PG 159Laonicus Chalcocondyla Atheniensis et al.
Joannes Plusiadenus, or Joseph, Bishop of Methone, after his Episcopal Consecration
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 957–958page 1 of 75
PG 159:957' τοῦ Θεοῦ φόβος ἔγκειται,

On the Differences between Greeks and LatinsDe differntiis inter Graecos et Latinos

col. 959–960page 2 of 75
De differntiis inter Græcos et Latinos
PG 159:959οι ΙΩΑΝΝΟΥ ΠΡΩΤΟΙΕΡΕΩΣ ΤΟΥ ΠΛΟΥΣΙΑΔΗΝΟΥ Διάλεξις γενομένη μεταξύ Εὐλαβοῦς τινος, καὶ Τελώνου, Ρακενδύτου νέ, καὶ ἑνὸς τῶν δώδεκα ενωτικών Ιερέων, παρόντων καὶ ἑτέρων τριῶν ἐκεῖσε, Ακροατοῦ δηλονότι, Μάρτυρος, καὶ Δικαιοκρίτου. ΠΕΡΙ ΤΗΣ ΔΙΑΦΟΡΑΣ ΤΗΣ ΟΥΣΗΣ ΜΕΣΟΝ ΓΡΑΙΚΩΝ ΚΑΙ ΛΑΤΙΝΩΝ ΕΤΙ ΤΕ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΚΑΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΤΗΣ ΕΝ ΦΛΩΡΕΝΤΙΑ ΓΕΝΟΜΕΝΗΣ. ΠΡΟΘΕΩΡΙΑ. Ο τοῦ Θεοῦ φόβος έγκειται πάρῃ ἀνθρωπίνη ψυχῇ, καὶ τὴν ὀρθόδοξων πίστιν γυμνῇ τῇ κεφαλῇ καὶ παρρησίᾳ κηρύττει. Διὸ οὐ μόνον οἱ τοῦ λόγου τρόφιμοι, καὶ οἱ περὶ τοῦτον σπουδάζοντες, ἀλλὰ καὶ ἰδιῶται, καὶ πάντες λόγῳ καὶ ἔργῳ κηρύττειν ὀφείλουσιν, ὑπερασπίζειν τε ὀφείλουσιν, ὑπερασπίζειν τε καὶ μέχρις αἵματος ὑπὲρ τῆς πίστεως ἀγωνίζεσθαι, ἂν μόνον τὴν οὐρά νιον βασιλείαν τῶν ἐπιγείων προκρίνωσι, καὶ τὰ αἰώνια τῶν προσκαίρων, καὶ τὰ φθαρτὰ τῶν ἀφθάρτων. Ὥσπερ καὶ νῦν ξυνέβη ἀνθρώπῳ τινὶ ἰδιώτῃ, πλην εὐλαβεί, διαλεχθῆναι μετά τινος τελώνου, τἀναντία τῆς συνόδου φρονοῦντος. Εἰπόντες γὰρ ἀμφότεροι ἱκανῶς, καὶ κατ' ὀλίγον υψηλοτέροις νοήμασιν ἀνα γόμενοι, ὁ μέντοι τελώνης ἐπαπορῶν ῥακενδύτην τινὰ προσεκαλέσατο συμμαχήσαι αὐτῷ. Ο δέ γε Εὐλαβὴς ἀκούων τε καὶ ἀπολογούμενος, καὶ κατ' ὀλίγον ἀπορῶν τοῖς λόγοις αὐτοῦ, ἵνα ἐκ τῶν δώ δεκα ἐνωτικών προσεκαλέσατο Ἱερέα, καὶ οὕτω; οι δύο παρόντων καὶ ἑτέρων τριῶν προσώπων διαλεχθέντες, συνεπέραναν τὸν διάλογον.
col. 961–962page 3 of 75
PG 159:961Εἰσὶν οὖν τὰ πρόσωπα τῆς διαλέξεως ταύτης ταῦτα. Μανουὴλ ὁ Μουγγός, Εὐλαβής. Ο Βουλγάρης, Ρακενδύτης. Ιωάννης ὁ Δαμασαίνης, Τελώνης. Αντώνιος ὁ Σαγρέδος, Δικαιοκρίτης. Ιωάννης ἱερεὺς ὁ Πλουσιαδηνός, Καθολικός. Γεώργιος ὁ Φαλίερος, Ακροατής. Ιωάννης ὁ Τζουρδούνης, Μάρτυς. Εὐλαβὴς προλογίζει. Ἐν μιᾷ τῶν ἡμερῶν, καθήμενος αὐτὸς ἐν τῷ ἐμπορίῳ περὶ ὥραν μίαν καὶ ἥμισυ τῆς ἡμέρας, ἀκούω τοῦ κήρυκος τῆς ἐξουσίας βοῶντος μεγάλη φωνῇ, περὶ τὸν κίονα ἑστῶτος τῆς ἐκκλησίας τοῦ Αγίου Μάρκου, ἐν τῷ συνήθει δηλαδὴ καὶ εἰθισμένῳ τόπῳ, καὶ πλῆθος λαοῦ προσδραμὸν ἤκους. Ἐγὼ δὲ μόνην φωνὴν ἀκούων, ἱστάμην βλέπων. πληρωθείσης οὖν τῆς κηρύξεως, ἦλθε τις πρὸς τούμὸν ἐμπόριον, ἐν ᾧ εἰώθει ἐκεῖνος καθῆσθαι, καὶ λαμ βάνειν τὰ τέλη, τελώνης γὰρ ἦν, ἂν ἠρέμην, Τι βούλεται ή καινή αὕτη κήρυξις, ὅτι καὶ πλῆ. θος ἔστηκε τοῦ λαοῦ οὐκ ὀλίγον ἀκοῦον; εἰπέ μοι, Τελώνης. Οι δώδεκα ἱερεῖς οἱ τὴν νῆσον καὶ τὴν πόλιν πᾶσαν συγχέοντες, καὶ ταῦτα ποιοῦσιν. Εὐλ. Τί δή; Τελ. Αὐτοὶ Λατινοφρονήσαντες, βιάζονται και τοὺς ἄλλους ποιῆσαι τὰ τῶν Λατίνων φρονῆσαι. Εὐλ. Τοῦτο τί ἐστι; Φράσον μοι τάχος. Τελ. Τὴν λύμην αὐτῶν οἱ ἡμέτεροι Πατέρες καὶ διδάσκαλοι ἐννοήσαντες, ἐδίδαξαν τοῦ Χριστοῦ πρό βατα, μὴ συγκοινωνεῖν αὐτοῖς, μηδὲ εἰς τὰς ἐκε κλησίας αὐτῶν εἰσέρχεσθαι, μηδὲ χρῆσθαι αὐτοῖς τὸ παράπαν ὡς ἱερεῦσι. Οι μαθόντες κατεἶπον αὐ τῶν ἐν τῇ ἐξουσίᾳ. Η δ' ἐξουσία νῦν διωρίσατο αὐ τοῖς διὰ τοῦ κήρυκος ἕως ἡμερῶν ὀκτὼ ἐμφανισθῆναι τῇ ἐξουσίᾳ· εἰ δὲ μή, κατ' αὐτῶν ἀποφήναιτ' ἂν ἡ ἐξουσία. Εὐλ. Τίνες εἰσὶν οὗτοι; Τελ. Μακρογένης, Ασπρογένης, καὶ Ματζα μούρδης. Εὐλ. Εβουλόμην μαθεῖν τί οὗτοι ἐδίδασκον, ὅθεν ἡ ἐξουσία κατ' αὐτῶν ἀγορεύει. Τελ. Εδίδασκον ἀπέχεσθαι τῶν Λατινοφρόνων τούτων δώδεκα ἱερέων, ὡς τὴν ἡμετέραν πίστιν ἀφέντων, καὶ ἑνωθέντων Λατίνοις. Εὐλ. Οὐ δύναμαι συνιέναι οὐδ᾽ ὁπωσοῦν τῶν λε γομένων. Τελ. Οὐκ εἶ σὺ ἐκ τῆς πόλεως ταύτης; Εὐλ. Καὶ πάνυ μὲν οὖν. Ἐν ταύτῃ γὰρ ἀνετράφην. Τελ. Πῶς οὖν οὐκ ἔγνως τὰ πεπραγμένα δηλα τοῖς πᾶσιν ὄντα; Εὐλ. Ἱερεῖς ἐγὼ οὐκ ἔγνων ἐᾶσαι τὴν τῶν Γραι κῶν πίστιν, καὶ Λατίνους γενέσθαι. Σὺ δέ μοι Λα τινόφρονας καὶ τὴν ἡμετέραν πίστιν ἀφέντας λέγεις,
col. 963–964page 4 of 75
PG 159:963καὶ ἐνωθέντας Λατίνοις. Τοῦτο τί δηλοῦν βούλεται, οὐ γινώσκω. Τελ. Εγώ σοι ἐρῶ τὸ πᾶν ἀκριβῶς. Πλείω ή πεντακόσια έτη σχεδόν εἰσιν, ἀφ' οὗ αὐτῶν ἐχωρίσθημεν τῶν Λατίνων. Νῦν δ' έναγχος σύνοδος γέ γονεν ἐν Φλωρεντίᾳ τῇ πόλει, παρόντων πολλῶν, καὶ βασιλέως, καὶ πατριάρχου, καὶ ἀρχιεπισκόπων, καὶ ἐπισκόπων, καὶ ἡγουμένων, καὶ σταυροφόρων, ἐν ᾗ συνεφώνησαν, καὶ εἶπον ὅτι καὶ οἱ Λατίνο. τὴν αὐτὴν ἔχουσιν ἡμῖν πίστιν. Ἡμεῖς δὲ λέγομεν ὅτι οὐκ ἔπραξαν δίκαια, οὐδ᾽ ἀληθῇ. Οὗτοι οὖν στέργουσιν ἅπερ ἐκεῖ ἐπράχθη, καὶ γεγόνασιν ἀρ νηταὶ τῆς ὀρθοδόξου πίστεως. Εὐλ. Νῦν οὖν ἀνάγομαι ἀπὸ μέρους ἐννοεῖν τὰ προλελεγμένα· πρὸ δὲ τοῦ ζητῆσαι κατά μέρος, τίνο εἰσὶ τὰ ἐν αὐτῇ πεπραγμένα, ἐρωτῶ σε μικρόν. Ταύτην τὴν σύνοδον οἱ δώδεκα ἔπραξαν, ἢ ἄλλοι τινὲς μείζονες τούτων Τελ. Μείζονες αὐτῶν ἀσυγκρίτως. Εὐλ. Καὶ τούτοις μόνοις ἐγκαλεῖς ὡς ὑποταγέντας αὐτοῖς, ἢ κἀκείνοις; Τελ. Καὶ τούτοις, κἀκείνοις. Εὐλ. Τοῦτό ἐστιν, ὅπερ ἔλεγον καταρχάς, ὅτι οὐ δύναμαι γνῶναι, ἅπερ μοι λέγεις. Τελ. Διὰ τί δή; Εὐλ. Διότι οὐ τοῖς δώδεκα μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμενική συνόδῳ ἐγκαλεῖς. Καὶ τὶς εἰ σὺ ὁ τῇ οἰκουμενικῇ συνόδῳ ἐγκαλῶν. Τελ. Οἱ Πατέρες μου ταῦτα λέγουσιν. Εὐλ. Ἤθελον εἰδέναι κἀγὼ τοὺς Πατέρας ἐκείν νους, καὶ παρ' αὐτῶν ἀκοῦσαι, καὶ μαθεῖν τί τὸ πρεπῶδές ἐστιν, ἀπέχεσθαι ἡ προσεγγίζειν, καὶ ἐνοῦσθαι ἡ διαιρείσθαι τῆς Ἐκκλησίας. Τελ. Αγωμεν δή. Ευλ. Εἰ θέλεις χαρίσασθαι μοι, φέρε μοι αὐτὸν ὧδε. Τελ. ᾿Αγάγοιμι ἂν αὐτὸν τῷ πρωί. Ακροατής. Κατὰ τὴν ἤδη συμφωνηθείσαν ὑπό σχεσιν τῷ πρωί συνήλθομεν ἐν τῷ ἐμπορίῳ, καὶ καθήμενοι ἐξεδεχόμεθα τὸν τελώνην ἐλθεῖν μετ' οὗ Πατρὸς ὑπεσχέθη· καὶ ἰδοὺ περὶ ὥραν τῆς ἡμέ ρας δευτέραν ἔρχεται, καὶ μετ᾿ αὐτοῦ Ῥακενδύτης τις, μέγας μὲν τῷ σώματι, καὶ ὡραῖος τὴν ἔψιν, πλὴν παραβλών. Ελθὼν οὖν μέσον τοῦ ἐμπορίου, ἐκάθισε, καὶ ἤρξατο μετά σοβαροῦ τοῦ βλέμματος πρὸς τὸν Εὐλαβή λέγειν. Ῥακενδύτης. Τί ἐστιν, ὅπερ διστάζεις ἐκ τῶν εἰρημένων σοι παρὰ τοῦ ἀδελφοῦ τελώνου τῇ χθὲς κατὰ τῶν ἀνιέρων δώδεκα τουτων:; Οὐ γὰρ οίδασιν οἱ ταλαίπωρος, οὐδ' ἔγνωσαν, καὶ ἠνώθησαν τοῖς Λατίνοις, τὸ πάτριον ἀπολέσαντες φρόνημα. Ερώ τησον δὲ κἀμὲ, καὶ ἱκανήν σοι παρέξω ἀπολογίαν, ἐφ᾽ οἷς ἂν ἀπορη. Εὐλ. Τοῦ ἀδελφοῦ τελώνου τῇ χθὲς ήκουσα και τακρίνοντας δώδεκα ἱερεῖς, καὶ παρὰ σοῦ σήμερον. Λέγετε γὰρ αὐτοὺς Λατινόφρονας, καὶ ἀρνητὰς τῆς ὀρθοδόξου πίστεως, διὰ τὸ ὑποταγήναι τῇ ἱερά συγ όδῳ. Βούλομαι οὖν παρὰ σοῦ μαθεῖν εἰ οὗτος ἀλλά
col. 965–966page 5 of 75
PG 159:965τριοι ἐπ' ἀληθείας εἰσὶ τῆς ὀρθοδόξου πίστεως, διά τὸ ἐνωθῆναι αὐτοὺς τῇ συνόδῳ τῇ ἐν Φλωρεντία πρό μικροῦ γενομένῃ; Ῥακ. Καὶ πάνυ μὲν οὖν, ἐχθροί εἰσι καὶ ἀλλό τριοι τῆς εὐσεβείας, καὶ τοῦ ἀληθοῦς καὶ πατρικοῦ φρονήματος, καὶ ὁ συγκοινωνῶν αὐτοῖς ἀφωρισμένος ἐστίν. Εὐλ. Ἐγὼ Ιδιώτης ὤν, δέομαί σου, κατὰ πεῖ σιν καὶ ἀπόκρισιν ποιῆσαι τὸν λόγον. Οὐ γὰρ δύναμαι μακροὺς ἀποτείνειν, ἀλλ᾽ οὐδ᾽ ἀκούειν λόγους. Ρακ. Λέγε ὁ θέλεις, καὶ ἐπὶ πᾶσιν ἀποκριθήσομαι. Καλῶς γὰρ ἔφης γενέσθαι τὴν διάλεξιν διὰ βραχέων λόγων. Εὐλ. Ερωτῶ· Διατί ἐχθροὺς αὐτοὺς λέγεις τῆς ὀρθοδόξου πίστεως; Ρακ. Διὰ τὸ ἀπώσασθαι τὴν ὀρθόδοξον πίστιν καὶ ἐνωθῆναι Λατίνοις. Εὐλ. Ποία ἐστὶν ἡ ὀρθόδοξος πίστις, ἐπιθυμῶ μαθεῖν. 'Ρακ. Ἡ θρησκεία καὶ ὁμολογία ἡμῶν τῶν Γραι κῶν. Εὐλ. Καὶ ἡ ἀλλοτρία πίστις τίς ἐστιν; Ῥακ. Ἡ τῶν Λατίνων. Εὐλ. Οὐκοῦν οἱ Λατῖνοι οὐκ εἰσὶν ὀρθόδοξοι, Ρακ. Οὐδαμή. Εὐλ. Καὶ νῦν ἐγένοντο ἑτερόδοξοι, ἢ πρὸ πολλοῦ τὴν πίστιν ἀπώλεσαν Ρακ. Πρὸ πεντακοσίων χρόνων. Εὐλ. Καὶ εἰ πρὸ πεντακοσίων χρόνων, ὡς σὺ φῂς, οἱ Λατίνοι τὴν πίστιν ἀπώλεσαν, διατί οἱ ἡμέτεροι ὀρθόδοξοι ὄντες αὐτοὺς οὐκ ἐστήριξαν; Φησὶ γὰρ ὁ κοινὸς διδάσκαλος ἡμῶν τε κἀκείνων, Έγειρε πεσόντα τὸν ἀδελφόν σου. Ρακ. Εὖ λέγεις· ἀλλ᾽ οὐκ ἠθέλησαν. Εὐλ. Ἀπορῶ ἐπὶ τούτῳ. Ακρ. Τοῦτο σαφήνισον, τί δηλοῦν βούλεται τὸ, Αὐτοὶ οὐκ ἠθέλησαν; Ρακ. Οι Γραικοὶ ἐκάλεσαν τους Λατίνους διδά ξαι, καὶ στηρίξαι αὐτοὺς ἐν τῇ πίστει. Αὐτοὶ δὲ οὐ κατεδέξαντο, οὐδ᾽ ἠθέλησαν ἐπακοῦσαι. Ευλ. Δείξόν μοι θᾶττον, πότε αὐτοὺς ἐκάλεσαν, καὶ αὐτοὶ οὐκ ὑπήκουσαν. Φοβοῦμαι γὰρ μήπως ἐστὶ πᾶν τοὐναντίον. Ρακ. Πολλάκις. Αλλ' αὐτοὶ οὐκ ἠθέλησαν. Εὐλ. Οὐ θέλω λόγους ἀκούειν κενούς, ἀλλ' ἀπό δειξιν ἀληθῆ. 'Ρακ. Οὕτως ἀκούω κἀγὼ τῶν πολλῶν λεγόν των. Εὐλ. Οὐ τῶν πολλῶν ἐγὼ ἐθέλω ἀκούειν, ἀλλὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας. 'Ρακ. Καλῶς ἔφης. Καὶ ἡμεῖς τῶν διδασκάλων ἀκούοντες, τῶν Λατίνων ἐσχίσθημεν. Εὐλ. Νῦν ἥκεις πρὸς ὁ ἐγὼ βούλομαι. 'Ρακ. Τί βούλει; Εὐλ. Αρίθμησόν μοι τοὺς διδασκάλους κατ' ὄνο μα, ὧν ἐπακούσας Λατίνων ἐσχίσθης. Ρακ. Ἔχομεν Φώτιον πρῶτον κατὰ Λατίνων
col. 967–968page 6 of 75
PG 159:967ἐκθέντα βιβλίον· μετ' αὐτὸν δὲ πολλοὺς καὶ καλούς, τὸν φιλόσοφον Μιχαὴλ τὸν Ψελλόν, Νεῖλον Καβασίλα, Μεθώνης Νικόλαον, Νεῖλον Ρόδου, Μοσχάμπαρα τινα, Φουρνἦν τὸν φιλόσοφον, Καματηρὸν τὸν γενναῖον, Βαρλαάμ τινα μοναχὸν Καλαβρόν, Παλα μᾶν τὸν σοφόν, Θεοφύλακτον Βουλγαρίας, άλλον Βουλγαρίας Ματθαῖον, καὶ ἄλλους πλείστους, οἷς οὐ καταλέγω, διὰ τὸ μὴ μηκύνειν τους λό γους. Εὐλ. Καὶ οὗτοι πάντες, οὓς ἡρίθμησας, πρὸ τοῦ σχίσματος εἰσιν, ἢ μετὰ τὸ σχίσμα; Ρακ. Πάντες μετὰ τὸ σχίσμα εἰσίν. Εὐλ. Τούτους ἐγὼ ὡς διδασκάλους οὐ δέχομαι. Ακρ. Καὶ κατὰ δίκαιον λόγον. 'Ρακ. Διατί δή; Εὐλ. Διότι μετὰ τὸ σχίσμα καὶ τὴν πολλὴν ἔριν εἰσὶ, καὶ κακίᾳ κινούμενοι κατὰ τῶν ἀδελφῶν ἔγραφον. Ῥακ. Καὶ τίνας ἄλλους σὺ διδασκάλους βούλει; Εὐλ. Τοὺς πρὸ τοῦ σχίσματος διδασκάλους, Βασί λειον, Αθανάσιον, Γρηγόριον, Χρυσόστομον, Κύριλλον, Επιφάνιον, Ιλάριον, Νύσσης Γρηγόριον, "Ανα στάσιον, Δαμασκηνόν, Μάξιμον, Στουδίτην, Ταρά στον, καὶ τὴν λοιπήν εταιρείαν, οὓς διδασκάλους και ἁγίους ἡ τοῦ Θεοῦ Ἐκκλησία δοξάζει·· ἔτι γε μήν Αὐγουστῖνον, Γρηγόριον τὸν Διάλογον, Αμβρόσιον, Ἱερώνυμον, Λέοντα, καὶ ἄλλους τῆς ὁμοίας διαγωγῆς, καὶ ἁγιωσύνης. Οὐκ ἀποδέχομαι δὲ οὓς σε κατέλεξας, ὧν ἡ Ἐκκλησία οὐδένα κατωνόμασεν ἅγιον. Τούτοις οὖν ἐγὼ πείθομαι, καὶ ἁγίους αὐτ τοὺς δοξάζω, καὶ διδασκάλους κατέχω. Απὸ τούτων ἄρα εἰ δύνασαι, δεἰξόν μοι, εἰ οἱ Λατίνοι οὐκ εἰσὶν ὀρθόδοξοι, καὶ εἰ προεκαλέσαντο αυτούς ποτε ε ἡμέτεροι, αὐτοὶ δὲ οὐχ ὑπήκουσαν. Ἐπειδὴ πᾶν τοὐναντίον ἐγὼ ἐπίσταμαι. Ἐκεῖνοι γὰρ ἀεί ποτε τοὺς ἡμετέρους εκάλουν εἰς εἰρήνην τε καὶ ὁμο νοιαν. Καὶ τούτου μάρτυς Νικόλαος πρῶτος, ἀρχιερεὺς Ρώμης μέγιστος, ὃς μετὰ πολλὰς πρεσβείας, ἐπειδὴ οὐχ ὑπήκουον, καὶ σωματικῶς ἕως Κων σταντινουπόλεως παρεγένετο, ερεθίζων αὐτοὺς, καὶ παρακαλῶν ἐλθεῖν εἰς ἐξέτασιν τῶν δογμάτων. Δύο τοὶ δὲ ἅπαξ τῇ πεισμονῇ καὶ ματαία προσλήψει βα φέντες, καὶ τῇ κακίᾳ κινούμενοι, οὐ μόνον οὐκ ἠθέλησαν ἐπακοῦσαι, ἀλλὰ καὶ πολλὰ ἄτοπα πρά ξαντες εἰς αὐτὸν, καὶ ἀναιδώς λοιδορήσαντες, καὶ ἐμπαροινήσαντες ἀπέπεμψαν ὡς οὐκ ὤφειλον, & σιωπῆσαι δέον ἐκρίναμεν, διὰ τὴν τοῦ γένους τιμήν. Ακρ. "Αγε δὴ ἵνα στεφανώσωμεν τὸν Εὐλαβὴ φαιδρὸς γὰρ ὁ παρὼν αὐτοῦ λόγος. Δικαιοκρίτης. Στεφανούσθω δὴν ἐξ ἀνθέων τῆς εὐσεβείας. Ζακ. Φαιδρότερον ἐγὼ διηγήσομαι καὶ συνοπτικώτερον. Εύ. Απόκριναι κατὰ συνέχειαν τοῦ ἡμετέρου λόγου. 'Ρακ. Οὓς μὲν ἠρίθμησας, διδάσκαλοι τῆς Ἐκ κλησίας εἰσὶ καὶ ἅγιοι, καὶ οὐ δύναμαι παραγρά
col. 969–970page 7 of 75
PG 159:969ψασία:, ἀλλ' αὐτοὶ πρὸ τοῦ σχίσματος ὄντες, πως ὤφειλον αὐτοὺς καλεῖν εἰς ὀρθότητα τῶν δη γμάτων; Εὐλ. Ὥστε οἱ Λατίνοι, ὀρθόδοξοι πρὸ τοῦ σχίσματος ἦσαν. 'Ρακ. Ομολογῶ, ὅτι ὀρθόδοξοι ἦσαν. Οὐ γὰρ δύ ναμαι τοῦτο ἀρνήσασθαι. Μάλλον δ' ἔφθασας ἀριθ μῶν καὶ Λατίνους ἁγίους, οἱ εἰσιν Αὐγουστῖνος, Γρηγόριος ὁ Διάλογος, Ἱερώνυμος, Αμβρόσιος, καὶ Λέων ὁ μέγας. ᾿Αλλὰ πάντες οὗτοι πρὸ τοῦ σχίσματος ἦσαν, καὶ διαφορὰ οὐκ ἦν τότε μέσον Γραικῶν καὶ Λατίνων. Μετὰ ταῦτα γενομένου τοῦ σχίσματος, αὐτοὶ εἰς ἀλλότρια δόγματα έκπε σύντες, οὐκ ἠβουλήθησαν ἔτι ἡμῖν ἑνωθῆναι. Εὐλ. Πάλιν, ὡς προέφην, ἐρῶ. Διατί οἱ ἡμέτεροι αὐτοὺς οὐκ ἐστήριξαν; Εφθασας γὰρ εἰπὼν, ὅτι πρὸ τοῦ σχίσματος ἡμῖν ἡνωμένοι ἦσαν, καὶ ὀρθόδοξοι μεθ' ἡμῶν ὑπῆρχον, καὶ σύνοδοι οἰκουμενικαὶ ἐγένοντο, ἃς ἐπλήρουν τε καὶ ἔπραττον Γραι καὶ ὁμοῦ καὶ Λατίνοι, καὶ τοὺς αἱρετικοὺς ἀμφότεροι ήλαυνον, καὶ ἀναθέματι καθυπέβαλον. Καὶ οἱ αἱρετικοὶ ἐχθροὶ Γραικῶν καὶ Λατίνων ἐλέγοντο. Νῦν δὲ, ὡς φῂς, οι Λατίνοι εἰς ἀλλότρια έχε πεσόντες δόγματα, ἡμῖν ἑνωθῆναι οὐ βούλονται. Πῶς δὲ τοῦτο δειχθήσεται λέγε μοι τάχος. Ρακ. Ἐγὼ ἄλλο οὐκ ἔχω σοι δεῖξαι, ἢ ὅτι πεντακόσια έτη εἰσὶν, ἀφ᾽ οὗ αὐτῶν ἐσχίσθημεν, καὶ νῦν κεχωρισμένοι ἐσμέν. Ακρ. Οὐ δίκαιος οὗτος ὁ λόγος δοκεῖ, μᾶλλον δέ γε καὶ ἀναπόδεικτος. Εὐλ. Τὸ γὰρ εἰπεῖν, ὅτι πολυετὲς τὸ σχίσμα ἐστὶ, πᾶς τις ὁμολογήσει· ἀλλ' οὐχ ἱκανὴ ἐστι παραστῆσαι τοὺς Λατίνους αἱρετικούς ή πολυετία αύτη. Ρακ. Καὶ πάνυ μὲν οὖν. Ἐν γὰρ τοῖς πεντακοσίοις χρόνοις τούτοις είχομεν σοφούς τε καὶ ῥήτου ρας, καὶ πατριάρχας, καὶ βασιλεῖς, οἱ προηγοῦντο τοῦ σχίσματος καὶ τοῦ χωρισμοῦ, ἐμοὶ δοκεῖ, δι' οὐδὲν ἄλλο, ἢ ὅτι ὡς αἱρετικοὺς αὐτοὺς ὑπεψή μιζον. Εὐλ. Οὐδὲ τοῦτο τους Λατίνους αιρετικούς παρ ιστά. Ρακ. ᾿Αλλὰ τί ἰσχυρότερον τούτων σὺ θέλεις; Ελ. Κρινέτω ὁ τοῖς ἡμετέροις λόγοις κριτής καθεζόμενος. Δικ. Σύνοδον οἰκουμενικὴν, ὥσπερ ἐν ἑκάστη αἱρέσει ἐγένετο, καὶ διαλεχθῆναι καὶ ὅρον ἐκθεῖναι, καὶ κατ' αὐτῶν ἀποφῆναι, καὶ τότε ὡς αἱρετικοὺς ἀποστρέφεσθαι, οὐ δοκεῖ δίκαιον εἶναι, ἀλλὰ μᾶλλον ἀσεβὲς καὶ ἀπάνθρωπον, ἀποβάλλεσθαι ἀδελ τοὺς ὁμοπίστους δίχα καθολικοῦ καὶ οἰκουμενικοῦ κριτηρίου. ρο Ρακ. 'Αλλ' ἐγένοντο καὶ σύνοδος. Εὐλ. Ποῦ δή; Ρακ. Ἐν Λουγδούνῳ τῇ πόλει, ἢ καὶ ὀγδόη λέ γεται.
