸν ἀμωμήτῳ πίστει πάντες προσέλθοιεν, τὰ λοιπὰ παρεβλέποντο, καὶ μάλιστα ταῦτα τῷ θείῳ κηρύγματι μὴ συντεί νοντα. πλὴν οὐ πάντῃ σεσίγηται τὰ τῆς θείας ἐκείνης κοιμήσεως· ὁ γὰρ θεοφάντωρ καὶ μέγας Διονύσιος θαυμαστά τινα περὶ ταύτης ἐν τοῖς πρὸς Τιμόθεον γράφων εὑρίσκεται. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. ὁ γὰρ θεῖος οὗτος ἀνὴρ καὶ τάδε κατὰ ῥῆμα περὶ τούτου διέξεισι καὶ ἡμεῖς μὲν οὖν, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος καὶ Πέτρος ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης.» πρὸς τούτους δὲ καὶ τὸν τοῦ θείου ἐκείνου ὕμνου παράγει προεξάρχοντα, θεόληπτον γεγονότα ἐξιστάμενον καὶ οἷον ἐκδημοῦντα πρὸς τὴν ὑμνωδίαν μεταποιούμενον. καὶ τί χρὴ πολλὰ λέγειν; δείκνυσι διὰ τῶν αὐτοῦ λόγων ὁ θεσπέσιος Διονύσιος ὡς ἅπας σχεδὸν τῶν ἀποστόλων ὁ θίασος καὶ
139
αὐτῶν δὴ τῶν ἑβδομήκοντα περὶ τὸ σεπτὸν ἐκεῖνο τῆς θεομήτορος συνήθροιστο θέατρον, καὶ ὅτι κατ' αὐτὸν πάντες συνήλθοσαν οἱ ἀνὰ πᾶσαν ἐσκορπισμένοι τὴν γῆν μαθηταί, ὧν εἷς ἐτύγχανε καὶ αὐτὸς συνάμα Τιμοθέῳ καὶ Ἱεροθέῳ. καὶ δῆλον ἐξ ὧν αὐτὸς ἔγραφε πρὸς Τιμόθεον· ἡνίκα» γάρ φησι καὶ ἡμεῖς, ὡς οἶσθα καὶ αὐτός, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ σώματος συνεληλύθαμεν.» καὶ οὕτω μὲν ὁ διαληφθεὶς θεῖος Διονύσιος. 433 Πλὴν εἰ τοῖς τῆς φύσεως νόμοις ὑπέπεσεν, εἰ καὶ θάνατον ἐγεύσατο, εἰ καὶ μνήματι κατετέθη ὡς ἄνθρωπος, ἀλλὰ τοὺς ὅρους νενίκηκε τῆς φύσεως, ἀλλὰ τάφος καὶ νέκρωσις αὐτὴν οὐ κεκράτηκε· τοῦ γὰρ μνήματος ἐξανέστη καὶ αὕτη παραπλησίως τῷ υἱῷ αὐτῆς καὶ θεῷ, μόνα παρὰ τῷ τάφῳ καταλείψασα τὰ ἐντάφια. καὶ πιστοῦται τὸν λόγον Ἰουβενάλιος ὁ τῶν Ἱεροσολύμων χρηματίσας θεῖος ἐπίσκοπος, τήν τε τοῦ Θωμᾶ διηγησάμενος ἀπόλειψιν, τὴν ἐσύστερον αὐτοῦ παρὰ τῷ τάφῳ προσέλευσιν καὶ τὴν ἐπ' αὐτῷ τῷ τάφῳ γεγονυῖαν παρ' αὐτοῦ κατεξέτασιν. οἱ γὰρ ἀπόστολοι τηνικαῦτα διανοιγῆναι τὸν τάφον κελεύουσιν ἅτε τὸν Θωμᾶν ὁρῶντες ἐπὶ τῇ ἀπολείψει πολλὰ δυσχεραίνοντα, καὶ ὁ μὲν τάφος ἠνοίγετο, ὁ δὲ θησαυρὸς ἐντὸς ἦν οὐδαμῶς, μόνα δὲ κείμενα, καθάπερ εἴρηται, τὰ ἐντάφια. ὅτι δὲ ἡ αὐτὴ καὶ ἡ ἐπὶ τῆς θεομήτορος ἔμελλε γενέσθαι ἀνάστασις, καὶ ταύτην ἐκ νεκρῶν ἐγερθῆναι καθὰ δὴ καὶ τὸν υἱὸν αὐτῆς, ὁ μακάριος Δαβὶδ προφθάσας ἐδήλωσεν οὕτως εἰπών ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» ἐπειδὴ γὰρ τὴν ἐν γαστρὶ βαστάσασαν αὐτὸν κἀντεῦθεν κιβωτὸν ἁγιάσματος χρηματίσασαν, οὕτως ἐγηγερμένην ἐκ τάφου προέγνωκεν ὁ Δαβὶδ καθὰ δὴ καὶ τὸν ἐξ αὐτῆς γεννηθέντα Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν, εἰκό τως ἄρα καὶ ἐπὶ ταύτῃ τὴν ὁμοίαν προέγραψεν ἔγερσιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνος εἰπών ἀνάστηθι κύριε σύ,» τηνικαῦτα ἐπήγαγε καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» μὴ οὖν ἀμφίβαλλε. ἐπειδὴ γὰρ τὰ δύο τῶν πρωτοπλάστων σώματα τῇ λύμῃ τῆς φθορᾶς ὑπέπεσε διὰ τὴν παράβασιν, κἀντεῦθεν τὸ τοιοῦτον ὑφέρπον κακὸν διαδόσιμον ἐφ' ἅπαν γέγονε τὸ ἀνθρώπινον, διὰ τοῦτο καὶ νῦν πρώτως δύο σώματα ἀποτιναξάμενα ἀπαρχὴ τοῖς ἐλπιζομένοις ἀφθαρσίας γεγόνασι. καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. ὅρα γὰρ νουνεχῶς ὅτι καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς τὰς ἀφορμὰς ἐκεῖθεν λαβὼν ἐν τῷ εἰς τὴν κοίμησιν λόγῳ αὐτοῦ καὶ τάδε κατὰ ῥῆμα διέξεισιν ὅτι ζῇ σου τὸ πνεῦμα διὰ παντός, καὶ ἡ σάρξ σου διαφθορὰν οὐχ ὑπέμεινε τάφου. πάντα ἐπισκέπτῃ, καὶ ἡ ἐπισκοπή σου πρὸς πάντα, ὥστε κὰν οἱ ὀφθαλμοὶ ἡμῶν κεκράτηνται μὴ βλέπειν σε, ἀλλὰ σὺ παναγία τοῖς ἀξίοις ἑαυτὴν ἐμφανίζεις· ἡ γὰρ σὰρξ οὐκ ἐμποδίζει τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ πνεύματός σου.» καὶ αὖθις τὸ μὲν σῶμά σου τὸ παρθενικὸν ὅλον ἅγιόν ἐστιν, ἀλλαγὲν μὲν ὡς ἀνθρώπινον πρὸς ἄκραν ἀφθαρσίαν ζωῆς, σῶον δὲ ὁ τοῦτο 435 ζωοτελὲς καὶ ἀκοίμητον ὡς σκεῦος ὑπάρχον θεοδόχον. ἐρρέτω τάφος, ἐρρέτω χοῦς ἐπὶ σοί, θεοτόκε.» πρὸς τούτοις δὲ ὁ ἁγιώτατος Ἀνδρέας ὁ Κρήτης αὐτὴν ταύτην εἰσάγει λέγουσαν ὅτι τῇ μὲν ψυχῇ μεγαλύνω τὸν κύριον καὶ ἀγαλλιῶμαι τῷ πνεύματι, τῷ σώματι δὲ μεταλλάττομαι καὶ μορφοῦμαι τὴν ἐν χάριτι θέωσιν. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. Μετὰ δὲ Αὔγουστον Καίσαρα κρατεῖ Τιβέριος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος κτίσας πόλιν παρὰ τῇ λίμνῃ Τιβεριάδα ταύτην ὠνόμασεν. ἐφ' οὗ σεισμὸς γεγονὼς ιʹ καὶ γʹ πόλεις κατέχωσεν. ὁ Τιβέριος οὗτος τοὺς βαρεῖς καὶ δεινοὺς φορολόγους αἰκίζων δεινῶς ἔλεγε κειρέσθωσαν μὲν τὰ πρόβατα, πλὴν οὐ μέχρις αὐτῆς ἐπιδερμίδος.» ἐφ' ᾧ καὶ τοὺς εἰς ἀξίαν παρ' αὐτοῦ προαγομένους θᾶττον οὐκ ἤμειβεν. ἐρωτηθεὶς πῶς τοῦτο ποιεῖ, ἔφη διὰ τὴν τῶν ἀγομένων ἀνάπαυσιν. ἐπὶ τούτοις δ' ἔφερε
140
καὶ παράδειγμα. τραυματίας τις ἔκειτο, καὶ τὰ ἕλκη αὐτοῦ πλῆθος μυιῶν ἀνιμώμενον ἦν. παριὼν δέ τις ἐπεχείρει ταύτας ἀποσοβεῖν. ὁ δὲ εἶπεν ἄφες αὐτάς. κορεσθεῖσαι γὰρ οὐ τοσοῦτον ὀδύνας μοι παρέχουσιν. ἐὰν ἔλθωσιν ἄλλαι λιμώττουσαι, σφόδρα με ἐπιπλήξουσι.» λέγεται δὲ ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ ἡ Μαγδαληνὴ Μαρία μέχρι καὶ Ῥώμης τρέχει, πολλὰ καταβοῶσα τῶν 436 παρηνομηκότων εἰς αὐτὸν τὸν Χριστόν. τοσοῦτον δὲ Τιβέριος τὸν θυμὸν ἀνῆψεν ὥστε θανάτῳ καταδικάσαι τοὺς ἱερεῖς καὶ γραμματεῖς σὺν αὐτῷ τῷ Πιλάτῳ, εἰ καί τινες ἕτεροι αὐτόχειρα λέγουσι τὸν Πιλᾶτον ἑαυτοῦ γενέσθαι. Μετὰ τοῦτον κρατεῖ Γαΐος ἔτη δʹ. οὗτος πάμπολλα δεινὰ ποιήσας ἀναιρεῖται ὑπὸ στρατιωτῶν ἐν τῷ λουτρῷ· οὐ γὰρ ἔφερον αὐτὸν ὁρᾶν τὴν ἰδίαν θυγατέρα προσάγοντα τῷ εἰδώλῳ αὐτοῦ, καὶ λέγοντα σὺ ταύτης πατήρ, καὶ σὺ ταύτην γεγένηκας.» οὗτος ὁ Γαΐος ὁλονύκτως κυβεύειν ἤθελεν. ὅθεν ἐπὶ τούτῳ δυσθυμήσας ὁ βασιλεύς, ἐπὶ τοσοῦτον γὰρ ἐξεκεκένωτο τὸ χρυσίον ἅπαν, ὥστε καὶ τὸν θησαυροφύλακα δυσθυμοῦντα ὁρῶν τοὺς ὁπουδήποτε πλουσίους ἀναιρεθῆναι κελεύει καὶ τὰς αὐτῶν περιουσίας λαβεῖν. οὗτος ἐν στενωπῷ τῆς Ῥώμης πηλὸν θεασάμενος κόλποις Οὐεσπασιανοῦ τοῦ στρατηγικωτάτου βληθῆναι προσέταξε. Τότε δὴ τότε Φίλων ὁ σοφὸς καὶ Ἰώσηπος ἤκμαζον. οὗτος δὴ φιλαλήθης ἐλέγετο διά γε τὸ τὸν βαπτιστὴν τοῦ κυρίου ἐπαινεῖν, καὶ διὰ τὸ τὸν Χριστὸν ὁμοίως ἄνδρα σοφὸν μαρτυρεῖν καὶ μεγάλων σημείων ἐργάτην, σταυρωθέντα δὲ ζῶντα φανῆναι μετὰ τρίτην ἡμέραν. σὺ δὲ ἀγαπητέ, μὴ θαύμαζε εἴγε καὶ βάρβαροί τινες προείλοντο τὰ καλά· ὸν 437 γὰρ ἄνθρωπον πλάττων ὁ θεὸς ἐντέθεικεν αὐτῷ τὴν τοῦ καλοῦ καὶ κακοῦ διάγνωσιν. διόπερ οὐ μόνον οἱ περὶ τὸν Πλάτωνα τὸν ἄδικον βίον ἐμίσησαν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοι. καὶ γὰρ τοὺς ὑπερβορέους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια ὄρη φασίν, ἀσκεῖν δὲ δικαιοσύνην, ἀκροδρύοις καὶ ὕδασι ζῶντας. ἀλλὰ καὶ τοὺς Βραχμᾶνας ὑπὲρ ἄνθρωπον ἀσκεῖν, φύλλοις τὸ σῶμα σκεπομένους καὶ ἐν ὕλαις διάγοντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην τοσοῦτον ὁ τῆς σωφροσύνης καὶ τῆς ἀσκήσεως ἔρως κατέσχεν ὡς καὶ κοιμώμενον τὰ χείλη αὐτοῦ καὶ τὰ αἰδοῖα κρατεῖν δι' οἰκείων χειρῶν· οὐ μόνον γὰρ γρηγορῶν ἀλλὰ καὶ ὑπνώττων ἐδείκνυε πόσης ἀσφαλείας τὰ τοιαῦτα δέονται μόρια. Μετὰ δὲ Γαΐον κρατεῖ ὁ Κλαύδιος ἔτη ιγʹ. οὗτος ὁ Κλαύδιος τοσοῦτον λέγεται εἶναι δειλὸς ὥστε τοὺς παρισταμένους ἐρευνᾶν, μή ποτε ξίφος ἐν κόλποις φέροιεν. μετὰ δὲ τοῦτον Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ. οὗτος ὁ παμμίαρος ἐτῶν ὡσεὶ ιʹ καὶ ζʹ ὢν πρῶτος τοῦ διωγμοῦ ἤρξατο, καὶ τοὺς κορυφαίους ἀναιρεῖ, ὡς μὲν ἱστορικοί τινες ἕτεροι λέγουσιν, ἐν ἡμέρᾳ μιᾷ καὶ τῇ αὐτῇ, ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ ἔτει, ὡς δὲ Εὐσέβιος ὁ τοῦ Παμφίλου, καὶ ἔτει τῷ αὐτῷ καὶ ἡμέρᾳ τῇ αὐτῇ. ἀλλὰ Τερτουλλιανός τις ἀνὴρ τῶν ἐπὶ Ῥώμῃ λαμπρῶν καὶ Γαΐος ἀνὴρ ἐκκλησιαστικὸς καὶ Διονύσιος 438 ἐπίσκοπος Κορίνθου γράφουσι καθ' ἕνα καιρὸν καὶ ὁμοῦ μαρτυρῆσαι Πέτρον καὶ Παῦλον, τρισκαιδεκάτῳ ἔτει τῆς βασιλείας Νέρωνος. καὶ Πέτρον μὲν ἀναιρεῖ δι' αἰτίαν τοιαύτην. ἐπὶ τοῦ Νέρωνος ὁ Σίμων ὁ μάγος ἦν, πρὸς ὃν ὁ κορυφαῖος ἐλθὼν εὗρε κύνα δεδεμένον ἁλύσει ἐν τῷ πυλῶνι αὐτοῦ, κατεσθίοντα τοὺς ἄνευ προτροπῆς ἐπιχειροῦντας εἰσελθεῖν ἐπὶ τὸν Σίμωνα. ᾧ δὴ καὶ ἐκέλευσεν εἰσελθεῖν, καὶ ἀνθρωπίνῃ φωνῇ περὶ Πέτρου ἀναγγεῖλαι. καὶ τηνικαῦτα τοῦτο ἐποίησε, καὶ πάντες οἱ ὄντες ἐντὸς ἐξεπλάγησαν. αὐτὸ δὲ τοῦτο καὶ ὁ Σίμων ἐποίησε, καὶ τὸν Πέτρον ἐκάλεσεν. ὁ μέντοι Σίμων καὶ τάδε πρὸς τοῖς ἄλλοις τῷ κορυφαίῳ διαλεγόμενος ἔλεγεν. εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί ου προέγνω τὴν τοῦ ὄφεως ἀπάτην;» καὶ ὁ Πέτρος εἰ πρόγνωσιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι ἐπέθηκεν ὀνόματα; τὸν μὲν γὰρ Καῒν ὠνόμασεν, ὅ ἐστι ζῆλος· ζηλώσας γὰρ ἀνεῖλε τὸν ἀδελφὸν αὑτοῦ. τὸν δὲ Ἀβὲλ ἐκάλεσεν, ὅ ἐστι
141
πένθος· ἐπ' αὐτῷ γὰρ φονευθέντι ἐπένθησαν οἱ γονεῖς αὐτοῦ.» εἰ δὲ ὸ πλάσμα προεγίνωσκε, πολλῷ μᾶλλον ὁ πλάστης αὐτός, εἰ καὶ ὁ παράφρων ἐκεῖνος ἀπὸ τοῦ εἰπεῖν τὴν γραφὴν ὅτι ἐπείραζεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ ὅτι καταβὰς ἐπὶ Σόδομα ὄψομαι» ἔλεγεν 439 ἄγνοιαν ἔχειν τὸν θεόν. πρὸς μέντοι ταῖς ἄλλαις αὐτοῦ φαντασίαις καὶ εἰς ἀέρα ἐπήρθη ὁ Σίμων, ἐπαγγειλάμενος ἐκεῖθεν ἀγαθὰ καταβιβάσαι τῷ λαῷ. ἐγὼ δὲ ὁ Πέτρος ηὐχόμην καθ· ἑαυτόν, καὶ εἶπον ἐνατενίσας αὐτῷ εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγὼ καὶ οὐ πλάνος, ὥς φησι Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναι τῆς κρατήσεως αὐτόν.» καὶ παραχρῆμα εἰς γῆν κατηνέχθη καὶ συνετρίβη. διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνην ἐπίσημον ἄγουσιν οἱ Ῥωμαῖοι· σάββατον γὰρ ἦν, ἐν ᾧ καὶ προσευχὴ καὶ νηστεία τοῖς πιστοῖς, καὶ μᾶλλον ὑπὲρ τοῦ διδασκάλου. τοῦτο δὲ καὶ μέχρι τοῦ νῦν ἐκεῖσε κρατεῖ. ταῦτα δὲ μαθὼν ὁ Νέρων τὸν Πέτρον ἐσταύρωσε. τὸν δὲ Παῦλον, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς ἐν τῷ πρὸς τοὺς κωλύοντας μονάζειν λόγῳ αὐτοῦ, διὰ ξίφους ἐτελείωσεν ἅτε κατηχήσαντα Ἐπέραστον αὐτοῦ παλλακήν. διὰ γὰρ τοῦτο καὶ τὸν διωγμὸν ἤγειρε· λάγνος γὰρ ὢν οὐκ ἠνέσχετο τὰς αὑτοῦ παλλακὰς ἐπιστρέφειν πρὸς κύριον. ὁ μέντοι θεῖος Ἰωάννης καὶ τάδε πρὸς Παῦλον εὕρηται λέγων ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ γαλακτοειδὲς ὁραθὲν ἐν τῷ χιτῶνι τοῦ σε ἀνασκολοπίσαντος; ὸ δὴ καὶ τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκᾶναν πιστὸν ἐποίησε 440 τηνικαῦτα τὸν ἄπιστον.» κεκοίμηνται δέ, ὡς ἐκεῖνοί φασι, καὶ ἀμφότεροι ἐν τῇ πόλει Ῥώμῃ, μηνὶ Ἰουνίῳ κθʹ, ἐπὶ Νέρωνος βασιλέως. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὴν τοῦ θεηγόρου Λουκᾶ περὶ τῶν πράξεων τῶν ἀποστόλων ἐπελθὼν ἱστορίαν εὐλόγως ἠπόρηκας, εἴγε τὰ λοιπὰ Παύλου διηγησάμενος ὁ Λουκᾶς τὸ μακάριον αὐτοῦ τέλος σεσίγηκε. καὶ ἔστιν εἰπεῖν ὅτι μέχρι τῆς εἰς Ῥώμην πρώτης ἀφίξεως τοῦ μεγάλου Παύλου καταλύει τὴν ἱστορίαν ὁ Λουκᾶς. καὶ ἐκ τούτου φαίνεται ὅτι διασχισθεὶς ὁ Λουκᾶς Παύλου τὸ τῶν πράξεων τηνικαῦτα συνεγράψατο βιβλίον, ὅθεν τὰ λοιπὰ μὲν Παύλου διηγήσατο, τὸ δὲ μαρτύριον ὡς μήπω γεγονὸς εἰκότως παρέδραμεν. ὁ γὰρ Παῦλος διετίαν ὅλην ἐν Ῥώμῃ ἄνετος ὢν ἐκήρυσσε· μέχρι γὰρ τοῦδε καὶ ὁ Λουκᾶς αὐτῷ συνῆν. εἶθ' οὕτως ἀπολογησάμενος εἰς τὸ κήρυγμα πάλιν ἐστέλλετο καὶ τοῖς ἐκεῖσε κηρύσσων ἦν. ἐκ δευτέρου δὲ τῇ Ῥώμῃ ἐπιδημήσας, καὶ κατηχήσας τὸν οἰνοχόον Νέρωνος καὶ παλλακὴν αὐτοῦ Ἐπέραστον, τὸ μακάριον τέλος ἐδέξατο. ὅτι δὲ οὐκ ἦν ὁ Λουκᾶς μετὰ Παύλου τὸ πρότερον, αὐτός φησι πρὸς Τιμόθεον ἐν τῇ πρὸς αὐτὸν δευτέρᾳ ἐπιστολῇ, ἣν ἔγραψε δέσμιος ὢν ὑπὸ Νέρωνος· ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ πάντες με ἐγκατέλιπον. μὴ αὐτοῖς λογισθείη. ὁ δὲ κύριός μου 441 παρέστη καὶ ἐνεδυνάμωσέ με.» κατὰ δέ γε τὸ τέλος μόνος παρῆν ὁ Λουκᾶς. Μετὰ μέντοι τὴν πρώτην ἀπολογίαν εἰς Ἱσπανίαν ὁ Παῦλος παραγίνεται. γύναιον οὖν τι τῶν ἐπισήμων ἐκ πρὸ πολλοῦ θέλον τὸν Παῦλον ἰδεῖν καὶ τὴν ἀλήθειαν ἐνηχηθῆναι, παρακύψαι λέγεται κατὰ τὴν ἀγορὰν καὶ ἰδεῖν αὐτὸν διερχόμενον, καὶ πεῖσαι τὸν αὐτῆς ἄνδρα Πρόβον ἐντὸς τοῦ οἴκου δέξασθαι αὐτόν. εἰσελθόντος οὖν θαῦμα παράδοξον γίνεται· τὸ γὰρ γύναιον ἀνακαλυφθέντων τῶν τοῦ νοὸς ὀφθαλμῶν ἑώρα ἐπὶ τοῦ μετώπου τοῦ ἀποστόλου ἐπίχρυσα γράμματα Παῦλος ὁ τοῦ Χριστοῦ κήρυξ» διαγορεύοντα. καὶ προσπεσοῦσα τοῖς ποσὶν αὐτοῦ ἡ τοιαύτη γυνὴ κατηχήθη καὶ ἐβαπτίσθη. ὁμοίως καὶ Πρόβος ὁ ἀνὴρ καὶ πάντες οἱ λοιποὶ καθεξῆς. Τοῦ μέντοι Νέρωνος Ἀνίκητόν τινα στείλαντος ἐπὶ τῷ τὴν μητέρα αὐτοῦ Ἀγριππῖναν ἀποκτεῖναι, τιʹ ποιεῖ αὕτη; τὴν ἑαυτῆς γαστέρα γυμνώσασα παῖε Ἀνίκητε» ἔφη, παῖε, ὅτι Νέρωνα ἐγέννησεν.» οὗτος ὁ Νέρων πρὸς τοῖς ἄλλοις αὐτοῦ κακοῖς καὶ κιθαρῳδοῖς καὶ μίμοις ἐπέχαιρεν, ἀκρατοποτῶν ἐσαεὶ
142
κἀντεῦθεν τοὺς ἀναιτίους ἀποστερῶν τῆς ζωῆς. τοσοῦτον δὲ Ῥωμαῖοι ἀπεστράφησαν αὐτὸν ὡς ἐπιστῆναι καί ποτε τοῦτον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων ἑαυτὸν 442 διεχειρίσατο, μηδὲν ἄλλο εἰπὼν ἢ τοῦτο καὶ μόνον οἷον, ὦ Ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιοῦται.» λέγεται δὲ καὶ τοῦτο, ὅτι Λουκᾶς ὁ ἀπόστολος ἐπὶ καρποφόρου ἐλαίας ἐσταυρώθη. ἄδηλον δὲ ἦν τὸ τίμιον αὐτοῦ λείψανον διὰ τὸ μέσον πολλῶν σκηνωμάτων ῥιφῆναι· διὰ προσευχῆς δὲ ἔπεμψεν ὁ θεὸς κουλούρια ἰατρικὰ σύμβολα τῆς τέχνης αὐτοῦ, καὶ οὕτω φανερωθὲν ἐνταῦθα ἐπανεσώθη. Οὐ πολὺς μετὰ ταῦτα παρερρύη καιρός, καὶ ἡ τῶν Ἰουδαίων ἐφθάκει ἀπώλεια. οὐκ ἐν ἄλλῳ δὲ καιρῷ ἦλθεν, ἀλλ' ἐν ἡμέρᾳ τῆς ἑορτῆς. καὶ εἰκότως· ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς εἰς τὸν κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα εὑρεῖν, καίτοι γε πολλὰ τοῦ θεοῦ ποιήσαντος ἵνα διορθωθῶσι. καὶ γὰρ ἄνθρωπός τις Ἰησοῦς κατὰ τὴν ἑορτὴν τῆς σκηνοπηγίας ἐλθὼν ἐν τῷ ἱερῷ ἀνέκραξε φωνῇ ἀπὸ τῶν τεσσάρων μερῶν ἐπὶ Ἱεροσόλυμα καὶ τὸν λαόν, ἀλλὰ καὶ τὴν πόλιν πᾶσαν περιερχόμενος καὶ τυπτόμενος ἔλεγεν οὐαὶ οὐαί, Ἱεροσόλυμα.» δύο καὶ γὰρ ἔτη περικυκλωθέντες καὶ ἀπορήσαντες τοὺς ζωστῆρας καὶ τὰ δέρματα τῶν θυρεῶν ἐμασῶντο. γυνὴ δέ τις Μαρία τοὔνομα, πλουσία οὖσα σφόδρα, ἐκ τῆς χώρας πρὸς τὴν πόλιν εἰσῆλθε, καὶ τὰ προσόντα αὐτῇ σκυλευθεῖσα ὑπὸ τοῦ λαοῦ καὶ μὴ ἔχουσα ζῆσαι, ὑπομάζιον αὐτῆς παῖδα ὀπτήσασα ἔφαγε. τοῦτο οὖν ἰδόντες ηὔχοντο τά χιον ἀποθανεῖν. καὶ θύελλα τότε ἔπνευσε, καὶ τὰ μὲν βέλη τῶν πολεμίων ὄρθια ἔφερε, τὰ δὲ τῶν Ἰουδαίων πλάγια, ὡς ἐντεῦθεν καὶ τὴν Ἱερεμίου προφητείαν πέρας λαβεῖν τὴν οὕτω λέγουσαν καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συρρηγμὸν αἰώνιον. καὶ ἔδονται τὰς σάρκας τῶν οἱῶν καὶ τῶν θυγατέρων αὐτῶν. καὶ συντρίψω τὴν πόλιν ταύτην ὡς ἄγγος ὀστράκινον; ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.» τί τούτου σαφέστερον; πάντα γὰρ πεπλήρωται κατὰ τὴν ἱστορίαν Ἰωσήπου. ἵνα γὰρ μηδεὶς Ἰουδαῖος ἀπιστήσειεν, οὐκ ἀλλόφυλόν τινα ἀλλ' ὁμόφυλον καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη αὐτῶν. τοιαύτην γὰρ θεήλατον ὀργὴν οὐδεὶς εἶδέ ποτε. ὁ μέντοι Ἰώσηπος ἐν Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε τρια-κοσίας ἀνδρῶν μυριάδας ἀπολέσθαι λιμῷ μαχαίρᾳ πυρὶ καὶ τοῖς τοιούτοις, ναὶ μὴν καὶ τῇ κατὰ Ῥώμην θηριομαχίᾳ. γέγονε δὲ ταῦτα ἐν ταῖς ἡμέραις ταύταις τοῦ Τίτου μετὰ μʹ ἢ καὶ πλείονα ἔτη τῆς Χριστοῦ ἀναλήψεως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τρεῖς δουλείας ὑπέστησαν οἱ Ιουδαῖοι καὶ λίαν δεινάς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυ λῶνι καὶ τὴν ὑπ' Ἀντιόχου τοῦ ἐπιφανοῦς. ἀλλ' ἐπὶ τούτοις καὶ αἱ αἰχμαλωσίαι προηγορεύοντο καὶ ἡ ἐπάνοδος, ἐπὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας τοῦτο οὐ γέγονε. καὶ ὅρα τὸ τοῦ Ἰωσήπου φιλάληθες· ὅτι μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐρημωθή-σεται τὰ Ἱεροσόλυμα, ἔγραφε, παράγων καὶ τὸν προφήτην Δανιὴλ μάρτυρα τοῦ λόγου αὐτοῦ, ὅτι δὲ στήσεται τῆς ἐρημώσεως, οὐκ ἔγραφεν, ἐπεὶ μηδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προειπόντα. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ Νέρωνα κρατεῖ Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλβαν Ὄθων μῆνας γʹ, μετὰ δὲ τοῦτον Βιτέλλιος μῆνας ηʹ. οὗτος κηρύγματα τοῖς ἀστρολέσχαις προτέθεικε φεύγειν ἐξ Ἰταλίας. οἱ δ' ἀντιπροτεθείκασι φεῦγε τοῦ βίου, Καῖσαρ,» καὶ τὴν ἡμέραν αὐτὴν καθ' ἣν ἀποκτανθείη γράψαντες. μετὰ δὲ τοῦτον Οὐεσπασιανὸς ἔτη θʹ, καὶ μετὰ τοῦτον ὁ υἱὸς αὐτοῦ Τῖτος ἔτη βʹ, ἐφ' οὗ καὶ ἡ τῶν Ἰουδαίων ἅλωσις γέγονε. ταύτης μὲν πρῶτος Οὐεσπασιανὸς κατήρξατο· ἀλλ' ἐκεῖθεν ἀπάρας πρὸς Ῥώμην ἀφῆκε τὸν γενναιότατον Τῖτον τὴν πόλιν πολιορκεῖν. οὗτος δὲ ὁ Τῖτος τοσοῦτον ἦν θαυμαστὸς ὥστε καὶ θρηνῆσαι διὰ τὴν κατὰ τῶν Ἰουδαίων θεήλατον ὀργήν, καὶ μᾶλλον ἡνίκα τὸν ναὸν ἑώρα πυρπολούμενον. ἀλλὰ καὶ τοῦ θεοῦ δεόμενος ἔλεγεν οὐκ ἐγὼ ἀλλὰ σὺ τούτου αἴτιος.» 445 ἀλλὰ καὶ εἴ τις
143
νικητὴν αὐτὸν ἀνηγόρευσεν, ὠργίζετο κατ' ἐκείνου. τοσοῦτον δὲ ἦν ὁ Τῖτος οὗτος φιλότιμος ὥστε καὶ λέγειν οὐ δεῖ τινὰ βλέποντα βασιλέα ὑποστρέφειν λυπούμενον.» λέγεται δὲ καὶ τοῦτο τοῦτον εἰπεῖν σήμερον οὐκ ἐβασιλεύσαμεν, ἐπειδή τινα οὐκ εὐεργετήσαμεν.» ᾐχμαλώτευσεν δὲ οὗτος ὁ Τῖτος μυριάδας ρʹ, καὶ ἀνεῖλε καὶ οʹ, ὥς φησι Γεώργιος. μετὰ δὲ ταῦτα ἀναιρεῖται ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Δομετιανοῦ, λαγωὸν αὐτῷ παραθέντος θαλάσσιον. Μετὰ δὲ Τῖτον κρατεῖ Δομετιανὸς ἔτη ιεʹ, ὑφ' οὗ ὁ θεολόγος εἰς Πάτμον ἐξορίζεται, ἔνθα καὶ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν ἔγραψε. τότε δὴ καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἁπανταχοῦ περιπατῶν καὶ εἰς Βυζάντιον ἔρχεται, ὅθεν καὶ παρακληθεὶς ὑπὸ τῶν ἐποίκων τοὺς ὄφεις καὶ τοὺς σκορπίους ἐκ τῆς πόλεως ἐφυγάδευσε, καὶ τῶν ἵππων τὴν ἀταξίαν ἐχαλίνωσε. καὶ ἐν Ἀντιοχείᾳ δὲ ὡσαύτως ἐποίησεν ἐπί τε τοῖς σκορπίοις καὶ κώνωψι (πολλὰ γὰρ ὑπὸ τῶν τοιούτων ἐβλάπτοντο), χαλκοῦν μὲν σκορπίον χώσας ἐν γῇ, ὑπὸ καλάμων δὲ σειομένων διωχθῆναι παρασκευάσας τοὺς κώνωπας. ὁ μέντοι Δομετιανὸς Τίτου μὲν ἦν ἀδελφός, μηδὲν δὲ ἀδελφοῦ πρὸς αὐτὸν ἔχων, ὡς εἶναι τὸ θρυλλούμενον ἐκεῖνο πανάληθες ἀμὶς καὶ ποτιστήριον ἐκ τῆς αὐτῆς ὑέλου.» ἦν γὰρ ἐρασιχρήματος, αἵμασι χαίρων ἀνθρώπων. τούτῳ προ εῖπέ τις ἀστρονόμος καὶ τὸ τέλος καὶ τὸν διάδοχον αὐτοῦ. ὁ δὲ ἐπήνεγκε πρὸς αὐτόν ἡ δὲ σὴ ζωὴ πόση ἐστί, καὶ ποῖον τὸ τέλος αὐτῆς;» καὶ ὃς ἀπεκρίνατο φιλαλήθως κατὰ τοὺς δρόμους τῶν ἀστέρων. ὁ δὲ Δομετιανὸς θέλων ἀπελέγξαι φενακιστὴν τὸν ἀστρονόμον, κελεύει πῦρ ἀναφθῆναι καὶ δεδεμένον αὐτὸν ἐμβληθῆναι τῇ πυρᾷ. γίνεται ταῦτα. ἀλλὰ τὸ ἐγχείρημα τοῦτο τέλος οὐ δέχεται· ὑετὸς γὰρ ἄνωθεν καταρρήγνυται, καὶ σβέννυται ἡ πυρά, λύεται ὁ δεσμώτης. καὶ ὁ βασιλεὺς ὄναρ ἑώρα. ἵππῳ μελαντέρῳ ἐπεκάθητο κατάφρακτος ὅπλοις. τούτων γοῦν ἀπορρυέντων αὐτομάτως εἰς χάσμα γῆς ἐδόκει καταπίπτειν, καὶ σὺν ἵππῳ καὶ στολῇ ἄφαντος γέγονεν. ὅθεν καὶ τὴν ψυχὴν αὐτοῦ βιαίως ἐκρήξαντος εἰς Νερούαν τὸ σκῆπτρον ἔρχεται. κρατεῖ τοίνυν μετὰ Δομετιανὸν Νερούας ἔτος ἓν μῆνας δʹ. ἐφ' οὗ ἐπανεκλήθη τῆς ἐξορίας ὁ θεολόγος, ὥς φησιν Ἱππόλυτος. εἶτα τελευτᾷ, καὶ ζητηθείς, τὸ λείψανον αὐτοῦ οὐχ εὑρέθη. Μετὰ δὲ Νερούαν κρατεῖ Τραϊανὸς ἔτη ιθʹ μῆνας ζʹ, ὃς τοσοῦτον ἦν φιλοδίκαιος ὡς γυμνῶσαι σπάθην καὶ ἐπιδοῦναι τῷ ἐπάρχῳ, καὶ οὕτως εἰπεῖν εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ ἔσο κεχρημένος αὐτῇ, εἰ δὲ κακῶς ἄρχω, κατ' ἐμοῦ.» οὗτος καὶ τὰς εν τῇ πρεσβυτέρᾳ Ῥώμῃ γεφύρας ἐποίησεν, ὧν ἕνεκα καὶ σωτη ρίας ἔτυχεν, εἰ καὶ ἐν ἀσεβείᾳ τὸν βίον κατέλυσεν. ὃ δὴ καὶ παράδοξον. ὁ γὰρ διάλογος μέγας Γρηγόριος, ὁ τῆς τοιαύτης Ῥώμης χρηματίσας ἐπίσκοπος, ἀνὰ τὴν λιθίνην πορείαν γενόμενος ἣν ὁ Τραϊανὸς οὗτος ᾠκοδόμησεν, εὐχὴν κραταιάν, ὡς ὁ θειότατος Ἰωάννης ὁ Δαμασκηνὸς ἀφηγούμενος εὕρηται, πρὸς τὸν φιλόψυχον κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν τοῦ τοιούτου βασιλέως πεποίηκε. καὶ ὃς αὐτίκα φωνῆς θεόθεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε τάδε φησάσης τῆς εὐχῆς ὑπήκουσα, καὶ τῷ Τραϊανῷ συγγνώμην δίδωμι. σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσεβῶν εὐχὰς προσενέγκαι μοι.» ὁ μέντοι Τραϊανὸς μετὰ τοῦ συγκάμπτεσθαι ξένοις καὶ παραμυθεῖσθαι φίλους ἀνεξικάκως ἅπασαν ἔφερε λοιδορίαν, δεῖν ἐξισοῦσθαι τῷ θεῷ λέγων τὸν βασιλέα καὶ πάσης ἀνέχεσθαι ὕβρεως. Μετὰ δὲ τοῦτον ὁ γαμβρὸς αὐτοῦ Ἀδριανὸς ἔτη κδʹ, ὃς συγκροτήσας πόλεμον κατὰ Ἰουδαίων στασιασάντων, ὡς ἄνωθεν εἴρηται, ἀνεῖλεν ἐξ αὐτῶν ἐν μιᾷ ἡμέρᾳ μυριάδας ἀνδρῶν νηʹ· συστάντες καὶ γὰρ τηνικαῦτα ἐπὶ τὴν παλαιὰν ἐσπούδαζον πολιτείαν ἐπανελθεῖν. ἀλλ' αὐτὸς χειρωσάμενος αὐτοὺς κατέστρεψε τὴν πόλιν καὶ παντελῶς ἐξηδάφισε. τότε δὴ τότε πέρας ἐλάμβανε καὶ ἡ κυριακὴ φωνή οὐ μὴ 448 μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται.» καὶ ἐν τοῖς ἀδύτοις δὲ τοῦ ναοῦ τὸ εἴδωλον αὐτοῦ ἔστησε, καὶ Αἴλιος
144
χρηματίζων Αἰλίαν καὶ τὴν πόλιν καλεῖσθαι παρεσκεύασεν ἔκτοτε· ὁ μέντοι Ἀδριανὸς καὶ τοὺς θεραπευτὰς τοῦ λόγου μεγάλως ἐδεξιοῦτο, συνεπομένους ἔχων αὐτῷ καὶ οὓς ᾔδει ἄνδρας σοφούς. καὶ τοὺς μὲν Ἰουδαίους ἐκστῆναι σπεύδοντας τῆς Ῥωμαϊκῆς ἰσχύος ἄρδην ἀπώλεσεν, αὐτὸς δὲ τὸν βίον ὑδέρῳ καταστρέφει. ἡ μέντοι πόλις Ἱεροσόλυμα Αἰλία κεχρημάτικε τρόπῳ τοιῷδε. ὁ Ἀδριανὸς οὗτος φιλί-στωρ ἐγένετο, ἐφ' ᾧ καὶ τὴν ἐπ' αὐτὸν ἐπικράτειαν ἰδεῖν ἐπεθύμησε. φθάσας οὖν ἕως Ἱεροσολύμων, καὶ τὴν πόλιν ἰδὼν εἰς τοσοῦτον ἠρημωμένην, κακῶς τοὺς Ἰουδαίους διέθετο· καταγαγὼν γὰρ αὐτοὺς ἐν τῇ πανηγύρει ἐκέλευσεν ἀπεμπολεῖσθαι τῷ θέλοντι τέσσαρας Ἰουδαίους ἑνὶ μοδίῳ τῆς κριθῆς· αὐτὸς δὲ ἤρξατο κτίζειν τὴν πόλιν καὶ τὰ τείχη, οὐχὶ δὲ καὶ τὸν ναὸν αὐτόν. καθίστησι δὲ τῷ ἔργῳ ἐπιστάτην τὸν Ἀκύλαν ἐκεῖνον Ἕλληνα ἔτι ὄντα. ἦν δὲ ὁ Ἀκύλαςθεωρῶν τοὺς Χριστιανοὺς προστρέχοντας καθ' ἑκάστην τῇ πίστει, καὶ τὸν θεὸν δὲ σημεῖα πολλὰ ποιοῦντα καὶ τέρατα. κατενύγη τηνικαῦτα, καὶ Χριστιανοῖς ἐναρίθμιος γέγονεν. ἦν δὲ ὁ Ἀκύλας οὗτος ἀστρονόμος ἀκρότατος, ὅθεν καὶ Χριστιανὸς γεγονὼς τῶν προτέρων ἐπιτηδευμάτων αὐτοῦ παύσα σθαι οὐκ ἠθέλησεν. οἱ οὖν ἱερεῖς τῶν Χριστιανῶν ὡς ἑώρων αὐτὸν μετὰ πολλὰς παραινέσεις τοῦ ἀστρονομεῖσθαι μὴ παραιτούμενον παύσασθαι, τῆς ἐκκλησίας πόρρω που βάλλουσι, τοῖς ἐπιτιμίοις αὐτὸν διορθωθῆναι νομίζοντες. ἀλλὰ θυμοῦ μᾶλλον ἐκεῖνος ἐντεῦθεν πλησθεὶς τοῖς τῶν Ἰουδαίων ἱερεῦσι προσέρχεται, καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας περιτομὴν καταδέχεται. ταύτῃ τοι καὶ τὴν Ἑβραΐδα γλῶτταν ἐκπαιδευθεὶς δευτέραν ἔκδοσιν τῶν γραφῶν ἐποιήσατο, τὰς περὶ Χριστοῦ μαρτυρίας ἐπικαλύψαι τέλεον μηχανώμενος. ἔχεις ἰδοὺ καὶ τὴν αἰτίαν, ἀγαπητέ, δι' ἣν ὁ Ἀκύλας ἐκεῖνος ἐνόθευσε τὰς γραφάς. Μετὰ δὲ Ἀδριανὸν Ἀντωνῖνος ὁ διὰ χρηστὸν τρόπον λεγόμενος εὐσεβὴς ἔτη κβʹ, ἐφ' οὗ καὶ Ἰουστῖνος ὁ φιλόσοφος καὶ Διονύσιος ὁ ἐπίσκοπος Κορίνθου τὸ διὰ μαρτυρίου τέλος ἐδέξαντο. μετὰ δὲ τοῦτον Μάρκος ὁ Ἀντωνῖνος μετὰ Σεβήρου γαμβροῦ ἔτη ιθʹ, ἐφ' οὗ πῦρ ἐξ οὐρανοῦ φερόμενον ὤφθη. οὗτος ὁ Μάρκος σοφίᾳ καὶ λόγοις ἐντεθραμμένος τοὺς μετόχους σοφίας καὶ γνώσεως διὰ τιμῆς εἶχεν ὅτι πολλῆς. οὗτος περιστάντων αὐτόν ποτε πολεμίων, ἐπειδὴ χρημάτων ἐσπάνιζεν εἰς τὸ συλλέξαι στρατόν, τὸν κόσμον, ὡς φασί, τὸν βασίλειον εἰς ἀγορὰν προέθετο, κηρύξας ἀνυποστό λως τὸν βουλόμενον ἐξωνεῖθαι λίθους μαργάρους καὶ ὅσα τοιαῦτα. γίνεται ταῦτα· συνῆκτο χρήματα. σκορπίζει ταῦτα τῷ στρατῷ, ὁρμᾷ κατὰ τῶν ἐναντίων, τροποῦται, σκυλεύει, νικητὴς ὑποστρέφει. τίθησι λοιπὸν χρήματα τῇ ἀγορᾷ. τίνος ἕνεκεν; ὥστε καὶ πάλιν τὸν θέλοντα τὰ ἐξωνηθέντα διδόναι καὶ τὸ τίμημα λαβεῖν. Μετὰ τοῦτον Κόμμοδος ὁ υἱὸς αὐτοῦ ἔτη ιβʹ. οὗτος γυναιξὶ μὲν καὶ μίμοις συνέχαιρε, τοὺς δυνατοὺς καὶ προύχοντας διὰ ξίφους ἐθανάτου, ἐφ' ᾧ καὶ διὰ φαρμάκου τῆς ζωῆς ἐξίστατο. οὗτος ὁ Κόμμοδος θηλυμανὴς ἐγένετο τρόπῳ τοιούτῳ. κατ' ἐκεῖνο καιροῦ νόσημα τῇ πόλει λοιμῶδες ἐπέσκηψε. πτοηθεὶς οὖν μή ποτε καὶ αὐτὸς τῷ τοιούτῳ φθοροποίῳ διαφθαρείη νοσήματι, μύροις πολυτιμήτοις κατεχρίσατο. καὶ τὴν μὲν ἀπὸ τοῦ νοσήματος βλάβην ἐξέφυγεν, ἀλλὰ κατωφερὴς ἐντεῦθεν εἰς ἀφροδίσια γέγονε. Μετὰ τοῦτον Περτίναξ μῆνας βʹ. μετὰ τοῦτον Σεβῆρος ἔτη ιζʹ, ἐφ' οὗ Κλήμης ὁ στρωματεὺς καὶ Σύμμαχος καὶ Ὠριγένης. οὗτος τὸ Ζεύξιππον λουτρὸν ἔκτισεν ἐν Βυζαντίῳ, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρομίῳ παρέδωκεν. ὁ μέντοι Ὠριγένης ἀκμάζων τότε τοῖς θείοις λόγοις πολλοὺς ἐχειραγώγει πρὸς τὴν ἀλήθειαν, πιστούς τε καὶ ἀπίστους· ἀφ' ὧν καὶ 451 Ἀμβρόσιός τις ἀνὴρ ἐπίσημος καὶ φιλολόγος ἐκ τῆς Οὐαλεντίνου αἱρέσεως ἐκστάς. ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν μέγας ἐγνωρίζετο, γεωμετρίας καὶ τὰ λοιπὰ παραδιδοὺς αὐτοῖς· εὐφυὴς γὰρ ἦν ἐκ βρέφους, καὶ ἐπέπληττεν αὐτὸν ὁ πατὴρ ὡς παρ' ἡλικίαν τὰ θεῖα καὶ μεγάλα
145
ζητοῦντα. πολλάκις δὲ καὶ καθεύδοντος αὐτοῦ τὰ στέρνα τοῦ Ὠριγένους ὁ πατὴρ κατεφίλει ὡς θείου πνεύματος μεστά, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε· θεῖος γὰρ ὁ ἀνήρ, ἐπειδὴ καὶ μάρτυς γέγονεν. ὁ δὲ Ὠριγένης τοσοῦτον ἦν ἐγκρατὴς ὡς ὀβολοῖς τέσσαρσι καθ' ἑκάστην ἀρκεῖσθαι, οἴνου καὶ ἐλαίου ἀπεχόμενος, κατεσκληκώς τε ἦν καὶ ψιαθίῳ κείμενος, ἓν ἔργον ἔχων τὴν θείαν μελέτην. ἐφ' ᾧ καὶ πολλοὺς Ἕλληνας τοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι πεποίηκεν. ὁ μέντοι Ἀμβρόσιος τὰ πρὸς χρείαν αὐτῷ παρέχων ἐν ἔτεσιν ιηʹ τὴν γραφὴν ἑρμηνεῦσαι ἠνάγκασε. λέγεται δὲ ὅτι καὶ ϛ βίβλους συνεγράψατο. τελευτᾷ δὲ ἐτῶν ξθʹ, εἰ καὶ δι' αἰτίαν τινὰ τὸ κλέος αὐτοῦ μέχρι τέλους οὐ διέμεινεν ἄσβεστον· ἐξ αὐτοῦ γὰρ καὶ Ἀρειανοὶ καὶ Ἀνόμοιοι τὰς ἀφορμὰς ἔσχον. τῶν σωμάτων ἀθε-τεῖ τὴν ἀνάστασιν· τέλος δοξάζει τῆς κολάσεως καὶ τῶν δαιμόνων ἀποκατάστασιν. τοσαύτην δὲ μετήρχετο ἄσκησιν ὡς καὶ 452 τὸν αὐτοῦ ἀνατραπῆναι θώρακα. καὶ φάρμακον δὲ λέγουσιν ἐπιθεῖναι τοῖς γεννητικοῖς αὐτοῦ μορίοις ὥστε καταξηρᾶναι αὐτά, καὶ βοτάνην δὲ εὑρεῖν μνήμης ἕνεκεν. μετὰ ταῦτα φθόνῳ διαβληθεὶς πρός γε τοὺς τῆς ἐξουσίας ἄρχοντας συνεργείᾳ Σατανικῇ τῆς πίστεως ἐξίσταται· ἐκεῖνοι γὰρ τὴν προσοῦσαν αὐτῷ σωφροσύνην εἰδότες προσάγουσιν αὐτῷ Αἰθίοπα, καὶ ἢ πείθεται τοῖς λόγοις ἐκείνων ἢ τῷ Αἰθίοπι καταχραίνεται. ἐκεῖνος οὖν μηδὲ ἄκροις ὠσὶν ἀνεχόμενος τοιαύτην ἄθεσμον ἀκοὴν ἐνωτίσασθαι, αὐτοχείρῳ θυσίᾳ διὰ λιβανωτοῦ περιέπεσεν. ὅθεν τὴν Ἀλεξάνδρειαν τοῦ μὴ ὀνειδίζεσθαι χάριν καταλιπὼν εἰς Ἱεροσόλυμα ἔρχεται. ἐφ' ᾧ καὶ ἀναγκασθεὶς ἐπ' ἐκκλησίας λόγον εἰπεῖν (πρεσβύτερος γὰρ ἦν) ἐκ τοῦ παρατυχόντος εἶπε καὶ τάδε τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός "ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;"» καὶ πτύξας τὸ βιβλίον ἐδάκρυσε σὺν ἅπασι. μανεὶς οὖν ἔκτοτε τὴν ἁγίαν πᾶσαν γραφὴν ἀνατρέψαι ἐσπούδασεν, ὅθεν καὶ ἀναθεματίζεται μέχρι τῆς σήμερον. Μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Καράκαλλος ἔτη ϛʹ καὶ μῆνας βʹ. ἐφ' οὗ Σαραπίων τις μαθηματικὸς ἦν, ὃς ὑπέδει ξεν Ἀντωνίνῳ Μακρῖνόν τινα τὸν μετ' οὐ πολὺ διαδεξόμενον αὐτὸν ἐπὶ συγκλήτου. καὶ ὁ Ἀντωνῖνος παριδὼν ἄλλον ἀντὶ Μακρίνου φονευθῆναι ἐκέλευσε· μετὰ δὲ Ἀντωνῖνον Μακρῖ-νος ἔτος ἓν καὶ μῆνας βʹ. μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Ἡλιογάβαλος ἔτη γʹ καὶ μῆνας θʹ, ὃς τοσοῦτον ἦν ἀσελγὴς ὡς καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. ὡς δὲ λέγουσι, καί τινας τῶν ἰατρῶν ἠντιβόλει διφυῆ αὐτὸν δι' ἐντομῆς ἐμπροσθίου ποιῆσαι. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ τῆς Μαμαίας ἔτη ιγʹ μῆνας ηʹ. αὕτη θεοσεβὴς οὖσα τὸν Ὠριγένην ἐξ Ἀντιοχείας ἐκάλεσεν ὥστε τὸ κατὰ Χριστὸν διδαχθῆναι μυστήριον. μετὰ τοῦτον Μαξιμῖνος ἔτη ϛςʹ. μετὰ τοῦτον Μάξιμος καὶ Βαλβῖνος ἡμέρας κβʹ. μετὰ τούτους Γορδιανός, εἶτα Φίλιππος ἔτη εʹ. οὗτος σπονδὰς ἐποίησε μετὰ Σαβώρου βασιλέως Περσῶν, ὃς ἐθαυμάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου τηλικοῦτος οὐκ ὤφθη ἄνθρωπος. ἐπὶ τούτου τοῦ Φιλίππου δὲ καὶ Σαβέλλιος ἦν. τότε δὴ καὶ καθ' ὁδὸν Ἰου-δαῖος ἔκειτο νοσῶν· ἀλλὰ βαπτισθεὶς ὑπὸ Χριστιανοῦ, καὶ ταῦτα λαϊκοῦ, ὑγιὴς αὐτίκα ἐγένετο. τούτου δὲ Διονυσίῳ τῷ ἀρχιεπισκόπῳ ἀνενεχθέντος τὸ θεῖον καὶ αὖθις ἐδέξατο φώτισμα· κατὰ γὰρ τοὺς ἀποστολικοὺς κανόνας οὐκ ἔξεστι 454 τῷ λαϊκῷ μεταχειρίζεσθαί τι τῶν ἱερατικῶν, κἂν περίστασις ᾖ. καὶ οὗτοι μὲν οὕτω διετάξαντο, ὥστε μηδὲν τῆς τάξεως ἀνατραπῆναι. ὅρα γὰρ νουνεχῶς ὅτι καὶ ἐν τῷ βίῳ τοῦ μεγάλου Ἀθανασίου τοιοῦτόν τι γέγραπται. ὁ μέγας Ἀθανάσιος οὗτος ἔτι παιδίον ὢν ἔρχεταί ποτε μετὰ τῶν ἡλικιωτῶν ἐπί τινα τῆς θαλάσσης ἀκτήν. καὶ συμπαίζειν μὲν αὐτοῖς παρὰ ταῖς ὄχθαις ἐῴκει, τύπος δὲ τῶν μελλόντων τὸ πᾶν ἦν· ὑποκρινάμενοι γὰρ ἐν τῇ παιδιᾷ τὰ τῶν ἱερέων οἱ παῖδες Ἀθανάσιον μὲν ἐπίσκοπον χειροτονοῦσιν, αὐτοὶ δὲ εἰς
146
πρεσβυτέρους καὶ διακόνους ἀφορισθέντες προσῆγον ἑτέρους παῖδας αὐτῷ ἀσφραγίστους, κἀκεῖνος τῷ θαλαττίῳ ὕδατι τοὺς παῖδας ἐβάπτιζεν. ὁ γοῦν τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος Ἀλέξανδρος παρ' αἰγιαλὸν παρερχόμενος, καὶ ταῦτα ἰδὼν καὶ θαυμάσας, ἐπιχρίει αὐτοὺς καὶ τελειοῖ διὰ τοῦ βαπτίσματος. ἀλλὰ καὶ ὁ ναʹ κανὼν τοῦ ἐν πατριάρχαις Κωνσταντινουπόλεως ἁγιωτάτου Νικηφόρου καὶ τῶν σὺν αὐτῷ ἁγίων πατέρων τάδε διορίζεται τὰ ἀβάπτιστα νήπια, μὴ ὄντος ἱερέως, καὶ πατὴρ αὐτὰ βαπτίσει, καὶ οἷος ἕτερος τύχῃ, μόνον ἔστω ὀρθόδοξος.». Μετὰ τοῦτον Δέκιος ἔτη βʹ, ἐφ' οὗ Ναυᾶτος. μετὰ τοῦτον Γάλλος καὶ Βολουσιανὸς ἔτη βʹ, μῆνας ηʹ. μετὰ τοῦ τον Αἰμιλιανὸς μῆνας δʹ. μετὰ τοῦτον Οὐαλεριανὸς ἔτη ιεʹ, ἐφ' οὗ λιμὸς γέγονεν οἷος οὐ γέγονε πώποτε, καὶ φθορὰ ἀνθρώπων ἄρρητος· ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν, ἐκ ποταμῶν τε καὶ λιμνῶν, τοσοῦτον φθοροποιοὶ ὡς νομίζειν ἰχῶρας νεκρῶν εἶναι τὰς δρόσους. ἐφ' ᾧ καὶ οὐκ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν τεθνηκὼς καὶ ἀπόζων· ἀναρίθμητος γὰρ τηνικαῦτα τῶν ἀνθρώπων ὁ ὄλεθρος. Μετὰ τοῦτον Κλαύδιος ἔτος ἕν, ὁ καὶ πρόπαππος τοῦ μεγάλου Κωνσταντίνου. μετὰ τοῦτον Κιντίλιος ὀλίγας ἡμέρας· τὸν γὰρ Αὐρηλιανὸν ὁρῶν τῆς βασιλείας κατεπεμβαίνοντα τὴν τῆς χειρὸς φλέβα τέμνει, καὶ ἀφίησιν αὐτὴν ἕως οὗ λειποψυχήσας ἀπέθανε. μετὰ τοῦτον Αὐρηλιανός, ἐφ' οὗ Μάνης ὁ κατάρατος ἦν, ὁ καὶ τὸ γένος Βραχμάν, καὶ ὁ Σαμοσατεὺς Παῦλος. ἐν δὲ τοῖς ἑξῆς καὶ Ἀπολινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, ὃς τῶν Ἀρειανῶν λεγόντων ἄψυχον εἶναι τὴν τοῦ κυρίου σάρκα, ἔλεγε σάρκα μὲν ἐψυχωμένην λαβεῖν τὸν κύριον, οὐ μὴν δὲ καὶ νοῦν τὸν ἡμέτερον· ἤρκει γὰρ ἡ θεότης τῆς σαρκὸς ἐκείνης ἡγεμονεύειν. μετὰ τούτους Θεόδωρος ὁ Μοψουεστίας πόλεως οὔσης ἐν Κιλικίᾳ τὴν ἡγεμονίαν λαχών, δυσφημῶν τὸν κύριον ἕνα τὸν καθ' ἡμᾶς καὶ κοινὸν εἶναι, κατὰ προκοπὴν τὴν χάριν δεχόμενον, καὶ ἐν αὐτῷ τῷ 456 βαπτίσματι τῆς τοῦ παναγίου πνεύματος δωρεᾶς γενόμενον μέτοχον. ὁ δέ γε Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας ὥρμητο. ἦν δὲ καί τις Ἰουλιανὸς ἐπίσκοπος μὲν Ἁλικαρνασ-σοῦ τῆς Ἀσίας, αἱρεσιάρχης δέ· τὴν γὰρ ἁγίαν σάρκα τοῦ Χριστοῦ πρὸ τοῦ παθεῖν ἄφθαρτον ἔλεγεν εἶναι. Μετὰ δὲ Αὐρηλιανὸν Τάκιτος ἔτη βʹ. μετὰ τοῦτον Πρόβος καὶ Φλωριανὸς ἔτη βʹ μῆνας δʹ. τοῦτον δὴ τὸν Φλωριανὸν ἀνεῖλεν ὁ Πρόβος, παράφρονα ποιήσας ἑαυτόν. τότε δὴ καὶ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι πολὺς ἄνωθεν κατηνέχθη. τοῦτον συνάγοντες σωροὺς μεγάλους ἐποίησαν. ὡσαύτως καὶ ἐπὶ Αὐρηλιανοῦ ψεκάδας ἀργύρου κατενεχθῆναι φασί. Μετὰ δὲ τούτους Κᾶρος καὶ Καρῖνος ἀνὰ ἔτη βʹ. μετὰ δὲ τουτους Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος ἔτη κβʹ. οὗτοι τὴν βασιλείαν ἐξ ἀπονοίας ἀφέντες ἰδιωτικὸν ἀνελάβοντο σχῆμα. κατὰ γὰρ τὸν μεταφραστὴν κύριν Συμεὼν πολλὴν ἔθεντο σπουδὴν οὗτοι τὴν εἰς Χριστὸν πίστιν καταγωνίσασθαι, ἣν κραταιοτέραν μεῖναι καὶ ᾅδου πυλῶν αὐτὸς ἀπεφήνατο. ἀλλ' ἐπειδήπερ ἔγνωσαν ἀδυνάτοις ἐπιχειροῦντες, ἑκάτερος αὐτῶν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν βασιλείαν ἀπεσκευάσαντο, πρὸς μὲν τοὺς ἄλλους κόρον τῆς τύχης καὶ μεταβολῆς ἔρωτα προφασισάμενοι· οἷς δὲ τῶν ἀπορρή των κοινωνεῖν εἶχον καὶ τὰ τῆς ψυχῆς ἐξεκάλυπτον, τοῦ Χριστοῦ τὴν ἰσχὺν ἔλεγον καὶ τὴν ἀπὸ τῶν σημείων πειθὼ καταναγκάσαι αὐτοὺς ἐκστῆναι τῆς βασιλείας. ἐφ' ᾧ κατέστησαν ἀνθ' ἑαυτῶν βασιλεῖς τῆς μὲν ἑώας Γαλέριον Μαξιμιανόν, τῶν δὲ ἑσπερίων μερῶν Κώνσταντα τὸν πατέρα τοῦ μεγάλου Κωνσταντίνου, κρατήσαντα ἔτη δʹ. οὗτος τελευτᾷ ἐν Βρετανίαις καὶ πάνυ εὐσεβὴς ὤν, ἀναγορεύει δὲ ἀνθ' ἑαυτοῦ Κωνσταντῖνον υἱὸν αὐτοῦ. ὁ μέντοι Μαξιμιανὸς ὁ Γαλέριος θείᾳ ψήφῳ λέγεται ἐξενεγκεῖν τραῦμα ἐν τοῖς γεννητικοῖς αὐτοῦ μορίοις δι' ἣν εἶχεν ἀσέλγειαν, καὶ οὕτω κατασκωληκιάσας τὴν δυσώδη αὐτοῦ παρέδωκε ψυχήν.
