Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 158:1075ἠθικὴ θεωρία εἰς τὰς ἁγίας φωνὰς τοῦ προφήτου Δαβίδ. Σκοπός ἐστιν ἡμῖν αὐτοσχεδιάζουσιν ἐν τῷ τὰς Ιεράς Δαυτικὰς φωνὰς ἀναξαίνειν, ὡς ἀρωματικήν τινα θυμιαμάτων εὐωδίαν ανασκάλλουσι, και ψυ χὴν καὶ διάνοιαν καὶ πᾶσαν εὐφραινομένοις απ σθησιν, οὐχ ὅτι οἱ πάλαι θεῖοι τῆς Ἐκκλησίας καθηγεμόνες καὶ θεολόγοι ἢ ἐλλιπῶς καὶ ταύτας μετὰ τῶν ἄλλων ἐξηγούμενοι, ἢ όπωσοῦν ἡμελημέν νως επεσκέψαντό τε καὶ τεθεωρήκασι, καὶ τοῖς μετ' αὐτοὺς ἡμῖν παραδεδώκασιν, οὐμενοῦν· πόρρω τοῦτο τῆς ἐκείνων σοφίας ἅμα καὶ χάριτος. Μεστῶς γὰρ καὶ τελείως, καὶ ὡς οὐκ ἂν ἄμεινον, πάντα ἐκείνοις εἴρηται καὶ ἀναγέγραπται· καὶ τὰ ἐλλε! ποντα κατὰ τήνδε την Δεσποτικὴν ἐπαγγελίαν ὑπ' αὐτῶν τῇ δυνάμει καὶ χάριτι τοῦ ἁγίου Πνεύματος ἀναπεπλήρωται· ἀλλὰ μηδὲν ἄλλο μετὰ τὰς κανονικάς Γραφὰς ἢ ταύτας ἐξαιρέτως πνεῖν καὶ λαλεῖν καὶ τῷ νῷ στρέφειν, καὶ διὰ βίου παντὸς ἐνδιαιτᾶσθαι ταύταις προηρημένος καὶ μηδὲν ἔχειν ἄλλο
Continue reading PG 158: Bartholomaeus de Jano →≣ entire volume