col. 971–972page 8 of 75
PG 159:971ΣΤΙ Εὐλ. Καὶ τί δὴ ἐν αὐτῇ ἐπράχθη; Ρακ. Αἱρετικοὺς ἀπεφήνατο τους Λατίνους ἐκείνη ἡ σύνοδος. ᾿Ακρ. Πῶς, φαίνεται τοῦτο; Ρακ. Τὰ Πρακτικά μαρτυροῦσιν. Ευλ. Τα Πρακτικὰ τῆς συνόδου ἐκείνης τοὐναντίον λέγουσιν ἅπαν, ὧνπερ σὺ φής. Ρακ. 'Αλλ' αὐτοὶ τὰ Πρακτικὰ έφθειρον. Ακρ. Σκληρὸς οὗτος ὁ λόγος καὶ ἄτοπος. Εὐλ. Αρ' οὐχ ευρίσκονται παρ' ἡμῖν; Ρακ. Εὑρίσκονται διεφθαρμένα. Ακρ. Καὶ πῶς ἂν τοῦτο δειχθείη; Εὐλ. Καὶ ἡ φθορὰ τίς ἐστιν; 'Ρακ. Ὅτι ὀρθῶς οἱ Λατίνοι φρονοῦσιν. Ακρ. Ο μέγα θαῦμα! Καὶ τίς ἂν δυνηθείη παι Βραστῆσαι αὐτοὺς μὴ ὀρθῶς φρονοῦντας; Εὐλ. Διότι εἰ ἡ σύνοδος ἐκείνη κατέκρινε τους Λατίνους, ώφειλεν εὑρίσκεσθαι παρ' ἡμῖν ἡ πρᾶξις, ὡς ἐγένεται Ρακ. Εἶπόν σοι, ὅτι ἐφθάρησαν τὰ βιβλία τὰ τὴν πράξιν ἔχοντα τῆς συνόδου ἐκείνης. Ακρ. Πάλιν ταυτό. Ευήθης ἐστὶν δὲ τοῦτο λέγων, μᾶλλον δὲ μωρὸς καὶ ἀναίσθητος. Εὐλ. ᾿Απορῶ περὶ τούτου τὰ μέγιστα. Ρακ. Ἡ ἀπορία σου τίς ἐστιν; Εὐλ. Οτι πάντα τὰ βιβλία εφθάρη, καὶ οὐδὲν ὑγιες εὑρίσκεται. Ρακ. Μὴ θαυμάσῃ, ὅτι ἰδόντες ἐκεῖνοι καταχε κριμένους αὐτοὺς εἶναι παρὰ τῆς συνόδου, Εφθειραν τὰ βιβλία, ώστε μὴ φαίνεσθαι τὴν κατ᾿ αὐτῶν κρίσιν. Εύλ. Οὐκ εἶπόν σοι, ὅτι θαυμάζω τα μέγιστα περὶ τούτου; Ρακ. Βἰπὲ σὺ, τί τὸ παρὰ σοῦ θαυμαζόμενον. Ευλ. Οι Λατίνοι έφθειραν, φῂς, τα βιβλία. Ρακ. Εἶπόν σοι, καὶ οὕτως ἔστιν. Ευλ. Οι Λατίνοι ἔφθειραν τὰς βίβλους, είπερ καὶ συγχωρήσω σοι τοῦτο, ὅσαι τῆς ἑαυτῶν ἦσαν φωνῆς, τὰς δὲ τὴν ἡμετέραν ἐχούσας διάλεκτον, πῶς αὐτοὶ ἔφθειραν, ἀπορῶ. Ρακ. Εφθειραν τούτῳ τῷ τρόπῳ, τὰς μὲν δι' αὐτῶν, ἐπιστάμενοι τὴν ἡμετέραν φωνὴν, τὰς δὲ διά τινων Γραικών Λατινοφρόνων, οἵτινες ἐν ἐκείνῳ Ο τῷ καιρῷ, τουτέστιν ἐν τῇ συνόδῳ ἐκείνῃ, ἐφρόνησαν τὰ αὐτῶν. Εὐλ. Ετι ἀπορίαν ἐπ' ἀπορίᾳ συνάπτω. Ρακ. Τίς ἐστιν αὕτη; Ευλ. Πρῶτον μὲν, ὅτι ἐκεῖνος ἔφθειραν, φῂς, τὰ βιβλία, τὰ μὲν παρὰ σφῶν αὐτῶν, τὰ δὲ παρά τινων Γραικών; φρονησάντων τὰ αὐτῶν. Πῶς οὖν· οὗτοι ἐλατινοφρόνησαν Γραικοί όντες; Δεύτερον τοσαύτη ὑπῆρχεν ἡ ῥύμη τῆς φθορᾶς, ὅτι οὐχ εὑρέθη ούτε μία βίβλος οὔτε ἐν τοῖς βασιλεῦσι, οὔτε ἐν τοῖς παν τριάρχαις, ἃς ὤφειλον ἔχειν εἰς ἔνδειξιν τῆς ἀλη θείας, μαρτυρούσας τὸ ἀληθές. Οὐ δύναμαι τοῦτο ἀκούειν. Ρακ. Τίς οἶδεν, εἰ σώζεται καὶ βίβλος - βοῦσα τοῦτο, ὅπερ ἐγώ λέγω;
col. 973–974page 9 of 75
PG 159:973Ακρ. Νῦν ὁ Πατὴρ ἀμφιβάλλει κατὰ τὸν λόγον αὐτοῦ. Εὐλ. Εἰ ἦν, ἐφάνη ἄν. Τὸ δὲ εἰπεῖν, ὅτι, «Τίς οἶδεν;» τοῦτο ἀμφίβολον ὑπάρχει· ἀπὸ δὲ τῶν ἀμφιβόλων οὐδὲν συνάγεται ἀληθὲς συμπέρασμα. Μᾶλλον ἀπὸ τούτου τοῦ λόγου εἰς ὑποψίαν ἄ γεις με. 'Ρακ. Τί σὺ ὑποπτεύεις; Εὐλ. Υποπτεύω πᾶν τοὐναντίον, ὅπερ συ λέγεις. Εἰ γὰρ κατὰ Λατίνων ἐν τῇ συνόδῳ ἐκείνῃ ἐπράχθη, εἶχον ἂν οἱ Γραικοὶ τὰς βίβλους, ὥσπερ χρυσᾶ ἐγε κόλπια φυλαττομένας, εἰς τὸ δεικνύειν τοῖς μετά ταῦτα, ὅτι δικαίως αὐτῶν ἐχωρίσθησαν. Ἐπεὶ δὲ παρὰ μὲν τοῖς Γραικοῖς βίβλος οὐ φαίνεται οὐδεμία κατὰ Λατίνων τῆς συνόδου ἐκείνης, παρὰ δὲ Λατί νοις εὑρίσκεται, μάλιστα δὲ καὶ παρὰ Γραικοῖς, καὶ βοᾷ, ὅτι ἡ πρᾶξις ἐκείνη ὑπὲρ Λατίνων ἦν, ὑποψίαν μοι παρέχει μεγάλην, μᾶλλον δὲ καὶ σὺ ἔφθασας εἰπὼν, ὅτι τινὲς τῶν Γραικῶν ἐν αὐτῇ ἐλατινοφρό νησαν. 'Ρακ. Εἶπόν σοι, καὶ πάλιν ἐρῶ σοι, ὅτι ἐν τῇ συνόδῳ ἐκείνῃ ὑπερίσχυσαν οἱ Λατίνοι, καὶ κατέ πεισαν καὶ τοὺς Γραικούς δέξασθαι καὶ φρονῆσαι τὰ ἑαυτῶν ἀλλὰ λυθείσης τῆς συνόδου, τὸ πλεῖον μέρος πάλιν ἐσχίσθη, τῶν Γραικῶν δηλονότι. Εὐλ. Ἐγὼ οὐ δύναμαι συνάψαι τὰ παρὰ σοῦ εἰπ ρημένα. Δοκοῦσιν οὖν μοι ἐναντία αλλήλοις εἶναι. Πρὸ ὀλίγου γὰρ εἶπας ὅτι κατὰ Λατίνων ἡ πρᾶξις τῆς συνόδου ἐκείνης ἐγένετο· ἐλεγχθεὶς δὲ παρ' ἐμοῦ, ὡς οὐχ εὕρηται βίβλος ποτὲ μαρτυροῦσα τουτί, α ἑτέραν ἐτράπης, ὅτι ὑπερίσχυσαν οἱ Λατίνοι ἐν αὐτῇ, καὶ κατέπεισαν καὶ τοὺς ἡμετέρους δέξασθαι τὰ αὐτῶν· καὶ αὖθις φῂς, ὅτι μετὰ τὴν διάλυσιν τῆς συνόδου πάλιν ἐσχίσθησαν, καὶ ὀλίγοι ἔμειναν τὰ Λατίνων φρονοῦντε;. Ἰδοὺ οὖν καὶ τοὺς Γραικούς καλεῖς Λατινόφρονας. Φράσον μοι οὖν, τί δηλοῦσιν, ἅπερ νῦν λέγεις, ὅτι ἐναντία αλλήλοις διαρρήδην εἰσίν; Ράκ. Οὕτως ἐπράχθη, καὶ οὕτω σοι λέγω. Δικ. Δεῖ τὴν ἀλήθειαν λέγειν, καὶ μὴ τὰ τῆς ἰδίας ὀρέξεως, ἅπερ καὶ ἀναπόδεικτα, καὶ τοῖς ἀν θρώποις μισητὰ φαίνονται. Ευλ. Εμειναν, φῂς, καί τινες Γραικοὶ τὰ Λατί νων φρονοῦντες. 'Ρακ. Οὕτως ἔχει. Εὐλ. Εν γάρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι οἱ Γραικοί, τὰ Γραικῶν ἀφέντες, τὰ Λατίνων φρονοῦντες ἔμειναν, εἰ κατὰ Λατίνων ἡ πρᾶξις ἐγένετο, ὥσπερ εἰπὼν ἔφθασας, καίτοι γε ἰσχυρογνώμονες εἰσὶ τῇ σφετέρᾳ ἑαυτῶν δόξῃ, καὶ δεισιδαίμονες. Οὐδεὶς γὰρ εὔνους τὰ κατ' αὐτοῦ, ἀλλὰ τὰ ὑπὲρ τῆς συνόδου φρονεῖ. Εἰ γὰρ ὑπὲρ Γραικῶν ἦν, οὐκ ἂν ἐσχίζοντο ἀπ' αὐτῶν οἱ Γραικοί, ἀλλ᾽ ἐκεῖνοι ἀπὸ τούτων ἄν. Δείκνυται δὲ μᾶλλον ἀπὸ τοῦ λόγου τούτου, ὅτι ὑπὲρ Λατίνων ἡ πρᾶξις ἐγένετο τῆς συνόδου ἐκείνης· διὰ τοῦτο ἐσχίσθησαν οι Γραικοί ἀπ' αὐτῶν, μὴ θελήσαντες ἐνωθῆναι αὐτοῖς, μηδὲ τῆς συνόδου την ψήφον δέξασθαι. Δικ. Πιθανὸς ὁ λόγος τοῦ Εὐλαβοῦς κατὰ πόδας ΟΤΕ
col. 975–976page 10 of 75
PG 159:975φέρων τὸν ἔλεγχον. Νῦν γὰρ ἐγένετο σύνοδος ἐν Φλωρεντίᾳ, ὥς φασιν οι Γραικοί, ὑπὲρ Λατίνων, ήτις οὐχ ὑπὲρ Λατίνων, ἀλλ' ὑπὲρ τῆς ἀληθείαςμᾶλλον. Καὶ οὐκ ἐδέξαντο αὐτὴν οἱ Γραικοί, ἀλλὰ πράττουσί τε καὶ λέγουσι κατ' αὐτῆς. Καὶ ττε ἐπράχθη κατὰ Λατίνων, καὶ οὐχ ὑπεδέξαντο. Κα τὶς ἂν τοῦτο μὴ μυκτηρίσῃ; 'Ρακ. Οὐκ ἠθέλησαν δέξασθαι, Δικαιοκριτα, ἐκεί νην τὴν σύνοδον, ὅτι κακῶς ἐν αὐτῇ ἐπράχθη τὰ τῶν δογμάτων. Εὐλ. Καὶ μετὰ ταῦτα οὐκ ἐνένετο ἄλλη σύν οδος; Ρακ. 'Αλλά ναί. Εὐλ. Που δή; Ρακ. Ἐν αὐτῇ τῇ βασιλευούσῃ τῶν πόλεων ἐν τῷ καιρῷ Μιχαηλ βασιλέως τοῦ Παλαιολόγου, καὶ Βέκκου πατριάρχου Κωνσταντινουπόλεως. Εὐλ. Καὶ τί δὴ ἐν αὐτῇ ἐπράχθη; Ρακ. Τὰ αὐτὰ καὶ ἐν αὐτῇ, ὥσπερ κἂν τῇ Λουγδούνῳ ἐπράχθη. Εὐλ. Καὶ πάλιν ἔμειναν ἐν αὐτῇ Γραικοί τινες τὰ Λατίνων φρονοῦντες; 'Ρακ. Καὶ μάλα πολλοι, καὶ αὐτὸς ὁ βασιλεὺς καὶ ὁ πατριάρχης. Εὐλ. Καὶ ἐγένετο ἔτι ἄλλη σύνοδος μετ' αὐτήν; Ρακ. Αὕτη ἡ νῦν ἐν Φλωρεντίᾳ γενομένη. Εὐλ. Καὶ ἐν αὐτῇ, ἐρωτῶ, τί ἐπράχθη; Ρακ. Τὰ αὐτὰ ταῖς πρὸ αὐτῆς καὶ ἐν αὐτῇ συν εκφωνήθη. Εὐλ. Εμειναν δὲ καὶ ἐν αὐτῇ πάλιν Γραικοὶ τὰ Λατίνων φρονοῦντες; Ρακ. Πᾶσα ἡ σύνοδος, καὶ βασιλεύς, καὶ παρ τριάρχης, καὶ ἡ μετ᾿ αὐτῶν συνάθροισις πάσα, ἀρχιεπίσκοποι, ἐπίσκοποι, ἡγούμενοι, σταυροφόρο:, Ιερομόναχοι, ἱερεῖς, καὶ διάκονοι, καὶ ἁπλῶς πάνε τες ἐλατινοφρόνησαν. Φεῦ τῶν κακῶν! Μόνος δ Εφέσου ἀρχιερεὺς ἔμεινεν ἐν τῇ ὀρθοδόξῳ πίστει. Εὐλ. Καὶ τίσιν αὐτὸς συνέπῃ, τοῖς πολλοῖς, ἢ τῷ ἑνὶ τούτῳ; Ρακ. Τούτῳ, ἐπεὶ μόνος αὐτὸς ἔμεινεν ἐν τῇ ὀρθῇ ὁμολογία. Εὐλ. Καὶ οἱ δώδεκα οὗτοι, οὓς Λατινόφρονα; ἔφης, τίσι συνέπονται; Ρακ. Τῇ συνόδῳ καὶ τοῖς πολλοῖς. Δικ. Ακατάκριτοί εἰσιν οἱ ἀληθεῖς ἱερεῖς οὗτοι ὑποτασσόμενοι τῇ συνόδῳ, καὶ τοῖς πλείοσι τῶν ἐν αὐτῇ. Ελλ. Χάριτας ὁμολογῶ σοι πολλάς. Συνῆκα γὰρ ἄριστα τὰ ἐν προοιμίοις ειρημένα παρὰ τοῦ ἀδελ φοῦ Τελώνου, καὶ παρὰ σοῦ νῦν, ὑπὲρ τῶν δώδε και τουτωνὶ ἱερέων, οὔ; φατε Λατινόφρονας, καὶ αφωρισμένους, ὅτι διὰ τὸ ὑποταγῆναι καὶ αὐτούς, ὥσπερ ἐκείνους ἐν τῇ Λουγδούνῳ, καὶ τοὺς ἄλλους ἐν Κωνσταντινουπόλει, καὶ νῦν πάντας τοὺς τῶν Γραικῶν προκρίτους τῇ ἀποφάσει τῆς ἐν Φλωρεντίᾳ συνόδου, καλεῖτε Λατινόφρονας, καὶ ἑτεροδόξους, καὶ ὅτι τὴν τῶν Γραικῶν πίστιν ἀφέντες, τὴν
col. 977–978page 11 of 75
PG 159:977τῶν Λατίνων ἐδέξαντο. Επεισιν οὖν μοι καν τούτῳ τὰ πλεῖστα θαυμάζειν. 'Ρακ. Τί περὶ τούτου θαυμάζεις; Εὐλ. θαυμάζω, ὅτι οὐ δύναμαι συμβιβάσαι τοὺς ἡμετέρους λόγους. Δικ. Καὶ ἀληθῶς ἀσυμφωνία μεγίστη ἐστὶν ἐν αὐτοῖς. Ῥακ. Τίνα ἀσυμφωνίαν ἐν τοῖς ἡμετέροις ὁρᾷς λόγοις; Οὐκ ἔστιν οὕτως, ὡς ἔφην; Εὐλ. Ορα τὸ ἀξύμβλητον καὶ τὸ διάφορον τῶν ἡμετέρων λόγων. Πρῶτον μὲν ἔφης, ὅτι ἡ ἐν Λουγδούνῳ σύνοδος κατὰ Λατίνων ἦν, καὶ ὅτι ἔμει ναν πολλοὶ τῶν Γραικῶν φρονοῦντες τὰ τῶν Λατί, νων, οἳ καὶ ἔφθειραν τὰ βιβλία, μὴ εὑρίσκεσθαι βοῶντας τὴν κατ' αὐτῶν κρίσιν· εἶτ᾽ ἔφης, ὅτι ἐγέ νετο καὶ ἄλλη σύνοδος ἐν Κωνσταντινουπόλει τὰ αὐτὰ τῇ ἐν Λουγδούνῳ καὶ αὕτη φρονήσασά τε καὶ πράξατα, καὶ ἐν αὐτῇ ἔμειναν Γραικοί τινες Λα τινοφρονήσαντες. Καὶ τελευτῶν ὡμολόγησας τὴν ἐν ταῖς ἡμέραις ἡμῶν γενομένην ἐν Φλωρεντία, καὶ αὐτὴν τὰ ὅμοια ταῖς πρὸ αὐτῆς ἐκφωνήσασαν, καὶ πλῆθος πολὺ τῶν Γραικῶν ἔμεινε φρονοῦν τὰ τῆς συνόδου ταύτης, ἥτις τὰ τῶν Λατίνων ἐδόξασεν. Ορα οὖν πῶς μοι θαυμάζειν ἔπεισι τῶν ὑμετέρων λόγων, ὅτι οὐ συμπεραίνουσιν ἀληθῆ. Εφης γὰρ τὴν ἐν Λουγδούνῳ σύνοδον κατὰ Λατίνων εἶναι, καὶ τὴν ἐν Κωνσταντινουπόλει, τὰ αὐτὰ τῇ αὐτῇ λέγουσαν, εἶτα μὴ δυνάμενος τὴν ἀλήθειαν κρύ ψαι, ὥσπερ τὸν λύχνον ὑπὸ τὸν μόδιον, ἐπεὶ φανερά ἐστιν (ἐν ταῖς ἡμέραις γὰρ ἡμῶν ἐγένετο, καὶ πάντες γινώσκουσιν), ὡμολόγησας ἄκων καὶ ταύτην δηλαδὴ τὴν ἐν Φλωρεντία γενομένην, τὰ αὐτὰ εἰ ποῦσαν ταῖς πρὸ αὐτῆς. Ἀπὸ τῶν σῶν τοίνυν λό των συμπεραίνομεν, ὅτι οὐδὲν ἀληθὲς ἔφης. Εἰ γὰρ νῦν ἐν τῇ Φλωρεντία ὑπὲρ Λατίνων ἐπράχθη, ὥσπερ φαίνεται διαρρήδην, σὺ δὲ ἔφθης εἰπὼν, ὅτι τὰ αὐτὰ καὶ αὕτη τῇ ἐν Λουγδούνῳ καὶ τῇ ἐν Κωνσταντινουπόλει ἔπραξεν, έπεται ἀναγκαίως κατὰ τὴ συγκεχωρημένον παρὰ σοῦ, ὅτι κἀκεῖναι ὑπὲρ Λατίνων ἦσαν. Διὰ τοῦτο καὶ τότε καὶ νῦν ὑπέμειναν οἱ συνεταὶ τῶν Γραικῶν τῇ ἀληθείᾳ μετά τῶν συνόδων καὶ τῶν Λατίνων ὁμολογοῦντες. Ρακ. Ἔμειναν, ἀληθῶς ἔφης, τινὲς, οὐκ ἐν τῇ ὀρθῇ τῆς πίστεως ὁμολογία, τῇ τῶν Λατίνων δὲ δόξῃ βεβαιωθέντες, γυμνῇ τῇ κεφαλῇ ἀνακηρύτα τουσι· καὶ διὰ τοῦτο Λατινόφρονας αὐτοὺς ἀναμε φιβόλως ἀποκαλοῦμεν. Ακρ. Βαβαὶ τῆς τόλμης! βαβαί! Εὐλ. Ελεῶ σε τῆς τόλμης, μᾶλλον δὲ θαυμάζω κὰν τούτῳ, ὡς καὶ ἐν τοῖς ἄλλοις τοῖς παρὰ σοῦ εἰρημένοις. Ρακ. Τί σοι τὸ θαυμαζόμενον; φράσον. Ευλ. Ακούω σου, ὅτι καλεῖς Λατινόφρονας πα σαν τὴν τῶν Γραικών Εκκλησίαν, τὴν Ἀνατολικὴν δηλαδή, καὶ βασιλεῖς, καὶ πατριάρχας, ἀρχιεπισκόπους, ἐπισκόπους, ἡγουμένους, σταυροφόρους, καὶ τοὺς λοιπούς, καὶ οὐ τοὺς δώδεκα μόνον. Εἰ οὖν ἡ Ανατολική Εκκλησία πᾶσα τὰ τῶν Λατίνων ἐφρά νησε, καὶ οἱ δύο κα, οἷς ἐγκαλεῖτε, τὰ τῆς ᾿Ανατ.
