Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
Letter XXVIEpistola XXVI
col. 1023–1024page 1 of 20
PG 158:1023ΤΟΜΟ ΑΓΑΠΗΣ ἐν Γιασίῳ τῆς Μολδοβλαχίας, 1698 ΔΩΔΕΚΑΤΟΝ ΣΥΓΓΡΑΜΜΑ ΕΣΤΙ ΘΕΟΔΩΡΟΥ ΔΙΚΑΙΟΦΥΛΑΚΟΣ ΤΟΥ ΑΓΑΛΛΙΑΝΟΥ, ΟΣΤΙΣ ΕΝ ΤΗ ΚΑΤΑΛΛΑΓΗ ΛΕΓΕΤΑΙ ΙΕΡΟΜΝΗΜΩΝ, ΕΠΕΙΔΗ ΤΟΤΕ ΑΛΛΟ ΟΦΦΙΚΙΟΝ ΕΙΧΕΝ ΟΤΕ ΕΓΡΑΨΕ ΤΟ ΣΥΓΓΡΑΜΜΑ ΕΚΕΙΝΟ, ΚΑΙ ΑΛΛΟ ΟΦΦΙΚΙΟΝ ΕΙΧΕΝ ΟΤΕ ΕΓΡΑΨΕ ΤΟ ΠΑΡΟΝ. ΕΓΡΑΨΕ ΔΕ ΟΥΤΩΣ ΚΑΙ ΕΤΕΡΑ ΤΙΝΑ ΣΥΓΓΡΑΜΜΑΤΑ, ΑΤΙΝΑ ΤΥΠΩΣΟΜΕΝ ΣΥΝ ΘΕΟ ΜΕΤΑ ΤΑΥΤΑ ΕΝ ΑΛΛΟ ΤΟΜΟ. ΙΣΤΕΟΝ ΔΕ ΟΤΙ Ο ΙΩΑΝΝΗΣ ΟΥΤΟΣ Ο ΑΡΓΥΡΟΠΟΥΛΟΣ ΕΓΡΑΨΕ ΛΟΓΟΥΣ ΤΙΝΑΣ ΥΠΕΡ ΤΗΣ ΕΝ ΦΛΩΡΕΝΤΙΑ ΣΥΝΟΔΟΥ, ΟΣ ΕΓΡΑΨΕ ΚΑΙ ΕΠΙΣΤΟΛΗΝ ΤΙΝΑ ΠΡΟΣ ΤΟΝ ΜΕΓΑΝ ΔΟΥΚΑΝ, ΗΝΤΙΝΑ ΑΝΑΣΚΕΥΑΖΕΙ Ο ΑΓΑΛΛΙΑΝΟΣ, ΚΑΙ ΤΟΝ ΑΡΓΥΡΟΠΟΥΛΟΝ ΟΥ ΜΟΝΟΝ ΑΠΟΔΕΙΚΝΥΕΙ ΒΛΑΣΦΗΜΟΝ ΚΑΙ ΤΟΛΜΗΤΙΑΝ, ΑΛΛΑ ΚΑΙ ΑΓΡΑΜΜΑΤΟΝ. ΚΑΙ ΑΠΟ ΤΟΥΤΟΥ ΓΙΝΕΤΑΙ ΦΑΝΕΡΟΝ ΟΤΙ ΚΑΙ ΤΑ ΟΣΑ ΕΝ ΑΛΛΟΙΣ ΕΓΡΑΨΕ ΠΕΡΙ ΤΗΣ ΕΝ ΦΛΩΡΕΝΤΙΑ ΣΥΝΟΔΟΥ Ο ΑΡΓΥΡΟΠΟΥΛΟΣ, ΕΙΣΙ ΨΕΥΔΕΠΙΠΛΑΣΤΑ ΚΑΙ ΠΟΡΡΩ ΤΗΣ ΑΛΗΘΕΙΑΣ. ΑΛΛΑ ΔΗ ΚΑΙ ΕΝ ΤΗ ΕΙΡΗΜΕΝΗ ΕΠΙΣΤΟΛΗ ΕΓΡΑΨΕΝ ΥΠΕΡ ΤΗΣ ΕΝ ΦΛΩΡΕΝΤΙΑ ΣΥΝΟΔΟΥ ΠΑΝΥ ΒΛΑΣΦΗΜΩΣ ΒΕΒΑΙΩΝ ΤΟΝ ΠΑΝΤΟΛΜΟΝ ΟΡΟΝ ΑΥΤΗΣ Ο ΑΡΓΥΡΟΠΟΥΛΟΣ ΚΑΙ ΙΔΕ ΠΩΣ ΕΞΕΛΕΓΧΕΙ ΑΥΤΟΝ Ο ΑΓΑΛΛΙΑΝΟΣ. ΤΟΥ ΤΙΜΙΩΤΑΤΟΥ ΔΙΚΑΙΟΦΥΛΑΚΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΚΚΛΗΣΙΑΣ Ο ΚΥΡΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΑΓΑΛΛΙΑΝΟΥ ΑΝΑΣΚΕΥΗ ΤΟΥ ΥΠΕΡ ΤΗΣ ΔΟΞΗΣ ΛΑΤΙΝΩΝ ΒΙΒΛΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΑΡΓΥΡΟΠΟΥΛΟΥ. σιν, ἴσους ἐγώ τε καὶ πᾶς τις εὖ φρονῶν θείη δι καίως· εἰ μήτε τῆς φωνῆς ἢ τῆς θεολογίας, μήτε τοῦ σκοποῦ ἐπαΐειν οἷοί τε ἐγένοντο, ἢ οὐκ ἠθέλησαν, ὅ καὶ χεῖρον, ἀλλ' αὐτοὶ ἑαυτοῖς ἀπωλείας αἴτιοι ψι χικῆς καὶ πᾶσιν ἡμῖν τοῖς ἐφεξῆς είλοντο γεγονέναι, ὅ τις ἀλάστωρ καὶ βάσκανος, ἢ μᾶλλον εἰπεῖν φρέ νῶν ἐκπεπτωκέναι νεανιεύσαιτο. Χάρις πολλὴ τῷ πάντα· ἀρίστῳ καὶ σοφῷ Αργυἀγροικίαν, ὧν ἐνίοις τοῖς παλαιοῖς ἐκείνοις φωστῆρ ροπούλῳ, ὅτι καὶ τοῦ δέους ἡμᾶς ἀπήλλαξεν, ἐμφα νίσας, ἐν οἷς πρὸς τὸν θαυμάσιον μέγαν Δούκαν γρά φει τὸ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας φρόνημα, όπως τε συμβήσεται τῷ νῷ, καὶ τίνι τρόπῳ συνάσεται τῇ τῆς ᾿Ανατολῆς Ἐκκλησίᾳ ἐν τῷ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος ζητήματα, ὥστε καὶ τὸν Υἱὸν φρο νεῖσθαι καὶ κηρύττεσθαι ἀρχὴν καὶ αἰτίαν τοῦ ἁγίου Πνεύματος, ώς αὕτη διδάσκει, ἐκ τούτου μένου λαμβάνων· ὡς ὁμολογούμενον αὐτὸ, καίτοι πολλοῖς καὶ γενναίοις ἀντιλεγόμενον καὶ ἐλεγχόμενον λόγοις ὑπὸ πολλῶν τῶν ἐν ταῖς τῆς ᾿Ανατολῆς Ἐκκλησίαις, οὐχ ἧττον ἐν σοφίᾳ ἢ ἁγιωσύνῃ διαλαμψάντων· τὰ δὲ τῶν ἁγίων ἔλκων, καὶ πρὸς τὸν τοιοῦτον νοῦν μεταρρυθμίζων, καὶ ταῦτα πρὸς τοιοῦτον καὶ τηλικοῦ τον αὐτὰ γράφων ἄνδρα, ᾧ πολὺ μέτεστι τῆς ἐν τοῖς τοιούτοις γνώσεως, ὡς καὶ αὐτὸς μαρτυρεί, κατα γνούς, ὡς εἶμαι, οὐχ ὅτι γε αὐτοῦ καὶ ἡμῶν πάντων τῶν τοὺς τοιούτους διδασκάλους μετιόντων, ἀλλὰ καὶ τῶν πρὸ ἡμῶν σοφῶν τε καὶ ἁγίων ἀνδρῶνας ἐμοί τε τοῦτο τὸ δέος ἠνώχλει τὰ μάλιστα καὶ ἡνία τὴν ψυχὴν, δύνασθαί τινας λέγοντας ἀποδείξαι τὴν Λατινικὴν δόξαν ἐν ταῖς ἁγίοις πυθομένῳ, μᾶλ λον δὲ διατεινομένους καὶ οὕτως ἔχει φάσκοντας τάς ληθές· ἡμᾶς δὲ μὴ ἐπαίειν ἀλογίᾳ τε φερομένους, καὶ ἄλλοις πάθεσιν, ὥστε καὶ τῇ μὲν ἐμαυτοῦ περὶ τῶν τοιούτων εἰδήσει, ἤνπερ ἐκ πολλοῦ τοῖς τοιούτοις ἐκμελετῶν, συνειλέχειν μὴ πιστεύειν, τὰς δὲ τῶν ἄλλων, ὅσοι περὶ τῶν τοιούτων διαλέγονται ὑποτοπάζειν καὶ ὡς εἰπεῖν δέος ἐδεδίειν οὐ μικρὸν, εἰ οὕτω μὲν ὡς αὐτοὶ λέγουσιν ἔχει, τῷ δὲ μὴ δύνασθαι μὲν αὐτὸς οἰκοθεν νοῆσαι, ἑτέροις δ' ἐπεσθαι οὐκ ὀρθῶς
Letter XXVIIEpistola XXVII
col. 1025–1026page 2 of 20
PG 158:1025μόνον οἷς σύνοιδεν ὑγιῶς φρονεῖν, ἀλλὰ καὶ τοῖς μὴ οὕτως ἔχουσιν, ἵν᾽ ἐκ πάντων τὸ καλὸν κατὰ τὴν σου φὴν μέλιτταν ἀναλέγοιτο, οὐ χάριεν αὐτὸς ἂν φαίην, ὡς ἄν τις εἴποι, ἀλλὰ γενναῖον καὶ θαυμαστὸν, καὶ λογίας ὄντως ἴδιον ψυχῆς, ὅθεν καὶ τὰ περὶ τούτων ἀφειμένῳ ιτέον ἤδη μοί ἐστι πρὸς τὰ θεολογικώτε ρα, οὐ περιέργως τοῦτο ποιοῦντι οὔτε νῦν, οὔτ᾽ ἄλο λοτε, προύργου γὰρ τοῦτό γε τυγχάνον πάντως, οὔτ᾽ ἀμελῶς, εἴπερ γὰρ ἄλλο τι τοῦτο προσοχῆς τελείας ἄξιον, εἰ μή που περιέργως θεολογεῖν, καὶ περιεργότερον ἔτι θεολογήσειν, εἴποι τις τὸν μηδὲν ἀναγκαῖον λέγοντα, ἢ ἐροῦντα, καὶ τῆς ἱερᾶς θεολογίας άξιον. Τί οὖν φησι τὰ τῆς θεολογίας; ὑφηγουμένοις ἔξω τοῦ ὀρθοῦ φρονήματος εὑρεθείην, ἡ ἀλλὰ καὶ τοῖς ἄλλοις ἀνακοινούσθαι περὶ τούτων, οὐ καὶ ἐν τῷ μεγίστῳ πλανώμενος. ᾿Αλλὰ νῦν ἐν τούτοις πᾶσαν τὴν τοῦ λόγου ἰσχὺν θεασάμενος, καὶ τὴν ἐλα πίδα τῆς τῶν Ἐκκλησιῶν ἑνώσεως ἐπὶ τούτων σα λεύειν κατανοήσας, ἐπεὶ καὶ διὰ τοῦτο ἡγοῦνται τι νες τοὺς σοφωτέρους ἐπισπάσεσθαι τοὺς γὰρ μὴ τοιούτους καὶ εὐληπτοτέρους ἴσως είναι πιστεύουσιν, ἐθαυμάσαμεν ὅπως σοφοὶ ἄνδρες, νοῦ τε καὶ παι δείας εὖ ἔχοντες, καὶ πείρᾳ θεολογίας προβεβηκέναι δοκοῦντες, τοιούτοις τισὶ τὴν πίστιν καὶ τὴν τῶν Πατέρων θεολογίαν κρίνειν καὶ ταλαντεύειν πειρῶνται, ἢ αὐτοὶ σφᾶς αὐτοὺς ἀπατῶντες, ἢ ἄλλους βα δίως ὑπ' αὐτῶν τοῦτο πείσεσθαι νομίζοντες. Απήλ λαγμαι δ' ὡς ἔφην καὶ τοῦ δέους, βέλτιον τῇ πατρίῳ δόξῃ στηριχθείς. Πέφυκε γάρ πως τὰ τῶν ἐναντίων ἐλεγχόμενα τοὺς τούτοις διαφερομένους βεβαιοτέ. ρους ἢ καὶ γενναιοτέρους ποιεῖν. Καὶ ὁ μὲν οιουδήτινος ἀπτόμενος ἐλέγχου δόξειεν ἂν ἴσως ἐνισχημένος τινὶ πάθει τοῦτο ποιεῖν, ἐφ᾽ ᾧ τὰ μὲν καλῶς ἔχοντα διαστρέφειν καὶ παρερμηνεύειν, τοῖς δὲ σαθροτέροις ἐπιφύεσθαι, καὶ πρὸς τοῦτο μόνον πίνειν τὸν σκοπὸν, ὅπως ἱκανῶς δόξεις τὸ ἀνταγωνιστὸν ἑλῶν, ἐγὼ δὲ τοῦτο ἐν σἱῳδήτινι πράγματι ἀπεικός είναι νομίζων καὶ ἄδικον. Τῆς γὰρ ἀληθείας ἐστὶ κατάγνωσις καὶ τῆς συνειδήσεως φθο ρά, οὐχ ἥκιστά γ' ἐν οἷς περὶ πίστεως γίγνονται λό γοι καινοῦ τινος πράγματος καὶ μεγίστου καὶ κεφα λαίου τῶν πάντων, ἀνόσιον ἡγοῦμαι τοῦτο καὶ ἀσε σὲς, μὴ ἀπαθεῖ καὶ καθαρῷ καὶ τὰ περὶ τούτων ΑΡΓΥΡΟΠΟΥΛΟΣ. θεολογικὰς ὑποτυπώσεις καὶ ἀρχὰς, Πατρὸς, Υἱοῦ τε κρινομένων δὲ ταῖς ἰδιότησι χρήματα. καὶ θείου Πνεύματος, ηνωμένων μὲν τῇ οὐσία, δια Τριῶν ὄντων ἐν τοῖς θείοις προσώπων κατὰ τὰ; ΑΓΑΛΛΙΑΝΟΣ. Ο μὲν θεμέλιος ὡς εὐσεβὴς καὶ ἀληθῆς καὶ θεοτ λογικώτατος ἀρχή τε καὶ ὑπόθεσις τῆς πίστεως ἀλη Θεστάτη, εἰ καὶ τὰ ἐποικοδομούμενα αὐτῷ σύμφωνα τοῖς τῶν ἀρχιτεκτόνων, καὶ οἷς ἔπεσθαι προστετάγμεθα ἐπιτεθείη. Διακρίνεσθαι γάρ φησὶ τὰ θεῖα πρόσωπα ταῖς ἰδιότησι. Καλόν οὖν πυθέσθαι προς τῶν θεολόγων Πατέρων, τίσιν εἰσὶν αἱ τῶν προσώπων ιδιότητες, αἳ καὶ διακρίνουσι τὰ πρόσωπα καὶ οὐδὲ μεταπίπτειν πεφύκασιν, ἀμιγεῖς τε καὶ ἀκοι καταστοχάζεσθαι, ἀλλὰ πρὸς ἔριν, ἢ φιλονεικίαν, * Ο νώνητοι κατονομάζονται. Λυδία γάρ τις ἂν εἴη πρὸς ἄλλο τι τῶν ἀνθρωπίνων τοὺς λόγους ποιεῖσθαι. Τῷ τοι καὶ τὴν ἀλήθειαν αὐτὴν ἐν τούτοις μαρτύρομαι, ὡς ὅσα μοι καθαρῶς ὑπαγορεύει τὸ συνειδός, ἀφ' ὧν ἔχω μαθὼν πρὸς τῶν προηγησαμένων σοφῶν καὶ ἁγίων ἀνδρῶν, καὶ τῶν κοινῶν τῆς εὐσεβείας διδα σκάλων, καὶ τῶν ἀρχῶν τῆς πίστεως λέξων ἔρχομαι ἢ μᾶλλον εἰπεῖν, οὐδ᾽ ἐξ οἰκείου δικαστηρίου τὴν ψῆφον αὐτὸς οἴσως. Παραθεὶς δὲ μόνον ταῦτα ταῖς τῶν ἁγίων γραφαῖς, τόν τε νοῦν τούτων τῷ ἐκείνων παρεξετάσας, δικαστάς τοὺς εὐγνώμονας καὶ ἀπα θῶς τὰ παρόντα διελευσομένους προστήσομαι· οὓς καὶ ἀξιῶ μὴ τῇ λέξει προσέχειν ἀφελῶς ἔχουσαν, τὸν δὲ νοῦν ἐξετάζειν, καὶ τὴν ἀλήθειαν ἐπιζητεῖν. Τῶν μὲν εἰς τὸν ἐνδοξότατον μέγαν Δούκαν έγκω μίων κἀγὼ χάριν ὁμολογῷ σὺν πᾶσι τοῖς ἄλλοις αύ τῷ κοινῇ τε γὰρ ἅπαντες ὀφείλομεν͵ τὰς χάριτας τῷ τοιούτῳ ἀνδρὶ, προθύμῳ τε ὄντι περὶ τὰ κοινὰ καὶ ἐπωφελεῖ, καὶ ἰδίᾳ ἕκαστος διὰ τὴν πρὸς ἕκαστον εὔνοιαν αὐτοῦ, κοινὸν πρυτανείον ἑαυτὸν ἀγαθοῦ καὶ πάσης χρείας καὶ βοηθείας ἑκάστου παρασχομένῳ τὰ δὲ κατ' αὐτοῦ ταῦτα ἐγκώμια ἀντὶ πολλῶν καὶ μεγάλων τῶν προσηκόντων αὐτῷ βραχέα καὶ αὐτὸς εἶναι ὁμολογῶ, καὶ ἀνθρώπου πεφεισμένως ἄγαν, καὶ ἄκροις ὡς εἰπεῖν δακτύλοις τούτων ἁψαμένου, τῷ βραχυτάτῳ τὸν ἐνεστηκότα ξυγχωρῆσθαι χρόνο.. καὶ τῷ μήπω τὸν καιρὸν ἥκειν τῶν ἐγκωμίων τῶν τελεωτέρων ἴσως· τοῖς γὰρ ἀγαθοῖς ἅπας ἀνεῖται καιρὸς εἰς ἔπαινον. Τὸ δὲ χάριεν τῶν αὐτοῦ καλών, τὸ μὴ μόνον εφιστάνειν τοῖς δόγμασιν οἷόν τε ὄντα, τὰ ἑξῆς τό τε κίβδηλον ἐμφαίνουσα καὶ τὸ εἰλικρι-. νές. Εἰ γὰρ τηρήσει τὴν θέσιν, τὴν ἀρχὴν καὶ τὸ αἴτιον ἔνδον ἐν τῇ θεότητι ὡς ιδιότητα τοῦ Πατρὸς αὐτῷ μόνῳ φυλάξει· εἰ δὲ κοινὰ νομοθετήσει Πατρί καὶ Υἱῷ, πάντως τὰς θεολογικὰς ὑποπτυπώσει; π ρασαλεύσει. Αὐτίκα γὰρ ὁ Θεολόγος Γρηγόριος, «Α' ιδιότητες, φησί, Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου.» Καὶ ὁ ἱερός Διονύσιος, Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ.» Και Κύ ριλλος, ο Εἰ γνώρισμα τῆς τοῦ Πατρὸς ὑποστάσεως ἡ καρπογονία, εἴτουν θεογονία, φυσική τίς ἐστι πάνω τως ἰδιότης αὐτοῦ. Καὶ ὁ μέγας Βασίλειος, «Ιδιον τοῦ Πατρὸς ἡ ἀγεννησία καὶ τὸ καλεῖσθαι Πατήρ. Οπερ ἀναπτύσσων ὁ Γρηγόριος, «Τοῦτό ἐστι, φη σὶν, ὁ Πατήρ, γεννήτωρ καὶ προβολεύς. Ἴδιον δὲ τοῦ Υἱοῦ τὸ καλεῖσθαι Υἱόν, καὶ τὸ γεννᾶσθαι ἐκ τοῦ Πατρός. Ιδιον δὲ τοῦ Πνεύματος τὸ καλεῖσθαι Πνεῦμα ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. ο ᾿Αλλὰ ταῦτα μὲν, ὡς ἔφην, κείσθωσαν ὡσανεί τις γνώμων καὶ κανών, παρ' οὗ τῶν ἐφεξῆς αὐτοῦ συμ περαινόντων κατάδηλον ἔσται τὸ ἐφαρμόζον· τί δὲ τὰ ἐφεξῆς; ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Παράγει μὲν τὸ ἓν ὁ Πατήρ, παράγεται δὲ τὸ δύο, Υιός τε καὶ Πνεῦμα ἅγιον. ΑΓΑΛΛΙΑΝΟΣ. Τίνος τῶν θεολόγων ἀκήκοας, ἄνθρωπε, ταύτῃ τῇ
Letter XXVIIIEpistola XXVIII
col. 1029–1030page 3 of 20
PG 158:1029λέξει χρησαμένου, τῷ παράγει; Ταύτῃ γὰρ οὐ μόνον τὸ γεννητοαγέννητον, καὶ αἰτιατοαίτιον· ἢ κατὰ σὲ ή τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ τὸν Μονογενή κτίσμα φρονεῖν δοκεῖς. "Η ἀγνοεῖς ὅτι τὸ παράγειν ἐν τοῖς τοιούτοις λεγόμενον, τὸ ἔξω ἑαυτοῦ καὶ τῆς φύσεως τι ποιεῖν ἔστι τὸν Θεὸν, ὡς ἡ λέξις ἐμφαίνει; Παρ ἄγει γάρ, φησί, τὰ σύμπαντα· καὶ, Παρήγαγε τὸν κόσμον ἀπὸ τοῦ μὴ ὄντος. Διὸ καὶ οἱ διδάσκαλοι τῆς Εκκλησίας τῷ προάγει καὶ τῷ πρόεισι μᾶλλον ἐχρήσαντο ἐπὶ τῆς ἔνδον θεολογίας. Τῇ γὰρ τοιαύτῃ προθέσει μᾶλλον ἔγνωσαν τὴν τῶν ἐνδοτέρων γίνε εσθαι προόδων έμφασιν. Ηκριβωμένας δὲ δήπου και τὰς λέξεις εἶναι δεῖ τῶν θεολογούντων, ἵνα μήθ' ἑκόντες μήτ' ἄκοντες κακὴν δόξαν περὶ σφῶν αὐτῶν παράσχωσι, καὶ ὧν προὔθεντο. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Οὔτε γὰρ ἀφ' ἑαυτῶν ἔδει ταῦτα εἶναι, ἵνα μὴ ετερότης γένηται φύσεως οὔτ᾽ ἐξ ἀλλήλων παράγεσθαι οἷς αὐτό τι ἑαυτὸ παράγειν ἀμήχανον. ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ τοῦτο, οἶμαι, ἀτέχνως ἅμα καὶ περιττῶς εἰ ρηται. "Εδει γὰρ μᾶλλον εἰπεῖν, ὡς οὔτ᾽ ἀφ' ἑαυτῶν ἔδει ταῦτα εἶναι, οἷς αυτό τι ἑαυτὸ προάγειν ἀμή χανον, καὶ ἅμα ἵνα μὴ ἑτερότης γένοιτο φύσεως, οὔτ᾽ ἐξ ἀλλήλων προϊέναι, ἵνα μὴ ἐξ ἀλλήλων αἱ ἀρ χαὶ εἶεν, καὶ οὕτως οὐδεμία εἴη ἀρχὴ, μηδενὸς ὄντος ἀγεννήτως καὶ ἀναιτίως, ἢ καὶ οὕτω χριστιανικώτατον ὄν, καὶ οὔτ' ἐξ ἀλλήλων, οὔτ' ἐξ ἑαυτῶν εἶναι ταῦτά φαμεν, οὕτω τῆς Γραφῆς διδασκούσης· καὶ γὰρ Γρηγόριος ὁ θεῖος, πολύ βελτίων ὢν θεολόγος, Διὰ τοῦτο, ἐπὶ τῶν ἡμετέρων όρων ιστάμενοι, φησί, τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ὡς πού φησιν αὐτὸς ὁ Θεός Λόγος. Τῷ γὰρ τῆς Γραφῆς ἐρείδεται ἀξιώματι καὶ τοῖς ἐκεῖθεν πεπηγόσιν ὅροις ἐμμένειν φησίν, οὗ δὴ καὶ τὸ ἐκ Πατρός εκπορευόμενον προστεθεικώς, πᾶσαν κακοφωνίαν τῶν τοὺς ὄρους τούτους παρεξι όντων ἀνεῖλεν. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Εν οὖν φησί δι' αὐτὸ τό γε παράγον, τὰ δὲ λοιπὰ παραγόμενα. ΑΓΑΛΛΙΑΝΟΣ. Καλῶς ἔχει τοῦτο, πλὴν τῆς λέξεως, εἰ μέχρι τού του σταίης· εἰ γὰρ ἂν ἐστι τὸ προάγον ἐν τοῖς τρισὶ, τοῦτο δ' ἔστιν ὁ Πατήρ, καὶ μόνος εἴπερ ἕν, οὐκ ἄρα ὁ Υἱὸς, οὐδὲ μετὰ τοῦ Υἱοῦ ὁ Πατήρ. Τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν προϊόντων· δύο εἰσὶ τὰ προϊόντα, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· οὐκ ἄρα ὁ Υἱὸς προάγει. Τοῦτο καὶ Γρη γορίῳ δοκεῖ τῷ Θεολόγῳ ἐν τοῖς πρὸς Ηρωνα λέ γοντι· ᾿Αληθῶς Πατέρα τὸν Πατέρα, ὅτι μόνως, ιδιοτρόπως γὰρ, καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας, καὶ μόνου, μονογενοῦς γάρ· καὶ μόνον ἀληθῶς Υἱὸν τὸν Υἱόν· ὅτι μόνος καὶ μόνου, καὶ μόνως καὶ μόν νον· εἰ γὰρ Πατήρ, καὶ ὅλον Υιός. Εἰ οὖν μόνως Πατὴρ ὁ Πατὴρ, καὶ οὐ μετὰ συζυγίας.. τοῦτο δέ ἐστιν ὁ Πατὴρ, γεννήτωρ καὶ προβολεὺς, καλῶς ἂν εἶχε σοι μέχρι τούτου στῆναι, καὶ τοῖς ὅροις τούτοις ἐμμένειν. Σὺ δὲ προϊὼν τὴν καινὴν μίξιν ἐπινοήσεις φάναι, παραγομενοπαράγων·, ὅταν ἐν τῇς παράγεσθαι, συμπαράγειν νουθετήσεις τὸ συμπαραγόμενον πρόσωπον, τέρατα τινα παραδιδούς, καὶ θεολογίαν ἀνήκουστον· ἀλλ' ἀποτρέπει σε ᾿Αθανάσιος ὁ μέγας ἐν τῷ περὶ ἀἰδίου ὑπάρξεως λέγων· «Εσται τὸ αὐτ τὸ αἴτιον καὶ αἰτιατὸν, γεννῶν καὶ γεννώμενον, ὅπερ ἄτοπον,» καὶ ὁ Θεολόγος καινὴν μίξιν ὀνομάζων τὸ γεννητοαγέννητον. Τί γὰρ ἐν τῷ μέλιτι κρύπτεις τὴ δηλητήριον, ἀλλ' οὐκ εὐθὺς ἀνακαλύπτεις; Εδει γάρ σε λέγειν μᾶλλον εὐθὺς, ἓν μὲν εἶναι τὸ παράγον, ἐν δὲ τὸ παράγον καὶ παραγόμενον, ἐν δὲ τὸ παραγόμενον μόνον, ὡς ἐκ τῶν λόγων σου φανήσει φρονών. 'Αλλ' ὡς ἔοικε τὸ μὲν ἀληθῆ τοῦ τιθέναι θεμέλιον ἐκ τῆς ἀνάγκης τῆς ἀληθείας ἐστὶ, τὸ δὲ σύμφωνα, μὴ τοιαῦτα, ἐποικοδομεῖν τῆς ἡμετέρας ἐν τοῖς τοιού τοις πείρας ή προαιρέσεως. Τί τὸ ἐντεῦθεν; ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Παράγων δὲ ὁ Πατήρ, παρακτικὰς δήπουθεν έξει δυνάμεις, διακρινομένας πως καὶ αὐτὰς, οἷς δι' αὐτ τῶν διακρινόμενα παράγεται πρόσωπα, τὴν μὲν τὸν Υἱόν, τὴν δ᾽ αὖ πάλιν ᾖ παράγει τὸ Πνεῦμα το ἅγιον. ΑΓΑΛΛΙΑΝΟΣ. Τοῦτό ἐστιν ὁ θεμέλιος τῆς καινοτομίας τῆς τῶν ἁγίων θεολογίας. Τίς γάρ ποτε τῶν θεολόγων είρηκε προσεῖναι τῷ Πατρὶ δυνάμεις· παρακτικὰς ἐν αὐτῷ διακρινομένας, δι' ὧν προάγει τὰ θεῖα πρόσωπα; Οὐδεὶς δήπου. Τῆς δὲ καινοτέρας ταύτης θεολογίας ἐστὶν εὕρημα, καὶ ὡσανεὶ θεμέλιος τοῦ δόγματος τούτου τοῦ καινοῦ, προϋποτιθέντων τῶν τοῦτο κατα σκευαζόντων ἐν τῷ Πατρὶ ταύτας ἂς αὐτοὶ λέγουσι δυνάμεις παρακτικὰς, τάξει τινὶ προσούσας αὐτῷ, ὥστε τὴν μὲν εἶναι προτέραν δεῖν, τὴν δὲ δευτέραν, ἵν' οὕτω προάγοιντο καὶ τὰ θεῖα πρόσωπα - προλαμβανούσης δηλαδὴ τῆς γεννητικῆς δυνάμεως καὶ ὑφεστώσης τὸν Υἱόν, ἵνα φθάσῃ συμπροάγειν τῷ Πατρὶ τὸ θεῖον Πνεῦμα, κοινοποιουμένης τῆς ἑτέρας παρα κτικῆς δυνάμεως, τῆς λεγομένης προβλητικής τῷ Υἱῷ, τῷ φθάσαι ταύτην λαβεῖν ἐν τῷ γεννάσθαι. Τοῦ δὲ Πνεύματος ἀποκλειομένου, τῷ λαχεῖν ὑστερογενεστέρας δυνάμεως τῆς παραγούσης αὐτῷ, καὶ διὰ τοῦτο μὴ ἔχοντος δύναμιν παρακτικὴν κατὰ τὸν Υἱὸν καὶ τὸν Πατέρα, ἀλλὰ κατ' αὐτὸ τοῦτο ἐλλιπούς ὄντος. "Α πόσης έχονται βλασφημίας, πάντες ἂν εἰ δεῖεν οἱ καὶ μετρίαν ἐν τοῖς τοιούτοις εἴδησιν ἔχοντες. 'Αλλ' Εδεὶ δήπου ταύτας τάς δυνάμεις καὶ προσειπεῖν ἢ οὐσιώδεις καὶ φυσικὰς, ἢ ὑποστατικάς. Οὕτω γὰρ μεμαθήκαμεν πρὸς τῆς ἱερᾶς θεολογίας πάντων τῶν ἐπιθεωρουμένων ἢ λεγομένων ἐν τῇ ὑπερουσίῳ Τριά δι, τὰ μὲν οὐσιώδη εἶναι, τὰ δὲ ὑποστατικά· καὶ τὰ μὲν ἀπὸ τοῦ λόγου τῆς οὐσίας ἀνίσχοντα κατηγορεῖσθαι καὶ τῶν τριῶν προσώπων. "Οσα γάρ φησιν ὁ ἱερὸς Διονύσιος ἐπὶ τοῦ Πατρὸς καὶ αὐτοῦ ἤτοι τοῦ Υἱοῦ, τῷ θεαρχικῷ Πνεύματι κοινωνικῶς καὶ ἡνω μένως ἀνατίθησι τὰς θεουργίας, τὸ σέβας, την πη γαίαν καὶ ἀνέκληπτον αἰτίαν, καὶ διανομὴν τῶν ἀγαθῶν δώρων. Καὶ οὐδένα τῶν τοῖς θείοις λόγοις
