Letter XXVEpistola XXV
col. 1003–1004page 7 of 14
PG 158:1003γεύσας, μήτε μὴν παραγομένας αυτάς. Εκάτερον γὰρ Ει ᾿ ὑποστάσεως ἴδιον, οὐ τελειοτήτων, οὐδὲ δυνάμεων. Εν ὑποστάσει γὰρ τὰ τοιαῦτα καὶ ἐνυπόστατα. Καλείται δὲ πρὸς τῶν θεολογούντων αὐτῶν ἡ μέν τις γεννητική, ἡ δ᾽ ἦν προβλητική δύναμις. Διὸ καὶ τῶν παραγομένων τὸ μὲν γέννημα καὶ Υἱός, τὰ δὲ πρόβλημα καὶ Πνεῦμα προσαγορεύεται. Δεῖ γὰρ τὰ ἐκ τῶν ἀφο χῶν ἐν τοῖς τοῦ αὐτοῦ εἴδους ταῖς σφῶν αὐτῶν πως ἀρχαῖς ἐοικέναι, καὶ ἐξ ἐκείνων ἔχειν καὶ τού νομα. γ. Ἐπεὶ δὲ τοῖν παραγομένοιν ἑκάτερον ἐκ τῆς οὐσίας λέγεται τοῦ Πατρὸς, αὐτὴ δὲ οὔτε γενναί οὔτε γεννᾶται, ούτε μὴν προβάλλει, ούτε προβάλλεται, καθάπερ οἱ θεολογοῦντες φασιν, ἀνάγκη τὴν οὐσίαν ἀρχὴν ἑκατέρων εἶναι τοιαύτην, ᾗ παράγει Πατήρ ἑκάτερον, Υιόν τε καὶ Πνεῦμα Ἅγιον. "Αλλως τε καὶ τῆς αὐτῆς οὐσίας ὄντα, τά τε παραγόμενα τῷ παράγοντι, καὶ ἀλλήλοις τὰ παραγόμενα, οὐκ ἂν ἄλλως εἶεν ἢ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, ὡς ἀρχῆς καὶ δυνάμεως, ἢ οὔτε παράγει, οὔτε παράγεται, οὔτ' ἐν τῷ ἐξ οὗ, οὔτ' ἐν τῷ πρὸς ἐν ὄρῳ, ἐν τῷ Πατρὶ δη λαδὴ οὖσα καὶ ἐν Υἱῷ, καὶ τῷ Πνεύματι, καὶ ὡς ἀρχὴ καὶ ὡς εἶδος τό γε διδόμενον. ᾿Αλλὰ μὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως τῆς αὐτῆς οὔσης, ὅτε παρ άγει τὰ πρόσωπα, καὶ τῆς οὐσίας μιᾶς καὶ τῆς αὐτ τῆς αὖ πάλιν οὔσης ἀρχῆς καὶ δυνάμεως, τὰ παρα γόμενα τὰ αὐτὰ ἂν ἦν πάντη πάντως. Μᾶλλον δὲ ἐν ἂν ἦν τῷ ὄντι τὸ παραγόμενον πρόσωπον, εἰ μὴ τῇ οὐσίᾳ καὶ ἄλλ᾽ ἅττα ξυνήν, δι' ὧν διάφοροι πως γένοιντ' ἂν αἱ δυνάμεις, αἷς Υἱὸς καὶ Πνεῦμα παρ άγεται. Τὰ δὲ ἄρα νοῦς ἂν εἶεν καὶ βούλησιν, ὁ μὲν ἅμα τῇ οὐσίᾳ ἀρχὴ καὶ δύναμις ὢν δι' ἐνεργείας τῆς γεννήσεως, παρακτικὴ τοῦ Υἱοῦ· διὸ καὶ Λόγος ὁ τοῦ Θεοῦ Υἱὸς ὑπὸ τῆς θεολόγου βροντῆς ὠνόμασται· νοῦ γὰρ γέννημα λόγος· ἡ δ᾽ αὖ σύναμα τη αὐτῇ οὐσίᾳ ἡ βούλησις, ἀρχὴ καὶ δύναμις οὖσα δι' ένεργείας της προβολής, ἢ πνεύσεως παρακτική, τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως, οὐχ ὡς ἀρ χὴ αὐτεξούσιος, ἀλλ᾽ ὡς ἀναγκαία καὶ φυσική εις δύναμις καὶ ἀρχή· διὸ πρὸς τῶν θεολογούντων ἀγάπη τὸ θεῖον κέκληται Πνεῦμα. Τῆς γὰρ ἀγάπης. ή δύναμις βούλησις. Συνάδει δὲ τὰ λεγόμενα ταῖς τῶν θεολογούντων φωναῖς, οὐχ ἧττον δὲ τοῖς εἰρημέν νοις ὑπὸ τοῦ ἱεροῦ Αὐγουστίνου ἐν τῷ Περὶ Τριά δος βιβλίῳ, ἐν οἷς καὶ μνήμην μὲν τὴν γεννητικὴν, βούλησιν δὲ τὴν πνευστικὴν ἐκάλεσε δύο να μιν. δ. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ὁ Πατήρ πηγαία θεότης, καὶ μόνον αἴτιος, καὶ πηγὴ μόνη τῆς ὑπερουσίου θεότητος, καὶ μόνος γεννήτωρ άμα καὶ προβολείς, ὅσα τ' ἄλλα πρὸς τῶν θεολογούντων ὠνόμασται, οὐ μόνον τῷ παρὰ μηδενὸς ἔχειν τὰς εἰρημένας δυνάμεις καὶ γονιμότητας, ἀλλὰ καὶ τῷ μόνον αὐτῷ ἐν τοῖς θείοις εἶναι τὸν μόνον παράγον τα. Αὐτὸς γὰρ μόνος ἐστὶν ὁ παράγων ταῖς εἰρημέν ναις δυνάμεσιν, ὡς πηγὴ καὶ ἀρχὴ καὶ αἰτία, καὶ
col. 1005–1006page 8 of 14