col. 979–980page 12 of 75
PG 159:979ἐφρόνησεν, πῶς ἑτεροδόξους τούτους καλεῖτε, καὶ Λατινόφρονας, τοὺς τὰ τῆς Ἀνατολικῆς, καὶ ὑμε τέρας, καν μή θέλητε, Εκκλησίας φρονήσαντας; λικής Εκκλησίας φρονοῦσι, τουτέστιν, ἅπερ ἐκείνη Ρακ. Πᾶσα, ὡς ἔφης, ἡ ᾿Ανατολική Εκκλησία τὰ τῆς συνόδου καὶ τῶν Λατίνων ἐφρόνησαν. Καὶ οἱ δώδεκα εφρόνησαν, ὡς αὐτή. Διὸ καὶ Λατινόφρο νας τούτους ἀποκαλοῦμεν. Εὐλ. Οὐ δεῖ κατὰ δίκαιον λόγον τους δώδεκα ἱερεῖς ἀποκαλεῖν Λατινόφρονας μόνον, ἀλλὰ καὶ αὐτὴν πᾶσαν τὴν ᾿Ανατολικὴν Ἐκκλησίαν· ἐπειδὴ πρώτη εκείνη τὰ τῶν Λατίνων ἐφρόνησε, τούτους δὲ μετὰ ταῦτα ἀποκαλεῖν, ὡς ἐκείνῃ ἀκολουθήσαντας. Ρακ. Καλῶς λέγεις. Ἡμεῖς γὰρ καὶ αὐτῇ ἐγκα λοῦμεν, ὡς δυσσεβησάσῃ, καὶ τούτοις, ὡς ἐκείνη ἀμαθῶς ἐξακολουθήσασι. Οθεν Λατινόφρονας κἀκείνους καὶ τούτους ἀποκαλοῦμεν. Δικ. Ιλεως γενοῦ μοι, Θεέ, ἀκούοντι ἀσεβείας τοιαύτας. Εὐλ. Οὐκ οὖν ἐγκαλεῖς καὶ τῇ ᾿Ανατολική Εκ κλησίᾳ ὡς Λατινοφρονησάσῃ; Ρακ. Ναί, ἐγκαλοῦμεν αὐτῇ, καθὼς ἀρτίως ἤκουσας. Ἐπειδὴ τὰ τῶν Λατίνων ἐδέξατο, καὶ εκύρωσε δόγματα. Ακρ. Ἐν πεισμονῇ ὁ Πατὴρ διαλέγεται. Εὐλ. Εἰ οὖν ἡ ᾿Ανατολική Εκκλησία τὰ τῶν Λα τίνων έστερξε κατὰ σὲ, μία μετὰ τῆς Δυτικῆς ἐγέ νετο, καὶ οὐδεὶς ἀντερεῖ. Τοῦτο γὰρ καὶ τὸ σύμβολον ἀξιοῖ, μίαν δεῖν εἶναι τὴν καθολικὴν ἐκκλησίαν. Εἰ δὲ μία αἱ δύο γεγόνασι τῇ τε δόξῃ καὶ τῷ φρονήματι, καὶ αὕτη ἡ μία Ἐκκλησία ἢ ἐξ ἀμφο τέρων γλωσσών μία κηρυττομένη, ἐπλανήθη, καὶ ἑτεροδόξησε κατὰ σὲ, ποία ἄλλη Εκκλησία ἐστὶν ἡ ὀρθόδοξος, ᾖ σὺ ἐξακολουσθεῖς; Καὶ τῆς μὲν τὴν πίστιν διδάσκει σε; Ποῦ δὲ ἔμεινεν ἡ τῶν Γραί κῶν πίστις τε καὶ θρησκεία; Ποίᾳ δὲ Εκκλησίᾳ σὺ τὴν αἰδῶ, ὑποταγήν τε καὶ εὐλάβειαν ἀπονέμεις; καὶ τὸ βάπτισμα ἀπολαμβάνῃ, καὶ τὰ μυστήρια; Ρακ. Ἐν ᾧ ἂν ἀνθρώπῳ ἡ ὀρθόδοξος πίστις ἐμμείνῃ, τούτῳ εὐλαβῶς ὑποταγὴν καὶ αἰδὼ δίδω μι, καὶ διδάσκαλον αὐτὸν καὶ Ἐκκλησίαν κατέχω. ᾿Ακρ. Τοῦτο ἕως καὶ νῦν οὐκ ἠκούσθη. Εὐλ. Καὶ τίς ἔμεινεν ἐν τῇ τῶν Γραικῶν πίστει, ᾧ σὺ τὴν εὐλάβειαν ἀποδίδως; 'Ρακ. Επόν σοι, ὅτι μόνος ὁ Ἐφέσου ἀρχιερεὺς ἔμεινεν ἐν τῇ ὀρθοδόξῳ πίστει, ᾧ ὑποτάσσομαι, καὶ διδάσκαλον ἔχω. Εὐλ. Εἶπόν σοι κἀγὼ, ὅτι οὐ δεῖ τῷ ἑνὶ ἕπεσθαι, ἀλλὰ τοῖς πολλοῖ;. Πρῶτα μὲν, ὅτι εἰς ἄνθρωποςοὐ ποιεῖ Ἐκκλησίαν· ἔπειτα δὲ, ὅτι δεισιδαίμων καὶ σεπεισμένος τὸν νοῦν ἐκεῖνος ὑπῆρχεν. Ῥακ. Μὴ συκοφάντει τὸν θεῖον ἄνδρα ἐκεῖνον. Πλείω γὰρ τῶν ἄλλων ἐκεῖνος ἐφρύνει. ᾿Ακρ. Οὐδεὶς εὖ φρονῶν εἶπο: τοῦτο. Εὐν Πλείω της συνόδου πάσης;
col. 981–982page 13 of 75
PG 159:981Ρακ. Πλείω Ακρ. 'Αναίσθητον τὸ ῥηθὲν ἤδη. Ελλ. Οὕτω καὶ οἱ περὶ τὴν ᾿Αρειον φήσουσιν, ὅτι πλείω τῆς συνόδου ἐκεῖνος ἐφρόνει. Δικ. Δικαιότατ' ἂν φήσαιεν. Ρακ. (15 μένουν. Αδικώτατ᾽ ἂν οἱ περὶ "Αρειον οὕτως εἴπωσιν. Οὐ γὰρ ὅμοιος οὗτος ἐκείνῳ. Εὐλ. Πῶς οὖν; 'Ρακ. "Οτι ἐκεῖνος οἴκοθεν αἵρεσιν ἐξηρεύξατο, οὗτος δὲ, ὧν πρόπυλαι οἱ Γραικοὶ ἐφρύνουν, ύπερ ασπίζων ἦν. Εὐι. Καὶ ποῦ ἔδει κριθῆναι, ἃ οἱ Γραικοί πρό παλαι καὶ οἱ Λατῖνοι ἐφρύνουν, οὐκ ἐν τῇ συνόδῳ τῇ οἰκουμενικῇ; Δικ. Κατὰ δίκαιον λόγον οὐκ ἀλλαχοῦ τὴν κρίσιν ἔδει γενέσθαι, ἀλλ᾽ ἢ ἐν τῇ οἰκουμενική συνόδῳ. Η Διὰ τοῦτο γὰρ οἰκουμενικὴ λέγεται, ὅτι τὰ οἰκουμενικὰ εγκλήματα κρίνονται ἐν αὐτῇ. Ρακ. Εξ λέγεις. Ἐκεῖ ἔδει κριθῆναι ἐν τῇ συν όδῳ, ἀλλ᾽ οἱ Λατίνοι τους Γραικούς δώροις δεξιωσάμενοι, καὶ ἱκανῶς λυμηνάμενοι ἔκριναν, ὡς ἡβου λήθησαν. Ακρ. Κλείσω τὰ ὦτά μου τοιαῦτα μὴ ἀκούειν. Ευλ. Απορίας ἐπ' ἀπορίαις ἐπισυνάπτεις μοι νῦν. 'Ρακ. Τί ἀπορεῖς; Εὐλ. Οἱ Λατίνοι καὶ οἱ Γραικοὶ οὐ διὰ τὴν τοῦ Χριστοῦ πίστιν συνῆλθον; Ρακ. Αλλά ναί. Εὐλ. Καὶ πῶς οὖν οὕτως ἐγένετο, ὅτι οἱ μὲν Αγόραζον, οἱ δὲ τὴν πίστιν ἐπώλουν; Τί ἐστι τοῦτο; Οὐκ ἔστι μᾶλλον δυσσέβεια ήπερ εὐσέβεια; Δικ. Αναμφιβόλως ἀσέβεια καὶ μεγίστη ἐστί. Ρακ. Διὰ τοῦτο ἡμεῖς αὐτῇ οὐχ ὑπείκομεν, ὡς δυσσεβητάσῃ ἕνεκεν τῶν δογμάτων, καὶ τοὺς ἐν αὐτῇ Πατέρας ἀποστρεφόμεθα, ὡς τὴν πίστιν ἕνεκα δώρων προδόντας. Καὶ καλῶς ποιοῦμεν, τὸν μὴ και νωνήσαντα τῆς ἀθέσμου δόξης αὐτὸν Ἐκκλησίαν ἔχειν, καὶ αὐτῇ μάχεσθαι, ὡς συναγωγῇ, καὶ οὐ συνόδῳ. Τούτου παράδειγμα τὸν θεῖον ἔχομεν Μάξιμον. Μετὰ γὰρ τὴν τετάρτην σύνοδον οἱ Μονοθελῆται σύνοδον συναθροίσαντες, τὴν ἑαυτῶν αἵρεσιν ἀναφανδόν ἀνεκήρυξαν, καὶ οἰκουμενικήν, φεῦ τῆς ἀβελτηρίας! αὐτὴν τοῖς πᾶσι διατρανώσαντες, καὶ πᾶσαν τὴν ᾿Ανατολὴν σχεδὸν ὑπὸ τὴν αὐτῶν ἀσέβειαν καταπείσαντες, τὸν θεῖον ἄνδρα τοῦτον βιάζουσι τῇ ἑαυτῶν αἱρέσει ὁμονοῆσαι. Πάσα, φασὶν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία ὁμονοει· μόνος δὲ σύ γε τῶν ἄλλων ἐγκαυχῇ φρονήσει πάντων ὑπερέχειν;ν Ἐκεῖ νος δὲ δύο τῶν μαθητῶν, οι μόνοι παρῆσαν αὐτῷ, τῶν ἄλλων ἁπάντων εἰς τὴν αἵρεσιν εμπεπτωχά των, πρὸς ἑαυτὸν ἐπισυνάγων καὶ εναγκαλιζόμενος, Ημεῖς, ἔφασκεν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία.» Στέφανον δὲ οἴδαμεν τῆς ἕκτης συνόδου τῆς ἐν Κων σταντινουπόλει γενομένης τἀναντία λέγοντά τε καὶ πράττοντα, καὶ μηδόλως ταύτῃ βουλόμενον πεί Θεσθαι. "Οθεν κινδύνους ἀφορήτους ὑπέστη, και
col. 983–984page 14 of 75
PG 159:983τελευταῖον, ἐμαρτύρησε κατ' αὐτῆς. Ὥστε ἐάν τις ἴδῃ τὴν Ἐκκλησίαν ἀπατηθεῖσαν, δύναται εἰπεῖν αὐτὸν μόνον Ἐκκλησίαν εἶναι κατὰ τὸν Μάξιμον, καὶ τοὺς ἄλλους ποιεῖν ἐκείνῃ μὴ πείθεσθαι, κατ' αὐτὸν τὸν ὁμολογητήν καὶ θεῖον Στέφανον. Εὐλ. Οὕτω φήσουσι καὶ οἱ περὶ "Αρειον, καὶ Εὐα νόμιον, καὶ Νεστόριον, Εὐτυχία τε, καὶ Διόσκορον, καὶ ἁπλῶς πάντες οἱ τῶν οἰκουμενικῶν συνόδων ἀν τίπαλοι, ὅτι ἡσέβησαν, οἱ τῆς συνόδου Πατέρες, ἵνα τὸ οἰκεῖον δίγμα συστήσωσιν. Καὶ ποῦ θήσομεν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν καὶ πίστιν, εἰ αἱ οι κουμενικαὶ σύνοδοι ἐπλανήθησαν; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐ γὰρ δύναται οἰκουμενικὴ σύνοδος πλα νηθῆναι. Μᾶλλον δ' αἴρεσίς ἐστιν εἰπεῖν τοῦτο. ΕΙ γὰρ ὁ ὁμολογητής καὶ θεῖος Μάξιμος εἶπεν, ἐκεῖνον μόνον Ἐκκλησίαν εἶναι, μετὰ τῶν δύο αὐτοῦ μαθη τῶν, καλῶς καὶ ἐπαινετῶς εἶπεν. Οὐ γὰρ ἑαυτὸν ἐνόμιζεν Ἐκκλησίαν εἶναι ὁ θεῖος ἐκεῖνος ἀνὴρ. εἰ καὶ θαρσαλέως φαίνεται εἰρηκώς τοῦτο. 'Αλλ' ἔδειξεν ἐναργῶς ἐν τῷ ἀγκαλίσασθαι τοὺς δύο μαθητὰς αὐτ τοῦ, καὶ εἰπεῖν, Ἡμεῖς ἐσμεν ἡ τοῦ Χριστοῦ Εκ κλησία, ὅτι ἡ ὁμολογία τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου, καὶ ἡ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ἐν ἡμῖν ἐστιν, καὶ ἐν ἡμῖν μένει, καὶ αὐτῇ κατὰ πάντα ὑπείχομεν, καὶ τοῖς ὅροις αὐτῆς ἐμμένομεν καὶ τοῦτο δείκνυσιν ἐν τῷ εἰπεῖν, ο ᾿Αποστείλατε πρὸς τὸν Ῥώμης λαβεῖν συγχώρησιν. Οὐ γὰρ δύνα μαι ἐγὼ λῦσαι ὑμᾶς τῆς αἱρέσεως, ψιλὸς ὑπάρχων μοναχός.» Εἶτα οὐχ ὑπὲρ τοπικῆς οὗτος, ἀλλ' ὑπὲρ τῆς οἰκουμενικῆς ἁγίας καὶ μεγάλης τετάρτης συνο άδου ἐμάχετο, τῶν αἱρετικῶν κατ' αὐτῆς πραττόν των πολλάς τοπικὰς καὶ μερικὰς συνόδους. Ο θείος δὲ Στέφανος εἰ τῇ συνόδῳ ἐκείνῃ ἀντεῖπε, δικαίως καὶ εὐσεβῶς ἐποίησεν. Εκείνη γὰρ σύνοδος οὐκ ἦν εἰκουμενικὴ, ἀλλὰ τοπικὴ, καὶ λίαν ἄθεος καὶ ἀσε βεστάτη. Κατὰ τῶν ἁγίων γὰρ συνηθροίσθη. "Οθεν ἐν αὐτῇ πάντων ὑποκυψάντων, αὐτὸς οὐχ ὑπήκουσεν, ἀλλ' ἀντέστη, καὶ ἤλεγξεν αὐτούς, ὡς οὔτε ἁγία ἦν ἡ αὐτῶν συνάθροισις, οὔτε μὴν οἰκουμενικὴ. «Πῶς, φησίν, οἰκουμενικὴν τολμᾶτε καλέσαι τὴν ὑμετέραν σύνοδον, ἐφ' ᾗ οὐχ ὁ Ρώμης εὐδόκησε πρόεδρος; ο ᾿Αλλὰ ταύτην τὴν ἐν Φλωρεντίᾳ δηλαδή γενομένην, οὐ δύναταί τις εἰπεῖν μὴ οἰκουμενικὴν εἶναι. Πάππας γὰρ ἐν αὐτῇ, καὶ βασιλεὺς ὑπῆρχε, καὶ πατριάρχαι, καὶ πᾶσα ἡ οἰκουμένη διὰ τοποτηρητῶν· διὰ τοῦτο καὶ ἀπλανῆ λέγομεν αὐτὴν εἶναι. Τοπικὴν γὰρ δυνατόν ἐστι πλανηθῆναι, καὶ ἀπατηθῆναι αἱρέσει, ὡς ἡ νῦν εἰρημένη τοῦ θείου Στεφάνου, καὶ ἡ ἐν Ἐφέσῳ τὸ πρότερον ληστρική κατονομα σθεῖσα, καὶ ἄλλαι πλεῖσται, αἱ κατὰ τοῦ ὁμοουσίου συναθροισθεῖσαι. Οἰκουμενικὴ δὲ ἥκιστα πλανηθήναι δύναται, ὡς πολλάκις είρηται. Εἰ οὖν οὕτω, πως ταύτης οἰκουμενικῆς οὔσης, ἡ Ἐκκλησία εὑρέθη ἀπατηθεῖσα, ἡ μηδέποτε πλανηθεῖσα; Ρακ. Εἰ ἄλλοτε οὐκ ἐπλανήθη, ὡς φῂς, ἀλλὰ νῦν φαίνεται πλανηθεῖσα· πρῶτον μὲν, ὅτι οἱ ἡμέτεροι ὑποσχέσεσι καὶ τιμαῖς ὑπαχθέντες ἐκεῖ, καὶ δῶρα χαρα! ἱκανὰ λαβόντες ἡνώθησαν, καὶ ᾿πέγραψαν
col. 985–986page 15 of 75
PG 159:985μετὰ δὲ τὴν ἐς Κωνσταντινούπολιν αὐτῶν ἐπάνοδον; διαῤῥήδην ἐφάνη τοῖς πᾶσιν ἡ αὐτῶν γνώμη, ὁποία ἦν. Ελεγον γὰρ ὁ μὲν, ο Συνηρπάγην ἐκεῖ, καὶ ὑπέκυψα τῷ Λατινισμῷ, καὶ νῦν μετανοώ. Κακῶς γὰρ ἐποίησα· ν ὁ δὲ, «Ἡ χείρ μου ἐστιν ἡ ὑπο γράψασα. Εκκόψατε αὐτήν, ὅτι κακῶς ὑπέγραψε. Καὶ τούτῳ τῷ τρόπῳ οἱ πλείονες ἔλεγον. Οὐκοῦν σύνοδον μετὰ δώρων λυμηναμένην τοὺς ἱερούς ἄν δρας. ἔτι καὶ βία ποιήσασαν αὐτοὺς υπογράψει, ἡμῖν οὐκ ἔξεστιν ὑποδέξασθαι, καὶ μᾶλλον, ὡς ἔφην, οἱ ἐκεῖ ὑπογράψαντες ὧδε ταναντία αὐτῇ λέγουσι. Ο δ' Εφέσου οὐ μόνον οὐχ ὑπέγραψεν, ἀλλὰ καὶ ἐλθὼν ἐς Κωνσταντινούπολιν, ἐπιστολὰς καὶ κεφά λαια κατὰ τῆς συνόδου καὶ τῶν Λατίνων ἐξέδωκε. Πῶς οὖν ἡμεῖς στέρξομεν σύνοδον, ἦν αὐτοὶ οἱ συν τιθέμενοι ἀποβάλλουσιν; Ευλ. Εγώ σοι καὶ τοῦτο καθαρώτατα διασαφη νίσω, καὶ μετὰ πάσης ἀληθείας τὸ πραγμά σοι διη γήσομαι. Εἰ μὲν σκανδαλίζῃ, ὅτι δῶρα λαβόντες οἱ Πατέρες ὑπέγραψαν, τοῦτο οὐ δεῖ σε ταράττειν. Οὐ γὰρ μόνον ἐν τῷ τέλει τῆς συνόδου τους στατήρας ἔλαβον οἱ Πατέρες, οὔστινας τὸ δῶρα καλεῖς· καὶ γὰρ κατὰ δίκαιον λόγον οὐ δῶρα, ἀλλὰ προμήθειαν τῶν τροφῶν αὐτῶν ἕνεκεν εἴποι τις ἄν· οὐ γὰρ εἰ χον ἐκεῖνοι ποιεῖν ταναλώματα, ἀπελθεῖν ἐς Ιτα λίαν ἀπὸ ἡλίου Ανατολῶν. Πένητες γὰρ ἦσαν. Η οὐ γινώσκομεν τὰς ἐπισκοπάς τε καὶ μητροπόλεις τῆς Ανατολῆς ἁπάσης, ὅτι πενέσταταί εἰσι; Ταύτην γὰρ προβάλλοντα την πρόφασιν οἱ ἡμέτεροι, ὅτι Οὐκ ἔχομεν ἀναλώματα ἐξ οἰκείων· πένητες γάρ ἐσμεν, ἀπελθεῖν ἐς Ἰταλίαν. ο Διὰ τοῦτο ὁ ἀοίδιμος ἐκεῖνος καὶ μακάριος τῷ ὄντι καὶ θεῖος ἀνὴρ, Εὐγέ γιας δηλαδὴ ὁ τῆς πρεσβυτέρας Ρώμης ἀρχιερεὺς, πᾶσαν τὴν πρόσοδον αὐτοῦ, καὶ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ σκεύη αὐτοῦ ἀργυρᾶ καὶ χρυσά κατηνάλωσεν ἐπὶ τούτῳ τῷ ἔργῳ, καὶ τελευταῖον τὴν μήτραν αὐτοῦ ἐνέχυρον ἔδωκε τοῖς Φλωρεντίοις, τεσσαράκοντα χιλιάδες χρυσίνους παρ' αὐτῶν δάνειον λα βῶν, καὶ ὑπόχρεως ὁ ἁγιώτατος ἐκεῖνος ἐγένετο, ἵνα μὴ γογγίσῃ τις τῶν Γραικῶν διὰ τὸ σιτηρέσιον αὐτοῦ. Ἀλλ' ἐκεῖνοι ἔτι τῶν χρυσίνων ὄντων ἐν ταῖς χερσὶν αὐτῶν κατελάλουν αὐτοῦ, οἱ ἀχάριστοι, ὥσπερ καὶ νῦν ἔτι ποιοῦσιν. Πορεύονται γάρ τινες ἐκεῖ ζη τοῦντες ἐλεημοσύνην, καὶ ἐλεοῦσιν αὐτοὺς πρῶτον ὁ πάππας, εἶτα οἱ καρδινάλεις· ἐκεῖθεν δὲ ἐξερχόμενοι, ββρεις και λοιδορίας κατ' αὐτῶν ἀναιδέστατα χέουσιν. Διατί οὖν, εἰπέ μοι, τὰ τοσαῦτα καὶ τοιαῦτα αναλώματα προκατεβάλετο, καὶ ὑπέστη τὴν τοσαύ την ζημίαν; Τίνος ένεκεν; Ινα κερδήσῃ ἐπίγειον τι; Η ἵνα τύχη μείζονος ἀξιώματος; "11 ένα ποιή σωσιν αὐτὸν οἱ Γραικοί μείζονα παρ' ὅ ἦν; Ρακ. Ναὶ διὰ τοῦτο ἐκάλεσε τους Γραικούς, ἵνα αὐτὸν βεβαιώσωσιν, ὅτι ἱκανῶς παρὰ τοῦ ἀντιπάππα ἠνωχλεῖτο, καὶ σύνοδος κατ' αὐτοῦ ἐν Βασιλείᾳ ἐγέ Σετο. Καὶ εἰ οἱ ἡμέτεροι οὐκ ἀπῆλθον, καταδικαζό
col. 987–988page 16 of 75
PG 159:987μενος παρὰ τῆς συνόδου ἐκείνης, ἔμεινεν ἂν γυμνός τῆς ἀρχιερωσύνης· διὰ τοῦτο ἀναγκασθεὶς, τους Γραι κοὺς ἐκάλεσε πρὸς ἑαυτὸν πορευθῆναι, ὅπως διὰ τῶν Γραικών βεβαιωθῇ, καὶ τὴν ἐν Βασιλείᾳ κατ' αὐτοῦ τραπώσηται σύνοδον, καὶ τοὺς ἐχθροὺς αὐτοῦ κατα βάλη. Εὐλ. Τοῦτο μὲν ἀληθὲς οὐκ ἔστιν, ὅτι διὰ τοῦτο αὐτούς ἐκάλεσεν. Πρὸ γὰρ τῆς ἐν Βασιλείᾳ συνόδου καὶ τοῦ ἀντιπάππα ἐκινοῦντο τὰ τῆς συνόδου, καὶ οἱ πρέσβεις τοὺς πρέσβεις διεδέχοντο ἐξ ἀμφοτέρων τῶν μερῶν ἐν ἀμφοτέροις τοῖς μέρεσι. Λοιπὸν τοῦτο οὐκ ἔχει ἰσχὺν οὐδ᾽ ἀλήθειαν. Περὶ δὲ τοῦ ἀντι πάππα πῶς ἐγένετο, εγώ σοι λαμπρῶς διηγήσομαι. ῾Ο ἀντιπάππας οὗτος ἐβούλετο μὲν γενέσθαι, οὐκ ἐγένετο δὲ παρὰ τῶν εἰδότων ἀκριβῶς, οὐ καλὸν εἶ να σχίζειν καὶ κατατέμνειν τὴν τοῦ Χριστοῦ κλησίαν. Οπως δὲ ταῦτ' ἐπράχθη, άκουσον. Τινές τῶν καρδινάλεων ἐπελάβοντο τοῦ τότε πάππε εἰς τινα κεφάλαια οὐ περὶ αἱρέσεως, ἅπαγε, ἀλλὰ περί τινων ἐκκλησιαστικών πραγμάτων. Οὐκοῦν μὴ δυ γάμενοι ἐν τῇ Ῥώμῃ ἐν τῷ θρόνῳ καὶ τῇ ἀρχῇ αὐτ τοῦ αὐτῷ ἐγκαλεῖν, ἐξῆλθον εἰς τὰ μέρη τῆς Φραγ κίας, κἀκεῖ συναθροισθέντες, εκάλουν αὐτὸν ἀπελ θεῖν, ὃς οὐκ ἤθελεν ἀπελθεῖν. Ἐκεῖνο: δὲ ἀπείλουν αὐτῷ, εἰ οὐ πορευθείη, ποιήσειν ἕτερον πάππαν. Εγένετο ἐπὶ τούτῳ σχίσμα, καὶ ἔρις, καὶ φιλονεικία, ὡς ειώθασιν ποιεῖν οἱ ἄνθρωποι, καὶ ἤρξαντο διανέμειν τὰ ἐκκλησιαστικὰ ὀφφίκια. Καὶ ἐβούλετο μὲν ἐπὶ τούτῳ γενέσθαι τις αντιπάππας, ὑπὸ δὲ τῆς σοφίας καὶ γνώσεως αὐτῶν πάλιν ἐπείσθησαν, κά. κείνον έσκωψαν βουλόμενον γενέσθαι ἀντιπάππαν. Διότι ἔγνωσαν οὐ δίκαιον εἶναι, οὔτε μὴν ὅσιον, και τασχίζειν καὶ διαιρεῖν τὴν Ἐκκλησίαν. Αρα ένεκεν τούτου ἐκάλεσε τους Γραικούς, ἵνα αὐτῷ βοηθήσωσι; Τίνος χάριν; Διὰ τοῦ πλούτου αὐτῶν; Καὶ πῶς; Ὅτι ἐκεῖνοι ἑτρέφοντο παρ' αὐτοῦ. Διὰ τῆς σοφίας αὐτῶν; Καὶ πλείονας σοφούς ἔχει ή Ιταλία ή δη Η Ανατολὴ ἰδιώτας. Αὐτοὶ μόνοι ἐποίησαν τὸ σχίσμα, αὐτοὶ μόνοι καὶ τὴν εἰρήνην ἐποίησαν, καὶ χωρίς τῶν Γραικών. Εν οἶδεν ὁ τῆς Ρώμης αρχιερείς, καὶ τοῦτο ἔλεγε τῇ ἐν Βασιλείς συνόδῳ, ὅτι τὸ μέγα τραύμα δεν θεραπευθῆναι καὶ ἰαθῆναι πρῶτον, δ ἐστιν ἀποσκίρτησις τῶν Γραικῶν ἀπὸ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, καὶ ὅτι μεγάλη αίρεσις νοσηλεύο ται ἐν αὐτοῖς, μὴ ὁμολογεῖν τὴν ἐκπόρευσιν τοῦ ἁγίου Πνεύματος καὶ ἐκ τοῦ Υἱοῦ, «Ελθετε οὖν, ἐπειδὴ τὰ πράγματα εἰσιν ἐν τῇ ἀκμῇ, ὅπως θεραπεύσω μεν τοσοῦτον καὶ τηλικοῦτον γένος. Οὐ γὰρ δύναμαι τὴν αὐτοῦ ἀπώλειαν καθορᾷν. Εἶτα ἐμβλέψωμεν καὶ εἰς τὰ ἡμέτερα.» Καὶ οὕτως ἐγένετο. Καὶ ἐπείσθησαν ἅπαντες, καὶ ὑπέστρεψαν ἀπὸ τῆς ἐν Βασιλείᾳ συνόδου πρὸς τὴν ἐν Φεῤῥαρίᾳ, καὶ προσεκύνησαν τῷ πάππα, καὶ συγχώρησιν παρ' αὐτοῦ ἔλαβον, Οὕτω ποιοῦσιν οἱ τὴν Ἐκκλησίαν τιμῶντες· οὕτω πράττουσιν οἱ τῆς σωτηρίας αὐτῶν ὀρεγόμενοι, καὶ οὐχ ὡς ὑμεῖς, οἱ τινες ἐγένεσθε αυτόνομος, καὶ ἐκαν Οίσατε ἑαυτοὺς πατριάρχας, καὶ ἀρχιεπισκόπους, καὶ ἡρπάσατε τὰ ἀξιώματα τῆς Ἐκκλησίας, παν τριαρχικά λέγω δὴ καὶ ἀρχιεπισκοπικά, ψιλο! ίεο
col. 989–990page 17 of 75
PG 159:989ρεῖς καὶ ἱερομόναχοι ὄντες· καὶ καθαίρετε καὶ ἀρ τὸν ποιεῖτε εἰς τὴν ἕτερον. Ὥστε οὐ διὰ τὴν ἀντι άππαν, ὡς εἴρηται, ὁ Εὐγένιος ἐκάλεσε τοὺς Γραι χούς, ἀλλ᾽ ἵνα εἰρηνοποιήσῃ τὴν Ἐκκλησίαν, καὶ συνάψῃ τὰ διεστῶτα, καὶ τὰ διεσκορπισμένα του δε σποτικοῦ σώματος μέλη συναρμόσῃ, καὶ συναγάγῃ εἰς ἓν μέλος. Διὰ τοῦτο καὶ τὰ ἴδια χρήματα μετά γαρᾶς ἔπεμψε. Καὶ εὐθὺς πρὸ τοῦ ἐξελθεῖν τῶν οἱμε χείων οίκων, ἔλαβεν ἕκαστος τὸ τεταγμένον αὐτῷ σιτηρέσιον. Καὶ οὕτως ἔτρεφεν αὐτοὺς, ἀπ' αὐτῆς δηλονότι τῆς Πόλεως μέχρι τέλους. Καὶ διὰ τῶν ἀναλωμάτων αὐτοῦ ἦλθον εἰς τὴν Ἰταλίαν, καὶ βασι λεύς, καὶ πατριάρχης, καὶ ὁ λοιπὸς κλῆρος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὁπλοφόρους ἐμισθώσαντο δια χιλίους άνδρας, βλέπειν τὴν Κωνσταντινούπολιν μέχρι τῆς ἐπανόδου τοῦ βασιλέως, διὰ τῶν ἐκείνου χρημάτων. Καὶ οὐκ εὐθὺς ἐλθόντες ήνώθησαν, ἀλλο ἡγωνίζοντο ἐνιαυτούς δύο τὰ μέρη ἀμφότερα, καὶ ὁ ἀγὼν τὸν ἀγῶνα ἐδέχετο, καὶ ἡ διάλεξις τὴν διά λεξιν, καὶ οἱ διαλεγόμενοι οὐχ ἡσυχίαν ἦγον, ἀλλ' Αγρύπνουν ἐπὶ τούτῳ μελετώντες νύκτα τε καὶ ἡμέ ραν, καὶ ἐσπούδαζον ἕκαστος ὑπερασπίζεσθαι τοῦ οικείου μέρους, έως ότου συνεπεράνθη τὸ ἔργον, καὶ ἡνώθησαν μετὰ χαρᾶς, τῆς ἀληθείας, καὶ οὐ δώρων ἕνεκα, καὶ ὑπεχώρησαν τῷ δόγματι, μὴ δυνάμενοι ἀντιλέγειν, οὕτω λαμπρῶς φανέντι, καὶ ὑπέγραψαν ἀγαλλόμενοι μετὰ προθυμίας ἁπάσης τε καὶ οὐ βίας, ὡς λέγετε. Καὶ λειτουργίας γενομένης ἀνεγνώσθη ὁ ὄρος, καὶ οἱ ἡμέτεροι ἀρχιεπίσκοποι ἐνδεδυμένοι τὰς ἀρχιερατικὰς στολὰς ἅπαντες ἐν αὐτῇ ἦσαν, καὶ ὅρκου δοθέντος ἐν τῷ δεσποτικῷ σώματι ἤδη ἱερους γηθέντι, ὡς οὕτω φρονεῖν καὶ πιστεύειν εἰς τὸ ἑξῆς, οἱ πάντες ἀσμένως ἐξ ἀμφοτέρων τῶν μερῶν ὤμο. σαν, οὕτω πιστεύειν τε καὶ φρονεῖν, καὶ ἀλλήλους μετὰ δακρύων καὶ χαρᾶς ἀπείρου Ασπάζοντο, ὡς τὸ πολυετές τουτὶ σχίσμα ἔτυχε τῆς βάσεως, καὶ Χρι στιανοὶ ὀρθόδοξοι Γραικοὶ καὶ Λατίνοι ἐν ταύτῃ ἀνηγορεύθησαν. Καὶ ὁ ὄρος εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν, Ελληνιστί καὶ Ῥωμαϊστὶ γεγραμμένος. Καὶ αὐτὸς, ὃν λέγεις Εφέσου, παρὼν ἦν ἐκεῖ, ἐνδε δυμένος καὶ αὐτὸς τὴν ἀρχιερατικὴν αὐτοῦ στολὴν μετὰ τῶν λοιπῶν, καὶ ὕμνους ἔδωκαν τῷ Θεῷ καὶ δοξολογίας τὰ μέρη ἀμφοτέρα, τῷ συνάψαντι πάλιν τὰ μέλη τοῦ μυστικοῦ αὐτοῦ σώματος, τοσοῦτον ἤδη χρόνον διεῤῥωγότα. Καὶ οὐρανὸς μὲν ηὐφράνθη τῇ ἡμέρᾳ ἐκείνῃ, γῆ δὲ ἠγαλλιάσατο, καὶ ἄγγελοι τοῖς ἀνθρώποις συνέχαιρον. Πῶς οὖν, ἀδελφοί, τοιαύτην καὶ τοσαύτην χαρὰν εἰς θλίψιν ὑμεῖς καὶ κατήφειαν μεταποιείτε; 'Ρακ. Οὐκ ἤκουσας, ὅτι αὐτοὶ ἐκεῖνοι, οἱ ἐκεῖ ὑπογράψαντες ἐν Κωνσταντινουπόλει γενόμενοι, τά ναντία ἔλεγον, καὶ ὅπως ὁ Ἐφέσου οὐκ ἐπείσθη, οὐδὲ ὑπέγραψε, μᾶλλον δὲ καὶ στραφείς, κατὰ Λα τίνων ξυνέγραφεν; Ἐπεὶ οὖν ἐκεῖνος, ὅστις ὑπῆρχαν εἷς τῶν διαλεγομένων, οὐχ ὑπέγραψεν, πῶς ἡμεῖς τῇ συνόδω ταύτῃ συναινέσομεν; Εἶτα καὶ τοῖς ὑποσ γράψασι μεταμέλει, ὡς κακῶς ποιήσασιν ὑπογράψα, καὶ διὰ τοῦτο τὰς χεῖρας εἰς τομὴν ἐξέτεινον, καὶ τῷ Ἐφέσου συνηγόρων καὶ αὐτὸν ἐμακάριζαν με
col. 991–992page 18 of 75
PG 159:991ὑποκύψαντα τῷ Λατινισμῷ. Οθεν ἔδωκαν ἡμῖν ἐν νοῆσαι πεπλασμένην εἶναι τὴν συνίδον, καὶ τὸν ὄρον αὐτῆς. Διὰ ταῦτα οὖν ὑποταγὴν καὶ εὐλάβειαν αὐτῇ ήκιστα δίδομεν, μᾶλλον δὲ ἀποδιώκομεν αὐτὴν, καὶ ἀποδιοπομπούμεθα. Εὐλ. Τοῦτο οὐκ ἐν τῇ συνόδῳ μόνον τῇ ἐν Φλωρεντίᾳ ἐγένετο, ἀλλὰ καὶ ἐν ταῖς πρὸ αὐτῆς. Πολλοί γὰρ μετὰ τὴν διάλυσιν τῶν συνόδων ἔσχιζον ἑαυτοὺς ὀρέξεσι τινῶν ἐναντίων, καὶ τἀναντία ταῖς σφών αὐτῶν ὁμολογίαις ἔλεγον, καὶ ὑπογραφαῖς· ἀλλ' οὐ διὰ τοῦτο τὴν σύνοδον ἐκείνην τὸ παράπαν ἐσμίκρυ ναν, οὐδὲ ὁ ὄρος αὐτῆς ἀπωθεῖτο. Οτι δὲ ὁ Ἐφέσου οὐχ ὑπέγραψεν, οὐδὲν θαυμαστόν. Μία χελιδών Ειρ οὐ ποιεῖ, κατὰ τὴν παροιμίαν· εἷς, οὐδείς. Τῶν πλειόνων ή ψήφος νικα. Πλὴν ἴσθι, ὅτι ἐζητήθη ο ἀκριβῶς παρὰ τῆς Ἐκκλησίας, ἵνα δῷ λόγον τίνι τρόπῳ σχίζεται τῆς συνόδου, καὶ αὐτῇ ἀνθίσταται, μὴ ὑπογράψαι βουλόμενος. "Ος μαθών σπουδῇ πρὸς τὸν βασιλέα τρέχει, καὶ μετὰ δακρύων τῷ βασιλεῖ προσανέφερε λέγων ο Κύριε βασιλεῦ, ἡ σύνοδος παρακελεύεται ἵν᾿ ἀποδώτω λόγον, τίνι λόγῳ οὐχ ὑπογράφω. Η ἁγία βασιλεία σου καλῶς ἐπίσταται ὅτι ἕως τῆς χθὲς ἀντέλεγον, καὶ διελεγόμην γεν ναίως. Νῦν δ' οὕτω ταχέως ἅμα καὶ ἅμα καθυπο γράψω, εἰς ἃ βαρέως ηναντιούμην, αἰσχύνομαι τάχα γέρων καὶ ἀρχιερεὺς ὑπάρχων. Μή μου τὴν πολιὰν ὑβρίσητε, καὶ φανῶ τοῖς Ιταλοῖς μωρός τε καὶ ἀμα θής. Φρόντιζον, κύριε βασιλεῦ, ἀπολογίαν δοῦναι ὑπὲρ ἐμοῦ. ῎Αφετε παρελθεῖν ὀλίγος καιρός. αἰσχύνην μεγίστην ἡγούμενος τὴν ὑπογραφήν μου ἀπο δοῦναι ἐνταῦθα. ο Όθεν ὁ βασιλεὺς ὑπὲρ αὐτοῦ δεηθεὶς τῆς συνόδου, ο Αφετε αὐτὸν ἐμοὶ, ο ἔφη, καὶ ἐς Κωνσταντινούπολιν ποιήσω αὐτὸν ὑπο γράψαι. ο Ηλθον οὖν εἰς Κωνσταντινούπολιν, καὶ ὁ μὲν βασιλεὺς εὗρε τὴν βασίλισσαν αὐτοῦ τεθνηκυῖαν, καὶ ἐπένθει· ἐν δὲ τῇ Ἐκκλησία πατριάρχης οὐκ ἦν. Ο Εφέσου εἶδε τὸ πλῆθος δοξάζον αὐτὸν, ὡς μὴ ὑπογράψαντα, καὶ προσεκύνουν αὐτῷ οἱ ὄχλοι καθάπερ Μωϋσεῖ καὶ 'Ααρών, καὶ εὐφήμουν αὐτὸν καὶ ἅγιον ἀπεκάλουν. Εὗρε δὲ, ὅ ἐπεθύμει τε καὶ ἐγλίχετο, ἵνα δοξασθῇ παρὰ τοῦ κοινοῦ λαοῦ πλέον τῆς συνόδου αὐτὸς, καὶ ἐνέμεινεν ἐν αὐτῷ. Καὶ παρακινηθείς εγραφε καὶ κατὰ τῆς συνόδου καὶ τῶν Λατίνων. Ἐκεῖ γὰρ ἐζητεῖτο παρὰ τοῦ φρὰ Ἰωάν νου ἐν τῇ διαλέξει, καὶ αὐτὸς δειλιάσας τὸν ἀγῶνα, ἔτι δὲ καὶ μὴ δυνάμενος ἀντιλέγειν εἰς τὰ φανότατα, απέδρασε· κἀνταῦθα ἐν ταῖς γωνίαις γενόμενος συνέγραφέ τε, καὶ ἔλεγε μηδενὸς ἐλέγχοντος. Ομοίως καὶ οἱ λοιποὶ ἐλθόντες, καὶ ἰδόντες τὴν κοινὸν λαὸν οὕτω τεταραγμένον κατὰ Λατίνων, καὶ λατινό φρονας αὐτοὺς, καὶ ᾿Αζυμίτας ἀναιδῶς ἀποκαλου μένους παρὰ τοῦ πλήθους, καὶ μήτε ἀρχιερέας αύ τοὺς, μήτε Χριστιανούς το σύνολον ἡγουμένους, εἰρω νευόμενοι τοῖς συμπολίταις ἔλεγον· «Τί πρὸς ἡμᾶς μαίνεσθε οὕτως, ὅτι ὑπεγράψαμεν; Κακῶς ἐποιήσαμεν. Ἰδοὺ αἱ χεῖρες ἡμῶν, αἱ ἐκεῖ ὑπογράψε 31, ἐκκόψατε αὐτάς.» Τοῦτα ἔλεγον φιμοῦν της την ὁρμὴν τοῦ κοινοῦ κατ' αὐτῶν ἀναιδώς κινουμένην.