Letter XXIXEpistola XXIX
col. 1031–1032page 4 of 20
PG 158:1031ἀδιαστρόφοις ἐννοίαις ἐντεθραμμένων οἶμαι πρὸς ἡ ἐοικέναι βούλοιτ' ἂν, ὡς τῷ διακεκρίσθαι, οὕτω καὶ τοῦτο ἀντερεῖν, ὅτι τὰ θεοπρεπῆ πάντα τῇ ὅλῃ θεαρ για πρόσεστι κατὰ τὸν θεοτελῆ λόγον. Οσα δὲ ταῖς ὑποστάσεσι προσήκει, ἡ τοιαῖσδε ὑποστάσεσιν, ἀκαι νώνητα παντάπασιν εἶναι καὶ ἀμιγή, ὡς ιδιότητας, οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς, ἢ ὅλως κοινότητα; ἐπεισαγομένης, φησὶν ὁ αὐτὸς Διονύσιος. Πῶς γὰρ ἂν καὶ μείνῃ ιδιότης κινουμένη και μεταπίπτουσα; μέσσον δέ τι τούτων ἡμῖν οἱ θεολόγοι τῆς Ἐκκλησίας οὐ παρέδωκαν, ἀλλ᾽ ἡ καινὴ αὕτη θεολογία εκατέρωθεν ὁρῶσα ᾧ περιπίπτει, εἰ καὶ μὴ ὁμολογεῖ, ἢ μὴ νοεῖ, ἵνα μὴ ἑτεροούσιον ἀποφήνῃ τὸ Πνεῦμα, εἰ οὐσιώδεις εἴποι τὰς δυνάμεις ταύτας, μὴ μετέχον καὶ αὐτὸ τοιαύτης τινὸς παρακτικῆς δυνάμεως, μήτε τῇ διαρ χίᾳ περιπέσῃ τῷ ὑποστατικὰς αὖ προσειπεῖν, ὥσπερ ἐν μεταιχμίῳ ίστησιν ταύτας, ἀλλ᾽ οὐδέτερον αὐταῖς προσμαρτυρεί, ἕως ἂν ἀρχὰς ὀνομάσῃ καὶ γονιμότη τὰς κοινὰς Πατρὶ καὶ Υἱῷ, οὐ μὴν καὶ τῷ Πνεύματ τι, ἐναντίως καὶ τούτῳ τοῖς διδασκάλοις, τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ κοινὰ καὶ τῷ Πνεύματι λέγουσιν. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Η κοινὰς μὲν καὶ τῷ Πνεύματι, ἀλλ' ἐν ἐκείνοις μὲν μετὰ τῆς ἐνεργείας, ἐν τούτῳ δὲ δίχα ένερ γείας. ΑΓΑΛΛΙΑΝΟΣ. Τί τούτου τερατωδέστερον ήκουσεν ἄνθρωπος; ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Αρχὰς δέ φησι καὶ γονιμότητας μήτε παραγούσας, μήτε παραγομένας· ἑκάτερον γὰρ ὑποστάσεως ίδιον ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ τὶς ἡ πολλὴ σπουδή δυνάμεις ἐπινοεῖν, καὶ ἀρχὰς αὐτὰς ὀνομάζειν καὶ γονιμότητας, καὶ ὅσα μηδεὶς τῶν θεολόγων ετόλμησεν, εἴπερ ἴδιον ὑποστάσεως τὸ προάγειν ἢ προϊέναι; Καὶ πῶς οὐ τοσαῦται ἀρχαί, ὅσαι καὶ ὑποστάσεις αἱ προάγουσαι; "Η τίνα δύναμιν ἔχουσαι αἱ ἐξευρημέναι αὗται δυνάμεις, τὰς ὑποστάσεις ἀμέμπτως συναλείφειν, ἣν οὐ Σαβέλλιος ἐξευρείν δεδύνηται, ἐφ᾽ ᾧ καὶ ἀθῶος γενέσθαι τοῦ κατακρίματος; Τρόπον οὖν ἄλλον ἡμῖν παραδίδωσιν ἡ τοιαύτη τῶν δυνάμεων ἐπίνοια καινότερον καὶ ἀνή κουστον τοῖς ἁγίοις, ὡς ἂν εἴποι τις γεννηθέντα τὸν Υιόν, διὰ τῆς μιᾶς δυνάμεως τοῦ Πατρὸς, εἶτα δρα ξάμενον καὶ τῆς ἑτέρα; αὐτοῦ, δι' αὐτῆς μετὰ τοῦ Πατρὸς προάγειν τὸ Πνεῦμα τὸ ἅγιον, ὑστερίζον κατὰ γένεσιν, μηδὲ μετέχον τινὸς τῶν δυνάμεων, ὥσπερ λόγῳ μόνῳ ἀρκοῦν τὸ συναΐδιον καὶ τὸ ἄχρονον καὶ τὸ οὐδέτερον ἑτέρου λέγεσθαι. Μὴ σκοπῶν δὲ ὅπως καὶ ἀπὸ τῶν θέσεων ταῦτα ἐμφαίνοιντο συμφωνουσῶν τοῖς λόγοις, ἀλλὰ τούναντίον μᾶλλον αυτ ταῖς συμπεραίνεσθαι. Δυνάμεις δὲ διακρινομένας εἰπόντα, καὶ τὸν τρό πον ἔδει προσθεῖναι τῆς διακρίσεως. Εἴχομεν γὰρ ἂν ἐπιγινώσκειν αὐτὸν ἐν τίνι γένει διακρίσεως τὴν τῶν δυνάμεων διάκρισιν τίθησιν, ὡς ἔκ γε τοῦ λόγου πραγματικῶς αὐτὰς διακρίνειν. Δι' αὐτῶν γὰρ, νησί, διακρινόμενα πρόσωπα παράγεται. Ισως οὖν τῷ τρόπῳ τῆς διακρίσεως, ἐπεὶ καὶ προεπινοεῖ τὴν γεννητικὴν τῆς προβλητικῆς, ὡς καὶ ἐκεῖ προτέραν οὖσαν δήπου, ὡς τὸ γεννητὸν τοῦ ἐκπορευτοῦ λέγει πρότερον. Εἰ δ' ἄλλο τι βούλοιτο λέγειν, ὀλίγον τῷ λόγῳ βοηθήσει. Αρχὰς δέ φησιν οὖσας τε καὶ δυνά μεις καὶ γονιμότητας. Παραχθήτω τις τῶν ἁγίων ταῦτα λέγων καὶ ἀρχὰς καὶ γονιμότητας. Ἀλλ᾿ οὐκ ἔστιν· αὐτὸς δὲ προϊὼν ὥσπερ ἐκ μεταμέλου τὴν τοῦ Πατρὸς οὐσίαν εἶναι φήσει τὴν ἀρχὴν καὶ τὴν δύναμιν τῆς παραγωγής τῶν θείων προσώπων. Εἶθ' ὥσπερ τοὺς θεολόγους δεδιώς, μήτε προάγειν, μήτε προϊέναι τὴν οὐσίαν φάσκοντας, ξυνεῖναι φήσει τῇ οὐσίᾳ, καὶ ἀλλ᾽ ἄττα τὴν διαφορὰν ποιοῦντα τῶν δυνάμεων. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Ταῦτα δὲ νοῦς ἂν εἶεν καὶ βούλησις. ΑΓΑΛΛΙΑΝΟΣ. Οὐκ οἶδ' ἐξότου τοῦτο λαβών· εἰ μὲν γὰρ ταυτὸν βούλεται τὴν δύναμιν εἶναι καὶ τὴν οὐσίαν, καὶ οὐ σίας ἐρεῖ τὴν μίαν οὐσίαν, ὥσπερ καὶ ἀρχὰς καὶ δυνάμεις οὖσας καλεῖ· εἰ δὲ οὐ βούλεται τοῦτο, τὴν μὲν τῷ Πατρὶ ὁριζομένην οὐσίαν εἶναι τὴν ἀρχὴν τῶν ἐξ αὐτοῦ προϊόντων προσώπων. Ταύτας δὲ τὰς δυνάμεις καὶ γονιμότητας &; ξυνεῖναι τῇ ουσίᾳ λέ γει, καὶ νοῦν τε καὶ βούλησιν ὀνομάζει καινοτρόπως ὡς ἰδιότητας ἐπιθεωρεῖσθαι τῇ οὐσίᾳ, ἵν᾿ αὕτη μετὰ τῆς ἰδιότητος εἴη ὑπόστασις ἀρχὴ προακτική, ἀπὸ ποίας ἀνάγκης ἀποδείξει ταύτας τὰς ἰδιότητας και νοῦσθαι καὶ τῷ Υἱῷ, τῷ Πνεύματι δὲ μή; Οἶμαι πολλὰ καμὼν οὐ δείξει, θήσει δὲ μόνον πολλὰ σαθρά καὶ ἐπικίνδυνα, καὶ τῇ συνηθείᾳ τῶν θεολόγων άγνωστα. Γονιμότητας δὲ τίς ποτε τῶν ἁγίων εἶπε; Πηγαίαν μὲν οὖν ἴσως θεότητα, καὶ μόνον πηγήν, καὶ ῥίζαν, καὶ αἰτίαν, καὶ θεογόνον τὸν Πατέρα μεμαθήκαμεν, ενικῶς προφερόντων ταῦτα τῶν θεολόγων, τῷ μία γονιμότητα πάντας εὐσεβῶς τιθέναι ἐν τῷ Πατρὶ, καὶ μίαν προακτικὴν δύναμιν τῷ τῆς ἔξεως τρόπῳ, τῇ πρὸς τὰ προαγόμενα παραθέσει μόνον κατὰ τὸν τῆς ἐνεργείας λόγον· διχαζομένην. Αὐτίκα γὰρ ὁ Αρεοπαγίτης λέγει, ὡς Τριάδα δὲ διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίου γονιμωτάτην ἔκφανσιν, ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ὄν φησιν ὁ Μάξιμος ἐξηγούμενος, γονιμότητά φησι τὴν πατρικὴν ὑπὲρ ἔννοιαν πρόοδον, εἰς ἔκφανσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ αὖθις ὁ Διο νύσιος· Οτι δὲ καὶ τὴν κυρίαν ἔχει τῶν ὅλων ἡ ὅλη θεότης περὶ τῆς θεογόνου θεότητος, ἢ τῆς υλικῆς, οὐδὲ εἰπεῖν ἔστιν, οἶμαι. Οπου καὶ τῷ διαζευκτικῷ δεί κνυσιν, ὅτι οὐ βούλεται τῷ Υἱῷ προσείναι όλως τὸ θεογόνον. Καὶ ὁ μέγας ᾿Αθανάτος - Μόνος ἀγέννητος καὶ μόνος πηγὴ θεότητος ὁ Πατήρ. Καὶ ὁ Θεολόγο; Γρηγόριος· Εἰς ἐν αἴτιον τὸν Πατέρα Υἱοῦ καὶ Πνεύ ματος ἀναφερομένων. Καὶ ὁ Κύριλλος· Πῶς οὐ ζωή τὸ ῥίζαν ἔχον τὴν ζωὴν καὶ πηγὴν ὥσπερ τινὰ τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γεννητοῦ τοῦ Θεοῦ φύσεως; Καὶ αὖθις· Εἰ γνώρισμα τῆς τοῦ Πατρὸς
col. 1033–1034page 5 of 20
PG 158:1033ἔσται ἡ ἡμετέρα νόησις, καὶ ὁ λόγος σύναμα ἐκεῖνα νοεῖν τε καὶ λέγειν, οὐδὲ γὰρ οὐδὲ ἐν αὐτῷ τῷ νοείν, καὶ λέγειν ὅτι σύναμα τοδὶ ἐστι, καὶ τοδὶ δυνάμεθα, μὴ καὶ θάτερον θατέρου προνοεῖν καὶ προεκφέρειν δυοῖν ὄντων-κατὰ τὰς ὑποστάσεις, διὰ τοῦτο τὴν τα ξιν ταύτην παρέδωκεν ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, λόγοις ἴσως καὶ ἄλλοις τισὶν ἀναγκαίοις καὶ εὐσεβέσι προταχθέντος τοῦ Υἱοῦ τῆς τοῦ Πνεύματος ὑποστάσεως, κατὰ τὸν μέγαν Βασίλειον ἐν τῇ πρὸς τὰς κανονικὰς φάσκοντα· Γέγραπται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ· εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύ. τερόν ἐστι τὸ ἐξ οὗ ἐστι; Τίς δὲ καὶ ἡ παράνοια ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἀλλ᾽ ὅτι λέγειν τοῦ ἀγεννή του ἀνώτερον, ἀλλ᾽ οὐδὲ τοῦ Μονογενούς πρότερον; οὐ δὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. ὑποστάσεως ἡ καρπογονία είτουν θεογονία, φυσική τῆς ἡμετέρας εἰδυῖα φύσεω;, καὶ ὅτι οὐχ οἷα τε τις πάντως ἐστὶν ιδιότης αὐτοῦ. Ὅθεν δῆλον ὡς οὐ βούλονται οἱ διδάσκαλοι δύο γονιμότητας, καὶ δύο δυνάμεις διακεκριμένας καὶ ἀρχὰς τεταγμένας εἶναι ἐν τῷ Πατρὶ, ὡς ἀνάξιον τῆς θεολογίας καὶ ἐπικίν δυναν· οὐδὲ τὴν γεννητικήν δύναμιν καὶ ταῦτα προσεπινοουμένην, καὶ τὴν προβλητικήν μαθόντες πρότερον, οὕτω καὶ τὰ κατ᾽ αὐτὰς προαγόμενα προσηγορεύκασιν, ἀλλὰ μᾶλλον Υἱὸν Θεοῦ μαθόντες εξ ναι τὸν Λόγον αὐτοῦ, καὶ Πνεῦμα ἅγιον ἄῤῥητόν τινα τρόπον, καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον, ἐξ αὐτοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰκότως καὶ δύναμίν τινα διὰ τὴν τοῦ λόγου σαφήνειαν ἐνόησαν τῷ Πατρὶ καρπογόνον. Καὶ γονιμότητα τῇ πρὸς τοὺς καρποὺς ἀπο βλέψει διχαζομένην δύο ὄντας, ἐν δὲ τῷ Πατρὶ τῷ τῆς ἕξεως τρόπῳ συνειλημμένως τε καὶ ἐνοειδῶς νοουμένην. Καὶ πολλῷ μᾶλλον ᾗ φησι περὶ τῆς τῶν όντων δημιουργίας ὁ ἱερὸς Διονύσιος, ὅτι τὰς πάντων αἰτίας ἐν ἑαυτῷ μονοειδῶς ὁ θεῖος λόγος προειλήφει. Καὶ ὁ Κύριλλος φησι, διὰ μιᾶς δυνάμεως τὸν Θεὸν τὰς ποικίλας τῶν ὄντων φύσεις δημιουργεῖν, διὸ καὶ τὰ ἐξ αὐτοῦ προϊόντα φυσικῶς οὐ τάξει τινὶ τοιαύ τῆς προϊέναι ἐθέσπισαν, οἷα ἂν εἴη τῶν ἄλλων τῶν ἀφ' ἑνὸς προϊόντων, ἐν οἷς τὸ τῷ πρώτῳ πλησιέστερον αἴτιόν ἐστι τρόπον τινὰ τῶν ποῤῥωτέρω, οὐδὲ προεπινοεῖσθαι τὸν γεννήτορα τοῦ προβολέως ἐν αὐ τῷ τῷ Πατρὶ· οὐδὲ τὴν γεννητικὴν τῆς προβλητι κῆς δυνάμεως, οὐδὲ ἄλλο τι τῶν τοιούτων παρέδωκαν ἡμῖν, πᾶσαν τὴν θεολογίαν ηκριβωκότες. Πώς γὰρ οἱ ἅμα τε καὶ ἀμέσως προϊέναι καὶ ἄμφω καὶ προσεχῶς ἐκ τοῦ Πατρὸς διδάξαντες, τό γε εἰς τὴν γόνιμον καὶ πρακτικὴν ἦχον δύναμιν τοῦ Πατρός; Ο γὰρ Διονύσιος οὐ βίζαν καὶ στέλεχος καὶ ἄνθος εἶπεν, ἀλλ' ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα βλαστοί θεόφυτοι, ἐκ μιᾶς δηλονότι ἀνισχόντες ρίζης ἅμα καὶ αμέσως καὶ προσεχῶς ἄμφω ἢ δύο ἄνθη, ἐν ἑνὶ βλαστῷ δηλαδή, ὅτε βλαστὸν τὸν Πατέρα δεῖ νοεῖν, ἅμα δύο ἄνθη προάγοντα, μηδέτερον θατέρου πρότερον ἢ προσεχέστερον ἢ ὑπερούσια φῶτα ἐκ μια; λαμπάδας αναλάμποντα. Καὶ ταύτά φησι πρὸς τῶν ἱερῶν λογίων παρειληφέναι, οὐκ ἀφ' ἑαυτοῦ νομο θετεῖν. Καὶ Γρηγόριος ὁ Θεολόγο; πρὸς Εὐάγριον γράφων φησίν, υἱονεί τινες τοῦ Πατρὸς ἀκτῖνες ἀπεστάλησαν εἰς ἡμᾶς ὅ τε φεγγώδης Ἰησοῦς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μετ' ὀλίγον· Τὸν αὐτὸν τρόπον καὶ ὁ Σωτὴρ ὁ ἡμέτερος καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ δίδυμος τοῦ Πατρὸς ἀκτὶς, τῷ ὡς ἐξ ἑνὸς δηλαδὴ ἡλίου τοῦ Πατρὸς ἅμα απαστράπτειν ἄμφω. ᾿Αλλὰ καὶ δίρρυτον ποταμὸν ὠνομάζει τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐκ μιᾶς πηγῆς τοῦ Πατρὸς δηλαδή προϊόντα. Καὶ οἱ ἄλλοι δὲ πάντες τοῖς τοιούτοις χρῶνται ὁμοίως, οἷς ἂν ἐμφήνειαν ἅμα τὴν προα γωγὴν εἶναι Υἱοῦ τε καὶ Πνεύματος, καὶ ἀμέσως καὶ προσεχῶς ἐκ Πατρὸς, καὶ ἄμφω τα δεύτερα φέροντα τῇ ἀποβλέψει τῆς κοινῆς σφῶν αὐτῶν αἰτίας, ἐξ ὧν συμπροΐασιν ὡς αἰτιατὰ μόνον, κατ' ἄλλο δ' οὐδέν. Αλλ' ἡ ἄῤῥητος τοῦ Θεοῦ σοφία τὴν ἀσθένειαν Ενθα καὶ ἄλλην ἀποδίδωσι αἰτίαν τοῦ μὴ λέγειν πρότερον τὸ Πνεῦμα τοῦ Μονογενοῦς, καὶ οὐ τὴν αὐτὴν ἣν εἴρηκεν ἐπὶ τοῦ Πατρός. Ἐκεῖ μὲν γύρο φησὶν, ἡ αἰτία κωλύει, οὐ γάρ τι ἂν εἴη πρότερον τὸ ἐξ οὗ ἐστιν· ἐνταῦθα δὲ οὐ τοιοῦτόν τί ἐστι, φησίν, ἀλλ' ἡ ἄμεσος σχέσις τοῦ Πατρὸς ὀνόματος προς τὸν Υἱόν. Εἶτα ἐπάγει· Ὥστε ἡ περὶ τὴν τάξιν και νοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεως ἄρνησιν. Τὴν δὲ τοιαύτην τάξιν ἔλαβεν ἀπὸ τῆς θείας Γραφῆς. Προλαβὼν γὰρ ἔφη, «Τέτα κται δὲ ὡς ἐν Εὐαγγελίοις δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ταύτην οὖν τὴν τάξιν τὴν διὰ τὰ εἰρη μένα τοῖς θείοις ονόμασι γινομένην δεῖν φασιν ἀκαινοτόμητον εἶναι, καὶ μήτε ἐν τῷ βαπτίσματι μήτε ἀλλαχοῦ μεταποιεῖσθαι. Οὐ μὲν οὖν τάξιν εἴρηκεν ὁ διδάσκαλος, ἢ ἄλλος τι, τῶν θεολόγων, ἣν ἐξευρεν ἡ καινή αὕτη θεολογία βαθμοῖς τισι καὶ προηγήσεσι συντεθειμένην, τῷ προτέραν εἶναι δηλαδὴ τὴν παραγωγήν, ὡς αὐτός φησι, τοῦ Υἱοῦ τῆς τοῦ Πνεύματος ὑποστάσεως, τῷ προηγείσθαι τὴν γεννητικὴν δύναμιν ἐν τῷ Πατρὶ, ἀρχὴν οὖσαν τοῦ Υἱοῦ, τῆς προβλητικῆς ἀρχῆς οὔ της τοῦ Πνεύματος, οὐδὲ τῷ πρότερον εἶναι τὸν γεννήτορα τοῦ προβολέων, τῷ προηγεῖσθαι τὸν νοῦν ἤτοι τὴν μνήμην, ὡς ὁ πρὸς ἄν ὁ λόγος ἔφη τῆς βουλήσεως. οὔσης Ταῦτα γὰρ οὐδὲ εἰς νοῦν τοῖς θεολόγοις ἀνέβη πῶς γὰρ ἂν εἰς μυρίας ἀτοπίας ἐκφέροντα; καίτοι τὰς ἀτοπίας καὶ αὐτὸς φεύγειν μεγαλαυχῶν, ἔστινοὗ τὴν προεπίνοιαν ἐπιχρώννυσι. Λέγουσι μὲν οὖν οἱ ἅγιοι προεπινοεῖσθαι τὸν Πατέρα τοῦ Υἱοῦ ὡς αἴτιον, ἵνα τὴν τοῦ χρόνου προήγησιν ἀνέλωσιν· ἀλλ' οὐ διά το προεπινοείσθαι καὶ αἴτιόν φασι τοῦ Υἱοῦ. Ἀλλ' αἴτιον μὲν εἶναι ὑπόκειται καὶ τὸ προτετάχθη:; αἴτιον ὡσαύτως· τὸ δὲ πρότερον τὸν χρόνον τῷ προ τέρῳ τῆς ἐπινοίας διακρούονται. Εφ᾽ ὧν δὲ ἡ κατὰ τὴν αἰτίαν τάξις ἀμφισβητεῖται, ἡ προεπίνοια πρὸς τὸ δεῖξαι ταύτην οὐκ ἐξαρκεῖ. Ἐπὶ δὲ τῶν δυνάμεων ἄς φησιν, ἡ προεπίνοια δὲ πολλῷ μᾶλλον ἀλυσιτελής πρὸς τὴν χρείαν αὐτῷ, εἰ καὶ δοίη τις εἶναι δύο δυ νάμεις ταύτας ἐν τῷ Πατρί.