147
Γίνωσκε δέ, ἀγαπητέ, ὅτι, καθά φησιν ὁ χρονογράφος Ἰωάννης ὁ Σκυλίτζης, τῆς χρονογραφίας μὲν κατήρξατο Γεώργιος ὁ καὶ σύγκελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτάτοῦ πατριάρχου, ἀπὸ καταβολῆς δὲ κόσμου, καὶ μέχρις αὐτῶν τῶν τυράννων κατέληξε, Μαξιμιανοῦ δηλονότι καὶ Μαξιμίνου τοῦ υἱοῦ αὐτοῦ. μετὰ δέ γε τὸν Γεώργιον ὁ ὁμολογητὴς Θεοφάνης, καὶ τοῦ Ἀγροῦ ἡγούμενος, τὰ ἐπίλοιπα συνετάξατο ἕως τελευτῆς βασιλέως Νικηφόρου τοῦ ἀπὸ γενικῶν. ἐφ' ᾧ καὶ ἀπὸ Μιχαὴλ τοῦ Ῥαγγαβὲ τῆς χρονογραφίας ὁ Σκυλίτζης κατήρξατο. ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ. Ὁ μέγας Κωνσταντῖνος ἡνίκα κατὰ Μαξεντίου ἐστράτευσε, τότε εἶδεν ἐν οὐρανῷ τὸν τίμιον σταυρόν, ἐφ' ᾧ νενίκηκεν. εἶτα ῥαθυμήσας καὶ κατ' ἐχθρῶν ὁρμήσας ἡττᾶται, καὶ ἀθυμήσας ὕπνωσε, καὶ κατ' ὄναρ ὑπὸ ῥάβδου πλήττεται τοὺς μυκτῆρας, κἀκεῖθεν αἷμα ἐξιὸν τὸν σταυρὸν ἐν ὀθόνῃ ἐχάραξε. ταῦτα δὲ ἰδών, καὶ μετάμελος ἐπὶ τῷ πράγματι γεγονώς, νικᾷ καὶ αὖθις τοὺς ἐχθροὺς αὐτοῦ. μετὰ δὲ ταῦτα ὑπὸ τῆς γυναικὸς αὐτοῦ Φαύστας εἰς εἰδωλομανίαν ἐκκλίνει. ἀλλ' ὁ θεὸς ἕλκει πάλιν αὐτὸν διὰ τῆς λέπρας· κατασχοῦσα γὰρ αὐτὸν μέγαν ἐστενοχώρει παντοίως καὶ ἔθλιβε. καθὰ δὲ συνεβούλευσαν οἱ ἱερεῖς τοῦ Καπετωλίου Διός, βρέφη συνελέγησαν ὥστε σφαγιασθῆναι ταῦτα καὶ τῷ αἵματι αὐτῶν ἐμβληθῆναι καὶ οὕτω δῆθεν αὐτὸν ἀπαλλαγῆναι τῆς νόσου. διερχόμενος οὖν καὶ τῶν μητέρων αὐτῶν ἀκούσας θρηνουσῶν, καὶ τὴν αἰτίαν τοῦ θρήνου μαθών, εἶπε κρεῖσσον πάσχειν 461 ἐμὲ ἢ τοσούτων βρεφῶν καταψηφίσασθαι θάνατον.» ἐφ' ῳ καὶ νυκτὸς ἐφίστανται αὐτῷ οἱ ἀπόστολοι λέγοντες τὸν ἐπίσκοπον Σίλβεστρον καλέσαι. καλεῖται οὖν ὁ ἅγιος, καὶ βαπτίσας αὐτὸν τῆς λέπρας ἐλευθεροῖ. ὁ δὲ μέγας ὕστερον τοσοῦτον ὑπὲρ πίστεως ἠγωνίσατο ὡς καὶ πάντα μεταποιῆσαι τὰ ἔθιμα, τετράδα καὶ παρασκευὴν νηστεύειν καὶ κυριακὴν ἀργεῖν, τοὺς Ἰουδαίους οἰκέτας μὴ ὠνεῖσθαι, καὶ σταυρῷ μηκέτι καταδικάζεσθαί τινα διὰ τὸ πρὸς τὸν τίμιον σταυρὸν τοῦ Χριστοῦ σέβας. μετὰ τῶν ἄλλων δὲ καὶ τὰς τῆς ἑβδομάδος ἡμέρας μετονομάζει, ἀπὸ Κρόνου καὶ Ἄρεος καὶ τῶν λοιπῶν ἀστέρων ὀνομαζομένας τὸ πρότερον. Ἡ μέντοι τοῦ μεγάλου σύζυγος Φαῦστα θυγάτηρ Μαξιμιανοῦ, ἣν ἐν λουτρῷ πυρώδει τὴν ψυχὴν ἀπορρῆξαι ποιεῖ· τὸ δὲ αἴτιον ὁ πρόγονος αὐτῆς Κρίσπος, ὃν ἐκ παλλακῆς ἔσχεν ὁ μέγας. τὸν μέντοι Κωνσταντῖνον Κώνσταντα καὶ Κωνστάντιον ἐκ Μαξιμίνας ἔσχε θυγατρὸς Διοκλητιανοῦ. ἐν δέ γε τῷ Καπετωλίῳ Ῥώμης ἔν τινι καταδύσει βαθμοὺς ἐχούσῃ τξεʹ δράκων ἦν πολλοὺς βλάπτων τῷ φυσήματι, ὅτε τῆς καταδύσεως παρέκυπτεν· ὃν ὁ μέγας Σίλβεστρος ἔκλεισεν ἐκεῖσε παρακληθείς. μετὰ δέ γε τὸ θαῦμα ἐκεῖνο ὅπερ ἐπὶ τῷ ἀγρίῳ ταύρῳ πεποίηκεν ὁ Σίλβεστρος, ἡνίκα μετὰ 462 τοῦ Ζαμβρῆ ἐκείνου τοῦ μάγου περί τε τῆς καθ' ἡμᾶς πίστεως καὶ τῆς τῶν Ἰουδαίων διελέγετο ἐνώπιον τοῦ τε μεγάλου Κωνσταντίνου καὶ αὐτῆς τῆς ἁγίας Ἑλένης, ἔτι τῷ Ἰουδαίων μέ-ρει προσκειμένης, πόλιν εἰς ὄνομα αὐτου κτίσαι βούλεται ὁ θειότατος βασιλεύς. καὶ δὴ προθυμούμενος τούτου χάριν ἀπελθεῖν ἐπὶ τὰ ἑσπέρια, κατ' ὄναρ ἐπετράπη ὁδεῦσαι τὴν πρὸς τὸ Βυζάντιον φέρουσαν. ὅθεν ἔσπευδε καὶ περὶ τὴν Χαλκηδόνα τὴν πόλιν οἰκοδομῆσαι. ἀλλ' ἐκωλύετο ἄνωθεν· ἀετοὺς γάρ φασι τὰ τῶν τεχνιτῶν ἐργαλεῖα ἀφαρπάζειν ἀπὸ Χαλκηδόνος καὶ ἐπὶ τὸ Βυζάντιον ταῦτα διαπερᾶν, ὅπερ ἐπισκοπὴ πρότερον ἦν τῆς κατὰ Θρᾴκην Ἡρακλείας. ὑπέπεσε δὲ τῇ Ἡρακλείᾳ τὸ Βυζάντιον τρόπῳ τοιῷδε. ἀρχαία πόλις τὸ Βυζάντιον ἦν, καὶ καθ' ἑαυτὸ διοικούμενον. ἐπὶ Σεβήρου δὲ τοῦ Ῥωμαίων
148
αὐτοκράτορος πολιορκηθὲν παρὰ τῶν Ῥωμαίων καὶ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὸν πόλεμον ὑποστὰν ὕστερον ἑάλω, τῶν ἀναγκαίων ἐπιλειψάντων τοῖς ἐποίκοις αὐτοῦ. καὶ καθῃρέθη μὲν καὶ τὰ τείχη αὐτοῦ, ἀφῃρέθη δὲ καὶ τὰ πολιτικὰ δίκαια, καὶ οὕτως ὑπετέθη Πειρινθίοις· Πείρινθος δέ ἐστιν ἡ Ἡράκλεια. ὅθεν καὶ τῷ Ἡρακλείας ἡ χειροτονία τοῦ πατριάρχου ἀπονενέμηται, ὡς παρ' αὐτοῦ χειροθετουμένου τοῦ ἐπισκόπου Βυζαντίου. 463 Ἀνανεώσας οὖν ὁ μέγας Κωνσταντῖνος τὸ ὑπὸ Βύζου βασιλέως Θρᾴκης κτισθὲν τεῖχος προσέθετο καὶ ἕτερον διάστημα, καὶ νέαν οὕτω Ῥώμην τὴν πόλιν ταύτην ὠνόμασεν. ἀπαρτίζεται δέ, ναὶ μὴν καὶ ἐγκαινίζεται ἡ μεγαλόπολις αὕτη κατὰ τὴν ιαʹ τοῦ Μαΐου μηνὸς ἔτους ἐνισταμένου εωληʹ. τηνικαῦτα κληθεὶς ὁ τῶν ἀστρονόμων δῆθεν ἀκριβέστατος Οὐάλης ποιεῖ θεμάτιον δι' οὗ εἰς χϟϛʹ ἐνιαυτοὺς διαμεῖναι τὴν πόλιν ταύτην ἐφοίβασεν. ἐντεῦθεν οὖν διεψευμένη ἡ τοῦ Οὐάλεντος πρόρρησις καὶ διημαρτημένη προφανῶς ἡ τέχνη ἐλέγχεται. Ὁρῶν δὲ τὴν αὐτοῦ πόλιν ὁ μέγας ὀλιγάνθρωπον, τοὺς ἀξιολογωτέρους Ῥώμης ἐκεῖθεν παρήγαγεν· ἀφ' ὧν εἰσὶ καὶ οὗτοι, Ὀλύβριος, Βῆρος, Οὐρβίκιος, Καλλίστρατος, Ζωτικός, Εὐγένειος, Εὔβουλος, Στούδιος, Φλωρέντιος, Μαυριανός, Σεβῆρος καὶ Ἰσίδωρος, οἵτινες οἴκους ναοὺς καὶ ξενῶνας ἀνήγειραν. τούτους μὲν τοὺς διαληφθέντας Ῥωμαίους ἄνδρας τοιουτοτρόπως ἐνταῦθα μετοικίζει ὁ μέγας Κωνσταντῖνος. λαβὼν γὰρ τοὺς δακτυλίους αὐτῶν ἀποστέλλει αὐτοὺς εἰς τὸν βασιλέα Περσῶν Σάρβαρον, ὃν καὶ νικήσαντες ὑπέστρεψαν· ἐν δὲ τῷ καιρῷ τῆς ἐκδημίας αὐτῶν ἀποστείλας τοὺς δακτυλίους εἰς Ῥώμην ἄγει τὰς γυναῖκας αὐτῶν ἐνταυθοῖ. κτίζει 464 δὲ καὶ οἴκους κατά γε τὸ μῆκος καὶ σχῆμα τοιούτους οἵους εἶχον εν Ῥώμῃ. ὑποστρέψαντες οὖν ἐκεῖνοι καὶ τὸ δρᾶμα μαθόντες ἐξέστησαν. τούτων οἱ μὲν τέσσαρες μάγιστροι, οἱ δὲ ὀκτὼ πατρίκιοι. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τῆς πόλεως ἐξισουμένης καθ' ὃν ἐκτίζετο καιρὸν λίθοι παρὰ λιθοξόων ἐτμήθησαν, οὓς προτείχισμα διὰ τὴν τῆς θαλάσσης βίαν ἔθεντο, ἀπὸ τῆς Βαρβάρας σχεδὸν ἕως αὐτῆς τῆς χρυσῆς πόρτης ἐντὸς τὸ τεῖχος φυλάσσοντας. ὁμοίως δὲ μετεκόμισεν ἐνταῦθα καὶ τὸν ἐν τῷ φόρῳ κίονα μονόλιθον ὄντα, καὶ ἵδρυσεν ἐπάνω αὐτοῦ τὸν ἀνδριάντα ἐκεῖνον ὃν ἤνεγκεν ἀπὸ Ἡλιουπόλεως τῆς Φρυγίας. ὁ δὲ τοιοῦτος λίθος ἔτη τρία διεπλωΐζετο, ἐνιαυτὸν δὲ ὅλον ἀνεβιβάζετο ἔνθα καὶ ἵσταται. μετὰ δὲ ταῦτα ποιήσας Καίσαρας Κώνσταντα μὲν ἐνταῦθα Λικίνιον δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν Νικομηδείᾳ, κατὰ Περσῶν ἐστράτευσεν. οὗτος δὲ ὁ Λικίνιος κατὰ Χριστιανῶν ἤρξατο διωγμὸν κινεῖν. τότε δὴ τότε καὶ τὸν Ἀμασείας ἐπίσκοπον Βασιλέα οὕτω καλούμενον ἀνεῖλε. τότε δὴ τότε καὶ ὄφεις ἐν Μελιτηνῇ τοσοῦτον ἐπολέμησαν κατ' ἀλλήλων ὥστε καὶ τὴν χώραν ἐποζέσαι τῷ φόνῳ αὐτῶν. τότε καὶ ἡ ἐν Νικαίᾳ σύνοδος γέγονεν, ἐν ᾗ τὸν ἄμαχον Εὐλόγιον Ἕλληνα ὁ μέγας καὶ ἁπλοῦς τῷ λόγῳ Σπυρίδων ἐχειρώσατο. ἡ τοιαύτη σύνοδος καὶ τὸ πάσχα διωρί σατο ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· πρότερον γὰρ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτελεῖτο τὸ πάσχα, ὅθεν καὶ τοὺς οὕτως ἑορτάζοντας ἡ ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος ἐν τῷ ἑβδόμῳ κανόνι αὐτῆς τεσσαρεσκαιδεκατίτας καὶ τετραδίτας καλεῖ. οὐ γὰρ ἐν κυριακῇ τὸ πάσχα ἑώρταζον, ἀλλ' ὅτε τεσσαρεσκαιδεκαταία ἡ σελήνη γένηται, ἐν ᾗ ἂν ἡμέρᾳ τύχῃ πλήρη ταύτην γενέσθαι. ἑορτάζουσι δὲ τότε νηστεύοντες καὶ ἀγρυπνοῦντες. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι Κωνστάντιος ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου ἀρειανίσας τὴν πρώτην ἀνατρέψαι σύνοδον ἔσπευδε. τοῦτο μαθὼν ὁ τῆς πρεσβυτέρας Ῥώμης πάπας ἀνήνεγκε Κώνσταντι τῷ τοῦ Κωνσταντίου ἀδελφῷ, καὶ ὃς πόλεμον ἠπείλησε τῷ ἀδελφῷ διὰ γραμμάτων, εἰ μὴ παύσαιτο τὴν ὀρθὴν πίστιν σαλεύων. ἐφ' ᾧ καὶ βουλῇ τῶν βασιλέων σύνοδος ἐν
149
Σαρδικῇ συγκροτεῖται ὑπὸ πατέρων τμαʹ, βεβαιοῦσα τὸ ἅγιον σύμβολον· Σαρδικὴ δέ ἐστιν ἡ νῦν λεγομένη Τριάδιτζα. ὁ μέγας Κωνσταντῖνος ἀπέστειλε τὸν Ἄρειον ὕστερον πρὸς τὸν μέγαν Ἀθανάσιον ὥστε συγκοινωνεῖν αὐτόν· διεβεβαιοῦτο γὰρ δι' ὅρκου φρονεῖν καλῶς. ὁ δὲ μέγας οὐκ ἐδέξατο αὐτόν· ἐφ' ᾧ καὶ τοῦ θρόνου ἐξιστῶσιν αὐτόν· προκατέλαβον γὰρ τὰς βασιλικὰς ἀκοὰς οἱ ἀρειανίζοντες, καὶ πολλὰ τοῦ ἁγίου κατεῖπον. ὅσον οὖν κακὸν 466 τὸ ἀπεντεῦθεν τοὺς κατηγόρους παραδέχεσθαι καὶ τὰς ἀποφάσεις ποιεῖν κατὰ τῶν κατηγορουμένων, ἔδειξε τὰ μεταξύ τε τοῦ ἁγίου βασιλέως καὶ τοῦ ἁγίου Ἀθανασίου συμβάντα. ἀλλὰ καὶ ἐπὶ Κωνσταντίου τὰ αὐτὰ πέπονθεν, ἐφ' ᾧ καὶ προσφυγὼν παρά τινα παρθένον διετέλεσε παρ' αὐτῇ κρυπτόμενος ἔτη ἕξ. μετὰ δὲ μόρον αὐτοῦ αὖθις ἐπανῆλθε. τοῦ δὲ κατὰ πόδας Ἰουλιανοῦ πάντα ταράξαντος πάλιν ὑπέδρα ὁ ἅγιος περὶ τὸν τοῦ Σαράπιδος ναὸν. κορῶναι ἔκραζον. καὶ ἐρωτηθεὶς παρὰ τῶν Ἑλλήνων τί βοῶσιν αὗται, κακόγηρε;» εἶπε τὸ κρᾶ τῇ Σύρων φωνῇ αὔριον δηλοῖ· αὔριον καὶ γὰρ ὄψεσθε τὴν τοῦ θεοῦ πρόνοιαν.» ἐφ' ᾧ καὶ ἠγγέλθη τοῦ ἀλιτηρίου ὁ θάνατος. Ὁ μέντοι μέγας Κωνσταντῖνος ἐν Ῥώμῃ ἐκράτησεν ἔτη ιβʹ, ἐνταῦθα εἴκοσι, καὶ ἐν Νικομηδείᾳ ἀπέθανε κατὰ Περσῶν ἀπαίρων. τελευτᾶ δὲ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑτεροθαλούντων αὐτῷ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον ἐγχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος· εἴωθε γὰρ ἐν τοιούτοις κομήτας ἐν οὐρανῷ πολλάκις φαίνεσθαι, καὶ τοῦτο δηλῶν ὁ μέγας Βασίλειος ἔλεγε συνίστανται δὲ κομῆται σημεῖα διαδοχῆς βασιλέων φέροντες.» καὶ ὁ μὲν μοναχὸς Ἀλέξανδρος ἐν τῇ διὰ τὴν τοῦ τιμίου σταυροῦ εὕρεσιν ἱστο ρίᾳ λέγει μὲν ἐν Νικομηδείᾳ τελευτῆσαι τὸν ἅγιον Κωνσταντῖνον νόσῳ θανασίμῳ συσχεθέντα, τηνικαῦτα δὲ καὶ βαπτισθῆναι· ἀνεβάλλετο γάρ, ὡς ἐκεῖνός φησιν, ἕως θέλων ἐν Ἰορδάνῃ τυχεῖν τοῦ θείου λουτροῦ. ἀπίθανον δὲ τοῦτο τῷ ὄντι δοκεῖ. ἀληθέστερον γὰρ φαίνεται εἶναι τὸ ἐν Ῥώμῃ τῇ πρεσβυτέρᾳ ὑπὸ τοῦ ἁγίου Σιλβέστρου βεβαπτίσθαι αὐτόν. εἰ γὰρ καὶ Ἀρειανοί τινες διισχυρίζονται ὅτι ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐβαπτίσθη διὰ τὸ καὶ συμβῆναι αὐτὸν ἐκεῖσε κοιμηθῆναι, ἀλλὰ κατὰ τὴν Ῥώμην βαπτιστὴρ τοῦ μεγάλου λαμπρῶς παριστᾷ τὴν ἀλήθειαν, εἴγε καὶ μᾶλλον ἀδύνατον ἦν ἀκοινώνητον εἶναι αὐτὸν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ· πῶς γὰρ ἠδύνατο ἢ συνεύχεσθαι ἢ συλλειτουργεῖν αὐτοῖς οὕτως ἔχων αὐτός; τὸ λέγειν οὖν καὶ φρονεῖν οὕτω περὶ τοῦ μεγάλου καὶ λίαν ἐστὶν ἀτοπώτατον. Ὅσον δὲ ἡ ἁγία ψυχὴ τοῦ μεγάλου Κωνσταντίνου συγκαταβαίνουσά τε καὶ συγγνωμονοῦσα ταῖς τῶν πολλῶν ἀσθενείαις ἐτύγχανε, δῆλον κἀντεῦθεν. αἰτιάματα ἔγγραφα προσεκομίσθησαν αὐτῷ κατ' ἐπισκόπων· καὶ ὃς τοὺς μὲν χάρτας αὐτίκα κατέκαυσεν, ἔλεγε δέ εἰ εἶδον ἁμαρτάνοντα ἱερέα, διὰ τῆς χλαμύδος ἐσκέπασα ἂν αὐτόν, ἵνα καὶ ὁ θεὸς σκεπάσῃ τὰ ἐμὰ ἁμαρτήματα.» καὶ Σεβῆρος μέν, ὡς ἄνωθεν 468 εἴρηται, τὸ πρῶτον κτίσμα δέδωκε τῷ ἱπποδρομίῳ, ὁ δὲ μέγας Κωνσταντῖνος τοὺς περιπάτους, τὰς βαθμίδας καὶ τὸν λοιπὸν αὐτῷ καλλωπισμὸν ἔφερεν. ἀπό τε Νικομηδείας Ἀντιοχείας καὶ λοιπῶν πόλεων τὰ ἐν αὐτῷ ἀγάλματα ἤχθησαν· τηνικαῦτα καὶ γὰρ τὸ σέβας αὐτῶν καταλέλυται. ἐν οἷς καὶ πολλὰ περὶ τῶν μελλόντων ἐγγέγραπται. καὶ αὐτὰ δὲ τὰ Μάγγανα παρὰ τοῦ μεγάλου κτίζονται Κωνσταντίνου· ἀπέκειντο γὰρ ἐκεῖσε πάντα τὰ πολεμικὰ ὄργανα καὶ αἱ μηχανικαὶ βίβλοι. ὁ μέγας Κωνσταντῖνος ἐν τῷ στρατηγίῳ εὑρὼν τὰς φυλακὰς τοῦ Βυζαντίου ἐκεῖσε καὶ αὐτὸς ἐφυλάκιζε, καὶ διήρκεσε τοῦτο ἄχρι Φωκᾶ. χήρα δέ τις πατρικία, Μάρη τοὔνομα, ἐλεήσασα τοὺς φυλακιζομένους δι' ἣν εἶχον δυσωδίαν, τὸν ἑαυτῆς οἶκον δέδωκε τῷ βασιλεῖ χάριν μισθοῦ, καὶ γέγονε τὸ νῦν καλούμενον Πραιτώριον. καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα
150
Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος ἠνάγκαζε τὸν πατριάρχην Ἀλέξανδρον δέξασθαι εἰς κοινωνίαν τὸν Ἄρειον. ὃ δὴ καὶ γέγονεν ἄν, εἰ μὴ τὰ τῆς θείας δίκης προέφθασεν. ὄπισθεν γὰρ τοῦ φόρου τὸν βίον κατέστρεψεν· ἔνυξε γὰρ αὐτὸν ἡ γαστὴρ ἐκεῖσε διερχόμενον, ἐφ' ᾧ καὶ καθίσας τὰ ἔγκατα αὐτοῦ κάτω διεβίβα σεν. οἱ μέντοι ἀνεψιοὶ τοῦ μεγάλου, Γάλλος καὶ Ἰουλιανός ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ. ἀλλὰ καὶ ἐκκλησίαν τῷ μάρτυρι Μάμαντι ἔκτιζον. τὸ μὲν παρὰ τοῦ Ἰουλιανοῦ κτιζόμενον μερος ἠδαφισμένον πρωΐας ηὑρίσκετο. ἐπὶ τούτου δὲ τοῦ Κωνσταντίου Φλαβιανὸς Ἀντιοχείας διχῇ τοὺς ψάλλοντας διελὼν τὰ τοῦ Δαβὶδ ψάλλειν ἐκ διαδοχῆς ἐνομοθέτησεν. Ὁ Κωνστάντιος οὗτος παρὰ τῶν ἀσεβούντων ἀναγκαζόμενος μετακαλεῖται τοὺς ἐπισκόπους ὥστε σύνοδον συγκροτῆσαι κατὰ τῆς ὁμοουσίου τριάδος. ἀλλ' ἀργεῖ τὸ ἐγχείρημα· νόσῳ γὰρ περιπίπτει δεινῇ, καὶ τὸ ζῆν ἀπογνοὺς Εὐζώϊον μετακαλεῖται τὸν Ἀντιοχείας, καὶ διὰ τάχους τὸ θεῖον δεξάμενος φώτισμα, ὡς ὁ μεταφραστὴς ἱστορεῖ, τηνικαῦτα τοῦ ζῆν ἀπαλλάττεται. κατὰ δὲ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἀρχιερεὺς Ἱεροσολύμων ὁ μέγας Κύριλλος ἦν, ὃς δὴ καὶ γράφει τῷ Κωνσταντίῳ ὅτι ἐπὶ μὲν τοῦ σοῦ πατρὸς ἐπὶ γῆς εὕρηται ὁ σταυρός, ἐπὶ δὲ σοῦ πάλιν ἐξ οὐρανοῦ πεφανέρωται. κατὰ γὰρ τὸν τοῦ Γολγοθὰ τόπον περὶ τρίτην ὥραν τῆς ἡμέρας, κατ' αὐτὴν δὲ τὴν Πεντηκοστην, ὤφθη τὸ τοῦ σταυροῦ σημεῖον ἐκ φωτὸς ὑπερλάμπρου κατεσκευασμένον. ὤφθη δὲ οὐχ ἑνὶ καὶ κατὰ φαντασίαν, ἀλλὰ περὶ ὥρας ἱκανὰς καὶ πᾶσι. Μετὰ δὲ Κωνστάντιον κρατεῖ Ἰουλιανὸς ἔτη βʹ μῆνας ζʹ. 470 οὗτος ὁ κάκιστος πρό γε τῶν τῆς βασιλείας καιρῶν, καθὼς ὁ μέγας διαλαμβάνει Κύριλλος ὁ Ἀλεξανδρείας, τοῖς πιστεύσασιν ἐναρίθμιος ἦν, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ θείου βαπτίσματος, εἰ καὶ ὕστερον ἀπεδύσατο αὐτὸ δι' αἵματος μιαροῦ, ἐνήσητο δὲ ταῖς ἱεραῖς βίβλοις. ἀλλ' ἄνδρες ὕστερον αὐτὸν δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασίας καθῆκαν λόγους, καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ταῖς ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντεθραμμένον. ἔχων τοίνυν εὐφυᾶ τὴν γλῶτταν κατέθηξεν αὐτὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δὴ τρία συγγέγραφε βιβλία κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας. τοσοῦτον δὲ μέμηνε κατὰ τῶν ἁγίων, ἡνίκα καὶ μάλιστα πῦρ ἄνωθεν καταρραγὲν τὸ περικαλλὲς ἐκεῖνο προάστειον, τὴν Δάφνην δηλονότι, σὺν αὐτοῖς τοῖς εἰδώλοις κατέκαυσεν, ὡς καὶ τὸν τοῦ Χριστοῦ χαλκοῦν ἀνδριάντα τὸν ἐν Καισαρείᾳ τῆς Φιλίππου τῇ νῦν Πανεάδι, ὃν ἡ αἱμορροοῦσα ἤγειρεν, ἀπανθρώπως συντρῖψαι, καὶ τοῦ βαπτιστοῦ Ἰωάννου κατακαῦσαι ἅγια λείψανα, ὀστέοις ἀλόγων παραμίξας αὐτά. ἀλλὰ καὶ τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ὥπλιζε, συνήργει δὲ αὐτοῖς εἰς τὴν τοῦ ναοῦ οἰκοδομήν, εἰ καὶ ἐκωλύθησαν ὑπὸ λαίλαπος σεισμοῦ καὶ τελευταῖον πυρός· πῦρ γὰρ 471 ἐξ αὐτῶν ἐκπηδῆσαν τῶν θεμελίων τῆς ὁρμῆς αὐτοὺς ἀνεχαίτιζε. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ὁ ἀκοντίσας αὐτὸν ἐν Πέρσαις διάγοντα μέχρι καὶ τήμερον οὐχ εὑρίσκεται. εἰ γὰρ καὶ κατὰ κέλευσιν τῆς ἀειπαρθένου θεοτόκου διὰ τοῦ ἁγίου Μερκουρίου, δεηθέντος τάχα τοῦ μεγάλου Βασιλείου, ἀκοντισθῆναι τὸν παραβάτην εὑρίσκομεν ἐν τοῖς τοῦ ἁγίου Βασιλείου θαύμασιν, ἅπερ ὁ μέγας Ἀμφιλόχιος γραφῇ παραδοῦναι λέγεται, ἀλλ' οὐκ εὐθέως πείθεσθαι ἄξιὸν. τίνος ἕνεκεν; ὅτι διὰ τῆς τοιαύτης γραφῆς καὶ ἀρχιερέα τῆς Καισαρέων μανθάνομεν χρηματίζειν τὸν μέγαν Βασίλειον, ἡνίκα διερχόμενος ἦν κατ' ἐκεῖνα τὰ μέρη ὁ κάκιστος κατὰ Περσῶν τὴν ἐκστρατείαν ποιούμενος. ἀλλ' οὐ δοκεῖ ταῦτα καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ θεολόγῳ· εἰ γὰρ ἐν τοῖς προοιμίοις, καθὼς οὗτός φησὶ, τοῦ μετὰ ταῦτα κρατήσαντος Οὐάλεντος εἰς Πόντον ἐκάθητο ὁ μέγας Βασίλειος, τοῦ Εὐσεβείου τηνικαῦτα τῆς Καισαρέων χρηματίζοντος ἀρχιερέως, πολλῷ μᾶλλον οὐκ ἦν ἐκεῖνος ἀρχιερεὺς ἐν τοῖς χρόνοις
151
Ἰουλιανοῦ. φαίνεται οὖν ἐντεῦθεν ὡς οὔτε τὸν μέγαν Βασίλειον εὗρεν ἀρχιερέα διερχόμενος ὁ Ἰουλιανός, οὔτε ἠπείλησεν αὐτῷ καὶ 472 τῇ ἐκκλησίᾳ αὐτοῦ. ἀλλ' οὔτε δέησιν ἐκεῖνος τούτου ἕνεκεν ἐποιήσατο, οὔτε μὴν εἰς ἀναίρεσιν ἀπεστάλη τοῦ παραβάτου ὁ Χριστοῦ μάρτυς Μερκούριος· εἰ γὰρ ταῦθ' οὕτω γέγονεν, οὐκ ἂν ὁ ἀκοντίσας αὐτὸν ἄδηλος ἦν μέχρι καὶ τήμερον. ἀκοντίῳ τοίνυν ὁ ἄθλιος βάλλεται, κἂν ὁ ἀκοντίσας ἄδηλος. ὡς δὲ ἐγώ τινος ἤκουσα, φησὶν ὁ θεόλογος, μηδὲ τῷ τάφῳ προσλαμβάνεσθαι αὐτόν, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτὸν γῆς ἀποσείεσθαί τε καὶ ἀναβράζεσθαι, προοίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. πολλὰ γὰρ μιαρὰ ποιήσας ὡσεὶ ἐτῶν λʹ τελευτᾷ. ἀλλὰ καὶ ἐκ Περσίδος δαιμόνιον στείλας πρὸς δύσιν ἐπὶ τῷ ταχέως ἀγαγεῖν ἀπόκρισιν, ἐσφάλλετο κἀνταῦθα τοῦ σκοποῦ· τὸ γὰρ δαιμόνιον ὃ στείλας ἐντυχὸν μοναχῷ τινὶ Πουπλίῳ τοὔνομα προσευχομένῳ ἡμέρας δέκα διελθεῖν οὐκ ἠδυνήθη, καὶ ὑποστρέψαν ἄπρακτον τὴν αἰτίαν ἐβόα καὶ πόρρωθεν. καὶ γυναῖκας δὲ ἀνατέμνων ὁ ἄσπλαγχνος δι' αὐτῶν ἐμαντεύετο. Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν ἄριστα Ἰοβιανὸς ἔτος ἕν, ὃς ἐκλεγόμενος ὑπὸ πάντων εἶπεν οὐ δύναμαι βασιλεὺς εἶναι προμεμολυσμένων ἀνθρώπων,» ἐφ' ᾧ πάντες τὸ Χριστιανοί ἐσμεν» ἔκραξαν. μετὰ μέντοι μῆνας ηʹ τῆς αὐτοῦ βασιλείας ἐν Κιλικίᾳ ἐτελεύτησεν, μέγα πένθος πᾶσιν ἀφείς. μετὰ δὲ τοῦτον Οὐαλεντινιανὸς ἔτη ιβʹ, μισθὸν παρὰ θεοῦ τὴν βασιλείαν λαβὼν διὰ τὸ τῆς στρατιᾶς αὐτοῦ ἐκβληθῆναι 473 παρὰ Ἰουλιανοῦ τῆς εἰς Χριστὸν ἕνεκεν ὁμολογίας. εἶχε δὲ συμβασιλεύοντα κατά γε τὴν ἀνατολὴν τὸν αἴσχιστον Οὐάλεντα. καὶ πῶς γὰρ οὐ κάκιστος, εἴ γε τοὺς ἀπὸ Κωνσταντινουπόλεως σταλέντας πρὸς αὐτὸν πʹ ἱερατικοὺς ἄνδρας πρεσβείας ἕνεκεν ἐπὶ πλοίου κατέκαυσεν; οὗτος ὑπὸ Γότθων πολεμούμενος ἐζήτησε τὸν θειότατον ἀδελφὸν αὐτοῦ συμμαχίαν. ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὠνείδισεν, οὕτως εἰπών οὐ χρὴ ἀνδρὶ βοηθεῖν πολεμοῦντι θεόν.» καὶ ὁ μὲν Οὐάλης ἔτη ιʹ καὶ δʹ βασιλεύσας ἀνοσίως ὑπὸ πολεμίων ἐν ἀχυρῶνι πυρὶ παραδίδοται· ὁ δὲ μοναχὸς ἐκεῖνος Ἰσαάκιος ἐλέγχων μὲν αὐτόν, δεσμωθεὶς δὲ παρ' αὐτοῦ καὶ εἰρκτῇ παραδοθείς, ὠσφράνθη ἐν τῇ φυλακῇ τῆς δυσωδίας ἐκκαυθέντος ἐκεῖσε, ὡς εἴρηται. ὁ μέντοι Οὐαλεντινιανὸς καὶ τὸν ἀγωγὸν ᾠκοδόμησε καὶ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγαγεν. οὗτος καὶ πραιπόσιτόν τινα διὰ τὴν τῆς γυναικὸς Βερονίκης ἀδικίαν ἐν τῷ ἱπποδρόμῳ κατέκαυσε. τηνικαῦτα ὁ μέγας Μακάριος σκύλακας ὑαίνης τυφλοὺς ἐθεράπευσεν. ἡ γοῦν μήτηρ αὐτῶν δέρμα προβάτου ἤνεγκε τῷ ἁγίῳ δῶρον ὑπὲρ τῆς τῶν παίδων ἰάσεως. Μετὰ δὲ Οὐάλεντα Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ ἔτη γʹ. τηνικαῦτα καὶ ἐν Ἀλεξανδρείᾳ πρᾶγμα ἐξαίσιον γέγονεν· ἡ γὰρ θάλασσα ἐντὸς εἰσῆλθε τοσοῦτον ὡς καὶ τὰ 474 πλοῖα μεῖναι ἐν ξηρᾷ. συρρεύσαντος δὲ τοῦ λαοῦ τὸ θαῦμα ἰδεῖν, ἀνέδραμεν αὖθις ἡ θάλασσα καὶ τοῦ ὡρισμένου τότε ὕπερθεν, ὡς ἐντεῦθεν ὑποπνιγῆναι μυριάδας εʹ. ἀλλὰ καὶ τὰ μέρη Κρήτης καὶ Σικελίας πάντα σχεδὸν κατεκλύσθησαν, τῆς θαλάσσης ἐπαναδραμούσης καὶ ἐξελθούσης ὡσεὶ στάδια ρʹ. καὶ πελάγη τὰ μεγάλα διχῆ τότε διέστησαν, ὡς ἐπὶ βυθοῦ τὰ πλοῖα καθίσαι καὶ αὖθις ἀνελθεῖν ἀποκαταστάντος τοῦ ὕδατος. μετὰ τῶν ἄλλων δὲ καὶ ἡ κατὰ Βιθυνίαν Νίκαια ὑπὸ σεισμοῦ κατέπεσεν ἅπασα. τοσοῦτος δὲ φόβος ἦν ὡστε τοὺς ἀνθρώπους ἐν ὄρεσι φεύγειν. τοσοῦτον δὲ ὁ Γρατιανὸς τοξότης εὔστοχος ἦν ὡς ᾄδεσθαι πανταχοῦ Γρατιανοῦ βέλη φρένας ἔχειν. οὗτος ὁ βασιλεὺς γυναικὸς αὐτῷ προσελθούσης ποτέ, καὶ τοῦ ὁμοζύγου καταβοώσης ὅτι πληγὰς ἐπάγει καὶ ῥαβδισμοὺς αὐτῇ, οὐδὲν ὦ γύναι τοῦτο πρὸς με» ἔφησεν. ἀλλὰ καὶ τὸν ὁμόζυγον αὐτῆς βουλεύεσθαι κατ' αὐτοῦ προσεπειπούσης τοῦ Γρατιανοῦ, πάλιν ἀνταπεκρίνατο τί σοι πρὸς τοῦτο, γύναι;» Μετὰ δὲ τοῦτον κρατεῖ ὁ μέγας Θεοδόσιος ἔτη ιζʹ. ὅρα δὲ νουνεχῶς ὅτι
152
νικήσαντα τοὺς Γότθους θέλων ὁ Γρατιανὸς αὐτὸν ἐνδῦσαι πορφύραν, οὐχ εὕρισκεν ἰσομήκη αὐτοῦ διὰ τὸ ὑπερωμίαν εἶναι, εἰ μὴ τὴν τοῦ μεγάλου Κωνσταντίνου· 475 οὗτος ἡνίκα τὴν βασιλείαν παρὰ τοῦ θεοῦ ἐνεχειρίσθη, ἠγάγετο Γάλλαν τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως, ἅτε Πλακίλλης θανούσης, ἀφ' ἧς ἔτεκεν Ἀρκάδιον καὶ Ὁνώριον. θέλων δὲ τὰ ἱερὰ τούτους διδάξαι γράμματα, καὶ μὴ εὑρίσκων τινὰ φιλόσοφον ὁμοῦ καὶ φιλόθεον, πέμπει πρέσβεις πρός γε τὸν ἐν Ῥώμῃ συμβασιλεύοντα, εἴ που τοιοῦτον ἔχει τινά. καὶ ὃς συνάμα τῷ πάπᾳ πολλὴν περὶ τούτου ποιησάμενος ἔρευναν οὐχ ἕτερον εὗρέ τινα εἰ μὴ τὸν μέγαν Ἀρσένιον διάκονον τηνικαῦτα ὄντα. πέμπουσι λοιπὸν αὐτὸν πρὸς τὸν μέγαν Θεοδόσιον, εἰ καὶ πολλὰ δυσχεραίνων ἦν διὰ τὸ τὴν ἐγκύκλιον παίδευσιν ἅμα τῷ χειροτονηθῆναι κατὰ τὸν νῶτον ποιήσασθαι. ὃν καὶ ἀσμένως ἐδέξατο, καὶ παρέδωκεν αὐτῷ ὡς τέκνα καὶ μαθητάς, οὐ μὴν ὡς βασιλεῖς, τοὺς υἱοὺς αὐτοῦ. ποτὲ γοῦν ἑωρακὼς τοὺς μὲν παῖδας καθημένους μετὰ διαδημάτων, τὸν δὲ Ἀρσένιον ἱστάμενον καὶ διδάσκοντα, μετ' ὀργῆς εἶπεν οὕτω σοι παρήγγειλα; σὺ αὐτοὺς ποιεῖς βασιλεῖς. ὁ θεὸς ἔχει τὴν περὶ τούτων ἐξουσίαν.» καὶ ῥίψας τὰ διαδήματα εἶπε κρεῖσσόν ἐστι τεθνάναι θεοσεβῶς ἢ βασιλεύειν ἀσεβῶς.» μετὰ δὲ ταῦτα τοῦ Ἀρσενίου μελετῶντος ἀποδρᾶσαι, ἐπεὶ συνέβη καὶ μᾶλλον ἡ τοῦ Ἀρκαδίου πληγὴ 476 καὶ ἡ διὰ ταῦτα ἐπιβουλή, φωνὴ πρὸς αὐτὸν γέγονεν Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ.» φυγὼν δὲ καὶ ἀπελθὼν ἐν Σκήτει πάλιν ἤκουσε φεῦγε, σιώπα, ἡσύχαζε.» οἱ γοῦν παῖδες βασιλεύσαντες ἔγραψαν αὐτῷ συγχωρῆσαι αὐτοῖς, καὶ μάλιστα τῷ Ἀρκαδίῳ, ὑπὲρ οὗ ἐβούλετο ἀποκτεῖναι διὰ σπαθαρίου αὐτόν. ὁ μέντοι μέγας ἀκούσας καὶ τοῦτο, λάβε δημόσια Αἰγύπτου, καὶ διάνειμαι ὅπου θέλεις,» εἶπεν ἐγὼ τῷ κόσμῳ ἀπέθανον, καὶ οὐκέτι ζῶ· πλὴν ὁ θεὸς συγχωρήσαι ὑμῖν.» Ἡ δευτέρα σύνοδος καὶ ὁ μέγας Θεοδόσιος ἐνίδρυσαν τῷ θρόνῳ Κωνσταντινουπόλεως τὸν μέγαν Γρηγόριον, κἂν ἐξ Αἰγύπτου τινὲς ὑπὸ φθόνου ἐταράχθησαν, ἐφ' ᾧ καὶ ἑκὼν ἐξέστη. ἀντεισάγεται δὲ Νεκτάριος, τὸ μὲν γένος Ταρσεύς, τὴν δὲ τοῦ πραίτωρος ἀρχὴν διέπων, ὃς τὸν μὲν βίον θαυμαστός, ἀβάπτιστος δὲ μέχρι τότε. καὶ ὁ μὲν συγκλητικὸς Νεκτάριος προχειρίζετο, ὁ δὲ Μακεδόνιος ἀναθεματίζετο. Ἐκ Κωνσταντινουπόλεως τοῦ μεγάλου Θεοδοσίου ἀπαίροντος ἐπὶ τὰ κάτω μέρη, στρατιῶται ἐν Θεσσαλονίκῃ εἰσελθόντες διά τινα χρείαν ἀνταρσίαν ἐποίησαν, ἐφ' ᾧ ἀντέστησαν οἱ τῆς πόλεως καὶ λίθοις ἔβαλον. τοῦ γοῦν βασιλέως 477 ζέσαντος ἐπὶ τούτοις τῷ θυμῷ, καὶ τῷ ἐκεῖσε ἐπαρχεύοντι τὰ περὶ τούτων ἐπιτρέψαντος, χιλιάδες ζʹ ἀνῃρέθησαν. διερχόμενος δὲ ὁ βασιλεὺς εἰς τὴν ἐπισκοπὴν Μεδιολάνων (πόλις δὲ Ἰταλίας τὰ Μεδιόλανα) οὐ συνεχωρήθη παρὰ τοῦ θειοτάτου Ἀμβροσίου τῇ ἐκκλησίᾳ ἐπιβῆναι, ἀλλ' ἔμεινεν ἀφωρισμένος μῆνας ηʹ, καὶ μόλις διὰ τὴν τοῦ Χριστοῦ γένησιν ἐλύθη τε τῶν δεσμῶν καὶ εἰς κοινωνίαν ἐδέχθη, πρότερον τὰ τοῦ λιβέλλου νομοθετήσας. ἀλλὰ καὶ ἐν τῷ θυσιαστηρίῳ μετὰ ταῦτα οὔμενουν εἰσελθεῖν ἐνεχωρεῖτο· ἡ γὰρ ἁλουργίς» ἔφη βασιλεῖς, οὐ μὴν ἱερεῖς ποιεῖ.» ὅθεν ἐπανελθὼν ὁ βασιλεὺς καὶ παρὰ τοῦ Νεκταρίου ἐρωτηθεὶς δι' ἣν αἰτίαν οὐκ εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, εἶπεν εἷς ἐπίσκοπος ὁ Ἀμβρόσιος.» Ὅτε ἡ τῶν ἐν Ἀντιοχείᾳ ἀνδριάντων καταστροφὴ γέγονε, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων οἰκοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν. κατῆλθον γὰρ καὶ τοῦ θεοῦ ἀντελάβοντο, λέγοντες οὕτω πρός γε τοὺς ὑπηρέτας τοῦ βασιλέως εἴπατε τῷ κυρίῳ ἡμῶν βασιλεῖ. εἴπερ τοσοῦτον σὺ ἐπὶ τῇ χαλκῇ εἰκόνι καταστραφείσῃ ἐδυσχέρανας, πῶς οἴει τὸν θεὸν ἀρτίως ἔχειν τὴν αὐτοῦ ὁρῶντα εἰκόνα κακῶς οὕτω παρὰ σοῦ πάσχουσαν;» τηνικαῦτα καὶ ἡ τιμία κεφαλὴ τοῦ βαπτι στοῦ Ἰωάννου ἐν Κωνσταντινουπόλει διεκομίσθη. ἀλλὰ καὶ τὸν ἐν Ἀλεξανδρείᾳ κτισθέντα ναὸν τοῦ Σαράπιδος καθεῖλε Θεόφιλος. ἐν
153
τούτῳ δὲ τῷ ναῷ ξόανον ἦν ἀσχέτως ἀπῃωρημένον· διὰ γὰρ τοὺς κύκλῳ αὐτοῦ, τοῦ ξοάνου δηλαδή, πεπηγμένους σιδήρους καὶ τοὺς καταντικρὺ τούτων ἐγκεκολαμμένους μαγνῆτας μέσον ἐδάφους καὶ ὀρόφου ἐκρέματο. ἰσοδυνάμως γὰρ τετραμερόθεν ἑλκόμενον, καὶ μὴ ἔχον ὅπου καὶ νεύσειε, μέσον ἐξ ἀνάγκης ἀπῃώρητο. Ἔθνη ποθὲν ἄπειρα κατὰ τοῦ μεγάλου ἐγείρονται Θεοδοσίου. τί τὸ ἐπὶ τούτοις; γράφει τηνικαῦτα ὁ βασιλεὺς τῷ τῆς Ἀλεξανδρείας προέδρῳ ἵνα τὸν κατ' Αἴγυπτον μέγαν Σενούφιον ποιήσῃ πρὸς συμμαχίαν τοῦ βασιλέως ἐλθεῖν. ὁ δ' οὐ πείθεται, στέλλει δὲ τῷ βασιλεῖ ῥάβδον καὶ μικρὸν αὐτοῦ τριβώνιον, οἷς δὴ καὶ χρησάμενος ὁ βασιλεὺς ἀντὶ κράνους καὶ δόρατος κατὰ τῶν πολεμίων ὁρμᾷ, καὶ διὰ χειρῶν αὐτοῦ κατατροποῦται αὐτούς· τοιαῦτα καὶ γὰρ τὰ τῆς εἰλικρινοῦς πίστεως κατορθώματα. Μετὰ δὲ Θεοδόσιον Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ, ὃς τὸν κίονα τοῦ Ξηρολόφου στήσας ἐν αὐτῷ τὸν ἑαυτοῦ καθίδρυσεν ἀνδριάντα. ἐφ' οὗ ἡ γῆ ἐμυκήσατο ἡμέρας ζʹ, καὶ σεισμὸς γέγονε μέγας τε καὶ πάγκοσμος. μετὰ μέντοι τὸν 479 Νεκτάριον τοὺς τῆς ἐκκλησίας οἴακας ὁ χρυσορρήμων Ἰωάννης καὶ λίαν καλῶς ἀναδέχεται. οὗτος πολὺς ἦν περὶ τὸ λέγειν. ᾧ καὶ Λιβάνιος ὁ διδάσκαλος αὐτοῦ προσεμαρτύρησεν· ἐρωτηθεὶς γὰρ ἀνθ' ἑαυτοῦ τίνα προβάλλεται διδάσκαλον, Ἰωάννην εἶπεν, εἰ μή πως οἱ Χριστιανοὶ τοῦτον ἀφ' ἡμῶν ἀπεσύλησαν. ὀκτωκαιδέκατον γὰρ ἔτος ἄγων ἀφηνίασεν ἀπ' αὐτοῦ, καὶ ὑπὸ Μελετίου βαπτισθεὶς καὶ χειροτονηθεὶς ἀναγνώστης ἀνεχώρησε καὶ ἀπεκάρη, καὶ τὰ θεῖα διδαχθεὶς ἐκεῖσε πάλιν ὑπέστρεψε. γίνεται διάκονος, παρὰ δὲ Φλαβιανοῦ πρεσβύτερος. διεβάλλετο δὲ ὁ μέγας ὡς ὀφρύϊ κατὰ τῶν ὑπηκόων μείζονι χρώμενος. ὅθεν ὁ Πηλουσιώτης Ἰσίδωρος καὶ μαθητὴς αὐτοῦ ὑπεραπολογούμενος τοῦ μεγάλου, τὸν ἄρχοντα ἔλεγεν ὅτι καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερόν. τίνος ἕνεκεν; ὅτι καὶ ἀγαθοὶ καὶ πονηροὶ ἐν τοῖς ἀρχομένοις ὑπάρχουσι. μετὰ δὲ ταῦτα πρός γε τὴν μεγαλόπολιν ἔρχεται, καὶ εἰς τὸν πατριαρχικὸν θρόνον ἀνάγεται. ἀνθίσταται τῇ βασιλίσσῃ Εὐδοξίᾳ, πάσχει πολλὰ διὰ τοῦτο δεινά. ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τῷ Ἑβδόμῳ ἐλθὼν χειροτονίας καὶ συν-άξεις παρὰ τὴν Ἰωάννου ἐποίησε γνώμην· καὶ οὗτος γὰρ ταῖς ὑπὸ Θεοφίλου κατὰ τοῦ ἁγίου μελετηθείσαις διαβολαῖς προκατείληπτο. ἡ μέντοι Εὐδοξία τὸν μέγαν Ἐπιφάνιον ἠρέ θισε κατὰ τοῦ χρυσορρήμονος καὶ τάδε εἰποῦσα πάντα μὲν τὰ Ῥωμαίων σκῆπτρα ὑπὸ τὴν ἐμὴν ἐξουσίαν ἐστίν, ὁ δὲ Ἰωάννης οὗτος δι' ἔχθρας τέ μοί ἐστι καὶ τὰ ἔσχατα εἰς ἡμᾶς ἐξυβρίζει. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δόξαν τινὰ πρεσβεύει τῆς ἐκκλησίας ἀπᾴδουσαν. ἐφ' ᾧ καὶ δίδωμί σοι πᾶσαν ἐξουσίαν, ὥστε σύνοδον ἀθροῖσαι καὶ τοῦ θρόνου δικαίως αὐτὸν καθελεῖν.» τούτων ἀκούσας Ἐπιφάνιος εἶπεν εἰ μὲν οὖν αἵρεσιν ἔχει τινά, ἄλλου τοῦτο λόγου ἐστίν· εἰ δὲ ὅτι κακῶς ὑμᾶς ἔλεξε, παρὰ ταύτην δὴ μόνον αἰτίαν Ἰωάννην ἐκκήρυκτον δέδοκται γενέσθαι τῆς ἐκκλησίας, Ἐπιφά-νιον ὑμῖν οὐχ ἕξετε συναινοῦντα.» ταῦτα δὲ ἡ Εὐδοξία πρὸς τὸν διαληφθέντα ἔλεγεν ἅγιον, ἐπειδὴ διαφορὰν ἔμαθέ τινα συμβῆναι ἀνὰ μέσον αὐτῶν. ὁ μέντοι θειότατος Ἰωάννης ἐκ δευτέρου ἐξορισθεὶς καὶ ἀπαχθεὶς εἰς Κουκουσὸν κἀκεῖσε τρία ἔτη καὶ μῆνας βʹ ποιήσας ἀπηνέχθη εἰς Ποτιούς, κἀκεῖθεν ἀπαίρει πρὸς κύριον, ἐπισκοπεύσας ἐνταῦθα ἔτη εʹ καὶ μῆνας ϛʹ. ἐπὶ τούτοις δὲ ὁ πάπας Ῥώμης Ἰννοκέντιος γρά-φει πρὸς Ἀρκάδιον καὶ τάδε. φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Κάϊν, καὶ παντὶ τρόπῳ ἐκδικηθήσεται. οὐ μόνον δὲ τοῦτο πέπραχας, 481 ἀλλὰ καὶ εν καιρῷ εἰρήνης διωγμὸν κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω, ἐξεώσας τὸν μέγαν τῆς οἰκουμένης διδάσκαλον τοῦ θώκου τῆς ἐπισκοπῆς αὐτοῦ
154
ἀκρίτως, συνδιώξας αὐτῷ τὸν Χριστόν. ἀλλ' ὁ μακάριος Ἰωάννης τὸν βίον κατέλιπε, τὴν πίστιν τηρήσας καὶ στηρίξας τοὺς σαλευομένους. ἀλλ' εἰς ἀλήκτους αἰῶνας τὴν ἀδάπανον τρυφὴν καὶ ἀθάνατον ζωὴν ἐκληρονόμησεν. ἡ δὲ νέα Δαλιλά, ἡ κατὰ μικρὸν τῷ ξυρῷ τῆς πλάνης δεσμεύσασα φορτίον ἁμαρτημάτων βαρὺ καὶ δυσβάστακτον. διὸ ἐγὼ ὁ ἐλάχιστος, ὁ πιστευθεὶς τὸν θρόνον τοῦ μεγάλου ἀποστόλου Πέτρου, ἀφορίζω σέ τε κἀκείνην τῆς μεταλήψεως τῶν ἀχράντων μυστηρίων Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ἀλλὰ καὶ πάντα κληρικὸν τολμήσαντα μεταδοῦναι ὑμῖν, ἀφ' ἧς ἀναγνῶτέ μου τὸν πεμφθέντα σύνδεσμον, ὑπὸ καθαίρεσιν εἶναι. Ἀρσάκιον δέ, ὃν εἰσάγετε εἰς τὸν θρόνον τῆς ἐπισκοπῆς ἀντὶ τοῦ μεγάλου Ἰωάννου, καὶ μετὰ θάνατον καθαιροῦμεν σὺν πᾶσι τοῖς κοινωνήσασιν αὐτῷ. ἀλλ' οὐδὲ τὸ ὄνομα αὐτοῦ γραφήσεται ἐν τοῖς ἱεροῖς διπτύχοις· ἀνάξιος γάρ ἐστιν ὡς μοιχεύσας τὴν ἐπισκοπήν. προστιθέαμεν δὲ τῇ καθαιρέσει Θεοφίλου ἀφορισμὸν 482 καὶ ἀναθεματισμὸν καὶ τελείαν ἀλλοτρίωσιν τοῦ χριστιανισμοῦ.» τούτων ἀκούσας Ἀρκάδιος ἀντιγράφει πρὸς Ἰννοκέν-τιον πάντες ἄνθρωποι ἴσασιν οἱ εὖ φρονοῦντες ὅτι περ τὰ κατὰ ἄγνοιαν γινόμενα οὔτε θεὸς οὔτε νόμοι κολάζουσιν· ἀλλ' οὐδέ τις ὑπὲρ ἑτέρου δίκην εἰσπράττεται. ὅθεν ταῦτα γέγραφα πληροφορῶν τὴν ὑμετέραν πραότητα ὡς ἐπιμαρτυροῦντος τοῦ φιλανθρώπου θεοῦ οὐκ ἔγνων τι τῶν συμβάντων τοῖς ἡμετέροις ἐπισκόποις καὶ κληρικοῖς, ἀλλ' ἀθῷός εἰμι τοῦ κρίματος αὐτῶν· εἰ γὰρ ἤμην συμμέτοχος αὐτῶν εἰς τοῦτο, οὐκ εἶχον τούτους κακῶσαι. περὶ δὲ τῆς σῆς θυγατρὸς Εὐδοξίας γνῶθι ὅτι καὶ αὐτῇ ἀνταπέδωκα κατὰ τὸ σφάλμα αὐτῆς οὐ μετρίως, ὡς ἐκ τῆς τοιαύτης λύπης καὶ θλίψεως ἐν ἀρρωστίᾳ βαρυτάτῃ κατακεῖσθαι αὐτήν. παρακαλῶ λοιπὸν ἵνα τοῦ ἀφορισμοῦ λύσῃς ἡμᾶς καὶ μὴ ἐκδικήσῃς πολλαχῶς· οὐ γὰρ πατάξει κύριος δὶς ἐπὶ τὸ αὐτό.» πρὸς ταῦτα καὶ πάλιν Ἰννοκέντιος ἀπεδεξάμην ὑμῶν τὴν κατὰ θεὸν σπουδήν, ἥνπερ διὰ τὸ ὄνομα αὐτοῦ ἀνεδείξασθε. ὅθεν τῶν ἱερῶν δεσμῶν ἀνεθέντες ἐν τοῖς δεσποτικοῖς συμβόλοις προσέλθετε ἐρρωμένοι.» ταύτῃ τοι καὶ διὰ φροντίδος ὁ Ἀρκάδιος ποιεῖται τὴν τοῦ ἁγίου πρὸς τὴν μεγαλόπολιν ἐπάνοδον. 483 Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ καλλιγράφος, ἔτη μβʹ. οὗτος ἐξελθὼν ἱππασθῆναι καὶ συμπεσὼν τῷ ἵππῳ τὸν βίον τελευτᾷ. οὗτος τὸν ἐν τοῖς Χαλκοπρατείοις τῆς θεοτόκου ναὸν ἔκτισε, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. ἀλλὰ καὶ τὸ τεῖχος τῆς πόλεως παρεξέβαλεν. ἐφ' οὗ σεισμὸς μέγας ἐγένετο, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ πολὺ μέρος αὐτῆς. ἐπεκράτει δὲ ὁ σεισμὸς καὶ κατὰ πᾶσαν χώραν μῆνας τρεῖς. τότε δὴ τότε τοῦ πατριάρχου Πρόκλου καὶ αὐτοῦ τοῦ βασιλέως ἀνυποδέτων λιτανευόντων, συνέβη παιδίον ἁρπαγῆναι καὶ τὸν τρισάγιον ὕμνον μυηθῆναι, καὶ οὕτω τὴν θείαν στῆναι ὀργήν. τότε καὶ Ἰουδαῖος παράλυτος βαπτισθεὶς ὑγιὴς εὑρέθη. ὁ μέντοι διαληφθεὶς πατριάρχης Πρόκλος ἐν Κυζίκῳ χειροτονεῖται πρότερον καὶ μὴ δεχθεὶς παρὰ τῶν ἐκεῖσε χειροτονεῖται ἐνταῦθα. ὁ δὲ δυσσεβὴς Νεστόριος σὺν ἓξ ὁμόφροσιν αὐτοῦ ἔλεγεν ὅτι διμηναῖον καὶ τριμηναῖον οὐ δύναμαι λέγειν θεόν. Ἰωάννης δὲ ὁ Ἀντιοχείας μετὰ τὴν τοῦ Νεστορίου καθαίρεσιν καταλαβών, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος, παραλαβὼν τοὺς σὺν αὐτῷ ἐπισκόπους, ἐν οἷς καὶ Θεοδώρητος Κύρου καὶ Ἴβας ὁ Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ μεγάλου Κυρίλλου. 484 Ἡ τοῦ βασιλέως ἀδελφὴ Πουλχερία λαβεῖν ἄνδρα οὐκ ἠθέλησεν, ἀλλὰ τὴν ἑαυτῆς παρθενίαν τῇ θεοτόκῳ ἀνέθετο. αὕτη καὶ τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἐδείματο. γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἡ τοῦ βασιλέως κυρὰ Εὐδοκία θυγάτηρ ἐγένετο φιλοσόφου τινὸς ἐξ Ἑλλάδος ὄντος. οὗτος δὲ τελευτῶν τοῖς