col. 993–994page 19 of 75
PG 159:993Εἰ δὲ καὶ ἀληθῶς ἔλεγον, ὅπερ οὐκ οἶμαι, θαυμαστὸν οὐδέν. Οτι καὶ ἐν τῇ μεγάλῃ καὶ πρώτῃ συν όδῳ τῇ ἐν Νικαίᾳ, μετὰ τὴν διάλυσιν αὐτῆς ἀπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων, ἑπτά τινες τῇ δόξῃ τοῦ ᾿Αρείου ὑποκύψαντες, ἔλεγόν τε, καὶ ἔγραψον κατὰ τῆς συνόδου, καὶ συνόδους ἐκίνησαν τοπικὰς πλείους ἢ τριάκοντα, τὴν μεγάλην ἀφορι ζούσας σύνοδον· ἀλλ' οὐ διὰ τοῦτο ἡ σύνοδος μείωσιν ἔλαβεν, ή κατηργήθη, ἀλλ' ἔμεινε καὶ μένει έως τὴν σήμερον ταῖς ὑπογραφαῖς ἐκείνων αὐτῶν καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ, καὶ ἕως τοῦ νῦν ἡ Εκκλησία αὐτοὺς κηρύττει, οὐκ αὐτοὺς, ἀλλὰ τὴν ὁμολογίαν αὐτῶν, καὶ θεοφόρους αὐτοὺς καὶ ἁγίους ἀποκαλεῖ, τοὺς ἀποσκιρτήσαντας ἐξ αὐτῆς. Ότι, ὡς πολλάκις εἴρηται, ἡ Ἐκκλησία μετὰ τὴν διά λυσιν τῆς συνόδου, οὐδενὸς φροντίζει, τί λέγει, ἢ τί πράττει, ἢ τί βούλεται. Ἐκεῖ γὰρ ἐν τῇ συναθροίσει λαμβάνει ἑκάστου τὴν ὁμολογίαν, ἥτις καὶ ἀπογράφεται ἐν οὐρανῷ, ὅθεν ἀπαλειφθῆναι αὐ θεμιτόν. Ὅταν δὲ ἐξέλθῃ τῆς συναθροίσεως, εἴ τι ἄρα καὶ πράξει, ὅπερ ἐκεῖ ὡμολόγησεν, οὐ δύναται μετα τρέψαι. Οθεν καὶ οὗτοι εἰ προφασίζονται, ὅτι ἕνεκα δώρων, καὶ τιμῶν καὶ βίας ἅμα ηνώθησαν, καὶ ὑπέγραψαν, ἀδίκως λέγουσι, καὶ οὐκ ἀληθῶν Οτι οὐδένα ἐβίασαν ὑπογράψαι, ἀλλὰ πάντες μετά χαρᾶς, ὡς εἴρηται, καὶ ἡνώνησαν, καὶ ὑπέγραψαν. Καὶ ὁ Ἐφέσου ἐκεῖ, ἔνθα ὁ Ἰωάννης προεκαλεῖτο, ἔδει δοῦναι τὴν λόγον. Ωστε ἀδίκως εγκαλεῖτε τῇ συνόδῳ, ὅτι ἐπλανήθη, καὶ ὅτι διὰ δώρων εποίησεν υπογράψασθαι τοὺς Ἱεροὺς ἄνδρας ἐκείνους· οὐκ ἦν γὰρ οὕτως, οὐκ ἦν· οὐτὲ ἐγένετο οὕτως ἐκεῖ. Ρακ. Οὕτως οὖν ἐγένετο· διὰ τοῦτο ὁ Ἐφέσου οὐκ ἠθέλησεν αὐτοῖς ἐνωθῆναι. Εὐλ. Οὕτω καὶ ὁ ᾿Αρειος οὐκ ἠθέλησεν ἑνωθῆναι τῇ ἁγίᾳ καὶ μεγάλῃ πρώτῃ συνόδῳ· ὁ Εὐνόμιο; τῇ δευτέρᾳ· ὁ Νεστόριος τῇ τρίτῃ· ὁ Διόσκορο; τῇ τετάρτῃ, καὶ ταῖς ἑξῆς οἱ τούτων ἀντίπαλοι. Δικ. Η αλήθεια οὕτως ἔχει. Ρακ. 'Αλλ' ἐκεῖναι αἱρετικοὶ ἦσαν, οὗτος δ' εὐ λαβὴς, καὶ ὀρθόδοξος. ᾿Ακρ. θαῦμά ἐστι, πῶς οὐχ εὑρέθη καὶ ἄλλος εὐλαβὴς τῆς πίστεως τοῦ Χριστοῦ ἐν ἐκείνῃ τῇ ἱερᾷ συναθροίσει, πλὴν ὁ Ἐφέσου καὶ μόνος, ἀλλὰ καὶ βασιλεὺς, καὶ πατριάρχης, καὶ πᾶσα ἐκείνη τῶν ἱερῶν ἀνδρῶν σύναξις ἀπεβάλετο τὸν Χριστιανισμόν, καὶ ἐπώλησε τὴν τοῦ Χριστοῦ πίστιν, καὶ παρέ δωκαν τὰς ψυχὰς αὐτῶν τῷ διαβόλω. Τούτο γάρ άτοπον σφόδρα, καὶ ἀπεβέστατον, καὶ ἀκούειν οὐ δύναμαι. Εὐλ. Εάσωμεν τῆς ἀτοπία; ταύτης τὸ μωρόν συμπέρασμα, καὶ ἀναίσθητον, τοῖς ἀκούουσιν ἐννοῆσαι, καὶ κρῖναι. Σὺ δὲ νῦν μοι φράσιν, τί ἐν αὐτῇ ἐπράχθη; Ρακ. Οἱ Λατίνοι λέγουσιν, ὅτι «Τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ τοῦ Πατρὸς, καὶ ἐκ τοῦ Υἱοῦ κ ἡμεῖς δὲ λέγομεν «ἐκ τοῦ Πατρὸς μόνου. ο Β΄. Οι Λατίνοι λέγουσιν, ὅτι ο Δι' ἀζύμου γίνεται τὸ τοῦ Χριστοῦ σῶμα· ν ἡμεῖς δ' ι ἀποστρεφόμενα το
col. 995–996page 20 of 75
PG 159:995ἄζυμον, ὡς Ἰουδαϊκὸν ὅν. Γ'. Οἱ Λατίνοι λέγου νέο σ' σιν, ὅτι ο αἱ ψυχαὶ καθαίρονται μετά θάνατον, κα Πουργατόριον τὴν αὐτῶν κάθαρσιν ὀνομάζουσιν ἡμεῖς δὲ ἥκιστα τοῦτο λέγομεν. Δ'. Οἱ Λατίνοι λέ γουσιν, ὅτι «Αἱ ψυχαὶ τῶν ἁγίων, ἡνίκα του τηλε βίου μεταχωρήσωσιν, εὐθὺς εἰς οὐρανὸν ἀνέρχονται, καὶ μετὰ τοῦ Θεοῦ αὐλίζονται, καὶ τῶν ἁγίων ἀγ γέλων· ὁ ἡμεῖς δὲ ἥκιστα τοῦτο σἕως τῆς ἀναστάσεως τε καὶ κρίσεως» δίδομεν. Ε'. Οἱ Λατῖνοι λέ γουσιν, ὅτι ι ὁ πάππας ἐστὶ κεφαλὴ τῆς Χριστοῦ Ἐκκλησίας καὶ πατὴρ τῶν Χριστιανῶν ἁπάντων·» ἡμεῖς δὲ «αὐτὸν ὡς ἕνα τῶν πατριαρχῶν λογιζόμεθα, καὶ τοῦτό γε ἂν ὀρθόδοξος.» Η αὐτὰ τοίνυν τῆς συνόδου ταύτης δογματισάσης, πάντες ὑπέκλιναν τῷ ὄρῳ αὐτῆς, καὶ οἱ δώδεκα οὗτοι. Δικ. Τὰ μὲν τῆς συνόδου δικαιότατα, καὶ μετὰ λόγου εἰσὶν εἰρημένα· τὰ δὲ τούτων ἀλλότρια τὴν μεγίστην νόσον νοσοῦσιν. Εὐλ. Ηθελον γνῶναι τὸν λόγον τῶν κεφαλαίων τούτων, ὧν ἔφης, κατὰ λεπτόν, ἀλλ᾿ ἰδιώτης ων, έβουλόμην μὲν ἕνα ἐκ τῶν δώδεκα ἱερέων τῶν ὑφ᾽ ὑμῶν συκοφαντουμένων, ὡς ἑτεροδόξων, ἐνταῦθα εἶναι, καὶ μετὰ σοῦ περὶ τούτων διαλεχθῆναι. Ἐγὼ δ᾽ ἀμφοτέρων ἀκούσας· κατανοήσαι μὲ ἂν, τίς ὑμῶν τὴν ἀλήθειαν λέγει. Ρακ. Ωφελεν ὑπῆρχε τις ἐξ αὐτῶν ὧδε. Μάρτυς. Βλέψωμεν, εἰ ἔστι τις. Ακρ. Ιδού εἷς ἐξ αὐτῶν πρεσβύτερος περ άγει τὴν ἀγοράν Ρακ. "Απελθε ταχέως. Κάλεσον αὐτὸν, ἐλθεῖν πρὸς ἡμᾶς. Ακρ. Κύριε πρεσβύτερε, ἐλθὲ ἕως ἡμῶν. Καθολικός. Βαδίσωμεν, ὅποι βούλει, τοῦ καλοῦ καὶ τῆς ἀληθείας ένεκα. Ακρ. Ἐν τούτῳ δὴ τῷ ἐμπορίῳ εἰσελθε μέσον. Μάρτ. Εγώ δ' ἀναστὰς τῷ Καθολικῷ παρεχώρησα τὸν ἐμὸν σκίμποδα. Καὶ καθεσθεὶς ἐκεῖνος μετ' αυτ αβείας πᾶσιν ἡμῖν ἔφη Καθολ. Τί ἐστιν ὅπερ μαθεῖν ἀπ' ἐμοῦ θέλετε, καὶ κεκλήκατε με πρὸς ὑμᾶς; Εὐλ. Μετὰ τοῦ Πατρὸς τουτουί, πολλὰ διελέχθην περὶ τῆς διαφορᾶς τῆς μεταξὺ Γραικῶν καὶ Αατί νων, καθόσον ἐνεχώρει ἡ ἐμὴ διάνοια, καὶ ὁ νοῦς διηκόνει· νῦν δὲ περὶ τῶν δογμάτων τοῦ λόγου γεν νομένου, οὐ δύναμαι οὔτε ἀπολογεῖσθαι, οὔτ' έρω τὴν περὶ τούτων, ιδιώτης ὤν, καὶ γράμματα μήκου μεμαθηκώς. Διό σε εκάλεσα ἐρωτᾷν, καὶ ἀπολογεῖσθαι. Καθ. Τί ἐστιν ὁ τῶν κεφαλαίων τοῦ ἱεροῦ δρου διστάζεται, ἢ ἀμφιβάλλεται παρ' ὑμῶν, ὡς μὴ ἀληθές; 'Ρακ. Ο όρος πᾶς οὐδεμίαν συνέχει αλήθειαν. Καθ. Οὐκοῦν καὶ τὰ πέντε κεφάλαια παρ' ὑμῶν ἀμφιβάλλονται. Ρακ. Καὶ σφόδρα παρ' ἡμῶν ἀμφιβάλλονται. Καθ. Λέγε λοιπὸν, ἅπερ βούλει, καὶ ἡμεῖς ἐφ' ἑκάστῳ ἀποκρινούμεθα.
col. 997–998page 21 of 75
PG 159:997Ρακ. Πρὸς τὸ πρῶτον τοῦ ὅρου, τὸ λέγον, ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, λίαν ἡμεῖς ἀμφιβάλλομεν, μᾶλλον δὲ καὶ ἀρνούμεθα παντελῶς, καὶ ὡς βλάς φημον ἀπορρίπτομεν. Ακρ. Ὢ τῶν κριμάτων σου, Χριστέ βασιλεῦ! Πῶς ὑπομένοις τοσαύτην ἀναίδειαν; Καθ. Τὴν ἐκ τοῦ Υἱοῦ φωνὴν ὡς βλάσφημον ἀπολ μέπτετε; Ρακ. Καὶ πάνυ μὲν οὖν, Καθ. Τὴν βλασφημίαν ταύτην ήθελον γνώναι. 'Ρακ. Βλασφημίαν λέγομεν τὴν αἵρεσιν ταύτην. Καθ. (ὐκοῦν αἱρετικοὺς ἔχετε τοὺς λέγοντας και ἐκ τοῦ Υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα; Ρακ. Ναὶ, ὡς αἱρετικοὺς ἔχομεν. Δικ. Ιλεως· γένοιτο ἡμῖν Ἰησοῦς ὁ Χριστὸς, ἀκούουσι βλασφημίας τοσαύτας. Καὶ τοὺς ἁγίους – τοὺς λέγοντας φανερῶς τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ, αἱρετικοὺς ἔχετε; Αλαλα γενηθήτω τὰ δόλια χείλη, καὶ ἐμφραγείη πᾶν στόμα λαλεῖν ἄδικά κατὰ τῶν ἁγίων. Ρακ. Μὴ οὕτω σφοδρῶς ἡμῖν ἐπέρχου; δικαιοκρίτα. Οὐ γὰρ τοὺς ἁγίους ἡμεῖς αἱρετικούς λόγου μεν, ἀλλὰ τοὺς λέγοντας, ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, Καθ. Ὢ τῆς ἀνοίας! Καὶ εἰ εὑρίσκονται ἅγιοι λέγοντες, καὶ ἐκ τοῦ Υἱοῦ, οὐ συνεισφέρονται καὶ αὐτοὶ τοῖς αἱρετικοῖς, ἐπειδὴ πάντας τοὺς λέγοντας ἐκ τοῦ Υἱοῦ αἱρετικοὺς ἔχετε; 'Ρακ, 'Αλλ' οὐδεὶς τῶν ἁγίων εὑρίσκεται λέγων, καὶ ἐκ τοῦ Υἱοῦ. Μάρτ. Πολλοὶ τῶν ἁγίων λέγουσι τοῦτο, καὶ ἀνατολικοὶ τε καὶ Δυτικοί. Καθ. Καὶ εἰ ἐγὼ δείξω σοὶ ἁγίους τῆς Ἐκκλησίας λέγοντας τοῦτο, τι ἂν εἴποις; 'Ρακ. Ομολογήσω καγώ. Καθ. Εχέτω ὁ μάρτυς τὰ εἰρημένα καλῶς σεση μειωμένα. Μάρτ. Έγραψα, καὶ γράψω καλῶς, μὴ ἀμφίβαλε, εἰς μνήμην μελλόντων. 'Ρωκ. "Ηδη είρηται, καὶ στραφήναι ὁ λόγος ὄπισθεν τῶν ἀδυνάτων ἐστί· δείξόν μοι οὖν δ᾽ ὑπ σχέθης ἅγιον τῆς Ἀνατολικῆς Ἐκκλησίας, καὶ συνολ μολογήσω κἀγώ. Καθ. Αρέσκει μοι· τὸ ῥηθέν. Ταχέως ἐγὼ ἀπο δείξω σοι. Ῥακ. Μνήσθητι καλῶς, ὅπερ ἔφην, ὅτι οὐ διὰ Δυτικών, Ανατολικῶν δὲ μᾶλλον, καὶ ἡμετέρων. Καθ. Αμφιβάλλεις τους Δυτικούς, μή είναι ἁγίους; Καὶ τὶς ἂν ἔχῃ τολμήσαι, τοῦτο εἰπεῖν, σῶον ἔχων τὸν νοῦν, καὶ τὰς φρένας; ἡ Ἐκκλησία γὰρ αὐτοὺς ἐδόξασεν ὡς ἁγίους καὶ θεοφόρους Πα τέρας. Εἰ οὖν τοῦτο δώσομεν, πᾶσαν τὴν πίστιν ἡμῶν ἀνατρέψομεν, καὶ οὔτε Εκκλησία, οὔτε ἅγιοι; οὔτε ἱερωσύνη, οὔτε θυσιαστήριον, οὔτε ὅλως πίστις Εσται Χριστιανῶν. Ἀλλ᾽ ἐπεὶ ἄτοπα· ταῦτα καὶ ἀπρεπέστατα, διὰ τοῦτο καὶ ἁπλανη λέγομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς ἁγίους αὐτῆς διδα σκάλους, Πατέρας ἁγίους ἔχομεν, καὶ πρεσβεύομεν.
