PG 158Isaiah of Cyprus
Esaias of Cyprus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Letter XVIIEpistola XVII

col. 973–974page 1 of 3
PG 158:973τὸν Σκλεγγίαν, Καὶ ὁ γράψας καὶ ὁ διδάξας τὰ τεμάχη ἐκεῖνα, ΗΣΑΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΓΡΑΜΜΑ ΠΡΟΣ ΝΙΚΟΛΑΟΝ ΤΟΝ ΣΚΛΕΓΓΙΑΝ. ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Καὶ ὁ γράψας καὶ ὁ διδάξας τὰ τεμάχη ἐκεῖνα τῶν ῥητῶν ἀμαθὴς καὶ πάντη γραμμάτων ἀπειρής ἐστι, καὶ οὐδαμῆ οὐδαμῶς συνιέναι δυνάμενος τῶν ῥητῶν ἐκείνων τὸν νοῦν. Διὸ καὶ ἰδίοις πτεροίς ἁλίσκεται, καὶ τὸ ξίφος ὠθεῖ κατὰ τῶν σπλάγχνων αὐτοῦ. Όμως μέντοι ἴδωμεν, τί φασι τὰ ῥητά, καί τοιγε ἐχρῆν μηδόλως ἀποκρίνασθαι, ἐπεὶ τὰ ῥητά οὐκ ἀπαγορεύουσι τὸ μὴ καὶ ἐξ Υἱοῦ ἢ δι᾽ Υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα, μᾶλλον μὲν οὖν καὶ συνιστῶσι τοῦτο. Εν πρώτοις ψιλῶς τὸ τοῦ Εὐαγ γελίου ὀψώμεθα· Οέπν δέ, φησίν, ἔλθῃ ὁ Παρά κλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατριν

Letter XVIIIEpistola XVIII

col. 975–976page 2 of 3
PG 158:975τὸ Πνεῦμα τῆς ἀληθείας, δ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ἐρωτῶ σε, καὶ ἀποκρίθητι, μὴ ἐρε στικῶς τε καὶ ἀμαθῶς, ἀλλὰ μετὰ λόγου και συνε έσεως. "Αλλο; ἆρά ἐστιν ὁ Παράκλητος, ὃν πέμπει ὁ Υἱὸς, καὶ ἄλλο τὸ Πνεῦμα ὁ ἐκπορεύεται ἐκ τοῦ Πατρὸ;, ἢ ἐν καὶ τὸ αὐτό ἐστιν; Ἔπειτα διατί λίγεται τὸ Πνεῦμα τῆς ἀληθείας Πνεῦμα; Παρίημι δὲ τὸν ᾿Εκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν· καὶ, Πάντα όσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι. Διὰ τοῦτο εἶπον, ὅτι Εκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ἐν τῷ δεκάτῳ ἔκτῳ φησίν· 'Ο δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὁ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνό ματί μου. Ἰδοὺ καὶ ὁ Πατὴρ πέμπει, οὐ τὴν χάριν, ἀλλὰ τὸν Παράκλητον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸ, Ο ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ ἐν τῇ Αποκαλύψει το, Εδειξέ μοι ποταμὸν καθα ρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ᾿Αργίου· καὶ πάλιν, Εἶδον ῥομφαίαν δίστομον, ἐξεῖαν, ἐκπορευομένην ἐκ τοῦ στόματος τοῦ Χριστοῦ. Ταῦτα πάντα παρίημι, καὶ τὰ τούτοις ὅμοια διὰ τὸ πλῆθος. Λέγει; δὲ ὅτι μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος.ὁ Πατήρ. Καὶ ἡμεῖς ὁμολογοῦμεν κάλλιόν σου καὶ θεολογικώτερον. Ομολογοῦμεν δὲ καὶ τὸν Υἱὸν πηγὴν τοῦ ἁγίου Πνεύματος, τῷ μεγάλῳ ᾿Αθανασίῳ, καὶ Γρηγ ρίῳ τῷ Θεολόγῳ, καὶ Ἰωάννῃ τῷ Χρυσοστόμῳ ἑπόμενοι. Ο μὲν γὰρ ἐν τῷ περὶ τῆς ἐνσάρκου οἰκονομίας λόγῳ αὐτοῦ φησιν· Οἶδε γὰρ παρὰ Θεῷ Πατρὶ ὄντα τὸν Υἱόν, τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος. Ὁ δὲ Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, τὸν μὲν Πατέρα φησίν ὀφθαλμόν, πηγὴν δὲ τὸν Υΰν, ποταμὸν δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ Χρυσοῦς Ἰωάννης ἐν τῷ εἰ; τὸ μυστήριον τοῦ βαπτίσματος λόγῳ, Διὰ τοῦτο, φησίν, ὁ Σωτὴρ δείκνυσιν αὐτὸν πηγὴν ζωῆς, καὶ ὕδωρ ζῶν τὸ Πνεῦμα τὸ ἅγιον. Πρὸς δὲ τὸ τέταρτόν σου γελἂν ἔπεισί μοι. Λέγεις γὰρ, ὅτι Εκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πρὸς οὐ δέν. Μὴ γὰρ ἀρνούμεθα, ὅτι οὐκ ἐκπορεύεται; Ετι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς λέγεται. Πρόσθες καὶ τὸ λοιπὸν, τό, Καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. Οὐ γὰρ ὁ Δαμασκηνός, ἀλλ' ὁ Νύσσης Γρηγόριο; τοῦτό φησιν ἐν τῇ εἰς τὸ, Πάτερ ἡμῶν, ἐξηγήσει, ὅπερ ὑπὲρ τῆς ἀληθείας μᾶλλον ἐστι, καὶ κατὰ σοῦ, ὥσπερ καὶ τὰ λοιπὰ πάντα. Διδ καὶ περιττόν μοι δοκεῖ καθ᾽ ἕν σοι ἀπολογεῖσθαι, καὶ μάταιον. Ταῦτα γὰρ πρὸς τοὺς χαλκέας, καὶ βουτι κλαρίους, καὶ γουναρίους, καὶ βαναύσους ἀνθρώπους λέγε. Οὗτος γὰρ καὶ θαυμάσουσί σε καὶ ἐπαινέσουσι, μὴ εἰδότες δ λέγεις. Βέλη δὲ νηπίων καὶ ψελλίσματα οἱ εἰδότες ἡγοῦνται ταῦτα. Όμως δέ μοι, ὦ λεπτέ τὰς φρένας θεολόγε καὶ διδάσκαλε, τοῦτο εἰπέ· διὰ τί οἱ πάντες ἅγιοι λέγουσι, Πάντα ὅσα ἔχει ὁ Πα τὴρ, ἔχει καὶ ὁ Υἱός, πλὴν τοῦ γεννᾶν, πλὴν τοῦ τεκεῖν, πλὴν τοῦ εἶναι Πατέρα· καὶ οὐδεὶς εἶπε, πλὴν τοῦ προβάλλειν· διατί οἱ ἅγιοι πάντες λέγουσιν, ὅτι ὁ Πατήρ δίδωσι τῷ Υἱῷ πάντα ἐν τῷ γεν Αρου. ται, 1.
col. 977–978page 3 of 3
PG 158:977νᾷν αὐτόν· ὑμεῖς λέγετε, οὐ πάντα; Εἰ οὖν οἱ πάντα καθ' ὑμᾶς, οὐδ᾽ ὁμοούσιος τῷ Πατρί· ὅπερ ἀπείη παντὶ Χριστιανῷ τοῦτο εἰς νοῦν ἐμβαλεῖν. Ταῦτα μὲν οὖν ἐγὼ ἐκ πολλῶν ὀλίγα στι εἴρηκα· σὲ δὲ τὰ ῥητὰ τῶν ἁγίων διερχόμενος, διέρχου ἐπιμελῶς, καὶ ἀνίχνευε τὸν νοῦν αὐτῶν, καὶ διδάσκου ταῦτα παρ' εἰδότων, ἵνα μὴ γέλωτα ὀφλήσῃς γρά φων ἢ λέγων. Ορᾷς γὰρ ὅτι πάντα & ενεχάραξας ῥητὰ κατὰ τοῦ μᾶλλον ἢ ὑπὲρ σοῦ ἐστι. Καὶ ἐὰν θέλῃς ἰδεῖν εἰ ἀληθῆ λέγω, ἐλθὲ πρὸς ἡμᾶς, καὶ ὄψει· ἢ εἰ μὴ τοῦτο, ἡμεῖς ὡς ὑμᾶς ἀφιξόμεθα, καὶ ἀπὸ τῶν βιβλίων τῶν σῶν ὁμιλήσομεν, καὶ τὴν ἀλήθειαν, Θεοῦ συναιρομένου, ἀποδείξομεν. Ανοίξει γὰρ, εὖ οἶδα, ὁ θυρωρὸς τὴν θύραν τῆς αὐλῆς τῶν προβάτων, διότι οὐκ ἀλλαχόθεν ἡμεῖς ἀναβαίνομεν, ὡς οἱ κλέπται, καὶ τὰ ἐν αὐτῇ κεκρυμμένα ἀποκι λύψει ἡμῖν. Είθε δὲ καὶ ὑμῖν! 5: Ηγάπα γὰρ ἀεὶ τῶν Πατέρων τοὺς βίους ἐκ νεότητος αὐτοῦ, Ἀντωνίου δή. Σάββα τε καὶ Ἰλα
Page scan enlarged

Notebook

Full View