155
μὲν τρισὶν υἱοῖς ἀφῆκε πᾶσαν τὴν περιουσίαν αὐτοῦ, περὶ δὲ ταύτης εἶπεν Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου θυγατρὶ ἀφίημι νομίσματα ρʹ· ἀρκεῖ γὰρ αὐτῇ ἡ τύχη αὐτῆς.» ἡ μέντοι Ἀθηναῒς μηδὲ ταῦτα τὰ ρʹ λαμβάνουσα καταλαμβάνει τὴν μεγαλόπολιν, ἐκδίκησιν ὥστε λαβεῖν. καὶ οὕτω διὰ τὴν αὐτῇ παροῦσαν εὐπρέπειαν τοῦ βασιλέως γυνὴ ἐχρημάτισεν. ὅθεν καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς, ἐλθόντας ὕστερον πρὸς αὐτήν, εἶπεν εἰ μὴ ὑμεῖς ἠδικήσατέ με, οὐκ ἠναγκαζόμην ἐλθεῖν ἐνταῦθα καὶ βασιλεῦσαι.» μετὰ δὲ ταῦτα τοῦ βασιλέως σκανδαλισθέντος ἐπ' αὐτῇ διὰ τὸν Παυλῖνον (ἑώρακε γὰρ εἰς αὐτὸν τὸ πάμμεγα μῆλον ἐκεῖνο, ὅπερ πένης μὲν αὐτῷ τῷ βασιλεῖ δῶρον ἔφερεν, ὁ δὲ βασιλεὺς πρὸς τὴν δέσποιναν αὖ μετεκόμισεν) ἐξῄτησεν αὕτη ἀπελθεῖν εἰς Ἱεροσόλυμα. καὶ δὴ καὶ ἀπῆλθε καὶ ἐξαίσιά τινα ἐποίησε καὶ τὰ ἐκεῖσε τείχη ἔκτισεν, ὡς ἐν αὐτῇ πέρας λαβεῖν τὸ Δαυιτικὸν ἐκεῖνο ῥητὸν τὸ λέγον ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσα λήν.» ἀλλὰ καὶ τελευτῶσα ἔλεγεν μηδὲν τῷ Παυλίνῳ συνιδεῖν, εἰ καὶ φιλοτίμως εἶχε πρὸς αὐτὸν οὐ μικρῶς ἅτε συνεργήσαντα, ἡνίκα Πουλχερία τῷ Θεοδοσίῳ δοῦναι ταύτην πρὸς λέχους κοινωνίαν ἐφρόντιζεν. Ὅσην δὲ ὁ Θεοδόσιος οὗτος κεκρυμμένην ἀρετὴν ἐκέκτητο, δῆλον ἐντεῦθεν. μοναχός τις ἔτη μʹ δουλεύσας ὡς δεῖ τῷ θεῷ ὑπέλαβέ τι μέγα περὶ ἑαυτοῦ, καὶ ζητεῖ μαθεῖν ἐν ποίᾳ τάξει κέκτηται αὐτὸν ὁ θεός, καὶ μανθάνει ὅμοιος εἶναι Θεοδοσίῳ τῷ βασιλεῖ. ἀπαίρει λοιπὸν πρὸς αὐτόν, καὶ ζητεῖ μαθεῖν τὴν ἀρετὴν αὐτοῦ. καὶ ὁ βασιλεὺς πολλὰ μὲν αὐτῷ ἀπεκάλυψεν ἕτερα, οἷον ξηροκοιτίαν, ἐνδυμενίαν τρίχινον, ἀποχὴν γυναικός, νηστείαν, ἐλεημοσύνην, δικαιοπραγίαν, καὶ ὅσα τοιαῦτα. ὁ δὲ μοναχὸς ἀπαρεσκόμενος δῆθεν τοῖς ἀπαριθμηθεῖσιν, ἐβιάζετο τὸν βασιλέα εἰπεῖν καὶ εἴπερ τι ἕτερον μεῖζον τῶν εἰρημένων κέκτηται. καὶ ὃς ἔλεγεν ἐν ἡμέρᾳ ἱππικοῦ θεάτρου καθῆσθαι μὲν ἐν τῷ συνήθει τόπῳ αὐτοῦ, μὴ ἐνατενίζειν δὲ τῷ θεάτρῳ, καλλιγραφεῖν δὲ πρὸς τούτοις, καὶ οὕτω τὴν ζωὴν αὐτοῦ ταῖς ἰδίαις χερσὶ συγκρατεῖν. τούτων ἀκούσας ὁ μοναχὸς τοσαύτην ἐδέξατο ἔκπληξιν 486 ὡς καὶ ἑαυτὸν ἀγαπῆσαι ὅτι τοσούτῳ τὴν ἀρετὴν ἀνθρώπῳ συντέτακται. Ὁ μέντοι Θεοδόσιος οὗτος τοσοῦτον ἦν ἀπόνηρός τε καὶ ἄπλαστος, ὡς εἴ τις χάρτην αὐτῷ γεγραμμένον ἔφερε, γράμμασιν αὐτὸν ἐρυθροῖς εὐθέως ἐσημειοῦτο, μὴ κατεξετάζων ὁποῖα δὴ τὰ γεγραμμένα καὶ τίνος εἰσὶ δυνάμεως. ἡ οὖν θαυμαστὴ Πουλχερία θελήσασα κἀν τούτῳ διορθώσασθαι τὸν ἄνακτα, πλάττεται χάρτην ὡς αὐτοῦ δῆθεν βασιλέως οἰκέτιν αὐτῇ τὴν βασιλίδα χαριζομένου, εἶτα δίδωσιν αὐτὸν τῷ βασιλεῖ, καὶ δέεται γράμμασιν ἐρυθροῖς τὸν τοιοῦτον ἐνσημανθῆναι. γίνεται ταῦτα· λαμβάνει τὸν χάρτην, κἀντεῦθεν ἕλκει τὴν βασιλίδα καθάπερ δούλην τινά. δυσχεράναντος οὖν ἐπὶ τούτῳ τοῦ βασιλέως ἐκείνη τὸ γράμμα προύφερε τὸ βασίλειον, κἀκεῖθεν ἔλεγεν αὐτὴν ἐπὶ τούτῳ δικαιοῦσθαι. συνῆκε τὸ δρᾶμα ὁ βασιλεύς, κἀντεῦθεν οὐ μικρὰν ἐπὶ τῷ σφάλματι δέχεται τὴν διόρθωσιν. Μετὰ δὲ Θεοδόσιον Μαρκιανὸς ἔτη ἕξ, οἰκονομίᾳ καὶ σπουδῇ Πουλχερίας τῆς ἀδελφῆς Θεοδοσίου· ἡ γὰρ θαυμαστὴ αὕτη γυνὴ τὰ τῆς βασιλείας σκῆπτρα μετὰ τὸν τοῦ Θεοδοσίου θάνατον δεξαμένη, καὶ γνοῦσα ὅτι βασιλέως τὰ τῶν Ῥωμαίων χρῄζουσι πράγματα, τὸν εὐσεβῆ μετακαλεῖται 487 Μαρκιανὸν καὶ τὸ τῆς βασιλείας στέφος αὐτῷ περιτίθησι, φρικτοῖς αὐτὸν πρότερον ὅρκοις καταδεσμήσασα τοῦ φυλάξαι αὐτῇ τὴν ἁγνείαν ἀδιαλώβητον. οὗτος μὲν οὖν ὁ Μαρκιανὸς πένης ἦν, ἀλλὰ χρηστὸς τοὺς τρόπους. οὗτος στρατιώτης ὢν εἰς ἐκστρατείαν ἀπῆρέ ποτε, καὶ καθ' ὁδὸν ὑπνώσαντα τοῦτον εἶδον οἱ συγκοιμώμενοι αὐτῷ πρότερον ἀναστάντες ὑπὸ πτερύγων ἀετοῦ σκεπόμενον. ἀλλὰ καὶ κατὰ Γιζερίχου τοῦ τῶν Λιβύων ἄρχοντος ἐκστρατεία γίνεται, ἐν ᾗ καὶ ὁ Μαρκιανὸς συνὼν αἰχμάλωτος ἄγεται. ὁ γοῦν Γιζερίχος ἰδεῖν τοὺς αἰχμαλώτους θελήσας ἀφ' ὑψηλοῦ τούτοις ἐπεσκόπηκε, καὶ δὴ τὸν
156
Μαρκιανὸν ὑπνοῦντα ὁρᾷ καὶ σκιᾶς ὑπὸ ἀετοῦ ἀπολαύοντα. θαυμάζει τὸ πρᾶγμα, θεῖον εἶναι κρίνει τὸν ἄνδρα καὶ τοῦ τῶν Ῥωμαίων κράτους ἄξιον. ὅθεν καὶ οὐχ ὅσιον ἔκρινε τοιοῦτον ἄνδρα κτεῖναι, προβεβλημένον εἰς βασιλείας ὕψος ἄνωθεν, ἀλλὰ καὶ τιμᾷ καὶ ἱκετεύει, εἴγε κρατήσειε, μὴ μάχην συγκροτῆσαι τοῖς Λίβυσιν. ἀπολύεται οὖν ἐκεῖθεν καὶ πρός γε τὴν μεγαλόπολιν ἔρχεται. τελευτᾷ τὸν βίον ὁ Θεοδόσιος, καὶ κρίσει τῆς Πουλχερίας βασιλεὺς Ῥωμαίων ἀναγορεύεται. τότε δὴ τότε καὶ λίθοι τρεῖς ἔπεσον ἐκ τοῦ οὐρανοῦ παμμεγέθεις. οὗτος ἐκέλευσε μὴ γίνεσθαι ἄρχοντας ἐπὶ δόσει νομισμάτων. 488 Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἡ δʹ σύνοδος ἐδέξατο Θεοδώρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαντας Νεστόριον. ὁ μέντοι αἱρεσιάρχης Εὐτυχὴς ἀρχιμανδρίτης ἦν, ὁ δὲ Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας. οὗτος ὁ Εὐτυχὴς μετὰ δέκα ἐνιαυτοὺς ἀνεφάνη τῆς τρίτης συνόδου. ἑτερούσιον ἡμῶν εἶναι ἔλεγεν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ μίαν φύσιν αὐτὸν ὅλον εἶναι. καθ' οὗ πεποίηκε τοπικὴν σύνοδον ὁ μακάριος Φλαβιανὸς ἐπίσκοπος ὢν Κωνσταντίνου πόλεως, καθελὼν αὐτὸν καὶ ὁρίσας ὁμοούσιον ἡμῖν εἶναι τὸ σῶμα τοῦ Χριστοῦ. εἶτα δέησιν ὁ Εὐτυχὴς ἐπιδεδωκὼς τῷ βασιλεῖ μετέπεισεν αὐτόν, καὶ μεταστειλάμενος Διόσκορον τὸν τοῦ μεγάλου Κυρίλλου διάδοχον ἐποίησε τὴν ἐν Ἐφέσῳ τὸ δεύτερον σύνοδον κατὰ Φλαβιανοῦ τὴν λεγομένην λῃστρικήν, ἐν ᾗ κυλλωθεὶς ἀπὸ πληγῶν ὁ Φλαβιανὸς ἀπέθανεν ἐξ αὐτῶν. ἐφ' ᾧ καὶ γέγονεν ἡ ἐν Χαλκηδόνι τετάρτη σύνοδος κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, εἰποῦσα καὶ τοῦτο Κυρίλλου αἰωνία ἡ μνημη.» διὰ μέντοι τὸ καθαιρεθῆναι τὸν Διόσκορον διεσχίσθησαν ἀπ' ἀλλήλων ἥ τε Κωνσταντίνου πόλις καὶ ἡ Ἀλεξάνδρεια. Μετὰ δὲ τὴν τοιαύτην τετάρτην σύνοδον ἔσπευδον αὖθίς τινες ἱερεῖς τε καὶ μοναχοὶ τὸ τοῦ Εὐτυχοῦς δόγμα συνιστᾶν· ὅθεν ὁ τηνικαῦτα χρηματίζων πατριάρχης Ἀνατό λιος συμβουλεύει γραφῆναι δυσὶ χάρταις καὶ ἀμφοτέρων τῶν μερῶν τὰ δόγματα, καὶ τῇ λάρνακι τῆς μεγαλομάρτυρος Εὐφημίας ἐμβληθῆναι, καὶ οὕτω δηλωθῆναι τὴν ἀλήθειαν. γίνεται ταῦτα, καὶ θαῦμα παράδοξον ἦν ἰδεῖν· παρὰ γὰρ τοὺς πόδας τῆς ἁγίας ἐρριμμένος εὑρέθη ὁ τῶν ἀντιδικούντων τῇ ἀληθείᾳ χάρτης, ὁ δὲ ἕτερος παρὰ τῇ χειρὶ αὐτῆς. Ἐπὶ μέντοι τούτου τοῦ Μαρκιανοῦ καὶ Συμεὼν ὁ μέγας ἐπέβη τοῦ στύλου· ἀκοινώνητος γὰρ μέχρι πολλοῦ ἔμενε διὰ τὸ καταρχὴν τοιαύτην ἐνδείξασθαι· πολλοὶ γὰρ οἱ μεμψίμοιροι. Μετὰ δὲ Μαρκιανὸν Λέων ὁ μέγας ἔτη ιηʹ κρατήσας τελευτᾷ δυσεντερικός· ἐφ' οὗ σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μʹ, καὶ ἔβρεξε σποδὸν ἐν Κωνσταντινουπόλει, σπιθαμὴν τὸ πάχος ἔχουσαν. καὶ πάντες ἐλιτάνευον, λέγοντες ὅτι πῦρ ἦν καὶ τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ ἐσβέσθη. τότε καὶ Δανιὴλ ὁ μέγας ἐπέβη τοῦ στύλου ἐν τῷ Ἀνάπλῳ. τότε καὶ ἡ θεία ἐσθὴς τῆς τοῦ κυρίου μητρὸς ἀνεκομίσθη. οὗτος ὁ μέγας Λέων ἐκέλευσε τὰς κυριακὰς ἀπράκτους εἶναι καὶ μήτε ἱππικὸν τελεῖσθαι μήτε μουσικὰ ἠχεῖν ὄργανα, ἀλλὰ πάντας τοῖς θείοις ἐνασχολεῖ σθαι ναοῖς. τότε δὴ τότε καὶ ἡ τῶν Ῥωμαίων παύεται βασιλεία. σημείωσαι δὲ ὅτι ἀπὸ Ῥωμύλου ἤρξατο αὕτη, καὶ μετὰ ατʹ καὶ γʹ ἔτη ἐν Ῥωμύλῳ πάλιν πέπαυται, κρατούντων ἐκεῖσε μετὰ ταῦτα ῥηγῶν μεγιστάνων καὶ ὅσοι τοιοῦτοι χωράρχαι βάρβαροι. Μετὰ δὲ τοῦτον κρατεῖ Λέων ὁ ἔγγονος αὐτοῦ καὶ υἱὸς Ζήνωνος τοῦ ἐξ Ἰσαυρίας ἔτη βʹ· τὸν γὰρ ἐπὶ θυγατρὶ αὐτοῦ Ἀριάδνῃ γαμβρὸν Ζήνωνα παριδὼν ὁ μέγας Λέων τῷ ἐγγόνῳ αὐτοῦ τὰ τῆς βασιλείας ἐνεχείρισε σκῆπτρα. μετὰ δὲ τὸν τοιοῦτον Λέοντα Ζήνων ὁ πατὴρ αὐτοῦ καὶ Ἴσαυρος ἔτη ιϛʹ. οὗτος μετὰ τὸ βασιλεῦσαι ὑπὸ πενθερᾶς αὐτοῦ Βερίνης ἐπιβουλευθεὶς ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, πρὸς τὴν αὐτοῦ φεύγει πατρίδα. κρατεῖ λοιπὸν ὁ τῆς Βερίνης ἀδελφὸς Βασιλίσκος ἔτη βʹ. οὗτος ἐν Κωνσταντινουπόλει κτίσας παλάτιον ἐκάλεσεν αὐτὸ τὰ Βασιλίσκου. ὁ μέντοι Βασιλίσκος οὗτος βραχὺ τοῦ κράτους γευσάμενος
157
χειροῦται ὑπὸ Ζήνωνος ἐξ Ἰσαυρίας αὖ ὑποστρέψαντος, πυργίσκῳ δὲ στερρῷ σὺν τῇ γυναικὶ αὐτοῦ κατακλεισθεὶς καὶ μείνας ἀπρόϊτος λιμῷ θανατοῦται. ὁ μέντοι Ζήνων ὑποστρέψας ἐκεῖθεν, ὡς εἴρηται, τὸν μὲν Ἁρμάτιον, ὃς αὐτῷ κατὰ Βασιλίσκου συνήργησε, θανάτῳ παραδίδωσιν ὡς τοῦ οἰκείου δεσπότου προδότην, τὸν δὲ υἱὸν αὐτοῦ, καθὼς ὑπέσχετο, Καίσαρα 491 προβάλλεται· μετὰ δὲ μικρὸν καὶ τὰς αὐτοῦ τρίχας ἐκκόψας ἀρχιερέα Κυζικηνοῖς καὶ ἄκοντα ἐφίστησι. τούτῳ ποτὲ τῷ βασιλεῖ προεῖπεν ἀστρονόμος τις ὅτι μετὰ βραχὺ τελευτᾷς, καὶ αὐτοῦ τὴν βασιλείαν, ναὶ μὴν καὶ τὴν σύνοικον ἀνὴρ ἐκ τῆς συγκλήτου λήψεται. τοῦτο μαθὼν ὁ βασιλεὺς τοὺς πλείους ἀπώλεσεν, ὅσοι τε λαμπροὶ καὶ ὅσοι τὸν βίον εὐτυχέστεροι. ἀλλ' ἔλαθεν ἑαυτὸν τῷ θεῷ πάντων καὶ τῇ αὐτοῦ προνοίᾳ μαχόμενος· ὡς γὰρ ὁ Ζήνων ἔλιπε τὸν βίον καὶ τὸ κράτος, μεταπίπτει τὰ τῆς βασιλείας εἰς Ἀναστάσιον. κρατεῖ τοίνυν ὁ Δυρραχηνὸς Ἀναστάσιος οὗτος ἔτη κζʹ. οὗτος μὲν οὖν καὶ δίκορος ἐλέγετο· τὴν γὰρ ἑτέραν κόρην ἔτυχεν ἔχων μέλαιναν, γλαυκόχρουν δὲ τὴν ἄλλην. τότε δὴ τότε περὶ τὸ παλάτιον ἀστραπαὶ καὶ βρονταί. καὶ ὁ βασιλεὺς ἔνθεν κἀκεῖθεν διὰ φόβον περιειλούμενος ἐν ἑνὶ τῶν κοιτωνίσκων τῇ θείᾳ περιπίπτει ὀργῇ· καταπεσὼν γὰρ οὗτος νεκρὸν ἐκεῖνον εἰργάσατο. ἐφ' οὗ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ, σημαῖνον, ὡς ἔοικε, τὴν γεγονυῖαν ἀντίστασιν. ὁ γὰρ λογοθέτης καὶ ὁ ἔπαρχος ἀναβάντες ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας ἐξ ἐπιτροπῆς τοῦ βασιλέως ἐπὶ τῷ ἐκφωνῆσαι τὸ τρισάγιον μετὰ τοῦ ὁ σταυρωθεὶς δι' ἡμᾶς» ἔλεγον ἡμᾶς, ἀντιστῆναι κατ' αὐτῶν ἐποίησαν τὸν λαόν. καὶ τοσαύτη γέ γονεν ἀνάγκη ὡς καὶ οἴκους ἐμπρῆσαι, καὶ ἡγούμενόν τινα καὶ στυλίτην τῷ βασιλέως μέρει προσκειμένους φονεῦσαι, καὶ τὰ σώματα αὐτῶν κατακαῦσαι· ἀλλὰ καὶ τὸν βασιλέα εἰς πρόσωπον ὕβριζον. οὗτος ἄνθρωπον εἶδε κατ' ὄναρ κρατοῦντα κώδικα, καὶ πρὸς αὐτὸν λέγοντα ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω ἔτη ιδʹ τῆς ζωῆς σου.» ὃ δὴ καὶ γέγονε, καὶ ἀστραπόβλητος γεγονὼς θνήσκει, ἐτῶν ϛʹ καὶ ηʹ. οὗτος ἔκτισε τὴν κινστέρναν Μωκησίαν. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τινὲς μὲν τουτονὶ τὸν Ἀναστάσιον, ἕτεροι δὲ Ζήνωνα κατόχῳ συσχεθῆναι νοσήματι λέγουσι, καὶ οὕτω ταφῆναι, καὶ μετὰ ταῦτα φωνὴν ἐκ τοῦ τάφου προϊέναι, εἶθ' οὕτως ἀνοιγέντος τοῦ μνήματος εὑρεθῆναι τοὺς βραχίονας αὐτοῦ βεβρωμένους ὑπὸ πείνης παρ' αὐτοῦ. ἐν τῷ κατ' ἀκρόπολιν ἁγίῳ Μηνᾷ εὑρέθη ὄρυγμα ἐν ᾧ ὀστᾶ γιγάντων πολλά· ταῦτα ὁ βασιλεὺς Ἀναστάσιος χάριν θαύματος ἐν τῷ παλατίῳ κατέθετο. οὕτω μὲν οὖν κατὰ τὸν ἅγιον Μάμαντα γέφυρα ἦν ἐπὶ μεγάλῳ ποταμῷ. ἐκεῖσε οὖν διὰ τὸ οἴεσθαι δράκοντα κατοικεῖν, ἐν τῇ γεφύρᾳ δηλονότι, παρθένους καὶ θυσίας προσέφερον. ταῦτα δὲ Ζήνων κατέστρεψε. Γίνωσκε δὲ ὅτι ὁ βασιλεὺς Ἀναστάσιος καί τι κάλλιστον εἶχε τοῖς αὐτοῦ παραμεμιγμένον κακοῖς· καὶ εἰ μὴ περὶ τὸ 493 θεῖον σέβας ἐσφάλλετο, ἴσχυσεν ἂν τὸ τοιοῦτον καλὸν πάντων περιγενέσθαι τῶν ἐκείνου κακῶν. πρόρριζον γὰρ ἀνέσπασε τὴν κακίστην ταύτην εἴσπραξιν, ἣν ἱστορῆσαι ὁ λόγος ἐπείγεται. ἅπας ἀνὴρ καὶ γυνή, κόρη παῖς καὶ βρέφος, πτωχὸς ἐλεύθερος καὶ δοῦλος ὑπὲρ σκυβάλων κοπρηνῶν, προσέτι δὲ καὶ οὔρων, ἀργυροῦν τῷ ταμείῳ προσέφερον νόμισμα. τουτὶ δὲ τὸ βάρος καὶ τοῖς κτήνεσιν αὐτοῖς ἐπέκειτο· ὑπὲρ γὰρ ἑκάστου κτήνους φόλλεις ἓξ ὁ δεσπόζων κατεβάλλετο. ὁ τοίνυν Ἀναστάσιος μοναχοὺς ἄνδρας εὐλαβηθεὶς ἐντεύξεις ποιησαμένους πρὸς αὐτὸν τὸ βάρος τοῦτο παντάπασιν ἐντεῦθεν ἀπήλασε. Κοάδης δὲ ὁ Περσῶν βασιλεὺς ἔν τινι φρουρίῳ λίθους τιμίους μαθὼν ἀποκεῖσθαι, καὶ κωλυόμενος παρὰ τῶν ἐν αὐτῷ κατοικούντων δαιμόνων ἀναλαβέσθαι αὐτούς, πάσῃ μαγγανείᾳ ἐχρήσατο, Ἰουδαίους τε καὶ πάντας ἄλλους προσκαλεσάμενος, καὶ οὐδεὶς ἐξ αὐτῶν ἠδυνήθη ποιῆσαί τι, μόνος δὲ ὁ ἐκεῖσε ἐπισκοπεύων, τῷ σημείῳ τοῦ σταυροῦ ἐκδιώξας αὐτούς. καὶ περὶ μὲν τούτων οὕτως.
158
Μετὰ δὲ Ἀναστάσιον Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ. ἐφ' οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου, ἐπὶ ἡμέρας κϛʹ, καὶ γέγονε σεισμὸς φοβερώτατος. καὶ ἡ μὲν Κωνσταντινούπολις ἐν διαφόροις τόποις συμπτώσεις ὑπέμεινεν, ἡ δὲ μεγάλη Ἀντιόχεια πᾶσα σχεδὸν κατε πόθη καὶ τάφος τῶν οἰκητόρων ἐγένετο· τοὺς δὲ ἔτι ζῶντας πῦρ κάτωθεν ἀνερχόμενον κατέφλεγεν. ἡ δὲ Πομπηϊούπολις μέσον ἐρράγη, καὶ τὸ ἥμισυ αὐτῆς κατεπόθη μετὰ τῶν οἰκητόρων. ἐσείετο δὲ ἡ γῆ ἐνιαυτὸν ὅλον. καὶ γυνὴ δὲ ἐφάνη ἀπὸ Κιλικίας γιγαντογενής, ὑπερέχουσα πάντα ἄνθρωπον μακρὸν πῆχυν ἕνα· ἦν δὲ καὶ πλατεῖα σφόδρα. Μετὰ δὲ τοῦτον Ἰουστινιανὸς ὁ μέγας ἔτη λθʹ. οὗτος ὁ βασιλεὺς καὶ πρὸ τῆς βασιλείας αὐτοῦ φιλίως διέκειτο πρὸς Ἱνδέριχον ῥῆγα τῶν Οὐανδάλων. βασιλεύσας οὖν, καὶ γράμματα δεξάμενος ὅτι κατ' αὐτοῦ ὁ Γελίμερ ἐπανέστη καὶ κατασχὼν αὐτὸν σὺν γαμετῇ καὶ τέκνοις ἐν φυλακῇ κατέκλεισε, πόλεμον συνεκρότησε κατὰ τῶν Οὐανδάλων καὶ τοῦ ῥηγὸς αὐτῶν Γελίμερος, στόλον ἐκπέμψας ἐκεῖσε μυρίανδρον, τῷ στρατηγικωτάτῳ Βελισαρίῳ παραδοὺς αὐτόν. ἀπέρχεται οὖν ἐκεῖσε, καὶ πᾶσαν Λιβύων φυλαρχίαν τροποῦται, καὶ τοὺς ὑψαύχενας Οὐανδάλους καὶ λίαν ἐπικλινεῖς δείκνυσιν. ἥ τε τῶν Καρχηδονίων πόλις τὰς πύλας αὐτῷ ἀνεπέτασεν· ὡς γὰρ πατέρα παῖδες, οὕτως ἐφίλουν ἅπαντες Βελισάριον. ἐν δέ γε τοῖς βασιλείοις Γελίμερος πλοῦτον εὑρὼν ὅτι πολὺν τῷ στρατῷ φιλοτίμως διένειμε. τὸν μέντοι Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις λαβὼν δορυαλώτους μυριόνικος ὑποστρέφει πρὸς τὸν αὐτοκράτορα. ἔνθεν τοι καὶ 495 ἀξίως αὐτὸν ἀμειβόμενος ὁ βασιλεὺς ἰδίοις ἐν νομίσμασι, χρυσέοις ἀργυρέοις, ὁπλίτην ἐνεχάραξε ῥομφαίαν ἐσπασμένον. ἀλλὰ καὶ θρίαμβον αὐτῷ λαμπρὸν ἡτοίμασεν, ἐν ᾧ προπορευόμενος ἦν αὐτοῦ καὶ Γελίμερ. ἔτι δὲ καὶ Ῥώμην τὴν παλαιτάτην ὑπὸ Γότθων ἁλοῦσαν Ῥωμαίοις ἐπανεσώσατο. ἀλλὰ καὶ αὐτὸν τὸν αὐτοκράτορα κινδυνεύοντα καθ' ἣν ἡμέραν ἱππικὸν ἐκτελεῖται θέατρον, ὁ Βελισάριος συνάμα τῷ Ναρσῇ τοῦ προκειμένου κινδύνου ἐξείλετο. καὶ οὕτω μὲν ὁ Βελισάριος. ἀλλ' οὐκ ἀνεκτὰ καὶ τῷ φθόνῳ δοκεῖ τὰ κατ' ἐκεῖνον. ἐντεῦθεν ὁ τὸν Χοσρόην ἐκφοβῶν, ὁ τόσα Λιβύων ἔθνη χειρωσάμενος πτῶμα πέπτωκεν ἐλεεινόν, πολλῶν δακρύων ἄξιον· ἐκάθητο γὰρ ἀναμένων τὸν δήμιον ἀποκόψαι τῆν αὐτοῦ κεφαλήν. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν, ξυλότρουλον καὶ δρομικὴν πρότερον κτισθεῖσαν ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου, ὁ βασιλεὺς Ἰουστινιανὸς εἰς ὃ νῦν ἔχει κάλλος τε καὶ μέγεθος ἤγειρε. διηγέρθη δὲ εἰς τὸ θαυμαστὸν τοῦτο ἔργον διὰ τὸν πολυπληθῆ φόνον ἐκεῖνον, ὃν ἡ ἀντιστασία τοῦ Ὑπατίου προυξένησεν. εἰ γὰρ καὶ εἰς φυγὴν ἐτράπη πρότερον ὁ βασιλεὺς οὗτος, ἡνίκα οἱ τοῦ πρασίνου δήμου τὸν Ὑπάτιον ἀνηγόρευον, ἀλλ' ἡ γυνὴ αὐτοῦ Θεοδώρα 496 ἐκράτησεν αὐτόν, καλόν» εἰποῦσα ἐντάφιον ἡ βασιλεία.» ὅθεν καὶ πολέμου συγκροτηθέντος λʹ καὶ εʹ πίπτουσιν, ὥς φασι, χιλιάδες, καὶ αὐτὸς ὁ Ὑπάτιος, τοῦ Βελισαρίου καὶ αὐτοῦ τοῦ Ναρσῆ, καθάπερ ἔφημεν, ἀριστευσάντων ἐπὶ τούτοις τὰ μέγιστα. ἔκτοτε γὰρ καὶ τὸ ἥμισυ μέρος τοῦ ἱππικοῦ, τὸ καταντικρὺ τοῦ βασιλικοῦ καθίσματος, νεκρὰ προσηγορεύθη διὰ τὸ τὰ νεκρὰ σώματα ἐκεῖσε κατατεθῆναι. ὅθεν καὶ τὸν θεὸν τούτου ἕνεκεν ἐξιλεούμενος ὁ Ἰουστινιανὸς τὸ θαυμαστὸν τοῦτο ἔργον ἀνῳκοδόμησε, γράψας πανταχοῦ γῆς, ὅπου δ' ἂν εὑρεθῇ λίθος ἢ κίων ἢ ἄλλο τι τοιοῦτον λαμπρόν, ἐνταῦθα μετακομίσεσθαι. ἑπτὰ ἔτη συνήγετο ἡ ὕλη ἀπὸ Κυζίκου ἡ πλείων. ἀλλὰ καὶ τὰ οἰκήματα τὰ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πλησιάζοντα καὶ πάνυ δικαίως ἐπιπράσκετο. ἰδοὺ γὰρ γυνή τις Ἄννα τοὔνομα, οἴκημά τι ἔχουσα, οὐκ ἐβούλετο πωλῆσαι αὐτό, πρὸς ἣν ὁ βασιλεὺς ἀφικνεῖται αὐτός. ἥτις αὐτὸν ἰδοῦσα ἔφη κατὰ
159
δωρεὰν αὐτὸ βούλομαι δοῦναι μισθοῦ καὶ μνήμης ἕνεκεν, ἄλλως δὲ οὐχί.» καὶ ἔστιν αὐτὸ τὸ σκευοφυλάκιον σὺν τῷ ἁγίῳ Πέτρῳ· οἶκος ἕτερος Ἀντιόχου ὀστιαρίου ἀπετιμήθη λίτρας ληʹ, ἀλλ' αὐτὸς οὐκ ἐβούλετο πωλῆσαι αὐτό. ἠθύμει ὁ βασιλεύς, ἐφ' ᾧ καὶ μάγιστρός τις τὸ πρᾶγμα μεταχειρίζεται. τελεῖται ἱππικόν, φρουρεῖται ὁ Ἀντίοχος· μέγα βοᾷ εἰ θεάσομαι τὸ ἱππικὸν» (σφόδρα καὶ 497 ἐφίλει αὐτό, καὶ ταῦτα φιλοβένετος ὤν), τὸ τοῦ βασιλέως ποιήσω θέλημα.» γίνεται ταῦτα, καὶ ἐν αὐτῷ τῷ βασιλικῷ καθίσματι τοῦ διαληφθέντος οἴκου ἡ διάπρασις γέγονεν. ἀλλὰ καὶ διὰ τὸ μὴ βλασφημεῖν τοὺς ἐκεῖσε κάμνοντας νουμία πρὸς ἑσπέραν ἐμίγνυε τῷ χώματι, καὶ εὑρίσκοντες αὐτὰ μετὰ χαρᾶς ὑπεχώρουν. Ἐν ἡμέρᾳ σαββάτου πρὸς τὸ ἄριστον ἀπῆλθον διὰ τάχους οἱ κάμνοντες, τὸν τοῦ πρωτομαϊστόρου υἱὸν ἀφέντες εἰς φυλακὴν τὴν ἐργαλείων. εὐθὺς ἐφίσταται ἄγγελος, χολοῦται, πέμπει πρὸς ἐκείνους αὐτόν· ὁ δ' οὐ πείθεται. ὄμνυσιν ὁ ἄγγελος μὰ τὴν ἁγίαν σοφίαν τὴν νῦν κτιζομένην, ἥτις ἐστὶν ὁ λόγος τοῦ θεοῦ, οὐκ ἀφίσταμαι τῶν ὧδε, εἰ μὴ λαλήσας ἐκείνους ὑποστρέψεις.» μηνύεται ταῦτα τῷ βασιλεῖ. στέλλεται ἀλλαχοῦ ὁ τῶν ἐργαλείων φύλαξ χάριν τοῦ μὴ τὸν θεῖον ἐκεῖθεν ἀναχωρῆσαι ἄγγελον. καὶ αὖθις περὶ τὰ τέλη τοῦ κτίσματος, ἀθυμοῦντος τοῦ βασιλέως χρυσίου ἕνεκεν, ἐφίσταταί τις εὐνοῦχος λέγων αὐτῷ δός μοι ἀνθρώπους, καὶ παρέξω σοι χρυσίον ἱκανόν.» καὶ ὁ μὲν ἀπέρχεται, οἱ δὲ ἀκολουθοῦσιν. ὁρῶσιν οἰκήματα λαμπρά, χρυσίον ἐπ' ἔδαφος πολύ. λαμβάνουσιν ὡσεὶ κεντηνάρια πʹ, καὶ ὑποστρέφου σιν. ἀπαρτίζεται ὁ τροῦλος μετὰ βησάλων κούφων πάντῃ, οὐ μὴν κισσηροειδῶν, καθά τινές φασι. τελεῖται τὸ ἔδαφος διὰ μαργάρων ποικιλοχρόων, ὡς ὁρᾶσθαι θάλασσαν ἄντικρυς. τὸν δέ γε βασιλέα βουλόμενον τὸ ἔδαφος, καὶ αὐτὰ τὰ πλάγια καταχρυσῶσαι κωλύουσί τινες μαθηματικοί, λέγοντες ὅτι ἐπ' ἐσχάτων βασιλεῖς ἐλεύσονται πένητες καὶ ἐκδαφιοῦσιν αὐτά. ὁ δέ γε ἄμβων καὶ ἡ σωλαία πάνυ λαμπρῶς κατεσκεύαστο· χρόνου γὰρ πάκτον τῆς Αἰγύπτου εἰς αὐτὰ καταβάλλουσιν ἤγουν ρʹ ρʹ τʹ ξʹ καὶ εʹ. ὁ δὲ ναὸς ἀπαρτίζεται ἅπας ἐν χρόνοις ἑπτακαίδεκα. μετὰ δὲ ταῦτα λέγεται τὸν Ἰουστινιανὸν ἀνελθεῖν ἀπὸ τοῦ παλατίου ἄχρι τοῦ Αὐγουστιῶνος ἐν ἅρματι τεθρίππῳ καὶ εἰσοδεῦσαι μετὰ τοῦ πατριάρχου Εὐτυχίου, καὶ εὐχαριστῆσαι τῷ θεῷ, δι' οὗ τὸ τοιοῦτον ἔργον ἐτέλεσε πρὸς τοῖς ἄλλοις. εἶπεν δὲ καὶ τοῦτο ἐνίκησά σε, Σολομών.» ἀλλὰ καὶ ἐν τῇ κινστέρνῃ τῇ λεγομένῃ βασιλικῇ στήλην ἔστησε τοῦ Σολομῶντος ὁ διαληφθεὶς βασιλεὺς ἀφορῶσαν πρός γε τὴν οἰκοδομηθεῖσαν μεγάλην ἐκκλησίαν τοῦ θεοῦ, καὶ κρατοῦσαν τὴν σιαγόνα αὐτῆς, ὡς δῆθεν ἡττηθέντος τοῦ Σολομῶντος ἐπὶ τῷ κτίσματι τῆς νέας Ἱερουσαλήμ. καὶ περὶ μὲν τοῦτο οὕτως. Ἡ δὲ τῶν ἁγίων ἀποστόλων ἐκκλησία δρομικὴ ξυλότρου λος ἐκτίσθη τὸ πρότερον παρὰ τοῦ μεγάλου Κωνσταντίνου, ἐμεγαλύνθη δὲ καὶ ὡς ἔχει νῦν κατεσκευάσθη παρὰ Θεοδώρας, γυναικὸς Ἰουστινιανοῦ. τὸ δὲ ἅγιον βῆμα ἐκεῖσε εἰάθη διὰ τὰ ἐν αὐτῷ κείμενα τίμια λείψανα πατριαρχῶν τε καὶ ἀποστόλων. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι κατ' ἐκεῖνο καιροῦ καὶ ἡ ὑπαπαντὴ ἑορτάζεσθαι ἤρξατο, ἥτις κατὰ τὸν χρυσορρήμονα Ἰωάννην οὐκ ἔστιν ἐναρίθμιος ταῖς δεσποτικαῖς ἑορταῖς. ὡς γὰρ ἐν ἓξ ἡμέραις τὰ πάντα ἐποίησεν, οὕτω καὶ ἐν ἕξ ἑορταῖς τὰ τῆς ἐνσάρκου οἰκονομίας ἐπλήρωσε, τῇ γεννήσει, τῷ βαπτίσματι, τῷ σταυρῷ, τῇ ἀναστάσει, τῇ ἀναλήψει και τῇ πεντηκοστῇ. λείπεται οὖν ἡ ἑβδόμη, ἐν ᾗ πᾶσα κατάπαυσις. Τότε καὶ ἡ θάλασσα ἐξελθοῦσα τῶν ὁρίων αὐτῆς ἐπὶ μίλια τρία πρὸς τὰ μέρη τῆς Θρᾴκης, καὶ πολλὰς χώρας καὶ ἀνθρώπους ἀποπνίξασα ὑπέστρεψε. τότε δὲ καὶ θανατικὸν ἀνθρώπων ἐν Κωνσταντινουπόλει γέγονε. τοσοῦτον δὲ ἦν ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας ἡμέρας γʹ· οὐδὲ γὰρ ἦν ὁδὸς διὰ τὸ πλῆθος θάπτεσθαι. ἐπεκράτει δὲ μῆνας Ἰούλιον καὶ Αὔγουστον. ἐντεῦθεν καὶ πᾶσα ἡ γῆ ἐπώζεσε διὰ τὰ
160
πτώματα. τοσοῦτον δὲ τὸ πλῆθος τῶν ἀποθνησκόντων ἦν ὥστε χιλίους κραββάτους τὸν βασιλέα ποιῆσαι 500 χάριν τοῦ ἀποκομίζεσθαι αὐτούς. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἁμάξας πλείστας καὶ ἡμιόνους ὡσαύτως ἐκέλευσεν ἐπὶ τῇ μετακομιδῇ αὐτῶν ὑπηρετεῖν. ἐπιτεινομένης δὲ τῆς θνήσεως εἰς τὸν αἰγιαλὸν τοὺς πλείους ἔρριπτον. καὶ ἁπλῶς εἰπεῖν, τόπος οὐκ ἦν ἐν ᾧ οὐκ ἔκειντο νεκροὶ ἀπόζοντες. βρονταὶ δὲ καὶ ἀστραπαὶ τοσοῦτον γεγόνασι φοβεραὶ ὥστε καὶ καθεύδοντάς τινας καυθῆναι. γέγονε καὶ σεισμὸς παγκόσμιος· πᾶσαι γὰρ πόλεις καὶ χῶραι καταποθῆναι ἐκινδύνευον. καὶ ἡ θάλασσα μίλια βʹ παρεξέβη. δεύτερος αὖθις σεισμὸς ἡμέρας δέκα, δι' ὅλου σείων, ὡς καὶ τὸν βασιλέα χωρὶς στέμματος διελθεῖν τὴν τοῦ Χριστοῦ γέννων ἡμέραν. ἕτερον θανατικὸν ἐκ βουβῶνος διαφθεῖρον ἅπαντας, οὐχ ἧττον τοῦ προτέρου, μῆνας δʹ. καὶ πάλιν ἐν Ἀντιοχείᾳ σεισμὸς ἐπὶ ὥραν μίαν, καὶ χιλιάδες εʹ συνεπόθησαν. καὶ εἰ μὴ κατὰ τὸν ὄνειρον ὃν εἶδέ τις, ἔγραψαν ἐν τοῖς προθύροις Χριστὸς μεθ' ἡμῶν, στῆτε,» πᾶσα ἡ πόλις συνεχώθη. Ἐφάνη καὶ κομήτης ἡμέρας κʹ, καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ' ἑσπέρας ἕως πρωΐ, ὡς πάντας λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. εἶτα ὁ ἥλιος ἔλαμψε χωρὶς ἀκτίνων, ὥσπερ καὶ ἡ σελήνη. τότε δὴ καὶ ἄνθρωπος ἦλθεν ἀπὸ δύσεως κωμοδρόμος, ἔχων κύνα ξανθὸν καὶ τυφλόν, ὃς 501 παρὰ τοῦ κωμοδρόμου κελευόμενος ἐποίει θαυμάσιά τινα. καὶ ἀθεσμοκοῖταί τινες εὑρεθέντες ἐθριαμβεύθησαν καυλοτομηθέντες, μεγιστᾶνες ὁμοῦ καὶ ἀρχιερεῖς, καὶ οὕτω περιαγόμενοι οἰκτρῶς ἐτελεύτησαν. κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τὸ μέγα κῆτος ἑάλω τὸ εἰς ἐνιαυτοὺς τὴν Βυζαντίδα κατατρῦχον πεντήκοντα· τὰς νῆάς τε γὰρ κατεβύθιζε καὶ τοὺς ἀνθρώπους διέφθειρεν, ᾧ ὄνομα Πορφύριος. ποτὲ γοῦν δελφῖνας διώκων ἐν παραλίῳ κατεσχέθη τέλματι, τῶν δελφίνων περὶ τὴν γῆν ἐκπηδησάντων. καὶ οὕτως ἁλώσιμος γίνεται ὁ πάσης ἀνώτερος μηχανῆς ὁρώμενος τὸ πρὸ τοῦ. μῆκος μὲν πήχεις τριάκοντα, εὖρος δὲ πήχεις δέκα κατὰ τὸν Καισαρέα Προκόπιον. Τότε δὴ καὶ τὰ τῶν Σηρῶν νήματα, τοῦτ' ἔστιν ἡ μετάξα, παρὰ Ῥωμαίοις ἤρξατο γίνεσθαι. κατὰ γὰρ τὸν διαληφθέντα Προκόπιον ἤγετο μὲν ἡ μετάξα δι' ἐμπόρων ἐνταῦθα, οὐκ ἐγινώσκετο δὲ οὔθ' ὅπως γίνεται οὔθ' ὅτι Σηρῶν νήματά ἐστι. μοναχοὶ δὲ δύο τινὲς ἐξ Ἰνδίας ἐλθόντες τὴν γένεσιν αὐτῆς διηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τὸν τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα καὶ πάνυ σμικρά, δεῖξαί τε Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταβάλλονται, καὶ ὅπως δημιουργοῦσι τὴν με τάξαν. ὃ δὴ καὶ πεποιήκασι, πολλὰ παρὰ τοῦ βασιλέως εὐεργετηθέντες. Ἐπὶ ταύτης τῆς βασιλείας καὶ ἡ πέμπτη σύνοδος γέγονεν, ἀναθεματίσασα τὸν Ὠριγένην, εἰ καὶ πάλαι ἤκμαζε τὰ ἀσεβῆ τούτου δόγματα, προσέτι δὲ καὶ τὰς ὑπὲρ τοῦ Νεστορίου τοῦ Θεοδωρήτου συνηγορίας, καὶ τὴν τοῦ Ἰβᾶ ἐπιστολήν, ἣν πρὸς Μάρην τὸν Πέρσην ἔγραψε λέγουσαν μὴ τὸν θεὸν λόγον ἐκ τῆς ἀειπαρθένου γεννηθῆναι. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου γέγονεν ἡ ἐν Νικαίᾳ πρώτη σύνοδος, ὑπὸ πατρῶν ἁγίων τιηʹ. ὑπῆρχον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Σίλβεστρος πάπας Ῥώμης, Μητροφάνης Κωνσταντινουπόλεως, Ἀλέξανδρος Ἀλεξανδρείας, ΕὐστάθιοςἈντιοχείας καὶ Μακάριος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ Ἀρείου βλασφημοῦντος τὸν θεὸν λόγον, καὶ κτίσμα λέγοντος αὐτὸν καὶ ἑτερούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν. ὃν καθελοῦσα ἡ ἁγία σύνοδος τὴν ὀρθόδοξον πίστιν ἐκράτυνεν. Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου γέγονεν ἡ δευτέρα σύνοδος ἐν Κωνσταντινουπόλει, ὑπὸ πατρῶν ἁγίων ρνʹ, κατὰ Μακεδονίου τοῦ πνευματομάχου, ὅτε καὶ Γρηγόριος ὁ θεολόγος τῆς ἐκκλησίας ἐξεβλήθη. ὑπῆρ χον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, Γρη-γόριος ὁ
161
θεολόγος Κωνσταντινουπόλεως καὶ Δάμασος πάπας Ῥώμης, οἵτινες ἀνεθεμάτισαν Μακεδόνιον τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον καὶ Ἀπολινάριον τὸν τῆς Λαοδικείας πρόεδρον. Ἐν δὲ τῷ ιγʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ γέγονεν ἡ ἐν Ἐφέσῳ τρίτη σύνοδος. ὑπῆρχον δὲ οἱ τῆς συνόδου ταύτης προκαθήμενοι Κύριλλος Ἀλεξανδρείας, Κελεστῖνος πάπας Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων. συνῆλθον δὲκατὰ Νεστορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, παρόντος καὶ αὐτοῦ ἐν Ἐφέσῳ καὶ λέγοντος μὴ θεοτόκον ἀληθῶς τὴν ἁγίαν παρθένον Μαρίαν καὶ εἶναι καὶ λέγεσθαι. τότε καὶ οἱ ζʹ παῖδες ἀνέστησαν οἱ ἐπὶ Δεκίου κοιμηθέντες. Ἐπὶ δὲ Μαρκιανοῦ βασιλέως γέγονεν ἡ τετάρτη ἐν Χαλκηδόνι σύνοδος, ὑπὸ πατρῶν ἑξακοσίων τριάκοντα, ἧς ἡγοῦντο Λέων πάπας Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, λεγόντων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ὁμούσιον ἡμῖν, ἀλλ' ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, μυθολογούντων δὲ καὶ φαντασίᾳ φορῆσαι τὴν σάρκα τὸν κύριον, καὶ τῇ θεότητι 504 πάθημα προσνεμόντων. οὓς καθελόντες ὡς βλασφήμους ἀνεθεμάτισαν, καὶ δύο φύσεις ἐπὶ Χριστοῦ ἀφθάρτους καὶ ἀτρέπτους σαφῶς ἐθεολόγησαν. Ἐν δὲ τῷ ιδʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ μεγάλου ἐν Κωνσταντινουπόλει γέγονεν ἡ πέμπτη σύνοδος ὑπὸ πατρῶν ρξεʹ. ἡγοῦντο δὲ ταύτης Εὐτύχιος Κωνσταντινουπόλεως, Ἀπολινάριος Ἀλεξανδρείας, Δόμνος Ἀντιοχείας, Βιγίλιος πάπας Ῥώμης. συνῆλθον δὲ κατὰ Σεβήρου τοῦ ἀκεφάλου καὶ τοῦ ματαιόφρονος Ὠριγένους· ἐληρώδει καὶ γὰρ τὰς ψυχὰς προϋπάρχειν τῶν σωμάτων, τήν τε μετεμψύχωσιν ἐδόξαζε, καὶ τέλος εἶναι τῆς κολάσεως ἔλεγε, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τὰ σώματα δὲ ἡμῶν μὴ ἀνίστασθαι ταὐτὰ ἐν τῇ ἀναστάσει. τὸν παράδεισον ἠλληγόρει· μήτε γὰρ αἰσθητὸν αὐτὸν ἔλεγεν εἶναι, μήτε μὴν ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. Ἐπὶ δὲ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου γέγονε σύνοδος ἡ ϛʹ, ὑπὸ σπεʹ πατρῶν ἐν Κωνσταντινουπόλει, βεβαιωσάντων μὲν καὶ τὰ δόγματα τῶν προλαβουσῶν ἁγίων πέντε συνόδων, ἀναθεματισάντων δὲ καὶ τὴν τῶν Μονοθελητῶν αἵρεσιν καὶ δύο θελήσεις φυσικὰς καὶ ἐνεργείας ἐν Χριστῷ βεβαιωσάντων, καὶ καθελόντων Σέργιον καὶ Πύρρον, ὡσαύτως δὲ καὶ Ὁνώριον Ῥώμης. 505 Ἐπὶ δὲ Κωνσταντίνου ἐγγόνου Κωνσταντίνου τοῦ Κοπρωνύμου, καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ ἐν Νικαίᾳ τὸ δεύτερον σύνοδος, ὑπὸ πατρῶν τηʹ, ἐπὶ ἀναστηλώσει τῶν ἁγίων εἰκόνων καὶ καθαιρέσει τῶν Χριστιανοκατηγόρων, οἳ διέσυρον τοὺς Χριστιανοὺς ὡς εἴδωλα τάχα προσκυνοῦντας τὰς ἁγίας εἰκόνας. διωρίσαντο λοιπὸν οἱ πατέρες οὗτοι τὸν τίμιον σταυρὸν καὶ τὰς σεπτὰς εἰκόνας προσκυνεῖσθαι, τοὺς δὲ εἰκονομάχους ἢ χριστομάχους ἐκ μέσου ποιήσαντες. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ὁ Ἰουστινιανὸς ἀνεγείρας ἔστησε καὶ τὴν στήλην αὐτοῦ ἐν ὑψηλῷ κίονι, τῇ μὲν ἀριστερᾷ χειρὶ κρατοῦσαν σφαῖραν μετὰ σταυροῦ, ἀφ' οὗ δηλοῦται ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν ἐγκρατὴς γέγονε τῆς γῆς (σφαιροειδὴς καὶ γὰρ ἡ γῆ), τὴν δὲ δεξιὰν χεῖρα κατὰ ἀνατολὴν ἀνατεταμένην ἔχουσαν, καὶ ἐπαπειλοῦσαν ὥσπερ τοῖς Πέρσαις καὶ παρεγγυῶσαν ἡσυχῇ μένειν καὶ μὴ χωρεῖν ὅλως ἐνταῦθα· οὐδὲ γὰρ συμφέρει αὐτοῖς. ἐν δὲ τῷ ληʹ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ ὁ βασιλεὺς οὗτος ἄφθαρτον τὸ τοῦ κυρίου σῶμα ἔλεγεν εἶναι καὶ τῶν φυσικῶν παθῶν ἀνεπίδεκτον, καὶ οὕτως ἐσθίειν πρὸ τοῦ πάθους καὶ πίνειν καθὰ δὴ καὶ μετὰ τὸ πάθος. ἀλλὰ καὶ τὸν πατριάρχην Εὐτύχιον μὴ καταδεχόμενον ταῦτα ἐξορίζει ἐν Ἀμασείᾳ, ὅθεν καὶ ὥρμητο. 506 Μετὰ δὲ
162