col. 999–1000page 22 of 75
PG 159:999"Ομως διὰ πλείω σαφήνειαν ὑμετέραν, τοὺς μὲν Δυτικοὺς ἁγίους, καὶ διδασκάλους ἐάσω· τοὺς δὲ Ανατολικούς διδασκάλους τε καὶ ἁγίους ἐκθήσω σοι, τοῦτο λέγοντας. Ακρ. Θεράπευσον, δέσποτα, την ψυχὴν τοῦ Πα τρός. Δεῖξον αὐτῷ τὸ προκείμενον, δι' ᾿Ανατολικών ἁγίων. Ρακ. Κύριε πρεσβύτερο, μὴ διατρίβωμεν τὸν καιρὸν εἰς μάτην. Ο προεθέμεθα, συντομώτερον λέγε. Και σημειούσθω ὁ Μάρτυς τοῖς εἰρημένοι; καλῶς. Πέπεισμαι γάρ, ὅτι οὐδένα δείξης μοι τῶν ἁγίων ἐκ τοῦ Υἱοῦ λέγοντα τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Μάρτ. Οὐχ ὁρᾷς τῇ μὲν δεξιᾷ χειρὶ κρατοῦντα τὸν κάλαμον, τῇ δ' ἀριστερᾷ τὸ βιβλίον, σημειοῦσθαι τὰ εἰρημένα; Καθ. Αὐτίκα γὰρ ὁ μέγας τῆς Ἐκκλησίας στο λος ὁ θεῖος τῷ ὄντι καὶ ἱερὸς ᾿Αθανάσιος, ἐν τῇ Ομολογίᾳ τῆς ἑαυτοῦ πίστεως, ἣν ἐξέθετο προς Λιβέριον πάππαν, ἧς ἡ ἀρχή, ο Οστις ἂν βούληται σωθῆναι, - «Τὸ Πνεῦμα τὸ ἅγιον, φησίν, ἀπὸ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, οὐ ποιητὴν, οὐ κτιστὸν, οὐδὲ γεννητὸν, ἀλλ' ἐκπορευτόν.» Τί πρὸς τοῦτο ἔχεις εἰπεῖν; Οὐκ ἔστιν ἅγιο; οὗτος, καὶ τῆς Ἐκκλησίας διδάσκαλος; Ρακ. Αγιων μὲν καὶ διδάσκαλον ἔχω, πλὴν ἀμφιβάλλων, μὴ εἶναι τὴν νῆσιν ταύτην γνησίαν αὐτοῦ. Καθ. Πῶς οὐκ ἔστι γνησία τοῦ διδασκάλου τοῦδι ἡ ῥῆσις αὕτη, ὅτι ἐν πολλοῖς ἄλλοις λόγοις αὐτοῦ τὸ αὐτὸ τοῦτο λέγει; 'Ρακ. Ποῦ δή; ζονα δὲ, ὅτι ἀπ' ἐκείνου τὸ εἶναι ἔχει. Καθ. Ἐν τῷ κατὰ ᾿Αρειανῶν βιβλίῳ αὐτοῦ, ἐν πολλοῖς μὲν τόποις τοῦτο λέγει, μᾶλλον δὲ κάν τούτῳ, Ενθα φησί, ο Τοιαῦτα μὲν τοῖς Ἰουδαίοις ὡς ἄνθρωπος ὁ Κύριος ἔλεγε· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ μεγαλειότητα δεικνὺς ἑαυτοῦ, οὐκ ἔτι ἐλάττονε ἑαυτὸν τοῦ Πνεύματος, ἀλλὰ μείζονα καὶ ἴσον όντα σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα, καὶ ἔλεγεν, Εγώ αὐτὸ ἀποστελῶ, κἀκεῖνος ἐμὲ δοξάσει.» Έγνως ἄρα, τί δηλοῦν βούλεται, τὸ μείζονα καὶ ἴσον αὐτὸν εἶναι τοῦ Πνεύματος· ἴσον μὲν κατὰ τὸ ὁμοούσιον οὐδὲν γὰρ τῶν τριῶν προσώπων μεῖζον καὶ ἔλαττον τῇ οὐσίᾳ, καὶ τῇ θεότητι, ἀλλ᾽ ἄκρα ἐπέτης· μεί Ρακ. Οὔποτε τὴν ῥῆσιν ἐγὼ ταύτην εἶδον. Αλλ ἀρίθμησόν μοι καὶ ἄλλους τῶν διδασκάλων. Ακρ. Θέλει μόνον ἀκούειν, καὶ ἀπόρριψον την κενὴν καὶ ματαίαν πρόληψιν. Σὺν γὰρ τοῖς ἄλλοις κακοῖς, οἷς τοὺς ἀνθρώπους ἀναπλήσατε, ἐν ἐστι καὶ τοῦτο, τὸ μὴ ἐθέλειν ἀκούειν τινὸς τῶν καθολικών περὶ τούτων διαλεγομένων, ἀλλὰ κλείειν τὰ ὦτα, ἵνα μὴ τὴν πονηρὰν ὑπόνοιαν απορρίψαντες, εἰς μετάνοιαν ἔλθωσιν. Σὺ δὲ ἐπεὶ ἐρωτᾷς μαθεῖν, ἄκουσον τοῦ Καθολικοῦ. Καθ. 'Ο μέγας Βασίλειος ἐν τῷ κατ' Ευνομίου τρίῳ φησίν· ο Τίς γὰρ ἀνάγκη, εἰ τῷ ἀξιώματα καὶ τῇ τάξει τρίτον ὑπάρχει τὸ Πνεῦμα, τρίτον είναι
col. 1001–1002page 23 of 75
PG 159:1001αὐτὸ καὶ τῇ φύσει; Αξιώματι μὲν γὰρ, δευτερεύει» τοῦ Υἱοῦ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον, καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως τῆς αἰτίας ἐκείνης ἐξημμένον, παραδίδωσιν ὁ τῆς εὐσεβείας λόγος· φύσει δὲ τρίτῃ κεχρῆσθαι, οὔτε παρὰ τῶν ἁγίων Γραφών δεδιδάγμεθα, οὔτε κατὰ τὸ ἀκόλουθον δυνατὸν συλλογίσασθαι.» Τακ. Ἐν τούτῳ οὐ δείκνυται διαρρήδην, ὅτι ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὅτι παρ' αὐτοῦ τὸ εἶναι ἔχει, καὶ παρ' αὐτοῦ λαμβάνει. Καθ. Οὐκ ἔγνως ἔτι, τί τὸ εἶναι νοεῖται. Τὸ γὰρ ἔχειν παρ' αὐτοῦ τὸ εἶναι, τί ἄλλο πρὸς Θεὸν ση μαίνει, ἢ ὅτι ἐκπορεύεται ἐξ αὐτοῦ; Ρακ. Θέλω εἰδέναι σαφῶς τινὰ τῶν ἁγίων διδα σκάλων λέγοντα διαρρήδην, ὅτι τὸ Πνεῦμα ἐκπο ρεύεται καὶ ἐκ τοῦ Υἱοῦ. Καθ. Τα ονόματα τῆς ὑπάρξεως τοῦ Παναγίου Πνεύματος πολλά εἰσι, καὶ ἐν διαφόροις λέξεσι λέ γονται, καὶ χρῶνται αὐταῖς οἱ διδάσκαλοι, καθώς βούλονται, ὁ μὲν οὕτως, ὁ δ' οὕτως. Δι' αὐτοῦ τὸ ὅταν ἀκούσῃς, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ο πρόεισιν ἐκ τοῦ Υἱοῦ, προχεῖται, ἐνίησιν, ἀναβλύζει, πηγάζει, ἔστιν, ὑπάρχει, ἔχει τὸ εἶναι, λαμβάνει, δίδεται ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἐξ αὐτοῦ, διὰ αὐτοῦ, διὰ τοῦ Υἱοῦ, ἐκλάμπει, ἀποστέλλεται, πέμπεται, ο οὐ δεῖ σε νοεῖν ἄλλο, ἢ ὅτι ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται. Ρακ. Εἰ καὶ ἔστιν οὕτως, ὡς λέγεις, ἀλλ᾽ ἐγώ οὕτω βούλομαι εἰδέναι τινὰ ἅγιον λέγοντα, «Εκ τοῦ Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον.» Καθ. Εγώ πειράσομαι καὶ τοῦτό σοι δείξαι. Μάρτ. Οντω; αὕτη ἐστὶν ἡ πίστις ἡ ἀληθῆς καὶ ἀμώμητος τοῦ Σωτήρος Χριστοῦ, ἡ ἐνεργουμένη θαυμασίως ἐν τοῖς καθαρῶς καὶ εὐσεβῶς εἰς αὐτὸν πιστεύουσιν. Φησί γάρ· 'Ο πιστεύων εἰς ἐμέ, τὰ ἔργα, ο ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· καὶ αὖ, Ἐγὼ δώσω ὑμῖν λόγον. καὶ σοφίαν ἐν τῷ στόματι, καταβαλεῖν τοὺς ὑπεναντίους, πρὸς τοὺς μέλλοντας ὑπὲρ αὐτοῦ ἀγωνίζεσθαι τοῦτο λέγων. Ἐνταῦθα ὁρῶ θαυμάτων το μέγιστον, εἰ καὶ σὺ, Πάτερ, ὅπερ βλέπω, οὐ συνοράς. 'Ρακ. Τί ἐστι τοῦτο; Μάρτ. Ὁρῶ γὰρ ὅτι οἱ τῆς ἑνώσεως ἱερεῖς, εἰ καὶ οὐχ ήψαντο διαλεκτικῆς ἢ σοφίας, διαλέγονται, καὶ σοφίαν λαλοῦσι, καὶ θεολογίαν ἀρίστην θεολογοῦσιν. 'Υμεῖς δὲ οἱ τἀναντία ταύτης φρονοῦντες οὐκ ένα νοεῖτε οὐδὲν εἰπεῖν, καὶ τοὐλάχιστον, οὐδὲ τὰ γε γραμμένα. Από τούτου συμπεραίνω, ὅτι οὐκ ἔστιν ἐν ὑμῖν ἡ τοῦ Χριστοῦ πίστις. Διὰ τοῦτο οὐκ ἐνερο γεῖται ὁ τοῦ Ἰησοῦ προβληθεὶς ἐν ὑμῖν λόγο;· ἐν τούτοις δὲ τοῖς ἑνωτικοῖς καὶ μάλα. Δικ. Λέγε, κύριε πρεσβύτερο, καθ' εἱρμόν. Λέγε. Καθ. Ο ιερώτατος Νύσσης θεῖος Γρηγόριος ἐν τῇ εἰ; τὸ, Πάτερ ἡμῶν, ὁμιλίᾳ αὐτοῦ τετάρτη,
col. 1003–1004page 24 of 75
PG 159:1003εὐθὺς ἐν τοῖς προοιμίοις οὕτω φησίν· «Τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς εἶναι λέγεται, καὶ ἐπ τοῦ Υἱοῦ εἶναι προσμαρτυρείται.». 'Ρακ. Οὐδ᾽ ἐν τούτῳ βλέπω διαρρήδην λέγοντα, ὥσπερ ἐγὼ βούλομαι. Καθ. Ἐπίστησον ἀκριβῶς, καὶ ἐννόησον, τί δη λοῦν βούλεται τὸ ἐκ τοῦ Πατρὸς εἶναι λέγεσθαι. “Οταν ἀκούσωμεν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα ἁπλῶς οὕτως, ἐρωτῶ, τί δηλοῦν βούλεται; 'Ρακ. Οὐ δυνάμεθα ἐννοῆσαι ἄλλο τι, ἢ ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. Καθ. Ορθώς ἔφης. Οὐ γὰρ ἐνδέχεται ἄλλωςεἰπεῖν. Εἰ ὅταν ἀκούσωμεν ἁπλῶς ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, ἔδωκας, ὅτι ἐκπορεύεται νοεῖται· ὅταν ἀκούσωμεν αὐτὸ τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ, τί ἄλλο δυνάμεθα νοεῖν, ἢ ὅτι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται; Ρακ. Ηθελον όμως εἰδέναι σαφῶς τινὰ τῶν ἁγίων λέγοντα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον καὶ ἐκ τοῦ Υἱοῦ. Καθ. Ἐγὼ τὰ ὀνόματα τὰ προειρημένα όταν ἀκούσω, τὸ αὐτὸ τοῦτο νοῶ. Ἐπεὶ καὶ τὴν τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησιν ἐν διαφόροις λέξεσι τὸ αὐτὸ δηλούσαις ἐπίσταμαι. Όμως πειράσομαι δεῖξαι σος διαρρήδην ἅγιον λέγοντα τοῦτο. Ρακ. Δεῖξόν μοι θάττον. Καθ. Ο μέγας Αναστάσιος ἁγίου όρους Σινε λεγόμενος οὕτω λέγει ἐν τῷ λόγῳ, οὗ ἡ ἀρχή, Τὸν περὶ τῆς ὑγιοῦς ἡμῶν πίστεως·» «Τοῦ δὲ σώματος τὸ ἰδίωμα λαβόντες ὡς παράδειγμα, τὴν ἀλληλουχίαν τῶν θείων παρεστήσαμεν διὰ τῆς τῶν μελῶν ἀναλογίας τε καὶ εἰκασίας. Ενθεν της καὶ Πνεῦμα στόματος αὐτοῦ λέγεται, στόματος δυ τος του Μονογενούς, καὶ Πνεῦμα πάλιν ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ ἀποστελλόμενον οὐ μόνον παρά τοῦ Πατρὸς, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ. Ὁ Ἰδοὺ προ φανῶς τοῦ ἁγίου τούτου λέγοντος, οὐ μόνον παρά τοῦ Πατρός, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεται τὸ ἅγιον Πνεῦμα. Τί πρὸς τοῦτο ἔχεις εἰπεῖν; Ον τως οὐδέν. Δικ. Η ῥῆσις αὕτη φανερώτατα τὸ ζητούμενον θεραπεύει. Ρακ. Δεῖξόν μοι πρὸς Θεοῦ καὶ ἄλλον ἅγιον λέ γοντα κατὰ τοῦτον. Ακρ. Δεῖξον τῷ Πατρὶ, κύριε πρεσβύτερο, καὶ Ο άλλον ὁμοίως ἅγιον λέγοντα. Καθ. Ὁ ἅγιος Ἰλάριος ἐν τῷ λόγῳ τῷ μετὰ τὴν Πεντηκοστήν φησιν, «Πιστεύομεν εἰς τὴν ἁγίαν Τριάδα, τουτέστι τὸν Πατέρα καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα Θεὸν παντοδύναμον, μας οὐσίας, μιᾶς ὑπάρξεως, μιᾶς ἐξουσίας, δημιουργών πάντων τῶν κτισμάτων, ἐξ οὗ πάντα, δι᾿ οὗ πάντα, ἐν ᾧ πάντα· Πατέρα ἀφ' ἑαυτοῦ, ἀλλ' οὐκ ἀφ' ἑπ ρου, Υἱὸν ἐκ τοῦ Πατρὸς γεννητὸν Θεὸν ἀληθινὸν, οὐ μὴν δύο φῶτα, ἀλλ' ἐν φῶς· Πνεῦμα ἅγιον παρά Πατρὸς καὶ Υἱοῦ ἐπίσης εκπορευόμενον. Μάρτ. Ταύτην τὴν ῥῆσιν χρυσοῖς ἐγχαράξω γράμ μασιν, ὅτι καὶ λιθίνας θεραπεύει καρδίας. Δικ. Καλῶς ἂν ποιήσοις. Ο γὰρ ἅγιο; οὗτος διὰ τῆς ζήσεως ταύτης εἰπὼν, Τὸ Πνεῦμα τὸ ἅγιον
col. 1005–1006page 25 of 75
PG 159:1005επίσης ἐκπορεύεται παρὰ Πατρὸς καὶ Υἱοῦ, οὐδε μίαν κατέλιπε πρόφασιν τῶν ζητούντων προφάσεις. Ρακ. Μεγάλα καὶ φοβερὰ τὰ παρὰ σοῦ εἰρη μένα, τίμια πρεσβύτερε, καὶ ἱκανὰ διασκεδάσαι τὸ νέφος τῶν λογισμῶν. ᾿Αλλὰ καὶ ἔτι εἰς ἱκανοποίη σιν ἡμετέραν δεῖξόν μοι καὶ ἕτερον ἅγιον λέγοντα κατὰ τούτους. Ακρ. Ο τούτοις μὴ πειθόμενος, οὐδ᾽ ὅσα ἄν τις εἴπῃ, πεισθήσεται. Καθ. Κύριλλος ὁ μακάριος ἐν τῇ ἑρμηνείᾳ τῇ εἰς τὸν προφήτην Ιωήλ φησιν· «Η μὲν γὰρ ἐστι Θεὸς, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱὸς, γεγέννηται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἴδιον αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι· καθάπερ ἀμέλει καὶ ἀπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός. ο Τὸ δὲ, ο καθάπερ ἀμέλει καὶ ἐκ τοῦ Πατρὸς, ο τί δηλοῦν βούλεται, ἢ ὅτι, ὥσπερ ἐκ τοῦ Πατρὸς ἐκ πορεύεται, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται; Δικ. Δίκαιος τοῖς νουνεχέσιν οὗτος ὁ λόγος. Ρακ. Ἔστι καὶ ἄλλος τις τῶν διδασκάλων λέγων οὕτως; Καθ. Πάντες οἱ 'Ανατολικοὶ καὶ Δυτικοὶ ἅγιοι τὸ αὐτὸ λέγουσιν. Ρακ. Ἐγὼ οὔτε εἶδον, οὔτε ήκουσα ποτε τοιού των· μόνον δὲ Καβάσιλά τινος, Ψελλού, Νικολάου Μεθώνης, Παναρέτου, καὶ ἄλλων, καὶ νῦν τοῦ Εφέσου ἤκουσα τἀναντία λέγοντος τούτοις, ἅπερ σὺ Ακρ. Καὶ τίσι δίκαιον ἔπεσθαι τοῖς ἁγίοις τῆς Εκκλησίας διδασκάλοις, ή τούτοις τοῖς μετὰ τὸ σχίσμα καὶ μάχην συγγράψασι; Ῥακ. Τοῖς διδασκάλοις ἀναμφιβόλως. Καθ. Τί σοι δοκεῖ νῦν; Αἱρετικοί εἰσιν οἱ λέγοντες τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ; Ρακ. Καθὼς ἀρτίως ήκουσα, ἥκιστα τοῦτο φήσαιμι. Καθ. Τί οὖν ὅλως ἡμᾶς μάχεσθε; Εἰ γὰρ ἀπε δείχθη διαῤῥήδην τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ ἐν ταῖς τῶν ἱερῶν Πατέρων καὶ διδασκάλων ἡμῶν ἀναντιρρήτοις καὶ σοφαῖς ὑφηγήσεσιν, εἶτα συμφωνεῖν τῷδε τῷ δόγματι τὸ παρὰ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ἐν τῷ Συμβόλῳ τῆς πίστεως κηρυττόμενον εγνωκότες, τὴν εἰρήνην καὶ ἔνωσιν τῶν Ἐκκλησιῶν χρεωστικῶς ἅμα καὶ εὐλαβῶς αὐτὴν ἀσμένως υπεδεξάμεθα, καὶ τὴν μετὰ 'Ρωμαίων ὁμόνοιαν, καὶ τὸ φίλιον προειλόμεθα, τί τῶν ἀτόπων διαπραξάμεθα; Πόθεν ὑμῖν ἐξεγένετο, ἀδελφοί, τους ομοφύλους τε καὶ ὁμογενεῖς, ἵν᾽ εἴπω καὶ συμφυείς ἔστιν ὅτι ὑμῖν, ὡς Εθνικούς καὶ ἀλλοφύλους ἡγεῖσθαι, καὶ ἀράς, καὶ βλασφημίας, καὶ συκοφαντίας ἀλλεπαλλήλους συρ βάπτειν καθ' ἡμῶν ὁσημέραι οὐ παύεσθε; Τοῦτο πανάληθες. Οὐ γὰρ δυνηθείη, ὅστις ἂν εἴη, ἀρνή σασθαι. Καὶ γὰρ ἐν ταῖς καπήλοις, ἐν ταῖς ὁδοῖς, ἐν ταῖς ἀγοραῖς, διὰ πάντων καὶ πανταχοῦ, τῶν Ενωτικῶν ἱερέων κατασύρεται τὸ πολίτευμα, καὶ ἡ
col. 1007–1008page 26 of 75
PG 159:1007Ω τῆς ἀνοχῆς σου, Χριστὲ Βασιλεῦ! Οὐ ταῦτα μόνον ἀρκεῖσθε λέγειν ἡμῖν, ἀλλὰ καὶ τὴν πίστιν καὶ τὸν Θεὸν ἡμῶν ἀναιδῶς ἐξυβρίζετε, ὡς ἐθνικούς ἡμᾶς λογιζόμενοι. Ἡμεῖς μὲν οὖν ἀνεχόμεθα σιω πῶντες, καὶ τῷ πανδερκεῖ θεῷ τὸ πᾶν ἀνατίθεμεν αὐτὸς δὲ ἄνωθεν πάνθ' ὁρᾷ καὶ περισκοπεῖ, καὶ επιμετρήσει ἑκάστῳ τὸ δίκαιον. τιμὴ αὐτῶν ἀδίκως συκοφαντεῖται καὶ διαβάλλεται. ο Ρακ. Φοβερά εἰσι τὰ παρὰ σοῦ εἰρημένα τὰ νῦν, εὐλαβέστατα. 'Ακούσας γὰρ ταῦτα ἐτρόμαξα, καὶ συνεστάλη μου ἡ ψυχή, συνεὶς τοῦ λόγου τὸ ἀναν τίμητον, διὰ τὸ εἶναι ἀληθῆ, ἅπερ ἔφησας, καὶ οἶμαι, οὐδείς σοι τἀναντία ἐν τούτοι; ἀποκριθήσεται. Δικ. Ὥστε λοιπὸν ἀδίκως ἐγκαλεῖτε τοῖς δώδεκα, μᾶλλον δὲ οὐ τοῖς δώδεκα, ἀλλὰ τῇ οἰκουμενική συνόδι. "Οταν γὰρ αὐτοῖς ἐγκαλῆτε, καὶ διασύ ρητε, καὶ Λατινόφρονας ἀποκαλῆτε καὶ ἑτεροδόξους, καὶ τῇ Ἐκκλησίᾳ ἀπάσῃ ἐγκαλεῖτε σὺν πᾶσι τοῖς ἁγίοις ὡς Λατινοφρονησάσῃ τε καὶ ἑτεροδοξη σάσῃ. Ρακ. Ιλεως γένοιτό μοι Θεὸς τῆς βλασφημίας ἕνεκεν, ἧς τοὺς ἁγίους ἀναιδως έβλασφήμουν, Πολι οὖν τοῦτο ἱκανῶς ὁρῶ ἐμαυτὸν πληροφορηθέντα, Θέλω δὲ καὶ πρὸς τὰ λοιπὰ τοῦ ὅρου κεφάλαια ὁμοίως πληροφορηθῆναι. Καθ. Λέγε καὶ περὶ τῶν ἄλλων, ὦ βούλει, καὶ ἀπολογησόμεθα. Ρακ. Τῷ δι' ἐνζύμου καὶ ἀζύμου λέγειν τὸν όρον γίνεσθαι ἀναμφιβόλως τὸ τοῦ Χριστοῦ σῶμα, καὶ ἄμφω ἂν εἶναι, ταράττει. Πῶς ἐν ὑπάρχει, δ διαφόρως τελεῖται, τὸ μὲν δι᾽ ἀζύμου, τὸ δὲ δι᾽ ἐν ζύμου; Καθ. Τί σε ταράττει, ὅτι τὸ μὲν ἔχει ζύμην, τὸ δὲ οὐκ ἔχει; Καὶ τί τοῦτ' ἐστίν; Οὐκ ἔστιν ἄρτος ἀμφότερον ἐξ ἀλεύρου; Ρακ. Αρτος ἐστὶν ἀμφότερον, καὶ οὐ δύναμαι ἀντειπεῖν· ἀλλὰ τὸ μὲν ἔστι τέλειος ἄρτος, διὰ τὸ ἔχειν ζύμην, τὸ δὲ οὐ τέλειος, διὰ τὸ μὴ ἔχειν. Οὐκοῦν διὰ τοῦ τελείου δεν γίνεσθαι, οὐ μὴν διὰ τοῦ ἀτελοῦς. Καθ. Εἰ μὲν οὖν τὰ συμβεβηκότα τοῦ ἄρτου εἰσιν, Ο τρέπονται εἰς αιμα Χριστοῦ, καλῶς ἂν λέγω; δὲ ἡ οὐσία ἐστὶν ἡ τρεπομένη εἰς τὸ τοῦ Κυρίου σῶμα, καὶ οὐ τὰ εἴδη, ἔλαθες σεαυτὸν τοιαῦτα λέ γων. Ο γάρ Κύριος οὐ τὰ εἴδη, ἢ τὰ συμβεβη κύτα, ἀλλὰ τὴν οὐσίαν αὐτήν, ἥτις ἐστὶν ἡ τοῦ ἄρτου θρεπτική δύναμις, ἢ οὐκ ἐν τῷ ἐνζύμων, ἀλλὰ κὰν τῷ ἀξύμῳ ἐστὶν, εἰς σῶμα αὐτοῦ τρέπει διὰ τῆς δυνάμεως τῶν λόγων αὐτοῦ. Ρακ. Ομολογῶ καὶ δέχομαι, ὅτι ἡ οὐσία του ἄρτου ἐστὶν ἡ τρεπομένη εἰς σῶμα Κυρίου· ἀλλ' ἐν τῷ ἐνζύμῳ ἡ τοῦ ἄ του οὐσία ισχυροτέρα δοχεί εἶναι ἢ ἐν τῷ ἀζύμῳ, ὥστε καὶ αἱρετέος ὁ ἔνουμε μᾶλλον ἢ ὁ ἄζυμος. Καθ. Κατὰ τοῦτον τὸν λόγον ἀδυναμίαν δώσομεν τοῖς τοῦ Κυρίου λόγοις, ὅτι οὐκ ἰσχύουσιν, ἂν μὴ Ένζυμος υπάρχῃ, καὶ ἔσται ἰσχυροτέρα ή ύλη, 4
col. 1009–1010page 27 of 75
PG 159:1009τοῦ Κυρίου λόγο; ὁ πάντα μετατρέπων. Καὶ τὶς ἂν Α' τοῦτο εἶποι, ὅτι ὁ λόγος τοῦ Κυρίου, δι' οὗ οὐρανὸς μὲν ἐστερέωται, γῆ δὲ ἕδρασται, ἐν πᾶσι μὲν τοῖς ἄλλοις ἰσχύει, ἐν τούτῳ δὲ οὐκ ἰσχύει; Αὕτη ἐστὶ βλαστημία μεγίστη, ἣν οὐδέποτέ τις ήκουσεν. Αλλ' ἀπέστω τὸ βλάσφημον. Ο λόγος γὰρ τοῦ Κυρίου μετατρέπει, και μεταποιεῖ καὶ τὸ ἕν, καὶ τὸ ἕτερον εἰς σῶμα αὐτοῦ. Καὶ οὕτω δεῖ πάντα τον βουλόμενον σωτηρίας τυχεῖν ἀναμφιβόλως πιστεύειν. Τακ. Ακούομεν τῶν Ἱερῶν ἀποστόλων λεγόντων, ἔτι, Μὴ τὰ τῶν Ἰουδαίων ἄζυμα δέχεσθε. Οὐ κοῦν, ὡς ἀκάθαρτα ταῦτα παραινούσι φυλάττεσθαι.. Καθ. Καλώς παρὰ τοῖς ἱεροῖς ἀποστόλοις τοῦτο νενομοθέτηται, μὴ τὰ τῶν Ἰουδαίων δέχεσθαι ἄξυ μα. Ακάθαρτα γάρ, ἐπειδὴ παρανόμως αὐτὰ προσφέρουσι, νῦν δηλονότι μετὰ τὴν τοῦ Χριστοῦ ἔλευσιν. Καὶ γὰρ οὐδ᾽ ἡμεῖς τὰ τῶν Ἰουδαίων δεχό μεθα ἄζυμα, οὐδὲ τὰ τῆς ἑορτῆς αὐτῶν ξένια, οὐδὲ τὴν ζωοθυσίαν, καὶ τὰ λοιπά. Τὸ δὲ ἀκάθαρτον εἶνα τὸ ἄζυμον διὰ τούτου οὐ συμπεραίνεται. Διό καὶ τὰ Ένζυμα ἀκάθαρτα ἂν ἦσαν, διὰ τὸ λέγειν τὸν Κύ ριον, Ορᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης των Φαρισαίων. Καὶ Παῦλος δὲ ὁ μακάριος, Ἐκκαθάρατε ούν, φησί, τὴν παλαιὰν ζύμην, ἵνα τε νέον φύραμα· καὶ ἀλλαχοῦ ὁ αὐτός· “Ωστε ἑορ τάσωμεν μὴ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονη ρίας. Λοιπόν οὖν κατὰ σὲ φευκτέα ἂν ἄγειλεν είναι Η ζύμη ὡς ἀκάθαρτος, ἐπειδὴ κακίζει ταύτην ὁ Παῦλο;, ζύμην κακίας καὶ πονηρίας ἀποκαλῶν. 'Αλλ' οὐ δεῖ μὲν ἀνιχνεύειν κακούργως τὸ γράμ, ἐρευνᾶν δὲ τὸν νοῦν φιλαλήθως καὶ εὐλαβῶς. Κα! οἱ Λατίνοι τοίνυν οὐκ ἐν τῷ σκοπῷ τῶν Ἰουδαίων ποιοῦσι τὰ ἄζυμα, ἵνα ἡμεῖς αὐτὰ φύγωμεν, ἀλλὰ διὰ τὸ καθαρὸν καὶ λεπτὸν αὐτὸ εἶναι, ὡς τὸ σῶμα τοῦ Κυρίου, ὅπερ τελεώτερον ἐν τῷ δευτέρῳ κεφαλαίῳ τοῦ ὅρου λέγομεν· καὶ ὁ βουλόμενος ἐκεῖνο ερευνησάτω, καὶ εὑρήσει πάσας τὰς ἀπορίας ἐκεῖ Μάρτ. Ἐκεῖ ταῦτα πάντα καλῶς καὶ ἐπιμελῶς εξηγημένα εἰσι, μηδεμίαν ἐναντίωσιν ἔχοντα. Ρακ. ὡς ὁρῶ καὶ ἀκούω, εἰς μάτην ἡμᾶς ἔσχισαν τῆς τῶν Λατίνων κοινωνίας οἱ πρὸ ἡμῶν, Δικ. Καὶ ἀληθῶς εἰς μάτην. λελυμένας. Ρακ. Πῶς οὐκ ἦν ἐν αὐτοῖς φόβος Κυρίου τοῦ Π σχίζειν, καὶ κατατέμνειν τὸ τοῦ Χριστοῦ ποίμνιον, εἰς διαιρέσεις καὶ σχίσματα; Ακρ. Πῶς καὶ σὺ οὐκ εἶχες φόβον Κυρίου οὐδὲ εὐλάβειαν, ἀλλ' ἐσχίζου ἀπὸ τῆς Ἐκκλησίας, καὶ ἄλλους εἰς τοῦτο συνήλαυνες; Ρακ. Ἐγὼ ἰδιώτης ὤν, ὡς παρ' αὐτῶν ἐδιδάχθην, οὕτως καὶ ἐφρόνουν. Δικ. Οὐκοῦν μὴ κατηγορῶμεν τοὺς Ἰουδαίου, ὡς τὰ αὐτὰ καὶ αὐτοὺς τοῖς πατράσιν αὐτῶν φρο νεῶντας. Ρακ. Ἐάσωμεν τοῦτο, ὡς ἱκανῶς· εἰρημένον. Ελθωμεν δὴ καὶ ἐπὶ τὸ τρίτον. ᾿Ακρ. Δεῖ τοῦτο πρῶτον λαβεῖν ἀπόφασιν, εἶτα ἄρχεσθαι ἑτέρου.