col. 1035–1036page 6 of 20
PG 158:1035προβολής παράγει τὸ Πνεῦμα τὸ ἅγιον. ΑΓΑΛΛΙΑΝΟΣ. Οὕτω γάρ φησιν αὐταῖς λέξεσιν. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. ᾿Αλλ' αὐτὸς ὡς διὰ τὰς δυνάμεις, ἴσως γνωριμω- Υἱὸν πρότερον· εἶθ᾽ ἡ βούλησις σύναμα τῇ οὐσίᾳ διὰ τέρας οὔσας ἡμῖν τοῦ Θεοῦ τὰς ἀποστάσεις, καὶ τὰς τούτων προόδους, ἐπιγινωσκόντων ἡμῶν, ἀπὸ τῶν δυνάμεων ενσπείρειν ἄρχεται τὸ ψεῦδος, ὡς ἂν ἐπὶ τῶν προσώπων ἀναφανῇ, καὶ τὸν ὅλον καὶ μόνον Υἱὸν κατὰ τὸν Θεολόγον, ἂν καὶ αὐτὸς πρότερον ἀλη θεύων εἴρηκε μόνον παραγόμενον, ὅσον οὐκ ἤδη ἀπεναντίας ἑαυτοῦ, καὶ τῆς ἀληθείας, προβολέα καὶ αἰτίαν καὶ ἀρχὴν ἀπεργάσεται, καὶ ἀπὸ τῆς τάξεως κατασκευάσει ταῦτα, ὅτι τοῦ Πατρὸς δεύτερος ὁ Υἱ;, πρῶτος δὲ τοῦ Πνεύματος, τρίτον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὰς δυνάμεις τὰς προαγούσας, ἢ τὰς αἰ τίας, ὅτι ἡ μὲν προηγείται, ἡ δὲ ὑστερίζει. Καὶ εἰ μὲν προσεχέστερος τοῦ Πατρὸς τῇ δυνάμει, ἣν φησιν εἶναι τὴν οὐσίαν, οὐκοῦν καὶ οὐσία· τὸ δὲ ποῤῥώτερον, καὶ ἄλλα πλείω βλάσφημα καὶ χείρονα τούτων πᾶς τις ὀρθῶς τε καὶ ἀπαθῶς σκοπῶν ἐνυπο ἄρχοντα τῷ λόγῳ φωράσει. Καὶ παρακατιών λέ γει. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. ᾿Αλλὰ μὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως τῆς αὐτῆς οὔσης ὅτε παράγει τὰ πρόσωπα, καὶ τῆς οὐσίας μιας οὔτης αὖ πάλιν ἀρχῆς καὶ δυνάμεως, τὰ παραγόμενα τὰ αὐτὰ ἂν ἦν πάντη πάντως, μᾶλλον δὲ ἐν ἂν ἦν τῷ ὄντι τὸ παραγόμενον πρόσωπον, εἰ μὴ τῇ οὐσία, καὶ ἄλλ᾽ ἄττα συνῆν δι' ὧν διάφοροι πως γένοιντο αἱ δυνάμεις αἷς Υἱὸν καὶ Πνεῦμα παράγεται· τὰ δὲ ἄρα τοῦς ἂν εἴη καὶ βούλησις. ΑΓΑΛΛΙΑΝΟΣ. Ανάγκη ταῖς ἀρχαῖς συμφωνεῖν καὶ τὰ τέλη. Καὶ παρὼν οὐκοῦν λόγος ἐκ ψευδῶν κεκινημένος ἀρ χῶν, τοιοῦτον ἕξει καὶ τὸ ἀποτέλεσμα. Προϋποτίθησι γὰρ τὰ χρόνον εἰσάγοντα εἰς τὴν τοῦ ἀἰδίου ἀπόδειξιν. Ὅτε γάρ, φησί, παράγει τὰ πρόσωπα, οὐκ ἔστι χρόνος ἐν τούτοις. Λεὶ γὰρ ἦν προηγμένα καὶ ἀεὶ πρόεισι, μᾶλλον δὲ ἦν ἀπαρχῆς προηγμένα. Τοῦτο γὰρ ἔχομεν μαθόντες πρὸς τοῦ Θεολογικωτάτου Γρη γορίου, πρός τινα τῶν αἱρετικῶν ἀπαντήσαντος πειραστικῶς ἐρωτῶντα περὶ τῆς θείας γεννήσεως καὶ εἰπόντος, Αλλ' ἦν ἀπαρχῆς γεγεννημένος ὁ Υἱὸς δη λονότι, ἵνα σου ῥᾳδίως φύγωμεν τὰς περιέργους ένα στάσεις καὶ φιλοχρόνους, καίτοι γε καὶ αὐτὸς ἑαυτοῦ συναισθανόμενος, τὸ ἀΐδιον πανταχοῦ προσδιορίζεται, ὡς εἴ τις λέγοι χρονικῶς πλὴν ἀἰδίως τῷ μὲν ἀϊδίως τιθέμενος ἀληθεῖ ὄντι, περὶ δὲ θατέρου μή φροντίζων εἰ τοῖς λόγοις ἀκολουθεῖ, τῷ σφόδρα βού λεσθαι τὴν οἰκείαν συστήσασθαι δόξαν. Καὶ ἂς προς λαβὼν ἔλεγε δυνάμεις διακεκριμένας, ὡς αὐτῷ τῷ διακεκρίσθαι ταύτας, διακεκριμένα και τα θεία προϊέναι πρόσωπα, ἰδοὺ νῦν ταυτίζει, ἢ ἑνοποιεῖ, ἵν' ὡς. ἔοικε τῇ ἐπεισαγωγῇ τῶν ἄλλων τῶν συνόντων τῇ οὐσίᾳ, τὰ δὲ ἐστι νοῦς καὶ βούλησις, διχάσῃ ταύτην, τὸ μὲν αὐτῆς προεπινοεῖσθαι, τὸ δὲ ὑστερίζειν νομοθετήσῃ. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Καὶ ὁ νοῦς ἀρχὴ καὶ δύναμις ὤν, ὡς αὐτὸς ἀξιοῖδιὰ γεννήσεως ἐνεργῶν, ἅμα τῇ ουσίᾳ παράγει τὸν Ο μὲν ἅμα τῇ ουσίᾳ ἀρχὴ καὶ δύναμις ὢν, δι' ἐνεργείας τῆς γεννήσεως παρακτικὴ τοῦ Υἱοῦ, διὰ καὶ Λόγος ὁ τοῦ Θεοῦ Υἱὸς ὑπὸ τῆς Θεολόγου βρον τῆς ὠνόμασται. Νοῦ γὰρ γέννημα λόγος, ἡ δ᾽ αὖ σύναμα τῇ οὐσίᾳ ἡ βούλησις, ἀρχὴ, καὶ δύναμις οὖσα δι' ἐνεργείας της προβολής, ἢ πνεύσεως παρακτική τοῦ ἁγίου Πνεύματος ὑποστάσεως. ΑΓΑΛΛΙΑΝΟΣ. ᾿Αλλὰ καὶ ἐσμὸς ἡμῖν ἀρχῶν ἐκ τῶν λόγων τούτων ἀναφαίνεται· καὶ ἡ ὑπόστασις γὰρ καὶ αἱ δυνάμεις καὶ ἡ οὐσία καὶ νῦν ἔτι ὁ νοῦς. Η γοῦν πολύαρχόν τι χρῆμα ὁ Πατὴρ ὅσον ἐκ τῶν λόγων τούτων ὥσπερ καὶ πολυδύναμον πρότερον, ἢ εἰ τῷ τί ἦν εἶναι δια κρινόμενα τῆς οὐσίας, ἕν εἰσι πάντως τῷ πράγματι, Λατίνων φαῖέν τινες. Τίς ή χρεία του συνάπτειν ταῦτα καὶ διαιρεῖν καὶ ἄνω καὶ κάτω στρέφειν; Ηρχει γὰρ εἰπεῖν ὅτι ὁ Πατὴρ τῇ οὐσίᾳ προάγει τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, δ δὴ φυλάττοντες ἡμεῖς, τὸ συμβαῖνον προϊόντες σκοπήσωμεν· τὰ γὰρ ἄλλα παρέλκει. Ηδη δὲ καὶ δύναμιν τὸν νοῦν καλεῖ καὶ ἄλλην ἀρχὴν, παρὰ τὴν γεννητικὴν δήπου δύναμιν. Ἐπεὶ διά γε τὸν νοῦν καὶ τὴν βούλησιν Ο διαφόρους γίνεσθαί φησι τὰς δυνάμεις, ταύτας δὲ αὖθις τὴν οὐσίαν ἐρεῖ προϊών, οἷς ἔπεται μεμερίσθαι τὴν οὐσίαν. Εἶτα δύναμιν μὲν ἐν Θεῷ Πατρὶ λέγει τὸν νοῦν, νοῦ δὲ γέννημα τὸν λόγον. Οθεν ἄρα γέννημα τῆς δυνάμεως ὁ λόγος, ὅπερ οὐδείς ποτε εἴρηκεν, ἀνθρώπινον γὰρ τοῦτο. 'Αλλ' ὁ Θεολόγος Γρηγόριος ἐν β' τῶν περὶ Υἱοῦ, Ονομάζεται, φησίν, ὁ Υἱὸς Λόγος, ὅτι οὕτως ἔχει πρὸς τὸν Πατέρα ὡς πρὸς νῖν λόγος. Ετι τὴν μὲν δύναμιν τὴν οὐσίαν εἶναί φησι, τὴν δὲ οὐσίαν ἔλεγε μήτε γεννάν μήτε γεννάσθαι, λέγων καλῶς. Βούλησιν δὲ εἰπὼν τὴν ἐν τῷ Πατρὶ παρακτικήν τοῦ ἁγίου Πνεύματος δύναμιν καὶ ἀρχὴν, οὐ δοκεί τὸν ἕνα τῆς Τριάδος, τὸν Παράκλητον λέγω, τοῖς κτίσμασι συναριθμεῖν; Ταύτῃ γὰρ διακρίνουσι τα θεία πρόσωπα τῶν κτισμάτων, ὅτι τὰ μὲν ἐκ τῆς φύσεως, τὰ δὲ ἐκ τῆς βουλήσεώς εἰσι τοῦ Θεοῦ. Καὶ τὰ μὲν προάγει τῷ πεφυκέναι ὁ Θεὸς, τὰ δὲ προάγει τῷ βούλεσθαι. Παράξομεν δὲ καὶ τοὺς διδασκάλους τοῦτο μαρτυρήσοντας. Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς τῆς ἀληθείας οὕτω φησί· «Τοῦ Θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀποῤῥίπτων οὐσίας καὶ βουλῆς τὴν διαφορὰν καὶ τὴν ὕπαρξιν ἀποῤῥίπτει τοῦ Θεοῦ καὶ τὴν ποίησιν, ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων.» Καὶ ὁ θεῖος Μάξιμος ἐν ταῖς εἰς τὸν ἅγιον Διονύσιον ἐξηγήσεσί φησι· ο Κυρίως τοῦ ἀκινήτου καὶ ὡσαύ τως ἔχοντος λέγεται ἡ εἰς τὰ ὄντα βούλησις αὐτοῦ
col. 1039–1040page 7 of 20
PG 158:1039καὶ αἱ πρόοδοι τῆς εἰς πάντα προνοίας αὐτοῦ.» Καὶ βουλήσεως τοῦ Θεοῦ λέγων τὰ κτίσματα. Εν γὰρ ὁ Δαμασκηνός· «Εργον μὲν θείας φύσεως ἡ προ αιώνιος καὶ ἀΐδιος γέννησις καὶ ἐκπόρευσις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις.» Καὶ ἡ ε' σύνοδος τῶν οἰκουμενικῶν οὕτω λέγει· «Ο Θεός, φησὶν ὁ Ὀρι γένης, ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν εἰς τὸ κτίζειν, πάντως ἐτράπη ἀφ' ἑτέρου εἰς ἕτερον, ἡμεῖς δὲ λέγο μεν ὅτι οὐ κατὰ τὴν φύσιν ἐτράπη, ἀλλὰ κατὰ τὴν ἐνέργειαν· μᾶλλον δὲ οὐδὲ κατ' αὐτήν· εἶχε γὰρ ἀεὶ τὴν δύναμιν τοῦ κτίζειν καὶ δημιουργεῖν· ἐνηργήθη γὰρ ἡ τοιαύτη δύναμι, ὅτι ἠβουλήθη.» Οὐ συνάδει τοῖς Πατράσι τούτοις καὶ οὗτος οἷσπερ αὐτοὶ περὶ τῶν κτισμάτων ἀποφαίνονται, ταῦτα καὶ αὐτὸς περὶ τῆς πρόοδου τοῦ ἁγίου Πνεύματος λέγων. Οτε γάρ, φησί, παράγει τὸ Πνεῦμα ὁ Πατήρ, ἡ συνοῦσα τῇ οὐσίᾳ βούλησις, ἀρχὴ καὶ δύναμις δι' ἐνεργείας τῆς προβολής, ἢ πνεύσεως, γίνεται παρ ακτική αἰτία τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως. Ἀλλὰ τὰ μὲν ἐντεῦθεν ἄτοπα, μᾶλλον δὲ βλάσφημα πᾶσι δῆλα, καὶ οὐ δεῖ πολυλογεῖν· διχάζει δὲ καὶ τὴν βούλησιν καθό ἐστι ἀρχή τινων, εἰς αὐτ εξούσιον αὐτὴν διελὼν καὶ ἠναγκασμένην τινά, οὐκ οἶδα ποίαν τινὰ λέγων ἑκατέραν προϊών γάρ φησιν, Οὐχ ὡς ἀρχὴ αὐτεξούσιος, ἀλλ' ὡς ἀναγκαία καὶ φυσική τις δύναμις καὶ ἀρχὴ, εἶτ' επάγει. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Διὸ πρὸς τῶν θεολογούντων ἀγάπη τὸ θεῖον κέ κληται Πνεῦμα· τῆς γὰρ ἀγάπης ἡ δύναμις βού λησις. ΑΓΑΛΛΙΑΝΟΣ. Καλῶς ἄρα ἐλέγομεν, μᾶλλον δὲ οἱ θεολόγοι, Η πρὸς τὴν δημιουργίαν κτίσις τοῦ τῶν ὅλων Θεοῦ τοῦ ἀκινήτου ἐστὶν ἡ βούλησις αὐτοῦ, ἥτις οὐ μιᾷ τῶν κεφ. τοῦ Περὶ τριάδος βιβλίου, Καταγέλαστος, φησίν, ἡ Εὐνομίου διαλεκτικὴ ἐξ οὗ οἱ Εὐνομιανοὶ αἱρετικοὶ ἀνεφύησαν. Ος μὴ δυνηθεὶς νοῆσαι, ἢ μὴ βου ληθεὶς πιστεῦσαι, τὸν μονογενῆ τοῦ Θεοῦ Λόγου, δι' οὗ τὰ πάντα ἐγένετο, τοῦ Θεοῦ Υἱὸν εἶναι φύσει, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεννηθέντα, οὐ τῆς φύσεως ἢ τῆς οὐσίας εἶπεν εἶναι Υἱόν, ἀλλὰ τῆς θελήσεως τοῦ Θεοῦ· συμβεβηκυίαν δηλονότι τῷ Θεῷ βουλόμενος μαρτυρῆσαι θέλησιν καθ' ἣν ἐγέννησε τὸν Υἱόν. Πῶς οὖν αὐτὸς τῶν αἱρετικῶν καταγελῶν ταῦτα λεγόντων, τοῖς ὁμοίοις ἂν περιέπεσεν; ἦν γὰρ ἂν δήπου καταγελαστότερος. Ο δὲ λέγει περί τε μνήμης καὶ θελήσεως οὐκ ἀπὸ τῆς Γραφῆς ἔχειν διατείνεται, ἀφ' ἑαυτοῦ δὲ συνάγειν ἐπιβόλῳ τινὶ λογισμῷ ἀπὸ τῆς κτιστῆς εἰκόνος τοῦ Θεοῦ, ἡ ἐστιν ὁ ἄνθρωπο:, εἰκασίαν τινὰ παραδιδοὺς τοῦ ἀκτίστου Θεοῦ παρα κατιών. Ἐν γὰρ τῷ αὐτῷ κεφαλαίῳ ούπερ ἔναγχος εμνήσθημεν, οὕτω φησίν· ο ᾿Αλλὰ περὶ τῆς κτίσεως ἣν ἐποίησεν ὁ Θεὸς, ὁπότον οἷοί τε γενόμεθα, ἐδιδάξαμεν τοὺς λόγον περὶ τῶν τοιούτων πραγμάτων ἀπαιτοῦντας, ὡς τὰ ἀόρατα αὐτοῦ διὰ τῶν γεγονό των καθόσον δύνανται νοούμενα καθορᾷν, καὶ μάλισ στα διὰ τῆς λογικῆς ἢ νοερᾶς κτίσεως, τῆς γενο μένης κατ' εἰκόνα Θεοῦ, δι' οὗ ὥσπερ δι' ἐσόπτρου ὁπόσον δύνανται, είγε δύνανται βλέπειν τὸν Θεὸν τὴν Τριάδα ἐν τῇ ἡμετέρᾳ μνήμῃ, καὶ τῇ νοήσει καὶ τῇ θελήσει. Ταῦτα δὲ τὰ τρία ἐν τῷ αὐτῷ νοῖ φυσικῶς θεόθεν καθεστηκότα, ἕκαστος ζωηρῶς θεωρεί, καὶ πόσον μέγα ἐστὶν ἐν αὐτῷ, ἔνθα πέφυκε καὶ ἡ ἀΐδιος καὶ ἀμετάβλητος· οὐσία μνημονεύεσθαι, καὶ βλέπτο σθαι, καὶ ἐπιθυμεῖσθαι. ᾿Αναμιμνήσκεται γὰρ διὰ τῆς μνήμης, βλέπεται διὰ τῆς νοήσεως, περιβάλλεται διὰ τῆς ἀγάπης, καὶ παντάπασιν εὑρίσκει τῆς θείων ὑποστάσεων ἀφώρισται· κοινὴ γάρ ἐστιν ἐνέρς ἄκρας Τριάδος τὴν εἰκόνα. Καὶ αὖθις ἐν τῷ κγ' κεφ. γεια καὶ μία δύναμι, ἡ δημιουργική. Ἰδοὺ γὰρ τὸ Θείον Πνεῦμα κεκλημένον ἀγάπην, δύναμιν ἔχει παρακτικὴν ἑαυτοῦ τὴν βούλησιν· καὶ οὐδέποτε τὸν ῥύπον τοῦτον ἀπονίψονται Λατίνοι τοῦ λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ καὶ ἐκ τῆς βουλήσεως τοῦ Θεοῦ δοξάζουσι παράγεσθαι. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Ξυνάδει δὲ, φησί, τὰ λεγόμενα ταῖς τῶν θεολογούντων φωναῖς, εὐχ ἧττον δὲ τοῖς εἰρημένοις ὑπὸ τοῦ ἱεροῦ Αὐγουστίνου ἐν τῷ περὶ Τριάδος βιβλίψ, ἐν οἷς καὶ μνήμην μὲν τὴν γεννητικήν, βούλησιν δὲ τὴν πνευστικὴν ἐκάλεσε δύναμιν. ΑΓΑΛΛΙΑΝΟΣ. Φεῦ τῆς συκοφαντίας! Καὶ τίνες τῶν θεολόγων τὰς φωνὰς ταύτας παρέδωκαν αἷς συνάδει τὰ λεγό μενα; Οὐδεὶς δήπου. Διαβάλλει γὰρ καὶ τὸν μακαριώτατον Αὐγουστῖνον, ὡς δυνάμεις· καλοῦντα τοῦ Πατρὸς τὴν μνήμην καὶ τὴν βούλησιν, τὴν μὲν γεννητικὴν, τὴν βούλησιν δὲ πνευστικήν. Οὐ γὰρ εὕρηταί που τῶν αὐτοῦ συγγραμμάτων, ἔσα γε ἡμεῖς ἴσμεν, οὕτω ταῦτα λεγόμενα, μᾶλλον δὲ τοὐναντίον ἅπαν. Συνάδει γὰρ κἀκεῖνος τοῖς λοιποῖς ἁγίοις τῆς Καὶ γὰρ καὶ μνήμη τοῦ ἀνθρώπου, καὶ μάλιστα ἣν οὐκ ἔχει τὰ κτήνη, τουτέστιν καθ᾽ ἦν τὰ νοητ πράγματα οὕτω περιέχεται, ὡς μὴ πρὸς αὐτὴν διὰ τῶν τοῦ σώματος αἰσθήσεων ἔρχεσθαι, κατὰ τὸ μέτρον ἑαυτῆς ἔχει ἐν τῇδε τῇ τῆς Τριάδος εἰκόν, ἀσυγκρίτως μὲν ἀνόμοιον, ὅμως δὲ ὁποιανδήτινα τοῦ Πατρὸς ὁμοιότητα. Ἔτι δὲ καὶ ἡ νόησις τοῦ ἀνθρώπου, ἡ διὰ τῆς τοῦ λογισμοῦ προθέσεως ἐκεῖθεν μορο φουμένη, ἐπειδὰν ὁ γινώσκεται λέγηται, καὶ μηδὲ μια; γλώττης, ἀλλὰ καρδίας ᾗ λόγος, ἔχει ἐν τῇ οἰκεία μεγάλῃ ἀνομοιότητι καί τινα ομοιότητα τοῦ Υἱοῦ. Και δὴ καὶ ἡ τοῦ ἀνθρώπου ἀγάπη ἐκ τῆς γνώσ σεως προϊοῦσα καὶ τὴν μνήμην συνάπτουσα καὶ τὴν νόησιν, ὡς ἂν κοινῇ τῷ Πατρί τε καὶ τῷ γεννήματι, ὅθεν οὔτε Πατὴρ, οὔτε γέννημα εἶναι νοεῖται, έχει ἐν τῇδε τῇ εἰκόνι εἰ καὶ λίαν ἀνόμοιον ὁμοιότητά τινα τοῦ ἁγίου Πνεύματος.» Καὶ αὖθις· «Περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐδὲν ἐν τῷδε τῷ αἰνίγματι, ὅπερ ὅμοιον ἂν αὐτῷ δοκοίη, ἀπέδειξα, ὅτι μὴ τὴν θέλη σιν ἡμῶν, ἢ τὸν ἔρωτα, ἢ τὴν ἀγάπην, ἥτις έβρω μενεστέρα ἐστὶ θέλησις., Καὶ ἐν τῷ κι' πάλιν Τοῦτο τὸ ὄνομα τῷ Πνεύματι τῷ ἁγίῳ ἁρμόζει, ὥσπερ καὶ ἡ ἀγάπη τί δέ ἔστιν ἕτερον ἀγάπη, ή
col. 1041–1042page 8 of 20
PG 158:1041θέλησις.» Καὶ πάλιν ἐν τῷ αὐτῷ κεφ. «Οσάκις ἀγάπη, τοῦτο καὶ ἡ θέλησις ὁμοίως. Ταῦτα δὲ τὰ ἂν ἐν αὐτῇ τῇ κτίσει, ἥτις ἐσμὲν ἡμεῖς, ὅμοιόν τι ἐκείνῳ τῷ πράγματι ἀποδεῖξαι ἠθέλησα, τῇ ὁποια δήτινι ἐννοίᾳ ἡμῶν, οὐκ ἀποχρῶσα φράσις ἐπηκε λούθησεν, εἰ καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ ἐπιχειρήσαντος ἐμαυτοῦ μᾶλλον ᾐσθόμην ἢ τελειώσαντος, καὶ ἐν ἑνὶ μὲν προσώπῳ ὅπερ ἐστὶν ὁ ἄνθρωπος εύρηκέναι τὴν εἰκόνα τῆς ἄκρας Τριάδος, καὶ ἐν τρεπτῷ πράγ ματα, ὡς τὰ τρία ἐκεῖνα ῥᾷον νοεῖσθαι δύναται. Οὕτω μὲν ὁ διδάσκαλος ἐπεὶ εἰκόνα τοῦ Θεοῦ τὸν ἄνθρωπον τῆς Γραφῆς ἤκουσε λεγούσης, ἀπὸ τῆς τοιαύτης εἰκόνος εἰκασίαν τινὰ παραδίδωσιν ὅσον οἷόν τε δι' αὐτῆς τὸ ἀρχέτυπον ἐννοεῖν, καὶ ἀπὸ τῶν ἐγκαθεστηκότων τῷ τοῦ ἀνθρώπου νοῖ θεόθεν φυσι κῶς, τὰ δὲ ἐστὶ μνήμη καὶ νόησις καὶ θέλησις, & ἐν τῷ ἀνθρώπῳ τρεπτῷ ὄντι καὶ ὑπὸ χρόνον, οὕτω καὶ αὐτὰ θεωρεῖται, ὡς δι᾿ ἐσόπτρου τινός, φησί, τὸν δυνάμενον εἶχε δύναται τὰ ἐν τῇ ἀἰδίῳ καὶ ἀμεταβλήτῳ οὐσίᾳ ἀναγωγικῶς τρία πρόσωπα θεωρεῖν τε καὶ νοεῖν, εἰ καὶ μεγάλη ἀνομοιότης ἐστὶ τούτων πρὸς ἐκεῖνα, ὅσον μόνον τὸν ἐξεταστικὸν τοῦ ἀνθρώπου νοῦν ἔχειν τινὰ ίδρυσιν ἐν ταῖς περὶ Θεοῦ ἐνα νοίαις, καὶ ἐφησθῆναι κατάληψίν τινα, εἰ καὶ λίαν ἀμυδραν, ἢ καὶ πάντα ἀνόμοιον, ἀπὸ τῶν καθ᾿ αὐτὸ περὶ ἐκείνου πορισάμενον. Οὐ μέντοι γε ἀπὸ τῆς Γραφῆς ἔχειν ταῦτα προστίθησιν, ἀφ' ἑαυτοῦ δὲ μᾶλλον διδάσκειν τοὺς καὶ λόγον περὶ τῶν τοιούτων πραγμάτων ἀνθρώπειον ἀπαιτοῦντάς φησι· καὶ οὐδὲ τελείως τὸ μὴ ἐπακολουθεῖν ἀποχρῶσαν τὴν φρά σιν, μόνον δὲ ἐπιχειρεῖν τῇ ἐννοία. ὀνόματα ἰδιότητάς φασιν οἱ θεολόγοι παραδηλοῦν τὰς ἐν τῇ οὐσίᾳ τὰ πρόσωπα διακρινούσας ἐκεῖνα, καὶ τὰς πρὸς ἄλληλα σχέσεις καὶ ἀναφορὰς ἐμφαίνειν αὐτῶν. Αἱ γὰρ ἰδιότητες, φησὶ Βασίλειος ἐν δευτέρῳ τῶν Πρὸς Εὐνόμιον, οιονεί τινες μορφαὶ καὶ χαρα κτῆρες ἐπιθεωρούμεναι τῇ ουσίᾳ, διαιροῦσι μὲν τὸ κοινὸν τοῖς ἰδιάζουσι χαρακτήρσι, τὸ δὲ ὁμοφυές τῆς οὐσίας οὐ διακόπτουσιν· οἷον κοινὸν μὲν ἡ θεό της, ιδιώματα δέ τινα πατρότης καὶ υἱότης. Ἐκ δὲ τῆς ἑκατέρου συμπλοκῆς τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου ἡ κατάληψις ἡμῖν τῆς ἀληθείας ἐγγίνεται. Καὶ ὁ Αρεοπαγίτης, Διακεκριμένα, φησί, τὸ τοῦ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα καὶ Υἱοῦ καὶ Πνεύματος, οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς, ἢ ὅλως κοινότητος ἐπαγομένης. Καὶ Γρηγόριος ὁ Θεολόγος, Αὐτό, φησί, τὸ μὴ γεγεννῆσθαι, καὶ τὸ γεγεννήσθαι, καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν Πατέρα, τὸν δὲ Υἱόν, τὸ δὲ τοῦθ' ὅπερ λέγεται Πνεῦμα ἅγιον προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον σώζηται τῶν τριῶν ὑποστάσεων. Καὶ ὁ Νύσσης, Ἡ ἐπιθεωρουμένη εκάστη τῶν ὑπο στάσεων ἰδιότης τρανῶς καὶ καθαρῶς τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου διίστησι. Οθεν δῆλον ὡς ὁ παρὼν διδάσκαλος ἐν τῷ ἀνθρωπίνῳ νοῖ τὴν μνήμην καὶ τὴν νόησιν καὶ τὴν θέλη σιν, ἦν καὶ ἔρωτα καὶ ἀγάπην προσονομάζει, ὡς δυνάμεις οἶδε καὶ ἐνεργείας· ἐν δὲ τῇ μακαρία Τριάδι οὐχ ὡς