Ἰουστινιανὸν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. οὗτος κτίσας παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν αὐτῇ τῇ πόλει, τὰ μὲν Σοφίας ἐκάλεσε τὰ δὲ Σοφιανάς, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. ἡ θαυμαστὴ αὕτη Σοφία ἐπισυνάξασα εἴπου ἦσαν ἐνέχυρα κείμενα τοῖς δεσπόταις ταῦτα δέδωκε, τὰ δὲ δάνεια τοῖς δανείσασιν ἐπανεσώσατο οἴκοθεν. κατ' ἐκεῖνο καιροῦ ἀνεφάνη καὶ ὁ ὑελεψὸς Ἰουδαῖος ὁ τὸ παιδίον αὐτοῦ διὰ τὸ ἐνωθῆναι Χριστιανοῖς παιδίοις καὶ φαγεῖν ἀπὸ τῆς μυστικῆς τραπέζης βαλὼν εἰς τὸν κάμινον, εἰ καὶ οὐκ ἐφλέχθη τῆς θεοτόκου φυλαξάσης αὐτό, καθὰ δὴ τὸ παιδίον διεβεβαιοῦτο. ταύτῃ τοι καὶ τοῦ τοιούτου θαύματος διὰ τοῦ πατριὰρχου Μηνᾶ γνωρισθέντος τῷ βασιλεῖ, μετακαλεῖται ὁ Ἰουδαῖος. πολλὰ τοίνυν παραινεθεὶς καὶ μὴ πεισθεὶς τῆς οἰκείας ἀποστερεῖται ζωῆς ὡς φονεὺς τοῦ ἰδίου παιδός. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας τοῦ διαληφθέντος βασιλέως Ἰουστίνου δὴ τοῦ Θρᾳκός, ἡμέρᾳ γʹ ὥρᾳ εʹ, πίπτει ὁ τροῦλος τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, καὶ συνετρίβη ὁ ἀξιοθαύματος ἄμβων, ἡ πολύτιμος σωλαία καὶ τὸ πολυποίκιλον ἔδαφος. ζητεῖ τὴν αἰτίαν ὁ βασιλεύς. μανθάνει πρὸς τοῖς ἄλλοις καὶ τοῦτο, ὅτι διὰ τὸ ὑπερμήκη γενέσθαι τὸν τροῦλον ἐπὶ τὸ πανταχοῦ ὁρᾶ σθαι αὐτὸς ἑαυτὸν βαστάζειν οὐκ ἠδύνατο. ὅθεν ἀνεγείρεται αὖθις, πεδινὸς δὲ λειπόμενος πρὸς τὸ πρώην ὕψος, ὀργυιῶν ιεʹ. Μετὰ δὲ Ἰουστῖνον Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ, μετὰ δὲ τοῦτον Μαυρίκιος ὁ γαμβρὸς αὐτοῦ καὶ Καῖσαρ ἔτη κʹ. οὗτος ἔκτισε τὸν ἐν Κωνσταντινουπόλει ναὸν τῶν ἁγίων μʹ. ἐφ' οὗ παιδίον ἐγεννήθη ἐν Κωνσταντινουπόλει χωρὶς ὀφθαλμῶν καὶ χειρῶν· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυὴς αὐτῷ ὑπῆρχε. καὶ κύων ὡσαύτως ἑξάπους λεοντοκέφαλος. καὶ ἐν τῇ Θρᾴκῃ δύο παιδία ἐγεννήθησαν, ὧν τὸ μὲν τετράπουν τὸ δὲ δικέφαλον. λέγουσι δὲ μὴ προσημαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς τὰ τοιαῦτα τίκτονται. ἐφάνησαν δὲ καὶ ἐν τῷ Νείλῳ ποταμῷ, ἡλίου ἀνατέλλοντος, ἀνθρωπόμορφα δύο ζῶα, ἀνήρ τε καὶ γυνή, ἅπερ καὶ Σειρῆνες προσαγορεύονται, ἡδύφθογγα πάνυ καὶ θανατηφόρα, ἀνθρωποπετεινόμορφα. ὁ δὲ λαὸς μετὰ τοῦ ἐπάρχου θαυμάζοντες ὥρκιζον αὐτὰ μὴ ἀναχωρῆσαι, πρὶν ἂν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου θέας αὐτῶν. ὅθεν καὶ μείναντα μέχρις ὥρας θʹ κατέδυσαν εἰς τὸν ποταμόν. ἐκεῖθεν δὲ κροκόδειλοι ἐξῆλθον, καὶ πολλοὺς τῶν ἀνθρώπων διέφθειραν. ὁ δὲ κροκόδειλος 508 ἰχθυόθηρ μέγας ἐστὶ τετράπους, τὴν μὲν ῥάχιν μέλας τὴν δὲ γαστέρα λευκός, τὸ στόμα φθάνον ἄχρι τῶν ὤμων, τὴν ἄνω γένυν κινῶν, καὶ τὴν οὐρὰν τραχύς. ἀναιρεῖ δὲ τοῦτον πολλάκις ἡ ἱδρὺς λεγομένη, ἐν τῷ αὐτῷ ποταμῷ τυγχάνουσα καὶ μορφὴν ἔχουσα κυνός, τοιουτοτρόπως δέ. τὸ στόμα διανοίγων ὁ κροκόδειλος οὕτω καθεύδει. ἡ γοῦν ἱδρὺς ἐγκυλισαμένη πηλῷ καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς τὴν γαστέρα χωρήσασα καὶ ταύτην διαρρήξασα διὰ τῆς ἕδρας ἐξέρχεται, νεκρὸν αὐτὸν ἐντεῦθεν καταλιμπάνουσα. Οὗτος ὁ Μαυρίκιος διετάξατο τὴν Βλαχερνίτισσαν λιτανεύειν κατὰ παρασκευὴν καὶ εἰς τὰ Χαλκοπρατεῖα ἔρχεσθαι. ὁ τοῦ Μαυρικίου στρατηγὸς παρέδωκε τὸ Ῥωμαϊκὸν φοσσάτον τοῖς βαρβάροις διὰ τὴν ἀνταρσίαν δῆθεν αὐτῶν, ὡσεὶ χιλιάδας ιβʹ· καὶ ζητηθεὶς ὁ Μαυρίκιος ὑπὲρ μιᾶς ἑκάστης ψυχῆς παρὰ Χαγάνου τοῦ τῶν προσακτίων Σκυθῶν βασιλέως ἀνὰ νομίσματος τὸ ἥμισυ, δοῦναι οὐκ ἐπείσθη, καὶ οὕτω πάντες ὑπὸ τῶν βαρβάρων ἀπεκτάνθησαν. ἐφ' ᾧ τῶν κατὰ τόπους μοναχῶν ὁ βασιλεὺς ἐδέετο διὰ τὸ ἁμάρτημα. κἀκεῖθεν οὖν ἐλθόντος τοῦ Μαγιστριανοῦ ἔμαθεν ὅτι ἡ μὲν ψυχὴ αὐτοῦ σώζεται, μετὰ πόνου δὲ καὶ θλίψεως τῆς βασιλείας ἐκπίπτει. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὄναρ ὁρᾷ φρίκης μεστόν. 509 αὐτὸν ὁρᾷ τὸν κύριον ἐπὶ θρόνου καθήμενον, καὶ οὕτω λέγοντα πρὸς αὐτόν ποῦ θέλεις τιμωρηθῆναι, ὧδε ἢ ἐκεῖ;» καὶ ὅς ὧδε βούλομαι τιμωρηθῆναι» εἰπὼν ἀκούει τηνικαῦτα παράδοτε αὐτὸν Φωκᾷ τῷ τυράννῳ.» καὶ ὁ Μαυρίκιος ἀφυπνισθείς, καὶ μαθὼν εἶναι
163
Φωκᾶν τὸν ἐν Δυρραχίῳ φυλάσσοντα, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν βασιλέα χάριν τοῦ λαβεῖν τὰ μηναιορόγια τῶν συστρατιωτῶν αὐτοῦ καὶ τυφθέντα δεινῶς καὶ οὕτως ὅθεν ἦλθεν ὑποστρέψαντα, ἀξίαν ἔγνω τηνικαῦτα τὴν δίκην δοῦναι, εἴγε τοιούτῳ ὑπὸ κυρίου παρεδόθη ἀνδρί. ἐπὶ τούτοις οὖν μεταστέλλεται διὰ τοῦ παρακοιμωμένου τὸν Φιλιππικόν· ἔφθασε γὰρ πολλῶν αὐτὸν ἀξιῶσαι δεινῶν. γυναικάδελφος ἦν τοῦ Μαυρικίου ὁ Φιλιππικὸς οὗτος εἰς ἐκστρατείαν ἐκπεμφθείς, καὶ νικητὴς ἐπαναζεύξας φθόνου πυρκαϊὰν ἤγειρε καθ' ἑαυτοῦ, εἴγε καὶ μᾶλλον ἔφθασε μαθεῖν ὁ Μαυρίκιος ὅτι διαδέξεταί τις αὐτὸν ἔχων τὸ Φ στοιχεῖον ἐν ἀρχῇ τῆς αὐτοῦ κλήσεως, ὡς ἐντεῦθεν εἰπεῖν τὸν Μαυρίκιον, ὥς φασι, μετὰ τὸ ὅραμα, ὅτι καὶ τὸν Φιλιππικὸν ἀπεκτείναμεν, καὶ τὸν θεὸν Φ οὐκ ἔλειψε. μεταστελλόμενος οὖν ὁ Φιλιππικὸς τοσοῦτον ἐπτοήθη ὥστε καὶ κοινωνίας μετασχεῖν καὶ τοὺς ὑπ' αὐτὸν ἐπὶ σποδοῦ καὶ σάκκου καθημένους καταλιπεῖν. καταλλάσσεται οὖν ὁ βασιλεὺς αὐτῷ, καὶ συγγνώμην ἐφ' οἷς ἐκάκωσεν αὐτὸν ἐξαιτεῖ. τού των οὕτως ἐχόντων ἐπανέρχεται ἀπὸ τοῦ Δυρραχίου ὁ διαληφθεὶς Φωκᾶς, καὶ τῶν πολιτῶν ἐν τῷ Ἑβδόμῳ συναχθέντων βασιλεὺς ἀναγορεύεται. κρατεῖ οὖν ὁ Καππαδόκης οὗτος Φωκᾶς ἔτη ηʹ. μετὰ δὲ ταῦτα τῶν δήμων στασιασάντων καὶ λεγόντων ὅτι Μαυρίκιος οὐκ ἀπέθανεν, ἐπὶ τὸν αὐτοῦ φόνον ὁ Φωκᾶς κινεῖται. καὶ δὴ ἐν τῷ τοῦ Εὐτροπίου λιμένι πρῶτα μὲν ἀναιροῦσι τοὺς εʹ παῖδας αὐτοῦ, μηδὲν ἄλλο τηνικαῦτα λέγοντος ἢ τοῦτο δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου,» τελευταῖον δὲ καὶ αὐτὸν ἀναιροῦσι. τὴν μέντοι γυναῖκα αὐτοῦ σὺν ταῖς θυγατράσιν ἐν μοναστηρίῳ κατακλείει. καλλιγράφος οὖν ἀπὸ παννυχίδος ἐν Ἀλεξανδρείᾳ στρεφόμενος ἑσπέρας καθ' ἣν ἀνῃρέθη Μαυρίκιος, ἤκουσε τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν λέγοντας τὴν ἐκείνου ἀναίρεσιν, καὶ σημειωσάμενος τὸν καιρὸν εὑρίσκει τὸ πρᾶγμα οὕτως ἔχον. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῖς λοιποῖς αὐτοῦ συγγενέσιν ὁ Φωκᾶς διεπράξατο. Τότε τοίνυν Χοσρόης ὁ Περσῶν βασιλεὺς ὥρμησε κατὰ Ῥωμαίων, ὁμοίως καὶ Ἄβαρες, διὰ τὸ τὸν ἀνόσιον προκρῖ-ναι τοῦ ἐννόμου βασιλέως. ἔτι δὲ καὶ θνῆσις ἀνθρώπὼν καὶ κτηνῶν γέγονε καὶ ἀφορία γῆς καὶ χειμὼν βαρύτατος, ὡς καὶ παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι. τότε καὶ ἐν ἡμέρᾳ τοῦ ἱππικοῦ ἀτακτήσας ὑβρίσθη παρὰ τῶν 511 δημοτῶν, λεγόντων πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας,» ἐφ' ᾧ καὶ πολλοὺς ἐθανάτωσε. βλέποντες οὖν οἱ ἐν τέλει τὸ τῶν ἀνθρώπων πλῆθος πολλὰ πάσχον κακά· δημευόμενον, τὰς κεφαλὰς ἀφαιρούμενον, γράφουσι πρὸς τὸν τῆς Ἀφρικῆς στρατηγὸν Ἡράκλειον, καὶ ὃς αὐτίκα κινηθεὶς στόλον ἑτοιμάζει καὶ κατὰ τοῦ Φωκᾶ ἔρχεται, φέρων καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ Χριστοῦ. ἐφ' ᾧ καὶ νενίκηκε τὸν Φωκᾶν. καὶ τούτου γεγονότος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς παρὰ τοῦ Φωκᾶ εἰς τὴν σύζυγον αὐτοῦ εἰσῆλθεν ἀθρόον εἰς τὸ παλάτιον, καὶ τὸν βασιλέα Φωκᾶν μέλανα χιτωνίσκον ἐνδύσας αὐτίκα τῷ Ἡρακλείῳ προσάγει. καὶ ὃς ἔφη πρὸς αὐτόν οὕτως ἄθλιε τὴν πόλιν διῴκησας;» καὶ ὁ Φωκᾶς σὺ κάλλιον διοικῆσαι ἔχεις.» ἐφ' ᾧ καὶ χεῖρας εὐθέως τέμνεται καὶ πόδας, τὸ δέρμα τῆς ῥάχεως, τὰ αἰδοῖα, καὶ κοντῷ ἀναρτᾶται, καὶ τελευταῖον τὴν κεφαλὴν ἀφαιρεῖται μαχαίρᾳ. τὸ μέντοι σῶμα αὐτοῦ συρόμενον κατὰ τὴν τοῦ βοὸς ἀγορὰν πυρὶ παραδίδοται. Κρατεῖ οὖν ὁ Ἡράκλειος μετὰ Φωκᾶν ἔτη λʹ. οὗτος ὁ Ἡράκλειος πρός γε τὸν τοῦ Φωκᾶ γαμβρὸν Κρίσπον, πρότερον μὲν τοῖς κατὰ τοῦ Φωκᾶ συνευδοκοῦντα ὕστερον δὲ Ἡρά κλειον λοιδοροῦντα, εἶπεν γαμβρὸν οὐκ ἐποίησας, ταλαίπωρε, καὶ φίλον πῶς ἂν ποιήσῃς;» καὶ περιώρισεν αὐτὸν ἐν τῇ χώρᾳ. τότε ὁ Χοσρόης μετὰ πλήθους πολλοῦ τὸν Σάϊτον ἀπέστειλεν. ἐκάθισεν οὖν ἐν Χαλκηδόνι, καὶ μεθ' ὑποκρίσεως εἰρηνεύσας μετὰ τοῦ Ἡρακλείου ἔλαβε πρέσβεις μεγιστᾶνας οʹ, καὶ
164
ἀπῆλθεν. ὅτι δὲ τὸν Ἡράκλειον αὐτὸν οὐκ ἀπεκόμισε πρὸς τοῖς ἄλλοις ἐκεῖσε, τὴν αὐτοῦ δορὰν ἐκδύεται. οἱ δὲ πρέσβεις δειναῖς εἱρκταῖς ἀσφαλίζονται. τότε δὴ καὶ λοιμὸς μέγας καὶ θανατικόν, καὶ ὁ ἥλιος ἠμαυρώθη, καὶ κόνιν ἔβρεξεν. ὁ δὲ Χοσρόης τὸν Σάρβαρον ἀποστείλας τὰ τῆς ἀνατολῆς πάντα ἠφάνιζεν. ἐφ' ᾧ καὶ κατὰ Περσίδος ἐκστρατεύει Ἡράκλειος, καὶ ἐν ἓξ ἔτεσι πᾶσαν καθελὼν τὴν Περσίδα καὶ αὐτὸν τὸν Χοσρόην, ὃς ἑαυτὸν ἀπεθέωσε, πρὸς τούτοις δὲ καὶ τὸ τίμιον ξύλον ἐπανασώσας (ἔτυχε γὰρ ἀπὸ Ἱεροσολύμων σκυλευθῆναι) λαμπρῶς ἐπανέζευξε. μετὰ δὲ ταῦτα ὑπὸ Ἀθανασίου τοῦ τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κων-σταντινουπόλεως πατριάρχου ἀπατηθεὶς εἰς τὴν τῶν Μονοθελητῶν ἐξεκυλίσθη αἵρεσιν. καὶ δὴ νόσῳ μετὰ ταῦτα περιπεσὼν (ὕδερος δὲ αὕτη) δι' ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἡνίκα γὰρ οὐρῆσαι ἔμελλε, σανίδα κατὰ τοῦ ἤτρου ἐτίθει. τίνος ἕνεκεν; ὅτι τοῦ αἰδοίου τηνικαῦτα στρεφομένου τὰ οὖρα κατὰ τοῦ προσώπου ἐφέροντο. ἔλεγχος δὲ τούτου 513 προφανὴς τῆς αὐτοῦ παρανομίας ἦν, ἣν ἐποίει τῇ ἰδίᾳ συνευναζόμενος ἀνεψιᾷ. Μετὰ δὲ τοῦτον Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτος ἕν· ἡ γὰρ αὐτοῦ μητρυιὰ Μαρτῖνα σὺν αὐτῷ τῷ Πύρρῳ θανατηφόρον αὐτῷ κεραννύουσι φάρμακον. ὅθεν τοῦ Κωνσταντίνου τὸν βίον, ὡς εἴρηται, καταλιμπάνοντος τῆς βασιλείας αὐτίκα ἡ Μαρτῖνα ἐπιδράσσεται, καὶ μετ' αὐτῆς Ἡρακλωνᾶς ὁ παῖς αὐτῆς. ἀλλ' ἐπ' ὀλίγον τοῦ κράτους ἀπογευσάμενοι τῇ θείᾳ δίκῃ περιπίπτουσιν, ἄλλο κερδάναντες μηδὲν ἢ τὸ κακοὶ φανῆναι· ῥῖνα μὲν γὰρ Ἡρακλωνᾶς, ἡ δὲ Μαρτῖνα γλῶτταν ζημιωθέντες εἰς τὴν ὑπερορίαν ἤχθησαν. κατ' ἐκεῖνο δὲ καιροῦ ἐν Καθαργένῃ τῇ πόλει λοιμικῆς νόσου συμβάσης καὶ πολλῶν θνησκόντων, στρατιώτης τις ἄσωτος λαβὼν τὴν ἰδίαν γυναῖκα ἐξῆλθεν ἐν προαστείῳ, κἀκεῖσε τῇ τοῦ γεωργοῦ γυνῇ περιπεσὼν ἐτελεύτησε. τῇ δὲ ἐπαύριον ψαλλόμενος φωνῇ μεγάλῃ ἔκραξεν ἐλεήσατέ με,» καὶ ἀναστὰς διηγήσατο πῶς τε ὑπ' ἀγγέλων μέχρι τοῦ τῆς πορνείας τελωνίου ἐφέρετο, καὶ ὅπως ἐκεῖθεν ὑπὸ δαιμόνων κατηνέχθη εἰς τὸν ᾅδην, καὶ τίνων ἐκεῖσε γέγονε θεατής. κἀντεῦθεν ἑαυτὸν καὶ πολλοὺς ὠφελήσας ἀπέθανε. Μετὰ δὲ Ἡρακλωνᾶν Κώνστας ὁ υἱὸς Κωνσταντίνου καὶ ἔγγονος Ἡρακλείου ἔτη κζʹ. τότε καὶ ὁ ψευδοπροφήτης Μωά μεθ ἐφάνη. οἱ γὰρ Ἰσμαηλῖται μέχρις Ἡρακλείου εἰδωλολά-τρουν, τὴν Ἀστάρτην ἤγουν τὴν σελήνην προσκυνοῦντες· ἣν καὶ Χαβὲρ ὠνόμαζον, τοῦτ' ἔστι μεγάλην. τηνικαῦτα δὲ ἀνέστη αὐτοῖς Μωάμεθ. οὗτος θητεύων γυναικί τινι πλουσίᾳ ὕστερον ἔλαβεν αὐτὴν εἰς γυναῖκα. εἶχε δὲ καὶ ἐπίληψιν, καὶ θέλων κρύπτειν το πάθος ἔλεγε τὸν Γαβριὴλ ὁρᾶν ἄγγελον καὶ μὴ φέρων αὐτοῦ τὴν θέαν ὀλιγωρεῖν καὶ πίπτειν. ἀξιόπιστα δὲ τὰ κατ' αὐτὸν ἔδοξεν ἀπὸ μοναχοῦ τινὸς Ἀρειανοῦ ψευδομαρτυροῦντος αὐτῷ δι' αἰσχροκέρδειαν. οὗτος ὁ Μωάμεθ εἰς Παλαιστίνην ἐλθών, καὶ ἐντυχὼν Ἰουδαίοις, Ἀρειανοῖς, πρὸς δὲ καὶ Νεστοριανοῖς, ἀπὸ πάντων ἠράνικε, καὶ θρησκείαν ἰδίαν παρέδωκεν. οὐ παντάπασι δὲ χρᾶται τῷ νόμῳ· περιτομὴν γὰρ ἐδίδαξεν, οὐ μὴν δὲ καὶ σαββατίζειν. λέγει δὲ καὶ ἑαυτὸν κλειδοῦχον εἶναι τοῦ παραδείσου, τρεῖς δὲ ποταμοὺς φέρεσθαι ἐν αὐτῷ, μέλιτος οἴνου καὶ γάλακτος. λέγει καὶ αὐτὴν σκιὰν τοῦ Χριστοῦ σταυρωθῆναι διὰ φθόνον παρὰ τῶν Ἰουδαίων· αὐτὸν γὰρ ἀνελάβετο διὰ τὸ φιλεῖν ὁ θεός. οὗ καὶ εἰπόντος σὺ ὁ Ἰησοῦς ἔλεγες ἑαυτὸν θεόν» ἀπεκρίνατο ὡς οὐκ αὐτὸς ἑαυτὸν ὠνόμασε θεὸν ἀλλ' οἱ ἄνθρωποι. ἐδίδαξε δὲ τὰ πάντα ὡρισμένα καὶ ἀπὸ θεοῦ γενέσθαι τοῖς ἀνθρώποις. τὸν δὲ Μωσέα καὶ Ἀαρὼν 515 παραστῆναι μὲν ἐν τῇ κρίσει τοῦ Χριστοῦ, παραπεμφθῆναι δὲ τῇ κολάσει ὡς ἀνθρώπους ἀπατηλούς. ἔλεγε καὶ τὴν ζωὴν ἔχειν ἐκεῖσε διὰ φθαρτῆς βρώσεώς τε καὶ πόσεως. ἀλλὰ καὶ τὴν Ἀφροδίτην
165
κεκρυμμένως σέβονται. καὶ δῆλον ἐκ τῆς προσευχῆς αὐτῶν· λέγουσι γὰρ οὕτως ἀλὰ ἀλὰ οὐὰ κουβὰρ ἀλά,» τοῦτ' ἔστιν, ὁ θεὸς ὁ θεὸς μείζων, καὶ ἡ μεγάλη, ἤτοι σελήνη, Ἀφροδίτη θεός. Μετὰ μέντοι τοῦ θεηλάτου Μωάμεθ θάνατον ἐφάνη ἀστὴρ ἐπὶ μεσημβρίαν δοκίτης, ἐπὶ ἡμέρας λʹ, σημαίνων τὴν τῶν Ἀράβων ἔφοδον· τότε γὰρ κατέσχον τὴν Δαμασκὸν καὶ ἄλλα πολλά. ἐπαινεῖται δὲ ἡ γῆ αὐτῶν· σφόδρα γὰρ πολύκαρπός ἐστι δι' εὔκρατον ἀέρα. ἀλλὰ καὶ τὸ πήγανον οὐδὲν διαφέρει τῆς συκῆς κατὰ τὸ μῆκος. καὶ ἐν Παλαιστίνῃ δὲ πηγὴ ἰάσεις παρέχουσα, ἐν ᾗ τὸν κύριον ὁδοιποροῦντα λέγουσι νίψασθαι. καὶ δένδρον ἵσταται πᾶσης ἀρρωστίας ἀλεξίκακον, ὃ δένδρον εἰς γῆν ἐκλίθη καὶ προσεκύνησε δῆθεν τὸν κύριον εἰς Αἴγυπτον φεύγοντα, σώζει δὲ καὶ εἰσέτι τὸ σχῆμα τῆς προσκυνήσεως. ἐκεῖ ἐστὶ καὶ ἡ βαταρῖτις ῥίζα ἡ φλογοειδής, ᾗ προσεγγίσαι τις οὐ τολμᾷ, ἀνασπᾶται δὲ κυνὸς τῆς τοιαύτης ῥίζης πλησίον δεθέντος· ἡ μέντοι ῥίζα περιαπτομένη δαιμονιζομένῳ φυγαδεύει τὸν δαίμονα. γεωργεῖται 516 δὲ καὶ ὀποβάλσαμον ἐκεῖσε πολύ. ταύτῃ τοι καὶ τὴν γῆν ταύτην ὡς ἐξαίρετον τῷ ἠγαπημένῳ δέδωκεν ὁ θεὸς Ἰσραήλ. ἐν αὐτῇ καὶ ὁ κύριος τὰ πάντα εἰργάσατο. ταύτην οὖν καὶ οἱ ἐξηγηταὶ τῆς γῆς ὀφθαλμὸν προσηγόρευσαν. Ὁ μέντοι Κώνστας θέλων συνάψαι ναυμαχικὸν πόλεμον μετὰ τῶν Ἀράβων ἔδοξε κατ' ὄναρ διάγειν ἐν Θεσσαλονίκῃ. ὅπερ ἀποκαλύψας τινὶ γνωστικῷ ἤκουσεν ὅτι κακὸν ἐνύπνιον· καὶ γὰρ θὲς ἄλλῳ τὴν νίκην» σημαίνει. τῇ γοῦν ἐπαύριον συγκροτήσας πόλεμον καὶ ἡττηθεὶς ἐνέδυσε μὲν τὴν ἁλουργίδα τινὰ τῶν οἰκείων αὐτοῦ, αὐτὸς δὲ λάθρα ἔφυγεν. ἐπ' ἐκείνῳ λοιπὸν σφαγέντι κατὰ τὸν πόλεμον πεπλήρωται μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θήσῃ ὑπὲρ τοῦ φίλου αὐτοῦ.» ὁ δὲ Κώνστας κατῆλθεν εἰς Σικελίαν, βουλόμενος ἐν Ῥώμῃ καταστῆσαι τὸ βασίλειον· σφόδρα γὰρ ὑπὸ τῶν Βυζαντίων ἐμισεῖτο, ὅτι τε Μαρτῖνον τὸν Πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, χεῖράς τε καὶ γλῶτταν τοῦ μεγάλου Μαξίμου ἀπέτεμε μὴ συντιθεμένου τοῖς Μονοθελήταις. ἓξ οὖν ποιήσας ἔτη ἐν Σικελίᾳ (ἀνέμενε γὰρ τοὺς αὐτοῦ παῖδας ἐλθεῖν ἀπὸ Κωνσταντινουπόλεως) ἀνῃρέθη ἐν βαλανείῳ. κατ' ἐκεῖνο δὲ καιροῦ ἐφάνη Κωνσταντῖνος ὁ καὶ Σιλουανὸς λεγό μενος, ὁ Παύλου τοῦ Σαμοσατέως διάδοχος, ὃς ἐδίδασκε μόνοις τοῖς εὐαγγελισταῖς καὶ τῷ ἀποστόλῳ προσέχειν, καὶ τούτοις διεστραμμένως. Μετὰ δὲ Κώνσταντα Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ὁ Πωγωνᾶτος ἔτη ιζʹ. Πωγωνᾶτος δὲ ἐλέγετο δι' αἰτίαν τοιαύτην. τὸν ἐν Σικελίᾳ μαθὼν θάνατον τοῦ πατρὸς αὐτοῦ Κώνσταντος ἐκεῖσε κατάγει. πάλιν οὖν ἀνέρχεται. ἐφ' ᾧ καὶ Πωγωνᾶτος λέγεται· ἀγένειος γὰρ ἐκεῖσε κατελθὼν τελειοπώγων ὑπέστρεψε. τελευτᾷ δὲ τὸν βίον δυσεντερικός. Καὶ κρατεῖ μετὰ τοῦτον Ἰουστινιανὸς ὁ Ῥινότμητος ἔτη ιϛʹ. οὗτος ὁ βασιλεὺς καθ' ὑπερβολὴν ἐμισεῖτο παρὰ παντὸς λαοῦ, σκληρὸς ὢν καὶ ὑπερόπτης καὶ πᾶσαν τὴν γνῶσιν ἔχειν δοκῶν. ὅθεν Λεόντιος πατρίκιος στασιάσας ἀναγορεύεται νυκτὸς ὑπὸ δήμου τῶν Βενέτων βασιλεύς, ἡμέρας δὲ γενομένης κρατεῖ τὸν Ἰουστινιανόν, καὶ ῥινοτομήσας αὐτὸν εἰς Χερσῶνα ἐξώρισε. κρατεῖ λοιπὸν ὁ Λεόντιος ἔτη τρία, καὶ πάσχει τηνικαῦτα τὰ ἴσα τῷ Ἰουστινιανῷ· ὁ γὰρ παρ' αὐτοῦ κατὰ Ἀράβων σταλεὶς μυρίανδρος στόλος καὶ ἅπαξ καὶ δὶς μὴ φέροντες τὴν ἐντεῦθεν κακοπάθειαν, Ἀψίμαρόν τινα προϊστῶσιν ἑαυτῶν καὶ κατὰ τῆς Βυζαντίδος χωροῦσιν. Ἀψίμαρος οὖν ὁ καὶ Τιβέριος μετονομασθεὶς κρατεῖ Λεόντιον καὶ 518 ῥινοτομεῖ αὐτὸν καὶ φρουρᾷ καθείργνυσι. κρατεῖ οὖν Ἀψίμαρος μετ' αὐτὸν ἔτη ζʹ. τὸν μέντοι Λεόντιον αἱ τὸν ἀστρολεσχούντων προρρήσεις ἐτάραττον. ὅθεν καὶ πᾶσαν ἐκίνει κατὰ Ἰουστινιανοῦ μηχανήν. γράφει γὰρ Χαγάνῳ τῷ τῶν Χαζάρων ἄρχοντι, χρήματα ὑπισχνεῖται εἰ τὸν Ἰουστινιανὸν κρατήσας ἢ ὡς τρίδουλον ἀπεμπολήσει ἢ τὴν κεφαλὴν
166
ἐκκόψει αὐτοῦ. μανθάνει ταῦτα Ἰουστινιανός, δραπετεύει ἐκεῖθεν, τοῖς Βουλγάροις προσέρχεται, ἁδραῖς αὐτοὺς ὑποσχέσεσι καταδεσμεῖ. ὅθεν καὶ μετὰ πλήθους ἀπείρου πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ διὰ σωλῆνος ὑδροφόρου κλέπτει τὴν εἴσοδον, καὶ οὕτω τῆς βασιλείας αὖ ἐπιδράζεται, τοῦ Ἀψιμάρου εἰς Ἀπολλωνίδα φυγόντος. ἔτη οὖν ἑπτὰ κρατήσας τὸν μὲν Ἀψίμαρον μέσῃ τῇ πόλει θριαμβεύσας ἀνεῖλεν, ὡσαύτως καὶ Λεόντιον· τὸν δὲ πατριάρχην Καλλίνικον, ἐπειδήπερ ἀντέστη προλαβὼν αὐτῷ πειρωμένῳ ἐκκλησίαν χαλάσαι, τυφλώσας ἐξώριζεν ἐν Ῥώμῃ, καὶ ἀντ' αὐτοῦ προβάλλεται Κυριακὸν τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον ὄντα· προη-γόρευσε γὰρ αὐτῷ τὴν τῆς βασιλείας ἀποκατάστασιν. καὶ ἁπλῶς εἰπεῖν, δίκην βοσκημάτων πάντας ἀπέκτεινε· μαινόμενος γὰρ ἦν. ὅθεν καὶ διὰ μικροῦ σκάφους ἀπὸ Χερσὼνος ἐπανερχόμενος καὶ κλύδωνι περιπεσὼν τὴν ἐνδομυχοῦσαν 519 αὐτῷ κακίαν δήλην καθίστησιν. ἐπειδὴ γὰρ τῶν οἰκείων τις αὐτῷ ἔλεγεν ἰδοὺ ἀποθνήσκεις, δέσποτα, καὶ ὑπόσχου τῷ θεῷ, ἐάν σοι δώσῃ τὴν βασιλείαν, μηδένα τῶν ἐχθρῶν σου λυπῆσαι,» ἔφη ἐνταῦθά με καταποντισάτω κύριος, εἰ φείσομαί τινος ἐξ αὐτῶν.» πρὸς τούτοις δὲ καὶ βαλὼν ὁ τύραννος οὗτος κατὰ νοῦν ὅσα οἱ Χερσωνῖται κατ' αὐτοῦ ἐμελέτων τῷ Ἀψιμάρῳ χαριζόμενοι, πέμπει στρατὸν κατ' αὐτῶν. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν. πᾶσαν ἡλικίαν ἐκέλευσεν ἀνηλεῶς ἀποσφάττεσθαι. καὶ δὴ καὶ ἀποσφάττονται γέροντες νέοι γυναῖκες παῖδες καὶ πάντες ἁπλῶς. εἶτά τι μαθὼν Ἰουστινιανὸς ὅτι τῶν νεογνῶν πάντῃ βρεφῶν οἱ σταλέντες ἐκεῖνοι ἐφείδοντο, καχλάζει ἐπὶ πλέον τῷ θυμῷ καὶ στόλον ἕτερον ἐκπέμπει, ὡς κολασθῆναι μὲν καὶ τοὺς προαποσταλέντας, ἀναιρεθῆναι δὲ καὶ πᾶσαν βρεφικὴν ἡλικίαν. καθίστησι δὲ τοῦ στόλου ἡγεμόνα Φιλιππικὸν τὸν καὶ Βαρδάνην λεγόμενον. ἀπῆλθον ἐκεῖσε λοιπόν, καὶ τὴν τοῦ κρατοῦντος μυσαχθέντες ἀπανθρωπίαν, καὶ μὴ φέροντες αἵμασιν ἀδίκοις καταχρανθῆναι, εἰς στάσιν χωροῦσιν, ἄνακτα δὲ καὶ κράτορα Φιλιππικὸν ποιοῦσι. καιρὸς διῆλθεν ἐπὶ τούτοις ἱκανός. θροεῖται ὁ βασιλεύς, μανθάνει ἐκεῖθεν οὐδέν, ἐξέρχεται στρατὸν οὐκ ὀλίγον ἐπισυρόμενος. φθάνει ἕως Σινώπης αὐτῆς, ὁρᾷ διὰ θαλάττης ἐρχόμενα πλοῖα. εὐθὺς ἀνθυποστρέφει καὶ αὐτός. 5 ἀλλὰ πρῶτος ὁ Φιλιππικὸς τὰ βασίλεια καταλαμβάνει. ὅθεν καὶ ὑστερήσας ὁ Ἰουστινιανὸς ἐν τοῖς τοῦ Δαμάτρυος ὄρεσι σὺν αὐτῷ συνάγεται τῷ στρατῷ. ἀποστέλλει πρὸς αὐτὸν ὁ Φιλιππικὸς ἀντιπαράταξιν. πλανῶσιν αὐτόν, κρατοῦσι, καὶ τὴν αὐτοῦ κεφαλὴν ἀποτέμνουσι. κρατεῖ λοιπὸν ὁ Φιλιππικὸς ἔτη δύο. ἀλλὰ καὶ τοῦτον πάλιν εἰσελθόντες τινὲς ἀπὸ Θρᾴκης ἐκτυφλοῦσι. Καὶ βασιλεύει Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη δύο, καὶ μετὰ τοῦτον Θεοδόσιος τῶν κάτω ἔτη δύο. οὗτος καὶ ἄκων ἐξέστη τῆς βασιλείας καὶ ἀντὶ πορφύρας τὸ μέλαν ἠμφιάσατο. ὁ γὰρ ἐξ Ἰσαυρίας Λέων, πατρίκιος τηνικαῦτα ὢν καὶ στρατάρχης τῆς ἕω, μελετᾷ κατὰ Θεοδοσίου ἀποστασίαν, ἔχων εἰς τοῦτο συμπράκτορα καὶ ἄνδρα τινὰ τῶν περιδόξων, ᾧ ἦν ὄνομα Ἀρτάβασδος. ᾧ δὴ καὶ τὴν αὐτοῦ θυγατέρα χάριν ἀνταμοιβῆς μετὰ τὸ κρατῆσαι δίδωσιν, εἰ καὶ βάναυσος πρότερον ἦν. ἡνίκα γὰρ τοῖς Ἰουδαίοις ἐκεῖνος ἐνέτυχε παρὰ πηγῇ, κατάφορτον ἐλαύνων ὀνάριον ἦν. ἀλλὰ τοῖς χωράρχαις γνωρισθείς, κἀντεῦθεν τὸ τολμηροκάρδιον ἐκφήνας, κατὰ μικρὸν πατρίκιος καθίσταται κἀντεῦθεν βασιλεὺς ἀναγορεύεται. κρατεῖ τοίνυν ὁ Λέων οὗτος ὁ καὶ Κώνων ἔτη κγʹ. οὗτος ἐξ Ἰσαυρίας μὲν ὥρμητο, τὸ ἐπιτήδευμα δὲ βάναυσος ἦν, Κώνων δὲ παρὰ τῆς μητρὸς 521 αὐτοῦ παιδόθεν ἐλέγετο. ὅθεν καὶ τοῦ ἁγίου τηνικαῦτα Γερμανοῦ πρὸς αὐτόν, ἡνίκα τὸν τῆς εἰκονομαχίας κόνιν εἰς ὕψος πάντων κατέχεεν, εἰπόντος μὴ ταῦτα, ὦ βασιλεῦ· τὴν γὰρ εἰκονομαχίαν Κώνων ἐγεῖραι λέγεται,» ἔφη ἐγώ εἰμι ὁ Κώνων.» Τούτῳ τῷ βασιλεῖ πενιχρῷ ὄντι περὶ βασιλείας προεῖπον Ἰουδαῖοι μάντεις τινὲς ἑνωθέντες αὐτῷ κατὰ
167
τύχην ἔν τινι πηγῇ ἀναψύξεως χάριν· ἐφ' ᾧ καὶ ὑπέσχετο μεθ' ὅρκου ἀμείψασθαι αὐτούς. ὅθεν καὶ βασιλεύοντι αὐτῷ ἐπέστησαν οὗτοι, λέγοντες ὅτι ἐὰν τὴν εἰκόνα τοῦ θεοῦ καὶ πάντων τῶν ἁγίων ἐκ μέσου ποιήσῃ, ἔσται τὸ σκῆπτρον αὐτοῦ διαρκοῦν κατὰ γενεὰν εἰς ἐνιαυτοὺς ρʹ. οὗτος τοσοῦτον ἐμηχανήσατο κατὰ τῶν εἰκόνων, ὡς καὶ τὸν μέγαν Γερμανὸν πολλὰ διαλεξάμενον ἐκδιῶξαι τοῦ θρόνου. προὐβάλλετο δὲ ὁ πατριάρχης τὴν διὰ Θαδδαίου κυριακὴν ἐκτύπωσιν πρὸς Αὔγαρον σταλεῖσαν καὶ τῇ Ἐδέσσῃ ἐναποκειμένην. εἰς μέσον δὲ ἔφερε καὶ τὴν παρὰ Λουκᾶ μὲν τοῦ ἀποστόλου ἱστορηθεῖσαν εἰκόνα, ἐν Ῥώμῃ δὲ πρὸς Θεόφιλον σταλεῖσαν, ὡσαύτως καὶ τὰ δύο χαλκᾶ ἐκτυπώματα, ἅπερ ἡ αἱμορροοῦσα ἐκ πόθου ἀνεστηλώσατο, ὧν τὸ ἓν ἐπικλινὲς πρὸς γῆν εἰς τύπον αὐτῆς καὶ τὴν εὐλογίαν παρὰ θατέρου δεχόμενον· τοῦ Χριστοῦ γὰρ 522 ἦν. τότε καὶ Γρηγόριος ὁ πάπας Ῥώμης γράφει πρὸς τὸν βασιλέα Λέοντα περὶ τῶν εἰκόνων. ἀλλὰ τὸν Αἰθίοπα σμῆξαι μὴ δυνηθεὶς τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώ-λυσε τελεῖσθαι πρὸς τὸν βασιλέα, καὶ τὴν ὅλην δὲ χώραν αὐτῶν τῆς ἐξουσίας ταύτης ἀπέστησε. Δεῖγμα δὲ τῆς τοῦ Λέοντος κακοπραγίας πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἐγγὺς τοῦ τεμένους τῆς ἁγίας τοῦ θεοῦ σοφίας οἶκος δεδόμητο λαμπρός, ἐν ᾧ βίβλοι τεθησαυρισμέναι ἦσαν, τὸν ἀριθμὸν ὡσεὶ τρισμύριαι ἑξακισχίλιαι πρὸς ἄλλαις πεντακοσίαις, ἔχουσαι φύλακά τε καὶ προϊστάμενον ἄνδρα τίμιον καὶ σοφόν. ἦσαν δὲ καὶ ὑπ' αὐτὸν ἕτεροι ἄνδρες θαυμαστοί, ὡσεὶ ιβʹ, ἀμισθὶ τοὺς θέλοντας ἐκπαιδεύοντες· τοσοῦτον δὲ τὴν ἀρετὴν ἦσαν περιώνυμοι ὡς καὶ τοὺς βασιλεῖς μηδέν τι πράττειν ἄνευ αὐτῶν. ὁ γοῦν κάκιστος κοινοῦται καὶ τούτοις τὰ τῆς ἀθέου γνώμης αὑτοῦ, καὶ μὴ ἔχων καταπειθεῖς εὑρεῖν αὐτοὺς ὕλην περισωρεύει εὐέξαπτον κύκλῳ τοῦ θείου ναοῦ, καὶ πῦρ ὑφάπτει λιπαρόν, καὶ πάντα ὁμοῦ καταφλέγει, τούς τε θείους ἐκείνους ἄνδρας καὶ σὺν αὐτοῖς τὰς βίβλους. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ πλούσιός τις ἦν ἐλεημοσύναις ὁμοῦ καὶ πορνείαις συζῶν, καὶ οὕτω καταγηράσας ἀπέθανε. 523 γίνεται οὖν στάσις περὶ τοῦ ποῦ ὁ τοιοῦτος τέτακται· οἱ μὲν γὰρ ἔλεγον ἄμωμον εἶναι δεῖ τὴν ἐλεημοσύνην, οἱ δὲ ταύτῃ καθαίρεσθαι τὰ ἁμαρτήματα διισχυρίζοντο. δεηθέντων οὖν τοῦ πατριάρχου τε Ῥωμανοῦ καὶ τῶν θεοφιλῶν ἐπισκόπων τοῦ θεοῦ περὶ τούτου, ἀπεκαλύφθη τινὶ ἐγκλείστῳ. ἑώρα γὰρ ἐντεῦθεν μὲν παράδεισον, ἐκεῖθεν δὲ φλόγα πυρὸς μεγίστην, μέσον δὲ τὸν τελευτήσαντα ἑστῶτα καὶ μέγα στενάζοντα· πρὸς ὃν ἄγγελος ἐλθὼν εἶπε τί μέγα στενάζεις; ἡ ἐλεημοσύνη σου ἐρρύσατό σε τῆς φλογός.» μανθάνομεν οὖν ἐντεῦθεν ὅτι οὐ τοσοῦτον ὠφελήσει τὸ ἀργύριον ἐκ ῥυπαρᾶς χειρὸς διδόμενον. ἀλλὰ καὶ Ζήνων ὁ βασιλεύς, ὥς πού φησιν, ἐμίγη γυναικὶ παρθένῳ, ἧς ἡ μήτηρ μὴ φέρουσα τὸ συμβὰν τὴν ἀειπαρθένον ἱκέτευε θεοτόκον ἐκτενῶς ὥστε λαβεῖν ἐκδίκησιν. καὶ ἤκουσε θείας ἐκεῖθεν φωνῆς οὕτω λεγούσης πρὸς αὐτήν θέλομεν ἐκδικῆσαί σε, ὦ γύναι· ἀλλ' ἡ δεξιὰ ἐκείνου ποιῆσαί με οὕτως οὐκ ἀφίησι.» ὁ δὲ θεολόγος Γρηγόριος πρὸς ἀκρίβειαν νομοθετῶν οὕτως εὕρηται λέγων μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται.» Ἐγένετο δὲ καὶ ἐν τῇ Ῥώμῃ τοιοῦτόν τι. μοναχός τις ἀφορισθεὶς ὑπὸ Γρηγορίου τοῦ πάπα ὡς παρὰ γνώμην τοῦ 524 ἡγουμένου αὐτοῦ καὶ παρὰ τὸν θεσμὸν τοῦ μοναστηρίου τοῦ αὐτοῦ Γρηγορίου ποιήσας τι, μετ' ὀλίγας ἐτελεύτησεν ἡμέρας. ὅπερ ἀκούσας ὁ πάπας μεγάλως ἐλυπήθη, διότι ἀπῆλθεν ὁ ἀδελφὸς ἐξαίφνης δεδεμένος ὤν. καὶ γράψας ἐν χάρτῃ εὐχὴν λύουσαν τῶν δεσμῶν τὸν τεθνεῶτα ἔδωκέ τινι διακόνῳ εἰπών ἄπελθε ἐπὶ τὸν τάφον τοῦ ἀδελφοῦ, καὶ ἀνάγνωθι αὐτήν.» καὶ τούτου γενομένου θεωρεῖ ὁ ἡγούμενος κατ' ὄναρ τὸν ἀδελφόν, καὶ λέγει αὐτῷ λύπην ἔχομεν, ἀδελφέ, περὶ σοῦ, ὅτι δεδεμένος ἐτελεύτησας· εἰπὲ οὖν ἡμῖν πῶς ἔχει τὰ κατά σε;» καὶ ὃς ἀποκριθεὶς εἶπεν ὄντως, πάτερ, εἰς φυλακὴν ἤμην ἕως χθές· σήμερον δὲ ἀπολέλυμαι.» καὶ ἐγνώσθη πᾶσιν ὅτι καθ' ἣν
168
ὥραν ἀνέγνω ὁ διάκονος τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, τοῦ δεσμοῦ παραδόξως ὁ ἀδελφὸς ἠλευθέρωτο. ὅσα δὲ δύναται ὁ παρὰ τῶν ἱερέων ἐπαγόμενος δεσμός, δῆλον ἐντεῦθεν. ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ Φίλωνος τοῦ φιλοσόφου εὕρηται ὅτι ἐν τῷ καιρῷ τῶν διωγμῶν ἐπίσκοπός τις ἀφώρισε πρεσβύτερον, ὃς ἀπελθών που διά τινα χρείαν κρατεῖται ὑπὸ Ἑλλήνων καὶ μαρτυρεῖ. ναὸς ἐκεῖσε αὐτῷ ἐγείρεται, τελεῖται τὰ ἐγκαίνια. καὶ ἅμα τῷ τὸν ἐπίσκοπον εἰπεῖν εἰρήνη πᾶσι,» τηνικαῦτα ἡ λάρναξ τοῦ 525 ναοῦ ἐξεπορεύετο. γίνεται τοῦτο δὶς καὶ πολλάκις. ὀπτάνεται ὁ μάρτυρ τῷ ἐπισκόπῳ, λέγων ἄπελθε, καὶ πεῖσον τὸν ἐπίσκοπόν μου ἐλθεῖν καὶ λῦσαί με. ἀφώρισέ με γὰρ τῆς λειτουργίας, καὶ συλλειτουργῆσαι ὑμῖν οὐ δύναμαι. καὶ τὸν μὲν στέφανον τοῦ μαρτυρίου ἔλαβον, τὸ δὲ πρόσωπον τοῦ θεοῦ οὐκ ἐθεασάμην. καὶ εἰ μὴ ὁ δήσας λύσει με, λῦσαι ἄλλος οὐ δύναται.» γίνεται ταῦτα, καὶ ἡ λάρναξ οὐκέτι τοῦ ναοῦ ἐξέρχεται. ὅθεν καὶ πάντες τῷ θεῷ δόξαν δεδώκασι τῷ διδόντι τοιαύτην ἐξουσίαν τοῖς δούλοις αὐτοῦ. ἀλλὰ καὶ ὁ χρυσορρήμων οὕτω φησίν ἡμεῖς μὲν οὖν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὰ δεσμὰ περιβάλλομεν. εἰ δέ τις τούτων καταφρονεῖ, ἐπιστήσεται ὁ τοῦ θανάτου καὶ τῆς κρίσεως καιρός, διδάσκων αὐτὸν ὡς ἀψευδὴς ὁ λόγος τοῦ κυρίου καὶ ὁ νόμος τῆς ἐκκλησίας αὐτοῦ.» Μετὰ δὲ Λέοντα ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος ὁ Κοπρώνυμος ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλότροπος πάρδαλις. οὗτος πᾶσαν κακίαν μετήρχετο, τοὺς ἁγίους τε μὴ λέγειν ἁγίους ἐθέσπιζε, τὰ λείψανα διαπτύειν αὐτῶν, καὶ πρεσβείαν ἐκεῖθεν μὴ ἐκκαλεῖσθαι· οὐ δύνανται γάρ. καὶ τὸ πάσης βλασφημίας μεῖζον, ὅτι τοιαῦτα καὶ περὶ τῆς θεομήτορος ἐφρόνει· ἔλεγε γὰρ ὅτι ἕως οὗ εἶχεν ἐν ἑαυτῇ 526 τὸν Χριστόν, τετιμημένη ἐτύγχανε, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, ὢ τῆς ἀνοχῆς σου Χριστέ οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε, κατὰ τὴν εἰκόνα δῆθεν τοῦ βαλαντίου· πλῆρες μὲν νομισμάτων ὂν διὰ τιμῆς ἐστί, κενωθὲν δὲ οὐδενὸς λογίζεται ἄξιον. ἀλλὰ καὶ τοὺς ἱεροὺς ναοὺς ἀνιέρους ἔσπευδε ποιεῖν· τὰς γὰρ ἱερὰς μορφώσεις ἀπείληφεν, ἱππηλασίας δὲ ἀντ' αὐτῶν ὑπεζωγράφει καὶ κυνηγέσια. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς μοναχοὺς ἐδίωκε καὶ ὡς ἄρνας κατέσφαττε. Ταῦτα δὲ βλέπων ὁ προρρηθεὶς Ἀρτάβασδος συνάπτει πόλεμον αὐτῷ, καὶ τῆς βασιλείας ἐξώσας κράτωρ αὐτὸς ἀναγορεύεται. ἐντεῦθεν ἀνθεῖται τὰ τῆς εὐσεβείας, καὶ τὰ τῶν ἐκκλησιῶν τὸ πρώην κάλλος ἐλάμβανον. ἀλλ' ὁ Βελίαρ ἐπὶ τούτοις οὐκ ἔφερεν. ὑπέρχεται τὸ στρατιωτικόν, κολακείαις θερμαίνει. ἀθροίζει δύναμιν, τῷ Ἀρταβάσδῳ συνάπτει πόλεμον, νικᾷ κατὰ κράτος. χειροῦται αὐτὸν ζῶντα καὶ ὀφθαλμοὺς ἐξορύττει, καὶ κράτωρ αὖθις ἀποκαθίσταται ὁ δεύτερος ὄντως Ἰουλιανός· ἀνθρώπους καὶ γὰρ ἔθυε τῇ Ἀφροδίτῃ. ὅθεν καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ νοσήματα χαλεπὰ κατὰ θεομηνίαν συνέβαινον, κἀντεῦθεν θανατικὸν γέγονεν ἄρρητον. φθορὰ γὰρ ἀνθρώπων τηνικαῦτα ἐπέπεσεν ὁποία δὴ καὶ ἐν ταῖς ἡμέραις Ἰουστινιανοῦ· ὁλόκληροι γὰρ ἐκλείσθησαν οἶκοι. ἀλλὰ καὶ δείματα φοβερὰ ἑώρων οἱ ἄν θρωποι· ὡς ἐν ἐκστάσει καὶ γὰρ γινόμενοι ἐδόκουν ἐντυγχάνειν ἀνδράσι τισὶ βριαροῖς. τότε καὶ ψῦχος γίνεται μέγα καὶ πικρόν, ὥστε καὶ τὴν ἀρκτώαν τοῦ Πόντου παράλιον ἐπὶ μίλια ρʹ ἀπολιθωθῆναι τὸ πέλαγος ἐκ τοῦ κρύους, εἰς δὲ βάθος ἐπὶ πήχεσι λʹ, ὃ καὶ ἐπιχιονισθὲν ηὐξήθη πήχεις ἑτέρους κʹ. κατὰ δὲ μῆνα Φευρουάριον εἰς διάφορα τμήματα διαιρεθὲν ἐπὶ τὴν πόλιν αὐτὴν καὶ μέχρι τῆς Ἀβύδου κατῆλθεν, ἔχον ἐν ἑαυτῷ καὶ ζῶα πάμπολλα πεπηγμένα. τότε ὁ θέλων πεζοπορῆσαι ἀπὸ ἀκροπόλεως εἰς Χρυσούπολιν οὐκ ἐκωλύετο. τότε ὑπ' αὐτῶν συντριβόμενα τὰ τείχη μεγάλως ἐδονήθησαν. τότε ιβʹ νομίσματα ἐπράθη ὁ μόδιος ἡ
169
κριθή. τότε τῆς κατὰ Μεσοποταμίαν γῆς σχισθείσης ἡμίονος ἀνεδόθη πολεμίων ἔφοδον ἀνθρωπίνῃ φωνῇ προσημαίνουσα. καὶ τότε Νικήτας τις εὐνοῦχος, τὰ πρῶτα φέρων παρὰ τῷ Κοπρωνύμῳ, μηδὲν ἄλλο εἰδὼς ἢ ἐσθίειν καὶ πίνειν, χειροτονεῖται πατριάρχης. οὗτός ποτε τὸ εὐαγγέλιον ἀναγινώσκων ἐν τῷ κελλίῳ αὐτοῦ, ἀντὶ τοῦ εἰπεῖν ἐκ τοῦ κατὰ Ματθαῖον ἐκ τοῦ κατὰ Ματθάϊον» ἐξεφώνησεν. ἐφ' ᾧ καί τις τῶν παρισταμένων εἶπε μὴ διαίρει τὴν αι δίφθογγον.» πρὸς ὃν ἐκεῖνος ἔφη μετὰ θυμοῦ φλυαρεῖς· τὰ γὰρ δίφθογγα καὶ 528 τρίφθογγα πολλὰ μισεῖ ἡ ψυχή μου.» ὁ δὲ τύραννος ἀπὸ ἐκστρατείας ὑποστρέφων ἀνθρακοῦται τὰ σκέλη, καὶ περὶ τὸ στρογγύλον θνήσκει λάβρῳ πυρετῷ συσχεθείς, τοῦτο καὶ μόνον ἐπὶ τούτοις εἰπών, ὅτι ζῶν ἀσβέστῳ πυρὶ παραδίδομαι διὰ τὴν Μαρίαν· ἀλλ' ἀπὸ τοῦ νῦν τιμάσθω. γίνωσκε δέ, ἀγαπητέ, ὅτι πολλὰ καὶ πολλάκις ζητήσαντες ὅθεν ἐκεῖνος ἐκλήθη Κοπρώνυμος, οὐδὲν ἄλλο ἢ τοῦτο μόνον εὕρομεν. χώρα τίς εστι Κάβαλα οὕτω λεγομένη. οἱ οὖν ἐκεῖθεν ὁρμώμενοι Καβαλῖνοι πάντως ἐλέγοντο. ἐκεῖθεν οὖν καὶ αὐτὸς τὴν γέννησιν ἔσχηκε, καὶ ἐπειδὴ κατά τινα συνήθειαν Καβαλίνα ἡ κοπρία λέγεται, δικαίως ὁ κάκιστος ἐκεῖνος ἐπεκλήθη Κοπρώνυμος, ὡς ὄνομα κοπρίας ἐν ἑαυτῷ δῆθεν ἐπιφερόμενος. Μετὰ δὲ τοῦτον κρατεῖ ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ Λέων ἔτη εʹ, εὐσεβὴς μὲν ὢν κατ' ἀρχάς. ἔπειτα δὲ τὸ τῆς ἐκκλησίας στέμμα φορεῖ, ὅθεν ἀπανθρακωθεὶς ὥσπερ ὑπὸ λαβροῦ πυρετοῦ τελευτᾷ. τότε καὶ ὁ κύων ἐκεῖνος ἦν ὁ τὸν φονέα τοῦ κυρίου αὐτοῦ γνωρίσας ἐν καπηλείῳ εἰσελθόντα τοῦ πιεῖν οἶνον. ὁ γὰρ κύων μετὰ τὸ φονευθῆναι τὸν κύριον συνοδεύοντά τινι κακούργῳ καθ' ὁδὸν προσήλυτος ἐν πανδοχείῳ γέγονεν. ἐκεῖσε γοῦν τυχαίως εἰσελθὼν ὁ φονεὺς ἐγνωρίσθη 529 παρὰ τοῦ κυνός, καὶ τοσοῦτον ἦν ἐκεῖνος ὑπ' αὐτῷ ὑλακτῶν ὥστε ὑποψίαν οὐκ ἀγαθὴν δοῦναι περὶ αὐτοῦ. κρατεῖται λοιπὸν ὁ φονεύς, προσάγεται τῷ ἄρχοντι, ἐτάζεται ἀκριβῶς, ὁμολογεῖ καὶ ἄκων, καὶ τελευταῖον ὡς κακοῦργος ἀναιρεῖται. Μετὰ δὲ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῇ αὐτοῦ μητρὶ Εἰρήνῃ ἔτη ιζʹ, ὑφ' οὗ ἡ εὐσέβεια κρατύνεται καὶ τὰ μοναστήρια πλατύνονται. τότε καὶ ἐν τῇ Θρᾴκῃ ὀρύσσων τις εὗρε λάρνακα ἐν ᾗ γεγραμμένον ἦν Χριστὸς γεννᾶσθαι μέλλει ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων ὄψει με πάλιν, ὦ ἥλιε.» ἡ Εἰρήνη αὕτη τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ συμβασιλεύουσα, καὶ μὴ ἀνεχομένη τῶν παρὰ αὐτοῦ γινομένων (αὐτήν τε γὰρ τῆς βασιλείας ἐποίησεν ἔκπτωτον, εἰ καὶ μεταμεληθεὶς πάλιν ἐπὶ τὰ βασίλεια ταύτην ἀνήγαγε, καὶ τὴν ὁμόζυγον αὐτοῦ σώφρονα καὶ λίαν οὖσαν ἐξάγει, μῖξιν δὲ γυναικὸς ἄλλης ἀντεισάγει), τούτου χάριν ἐκτυφλοῖ αὐτὸν ὑπνώττοντα, ὡς ἐντεῦθεν καὶ τὸν ἥλιον ἐπὶ πλείστας ἡμέρας μὴ δοῦναι καθαρὰς τὰς ἀκτῖνας αὐτοῦ. ἀλλ' ἡ βασιλὶς Εἰρήνη μετάμελον ἐφ' οἷς δέδρακε σχοῦσα, καὶ θέλουσα τοῦ μίσους ἑαυτὴν ἀποπλῦναι, χρημάτων 530 θησαυροὺς τῇ πόλει ἐκκενοῖ καὶ λύει τὰ χρέα. πλὴν οὐκ ἐπενύσταξεν ὁ παντεπόπτης ὀφθαλμός· πρὸς βραχὺ καὶ γὰρ τῆς ἡδονῆς τοῦ κράτους αὕτη γευσαμένη ἀψινθιάζοντα πίνει κρατῆρα. ἐπανέστη καὶ γάρ τις τῶν συγκλήτου, τοὔνομα Νικηφόρος, τὴν ἀξίαν πατρίκιος ἀπὸ γενικῶν, καὶ τῆς βασιλείας αὐτὴν ἀτίμως ἐξίστησι. κρατεῖ τοίνυν ὁ Νικηφόρος οὗτος ἔτη θʹ, ἄνθρωπος φονικώτατος, δοῦλος χρυσοῦ, Μίδας ἄλλος ἄντικρυς, ὠνίους τὰς ἀρχὰς ποιούμενος. οὗτος πᾶσι μὲν ἐῴκει κατηφὴς εἶναι, τὸν δὲ χρυσὸν αὐτῷ προσάγουσι καὶ πάνυ χαρίεις ἐφαίνετο. ἀλλὰ καὶ βαρὺ τοῖς Βυζαντίοις ἄχθος ἐπέθηκε, χάριν τῶν γηρασάντων τειχῶν ἀπαιτεῖσθαι τὸ λεγόμενον δικέρατον ἐκέλευσε. πρὸς τούτοις δὲ ἐπεκράτει καὶ τὰ τῷ στρατῷ ἐποφειλόμενα. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τὸ τῆς ἁγίας Εὐφημίας λείψανον κατὰ θαλάττης ῥιφὲν παρὰ τοῦ Κοπρωνύμου ἐν Λέσβῳ τῇ νήσῳ ἐπανεσώθη. καὶ περὶ μὲν τούτων οὕτως. ὁ δὲ Ζωναρᾶς
