PG 158Hilarion the Monk
Hilary the Monk
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Letter XVIIIEpistola XVIII

col. 981–982page 1 of 3
PG 158:981ΙΛΑΡΙΩΝΟΣ ΜΟΝΑΧΟΥ ΛΟΓΟΣ ΔΙΑΛΕΚΤΙΚΟΣ ΠΕΡΙ ΑΡΤΟΥ ΜΥΣΤΙΚΟΥ ΤΩΝ ΕΛΛΗΝΩΝ, ΚΑΙ ΑΖΥΜΟΥ ΤΩΝ ΛΑΤΙΝΩΝ. Ἐν τῷ μὲν διαλέγεσθαι με περὶ τοῦ ἄρτου μυ στιχοῦ τῶν Ἑλλήνων, καὶ ἀζύμου τῶν Λατίνων, ἐδείχθη μας λόγος, ήτοι ἐξήγησις τινός Νικήτου, Πατρὸς ἐν τοῖς Ἕλλησι σοφωτάτου, ἐν ᾧ μὲν πολλὰ περὶ τῶν ἀζύμων ἐν τῷ δείπνῳ τοῦ Χριστοῦ, τοῦτα εἰς τοὺς Λατίνους ἀφήγηται· Οὐκ ἦν Αζυμα κατὰ τὴν Πέμπτην ἐκείνην, τρισκαιδεκαταίας οὔσης τῆς σελήνης. Κατὰ γὰρ τὴν πεντεκαιδεκάτην αὐτῆς νενομισμένον ἦν τὰ "Αζυμα γίνεσθαι. Καὶ διὰ τοῦτό φησιν ὁ θεῖος Λουκᾶς, καὶ οἱ λοι ποὶ τῶν ἀποστόλων ευαγγελισταί· Λαβὼν ἄρτον, καὶ εὐχαριστήσας, έκλασεν ἄρτον, λιτὸν καὶ οὐκ ἄζυμον· οὐ γὰρ ἔτι ἦν. Ταῦτα ὁ Νικήτας. Καὶ ἀλλα τοῦ· Εἰ δὲ Χριστὸς ἐτύθη καὶ ἐσταυρώθη τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς, τῷ δὲ Σαββάτῳ ἦν ἑορτὴ Αζύμων, πότε τὰ ἄζυμα ἔφαγε, καὶ πότε ταῦτα τοῖς ἀποστόλοις ποιεῖν ἐν τῇ Καινῇ Δια Θήκη παρέδωκεν; καὶ ἕτερα. Ἐγὼ δ' ἂν εἴποιμε θαυμάζειν με ταῦτα τοῦ Νικήτου, ἀνδρὸς πεπαιδευμένου. Δύο γὰρ λέγει σαφῶς ἐναντία τοῖς Εὐαγγελίοις, καὶ τοῖς τοῦ Νόμου βήμασι, περὶ τῆς δηλονότι τοῦ ἀμνοῦ βρώσεως, καὶ καιροῦ Πασχικοῦ, ὅτι τῷ Σαββάτῳ ἦν, οὐ τῇ Παρασκευῇ. Εξεστι τὰ ῥᾳδίως ἀποφαίνειν ταῦτα ὅλα εἶναι ψευστά, καὶ οὐδὲν τἀληθὲς. Καὶ τὸ πρῶτον μὲν λέγειν, τὸν Χριστὸν ἐσθίον τα τὸν ἀμνὸν οὐ φαγεῖν τὰ ἄζυμα, ἀντιλογίαν ἔχει. Οὐ γάρ ποτε ἐν τῷ Νόμῳ ἐνετείλατο Θεὸς περὶ τοῦ ἀμνοῦ Πασχικοῦ χωρὶς τῶν Ἀζύμων· πρὸς γὰρ τους Μωσῆ καὶ Ααρών οὕτως ἔφη • Λαβέτωσαν ἑαυτοῖς ἕκαστος πρόβατον κατ' εἰκίαν, πρόβα τον τέλειον, άρσεν, ἐνιαυσιαῖον, ἀπὸ τῶν ἀγνῶν καὶ τῶν ἐρίφων, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος, καὶ ςάγονται τὰ κρέα ἐν τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἔζυγα ἐπὶ πικρίδων έδονται. Καὶ