col. 1011–1012page 28 of 75
PG 159:1011Καθαρτήριον? Δικ. Ἐπειδὴ σιωπᾷ, ὡς ἀναντίῤῥητον πάντως ἀφίησι τοῦτο. Ἔτι δὲ, μὴ θέλων αὐτοῦ ἀντέχεσθαι ἔτι, συγκατατίθεται τῇ τοῦ Καθολικοῦ ἀποφάσει. Τοῦτο γὰρ ἔθος τοῖς διαλεγομένοις ἐστί, μὴ σιωπήν κατά τι. Σιωπήσας δὲ, δείκνυσιν ὅτι νενίκηται, καὶ οὐ βούλεται ἔτι περὶ ἐκείνου λέγειν. Καθ. Λέγε, Πάτερ αἰδέσιμε, ἅπερ ἀπορεῖς, καὶ ἀποκρινοῦμαι σοι. Ρακ. Πῶς παρίστησιν ἡ σύνοδος αὕτη, ότι αἱ ψυχα! καθαίρονται μετά θάνατον; Καθ. Παρίστησι καὶ ἀποδεικνύει καὶ τοῦτο μετά λόγου, ὥσπερ καὶ τὰ λοιπά. 'Ρακ. Λέγε μοι δή, πόθεν δεικνύει τοῦτο. Καθ. Πρῶτον μὲν ἐκ παραδείγματος ἡμετέρου, ὅπερ αὐτοὶ ἡμεῖς ποιοῦμεν· εἶτα ἀπὸ μαρτυριών τῶν ἁγίων τῆς Ἐκκλησίας διδασκάλων, καὶ ἀπ᾿ αὐτ τῆς τῆς τοῦ πράγματος φύσεως. Ρακ. Φράσον μοι δή, τί τὸ ἡμέτερον παράδειγμα, ὅπερ ἡμεῖς αὐτοὶ ποιοῦμεν. Καθ. Ετι οὐκ ἔγνως, τί δηλοῦσιν αἱ προσφορε καὶ τὰ κόλυβα, καὶ οἱ κηροί, καὶ τὸ ἔλαιον, καὶ αἱ ψαλμῳδίαι, καὶ τὰ μνημόσυνα, καὶ τὸ μνείας ποιεῖν ὑπὲρ τῶν κεκοιμημένων ἐν ταῖς ἱεραῖς τελεταῖς Ρακ. Τοῦτό ἐστιν, ὅπερ οἱ Λατίνοι λέγουσι Πουργατόριον, ήτοι Καθαρτήριον; Καθ. Τοῦτό ἐστι, καὶ οὐκ ἄλλο. Ρακ. Εφης ὅτι καὶ διὰ μαρτυριῶν τῶν τῆς Εκ κλησίας διδασκάλων ἡ σύνοδος τοῦτό γε παριστᾷ. Δεῖξόν μοι τοῦτο. Καθ. 'Ανάγνωθι τὸ τρίτον τοῦ ὄρου κεφάλαιον ἐκεῖ γὰρ ἱκανῶς εἰρήκαμεν, καὶ περὶ τοῦτο πληροφορηθήσῃ. 'Ρακ. Αγωμεν δὴ καὶ ἐπὶ τὸ τέταρτον. Καθ. Λέγε περὶ τούτου, ὅσα γε ἀπορεῖ:. Ρακ. Πῶς μήπω τῆς κοινῆς ἀναστάσεως γενο μένης, οἱ δίκαιοι ἀπέλαβον, καὶ οἱ ἁμαρτωλοὶ τὰ κατ' ἀξίαν αὐτῶν καθ᾽ ὑμᾶς, μᾶλλον δὲ κατὰ τὸν τῆς συνόδου ταυτησὶ ὅρον; Καθ. Σύνες καὶ περὶ τούτου, Πάτερ αἰδέσιμο, ὡς καὶ περὶ τῶν ἄλλων καλῶς ἔγνως. Ἡ τοῦ Θεοῦ Εκκλησία δοξάζει τὰς ψυχὰς τῶν ἁγίων αὐλίζεσθαι μετὰ τοῦ Θεοῦ, καὶ τῶν ἁγίων ἀγγέλων εὐθέως, ἡνίκα ἐξέλθωσι τοῦ τῇδε βίου, πολλὰς ἔχουσα καὶ ἐν τούτῳ ἀφορμάς τε καὶ παραστάσεις, ὡς καὶ ἐν τοῖς λοιποῖς. Ῥαχ. Εἰ νῦν αὐλίζονται ἐν τῷ οὐρανῷ αἱ ψυχαί τῶν δικαίων, καὶ ἀπολαμβάνουσιν, ὡς σὺ φῇς, πο ρισσόν ἐστι, τὴν κρίσιν γενέσθαι, καὶ τὸν κριτὴν ἐπὶ θρόνου καθίσαι. Καθ. Εἰ μὲν ἐλέγομεν, Τελείως ἀπέλαβον οἱ ἅγιοι ψυχῇ τε καὶ σώματι, τότε δικαίως ἂν ἐπηκολούθει τουτὶ τὸ ἄτοπον· νῦν δὲ οὐχ οὕτως ἡμεῖς λέγομεν, ἀλλ' ὅτι νῦν ἀπολαμβάνουσι καθό ψυχαὶ μόνον τετ λείως, κατὰ τὸν ἱερὸν Ἰωάννην τὴν Δαμασκηνόν λέγοντα, ο Καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς.» Τοῦτο οὖν οὐ περὶ τῶν σωμάτων λέγε ται, ἀλλὰ περὶ τῶν ψυχῶν. Ἐν τῇ κρίσει δὲ αἱ ψυχαί ὁμοῦ καὶ τὰ σώματα τῇ δόξῃ εὐφρανθήσονται
col. 1013–1014page 29 of 75
PG 159:1013Δικ. ᾿Αληθέστατος καὶ δικαιότατος οὗτος ὁ λό γος. 'Ρακ. Συνῆκα ὁ λέγεις, καὶ πέπεισμαι, ὅτι πολ λὰ εὑρίσκονται καὶ Ἰδιόμελα και Τροπάρια τῶν Κανόνων τοῦτο δηλοῦντα, καὶ πολλαχοῦ ἄλλοθεν μαρτυρεῖται μὲν ἡ τῶν ἁγίων ἀπόλαυσις· ἐγὼ δὲ ἀκμὴν ἀπορῶ, πῶς δύναται τοῦτο εἶναι, ἵνα ἡ ψυχή χωρὶς τοῦ σώματος νῦν ἀπολαμβάνῃ; Καθ. Οὐ δεῖ σε ἀπορεῖν, ἔνθ᾽ ἀπορία οὐκ ἔστι. Πᾶσι γὰρ καὶ τυφλοῖς δῆλόν ἐστιν, ὅτι ἡ ψυχή τι μιωτέρα ἐστὶ τοῦ σώματος, καὶ κυρία· κατ᾿ εἰκόνα γὰρ Θεοῦ γέγονεν, διὸ καὶ ἀθάνατος· τὸ δὲ σῶμα καὶ δοῦλόν ἐστι τῆς ψυχῆς, καὶ ὄργανον πρὸς ἀ βούλεται πράττειν, καὶ θνητὸν λέγεται, καὶ ἔστι. Διὸ ἡ ψυχὴ μὲν ὡς ἀθάνατος ἀπολαμβάνει, καθό κυρία καὶ τιμιωτέρα τοῦ σώματος· τὸ δὲ σῶμα θνητὸν ὄν, οὔπω ἀνέστη, οὐδ᾽ ἀπέλαβε. Ἐν τῇ οὖν ἀναστάσει ἐνδύσεται τοῦτο ἡ ψυχὴ ἄφθαρτον καὶ ἀθάνατον κατὰ τὴν μακάριον Παῦλον, καὶ οὕ τω καὶ αὐτὸ σὺν τῇ ψυχῇ τῇ δόξῃ εὐφρανθήσεται. Καὶ παραδείγματος χάριν ὁ βασιλεὺς στήσας θέα τρον, τίθησι δῶρά τε καὶ στεφάνους τοῖς ἀγωνιζομένοις, ὑπὲρ ὧν ἔρχονται πολλοί τρέχοντες, καὶ ἀγωνιζόμενοι ἐν τῷ σταδίῳ, καὶ ὅταν τις νικήση μετὰ τοῦ ἵππου αὐτοῦ, καὶ λάβῃ τὸ βραβεῖον, τάττει τὸν ἵππον ἐν ἀναπαύσει, καὶ αὐτὸς συνευφραίνεται τῷ βασιλεῖ μετὰ διαδήματος ὡς νικητής. Αυθέντος οὖν τοῦ θεάτρου, ἱππεύει τὸν ἵππον αὐτ τοῦ ὁ νικητής κεκοσμημένον, καὶ λαμβάνει διπλούς στεφάνους, καὶ ἴστησι τρόπαιον, καὶ περιάγει την πόλιν κύκλῳ, συνευφραινόμενος τῷ ἵππῳ αὐτοῦ, δι' οὗ τὸν ἀγῶνα ήνυσεν. Οὕτω καὶ ἡ ψυχὴ νική σασα τὸν διάβολον ἐν τῇ πάλῃ τοῦ προσκαίρου βίου τούτου μετὰ τοῦ σώματος, ἀποτίθησιν ἐν τῇ γῇ τὸ σῶμα, καὶ αὐτὴ τρέχει πρὸς οὐρανὸν, καὶ συνευφραίνεται τῷ Κυρίῳ στεφανηφόρος. Λυθέντος οὖν τοῦ αἰῶνος τούτου, καὶ γενομένης τῆς κοινῆς καὶ παγκοσμίου ἀναστάσεως, ἐνδύσεται ἡ ψυχὴ τὸ σῶμα κεκοσμημένον, τουτέστιν ἄφθαρτον καὶ ἀθάνατον κατὰ τὸν μέγαν Απόστολον, καὶ λήψεται διπλοῦς στεφάνους, καὶ συνευφρανθήσεται τῷ σώματι, δι' οὗ τὸν πολέμιον ἔτρωσε καὶ ἐνίκησε. Ακρ. Το παράδειγμα τοῦτο ἐκανόν ἐστι πεῖσαι πᾶσαν ψυχήν. Ρακ. Καλῶς καὶ θαυμασίως λέγεις. 'Αλλ' ἔτι τὸ τοῦ Παύλου ἀπορίαν μοι δίδωσι, τὸ, Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντ το τὴν ἐπαγγελίαν, καὶ τὰ λοιπά. Καθ. Καὶ περὶ τούτου ἱκανὸν ἀποδεδώκαμεν λή γον ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ ὅρου πρὸς τὸ τέλος· καὶ ὁ βουλόμενος ἀκριβῶς ἰδεῖν ἐκεῖσε που ρευθήτω, καὶ ἱκανῶς οἶμαι πληροφορηθήσεται. Ρακ. Φράσον μοι παρακαλῶ, μὴ ὀκνήσας καὶ περὶ τοῦ τελευταίου κεφαλαίου τοῦ ὅρου. Πῶς τὴν Ρώμης ἀρχιερέα λέγετε είναι κεφαλὴν πάσης τῆς Ἐκκλησίας, καὶ μὴ καὶ αὐτὸν ὡς ἕνα εἶναι τῶν Αλ. πατριαρχῶν; Καθ. θαυμάζω, πῶς ἠρώτησας τοιοῦτον ἐρώ τημα, δήλου ὄντος τοῦ πράγματος.
col. 1015–1016page 30 of 75
PG 159:1015ριξον τοὺς ἀδελφούς σου. Ἀπὸ τούτων ἔλαβεν ζειν, καὶ διορθοῦν τὰ περὶ τὴν πίστιν. Ρακ. Μὴ θαυμάσῃς, ἄριστε ἱερέων, ὅτι ἐρωτῶ μαθεῖν καὶ περὶ τούτου, ὡς καὶ περὶ τῶν ἄλλων. Δικ. Δίκαιόν ἐστι τὸν Πατέρα ἀκοῦσαι περὶ οὗ ἐρωτᾷ. Καθ. Ἡμεῖς, Πάτερ αἰδέσιμο, ὡς ἕνα τῶν πατριαρχῶν τὸν τῆς Ῥώμης ἀρχιερέα λέγομεν εἶναι, καὶ οὐ δύο ἢ τρεῖς. ᾿Αλλὰ δεῖ καὶ ἐν τῇ τοῦ Θεοῦ Εκκλησία εἶναι ἀρχὴν, καὶ μὴ ἀναρχίαν εἶναι, ἵνα μὴ ἀταξία ᾖ. "Οπου γὰρ οὐκ ἔστιν ἄρχων, οὐδεμία ἐκεῖ τάξις. Διὸ καὶ ὁ Σωτὴρ βουλόμενος τὴν Ἔχε κλησίαν αὐτοῦ ἐν τάξει μένειν, τὸν Πέτρον αὐτῶν εἶναι τῶν ἀποστόλων πρῶτον ἐνομοθέτησε, καὶ τοὺς ἀπ' αὐτοῦ διαδόχους αὐτοῦ τὴν τοιαύτην ἀρχὴν ἔχειν, διέπειν καὶ κυβερνᾷν τὴν Ἐκκλησίαν. Αϊ λως τε ἂν σύγχυσις μᾶλλον ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ ευρέθη η Ένωσις. Ρακ. Ἔστω τοῦτο, ὁμολογῶ καὶ δέχομαι. Αλλ ὅτι αὐτὸν δεῖν εἶναι τὸν κανονίζοντα πᾶσαν τὴν Εκκλησίαν, καὶ νομοθετοῦντα τὴν πίστιν, ἔτι γε ἀπορῶ. Καθ. Τοῦτο παρὰ τοῦ Σωτηρίου είληφε στόματος. Εφη γὰρ αὐτῷ ὁ Σωτήρ· Πέτρε, ποίμαινε τὰ πρόβατά μου, καὶ ἔτι, Δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσης ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ· καὶ αὖ· Σίμων, Σίμων, πολλάκις ἠθέ λησεν ὁ Σατανᾶς ἐπισινιάσαι ὑμᾶς ὡς τὴν στο τον, ἐγὼ δὲ ἐθεήθην ὑπὲρ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Καὶ σὺ ποτε ἐπιστραφείς, στή ἐξουσίαν τοῦ στηρίζειν, καὶ ἐξετάζειν, καὶ κανονί Ῥακ. Απόχρη καὶ περὶ τούτου τανῦν. Δικ. Ο Πατὴρ ἠρκέσθη καν τούτῳ. Ρακ. Ετι ἔν με λυπεῖ, καὶ εἰς ὑπόνοιαν ἄγει. ᾿Αλλὰ βούλομαι αὐτὸ σιγῇ παρ' ἐμαυτῷ κατέχειν. Δικ. Οὐ δίκαιόν ἐστι σιωπᾷν, ἀλλὰ λέγειν διαβ ῥήδην τὰς ἀπορίας. Καθ. Καὶ μᾶλλον εἰπὲ, Πάτερ, τί ἀπορεῖς, ἵνα θεραπευθῇς ἐν αὐτῷ, ὡς καὶ ἐν τοῖς λοιποῖς. Καὶ γὰρ ὁ ἰατρὸς οὐ δύναται τὴν θεραπείαν δοῦναι τῷ ἀῤῥωστοῦντι, ἂν μὴ πρότερον ὁ πάσχων ἀπογυμνώσας δείξῃ αὐτῷ τὴν πληγὴν, ἐν ἰδὼν καὶ τὸ πάθος γνωρίσας, φάρμακόν τε καὶ ἔμπλαστρον οι κεῖον ἐπιτιθεὶς αὐτῇ, ταχέως τὴν ὑγείαν τῷ ἀσθε νοῦντι δωρήσεται. 'Ρακ. 'Αλλ' αἰδοῦμαι, μή σε λυπήσω, καὶ εἰς ὀργὴν ἐμβάλλω, ἄνθρωπε τοῦ Θεοῦ. Ακρ. Οὐ λυποῦνται οἱ καθολικοί ποτε διαλέγεσθαι, μᾶλλον ἀγάλλονται τὴν ἀλήθειαν τοῖς πᾶσι δεικνύοντες. Καθ. Ἐγὼ οὐδέποτε λυπηθήσομαι, εἰ καὶ καθά ψεταί μου ὁ λόγος· μᾶλλον δέ γε περιχαρής γενή σομαι, ἀκούων ὑμῶν τὰ ἐγκάρδια, ἵνα θεραπεύσω μὲν ὑμᾶς, ἀποκρινόμενος ταῖς ἀπορίαις ὑμῶν. ἀπαλλάξω δὲ τῆς ἀγνοίας καὶ ἀηδίας τῆς πρὸς ἡμᾶς. Ρακ. Ἐγὼ μὲν ἐβουλόμην σιωπῇ τοῦτο διδόναι
col. 1017–1018page 31 of 75
PG 159:1017ἐπεὶ δὲ σὺ κελεύεις εἰπεῖν, ἀνάσχου ακούων, πα ρακαλῶ, εἰ καὶ σκληρὴν δόξει σοι τὸ ῥηθέν. Καθ. Λέγε, Πάτερ αιδέσιμε. Λέγε. 'Ρακ. Πῶς ταῦτα οὐκ ἐλέγετε πρότερον, ὅτε καὶ ὑμεῖ; οὐ μόνον ἐναντίον τῇ συνόδῳ, ἀλλὰ καὶ ὑβρι σταὶ τῶν Λατίνων υπήρχετε, ὡς καὶ σὺ εἰς τὸ τοῦ πατριάρχου κουκούλιον ἀναιδῶς ἐξύβρισας; Η πῶς τοῦτο οὐκ ἐγίνωσκον οἱ πρὸς ἡμῶν πάντες; "Αρα ἀμαθεῖς ἦσαν ἐκεῖνοι, καὶ ὑμεῖς ἐγένεσθε νῦν εὐ μαθεῖς; 'Αρα ἄπιστοι ἦσαν ἐκεῖνοι, καὶ ὑμεῖς ἐν νοήσατε νῦν τὴν ἀπιστίαν αὐτῶν; Πῶς οὐκ ἦσαν ταῦτά ποτε, εἰ μὴ νῦν ὑμεῖς οἱ δώδεκα ταῦτα λέ γετε; Η νῦν ἀνεβλέψατε, καὶ ἐννοήσατε ταῦτα, τυφλοί, καὶ σκοτεινοὶ πρότερον ὄντες; Ταῦτά εἰσιν, & τοὺς πολλοὺς κἀμὲ αὐτὸν ἑκταράττουσιν· ὅτι πάντες οἱ πρὸ ἡμῶν κατακρίνονται νῦν παρ' ὑμῶν, ὡς ἀμαθεῖς, καὶ τυφλοί, καὶ ἄπιστοι, ὡς πεπλανημένοι, καὶ ἀγνοοῦντες τὴν πίστιν· ἐπειδὴ ἄλλα ὑμεῖς λέγετε, ἢ ὡς ἐκεῖνοι ἐφρόνουν τε καὶ ἐδίδα σχον. ᾿Ακρ. Κομψός ἐστιν ὁ τοῦ Πατρός λόγος, καὶ δεῖται καλλίστης ἀπολογίας. Καθ. Οὕτως ἔχει, ὡς λέγεις, ὅτι οὐκ ἐλέγομεν ταῦτα πρότερον, καὶ ὅτι ὑβρισταὶ τῶν Λατίνων ἦμεν, καὶ ἔτι ἐγὼ εἴπερ τις ἄλλος. Ο δὲ λόγος, ὅτι οὐκ ἐγινώσκομεν· νήπια γὰρ ἦμεν. Ὅθεν ἀγνώ στως ἐγὼ καὶ εἰς τὸν θειότατον ἐξύβρισα πατριάρ χεν' ἀλλ' ἔλαβον παρ' ἐκείνου συγχώρησιν. "Οτι δὲ ταῦτα οἱ πρὸ ἡμῶν οὐκ ἐγίνωσκον, οὐχ ὡς ἀμαθεῖς τοῦτ' ἔπασχον, ἢ ὡς ἄπιστοι, ἢ πεπλανημένοι, καὶ τἆλλα· τοῦτο γὰρ οὐδαμῶς φήσομεν· ἀλλ' ἐγίνω στον μὲν οἱ μεγάλοι, καὶ τὴν δόξαν ταύτην παρ' ἑαυτοῖς εἶχον, εἰ καί τινες διὰ πεισμονὴν οἰκεία τἀναντία ἔλεγόν τε καὶ ἔγραφον· οἱ πλείονες δὲ οὐκ ἐγίνωσκον, οὐχ ὡς πεπλανημένοι καὶ ἄπιστοι, ἀλλὰ διὰ τὸ τὰ δόγματα μὴ ζητεῖσθαι, καὶ ἡσυχίαν ἄγειν τὰ μέρη ἀμφότερα, πρὸ πολλοῦ συνόδου μὴ γενομένης. Ταύτης δὲ συγκροτηθείσης τανῦν, καὶ διαλέξεως ἰσχυρᾶς· γενομένης, ἐφάνησαν τῆς θείας χάριτος ἅπαντες. Ἐκήρυξαν πανταχοῦ. "Ηκουσαν οἱ βουλόμενοι τῆς σωτηρίας αὐτῶν, καὶ ταύτῃ ἐπεί σθησαν. Κηρύττουσι δὲ καὶ αὐτοί, ὡς εἰκὸς, ἵνα μὴ πάλιν βυθώ καλυφθῶσιν, ὥσπερ καὶ πρότερον. Οἱ οὖν συσκιάται πάλιν βουλόμενοι τὴν ἀγάπην τε καὶ εἰρήνην τῆς Ἐκκλησίας οὐκ ἀνέχονται ἀκούειν, καὶ λέγουσιν ἅπερ καὶ λέγουσιν. Εἰ δὲ καὶ ἐξ ἀρο χῆς τῆς συνόδου ταύτην πῶς οὐκ ἐδεξάμεθα, ἢ ἐκηρύττομεν, εἴποι τις ἂν, ἴστω, ὅτι πρῶτον μὲν ἐν τῷ καιρῷ τῆς συνόδου ἡμεῖς βρέφη όντες, καὶ μήν των δέκα έτη ἔχοντες, ταῦτα οὐκ ἐγινώσκομεν. Εἰ δὲ καὶ προβαίνοντες οὐκ ἐδιδασκόμεθα, θαυμαστόν οὐδέν. Οὐ γὰρ εἴα ἡμᾶς ἡ καινὴ καὶ ματαία πρό ληψις, ἣν ἐκ προγόνων ἔχοντες, ἀκοῦσαι, ἢ μαθεῖν οὐ κατεδεχόμεθα. Επειτα δὲ οὐδὲ τοῖς Πρακτικοῖς τῆς ἱερᾶς συνόδου ἠθελήσαμεν ἐπισκήψαι. Νῦν δὲ εἰς τελείαν ἡλικίαν ἐλθοῦσιν, οὐ καλὸν ἔδοξεν ἡμῖν τοῖς αὐτοῖς ἐπιμένειν κακοῖς, μηδὲ εἰς κενοφωνίας, καὶ ματαιολογίας και ψευδολογίας τὸν καιρὸν ἀνα λίσκειν, καὶ μάχεσθαι εἰκῇ καὶ μάτην τοῖς ἀδελφοῖς.
col. 1019–1020page 32 of 75
PG 159:1019ὑπὲρ ὧν ὁ Χριστὸς τὸ αἷμα ἐξέχεεν, ἂν μὴ πρότερο. παρ' αὐτῶν ἀκούσαιμεν, καὶ γνῶμεν, εἰ ἄρα ὀρθῶς φρονοῦσιν. "Οθεν τῇ ἱερᾷ πραγματεία, δηλονότι τῶν Πρακτικῶν τῆς συνόδου ἐπιμελῶς ἐντρυφήσαντες, καὶ ἄλλους τῶν διδασκάλων μετιόντες τὰ αὐτὰ συμμαρτυροῦντας αὐτῇ, τῇ ἀληθείᾳ ὑπεχωρήσαμεν. Οὐ γὰρ δίκαιον οὐδὲ ὅσιον, Πάτερ αἰδεσιμε, τῷ βουλομένῳ σωτηρίας τυχεῖν, τοῦ φωτὸς δειχθέντος, καμμύειν τοὺς ὀφθαλμούς, ἀλλὰ μετὰ χαρᾶς τῆς ἀληθείας φανείσης, αὐτὴν κατασπάσασθαι. Διὸ καὶ ἡμεῖς, τῆς ἀληθείας διὰ τῆς ἱερᾶς συνόδου δειχθείσης, εὐλαβῶς ἐλάβομεν αὐτὴν, καὶ ἐπεδεξάμεθα, καὶ λέγομεν νῦν, ἅπερ πρότερον οὐκ ᾔδειμεν οὐδὲ ἔγνωμεν, καὶ κηρύττομεν οὐκ ἄλλα, ἢ ὅσα παρά τῆς ἱερᾶς συνόδου ἐμάθομεν, ἥτις ἔσωσε τὰς ἡμε τέρας ψυχὰς γενομένη. Ρακ. ῎Αμεινον ἦν αὐτὴν μὴ γενέσθαι ποτέ, ἐπει δὴ σκάνδαλον μέγα προϋξένησε μᾶλλον ἢ εἰρήνην τῷ κόσμῳ παντί. Καθ. Ἐγὼ τοῦτο οὔποτε φήσαιμι αν. Ειρήνην γὰρ καὶ σωτηρίαν εἴποιμι μᾶλλον, καὶ οὐ σκάνδαλον προϋφερεν. Τίνες γὰρ εἶεν οἱ σκανδαλιζόμενοι διὰ τὸ ἔργον τῆς θείας Ενώσεως; 'Ρακ. Λατίνοί τε καὶ Γραικοὶ κατ' ἀλλήλων όπλί ζονται, καὶ μάχονται μὲν οἱ Λατίνοι Γραικοῖς, καὶ σχισματικούς διαῤῥήδην βοῶσί τε καὶ αἱρετικοὺς, καὶ Γραικοὶ κατὰ Γραικῶν μαίνονται, καὶ διωγμὸν ἐγείρουσι μέγιστον πρὸς ἀλλήλους. Διὸ καὶ ἄμει νον ἦν μὴ γενέσθαι αὐτήν ποτε. Μάρτ. Ταῦτα ἐποίησαν οἱ καλόγηροι, ἀμαθέστατοι καὶ μωροὶ ὄντες. Δικ. Σκανδαλίζονται μὲν οἱ τὰ σκάνδαλα ἀγαπῶντες, οἱ δὲ τὴν ἀλήθειαν θέλοντες οὐδέποτε σκανδαλίζονται. Πῶς γὰρ καὶ σκανδαλισθήσονται οι πρό τερον παρὰ τῶν Γραικῶν ἐκαλοῦντο αἱρετικοί; Επειτα δὲ οὐχ ὁπλίζονται κατὰ Γραικών. Απαγε. Ἀλλὰ θέλουσι καὶ δέονται εἶναι μετ' αὐτῶν ἐν ὁμονοίᾳ τε καὶ εἰρήνῃ. Λυποῦνται δὲ δικαίως κατά Γραικῶν, ὅτι μετὰ τὴν κρίσιν τῆς ἱερᾶς συνόδου ἔτι ἀποκαλοῦσιν αὐτοὺς αἱρετικοὺς καὶ ἑτεροδόξους. Γραικοὶ δὲ κατὰ Γραικῶν, ὡς σὺ φῇς, μαίνονται, μαίνονται δὲ καὶ μάχονται οἱ μὴ θέλοντες τὴν ἕνωσιν τοῖς ὑποδεχομένοις αὐτήν. Καὶ Λατίνους ἀπο καλοῦσιν αὐτοὺς, καὶ αἱρετικούς, δι᾿ οὐδὲν ἄλλο, ἀλλ᾽ ἢ διὰ τὸ ὑποταγῆναι αὐτοὺς τῇ συνόδῳ, καὶ τοὺς Λατίνους λέγειν Χριστιανούς. Ρακ. Διὰ τοῦτο ἐγὼ λέγω, ὅτι κρεῖττον ἦν μὴ γενέσθαι ποτέ αὐτήν. Δικ. Οὐ δίκαιον τὸ ῥηθὲν ἤδη, οὔτε μὴν ὅσιον. Καθ. Τοῦ Κυρίου ἀκούεις λέγοντος, Οὐκ ἔστιν ὁ κόσμος όλος αντάξιος ὑπὲρ μιᾶς ψυχῆς ἀν θρώπου, καὶ σὺ λέγεις, Αμεινον ἦν αὐτὴν μὴ γε νέσθαι; Οὐκ οἶδας, ὅτι, γενομένης τῆς συνόδου, ἐμάθομεν τὴν ἀλήθειαν, ἣν πρότερον οὐκ ἐπιστάμεθα; Οὐκ οἶσθα πόσαι ψυχαὶ ἐξέφυγον τοῦ σχέσ ματος καὶ τῆς διαιρέσεως; Οὐκ οἶδας πως ελυτρώ
col. 1021–1022page 33 of 75