170
ἐν τῷ χρονικῷ αὐτοῦ συντάγματι καὶ τάδε περὶ τούτου φησί. δύο λόγοι φέρονται· ὁ μὲν γὰρ λέγει πυρὶ παραδοθῆναι παρὰ τοῦ Κοπρωνύμου τὴν ἁγίαν Εὐφημίαν, εἰ καὶ τῆς ἐλπίδος ἐκεῖνος διήμαρτεν (ἀντ' αὐτῆς γὰρ ετερον 531 ἐκαύθη σῶμα), ὁ δὲ λέγει κατὰ βυθοῦ ῥιφῆναι αὐτήν, θείᾳ χάριτι περὶ τὴν Λέσβον νῆσον ἐπανασωθῆναι. Τότε δὴ τότε κακῶς οὕτω τοῦ Νικηφόρου τὰ τῆς βασιλείας διέποντος θρόος ἄτακτος παρὰ τῷ λαῷ καὶ στάσις ὅτι πολλή. τότε καὶ Βαρδάνην τὸν στρατάρχην τὸ τῆς βασιλείας κράτος ἐκβιάζουσιν ἀναδήσασθαι. ὅθεν καὶ τὸ τῆς τύχης οὗτος ἄδηλον δεδιὼς διορατικῷ τινὶ προσέρχεται ἀνδρὶ τὰ μέλλοντα μαθησόμενος, καὶ δὴ καὶ μεμάθηκεν ἀπλανῶς πάντα τὰ συμβησόμενα. τὸν μέντοι Νικηφόρον, διάγε τὸ τὸν μέγαν Θεόδωρον τὸν Στουδίτην ὑπερόριον ποιῆσαι τοῦ δικαίου καὶ τῶν κανόνων ὑπερλαλοῦντα, ἡ θεία δίκη μετέρχεται· κατὰ Βουλγάρων γὰρ ἐκστρατεύσας ἐν τῷ πολέμῳ πίπτει καὶ τὴν κεφαλὴν ἀφαιρεῖται. τῷ παιδὶ Σταυρακίῳ τὰ σκῆπτρα καταλιμπάνει. ἀλλὰ καὶ Σταυράκιος ἐκ μέσου τάχιον γίνεται κατὰ ταύτην τὴν μάχην δορατότρωτος γεγονώς, κρατήσας μῆνας δύο. Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ Ῥαγγαβὲ ὁ ἐπὶ θυγατρὶ Προκοπίᾳ τοῦ Νικηφόρου γαμβρός, ἔτη δʹ μῆνας θʹ, ὁ καὶ βασιλείας ἄξιος· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἁγίους ἐπανεσώσατο. τοῦτον μέντοι τὸν Μιχαὴλ ἀρχὴν ὁ Σκυλίτζης τοῦ χρονικοῦ αὐτοῦ ποιεῖται συντάγματος. ὁ 532 διαληφθεὶς Βαρδάνης, ἡνίκα προσῆλθε τῷ κατά γε τὸ Φιλομίλιον διορατικῷ μοναχῷ, συνεφεπομένους εἶχε Λέοντα τὸν Ἀρμένιον, Μιχαὴλ τὸν τραυλὸν καὶ Θωμᾶν τινά. καὶ ὁ μὲν Βαρδάνης κατὰ τὴν τοῦ μοναχοῦ πρόρρησιν ἐκτυφλοῦται τυραννίδος ἐφιέμενος, ὁ δὲ Λέων ὕστερον καὶ ὁ Μιχαὴλ ἐγκρατεῖς τῆς βασιλείας γίνονται. τῷ μέντοι Μιχαὴλ τῷ Ῥαγγαβὲ ἡ τῆς βασιλείας ἀποβολὴ καὶ οὕτω δεδήλωται. παιδίσκη τις οἰκογενὴς ἦν τῷ Μιχαήλ· αὕτη κατά γε τὰς σεληνικὰς συνόδους πάθει μανίας ἡλίσκετο. ἡνίκα γοῦν τῷ πάθει συνείχετο, κατά γε τὸν Βουκολέοντα ἤρχετο, καὶ γεγωνότερον ἐβόα πρὸς τὸν βασιλέα κάτελθε, κάτελθε· ὑποχώρει τῶν ἀλλοτρίων.» γίνεται τοῦτο πολλάκις. ἐκπλήττεται ὁ βασιλεύς. κοινολογεῖται τὰ περὶ τούτου οἰκείῳ τινὶ Θεοδότῳ τοὔνομα. καὶ ὃς ἅμα τῷ γενέσθαι τὸ κοράσιον τῷ δαίμονι κάτοχον διερωτᾷ τε αὐτὸ καὶ μανθάνει τίνι προσήκει τὸ παλάτιον καὶ ὁποῖα τὰ τούτου γνωρίσματα. ὁ δὲ ἦν Λέων ὁ Ἀρμένιος. πολὺ τὸ ἐν μέσῳ καὶ παρὰ Μιχαὴλ πέμπεται πρὸς τῆς ἕω στρατηγὸς ὁ Ἀρμένιος. εἶτα μετέρχεται τὸ στρατιωτικόν, ἀνταίρει κατὰ Μιχαήλ. τρίχινον λοιπὸν οὗτος ἐνδύεται, καὶ τῆς βασιλείας ἑκὼν ὑπεξίσταται. 533 Κρατεῖ οὖν μετὰ τὸν Ῥαγγαβὲ ὁ Ἀρμένιος, ἔτη ζʹ μῆ-νας εʹ. καὶ τηνικαῦτα τὸ γένος φιλονεικῶν ἐκτρῖψαι τοῦ Μιχαήλ, τὰ παιδογόνα τοῦ παιδὸς αὐτοῦ μόρια, ᾧ ὄνομα Νικήτας, ἐκτέμνει, μή ποτε τεκνώσας ἀμύνηται αὐτόν. εἰς ἄνδρας οὖν ὁ παῖς οὗτος ἔρχεται, καὶ τῆς νέας ταυτησὶ Ῥώμης ἀρχιερεὺς χρηματίζει, μετακληθεὶς Ἰγνάτιος ἐν μετα-θέσει βίου. ὁ δὲ Λέων κατὰ τῶν ἁγίων εἰκόνων ὁπλίζεται. ἡ δὲ αἰτία τοιαύτη. ὁ προορατικὸς ἐκεῖνος τελευτᾷ μοναχός. διαδέχεται τὸ κελλίον αὐτοῦ μοναχὸς ἄλλος, Σαββάτιος τοὔνομα, ὃς καὶ πείθει τὸν Λέοντα ἐκ μέσου ποιῆσαι τὰς ἁγίας εἰκόνας. ὁ γὰρ Λέων τῆς βασιλείας ἐπιβὰς καὶ τῆς τοῦ μοναχοῦ προρρήσεως ἐπιμνησθεὶς στέλλει τάχα πρὸς ἐκεῖνόν τινας ἀμοιβάς· εὑρεθεὶς δὲ ὁ Σαββάτιος ουτος καταπλήττει τε διὰ γραφῆς, καὶ ἔκπτωσιν τῆς βασιλείας ἀπειλεῖ εἰ μὴ τὰς εἰκόνας αὐτὰς καταστρέψειεν. ἐντεῦθεν ἡ τῆς εἰκονομαχίας πυρκαϊὰ τῷ βασιλεῖ Λέοντι ὑπανάπτεται. τηνικαῦτα καὶ ὁ ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος μὴ πεισθεὶς τῇ εἰκονομαχίᾳ συνθέσθαι ἐξόριστος εἰς Προικόνησον γίνεται, καὶ πρὸ πολλοῦ τοῦτο εἰδώς, καὶ ὅτι ταράξει τὴν ἐκκλησίαν ὁ Λέων· ἔδοξε γὰρ τῷ μακαρίτῃ, ὁπηνίκα τὸ διάδημα τῇ τοῦ Λέοντος ἐπέθη κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι. οὗτος οὖν ὁ μακάριος διὰ νηὸς εἰς τὴν
171
534 ὑπερορίαν στελλόμενος ὄρθιος ἵστατο καὶ πρός τινα τὸν ἀσπασμὸν ἐποιεῖτο. καὶ τί τοῦτο ἐρωτηθείς, καὶ πρὸς τίνα ποιεῖται τὸν ἀσπασμόν, πρὸς Θεοφάνην τὸν ὁμολογητὴν ἔλεγε, τὸν τοῦ Ἀγροῦ καθηγητήν, ἅτε κηροῖς καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον. ἐπὶ τούτοις ὁ Λέων τὴν τοῦ μοναχοῦ καθ' ἑαυτὸν στρέφων πρόρρησιν δέσμιον εἶχε τὸν Μιχαήλ, εἴγε καὶ μᾶλλον ὁ τοιοῦτος θρασὺς καὶ ἀναίσχυντος ἦν. ἐφ' ᾧ καὶ παρὰ τῇ συγκλήτῳ ψῆφος γίνεται πυρὸς γενέσθαι τὸν Μιχαὴλ παρανάλωμα. ὃ καὶ γενέσθαι ἔφθασεν ἄν, εἰ μή πως ἡ δέσποινα τὸ τοιοῦτον ἐκώλυσεν, εἰς μεσιτείαν τάχα προβαλλομένη τὴν ἐνεστῶσαν ἁγίαν τηνικαῦτα Χριστοῦ γέννησιν. ὁ μέντοι Λέων ἀπό τε ὀνειράτων καὶ χρησμῳδημάτων καὶ ἑτέρων τοιούτων τινῶν ἔντρομος ὢν τὴν ἀναίρεσιν ἐκείνου κατέσπευδεν· ἀλλὰ καὶ πρὸς τὴν ὁμόζυγον αὐτοῦ ἔλεγεν ὁ μὲν Μιχαὴλ ἤδη ἀνύεται διὰ σέ, σὺ δὲ καὶ οἱ ἔκ σου μετ' ὀλίγον μαθήσεσθε.» οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ Μιχαὴλ τῇ τοῦ προρρηθέντος μοναχοῦ προρρήσει θαρρῶν κατὰ Λέοντος μελετᾷ τὴν ἐπιβουλήν, ταύτην καὶ τῷ κατέχοντι αὐτὸν ἀποκαλύψας παππίᾳ. ταύτῃ τοι καὶ νυκτὸς εἰσάγεται σὺν τοῖς ψαλμῳδοῦσι στρατιώτας ἐνόπλους. καὶ ὁ μὲν Μιχαὴλ εἰς τὸν βασιλικὸν ἀνάγεται θρόνον, δεσμῷ τοὺς 535 πόδας κατεχόμενος σιδηρῷ· τὸν δὲ Λέοντα καὶ προσπεφυγότα τῷ θείῳ ναῷ ἀνηλεῶς ἐκτέμνει τοῖς ξίφεσι. Κρατεῖ τοίνυν μετὰ τὸν Λέοντα ὁ τραυλὸς Μιχαήλ, ἔτη ηʹ, ὁ καὶ ἐξ Ἀμορίου ὁρμώμενος, δυσσεβὴς μὲν ὤν, οὐ μὴν δὲ καὶ ἀσεβεῖν ἀναγκάζων τοὺς εὐσεβεῖς. ἐφ' ᾧ καὶ ἀνίενται τηνικαῦτα οἱ ἅγιοι, ὁ μέγας τε Θεόδωρος ἀπὸ τῆς ὑπερορίας ἀνάγεται· προέφθασε γὰρ αὐτὸν ἐξορίσας ὁ Ἀρμένιος καὶ πολλὰ κακὰ ποιήσας ἅτε τῶν ἁγίων εἰκόνων ὑπερμαχόμενον. τούτου μέντοι τοῦ Μιχαὴλ βασιλεύοντος Θωμᾶς τις χεῖρα βαρεῖαν συλλέξας ἐξ ἀνατολῆς τε καὶ δύσεως, τριήρεις τε οὐκ ὀλίγας ποιήσας, κατὰ τῆς βασιλίδος ἐκστρατεύει τῶν πόλεων. τοσαύτη δὲ δύναμις ἦν ὥστε καὶ τὴν ἀπαιωρηθεῖσαν ἐν ἀκροπόλει ἅλυσιν διακλάσαι καὶ πρὸς Βλαχέρνας ἀπελθεῖν. ἐν ὅλοις λοιπὸν τρισὶν ἔτεσι τὰ τοῦ πολέμου κεκρότηται. εἶτα ὁ Θωμᾶς ἡττᾶται, φεύγει, εἰς Ἀδριανούπολιν ἔρχεται. καιρὸν ἱκανὸν ἐκεῖσε παρὰ τοῦ Μιχαὴλ κύκλῳ τετήρηται. προδίδωσι καὶ ἄκων, κρατεῖται, χεῖρας καὶ πόδας τέμνεται, ἐπ' ὄνου κάθηται, τοῦτο καὶ μόνον λέγων ἐλέησόν με, ἀληθῶς βασιλεῦ.» Μετὰ δὲ τὸν Μιχαὴλ Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ἔτη ιβʹ μῆνας γʹ. καὶ τηνικαῦτα ἐκλογὴν ποιεῖται κορασίων, ὧν μία 536 καὶ ἡ Κασία, ἣν δὴ καὶ ἀποπέμπεται διὰ τὴν πλὴρη συνὲσεως ἀπόκρισιν αὐτῆς· μῆλον γὰρ ἐπιδεδωκὼς αὐτῇ ὡς ἐρασθεὶς δῆθεν ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ εἰπὼν ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα,» ἤκουσεν ἐξ αὐτῆς ὅτι καὶ ἀπὸ γυναικὸς πηγάζει τὰ κρείττονα. ἐφ' ᾧ καὶ τὴν Παφλαγόνα Θεοδώραν ἠγάγετο. οὗτος καθ' ἑκάστην ἑβδομάδαν διὰ τῆς ἀγορᾶς ἔφιππος εἰς τὸν ἐν Βλαχέρναις ναὸν ἀπήρχετο· εἰ γὰρ καὶ τιμὴν ταῖς ἁγίαις εἰκόσιν οὐκ ἔνεμεν, ἀλλὰ τῷ σωτῆρι καὶ αὐτῇ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. οὗτος καὶ περὶ τῶν ἐν τῇ ἀγορᾷ προκειμένων ὠνίων ἠρώτα, καὶ εἰ πολλοῦ ἐπιπράσκοντο, κατὰ τοῦ ἐπάρχου ὠργίζετο. τούτῳ προσῆλθέ τις γυνὴ παρὰ τοῦ τῆς Αὐγούστας συγγόνου Πετρωνᾶ ἀδικουμένη· οἴκημα καὶ γάρ τι ὑψώσας ἔβλαπτε γειτονοῦσαν αὐτήν. ὁ γοῦν Πετρωνᾶς ἐπεφωνήθη μέν, οὐ διωρθώσατο δέ. ἐφ' ᾧ αἰκίζεται δεινῶς, καὶ τοῦ οἰκήματος ἀνατραπέντος ἡ ὕλη πᾶσα τῇ γυναικὶ δίδοται. ἡνίκα δὲ καὶ προκύψας τὸ τῆς δεσποίνης εἶδεν ἔγγομον πλοῖον, πυρίκαυστον κελεύει γενέσθαι, λέγων βασιλέα με τοῦ θεοῦ ἀναδείξαντος, σὺ βιάζεις ποιῆσαί με ναύκληρον. ἄλλως τε εἰ μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι σπεύδομεν, πόθεν ἂν τὰ πρὸς ζωὴν οἱ ἰδιῶ ται πορίζοιντο;» τοσοῦτον δὲ μεγαλοπρεπὴς βασιλεὺς ὁ Θεόφιλος ἦν ὥστε καὶ θαυμαστά τινα φιλοτεχνήσασθαι ὄργανα. πνεῦμα καὶ γὰρ ἐκεῖθεν ἐν μηχανῇ τινὶ ἀναπεμπόμενον μελῳδίαν ἀπήχει
172
τερπνὴν καὶ εὐκέλαδον. ἀλλὰ καὶ χρυσᾶ κατεσκεύασε δένδρα, ἐν οἷς παντοδαποὶ στρουθοὶ καθήμενοι μελῴδημα μελιτόεν ἐξέχεον. Ἀνθρώπιόν τι ἐν ἀνακτόροις περιεστρέφετο, παρακοπὴν φρενῶν ἔχον, Δένδερις καλούμενον. ποτὲ γοῦν ὁ βασιλεὺς ἐρωτήσας αὐτὸ πόθεν ἥκει, παρὰ τῇ Μάννᾳ πορευθῆναι ἔλεγεν· οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν. ἀλλὰ καὶ νινία καλὰ διεβεβαιοῦτο ἔχειν αὐτήν. εἰκόνας οὖν ὁ βασιλεὺς ὑποτοπάσας εἶναι τὰ νινία κατὰ τῆς βασιλίδος ἐξώργιστο. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο· οὐδὲ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις» ἔλεγεν, ἀλλ' ἐνατενιζούσης μου τῷ κατόπτρῳ τὰς ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφάς, ἃς δὴ καὶ νινία ὠνόμασεν.» ἐπὶ τοσοῦτον δὲ ἀπεστρέφετο τὰς εἰκόνας ὁ Θεόφιλος ὥστε καὶ τὸν ἱερὸν Μεθόδιον, ἅτε τῶν εἰκόνων ὑπερμαχόμενον, ἐν σπηλαίῳ τινὶ κατέκλεισεν ὥσπερ νεκρὸν ἐν μνημείῳ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο λῃστὰς σὺν αὐτῷ. τότε δὴ τότε καὶ τελευτήσας ὁ εἷς πόσης δυσοσμίας αἴτιον τῷ μακαρίῳ γέγονε; τηνικαῦτα καὶ οἱ κεντηθέντες τὰ μέτωπα 538 πρὸς τὴν ὑπερορίαν στελλόμενοι γραφὴν ἐγχαράττουσι τῷ Μεθοδίῳ διά τινος ἰχθυοθήρα ἐν μέτρῳ ἰαμβείῳ κατὰ λέξιν ἔχουσαν οὑτωσί. τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. ἀντιγράφει δὲ καὶ αὐτὸς πρὸς αὐτούς τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. τὸν μέντοι Μεθόδιον παραδόξως ὁ θεὸς ἐκεῖθεν ἐξήγαγεν. ὁ γὰρ Θεόφιλος φιλολόγος ὢν γραφαῖς τισὶ δυσνοήτοις ἐνέτυχεν, ὧν τὴν λέξιν οὐχ εὕρισκεν. ἀκούσας οὐν παρά τινος ὡς οὐδεὶς ἕτερος τὰς τοιαύτας σαφηνίσει γραφὰς εἰ μὴ ὁ ἐν μνήματι Μεθόδιος, ἐκεῖθεν αὐτὸν αὐτίκα μετεκαλέσατο καὶ διὰ τιμῆς εἶχεν ὅτι πολλῆς. αἱ μέντοι σιαγόνες αὐτοῦ παραλυθεῖσαι ὑπὸ Θεοφίλου διὰ τὸ τῶν ἁγίων εἰκόνων ὑπερλαλεῖν (μετὰ γὰρ τὴν ζʹ σύνοδον ὁ βασιλεὺς οὗτος τὴν εἰκονομαχίαν ἀνενέωσεν) ὀθόνῃ λεπτῇ ἐδέδεντο. ταύτῃ τοι καὶ συνήθεια μέχρι τοῦ νῦν, ὡς οἶμαι, κεκράτηκεν ἐν ἀρχιερεῦσι τὸ καὶ τοῖς ἐμπροσθίοις μέρεσι δεδεμένας ἔχειν ὀθόνας. 539 Ἀλλὰ καὶ τελευτῶν ὁ Θεόφιλος ἠξίου μήτε τὰς ἁγίας εἰκόνας ἀναστηλωθῆναι μήτε τὸν πατριάρχην Ἰωάννην τὸν καὶ γόητα καθελεῖν. ἀλλὰ μετὰ θάνατον ἐκείνου καθελοῦσα τοῦτον ἡ Θεοδώρα τὸν ἱερὸν ἀντεισῆξε Μεθόδιον, εἰ καὶ γύναιόν τι πορνίδιον οἱ ἐξ ἐναντίας ὑπελθόντες διαβάλλουσι τὸν Μεθόδιον. κρίσις οὖν ἐπὶ τούτοις προβαίνει, καὶ τὸ κράσπεδον ἄρας ἀπογυμνοῖ τὴν αἰδῶ. ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μεμαρασμένη. καὶ τὴν αἰτίαν ἐρωτηθεὶς δι' ἣν ὁ τοσοῦτος γέγονε μαρασμός, ἔλεγεν ὅτι ποτὲ κατὰ χρείαν εἰς Ῥώμην σταλείς, κἀκεῖσε πύρωσιν παθὼν σαρκικήν, δέομαι τῶν μαθητῶν τοῦ Χριστοῦ. ἐφ' ᾧ καὶ δοκῶ κατ' ὄναρ ἰδεῖν τὸν κορυφαῖον Πέτρον, καὶ οὗ τῆς αἰδοῦς ἁψαμένου μου πῦρ ἐδόκουν αὐτὴν περιβόσκεσθαι. ἔκτοτε οὖν τὰ μόρια ταῦτα νενέκρωται, καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε. καὶ ἡ μὲν πρώτη γυνὴ τὸν Ἀδὰμ ἐξάγει τοῦ παραδείσου, ἡ δὲ κυρὰ Θεοδώρα εἰσάγει τὸν ὁμόζυγον αὐτῆς εἰς τὸν παράδεισον. ὡς οὖν ἔλαβε πληροφορίαν τοῦ πράγματος, φιλοφρονεῖται τοὺς ἁγίους τούτους πατέρας, δι' ὧν ἄρα καὶ ἡ πρὸς θεὸν γέγονε δέησις. ἡνίκα γοῦν ἐφιλοφρόνει αὐτούς, συμπαρῆν καὶ ὁ γραπτὸς Θεοφάνης Νικαίας. ταύτης οὖν ἐνατενιζούσης αὐτῷ καὶ τὰ στίγματα θαυμαζούσης ἔλεγε τί με 540 συχνῶς ὁρᾷς; τότε διαδικάσομαι περὶ τούτου τῷ ἀνδρί σου.» ἣν δὴ καὶ πολλὰ δυσχεράνασαν τούτου ἕνεκεν ὁ πατριάρχης παρεμυθεῖτο Μεθόδιος. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἐπὶ τῆς τοῦ Θεοφίλου βασιλείας Λέων ὁ φιλόσοφος ἦν, κεκρυμμένος μὲν τοῦ πρώτου καὶ πάντῃ ἄγνωστος ὤν, τούτῳ δὲ γεγονὼς τῷ τρόπῳ κατάδηλος. νεανίας τις γεωμετρικῆς ἐπιστήμης ἔμπειρος ὢν αἰχμάλωτος ἄγεται. εἶτα παρὰ τοῦ κατέχοντος αὐτὸν Ἀρμεμουμνῆ ζήτησις γίνεται γεωμετρικῶν θεωρημάτων.
173
παρίσταται καὶ ὁ νεανίας, τὴν αὐτοῦ σοφίαν δείκνυσι, θαυμάζεται. ἐρωτᾶται εἰ καί τινες ἕτεροι τοιοῦτοι παρὰ τῇ βασιλευούσῃ εὑρίσκονται. καὶ ὁ Ἀρμεμούμνης μαθὼν περὶ τοῦ σοφοῦ Λέοντος, τίς τε ἦν καὶ ὅπως εἰς ἄκρον ἐληλάκει πάσης σοφίας καὶ ἐπιστήμης, γράφει πρὸς τὸν βασιλέα Θεόφιλον ὡς ἂν ἀποστελεῖ τὸν φιλόσοφον πρὸς αὐτόν· ἀντὶ δὲ τούτου δοθήσεται χάρις χρυσίου κεντηνάρια ρʹ καὶ φιλία αἰώνιος. καὶ ὁ Θεόφιλος ἄτοπον κρίνας εἰ τὴν τῶν ὄντων γνῶσιν, δι' ἣν τὸ τῶν Ῥωμαίων γένος θαυμάζεται, ἔκδοτον ποιήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα οὐκ ἐπένευσε. γνωρίζεται οὖν ἐντεῦθεν ὁ τὰ πάντα σοφώτατος Λέων, διδάσκαλος προχειρίζεται, τελευταῖον εἰς τὸν τῆς Θεσσαλονίκης θρόνον ἀνάγε ται παρὰ πατριάρχου Ἰωάννου τοῦ μεγάλου. τῶν εἰκονομάχων τηνικαῦτα καθαιρεθέντων συγκαθῃρέθη καὶ αὐτός. μεγίστην δὲ τιμὴν παρά γε τοῖς Θεσσαλονικεῦσιν ἔφερε καὶ δι' ἄλλα μὲν πολλά, μάλιστα δὲ δι' ἣν ἐπήνεγκε τοῦ λιμοῦ λύσιν, τὴν τῶν ἀστέρων ἐπιτολὴν διασκεψάμενος κἀκείνους ἀναπείσας τὰ σπέρματα τηνικαῦτα καταβαλεῖν. Ὁ μέντοι Θεόφιλος γαμβρὸν εἶχεν Ἀλέξιον, οὗ Μωσηλὲ τὸ ἐπώνυμον· καὶ Μανουήλ τις ἐν αὐτῷ παραδυναστεύων ἦν. ὁμοίως καὶ Θεόφοβός τις, ὃν δὴ καὶ θανάτῳ καθυποβληθῆναι κελεύει, μή ποτε νεώτερόν τι εἰργάσηται. ἀφαιρεῖται οὖν ἡ ἐκείνου κεφαλὴ καὶ τῷ Θεοφίλῳ προσάγεται. τῶν οὖν τριχῶν αὐτῆς ἁψάμενος ἔφη οὔτ' ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος.» ἐπὶ τούτοις οὖν ἐξηρεύξατο τὴν ψυχὴν δυσεντερίᾳ πρότερον συσχεθείς· τὸ δὲ ταύτης αἴτιον ψυχροποσία. Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ μεθυστὴς σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδʹ, καὶ μόνος ἔτη ιαʹ. κατάγει δὲ αὐτὴν καὶ ἀποκείρει· μόνος γὰρ ἤθελε σκῆπτρα τὰ Ῥωμαίων ἰθύνειν, εἰ καὶ μὴ πρὸς καλὸν ἀπέβλεπε τὰ ἐκείνου. τιʹ γὰρ οὐκ ἔλεγε; τιʹ δὲ οὐκ ἔπραττε; πολλάκις καὶ μηδέ τινος χρείας κατεπειγούσης, χωρὶς φυλάκων καὶ φρουρᾶς, ἄτερ δορυφορούντων, ἐπὶ μέσων ἐκεῖνος τριόδων παρώδευε. καὶ τιʹ χρὴ 542 πολλὰ λέγειν; ἐπὶ χείρονα καθ' ἑκάστην προκόπτων ζωήν, καὶ κατ' αὐτῶν ἐλύττησε τῶν μυστηρίων ὁ κάκιστος. βαλὼν γὰρ εἰς κρατῆρα δριμύτατον σίνηπι τὴν ἁγιστείαν ἐκεῖθεν ἐτέλει τὴν μυστικήν, παίζων ὁ τάλας ἐν οὐ παικτοῖς καὶ γελῶν ἐν ἀγελάστοις ὁ δείλαιος. ἡ μέντοι Θεοδώρα παραδίδωσι πρὸς αὐτὸν χρυσοῦ κεντηνάρια ϛʹ καὶ ἀργυρίου ὡσεὶ γʹ. ἀλλ' ὁ Μιχαὴλ τρία καὶ μόνα τελευτῶν ἀφῆκε, κρατήσας ἔτη ιαʹ μετὰ τὴν Θεοδώρας διάζευξιν· περὶ γὰρ μέθας καὶ ἱπποδρομίας κατήγετο. τοσοῦτον δὲ τῶν τοιούτων ἐξείχετο θεάτρων ὡς αὐτὸς μὲν φορεῖν τὸ Βένετον καὶ ἱππηλατεῖν, ὁ δὲ λογοθέτης τὸ Πράσινον. καί ποτε γοῦν τοῦ ἱππικοῦ ἐνστάντος ἀγῶνος ὁ τοῦ δρόμου πρωτονοτάριος ἐφίσταται λέγων ὅτι ἐν τοῖς Μελαγγείοις, ἅτινα Μελάγυνα ἰδιωτικῶς λέγονται, Σαρακηνοὶ προσέβαλον· καὶ ὁ βασιλεὺς ἐν τοιούτῳ μοι» ἔφη ἀγῶνι, καὶ τὸν μέσον εὐώνυμον καταστῆσαι σπεύδοντι, αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς ἀγγελίαν ἐπάγεις μοι;» τοιούτοις οὖν ὁ Μιχαὴλ ἐνασχολούμενος τοὺς βασιλικοὺς ἐκένωσεν, ὡς εἴρηται, θησαυρούς· καὶ αὐτοὺς γὰρ τοὺς ἡνιόχων παῖδας ἐκ τῆς ἱερᾶς κολυμβήθρας ἀναλαμβανόμενος ἐδίδου ἑκάστῳ αὐτῶν ἀνὰ χρυσίου λίτρας ρʹ. Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τὴν τοῦ Μιχαὴλ ἀβελτηρίαν 543 παρίστησιν. ἀπὸ Ταρσοῦ μέχρι καὶ αὐτοῦ τοῦ παλατίου φρυκτοὶ κατά τινας τόπους ἀνεφλέγοντο κατὰ διάδοσιν τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς προμηνύοντες. ἡνιοχείας οὖν τελουμένης κατά γε τὸν ἐν τῷ στενῷ τοῦ μεγαλομάρτυρος ναὸν Μάμαντος, καὶ τὸ Βένετον ἐνδεδυμένου τοῦ βασιλέως αὐτοῦ, ἀγγελία γέγονεν ἀπό γε τοῦ κατὰ τὸν Φάρον φρυκτοῦ. ἀνίᾳ γοῦν ἐπὶ τούτῳ συσχεθεὶς ὁ βασιλεὺς ἐκ μέσου ποιεῖ τοὺς θαυμαστοὺς ἐκείνους φρυκτούς, ὡς μηκέτι τοιαύταις ἀγγελίαις οἱ θεαταὶ δειλαινόμενοι τὸ θέατρον καταλύωσιν. Οὗτος ὁ Μιχαὴλ χρημάτων ἀπορήσας καὶ τὰς χρυσᾶς ἐκείνας πλατάνους, ἃς ὁ φιλόσοφος κατεσκεύασε
174
Λέων, ὡς ἄνωθεν ἔφημεν, ἐν αἷς στρουθοὶ καθήμενοι διὰ μηχανῆς ἐκελάδουν, ὡσαύτως δὲ καὶ τοὺς λέοντας, ἃ πρὸς ἔκπληξιν τῶν ἐθνῶν μεμηχάνηται (καὶ οὗτοι γὰρ ἔστιν ὅτε βρυχώμενοι ἐθαυμάζοντο), κατακόψας ἀνάλωσεν. Ἐπὶ τούτοις οὖν ἡ Θεοδώρα πολλὰ παραινοῦσα τὸν Μιχαὴλ τῶν βασιλείων ἔκπτωτος γίνεται· ὁ γὰρ ἐκ μητρὸς αὐτῷ θεῖος, ᾧ Βάρδας ὄνομα, πάντα κάλων κινήσας καὶ παντοίως ὑπελθὼν αὐτόν, τὴν μὲν βασίλισσαν πόρρω γενέσθαι τῶν βασιλείων οἰκονομεῖ, ἑαυτὸν δὲ προχειρισθῆναι Καίσαρα. ἔκτοτε οὖν πάντα ποιῶν ὡς ἀντάναξ οὐ διέλιπε. 544 πρὸς τούτοις δὲ καὶ παρανομίαν ἐτόλμα, υἱοῦ γνησίου γαμετῇ συνεφθείρετο. μανθάνει ταῦτα καὶ ὁ τότε πατριάρχης Ἰγνάτιος· ἐφ' ᾧ νουθετεῖ, παραινεῖ, καὶ τελευταῖον ἐκδιώκει τῶν ἁγιασμάτων αὐτόν. μαίνεται ὁ Βάρδας, καὶ τὸν μὲν Ἰγνάτιον τῆς ποίμνης ἐξίστησιν, ἀντ' αὐτοῦ δὲ προχειρίζεται Φώτιον. ἀλλ' ἐντεῦθεν οἵοις καὶ ὅσοις ἐβλήθη δεινοῖς παρὰ Φωτίου ὁ Ἰγνάτιος, ἵν' ἑκὼν φανείη παραιτούμενος, οὐκ ἔστιν εἰπεῖν. ἀπορριζοῦσι γὰρ αὐτοῦ τοὺς ὀδόντας, προσεφαπλοῦσι γυμνὸν κοπροφέρτῳ τινὶ λάρνακι τὸν τοῦ καταπτύστου Κοπρωνύμου φερούσῃ νεκρόν. ἀλλ' οὐκ ἐπὶ πλέον ἀνέχεται ὁ θεός· ὁ μὲν γὰρ Φώτιος αὐτίκα τοῦ θρόνου ἐκβάλλεται, ὁ δὲ Βάρδας κακῶς τῶν ὧδε μεθίσταται. κατὰ γὰρ τοῦτο καὶ σημεῖά τινα τὸν ὄλεθρον αὐτοῦ κατεμήνυον, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνειράτων ἀλλόκοτοι. ἐδόκει γὰρ ὁ Βάρδας πρὸς τὴν μεγάλην ἐκκλησίαν ἀπελθεῖν, καὶ τῷ τοῦ πατριάρχου θρόνῳ τὸν κορυφαῖον Πέτρον ἰδεῖν ἐγκαθήμενον, καὶ τοῖς ποσὶν αὐτοῦ τὸν ἁγιώτατον Ἰγνάτιον ἐγκυλινδούμενον, κἀκεῖθεν ὧν ἔπαθε παρὰ τοῦ Καίσαρος αἰτοῦντα ἐκδίκησιν. καὶ ὁ Βάρδας εὐθέως ἑώρα ῥομφαίαν διδομένην ὡς ὑπ' αὐτῆς αὐτὸν μεληδὸν διατμηθῆναι. οὐ πολὺς διῆλθε καιρός, καὶ κατὰ τοῦ Βάρδα θάνατος μελετᾶται παρὰ Μιχαὴλ τὴν 545 ἐκείνου δυναστείαν δεδοικότος. ξιφήρεις οὖν τοὺς κατ' αὐτοῦ ἐπιόντας ὁ Βάρδας ἰδὼν τοῖς τοῦ βασιλέως ἑαυτὸν ἐπιρρίπτει ποσίν. ἀλλ' ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσι. τὰ δὲ παιδογόνα αὐτοῦ μόρια κοντῷ ἀπαιωροῦσι καὶ τῷ λαῷ παραδειγματίζουσι. Μετὰ δὲ ταῦτα φυσικῆς γονῆς ὁ Μιχαὴλ ἀπορῶν, ὥς φησιν ὁ Σκυλίτζης, καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε ὢν ἅτε τοῦ Βάρδα ἐξ ἀνθρώπων γενομένου, εἰσποιεῖται τὸν Βασίλειον εἰς υἱόν, καὶ τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας διάδημα μετὰ μικρὸν αὐτῷ παρατίθησιν. εἶθ' οὗτος ὁ Μιχαὴλ παρὰ Βασιλείου ἐλεγχόμενος ἐφ' οἷς ἔπραττε, ποιῆσαι τοῦτον ἐκ μέσου ἐφρόντιζε. τιʹ γοῦν ποιεῖ; Βασιλίσκον τινὰ (φιλοτιμήσασθαι γὰρ ἤθελεν αὐτόν, ὅτι προφθάσας ὕμνησε τὸ κράτος αὐτοῦ διὰ τὸ καλῶς δῆθεν ἡνιοστροφῆσαι) εἰς μέσον ἀγαγὼν τὴν πορφύραν αὐτὸν ἐνδύει καὶ τὸ διάδημα, πρὸς τὴν γερουσίαν εἰπών πάλαι μὲν οὖν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν, ἢ τὸν Βασίλειον ἐφ' ᾧ καὶ μεταμεμέλημαι.» ἀλλ' ἐντεῦθεν ἡ τοῦ Μιχαὴλ κατάλυσις λαμβάνει ἀρχήν, εἰ καὶ μᾶλλον ἀκρατοποτῶν οὐ διέλιπε τοῖς ὑπ' αὐτὸν πολλὰ κακὰ προξενῶν, ἄλλου μὲν ὦτα κελεύων ἀφαιρεῖσθαι, ἑτέρου δὲ 546 ῥῖνα καὶ κεφαλὴν ἄλλου. ἀλλ' ἐν τούτοις ἐμποδίζοντα τὸν 546 Βασίλειον εἶχεν. ἐφ' ᾧ δόλον μελετᾷ κατ' αὐτοῦ· ἐνέσκηψε γάρ τινι βέλος ἀφιέναι τῷ δοκεῖν μὲν κατα θηρίου τῇ δὲ ἀληθείᾳ κατὰ Βασιλείου. καὶ ὃς πάντα ἐννοήσας ἔδρασε μᾶλλον ἐπὶ Μιχαὴλ ὅπερ αὐτὸς ἔμελλε ἀπ' αὐτοῦ παθεῖν· ἐφ' ᾧ καὶ φονεύει αὐτὸν κατὰ τὸν ἅγιον Μάμαντα. Κρατεῖ οὖν μετὰ Μιχαὴλ τὸν μεθυστὴν Βασίλειος ὁ Μακεδὼν ἔτη κʹ. οὗτος βρεφύλλιον ὤν, καθά φησι Ζωναρᾶς, ἔκειτο τῷ ἡλίῳ θαλπόμενος ἅτε δὴ τῶν αὐτοῦ γονέων περὶ τὸ θέρος ἀσχολουμένων· πάνυ καὶ γὰρ ἦσαν πτωχοί. ἀετὸς δὲ τηνικαῦτα καταπτὰς ἐσκίαζεν αὐτὸν ταῖς πτέρυξιν. ἡ γοῦν μήτηρ αὐτοῦ καὶ πολλάκις ἀποσοβῆσαι ἐπιχειρήσασα τοῦτον, καὶ μὴ δυνηθεῖσα, ἀγαθὸν οἰώνισμα τὸ τοιοῦτον ἔκρινε δρᾶμα. ἀλλὰ καὶ ἀπὸ κώμης ὁ Βασίλειος οὗτος ὥρμητο
175
γειτονούσης τῇ μεγαλοπόλει Ἀδριανουπόλεως, καὶ ἀνδράποδον δὲ τοῖς Βουλγάροις συναπήχθη ποτέ. φυγὼν οὖν ἐκεῖθεν πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ τῷ τοῦ ἁγίου Διομήδους προσπελάζει ναῷ, κακεῖσε ὑπνώττει ἐν κλίνῃ λιθοπλινθίνῃ. τηνικαῦτα ὁ ἐκεῖσε νεωκόρος τρίτον ἀφυπνίζεται δι' ἀγγέλου λέγοντος ἔσω τὸν βασιλέα εἰσάγαγε.» πείθεται ὁ νεωκόρος, θεραπείας ἀξιοῖ τὸν βασιλέα. εἶτα τιʹ; διὰ τὴν 547 αὐτοῦ ἀνδρείαν τῷ Μιχαὴλ γνωρίζεται, τῶν ἵππων φροντιστὴς καθίσταται, μετὰ ταῦτα παράκοιτος καὶ τελευταῖον κράτωρ ἀναγορεύεται, τοῦ θεοῦ τὰ τοιαῦτα καὶ πρὸ πολλοῦ πάντως δεικνύοντος. ὅρα γὰρ ὅτι καί ποτε μετὰ τοῦ κυρίου αὐτοῦ τοῦ Θεοφιλίτζη ἔν τινι τόπῳ ἀπῆλθεν ἔνθα διορατικός τις ἐτύγχανε μοναχός, ὃς τὸν μὲν Θεοφιλίτζην παρεώρα, τὸν δὲ Βασίλειον διὰ τιμῆς ἐποιεῖτο πολλῆς, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ὑπό τινος ἔλεγε βασιλέα ἰδεῖν αὐτὸν ἄντικρυς. κρατεῖ οὖν, ὡς εἴρηται, μετὰ τὸν Μιχαὴλ ὁ Βασίλειος. καὶ τῆς ἐκκλησίας εὐθέως τὸν Φώτιον ἐξωθεῖ, καὶ πάλιν Ἰγνατίῳ τὸν θρόνον ἀποδίδωσιν. ἀλλὰ καὶ τὴν γερουσίαν τηνικαῦτα μετακαλεσάμενος τοὺς βασιλικοὺς ὑπανοίγει θησαυρούς, ὥς φησιν ὁ Σκυλίτζης· καὶ ἀπό γε τῶν τοσούτων χρημάτων οὐδὲν ἄλλο εὕρηται ἢ χρυσοῦ κεντηνάρια τρία. ποῦ δὲ ταῦτα κενοτομηθῆναι ἔφθασε μαθὼν Βασίλειος οἰκονομεῖ καὶ πάλιν πρὸς τὸν δημόσιον ἀντιστραφῆναι. τὰ ἡμίση λοιπὸν ἀφ' ὧν ἔλαβεν ἀπὸ τοῦ Μιχαὴλ ἕκαστος ἀφαιρούμενος ἐπισυνάγει χρυσοῦ κεντηνάρια τʹ. Τοσοῦτον δὲ καλῶς ὁ Βασίλειος ἦρχε καὶ τοσοῦτον δικαιότατος ἦν, ὡς καὶ δικαστὰς τάξαι καὶ τὰς ὑποθέσεις ποιεῖν ἔν τε τῇ Μανναύρᾳ καθημένους καὶ τῷ ἱπποδρόμῳ. 548 ἐτύπωσε δὲ καὶ σιτηρέσια λαμβάνειν αὐτούς, ὥστε μὴ τῶν ὑποθέσεων καταφρονεῖν. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ὡς μὴ τῷ λιμῷ τηκόμενοι τὰς δίκας ἀπαγορεύοιεν. λέγεται δὲ ὅτι καὶ κατιὼν ἐνταῦθά ποτε ὁ βασιλεὺς καὶ μηδέ τινα εὑρὼν ἐγκαλοῦντα, καὶ ὑποπτεύσας μή πως ἐμποδίζονται τοῦ πρὸς αὐτὸν εἰσέρχεσθαι οἱ ἀδικούμενοι, δορυφόρους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔπεμψε, ὧν δὴ καὶ ὑποστρεψάντων, καὶ μηδέ τινα τοιοῦτον λεγόντων εὑρεῖν, μεθ' ἡδονῆς ἀπέσταξε δάκρυον καὶ τῷ θεῷ χάριτας ὡμολόγει, εἴγε κατὰ τὴν αὐτοῦ βασιλείαν οὐκ ἔστιν ὁ ἀδικούμενος. Ὁ εἰς ἀδοξίαν ἀπὸ δόξης περιπεσὼν παραμυθίας ἀπολαυέτω, τὴν ἄνω καὶ κάτω φορὰν τῶν τῆς ἁμάξης τροχῶν συστρέφων καθ' ἑαυτόν· τῆς γὰρ ἀστάτου τῶν ἀνθρώπων εὐδαιμονίας εἰκὼν αὕτη ἐστὶ προφανής. ὁποῖον δὴ πάλαι πεποίηκε καὶ ὁ σουλδάνος ἐκεῖνος ὁ βάρβαρος. οὗτος γὰρ ὑπὸ τοῦ τῆς Φραγγίας ἄρχοντος κατασχεθεὶς καὶ διετίαν ἐν τῇ φρουρᾷ ποιήσας οὐκ ὤφθη γελάσας ποτέ. μετὰ δὲ ταῦτα γελάσαι τοῦτον ὁ Φράγγος μεμαθηκὼς ἐρωτᾷ τὴν αἰτίαν. καὶ 549 ὃς ἔλεγε τροχὸν ἰδεῖν ἁμάξης ποτὲ ἄνω ποτὲ δὲ κάτω φερόμενον, καὶ τούτῳ τὰ κατ' αὐτὸν παρεικάσας τὸ τοῦ βίου γελάσαι ἀνώμαλον. τῷ Φράγγῳ λοιπὸν ᾠκείωτο ἔκτοτε, καὶ σύμβουλος ἦν ἐκείνῳ διὰ τὴν αὐτοῦ σύνεσιν. Ὁ Βασίλειος δὲ μετὰ τὸ κρατῆσαι κατὰ Συρίας ὥρμησε· καὶ Γερμανικόπολιν δέ τινα λεγομένην Ἄδατα πολιορκῶν, καὶ ταύτην ὁρῶν τῆς πολιορκίας ὀλιγωροῦσαν ἔφη ἐφ' ὅτῳ πεποιθότες ἀμερίμνως οὕτως ἔχουσι;» γέρων δέ τις ἐκεῖθεν ἀπεκρίνατο οὐ παρὰ σοῦ, ὦ βασιλεῦ, ἡ πόλις ἡμῶν ἁλῶναι νυνὶ πέπρωται, παρὰ δέ του τῶν σῶν ᾧ Κωνσταντῖνος ὄνομα.» καὶ ὃς ὑποδείξας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον, ἤκουσεν ὡς οὐκ ἔστιν αὐτός, ἀλλ' ἕτερός τις μετὰ χρόνον συχνὸν ἔκ σου ἀναφύς. καὶ ὁ Βασίλειος ἵνα τὴν πρόρρησιν διημαρτημένην ἐλέγξῃ, ἐπὶ πλέον τῇ πολιορκίᾳ προσέκειτο. ἀλλὰ μηδὲν ἀνύσας κενὸς ἐκεῖθεν ὑπέστρεψεν. Οὗτος ὁ Βασίλειος, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν μεθυστήν, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς πόλεως τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς, ὧν εἷς καὶ ἡ ἐν τῷ παλατίῳ λεγομένη νέα. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν ἐπ' ὀνόματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν οἱ
176
πραγματευό μενοι οἶκον προσευχῆς. πολλὰ μὲν οὖν καὶ ἄλλα καινουργήσας ὁ Βασίλειος καὶ κινστέρναν ἀπεκάθῃρέ τινα, ἣν ὁ βασιλεὺς Ἡράκλειος ἀπέχωσε, κῆπον αὐτὴν ποιήσας λαχάνων. τοῦτο δὲ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸς τῆς Μανναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ καὶ τοῦ Λαυσακοῦ. ὁ γὰρ Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος μαθὼν ὡς ἐξ ὕδατος αὐτὸν ἀνάγκη τελευτᾶν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις ἐποίησεν. Ὁ μέντοι τοῦ βασιλέως υἱὸς Κωνσταντῖνος νοσήσας ἀπέθανε. καὶ ὁ αὐτοκράτωρ τὸν αὐτοῦ θάνατον οὐ φέρων ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. μοναχὸς δέ τις Εὐχαϊτῶν πρόεδρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον, δεῖξαι λέγεται τῷ βασιλεῖ τεθνηκότα υἱὸν αὐτοῦ καθάπερ ζῶντά τινα· κατὰ γὰρ λόχμην τινὰ τὸν Κωνσταντῖνον ἔφιππον συναντῆσαι τῷ πατρὶ αὐτοῦ κατὰ φαντασίαν ἐποίησεν, ᾧ δὴ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλήσας οὐκέτι τοῦτον ἑώρα. καὶ ὁ μὲν βασιλεὺς μεγάλως περὶ τὸν μοναχὸν ἐφαντάζετο, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ Λέων ὁ φιλόσοφος φαρμακὸν ἐκάλει τὸν μοναχὸν καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. πληγεὶς οὖν 551 ἐπὶ τούτοις τὴν ψυχὴν ὁ Σανταβαρηνὸς τοιοῦτόν τι ἐπινοεῖται. πείθει τὸν Λέοντα, καὶ ξιφίδιον ἐντὸς τοῦ ὑποδήματος φέρειν παρασκευάζει ὁπηνίκα τῷ πατρὶ συνθηρεύων ἦν. οὐδὲ γὰρ τὸν δόλον ἐνόησεν. ἐφ' ᾧ καὶ ἐπίβουλον προσαγγέλλει αὐτόν. δεσμεῖται λοιπόν, καὶ ἐν ἑνὶ τῶν βασιλικῶν κατακλείεται θαλάμων, καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα. μετὰ δὲ ταῦτα συμπόσιον μετὰ τῶν ἐν τέλει ποιεῖται ὁ κρατῶν κατὰ τὴν παλαιὰν συνήθειαν. ψιττακὸς οὖν ἐκεῖσε ἀπῃωρημένος Λέον Λέον ἐβόα πυκνά· ὀδυρομένου καὶ γάρ τινος τὸν Λέοντα τὴν φωνὴν ἐμιμήσατο. ἀφορμῆς οὖν ἐντεῦθεν δραξάμενοι δέονται τοῦ βασιλέως περὶ τοῦ Λέοντος, λέγοντες ὡς εἰς κατηγορίαν ἡμῶν ἔσται τουτὶ τὸ ζῶον, εἴπερ αὐτὸ μὲν τὸν οἰκεῖον ἀνεκαλεῖτο δεσπότην, ἡμεῖς δὲ ἀμνημονοῦμεν ἐπὶ τοσοῦτον αὐτοῦ. ταύτῃ τοι καὶ οὐκ ἀποτυγχάνουσι τοῦ σκοποῦ. Πρόσεχε δέ, ἀγαπητέ, ὅτι διαφωνοῦσιν ἐνταῦθα πρὸς ἀλλήλους οἱ χρονογράφοι. ὁ γὰρ Σκυλίτζης φησὶν ὅτι γονῆς ἠπόρει φυσικῆς ὁ Μιχαήλ· οἱ γὰρ μέθαις ἀεὶ ἐνασχολούμενοι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα δεινοί, γόνιμον οὔμενουν ἔχουσι τὸ σπέρμα πρός γε τὰ τῆς Ἀφροδίτης μυστήρια. εἰ δὲ τοῦτο, πῶς λοιπὸν ὁ Λέων υἱὸς τοῦ Μιχαήλ; ὁ δὲ Ζωναρᾶς φησὶν ὅτι τῇ μὲν ἀληθείᾳ υἱὸς τοῦ Μιχαὴλ 552 ἦν, τοῦ Βασιλείου δὲ τῷ δοκεῖν· ἡ γὰρ μήτηρ τοῦ Λέοντος (Εὐδοκία δὲ ἦν αὕτη, τοῦ Ἴγκηρος θυγάτηρ) συμφθειρομένη πρότερον τῷ Μιχαήλ, ἔγκυος τῷ Βασιλείῳ παρ' αὐτοῦ συνεζεύγνυτο. τοσοῦτον γὰρ αὐτὸν ὁ Μιχαὴλ ᾠκειώσατο ὥστε καὶ διάδημα περιθεῖναι, τὴν ἀφορμὴν ἐκ τοῦ θρασέος ἵππου λαβών, ᾧ οὐδεὶς ἐπιβῆναι ἐτόλμα· θαυμαστὸς γὰρ ἦν Βασίλειος κατά γε εἶδος καὶ τόλμαν. Ὁ βασιλεὺς οὗτος Βασίλειός ποτε κυνηγετῶν εὐμεγέθει ἐντυγχάνει ἐλάφῳ. ἡνίκα γοῦν χεῖρα ξιφήρη κατὰ τῆς ἐλάφου ᾖρεν, ἀντέστη τὸ ζῶον καὶ τοῖς κέρασιν ἠμύνατο τὸν διώκοντα. καὶ τῇ ζώνῃ δὲ τοῦ βασιλέως ἐμπαρέντος τινὸς τῶν παραφυομένων κεράτων μετέωρος ἐκεῖνος τοῖς κέρασιν ἐφέρετο· καὶ τάχα ἂν ἠνάλωτο εἰ μή τις ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο. ᾧ δὴ καὶ σῶστρα καλὰ δέδωκεν ὁ ὑπ' ἐκείνου σωθείς, τὴν τῆς κεφαλῆς ἐκτομήν, λέγων ὅτι κατὰ βασιλέως ξίφος ἐγύμνωσεν. Ἐπὶ τούτοις οὖν ὁ θεῖος Ἰγνάτιος τῶν ὧδε μεθίσταται. ὁ μέντοι Φώτιος ἀεὶ διψῶν τοῦ θρόνου, καὶ σπουδεύων ἐπιτεύξασθαι πάλιν τῆς ἐκκλησίας, τοιόνδε τι βαθύτροπον καὶ σκολιὸν τεχνᾶται. τῶν ὀνομάτων τὰς ἀρχὰς ἀπολαμβάνει 553 μόνας τοῦ βασιλέως, τῶν υἱῶν, ἀλλὰ καὶ τῆς Αὐγούστας, καὶ τὸ Βεκλᾶς συντίθησι. καὶ τοῦτο σαφηνίσας ἔδοξεν εἶναι βασιλεῖ μέγας ἐπὶ σοφίᾳ, καὶ πάλιν τὸν πολύζηλον κατακληροῦται θρόνον. καὶ περὶ μὲν τούτων οὕτως, οἱ δὲ Ῥωσοὶ ἐπὶ τούτου τοῦ βασιλέως εἰς τὴν ἀπλανῆ θρησκείαν ἦλθον.