col. 983–984page 2 of 3
PG 158:983κάτω τούτων ἐστὶ σαφέστερον· Τεσσαρεσκαιδε άρσιν κάτῃ ἡμέρᾳ τοῦ μηνός τοῦ πρώτου ἀφ' ἑσπέρας, ἔδεσθε άζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἕως ἑσπέρας. Επτὰ ἡμέρας ζύμη ούχ εύρε θήσεται ἐν ταῖς οἰκίαις ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ τὸ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνου ἐκ συναγωγῆς υἱῶν Ἰσραήλ. Ταῦτά εἰσι ῥητὰ νομικά τοῦ Θεοῦ πρὸς τοὺς νομοθέτας. Εἰ δὲ ὁ Χριστὸς τὸν ἀμνὸν ἔφαγε μετὰ τὸν νόμον, πῶς ἂν λέγεται οὐ φαγεῖν τὰ ἄζυμα; Καὶ ἐν τῇ Καινή Διαθήκη Ματ θαῖος ὁ εὐαγγελιστής· Τῇ δὲ πρώτῃ τῶν ᾿Αζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ, Ποῦ θέλεις ετοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Καὶ Μάρκος· Τῇ πρώτῃ ἡμέρᾳ τῶν 'Αζύμων, ὅτι τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ετοιμάσωμεν, ἵνα φάγῃς τὸ Πάσχα; Καὶ ὁ Λουκᾶς· 'Ην δὲ ἡμέρα των Αζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα, καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην, εἰπών, Πορευθέντες. ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγω μεν. Καὶ ταῦτα Θεοφύλακτος, ἀρχιεπίσκοπος Βουλ γαρίας, ἐκθέτης Ελλην, ἐξηγούμενός φησιν· Ονο μάζει ὁ εὐαγγελιστής πρώτην τῶν 'Αζύμων, ὡς πρὸ τῆς Πρασκευῆς οὖσαν, καθ᾿ ἣν τῇ ἑσπέρα ἤσθιον τὰ ἄζυμα. Ιδετε οὖν, Έλληνες ἀγαπητε, σαφέστατα ἔκ τε τοῦ νόμου παλαιοῦ, καὶ καινῆς Διαθήκης, πῶς ὁ Χριστός, φαγὼν τὸν ἀμνὸν, ἔφαγε καὶ τὰ ἄζυμα. Εξεστι δὲ προστιθέναι καὶ ἔθος τῶν Ἰουδαίων, ἐσθιόντων ἀεὶ τὰ ὄζυμα τῇ ἑσπέρα τε Ο τάρτης καὶ δεκάτης σελήνης. Εἰ δὲ ἐλέγχετε τοὺς Λατίνους ἀπὸ τῆς τοῦ ἄρτου ὀνομασίας, ότι δηλον ότι λαβὼν ὁ Χριστὸς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, λέγω πᾶν ἄζυμον καὶ ἄρτον εἶναι. Καὶ ὅτε τις ἄρτον λέγει, ἀμφότερον δηλοί, καὶ ἄξυμον καὶ ἔνζυμον. Καὶ πῶς τινες μωρῶς καὶ ἀλόγως λέγουσι, τὸ ἄξυμον οὐκ εἶναι ἄρτον, συλλογιζόμενοι ἀπό τίνος καινῆς ἑτυμολογίας τοῦ ἄρτου; ὅτι ἄρτος