PG 159:1021θημεν τῆς ματαίας προλήψεως, τῆς πεισμονῆς τε καὶ μάχης. τῆς πρὸς τοὺς ἀδελφούς; Εἰ οὐκ ἐγέ νετο, καὶ ἡμεῖς ἐν τῇ αὐτῇ ἀπογνώσει μεν ἂν, της ὑπῆρχον οἱ πάλαι τὴν Ἐκκλησίαν σχίσαντες καὶ διαμερίσαντες. "Οθεν βέλτιον ἦν αὐτὴν γενέσθαι, τοῦ Θεοῦ τοῦτο δι' ἡμᾶς προβλεψαμένου, ἵνα μὴ τὰς ψυχὰς ἡμῶν ἀπολέσαντες, τὴν αἰώνιον κληρονομήσω μεν κόλασιν. Ῥακ. Τῇ ἐμαυτοῦ ἐρωτήσει, ἄριστε ἱερέων, ἱκα νῶς ὁρῶ ἐμαυτὸν πληροφορηθέντα, καὶ ἰδοὺ ἐκ τῆς πολλῆς καὶ ἀπείρου μάχης τῆς πρὸς Λατίνους ἡ ψυχή μου όπωσδήποτε πέπαυται. Αλλ', ἄνθρωπε τοῦ Θεοῦ, σύ τε καὶ οἱ μετὰ σοῦ εὐλαβεῖς, καὶ θειότατοι, καὶ ἀληθεῖς ἱερεῖς, ἄφετέ μοι, καὶ συγκ χωρήσατε όσα εἰς ὑμᾶς ἐγώ ποτε ἐβλασφήμησα. Μάρτυρες γάρ ἐστε τοῦ Θεοῦ, καὶ μακάριοι έστε. Ονειδίζεσθε γὰρ ἕνεκα τῆς ἀληθοῦς πίστεως, καὶ τοὺς μισθούς ἔξετε παρὰ τοῦ μισθαποδότου Θεοῦ. Δικ. Ἐγὼ ἡδέως ἀκούσας ὑμῶν, καὶ νουνεχῶς ἀμφοτέρων κατανοήσας τοὺς λόγους, εβουλόμην μὲν τὴν ψήφον διδόναι τῷ τὴν ἀλήθειαν μετ' αὐτοῦ ἔχοντι, ὅς ἐστιν ὁ ἱερεὺς τῆς ἁγίας ἑνώσεως. Επει δὲ καὶ αὐτὸς τὸ πεῖσμα ἐάσας καὶ τὴν κενὴν καὶ ματαίαν πρόληψιν, ἀποδίδως τὴν ψῆφον, μᾶλλον δέ γε καὶ καταπείθῃ, τῷ Θεῷ δόξα, τῷ σε πρὸς τὸ τῆς ἀληθείας φῶς ὁδηγήσαντι. Ει Καθ. Εὐχαριστῶ τῷ Θεῷ τῷ τῆς εἰρήνης δοτῆρι, τῷ καὶ σὲ ἐδηγήσαντι καὶ σύνεσιν δόντι, ἐᾶσαι τὸ πείσμα, καὶ ἀκοῦσαι ἡμῶν, καὶ τὴν ἀλήθειαν γνῶ και. Αλλ' ὑπομνήσαί σε βούλομαι, ὅτι ὑμεῖς ἐν συνάψει σοι τὴν ἀπολογίαν τῶν κεφαλαίων ἐνταῦθα προσηνέγκαμεν· ἐπειδὴ ἰδίαν πραγματείαν ἐποιήσαμεν περί τούτων, καὶ ἑνὸς ἑκάστου λόγον ἱκανὸν ἐξεδώκαμεν. Καὶ ὁ βουλόμενος ἐν ἐκείνοις τὸν νοῦν ἐπιστησάτω· καὶ οἶμαι σὺν Θεῷ τῆς ὀδύνης ἀπαλλαγήσεται. Οτι δέ γε καὶ συγχώρησιν ζητεῖς παρ' ἡμῶν εἰς ὅσα ἡμᾶς ἑλοιδόρησας, Κύριος ἀπαλείψαι σει τὸ σφαλὲν καὶ νῦν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ. Ἡμεῖς γὰρ ἅπαξ ἑαυτοὺς ἐκδεδωκότες εἰς ὑποταγὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἥκιστα τῶν λοιδοριῶν τε καὶ ὕβρεων φροντίζομεν, μεμνημένοι τοῦ Κυρίου ἡμῶν λέγοντος, Εἱ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Καὶ αὖθις, Φεῦ τῆς ἐμῆς ἀσθενείας! Σαμαρείτην και δαιμονῶντα ἐκάλουν τὰ τῆς ἐχίδνης τέχνη, τὸν δαιμονιζομένους Ιῶντα. ΕΙ οὖν εἰς ἐκεῖνον, ὃν τρέμει ὁ οὐρανὸς, καὶ ἡ γῆ, καὶ πάντα τὰ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, ὕβριζον, καὶ ἐλοιδόρουν οἱ ὑπ' αὐτοῦ εὐεργετηθέντες, καὶ ὑπέμενεν, ἡμεῖς οἱ ταπεινοὶ καὶ οἱ ἁμαρτωλοί διὰ τί οὐχ ὑποίσομεν; Υποφέρομεν οὖν τὰς λοιδορίας καὶ ὕβρεις, ἐλπίζοντες τῶν μακαρισμῶν ἐκεί νων ἀξιωθῆναι, τοῦ, Μακάριοι έστε, ὅταν όνει δίσωσιν ὑμᾶς καὶ διώξωσι, λέγοντος, καὶ τοῦ, Χαίρετε καὶ ἀγαλλιάσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ, φάσκοντος. Δεόμεθα δὲ καὶ ὑμῶν, ἐᾶσαι τὸ πεῖσμα καὶ τὴν ματαίαν πρόληψιν,

Response to the Treatise of Mark Eugenicus, Metropolitan of EphesusResponsio ad libellum Marci Eugenici, Ephesi metropolitae

col. 1023–1024page 34 of 75
Responsio ad libellum Marci Eugenici, Ephesi metropolitæ
PG 159:1023καὶ ἑνωθῆναι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἵνα ἀμφότε ρει καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως, και συγκαταριθμηθῶμεν τοῖς τῶν ἁγίων χορεῖς μετά πάντων τῶν ἀπ' αἰῶνος τῶν Θεῷ εὐαρεστησάντων. Αμήν. ΙΩΣΗΦ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΕΘΩΝΗΣ Απολογία εἰς τὸ γραμμάτιον κῦρ Μάρκου τοῦ Εὐγενικοῦ μητροπολίτου Ἐφέσου, ἐν ᾧ ἐκτίθεται τὴν ἑαυτοῦ δόξαν,ἣν εἶχε περὶ τῆς ἐν Φλωρεντίᾳ ἀγίας καὶ ἱερᾶς συνόδου. ΠΡΟΟΙΜΙΟΝ. Ὁ αἰδέσιμος οὗτος ἀνὴρ τοὺς ἀπὸ Χριστοῦ κε κλημένους Χριστιανοὺς εἰς τὴν τῶν σχισματικῶν βουλόμενος ἀπῶσαι μοῖραν, κἀντεῦθεν τῆς τῶν εὐ σεβών κοινωνίας χωρίσαι, καὶ τῆς ἱερᾶς παντελώς ἀποστῆσαι συνάδου, ὥσπερ τινὰ τόμον τὴν ἑαυτοῦ γνώμην ἐξέθετο, καὶ τοῖς ἀπανταχοῦ Χριστιανοί, ἀποστείλας νουθετεί, παρεγγυάται μὴ τὴν οἰκουμενικὴν σύνοδον στέργειν, ἀλλὰ μᾶλλον τοῖς αὐτοῦ λόγοις προσμένειν, ὡς ἑνὸς καὶ αὐτοῦ ὄντος τῶν διαλεχθέντων τῆς ἱερᾶς ἐκείνης συνόδου· καὶ ὅτι οἱ μὲν ἄλλοι ὑποσχέσεσι λαμπραῖς καὶ τιμαῖς ὑπα χθέντες συνήνεσαν, αὐτὸς δὲ οὐδόλως αὐτοῖς συγχα τένευσε· κἀκεῖνοι μὲν δῶρα χερσὶ λαβόντες ἡνώθησαν, οὗτος δὲ οὔτε δῶρα ἔλαβεν, οὔτε χρυσῷ τὰς χεῖρας ἐμίανεν. Ἐπεὶ οὖν καὶ πρὸς ἡμᾶς ἡ τοιαύτη αὐτοῦ παραίνεσις ἤδη ἐλήλυθεν, ἄξιόν ἐστιν ὡς ἀληθῶς ἐξετάσαι, εἴπερ ἀληθῆ λέγει, καὶ συμφωνεῖ τοῖς ἁγίοι; τοιαῦτα λέγων. Καὶ εἰ μὲν ἀληθείας ἔχεται, και ἡμεῖς μετ' αὐτοῦ στησόμεθα ἐγκαλοῦντες Λατίνοι καὶ ὁμόφρονες αὐτῷ πάντα τὴν χρόνον ἐσόμεθα εἰ δὲ πόρρω που τῆς ἀληθείας καὶ παντελῶς ἀλλά τρια τῆς τῶν ἁγίων θεολογία; ἀποφαινόμενος δειχθείη, ἀποπέμψαι μὲν τοῦτον ὡς ἀπατεῶνά τε καὶ ψευδοδιδάσκαλον, ἀποσκορακίσαι δὲ τοὺς αὐτοῦ λόγους ὡς πημαντικούς ὄντας τῶν ἡμετέρων ψυχῶν καὶ προσηκόν ἐστι καὶ σωτήριον ἅμα. Τούτου δὲ
col. 1025–1026page 35 of 75
PG 159:1025δειχθέντος, αὐτὸν μὲν καὶ τοὺς μετ᾿ αὐτοῦ ἡμῖν ἢ πάντας τοὐναντίον φάσκοντας ἀποστραφήναι ἡμᾶς δεῖ, ἐνωθῆναι δὲ τῇ τοῦ Θεοῦ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ. Καὶ μὴ θαυμάσῃ τις, ὡς ἀνδρὸς τοιού του σοφοῦ καὶ μεγάλου λόγους ἡμεῖς οὕτω τολμηρῶς ἀνατρέπειν ἐπιχειροῦμεν· τότε δὲ μᾶλλον θαυμάζειν δεῖ, ὅταν αὐτὸν ἐλεγχόμενον παρ' ἡμῶν θεά σησθε ὄντα τοιοῦτον, καὶ δεικνύμενον ἀσθενῆ τε καὶ ψευδή προφέροντα βήματα· εἰ γὰρ ἄπειροι του φίας ἐσμὲν, ἀλλ᾽ ὀρθόδοξοι τῇ τοῦ Θεοῦ χάριτι. Ἐκεῖνος γὰρ ὁ εἰπών· "Οταν ἀχθῆτε εἰς σοφούς καὶ ἡγεμόνας, μὴ δειλιάσητε· ἐγὼ γὰρ ὑμῖν δώσω δύναμιν, ᾖ οὐ δυνήσονται ἀντειπεῖν πάν τες οἱ ἀντικείμενοι ὑμῖν· αὐτὸς γοῦν δύναται καὶ ἡμᾶς φωτίσαι, ὁ καὶ τοὺς ἁλιεῖς ἀγραμμάτους δυο τας θεολόγους καὶ ῥήτορας ἀναδείξας, καὶ δύναμιν ἱκανὴν δοῦναι, ὥστε τοῦτον κατατροπώσασθαι. Μή οὖν ἀποβλέψητε πρὸς τὴν ὑπεροχήν τοῦ ἀνδρὸς καὶ τὴν ἡμῶν χθαμαλότητα, ἀλλὰ πρὸς τὴν ἀλήθειαν ἀμφοτέρων, καὶ τίς ἐστιν ὁ τοῖς θεολόγοις τῆς Ἐχε κλησίας συνάδων· τῷ γὰρ τὴν ἀλήθειαν λέγοντι, τούτῳ καὶ πιστευτέον ἀνάγκη. Ιν' οὖν μὴ δόξωμεν περιττὰ ἐκ προοιμίων λέγειν, φέρε τὰ παρ' αὐτοῦ εἰρημένα εἰς μέσον προθῶμεν, καὶ ταῦτα κατὰ λέξιν ἀκριβῶς ἐξετάσωμεν, ἵν' ἡ ἀλήθεια φανερά τοῖς πάλι γένηται. ΕΦΕΣ. Ἐγὼ διὰ τὴν ἐπιταγὴν καὶ τὴν χρείαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἀναδεξάμενος τὸ τῆς ἀρχιερωσύνης λειτούργημα, τοσοῦτον τὴν ἐμὴν ἀξίαν ἅμα καὶ τὴν δύναμιν ὑπερβαῖνον, ἐπηκολούθησα τῷ κουμενικῷ πατριάρχῃ καὶ τῷ ἐκ Θεοῦ αὐτοκράτορι πρὸς τὴν ἐν Ἰταλία σύνοδον. ΑΠΟΛΟΓΙΑ. Πάντες οἱ τῷ ἀπὸ Χριστοῦ ὀνόματι κεκλημένοι διὰ τὴν ἐπιταγὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας οὐκ ὀφείλομεν μόνον ἀναδέξασθαι τέως μετ᾿ εὐλαβείας τὸ τῆς ἀρχιερωσύνης λειτούργημα· ὅπερ καὶ τὴν ἡμετέραν ἀξίαν καὶ δύναμιν, ὡς ἔφησας, ὑπερβαίνει, καὶ τοῦτό ἐστιν ἀληθὲς, τιμῆς μεγίστης υπάρ χου ἀξίωμα· ἀλλὰ καὶ θάνατον ὑπομεῖναι, καὶ εἰ τι ἄλλο τῶν ἀναγκαίων προέσθαι, βίον, σῶμα, καὶ αὐτὴν τὴν ψυχὴν ὑπὲρ τῆς τοῦ Χριστοῦ ἐκκλησίας· καὶ ἀκολουθῆσαι τοῖς ἐκ Θεοῦ δοθεῖσιν ἡμῖν ἡγεμότι, βασιλεῦσι καὶ πατριάρχαις, οὐ πρὸς τὴν Ἰταλίαν μόνον ἤτε; ἄρχεται παρὰ Χριστιανῶν ἔτι καὶ κυβερνᾶται, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα μέρη τῆς οἰκουμένης, ἔνθα ἂν ἄπιστος κατοικῶσιν, ἵνα χε νωθῇ τὸ τοῦ σταυροῦ κήρυγμα, καὶ ἡ τῆς ἀληθοῦς πίστεως ὁμολογία ταῖς βίαις παραφθαρείη τῶν ἀνηκόων αἱρετικῶν· μιμήσασθαι καὶ τούτῳ τοὺς περιβοήτους εκείνους καὶ μακαρίους ἄνδρας, οἱ προθύμως ἐξέγεαν τὸ αἷμα αὐτῶν διὰ τὴν τοῦ Χρι στοῦ καὶ Θεοῦ ἡμῶν Ἐκκλησίαν. Ὅθεν καὶ σὺ εἰ ἐπηκολούθησας, χρεωφειλέτης ὑπῆρχες· καὶ εἴθε σου καὶ τὰ λοιπά. ἐτελείωσας καὶ ἔργον ὡς ὤφειλες. Αλλ' ίδωμεν οὖν
col. 1027–1028page 36 of 75
PG 159:1027ΕΦΕΣ. Μήτε τὴν ἐμαυτοῦ ἀσθένειαν ὑπολογισάμενος, μήτε τὸ τοῦ προκειμένου πράγματος ἐργῶδες τε καὶ ὑπέρογκον, ἀλλ᾽ ἐλπίσας ἐπὶ Θεῷ, καὶ τοῖς κοινοῖς τούτοις προστάταις πιστεύσας, ὡς ἄπεν τα ἡμῖν ἔξει καλῶς, καί τι κατορθώσομεν μέγα καὶ τῶν ἡμετέρων πόνων καὶ τῶν ἐλπίδων ἄξιον. ΑΠΟΛ. Ωφειλες ὡς σοφός τε καὶ συνετὸς ἀνὴρ ὑπολογίσασθαι τὴν τοῦ σώματός σου ἀσθένειαν, μεγίστην οὖσαν σφόδρα τε καὶ ὀδυνηράν μαρτυροῦσι γὰρ τοῦτο οἱ πολῖταί σου καὶ ὁμόφρονες· ἔνθα γὰρ ἂν ἦν καταλαβόν σε τὸ σεληναῖον πάθος, ἐκαλινδοῦ ἀφρίζων καὶ ταραττόμενος· ὑπολογίσασθαι δὲ καὶ τοῦ προκειμένου πράγματος έργον, ὡς μέγα καὶ μεγάλης σπουδῆς ἔτι καὶ εὐλαβείας δεόμενον, σου φίας τε καὶ συνέσεως καὶ ἀληθοῦς γνώσεως· καὶ ὅλως ὅλον τὸν νοῦν πρὸς αὐτὸ τἀγαθὸν καὶ ἅγιον Πνεῦμα ὑπὲρ οὗ καὶ ὁ ἀγὼν ἦν τότε τῆς ἐκκλησίας, εκτείνειν, καὶ παρ' ἐκείνου μόνου τὴν ἕνωσιν καὶ τὴν εἰρήνην αἰτεῖν· καὶ οὐ πρὸς ἐλπίδας ἐπι γείους καὶ δόξας καὶ ἄλλα ὅμοια τὸν νοῦν μετα στρέφειν. Αὐτὸς γὰρ ὁ Σωτὴρ ἐνετείλατο Ζητείτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτεῖσθαι. Σὺ δὲ πρὸς τὰ ἐπίγεια ἐπιμελῶς τὸν νοῦν ἔχων, καὶ τοὺς Λατίνους σοφούς τε καὶ γενναίους ὄντας ἄνδρας μεταπείσειν ἐλπίζων ὑποκύψαι τοῖς λόγοις, καὶ τὴν Υἱοῦ φωνὴν ὡς ψευδή ἀφελεῖν ἀπὸ τοῦ συμβόλου, καὶ τοὺς τῆς Δύσεως αὐθέντας ἐπακολουθῆσαί σοι διὰ ξηρᾶς ἐλθεῖν κατὰ τῶν ἀθέων Τούρκων· ταῦτα γὰρ ἐλπὶς τῶν κόπων σου καὶ τῶν πόνων ἦν, καὶ οὐ τὴν ἀλήθειαν έρευ νῆσαι τοῦ δόγματος καὶ ἐνῶσαι τὰς Ἐκκλησίας του σοῦτον ἤδη χρόνον διεσχισμένας ἀλλήλων, ἦλθες εἰς Ιταλίαν. Εἰ γὰρ πρὸς τοῦτό σοι ὁ σκοπός καὶ τῶν ἄλλων, ἐπηκολούθησεν ἂν τὰ ἑπόμενα· σοῦ δὲ καὶ τῶν μετὰ σοῦ διεστραμμένων ὄντων τὸν νοῦν, διεστραμμένως ὄντως ἐπηκολούθησεν ἅπαντα. Καὶ ταῦτα πρὸς ἐκεῖνα ἴδωμεν δὲ καὶ τὰ ἐφεξῆς. ΕΦΕΣ. Ἐπεὶ δὲ ἐνταῦθα γενόμενοι τῶν Λατίνων εὐθὺς επειράθημεν ἄλλως ἡμῖν προσενεχθέντων ἢ ὡς ἠλε πίζομεν, εὐθὺς μὲν ἡμῖν ἀπογνῶναι τοῦ τέλους συν έπεσε· καί τις ἡμῶν εἴπεσκεν ἰδὼν εἰς πλησίον έλα λον· Σχολῇ γ᾽ ἂν οἱ ἄνδρες οὗτοι τῶν οἰκείων ἐθῶν τι καὶ δογμάτων παρακινήσαιεν, οἱ τοσαύτην ύπερ οχὴν ἡμῖν ἐνδεικνύμενοι. ΑΠΟΛ. Επειράθης ἔργῳ, δ οὐχ ὑπελάμβανες ὡς ἀσύνετος, Σὺ μὲν γὰρ ου τους Λατίνους ἀπείρους εἶναι σοφίας, καὶ οὕτω πείσειν αὐτοὺς ὡς ἀμαθεῖς ὑπ κοῦσαι σοί. Ἐπεὶ δὲ ἄλλως εὗρες ἢ ὡς σὺ ἔλπίζει, ἐδουλήθης ἐκεῖθεν φυγεῖν, τὸν ἀγῶνα τῆς διαλέξεως δειλιάσας. Εβόα γὰρ παρρησίᾳ ὁ Ἰωάννης
col. 1029–1030page 37 of 75
PG 159:1029ἐκεῖνος, Φέρετε ὡς ἡμᾶς τὸν Ἐφέσου, ὡς μετὰ μικρὸν ἐπιδείξομεν τοῦτο· σὺ δὲ οὐκ ἠθέλησας συν ελθεῖν πτοηθεὶς τοὺς ἐλέγχους. Ἀλλὰ τότε μὲν οὐκ ἠδυνήθης ἀπολογήσασθαι, νῦν δὲ κατά μόνας γενό μενος ταῦτα λέγεις πρὸς τὸ ἐξαπατῆσαι τοὺς ἁπλουστέρους τέως σπουδάζων. Δόγμα δὲ ἡ ἔθος τι τῶν οἰκείων παρασαλεύσειν αὐτοὺς πεισθέντας πρὸς τοῦ καὶ τῶν μετὰ σοῦ οὐ χρεία ἦν· ἔνθα γὰρ ἡ ἀκαπήλευτος σοφία διδάσκεται, καὶ τελείους εργά ζεται τοὺς ἑαυτῆς ἐραστὰς, οὐ θεμιτόν ἐστι παρα σαλεῦσαι ἔθος ἢ δόγμα πιστόν. Τὸ δὲ ἐν Ἰταλίᾳ σου φοὺς καὶ τελείους εὑρίσκεσθαι ἄνδρας, και μηδὲν ἐλάττους τῶν παλαιῶν ἐκείνων καὶ μακαρίων ἀν δρῶν, πᾶς τις ἂν εἴποι, εἰ μόνον μὴ εἴη κακίας ἐμπεπλησμένος. Εἰ δὲ ἐν Ἰταλίᾳ τοῦτο, πόσῳ γε μᾶλλον ἐν τῇ Ῥωμαϊκῇ Ἐκκλησία, ἔνθα οὐδέποτε ἀπιστία ἡ αἰσχρὸν δόγμα ἔμεινεν; Υπεροχήν δὲ καὶ μεγαλειότητα ἐς ὑμᾶς ἐνεδείξαντο ὡς σοφοὶ καὶ γενναῖοι ἄνδρες, τὴν τιμὴν ἡγούμενοι πρὸς ἀλλήλους κατὰ τὸν θεῖον Απόστολον· ἀλλ᾽ οὐ διὰ τοῦτο ἔδει αὐτοὺς φανῆναι ἀνεπιστήμονας ἐθῶν καὶ δογμάτων ἀληθινῶν, πρὸς τὸ μαθεῖν παρ᾽ ὑμῶν σπεύδοντας, ἀμαθεστάτων οὐκ αὐτῶν μόνων ὄντων, ἀλλὰ πολ λῷ μᾶλλον τῆς δοκούσης παρ' ὑμῖν εἶναι σοφίας. ᾿Αλλὰ ταῦτα μὲν ἐάσαντες ἔλθωμεν πρὸς τὰς ἐπιλήψεις, ἐν οἷς δυνησόμεθα ἀξιωτέρους εἰπεῖν λόγους. ΕΦΕΣ. Τέως δ' οὖν ἀνεμείναμεν κελευσθέντες, καὶ προ θεσμίας μακρὰς ἡνεσχόμεθα πρὸς τὸ συνελθεῖν τε καὶ καταστῆναι τὴν σύνοδον. ΑΠΟΛ. Εμελλε; ὑπομένειν τε καὶ προσδοκᾷν τὰς προ θεσμίας, ἐπειδὴ ἡ αἰτία ἦν εὐλογος. Πάσας· γὰρ ἔδει τὰς δυτικὰς ἀρχὰς τῇ συνόδῳ παρεῖναι ἢ δι' αὐτῶν τῶν ἀρχόντων, ἢ διὰ τοποτηρητῶν· οἰκουμενικὴ γὰρ συνηθροίζετο, καὶ εἰκὸς ἦν τὸ πρᾶγμα πολλούς ἔχειν τους μάρτυρας. Οὐκοῦν καὶ σὺ και λῶς ἐποίησας ὑπομένειν· ἀλλ᾽ εἴθ᾽ ὤφειλες μέσ χρι τέλους πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς τοῦτο πράξει· τὴν γὰρ καλλίστην ἀρχὴν εἰς ἀπευκτὸν κατέστησας τέλος. 'Αλλ' ἴδωμέν σου καὶ τὰ λοιπά, ΕΦΕΣ. Ελαβε τέλος ἡ προθεσμία, καὶ μετὰ τοῦτο παρ ἦλθον ἡμέρα: συχναι, καὶ μόλις συνήλθομεν ἐν ταυτῷ Γραικοὶ καὶ Λατίνοι. ΑΠΟΛ. Ἐπειδὴ ἦλθαν οι προσδοκώμενοι πάντες ἐν τῇ συνόδῳ, ἔτει λυθῆναι τὴν προθεσμίαν,· εἰ δὲ παρ ἦλθον καὶ μετὰ ταῦτα ἡμέραι τινὲς, ἔδει καὶ γενέ σθαι οὐ γὰρ εὐθὺς εἰκὸς ἦν τὴν σύνοδον συνελθεῖν πρὸ τοῦ οἰκονομῆσαι τοὺς τόπους, καὶ τὰ καθίσματα, καὶ τὰς τιμὰς τῶν προσώπων διδόναι πρὸ τῆς ἐνάρξεως· ἵνα μὴ ἐν τῇ συνελεύσει γένοιτο θόρυβος, ὅπερ σὺ αὐτὸς ἔπραξα;. Τόπον γὰρ τῶν Ἱεροσολύμων ἐπέχων, ὅστις πέμπτος υπάρχει θρό νος, εἰς τὸν τοῦ ᾿Αλεξανδρείας εκάθισας, ὅς ἐστι
col. 1031–1032page 38 of 75
PG 159:1031τρίτος· ὁπότε δὲ ἠθέλησεν ὁ τοῦ ᾿Αλεξανδρείας εἰς προσθήκης, ἣν ἔλεγες παῤῥησίᾳ ἐκβληθῆναι μὲν ρεις οὖν καὶ αὐτός. α νο τὸν ἑαυτοῦ θρόνον καθίσαι, ἐθυμώθης και οὐκ ήθε λες διαλέγεσθαι. Λοιπὸν οἱ τῆς εὐταξίας ὀρεγόμενοι ταῦτα πρὸ τοῦ καιροῦ ἑτοιμάζουσιν, ἵνα μὴ ἐν τῷ καιρῷ, ὡς ἔφημεν, σύγχυσις γένηται. Συνήλθετε δὲ Γραικοὶ καὶ Λατίνοι, ὅτε καιρὸς ἑπέστη. Πάντες οὖν ἐλθόντες, οὓς ἔδει παρεῖναι, ὡς ἔφην, καὶ τοὺς τόπους μὲν οἰκονομήσαντες, τους διαλεγομένους δὲ ἑτοιμάσαντες, τοῦ ἐγχειρήματος ήρξαντο· καὶ γὰρ οὐδὲ πρότερον, ὡς φῂς, ἡ σύνοδος ἠρεμίαν είχεν, ἀλλ' ἐξητάζετε καθ᾿ ἑκάστην περί τε τοῦ καθαρτηρίου πυρός, τοῦ ὀξύμου τε καὶ τῶν ἄλλων· ετε καὶ σὺ ὡμολόγησας πάντα δίκαια είναι πλὴν τῆς ἀπὸ τοῦ Συμβόλου, τεθῆναι δὲ ἐν ἰδίῳ ὅρῳ συνεχώ ΕΦΕΣ. Περὶ τῆς ἐν τῷ Συμβόλῳ προσθήκης πρῶτον διαλεξόμενοι. ΑΠΟΛ. Περὶ τῆς ἐν τῷ Συμβόλῳ δοκούσης παρ' ὑμῖν μὲν προσθήκης, παρὰ δὲ τοῖς τὰ ἀμείνω εἰδόσι σαφηνείας καὶ ἀναπτύξεως, ἤρξασθε πρότερον διαλέγεσθαι, ἐπειδὴ τοῦτο ὡς ἰσχυρότερον προσβάλεσθε πρόβλημα. Ισμεν γὰρ πάνυ καλῶς, ὅτι εἰς δύο τὸ ζήτημα τῆς ὑποθέσεως ἐμερίσατε· τὸ μὲν, ὅτι οὐ δεῖ προσθεῖναι, τὴ δὲ, ὅτι οὐδὲ τὸ προστεθέν ἐστιν ἀληθές. Ταῦτα δὲ ἀμφότερα, ὡς δοκεῖ τοῖς ἐχέσ φροσι, καὶ σαθρὰ καὶ ἀνίσχυρα παντελῶς ὑπάρχουν σιν, ὡς δειχθήσεται· τὸ μὲν, ὅτι φανήσεται ἡ Ἐκ κλησία τοῦ Θεοῦ σήμερον ἀσθενὴς καὶ ἀνίσχυρος λίαν, μὴ τὴν αὐτὴν ἰσχύν τε καὶ δύναμιν ἔχουσα, ἣν εἶχε πάλαι καὶ καταρχάς· τὸ δὲ, ὅτι καὶ οἱ ἅγιοι Πατέρες τε καὶ διδάσκαλος αἱρετικο. δει χθήσονται τοῦτο θεολογοῦντες. Εἰς δ᾽ ἂν καὶ τοῦτο τῆς σῆς ἀπονοίας καὶ γνώμης ἄξιον, καλὰ Ἐφέσου. ΕΦΕΣ. Καὶ δὴ προτραπεὶς ἐγὼ τῆς ὑποθέσεως ἄρξασθαι, πρῶτα μὲν ἐν τοῖς προοιμίοις ἐσπούδασα τὴν αἰτίαν αὐτοῖς ἀνάψαι τῆς διαιρέσεως, καὶ τὸ ἄφιλον ἐγεν λέσαι καὶ ὑπεροπτικὸν, ἐκείνων ἀπολογουμένων τε καὶ ἐγκαλούντων ἡμῖν, καὶ ἑαυτούς δικαιούντων, ὅπερ εἰώθασιν. ΑΠΟΛ. Πρξω μὲν ἀληθῶς, ὡς ἔφης, τῆς ὑποθέσεως, πλὴν φιλοταράχως καὶ ψευδῶς χωρὶς τῆς οἰασούν ἀληθείας. Τὸ γὰρ λέγειν, ὅτι ἡ προσθήκη γέγονεν αἰτία του χωρισμοῦ καὶ τοῦ σχίσματος, τοῦτο οὐδ ἂν τῶν φιλομαθών φήσειεν, εἰ μή πού τινες γραός μύθοις πιστεύσαντες, μετὰ σοῦ τοῦτο φήσουσιν, ἐκεῖνοι μὲν ὑπὸ ἀμαθίας, σὺ δὲ ὑπὸ κακίας κινούμενος. ᾿Αλλ' οὐδ᾽ ἐμάχοντό ποτε οἱ Λατίνοι Γραι κοῖς, οὐδ' ὑπερηφανεύοντο, ἅπαγε· ἀλλ' ἐφίλουν τε αὐτούς, καὶ μᾶλλον ἐπεθύμουν εἶναι μετ᾿ αὐτῶν ἡνωμένοι. Καὶ γὰρ ἐκεῖνοι ἐν τῇ ἀρχῇ τοῦ σχίσματος ἅπαξ ειπόντες κατὰ Γραικῶν, καὶ ταῦτα τῷ Ούγματι αὐτῶν ὑπεκδικοῦντε; οὐχ ὑβριστικῶ, ἀλλὰ λογικῶς, ἐπαύσαντο· οὗτοι δὲ ἔκτοτε καὶ μέχρι τοῦ