177
τηνικαῦτα καὶ ἀρχιερέα δέχονται, θεοσημίας πρότερον γεγονυίας· τὸ γὰρ ἅγιον εὐαγγέλιον πυρὶ μὲν παραδίδοται, οὐ κατακαίεται δέ. μετὰ ταῦτα διαρροίᾳ νόσῳ συσχεθεὶς ὁ Βασίλειος τελευτᾷ τὸν βίον, τὸν υἱὸν αὐτοῦ Λέοντα τὸν σοφὸν διάδοχον καταλιπών. Κρατεῖ οὖν ὁ Λέων μετὰ τὸν αὐτοῦ πατέρα ἔτη κϛʹ. θέλων οὖν ἀμύνασθαι τὸν Σανταβαρηνὸν βουλεύεται πρότερον τὸν Φώτιον καθελεῖν, οἰόμενος αὐτὸν μεγάλως προστήσασθαι τοῦ Σανταβαρηνοῦ· λόγος γὰρ ἐφέρετο ὡς ὁ Φώτιος τινι τῶν αὑτοῦ τὴν βασιλείαν μνηστευόμενος κοινολογεῖται τῷ Σανταβαρηνῷ περὶ τούτου καὶ οὕτως τὸν δόλον κατὰ τοῦ Λέοντος ῥάπτουσι. καὶ πρῶτα μὲν ὑπερόριον αὐτὸν ὁ Λέων ποιεῖ, εἶθ' οὕτως αἰκίσας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκκόπτει. κατὰ τοῦτον μέντοι τὸν καιρὸν γέγονεν ἡλίου ἔκλειψις περὶ ὥραν ἕκτην, ὡς καὶ ἄστρα φανῆναι, ἀνέμων τε βιαία πνοή, ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις, σκηπτοὶ καυσώδεις, ὑφ' ὧν 554 ἄνδρες ἑπτὰ κατά γε τὸν φόρον ἐνεκρώθησαν. ὁ μέντοι Λέων ἀνεγείρας ναὸν ἐπ' ὀνόματι τοῦ ἁγίου Λαζάρου, μετακομίζει ἐν αὐτῷ τὸ τοῦ ἁγίου τε λείψανον καὶ τῆς Μαγδαληνῆς Μαρίας. συνήθους προελεύσεως γενομένης κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐν τῷ ἁγίου Μωκίου ναῷ, ἐπῆλθε μετὰ προόδου καὶ Λέων ὁ βασιλεύς· ἐν δὲ τῷ μέλλειν εἰσοδεύειν καὶ πλησίον γενέσθαι τῶν ἁγίων θυρῶν ἄνθρωπός τις ἐκ τοῦ ἄμβωνος ἐκπεπηδηκὼς ῥάβδῳ βαρείᾳ καὶ ἰσχυρᾷ κατὰ κεφαλῆς αὐτὸν ἔπαισε, καὶ ἐθανάτωσεν ἂν αὐτὸν αὐτίκα, εἰ μὴ τὸ ἄκρον τῆς ῥάβδου τῷ ἀπῃωρημένῳ λύχνῳ τῆς ἡμισείας ἀνεσχέθη φορᾶς. αἵματος οὖν σφοδροῦ τῆς ἐκείνου κεφαλῆς καταρρεύσαντος φυγὴ κατέσχεν τοὺς ἄρχοντας. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπομείνας, ὡς μηδένα ἔλεγεν εἶναι τῆς τόλμης ἐκείνης συμμέτοχον, κἂν ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξανδρος μὴ παρατυχὼν ἐκεῖσε διὰ τὸ νόσῳ συσχεθῆναι ὑπόνοιαν ἔδωκε, πόδας ὁμοῦ καὶ χεῖρας ἐκεῖνος ἐκτέμνεται, καὶ τῇ τοῦ ἱππικοῦ σφενδόνῃ πυρὸς ἔργον γίνεται. σχολάζει τηνικαῦτα καὶ ἡ τοιαύτη προέλευσις, κἂν ὁ σοφώτατος μοναχὸς Μάρκος καὶ τῆς τοιαύτης μονῆς οἰκονόμος, ὁ καὶ τὸ τετραῴδιον πληρώσας τοῦ μεγάλου Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως, λέγων μὴ ὀργίζου μηδὲ χαλέπαινε, ὦ βασιλεῦ· προγεγραμμένον γὰρ ἦν σοι παθεῖν παρὰ τοῦ καὶ Δαβίδ, εἰρηκότος ὅσα ἐπονη ρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. δεῖ οὖν σε, δέσποτα, ἐπ' ἄλλα ιʹ ἔτη κρατεῖν τῆς βασιλείας.» ὃ δὴ καὶ γέγονεν· ἀπέθανε γὰρ μετὰ δέκα χρόνους, κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν καὶ ἐπλήγη. ἡ μέντοι τοῦ Λέοντος γυνὴ Θεοφανὼ μὴ ζηλοτυπήσασα ὅτι γυναῖκα ἑτέραν ὁ Λέων ἠγάγετο, θαυματουργὸς ὕστερον ἀναδείκνυται. ἠγάγετο δὲ τὴν τετάρτην γυναῖκα Ζωὴν τὴν Καρβωνοψίαν, ἥτις ἐβίω χρόνον συχνὸν μετ' αὐτοῦ ἀστεφής. ἀπὸ γοῦν ταύτης ἐτέχθη τῷ βασιλεῖ παιδίον ἄρρεν. οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς ἀκτῖνας ἀπ' ἀνατολῆς ἀφιεὶς καὶ λάμπων ἄχρις ἡμερῶν μʹ. τηνικαῦτα δὲ καὶ Λέων εὐλογεῖται μετὰ Ζωῆς παρὰ Θωμᾶ τοῦ πρεσβυτέρου τινός, ὃς δὴ καὶ καθαιρέσει ὑπέπεσεν. ὁ δὲ πατρίκιος Σαμωνᾶς προεβλήθη παρακοιμώμενος, συνεργὸς ὢν Λέοντος εἰς πᾶσαν κακίαν. καὶ αὐτὸν δὲ τὸν πατριάρχην οἰκονομεῖ ἐξορισθῆναι, ἅτε τῆς ἐκκλησίας ἐπιβαίνειν παρ' αὐτοῦ κωλυόμενος. ἀνάγεται δὲ ἀντ' αὐτοῦ Εὐθύμιος ἀνὴρ θαυμαστός. ὁ μέντοι βασιλεὺς πολλὰ σπουδάσας νόμον τεθῆναι ὥστε τὸν ἄνδρα τρίτην λαμβάνειν ἢ καὶ τετάρτην γυναῖκα τὸ σπουδαζόμενον ἀνύσαι οὐκ ἴσχυσε, τοῦ τοιούτου 556 πατριάρχου τοῦτο παρεμποδίζοντος· ὅθεν καὶ στάσις ἐν τοῖς ἀρχιερεῦσιν οὐ μικρὰ γίνεται. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ περὶ ἑνώσεως ἐκγέγονε σύνοδος. Κωνσταντῖνον τὸν τοῦ Ἀνδρονίκου υἱὸν εἰς ἐκστρατείαν ὁ βασιλεὺς ἀποστέλλων, καὶ διὰ τοῦ τρικλίνου ἐξάγων αὐτόν, ἀτενίζει πρὸς τὰς ἄνωθεν τῆς πύλης ἐστηλωμένας εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς
178
θεομήτορος. καὶ ἀτενίσας οὕτως ἔλεγε πρὸς αὐτόν μή σε πλανάτω ὦ Κωνσταντῖνε τὸ ὄνομα, μηδὲ διὰ τοῦτο κατάρξαι Ῥωμαίων νόμιζε. ἡ βασιλεία γὰρ τῷ ἐμῷ Κωνσταντίνῳ υἱῷ παρὰ θεοῦ τεταμίευται· καὶ δῆλον καὶ τοῦτό μοι γέγονεν ἀπὸ θείων ἀνδρῶν, προορᾶν δεδυνημένων τὰ ἔμπροσθεν. γίνωσκε οὖν ὅτι τυραννήσαντός σου ἡ κεφαλὴ ἄτερ τοῦ σώματος διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται.» ὃ δὴ καὶ γέγονε· μετὰ θάνατον γὰρ τοῦ Λέοντος τυραννίδι ἐπιθέμενος ὁ Κωνσταντῖνος ἀνῃρέθη, καὶ τηνικαῦτα τὴν αὐτοῦ κεφαλὴν διὰ τῆσδε τῆς πύλης ἦν ἰδεῖν εἰσαγομένην περιρρεομένην αἵμασι· τοιαῦτα καὶ γὰρ οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες πάσχουσι. Κατ' ἐκεῖνον δὴ τὸν καιρὸν ἔκλειψις ἡλίου μεγίστη γέγονεν· οὗ χάριν ὁ βασιλεὺς τὸν ἀρχιερέα Συνάδων Πανταλέοντα μετεκαλέσατο, ἔμπειρον ἀστρονομίας ὑπάρχοντα. καὶ τιʹ τὸ ἀποτέλεσμα τῆς ἐκλείψεως ἐρωτηθεὶς εἰς τὸ δεύτερον 557 ἔλεγε πρόσωπον τὴν κάκωσιν ἐπελθεῖν. ἀλλὰ καὶ αὐτὸς ὁ Σαμωνᾶς ἰδίᾳ τὸν σοφὸν παραλαβὼν καὶ ἐρωτήσας ἔμαθεν ὡς αὐτὸς κακωθήσεται· πλὴν εἰ τὴν τρίτην τοῦ Ἰουνίου παρελεύσεται ἀβλαβής, δεινὸν ἔκτοτε πάθοι οὐδέν. οὔπω ἡ προθεσμία ἐφέστηκεν αὕτη, καὶ κατάγουσι τὸν Σαμωνᾶν καὶ ἀποκείρουσι· διαβολεὺς γὰρ ἐλέγετο εἶναι τοῦ βασιλέως καὶ ὑβριστής. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖνος ἔτη εʹ. καὶ τηνικαῦτα φαίνεται κομήτης ἐκ δύσεως, ὃν ξιφίαν καλοῦσιν οἱ περὶ τὰ τοιαῦτα δεινοί· ὃν ἔλεγον αἱμάτων χύσιν προσημαίνειν τῇ βασιλίδι. οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδωκε, τὴν βασιλείαν αὐτοῦ θέλων ἐντεῦθεν χρόνους φυλαχθῆναι μακρούς. οὗτος ὁ μάταιος ἱππικὸν ἐκτελέσας, τὰ τῆς ἐκκλησίας ἱερὰ κειμήλια καὶ πάντα κόσμον αὐτῆς ἀγαγὼν τὸν ἱππικὸν κατεκόσμησεν. οὗτος μετὰ θάνατον τοῦ θείου αὐτοῦ Ἀλεξάνδρου νέος ὤν, καὶ τὴν βασιλείαν ὕποπτον ἔχων, τὸν Ῥωμανὸν διὰ χρυσοβούλλου φύλακα ἑαυτοῦ ποιεῖ καὶ ἀντὶ πατρὸς ἐκεῖνον ἑαυτῷ καθίστησι, μήπω τινὸς ἑτέρου τούτῳ τιμηθέντος τῷ ἀξιώματι. μετ' οὐ πολὺ 558 δὲ Καῖσαρ ἀναγορεύεται καὶ διαδήματι στέφεται. ἐπίτροπος τοῦ βασιλέως Κωνσταντίνου Ῥωμανὸς ὁ Λακαπηνὸς κρατεῖ ἔτη κεʹ. Πολλὰ καὶ πολλάκις οἱ Βούλγαροι τὸν Συμεὼν ἔχοντες ἀρχηγὸν τῆς τῶν Ῥωμαίων χώρας κατέδραμον. εἶτα πρὸς καταλλαγὰς ἔρχεται. καὶ κατά γε τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὅ τε διαληφθεὶς Συμεὼν καὶ ὁ βασιλεὺς Ῥωμανὸς προπροσώπως ἀλλήλους τεθέανται, καὶ ὁμιλοῦσι τὰ φίλια, καὶ οὕτως οἴκαδε πάλιν ὑπονοστοῦσι. τηνικαῦτα καὶ τέρας τι συμβαίνει γραφῆς ἄξιον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ ἀλλήλοις συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην ἀποπτῆναι. τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκοπίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν οἰωνόν· διαλυθῆναι γὰρ καὶ αὖθις τὴν αὐτῶν εἰρήνην ἔφησαν. ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων καὶ χάσματα γῆς, ἀλλ' ἐπὶ τοσοῦτον ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. τιʹ τὸ μετὰ ταῦτα; καὶ ποῦ τὰ τῶν ἀετῶν καταντᾷ καὶ ἡ ἐκείνων διαμάχη; Ἰωάννης τις ἀστρονόμος προσελθὼν τῷ βασιλεῖ ἔφη ὡς εἰ πέμψας ἀποκόψεις τὴν κεφαλὴν τῆς ἱσταμένης στήλης ἄνωθεν τῆς ἐν Ξηρολόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης, 559 ἀποθανεῖται ὁ Συμεὼν τηνικαῦτα· αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην ἔλεγεν. ὁ δὲ τοῖς ἐκείνου λόγοις πεισθεὶς τὴν κεφαλὴν αὐτίκα τῆς στήλης ἀπέτεμε. καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἐπέγνω σημειωσάμενος ὁ βασιλεύς, ἐν Βουλγαρίᾳ ὁ Συμεὼν τέθνηκε, νόσῳ κατὰ καρδίας ἁλούς. κατ' ἐκεῖνο δὲ καιροῦ λίθος ἔπεσεν ἀπὸ τῆς ἐν τῷ φόρῳ ἁψῖδος, ὃν κομήτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ξʹ. Ῥωμανῷ τῷ γέροντι καὶ ἕτερος ἦν υἱός, Θεοφύλακτος τοὔνομα, διάκονος. καὶ ἐπεὶ νέος ὢν οὐ συνεχωρεῖτο εἰς τὸν πατριαρχικὸν ἀναχθῆναι θρόνον, χειροτονεῖται ἀντ' αὐτοῦ
179
Τρύφων τις ὥστε διέπειν τὸν θρόνον ἕως ἂν ἡλικίας δεούσης ὁ Θεοφύλακτος γένηται. τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ὃν ἔθετο, Τρύφων ὁ πατριάρχης οὐκ ἤθελεν ἐκστῆναι τοῦ θρόνου, ὡς ὑπέσχετο, εἰ μὴ καὶ αἰτία τις ἀναφανῇ δικαίως τοῦτον κατάγουσα. ἀθυμεῖ ἐπὶ τούτοις ὁ βασιλεύς. προσέρχεται αὐτῷ Θεοφάνης ὁ Καισάριος, ὃν δὴ καὶ χοίρινον ἐκάλουν. ὑπισχνεῖται τὴν τοῦ Τρύφωνος κατάβασιν. ὑπέρχεται τὸν πατριάρχην. λέγει πολλὴ μέν, ὦ δέσποτα, κατά σου ἡ τοῦ βασιλέως ἐπίθεσις· πλὴν μηδὲν εὑρίσκοντες αἰτίαμα ἕτερον, μὴ εἰδέναι σε λέγουσι γράμματα. πληροφόρησον οὖν 560 αὐτοὺς δι' ἐπιγραφῆς τοῦ ὀνόματός σου, καὶ οὕτως αὐτῶν ἀποφράξεις τὰ στόματα.» πείθεται ὁ πατριάρχης, καὶ γραμματεῖον ἄγραφον εἰληφώς, ἐπ' ὄψει πάσης τῆς συνόδου ὑπέγραψεν οὕτως Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης.» καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. ὅπερ λαβὼν ἀνὰ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χάρτην ἄνωθεν προανυφάνας, παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὢν ἀφίσταται τῷ βουλομένῳ τοῦ θρόνου παραχωρῶν. οὗτος ὁ τόπος δι' οὗ καθεῖλον τὸν Τρύφωνα. Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προσελθόντες γαστρός. ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός, ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆσαι, ἐπειράσθησαν οἱ ἐμπειρότατοι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος· οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς ἐτελεύτησεν. Ὁ μέντοι Ῥωμανὸς φρικωδεστάτοις ὅρκοις ἑαυτὸν καταδεσμήσας ὡς φύλαξ μὲν ἐσεῖται τοῦ πορφυρογεννήτου Κωνσταντίνου, βασιλείας δὲ οὐκ ἂν ἐρασθείη ποτέ, οὐκ ἐνέμεινε τούτοις, ἀλλὰ πάντα κατὰ νῶτον θέμενος βασιλέα ἑαυτὸν 561 ἀνηγόρευσεν, εἶτα τὸν πορφυρογέννητον. ἔνθεν τοι καὶ ὁ Ῥωμανὸς τὸ τέλος ἄξιον εὕρατο· κατάγεται γὰρ τῆς βασιλείας, καὶ ἐπὶ τὴν νῆσον Πρώτην ἀχθεὶς ἀποκείρεται, δρουγγάριος πρότερον τῶν πλωΐμων ὤν. Ὁ μέντοι υἱὸς αὐτοῦ τοῦ Λέοντος Κωνσταντῖνος ὁ πορφυρογέννητος κρατήσας ἔτη ιδʹ ἀναξίως ἴθυνε τὴν ἀρχήν· χαῦνός τε γὰρ ἐφαίνετο, οἴνου ἥττητο, ἀσυμπαθὴς τοῖς πταίουσιν ἦν, χυδαίοις τισὶ τὰς ἀρχὰς ἐνεπίστευσε, τῆς γαμετῆς αὐτοῦ Ἑλένης καὶ Βασιλείου παρακοιμωμένου τὰς ἀρχὰς ὠνίους παρασκευαζόντων ποιεῖν. οὗτος μὲν οὖν ὁ Βασίλειος ἐκ παλλακῆς γεννᾶται Ῥωμανῷ τῷ Λακαπηνῷ, ὃν δὴ καὶ πατρίκιον παρακοιμώμενον ἐτίμησεν ὁ διαληφθεὶς οὗτος Κωνσταντῖνος, ὃς δὴ καὶ πράξεων ἀγαθῶν οὐ παντάπασιν ἄμοιρος ἦν· τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν μουσικὴν ἀστρονομίαν γεωμετρίαν καὶ πᾶσαν ἁπλῶς φιλοσοφίαν, ἐκ μακροῦ χρόνου τῇ ἀμαθείᾳ καὶ ἀμελείᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο. οὗτος ὁ Κωνσταντῖνος τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ νυμφεύεται γυναῖκα δευτέραν, ἅτε τῆς πρώτης ἀποθανούσης, οὔ τινα τῶν ἐπιφανῶν, ἐκ χυδαίων δὲ φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ καλουμένην, εἰς Θεοφανὼ δὲ τηνικαῦτα μετονομασθεῖσαν. Τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων 562 ποιησαμένου, καὶ ἐν τῇ κώμῃ τῇ Ἡρακλέους λαὸν πεπομφότος εἰς προνομήν, πρεσβύτερος [γάρ] τις, ᾧ Θέμελος ὄνομα, τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, τοὺς ἐπιόντας διὰ τούτου ἠμύνατο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν ἱκανοὺς δὲ ἀπέκτεινε, καὶ τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψε. παρὰ τοῦ ἐπισκόπου λοιπὸν τῆς λειτουργίας τούτου χάριν ἀποκλεισθείς, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσελήλυθε καὶ τὸν Χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἔγγιστα ταύτης ἠφάνιζε θέματα, ἀλλὰ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. Ὁ μέντοι τοῦ γέροντος Ῥωμανοῦ υἱὸς
180
Θεοφύλακτος ἓξ καὶ δέκα ἐτῶν ὤν, ἡνίκα τοὺς τῆς ἐκκλησίας ἀκανονίστως παρείληφεν οἴακας, οὐδὲν ἐνέλιπεν ὃ μὴ μετεχειρίζετο χείριστον. ἔρως δὲ ἵππων τοσοῦτον κατέσχεν αὐτὸν ὡς ὑπὲρ β αὐτοὺς κεκτῆσθαι. τῆς μέντοι κομιδῆς φροντίζων αὐτῶν οὐ χόρτον παρετίθη ἀλλὰ κόναρα πιστάκια φοίνικας σταφίδας καὶ ὅσα τοιαῦτα, παραμιγνὺς αὐτοῖς καὶ οἶνον εὐώδη βάλσαμόν τε καὶ κινάμωμον. φασὶ δὲ καὶ τοῦτο, ὅτι λειτουρ γοῦντί ποτε κατὰ τὴν μεγάλην πέμπτην ὁ ἱπποκόμος ἐπιστὰς ἔλεγεν ὡς ἄρα τετοκυῖα εἴη ἐπίσημος φορβάς. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἀποπληρώσας, δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον ἑωρακὼς πάλιν ὑπέστρεψε, τὴν τῶν ἁγίων παθῶν ἐκτελέσων ὑμνῳδίαν. βιοτεύων οὖν ἀτάκτως καταστρέφει τὸν βίον ἔν τινι τείχει τῶν παραθαλαττίων, θραυσθεὶς ἱππαζόμενος καὶ αἷμα διὰ τοῦ στόματος ἀναγαγών· ἐντεῦθεν γὰρ δυσὶν ἔτεσι νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησεν, εὐνοῦχος ὢν καὶ τὰς Ῥουφινιανὰς οἰκοδομήσας, ὡς γέγραπται. προχειρίζεται γοῦν ἀντ' αὐτοῦ τίμιος ἀνήρ, Πολύευκτος τοὔνομα, μοναχὸς ὢν καὶ παιδόθεν ὑπὸ γονέων εὐνουχισθείς, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληρωκότος· Νικηφόρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος, τῷ βασιλεῖ κατά τι προσκεκρουκώς, οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι καὶ χειροτονήσαντι μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον χειροθεσίαν. Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεω τέρας ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, κἂν τὸ ἐγχείρημα πέρας οὐκ ἔλαβε· τὸ γὰρ δηλητηριῶδες φάρμακον περιτραπὲν καὶ τύχῃ τινὶ χυθὲν διὰ τὴν ὀλιγότητα θανατῶσαι τοῦτον οὐκ ἴσχυσεν. ἐγκοτῶν μὲν οὖν τῷ πατριάρχῃ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος τελευτᾷ. πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἐπί τινα χρόνον συχνὸν ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν καταφερόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. πολλὰ δὲ συντηρήσας οὐκ ἐπέγνω πόθεν οἱ λίθοι καὶ παρά τινος ἐβάλλοντο· ἐκ θείας γάρ, ὡς ἔοικεν, οὗτοι ὀργῆς. Διαδέχεται τοίνυν αὐτὸν Ῥωμανὸς ὁ υἱὸς αὐτοῦ, κρατήσας ἔτη τρία. καὶ τὴν μὲν ἐξουσίαν πᾶσαν Ἰωσὴφ ἀνατίθησι τῷ πραιποσίτῳ, αὐτὸς δὲ μετὰ βεβήλων ἀνδραρίων συνδιῆγε καὶ τὰ χείριστα συνεπράττετο. τοίνυν καὶ κληρικόν τινα ἐκτομίαν ὄντα, διά τινας ἀσέμνους πράξεις ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφιασάμενον σχῆμα κἀντεῦθεν κρυπτόμενον, ὡς ἤδη ἐπελάβετο τῆς ἀρχῆς, τὸ μοναχικὸν μὲν αὐτὸν ἐκδιδύσκει ἀμφίον, καὶ 565 τὸ τῶν κληρικῶν σχῆμα μετενδύσας τοῖς ἑαυτοῦ θαλαμηπόλοις κατέταξεν. ὁ μέντοι Πολύευκτος ζήλου πλησθεὶς ἠνάγκαζε τὸν βασιλέα τοῦτον ἀπώσασθαι. ὡς δὲ ἐκεῖνος ἀνθίστατο μὴ τὸ μοναχικὸν ἐπάγγελμα μετ' εὐχῆς δέξασθαι, διὰ φόβον δὲ τοῦ βασιλέως, τούτου χάριν ἀφίεται. Νικηφόρον μὲν οὖν τὸν Φωκᾶν, δομέστικον τηνικαῦτα ὄντα τῶν σχολῶν καὶ πολλὰ τρόπαια στησάμενον κατὰ τῶν ἑώων Σαρακηνῶν, καὶ κατ' αὐτῶν δὴ τῶν ἐν Κρήτῃ Σαρακηνῶν ἐκπέμπει· καὶ ὃς πολλὰ μὲν εἰπὼν πλείω δὲ οἰκονομήσας, καὶ τὴν νῆσον αὐτὴν πολιορκῶν καὶ εἰς χεῖρας ἤδη ἔχων ἔμελλεν ἂν ἐπὶ πλέον αὐτὴν καταδουλῶσαί τε καὶ καταχειρώσασθαι. φήμης δὲ κρατούσης ὅτι ὁ κατασχὼν αὐτὴν Ῥωμαῖος ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα τῷ γνωσθῆ-ναι τὴν τῆς νήσου κατάσχεσιν, ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις ἀποστείλας ὁ Ῥωμανὸς τὸν Νικηφόρον ἐκεῖθεν μετεκαλέσατο. τηνικαῦτα καὶ Λέοντα Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν ἐξαπέστειλεν εἰς ἀνατολήν, καὶ ὃς τοσαύτην καταδρομὴν ἐποιήσατο τῶν Σαρακηνῶν καὶ τοσαύτας
181
ἀριστείας κατ' ἐκείνων ἔστησεν ὡς μηδὲ λόγῳ δύνασθαι ταύτας διαλαβεῖν· πᾶσαν γὰρ τὴν ἀνατολὴν σχεδὸν ἐχειρώσατο. ἐφ' ᾧ καὶ μετὰ θριάμβου λαμπροῦ ὁ βασιλεὺς αὐτὸν ὑποδέχεται. 566 Κατὰ ταύτας δὲ τὰς ἡμέρας ἀνήρ τις ἀνεφάνη Φιλώραιος καλούμενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου του Μωσηλὲ τοῦ ἐγγόνου Ῥωμανοῦ τοῦ γέροντος. οὗτος ἄνωθεν ἵππου ὠκυτάτου ἐπὶ τῆς ἐφεστρίδος ἱστάμενος ὄρθιος, τοῦ ἵππου τρέχοντος ὅσον ἠδύνατο, κατὰ τὴν ἱπποδρομίαν ἄνω καὶ κάτω ἐφέρετο. τότε δὴ τότε καὶ τὸ λοιμικὸν ἐπέδωκε πάθος, ἐπιόν τε αὖθις καὶ διαφθεῖρον τοὺς βόας· ὃ Κράβα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν Ῥωμανοῦ τοῦ γέροντος. ἔγγιστα γὰρ τῆς Βόνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτιον τοῦ Ῥωμανοῦ ἀναγείραντος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν εὑρόντες καὶ συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. ἐξ ἐκείνου δὲ καὶ μέχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσατο πανταχοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη. Ὁ μέντοι Φωκᾶς Νικήφορος, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἀπὸ Κρήτης ἐπανελθεῖν οὐ συνεχωρήθη πρός γε τὴν βασιλεύουσαν εἰσελθεῖν, ἀλλ' ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ διὰ τὸν Ἀποχαυδᾶν καὶ μᾶλλον τὴν ἑαυτοῦ ἧτταν ὥσπερ ἀνακαλούμενον. πάλιν οὖν κατὰ Συρίας ὁρμήσας ὁ Φωκᾶς κατὰ κράτος τε αὐτὸν 567 ἥττησε, καὶ λείαν πολλὴν ἐκεῖθεν ἀφείλετο, καὶ τῶν αἰχμαλώτων ἠλευθέρωσε Χριστιανῶν ὅτι πολλούς. Ἐπὶ τούτοις ὁ βασιλεὺς τελευτᾷ Ῥωμανός, ἐτῶν κδʹ, καὶ διαδέχονται τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανῷ τῇ μητρὶ αὐτῶν, καὶ κρατοῦσιν ὡσεὶ μῆνας εʹ. ὁ δὲ Φωκᾶς εἰσέρχεται ἐν Κωνσταντινουπόλει κελεύσει τῆς βασιλίσσης, εἰ καὶ τὰ τοιαῦτα κωλύων ἦν ὁ τὰ πρῶτα τηνικαῦτα παρὰ τοῖς κρατοῦσι φέρων Ἰωσήφ. δεδιὼς οὖν ἐπὶ τούτοις ὁ Φωκᾶς εἰσέρχεται λάθρα πρὸς τὸν Ἰωσήφ, καὶ δεικνύει αὐτῷ ὅπερ ἐντὸς ἐνεδέδυτο τρίχινον, πληροφορῶν αὐτόν, καὶ λέγων ὡς πάλαι ἂν ἐξέστη τῶν βιωτικῶν συρφετῶν δι' ἔρωτα μοναχικόν, εἰ μήγε τὸ τῶν κρατούντων φίλτρον συνεκράτει αὐτόν. τοῦτον οὖν ὁ Βρύγγας ἰδὼν Ἰωσὴφ πίπτει παρὰ τοὺς πόδας αὐτοῦ λέγων ὡς οὐκ ἄν ποτε πιστεύσειέ τινι κατ' αὐτοῦ λέγοντι. ἔξεισιν οὖν ἐκεῖθεν ὁ Φωκᾶς. καὶ τηνικαῦτα τὸν Ἰωσὴφ μετάμελος ἔσχηκεν, ὅτι τὸ θήραμα ἐντὸς ἔχων ἀρκύων ἀπώλεσε. γράφει λοιπὸν πρὸς τὸν Τζιμισχῆν Ἰωάννην, στρατηγὸν τηνικαῦτα τῶν ἀνατολῶν ὑπάρχοντα, ἄνδρα θυμώδη καὶ δραστήριον καὶ μετὰ τὸν Φωκᾶν ἐν στρατηγοῖς ἐπισημότατον. ὁμοίως δὲ καὶ πρὸς ἑτέρους ἔγραψεν, ὡς εἴγε διαναστάντες τὸν Φωκᾶν καθαιρήσουσι καὶ μοναχὸν ἀποκείρουσι, τὸν μὲν Ἰωάννην δομέστικον τῆς ἀνατολῆς, ὁ δὲ αὖθίς τινα προβα λεῖται τῆς δύσεως. ἀλλὰ πάντες οὗτοι σχετικῶς ἔχοντες πρὸς τὸν Νικηφόρον ὑποδεικνύουσιν αὐτῷ τὰ γράμματα καὶ διεγερθῆναι πρὸς ἀλκὴν ἀναπείθουσιν. ἔκτοτε λοιπὸν ὑπὸ τῶν τῆς ἀνατολῆς στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισχῆ βασιλεὺς ἀναγορεύεται ὁ Φωκᾶς, ἔρωτα δὴ καὶ πάλαι τῆς βασιλείας ἔχων μάλιστα τῆς βασιλίσσης Θεοφανοῦς. ἔρχεται οὖν οὕτως ἔχων πρὸς Χρυσόπολιν, κἀκεῖθεν διαπεραιοῦται πρὸς τὸ Ἕβδομον, καὶ μετὰ παντὸς τοῦ λαοῦ διὰ τῆς χρυσῆς πόρτης πρὸς τὴν ἐκκλησίαν εἰσέρχεται, καὶ παρὰ τοῦ Πολυεύκτου τῷ διαδήματι στέφεται, καὶ κρατεῖ ἔτη ϛʹ. τὴν μέντοι Θεοφανὼ πρῶτα μὲν τῶν βασιλικῶν κατάγει ὁ Φωκᾶς καὶ ἐξόριστον τίθησιν, ὥσπερ δὴ καὶ τὸν Ἰωσήφ, τὸν δὲ πατέρα αὐτοῦ προχειρίζεται Καίσαρα. μετὰ δὲ ταῦτα τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος ἄγεται νόμιμον γυναῖκα τὴν Θεοφανώ. τότε δὴ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας, ἐξ ὅτου Βάρδος ὁ ἐκ τῆς προτέρας αὐτοῦ γαμετῆς ἀποτεχθεὶς
182
υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κα τέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγκύρσας κιγκλίσιν εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, τὸν δὲ Φωκᾶν ὄπισθεν ἐξωθεῖ ἐπειπὼν ὅτι οὐκ ἔξεστί σοι εἰσελθεῖν, εἰ μὴ ἐπιτίμια δέξῃ δευτερογαμοῦντος. διεδίδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτι περ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παιδίου. ταῦτ' ἄρα καὶ ὁ πατριάρχης ἐπὶ πλέον ἀνέτεινεν. ἔτι δὲ ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν. ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἀφ' οὗ καὶ μᾶλλον ἡ τοιαύτη φήμη κατέσχεν ἅπαντας, δι' ὅρκων ἐβεβαιοῦτο μηδέν τι τοιοῦτον ἐπισυμβῆναι τῷ Φωκᾷ. ὁ μέντοι Πολύευκτος, καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας ἔγκλημα συγκεχώρηκε, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμια θεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα. Ὁ μέντοι Φωκᾶς καὶ βασιλεύων κατὰ Συρίας ὁρμᾷ, καὶ πόλεις πολλὰς καταστρέψας ἐκεῖθεν ὑπέστρεψε, φέρων μεθ' ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἅγιον κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυχον ἐμπεπιλημένον αἵματι. τοιοῦτος δὲ 570 ὁ Νικηφόρος ὢν καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πόλεις πλέον τῶν ρʹ καὶ φρούρια Κιλικίας Συρίας καὶ Φοινίκης, ὧν μέγιστα καὶ ἐπίσημα ἡ Ἀνάβαρζα, ἡ Ἀδάνα, καὶ τὰ λοιπὰ ἡ Μάμιστα ἡ καὶ Μό-ψου ἑστία λεγομένη, ἡ Ταρσός, τὸ Παγρά, τὸ Συνέφιον, τὸ Χάλεπ, ἡ Λαοδίκεια, ἔθετό τε ὑποφόρους τὴν ἐν Φοινίκῃ τε Τρίπολιν καὶ τὴν Δαμασκόν) ἀλλ' ὅμως μισητὸς παντὶ ἀνθρώπῳ γέγονε, καὶ πάντες τὴν αὐτοῦ καταστροφὴν ἐδίψων ἰδεῖν· εἰ γὰρ καὶ πλεῖστα ἐπέλαμπον αὐτῷ τὰ κάλλιστα, ἀλλὰ καὶ δύο κακὰ κατεσπίλουν αὐτόν, ἥ τε τῆς Θεοφανοῦς ἀθέμιτος μῖξις καὶ τὸ πρὸς πάντας αὐτοῦ μικρολόγον καὶ ἀφιλότιμον. λιμὸς καὶ γὰρ τὴν πόλιν κατέσχε ποτέ, ὡς ἕνα μέδιμνον χρυσέῳ πωλεῖσθαι νομίσματι. μανθάνει τοῦτο Φωκᾶς, καὶ μικροπρεπῶς τὸ πάθος ἰᾶται· τὰς δημοσίας καὶ γὰρ σιτοθήκας ἀνοίξας δύο μεδίμνους τῷ νομίσματι πωλεῖσθαι ἐκέλευσεν, οὐ τὸν Μακεδόνα Βασίλειον ἐν τούτῳ μιμησάμενος· οὗτος γὰρ τοὺς Βυζαντίους πενθοῦντας ἰδών, καὶ μαθὼν ὡς ὁ λιμὸς αἴτιος τοῦ πενθεῖν αὐτούς, δώδεκα μεδίμνους κελεύει πωλεῖσθαι τῷ νομίσματι. ἀλλὰ καὶ τοῦ βασιλέως Φωκᾶ κατ' ἐκεῖνο δὴ καιροῦ͂ ἐξελθόντος ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν 571 σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὢν πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;» ὁ δ' εὐστόχως ὑπολαβὼν πολλῷ δυνατώτερός εἰμι νῦν» ἔφη ἢ ὅτε ἤκμαζον.» ὁ αὐτὸς δὲ καὶ πῶς τοῦτο» ἐρόμενος, ἔφη ὅτι τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπεφόρτιζον, ἐπὶ δὲ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων φέρω. συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς. Ἀλλὰ καὶ τὰς ἀριθμηθείσας ἄνωθεν πόλεις καθελών, τὴν Ἀντιόχειαν μόνην ἀφῆκε παρελθών, καὶ ταῦτα δυνάμενος αὐτὴν καθελεῖν. ἐξεπίτηδες δὲ πάντως ἀφῆκε, δεδιὼς τὸν φημιζόμενον λόγον· ἐλέγετο γὰρ ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ὅθεν καὶ περὶ τὰ μέρη ἐκεῖνα τὸν Μιχαὴλ Βούρτζην ἀφεὶς φύλακα καὶ Πέτρον τινὰ εὐνοῦχον στρατοπεδάρχην, καὶ ἐνσκήψας αὐτοῖς μηδαμοῦ τῇ Ἀντιοχείᾳ προσβαλεῖν, πρός γε τὴν βασιλεύουσαν ἔρχεται. ἀλλ' ὁ Βούρτζης θέλων αὑτῷ περιποιήσασθαι ὄνομα τῶν μὲν ἐκείνου λόγων καταφρονεῖ, παντοίως δὲ τὴν πόλιν πολιορκήσας κατέσχεν αὐτήν. ταῦτα
183
πυθόμενος ὁ Φωκᾶς, καὶ οὐκ ὀλίγα δυσχεράνας, ὕβρεσί τε πλύνει τὸν Βούρτζην καὶ τῆς ἀρχῆς παραλύει. ἐντεῦθεν οὖν τὸ κατ' αὐτοῦ μῖσος λαμβάνει ἀρχήν. πρὸς τούτοις δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοῖς συχνοῖς ἐκάκου ταξειδίοις, κατὰ μηδὲν αὐτοὺς παραμυ θούμενος. ἀλλὰ καὶ τὰ παρὰ βασιλέων τινῶν εἰς εὐαγεῖς ναοὺς τυπωθέντα δίδοσθαι τέλεον ἔκοψε, προφάσει τοῦ τὸ δημόσιον σπανίζειν. χωρὶς αὐτοῦ ἐπίσκοπος οὐκ ἐψηφίζετο. ἀλλὰ καὶ θανόντων ἐπισκόπων βασιλικὸς ἄνθρωπος ἐκεῖσε ἐστέλλετο. ἐσπούδαζε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις θνήσκοντας τιμᾶσθαι ὡς μάρτυρας, τὴν ψυχικὴν σωτηρίαν ἐν μόνῳ πολέμῳ θέμενος καὶ οὐκ ἐν ἄλλῳ τινί. πρὸς ὅπερ ἡ σύνοδος ἀντέστη, τὸν τοῦ μεγάλου Βασιλείου κανόνα σύμμαχον ἔχουσα τὸν ἐκτεθέντα διά γε τοὺς ἐν πολέμῳ θνήσκοντας. πολλὰ δὲ καὶ τὴν πόλιν ἐκάκωσε, τὸ τεῖχος κτίζων τῶν παλατίων. τοῦτο δὲ ἐποίει δεδιὼς τὰ τηνικαῦτα λεγόμενα· τοῦ παλατίου καὶ γὰρ ἐντὸς θανεῖν αὐτὸν προετεθέσπιστο. κατ' ἐκεῖνο δὲ καιροῦ καὶ ἡλίου ἔκλειψις γέγονε περὶ τρίτην ὥραν τῆς ἡμέρας, ὥστε καὶ ἄστρα φανῆναι. ἡ μέντοι Θεοφανὼ τὴν τοῦ Νικηφόρου συνουσίαν ἀπεστρέφετο. τίνος ἕνεκεν; ὅτι βίον ἐκεῖνος εἶχε σώφρονα, σαρκικῶν ἀπείχετο μίξεων, χαμευνίαις ἔχαιρεν. ὅθεν οὐκ ἀρεσκομένη τούτοις ἡ Θεοφανὼ τὸν Τζιμισχῆν μεταπέμπεται, κατά γε τὴν ἑαυτοῦ καθήμενον οἶκον· ἔφθασε γὰρ ὁ Φωκᾶς διά τινα ὑποψίαν παραλύσας αὐτὸν τῆς τοῦ δομεστίκου ἀρχῆς. νυ κτὸς οὖν ιαʹ τοῦ Δεκεμβρίου μηνός, λόγου ιγʹ, ἔτει ϛυοηʹ ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν χειροποίητον κάτωθεν τοῦ παλατίου λιμένα, κἀκεῖθεν ἀνάγει τοῦτον διὰ κοφίνου σὺν πᾶσι τοῖς ὑπ' αὐτόν, Μιχαὴλ τῷ Βούρτζῃ, Λέοντι ταξιάρχῃ τῷ Ἀβαλάντῃ, τῷ τοῦ Τζιμισχῆ Ἀτζιποθεοδώρῳ καὶ ἑτέροις τισί. καταλαμβάνουσιν οὖν αὐτὸν ἐπ' ἐδάφους κοιμώμενον. ἔνυξεν ὁ Τζιμισχῆς τὸν πόδα αὐτοῦ, καὶ δὴ μικρὸν ἀνεκάθισε. καὶ τηνικαῦτα κατὰ τοῦ κρανίου αὐτοῦ κατάγει ὁ Ἀβαλάντης τὴν σπάθην. εἶτα πρὸς τὸν Τζιμισχῆν ἐπὶ τῆς βασιλικῆς κλίνης καθίσαντα φέρουσιν αὐτὸν ἐμπαροινοῦντες καὶ βλασφημοῦντες εἰς αὐτόν, μηδὲν ἄλλο λέγοντα ὴ κύριε ἐλέησον» καὶ θεοτόκε βοήθησον.» ἐπεὶ δὲ ὑπὸ τῶν παρακοίτων ἤδη κατεφωράθησαν καὶ πολλοὺς ἑώρων βοηθήσαντας, τὴν κεφαλὴν αὐτοῦ ἀποτέμνουσι καὶ διὰ θυρίδος αὐτὴν ὑποδεικνύουσιν. ὅθεν καὶ ἔνθεν κἀκεῖθεν διεσκεδάσθησαν. Κρατεῖ οὖν μετὰ τὸν Φωκᾶν ὁ Τζιμισχῆς ἔτη ἕξ, συμβασιλεύοντας ἔχων αὐτῷ τοὺς υἱοὺς Ῥωμανοῦ Βασίλειον καὶ Κωνσταντῖνον. μεταπέμπεται δὲ Βασίλειον παρακοιμώμενον ἅτε δραστήριον ὄντα παντάπασιν καὶ ἱκανόν, ὃν δὴ καὶ ὁ Φωκᾶς πρόεδρον ἐτίμησε. τότε δὴ τότε τοῦ ἀξιώματος παρ' αὐτοῦ εὑρεθέντος, ἔρχεται τηνικαῦτα πρὸς τὴν μεγάλην ἐκκλησίαν. ἀλλ' οὐ προσδέχεται αὐτὸν ὁ Πολύευκτος, λέγων 574 εἰ μὴ ἄξια ποιήσεις μετανοίας, οὐκ ἐπιβήσῃ τοῦ θείου ναοῦ.» ἔνθεν τοι καὶ πάντα ὑπέσχετο ποιῆσαι. εἶπε δὲ μὴ αὐτόχειρα γενέσθαι αὐτὸν τοῦ Φωκᾶ, Ἀβαλάντην δὲ καὶ Ἀτζιποθεόδωρον κελεύσει τῆς δεσποίνης. ἣν δὴ καὶ ἐξορισθῆναι συναινεῖ ὁ πατριάρχης. γίνεται ταῦτα, καὶ οὐ μόνον ἡ μοιχαλὶς ἀλλὰ καὶ οἱ αὐτόχειρες τοῦ Φωκᾶ τῆς πόλεως ἐκδιώκονται. ῥήγνυσι δὲ καὶ τὸν τόμον ὁ Τζιμισχῆς, ὃν ἐπὶ συγχύσει τῆς ἐκκλησίας ὁ Φωκᾶς ἔθετο. ταύτῃ τοι καὶ τῷ διαδήματι παρὰ τοῦ Πολυεύκτου στέφεται. μετὰ δὲ ταῦτα τοὺς Βουλγάρους καταγωνισάμενος χαριστήρια τῶν τροπαίων ἀποδίδωσι τῷ θεῷ. ἐφ' ᾧ καὶ ἄνωθεν τῆς ἁψῖδος τῆς χαλκῆς ναὸν ἀνοικοδομεῖ ἐκ καινῆς. προστάσσει δὲ καὶ τὴν εἰκόνα τοῦ σωτῆρος τῷ νομίσματι ἐγγράφεσθαι, μὴ πρότερον τούτου γενομένου. τηνικαῦτα καὶ κομήτης ἐφάνη ὁ καλούμενος πωγωνίας, κατὰ μῆνα Αὔγουστον, καὶ ἐφαίνετο ἄχρις Ὀκτωβρίου, σημαίνων τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς ἐπελευσομένας τοῖς Ῥωμαίοις συμφοράς. τινὲς μὲν οὖν τῶν πόλεων, ἃς ὁ Φωκᾶς προλαβὼν ἐπεκτήσατο, τὴν Ῥωμαίων ἐξουσίαν
184
ἀπεσείσαντο. ἔξεισι λοιπὸν ὁ βασιλεὺς κατ' αὐτῶν, καὶ ἄπεισι μέχρι Δαμασκοῦ, καὶ πάντα καλῶς πειθοῖ τε καὶ πολέμῳ ἀποκαταστήσας πρὸς τὴν βασιλίδα ὑπέστρεφε. διερ χόμενος οὐν κατά γε τὴν Ανάβαρζαν καὶ τὸν Πονδαδόν, κἀκεῖσε κτήσεις ἰδὼν πολυτελεῖς καὶ χωρία πάμφορα, ἠρώτα τοὺς παρευρημένους τίνος ἂν εἶεν αὗται. ὡς οὐν ἐμάνθανεν ὅτι Βασιλείου τοῦ παρακοιμωμένου εἰσὶ πᾶσαι, ἀφ' ὧν αἱ μὲν τῇ Ῥωμαίων προσεκτήθησαν παρὰ Νικηφόρου τοῦ Φωκᾶ, αἱ δὲ τοῦ δομεστίκου καὶ αὗται παρὰ σοῦ, ὦ βασιλεῦ, ἐντεῦθεν περιαλγὴς γενόμενος (τὰ γὰρ καταλειφθέντα τῷ δημοσίῳ οὐδενὸς ἄξια λόγου ἐτύγχανε) καὶ βύθιον στενάξας δεινὸν ὦ παρόντες»· ἔφη, εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δ' ἐκ τοσούτων προσκτώμενα μόχθων ἑνὸς εὐνούχου γίνονται κτῆμα.» καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τὶς δὲ τῶν παρόντων τῷ Βασιλείῳ τηνικαῦτα τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἠρέθισε πρὸς ὀργήν. ὑπέρχεται οὖν τὸν οἰνοχοοῦντα τῷ βασιλεῖ, δηλητήριον κίρνησι. πλὴν οὐ τῶν δραστικωτέρων ἦν· ἐφ' ᾧ καὶ κατ' ὀλίγον νοσηλευόμενος ὁ βασιλεύς, καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἵματος αὐτοῦ πολλοῦ ῥυέντος διὰ τῶν ὀφθαλμῶν κατέλυσε τὴν ζωήν. Κρατεῖ μετ' αὐτὸν Βασίλειος ὁ πορφυρογέννητος ἔτην, εἰ καὶ τὸ πᾶν τηνικαῦτα παρὰ Βασιλείου προέδρου ἐνεργούμενον ἦν διά γε τὸ ἁπαλὸν τῆς τοῦ βασιλέως νεότητος. ἔκτοτε 576 οὖν τὰ τοῦ ἐμφυλίου πολέμου κατὰ τὸν προφανέντα κομήτην λαμβάνει ἀρχήν. κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ ἔκλειψις ἡλίου γέγονεν, ὥστε καὶ ἄστρα φανῆναι. πρόσεχε δέ, ἀγαπητέ, ὅτι τῶν Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοί, Δαβὶδ Μωσῆς Ἀαρὼν καὶ Σαμουήλ, καὶ οὐ διέλιπον ἔκτοτε πόλεμοί τε πανταχοῦ καὶ σφαγαί. ἐν ἔτει ϛυϟδʹ, Ὀκτωβρίῳ μηνί, ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι καὶ ναοὶ πολλοί, καὶ μέρος τῆς σφαίρας τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ὅπερ ὁ βασιλεὺς φιλοτίμως ἐπανωρθώσατο, δαπανήσας εἰς μόνας τὰς μηχανὰς τῆς ἀνόδου, δι' ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτωκός, κεντηνάρια ιʹ. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὰ Βοδενὰ φρούριόν ἐστιν ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι' ἧς κατέρρει τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς, κἀκεῖσε πάλιν ἀναδυόμενον. ὁ μέντοι Βασίλειος συχνοὺς πολέμους κατὰ Βουλγάρων στησάμενος καὶ διαφόρως αὐτοῖς συμπλακείς, καὶ τρόπαια στήσας κρείττονα λόγου, καὶ τὸν Σαμουὴλ πολλάκις καταλύσας, ἐπὶ τὴν βασιλίδα ἔρχεται. καὶ δόγμα τηνικαῦτα ἐξέθετο τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι 577 παρὰ τῶν δυνατῶν. κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου Σεργίου, τῶν μητροπολιτῶν καὶ πολλῶν ἄλλων ἀσκητῶν δεηθέντων ἐκκοπῆναι τουτὶ παράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσε. Κατ' ἐκεῖνον δὲ καιρὸν χειμὼν γέγονεν ἐπαχθέστατος, ὡς ἀποκρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. ἀλλὰ καὶ κατὰ Ἰανουάριον μῆνα γέγονε σεισμὸς φρικωδέστατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς θʹ τοῦ Μαρτίου μηνός. ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά γε τὴν βασιλίδα καὶ τὰ λοιπὰ θέματα, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων πάντων, ἃς ὁ βασιλεὺς εὐθὺς ἀνεκτίσατο. ταῦτα δὲ προεμήνυσε τὴν γενομένην ἐν Ἰταλίᾳ στάσιν· ἠγέρθησαν γὰρ καὶ οὗτοι σὺν Λογγιβάρδοις κατὰ Ῥωμαίων. καθ' ὧν ὁ Μέλης παρὰ τοῦ βασιλέως ἐκπέμπεται, κοὶ λαμπρὸν ἵστησι τρόπαιον. ὁ μέντοι βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἔτος εἰσιὼν ἐν