λέγεται, ἄρσιν ἔχων τῆς ζύμης· ἄζυμον δὲ, τήνδε τὴν ἄρσιν οὐκ ἔχον, ἄρτον μὴ δύνασθαι λέγεσθαι. Κενά ἐστι ταῦτα τὰ ἐτυμολογικά. Ἡμεῖς δὲ λέγομεν λογικῶς καὶ φιλοσόφως αὐτὴν τὴν ἀλήθειαν, δηλονότι ἄρτον γένος εἶναι, καὶ διαιρεῖσθαι εἰς τὰ εἴδη άζυμον καὶ ἔνζυμον, ὥσπερ τὸ ζῶον διαιρεῖται εἰς τὸν ἄνθρωπον καὶ τὸν ἵππον, καὶ συνωνύμως τὸ γένος κατη γορεῖσθαι περὶ τῶν ἑαυτοῦ εἰδῶν. Καὶ ὥσπερ ἄν θρωπος καὶ ἵππος τὸ ὄνομα, καὶ ὁρισμὸν τοῦ ζώου δέχεται ὄνομα μὲν, ὅτι ἑκάτερα ζῶα, ὁρισμὸν δὲ, ὅτι ἀμφότερα οὐσία ἔμψυχος καὶ αἰσθητική· ὁμοίως καὶ τὸ ἄζυμον καὶ ἔνζυμον τοῦ ἄρτου. Κοινωνοῦσι γὰρ τῷ ὀνόματι, καθὸ ἄρτος ἑκάτερον, καὶ τῷ ὁρισμῷ. καθὸ οὐσία τοῦ σίτου καὶ ἄρτου ἀμφότερον λέγεται. Ετι τις ὀρθῶς καλέσει τὴν ζύμην τελείωσιν του ἄρτου, διαφθείρουσαν δηλονότι αὐτὸν τὸν ἄρτον. Παῦλος γὰρ λέγει· Οὐκ οἴδατε, ἀδελφοί, ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα φθείρει; ᾿Απὸ δὲ τῆς Μωσαϊκῆς νομοθεσίας, ὅπου γέγραπται, Ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ πρώτου μηνός Ο

Letter XIXEpistola XIX

col. 985–986page 3 of 3
PG 158:985ἀνὰ μέσον τῶν ἑσπερινῶν Πάσχα τῷ Κυρίῳ, καὶ, Ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, τοῦτο ἑορτὴ τῶν 'Αζύμων τῷ Κυρίῳ. Λέγω κατὰ τοὺς φιλοσοφοῦντας, ἀεὶ ἀπὸ τῶν ἀξιωτέρων γίνεσθαι τὴν ἐπίκλησιν· ἀξιώτερον δὲ εἶναι ὑποδήλως τὴν ἀρχὴν τῆς ἡμέρας, μᾶλλον ἢ τῆς ἑσπέρας, καὶ διὰ τοῦτο ἡμέραν τὴν ἑξῆς, ὥσπερ ἀξιωτέραν, ἑορτὴν τῶν Αζύμων ἐπικαλουμένην. Οὐκ ἔστι δὲ λογικὴ οὐδὲ ἀναγκαία ἀκολουθία αύτη. Σήμερόν ἐστιν ἑορτὴ τῶν ᾿Αζύμων. Οὐδεὶς τοίνυν ἐχθὲς ἔφαγε τὰ ἄζυμα, διότι κατὰ χθεσινὴν ἑσπέραν ἐξῆν τοῦτο. Ἐκ τῶν προειρημένων ἔχομεν, πῶς ὁ Χριστὸς τὸ μυστήριον τῶν ἀζύμων ἔδωκε τοῖς ἀποστόλοις, οἱ δὲ ἀπόστολοι ἡμῖν παρέδωκαν· ὅτι ἡμᾶς παρακαλεῖ ὁ Παῦλος εἰς ἀποβ λὴν τῆς τῶν παλαιῶν ζύμης, καὶ εὐωχίαν τῶν Χριστικῶν ἀζύμων, λέγων· Ἐκκαθάρατε, ἀδελφοί, τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύ ραμε, καθώς έστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός. Ώστε ἑορτάζωμεν μὴ ἐν ζύμη παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις ειλικρινείας καὶ ἀληθείας. Πόσ θεν δὲ ἐκεῖνα τὰ ἐνύπνια τῶν εἰπόντων, κατὰ τὴν ἕκτην σύνοδον ἐπὶ Κωνσταντίνου βασιλέως Αγά θωνα τὸν πάππαν, καὶ Γρηγόριον τὸν ᾿Ακραγαντί νων ἐπίσκοπον, κατὰ τῶν ἀζύμων νομοθετοῦντας, ταῦτα ὕστερον μὴ γίνεσθαι παρά τινος τῶν πιστῶν; Αφ' οὗ γὰρ καιροῦ ἤρξαντο οἱ Λατίνοι τὴν τῶν ἀζύμων θυσίαν, ταύτης πώποτε οὐκ ἀφέστησαν. Καὶ μᾶλλον περὶ τῆς ἔκτης συνόδου ἀνέγνων τους Πατέρας, μετὰ τὸ ἀποδοκιμάσαι τὴν τῶν Μονοθελητῶν αἵρεσιν, τῇ ὀγδιάδι τοῦ Πάσχα ἐν τῇ Κων σταντινουπόλει, ἐν τῷ ναῷ τῆς ἁγίας Σοφίας, τῷ Θεῷ χάριτας χαριζομένους ἑορτάσαι Λατινικῶς, ἐπαινούντων ὅλων τῶν Ἑλλήνων τρόπον τῆς θυσίας Λατινικῆς. Διότι ἄρατε ἐκ μέσων ταῦτα τὰ άδοξα καὶ παράδοξα. Καὶ γὰρ ὅτι ἐν τῇ τελευταίᾳ τῆς Φλωρεντίας συνόδῳ ὡρισμένον ἐστὶ τοῦτο, κρινάν των τῶν Πατέρων ἐν τῷ ἄρτῳ καὶ τοῖς ἀξύμοις Χριστὸν προσκυνεῖσθαι, καὶ ἀμφοτέραν τὴν ἐκκλησίαν δυτικὴν καὶ ἀνατολικὴν τὴν ἑαυτῆς συνήθειαν μέλλειν φυλάξαι. Ερχώμεθα δὲ ἤδη πρὸς τὸ δεύτερον ζητημάτιον περὶ καιροῦ καὶ ἡμέρας πασχικῆς. Οὗτος ὁ Νικήτας ὑμέτερός φησι, Τὸ Σάββατον Πά σχα γενέσθαι, καὶ οὕτως φαίνεται ἐκ τῶν περὶ τὸν Χριστὸν γενομένων. Γράφει γὰρ ὁ Ιωάννης, Ἐν τῇ Παρασκευῇ οὐκ εἰσῆλθον οἱ Ἰουδαῖοι εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσι, ἀλλ' ίνα φάγωσι τὸ Πάσχα, δηλονότι τῷ Σαββάτῳ. Ετι τῇ Παρασκευῇ Ἰωσὴς καὶ Νικόδημος ἠγόρασαν τὰ μίγματα καὶ ἀρώματα εἰς τὸν τάφον τοῦ Χρι-. στοῦ. Τοῦτο δὲ οὐκ ἔξεστι τῷ Σαββάτῳ. Ηρώ των δὲ καὶ οἱ Ἰουδαῖοι τὸν Πιλᾶτον, τὰ σώματα τῶν σταυρουμένων μὴ ἐμμένειν ἐπὶ σταυρῶν διὰ τὸ Σάββατον. Ην γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου, ὡς λέγει Ιωάννης. Κρίσις ἔτι τοῦ θανάτου οὐδέποτε γίνεται οὐδὲ καθ' ἡμᾶς ἐν τῷ Σαββάτῳ. Ταῦτα δηλοῦσι σαφῆς τὸ Πάσχα
Page scan enlarged

Notebook

Full View