PG 158:1005ὅ τι ἂν εἴποι τις τῶν ὁμοίων. Φανερὸν δὲ καὶ ὅτι αἱ εἰρημέναι δύο δυνάμεις ἡ θεία οὐσία πάντως ἐστὶ, καὶ τὰ ἀποδιδόμενα τῷ Θεῷ, νοῦς τε καὶ βούλησις. Νοῦς δὲ ἄρα καὶ βούλησις τελειότητες. Δυοῖν δὲ ὄντοιν τοῖν παρ αγομένοιν προσώποιν, Υἱοῦ τε καὶ θείου Πνεύματος, ὁ μὲν πρόεισιν ἐκ τοῦ Πατρὸς, ᾗ Πατήρ, διὸ καὶ πρὸς αὐτὸν ἀναφέρεται τῇ υἱότητι· Υἱὸς γὰρ Πατρός, ὥσπερ καὶ Πατὴρ ὁ Πατὴρ Υἱοῦ λέγεται· ὁ δ᾽ αὖ πάλιν ἐκ τοῦ αὐτοῦ Πατρὸς ἐκπορεύεται, οὐχ ᾗ Πατήρ, ἀλλ' ᾗ προβολεὺς δήπου, καὶ προβάλλων, καὶ πνέων, καὶ ὅσα τῆς ὁμοίας ὄντα τυγχάνει δυνάμεως. Διδ καὶ πρὸς αὐτὸν τὸ θεῖον ἀναφέρεται Πνεῦμα τῇ προ βολῇ. Προβολέως γὰρ πρόβλημα λέγεται, καθάπερ καὶ προβολεὺς αἱ προβλήματος προβολεύς. Ωσπερ οὖν τοῦ προβολέω; ὁ Πατήρ προεπινοεῖται κατὰ μὲν τὸ ἀΐδιον οὔ, ἅμα γὰρ κατ᾽ ἐκεῖνο Πατήρ τε καὶ προβολεὺς, συναϊδίως τοιοῦτος ὤν, κατὰ δὲ τὸ δύ νασθαι καὶ προάγειν. Πρότερον γὰρ τὸν Υἱὸν παρ άγει τοῦ Πνεύματος, ήδη νοούμενος ὑφεστηκέναι τῇ πρὸς τὸν Υἱὸν ἰδιότητι, τῇ πατρότητι· οὕτω καὶ ὁ Υιός αὖ πάλιν προεπινοεῖται τοῦ Πνεύματος, οὐχ ὅτι οὐχ ἅμα ἀλλήλοις συναϊδίως ἐστίν· οὕτω γὰρ τὰ τρία πρόσωπα ἅμα πάντη καὶ ξυναΐδια, καὶ οὐδα μῶς ἄλλο ἄλλου γε πρότερον· καὶ ὅτι τὸ γεννᾶσθαι πρότερον ἐκ τῆς τοῦ χρήματος φύσεως τοῦ προβάλο λεσθαι, καὶ τὸ γεννἂν τοῦ προβάλλειν, οἷς προεπινοεῖται Πατὴρ τοῦ προβάλλοντος. Καὶ αὕτη πάντω; ἐστὶν ἡ τῶν θείων ὑποστάσεων τάξις, ἐκ τῆς πη γαίας ἀρχῆς καὶ αὐτὴ ἀνίσχουσα τοῦ Πατρὸς, καθ' ἣν ὁ Πατὴρ μὲν τοῖν δυοῖν, ὁ δὲ Υἱὸς τοῦ θείου Πνεύματος πρότερος· καὶ ταῦτα κατὰ τὸ αὐτὸ νῦν τῆς ἀϊδιότητος ἅμα Πατρός τε ὄντος Υἱοῦ τε καὶ Θείου Πνεύματος. ε΄. Ἀλλὰ μὴν κἀκεῖνο τοῖς εἰρημένοις προσθεῖναι δίκαιον, θεολογικώτατον δν· ὅτι ὁ Πατήρ ἑκάτερον τῶν θείων παράγει προσώπων, ἴσον ἑαυτῷ πάντη πάντως καὶ ὅμοιον ταῖς αὐταῖς τῷ ἀριθμῷ τελειό τησ:. Πάντα γὰρ ὅτα πρόσεστι τῷ Πατρὶ ἄνευ πατρότητος, καὶ ὅσαπερ ἐφαρμόττει τῇ θείᾳ πατρότητι, καὶ ἄνευ πατρότητος ἅμα καὶ πνεύσεως, καὶ ὅσαπερ αὐταῖς κοινῶς ἐφαρμόττει, κοινὰ καὶ τοῖς ἐκ Πατρὸς εἶναι ὁ θεολογικός παραδίδωσι λόγος. Αὐτὰ μὲν γὰρ, ἤτοι πατρότης, καὶ πατρότης ἅμα και πνεῦσις, καὶ ὅσαπερ ἔπεται τῇ πατρότητι, καὶ αἱ πάλιν πατρότητί τε καὶ πνεύσει σχέσεις εἰσὶ μόνον, οὐ τελειότητες, ὥσπερ καὶ ἡ υἱότης, καὶ ἡ ἐν τῷ Πνεύματι πνεῦσι,· διὸ καὶ ἰδιότητες ταῦτα, ἑνὶ μόνῳ τῶν προσώπων ἑκάστου προσόντος ἥκιστα κι νουμένου καὶ μεταπίπτοντος. Τὰ δὲ παρὰ ταῦτα πάντα τὰ αὐτὰ τῷ ἀριθμῷ κοινὰ τοῖς τρισὶν, ἵν' εἴη τοῖς αὐτοῖς ἴσος καὶ ὅμοιος Θεὸς ὁ Υἱὸς Θεῷ τῷ Πατρὶ, καὶ Θεὸς τὸ Πνεῦμα Θεῷ Πατρί τε καὶ τῷ Υἱῷ· καὶ διὰ ταῦτα Θεὸς εἰς τὰ τρία, τῇ αὐτῇ καὶ μιᾷ οὐσίᾳ, καὶ ταῖς αὐταῖς τελειότησι, τοῦ τρόπου μόνου πως ἐναλλάττοντος, οἷς ἐν Πατρὶ μὲν πηγαίως ταῦτα, καὶ ἀνάρχως, καὶ ἀναιτίως, καὶ μὴ παρ' ἄλλου του διδόμενα, ἐν δὲ τῷ Υἱῷ καὶ Πνεύματι η
col. 1007–1008page 9 of 14
Epistola ad Dominicum Sancti
