Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 158:1073ἡ ἢ τὸ ἐκείνων ἀνέλωμεν λόγοις καὶ ἐπιχειρήμασι καὶ ἀπαγωγαῖς, ἃ δὴ καὶ πρὸς τὰς λύσεις ἤρμοττεν ἂν τῶν ἀποριῶν, ἃς ὡς ἐξ ἡμῶν τίθησιν· ἀλλὰ πρὸς τὰς ὑποθέσεις δι' ὧν οὗτος ήλπισε κατασκευάσειν ὁδῷ προβαίνων, τὴν δόξαν Λατίνων τὰ δοκοῦντα μετὰ τῆς ἀληθείας προσθέμεθα πρὸς τὴν τῶν ἁγίων θεολογίαν ταύτας προβαλλόμενοι. Σὺν Θεῷ δὲ εἰρήσθω. Ἐδείξαμεν αὐτὰς διὰ τῶν διδασκάλων ἀπαδούσας καὶ ἀνενδέκτους, καὶ ἄτοπά τινα συμπεραινούσας καὶ βλάσφημα· συνῳδοὺς δὲ μᾶλλον πολλαῖς τῶν α ρέσεων, ἢ καὶ αἱρέσεων ἀρχάς. Αρκεῖ γοῦν ἐν τῷ παρόντι μηδὲν ἀναγκαῖον δεικνύναι ὁποτιθέμενον. τὸ δὲ ἐπαπορεῖν τῇ Λατινικῇ δόξῃ, καὶ αὐτοὶ λύσεις μεμηχάνηνται σκοπεῖν, πολλοῖς τε άλλοις γεγονέναι ἔργον, καὶ ἡμῖν ἴσως ποτέ γενήσεται. Η ΤΕΛΕΥΤΑΙΑ ΓΝΩΜΗ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ. Ἰωσήφ, ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ρώμης καὶ οἰκουμενικός πατριάρχης. Ἐπειδὴ πρὸς τὸ τέλος ἔφθασα τῆς ζωῆς, βου λόμενος τελειῶσαι τὸ κοινὸν ὀφείλημα ήδη, χάριτι Θεοῦ γράφω καὶ ὑπογράφω τὴν ἐμὴν δόξαν φανερῶς τῇ ἐμῇ υἱότητι. Πάντα οὖν ἅτινα νοεῖ καὶ ἅτινα δογματίζει ἡ καθολικὴ καὶ ἀποστολική Εκκλησία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς πρεσβυτέρας Ῥώμης, καὶ αὐτὸς ἐγὼ νοῶ, καὶ ἐπὶ τούτοις ἐμὲ συμπειθόμενον άφιερόνω. Ετι τὸν μακαριότατον Πατέρα πατέρων, καὶ μέγιστον ἀρχιερέα, καὶ τοποτηρητὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πά παν τῆς πρεσβυτέρας Ρώμης ὁμολογῷ εἰς πάντων ἀσφαλότητα· ἔτι τῶν ψυχῶν τὸ καθαρτήριον. Εἰς Ομολογία Ἰωσήφ, ἐλέῳ Θεοῦ, Ἐπεὶ ἔφθασα εἰς τὸ ἀπαραίτητον πέρας τοῦ βίου μου, γράφω καὶ ὑπογράφω βεβαιῶν πάντα ὅσα στέργει καὶ δοξάζει ή καθολική Ρωμαϊκή ἐκκλησίᾳ· καὶ τὸν ἁγιώτατον πάπαν στέργω ὡ; Πατέρα πατέρων καὶ τοποτηρητὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔτει αυλό. Ο μέγας σακελάριο;. Ο μέγας σκευοφύλαξ διά γὰρ τὴν περὶ τούτων ἀσφάλειαν ὑπεγράφη, κατά ἐννάτην τοῦ Ἰουνίου μηνός, χιλιοστῷ τετρακοσιοστῷ τριακοστῷ ἐννάτῳ, ἐνδικτιῶνος δευτέρας. κονος ὁ Ξανθοπόλεως. Ο μέγας χαρτοφύλαξ Μιχαήλ ὁ Βαλσαμών. Ο μέγας ἐκκλησιάρχης ὁ Συροπόλεως. Ἰωάννης ὁ Καππάδος ὁ πρωτέκδικος. Γερόντιος..... ἡγούμενος τοῦ Παντοκράτορος. Αθανάσιος ἡγούμενος τοῦ Καλέως. Ηγούμενος τοῦ ᾿Αγίου Βασιλείου. Παχώμιος ἡγούμενος του Αγίου Παύλου τοῦ Λάτρου. Μωϋσῆς ἱερομόναχος τοποτηρητής τῆς Λαύρας. Δεν ρόθεος τοποτηρητής τοῦ Βατοπεδίου. Κωνσταντίνος τοποτηρητής της Βλαχίας. Ο τοποτηρητής της Τραπεζούντος. Ο τοποτηρητής τῆς Ἰβηρίας.
Continue reading PG 158: Job Monachus →≣ entire volume