185
Βουλγάροις. ὁ δὲ Σαμουὴλ μὴ δυνάμενος κατὰ τὸ ἐμφανὲς ἀντιτάσσεσθαι, ἔγνω δὲ τάφροις καὶ θριγγίοις τὴν Βουλγάρων κατοχυρῶσαι, κἂν διὰ κενῆς αὐτῷ ἀπέβαινε τὰ τεχνάσματα. συνάπτει οὖν μετὰ ταῦτα καὶ τῷ Σαμουήλ, καὶ τοῦτον κατα 578 κράτος ἡττᾷ, μόλις μόνον διασωθέντα εἴς τι φρούριον τὸν Πρίλαπον. ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ὡσεὶ ιεʹ, ὥς φασιν, ὄντας χιλιάδας ἀποτυφλώσας, καὶ ἑκάστην ἑκατοντάδα πεπηρωμένην ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας, πρὸς τὸν Σαμουὴλ ἐκπέμπει. οὓς ἐκεῖνος ἰδών, καὶ τὸ πάθος οὐκ ἐνεγκών, λειποθυμίᾳ καὶ σκότει βάλλεται καὶ εἰς γῆν πίπτει. ὕδατι οὖν καὶ μύροις οἱ παρόντες τὴν πνοὴν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνήσκει. ἔνθεν τοι καὶ παραλαμβάνει τὴν τῶν Βουλγάρων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Γαβριήλ, ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος. οὕτω μὲν οὖν τὴν τῶν Βουλγάρων ἀρχὴν κατέλυσεν ἅπασαν, ὧν μὲν κτανθέντων ὧν δὲ ἄλλων χειρωθέντων, καὶ ἑτέρων αὖθις τῶν ὁπωσδήποτε καταληφθέντων καὶ μὴ βουλομένων αὐτῷ προσελθόντων. καὶ αὐτὴν δὲ τὴν Ἀκρίδα, καθ' ἣν τὰ βασιλεια τῶν Βουλγάρων ἐτύγχανε, κατέσχεν· ἀφ' ἧς καὶ χρήματα πολλά, λίθους δηλαδὴ καὶ μαργάρους καὶ χρυσοῦ κεντηνάρια ρʹ, ἀφείλετο. μετὰ ταῦτα δὲ πάντα ἐν Ἀθήναις γενόμενος, καὶ τὰ τῆς νίκης εὐχαριστήρια τῇ θεοτόκῳ ἀποδούς, καὶ ἀναθήμασι πολλοῖς λαμ προῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν, καὶ διὰ τῶν μεγάλων πυλῶν χρυσῷ στεφάνῳ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδισθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουὴλ θυγατέρων καὶ τῶν λοιπῶν Βουλγάρων, καὶ οὕτω μετὰ τροπαίων ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν. ὃν δὴ καὶ πολλὰ τηνικαῦτα κατελιπάρει ὁ πατριάρχης Σέργιος σβέσαι τὸ ἀλληλέγγυον· ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν. ἀλλ' οὐκ ἔπεισε. ταῦτα μὲν οὖν πάντα τελέσας ὁ βασιλεὺς καὶ κατὰ τῆς Σικελίας ἐκστρατεῦσαι ἐβούλετο. ἀλλ' ἐκωλύθη· νόσῳ γὰρ αἰφνιδίῳ συσχεθεὶς ἀπεβίω, καὶ θάπτεται ἐν τῷ κατὰ Ἕβδομον ναῷ τοῦ θεολόγου, Ἀλέξιον μοναχὸν ἀπὸ μονῆς τοῦ Στουδίου πατριάρχην ἐνθρονιάσας. ἔτυχε γὰρ εἰς ἐπίσκεψιν αὐτοῦ ἐλθεῖν μετὰ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου· τοῦτον καὶ γὰρ εἶχε σύμβουλον πρὸς τὴν τοῦ κοινοῦ διοίκησιν. Μετὰ δὲ Βασίλειον τὴν ἅπασαν τῆς βασιλείας ἐξουσίαν ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος διαδέχεται, κρατήσας ἔτη γʹ, εἰ μὴ καὶ κατ' ἐκεῖνον ταύτην ἐκόσμησε, γυναιξὶ χαίρων ὀρχηστρίαις καὶ φιλοπαίγμοσιν· ἀλλὰ καὶ πρὸς ἱπποδρομίας ὡς οὐδεὶς ἕτερος κεχηνὼς τὴν τοῦ κοινοῦ φροντίδα ὡς οὐδὲν ἡγούμενος ἦν. καὶ οὓς μὲν εὗρεν ἄνδρας ἀξιολόγους, κατήγαγε καὶ 580 ἀπετύφλωσε, πρὸς δὲ τὰς ἀρχὰς ἑτέρους ἀνεβίβαζεν ἀφελεῖς καὶ ἀξίους γέλωτος. συνέτριψε δὲ οὐ μόνον πένητας ἀλλὰ καὶ πλουσίους. ἐν τρισὶ γὰρ ἔτεσιν, ἐν οἷς καὶ τὸ πᾶν τῆς αὐτοῦ βασιλείας, πέντε δασμοφορίας ἀπῄτησε· τὰς γὰρ δύο ἔτυχεν ἀφεὶς ὁ ἀδελφὸς αὐτοῦ. μετὰ δὲ ταῦτα αἰφνιδίῳ νόσῳ συσχεθεὶς σκέπτεται τίνα καταλείψει διάδοχον. πρός τινων οὖν ἐκδιδαχθεὶς ὡς εἰς Ῥωμανὸν τὸ κράτος μετ' αὐτὸν φοιτήσειεν, ἕνα μὲν ὄντα τῶν τῆς συγκλήτου, λεγόμενον δὲ Ἀργυρόπουλον, ἐξ ἀνάγκης τὸν τοιοῦτον μεταπέμπεται, ᾧ καὶ ἀνάγκη ἐπέκειτο ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς καὶ τῇ τοῦ βασιλέως θυγατρὶ συναφθῆναι καὶ οὕτω βασιλεὺς ἀναγορευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς αὐτῶν ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τοῦ ἀνδρός, μή τι καὶ πάθῃ δεινόν, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα, καὶ οὕτως τῷ συζύγῳ πρὸς τῇ ὄψει καὶ τὴν βασιλείαν ἐχαρίσατο. τριῶν θυγατέρων οὐσῶν τῷ βασιλεῖ
186
Κωνσταντίνῳ ἡ μὲν πρώτη ἀπεκείρατο, ἡ δὲ τρίτη ἀπηνήνατο. συνάπτεται οὖν τῇ δευτέρᾳ, ἥτις Ζωὴ ἐκαλεῖτο, καὶ οὕτως αὐτοκράτωρ ἀναγορεύεται, κρατήσας ἔτη εʹ. καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται· τῇ γὰρ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσε δίδοσθαι κατ' ἔτος ἀπὸ τῶν βασιλι κῶν ταμείων χρυσοῦ λίτρας πʹ. κόψας καὶ τὸ ἀλληλέγγυον, ἐκκενοῖ τε καὶ τὰς φυλακάς, καὶ ἄλλα πολλὰ τοιαῦτα ποιεῖ. Ὀκτωβρίῳ δὲ μηνί, κατὰ τὴν λά, χύσις ἀστέρος ἐγένετο ἐκ δυσμῶν πρὸς ἀνατολὰς τὴν πορείαν ποιοῦντος, καθ' ἣν ἡμέραν καὶ πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλου. ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, κρατήσασα ἕως αὐτοῦ τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ἐκχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὸν πάντα τε τὰ ζῶα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ, κἀντεῦθεν ἐπακολουθῆσαι λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον δεινόν. τὸ μέντοι τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἀτύχημα κατὰ Συρίαν ἐγένετο. κατ' ἐκεῖνο δὴ καιροῦ καὶ τεράστιόν τι γέγονεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων περὶ τὰς ὑπωρείας τοῦ ὄρους τοῦ Κουζινᾶ, ἐν ᾧ πηγή ἐστι διειδοῦς ὕδατος, καθ' ἣν ἤκουστο φωνή τις οἰκτρὰ μετὰ ὀδυρμῶν καὶ οὐαὶ καὶ θρῆνος παρεμφερὴς ὁλοφυρμῷ γυναικῶν. καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο γινόμενον ἦν, ἀλλ' ἀπὸ Μαρτίου μηνὸς ἕως Ἰουνίου αὐτοῦ, καθ' ἡμέραν καὶ νύκτα. ἀπιόντων δέ τινων ἐπὶ τῷ κατασκοπῆσαι τὸν τόπον ἐν ᾧ ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν γενέσθαι τοῖς 582 Ῥωμαίοις ἀτυχίαν ἐν Κοίλῃ Συρίᾳ. τοῦ γὰρ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ τὰς πλείστας τῆς Συρίας καὶ Φοινίκης πόλεις τῇ Ῥωμαίων ἀποκαταστησαμένου, καὶ τοῦ μετ' αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι γε Δαμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ' αὐτοὺς βασιλεὺς ἐμποδιζόμενος μὲν καὶ ὑπὸ τῶν ἐμφυλίων πολέμων, κατατρέχων δὲ καὶ τῶν Βουλγάρων δι' ὅλου, τὰ τῆς ἕω καλῶς ἀσφαλίσασθαι οὐκ ἴσχυσεν· ἐν φαντασίᾳ γὰρ καὶ μόνῃ παραγενόμενος ἐκεῖσε τηνικαῦτα ὑπέστρεψεν, ἀσχολίαν ἔχων ἔμμονον τὸ τῶν Βουλγάρων καθυποτάξαι γένος. ἐντεῦθεν οὖν ἀδείας οἱ περὶ τὴν ἕω δραξάμενοι τὴν ἑαυτῶν ἐλευθερίαν ἀναζητῆσαι διενοήσαντο. ταύτῃ τοι καὶ ἐμελετᾶτο μὲν ἡ ἀποστασία ἐπὶ τοῦ Βασιλείου, ἐκρύπτετο δέ. ἐπὶ δὲ Κωνσταντίνου τὴν βασιλείαν ἀμελῶς ἰθύνοντος οἱ Σαρακηνοί, μηδενὸς ὄντος τοῦ κωλύοντος, ἐπόρθουν ἀδεῶς τὰ ἐν ταῖς πόλεσι φρούρια, πολλὴν ἁπανταχοῦ καταδρομὴν ποιησάμενοι. οὕτω μὲν οὖν τῶν πραγμάτων ἐχόντων ὁρμᾷ κατὰ τῶν Σαρακηνῶν ὁ βασιλεύς. πρὸς τὸ Φιλομίλιον ἔρχεται. πέμπονται πρὸς αὐτὸν πρέσβεις ἀπὸ Βερροίας, συμπάθειαν ἐξαιτούμενοι καὶ τὴν προτέραν δούλωσιν καὶ δασμοφορίαν καταδεχόμενοι. ὁ δὲ Ῥωμανὸς θέλων ἐνδείξασθαί τι γενναῖον 583 κατὰ Συρίας, ὡς οἱ πρὸ αὐτοῦ βασιλεῖς, τοὺς πρέσβεις οὐ δέχεται, ἀλλ' ὁρμᾷ κατ' αὐτῶν, μήτε τὴν τοῦ ὕδατος σπάνιν ἀναλογισάμενος, μήτε τοὺς Σαρακηνοὺς αὐτοὺς ὡς ἀκάθεκτοι μᾶλλον ἐν θερινῷ καιρῷ διὰ τὸ ἔθος τυγχάνουσι. συνάπτεται τοιούτοις, καὶ ἧτταν ἡττᾶται οἵαν ὁ λόγος παραστῆσαι οὐ δύναται. ὑποστρέφει πρὸς Ἀντιόχειαν, τοῦ στρατοῦ κοιλιακῷ συσχεθέντος νοσήματι καὶ τῷ δίψει κακωθέντος. ἐπιτίθενται καὶ αὖθις αὐτοῖς οἱ Σαρακηνοί, καὶ τοσοῦτον φθόρον ἐποίησαν ὥστε καὶ τὸν βασιλέα μόλις διασωθῆναι. Ὁ δὲ βασιλεὺς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ' ὀνόματι τῆς θεοτόκου, συντρίψας τῇ προφάσει ταύτῃ τὸ ὑπήκοον καὶ κακώσας ἐν ταῖς τῶν ὑλῶν μετακομιδαῖς. καταλαμπρύνει δὲ καὶ τὰ κιονάκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. Μετὰ δὲ ταῦτα ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνανεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν
187
παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τὰς σπονδὰς ἐβεβαίωσε. κατ' ἐκεῖνο δὲ καιροῦ περὶ δευτέραν ὥραν τῆς νυκτὸς χύσις ἐγένετο ἀστέρος ἀπὸ μεσημβρίας 584 πρὸς ἄρκτον πᾶσαν τὴν γῆν περιαστράψαντος. ἐφ' ᾧ καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες ληϊσάμενοι τὴν Μεσοποταμίαν ἄχρι Μελιτηνῆς, Πατξινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κακῶς διαθέμενοι. τηνικαῦτα δὲ καὶ ἡ ἰδιόγραφος ἐπιστολὴ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ πρὸς Αὔγαρον πεμφθεῖσα τὸν τοπάρχην, ἐστάλη πρὸς τὸν βασιλέα. οὗτος μὲν οὖν ὁ βασιλεὺς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν, τὰ ὑπὸ σεισμοῦ κακῶς παθόντα πτωχοτροφεῖα παντάπασιν ἀνανεούμενος. εἶτα νόσῳ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ τηνικαῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρέτει τῷ Ῥωμανῷ. ταύτῃ τοι κὶ τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ τῷ Ἰωάννῃ καὶ ἕτεροι ἀδελφοί, Μιχαὴλ Νικήτας Κωνσταντῖνος καὶ Γεώργιος. ἀλλ' ὁ μὲν Κωνσταντῖνος καὶ Γεώργιος σὺν τῷ Ἰωάννῃ εὐνοῦχοι ὄντες ἀγυρτικὴν μετῄεσαν τέχνην, ἀλλὰ διὰ τοῦ Ἰωάννου πάντες οὗτοι τῷ βασιλεῖ ᾠκειώθησαν. ἡ μέντοι Ζωὴ τὸν Ῥωμανὸν ὁρῶσα βίον ὑπερχόμενον σώφρονα, καὶ ἀπαρεσκομένη τῷ πράγματι σφαδασμοῖς ἅτε σαρκικοῖς ὑποθερμαινομένη, ἐρωτικὸν ἐνορᾷ πρὸς τὸν διαληφθέντα Μι χαήλ, εὐπρεπέστατον τὴν ὄψιν ὑπάρχοντα, καὶ οὕτω κρυφίως αὐτῷ ἐπεμίγνυτο. ἐφ' ᾧ καὶ κατεργάζεται ὁ βασιλεὺς ἅτε τῆς βασιλίδος τὸν Μιχαὴλ εἰς τὸν βασιλικὸν θρόνον σπευδούσης ἀναγαγεῖν. βραδυθανάτοις δὲ φαρμάκοις κατεργασθείς, καὶ χρόνον συχνὸν κείμενος κλινοπετής, ὅλῃ ψυχῇ ἐπεκαλεῖτο τὸν θάνατον. κατὰ δέ γε τὴν μεγάλην πέμπτην τὰς ῥόγας τῶν συγκλητικῶν ποιησάμενος, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον, καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λουτροῦ. κατὰ ταύτην μὲν οὖν τὴν νύκτα μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως δῆθεν Ῥωμανοῦ. ἀλλ' ὁ πατριάρχης ἐλθὼν αὐτὸν μὲν εὑρίσκει νεκρόν, ἡ δὲ βασιλὶς Ζωὴ ἐν τῷ χρυσοτρικλινίῳ προκαθίσασα ἐξάγει τὸν Μιχαήλ, καὶ καταναγκάζει τὸν πατριάρχην ἱερολογῆσαι τοῦτον αὑτῇ. ὁ δὲ πατριάρχης ἐπὶ τῷ πράγματι ἐκπλαγεὶς τὴν ἱερολογίαν, ὡς εἰκός, ἐνεδοίαζεν. ἔνθεν τοι καὶ ὁ Ἰωάννης σὺν τῇ Ζωῇ νʹ μὲν χρυσοῦ λίτρας τῷ πατριάρχῃ νʹ δὲ ὁμοίως τῷ κλήρῳ ἐπιδοὺς ἔπεισε ἱερολογίας ἀξιῶσαι αὐτούς. καὶ ὁ μὲν Ῥωμανὸς ἐν τῇ ὑπ' αὐτοῦ νεουργηθείσῃ ἐκκλησίᾳ θάπτεται τῆς περιβλέπτου. Κρατεῖ δὲ ὁ Μιχαὴλ σὺν τῇ Ζωῇ ἔτη ζʹ. ἀλλ' ἡ Ζωὴ 586 αὕτη ἐλπίζουσα τῷ Μιχαὴλ ἀντὶ δούλου κεχρῆσθαι ἀστοχεῖ τοῦ σκοποῦ. ὁ γὰρ Ἰωάννης δραστήριος ὤν, καὶ δεδιὼς περὶ τοῦ ἀδελφοῦ αὐτοῦ, πάντας μὲν τοὺς προσόντας αὐτῇ θαλαμηπόλους, ναὶ μὴν καὶ τὰς οἰκειοτάτας θεραπαινίδας ἐξ αὐτῆς ἀποσπᾷ, καὶ οὐδὲ τὸ τυχὸν παρ' αὐτῆς ἐνεργεῖται εἰ μήγε κατὰ γνώμην Ἰωάννου. οὗτος μὲν οὖν καὶ τὸ ὑπήκοον ἐξημέρου παντοίως καὶ πάντα μετεχειρίζετο. ὅτι δὲ τὰ γεγονότα οὐκ ἀρεστὰ ἦν τῷ θεῷ, δέδεικται καὶ ἐκ προοιμίων αὐτῶν· κατὰ γὰρ τὴν ιαʹ ὥραν τῆς ἁγίας μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ γενναία, ὡς συντριβῆναι μὴ μόνα τὰ δένδρα, τά τε κάρπιμα καὶ τὰ ἄκαρπα, ἀλλὰ δὴ καὶ οἰκίας καταπεσεῖν καὶ ναούς. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν μετὰ τὸ πάσχα κυριακήν, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ ὑπερβολῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος ὡς καὶ ἥλιον ἀνατεῖλαι δοκεῖν· ὁ μέντοι βασιλεὺς ἐλήφθη δαιμονίῳ, ὃ καὶ σεμνολογοῦντες οὶ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα. καὶ παρέμεινε τὸ τοιοῦτον ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς. Κατ' ἐκεῖνο δὴ καιροῦ καὶ τοιοῦτόν τι συνέβη ἐν τῷ θέματι τῶν Θρᾳκησίων. Βαράγγων διεσπαρμένων γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ'
188
ἐρημίας ἐπειρᾶτο τῆς σωφροσύνης αὐτῆς, 587 ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν. ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τοῦ ἀνδρὸς παίει κατὰ καρδίαν τὸν Βάραγγον, καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ, συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ ταύτῃ διδόασι, κἀκεῖνον ἄταφον ῥίπτουσι. Τότε δὴ καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθε τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν ἐκκλησιῶν καὶ οἰκιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρις ἡμερῶν μʹ. τῷ δέ γε Σεπτεμβρίῳ μηνί, ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, πυρὸς ἐφαίνετο στῦλος κατὰ τὴν ἑώαν, τὴν κορυφὴν κεκολλημένην φέρων πρὸς μεσημβρίαν· καθ' ἣν ἡμέραν καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα, καὶ ἄλλα δὲ δεινὰ πολλὰ συνέβησαν. ὁ μέντοι βασιλεὺς Μιχαὴλ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀποκλαιόμενος ἦν τὴν εἰς τὸν Ῥωμανὸν ἁμαρτάδα, τὸν θεὸν ἰλασκόμενος δι' ἀγαθοεργιῶν καὶ κτίσεως μοναστηρίων, καὶ ἄλλας δὲ πρὸς τούτοις πράξεις ἐτέλει χρηστάς. αὗται δὲ ἀνύσιμοι ἂν ἦσαν, εἰ τὴν βασίλειάν τε ἀπέρριψε δι' ἣν τὰ τοιαῦτα κακά, καὶ εἰ τὴν μοιχάδα ἀπώσατο καὶ καθ' ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ συνὼν καὶ τῆς βασιλείας ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιίας ἀποπληρῶν, κἀντεῦθεν νομίζων τυχεῖν συγχωρήσεως, ἀνόητον διελογίζετο τὸ 588 θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνούμενος τὴν μετάνοιαν. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ σεισμοῦ γεγονότος χάσματα γεγόνασιν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν χωρία πέντε. ἔνθα καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι συνέβαινεν ἄν, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μοναχόν. τηνικαῦτα δὲ καὶ αὐχμοῦ γεγονότος ὡς ἐπὶ μῆνας ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείας ἐποίησαν οἱ τοῦ βασιλέως ἀδελφοί, καὶ ὁ μὲν Ἰωάννης τὸ ἅγιον ἐβάσταζε μανδήλιον, ὁ δὲ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ τὰ ἅγια σπάργανα. καὶ πεζοὶ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο μέχρι τῶν Βλαχερνῶν. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζαι παμμεγέθεις καταρραγεῖσαι συνέτριψαν τά τε δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. ὁ μὲν οὖν βασιλεύς, κατατεινόμενος ὑπὸ τοῦ δαίμονος ἐπὶ πλέον, ἔπεμψεν ἐν τοῖς θέμασι καὶ ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα βʹ, τοῖς δὲ μοναχοῖς ἀνὰ νομίσματα ἕν· ἐπὶ πλέον τὸ κακὸν ἐπετείνετο, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. κατὰ τοῦτο καὶ ὁ βασιλεὺς διέτριβε τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλά, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου Δημητρίου τοῦ πάθους ἕνεκεν· τῶν γὰρ κοσμικῶν πραγμάτων οὐδαμῶς 589 ἐφρόντιζεν, ὑπὸ τοῦ Ἰωάννου τούτων διοικουμένων. ἐπὶ τούτοις δὲ καὶ συνεχῶς τὴν οἰκουμένην ὁ θεὸς ἔσειε, καὶ δείματα κατεῖχον αὐτήν, ἐν οὐρανῷ μὲν κομητῶν ἐπιτολαί, ἄνεμοι ἐναέριοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι· ἃ δὴ καὶ προεμήνυον τὴν μετ' οὐ πολὺ γενησομένην τῶν κρατούντων καταστροφήν. ὁ τοιοῦτος δὲ Ἰωάννης ὠνίους τὰς ἀρχὰς ποιούμενος μυρίων κακῶν τὴν οἰκουμένην ἐνέπλησε. διὰ γὰρ τοῦτο καὶ τοὺς Βουλγάρους ἀντιστῆναι πεποίηκε· τοῦ γὰρ Βασιλείου ἐν εἴδεσί τισι τὴν ἀπαίτησιν ποιουμένου καθὰ δὴ καὶ ὁ Σαμουήλ, ὁ Ἰωάννης οὗτος διὰ νομισμάτων ἐδασμοφόρει αὐτούς, ὅθεν καὶ εἰς ἀποστασίαν ἐχώρησαν. Τοιούτῳ δὲ τέλει χρησαμένου Μιχαήλ, τὸ πᾶν περιέστη κράτος ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. αὕτη δὲ διαλογισαμένη ὡς οὐκ ἄν ποτε τὰ κοινὰ διεξάγειν μόνη δύναιτο, τὸν τοῦ βασιλέως Μιχαὴλ ὁμώνυμον ἀνεψιόν, Καίσαρα ὄντα, πρὸς δὲ καὶ δραστήριον εἶναι δοκοῦντα, εἰσποιητὸν προσλαμβάνει υἱόν, καὶ βασιλέα τοῦτον ἀναγορεύει, κρατήσαντα δὲ ὡσεὶ μῆνας δʹ, ὅρκοις πρότερον αὐτὸν καταδεσμήσασα ὡς κυρίαν ἔχειν αὐτὴν καὶ μητέρα καὶ μὴ
189
παρεμποδίζειν ἐφ' 590 οἷς ἂν καὶ ὅπως διαπράττεσθαι βούλοιτο. καὶ αὐτὸν δὲ πρότερον ὀρφανοτρόφον ἐκποδὼν ἐποιήσατο, καὶ Κωνσταντῖνον ὡσαύτως τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς ἀπεστέρησε. κατ' αὐτὴν τὴν ὥραν καθ' ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθέ που πεσεῖν, μόλις δὲ ἀνακαλεῖται μύροις καὶ ἀρώμασι. καὶ ὃς αὐτίκα δωρεαῖς περιποιεῖται τὴν σύγκλητον. μεταπέμπεται δὲ τῆς ἐξορίας καὶ Κωνσταντῖνον τὸν δομέστικον, καὶ οὕτω δῆθεν ἐν βεβαίῳ δόξας ἑστάναι παρευθὺς πίπτει. γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ βουλαῖς τοῦ δομεστίκου, λεγόντων μὴ πιστεύειν τῇ βασιλίδι, ὡς ἂν μὴ πάθοι ὅσα δὴ καὶ Μιχαὴλ καὶ Ῥωμανὸς γοητείαις ἅτε παρ' αὐτῆς κατεργασθέντες, διεγείρεται καὶ ἐπιβουλὴν κατ' αὐτῆς μελετᾷ. θέλων δὲ καὶ τὸν λαὸν ἰδεῖν, εἴπερ εὐνοϊκῶς πρὸς αὐτὸν διάκειται, καὶ οὕτως ἐπιχειρῆσαι τῇ ἐπιβουλῇ, κελεύει γενέσθαι προέλευσιν. ἐφ' ᾗ καὶ πάντας ἰδὼν ὡς εἰ δυνατὸν καὶ τὰς ψυχὰς προϊέναι χάριν τιμῆς αὐτοῦ καὶ λαμπρότητος, ἅπτεται τῆς ἐπιβουλῆς. νυκτὸς οὖν κατασπᾷ τοῦ θρόνου καὶ ἐξορίζει αὐτὴν εἰς Πρίγκιπον, κελεύσας τοῖς ἀποκομίζουσι καὶ τὰς τρίχας αὐτῆς ἀποκεῖραι καὶ πρὸς αὐτὸν αὐτὰς ἀγαγεῖν. γίνεται ταῦτα, καὶ ἀναφορὰ διὰ τοῦ ἐπάρχου τῷ λαῷ ἀναγινώσκε ται ἐν τῷ τοῦ Κωνσταντίνου φόρῳ, περιέχουσα ὅτι κακόνους ἡ Ζωὴ περὶ τὴν βασιλείαν μου εὑρεθεῖσα ἐξορίζεται παρ' ἐμοῦ· ὑμεῖς δὲ εἴπερ εὐνοϊκῶς διάκεισθε πρός με, μᾶλλον ἀξιωθῆτε τιμῶν. καὶ παραχρῆμα φωνὴ ἐξακούεται οὕτω λέγουσα ἡμεῖς σταυροπάτην Καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν κληρονόμον καὶ μητέρα ἡμῶν Ζωήν.» αλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐβόων ἀνασκαφείη τὰ ὀστᾶ τοῦ Καλαφάτου.» καὶ λαβόντες τὰ παρατυχόντα ξύλα παρὰ τοῦ ἐπάρχου φέρονται· καὶ ὃς φυγῇ χρησάμενος μόλις διεσώζετο. ὁ δὲ λαὸς εἰς τὴν ἐκκλησίαν καταλαβὼν ἐδυσφήμει καὶ μάλα τὸν βασιλέα, ἀνεκαλεῖτο δὲ τὴν Ζωὴν ὅλῃ ψυχῇ. μετὰ δὲ ταῦτα πρὸς τὸ παλάτιον ἔρχονται, καταγαγεῖν τὸν βασιλέα βουλόμενοι. ὃς καὶ πτοηθεὶς ἤγαγε τὴν Ζωήν, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ βασιλικοῖς ἐκόσμησε περιβλήμασιν. εἶθ' οὕτως τῷ λαῷ δημηγορήσας καὶ μηδὲν ἀνύσας (ὕβρεσι γὰρ μᾶλλον ἐπλύνετο καὶ λίθοις καὶ τόξοις ἐβάλλετο) ἔγνω δεῖν ἐν τῇ μονῇ Στουδίου ἀπελθεῖν. ὁ δὲ δομέστικος οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ γενναίως ἀντιστῆναι παρέπεισε καὶ ἢ ὑπερισχῦσαι ἢ βασιλικῶς ἀποθανεῖν. ἑτοιμάζονται ὡς εἶχον δυνάμεως. τριχῇ οὖν οἱ τοῦ δήμου διαιρεθέντες, ὥσπερ δὴ καὶ οἱ περὶ τὸν Μιχαήλ, κατ' ἀλλήλων ἐχώρουν. 592 ἔνθεν τοι καὶ ἐκ τοῦ δήμου πίπτει λαὸς οὐκ ὀλίγος, ἄοπλοι 592 ὄντες καὶ πρὸς ξίφη παρατασσόμενοι. πίπτουσιν οὖν ὡσεὶ χιλιάδες τρεῖς. οἱ μέντοι πολῖται διὰ τὸ πλῆθος ὑπερισχύσαντες καὶ τὰς πύλας τοῦ παλατίου ἐκρήξαντες ἐντὸς εἰσέρχονται, καὶ αὐτίκα τὸ ἐν σεκρέτοις χρυσίον ἁρπάσαντες καὶ κατ' αὐτοῦ τοῦ βασιλέως ὁρμῶσιν. ὃς δὴ καὶ ἀπογνοὺς φυγὰς πρὸς τὴν μονὴν τοῦ Στουδίου ἔρχεται, καὶ σὺν τῷ θείῳ αὐτοῦ ἀποκείρεται. Προκάθηται οὖν καὶ αὖθις ἡ βασιλὶς Ζωὴ σὺν τῇ ἀδελφῇ αὐτῆς Θεοδώρᾳ. καὶ πρῶτα μὲν εὐχαριστεῖ τῷ λαῷ δι' ἣν ἐνεδείξαντο πρὸς αὐτὴν εὔνοιαν, ἔπειτα δὲ καὶ σκέψις περὶ τοῦ Μιχαὴλ γίνεται. τοῦ δὲ λαοῦ σταυρωθήτω τυφλωθήτω» ἀναβοῶντος ἡ μὲν Ζωὴ συμπαθὴς αὐτῷ κατεφαίνετό, ἡ δὲ Θεοδώρα τὸν ἔπαρχον καὶ τὸ πλῆθος πρὸς αὐτοὺς πείθει δραμεῖν. ὡς οὖν ἐκεῖνοι τῆς παρουσίας ᾔσθοντο τοῦ λαοῦ, εἰς τὰ ἄδυτα τοῦ ναοῦ καταφεύγουσιν. ἀλλ' ἐκεῖθεν ἁρπάζονται καὶ διὰ τῶν ποδῶν ἐν τῇ ἀγορᾷ σύρονται, κατὰ δέ γε τὸ Σίγμα τοὺς ὀφθαλμοὺς ἐκτυφλοῦνται, ὡς ἡ Θεοδώρα ἐνέσκηψεν. ἔκτοτε οὖν κρατεῖ ἡ Ζωὴ σὺν τῇ αὐταδέλφῃ αὐτῆς Θεοδώρᾳ ὡσεὶ μῆνα ἕνα. κἀντεῦθεν ἡ σύγκλητός τε καὶ τὸ κοινὸν διῃτᾶτο καλῶς, ἀπριάτων τῶν ἀρχῶν ἁπανταχοῦ τελουμένων καὶ μὴ ὠνίων, ὡς πρίν. 593 Γίνεται σκέψις ὥστε βασιλεῖ νομίμως τὴν Ζωὴν συζευχθῆναι. καὶ ἡ μὲν ἀγαγέσθαι
190
ἔθελε Κωνσταντῖνον τὸν λεγόμενον Ἀρτοκλίνην· ἦν γὰρ καὶ τὸ εἶδος εὐπρεπής, ἐλέγετο δὲ καὶ πλησιάζειν αὐτῇ. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος, οὐχὶ μισοῦσα μέλλουσα δὲ αὐτοῦ στερεῖσθαι, τοῦ βίου ἐξάγει φαρμάκοις. ἔνθεν τοι καὶ τὸν Μονομάχον ἀπὸ τῆς ἐξορίας μεταπέμπεται, παρὰ τοῦ ὀρφανοτρόφου τὴν Μιτυλήνην κατακριθέντα οἰκεῖν· ἐφημίζετο γὰρ παρὰ πάντων ὡς ἐγκρατὴς ἔσται τῆς βασιλείας. καὶ οὕτω μὲν τῷ Σκυλίτζῃ περὶ τοῦ Μονομάχου διείληπται, λέγεται δὲ καὶ τοῦτο, ὅτι τῶν κρατούντων ἤδη παρελθόντων Λεσβόθεν τῇ βασιλίδι μεταπέμπεται· ἐξώριστο γὰρ ἐκεῖθεν παρὰ τοῦ Μιχαὴλ ἅτε τῇ βασιλίδι συμφθείρεσθαι λεγόμενος. ἐπανακέκληται οὖν, εἰ καὶ σβεσθῆναι παρὰ μικρὸν τὰς κόρας ἐκινδύνευε. συνάπτεται οὖν τῷ Μονομάχῳ νομίμως ἡ Ζωή, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς νέας, ἐν ἔτει ϛφνʹ. καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται, κρατήσας ἔτη ιβʹ. ἦν μὲν γὰρ ἀδαής, ὥς φασι, τὰ πολεμικά, τοσοῦτον δὲ μεγαλοπρεπὴς καὶ μεγαλόδωρος ὡς πάντας ἐπαπολαῦσαι τῶν χαρίτων αὐτοῦ. κατ' ἐκεῖνον δὴ τὸν καιρὸν ἐφάνη κομήτης ἀπὸ τῆς ἑώας πρὸς τὴν δύσιν τὴν πορείαν ποιού μενος, καὶ ὡρᾶτο μῆνα ὅλον λάμπων. προεμήνυε δὲ οὗτος μετὰ ἔτος ἓν τῆς αὐτοῦ βασιλείας φανεὶς τὰς μελλούσας γενέσθαι κοσμικὰς συμφοράς. ὅρα γὰρ ὅτι μετ' οὐ πολὺ στάσις ἐν Σερβίᾳ γέγονε. γράφει οὖν ὁ βασιλεὺς τῷ ἄρχοντι Δυρραχίου. καὶ ὃς ἐπισυνάξας ὡσεὶ χιλιάδας ξʹ εἰς Τριβαλῶν ἔρχεται, καὶ ἀνεπιστημόνως πάνυ τοῖς Σέρβοις προσβαλὼν ὡσεὶ χιλιάδας μʹ ποιεῖ ἐκεῖσε πεσεῖν καὶ στρατηγοὺς ζʹ. ἀλλὰ καὶ ὁ Μανιάκης Γεώργιος ἐν Ἰταλίᾳ διάγων (παρὰ γὰρ τοῦ Βασιλείου ἐκεῖσε προπεμφθεὶς ἔτυχεν) εἰς ἀποστασίαν χωρεῖ καὶ τὰ παράσημα τῆς βασιλείας ἐνδύεται καὶ εἰς Σερβίαν ἔρχεται. μανθάνει περὶ τούτου ὁ βασιλεύς, καὶ μὴ δυνηθεὶς διὰ γραμμάτων μεταποιῆσαι αὐτὸν χεῖρα βαρεῖαν ἀποστέλλει κατ' αὐτοῦ· ποδάγρᾳ γὰρ ὁ βασιλεὺς συνεχόμενος καὶ παρὰ δεμνίοις ἁπαλοῖς κείμενος δι' ἑαυτοῦ τοῖς τοιούτοις ἐφίστασθαι οὐκ ἠδύνατο. πόλεμος οὖν ἐν τῷ Ὀστροβῷ συγκροτεῖται, καὶ αἰφνίδιον πίπτει τοῦ ἵππου ὁ Μανιάκης, πολλὰ πρότερον τοῦ στρατοῦ κατατρέχων. τέμνεται τὴν κεφαλήν. τῷ βασιλεῖ στέλλεται, καὶ μέγας ἐπὶ τούτῳ θρίαμβος γίνεται. Ἀλλὰ καὶ Θεόφιλος ὁ Ἐρωτικὸς στρατηγῶν ἐν Κύπρῳ, καὶ μαθὼν τὰ περὶ τὸν Καλαφάτην καὶ ὅτι σύγχυσιν ἔχει τὰ πράγματα, τοὺς Κυπρίους ὑπανάπτει καὶ εἰς ἀποστασίαν 595 χωρεῖ. ἀλλ' ὁ βασιλεὺς ἀποστείλας χειροῦται αὐτόν, καὶ ἐν ἱπποδρομίᾳ θριαμβεύσας στολὴν ἐνδεδυμένον θήλειαν, καὶ πάντων ψιλώσας, ἀπέλυσε. τότε δὴ τότε καὶ ὁ πατριάρχης Ἀλέξιος καταλύει τὸν βίον, ἀναβιβάζεται δὲ ἀντ' αὐτοῦ Μιχαὴλ ὁ Κηρουλάρης, μοναχὸς ὤν. Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ οἱ Σκύθαι, τοῦτ' ἔστιν οἱ Ῥωσοί, διά τινα μικρὰν πρόφασιν κατὰ τῆς βασιλίδος ὁρμῶσι στόλῳ βαρεῖ. καὶ ὁ βασιλεὺς ὑπαντιάζει αὐτοῖς ἔν γε τῷ φόρῳ, καὶ οἱ τραπέντες ἐπαλινόστησαν, συμβολῆς γενομένης πλοίων κατεαγέντων καὶ ὡσεὶ χιλιάδες δεκαπέντε περὶ τὴν γῆν ἐκβρασθέντων, εἰ καὶ κατά τινα κόλπον τριήρεις Ῥωμαϊκαὶ διώκουσαι τὰ αὐτὰ πεπόνθασι, τὸν ἀριθμὸν κʹ καὶ δʹ οὖσαι. Ἐν ἔτει ϛφνβʹ, μηνὶ Μαρτίῳ θʹ, βουλεύεται ὁ βασιλεὺς ἀπελθεῖν εἰς προσκύνησιν τῶν ἁγίων μʹ. γίνεται οὖν δημοσία προπομπή, ἔρχεται περὶ τὸν Χριστὸν τὸν χαλκοῦν. καὶ τηνικαῦτα τὸ πλῆθος εἰς ἀποστασίαν χωρεῖ· φωνὴ γὰρ ἐκ μέσου αὐτοῦ ἐξεχύθη λέγουσα ἡμεῖς τὴν Σκλήραιναν βασίλισσαν οὐ θέλομεν, οὐδὲ δι' αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωὴ καὶ ἡ Θεοδώρα θανοῦνται.» ταραχθὲν οὖν ἐπὶ πλέον τὸ πλῆθος ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι, 596 καὶ φθόρος ἂν εὐθέως οὐκ ὀλίγος ἐγεγόνει, εἰ μήγε προκύψασαι ἄνωθεν αἱ βασίλισσαι τὴν τοῦ πλήθους ὀργὴν κατεστόρεσαν. ἐφ' ᾧ καὶ ἄκων ὁ βασιλεὺς ἐν βασιλείοις ὑποστρέφει. μετὰ δέ ταῦτα φροντίσι κοσμικαῖς ὑποπίπτει. καὶ ἄλλαι μὲν ἀλλαχοῦ κατὰ
191
τὴν ἕω συμβαίνουσιν ἀντιστασίαι, καὶ Λέων δὲ Τορνίκιος πατρίκιος, ὁ στρατηγῶν ἐν Ἰβηρίᾳ, ἐπὶ τυραννίδι διαβάλλεται. παραλύεται οὖν τῆς ἀρχῆς καὶ ἀποκείρεται. ὁ δὲ μὴ εὐψύχως ταῦτα ὑπενεγκών, τοὺς ἐν Ἀδριανουπόλει καὶ μᾶλλον ὅσοι παρεωραμένοι καὶ ἄλλους τινὰς νεωτερισμοῖς χαίροντας οὐκ ὀλίγους ἐπισυνάξας, βασιλεὺς ἀναγορεύεται καὶ κατὰ τῆς βασιλίδος χωρεῖ. ὁ δὲ βασιλεὺς μὴ ἔχων ἀντιστῆναι ἅτε δυνάμεως ἱκανῆς ἀπορῶν, γράφει τῷ ἐν Ἰβηρίᾳ προβληθέντι Κωνσταντίνῳ, ὅτι μηδὲ τοῖς πολίταις ἐθάρρει ἅτε μὴ διακειμένοις εὐνοϊκῶς πρὸς αὐτόν, τὰ ἐν χερσὶ πάντα καταλιπεῖν καὶ μετὰ δυνάμεως ὅτι πολλῆς εἰς τὴν βασιλίδα καταλαβεῖν. ὃ δὴ καὶ γέγονε. πρὸ δέ γε τοῦ ἐλθεῖν αὐτοὺς οὐ μικρῶς ὁ Τορνίκιος τὴν βασίλειαν διετάραξε, τοσοῦτον καταπολεμήσας ἐκ τῶν ἐκτὸς τοὺς ἐντὸς ὡς καὶ τὸν βασιλέα τόξου γενέσθαι παρὰ μικρὸν παρανάλωμα. ἔκτοτε οὖν πρὸς Ἀρκαδίου πόλιν ἔρχεται. οὐ πολὺ τὸ ἐν 597 μέσῳ, καὶ ἐξ ἑώας τὰ στρατεύματα παρεγένετο. στρατηγὸς οῦν αὐτοῖς ὁ Ἰασίτης προβάλλεται. κατὰ τοῦ ἀποστάτου χωρεῖ, χειροῦται αὐτόν· καὶ παρευθὺς αὐτὸν μὲν ἐκτυφλοῦσι καὶ Βατάτζην τινά, τοὺς δὲ λοιποὺς δημεύουσι. Μετὰ δὲ ταῦτα οὐ διέλιπον κατά γε ἀνατολὰς παρὰ Τούρκων καὶ κατὰ δύσιν παρὰ Πατζινακῶν λεηλασίαι καὶ πόλεμοι. τότε καὶ Ῥωμανὸς ὁ Βοῖλος ὑψοῦται τὰ μέγιστα· ἀστεῖος γὰρ περὶ τὴν γλῶτταν ὢν καὶ εὐτράπελος γνωρίζεται τῷ βασιλεῖ, τιμᾶται, σύμβουλος καθίσταται. εἶτα τυραννίδος ἐπιθυμεῖ, ὑπέρχεται καί τινας, ὅσους ἠδύνατο. ἀλλ' ἐφωράθη ταῦτα τῷ βασιλεῖ, καὶ οἱ μὲν συνωμόται πάσχουσι κακῶς, αὐτὸς δὲ πρὸς μικρὸν ὑποκατιὼν πάλιν ἐπανάγεται. τότε δὴ καὶ παρὰ τοῦ τῆς Αἰγύπτου ἄρχοντος στέλλεται πρὸς τὸν βασιλέα ἐλέφας ζῶν καὶ καμηλοπάρδαλις. τότε καὶ σπουδὴν ἔθετο τοὺς Πατζινάκας τέλεον ἀναλῶσαι. στρατὸν οὖν πανταχόθεν ἐπισυνάξας ἐκπέμπει κατ' αὐτῶν. ἀλλὰ μέγα συμβαίνει κατὰ Ῥωμαίων ἐκεῖθεν τὸ ἀτύχημα. ὅθεν καὶ ἕτερον αὖθις συλλέγει στρατόν. πλὴν σπονδὰς πρὸς ἀλλήλους τίθενται καὶ τὰ τοῦ πολέμου λύονται μέχρι τριακονταετίας. πρὸς τούτοις δὲ μοναστήριον τὰ Μάγγανα οἰκοδομῶν, καὶ ἀφειδῶς τοῖς χρήμασι χρώμενος, εἰς τοσαύτην ἤλασεν ἔνδειαν 598 ὥστε καὶ πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους εἰσπράξεις ἐφευρηκέναι. φροντιστὰς οὖν ἀδίκους τοῦ δημοσίου ἐπιστήσας εξ ἀδίκων πόρων συνέλεγε χρήματα. καταλύει δὲ καὶ τὸν Ἰβηρικὸν στρατόν, ἀμφὶ τὰς νʹ χιλιάδας ἀριθμούμενον, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἀπὸ τῶν χωρίων ἐκείνων πορίζεται. ἔνθεν τοι καὶ διὰ τὰς ἐκείνου κακίας καὶ ἀσωτίας τὰ τῶν Ῥωμαίων πράγματα εἰς τὸ κατόπιν χωροῦσιν, εἰ καί τινα τῶν αὐτοῦ μνήμης ὑπάρχουσιν ἄξια. ἡ γὰρ τῶν Μαγγάνων μονὴ καὶ οἱ ξενῶνες καὶ τὸ ἐπὶ τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ παρ' αὐτοῦ γεγονὸς ἐπαίνων οὐκ ἀμοιροῦσι. δι' ἔνδειαν γὰρ μὴ δυναμένης ἱερουργεῖσθαι ἐν σαββατοκυριάκοις γὰρ καὶ ταῖς ἐπισήμοις τῶν ἑορτῶν, τοῦτο οὖν ἰδὼν αὐτὸς καθ' ἑκάστην τοῦτο διὰ προσόδων γίνεσθαι ᾠκονόμησε, φαιδρύνας αὐτὴν καὶ λαμπροῖς ἀναθήμασι. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ λοιμικὴ νόσος ἐπὶ τοσοῦτον ἐνέσκηψεν ὥστε τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας μὴ δύνασθαι. ἀλλὰ καὶ χάλαζα ῥήγνυται, μὴ ζῶα μόνον ἀλλὰ καὶ ἀνθρώπους αὐτοὺς ἀποκτείνουσα. ὁ μέντοι βασιλεὺς τῇ συνήθει κακίστῃ νόσῳ, τῇ ποδάγρᾳ δηλονότι, κακουχούμενος ἔκειτο ἐν τῇ παρ' αὐτοῦ δομηθείσῃ μονῇ, ὡς δὲ καὶ δι' ἕτε ρόν τι σύμπτωμα ὁ θάνατος ἤγγισεν, ὅ τε λογοθέτης, ὁ πρωτονοτάριος καὶ ὁ κανικλείου, σκεψάμενοι περὶ τούτου, στέλλουσιν ἀγαγεῖν Νικηφόρον τὸν πρωτεύοντα· ἔτυχε γὰρ τότε τὴν τῶν Βουλγάρων ἐζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες οἱ τῇ Θεοδώρᾳ ὑπηρετούμενοι (ἡ γὰρ Ζωὴ προκατέλυσε τὸν
192
βίον) εἰς τὸ παλάτιον αὐτὴν ἄγουσι καὶ ἀναγορεύουσιν αὐτοκρατόρισσαν. ἐφ' ᾧ καὶ ἀποστείλαντες κατέσχον ἐν Θεσσαλονίκῃ τὸν πρωτεύοντα. κἀκεῖθεν εἰς τὸ Θρᾳκήσιον ἄγουσι, καὶ ἐν τῇ μονῇ τοῦ Κουζινᾷ περιορίζουσιν. ὁ μέντοι Μονομάχος θνήσκει καὶ παρὰ τῇ διαληφθείσῃ μονῇ θάπτεται. Κρατεῖ λοιπὸν ἡ Θεοδώρα ἔτος ἕν, καὶ τηνικαῦτα προβάλλεται δομέστικον τῶν σχολῶν ἕνα τῶν εὐνούχων αὐτῆς ἐπὶ τῷ ἀναστέλλειν τῶν Τούρκων τὴν καταδρομήν, παραλύσασα τῆς στρατοπεδαρχίας Ἰσαάκιον τὸν Κομνηνόν. ἔφθασε γὰρ ὁ Μονομάχος ἐκεῖσε διαπεράσας τὰς Μακεδονικὰς δυνάμεις. ἐν οἷς ἦν στρατηγὸς καὶ Βρυέννιος· λόγος γὰρ παρὰ τοῖς Τούρκοις ἐφέρετο ὡς ὑπ' ἐκείνων καταλυθήσονται μεθ' ὧν ὁ Ἀλέξανδρος τοὺς Πέρσας κατέλυσεν. ὅλην τὴν ἰνδικτιῶνα θʹ τοῦ ϛφξδʹ ἔτους βιώσασα ἡ βασιλὶς ἀπέθανεν, εἰλεοῦ νοσήματι περιπεσοῦσα. οἱ δὲ ταύτης εὐνοῦχοι ἀναβιβάζουσι Μιχαὴλ γέροντα τὸν στρατιωτικόν, ἀφιλῆ ἄνδρα ὄντα. 600 Κρατεῖ οὖν ὁ στρατιωτικὸς Μιχαὴλ ἔτος ἕν. τοῦτο δὲ ποιοῦσιν οἱ εὐνοῦχοι ὡς ἄνευ αὐτῶν μηδέν τι γίνεσθαι. καὶ ὁ μὲν βασιλεὺς ἐκ Βυζαντίου μὲν ὥρμητο, στρατιωτικὰ δὲ μόνα μεταχειριζόμενος ἀφυὴς ἦν παντάπασι καταθωπεύειν λαόν. τότε δὴ τότε συνήθως ἔρχονται οἱ ἐξ ἑώας μεγιστᾶνες, ὅ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνός, ὁ κεκαυμένος Κατακαλὼν καὶ ἕτεροι, ἐπὶ τῷ καὶ τιμῶν καὶ ἀξιωμάτων καὶ τῶν συνήθων δωρεῶν παρὰ τοῦ βασιλέως τυχεῖν. ἀλλ' αὐτοὺς κενοὺς ἐκπέμπει, πλύνας μᾶλλον ὕβρεσιν αὐτούς. ἐφ' ᾧ δόντες καὶ λαβόντες ὅρκους ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ συμφωνήσαντες τὸν Κομνηνὸν ἀναγορεῦσαι βασιλέα οἴκαδε ἀπῄεσαν. διὰ γοῦν ταῦτα ὁ βασιλεὺς δωρεαῖς μεγίσταις τοὺς πολίτας ἐμπεδοῖ, καὶ ἀραῖς βαρείαις συμφωνοῦντας μὴ προσδέξασθαι τὸν Ἰσαάκιον, τῇ βουλῇ ταύτῃ καὶ ὁμολογίᾳ καὶ αὐτῆς συγκλήτου κατατιθεμένης· τῇ γὰρ ἐξουσίᾳ πειθαρχοῦντες καὶ γραμματείῳ ταῦτα βεβαιοῦσιν. ἀλλ' εἰς οὐδὲν ὤνησε ταῦτα· τοῦ γὰρ Ἰσαακίου ἐπιθεμένου, καὶ τοῦ πατριάρχου συμβουλεύσαντος δῆθεν τῷ βασιλεῖ, αὐτὸς μὲν ἐξίσταται τῆς βασιλείας, ἀναγορεύεται δὲ ὁ βασιλεὺς Ῥωμαιων ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ κρατεῖ ἔτη βʹ. 601 Τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν βασιλείαν ἀναζωσάμενος, καὶ τῇ ἑαυτοῦ ἀνδρείᾳ τὰ πάντα λογισάμενος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ θεῷ τὸ πᾶν ἐπιγράψας. τὸν πατριάρχην τὰ μέγιστα τιμᾷ καὶ τοὺς συναραμένους αὐτῷ. ἀλλὰ φειδωλίας κατάρχεται, τὰ τῶν φροντιστηρίων περιττὰ ἀποκόπτει, μόνα τὰ ἐπαρκοῦντα τούτοις ἀφείς, ἀκτημοσύνην δῆθεν αὐτοὺς ἐκδιδάσκων, καὶ μὴ βίον εὐλακεσμένον ζῆν. ὁ δὲ πατριάρχης ἐπὶ τῷ βασιλεῖ τὰ πλεῖστα θαρρῶν οὐκ εἶχεν ἐπικλινῆ ταῖς αὐτοῦ ἔστιν ὅτε αἰτήσεσι φορτικαῖς ἅτε πολλάκις οὔσαις· οὐκοῦν ἐπιτιμίοις ἀποτροπαίας ὑποβάλλει αὐτόν, ναὶ μὴν καὶ ἀπειλαῖς, τὸ δημοκοπούμενον τοῦτο λέγων ἐγώ σε ἔκτισα, φοῦρνε· ἐγώ σε καὶ καταλύσω.» βουλεύεται δὲ κοκκοβαφῆ περιβαλεῖν πέδιλα, τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον ἔθος, καὶ δεῖν τούτοις κἀν τῇ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα· ἱερωσύνης γὰρ καὶ βασιλείας τὸ διαφέρον οὐδέν. ταῦτα μαθὼν ὁ βασιλεύς, καὶ δέον κρίνας δρᾶσαι μᾶλλον ἢ παθεῖν, ἐξορίζει ὸν πατριάρχην. ἀλλὰ καὶ τὴν αὐτοῦ καθαίρεσιν μελετῶν τις ἐκείνου ὁ πατριάρχης τελευτᾷ. ταύτῃ τοι καὶ μετανοίᾳ χρησάμενος ὁ βασιλεὺς ἐντίμως ἐπανάγει αὐτόν, 602 πάντων ἐκπλαγέντων ἐπὶ τῷ συμβεβηκότι τότε θαύματι· ἡ γὰρ τοῦ πατριάρχου δεξιὰ χεὶρ σταυροειδῶς σχηματισθεῖσα, ὡς ἡνίκα τὴν εἰρήνην ἐπεφώνει τῷ λαῷ, μεμένηκεν ἄτρεπτος, μὴ συναλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος. προχειρίζεται δὲ ἀντ' αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδροι ὁ Λειχούδης, πρωτοβεστιάριος ὤν· οὗ τῆς μεγαλοδώρου χειρὸς καὶ ἱκανῆς προνοίας οὐδεὶς ἔξω μεμένηκε. Μετὰ δὲ ταῦτα ταράσσεται τὸ Οὐγγρικόν. ἐξέρχεται κατ' αὐτῶν ὁ βασιλεύς, καὶ πάντες μὲν σπένδονται, μέρος δέ τι Πατζινακικὸν