PG 158:1007οὐ πηγαίως, οὐδ᾽ ἀναιτίως. Μόνη γὰρ πηγὴ τῆς ὑπερ ουσίου θεότητος ὁ Πατήρ, καὶ μόνος αὐτὸς αἰτία καὶ αἴτιος, ὅτι καὶ μόνος ἀναίτιός τε καὶ ἄναρχος. Οὐδε γὰρ ἔκ τινος καὶ αὐτὸς, ἵν᾽ εἴη καὶ αὐτός πως αίτια τὸν, καὶ τὰ αὐτῷ προσόντα παρ' ἄλλου του καὶ μὴ ἀνάρχως, μηδὲ πηγαίως. Αὐτὸς γὰρ μόνος Υἱοῦ καὶ Πνεύματος ἀρχὴ ἄναρχος καὶ ἀναίτιος, ὡς ἐλέ γομεν. παρ' ἄλλου του διδόμενα τοῦ Πατρὸς οὐκ ἀνάρχως, ς'. Παράγων τοίνυν ὁ Πατήρ τὸν Υἱόν, δίδωσιν αὐτῷ τὴν θείαν οὐσίαν, καὶ ὅσαιπερ αὐτῆς τελειότητες, ὥστε καὶ τὴν γεννητικὴν καὶ προβλητικὴν ἅμα δύναμιν. Τῆς γὰρ αὐτῆς οὐσίας τὰ πρόσωπα καὶ τὰς αὐτὰς ἔχει δήπουθεν τελειότητας, ὡς ἐδέδεικτο· καὶ νοῦς δὲ καὶ βούλησις τελειότητες. "Αλλως τε τίς οὐκ οἶδε νοῦν τε καὶ βούλησιν τὰ αὐτὰ πάντη πάντως ἐν Πατρὶ καὶ Υἱῷ καὶ τῷ Πνεύματι; 'Αλλά μὴν ὅθ' ὁ Υἱὸς παρήγετο ἐκ Πατρὸς ὡς Πατρός, οὐ νοεῖται τὸ ἅγιον Πνεῦμα ἐκ τοῦ Πατρὸς ὡς προοο λέως παράγεσθαι. Προεπινοεῖται γὰρ ὁ Πατήρ ἡ Πατὴρ, τοῦ προβολέως ᾗ προβολεὺς, ὡς ἐλέγετο. "Αλ λως τε καὶ τῆς πατρότητος ὑφεστώσης, μιας ιδιό τητος οὔσης, τὴν πατρικὴν ὑπόστασιν, καθάπερ καὶ τὸν Υἱὸν ἡ υἱότην, καὶ τὸ Πνεῦμα ἡ προβολή, οὐκ ἂν ἅμα εἴη πατρίτης, καὶ ἡ ἐν τῷ Πατρὶ προβολή. Προεπινοηθήσεται γὰρ πατρότης τῆς ἐν Πατρί, ταυτὸν δὲ εἰπεῖν, τῆς ἐνεργητικῆς προβολής. Οὐκοῦν καὶ ὁ Υἱὸς, ὅθ᾽ ὁ Πατὴρ ὡς προβολεὺς παράγει τὸ Πνεῦμα τὸ ἅγιον, τὴν αὐτὴν ἔχων παρὰ τοῦ Πατρὸς διὰ γεννήσεως δύναμιν, τὴν προβλητικὴν δηλαδή, ξυνεπινοηθήσεται τῷ Πατρὶ πρὸς τὴν τοῦ Πνεύματος πρόοδον, μίαν οὖσαν ἐκ Πατρὸς δι' Υἱοῦ, μια δηλαδή δυνάμει τε καὶ ἀρχῇ, τῇ ἐν Πατρὶ καὶ Υἱῷ, ἐν μὲν ἐκείνῳ πηγαίως οὔσης καὶ ἀνάρχως καὶ μὴ παρ' ἄλλου, ἐν δὲ τῷ Υἱῷ διδομένη διὰ γεννήσεως ἐκ Πατρός, ὡς ἐξ ἀρχῆς ἀνάρχου καὶ πηγῆς καὶ αἱ τίας, ἐξ ἧς ἑκάτερα πρόεισιν Υιός τε καὶ Πνεῦμα ἅγιον. Ὥστε τὸ Πνεῦμα τὸ ἅγιον εἰκότως ἐκ Πατρός εκπορεύεσθαι λέγεται δι' Υἱοῦ, κατὰ τὴν ξυνεπτυγ μένην θεολογίαν. Οὐδὲ γὰρ ἐκ μόνου Πατρός, ἵνα μὴ νομίζοιτο ὁ Υἱὸς αὐτῷ ἀνόμοιος, μὴ τὰς αὐτὰς έχων τελειότητας τῷ Πατρὶ, καὶ διὰ τοῦτο μηδ' όμο ούσιος, ὅπερ οὐδαμῶς ἀπέοικε τῇ τοῦ ᾿Αρείου απ ρέσει, τὸν Υἱὸν ἀλλοτριούσῃ τῆς θείας φύσεως τοῦ Πατρός· ὧν γὰρ αἱ δυνάμεις διάφοροι, καὶ αὐτὰ ἂν εἶεν ταῖς οὐσίαις διάφορα· οὐδ' αὖ ἐξ Υἱοῦ ἵνα μὴ πάλιν ὁ Υἱὸς ἀρχὴ νομίζοιτο ἄναρχος, κάντεν θεν πάλιν ἀλλότριος τῆς πατρικῆς οὐσίας καὶ φύ σεως· πρὸς δὲ καὶ ἵνα μὴ υἱωνός νομίζοιτο τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Πατρὸς, καὶ υἱὸς αὖ πάλιν τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἦν γὰρ ἂν καὶ ὁ Υἱὸς αὖ πάλιν Πατήρ πρὸς δὲ καὶ ἵνα μὴ νομίζοιτό τι τῷ Υἱῷ προτεἶναι ὡς παρακτικὴ δύναμις τοῦ ἁγίου Πνεύ ματος, μὴ τῷ αὐτῷ δν τῷ ἀριθμῷ κὰν τῷ Θεῷ καὶ Πατρί. Επεισάγεται γὰρ καὶ τοῦτο πάλιν αὖθις τὸ τῆς οὐσίας ἀνόμοιον, ἃ δὲ πάντα ἀνόσια καὶ ἀθέ
col. 1011–1012page 10 of 14