δυνάμεις νοεῖ, ἀλλ᾽ αὐτὰς τὰς ὑπο στάσεις οὕτως ὀνομάζει. Η γὰρ μνήμη τοῦ ἀνθρώπου, φησίν, μήτε σύγκρισιν ἔχουσα, μήτε ὁμοιότητα, Έχει ὅμως ὁποιαδήτινα ομοιότητα τοῦ Πατρὸς, καὶ ἡ ἐν ἡμῖν νόησις, ἤτοι τὸ τοῦ νοῦ καὶ τῆς μνήμης ἀποτέλεσμα, ὁ ἐνδιάθετος δηλαδὴ λόγος, οὐχ ὁ προ φορικὸς τῆς γλώττης, εἰ καὶ ἀνόμοιον ἔχει τινὰ ὁμοιότητα τοῦ Υἱοῦ. Καὶ ἡ τοῦ ἀνθρώπου ἀγάπη καὶ ἡ θέλησις ἔχει ὁμοιότητα τοῦ ἁγίου Πνεύματος. Καὶ τοῦτο, φησί, τὸ ὄνομα τῷ Πνεύματι τῷ ἁγίῳ ἁρμόζει, ὥσπερ καὶ ἡ ἀγάπη· τί γάρ ἐστιν ἕτερον, Ο φησὶν, ἀγάπη ἢ θέλησις; Ταῦτα δὲ οὐκ ἀπὸ σκοποῦ τῶν λοιπῶν διδασκάλων, καὶ μάλιστα τῶν ἀνατολικῶν φιλοσοφεῖ. Εἰσὶ γὰρ οἱ τὸν Πατέρα νοῦν προσηγορεύκασι, καὶ τὸν Υἱὸν Λόγον ὁ τῆς βροντῆς υἱός, καὶ ἀγάπην τὸ Πνεῦμα τὸ ἅγιον τὴν ἀγάπην γὰρ τοῦ ἀνθρώπου ἐῤῥωμενεστέραν φησὶ θέλησιν Αὐγουστῖνος, ἀλλ' οὐ τὴν θέλησιν, ἤτοι τὴν βούλησιν δύνα μιν παρακτικὴν τῆς ἀγάπης εἴρηκεν, ἤτοι τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ τοῦτο φάσκων Μακεδόνιος ἄντικρυς. Ὥστε 8 βούλεται ταυτὶ τὰ ὀνόματα ὁ Πατὴρ καὶ ὁ νοῦς, τοῦτο καὶ ἡ μνήμη παρὰ τῷ Αὐγουστίνῳ καὶ ὁ βούλεται ὁ Υἱὸς καὶ ὁ Λόγος, τοῦτο καὶ ἡ νόησις παρὰ τῷ αὐτῷ· καὶ ὁ βούλεται τὸ Πνεῦμα καὶ ἡ Τούτων οὕτως ἐχόντων καὶ τῶν ὀνομάτων τούτων πρὸς τὸ διαστῆσαι καὶ διακρἶναι τὰς ὑποστάσεις ἤτοι τὰ πρόσωπα ἐν τῇ τῆς οὐσία; ἑνότητι πρὸ; τῶν θεολόγων ἐξευρημένων· ἄν τε γὰρ τὸ Πατήρ εἴπῃς, ἢ τὸν νοῦν, ἢ τὴν μνήμην, ἄν τε ἀγάπην, ἢ τὴν θέλησιν, οὐχ ὡς δυνάμεις ενούσας ἢ συνούσας, καὶ ὅλως τῇ οὐσίᾳ ἀποδιδομένας νοούμεν· οὕτω γὰρ ὥσπερ μία ουσία καὶ ἐν πρόσωπον διὰ τὰς δυνά μεις, ὁτὲ μὲν Πατὴρ, ὁτὲ δὲ Υἱὸς, ὁτὲ δὲ Πνεῦμα λεγόμενον, ὡς ὁ Σαβέλλιος ἐφλυάρει, ἀλλ᾽ ὡς ἰδιέ τητας διακρινούσας μόνον τὰ πρόσωπα, ὡς τῶν ἁγίων ἀκήκοας αὐτὸς, ὦ βέλτιστε καὶ καινὲ θεολόγε τίνων δ' ἄλλων θεολόγων φωναῖς ξυνάδειν τῂς τὰ σοὶ εἰρημένα; Τίς γὰρ οὕτω πως ἐθεολόγησε τὸν Πατέρα φήσας δύναμιν ἔχοντα τὸν νοῦν, ἢ τὴν μνήμην γεννητική», δι' αὐτῆς παράγειν τὸν Υἱόν; εἶτα τὴν θέλησιν καὶ δι' αὐτῆς αἱ παράγειν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς αὐτὸς ἠξίωσας θεολογῆσαι, μὴ συνιεὶς ὅτι αἱρετικῶν εἰσι ταῦτα φωναι, εἰ μή που καὶ αὐτὸς ταύταις τίθῃ, καὶ ἄλλους συναρπάσαι ἐπιχειρεῖς; Καὶ τὸν μακάριον δὲ συκοφαντεῖς Αὐγουστῖνον, τὰ ἐκείνῳ καλῶς καὶ ὀρθῇ διανοίᾳ λελεγμένα δια στρέφων καὶ παρερμηνεύων, ἢ μᾶλλον εἰπεῖν πλάτ των αὐτὸς, τὰ μηδόλως εἰρημένα ἢ ἐκείνῳ, ἢ τοῖς ἄλλοις θεολόγοις, δ δὴ καὶ ἐν τοῖς ἐφεξῆς φανήσεται. 'Αλλ' ὅ γε μακάριος Κύριλλος καὶ τὴν βούλησιν τοῦ Πατρὸς τὸν Υἱὸν εἶναί φησιν έτερόν τινα τρόπον. Ἐν γὰρ ζ' τῶν Θησαυρῶν, Ἀλλὰ τὰ μὲν ὡς ποιή ματα, φησίν, ἐκ βουλήσεως γεγονέναι, ὁ δὲ Υἱὸς ὡς αὐτὸς ὢν ἡ βούλησις ἦν ἀἰδίως ἐν τῷ Πατρί. Τοσοῦτον ἀπεῖχε δύναμίν τινα πνευστικὴν τὴν βού λησιν ἐννοεῖν αὐτὸς ὁ τὸν Υἱὸν βούλησιν τοῦ Πατρὸς λέγων, ὡς Αὐγουστῖνος ἄλλον τρόπον τὸ Πνεῦμα, ἄλλον δὲ τὸν Πατέρα, ὡς ὁ αὐτός φησι. Τινὲς δὲ ἵνα μὴ Υἱὸν τῆς βουλῆς ἢ τῆς θελήσεως τοῦ Θεοῦ λέγοιεν
col. 1043–1044page 9 of 20
PG 158:1043τὸν μονογενῆ Λόγον, αὐτὸν τὸν Πατέρα τὴν βουλήν τυχών, ἕτερον ἀντεισῆξας ὅρον ειπών, ο Πατήρ ἢ τὴν θέλησιν εἰρήκασιν εἶναι. Εἰ δ' ἄρα δύναμιν τινα τὴν βούλησιν θείη τις ἐν Πατρὶ καὶ ἐνέργειαν, ἡ αὐτή ἐστι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος βούλησις. Καὶ ἀρχὴ τῆς τῶν κτισμάτων προόδου νοουμένη οὕτως ἐστί. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. μόνος γεννήτωρ ἅμα καὶ προβολεύς, ἵν' είη ίσως νοούμενον· ὁ γὰρ Υἱὸς προβολεὺς εἶ, καὶ μὴ γεν νήτωρ. Ἀλλ᾿ εὐσεβοῦς ἐστι διανοίας τὰ ἀποσιωπηθέντα ἐν ταῖς ἁγίαις Γραφαῖς εὐλαβεῖσθαι ἐπιφημίζειν τῷ ἁγίῳ Πνεύματι. Οὐκ ἀκούεις δὲ καὶ τοῦ Κυρίλλου λέγοντος, ο Μὴ μέταιρε όρια αιώνια & ἔθεντο οἱ Φανερὲν οὖν, φησὶν, ἐκ τῶν εἰρημένων ὅτι ὁ Πατήρ Πατέρες σου·, οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντε;, πηγαία θεότης, καὶ μόνον αἰτία, καὶ μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος, καὶ μόνος γεννήτωρ ἅμα καὶ προβολεύς. ΑΓΑΛΛΙΑΝΟΣ. Φεῦ τῆς κακουργίας! Καὶ ποῦ τῶν θεολογικῶν βιβλίων ταῦθ' οὕτω κείμενα εὕρηκας, ἄνθρωπε; Η ποῦ σοι ταῦτα ἔξεστι μεταπλάττειν προσθήκαις τε καὶ ὑφαιρέσεσιν; Οὕτω γὰρ ἂν οὐ μόνον τὰ τῆς πα ρούσης θεολογίας, ἀλλὰ καὶ πᾶτα γραφὴ καὶ πᾶν πρόβλημα εἰς τοὐναντίον ἂν μετασταίη ὅρου τινὸς ἔξωθεν μεσεμβολήσαντος. Δύναται γὰρ οὐ μόνον λέξις, ἀλλὰ συλλαβὴ καὶ προσωδία τουλάχιστον εἰς ἐναντίαν ἔννοιαν μεθαρμόσαι τὸν λόγον. Ισμεν ἴσως καὶ ἡμεῖς τὸν ἱερὸν Διονύσιον λέγοντα, ότι πηγαία θεότης ὁ Πατὴρ καὶ μόνη πηγή, ἵνα καθάπερ εἴ; ἐστιν ὁ Πατήρ, οὕτω καὶ ἑνὶ αὐτῷ δείξει προσήκον σαν τὴν τῶν συμφυῶν προσώπων ἀνάδοσιν, καὶ μη δενὶ ἑτέρῳ τῶν θείων προσώπων ἐφαρμόσῃ τὸ τῆς αἰτίας, ὥσπερ οὖν οὐδὲ τὸ τῆς πατρότητος όνομα. Σὺ δὲ μεταξὺ τοῖν δυοῖν τούτοιν ῥητοῖν κακούργως τὸ μόνον αἴτιον προσέθηκα;, πρός του τῶν θεολόγων τοῦτο λαβών. Οἴδαμεν τὸν ἐκ Δαμασκοῦ τρανῶς οὕτω; εἰπόντα, Μόνος αἴτιος ὁ Πατήρ. Ἀλλ᾿ οὐκ ἀρέσκει σοι τοῦτο, οὐδὲ συμβαίνει σου τῷ σκοπῷ. Ενθεν τοι καὶ κακουργήσας αὐτὸ ἑκατέρωθεν τὰ τοῦ Διονυσίου τέταχας, ἵνα κἀκεῖνα τῆς κακουργίας μετάσχοιεν, καὶ πρὸς ἄλλον τινὰ μεταπέσοιεν νοῦν, ὡς μὴ τοῦ οἰκείου, ὡς ἴσως αὐτὸς ἀξιοῖς, ὑγιαίνοντος. Τί δέ σοι καὶ βούλεται τὸ, Μόνον αἴτιος ὁ Πατὴρ, ἵν᾽ ἴσως νοηθείη; Ο γὰρ Υἱός αἴτιο; καὶ αἰτιατός. ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἰ δὲ σὺ τοὺς ἐκ τῶν Πατέρων πεπηγότας ὄρους κινεῖς, καὶ ἄλλα παρὰ τὸν σκοπὸν ἐκείνων νομοθετεῖς, οὐκ εὔδηλον ὅτι οὐκ ἀπὸ τοῦ αὐτοῦ Πνεύματος λαλεῖ;; Ἡμεῖς τὸν ἐκ τοῦ Πατρὸς ἐκείνου τεθέντα δρον οὐ μετακινούμεν, ἀλλὰ τὸν Πατέρα γεννητὸν ὅντα πιστεύομεν, γεννήτορα τοῦ Υἱοῦ καὶ προβολέα τοῦ ἁγίου Πνεύματος, τὸν δὲ Υἱὸν γεννητὸν ἐκ Πατρός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν καὶ αὐτὸ ἐπ Πατρὸς, ὡς ἐκεῖνος ὠρίσατο, ἀπὸ τοῦ Θεοῦ λόγου διδαχθείς· ἐπάγει γὰρ ὡς πού φησιν αὐτὸς ὁ θεὸς Λόγος. Τούτοις συνάδει καὶ ὁ τῶν Νυσσαίων λέγων, Εν καὶ τὸ αὐτὸ πρόσωπον τοῦ Πατρὸς, ἐξ οὗπερ ὁ Υἱὸς γεννᾶται καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται διὸ καὶ κυρίως τὸν ἕνα αἴτιον μετὰ τῶν αὐτοῦ αἰτιατῶν ἕνα Θεόν φαμεν τεθαρρηκότως. Καὶ οὐκ εἶπε μετὰ τοῦ συναιτίου καὶ τοῦ αἰτιστοῦ, οὐδ᾽ ἄλλο τι τῶν τοιούτων. Εἶτ᾽ οὐκ εὐλαβὴ τὸν ἐν θεολόγοις γρηγοροῦντα καινὴν μίξιν λέγοντα τὸ αἰτιατοαίτιον, ἀλλὰ καὶ μόνως γεννήτωρ ἅμα καὶ προβολεύς; Ἴσως ὅπερ ὑφείλου ἀπὸ τοῦ Δαμασκηνοῦ, ἐδωρήσω τοῖς τοῦ Γρηγορίου, λέγω τὸ μόνος. Καὶ τὸ ἅμα δὲ προσέθηκας συκοφαντῶν τὸν Θεολόγον, καὶ κατὰ τὴν σιπύαν τὸ μέλαν ἐμῶν, τὸ καθαρὸν τῆς θεολογίας συνθολεῖς, ἵνα λάθης διαδράς. ᾿Αλλὰ φωράσομεν ἡμεῖς σου τὸ σόφισμα. Γρηγόριος γὰρ ὁ μακάριος, ὥσπερ ὁριζόμενος τα θεία πρόσωπα τὰ ἐν οἷς ἡ θεότης, ἢ μᾶλλον εἰπεῖν κατ' αὐτὸν ἃ ἡ θεότης, Τοῦτό ἐστι, φησὶν, ἡμῖν ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, ὁ μὲν γεννήτωρ καὶ προβολεὺς, τῶν δὲ, τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα. Ο δὴ καὶ ἀλλαχοῦ σαφέστερον εἰρήκει λέγων, Διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι, τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον. Ἀλλ᾿ αὐτὸς τῶν τοιούτων ὅρων ὥσπερ καταγνούς θεολογικώτερος ὢν Προβολέα γὰρ τὸν Υἱὸν οὐδενὸς τῶν ἁγίων ἡκού. σα μεν λέγοντος, οὐδὲ συναίτιον οὐδὲ αἰτιατοκίτιον, οὐδ᾽ ἀρχὴν τοῦ ἁγίου Πνεύματος, οὐδέ τι τῶν ὁμοίως. Αποφάσκουσι δὲ μᾶλλον τὰ τοιαῦτα ἀπ' αὐτοῦ, λέ γοντες, Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν καὶ τὸν Υἱὸν οὐ λέγομεν αἴτιον· καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας. Σὺ δὲ ταῦτα προϊὼν ἀναιρήσεις δι' ὧν προσθήσεις. Οὐ γὰρ δύο ναται ταῦτα σὺν ἐκείνοις σώζεσθαι. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Τῷ μόνον αὐτῶν ἐν τοῖς θείοις εἶναι τὸν μόνον παράγοντα· αὐτὸς γὰρ μόνος ἐστὶν ὁ παράγων ταῖς εἰρημέναις δυνάμεσιν ὡς πηγὴ καὶ ἀρχὴ καὶ αἰτία, καὶ ὅ τι ἂν εἴποι τις τῶν ὁμοίων. ΑΓΑΛΛΙΑΝΟΣ. Ὁ δὲ Υἱὸς, ὦ βέλτιστε, ποίαις άλλαις δυνάμεσι παράγων τὸ Πνεῦμα, ὡς αὐτὸς φῇς; Εἰ μὲν γὰρ ἄλλαις δυνάμεσι, καὶ ἄλλως ἐστὶν ἀρχὴ καὶ αἰτία ὁ Υἱός, πρὸς τῷ καὶ ἑτέρας ουσίας μετεσχηκέναι κατὰ τὴν σὴν θέσιν, ὥστε καὶ τυφλῷ δήλη ἡ δυαρχία· εἰ δὲ τῆς αὐτῆς ἐστιν οὐσίας, ὡς καὶ σὺ προϊὼν ἐρεῖ;, ὥσπερ ἐν συναισθήσει τῆς βλασφημίας γεγονώς, καὶ τὰς δυνάμεις ταύτας κοινὰς ἀπεργάσῃ Πατρὶ καὶ Υἱῷ, ὥσπερ ἐξήν σοι πάντα ποιεῖν καὶ μετασκευάζειν· τί καταψεύδῃ σαυτοῦ καὶ τῶν ἁγίων νῦν; Η δοκεῖς λήσων ἡμᾶς τὸν κτύπον μόνον πραγματευόμενος; τὸ δοκεῖν τοῖς ἁπλουστέροις σωφρονεῖν καὶ τῶν ἁγίων ἐξέχεσθαι, μηδὲν δὲ ὑγιὲς φρονῶν. Πῶς γὰρ ἔσται μόνος εἰ μετὰ τοῦ Υἱοῦ; Εἰ δὲ ταῖς δυνάμεσι, πως οἷόν τε; Η γὰρ αἱ ὑποστάσεις συνειλημμένως διὰ τῶν δυνάμεων προάξουσι τὸ Πνεῦμα,
col. 1045–1046page 10 of 20
PG 158:1045καὶ οὕτως ἀναζῇ Σαβέλλιος, ἢ αἱ δυνάμεις ἔσονται ἡ τοῦ Πνεύματος, κακ τούτου καὶ προβολέα. Ἀλλ᾿ οὐκ αἰτία τοῦ ἁγίου Πνεύματος, δ καὶ χεῖρον. ᾿Αλλὰ καὶ ἡ μηχανὴ τοῦ σοφίσματος καταγέλαστον Μόνιος γάρ, φησὶν, ὁ Πατήρ ἐστιν ἐν τοῖς θείοις δ μόνον παράγων, ἅτε τοῦ Υἱοῦ κατ' αὐτὸν καὶ παράγοντος καὶ παραγομένου, ἵνα δείξῃ τοὺς Πατέρας τοῦτο σκοποῦντας, ἐπειδὰν λέγωσι, ὡς ὁ Πατὴρ μόνως αἰτία καὶ μόνη πηγή. Καὶ τίς οὕτως ἁπλοῦς, ὥστε ἢ τοσαύτην απλότητα τῶν Πατέρων καταγνῶναι, ἢ ἐκείνων οὕτω διοριζομένων σαφῶς θέλειν ἀμφισβητεῖν; Εἰ γὰρ αὐτὸς οἶδεν ὅτι τὸ Λατινικὸν ἐκλείψει συμπέρασμα, ἂν μὴ προστεθῇ τῷ, Μόνος αἴτιος, καὶ μόνος αἰτία, οὐκοῦν, ἢ ἀγνοοῦντες οἱ ἅγιοι λέγειν καλῶς, λέγουσιν αἴτιον μόνον τὸν Πατέρα, όντος πως αἰτίου καὶ τοῦ Υἱοῦ ἐν τῇ θεότητι ἔνδον, ἢ εἰ μὴ ἡγνόουν, ὅπερ οἶδεν αὐτὸς, σιγῶντες ὅπερ αὐτὸς προστίθησι, τῷ Λατινικῷ συμπεράσματι καὶ κατ' αὐτὸν μάχεται. Εἶτα καὶ λόγον ἂν εἶχεν ἡ προσθήκη τοῦ μόνου τινὰ, εἴ τις ἦν ὁ λέγων τὸν Υἱὸν παράγοντα εἶναι, καὶ παραγόμενον, καὶ αἰτίαν καὶ αἰτιατὸν, ᾗ τι τοι οῦτον. Νῦν δὲ μηδενὸς τοῦτο λέγοντος, πῶς τολμᾷ προσθήκαις ἀῤῥήτοις τὸν φανερὸν νοῦν μεταπλάττειν τῶν πατρικῶν ῥήσεων; ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Φανερόν δέ φησι ὅτι αἱ εἰρημέναι δύο δυνάμεις ή θεία οὐσία πάντως ἐστὶ, καὶ τὰ ἀποδιδόμενα τῷ Θεῷ, νοῦς τε καὶ βούλησις. Νοῦς δὲ ἄρα καὶ βούλησις τελειότητες. ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ πόθεν ἐστὶ φανερὸν, καὶ τίς τῶν θεολόγων ταῦτα ἐτύπωσεν; ᾿Αλλὰ καὶ τοῦτο τὸ μέρος ελέγ χειν, ἐπειδὴ καὶ ἄλλης άπτεται πραγματείας, ἐάσθω τό γε νῦν τὰ δ᾽ ἐντεῦθεν θεωρήσωμεν. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Δυοῖν δὲ ὄντοιν τοῖν παραγομένοιν προσώποιν Υἱοῦ τε καὶ θείου Πνεύματος, ὁ μὲν πρόεισιν ἐκ τοῦ Πατρὸς ᾗ Πατὴρ, διὸ καὶ πρὸς αὐτὸν ἀναφέρεται τῇ υἱότητι· Υἱὸς γὰρ Πατρός, ὥσπερ καὶ Πατὴρ . ὁ Πατήρ Υἱοῦ λέγεται. Τὸ δ' αὖ πάλιν ἐκ τοῦ αὐτοῦ Πατρὸς ἐκπορεύεται, οὐχ ᾗ Πατήρ, ἀλλ' ᾗ προβολεὺς δήπου καὶ προβάλλων καὶ πνέων, καὶ ὅσα τῆς ὁμοίας ὄντα τυγχάνει δυνάμεως. ΑΓΑΛΛΙΑΝΟΣ. Ἐπειδὴ ὡς ἐν πορίσματος τάξει, καίτοι μηδα εἰ προεπινοεῖται ὁ Υἱός τοῦ Πνεύματος ἐξ ἀνάγκης καὶ αἴτιος· εἴη γὰρ ἂν οὕτω καὶ ὁ Πατὴρ τοῦ προς βολέως αἴτιος προεπινοούμενος. Εἰ δὲ καὶ ἀμυδρός τερον ταῦτα διενήνοχεν ἐν Πατρί, ή Υἱὸς καὶ Πνεύ με τὰ προαγόμενα οὐδὲν διαφέρει. Ἐν ὁποίῳ γὰρ γένει τιθεῖντο της διακρίσεως, ὁ Πατήρ ἔσται αἴτιος τοῦ προβολέω; ἐν τῷ Πατρί. ᾿Αλλὰ τοῦτο ἀδύνατον οὐκοῦν οὐδὲ ἐκεῖνο ἀναγκαῖον. Εἰ γὰρ ὁ Πατήρ προεπινοείται τοῦ Υἱοῦ ὡς αἰτία αὐτοῦ, οὐκ ἀνάγκη καὶ τὸν Υἱὸν προεπινοείσθαι διὰ τὴν αἰτίαν· οὐ γὰρ ἔστι τις ἀνάγκη ἡ τοῦτο ποιοῦσα· εἰ γὰρ ἦν, ἔγνω σαν ἂν αὐτὴν οἱ πάλαι θεολόγοι. Καὶ δῆλον ἀπὸ τοῦ ἱεροῦ Βασιλείου λέγοντος περί μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, Πῶς ἂν προεπινοηθείη ὁ Υἱὸς τῆς ἰδίας αἰτίας; περὶ δὲ τοῦ Πνεύματ τοῦ πρὸς τὸν Υἱόν, οὐ τὸν αὐτὸν ἀποδιδόντος λόγον. Εἰ γὰρ ἐφρόνει τοῦτο, κἂν ἔλεγεν. ᾿Αλλὰ τί φησι; Πῶς ἂν διατμηθείη ἡ ἄμεσος σχέσις τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα; Καὶ αὖθις ἐν τῇ Πρὸς τὰς κανονικάς" Αλλ' οὐδὲ τοῦ Μονογενούς πρότερον τὸ Πνεῦμα δηλονότι τὸ ἅγιον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. Καὶ ὁ Θεολόγος Γρηγόριος, δεδοικώς τὸν Πατέρα προτιμῆσαι τοῦ Υἱοῦ διὰ τὴν ἀρχὴν, μὴ ἀρχὴν αὐτὸν ἐλαττόνων ἀποφήνῃ, ἐπάγει· «Θέλω, φησί, τὸν Υἱὸν προτιμῆσαι τοῦ Πνεύματος ὡς Υἱόν, οὐ μὲν οὖν ὡς ἀρχὴν καὶ αὐτόν. Τί γὰρ ἐκώλυεν εἰ ἐφρόνει τοῦτο εἰπεῖν, ὡς ἀρχὴν καὶ αὐτὸν μετὰ τοῦ Πατρὸς καὶ οὐκ ἐδιδάχθη τοῦτο παρὰ τοῦ Πατρός; "Οθεν δῆλον ὅτι οὔτε αἴτιον ἐφρόνουν οἱ θεολόγοι τὸν Υἱὸν, οὐδὲ διὰ τοῦτο ἐδόξαζον προεκφωνεῖσθαι αὐτὸν τοῦ Πνεύ ματος. Ἐπεὶ δ᾽ ἀμωσγέπως τάξιν ἔδει τινὰ ἐν τῇ ἐκφωνήσει τῶν θείων ονομάτων εἶναι, μᾶλλον εἰκὸς ἦν τὸν Υἱὸν τοῦ Πνεύματος προτετάχθαι, δι' ἄλλα τε πολλὰ, καὶ διὰ τὸ τὴν κοινὴν ἀρχὴν αὐτῶν τῷ πρὸς τὸν Υἱὸν ἀνταναφερομένῳ προσηγορεῦσθαι ὀνόματι, τῷ πατρικῷ δηλονότι. Καὶ δῆλον ἐκ τῶν ἁγίων, ὡς Υἱὸν λεγόντων, καὶ οὐδὲν μέσον Υἱοῦ καὶ Πατρός, καὶ τὰ τοιαῦτα, ὡς αἴτιον δὲ οὐδαμῶς· οὐ γὰρ ἐδό κει τοῖς ἁγίοις τοῦτο, πάντες δὲ τῷ Πατρὶ μόνῳ τουτί μαρτυροῦσιν. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Ως γοῦν τοῦ προβολέως ὁ Πατήρ προεπινοεῖται, κατὰ μὲν τὸ ἀΐδιον ου, ἅμα γὰρ κατ' ἐκεῖνο Πατήρ τε καὶ προβολεὺς συναϊδίως, τοιοῦτος ὤν, κατὰ δὲ τὸ δύνασθαι καὶ προάγειν, πρότερον γὰρ τὸν Υἱὸν παράγει τοῦ Πνεύματος ήδη νοούμενος ὑφεστηκέναι μου πρότερον συμπερανάμενος τὰς τῶν Χριστιανῶν τῇ πρὸς τὸν Υἱὸν ἰδιότητι τῇ πατρότητι· οὕτω καὶ ἀρχὰς τέθεικε, καὶ ταύτας μεθ' ὑπαλλαγῆς καὶ προσθήκης κατὰ τὸ συμφέρον αὐτὸ, ἢ τό γε ἀλη θέστερον φάναι, ἐπὶ βλάσῃ τῇ σφετέρα προσλαμβάνει, ὅτι ὁ μὲν Υἱὸς πρόεισιν ἐκ Πατρός, ᾗ Πατὴρ ἐκεῖνος, τὸ δὲ Πνεῦμα ἐκπορεύεται ἐκ τοῦ Πατρὸς ᾖ προβολεὺς ἐκεῖνος, εἰ καὶ αὐτὸς ἀφελῶς, ἀλλ' ὅτι τῇ λέξει δηλοί, πάσχει δὲ τοιαῦτα μυρία ἐν τοῖς λόγοις τούτοις. Εἶτα ἐπάγει ὅτι ὁ Πατήρ προεπινοείται τοῦ προβολέως, ἵνα καὶ τὸν Υἱὸν προεπινοησόμενον δείξῃ ὁ Υἱὸς αὖ πάλιν προεπινοεῖται τοῦ Πνεύματος, ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ ἀπὸ ποίας ἀνάγκης εφάνη, ἢ διὰ τίνος τῶν θεολόγων ἀπεδείχθη ὅτι ὁ Πατὴρ προεπινοεῖται τοῦ προβολέως; Εἰ δὲ διότι ὁ Υἱὸς τοῦ προβλήματος προεπινοεῖται, εἰ μηδὲ ὁ Υἱὸς προεπινοεῖται ἐξ ἀνάγκης ὡς αἴτιος, πῶς ἐκ τοῦ τὸν γεννήτορα προς πινοεῖσθαι τοῦ προβολέως ἐξ ἀνάγκη; τοῦ γεννής. ματος ὁ Υἱὸς ἔσται αἴτιος; Τούτου γὰρ ἔνεκα τὴν
col. 1049–1050page 11 of 20