193
χεῖρας δοῦναι οὐκ ἤθελεν, ἐφ' ᾧ καὶ ἄρδην ἀπόλλυται. ὑπὸ τὸν Λιβιτζὸν δὲ σκηνοῖ ὁ βασιλεύς, καὶ ὑετοῦ καὶ νιφετοῦ πολλοῦ καταρραγέντος μηνὶ Σεπτεμβρίῳ, ἡμέρᾳ τῆς πρωτομάρτυρος Θέκλης, πολὺς τοῦ στρατοῦ γέγονε φθόρος. ὁ δὲ βασιλεὺς ὑπὸ δρῦν ἔστη τινὰ σκέπης ἕνεκεν, μετ' οὐ πολὺ δὲ ἠχῆς γενομένης ἐκ ῆς δρυὸς πρόεισι μικρὸν ὁ βασιλεὺς ὡς μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι, καὶ ῥιζόθεν αὐτὴ ἀνασπασθεῖσα ὑπτα τῇ γῇ καταπίπτει. ὅθεν ἐννεὸς ὁ βασιλεὺς γέγονεν, ἰδὼν ὅθεν ἐρρύσθη. ἦν δὲ οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβάν, πρωίμιον δὲ τῶν ἐπισυμβησομένων αὐτῷ. Μετὰ δὲ ταῦτα κυνηγεσίοις ἐψυχαγωγεῖτο περὶ αὐτὴν 603 τὴν Νεάπολιν. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε. χοῖρος δέ ποθεν φανεὶς ἐφ' ἑαυτὸν τὸν βασιλέα ἐπεκαλέσατο· ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξήλαυνεν. ὡς οὖν ὁ χοῖρος τὴν θάλασσαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς εὐθὺς τῷ ἀστραπηβόλῳ φωτὶ ληφθεὶς τοῦ ἵππου τε ἀπεσφαιρίσθη καὶ ἀφρίζων κατὰ γῆν ἐκυλίετο· ἐμβληθεὶς οὖν ἀκατίῳ πρὸς τὰ βασίλεια διεσώζετο. τούτῳ δὲ τῷ τρόπῳ κακουχούμενος ἐπὶ πολὺ μετανοίᾳ χρᾶται, καὶ τῆς βασιλείας, ἧς ἀδίκως ἐπελάβετο, ἑκὼν ἐξίσταται, καὶ ταύτην ἑτέρῳ δίδωσι, ῥάκια ἀμφιέννυται καὶ τῇ μονῇ τοῦ Στουδίου ἑαυτὸν ἐπιδίδωσι. τοσαύτῃ ταπεινώσει καὶ πρός γε τὸν προεστῶτα ὑποταγῇ ἐχρᾶτο ὡς καὶ θυρωρὸν αὐτὸν γενέσθαι. λέγεται δὲ σωφρονέστατον αὐτὸν εἶναι. στρατοπεδάρχου γὰρ ὄντος αὐτοῦ καὶ νεφρίτιδι συσχεθέντος ὡς καὶ πάρετον πάντῃ γενέσθαι, συνεβούλευον οἱ ἰατροὶ μετὰ μυρίας ἄλλας ἐπαγωγὰς καὶ γυναικὶ χρήσασθαι. ὁ δ' οὐκ ἐπείθετο. εἰπόντων δὲ εἰ μὴ τοῦτο ποιήσεις, ἀνάγκη σοι καυτηρίᾳ χρήσασθαι κἀντεῦθεν ἀπαιδίᾳ συσχεθῆναι,» ἀρκοῦσί μοι» ἔλεγεν ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἱ ἤδη μοι χάριτι θεοῦ γενόμενοι· τούτων μὲν γὰρ ἄνευ τυχεῖν ἔστι τῆς βασιλείας τοῦ θεοῦ, σωφροσύνης δὲ δίχα 604 οὐδεὶς ὄψεται τὸν θεόν.» ἐπὶ τούτοις δὲ καὶ ἡ βασιλὶς Αἱκατερῖνα καὶ ἡ θυγάτηρ Μαρία παρὰ τῇ μονῇ τοῦ Μυλαίου διῆγον ἀσκητικὸν βίον βιοῦσαι. θνήσκει ὁ βασιλεύς. σορῷ κατατίθεται, ἥτις καὶ πλησθεῖσα ὕδατος ὑπονοεῖν ἅπασι δέδωκεν ὅτι δικην ἐνταῦθα ἔτισε διά γε τὸν ἐμφύλιον πόλεμον, τὰς τῆς συγκλήτου ἀποστερήσεις, τὰς τῶν μοναστηρίων, ὡς ἄνωθεν εἴρηται, καθαρπαγάς, καὶ ὅσα ἄλλα τοιαῦτα. θάπτεται δὲ τῇ μονῇ τοῦ Στουδίου, καὶ Αἱκατερῖνα μετονομασθεῖσα Ξένη. Κρατεῖ δὲ μετὰ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ Δούκας ἔτη ζʹ, ἐπιεικὴς ἀνὴρ καὶ μέτριος, τὴν σύγκλητόν τε καὶ τὸ δημοτικὸν τιμῶν ἀξιώσας. ἐπανορθοῖ δὲ καὶ τοὺς ἐκπεσόντας τῶν οἰκείων τιμῶν παρὰ τοῦ Κομνηνοῦ. ἀπῆλθέ ποτε κατὰ τὴν μνήμην τοῦ μεγαλομάρτυρος Γεωργίου ἐν τῇ μονῇ τῶν Μαγγάνων, αἰδοῖ τοῦ ἁγίου. καὶ τηνικαῦτα βουλὴ κατ' αὐτοῦ· διὰ θαλάττης γὰρ ἐπανελθεῖν πρὸς τὰ βασίλεια μέλλοντα ἀποπνῖξαι αὐτὸν ἐμελέτων οἱ προύχοντες. ἀλλ' οὐδὲν ἤνυσαν· ἐγνώσθη γὰρ ἐκείνων τὸ βούλευμα. ὁ δὲ Δούκας οὐδενὸς ἄλλου ἐφρόντιζεν ἢ λόγων σεκρετικῶν δικανικῶν συκοφαντικῶν, ἐφ' ᾧ κἀν ταῖς δίκαις προσεδρεύων ἦν ἐπὶ τοσοῦτον, ὡς καὶ αὐτοὺς τοὺς στρατιώτας τὰ στρατιωτικὰ κα ταλεῖψαι καὶ λόγους δικανικοὺς ἐκπαιδεύεσθαι, ὃ δὴ καὶ τοὺς Τούρκους ἠρέθισε κατὰ Ῥωμαίων χωρεῖν καὶ ἀδεῶς τὰ ἐκείνων ληΐζεσθαι. καὶ τὰ μὲν κατὰ τὴν ἀνατολὴν οὕτως εἶχε, κατὰ δέ γε τὴν δύσιν ἔθνος Οὐζικὸν (Σκύθαι δὲ οὗτοι) καὶ τῶν Πατζινακῶν οἱ εὐγενέστεροι τὸν Ἴστρον διαπεραιώσαντες, ὡσεὶ μυριάδες ξʹ, καταδρομὴν ὅτι πολλὴν τῶν Ῥωμαίων ἠπείλουν. μανθάνει ταῦτα ὁ βασιλεύς, καὶ οἷα φιλοχρήματος καὶ τὸν ὀβολὸν παντὸς προτιμῶν, κἀντεῦθεν μηδὲ στρατὸν ἀξιόλογον ἔχων, ἐξέρχεται εἰς Χοιροβάκχους, μεθ' ἑαυτοῦ φέρων οὐχὶ πλείους ἢ ρνʹ στρατιώτας. πλὴν κελεύσει αὐτοῦ νηστείαις καὶ προσευχαῖς καὶ λιτανείαις πρὸς θεὸν πάντες ἐχρήσαντο, ἐφ' ᾧ καὶ μετ' οὐ πολὺ ὁ τῶν βαρβάρων μηνύεται ὄλεθρος,
194
λοιμῷ καὶ λιμῷ θείᾳ προμηθείᾳ κατεργασθέντων αὐτῶν. ταῦτα δὲ συνέβη ἔτος ἕκτον τοῦ Κωνσταντίνου βασιλεύοντος, πρὸ δέ γε τοῦ ἔτους τούτου κατὰ Σεπτέμβριον μῆνα περὶ δευτέραν νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέγονεν, τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ὡς καὶ οἰκίας καὶ ναοὺς ἀνατρέψαι. καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ κατὰ Ῥαιδεστὸν Πάνιόν τε καὶ τὸ Μυριόφυτον τὰ αὐτὰ γεγόνασιν, ὡς καὶ φόνον ἀνθρώπων πολὺν γενέσθαι. καὶ ἐν Κυζίκῳ δὲ τὸ Ἑλληνικὸν ἐκεῖνο καὶ θαυμάσιον ἵδρυμα κατεσείσθη τε καὶ 606 πλεῖον μέρος κατέπεσε, καὶ ταῦτα ὀχυρώτατον ὄν. τὰ αὐτὰ τούτοις καὶ κατὰ Νίκαιαν γέγονε· κατεσείσθησαν γὰρ ὅ τε τῶν ἁγίων πατέρων ναὸς καὶ ὁ ἐπ' ὀνόματι τῆς ἁγίας Σοφίας, καὶ αὐτὰ τὰ τείχη ἐκ βαράθρων αὐτῶν καταπεπλώκασι. καὶ ταῦτα μὲν καὶ ἁμαρτημάτων εἴσπραξις καὶ θεῖος χόλος ἐτύγχανεν, ᾐνίττοντο δὲ καὶ τὴν τοῦ ῥηθέντος ἔθνους ἐπέλευσιν καὶ κατάλυσιν· ἐν γὰρ ταῖς θεοσημείαις οὐ τὸ ἐνεστὸς μόνον ἀλλὰ καὶ τὸ μέλλον προθεωρεῖται καὶ προσημαίνεται. κατ' ἐκεῖνον δὲ τὸν καιρὸν καὶ κομήτης ἐφάνη κατόπιν ἡλίου δύνοντος, τὸ μέγεθος σεληναῖον φέρων, καὶ ἐδόκει μὲν τηνικαῦτα καπνὸν καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο προδεικνύειν βοστρύχους τινάς, τὰς δὲ ἀκτῖνας πρὸς ἑώαν ἀπέτεινε, μέχρις ἡμερῶν μʹ φαίνων. Κωνσταντίνου δὲ πατριάρχου τελευτήσαντος Ἰωάννης μοναχὸς ὁ Ξιφιλῖνος προχειρίζεται, τὰ πάντα θαυμαστός, λόγῳ σοφίᾳ καὶ συνέσει καὶ ἀρετῇ, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀσκητικῶς δὲ κατ' Ὄλυμπον ζῶν, ἐφ' ᾧ καὶ βίᾳ πρὸς τὴν ἀξίαν ἕλκεται ἅτε τῶν ἄλλων ἔκκριτος ὤν. ὁ δὲ βασιλεὺς νόσῳ τηνικαῦτα περιπίπτει καὶ τὸν βίον ἐξάγεται, τῆς ὁσίας αὐτοῦ γενομένης ἐν τῇ μονῇ ἡ καλεῖται Μολιβωτόν. ἦσαν δὲ αὐτῷ παῖδες ἐξ Εὐδοκίας τῆς βασιλίδος, ἣν ἰδιωτεύων ἠγάγετο, Μιχαὴλ Ἀνδρόνικος καὶ Κωνσταντῖνος, ὃς 607 καὶ πορφυρογέννητος ἦν, πρὸς τούτοις δὲ Ἄννα Θεοδώρα καὶ Ζωή. Τελευτῶν δὲ πάντας ἀπῄτησεν ἔγγραφον ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον διαδέξονται, καὶ αὐτὴν δὲ τὴν βασίλισσαν Εὐδοκίαν ὡς οὐκ ἂν πρὸς δεύτερον ἀπίδοι συνοικέσιον, ἐφ' ᾧ κρατεῖ σὺν τοῖς παισὶν αὐτοῦ μῆνας ζʹ, καὶ τοῦ ἐγγράφου ἀπαρτισθέντος, καὶ εἰς φυλακὴν τῷ πατριάρχῃ δοθέντος. εἶχε μὲν οὕτω ταῦτα, καὶ οἱ Τοῦρκοι πάλιν πᾶσά τε ἡ ἀνατολὴ ἐκυμαίνετο. δέονται λοιπὸν βασιλέως τὰ πράγματα, ἐφ' ᾧ καὶ ψηφίζεται μὲν Νικηφόρος ὁ Βοτανειάτης καὶ ἕτεροι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή, καὶ βασιλεὺς ἀναγορεύεται ὁ Βεστάρχης Ῥωμανὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός, εἰ καὶ πρότερον ἐπιβουλεύσας τῷ βασιλεῖ κἀντεῦθεν δεσμηθεὶς καὶ ἐλεγχθείς, εἶτα παρὰ πᾶσαν ἐλπίδα τοῦ κινδύνου λυτρωθείς. Κρατεῖ ὁ τοιοῦτος Ῥωμανὸς ἔτη γ μῆνας ηʹ. ἡ μέντοι βασιλὶς θέλουσα μὲν συζευχθῆναί τινι τῶν ἐπιφανῶν, δεδοικυῖα δὲ διά γε τὸ ἔγγραφον καὶ τοὺς ἐνυπογράψαντας αὐτῷ, ἔγνω δεῖν ὑπὲρ γυναῖκα φρονῆσαι καὶ δόλῳ τὸν πατριάρχην ὑπελθεῖν. κοινοῦται τὸ πρᾶγμά τινι τῶν πρὸς τὰ τοιαῦτα 608 ἐπιτηδείων. τιʹ γοῦν; ἀδελφὸς ἦν τῷ πατριάρχῃ Βάρδας τοὔνομα. πρόσεισι γοῦν τῷ πατριάρχῃ ὁ τομίας, ἀπαγγέλλει αὐτῷ μυστικῶς τὰ τοῦ πράγματος· εἴγε οἰκονομία τις γένηται περὶ τοῦ ἐγγράφου, ὁ σὸς ἀδελφὸς τῇ βασιλίδι μίγνυται καὶ βασιλεὺς ἀναγορεύεται.» κατέχεται οὖν ἐντεῦθεν ὁ πατριάρχης, καὶ ἕνα καθ' ἕνα τῆς συγκλήτου μετακαλούμενος ἔπειθε πάντας ὡς παράνομον τὸ ἔγγραφον, καὶ διὰ ζῆλον ἑνὸς ἀνδρὸς τὰ Ῥωμαίων οὐ χρὴ καταβλάπτεσθαι· ἀναγκαῖον οὖν τὴν βασιλίδα ζευχθῆναι ἀνδρὶ ὡς ἀναθηλῆσαι καὶ αὖθις τὰ πράγματα. ὡς οὖν ἔσχε πάντας συμψήφους ὁ πατριάρχης, ἔνοπλος ὁ Διογένης εἰς τὰ βασίλεια ἔρχεται καὶ τῇ βασιλίδι συζεύγνυται, καὶ οὕτω τῶν σκήπτρων ἐγκρατὴς γίνεται. εἶχεν ἐφέδρους τούς τε προγόνους αὐτοῦ καὶ Καίσαρα τὸν τοῦ προβεβασιλευκότος ἀδελφόν. καὶ τηνικαῦτα τὰ
195
κατὰ τὴν ἑώαν μανθάνει, καὶ κατὰ τῶν Τούρκων χωρεῖ, καὶ εἰς Σεβάστειαν ἐλθὼν καὶ ἔνθεν κἀκεῖθεν παραγενόμενος μεγάλα κατὰ τῶν Τούρκων ἔστησε τρόπαια. ὑποστρέφει πρὸς τὴν βασιλίδα. καὶ τὰς συνήθεις ῥόγας τῇ συγκλήτῳ καὶ τῷ λαῷ ποιησάμενος ἐκστρατείας καὶ αὖθις ἐφάπτεται, μηδὲ αὐτὰς τὰς πασχαλίας ἡμέρας καρτερήσας. καὶ τοῖς Τούρκοις ἔνθεν κἀκεῖθεν πολλὰ συμπλακείς, καὶ ποῦ μὲν εὐτυχῶν ποῦ δὲ 609 ἀτυχῶν, τὴν βασιλίδα καταλαμβάνει, τὸν Κομνηνὸν δὲ Μανουὴλ κουροπαλάτην τιμήσας μετὰ καὶ παντὸς τοῦ στρατοῦ κατὰ τῶν Τούρκων ἐκπέμπει. πολλὰ λοιπὸν ἐντεῦθεν ἀτυχήματα τοῖς Ῥωμαίοις συμβαίνει· πολέμου γάρ που συγκροτηθέντος καὶ αὐτὸς ὁ Μανουὴλ κρατεῖται καὶ τοῦ στρατοῦ παντὸς ἀπώλεια γίνεται, εἰ καὶ ὁ κατασχὼν αὐτὸν Τοῦρκος διὰ φόβον τινὰ καὶ ἀποστροφὴν τοῦ σουλτάνου αὐτόμολος μετὰ καὶ Μανουὴλ προσῆλθε τῷ βασιλεῖ. διὰ γοῦν ταῦτα πάντα πρὸς ἐκστρατείαν ὁ βασιλεὺς καὶ αὖθις χωρεῖ. διεπεραιοῦτο λοιπὸν εἰς τὰ τῶν ἱερείων παλάτια. καὶ τηνικαῦτα περιστερά ποθεν ἀναφανεῖσα οὐ πάντῃ λευκή, τὸ πλεῖον δὲ μελάντερος, καὶ τῇ τριήρει τοῦ βασιλέως περιπταμένη, ταῖς αὐτοῦ χερσὶ περιπίπτει. ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα ἐκπέμπει αὐτήν. οὐ χρηστῆς δὲ ἀποβάσεως ἔδοξεν αὕτη. ἀπαίρει δ' ἐκεῖθεν ὁ βασιλεὺς οὐκ ἔν τινι τόπῳ διαφανεῖ, Ἑλεπόλει δέ τινι, ἣν οἱ ἀγροικότεροι Ἐλεεινοῦ πόλιν καλοῦσιν. οἰωνὸς δὲ καὶ τοῦτο ἀπαίσιος. πρὸς τούτοις καὶ ἕτερόν τι τοιοῦτον συμβαίνει· τὸ γὰρ ἐπέχον τὴν βασιλικὴν σκηνὴν ξύλον κατεαγὲν καταπεσεῖν ταύτην πεποίηκεν. χωρεῖ περαιτέρω τῆς ἕω· καὶ δειλαινόμενος τοῖς σημείοις ἐν ὑψηλοτέροις δώμασι τὴν ἀνάπαυσιν ἐποιεῖτο. 610 ἀλλὰ κακεῖ τὰ σημεῖα συντρέχουσι· δωμάτιον γάρ τι, ἐν ᾧ ἀνεπαύετο, πῦρ ἔνθεν κἀκεῖθεν περιέλαβεν, ἵππους τε καὶ βασιλικὰς ἐφεστρίδας κατέκαυσε. διαπεραιοῦται τὸν Ἅλυν, ἐνδότερον γίνεται. προβαίνουσι πολέμιοι. ἐπὶ τούτοις καὶ αὐτὸς ὁ σουλτάνος κατὰ τοῦ βασιλέως χωρεῖ. καὶ ὃς ἑτοιμασθείς, ὡς εἰκός, τοῦ σουλτάνου κατόπιν διώκει· οὐδὲ γὰρ αὐτὸς τὴν τοῦ βασιλέως ἐπέλευσιν ἔφερεν. ἐπὶ πολὺ οὖν διώξας ὁ βασιλεὺς ἔστη τῆς πρόσω φορᾶς, μή πως συμβῇ καί τι τῶν ἀδοκήτων. ὀπισθόπους λοιπὸν καὶ ἡ τοῦ βασιλέως σημασία χωρεῖ. ὃ δὴ καὶ ἰδόντα τὰ τάγματα, καὶ ἧτταν εἶναι τοῦ βασιλέως τὸ πρᾶγμα λογισάμενα, ἔνθεν κἀκεῖθεν διασκεδάζονται. ἀνηνέχθη τῷ σουλτάνῳ τὰ περὶ τούτου, καὶ τηνικαῦτα διώκων ὁ διωκόμενος γίνεται. εἶτα τιʹ; συμπλέκονται πρὸς ἀλλήλους, ἐπιτίθενται καὶ αὐτῷ τῷ βασιλεῖ· καὶ ὃς τὰ πολεμικὰ γενναῖος ὢν ἀνθίσταται τοῖς ἐχθροῖς καὶ διὰ χειρῶν πολλοὺς ἀναιρεῖ. εἶτα τὴν χεῖρα βάλλεται, ὁ ἵππος αὐτοῦ κατακοντίζεται. ἀλλὰ καὶ πεζεύσας γενναίως ἵσταται. ἀλλ' ὢ τοῦ πτώματος μετὰ γὰρ ταῦτα πάντα τοῖς ἐχθροῖς ἁλώσιμος γίνεται, τῷ σουλτάνῳ δέσμιος ἄγεται. καὶ ὃς τοῦ θρόνου ἀνέθορε, καὶ πατήσας τὸν αὐχένα συνήθως αὐτοῦ τῆς γῆς τοῦτον ἀνίστησι, καὶ περιπτυξάμενος μὴ δέδιθι,» 611 ἔφη ὦ βασιλεῦ· οὐδὲ γὰρ ἐγκύρσεις κινδύνῳ σωματικῷ, ἀξίως δὲ τιμηθεὶς τῆς τοῦ κράτους ὑπεροχῆς· ἄλογος γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους τύχας λογιζόμενός τε καὶ εὐλαβούμενος.» σύνθρονον οὖν αὐτὸν εἶχε καὶ ὁμοδίαιτον καὶ ὁμόδοξον, παντοίως αὐτὸν παρακαλῶν μέχρις ἡμερῶν ηʹ. ἐρωτήσαντος δέ ποτε τοῦ σουλτάνου τὸν βασιλέα τιʹ ἂν ἔδρασας εἰ ἔσχες ἐμὲ ὑποχείριον,» ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρίνατο ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σου τὸ σῶμα. ἀλλ' ἐγώ» φησιν ὁ σουλτάνος οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον. πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν, ἀλλὰ καὶ ὑπερηφάνοις ἀντικαθίσταται.» μετὰ δὲ ταῦτα σπονδὴν ποιησάμενοι καὶ συνθήκας εἰρηνικὰς διηνεκεῖς, καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι, διίστανται ἀπ' ἀλλήλων σὺν πολλῇ περιπλοκῇ καὶ εὐκτηρίῳ τιμῇ. ἐπανέρχεται ὁ βασιλεύς. γίνεται τοῦτο καὶ τοῖς ἐνταῦθα,
196
Ἰωάννῃ τε τῷ Καίσαρι καὶ τοῖς τούτου υἱοῖς καὶ τοῖς λοιποῖς, ὅσοι τὰ αὐτὰ ἐφρόνησαν. καὶ τηνικαῦτα μὲν τὴν βασιλίδα καὶ μὴ βουλομένην ὑπερόριον τίθενται, ἀποκείραντες αὐτήν, τὸν δὲ Μιχαὴλ ἀναγορεύουσιν αὐτοκράτορα. ἔνθεν τοι καὶ γράφουσιν ἁπανταχοῦ τὸν Διογένην ἐπανιόντα μὴ ὑποδέξασθαι. ἤρξατο 612 δὲ τῆς τοιαύτης ἀποκηρύξεως ὁ ὑπέρτιμος πρῶτον Ψελλός. ταῦτα δὲ ὁ Διογένης μαθών, καὶ ὅτι κοινῶς ἀποκεκήρυκται, φρούριόν τι κατασχὼν ἐκεῖσε Δόκειαν λεγόμενον στρατοπεδεύειν ἤρξατο. ἀλλ' ὁ Καῖσαρ τὸν βραχύτατον υἱὸν κατὰ Διογένους ἐκπέμπει. συνάπτεται πόλεμος. φυγὰς ὁ Διογένης οἴχεται. ἔνθεν κἀκεῖθεν περινοστῶν πρὸς Κιλικίαν παραγίνεται. ὑποστρέφει ὁ Κωνσταντῖνος ἐπὶ τούτοις. στέλλεται ἀντ' αὐτοῦ κατὰ Διογένους ὁ τοῦ Καίσαρος υἱὸς Ἀνδρόνικος, πολιορκεῖ τὸν Ἄδανον, συνθῆκαι γίνονται. καὶ κείρεται τὴν τρίχα ὁ Διογένης, ἔξεισί τε τοῦ κάστρου μελανειμονῶν. λαβὼν δὲ μεθ' ἑαυτὸν τὸν Διογένη ὁ Ἀνδρόνικος νόστου μέμνηται, ἕλκων αὐτὸν ἐν εὐτελεῖ ὑποζυγίῳ διὰ τῶν χωρῶν ἐκείνων αἷς ἰσόθεος ἐγνωρίζετο. μέχρις οὐν τοῦ Κοτυαίου τὴν ὁδοιπορίαν ὀδυνηρὰν ποιησάμενος (ἦν γὰρ νοσηλευόμενος ἐκ κοιλιακοῦ ἐκ κωνείου προποθέντος αὐτῷ) ἐκεῖσε κατεσχέθη, ἕως οὗ τὸ ποιητέον ὁρισθῇ ἐπ' αὐτῷ. καταλαμβάνει ἡ ἀπόφασις. καὶ τῶν ἀρχιερέων τῶν ἐπὶ τῷ δοθῆναι λόγον συμπαθείας ἐπαρῆξαι μὴ δυνηθέντων (ὠμησταὶ γὰρ καὶ ἀπηνεῖς ἄνδρες ἀφήρπαξαν αὐτόν) ὀφθαλμοὺς ἐξορύσσεται. προαχθεὶς ἐν ὑποζυγίῳ μέχρι τῆς Προποντίδος, καὶ τὴν κεφαλὴν ἔχων ἐξῳδηκυῖαν καὶ τοὺς ὀφθαλμοὺς ὥσπερ σῶμα σεσηπός, κἀντεῦθεν σκωλήκων καὶ δυσωδίας πλησθείς, ἐπω δύνως καταστρέφει τὸν βίον, τῇ νήσῳ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον. Κρατεῖ μετὰ τοῦτον Μιχαὴλ ὁ Παραπινάκης, ἔτη ϛʹ. χαῦνος πάντῃ ὁ ἀνὴρ καὶ οἷον εἰπεῖν θῆλυς πρὸς τὴν τοῦ κοινοῦ διοίκησιν, ἐφ' ᾧ καὶ Ἰωάννῃ τῷ μητροπολίτῃ Σίδης τὰ τῆς ἐξουσίας ἀνατίθησι. καὶ καλῶς μὲν τὰ πάντα παρ' αὐτοῦ οἰκονομοῦνται, ἀνδρὸς ἅτε ὄντος ἀγαθοῦ καὶ περιδεξίου τοῖς πράγμασιν, ἀλλὰ τῷ ἀγαθῷ τούτῳ σίτῳ παραμιγνύεται καὶ τι ζιζάνιον. Νικηφόρος γάρ τις εὐνοῦχος, ὁ καὶ Νικηφορίτζης λεγόμενος, ὁ ἐπὶ κακίαις μυρίαις πρὸ τοῦ Μιχαὴλ διαβληθεὶς κἀντεῦθεν ἐξόριστος ὤν, μεταπέμπεται παρὰ τοῦ Μιχαὴλ καὶ πᾶσαν ἐξουσίαν ἐνδύεται, ἀνὴρ μὲν εὐνοῦχος, δεινὸς συγχέειν πράγματα καὶ ἄνω τὰ κάτω ποιῆσαι. κατηγορίαι γὰρ πανταχοῦ, δημεύσεις καὶ ἀπαιτήσεις ἄδικοι, θρῆνος λοιπὸν καὶ οὐαὶ πανταχοῦ. κἀντεῦθεν ὀργὴ καταλαμβάνει θεήλατος. οἱ γὰρ Τοῦρκοι ἰδόντες ὡς ἄπρακτοι μεμενήκασιν αἱ πρὸς Διογένην συνθῆκαι, καὶ ὅτι ὃν αὐτοὶ τετιμήκασιν ὑπὸ χεῖρα λαβόντες, οὕτω κακῶς οἱ αὑτοῦ πρὸς αὐτὸν διετέθησαν, κἀντεῦθεν θυμοῦ πλησθέντες, ἄραντες ἐκ Περσίδος παμπληθεῖς τοῖς Ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι. συλλέγει λοιπὸν κἀνταῦθα στρατὸν ὁ Μιχαήλ, καὶ στρατηγὸν αὐτοῦ 614 τὸν Κομνηνὸν Ἰσαάκιον τίθησι· καὶ ὃς ἀπελθὼν καὶ κατὰ Καισάρειαν τοῖς Τούρκοις συμπλακεὶς αἰχμάλωτος αὐτίκα γίνεται, καὶ τὸ στρατόπεδον ἅπαν ἀπόλλυται. μανθάνει ταῦτα ὁ βασιλεὺς καὶ σκυθρωπάζει, ἀλλ' ὃ μὲν οὐ διορθοῦται τέλεον, ἅτε ταῖς Νικηφόρου ὑποθήκαις ἀγόμενος ὡς ἀνδράποδον. ὤνιος ὁ Ἰσαάκιος γίνεται. ἀντ' αὐτοῦ προβάλλεται στρατοπεδάρχης Ἰωάννης ὁ Καῖσαρ. ὅσα μὲν οὖν ἀτυχήματα τοῖς Ῥωμαίοις συνήντησεν ἐκ τῆς Τούρκων καταδρομῆς, οὐκ ἔστιν εἰπεῖν. καὶ αὐτὸς γὰρ ὁ Καῖσαρ δεσμηθείς, εἶθ' οὕτως ἀπολυθεὶς καὶ ὕποπτος δῆθεν τῷ βασιλεῖ γεγονὼς τὴν τρίχα κείρεται, καὶ οὕτω τὴν βασιλίδα καταλαμβάνει. Ταῦτα μὲν οὖν τὰ τοῦ Νικηφορίτζη ἀνδραγαθήματα. οὗτος μετὰ τῶν ἄλλων αὐτοῦ κακιῶν καὶ τοῦ κερδαλέου φροντίζων ἅτε ποριμώτατος ὢν εἰς κακίαν καὶ λιμὸν πραγματεύεται. τοὺς μὲν οὖν πωλοῦντας κωλύσας ἁπανταχοῦ ὁ Νικηφορίτζης εὐνοῦχος, αὐτὸς δὲ μόνος περὶ τὴν
197
Ῥαιδεστὸν φούνδακα καὶ μονοπωλεῖον στησάμενος, ὡς ἐντεῦθεν καὶ ἐπώνυμον τῷ βασιλεῖ Μιχαὴλ περιποιήσασθαι τὸ Παραπινάκης λέγεται διὰ τὸ τηνικαῦτα τὸν μόδιον παρὰ πινάκιον πιπράσκεσθαι τῷ νομίσματι. Χαύνως οὖν καὶ παιδαριωδῶς τὴν βασιλείαν ἰθύνοντος 615 τοῦ Μιχαὴλ καὶ Σερβικαὶ χῶραι κατεξανέστησαν καὶ Φραγκικαὶ ὡσαύτως ἀφηνίασαν καὶ ἰδιόρυθμοι γεγόνασιν. ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παιδίον ἔχον κατὰ μέτωπον ὀφθαλμὸν ἕνα, τραγοσκελὲς τοὺς πόδας. κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ λοιμὸς ἐγένετο βαρύς, ὡς μηδὲ τοὺς θνήσκοντας δυνατὸν θάπτεσθαι. ἀλλ' οὐδὲ ταῦτα τὴν τῶν κρατούντων ἀπληστίαν καὶ ἀδικίαν τὴν μέχρις αὐτῶν τῶν θείων σηκῶν (ἔπιπλα γὰρ καὶ σκεύη τίμια κἀκεῖθεν ἀφῄρητο ὁ μόνον ἰαμβίζειν ἐθέλων, καὶ ταῦτα μηδὲ τῆς τέχνης γευσάμενος, κἂν τῷ Ψελλῷ ἐνεπαίζετο) ἀναστεῖλαι ἴσχυεν. Οὕτω μὲν οὖν ἐχόντων τῶν πραγμάτων στρατηγοὶ τῆς ἀνατολῆς, ὅ τε Ἀλέξανδρος, ὁ Καβάσιλας καὶ ὁ Βοτανειάτης, ἣν ἀποστασίαν ὤδινον εἰς φῶς ἐξάγουσι, καὶ τὸν Βοτανειάτην Νικηφόρον βασιλέα ἀναγορεύουσι. καὶ τῷ βασιλεῖ οὐ μικρὰν ἀθυμίαν ἐνέσταξεν· ἦν γὰρ καὶ πρὸ τοῦ λεγόμενον ὅτι τὸ τεσσαρακοστὸν νικηθήσεται ὑπὸ τοῦ πεντηκοστοῦ. καὶ οὐ μέχρι τούτου ἡ κατὰ Μιχαὴλ ἀποστασία, ἀλλὰ καὶ μείζων ἄλλη κατὰ δύσιν ἐγένετο· ὁ γὰρ Βρυέννιος ἀπὸ τοῦ Δυρραχίου διεγερθεὶς καὶ συνάξας στρατὸν περὶ τὴν Ἀνδριανούπολιν ἔρχεται καὶ βασιλεὺς ἀναγορεύεται, προσβάλλει δὲ καὶ Κωνσταντινουπόλει. ἀλλ' οὐδὲν ἤνυσεν· ἡ γὰρ βασι λεύουσα σχεδὸν ἅπασα τῷ Βοτανειάτῃ προσέθετο, καὶ τὴν αὐτοῦ δὲ παρουσίαν ἐτάχυνε, καὶ τὰ βασίλεια καταλαβεῖν αὐτὸν ἐπέσπευδε. τὸν δὲ Μιχαὴλ καθαιροῦσι σὺν τῇ γυναικὶ καὶ τῷ υἱῷ αὐτοῦ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ, καὶ ἀποκείραντες τῇ μονῇ τοῦ Στουδίου ἐνιᾶσιν. Εἰσέρχεται οὖν ὁ Βοτανειάτης, καὶ παρὰ τοῦ πατριάρχου στέφεται, τοῦ διαδεξαμένου τὸν Ξιφιλῖνον Κοσμᾶ. καὶ κρατεῖ ὁ Βοτανειάτης ἔτη γʹ. ἐπεὶ δὲ καὶ ὁ Βρυέννιος τὰ κατὰ δύσιν ἐτάρασσε, πέμπει πρὸς αὐτὸν πρέσβεις καὶ ἅπαξ καὶ δὶς καὶ τρίς, τῆς μὲν ἀλόγου ὀρέξεως ἐκστῆναι, εἰς Καίσαρα δὲ τιμηθῆναι. ὁ δ' οὐκ ἀνέχεται. τί τὸ ἐπὶ τούτοις; ἡ σκηνὴ αὐτοῦ πίπτει τοῦ ὀρόφου παραλυθέντος ἀοράτοις χερσί. τηνικαῦτα καὶ σελήνης ἔκλειψις γίνεται εἰς αὐτὸν ἐπισκήψασα· τὰ γὰρ τοιαῦτα, ὡς οἱ ἀστρολόγοι τερατεύονται, τυραννούντων δηλοῦσι καθαιρέσεις. ἐπεὶ γοῦν ὁ Στραβορώμανος πρέσβυς ἀτίμως ὑπέστρεψε, διεγείρεται ὁ βασιλεὺς καὶ κατὰ τοῦ Βρυεννίου πέμπει στρατόπεδα, στρατηγὸν ἔχοντα τὸν νωβελίσιμον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τιμηθέντα μέγαν δομέστικον, ἄνδρα συνέσει καὶ δυνάμει τότε διαφέροντα. συνάπτεται τῷ Βρυεννίῳ, καὶ κατὰ πρόσωπον ἀντι στάντων χειροῦται ὁ Βρυέννιος καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. ὁ μέντοι Βοτανειάτης, τῆς γυναικὸς αὐτοῦ τελευτησάσης, ἑτέραν ἠγάγετο τὴν τοῦ προβεβασιλευκότος Μαρίαν. καθαιρεῖται δὲ ὁ τὴν ἱερολογίαν δοὺς ἱερεὺς ἅτε μοιχείας ἐπὶ τούτῳ τολμηθείσης· ὁ δὲ Μιχαὴλ ψήφῳ κοινῇ ἀρχιερεὺς Ἐφέσου προβάλλεται. ἅπαξ οὖν ἐκεῖσε φοιτήσας ἐν τῇ μονῇ τοῦ Μανουὴλ διέτριβεν ἐργαζόμενος. Τὰ αὐτὰ δὲ τῷ Βρυεννίῳ καὶ ὁ Βασιλάκης φρονεῖ, λαὸν οὐκ ὀλίγον ἐγείρας ἐπὶ Θεσσαλονίκης ἔρχεται. τί τὸ ἐπὶ τούτοις; ἐκπέμπεται τῶν ὧδε ὁ νωβελίσιμος Ἀλέξιος καὶ σεβαστός, τὰς στρατικὰς δυνάμεις λαβών. μάχη οὖν ἰσχυρὰ γίνεται παρὰ τῇ Θεσσαλονίκῃ, καὶ τῶν ἐκεῖσε πάντων φρονούντων τῷ Βασιλάκῃ. ἀλλὰ χειροῦται αὐτὸν καὶ δέσμιον ὁ Ἀλέξιος ἐκπέμπει τῷ βασιλεῖ. καὶ ὃς ταῦτα μαθὼν ἀποστέλλει, κατ' αὐτὴν τὴν Χρυσούπολιν ἐκτυφλοῦσιν αὐτόν, ὡς ἔκτοτε τὸν τόπον ἐκεῖνον τὴν βρύσιν τοῦ Βασιλάκου λέγεσθαι. κατὰ τοῦτον δὴ καιρὸν κεραυνὸς ἐνσκήψας τῷ τοῦ μεγάλου Κωνσταντίνου κίονι οὗ ἄνω ἡ στήλη αὐτοῦ ἵστατο τοῦ Ἀπόλλωνος πρότερον ἀφίδρυμα, εἰς ὄνομα αὐτοῦ
198
ὀνομασθεῖσα, μέρος τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς. 618 Τότε δὴ τότε τὴν τῶν Κομνηνῶν εἰσέλευσιν Βοτανειάτης μαθὼν τῶν βασιλείων μὲν ἄπεισι, παρὰ δὲ τῇ τῆς περιβλέπτου μονῇ ἐπικείρεται καὶ ἄκων. βασιλεύσας γὰρ πάντας σχεδὸν ἀγοραίους τε καὶ χυδαίους λαμπρῶν ἀξιωμάτων ἐτίμησεν, αὐτὸς δὲ πρὸς ἀνέσεις τραπεὶς τὴν τῆς βασιλείας φροντίδα τοῖς αὐτοῦ δούλοις ἀνέθετο, ὅπερ πάντας ἐξέμηνε, καὶ αὐτοὺς δὴ τοὺς τότε πρωτεύοντας ἐπί τε γένει καὶ πλούτῳ, τοὺς ἀδελφόπαιδας τοῦ προβεβασιλευκότος Ἰσαακίου τοῦ Κομνηνοῦ Ἀλέξιον καὶ Ἰσαάκιον· ἔνθεν τοι καὶ ἀποσχισθεὶςὁ Ἀλέξιος καὶ λαὸν οὐκ ὀλίγον ἑλκύσας μεθ' ἑαυτοῦ τὴν βασιλίδα παρέλαβε προδοθεῖσαν αὐτῷ ὑπὸ τῶν ἐν τῇ Χαρσίου πόρτῃ φυλασσόντων Νεμίτζων. Κρατεῖ λοιπὸν μετὰ τὸν Βοτανειάτην ὁ Κομνηνὸς Ἀλέξιος ἔτη λζʹ καὶ τῷ διαδήματι στέφεται, ὁ δὲ Ἰσαάκιος τὰ δεύτερα τῆς τιμῆς εἶχε καινῷ ὀνόματι ἐπιφημισθεὶς αὐτῷ· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. παρ' αὐτοῖς οὖν ἡ βασιλεία καὶ τῇ μητρὶ αὐτῶν. ἦσαν δὲ τῷ βασιλεῖ καὶ ἕτεροι αὐτάδελφοι δύο νεώτεροι, ὧν τὸν μὲν Ἀνδριανὸν δηλαδὴ πρωτοσέβαστον καὶ μεγαδομέστικον, τὸν δὲ Νικηφόρον σέβαστον καὶ τοῦ στόλου δρουγγάριον. ἀλλὰ 619 καὶ κηδεστὰς εἶχεν ἐπ' ἀδελφαῖς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνᾶν. ὁ μέντοι κρατῶν ἐπειδήπερ ἐσπάνιζε χρημάτων, τὰς ἐτησίους δόσεις ἐνέκοψε τὰς ἀνηκούσας δηλονότι τοῖς ἀξιώμασι, προσαφῃρεῖτο δὲ καὶ τὰς περιουσίας τῶν συγκλητικῶν. ὁ μέντοι ἁγιώτατος πατριάρχης Κοσμᾶς τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ ἆρον» εἰπὼν τὸ ψαλτήριον καὶ ἀκολούθει μοι,» τῆς ἐκκλησίας ἀναχωρεῖ. προχειρίζεται δὲ ἀντ' αὐτοῦ ἐκτομίας τις Εὐστράτιος, ἀφελὴς ἀνὴρ καὶ γωνίᾳ τὰ μάλιστα προσήκων. μετὰ δὲ ἔτη γʹ κατάγεται καὶ ἄκων. ἡ δὲ αἰτία οὐκ ἔγνωσται. ἀντ' αὐτοῦ δὲ ὁ γραμματικὸς ἀνάγεται Νικόλαος. μετὰ δὲ ταῦτα ἠγγέλθη Φραγγὸς Ῥομπέρτος ἐπὶ τὸν δάμνον διαπεραιούμενος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖσε πεσόντων, οὐ τῶν τυχόντων μόνον ἀλλὰ καὶ τῶν μεγιστάνων καὶ ἐξ αἱμάτων ὄντων βασιλικῶν. ἡττημένος οὖν ὑποστρέφει ὁ βασιλεύς. γαυριῶσιν ἐπὶ τούτοις οἱ βάρβαροι τινὰ τῶν πολισμάτων κατέχοντες. ἐκστρατεύει καὶ αὖθις βασιλεύς, καὶ τὸν Ἀνδριανὸν τὴν βασιλικὴν ἀμφιάσας ἐσθῆτα καὶ στήσας ἀπέναντι τοῦ Ῥομπέρτου πα ρήγγειλε νῶτα δοῦναι, εἴγε διώξει ὁ βάρβαρος. ὁ δε βασιλεὺς διὰ τόπων δυσβάτων κυκλώσας, καὶ τὴν παρεμβολὴν αὐτῶν καταλαβὼν ὑπὸ χεῖρ πάντα ποιεῖται. τοῦτο μαθὼν ὁ βάρβαρος ἀόρατος γίνεται. καὶ ἡ μὲν ἐπίθεσις αὐτοῦ πέπαυται, οἱ δὲ Τοῦρκοι καὶ αὖθις τῶν Ῥωμαίων κατέτρεχον. ἀλλὰ καὶ Τοῦρκός τις λεγόμενος Τζακατζᾶς τὰς νήσους Χίον Σάμον καὶ Ῥόδον κατέσχε. τότε δὴ τότε καὶ Κύπρος σὺν αὐτῇ Κρήτῃ ἀποστασίαν μὲν ἐνόσησαν, διὰ τάχους δὲ τῇ βασιλευούσῃ ὑπανασώζονται, ἐν μὲν τῇ Κύπρῳ τοῦ Καρύκου ἐν δὲ τῇ Κρήτῃ τοῦ Ῥαψαμάτου αὐτάραντος. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀπαισίους συλλογῆς χρημάτων ἐφεύρισκεν. ἐντεῦθεν ἀπογραφαὶ τῶν ἁπανταχοῦ κτήσεων, καὶ τὰ καινὰ τῶν ὀνομάτων ἐπινενόηται, τὰ ὑπέρτιμα δηλαδὴ καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων ἐπεισήγοντο. γέγονε δὲ τηνικαῦτα καὶ κλόνος τῆς γῆς ἐξ ἡμέρας ἐν αὐτῇ τῇ μνήμῃ τοῦ ἁγίου Νικολαου, ὑφ' οὗ πολλαὶ οἰκίαι καὶ στοαὶ καὶ ναοὶ κατέπεσον, ὡς ἐντεῦθεν καὶ πολλοὺς συγχωσθῆναι καὶ ἀποθανεῖν. τηνικαῦτα καὶ Πατζινακῶν πλῆθος πολὺ τὴν Θρᾳκίαν καὶ Μακεδονίαν ἐλήϊζεν. ἐκστρατεύει κατ' αὐτῶν ὁ βασιλεύς, καὶ 621 πρῶτα μὲν ἡττῶνται οἱ στρατιῶται, εἶθ' οὕτως ἡττῶσι κατὰ κράτος αὐτοὺς ἅτε τῇ θείᾳ δυνάμει τὸ πᾶν ἐπιτρέψαντες. ἅπαξ καὶ δὶς ἐπιβουλαὶ κατ' αὐτοῦ, τοῦ βασιλέως δηλαδή· πέρας δὲ ταύταις οὐκ ἦν. Τότε δὴ καὶ τὸ τῶν Φράγγων
199
ἔθνος ἐκ τῶν ἑσπερίων τὴν βασιλείαν καταλαμβάνει ὡς ἐκεῖθεν πρὸς ἕω διαπεραιώσασθαι. ὧν τὴν συγκίνησιν θεόσημόν τι προεμήνυσεν· ἀκρί-δων γὰρ ἄπειρον πλῆθος ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχη-κὸς καὶ ὡς νέφος ἱππαζόμενον ἀπεικάζεσθαι καὶ σκιάζειν τὸν ἥλιον διὰ τῆς μεγίστης τῶν πόλεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν ἑώαν ὥρμητο, κἀκεῖ κατέπαυσε. διαπεραιοῦνται οὖν οἱ Φράγγοι, καὶ τὴν Νίκαιαν παρὰ τῶν Τούρκων κατεχόμενοι ἀφαιροῦσι, καὶ τῷ βασιλεῖ ταύτην ὤνιον διδόασι. τότε ἡ τῶν Βογομίλων ἀνεφάνη αἵρε-σις, ἧς κατῆρχε Βασίλειος ὁ λεγόμενος ἰατρός. ἑτέρα δὲ πάλιν ἐπανάστασις παρά τινος γέγονε, Κομάνους μὲν ἐφεπομένους ἔχοντος καὶ εἶναι λέγοντος τοῦ προβεβασιλευκότος Διογένους. ἀναγορεύεται οὖν κατὰ τὴν Θρᾳκίαν ἀπατώμενος, ἀλλὰ κατέ-χεται καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. τὸ δὲ ὀρφανοτροφεῖον ἤδη ἐσχολακὸς ἀνακαινίζει ὁ διαληφθεὶς βασιλεύς. προφο-ρεῖ καὶ οἴκοθεν κτήματα, τὰ μέντοι φροντιστήρια καὶ τὸ τῶν 622 παίδων διδασκαλεῖον αὐτὸς προσεπιτίθησιν. ἑτέρα κατ' αὐτοῦ ἐπιβουλή, ἧς κατῆρχεν ὁ Ἀνεμᾶς Μιχαήλ. ἀλλ' αὐτίκα δια-μηνυθέντες παιδεύονται, ἁλωθέντες τὰς τρίχας τῆς κεφαλῆς οὐ ξυρῷ ἀλλὰ δρώπακι. Ἡ μέντοι τοῦ βασιλέως μήτηρ τὴν βασιλείαν ἅπασαν οἰκονομοῦσα ἦν, ἐφ' ᾧ καὶ ὁ κρατῶν ἠνιᾶτο ὡς ἔχων μόνον τὸ τῆς βασιλείας ὄνομα. τοῦτο οὖν ἡ μήτηρ γνοῦσα ἑκοῦσα ἐξέστη, καὶ εἰς τὴν τοῦ παντεπόπτου μονήν, ἣν αὕτη ἐδείματο, κα-τοικεῖ. πρὸς μέντοι τὴν κοινωνὸν τοῦ βίου ὁ κρατῶν οὔτε ἀποστόργως εἶχε πρὶν οὔτε παντοίως ταύτῃ προσέκειτο· ἀφροδισίων γὰρ ἡττώμενος οὐ πάνυ τὰ εἰς εὐνὴν ἐτύγχανε δίκαιος. ἐπεὶ δ' ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ ὑποφόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε τῇ Αὐγούστῃ πρόσκειται τέλεον καὶ πᾶσαν αὐτῇ τὴν οὐσίαν ἀνατίθησι, ἡνίκα καὶ μᾶλλον ποδαλγῶν κλινοπετὴς ἦν. αὕτη δὲ τῷ μὲν υἱῷ καὶ βασιλεῖ Ἰωάννῃ μὴ φιλίως προσκειμένη, τὴν διάθεσιν πᾶσαν ἐπὶ τῇ πρώτῃ θυγατρὶ καὶ τῷ ἐπ' αὐτῆς κηδεστῇ Βρυεννίῳ ἐκέκτητο. ταύτῃ τοι καὶ τὸ συγκλητικὸν ἅπαν καὶ τὸ μὴ τοιοῦτον ἐπιτηδείως ὁ Ἰωάννης μετήρχετο. Εἷς μέντοι τῶν πρὸς ἑώαν διαβάντων Λατίνων ὁ Βαι-μοῦνδος συνθήκας μετὰ τοῦ κρατοῦντος ποιήσας μυρία τε 623 χρήματα λαβών, καὶ τῇ Ἀντιοχείᾳ προσβαλών, τῇ πολιορκίᾳ τε ταύτην ἑλὼν τῶν συνθηκῶν ἐπιλανθάνεται, καὶ χεῖρα μᾶλλον αἴρει κατὰ Ῥωμαίων. μέλλων δὲ πρὸς ἑσπέραν ἔρ-χεσθαι καὶ μήπω κατασχεθῇ πτοηθείς, θάνατον ἑαυτοῦ κα-ταψεύδεται, κἂν ὕστερον σπένδεται τῷ βασιλεῖ. μετὰ δὲ ταῦτα νοσεῖ ὁ κρατῶν τοσοῦτον ὡς ἐκλελοιπέναι δοκεῖν. προσ-κομίζεται αὐτῷ τὸ τοῦ σωτῆρος ἡμῶν ἐκτύπωμα τοῦ κατὰ τὴν Χαλκῆν ἀνεστηλωμένου, ὅπερ ἦν ἐν πέπλῳ τινὶ πρὸ τῆς εἰκόνος ἀπῃωρημένον. ὑφαπλοῦται τῇ κλίνῃ, καὶ ὁ κάμνων ἀνέρρωται. ἐπὶ τούτῳ φόβος ὑποσείει οὐ μόνον τὸ δημοτικὸν ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐν τέλει· φήμη γὰρ αὐτοὺς κατεκράτει ὡς ὁ κρατῶν κατ' ἐκεῖνο τὸ μέγα τεθνήξεται σάββατον. ἀλλ' ἡ τοιαύτη φήμη καὶ αὐτὴν τὴν τοῦ βασιλέως κατέσεισε ψυχήν. ψευδὴς δὲ ὅμως ἠλέγχετο. ὁ μὲν οὖν βασιλεὺς ἔκ-τοτε περὶ Φιλιππούπολιν διέτριβεν ἔαρ ὅλον καὶ θέρος. τὸ δὲ αἴτιον ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιάνους ἡ δημώδης ὀνομάζει φωνή. πολὺ δὲ τὸ γένος τοῦτο ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμισχῆ ἐκ τῆς ἑώας καταγαγόντος αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαν-τος· οἷς δὴ καὶ διαλεγόμενος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκε. κατ' ἐκεῖνο καὶ πολλοὶ γεγόνασιν ἐμπρη σμοί. κατὰ δὲ τὸ ἔαρ ἔπνευσεν ἄνεμος τοσοῦτον βιαῖος ὡς καὶ ἄλλα μὲν συμβῆναι συμπτώματα, καταπεσεῖν δὲ καὶ τὴν ἐν τῷ κατὰ τὸ πλακωτὸν κίονι ἱδρυμένην στήλην καὶ πολλοὺς τῶν ἐκεῖσε παρατυχόντων ἀνελεῖν, καὶ ὄμβρον δὲ ῥαγδαῖον ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀποστόλων τοσοῦτον καταρραγῆναι ὡς καὶ οἰκίας καταπεσεῖν ἀνθρώπους τε καὶ ζῶα ἀποπνιγῆναι. ἐν τούτοις ἐπιδρομὴν Τούρκων κατὰ
200
Ῥωμαίων. ὁ δὲ κρατῶν μὴ ἰσχύων δι' ἑαυτοῦ ἐκστρατεῦσαι ἅτε κλινοπετὴς ὤν, στρατὸν ἐκπέμπει οὗ ἀρχηγὸς ὁ Καμύτζης Εὐστάθιος, ὃς δὴ καὶ προσβαλὼν τοῖς Τούρκοις αἰχμάλωτος ἄγεται καὶ τὸν στρατὸν ἀπόλλυσιν. οὐκέτι οὖν ἀνέχεται ὁ κρατῶν, ἀλλ' ἐκεῖσε καταλαμβάνει καὶ τοὺς Τούρκους ὡσεὶ καπνὸν διαλύει. καὶ οἱ τὸν Καμύτζην κατέχοντες αὐτόμολοι σὺν αὐτῷ προσέρχονται τῷ βασιλεῖ. μετὰ ταῦτα ὁ τῶν Τούρκων ἄρχων σπένδεται τῷ βασιλεῖ, καὶ ὁ καθ' ἕνα οἴκαδε ἄπεισιν. ἐπεὶ δὲ μετὰ ταῦτα τὰ τῆς νόσου ηὔξανε, κοινῇ γνώμῃ τῶν ἰατρῶν σίδηρον κατὰ στομάχου φλογόεντα δέχεται. ἐπεὶ δὲ ὁ ἀὴρ ὁ ἐν ἀνακτόροις ἀὴρ οὐκ εὔκρατος ἐδόκει ἅτε νοτιώτερος ὤν, εἰς τὰ τῶν Μαγγάνων ἀποκεκόμισται ἀνάκτορα τοῦ χρεών, 625 ὡς ἔοικε, καθέλκοντος· τὸ γὰρ ἐν ἀκεσωδύνοις πεσεῖται» περὶ αὐτοῦ γεγράφθαι φασὶν οἱ περὶ τὰ τοιαῦτα δεινοί. θνή-σκει οὖν ἐκεῖσε τῆς βασιλείας διάδοχον καταλιπὼν τὸν υἱὸν αὐτοῦ τὸν Κωμνηνὸν Ἰωάννην.
201