PG 158:1011μετα, καὶ πόρρω τῆς τῶν Χριστιανῶν Ἐκκλησίας καὶ πίστεως. ζ. Διὰ τοῦτο οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ ἡ καθολικὴ ἑβδόμη σύνοδος ἐκ τοῦ Πατρὸς ἀπεφήναντο δι' Υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα, ούχ ὡς αἰτίου τοῦ Υἱοῦ ὄντος, οὐδ᾽ ὡς ἀρχῆς ἁπλῶς καὶ προβολέως τῆς τοῦ Πνεύματος ὑποστάσεως, ἀλλ' ὡς ξυναιτίου καὶ ἀρχῆς ἐξ ἀρχῆς, οὐδ' ὡς μὴ οἴου τε ὄντος τοῦ Πατρὸς μόνου, μόνως τὸ Πνεῦμα παρά γειν τὸ ἅγιον. Η γὰρ ἂν οὐδὲ τὸν Υἱὸν ἄνευ τινό; ἑτέρου προσώπου γεννῆσαι μόνος Πατὴρ ἠδύνατο, οἷς τῆς αὐτῆς ἐστι τελειότητος τῶν παραγομένων ἑκάτερον καὶ δυνάμεως. Πατήρ μὲν γὰρ αὐτὸς αὐτο ἄρχως τὸν Υἱὸν γεννᾷ, καὶ τὸ Πνεῦμα προβάλλει τὸ ἅγιον, αὐτοῦ τε ὄντος ἔσται καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, αὐτοῦ τε αἱ ἀπόντος τῇ ἐπινοίᾳ, οὐδ᾽ Υἱὸς ὅλως ἔσται, οὐδὲ τὸ Πνεῦμά πω; ἐξ Υἱοῦ, οὐδ᾽ ὅλως ἐν οὐδὲν τῶν προσώπων, μὴ ὅτι γε πρόοδος, καὶ ἡ πρὸς ὕπαρξιν τῶν προσώπων ἐνέργεια. Υἱὸς δ' ὡς προβάλλων, παράγων πως καὶ αὐτὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς προϊόν, αὐτό γε προβάλλει, καὶ τοῦ Πατρὸς προβάλλων εξήρτηται, μὴ ὅτι καθὸ γεννᾶται, ἀλλὰ καὶ ᾗ προβάλλων ἐστὶν, οἷς διὰ γεννήσεως τῆς αὐτῆς μεταλαβών δυνάμεως τοῦ Πατρὸς ὡς προβάλλοντος, προβάλλει καὶ αὐτὸς σύναμα τῷ Πατρὶ τὸ ἐκ Πατρὸς προβαλλόμενον. Ως γε καὶ εἰ κατ᾽ ἐπίνοιαν ὁ προβολεὺς μὲν τοῦ Πατρὸς προηγείτο, τὸ δὲ Πνεῦμα τὸ ἅγιον πρότερόν πως ἐκ τοῦ προβολέως παρήγετο τοῦ Υἱοῦ, ὁ Υἱός ἂν ἦν ἐκ τοῦ προβολέως διὰ τοῦ Πνεύματος, τὸ δέ γε Πνεῦμα τῇ αὐτῇ δήπου δυνάμει τῇ ἐν Πατρὶ, τῇ γεννητική δηλαδὴ τοῦ Υἱοῦ παρῆγεν ἂν καὶ αὐτὸ τὸν Υἱὸν ἐκ τοῦ προβολέως ως γε Πατρός· οὐχ ὅτι ὁ προβολεὺς ᾖ Πατὴρ οὐκ ἦν ἂν αὐτάρκης τὸν αὐ τοῦ γεννῆσαι Υἱὸν, ὅπου νῦν αὐτὸν αὐτάρκως μόνος γεννᾷ, καθάπερ καὶ τότε μόνος αὐτάρκως ἂν τὸ Πνεῦμα παρῆγε τὸ ἅγιον· ἀλλ' ὅτι τὴν αὐτὴν ἂν είχε γεννητικὴν δύναμιν τῷ Πατρὶ διὰ πνεύσεως αὐτῷ δοθεῖσαν, ώς τελειότητα καὶ δύναμιν ἐκ Πατ τρός, μήπω τοῦ Υἱοῦ τῇ ἐπινοίη παραγομένου. Τὴν δὲ ξυνεπτυγμένην ταύτην θεολογίαν ή Ρωμαϊκή ἀναπτύξασα Εκκλησία καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦ μα θεολόγησεν ἐκπορεύεσθαι, ταυτό βουλομένη νοεῖν διὰ τούτου τῷ δι᾿ Υἱοῦ ἐκ Πατρὸς, ἵν' αἰτίαν μὲν διὰ τούτου καὶ πηγὴν καὶ ἀρχὴν ἐξ ἀρχῆς πη γαίαν τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως τὸν Πατέρα κηρύξῃ, καὶ κατὰ τὴν τοῦ Θεοῦ Λόγου φω νὴν, ξυναίτιον δὲ τὸν Υἱὸν, καὶ πηγὴν ἐκ πηγής, καὶ ἀρχῆς τῆς αὐτῆς ὑποστάσεως, τῷ παρὰ τοῦ Πατρὸς αὐτὸν ἔχειν τὴν προβλητικήν δύναμιν, ὡς ἐλέγομεν, ᾗ Πατὴρ παράγει τὸ Πνεῦμα τὸ ἅγιον. Διδ καὶ ἀρχοειδῶς μὲν καὶ προηγουμένως, φαίην δ' ἄν, καὶ προκαταρτικῶς, καὶ ἀρχικῶς, καὶ κυρίως ἐκ τοῦ Πατρὸς προϊέναι φησὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐξ Υἱοῦ δὲ οὐχ οὕτω, κἂν καὶ ἐξ αὐτοῦ τῇ αὐτῇ παράγηται δυ νάμει καὶ προβολῇ. Οὐδὲ γὰρ αἴτιο; ἀναίτιος ὁ Υἱός, οὐδὲ ἀρχὴ ἄναρχος τῆς τοῦ Πνεύματος ὑποστάσεως. η'. Ταῦτά τοι καὶ ἐξ Υἱοῦ λέγειν ἐθέσπισε τὸ