PG 158:1049τοῦ γεννήτορος πρὸς τὸν προβολέα τάξιν προϋποφλυαρίας ἐξώκειλαν. Πῶς δὲ καὶ οὐκ ἄνοια πολλή τίθησιν, καὶ εἰ μὴ οἷόν τέ ἐστιν, ἢ μίαν εἶναι τὴν προακτικὴν δύναμιν ἐν Πατρὶ, ἢ ἂν εἶναι τὸν γεν νήτορα καὶ προβολέα διὰ τὸ προεπινοείσθαι τὴν δύναμιν τῆς δυνάμεως, ἵν᾽ ἐντεῦθεν καὶ ἡ προεπί νοια τῶν προϊόντων προσώπων ἀκολουθήσῃ καὶ ἡ τάξις ἡ ἐν αὐτοῖς, πῶς ὁ Πατήρ καὶ ὁ Υἱὸς μία ἔσται ἀρχὴ τοῦ Πνεύματος, ἐν οἷς τὸ προβάλλειν καὶ ἡ ἀρχὴ καὶ τὰ τοιαῦτα, τὰ μὲν τοῦ προεπινοεῖσθαι ἐστιν; Οὐ γὰρ ἀρνήσαιντο προεπινοεῖσθαι τὴν ἐν Πατρὶ δύναμιν τῆς ἐν ἀμφοῖν, εἴγε μηδὲ τὸν Πατέρα όλως ἀρνήσαιντο τοῦ Υἱοῦ προεπινοείσθαι. Εἶτα εἰ μὲν τὸ Πατὴρ ὡς τὸν αἴτιον νοεί, προεπινοεῖται μὲν τότε τοῦ προβολέως, προεπινοεῖται δὲ ἄρα καὶ τοῦ γεννήτορος, δν τρόπον τὰ κοινότερα τῶν ἧττον κοινῶν προσεπινοοῦνται ἐν τῇ τελεωτέρᾳ ἐνεργείᾳ τοῦ νοῦ. Ἐναντίως ἢ ἐν τῇ ἀτελεστέρα συμπίπτει, καὶ ἐντεῦθεν οὐκ ἂν εἴη τις ἀνάγκη ὥστε καὶ τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος ἅμα τε γὰρ ἔσται γεννήτωρ καὶ προβολεύς, ὡς τὰ ἀντιδιῃρημένα, καὶ ἅμα Υἱὸς καὶ Πνεῦμα οὐ διὰ τὴν τῆς αἰτίας τάξιν τοῦ Υἱοῦ προθεωρουμένου τῇ ἐπινοίᾳ, ὡς ἔφημεν. Εἰ δὲ τὸ Πατὴρ ὡς τὸν γεννῶν τα νοεῖ, πῶς ὁ Πατήρ προεπινοείται τοῦ προβολέως; Εἰ μὲν γὰρ ᾗ ὁ Πατὴρ πρὸς τὸν Υἱὸν λέγεται, ταύτῃ γε καὶ ὁ προβολεὺς προεπινοεῖται τοῦ γεννήτορος, ῇ πρὸς τὸ πρόβλημα καὶ αὐτὸς λέγεται. Κἀντεῦθεν οὐδεμία ἀνάγκη πρὸς τὸ τὸν Υἱὸν πρότερον εἶναι, ὡς αὐτὸς ἀξιοῖ. Εἰ δὲ καὶ ὡς ἕξεις τινὲς ἢ ἐνέργειαι νοούμεναι ταῦτα ἐν Πατρὶ τὴν τάξιν ἔξουσι ταύτην, ο προεπινοούνται γάρ που ὡς εἰσιν ἐν τῷ Πατρὶ, τῶν ὡς πρὸς τὰ προϊόντα ἔχουσιν ἢ λέγεται, τί τούτου γένοιτ' ἂν ἀτοπώτερον; "Ανευ γὰρ πολλῶν ἄλλων τῶν συμβαινόντων ὥσπερ ἡ διαφορὰ τοῦ γεννᾶν καὶ προβάλλειν ἐν τῷ Πατρὶ, ἐν τῷ ἀσθενεστέρῳ γένει τῶν διακρίσεων οὖσα, καὶ κατὰ τοὺς Λατίνους ἐν τοῖς προαγομένοις ἰσχυρότερον διαλάμπει πραγματικῶς διακρινομένοις· οὕτω καὶ ἡ προεπίνοια οὐκ ἔτ᾽ ἂν ἡ αὐτὴ εἴη ἔν τε γεννήτορι καὶ προβολεῖ καὶ Υἱῷ καὶ προβλήματι, ἀλλὰ πολλῷ ἔσται αὕτη ἐκείνης ἰσχυ ροτέρα, καὶ οὐκ ἔτ᾽ ἂν εἴη προεπίνοια μᾶλλον ἢ άλλη τις προήγησις τῶν ἀπηγορευμένων, ἣν καὶ αὐτὸς ἔοικε βούλεσθαι. "Η τί βούλεται αὐτῷ, ὅτι ὁ Πατήρ πρότερον παράγει τὸν Υἱὸν τοῦ Πνεύματος, καὶ ὅτι ὑφέστηκεν τῇ πρὸς τὸν Υἱὸν ἰδιότητι, πρὶν ἂν προβάλλῃ τὸ Πνεῦμα; Οὕτω γὰρ ἐναργῶς ἀξιοῖ. Ταῦτα δὲ τίς ἀκούσας, οὐκ εὐθὺς ἂν πάντας 'Ἀρειανοὺς ἐννοήσειε; Τί γὰρ ἄλλο ἐκεῖνοι ἔλεγον, ἢ ὅτι ὁ Θεός πρότερον μὲν τὸν Υἱὸν, εἶτα τὸ Πνεῦμα παρή γαγεν, ἔνιοι δὲ ὅτι ὁ Υἱὸς τοῦτο παρήγαγεν; Οὐδὲ γὰρ ἐκεῖνοι χρόνῳ τὴν διαφορὰν ἐτίθουν ἁπλῶς· ἐξ ἀϊδίου γὰρ ἔλεγον γεγεννῆσθαι τὸν Υἱὸν, καὶ τὸ Πνεῦ μα προελθεῖν οὐκ ἐν τῷ παντὶ τῷδε. ᾿Αλλὰ τοιαύτας τινὰς προεπινοίας τιθέντες οὐκ εὐσεβῶς, ἐξ ἀνάγ κης καὶ τὴν κατ᾽ οὐσίαν εἰσῆγον διαφοράν. Αλλ' εἴπερ ᾔδεισαν πῶς δεῖ τὴν προθεωρίαν καὶ τὴν προς πίνοιαν λέγειν, καὶ πῶς τὸ προτετάχθαι, καὶ ὅπως τὸ πρότερον οὐδενὶ τρόπῳ ἐστὶν ἀληθῶς οὔτε νοεῖν, οὔτε λέγειν ἐπὶ τῶν θείων, οὐκ ἂν εἰς τοιαύτας ἡ τι τῶν ἐν τῷ ἀγεννήτῳ, οἷον τῷ προβάλλειν ὕστερον εἶναι λέγειν τῶν ἐκ τοῦ ἀγεννήτου τινός; ἔστω γὰρ ὅτι ὁ γεννήτωρ τοῦ προβολέως προεπινοείται· ἀλλ' οὐχ ὅ γε Υἱὸς διὰ τοῦτο τοῦ προβολέως, ἵν' ᾗ ὁ προβολεύς ἢ τὸ προβάλλειν κοινὸν Πατρὶ καὶ Υἱῷ, ἀλλὰ μᾶλλον ἄμφω τὰς αἰτίας, εἰ καὶ δοίημεν ἐν ἑαυτοῖς ἔχειν τάξιν τινὰ, ἢ τοιάσδε αἰτίας μόνον προεπινοεῖσθαι τῶν αἰτιατῶν, εὔλογον ἂν εἴη μᾶλλον, ἀπὸ τῆς τῶν κατ᾿ αὐτὰς προαγομένων προσώπων τάξεως λαμβανόντων ἡμῶν τὴν περὶ αὐτῶν ἐπίνοιαν ὅσον τὸ ἐφ' ἡμῖν, ἐκεῖ δὲ μηδεμίαν ἀνάγκην είναι πιστεύειν τοῦ ἔχειν οὕτως, ὡς ἡ ἡμετέρα προϋποτίθησι ἐπίνοια ἄῤῥητος γὰρ καὶ ἀνενόητος ὁ τρόπος καὶ ἡ τάξις τῶν θείων ἐκείνων προόδων τῶν θεολόγων λεγόντων ἀκούομεν, καὶ τὸ περὶ τούτων ζητεῖν αἱρετικῶν εἶναι ἡ δ' τῶν οἰκουμενικῶν ἀπεφήνατο. Τούτῳ τῷ τρόπῳ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου φρενοβλαβεία; οὐ μετασχήσομεν. Καὶ γὰρ αὐτὸς Εὐνόμιος ἐκ τα ούτων τινῶν προεπινοιῶν κακῶς τιθεμένων ὥσπερ ἀφορμῶν ὁρμώμενος, τὴν κατὰ τὸν τῆς αἰτίας λόγον, καὶ τρόπον τῶν τριῶν ὑποστάσεων ἐν ἐνότητι φύσ σεως διάκρισιν εἰς τὴν ἐν τῇ φύσει διαφοράν μετέ φερε καὶ τὰς ἀπὸ τοῦ λόγου τῆς αἰτίας προθεωρίας καὶ προαριθμήσεις, αἳ τὸ ἀσύγχυτον ἐργάζονται τῶν ὑποστάσεων ὑπερθέσεις καὶ ὑφέσεις ἀξιωμάτων καὶ φύσεων, ἐπισφαλῶς ἔλεγε, βαθμούς τινας φύσεων συνετίθει ὡς ἀξιωμάτων ἢ προόδων ἕτεροι, ὃν ἀπορ ῥαπίζων ὁ Νύσσης Γρηγόριος φησίν·. Ει μέν τινε χρονικὴν ἔμφασιν ὑπερετίθει τῆς τοῦ Μονογενούς ὑποστάσεως ὁ τὸν Πατέρα τοῦ Υἱοῦ μόνῳ τῷ τῆς αἰτίας λόγῳ προθεωρῶν, εἰκότως ἂν ὁ τῆς ὁἰδιότη τος ἡμῖν περὶ Υἱοῦ λόγος ἐκινδυνεύετο.» Εἶτα ἐπά γει· ι Ο δὲ αὐτὸς ἡμῖν καὶ περὶ τοῦ Πνεύματος λόγος, ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων· ὡς γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱὸς, καὶ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων, οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ Μονογενοῦς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος υποστάσεως, ὥστε τοῦ λόγου τῆς αἰτίας ὑπεξηρημένου, ἐν μηδενὶ τὴν ἁγίαν Τριάδα πρὸς ἑαυτὴν ἀσύμφωνον ἔχειν. Τὰ γοῦν τὸν ἐν ἑκάστῳ τῶν προσώπων λόγον τῆς αἰτίας μόνον προθεωρούνται τῇ ἐπινοίᾳ, καὶ προλέγεται τὰ θεῖα πρόσωπα, αὐτὸς γὰρ ἐστιν ὁ διδοὺς τὰς ἰδιότητας, αἷς διακρίνονται, ἢ τοῦτ᾽ αὐτὸ τὸ λαμβάνειν ἐκ τοῦ Πατρὸς πάντα μετὰ τῆς φύσεως, τουτέστιν ἡ πρὸς αὐτὸν ἰδιότης αὐτοῖς, τῆς ἀῤῥήτου τῶν τρόπων δια φορᾶς, καὶ αὐτὰ διακρινούσης ἀλλήλων. Καὶ ὁ μὲν Πατὴρ τῶν ἐξ αὐτοῦ διακρίνεται κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν, ὡς ὁ αὐτὸς ἀξιοῖ Γρηγόριος λέγων· Την κατὰ τὸ αἴτιον καὶ αἰτιατὴ διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνειν, ἀλλὰ τὸ ἐκ τοῦ αἰτίου ἄλλῃ τινὶ διαφορᾷ, καὶ οὐ τῇ αὐτῇ διακρίνεται. Αλλην γάρ, φησί, διαφορὰν ἐννοοῦμεν, ἣν ἐνταῦθα λόγον φησὶ τῇ, αἰτίας. Ο συμφώνως φθάσας ἔφη καὶ ὁ Ἰουστῖνος, ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός, πλήν γε διὰ τοῦ τρόπου
col. 1051–1052page 12 of 20
PG 158:1051καὶ αἱ προεπίνοιαι καὶ αἱ τάξει; τῶν προόδων, καὶ τὸ πρότερον προάγεσθαι τὸν Υἱὸν, καὶ ὅσα τοιαῦτα, τὰ μὲν βλάσφημα πάντως καὶ ἀπάδοντα τῆς ἱερᾶς διδασκαλίας τῶν ἁγίων, καὶ ἔξω τοῦ φρονήματος τοῦ ὀρθοῦ, τὰ δὲ καὶ ὑπ' αὐτοῦ δήπου τίθενται, καὶ ἐφ᾽ οἷς τίθενται συνοῦσαν τὴν βλασφημίαν ἔχει. Πολλά γ' οὖν ἄτοπα εἰπὼν ἐν τούτῳ τῷ λήμμα τι, καὶ τῇ ὡς αὐτῷ δοκεῖ τούτῳ ἐπεξεργασία, ἂν εἶπε φρονίμως δι' οὗ πάντα ἀνέτρεψεν, ὅτι οὐδαμῶς ἄλλο ἄλλου πρότερον ἐν τοῖς θείοις. Ο καὶ ἡμῖν ἔναγχος εἴρηται, ὅτι καὶ ἀϊδιότητι καὶ φύσει καὶ νῷ αἱ θεῖαι ὑποστάσεις ἅμα εἰσὶ, καὶ οὐκ ἔχει χώραν ἐν αὐταῖς οὐδενὶ τρόπῳ τὸ πρότερον καὶ τὸ ὕστερον. Εἰ καὶ πάλιν ταύτην ἀνεῖλε τὴν ἀλήθειαν, οὐκ οἶδ' ὅ τι παι δὲ Υἱὸν τοῦ θείου Πνεύματος πρότερον εἴρηκε, τὴν αὐτὸν δὲ ἅμα πρότερον καὶ ὕστερον ἀκολούθως. Εἰ γὰρ τοῦ Πνεύματος πρότερον ὁ Υἱὸς, τί ἂν εἴη τοῦ Πατρὸς, λεγέτω, καὶ τὸ Πνεῦμα ὕστερον ἂν τοῦ Υἱοῦ, τί ἂν εἴη ἀπὸ τοῦ Πατρός· εὐλαβούμενος γὰρ ἴσως διὰ τὸ ἀπηχὲς τῆς φωνῆς, πρῶτον εἰπεῖν καὶ δεύτερον καὶ τρίτον, ἄλλοις ὀνόμασιν εἰς τὴν αὐτὴν ἀτοπίαν ἐξέπεσεν. Αλλ' ἡμεῖς κατὰ τὸν Νύσσης Γρηγόριον ἐν τοῖς Κατ' Ευνομίου οὐδέπω καὶ νῦν ταύτης ἠκούσαμεν τῆς σοφίας ἢ τὸ δεύτερον καὶ τρίτον ἔκ τινος ἀκολουθίας λεγόμενον εἰς τὴν τῶν υποχειρίων καὶ ὑποτεταγμένων ἀπωθεῖται τάξιν. τῆς ὑπάρξεως ἐγγίνεται τῷ ἡμετέρῳ νοῖ ἡ προεμεων, καὶ τῶν ὑποστάσεων δι' αὐτὰς καὶ τῶν αἰτιῶν. πίνοια η προθεωρεῖ τὸν Υἱὸν τοῦ Πνεύματος. Ἐν δὲ ταῖς ἀῤῥήτοις ἐκείναις καὶ ἀϊδίοις προόδοις οὐκ εὐσεβές ἐστι μὴ ὅτι γε εἰπεῖν, ἀλλ᾽ οὐδ᾽ ἐπινοῆσαί τι πρότερον ἡ ὕστερον, μᾶλλον δὲ οὐδ᾽ ἐπινοῆσαι οἷός τε γένοιτο οὐδεὶς τὸν τρόπον νοῦς τῶν προόδων ἐκείνων' ὅπου γὰρ οὐ χρόνος οὐκ αἰὼν ἐμεσίτευσεν; οὐ θεατής παρήν, οὐχ ὁ διηγούμενος ἐστιν, πῶς φαντασθῇ ὁ νοῦς, πῶς δὲ ὑπηρετήσῃ ταῖς διανοίαις ὁ λόγος; Διὰ τοῦτο σιωπῇ τιμᾶν ἐκελεύσθημεν τὰς θείας ἐκείνας προόδους· προϊέναι δὲ μόνον ἅμα ἀϊδίως καὶ συναϊδίως ἀῤῥήτως καὶ ὑπὲρ λόγον πι στεύειν τὰ θεῖα πρόσωπα. Καὶ γὰρ ἔχομεν μαθόντες πρὸς τῶν διδασκάλων ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἤρτηται τοῦ Υἱοῦ. ῾Ο ἀδιαστάτως συγκαταλαμβάνεται, καὶ δι' αὐτοῦ καὶ μετ' αὐτοῦ πρίν τι καινόν τι καὶ θὼν, καὶ τὸν μὲν Πατέρα πρότερον τοῖν δυοῖν, τὴν ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὥς ποτε τὸν Μονο γενή δίχα τοῦ Πνεύματος νοηθῆναι. Η γὰρ τοῦ Υἱοῦ μεσιτεία ἑαυτῷ μὲν τὸ μονογενὲς φυλάττει, τὸ δὲ Πνεῦμα τῆς πρὸς τὸν Πατέρα σχέσεως οὐκ ἀπείργει. Ωσπερ γὰρ ὁ Υἱὸς ὡς γέννημα ἀμέσως καὶ προσεχῶς ἐκ Πατρὸς ὡς Πατρὸ;, οὕτω καὶ τὸ Πνεῦμα ὡς πρόβλημα ἀμέσως καὶ προσεχῶς ἐστιν ἐκ Πατρὸς ὡς προβολέως. Ὡς ὁ Υἱό; γάρ, φησί, ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς, πλήν γε δὴ τοῦ τρόπου τῆς ὑπάρξεως. Καὶ ὁ Γρηγόριος· «Φύσις δὲ τοῖς τρισὶ μία, ἔνωσις δὲ ὁ Πατὴρ ἐξ οὗ καὶ πρὸς ὅν ἀνάγεται τὰ ἑξῆς, οὐχ ὡς συναλοίφεσθαι, ἀλλ' ὡς ἔχεσθαι, ο Καὶ ὁ Νύσσης ἐν ς' τῶν Πρὸς Εὐνόμιον «Τοῦ Υἱοῦ, καθὼς εἴρηται, μεθ᾿ ἑαυτοῦ τὸ Πνεῦμα τῆς ζωῆς τε καὶ ἀληθείας ἐνδεικνυμένου.» Καὶ ὁ Κύριλλος, ο Συν ἧπται, φησί, πρὸς ἔνωσιν τῷ Υἱῷ τῷ τῆς ὁμοουσιότητος λόγῳ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται.» Καὶ ὁ Διονύσιος ῥίζαν μὲν ἀποκαλεῖ τὸν Πατέρα, βλαστοὺς δὲ ἡ ἄνθη τὰ ἐξ αὐτοῦ, οὐ τάξει τοιαύτῃ τινὶ καὶ ἐκ διαδοχῆς προϊόντα, ἀλλ᾽ ἅμα καὶ ἀμέσως, ἄμφω ἀλλήλων τι ἐχόμενα καὶ τῆς ῥίζης ὑπερφυῶς διὰ τὸ πάντη ἄϋλον καὶ τὸ ἄπειρον.» Τούτων οὕτως ὑποκειμένων, ὡς τῆς εὐσεβείας ἀρχῶν καὶ τῆς θεολογίας θεμελίων, οἷς ὁ λόγος τῆς ἀληθείας εποικοδομείται, καὶ τὸ ὑγιες δόγμα ἀνα φαίνεται, ὅτι ὁ Πατὴρ μόνος αἰτία καὶ πηγὴ καὶ ἡ τεῖται, θάτερον θατέρου πρότερον ἀποφαίνειν πεις ῥίζα καὶ ἀρχή. Τούτῳ γὰρ μόνῳ προσαρμόζονται τὰ τοιαῦτα κατὰ τὸν ἐκ Δαμασκοῦ θεοῤῥήμονα ὡς Ιδιότης αὐτοῦ. Καὶ κατ' οὐδένα τρόπον μεταπίπτουσιν οὐδὲ κοινοποιοῦνταί τινι τῶν ἐξ αὐτοῦ· ταῦτα γὰρ μόνον αἰτιατὰ ἐξ αὐτοῦ, καὶ οὐδέτερον τούτων συναίτιον τοῦ λοιποῦ τῷ Πατρὶ, καὶ οὐδαμῶ; θάτε ρον θατέρου, πρότερον οὐδὲ ὕστερον, ἅμα προϊόντα καὶ ἀμέσως ἄμφω, ἐχομένως καὶ συνημμένως· ὥστε εφηρμόσθαι μέν πως τῷ Υἱῷ τὸ Πνεῦμα κατὰ τὴν τῶν ὁμοίων τάξιν μόνον, ἐφηρμόσθαι δὲ τῷ πατρικάτα τὴν φύσιν καὶ τὴν αἰτίαν, ὡς ἐφήρμοσται καὶ ὁ Υἱὸς τῷ Πατρὶ τοῦ Κυρίλλου τοῦτο βοῶντος ἐν τοῖς Πρὸς Ἑρμεία». Αἱ θέσεις ἐκεῖναι καὶ αἱ προηγήσεις τῶν δυνά Διχῶς γὰρ λέγεται, φησίν, ὁ Υἱός, τουτέστιν ἐπιλέγεται τῷ Πατρὶ, καὶ τρίτον λέγεται τὸ Πνεῦμα, τουτέστιν ἐπιλέγεται τῷ Υἱῷ ἔκ τινος ἀκολουθίας· ἀκο λουθεῖ γὰρ Πατρὶ Υἱός, ὥστε καὶ Πνεῦμα Υἱῷ, καὶ δι' Υἱοῦ τῷ Πατρὶ, ἀλλ' οὐ λέγομεν ἢ τὸν Υἱὸν εἶναι δεύτερον, ἢ τὸ Πνεῦμα τρίτον, οἷς ἔπεται τὸν Υἱὸν μὲν ὕστερον εἶναι τοῦ Πατρὸς, πρότερον δὲ τοῦ Πνεύματος· καὶ ὅσα ἄλλα τὴν τῶν φύσεων εἰσάγει κατ' Ευνόμιον διαφοράν. Πολὺ δὲ διαφέρει τὸ, λέγοντά τινα πλείω τινά, τὸ μὲν λέγειν δεύτερον, τὸ δὲ τρίτον, καὶ τὸ λέγειν ὅτι τοῦτό ἐστι γ'· ὥσπερ οὐδὲ ταυτόν ἐστι τότε, ἐν οἷς ἡ τῆς αἰτίας τάξις ὁμολογουμένως ἐστὶ, τὸ αἴτιον τοῦ ἐξ αὐτοῦ προεπινοεῖν, κἂν ἅμα τῇ τε φύσει ὦσιν ὡς μίαν ἔχοντα φύσιν, καὶ τῷ νῷ διὰ τὴν ἀνα φορὰν, καὶ τὸ ἐν οἷς ἡ τῆς αἰτίας τάξις ἀμφισβη ρᾶσθαι, ἵνα καὶ ἡ τῆς αἰτίας ἐν αὐτοῖς τάξις ἀποδειχθῇ. Δεῖ γὰρ καὶ πρότερον ἐκεῖ καὶ τὸ ὕστερον ἑνὶ τῷ τῶν ἄλλων τρόπων ευρίσκεσθαι, χρόνῳ δηλονότι ή φύσει. Εἰ δὲ καὶ νῷ, οὕτως ἂν καὶ ἡ κατὰ τὴν αἰτίαν τάξις οὐκ ἂν ἐμφαίνοιτο ἐν αὐτοῖς. Αὐτὸς οὖν εἰπών, Οὐδαμῶς ἄλλο ἄλλου πρότερον, ἴσως εἴποι τις ἂν τῷ χρόνῳ, εὐθὺς αἰτίαν προστίθησι, δι' ἣν ὁ Πατὴρ πρότερον τοῖν δυοῖν, ὁ δὲ Υἱός τοῦ ἁγίου Πνεύματος. Οτι τάξις ἐστὶ, φησί, τῶν ὑποστάσεων διὰ τὰς προόδους, ὅτι τὸ γεννᾷν τοῦ προβάλλειν, καὶ τὸ γεννᾶσθαι τοῦ προβάλλεσθαι πρότερον, καὶ διὰ τοῦθ' οὕτω τετάχαται καὶ τὰ θεῖα πρόσωπα, καὶ
col. 1053–1054page 13 of 20
PG 158:1053ταῦτα κατὰ τὸ αὐτὸ νῦν τῆς ἀϊδιότητος ἅμα Πατρός ἡ γεννήσεως τῷ μὴ ἀντικεῖσθαι τῇ πνεύσει, ἵν' εξη ὄντος Υἱοῦ τε καὶ θείου Πνεύματος, ταύτας καὶ Θεὸς ἴσος τὸ Πνεῦμα Θεῷ τῷ Υἱῷ καὶ Πατρὶ, καὶ ὁ δήπου τὰς προηγήσεις και θέσεις οἱ ἐξ ᾿Αρείου καὶ Υιός ἴσος Θεὸς Θεῷ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ὡς Ευνομίου ὑποτιθέμενοι τὰς ἑξῆς φλυαρίας συνέρπροϊὼν καὶ αὐτὸς ἀξιοῖ, εἰ καὶ μὴ πρὸς τοῦτο συν ραπτον, ὡς δεδήλωται. Ας οὗτος ἀνανεοῦν οὐκ τείνει αὐτῷ τὰ λεγόμενα. ἀπαξιοί δήπου, τοιαῦτα τὴν Ἐκκλησίαν ἀξιῶν δέ χεσθαι δόγματα. Ιδωμεν δὲ καὶ τὸ ἑξῆς. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. ᾿Αλλὰ μὴν κἀκεῖνο τοῖς εἰρημένοις προσθεῖναι δίκαιον θεολογικώτατον δν, ὅτι ὁ Πατήρ εκάτερον τῶν θείων παράγει προσώπων, ἴσον ἑαυτῷ πάντη πάντως καὶ ὅμοιον, ταῖς αὐταῖς τῷ ἀριθμῷ τελειό τησι. Πάντα γὰρ ὅτα πρόσεστι τῷ Πατρὶ ἄνευ πατρότητος, καὶ ὅσαπερ εφαρμόττει τῇ θείᾳ πατρότη τι, καὶ ἄνευ πατρότητος ἅμα καὶ πνεύσεως, καὶ ὅσαπερ αὐταῖς κοινῶς ἐφαρμόττει, κοινὰ καὶ τοῖς ἐκ Πατρὸς εἶναι ὁ θεολογικός παραδίδωσι λόγος. ΑΓΑΛΛΙΑΝΟΣ. Εἰ δὲ συναίτιον τὸ Πνεῦμα τῷ Πατρὶ ἐν τῇ τοῦ Υἱοῦ γεννήσει, ἀσεβὶς ἂν εἴη λέγειν, καὶ τὸ συναίτιον λέγειν τὸν Υἱὸν ἐν τῇ τοῦ Πνεύματος προβολή τοιοῦτον δήπου. Ὁ δὲ θεολογικός λόγος οὐ πατρότητα και πνεῦσιν παραδίδωσι τὰ διακρίνοντα τὰς θείας αποστάσεις, ὥστε τῇ πατρότητι διακρίνεσθαι τοῦ Υἱοῦ τὸν Παν τέρα, εἶτα τῇ πατρότητι καὶ πνεύσει τοῦ Πνεύματ τος· οὐ γὰρ εὐσεβὲς ἔδοξε τοῖς θεολόγοις διακεκριμένα ταῦτα νοεῖν ἐν τῷ Πατρί. Μᾶλλον μὲν οὖν ἔδοξεν εὐσεβὲς, ἵνα τὸ μοναδικὸν τῆς αἰτίας είλιχρι νῶς κηρύττηται, καὶ μίαν γονιμότητα δεῖν νοεῖν ἐν τῷ Πατρὶ, ὡς μίαν ἀρχὴν αὐτὸν ὄντα, τῇ πρὸς τὰ προϊόντα παραθέσει διχαζομένων, ὡς δεδήλωται. Ἰδοὺ κατ' ὀλίγον ἐκρήγνυσι τὸν καρπὸν του λήμματος ἐκείνου, ὅτι ὁ γεννήτωρ προεπινοεῖται τοῦ προβολέως. Οὐκ ἀφίσταται δὲ καὶ τῆς κακουργίας, ἀλλ' ἐν μὲν τῇ Πατρὸς καὶ Υἱοῦ διακρίσει χωρίζει την πατρότητα τῆς πνεύσεως, ἐν δὲ τῇ Πατρὸς καὶ Πνεύματος συνάπτει πατρότητα καὶ πνεῦσιν· χωρίζει γὰρ ὡς πρότερον, ὅτε βούλεται τὴν πατρότητα, καὶ πάλιν συνάπτει κατ' ἐξουσίαν, ὡς ἂν ἐπ' αὐτῷ κείμενον, τὸν μὲν Υιόν προβολέα ποιεῖν, οὐ γεννήτορα δέ, τὸ Πνεῦμα μήτε προβολέα μήτε γεννήτορα, οὐκ εἰδὼς ὅτι ἢ καὶ ἄμφω δεῖ μὴ μετέχειν τῶν ἐν τῷ Πατρὶ προσόντων ὑποστατικῶν ὁπωσοῦν, εἴπερ ἐξαρκεῖ τῷ Πνεύματι πρὸς τὴν και τὰ φύσιν ἐνότητα ἡ τῶν θεοπρεπῶν κοινωνία τὰ γὰρ θεοπρεπή πάντα τῇ ὅλῃ θεαρχία πρόσεστι κατὰ τὸν θεοτελῆ λόγον, ὁ ἱερός φησι Διονύσιος, καίτοι μήτε γεννώντι μήτε προβάλλοντι ἢ είχε δεῖ διὰ τὴν ἀναγκαίαν κοινωνίαν τῆς φύσεως και τινος μετέχειν τῶν μὴ κοινῶν 8 πότερον οὐκ ἀντί κειται, δεήσει καθάπερ τῷ Υἱῷ τῆς πνεύσεως μέτε στιν, ὡς μὴ ἀντικειμένης αὐτῷ, οὕτω καὶ τὸ Πνεῦμα τῆς γεννήσεως, ὡς μὴ ἀντικειμένης αὐτῷ μετέχειν. "Αλλως γὰρ ἔν γε ταῖς κοινότησι θάτερον τῶν προαγομένων προσώπων ὑπερέξει θατέρου, καὶ ὁ τῆς ἰσότητος αὐτῆς οἰκήσεται λόγος. Εἰ δὲ ἀπὸ τῆς θέσεως τῆς τάξεως ἐπάξει τις τὸν λόγον τῷ προηγείσθαι λέγων τὴν γέννησιν τῆς προβολῆς, καὶ διὰ τοῦτο προϋφίστασθαι τὸν Υἱόν, εἶτα τὸ Πνεῦμα, κάντεῦθεν ἀδυνάτως ἔχειν τὸ Πνεῦμα κοινωνεῖν τῆς γεννητικής δυνάμεως - άλ λὰ ταῦτα βλάσφημα ἀπεδείχθησαν, καὶ αἱρετικῶν φρονήματα. Τοὐναντίον δὲ μᾶλλον ἀπέδειξαν οἱ θεολόγοι ταῖς σφῶν αὐτῶν χρήσεσιν, ας φθάσαντες ἐξεθήκαμεν, ὅτι συνημμένως καὶ ἐχομένως, καὶ μετὰ τοῦ Υἱοῦ πρόεισι τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν, ἣν ἐκ τοῦ Πατρὸς ἔχουσι δηλονότι, ὡς ποτὲ τὸν Υἱὸν δίχα τοῦ Πνεύμα τοῦ νοηθῆναι· κἀντεῦθεν ἀνάγκη ἦν, εἴπερ ἐκοινώνει τῆς πνεύσεως ὁ Υἱὸς τῷ Πατρὶ, τῷ μὴ ἀντικεί Δεῖ γὰρ πάντοθεν τὴν δυαρχίαν ἐκκλίνειν. Διὰ τοῦτο καὶ ὁ θεῖος Διονύσιος ὑπερούσιον γονιμότητα εἴρηκε τὸν Πατέρα, ὅπερ ἐξηγούμενος ὁ σοφὸς Μάν ξιμος λέγει, Γονιμότητα, φησί, τὴν πατρικὴν ὑπὲρ ἔννοιαν πρόοδον εἰς ἔκφανσιν τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ τῶν ἄλλων διδασκάλων ὁ μὲν της γαίαν θεότητα καὶ θεογόνον, ὁ δὲ καρπογόνον, ὁ δὲ αἰτίαν, ὁ δὲ ῥίζαν, ὁ δὲ ἀρχὴν, ὁ δὲ ἄλλο τι τῶν ισοδυνάμων λέγει τὸν Πατέρα. Διακρίνεσθαι δέ φασι τὰ θεῖα πρόσωπα, τὸν Πατ τέρα μὲν τῶν ἐξ αὐτοῦ τῇ κατὰ τὸ αἴτιον καὶ αίτια τὸν διαφορᾷ, τὰ δὲ ἐξ αὐτοῦ ἀλλήλων τῷ τρόπῳ τῆς σφῶν αὐτῶν ὑπάρξεως, ήτοι τῷ λόγῳ τῆς ἑκατέρου αἰτίας, τῷ γεννητῷ δηλονότι καὶ τῷ ἐκπορευτῷ. Ἐπὶ τῶν ἡμετέρων γὰρ ὅρων, φησίν, ιστάμενοι τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητὸν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ως πού φησιν αὐτὸς ὁ θεολόγος. Ταῦτ' οὖν εἰσιν & παραδίδωσιν ὁ θεο λογικός λόγος· δ δέ φησιν οὕτως οὐδαμῶς, ὅτι δ' ἄνευ τῶν ἰδιοτήτων, πάντα τὰ ἄλλα κοινὰ τοῖς τρισί καὶ λίαν ἀληθὲς, καὶ παραδεδομένον κοινῇ, καὶ παρὰ πάντων ὁμολογούμενον. Εξής δέ φησι ΑΡΓΥΡΟΠΟΥΛΟΣ Αὐτὰ μὲν γὰρ ἤτοι πατρότης, καὶ πατρότης ἅμα αὖ πάλιν πατρότης τε καὶ πνεῦσις σχέσεις εἰσὶ μόν καὶ πνεῦσις καὶ ὅσα παρέπεται τῇ πατρότητι, καὶ νον, οὐ τελειότητες, ὥσπερ καὶ ἡ υἱότης, καὶ ἡ ἐπ τῷ Πνεύματι πνεῦσις. ΑΓΑΛΛΙΑΝΟΣ. Πρὸς ὅ φαμεν ὅτι πατρότης καὶ πνεῦσις ἐν τῷ Πατρὶ, ἱατέον γὰρ τὴν πατρότητος άλογον έκανα δίπλωσιν, οὐ σχέσεις μόνον εἰσὶν, ἀλλὰ καί τινα τι λειοτάτων ἔχουσι τάξιν. Σχέσεις γὰρ εἰσιν ὡς ἀνα φοραί. Ὡς δὲ προσώπου συστατικαὶ καὶ τελειότητές πώς εἰσιν οὐ τῆς φύσεως, ἀλλὰ τοῦ κατ' αὐτὸς υφισταμένου προσώπου, καὶ ὥσπερ εἶδος ἀτομικών, Εἰ δὲ ἐξ ἀμφοῖν τὸ πατρικὴν ὑφίσταται πρόσωπον, ἑκάτερον δὲ τῶν προαγομένων ἐκ μιᾶς τῆς ἀντικειμένης, θαυμαστὸν μὲν ὑπερφυῶς, ἀλλὰ τῆς πίστεώς σθαι τῇ γεννήσει, κοινωνεῖν καὶ τὸ Πνεῦμα τῆς
col. 1055–1056page 14 of 20
PG 158:1055ΑΓΑΛΛΙΑΝΟΣ, ἐστιν ὑπόθεσις, ἣν μετ᾿ εὐλαβείας ἀποδέχεσθαι χρή, δύναμιν τῆς γὰρ αὐτῆς οὐσίας τὰ πρόσωπα, καὶ οὐ λόγῳ ταύτην ἀνθρωπίνῳ διορθουμένους παρανο τὰς αὐτὰς ἔχει δήπουθεν τελειότητας. μεῖν εἰς τὰ μέγιστα, καὶ ἵνα μόνον ἐν εἴπωμεν μόνον υποστατικὸν τοῦ Πατρὸς τὴν πατρότητα, καὶ οὕτω τὴν προβολὴν ἢ τὴν πνεῦσιν κοινοποιήσωμεν τῷ Υἱῷ, ἐπεισοδιώδές τι καὶ παρέλκον αὐτὴν ἀπο φαίνειν· ὅπου γε οὐδὲ τοὺς διδασκάλους εὑρίσκομεν διακεκριμένως, καὶ ὡς δύο ταῦτα νοοῦντας ἐν τῷ Πατρί, ἀλλ' ὡς μίαν υποστατικήν ιδιότητα, ή προσωπικήν τελειότητα, ἀποδιδόντας αὐτῷ τὴν πατρότητα, ἢ τὴν καρπογονίαν, ἢ τὴν θεογονίαν, ἢ τὴν αἰτίαν, ή τι τῶν λοιπῶν. Οὐδὲ γὰρ εἰκῇ Γρηγόριος τὸ Πατὴρ ὄνομα εἰς γεννήτορα ἀντέπτυξε καὶ προδοῦ λέα. Ἐν μὲν γὰρ τῇ πρὸς τὸν Υἱόν παραθέσει δηλοί τὸν γεννῶντα· ὅταν δὲ ἁπλῶς λέγηται Πατήρ, ὡς αἴτιον, φησί, τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης θεότητος ἐκλαμβάνεται· διὰ τοῦτο καὶ μένος Πα τὴρ, ἤτοι μόνος αἴτιος καὶ οὐ μετὰ συζυγίας, Ὡς τοίνυν ὑφιστῶσαι τὸ πατρικὸν πρόσωπον, πατρότης καὶ προβολή, & δὴ κοινῶς αὖθις ὑπὸ τῷ τῆς πατρότητος, ἢ καὶ βούλει γε, τῷ τῆς ἀγεννησίας ονόματι τὸ πατρικὸν χαρακτηρίζουσι πρόσωπον καὶ τελειότητες εἰσι τοῦ πατρικοῦ τρόπον τινά, οὐ γὰρ μόνον τῆς φύσεως τελειότης ᾗ ἐστιν ἁπλῶς ὁτιοῦν, ἀλλὰ καὶ τῆς ὑποστάσεως ᾗ ἐστι τόδε τι· διὸ καὶ ἰδιό τητας οι διδάσκαλοι τὰς μὲν τῆς θείας καλοῦσι φύσεως, τὰς δὲ ἑκάστης τῶν ὑποστάσεων. Ὡς γοῦν τελειότητές τινες οὖσαι αἱ ὑποστατικαί ιδιότητες, ῇ εἰσι συστατικαὶ προσώπων, καὶ ἀρχαὶ τῶν ἐνερ γειῶν, εἰσὶ καὶ τῶν δυνάμεων καὶ προόδων ἔτι, είτε τῶν ἐνεργετικῶς, εἴτε τῶν παθητικώς νοουμένων, καὶ οὕτως εἰ τὸ πατρι κὸν ὑφίστησι πρόσωπον ἐν τῷ ἀκοινωνήτῳ εἶναι ἡ θεογονία καὶ ἡ πατρότης, καὶ ἡ τῆς θεότητος ἀρχὴ καὶ τὸ αἴτιον, καὶ ὅ τι βούλοιτο τις τῶν τοιουτοτρόπων, ὧν ἕκαστον σαφηνείας ένεκα εἰς πατρότητα καὶ πνεῦσιν διαιρούμεν, τὰς εἰδικῶς λεγομένας διὰ τὰ προαγόμενα. Ἡ δὲ ὑποστατική ἰδιότης ἀρχὴ τῶν τοῦ προσώπου ἐνεργειῶν ἐστι καὶ δυνάμεων, ᾗ τοιάδε πρόσωπόν ἐστι, ἐκείνης οὔσης ἀκοινωνήτου, καὶ ταῦτα πάντα ἀκοινώνητα είναι χρή. Καὶ τῶν μὲν ἰδιοτήτων τῆς φύσεως κοινωνουμένων τοῖς ἐκ Πατρός, ἀληθές ἐστιν εἰπεῖν, ὅτι τῷ τρόπῳ διενήνοχε μόνον· καὶ τῷ μὲν Πατρὶ πηγαί ὡς καὶ ἀναιτίως καὶ τὰ τοιαῦτα, ἀγαθότης γὰρ καὶ σοφία και δημιουργικὴ δύναμις καὶ τὰ τοιαῦτα ἐν εἰσιν ἀριθμῷ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύμα τι, μετά ταύτης μέντοι τῆς εἰρημένης διαφορᾶς, ὅτι ἐκεῖθεν εἰσιν αὐτοῖς συμφυῶς· τῶν δὲ τῆς ὑποστάσεως ἰδίων ἀκοινωνήτω; ὄντων ἐν τῷ Πατ τρὶ κόμπος ἄλλος καὶ κτύπος μόνον ἐκεῖνα πάντα τα βήματα, όσα συμφορήσας ἐκτέθεικεν. Ἔνθεντοι καὶ ὡς ἐληλεγμένα καὶ τοῖς πρόσθεν είρη μένοις, ἑστέον ἡμῖν ἐστιν αὐτὰ συντομίας φρον τίζουσιν, ΑΡΓΥΡΟΠΟΥΛΟΣ, Παράγων τοίνυν ὁ Πατὴρ τὸν Υἱὸν δίδωσιν αὐτῷ τὴν θείαν οὐσίαν, καὶ ὅσαι πως αὐτῆς τελειότητες, ὥστε καὶ τὴν γεννητικὴν καὶ τὴν προβλητικὴν ἅμα Ρ Ὑπέρευγε. Καὶ πῶς, ὦ θαυμάσιε, γεννητικὴν ἄρα καὶ προβλητικὸν τὸ πρόσωπον τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος; "Η ἔσται τι γεννητικὴν δύναμιν ἔχον, οὐ γεννητικὸν, ἢ γεννητικόν τι ἔσται, ἐν ταῖς θείοις γεννῶν δὲ οὐδέποτε, ἀλλὰ ψεῦδός ἐστι τὸ καθόλου. Δίδωσι μέντοι τὴν θείαν οὐσίαν αὐτοῖς ὁ Πατήρ, καὶ ὅσαι τῆς φύσεως τελειότητες, οὐ μὴν τὴν γεννητι τὴν ἢ προβλητικὴν δύναμιν· οὐ γάρ τε φύσεως ἁπλῶς εἰσι τελειότητες, ἀλλὰ τοῦ πατρικοῦ προσώπου ὡς ἰδιότης αὐτοῦ· διὸ καὶ ἀκοινωνήτως εἰσὶν ἐν τῷ Πατρὶ, ὡς δέδεικται. Τὰ γὰρ θεοπρεπῆ μόνο ὅλῃ τῇ θεαρχίᾳ πρόσεστι, καὶ τὰ ὅλῃ τῇ θεαρχία πρέποντα ταῦτ᾽ ἂν εἶεν αἱ θεοπρεπείς τελειότητες. Οσα δὲ αὖ μὴ ὅλῃ θεαρχία πρόσεστι, προσωπικαί εἰσιν ἰδιότητες· καὶ ἅπερ ἰδίως ἐνὶ πρέπει προσώπῳ, οὐκ ἂν τῆς φύσεως λέγοιντο τελειότητες, ἐπεὶ τὰ θεῖα πρόσωπα πάντα αὕτη διαλαμβάνει, ἀλλὰ μᾶλλον ὡς ἐν τῷ προσώπῳ εἰσὶν ἐκείνῳ, καὶ οὕτως ἂν εἶεν μᾶλλον προσωπικοί. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. ᾿Αλλὰ μὴν ὅθ᾽ Υἱὸς παρήγετο ἐκ Πατρός, οὐ νοεῖται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ὡς προβολέως παράγεσθαι· προεπινοεῖται γὰρ ὁ Πατήρ Πατὴρ, τοῦ προβολέως ᾗ προβολεὺς, ὡς ἐλέγετο. ΑΓΑΛΛΙΑΝΟΣ.. ᾿Αλλὰ τοὐναντίον ἀπέδειξεν ὁ λόγος, ὅτι τοῦ Υἱοῦ προϊόντος ἐκ τοῦ Πατρὸς ᾗ γεννήτωρ ἐστὶν ὁ Πα τὴρ, ἅμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ αὐτοῦ Παν πρὸς ὡς προβολέως πρόεισι. Καὶ ἐν τῷ Πατρὶ μὲν ὁ γεννήτωρ οὐ προεπινοεῖται ᾗ ἐν Πατρὶ, ἀλλὰ διότι τὸν Υἱὸν τοῦ Πνεύματος προσπινοοῦμεν ἐκ τῆς τῶν ὀνομάτων ἀκολουθίας τοῦ πατρικοῦ τε καὶ υλικοῦ συνελκομένης της γενικῆς τοῦ Πατρὸς σημα σίας, ἢ σημαίνει τὸν αἴτιον, εἰς τὴν εἰδικὴν ᾗ βού λεται τὸν γεννῶντα. Ἐντεῦθεν καὶ τὸν γεννήτορα τοῦ προβολέως προεπινοοῦμεν. Δεῖ γὰρ ᾧ πρὸς τὸ ἐπινοούμενον ὁ Πατὴρ πρόσωπον ἀναφέρεται, τοῦτο καὶ ἐν τῷ Πατρὶ προεπινοεῖν ἡμᾶς τοῦ ᾧ πρὸς τὸ λοιπὸν ἀναφέρεται, ὡς ἂν οἰκείως πάντα ἀποδιδοῖ το, κἂν ταῖς προεπινοίαις αὐταῖς. Καὶ μηδὲν ἀπᾷ δον ταῖς ἰδιότησι τῶν προσώπων συμβαίνει διὰ τὸ μὴ δύνασθαι τὰ ἅμα ὄντα καὶ προϊόντα νοεῖν ἅμα καὶ λέγειν, ἀλλ' ἐφεξῆς, ὅς ἐστιν ὁ τρόπος τῆς ἡμε τέρας νοήσεως, οὐ διὰ τὸ τὴν γεννητικήν δύναμιν φθάνειν ἐν τῷ Πατρὶ τελειουμένην τῷ ἔργῳ πριν ἂν ἐν αὐτῷ, καὶ ἡ προβλητικὴ ἔργῳ τελειωθῇ. Ο δὲ πέπονθε θαυμάσιον οἷον • προεπινοεῖ γὰρ ἐν Πα τρὶ τὴν πατρότητα τῆς προβολῆς, ὡς καὶ ἐν Πατρί τῷ προτέρῳ καὶ ὑστέρῳ διακρινομένα; δήπου, καὶ τάξει τὴν μὲν προηγείσθαι, την δ' ἐπιγίνεσθαι πιο στεύει ἀκολούθως τῇ τάξει τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν κατ' αὐτὸν, ὅπερ ἐξέβαλλεν αὐτὴν εἰς τὸ μηδὲ ἅμα εἶναι πατρότητα καὶ προβολὴν ἀπο φαίνεσθαι, διὰ τὸ μὴ εὐσεβῶς ἐκεῖνο τιθέναι· οὐ
col. 1059–1060page 15 of 20
PG 158:1059ΑΓΑΛΛΙΑΝΟΣ. Πάντα μὲν οὖν τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ κοινὰ καὶ τῷ Πνεύματι. Καὶ κοινὸν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὸ μὴ γεγονέναι καὶ ἡ θεότης, Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρὸς εἶναι· ἦν δ᾽ ἂν κοινὸν τῷ Υἱῷ τὸ προβάλλειν, εἰ ἦν καὶ τῷ Πνευ ματι. Οὐκ ἔστι δὲ, ἀλλ᾽ ἴδιον τῷ Πατρί· τὰ δὲ ἴδια ἀκοινώνητα. Ωστε οὐδὲν αὐτῷ λυσιτελεῖ ὁ διορισμὸς οὗτος τῶν κοινῶν, πλήν κόμπου μόνον προς ἐξαπάτην τῶν ἁπλουστέρων. τί γενοιτ' ἂν χεῖρον; ᾧ δὴ σύμφωνα καὶ τὸ ὅτε παρήγετο ὁ Υἱὸς, καὶ τὰ τοιαῦτα εὐσεβέσιν ἀκοαῖς οὐ φορητά. Καὶ γὰρ καὶ ὁ θεῖος ἐν θεολόγοις Γρη γύριος βιασθεὶς ἀποκρίνασθαι πρὸς τὰς τῶν αἱρετικῶν ἐρωτήσεις ὡς ἐν τῷ α' διέξεισι τῶν περὶ Υἱοῦ, Πότε γεγένηται ὁ Υἱὸς, καὶ πότε τὸ Πνεῦμα ἐκπεπόρευται, πυνθανομένων, ὑπὲρ τὸ πότε, ἀπεκρίνατο Εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν, ἔφη, ὅτε ὁ Πατὴρ οὐ γεγένηται, καὶ ὅτε ὁ Πατήρ οὐκ ἐκπεπόρευται, ἀλλὰ γεγένηται ὑπὲρ χρόνον καὶ ὑπὲρ λόγον. Εἶθ' ὥσπερ τὸν λόγον ἀποδιορθούμενος ὁμολογεῖ βεβιάσθαι. Τὸ γὰρ ὅτε φησὶ καὶ πρὸ τοῦδε καὶ μετὰ ταῦτα καὶ ἀπαρχῆς οὐκ ἄχρονα κἂν ὅτι μάλιστα βιαζώμεθα. Εἰ οὖν ἐκεῖνος δ' τοιοῦτος καὶ τηλικοῦτος θεολόγος τῷ ὅτε χρησάμενος καὶ ταῦτα μεθ' ἑτέρων, β μεθ' ὧν ἐπιπλέον ἀναίρεσιν δηλοῖ ἡ θέσιν, οὐδ' οὕτω θαῤῥεῖ πόρρω τυγχάνειν αἰτίας ἐν τῇ τοῦ ὑπὲρ χρόνον παραστάσει χρονικὴν ἔμφασιν εἰσαγαγών, ὁ παρών οὗτος θεολόγος, τίνι θαῤῥῶν, τῷ, Οτε παρήγετο ὁ Υἱός, καὶ τῷ, Οτε ὁ Πατήρ παράγει το Πνεῦμα, καὶ τῷ πρότερον, Ο Πατήρ παράγει τὸν Υἱὸν τοῦ Πνεύματος, ἐχρήσατο, & σαφέστατα τὰς ἀϊδίους καὶ ὑπερχρόνους ἐκείνα; προόδους ἐν χρόνῳ γίνεσθαι παριστάνουσιν; "Η τίς αὐτὸν ἐξαιρήσεται λόγος τοῦ δεινοῦ τούτου ἀσεβήματος, χρονικὰς τὰς θείας προόδους, τὴν γέννησιν δηλαδὴ καὶ τὴν ἐκπόρευσιν, οἷς λέγει τιθέμενος; ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Οὐκοῦν καὶ ὁ Υἱὸς δθ᾽ ὁ Πατὴρ ὡς προβολεὺς παράγει τὸ Πνεῦμα τὸ ἅγιον, τὴν αὐτὴν σχέσιν παρὰ Πατρὸς διὰ γεννήσεως δύναμιν τὴν προβλητικὴν δηλαδὴ συνεπινοηθήσεται τῷ Πατρὶ πρὸς τὴν τοῦ Πνεύματος πρόοδον μίαν οὖσαν ἐκ Πατρὸς δι' Υἱοῦ δηλαδὴ μια δυνάμει τε καὶ ἀρχῇ τῇ ἐν Πατρὶ καὶ Υἱῷ.. ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ τίς ἀνάγκη τοῦτο ποιεῖ; Οὔτε γὰρ χρόνος ἐκεῖ μεσιτεύει, οὔτε ἦν φησι προβλητικὴν δύναμιν κοινοποιεῖσθαι τῷ Υἱῷ δυνατόν ἐστι τῆς ἰδιότητος οὖσαν τοῦ Πατρὸς, ἤδη διὰ τῶν ἁγίων ἀποδέδεικται. Οθεν καὶ τὸ δι᾽ Υἱοῦ διαπέπτωκεν αὐτῷ. Οὐ γὰρ δύναται δηλοῦν τὴν ἐν Πατρὶ καὶ Υἱῷ μίαν ἀρχὴν, αἰτίαν τῆς προόδου τοῦ Πνεύματος. Πῶς γὰρ ἐπειδὴ οὔτε συναίτιος ὁ Υἱός εὑρίσκεται καὶ συμπραβολεύς, ἢ προβολεύς τε καὶ αἴτιος, οὔτ᾽ ἀνάγκη τις ἀνωτέρα συναλοιφής ή δυαρχίας, και τῶν ἄλλων δεινῶν τῶν συνεζευγμένων τῷ δόγματι, ὥστε ἄλλο τι βούλεται τὸ δι' Υἱοῦ οὐ τὴν αἰτίαν δη λοῦν; Τί ἔτι; ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Μια δηλαδὴ δυνάμει τε καὶ ἀρχῇ τῇ ἐν Πατρὶ καὶ Υἱῷ, ἐν μὲν· ἐκείνῳ πηγαίως οὔσῃ, καὶ ἀνάρχως, καὶ μὴ παρ' ἄλλου, ἐν δὲ τῷ Υἱῷ διδομένῃ διὰ γεννήσεως ἐκ Πατρὸς, ὡς ἐξ ἀρχῆς ἀνάρχου καὶ πηγῆς καὶ αἰτίας, ἐξ ἧς ἑκάτερα πρόεισιν Υιός τε καὶ Πνεῦμα ἅγιον, ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Ωστε τὸ Πνεῦμα τὸ ἅγιον εἰκότως ἐκ Πατρὸς ἐχε πορεύεσθαι λέγεται δι᾿ Υἱοῦ κατὰ τὴν ξυνεπτυγμέ την θεολογίαν. ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ πῶς συνεπτυγμένη θεολογία τῷ δι' Υἱοῦ; Ἀνεπτύχθη γὰρ ὑπὸ Λατίνων, τῷ ἐξ Υἱοῦ, εἴπερ οἱ Λατίνοι εὐθυνόμενοι ἐν τῷ καὶ ἐξ Υἱοῦ, ἐπὶ τὸ δι᾿ Υἱοῦ καταφεύγουσι, καὶ τοῦτο ἀπολογίαν ποιοῦνται τοῦ δόγματος. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Ποίαν μέν τινα καὶ ταύτην καὶ πῶς ἔχουσαν, οὐ χρεία λέγειν ἐν τῷ παρόντι, καὶ ὅπως παρεξηγοῦνται τὸ δι᾽ Υἱοῦ. Ἀλλ᾿ ἀρκεῖ τοσοῦτον ἐνταῦθα λέγειν, ὅτι ὡς ἐπισαφέστερον τὸ δι' Υἱοῦ καὶ γνωριμώτερον καταφεύγουσι, καὶ μᾶλλον ἀνεπτυγμένον. ΑΓΑΛΙΑΝΟΣ. Η εξεστί σοι λέγειν ἃ βούλει, καὶ τὰ ἀνεπτυγμένα συνεπτυγμένα καλεῖν, ἐπειδὰν βουληθῇ, καὶ τούν αντίον αὖ. Αλλ' ἀρκεῖ ἡμῖν ὁ Κύριλλος δείξαι, ποῦ τὸ συνεπτυγμένον μᾶλλον ἐστιν, ἔνθα λέγει τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ἢ ἐκ Πατρὸς δι' Υἱοῦ προχεί μενον Πνεῦμα. Η ὁ Κύριλλος ήγνόησεν ἀντὶ τοῦ ἀναπτύσσειν, μᾶλλον συμπτύσσων, ἢ ἄλλως δεῖ ἔχειν τὸ δι' Υἱοῦ πρὸς τὸ ἐξ ἀμφοῖν, ἢ τὸ καὶ ἐξ Υἱοῦ ἐν τῷ λόγῳ περὶ τῆς ἀἰδίου προόδου τοῦ Πνεύματος καθ' ὑμᾶς, καὶ ἄλλως ἔν τε περὶ τῆς τοῦ Πνεύματ τος μεθέξεως ἐκ Πατρὶς δι' Υἱοῦ γινομένης, περὶ ἧς καὶ ἐκεῖ Κύριλλος πραγματεύεται, τόγε εἰς τὸν τοῦ σαφεστέρου καὶ ἀσαφεστέρου λόγον. ᾿Αλλὰ τοῦτο μὲν εἰς τοσοῦτον. Πῶς δὲ καὶ οὐ λέγεται ποτε δι' Υἱοῦ ἐκπορεύεσθαι ἁπλῶς, ὥσπερ καὶ δι' Υἱοῦ γεγεννῆσθαι τὰ ὄντα λέγεται; "Η δῆλον ὅτι ἐκεῖ μὲν εὐσεβές ἐστι λέγειν μίαν εἶναι δύναμιν δημιουργικὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ χώραν ἔχει ὁ διορισμὸς ἐκεῖνος, καὶ κοινοποιεῖται μὲν ἡ δύναμις τῷ Υἱῷ, κοινοποιεῖται δὲ δι' αὐτὸ καὶ τῷ Πνεύματι, καὶ διὰ τοῦτο ἐκ Πατρὸς δημιουργηθῆναι λέγεται ἡ κτίσις καὶ ἐξ γιοῦ, καὶ ἐκ Πα τρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι, καὶ ἕκαστον τῶν τριῶνπροσώπων δημιουργὸς καὶ ἅμα εἷς πάντα δημιουργὸς, καὶ οὐδὲ ἐκ μόνου τοῦ Πατρὸς ἔχει χώραν λέ γειν εἶναι τὴν κτίσιν, διὰ τὸ τὴν δύναμιν τοῦ δη μιουργεῖν, οὐχ ᾗ Πατρὶ προσήκειν τῷ Πατρὶ, ἀλλ' ᾗ Θεῷ, εἷς δὲ Θεὸς ἡ Τριάς· ἐνταῦθα δὲ οὐχ οἷόν τε λέγεσθαι μίαν δύναμιν προβλητικὴν ἐν Πατρὶ καὶ Υἱῷ μὴ κοινὴν οὖσαν καὶ τῷ Πνεύματι· εἴη γὰρ δεν.