col. 1013–1014page 11 of 14
PG 158:1013Πνεῦμα τὸ ἅγιον, ἐκεῖνο δή που διὰ ταύτου δηλοῦσα, τὸ δι' Υἱοῦ ἐκ Πατρός. Ως γὰρ δι' Υἱοῦ τὸν Πατέρα προτίθησι, καὶ τοῦτον τῆς αὐτῆς ἐνεργείας προκαταρκτικὴν αἴτιον καὶ πηγαῖον καὶ ἀναρχον προεπινοεῖ, οὕτω καὶ τὸ, καὶ ἐξ Υἱοῦ, τὸν μὲν Υἱὸν ξυναίτιον καὶ ἀρχὴν ἐξ ἀρχῆς, τὸν δὲ Πατέρα ἁπλῶς αἴτιον καὶ ἀρχὴν ἄναρχον ἀποφαίνει του Πνεύματος. "Οθεν καὶ εἴ που τὸν Υἱὸν ἀρχὴν καὶ αἰτίαν φησὶν, ἢ ξυγχωρεί λέγειν, τῆς τοῦ Πνεύματ τος ὑποστάσεως, καθάπερ ἐν τῷ ὄρῳ τῆς ἱερᾶς και θολικῆς ὀγδόης συνόδου τῆς ἐν Φλωρεντία γέγραπται, οὐχ ἁπλῶς ἀρχὴν οὐδ᾽ αἰτίαν αὐτὸν βούλεται εἶναι, ἀλλ' ἀρχὴν ἐξ ἀρχῆς, καὶ αἰτίαν, ἡ αἴτιον, ὡς ξυναίτιον. "Ωσπερ αὖ πάλιν κἀκεῖνο ἐν τῷ αὐτῷ περιεχόμενον ὅρῳ τὸ, οὕτω καὶκ τοῦ Υἱοῦ τὸ Πνεῦ μα προβάλλεσθαι καθάπερ καὶ ἐξ αὐτοῦ τοῦ Πα τρὸς, οὐ κατὰ τὸν τρόπον νοεῖ τῆς προόδου, ὥστε ὡσαύτως, ἤτοι πηγαίως καὶ ἀνάρχως καὶ ἀναιτίως, καὶ οἷον ἐξ ἑαυτοῦ τοῦ Υἱοῦ τὸ Πνεῦμα προάγεσθαι, καθάπερ ἐξ αὐτοῦ τοῦ Πατρός· ἀντιφάσει γὰρ περιέπιπτεν, εἰ οὕτως ἐνόει ταυτί, καὶ ἐξ Υἱοῦ τὸ Πνεῦμα κηρύττουσα, ἀλλὰ κατὰ τὸ ταυτὸν τῆς δυνάμεω;, μιᾶς οὔσης τῷ ἀριθμῷ ἐν Πατρὶ καὶ Υἱῷ, διὰ γεννήσεως, ὡς ἐλέγομεν, ἐκ Πατρὸς τῷ Υἱῷ δια δομένης, καθάπερ καὶ τῆς οὐσία; αὐτῆς. Διὸ καὶ τὸν Υἱὸν ἐκ Πατρὸς παράγειν κηρύττει τὸ Πνεῦμα, καὶ προβάλλοντα αὐτὸν εἶναι ἐκ τοῦ Πατρὸς, καὶ ὅσα τῆς ὁμοίας ἐστὶ δυνάμεως. θ'. Εἰ δὲ τούτων ὑφ᾽ ἡμῶν εἰρημένων τις ἀποροῖ, πρῶτον μὲν, Πῶς οὖν ὁ Υἱὸς οὐ γεννᾷ καθάπερ δὴ καὶ προβάλλει, τῆς αὐτῆς μεταλαγχάνων γεννητικῆς δυνάμεως τῷ Πατρί; ἢ πῶς τὸ Πνεῦμα τὸ ἅγιον οὔτε προβάλλει, οὔτε γεννᾷ, τῶν δυνάμεων ἑκατέρων οὐτῶν ἐν αὐτῷ, καθάπερ ἐν Πατρὶ καὶ Υἱῷ; δεύτερον δὲ, Πῶς οὖν οὐ δύο αρχαί δυοίν ὄντων τῶν προβαλλόντων, ἢ πῶς οὐ ξυναλοιφή, εἰ δύο μία ἀρχή; ἴπτω πρῶτον μὲν πρὸς τὸ πρότερον, ὅτι τοῦ Πατρὸς τὸν Υἱὸν γεννῶντος τῇ γεννητική δυνάμει, καθάπερ ἐλέγομεν, ἡ γέννησις ξυνήπται τῇ ἑαυτῆς δυνάμει, ᾗ ὁ Υἱὸς γεννᾶται ἐκ τοῦ Παν τρός. Ομοίως δὲ καὶ τοῦ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦ μα προβάλλοντος, ἡ προβολὴ ξυνήπται τῇ ἑαυτῆς καὶ αὐτὴ δυνάμει, ᾗ ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Οὔτε τοίνυν ὁ Υἱὸς γεννα διὰ ταῦτα, οὔτε τὸ ἅγιον Πνεῦμα γεννά τι, 1 εκπορεύει. Μεταδίδωσι γὰρ ὁ Πατὴρ τῶν εἰρημέν νων δυνάμεων, τῆς μὲν γεννητικῆς τῷ Υἱῷ, τῆς δὲ γεννητικῆς καὶ προβλητικῆς τῷ ἁγίῳ Πνεύματι, ξυνημμένων ήδη ταῖς σφῶν αὐτῶν ἐνεργείαις, ὡς τελειοτήτων μόνον, οὐχ ὡς δυνάμεων. πρόσεστι δὲ καὶ ἡ τὴν δύναμιν ἑκατέραν ἄπειρον εἶναι καὶ ξυμμετρουμένην τοῖς ἐκ Πατρὸς καὶ αὐτ τοῖς ἀπείροις οὔσι μιᾷ καὶ τῇ αὐτῇ ἀπειρίᾳ, καὶ ἀε! παραγομένοις κατὰ τὴν τῶν θεολόγων φω νήν. Διὰ καὶ ὁ Πατήρ μια δυνάμει γεννητική οὐ πλείους μιᾶς υἱικῆς ὑποστάσεως γεννᾷ, οὐδ᾽ ἑνὸς αὖ μιᾷ δυνάμει προβλητική πλείω παράγει τὰ Πνεύματα. Ταῦτά τοι καὶ οὐ πλείω τριῶν ἐν τοῖς
col. 1015–1016page 12 of 14