col. 1061–1062page 16 of 20
PG 158:1061αὐτὸ ἑτέρας οὐσίας, λειπόμενον τῆς κοινῆς δυνάμεθεότης. Καὶ ὁ μέγας Αθανάσιος ἐν τῷ Κατὰ 'Αρεια ως. Καὶ διὰ τοῦτο οὐδὲν δεινὸν ἐκ μόνου τοῦ Πατρὸς λέγειν τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ τὸ προβάλλειν, ὥσπερ καὶ τὸ γενναν τῷ Πατρὶ μόνῳ προσήκει ἢ ἀγεννήτῳ καὶ θεογόνῳ καὶ ἀρχῇ καὶ εἴ τι τοιοῦτον οὐ γὰρ εἶ; αἴτιος ἡ Τριάς, ἔνδον ἐν τῇ θεότητι δη λαδὴ ὡς εἰς δημιουργὸς τῆς κτίσεως, διὰ τοῦτο εἰς αἴτιος ὁ Πατὴρ μόνο;· οὐ γὰρ μετὰ συζυγίας κατά τὸν Θεολόγον Γρηγόριον, ἀλλ᾽ οὗτος τὴν ἐναντίαν δή που τοῖς ἁγίοις φερόμενος. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Οὐδὲ γὰρ ἐκ μόνου Πατρός, ἵνα μὴ νομίζοιτο ὁ Υἱὸς αὐτῷ ἀνόμοιος, μὴ τὰς αὐτὰς ἔχων τελειότητας τῷ Πατρί. Καὶ διὰ τοῦτο μηδ' ὁμοούσιος, ὅπερ οὐ δαμῶς ἀπέοικε τῇ τοῦ ᾿Αρείου αἱρέσει τὸν Υἱὸν ἀλ λοτριούσῃ τῆς θείας φύσεως τοῦ Πατρός. ΑΓΑΛΛΙΑΝΟΣ. Αλλ', ὦ 'τάν, οὐ τὸν Υἱὸν ἠλλοτρίου μόνον τῆς θείας ὁ Αρειος φύσεως, ἀλλὰ καὶ τὸ ἅγιον Πνεῦμα. Μακεδόνιος δὲ οὐδὲν ἧττον αἱρετικὸς ἢ ὁ ᾿Αρειος περὶ τοῦ Πνεύματος μόνου τοῦτο νοσῶν. Εἴπερ οὖν ἡμεῖς Ἀρειανοὶ καὶ συγχωρούντες τῷ Υἱῷ τὰς τοῦ Πατρὸς τελειότητας, ἃς ἴσως καὶ φυσικὰς εἶναι πιο στεύεις, σοὶ πάντως οὐχ ὑπολείπεται λόγος ᾧ δια δράσεις τὴν Μακεδονίου μανίαν. Ἀλλ᾿ ἡμῖν εὐλό γους ἀποδιδοῦσι τοὺς περὶ τούτου λόγους, κἀκ τῶν ἁγίων κυρουμένους, ἔνεστι ῥᾳδίως τὸ ἔγκλημα δια λύσασθαι. Σὺ δὲ τοιαύτῃ θέσει ενισχημένος καὶ οὕ τως ἔχειν οἰόμενος ὡς ὑποτίθης τοὺς λόγους, οὐχ οἷός τε ἔσῃ ποτὲ τὸν Μακεδονισμὸν ἐκφυγεῖν. Αὐτὸς γὰρ ἀπεφήνατο πρότερον, ὡς ὧν αἱ δυνά μεις διάφοροι, καὶ αὐτὰ ἂν εἶεν ταῖς οὐσίαις διαφορὰ. Εἰ οὖν ὄντως οἴει δεῖν προσεἶναι τῷ Υἱῷ τὰς δυ νάμεις καὶ τελειότητας τοῦ Πατρὸς, πᾶσα ἀνάγκη προσεῖναι καὶ τῷ Πνεύματι. Εἶτα ἔσται ὁ Υἱὸς γεν νητικὸς καὶ προβλητικός. Ομοίως δὲ καὶ τὸ Πνεῦμα γεννητικὸν καὶ προβλητικὸν, κἂν εἰ μὴ εἰκῇ γεννῶν ἑκάτερον καὶ προβάλλον. Εἰ δὲ ὁ Υἱός ενεργήσει κατὰ τὴν ἑκατέραν, τὸ δὲ Πνεῦμα κατ' ουδετέραν, ὁ δὲ Πατήρ κατ᾽ ἄμφω, ὧν δὲ αἱ ἐνέργειαι διάφοροι, καὶ αὐτὰ ἂν εἴη ταῖς οὐσίαις διάφορα, καὶ πολλῷ μᾶλλον ὡς καὶ τῶν δυ νάμεων, ἕνεκά γε τῶν ἐνεργειῶν οὐσῶν· σκόπει, πολ τὸ πρᾶγμα ἥξει. Ωστε οὐ μόνον Μακεδόνιος, ἀλλὰ καὶ ᾿Αρειος αὐτὸς ἀναπέφηνας, καὶ οὐδεὶς ἐξαιρήσε. ται σε λόγος τοῦ δεινοῦ τούτου. Ἡμεῖς δὲ τό τε γεννᾶν καὶ τὸ προβάλλειν τελει τητας υποστατικάς φαμεν τοῦ πατρικοῦ προσώπου, ὡς τῇ οὐσίᾳ μὴ συνούσας τοῦ Πατρὸς, ἀλλ' ᾗ ἐστιν ἐν Πατρὶ αὕτη, ιδιότητα αὐτοῦ πρὸς τῶν θεολόγων ἀκούοντες τὴν ἀρχὴν, καὶ τὸ θεογόνον, καὶ τὴν καρπογονίαν, ἐν οἷς γεννᾶν καὶ προβάλλειν ἐστὶ, καὶ διὰ τοῦτο ἀνάγκη μηδέτερον τούτων, ἢ γοῦν τὸ γεν ναν ἢ τὸ προβάλλειν, μηδ' ἑτέρῳ κοινοποιεῖσθαι τῶν ἐξ αὐτοῦ προσώπων, ἀλλ᾽ αὐτῷ μόνῳ προσ εἶναι. Τὰ γὰρ θεοπρεπῆ πάντα τῇ ὅλῃ θεαρχίας πρόσ εστιν, οἷς σύμφωνος Γρηγόριος κοινόν λέγων Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὸ μὴ γεγονέναι καὶ ἡ ς νῶν πρώτῳ, ο Φέρε τοίνυν ίδωμεν, φησί, τὰ τοῦ Πατρός, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν εἰ αὐτοῦ ἐστιν, Αϊδιός ἐστιν ὁ Πατήρ; ἀθάνατος, βασιλεύς, δυνατός, φῶς, παντοκράτωρ, Θεός, Κύριος, κτίστης καὶ ποιητής. Ταῦτα δεῖ εἶναι ἐν τῇ εἰκόνι, ἵνα ἀλη θῶς ὁ τὸν Υἱὸν ἑωρακὼς ἴδῃ τὸν Πατέρα. Εἰ οὖν ᾔδεισαν οἱ ἅγιοι ἀκινδύνως ἔχειν τὸ αἴτιον ἢ συναίτιον τῷ Πατρὶ πιστεύειν τὸν Υἱὸν, καὶ ἐκ τού του περιγίνεσθαι αὐτῷ τὴν ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸν Πατέρα, ἐν τίσιν ἄλλοις ἀγῶσι τούτῳ ἂν ἐχρήσαντο; ἢ πόθεν ἄλλοθεν ἐν τοῖς κατὰ Νεστορίου λόγοις ἐπεχείρουν ἂν πρότερόν τε καὶ γενναιότερον ἢ ἐκ τούτου, ἀλλ' οὐδαμοῦ τῶν τοιούτων λόγων πολλῶν ὄντων τοιοῦτόν τι εὑρίσκεται, δ οὐχ ὡς ἀν Ισχυρον παρώφθη, οὐδ᾽ ὡς ἐν παρέργῳ τῆς χρείας δν. Εἰ γὰρ ἦν ἀληθὲς, πάντων ἂν ἦν ἰσχυρότερόν τε καὶ προυργιαίτερον. Αλλα δὲ μυρία τις εὑρήσει ἐν ταῖς τῶν ἁγίων γραφαῖς, ἢ τὸ ὁμοούσιον τῇ ὑπερ ουσίῳ Τριάδι κατασκευάζουσιν ἀπὸ τῶν θεοπρεπών ἀξιωμάτων κοινῶν ὄντων, οὐδαμοῦ δὲ ἀπὸ τῶν ὑπο στατικῶν τελειοτήτων καὶ τῶν ἰδιοτήτων· οὐ γὰρ πεφύκασι κοινοποιεῖσθαι· μᾶλλον μὲν οὖν αἱρέσεων καὶ βλασφημίας ἔδοξεν ἀρχὴ τοῦτο τοῖς ἁγίοις, ὅθεν καὶ πάντες ἀπεπήδησαν τούτου ὡς ἀπὸ πυρός. Εἰ τοίνυν μόνη πηγὴ τῆς ὑπερουσίου θεότητός ἐστιν ὁ Πατὴρ καὶ ἰδιότης αὐτοῦ ἐστι τὸ εἶναι ἀρχὴ καὶ αἰτία τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης θεότητος, καὶ μόνος αίτιος κηρύττεται, ἐξ αὐτοῦ δὲ ἐστι τὸ Πνεῦμα καὶ οὐχ ἑτέρωθεν, ἐκ τοῦ Υἱοῦ γὰρ τὸ Πνεῦμα οὐ λέγομεν· δέον οὐδέν ἐστιν εὔλογον μὴ νομισθείη τις Αρειανός, ἐκ τοῦ Πατρὸς μόνου λέο γων ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ εἰ καὶ λίαν εὐσεβὲς καὶ τῇ τῶν διδασκάλων θεολογία σύμφωνον τὸ λεγόμενον; Αὐτὸς δὲ ἄρα ὁ λίαν δεδιὼς καὶ ἐκκλίνων τὸ τῆς οὐσίας ἀνόμοιον, καὶ λίαν τῷ τοιούτῳ κρημνῷ δι' ὧν ἐπινενόηκας περιπέπτωκας. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Διὰ τοῦτο οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ ἡ καθολικὴ ζ' σύνοδος ἐκ τοῦ Πατρὸς ἀπεφήνατο δι' Υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα, οὐχ ὡς αἰτίου τοῦ Υἱοῦ ὄντος, οὐδ᾽ ὡς ἀρχῆς ἁπλῶς καὶ προβολέως τῆς τοῦ Πνεύματος ὑποστάσεως, ἀλλ' ὡς συναιτίου καὶ ἀρχῆς καὶ ἐξ ἀρχῆς. ΑΓΑΛΛΙΑΝΟΣ, Καὶ ταῦτα ἐπὶ συκοφαντίᾳ τῶν διδασκάλων είρη ται καὶ τῆς ζ' συνόδου· ἐπεὶ γὰρ οὔτ᾽ ἀρχήν, οὔτε συναίτιον τὸν Υἱὸν τοῦ ἁγίου Πνεύματος εφρόνησαν ἢ εἶπέ τις τῶν ἁγίων, ὡς ἔκ γε τῶν εἰρημένων ἀπο δέδεικται, πῶς οἷόν τ' ἂν ἦν ἐν τῷ δι' Υἱοῦ συναίτιον τῷ Πατρὶ τὸν Υἱὸν νοεῖν τοῦ ἁγίου Πνεύματος; 'Αλλ' ὅτι μέν τινες τῶν διδασκάλων περὶ τῆς ἀἰοβου ὑπάρξεως τοῦ Πνεύματος θεολογοῦντες τῷ δι' Υἱοῦ ἐχρήσαντο, καὶ τίς ἦν ὁ εὐσεβὴς τούτων νοῦς, ἄλλοι πρὸ ἡμῶν ἐξηγήσαντο· χαρίεν δ' ἂν ἦν, εἰ Λατίνοι αἴτιον ἁπλῶς καὶ ἀρχὴν ἔλεγον τὸν Υἱόν, ἵνα καὶ χεῖρον. πάντων αἱρετικῶν ἐδυασέβων. Τοῦτο γὰρ
col. 1063–1064page 17 of 20
PG 158:1063ὥσπερ ὅταν είπω γεννήτορα, προεπινεῶ τὸν γεννών. τα τοῦ προβολέως, οὕτω καὶ ὅταν εἴπω προβολέα, προεπινοῶ τὸν προβάλλοντα τοῦ γεννῶντος. Αμα δέ ἐστιν ὁ Πατὴρ γεννήτωρ καὶ προβολείς, ὡς ἤδη φθάσαντες διὰ τῶν ἁγίων ἀπεδείξαμεν. οὐδὲ πλάσις ἐστὶν, ἀλλὰ συναίτιον καὶ ἀρχὴν ἐξ ἀρὡς ἐγχωρεῖ προεπινοίας ἐν τοῖς τοιούτοις εἶναι· καὶ χῆς φρονοῦντες τὸν Υἱὸν ἐλέγχονται κακῶς καὶ τοῦτο φρονοῦντες. Η γὰρ τοῦ Γρηγορίου ῥῆσις, Η ἐκ τῆς ἀρχῆς ἀρχὴ, οὐδὲν αὐτοῖς βοηθεῖ, αὐτοῦ τού του εξηγουμένου καὶ λέγοντος, Αρχὴν δὲ τῶν ὅλων, 8 καὶ κυροῦται ἑτέρᾳ τούτου βήσει τῇ, Πάντα όσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας. Αρχὴν δὲ ἐξ ἀρχῆς τὸν Υἱὸν τοῦ Πνεύματο; οὔτ᾽ αὐτό;, οὔτ᾽ ἄλλος τις τῶν θεολόγων εἴρηκεν. Καὶ ἐπεὶ ὁ Πατὴρ οὐχ ᾗ Πατήρ, ἀλλ᾽ ᾗ προβολεὺς προβάλλων, ὥσπερ ἐπειδὰν λέγηται, Εκ Πατρὸς ἐκε πορεύεται, προεπινοῶ τὸν προβολέα, οὐ διὰ τοῦτο δὲ ἀναγκάζομαι καὶ τὸ Πνεῦμα Πατέρα τοῦ Υἱοῦ τιθέ ναι, κοινοποιουμένης τῆς γεννητικῆς αὐτῷ δυνά μεως τοῦ Πατρός· οὕτως οὐδ᾽ ἐνταῦθα πρόσεστιν ἀνάγκη τις διὰ τὴν προεπίνοιαν τοῦ Υἱοῦ προβολέα καὶ αὐτὸν νομίζειν ἢ συναίτιον. Εἰ μὲν γὰρ ὡμολογεῖτο ἀρχὴ τοῦ Πνεύματος ὁ Υἱὸς, ἦν ἂν καὶ ἀρχὴ, ἐξ ἀρχῆς καὶ συναίτιος· ἐπεὶ δὲ οὔτε ἀρχὴ, οὔτε αἴτιος, οὔτε ἄλλο τι τῶν τοιούτων λέγεται, πάντα γὰρ τὰ τοιαῦτα τῷ Πατρὶ μόνῳ προσαρμοστέον, ὁ δὲ Υἱὸς μόνος Υιός ἐστι, καὶ μό νος καὶ ὅλον Υιός, οὔμενουν οὐδὲ συναίτιος οὐδὲ ἀρχὴ ἐξ ἀρχῆς ἔνδον ἐν τῇ θεότητι. Μόνος γὰρ αἴτιος ὁ κτέον τῶν ἁγίων λεγόντων, καὶ αὐτίκα ἡ τῆς δυνά Πατὴρ, ἀρχὴ δὲ τῆς κτίσεως ὁ Υἱὸς κατὰ τὸν Θεο λόγον Γρηγόριον. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Οὐδὲ ὡς μὴ οἴου τε ὄντος μόνου τοῦ Πατρὸς μός νως παράγειν τὸ Πνεῦμα τὸ ἅγιον, ἢ γὰρ ἂν οὐδὲ τὸν Υἱὸν ἄνευ τινὸς ἑτέρου προσώπου γεννῆσαι μόν νος ὁ Πατὴρ ἡδύνατο, οἷς τῆς αὐτῆς ἐστι τελειότητος τῶν παραγομένων ἑκάτερον καὶ δυνάμεως. Πατὴρ γὰρ αὐτάρκως γεννᾷ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα προ βάλλει τὸ ἅγιον. ΑΓΑΛΛΙΑΝΟΣ. Απήλλαξας ἡμᾶς πραγμάτων ταῦτα εἰπὼν, ἄν θρωπε· εἰ γὰρ αὐτάρκως ὁ Πατήρ γεννᾷ καὶ προ βάλλει, οὐκοῦν παρέλκει τὸ καὶ τὸν Υἱὸν λέγειν προβάλλειν. Περιττὸν δὲ ἐν τοῖς θείοις οὐδὲν, ὅπου γε οὐδὲ ἐν τοῖς φυσικοῖς εἰκῇ τι τιθέναι δεῖ. Εἰ δὲ ἀπὸ τοῦ τῆς δημιουργίας παραδείγματος τὸν λόγον ἀπο δώσεις λέγων, ὅτι ὁ Πατὴρ αὐτάρκως δημιουργεί, λέγεται δὲ ὅμως καὶ ἐφ᾽ ἑκατέρῳ τῶν λοιπῶν προσ ώπων τὸ δημιουργεῖν, ἀλλὰ ἀκούσῃς, Ὁ Πατήρ, καθό ἐστι Θεός, ἔχει ἐν ἑαυτῷ καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὥσπερ μόνος εἷς καὶ τέλειός ἐστι Θεός, οὕτω καὶ μετὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ ματος εἷς καὶ τέλειός ἐστι Θεός. Ταυτὸ δὲ τοῦτο πιστεύεται απαραλλάκτως καὶ ἐφ' ἑκατέρου τῶν λοιπῶν. Ταῖς γοῦν ἰδιότησι διακρίνονται, τῇ δὲ θεό τητι ἐν εἰσιν. Ο Εἰ μὲν γὰρ ὡς αίτιος προεπινοείται, τοῦτο δει μεως κοινωνία ἔψεται. Κοινὴν εἶναι τὴν δύναμιν τοῦ προβάλλειν λεγόντων τινῶν ἁγίων, καὶ αὐτίκα φα νεῖται καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αίτιος, ἢ συναίτιος τῷ Πατρί. Τὸ δὲ προεπινοεῖσθαι οὐκ ἀρκεῖ πρὸς τοῦτο· οὐ γὰρ εἰ καὶ ὁ Πατὴρ προεπινοεῖται τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τῇ τῆς αἰτίας τάξει, ἀνάγ κη καὶ τὸν Υἱὸν οὕτω προεπινοείσθαι Πνεύματος, ἕως ἂν μήτε τις τῶν θεολόγων τοῦτο λέγῃ σαφῶς, καὶ λόγος τῆς τοιαύτης προεπι οίας ἀποδιδῶται παρ' ἡμῶν, κεχωρισμένος της κατ' αἰτίαν ἀναφορᾶς. Εω; γὰρ ἂν ἡμεῖς μὲν μὴ ἀδυνατῶμεν λόγον διδόναι, ὑμεῖς δὲ οὐκ ἀναγκαίως δεικνύητε, νικώμεν. Ε! γὰρ ἐκεῖνο μὲν οὐκ ἀνάγκη, τοῦτο δὲ ἐγχωρεί, αἱ δὲ ὑποθέσεις τῆς πίστεως πᾶσα: καὶ αἱ Γραφαὶ τῶν Αγίων καὶ αἱ σύνοδοι τῷ ἡμετέρῳ συναγωνίζονται λόγῳ, τοῦτο δὴ καὶ ἔστιν ἀληθές. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Διὸ καὶ ἀρχοειδῶς μὲν καὶ προηγουμένως, φαίην δ᾽ ἂν καὶ προκαταρκτικῶς καὶ κυρίως ἐκ τοῦ Πατρὸς προϊέναι φησὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ Υἱοῦ δὲ οὐχ οὕτω, κἂν ἐξ αὐτοῦ τῇ αὐτῇ παράγηται δυνάμει καὶ προβολή.. ΑΓΑΛΛΙΑΝΟΣ. Ἰδοὺ καὶ ἕτερον λάκκον ὤρυξε καὶ ἐνέπεσεν εἰς αὐτὸν, τὸ ψαλμικὸν, ἀνακεκαλυμμένῃ κεφαλῇ, τὸ διττὸν τῆς ἀρχῆς παραδούς. Καὶ πρῶτον μὲν ὅπως ἐνίων ἀκοὰς ὑποφθείρῃ τάς τινων ἁγίων φωνάς Εκαστον οὖν τῶν τριῶν προσώπων ᾗ Θεός ἐστι η συμφορήσας, προέταξεν κυρίως, καὶ ἀρχικῶς, καὶ δημιουργὸς ἡνωμένως καὶ ἀχωρίστως τῶν ἄλλων, καὶ διὰ τοῦτο αὐτάρκως· διότι ὅλη ἡ θεότης ἐστὶν ἡ δημιουργοῦσα ἡ τελείως ἐστὶν ἐν ἑκάστῳ. Προ βάλλει δὲ ὁ Πατήρ, οὐχ ᾗ Θεὸς, οὐ γὰρ ὅλη ἡ Τριάς, ἀλλ᾽ ᾖ πρόσωπόν ἐστιν ἀρχικόν τε καὶ θεογόνον. Εἰ γοῦν μὴ αὐτὸς μόνος προβάλλει, ἀλλὰ μετά τινος ἑτέρου προσώπου, οὐκ αὐτάρκως μόνος· ἢ εἰ αὐτ τάρκως, παρέλκει τὸ λοιπόν· καὶ δῆλον ὅτι μόνος αὐτάρκως γεννᾷ τὸν Υἱὸν καὶ κατὰ σέ. Τις γοῦν ἡ ἀποπλήρωσις ὅτι τὸ Πνεῦμα εὐ μόνος. προβάλλει; Εἰ δὲ τὰς ἄλλας υποθέσεις λέγεις, ἤγουντὰς προηγήσεις καὶ προεπινοίας, ἕωλοι ἐκεῖναι ἀνά πλασμά τε καινὸν, καὶ αἱρέσεων ἀρχαὶ ἀπεδείχθησαν. Μάλλον μὲν οὖν ἐγώ φημ: ὡς εἴ γ' ἐγχωρεῖ καὶ προκαταρκτικῶς, καὶ ἀρχοειδῶς εἰπὼν ἐκ τοῦ Πα τρὸς προϊέναι τὸ Πνεῦμα τὸ ἅγιον, εἶτ᾽ ἐπήγαγεν, ἐξ Υἱοῦ δὲ οὐχ οὕτως. Αλλ' οἱ ταῦτα εἰπόντες, ὦ βέλτιστε, οὔτε αἴτιον, οὔτε ἀρχὴν, οὔτε συναίτιον, ούτε προβολέα, τον Υἱὸν τοῦ ἁγίου Πνεύματος εδογμάτισαν. Ὥστε ταῦτα τὰ ἐπιρρήματα διαφόρως τισὶ τῶν ἁγίων ειρημένα, ἀνθ' ἑνός ἐστι τοῦ μόνως. Καὶ ταυτὸν ἂν δύναιτο τὸ κυρίως ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τῷ μόνως ἐκ τοῦ Πατρὸς ἔχειν τὴν ὑπαρξιν τὸ Ηνεῦμα τὸ ἅγιον. Διὰ γοῦν τῶν τοιούτων ἐπιῤῥημάτων ἀποκληροῦσι τὸν Υἱὸν τῆς τοιαύτης αἰτίας, μόνον τὴν πρὸς τὴν κτίσιν πρόοδον τοῦ ἁγίου Πνεύματος ἐξ αὐτοῦ δοξάζοντες, ἣν χρονικὴν ἀποστολὴν εἴποιτε ἂν ὑμεῖς μετὰ τοῦ
col. 1065–1066page 18 of 20
PG 158:1065τητος. ᾿Αλλὰ καὶ ὁ πολιτικός φησι νόμος, Αιρετικός ἐστι καὶ τοῖς αἱρετικῶν ὑπόκειται νόμοις, ὁ μικρὸν γοῦν τι τῆς ὀρθῆς πίστεως παρεκκλίνων. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Θωμᾶ. Σὺ δὲ τὴν ξυνεπτυγμένην ἐκείνων θεολογίαν καὶ κατὰ πάσης χωρίσαι γυμνῇ τῇ κεφαλῇ τῆς θεό κατὰ τὸ σοὶ δοκοῦν ἀνέπτυξας δόγμα κυρῶν, κἀκείνοις ἄγνωστον, καὶ τοῖς λόγοις τῆς ὀρθοδοξίας ἀντί καλον. Πῶς γὰρ ἂν καὶ ἐφρόνουν τοῦτο οἱ θειότατοι ἐκεῖνοι, μήτ' ἐκ τῆς θείας παραδόσεως τοῦτ' είλη φότες, μήτ' ἀπὸ τῆς ἀποστολικῆς διδασκαλίας, μήτε παρὰ τῆς Ἐκκλησίας αὐτῆς, τοὐναντίον μὲν οὖν δρον είληφότες μυρίοις δεσμοῖς καὶ ἐπιτιμίοις κατωχυρωμένον, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μὲν ἐκπορεύεσθαι, Πατρὶ δὲ καὶ Υἱῷ συμπροσκυνεῖσθαι καὶ συνδοξάζεσθαι καὶ φρονεῖν καὶ κηρύττειν; Λίαν δὲ καὶ τολμηρά μοι δοκεῖ ἡ ἐπαγωγὴ ἦν ἐπ ήγαγες, ἐξ Υἱοῦ δὲ οὐχ οὕτως, εἰπών. Εκ τούτου γὰρ τὸ διττὸν τῆς αἰτίας πρόδηλον. Εἰ γὰρ ἄλλως μὲν ἔστιν ὁ Πατὴρ ἀρχὴ ἡ τοῦ ἁγίου Πνεύματος, ἄλ λως δὲ ὁ Υἱός, τὸ δ᾽ ἄλλως καὶ ἄλλως διαφορὰν εἰσ. ἄγει, σὺ δὲ τοῦθ' οὕτω πιστεύεις, περιπέπτωκας τῇ δυαρχία δήπου. Πῶς γὰρ ἡ αὐτὴ καὶ μία εἴη ἂν ἀρ χή, διακεκριμμένων ὄντων τῶν προσώπων, προ αγόντων δὲ οὐ καθό εἰσιν ἐν τῇ οὐσίᾳ, καὶ διαφόρων ὄντων τῶν τρόπων τῆς προαγωγῆς; Τὸ δὲ τῇ αὐτῇ δυνάμει καὶ προβολή ταυτό μοι δοκεῖ δύνασθαι τῷ φάναι τινά, δύο τέκτονας συνελθόντας τῇ ἐν σφίσιν αὐτοῖς μια δυνάμει τῆς αὐτῆς τέχνης μίαν κλίνην συνθεῖναι, ὁ πόσης βλασφημίας, οὐ χαλεπὸν συνιέναι τοὺς σώφρονας. ΑΡΓΥΡΟΠΟΥΛΟΣ, Ὅθεν δὲ εἴ που τὸν Υἱὸν ἀρχὴν καὶ αἰτίαν φησὶν, * ξυγχωρεί λέγων τῆς τοῦ Πνεύματος ὑποστάσεως, καθάπερ ἐν τῷ ὄρῳ τῆς ἱερᾶς καθολικῆς η' συνόδου τῆς ἐν Φλωρεντία γέγραπται, οὐχ ἁπλῶς ἀρχὴν οὐδ᾽ αἰτίαν βούλεται εἶναι αὐτὸν, ἀλλ' ἀρχὴν ἐξ ἀρχῆς καὶ αἰτίας, ἡ αἴτιον ὡς συναίτιον. ΑΓΑΛΛΙΑΝΟΣ. Ως χάριεν ἂν ἦν τῆς συνόδου ταύτης τοῦτο, εἴ γε δεῖ ταύτην οὕτω καλεῖσθαι, καὶ ὅσα προσέθηκεν οὗτος ἀκούειν, ἀλλὰ μὴ τοὐναντίον ἅπαν, εἰ σὺν τοῖς ἄλλοις καὶ ταύτην τὴν βλασφημίαν ἐξενηνόχει. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Απλῶς ἀρχὴν καὶ αἰτιατὸν Υἱὸν δογματίσασα οὕτω γὰρ ἂν καὶ πᾶσαν αἵρεσιν τῇ δυσσεβείᾳ ὑπερ ηκόντισεν ΑΓΑΛΛΙΑΝΟΣ. Εἰ γὰρ καὶ δύο αἰτίους ποιεῖ τὸν αἴτιον καὶ συν αίτιον, καὶ διὰ μέσης αὖ ὑποστάσεως θείας ὑφίσταται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐθέσπισεν τὸ δι' Υἱοῦ προϊέναι οὕτως ἐκλαμβανομένη, καὶ συν τάττει τὸ Πνεῦμα τοῖς ὅλοις, ὧν ἐστιν ἀρχὴ ἐξ ἀρ χῆς ὁ Υἱός. Ἀλλ᾽ ἴσως ταῦτα εἰς ἀτοπίαν ἐκείνων ἐλάττω. Εἰ δέ γε δύο βλασφημίαι προχέοιντο, μείζων τε καὶ ἐλάττων, οὐ διὰ τοῦτο ἡ ἐλάττων αἱρετέα, ὅτι ἡ ἑτέρα σφοδρῶς ἀπείρηται, εἴπερ δίως κάν τῇ ἱερᾷ θεολογία βαθμοὺς εἶναι δεῖ τῶν τοιούτων. Ἐπεὶ τῇ γε δυνάμει ἐπίσης πάντα τὸ κεφάλαιον ἀπόλλυσι κατὰ τὸν Θεολόγον Γρηγόριον ἐν τῷ πρώτῳ τῶν Ειρηνικών φάσκοντα· Καὶ τὸ περικόψαι τι των τριῶν, ἢ ἀποξενώσαι, ἴσον ἡμῖν καὶ τὸ πᾶν ἀνελεῖν, Αντιφάσει γὰρ ἂν περιέπιπτεν, εἰ οὕτως ἐνδει ταυτί, καὶ ἐξ Υἱοῦ τὸ Πνεῦμα κηρύττουσα. ΑΓΑΛΛΙΑΝΟΣ. Καὶ πάνυ μὲν οὖν τῇ αὐτῇ ἀντιφάσει περιπίπτει καὶ νῦν, Θεὸν ὁμολογοῦσα τὸ Πνεῦμα, καὶ κτίσμα αὖ ποιοῦσα, ὅτι στερεῖ τοῦτο οὐσιώδους καὶ φυσικής δυνάμεως, καὶ διὰ τοῦτο κοινῆς Πατρὶ καὶ Υἱῷ τῆς προβλητικῆς· καὶ ἔτι διαφορὰν ἀρχῶν παραδιδούσα, τὸν μὲν Πατέρα λέγουσα ἄναρχον ἀρχὴν, τὸν δὲ γιὸν ἀρχὴν ἐξ ἀρχῆς, τις διαφορὰ τὴν δυαρχίαν εἰσάγει προδήλως ς ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Μίαν αὐτῇ φησι ἀρχὴν πρεσβεύειν τοῦ ἀνίου Πνεύματος. ΑΓΑΛΛΙΑΝΟΣ. 'Αλλ' ὁ Θεολόγος Γρηγόριος οὐχ οὕτω παραδίδωσιν, οὐδὲ ἄναρχον ἀρχήν φησι τὸν Πατέρα, ἵνα χώ ραν ἔχῃ ἡ καινὴ αὐτη θεολογία, καὶ ὁ Υἱδ; ἀρχὴ ἐξ ἀνάρχου εἴη ἔνδον ἐν τῇ θεότητι, ἀλλ᾿ ἰδιότητα του πατρικοῦ προσώπου τὸ ἄναρχον καὶ τὴν ἀρχὴν νοεῖ, λέγων, «Αἱ δὲ ἰδιότητες Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου, Υἱοῦ καὶ λεγομένου, Υἱοῦ δὲ ἀνάρχου μὲν οὐδαμοῦ, ἀρχῆς δὲ τῶν ὅλων.» Εἶτα πῶς οὐ δύο ἀρχὰς ποιεῖ, ἐν πρόσωπον τὸ Πνεῦμα πρὸς δύο ἀναφέρουσα πρόσωπα υποστατικῶς καὶ προσωπικῶς; Δὲ γὰρ ἔνδον ἀναφοραὶ προσώπων εἰ σὶν, οὐκ οὐσίας τε καὶ δυνάμεως. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Εἰ δὲ τούτων ὑφ' ἡμῶν εἰρημένων τις ἀποροῖ, πρῶτον μὲν πῶς οὖν ὁ Υἱὸς οὐ γεννᾷ, καθάπερ δὴ καὶ προβάλλει, τῆς αὐτῆς μεταλαγχάνων γεννητι τῆς δυνάμεως τῷ Πατρί; ἢ πῶς τὸ Πνεῦμα τὸ ἅγιον οὔτε προβάλλει οὔτε γεννῇ τῶν δυνάμεων ἑτέρων οὐσῶν ἐν αὐτῷ καθάπερ ἐν Πατρὶ καὶ Υἱῷ; ΑΓΑΛΛΙΑΝΟΣ. Ηδη νῦν ἀνακεκαλυμμένῃ τῇ κεφαλῇ τὸ ἀτόπημα ἐξέῤῥηξεν ὅτι ὁ Υἱὸς ἔχει τὴν γεννητικὴν δύναμιν τοῦ Πατρὸς μετὰ τῆς προβλητικῆς, ὡσαύτως καὶ τὸ Πνεῦμα. Καὶ σκόπει τὸ καταναγκάσαν αὐτόν. Συνα αισθόμενος ὅτι, εἰ ὁ Υἱὸς ἔχει τὴν προβλητικὴν, δεῖ καὶ τὸ Πνεῦμα τὴν γεννητικὴν ἔχειν, καὶ αὐτὴν ἔτι τὴν προβλητικὴν, ὡς καὶ ὑφ' ἡμῶν ἀεὶ λέγεται δεῖν ἀκολουθεῖν ὡς ἄτοπα. Εἰ ὁ Υἱὸς εἴη προβολεὺς καὶ οὐκ ἔχων ἀποφυγείν, οὐ συγχωρεῖ τούτοις ὡς μή ἀτόποις· καὶ ἵνα δείξῃ ταῦτα μὴ ὄντα άτοπα, ἀδυναμίας μᾶλλον ἢ δυνάμεις ἀποδίδωσι τοῖς θείοις προσο ώποις καὶ στερήσεις καὶ τὰ τοιαῦτα. Απορίας γοῦν δῆθεν ἐκθέμενος δύο, ἵνα ταῖς λύ σεσι κυρώσῃ τὰ ἀτοπήματα, οἷς ἂν τις ἐπαπορήσειε δικαίως, θεραπείας και λύσεις ἐπιφέρει, δοκούσας
col. 1069–1070page 19 of 20
PG 158:1069μὲν, οὐκ οὔσας δὲ, ὥστ᾽ οὐδὲν μᾶλλον λύεσθαι τὰς οὗτος ἀναγκαζόμενος ὁμολογεῖν, λέγει τὴν γεννητι ὁ πορίας, ἢ συνδεῖσθαι καρτερώτερον. Καὶ πρὸς μὲν τὴν πρώτην τῶν ἀποριῶν, ἣν καὶ φθάσαντες νῦν ἐξ εθέμεθα, λύσιν ἀποδίδωσι ταύτην. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Τοῦ Πατρὸς τὸν Υἱὸν γεννῶντος, τῇ γεννητικῇ δυ νάμει, καθάπερ ἐλέγομεν, ἡ γέννησις συνήπται τῇ ἑαυτῆς δυνάμει ἢ ὁ Υἱὸς, καὶ τὰ ἑξῆς. ΑΓΑΛΛΙΑΝΟΣ. Πρὸς ἃ δὲ καὶ ἡμεῖς ἀνταποκρινόμεθα λέγοντες οὕτως· Μίαν γέννησιν οἶδεν ὁ λόγος καλεῖν ἐν Πατρὶ καὶ Υἱῷ, οὐχ ὡσαύτως ἐν ἀμφοῖν θεωρουμένην. Η μὲν γὰρ ἀπὸ τοῦ γεννάν ειλημμένη ενεργητική Εστι καὶ συνάδουσα τῷ συμπεπλεγμένῳ γνωριστικῷ τῷ Πατὴρ ὀνόματι, ἡ δὲ ἀπὸ τοῦ γεννᾶσθαι καὶ συμφωνοῦσα τῷ Υἱὸς ὀνόματι γεννητὴν ὑπόστασιν σημαίνοντι, οὐ γεννητικήν. Ωσαύτως οὖν καὶ ἡ δύναμις ἡ πρὸς τὸ γεννᾷν δια φέρει τῆς πρὸς τὸ γεννᾶσθαι δυνάμεως. ἂν ἡ μὲν ἔστιν ἐν τῷ Πατρὶ, ἡ δὲ ἐν τῷ Υἱῷ. Καὶ καθάπερ τὸ εἶναι τοῦ Πατρὸς καὶ τὸ εἶναι τοῦ Υἱοῦ ἐν ἐστι καὶ ταυτό, ἀλλ' οὐ προσήκει τῷ Υἱῷ εἶναι Πατρὶ, οὐδὲ τὸ ἀνάπαλιν· οὕτως εἰ καὶ τοῖς ἄλλοις πᾶσι θή σομεν εἶναι τὴν γεννητικὴν δύναμιν ἐν Πατρὶ καὶ Υ.ῷ καὶ τὴν γέννησιν, ἀλλὰ τοῖς ὅροις διαφέρουσιν ἀναφορικῶς διακρινομένοις, ὡς καὶ τὰ ἄλλα πάντα ἐν ἐστιν ἐν Πατρὶ καὶ Υἱῷ, πλὴν τῷ μὲν κατὰ τὴν τοῦ διδόντος ἀναφορὰν, τῷ δὲ κατὰ τὴν τοῦ λαμβάνοντος καὶ οὕτως οὔτε τὴν ἐν τῷ Πατρὶ γέννησιν ἢ ἐν Πα τρὶ δεῖ εἶναι ἐν τῷ Υἱῷ, ἵνα μὴ Πατὴρ ὁ Υἱὸς εἴη, οὔτε τὴν ἐν τῷ Υἱῷ ἡ ἐστιν ἐν Υἱῷ δεῖ εἶναι ἐν τῷ Πατρί, ἵνα μὴ Υἱὸς ὁ Πατήρ γένηται. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Ὡς δὲ καὶ τὴν δύναμιν τὴν γεννητικήν. ΑΓΑΛΛΙΑΝΟΣ. Εἰ μὲν οὖν ὁ Πατὴρ ἐδίδου τῷ Υἱῷ τὴν γέννησιν, ᾗ γεννᾷ, καὶ τὴν πρὸς αὐτὴν δύναμιν, ἔδει ἂν καὶ τὸν Υἱὸν γεννᾷν· εἰ δὲ μὴ γεννᾷ ὁ Υἱός, οὐδὲ τοιαύ την αὐτῷ δίδωσι δύναμιν καὶ ἐνέργειαν, ἀλλ' ἡ ἄρα τῶν ἀντικειμένων πως, ήγουν τὴν τοῦ γεννᾶσθαι δύ ναμιν, καὶ τὴν παθητικὴν γέννησιν. Τούτου οὖν λέ γοντος ὅτι ἡ γέννησις συνήπται τῇ ἑαυτῆς δυνάμει ᾗ ὁ Υἱὸς γεννᾶται ἐκ τοῦ Πατρὸς, ποτέραν γέννησιν καὶ ποτέραν δύναμιν δεῖ νοεῖν τὴν ἐνεργητικῶς λαμ δανομένην, ἢ τὴν παθητικῶς; Μὴ διορισαμένου γὰρ τούτου, ἄπορος πάντως ὁ λόγος ἐστίν. Ἀλλὰ κατὰ τοὺς θεμελίους τῆς πίστεως, καὶ ὡς ὑπαγορεύει τὸ ἀληθὲς, εὐσεβὲς ἂν εἴη λέγειν ὡς ὅταν ὁ λόγος πρὸς τὸν Πατέρα τὴν ἀπόβλεψιν ἔχῃ, ἐκλαμβάνειν δεῖ τὴν δύναμιν καὶ τὴν γέννησιν ἐνεργητικῶς· ἴδιον γὰρ ἐστι τοῦ Πατρὸς τὸ γεννᾶν· ὅταν δὲ πρὸς τὸν Υἱὸν, καὶ δύναμιν καὶ γέννησιν παθητικὴν δεῖ νοεῖν ἴδιον γὰρ αὐτοῦ τὸ γεννᾶσθαι κατὰ τοὺς θεολόγους γεννώμενος γὰρ, τὸ εἶναι λαμβάνει διὰ γεννήσεως, καὶ διὰ τοῦτο Υιός. Οὐκ εὐσεβὲς δ' ἂν εἴη λέγειν, ὅτι τὸ γεννᾶν λαμ βάνει διὰ γεννήσεως, οὐ γὰρ καὶ Πατήρ. Ο δὴ καὶ κὴν δύναμιν δίδοσθαι τῷ Υἱῷ, οὐχ ὡς δύναμιν, ἀλλ᾽ ὡς τελειότητα. Αρκεῖ μὲν οὖν ἴσως ὅτι καὶ αὐτὸς ὡμολόγει μὴ ὡς δύναμιν τὴν γεννητικὴν δίδοσθαι τῷ Υἱῷ, ἀλλ' ὡς τελειότητα· ἔλεγε δ' ὅμως ἐς δεῦτ ρο, ὅτι τὴν γεννητικήν δύναμιν ἔχει ὁ Υἱός, ήτοι τὴν τοῦ γεννᾷν, ἀντιφάσκων ἑαυτῷ· καὶ οὐ μέχρι τούτου, ἀλλὰ καὶ τῷ Πνεύματι μεταδίδοσθαί φησι τῆς γεννητικῆς τε καὶ προβλητικῆς, οὐκ οἶδ' ὅ τι παθὼν καὶ πόθεν κινηθεὶς εἰς τοσαύτην ἀτοπίαν ἐμ πεσεῖν, καὶ τὰς θείας ὑποστάσεις οὕτως ἀτιμάσαι δυνάμεων ἀνενεργήτων κοινωνοὺς ἀξιώσας αὐτὰς εἰπεῖν, ὃν τρόπον καὶ τὸ βρέφος λέγομεν δυνάμει γραμματικὸν, ὡς τὸ Πνεῦμα αὖ ἐκ δυνάμεως προ ελθεῖν, ᾗ δυνάμει ὅτε ἐγεννᾶτο ὁ Υἱός, οὔπω τὴν ενέργειαν ἐχούσῃ συνημμένην αὐτῇ, ἀλλὰ τοῦ Υἱοῦ γεννηθέντος ταύτην λαβούσῃ, καὶ ὅσα τοιαῦτα ἐτι ρατεύετο. Νομίσεις δ' ἄν τις ίσως ὅτι, ἵνα μὴ ἡ τῆς οὐσίας ἑνότης διασπασθείη δεδιὼς τὸν λόγον οὕτω διέθετο, καὶ τὰς δυνάμεις ταύτας τελειότητας της φύσεως ἡγούμενος, ἐπίσης τῇ θείᾳ τῶν προσώπων Τριάδι διενείματο· ἀλλ᾽ οὐκ ἐπίσης, εἴπερ τῷ Πατρὶ μὲν μόνῳ μετὰ τῆς ἐνεργείας, τοῖς δὲ λοιποῖς ἀπράκτους καὶ κοινὰς δίδωσι· διὸ καὶ σφόδρα περιπέπτωκεν, ὅθεν λίαν ἐξέφευγε. Πῶς γὰρ ἂν τῆς αὐτῆς εἴη αὐτ σίας, τὰ μὴ τῇ αὐτῇ τελειότητι ἐπίσης ἐνεργοῦντα; Εἰ δὲ ἀρκεῖ πρὸς τὴν ἑνότητα τῆς οὐσίας τὸ ἔχειν τὸν Υἱὸν τὴν γεννητικὴν ἄνευ ἐνεργείας, διότι συνέ ζευκται τῇ γεννήσει, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἔχει καὶ ἀμφοτέρας δίχα καὶ αὐτὸ τῶν ἐνεργειῶν, τίς ἡ ἀνάγκη τοῦ ἔχειν τὸν Υἱὸν τὴν προβλητικὴν μετὰ τῆς ἐνεργείας, πολλῶν ἐντεῦθεν ἀτόπων φυομένων; Εσώζετο γὰρ ἂν καὶ οὕτως ἡ τῆς οὐσίας ἑνότης ᾗ συναγωνίζεσθαι δοκεῖ, πρὸς τῷ καὶ τὰ ἄτοπα σιω πᾶσθαι. ᾿Αλλὰ μᾶλλον εἰ σύνεστιν ἡ γέννησις τῇ ἑαυ τῆς δυνάμει, ἡ δὲ γέννησις κατ' ενέργειαν οὐ δέδοται τῷ Υἱῷ οὐδὲ τῷ Πνεύματι, οὐδὲ ἡ δύναμις αὐτῆς, οὐδὲ τῷ Υἱῷ ἄρα ἅμα τῷ προϊόντι, ὡς ὁ λόγος διὰ τῶν ἁγίων ἀπεδόθη. Εἶθ᾿ ὥσπερ αὐτὸς ἑαυτὸν ἀνατρέπων, Ως μετα δίδωσι, φησὶν, ὁ Πατὴρ τοῖς ἐξ αὐτοῦ τῶν δυνά μεων, ὡς τελειοτήτων μόνον, οὐχ ὡς δυνάμεων. Καὶ τὶς ἂν εἴη τελειότης ἐν τῷ Θεῷ, μὴ καὶ ἔργῳ τελειουμένη, ἢ καθ' ἣν οὐδέποτε ἐνεργεῖ, ἡ ἐνέρ γειά ἐστι; Πότερον οὖν ἦν βέλτιον τὰς προακτι κὰς δυνάμεις τῶν θείων προσώπων ἐνὶ προσώπω τῷ πατρικῷ ἀφορίζειν, ἵν᾿ ἐκεῖνο μόνον η προ άγον, τὰ δὲ λοιπὰ προαγόμενα καὶ ἐν ἀρχῇ ἔλεγε καλῶς τοῦτο λέγων, τὰς δ᾽ ἀνταποκρινομένας παθητικὰς ἀποδιδόναι τούτοις, οὐχ ἧττον δυναμένας εἰς τὸν τῆς ἰσότητος λόγον, οὐδὲν γὰρ εἰς τιμὴν τοῦ γεννῆσαι Θεὸν τὸ ἐκ Θεοῦ γεννηθῆναι, ὡσαύτως δὲ καὶ περὶ τοῦ Πνεύματος· ἡ ἵνα μόνον καὶ τὸν Υἱὸν προβολέα κατασκευάσῃ τὰς προακτικὰς δυνάμεις, αἱ ὡς ιδιότητες ὑποστατικαὶ, καὶ τοῦ πατρικού προσώπου συστατικαὶ, καὶ τῷ Πατρὶ μόνῳ λογίζονται, δοῦναι τοῖς ἐξ αὐτοῦ προϊοῦσι, καὶ μετὰ τὸ τὸν Πατέρα στερήσαι τῶν ἑαυτοῦ; Τότε καὶ τὰς ἐξ αὐτ
col. 1071–1072page 20 of 20
PG 158:1071τοῦ προϊούσας ὑποστάσεις καθυβρίζει, δυνάμεων αυμὴ τῇ οὐσίᾳ παράγουσι τὴν κτίσιν εἰδικῶς· ὥστε. ἐνταῦθα πρόδηλος ἡ τῆς ἀρχῆς ἑνότης ἐν τοῖς τρι σίν, ὅτι καὶ πρόδηλος ἡ τῆς δυνάμεως κοινωνία, ὅτι οὐ κατὰ τὰς ὑποστάσεις, ἀλλὰ καθὸ ἓν εἰσι τῇ οὐσίᾳ τὴν κτίσιν παράγουσιν, ώστε καθὸ ἔν εἰσι τῇ δυνά μει, ἐκεῖ δὲ οὐχ οὕτως. Οὐ γὰρ οἷόν τε τὴν προβλητικὴν ταύτην δύναμιν οὐσιώδη φάναι ἐφόσον οὐ πρόσεστι καὶ τῷ Πνεύματι, προσωπικὸν δέ ἐστιν, δ μή ἐστιν οὐσιῶδες, καὶ ὅλῃ τῇ θείᾳ φύσει προσῆκον προσωπικὴν δὲ δύναμιν ἐν Πατρὶ καὶ Υἱῷ μίαν εξ ναι ἀδύνατον, οὐσιώδη δὲ καὶ ὅλῃ τῇ θείᾳ φύσει προσήκουσαν ἔτι ἀδυνατώτερον. Μέλλοι γὰρ ἂν οὕτ τως, ἢ καὶ αὐτὸ τὸ Πνεῦμα προβάλλειν, ἢ ἔρημον ουσιώδους δυνάμεως δν, μὴ ἐν τῇ θεότητι τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ οὐσίας εἶναι. τὰς ἀνενεργήτων μετόχους εἰπὼν, καὶ μυρίων δει νῶν καὶ βλασφημιῶν ἀναπλῆ τὸ σύγγραμμα. Αλλά πάλιν ὥσπερ ὑπὸ τῆς ἀληθείας συνελαυνόμενος αυτ θις ἀφαιρεῖ ἀπὸ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος & δέ δωκεν. "Η τί ἄλλο βούλεται λέγων ὅτι ὁ Υἱὸς διὰ τοῦτο οὐ γεννᾷ, οὐδὲ τὸ Πνεῦμα ἢ γεννᾷ, ή προβάλλει, διότι σύνεισιν αἱ τῶν προόδων ενέργειαι ταῖς ἑαυτῶν δυνάμεσιν; Εἰσὶ δὲ ἄρα ἐν τῷ Πατρὶ, ὥσπερ αἱ ἐνεργητικαὶ πρόοδοι αἱ οὐ μεταδίδονται, οὐδὲ αἱ σύστοιχοι τούτων δυνάμεις, ἵνα μὴ ἄπρακτοι καὶ κει ναὶ ὦσιν ἐν αὐτοῖς. Οὐκοῦν οὔτε τὸ Πνεῦμα εὐδετέ ραν ἔχει δύναμιν, οὔτε γὰρ γεννᾷ, οὔτε προβάλλει, οὔτε τὸν Υἱὸν δεῖ ἔχειν οὐδετέραν, ἐπεὶ μηδὲ τὴν ἑτέραν. "Η γὰρ ἄμφω, ἢ μηδ' ἑτέραν, ὥσπερ οὖν καὶ τὸ Πνεῦμα. Αλλ' ἐπενόησεν αὐτὸς ἀνάγκην, ή παρ- Εἰ μὲν οὖν οἷόν τε ἦν τὴν προβλητικήν δύναμιν ίστησι τὸν Υἱὸν ἔχειν τὴν προβλητικήν δύναμιν τὴν ἐν Πατρὶ αὐτῷ διδομένην διὰ γεννήσεως. ΑΡΓΥΡΟΠΟΥΛΟΣ. Αὐτὴ γὰρ ὅθ᾽ Υἱὸς παρῆκται, μήπω νοουμένου τοῦ Πνεύματος ἐκπορεύεσθαι, καθάπερ πρόσθεν ἐλέγομεν, ἐκ Πατρὸς δίδοται τῷ Υἱῷ μήπω τοῦ Πατρὸς ὡς προβολέως αὐτῇ τὸ Πνεῦμα προάγοντος. ΑΓΑΛΛΙΑΝΟΣ, Τί φῂς, ἄνθρωπε; ξυμβαίνουσιν ἄρα τῇ ἡμετέρᾳ νοήσει αἱ θεῖαι καὶ ἀκατανόητοι πρόοδοι τῶν ὑπο στάσεων ἐκείνων τῶν θείων, καὶ χρόνος ἐνταῦθα θεωρεῖται καὶ τὸ πρότερον καὶ ὕστερον. Τί γὰρ ἄλλο βούλεται τὸ, Δέδοται τῷ Υἱῷ, μήπω τοῦ Πατρὸς ὡς προβολέως τὸ Πνεῦμα προάγοντος; Αλλὰ ταῦτα μὲν ὡς προεληλεγμένα καὶ αὐτεξέλεγκτα, καὶ προδήλως βλάσφημα, οὐδὲ πολλῶν δέονται λόγων· πρὸς δὲ τὴν δευτέραν τῶν ἀποριῶν καὶ τὴν λύσιν αὐτῆς ἴων μεν. Πῶς οὖν οὐ δύο ἀρχαὶ δυοῖν ὄντων τῶν προβαλλόν των, ἢ πῶς οὐ ξυναλοιφή, εἰ δύο μία ἀρχή; Πρὸ; δὴ τὴν τοιαύτην ἀπορίαν ἐπάγει μὲν πολλὰ, δοκῶν λύειν αὐτὴν, οὐδὲν δὲ ὑγιές ἐστιν αὐτῶν. Διαιρεῖ μὲν γὰρ τὴν ἀρχὴν εἰς δύναμιν, ᾗ προάγει τὸ προαγόμενον πρόσωπον, καὶ εἰς τὸ πρόσωπον αὐτὸ 8 προάγει, καὶ συμπεραίνων οίεται, μηδὲν εἶναι ἄτοπον, μηδὲ παραβλάπτεσθαι τὸ μοναδικὸν τῆς ἀρχῆς, εἰ δύο λέ γοιντο πρόσωπα προβάλλοντα καὶ δύο ἀρχαὶ ὡς πρόσωπα, ἐπεὶ μιᾷ δυνάμει καὶ τῇ αὐτῇ τῷ ἀριθμῷ προβάλλουσιν. Ερείδει δὲ τὸν λόγον καὶ πῶς; Τρεῖς ἀρχὰς εἶναι λέγων τῆς κτίσεως, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, μιᾷ δὲ ὅμως δυνάμει δημιουργεῖν, διὸ καὶ ἕνα εἶναι δημιουργὸν καὶ καθ' ομοιότητα τού του φησί, μηδὲν κωλύειν καὶ δύο ἀρχὰς τὸν Πατέρα λέγειν καὶ τὸν Υἱὸν, καὶ δύο προβάλλοντα;· ἕνα δὲ όμως προβολέα, τῷ μίαν ἐν ἀμφοῖν προβλητικὴν εἶ ναι δύναμιν· ώσανεὶ ἔλεγεν ὅτι τρεῖς ἂν λέ γοιντο θεοὶ ὡς τρία πρόσωπα, μία ὅμως θεότης. ᾿Αλλὰ τοὐναντίον ἅπαντες ἅγιοι λέγουσιν εὐσεβῶς, ὅτι αἱ τρεῖς ὑποστάσεις εἰσὶ μία τῆς κτίσεως ἀρχή, ὅτι κατὰ τὴν ἑνότητα τῆς οὐσίας αὐτῶν ἡ δημιουργικὴ πρόσεστιν αὐτοῖς δύναμις, καὶ ἐνέργεια, εἰ καὶ Ο Ο ὑπάρχειν καὶ τῷ Υἱῷ, καὶ μήτε ἡ τοῦ Πνεύματος θεότης ἐκινδυνεύετο, μήτε ἡ τῶν προσώπων διά κρισις· οὐδὲν ἂν ἦν χαλεπὸν διὰ τὴν διαίρεσιν ἣν τίθησι τῆς ἀρχῆς, τρόπον τινὰ μίαν ἀρχὴν τοῦ Πνεύματος εἰπὼν τὸν Πατέρα καὶ τὸν Υἱόν, ὅτι τῇ κοινῇ καὶ μιᾷ οὐσίᾳ τοῦτο προῆγεν ἄν· ἐπεὶ δὲ ἀδύ να τον υπάρχειν τῷ Υἱῷ τὴν τοιαύτην δύναμιν διά τε τὰ νῦν εἰρημένα, καὶ ἄλλων πολλῶν ἕνεκα & παραλέλειπται χάριν συντομίας, οὐ διότι ηδύνατο ἂν τρόπῳ μία εἶναι ἐν ἀμφοῖν, εἴ γε καὶ ἀμφοῖν παρῆν· διὰ τοῦτο πιστεύσωμεν καὶ τῷ Υἱῷ ταῦτα προσεῖναι, παρὰ φαῦλον θέμενοι ἐκεῖνα, δι' ὅσα ἀδύ νατόν ἐστι προσεῖναι καὶ τῷ Υἱῷ ταύτην μέγιστα ὄντα, καὶ οὐχ οἷα παρῶφθαι, ὧν ἔνια καὶ ἐν τοῖς εἰ ρημένοις ἐστὶ καὶ διὰ τῶν ἁγίων ἀποδέδεικται· οἷον τὸ ἰδιότητα τοῦ Πατρὸς εἶναι τὴν ἀρχὴν καὶ τὸ αἴ τον, καὶ τὸ γόνιμον, καὶ τὰ τοιαῦτα κατὰ τοὺς θεο λόγους οἷς οὐ συνάδει τὸ καὶ τὸν Υἱὸν προβολέα εξ και τοῦ Πνεύματος, ἡ αἴτιον, ἢ ὅσα τοιαῦτα οἱ τὴν θεολογίαν τῶν ἁγίων παραφθείροντες ἐπισφαλῶς λέγουσιν. Ωσπερ οὖν εἰ διὰ τὰ πρόσωπα τρία ὄντα τρεῖς ἐλέγομεν θεούς, τὴν πολυθεῖαν οὐκ ἂν ἐξεφύγομεν, κἂν ὁπόσον τῇ μια θεότητι καταφεύγωμεν οὕτως οὐδὲ Λατίνοι τὴν θεαρχίαν ἐκφευξοῦνται, ἕως δύο πρόσωπα δύο προβάλλοντας λέγοντες, καν διαρ ῥαγῶσι, μίαν ἐν ἀμφοῖν δύναμιν προβλητικὴν εἶναι βοῶντες. Ωσπερ γὰρ ἐκεῖνο πᾶσι τοῖς ἁγίοις ἀπεβὲς ἔδοξεν εἶναι, οὕτω καὶ τοῦτο πᾶσι σεσιώ τηται. Οὐκοῦν ἐπεὶ τοῖς τοιούτοις οὐχ ἱκανῶς λύεται ἡ ἀπορία καὶ τὸ δύο ἀρχὰς λέγειν τὸν Πατέρα καὶ τὸν Υἱόν, φαῦλόν ἐστιν καὶ αἱρετικὸν καὶ τὸ μίαν ἀρχὴν τις δύο λέγειν ὑποστάσεις, καὶ τὴν συναλοιφὴν οὐ διαπέφευγεν. Οἷς ἄρα περιπίπτει ὁ ταῦτα ἀξιῶν. Καὶ δὴ τὸν λόγον τελειῶν πολλὰ μὲν περὶ ἑαυτοῦ μεγαλοῤῥημονεῖ, ἐνίων τε κατεπαίρεται τὴν ἐναν τίαν δήπου τούτῳ φερομένων, κομπηροῖς τισι βήμασι λεληθότως τούτων καθαπτόμενος, ὧν ἡμῖν λόγος οὐ δεὶ; τοῖς γε σώφροσιν ἀφιεῖσι τὴν κρίσιν τούτων, ἐφ᾽ ᾧ πότερα ποτέροις προσήκει διαγνῶναι· ἡμεῖς δὲ οὐ πρὸς τὴν καθόλου ὕλην τῆς μεταξὺ ἡμῶν τε καὶ Λατίνων διαφορᾶς τὸν παρόντα λόγον ἐνεστησάμεθα, ἵνα κατασκευάσωμεν τὸ ἑαυτῶν συμπέρασμα,
Continue reading PG 158: Josephus Cpolitanus Patriarcha →≣ entire volume