PG 158:1015θείοις ἐντεῦθεν αἱ ὑποστάσεις, καθάπερ τοῖς θεολο γικωτέροις εξήτασται. Οὐχ οὕτω δὲ ξυμβαίνει περί τὴν ἐν τῷ Υἱῷ προβλητικήν δύναμιν, τὴν ἐκ Πατρός αὐτῷ διδομένην διά γεννήσεως. Αὐτὴ γὰρ, ὅθ' ὁ Υιός παρήκται, μήπω νοουμένου τοῦ Πνεύματος ἐκπορεύεσθαι, καθάπερ πρόσθεν ἐλέγομεν, ἐκ Πα τρὸς δέδοται τῷ Υἱῷ μήπω τοῦ Πατρὸς ὡς προβολέως αὐτῇ τὸ Πνεῦμα προάγοντος. Διὸ καὶ τῇ αὐτῇ δυνάμει καὶ ὁ Υἱός, ᾗ προβάλλων ἐκ τοῦ Πατρός, σύναμα Πατρὶ μιᾷ προόδῳ τὸ Πνεῦμα ἐκπορεύει τὸ ἅγιον, ἔθ᾽ ὁ Πατὴρ ᾗ προβολεὺς αὐτὸ ἐκπορεύει. ι. Επειτα δὲ καὶ πρὸς τὸ δεύτερον ίστω, ὅτι τὸ τῆς ἀρχῆς δνομα διττῶς οὐ μόνον τοῖς φιλοσόφοις, ἀλλὰ καὶ τοῖς θεολογοῦσι λαμβάνεται, ἕνα μὲν τρό πον ὡς δύναμις, ἄλλον δ' αὖ ὡς πρόσωπον, ἢ ἄτος μον, ἢ ὑπόστασις. Καλεῖται δὲ ἡ μὲν ἀρχὴ ἡ ὡς δύναμις, ᾖ, τουτέστιν, ή δυνάμει καὶ ἀρχῇ προάγει τό γε προάγον, αὐτῆς μὲν οὐ προαγούσης· ἡ γὰρ ἂν καὶ αὐτὴ ἄλλῃ τινὶ δυνάμει παρῆγε τῇ ἐν αὐτῇ, καὶ αὐτὴ πάλιν αἱ ἑτέρα δυνάμει, κάντεῦθεν ἐν τοῖς καθ' αὐτὸ ἡ ἐπ' ἄπειρον ἦν προχώρησις, ὅπερ ἄτο πον· ἀρχῆς δὲ οὔσης αὐτῆς καὶ δυνάμεως, ᾗ προς γει τὸ αὐτὴν ἔχον, ὡς ἀρχὴ κατὰ τὸ δεύτερον τῆς ἀρχῆς σημαινόμενον. Ἡ δὲ ἀρχὴ ἡ ὡς πρόσωπον, ή ἄτομον, ἢ ὑπόστασις, ἥτις καλεῖται, τουτέστιν ἥτις παράγει τῇ ᾗ δυνάμε: τῇ ἐν αὐτῇ δηλαδή. Τοσαυταχῶς οὖν τοῦ τῆς ἀρχῆς ὀνόματος ἐκλαμβανομένου, εἰ μὲν ἐν Πατρὶ καὶ Υἱῷ δύο τὰς ἀρχὰς θείη τις ὡς δυνάμεις προβλητικές, αἷς Πατὴρ καὶ Υἱὸς τὸ Πνεῦμα παράγουσι, μάλα ἄτοπον, καὶ ψευδές, καὶ τῆς εὐσεβείας ἀλλότριον. Η γὰρ ἂν οὐδ᾽ ἡ αὐτὴ οὐσία τῷ ἀριθμῷ Πατρὶ προσῆν καὶ Υἱῷ, οἷς τῇ τῆς αὐτῆς δυνάμεως διακρίσει καὶ ἡ διάκρισις εὐθὺς ἕπετα: τῆς οὐσίας, ἔστι μὲν ὅτε καὶ εἴδει, ἔστι δ' ὅτε καὶ τῷ ἀτόμῳ. Αλλ' οὕτω δύο ἀρχὰς ἐν τοῖν δυοῖν ὡς δυνάμεις οὐδαμῶς ἡ ἱερὰ τῶν Ρωμαίων ἐδόξασεν Εκκλησία. Πολλοῦ γε καὶ δεῖ ὅπουγε, καθάπερ ἐλέγομεν, πάντη τὴν αὐτῆς ἐν Πατρὶ προβλητικὴν δύναμιν τἀριθμῷ προσείναι δοξάζει καὶ τῷ Υἱῷ, ἐκ τοῦ Πατρὸς αὐτῷ διδομένην διά γεννήσεως, καθάπερ καὶ τὴν οὐσίαν αὐτὴν, ὅσα τε ἄλλα φαμὲν τοῖς προσώποις ἐκ τῆς πηγαίας ἀρχῆς δίδο σθαι τοῦ Θεοῦ καὶ Πατρὸς, κἀντεῦθεν καὶ μίαν τά ριθμῷ πρόοδον, καὶ ἐν δήπου Πνεῦμα τὸ παραγόμενον ἐκ Πατρὸς δι' Υἱοῦ, τῇ μιᾷ τἀριθμῷ δυνάμει τῇ ἐν ἀμφοῖν. Εἰ δὲ δύο ἀρχὰς οὕτω τις ἐκλαμβάνειν ἐθέλει, καθάπερ ὑποστάσεις δύο καὶ πρόσωπα, τί τὸ ἄτοπον πρὸς τῆς Τριάδος αὐτῆς; ἢ ποῖον κατὰ τῆς Ἐκκλησίας ἐντεῦθεν γένοιτ' ἂν δόγμα τῷ τοῦ Αρείου προσεοικός; Καὶ πειθέτω σε τὸ μια δυνάμει τὰς τρεῖς ὑποστάσεις τὴν κτίσιν παράγειν, τρεῖς ἀρχὰς οὕτως ὡς ὑποστάσεις, οὐχ ὡς δυνάμεις. Ο τε γὰρ Πατὴρ παράγει τὴν κτίσιν, ὅ ᾽ Υἱὸς παράγει την κτίσιν, τό τε Πνεῦμα τὸ ἅγιον παράγει την κτίσιν καὶ οὐδὲν ἐντεῦθεν ἔπεται ἄτοπον, οὐδ᾽ ἀσεβὲς δόγμα, οὐδὲ τῷ τοῦ ᾿Αρείου προσεοικός. Έως γὰρ ἂν μιᾷ θεότητι αἱ ὑποστάσεις πληθύνονται, οὐδέποτε ἄτο που νομισθείη τὸ ἐν μιᾷ καὶ τῇ αὐτῇ δυνάμει πλείους τὰς ἀρχὰς ὑπάρχειν ὡς ὑποστάσεις.
col. 1019–1020page 13 of 14
PG 158:101911. ιπ'. Ἐκ τούτων δὴ φανερόν, ὅτι οὐδεμία τις ἐντεῦθεν διαίρεσις ή συναίρεσις ἔπεται, ἔπεται οὐδ᾽ ἄλλο τι ἄτοπον καὶ ἀδύνατον. Εν γάρ μιᾷ δυνάμει προβλητική. προσωπικῶς αἱ ὑποστάσεις διήρηνται Πατήρ καὶ Υἱός, καθάπερ καὶ ἐν μιᾷ οὐσίᾳ Πατήρ Υιός τε καὶ Πνεύμα ἅγιον, οὐ δύο μὲν προβολεῖς ὄντες, ἀλλ' εἷς· δύο γε μὴν προβάλλοντες, τῷ τρόπῳ μόνῳ γε διαφέροντες. Ἐκεῖνο μὲν γὰρ τὴν δύναμιν ἀφορᾷ, μίαν οὖσαν, οὐ πλείους ἐν ἑκατέρῳ, καὶ διὰ τοῦτο εἰς πάντως ὁ προβολεύς· τοῦτο δὲ ἄρα τὰς ὑποστάσεις ὡς διακρινομένας τῷ χρήματι. Καὶ διὰ τοῦτο δύο φαμὲν θεο λογικώτατα τοὺς προβάλλοντας. Αὕτη ἐστὶν ἡ τῆς Ρωμαϊκῆς Ἐκκλησίας, ταυτὸν δὲ εἰπεῖν, τῆς και θολικῆς πίστεως περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος ἡ εὐσέβεια. Τοιούτοις ἡμεῖς ἐτράφημεν τε καὶ ἐπαιδεύθημεν δόγμασιν, οὐ σοφίσμασιν, ὡς Ενιοί φασιν, ἢ πειθοί σοφίας, ἢ ἀνθρωπίναις ἐν νοίαις γυμναῖς ἑπόμενοι, ἀλλὰ τοῖς θεολόγοις τῆς Ἐκκλησίας, καὶ ὅσαπερ θεόθεν ἐφθέγξαντο. ἐντεῦθεν ἔστι διὰ τούτων καὶ τοὺς ἁγίους νομίζειν ξυν ᾠδὴ σφίσιν αὐτοῖς φθέγγεσθαι, καὶ οὐ περὶ τῶν αὐτ τῶν διαφέρεσθαι, ὅπερ οἱ τῆς Θεολογικῆς σοφίας ἀνεπιστήμονες πάσχουσιν, ἤτοι τὰ τῶν ἁγίων ὀβελίζοντες ἀξιώματα, ή νοθεύοντες, ἢ ἀρνούμενοι, ἢ κακῶς καὶ ἀνεπιστημόνως, καὶ ὡς αὐτοῖς ἐφετόν, ἐξηγούμενοι. ιβ'. ᾿Αλλὰ μὴ τοιοῦτόν τι πάθοις αὐτὸς, ὃν ἐγὼ πᾶσιν ἄλλοις εὐδαίμονα τῷ ὄντι νομίζω, καὶ δὴ καὶ τῇ περὶ τὴν εὐσέβειαν ἀκριβείᾳ καὶ τῇ τῶν ὀρθῶν δογμάτων ὀρθότητι. Αλλ' ἐπιστήσας σὺν ἀκριβείς τοῖς λεγομένοις ἐξ ἑκατέρων, ὅπου τοῖς θεολογικωτέροις μᾶλλον σὺν λόγῳ ἢ τοῖς ἀμαθές: σὺν ἀμαθείᾳ, λόγον μὲν οὐδένα ἀπο διδούσιν, ὃς ἂν καὶ εὔλογος νομισθείη, φυγοδικούσε δὲ μᾶλλον, καὶ τὴν ἀλήθειαν ξυγκαλύπτουσι, καὶ τὸ τῶν Ἑλλήνων γένος οἷς πράττουσί τε καὶ λέγουσι διαφθείρουσιν. Εβουλόμην τὸν παρόντα λόγον ἐκε τείνειν, καὶ πλείω σοι γράφειν τῶν αὐτῶν πέρι λαμπρότατα· ἀλλ᾽ ἀρκεῖν ἐνόμισα ταῦτα νυνὶ τῇ ἐξεταστικῇ σου ψυχῇ, ἐξ ὀλίγων ἄγαν τὰ πλείω ξυνιδεῖν δυναμένῃ. Ἐν δὲ τῷ μετὰ ταῦτα χρόνῳ διεξοδικώτερον, εἰ σὺ κελεύοις, θεολογήσομεν, ἀκριβές έχε στερον τὰ τῆς θεολογίας διεξερχόμενοι δόγματα, Δεί γάρ σοι πείθεσθαι πάντως, καθάπερ πατρὶ καὶ κηδεμόνι τοῦ γένους.
col. 1021–1022page 14 of 14
EPIST. AD DÓM. ROBOREUM, CARD. TAURIN.
ferre nemo est qui ignoret. Nam quid amor affe- recta minime fieri potest. Quocirca nec id sane
clat, quid benevolentia flagitat, ignorare nimium
hebetis sane, nimium vecordis hominis esse con
stat. Et id quod benevolentiæ ratio postulat, quod
e præcordiis amoris emergit negligere posthabere
que ejus est profecto, cui res eadem placet atque
non placet, quique maximis in rebus honestissi
misque suapte sponte delinquit. Omitto mutua
benevolentiæ mutuique amoris merita juraque re
ferre: quibus si quispiam quoad vires suppetunt
haud respondeat, ingratitudinis obnoxius iniquita
tisve crimini non injuria fuerit: a quibus humana
probitas ingenuique mores potissimum abborrere
´ videntur. Tu vitæ talem tenere pulcherrime cursum
instituisti, ut domesticis rebus familiaribusve bene
lauteque dispositis partim amplissimi magistratus
officio munereque cæteris hominibus vivas: partim
in litterarum tibi studiis doctrinisque nobilissimis
satisfacias, utramque summam vivendi rationem
complexus. In qua tibi me quoque comitem alque
socium ascivisti: non inscius studia quibus incum
bimus expeditius, exactius boc pacto meliusve ſieri
posse. Ego qui res omnes humanas, optimo ſine
sublato, vanas esse nibili pendendasque semper
putavi cujus illa sententia perpetua fuit: homi
nem utriusque vitæ rationem complexum: oculis
utrisque, prædito corpori carentem altera lusco,
præstantiore dextro aspectu: inferiore sinistro
expertem utriusque cæco penitus persimilem esse.
Cui religio sanctissima nostra, nobis oblata divi
nitus, hac quoque ratione quod perornatos per
fectosque homines utroque vivendi modo suis
pulcherrimis legibus institutisque reddere tam na
turæ quam Opifici suo conatur, vehementer pla
cet: quem denique præter bonestatem omnino sa
pientiæque studia nibil delectat: quid erga te faciam
quæso quid agam: quod ad utrosque nos accommo
datissimum fuerit: tum instante, urgente compet
lenteque amore: tum instituto vitæ perinde atque
natura movente, et veluti recta ratione jubente.
Nonne id omne quod affectas modo nobis facultas
adsit: ut non inepti videamur, non ignari penitus
rationis, alia quævis offerentes non ea quibus est
opus. Nonne id omne quod ad exoptatum hominis
finem facile consequendum tibi conducere potest
ad quem jam ipse toto studio conatuque pergis.
Succurrere porro quoad vires mihi suppeditant
præclarissimis ac honestissimis tuis studiis: ope.
ramque tibi dare frequentem: cæteris rebus ne
glectis atque posthabitis: operæ pretium esse duxi
atque tibi vias itineraque quibus ad felicitatem
humanam beatitudinemque recta pergitur, demon
stranda esse putavi. Tecum una mihi legendos esse
scriptores et auctores bonarum artium pervolu
tandosque censui. Evocandam in lucem esse veri
tatem in illis inclusam omnem existimavi. Disse
rendi denique facultatis formulas ac rationes de
gustandas, haud posthabendas esse dijudicavi
sine quibus investigatio veritatis verceptioque
negligendum esse censui: quod quidem haud me
diocriter sine dubio nobis conferet ad id ad quod
tendere maximopere cupimus. Aristotelis, inquam,
illius nostri præstantissimi philosophi summique
artificis opera nonnulla bonorum omnium sola meo
judicio fontes, unde finis bumanus emanat, ele
gantius nunc traducere tibique offerre: ab eo
potissimum initio snmpto, quo scientia de anima
traditur. Qua plane non modo cæterorum omnium
animantium, sed nostrum etiam exactissime na
turam, humanæque felicitatis originem, causas,
principia fontesque percipere possumus. Nam ut
te non præterit, utrumque curæ non injuria no
bis esse nos jam diu statuimus: rerum inquam
notitiam: tam earum quæ nullius egent operæ
nostræ: quam earum quarum nos auctores su
mus: quæque sub potestate nostra sunt collocatæ
et elegantiam linguæ: dicendi rationem: delectum
verborum: ornatum, venustatem ac copiam: quo
res sententiæque dictioni et rebus sententiisque
dictio sit conveniens atque accommodata, si sensis
orationes: sensa rebus accommodanda sint, ut tum
ipsorum ratio naturaque, tum institutio sapientum
hominum expetit, efflagitat atque exposcit. Non enim
ii nobis ut exemplaria sint proponendi qui vel
ornatu verborum utuntur sine notitia rerum: vel
scientia præditi sunt, sine peritia ràtionis dicendi.
Insignis profccto turpitudinis est utrumque, tam
vane quam prave loqui, quanquam alterum, vel
impotentiæ forte fortuna, vel segnitiei ratione
secundum potius est expetendum. Conjungamus
nos ea quæ conjungenda omnino sunt, non ea quæ
sine dedecore suo potest unquam conjungere ne
mo, ac sapientiam ab elegantia, lepore venustate
que verborum orationisque non separemus. Hanc
igitur operam ipse mea sententia non inhonestam,
non inutilem, non injucundam, non a communi
nostro proposito: non a mutua nostra benevolentia
dissidentem ac abhorrentem: dandam esse quasi
lege quadam assiduam a me tibi frequentemque
censui, statui definivi, atque adeo, ut nisi naturæ
necessitudo, nulla vis eam nobis adimere possit.
Quæ cum ita sint, opus Aristotelis de anima, veluti
nostræ quamdam operæ partem, elegantius ultima
nunc emendatione limatiusve causa tui traductum,
uti materies fert, ratioque præscribit interpre
tandi (non enim in talibus amplus campus conce
ditur) tibique a nobis oblatum, legere aggrediare
bona fortuna. Habebis et nos in hoc etiam legendo
percipiendoque, quoniam ita voluimus ac institui
mus, comites, adjutores ac duces, non pigros qui
dem, non inertes, non segnes, sed ad omnem prom
ptissimos subeundum laborem, fructus cujus is
consequendus est tibi finis, ob quem natura te
procreavit, opifexque rerum Deus tot tantisque
viribus facultatibusque, condecoravit. Vale plus
quam dimidium animi mei, et tibi persuade mihi
te chariorem¸netúinem esse.