col. 1033–1034page 39 of 75
PG 159:1033νῦν οὐκ ἐπαύσαντο πάντα λίθον κινοῦντες κατά Λατίνων, καὶ ῥητὰ καὶ ἄῤῥητα κατ᾿ αὐτῶν ἐμεῖν καὶ οὔτε φύσις Θεοῦ, οὔτε πολυχρόνιος ἔνστασις, οὔτε σύνοδος οἰκουμενική, οὔτ' αὐτὴ ἡ ἀλήθεια του νήθη πεῖσαι αὐτούς. Ἀπελογοῦντο δέ σοι διὰ τοῦ ἀρχιεπισκόπου Ρόδου, δεικνύντες ψευδῆ εἶναι ἅπερ ἔλεγες· ὡς οὐχ ἡ Ἐκκλησία τῆς Ῥώμης, οὐδ' ἡ προσ θήκη αἰτία τῆς διαιρέσεώς τε καὶ μάχης ἦν· διότι οὐ μόνον πρὸ σχίσματος τῶν ἐκκλησιῶν ἐν τῷ Συμβόλω ἡ προσθήκη ἐτέθη, ἀλλὰ καὶ πρὸ τῶν οἰκουμενικῶν συνόδων, τῆς ἑβδόμης φημὶ καὶ τῆς ἕκτης, ὡς μαρ τυρεῖ ὁ ὁμολογητής Μάξιμος ἐν τῇ πρὸς Μαρῖνον τὸν πρεσβύτερον Κύπρου ἐπιστολῇ· καὶ οὐ πρὸ τούτων μόνον, ὡς εἴρηται, ἀλλ᾽ εὐθὺς μετὰ τὴν δευτέραν σύνοδον ἐν τῷ καιρῷ Δαμάσου πάππα, ὡς μαρτυρεῖ Γεώργιος Ἀριστινὸς ὁ ἱστορικός. "Ωστε ἐντεῦθεν ἐλεγχόμενος φαίνῃ μηδὲν ἀληθὲς λέγων ἀλλ' οὐδ᾽ ἡ προσθήκη γέγονεν αἰτία τοῦ διαιρεθῆναι τὰς ἐκκλησίας. Εἰ μὲν γὰρ τὸ σχίσμα ἐστὶ μετὰ τὴν ἑβδόμην σύνοδον, καὶ πολλῷ πλείω ὕστε ρον ταύτης, ἡ δὲ προσθήκη ἀπὸ τῆς δευτέρας γέγο νεν, αἱ δ' ἐκκλησίαι ἡνωμέναι ἦσαν μέχρι καὶ τῆς ἑβδόμης, καὶ οὐκ ἐνεκάλουν ἀλλήλαις ἕνεκεν τού του· πῶς ἡ προσθήκη αἰτία γέγονε τῆς διαιρέσεως; Μᾶλλον δὲ δείκνυται ἀπὸ τούτου, ὅτι ἐδέχοντο οἱ ἀνατολικοὶ· τὴν σαφήνειαν ταύτην, ἐπειδὴ ὡμο νέουν προστεθειμένου ἐν τῷ Συμβόλῳ καὶ τοῦ, ἐκ τοῦ Υἱοῦ. ΕΦΕΣ. Έπειτα κατὰ τὰς ἐφεξῆς συνελεύσεις προχειρισάμενος τὰς Πράξεις τῶν ἱερῶν συνόδων ἀνέγνων ἐξ αὐτῶν τοὺς ὅρους, ἐν οἷς ἀπαγορεύουσιν οἱ θεῖσι Πατέρες ἐκεῖνοι τὴν ἐναλλαγὴν τοῦ Συμβόλου μέσ χρι λέξεώς τε καὶ συλλαβῆς, καὶ φρικώδεις ἀρὰς ἐκφωνοῦσι κατὰ τῶν ταύτην ποτὲ τολμησόντων ὥστε τοὺς ἐπισκόπους μὲν καὶ τοὺς κληρικοὺς ἀνιέρου; εἶναι τὸ ἀπὸ τοῦδε, καὶ τῆς δεδομένης αὐτοῖς χάριτος ἀλλοτρίους, τοὺς δὲ λαϊκοὺς ὑποκεῖσθαι τῷ ἀναθέματι· τοῦτο δέ ἐστιν ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμός. ΑΠΟΛ. Οτι μὲν ἀνέγνως ἐκ τῶν οἰκουμενικῶν συνόδων ἐκεῖ, μαρτυροῦσιν αἱ Πράξεις· ἐκεῖ γάρ εἰσι γε γραμμένα ἅπερ ἀνέγνως· ὅτι δὲ οὐδὲν ἔφησας ἀναγ καῖον, οὐδὲ κατὰ Λατίνων ἦσαν ἐκεῖνα, ὁ βουλόμενος ἀναγνώτω τὰς Πράξεις, καὶ εὑρήσει με λέγοντα την ἀλήθειαν. "Οτι γὰρ ἀπαγορεύουσιν οἱ θεῖοι Πατέρες τὴν ἐναλλαγὴν τοῦ Συμβόλου, καὶ οἱ Λατίνοι καὶ ἡμεῖς ὁμολογοῦμεν· καὶ τὰ; φρικώδεις ἀρὰς, καὶ τὰ ἀναθέματα, καὶ τοὺς ἱερεῖς ἀνιέρους, καὶ τοὺς λαϊκοὺς ἀπὸ τοῦ Θεοῦ κεχωρισμένους, καὶ τὰ λοιπὰ & λέγεις πρὸς τὸ συγχέαι τοὺς ἁπλουστέρους, πάντα σοι συνομολογοῦσι Λατίνοι· ἀντιλέγουσι δέ σοι ἃ σὺ σιωπῆς, ὅτι γέγονεν ἐν τῇ ὀσφρήσει σου σίνηπι. Δύνανται γὰρ Λατῖνοι καὶ ἡμεῖς οἱ τῆς συνόδου συνήγοροι πρὸς σὲ ἀντειπεῖν, ὅτι Καλῶς λέγεις, αἰδέσιμο Εφέσου, καὶ ἡμεῖς ταῦτα ὁμολογοῦμεν ἀλλ' οὐκ ἐνηλλάξαμεν ὅμως ἡμεῖς τὸ ἱερώτατον Σύμβολον, οὔτε μὴν ἐνηλλαγμένον αὐτὸ πρεσβεύομεν τοὺς γὰρ ἐναλλάξαντας, εἴτε μὴν ἐναλλάξειν τολμή
col. 1035–1036page 40 of 75
PG 159:1035σοντας καὶ ἡμεῖς τῷ ἀναθέματι παραδίδομεν. "Αγίαν Τριάδα γὰρ ἐν αὐτῷ δογματίζομεν, καὶ Θεὸν σεσαρκωμένον ἐν αὐτῷ ὁμολογοῦμεν τὸν τοῦ Θεοῦ Υἱόν, καὶ σταυρωθέντα, καὶ ταφέντα, καὶ ἀναστάντα, καὶ πάλιν ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι τὴν οἰκουμένην· καὶ τὸ ἅγιον Πνεῦμα ὁμοούσιον καὶ ὀμόθρονον τῷ Πατρὶ καὶ τῷ Υἱῷ διαρρήδην πιστεύο μεν, τὸ τοῖς προφήταις λαλήσαν· καὶ μίαν ἐκκλησίαν καὶ ἐν βάπτισμα εὐσεβῶς ὁμολογοῦμεν ἀναφανδὸν, καὶ τὴν τῶν νεκρῶν ἐξανάστασιν πᾶσι μεγαλοφώνως κηρύττομεν. Τίνα οὖν ἐξαλλαγὴν τούτου ἡμεῖς ἐποιήσαμεν; ποία ἀπάτη ἐν τούτῳ; Οντως γε οὐδεμία. Οὐκ ἔδει οὖν σε σοφὸν ἄνδρα ὄντα τοιαῦτα ληρώδη φθέγγεσθαι ῥήματα, ἐν οἷς καὶ νήπια ἄν σε αἰσχρῶς κατεγέλασαν. Οτι δὲ προσέθηκαν οἱ Λατῖνοι τὴν, Ἐκ τοῦ Υἱοῦ, φωνὴν, σαφηνίσαντες ἐν τῷ ἱερῷ Συμβόλῳ, λέγεις εναλλαγήν, ἡμεῖς μετὰ μικρὸν, ὅπου καὶ σὺ περὶ τῆς δόξης φήσεις, σαφηνίσομεν πάνυ καλῶς, εἰ εὐσεβής ἐστιν ἡ φωνὴ, ἢ οὐ· καὶ εἰ μὲν οὐ δείξομεν αὐτὴν εὐσεβή, εξ σοι εἴρηται ταῦτα, καὶ τὰς ἀρὰς δεῖ Λατίνους ἔχειν τοὺς τὸ Σύμβολον ἐναλλάξαντας· εἰ δ᾽ εὐσεβῆ ταύτην διατρανώσομεν, τότε τους Λατίνους ἀθώους μὲν τῶν ἀρῶν καὶ τοῦ ἀναθέματος ἐξ ἀνάγκης δείξομεν, πρὸς δέ σε καὶ τὴν σὴν κεφαλὴν τὰς ἀρὰς καὶ τὰ ἀναθέματα πάντα ἐπιστραφέντα τοῖς ἐχέσ φροσιν ἐπιδείξομεν. Νῦν δὲ κατοπτεύσωμεν περα τέρω. ΕΦΕΣ. Ἐπὶ τούτοις καὶ διὰ συλλογισμῶν ἀναντιῤῥήτων παρέστησα τὴν τῶν ἐμῶν λόγων ἀνάγκην, καὶ ὡς ἀδύνατον ἄλλως ἐκληφθῆναι τοὺς ὅρους, ἢ ὡς ἐγὼ τούτους ἐξηγούμην τε καὶ ἐλάμβανον. ΑΠΟΛ. Φάσκονται οἱ συλλογισμοί σου καὶ ἡ αὐτῶν ἐν τοῖς Πραγματικοῖς δύναμις· πάντας γάρ σοι ἑνὶ λόγῳ ὁ τῆς ἁγίας Σαβίνης καρδινάλις Ἰουλιανὸς ὁ σοφώτατός τε καὶ ἁγιώτατος ὡς ἱστὸν ἀράχνης διέλυσε, και λαμπρότερον τῶν ἡλιακῶν ἀκτίνων ἀπέδειξεν, ὡς οὐκ ἔστι προσθήκη ἡ, ἐκ τοῦ Υἱοῦ, φωνή, ἡ ἐν τῷ ἱερῷ Συμβόλῳ τεθεῖσα, ἀλλ' ἀνάπτυξι; καὶ σαφή νεια· καὶ ἔξεστι τῇ Ἐκκλησίᾳ διηνεκῶς τὴν ἀλή θειαν ἐξηγεῖσθαι, καὶ προσθεῖναι ὅπου ἂν βούλοιτο, εἰ μόνον τὸ προστεθὲν ἀληθὲς εἴη· ὅταν γὰρ ἀλη θὲς τὸ προστεθὲν εἴη, οὐ προσθήκη, ἀλλ' ἐξήγησις αὐτὸ καὶ φανέρωσις τοῦ κειμένου εἶναι ὁμολογεῖται ὅταν δὲ τοὐναντίον, τότε προσθήκη καὶ λέγοιτ' ἐν καὶ κηρύττοιτο. ΕΦΕΣ. Ως δ' ἑωγῶμεν τοὺς Λατίνους σαφῶς ἤδη παρα γυμνώσαντας ἐν ταῖς πρὸς ἡμᾶς διαλέξεσιν, ὡς οὐ πρὸς ἀλήθειαν αὐτοῖς ὁ σκοπός, οὐδὲ τὸ ταύτην εὑρεθῆναι διὰ σπουδῆς τίθενται, μόνον δέ γε εξ δόξαι τι λέγειν, καὶ τὰς ἀκοὰς τῶν οἰκείων προκατασχεῖν· ἔργον τε ἀπαραίτητον εἶχον αὐτοὶ λύειν τὰς συνελεύσεις, ἵνα λέγοντες ὕστεροι δοκῶσιν ἅπαντα λύειν τὰ παρ' ἡμῶν λεγόμενα. ΑΠΟΛ. Εώρας μὲν τοὺς Λατίνους σαφέστατα τοὺς σου;
col. 1037–1038page 41 of 75
PG 159:1037λύοντας λόγους, μὴ δυνάμενος δὲ ἀντιλέγειν, ἑτέ-; ρος τὴν διάλεξιν ἐνεχείρισας. Καὶ τότε ὁ Νικαίας ἀρχιερεὺς ἀνελάβετο τὸν ἀγῶνα, ὥστε μετὰ τοῦ φρὰ ᾿Ανδρέου ἀρχιεπισκόπου Ρόδου διαλέγεσθαι ὅτε καὶ τοὺς ἰσχυροτέρους ὑπὲρ Γραικῶν περὶ τῆς προσθήκης λόγους αὐτὸς εἶπε· πρὸς ἀλήθειαν γὰρ ἦν αὐτοῖς ὁ σκοπὸς, καὶ οὐ πρὸς ἐπίδειξιν, ὡς αὐτὸς φῇς· οὐ γὰρ ὡς Λατίνοι καὶ μέρη τήν διάλεξιν ἐποιοῦντο, ἀλλ᾽ ὡς Χριστιανοὶ τὴν ἀλήθειαν ἐξη ρεύνων, καὶ μετὰ σπουδῆς ἐξεζήτουν ἀπαύστω;. Φαίνεται γὰρ διαρρήδην τοῦτο, ἔνθα ὁ μακαριώτατος πάππας τοῖς ἡμετέροις ἔλεγε· Θαυμάζω πῶς ἀμε λεῖτε, καὶ ἀναβάλλεσθε τὰς συνελεύσεις· καὶ γὰρ οὐ παύομαι διεγείρων ἀεὶ ὑμᾶς πρὸς τὴν τῆς ἀλη θείας ἐξέτασιν, ἀλλ' ὑμεῖς ῥᾳθυμεῖτε. Καὶ ἔχομεν ἐνταῦθα ἐν τῇ συνόδῳ ἐνιαυτοὺς δύο, καὶ οὔπω εἴκοσι καὶ πέντε ἐγένοντο συνελεύσεις. Ερχεσθε οὖν εἰς τὴν διάλεξιν· ἐκεῖ γὰρ εὑρεθήσεται ἡ ἀλή θεια· οὐ γὰρ δυνατὸν ἄλλως· ἔρχεσθε καὶ μὴ μέλ λετε. Ελυπεῖτο γὰρ ὁ μακάριος ἐκεῖνος ἀνὴρ, πῶς οἱ ἡμέτεροι ῥᾳθύμως εἶχον, καὶ οὐ συνήρχοντο ἐν τῇ συνελεύσει. Ελεγον δὲ καὶ ἀπελογοῦντο οὐκ εἰς τὸ δόξαι τι λέγειν, καὶ τὰς τῶν οἰκείων προκατασχεῖν ἀκοὰς, ὡς φῂς σὺ διαβάλλων πάντα;· πόρρω γὰρ τῆς ἐκείνων διανοίας τε καὶ σοφίας τουτί· ἀλλ' οὐδ᾽ ὕστεροι ἔλεγον πρὸς τὸ λύειν τὰς συνελεύσεις, καὶ λυομένων αὐτῶν δοκεῖν αὐτοὺς ἅπαντα λύειν τὰ παρ' ὑμῶν λεγόμενα· ἀλλ' ἀπολογοῦντο ὕστεροι, ἐπειδὴ ὑμεῖς προετείνεσθε πρότερον ὡς κατήγοροι, ἐκείνους δὲ ἦν τὸ λοιπὸν ἐξ ἀνάγκης ἀπολογίαν ποιεῖσθαι. ΕΦΕΣ. Εντεῦθεν ἤδη τοῦ λέγειν παυσάμενοι παρικα λοῦμεν αὐτοὺς, τί μὴ λέγοντες ἱκανὸν ἐπισπάσασθαι καὶ λιθίνας ψυχάς; ἐπανελθεῖν πρὸς τὴν καλὴν συμφωνίαν ἐκείνην, ἣν εἴχομεν πρότερον καὶ πρὸς ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς Πατέρας ἡμῶν, ὅτι τὸ αὐτὸ πάντες ἐλέγομεν, καὶ οὐκ ἦν ἐν ἡμῖν σχίσμα. ΑΠΟΛ. Καλῶς οἴδαμεν καὶ ἡμεῖς, ὅτι ἐπαύσω τῆς δια λέξεως, μὴ δυνάμενος ἀντιλέγειν τῷ τῆς ᾿Αγίας Σαβίνης καρδινάλει· ὅτε σου πάντας τοὺς λόγους οὔ; ἔλεγες, ὡς οὐ δεῖ προσθεῖναι, δηλονότι τῷ ἱερῷ Συμβόλῳ, καὶ τὰ ὅμοια, διέλυσεν ὡς ἱστὸν ἡ ἀράχνης, ἐναργώς παραστήσας, ὡς δεῖ τὴν ἀλή θείαν πάντοτε προστίθεσθαι. Σὺ δὲ μὴ ἔχων ἀπο λογεῖσθαι, ἑτέραν ἐτράπης ὁδὸν λέγων· Ἐπανέλθω μὲν πρὸς τὸ ἀρχαῖον ἐκεῖνο μάθημά τε καὶ Σύμ βαλον, 3 παρελάζομεν· αἰδεσθῶμεν τοὺς Πατέρας ἡμῶν· φυλάξωμεν την παρακαταθήκην. Ὁ δὲ Ἰουλιανὸς γενναίως ἀντέφη πρὸς ταῦτα λέγων Καὶ ἡμεῖς τοὺς Πατέρας ἡμῶν εὐλαβούμεθα ὡς εἰ κὸς, καὶ τοὺς ὅρους αὐτῶν καὶ καλῶς νοοῦμεν καὶ εὐλαβῶς φυλάττομεν· οὐ γὰρ ἄλλο μὲν Σύμβολον, εἴτουν μάθημα πίστεως ἡμεῖς πρεσβεύομεν καὶ ὁμολογοῦμεν, ἀλλ' ἐκεῖνο ὅπερ ἡ ἁγία δευτέρα ἐξεβόησε σύνοδος. Αὐτὴν δὲ ἦν λέγεις προσθήκην, ἡμεῖς σαφήνειαν καὶ ἐξήγησιν, οὐ προσθήκην λέγης
col. 1039–1040page 42 of 75
PG 159:1039; μεν· προσθήκη γὰρ τὸ ἀλλότριον λέγοιτ' ἂν δόγμα οὐκ ἐν τοσούτοις ὅσοις γεγράφατε κεφαλαίοις οἱ ἡ δ' ἀλήθεια οὐ προσθήκη, ἀλλ' ἀνάπτυξις, ὡς πολ λάκις εἴρηται. Οτι δὲ παραινεῖς, ἵνα λέγωμεν ὥσπερ ἐλέγομεν κατ' αρχάς, ὅτε οὐκ ἦν ἐν ἡμῖν σχίσμα, τούτου κατὰ πόδας ὁ ἔλεγχος· τὸ μὲν σχίσμα μετὰ τὴν ἑβδόμην σύνοδον ἑκατὸν ἔτη ἐγέ νετο αἰτία Μιχαήλ βασιλέως καὶ Φωτίου πατριάρχου, τὸ δὲ Σύμβολον ἀπὸ τῆς δευτέρας συνόδων ἡ Ρωμαϊκὴ οὕτως ἔψαλλεν Εκκλησία, ὡς ᾄδει καὶ σήμερον, καθὼς μαρτυρεῖ Γεώργιος ὁ Ἀριστινός, ὡς ἔφημεν· καὶ Μάξιμος δὲ ὁ πρὸ τῆς ἕκτης υπάρ χων συνόδου μαρτυρεῖ τοῦτο ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Μαρίνον πρεσβύτερον Κύπρου, ὡς ἡ Ῥωμαϊκὴ Εκκλησία ταύτην ἔχει τὴν δόξαν, λέγων δι· Τῶν τοῦ νῦν ἁγιωτάτου πάππα Μαρτίνου συνοδικῶν τῆς βασιλίδος τῶν πόλεων ἐπελάβοντο, δυσὶ δὲ μόνοις· ὧν τὸ μὲν ὑπάρχει περὶ θεολογίας, ὅτι τε, φησίν, εἶπεν ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὰ λοιπὰ, ἵνα μὴ καθέκαστα λέγω. Ὥστε ἣν λέγεις προσθήκην, οὐκ ἦν αἰτία τοῦ σχίσματος, ἀλλ' ἡ Ῥωμαϊκή Εκκλησία ἔλεγε τὸ Σύμβολον, ὥσπερ λέγει καὶ σήμερον, καὶ ἡμεῖς ἐλέγομεν, οἱ Γραικοὶ δηλονότι, ὥσπερ καὶ σήμερον, καὶ σχίσμα οὐκ ἦν ἐν ἡμῖν. Οὐκοῦν δύνανται τὸ αὐτὸ καὶ οἱ Λατῖνοι πρός σε εἰπεῖν· Ἐπανέλθωμεν εἰς ἐκεῖνον τὸν καιρὸν, καθ᾽ ἂν ἡνωμένοι ἦμεν, καὶ ἡμεῖς ἐλέγομεν τὸ Σύμβολον ὥσπερ καὶ σήμε ρον, καὶ ὑμεῖς ὁμοίως ὥσπερ καὶ σήμερον λέγετε, καὶ ἦμεν ἐν ὁμονοίᾳ, καὶ οὔτε ὑμεῖς ἐνεκαλεῖτε ἡμῖν, οὔτε ἡμεῖς ὑμῖν. Θαυμάζω δὲ, πῶς αἱ οἰκουμενικαὶ σύνοδοι οὐκ ἐνεκάλεσαν, εἰ ᾔδεσαν ἡμᾶς βλασφημοῦνται, ὥσπερ ὑμεῖς λέγετε νῦν καὶ ἐγκα λεῖτε ἡμῖν· λέγω δὲ ἡ τρίτη, ἡ τετάρτη, ἡ πέμπτη, ή ἔκτη, καὶ ἡ ἑβδόμη· οὐδ᾽ ὑμεῖς ἐνεκαλεῖτε, ἀλλὰ μετὰ τὸν Φώτιον καὶ ἔτι. Συνέλθωμεν οὖν, καὶ εἴπωμεν ὅπερ ἐλέγομεν πρὸ τοῦ σχίσματος, καὶ εὑρεθησόμεθα τὰ αὐτὰ λέγοντες ἀμφότεροι, καὶ παύσεται τὸ σχίσμα, επακολουθήσει δὲ ἡ εἰρήνη τε καὶ ὁμόνοια· καὶ οὕτως ἐσόμεθα σὺν Θεῷ γνω μένοι. ΕΦΕΣ. Ταῦτα λέγοντες κενὴν ἐῴκειμεν ψάλλειν, ἢ λίθου ἐψεῖν, ἢ κατὰ πετρῶν σπείρειν, ἢ καθ' ὑγρῶν γρά φειν, ἢ ὅσα ἄλλα ἐπὶ τοῖς ἀδυνάτοις αἱ παροιμίαι φασίν. ΑΠΟΛ. Καὶ Λατίνοι δύνανται ἐκ τῶν παροιμιῶν πρὸς σὲ ἀντερεῖν· Αιθίοψ οὐ λευκαίνεται· αἰγιαλῷ λαλού μεν· ἀνήκοος γὰρ ὑπάρχεις· ἀκέφαλος μῦθος ἀτελῆ γὰρ λέγεις· καὶ ὅσα ἄλλα ἐπὶ τῶν ἀνηκόων καὶ ἀλαζόνων αἱ παροιμίαι λέγουσιν· ἀπειθεῖς γὰρ οὐδέποτε πείσονται. Οὕτω καὶ σύ· ἔδοξέ σοι μένειν ἐν τῷ σχίσματι καὶ τῷ χωρισμῷ, τῇ πλάνῃ τε καὶ κακίᾳ, καὶ οὕτως ἔμεινας, ἐν ᾧ καὶ μετὰ τὸν θάνατον διαμενεῖς καὶ ἔσῃ ἀεί. Αλλ' οἱ τῆς ἑαυτῶν ὀρεγόμενοι σωτηρίας οὐχ οὕτως, οὐδὲ κλείουσι τας ἀκοὰς, οὐδὲ τοὺς ὀφθαλμούς καμμύουσιν, ἀλλ' ἀκούουσι καὶ βλέπουσι καὶ συνιέναι θέλουσι τὸ
col. 1041–1042page 43 of 75
PG 159:1041κρεῖττόν τε καὶ συμφέρον τῆς σωτηρίας αὐτῶν. Σὺ δὲ οὐκ ἠθέλησας, ἀλλὰ τῇ οἰήσει ἀπατηθείς, φρονιμώτερος καὶ σοφώτερος ᾤου τῆς συνόδου εἶναι σε πάσης, ὅπερ τῆς ἄκρας μωρίας δείγμα ἦν, ἕνα ἄνθρωπον βέλτιστον εἶναι πάσης τῆς οἰκουμένης· ἕνα πρὸς ἕνα ἔχει καὶ λόγον, πάσης δὲ τῆς Εκκλησίας κοινῶς συνελθούσης ἕνα βέλτιστον είναι ἀδύνατον - παντελῶς· εἰ δὲ μή γε, καὶ ᾿Αρειος, καὶ Ευνόμιος, καὶ οἱ ἕτεροι τῶν οἰκουμενικῶν συνόδων ἐχθροὶ ταυτὸ τοῦτο φήσουσιν· ἀλλ' οὐκ ἔστιν. Οθεν ἔδει καὶ σὲ τὴν ἀλήθειαν γνόντα, καὶ τῶν πολλῶν ἀκούσαντα, τήν διχόνοιαν ἐᾶσαι καὶ τὸ ἐπίμονον, καὶ τὴν ματαίαν πρόληψιν καὶ κακίαν, καὶ ἐνωθῆναι τῇ τῶν πολλῶν ἀποφάσει, μᾶλλον δὲ τῇ ἀποφάσει τῆς Ἐκκλησίας. ΕΦΕΣ. Ἐκεῖνοι γὰρ τοῖς μὲν ἐλέγχοις στενοχωρούμενοι, διόρθωσιν δὲ οὐδαμῶς οὐδεμίαν παραδεχόμενοι, διὰ τὸ ἀνιάτως ἔχειν, ὡς ἔοικε, παρεκάλουν ἡμᾶς ἐπὶ τὴν ἐξέτασιν μεταβῆναι τοῦ δόγματος, ὡς ἱκα νῶν ἤδη ῥηθέντων τῶν ἐπὶ τῇ προσθήκῃ λόγων οἰόμενοι δι' ἐκείνων τῶν λόγων ἐπισκιάσειν τὸ τοῦ Συμβόλου τόλμημα, τῆς δόξης υγιούς δεικνυμένης. ΑΠΟΛ. Οἱ τοῖς ἐλέγχοις στενοχωρηθέντες φαίνονται ἐν τοῖς Πρακτικοῖς τῆς συνόδου· ἐλέγετε γὰρ, καὶ πρῶτος ἀπάντων σύ, ὅτι Διαζευχθῶμεν, διαιρεθῶ μεν, ἀπέλθωμεν· οἱ Λατίνοι σοφοὶ καὶ γενναῖοι ἄνα δρες εἰσὶ, καὶ διαλεκτικοὶ ἐμπειρότατοι. Εἰ οὖν ἐν τοῖς περὶ τὴν προσθήκην λόγοις ἐφάνησαν οὕτω δει ναι, ὥστε μηδεμίαν ἀπολογίαν ὑπολειφθῆναι ἡμῖν, τίνες ἂν γένωνται, ὅταν περὶ τῆς δόξης τὴν ἐξέτασιν ποιητώμεθα, ὅπου καὶ διδασκάλους τῆς ἐκκλησίας ἔχουσι δείξαι, τὴν ἐκπόρευσιν τοῦ ἁγίου Πνεύ ματος καὶ τῷ Υἱῷ διδόντας; Λοιπόν συμφέρει ἡμῖν ἀπελθεῖν, ἢ ἡττηθῆναι καὶ μετ' αἰσχύνης ἐπαναστρέψαι. Ταῦτα μὲν ἐλέγετε, ἀληθῶς τοῖς ἐλέγχοις ὑμεῖς στενοχωρούμενοι. Διόρθωσιν δὲ παρὰ σοῦ τὴν Ρωμαϊκὴν δέξασθαι Ἐκκλησίαν οὐκ ἔδει· ἐκείνη γὰρ πασῶν κυβερνῆτίς ἐστι, καὶ ταῖς νοσούσαις τῶν ἐκκλησιῶν ἰατρὸς ἐμπειρότατος, παρὰ τοῦ Χρι στοῦ λαβοῦσα τὴν ἐξουσίαν τὰς ἄλλας ιθύνειν καὶ κυβερνᾷν, ἐπιστηρίζειν καὶ διορθοῦν, οὐκ αὐτὴν δὲ διορθοῦσθαι παρὰ τῶν ἄλλων. Καὶ σύ ποτε ἐπι στραφείς, φησὶν ὁ Σωτὴρ πρὸς τὸν Πέτρον, στήριξον τοὺς ἀδελφούς σου· οὐ γὰρ εἶπε, Στηρίχθητε ὑπὸ τῶν ἀδελφῶν σου, ἀλλὰ, Στήριξον. Οὐκοῦν καὶ σὲ ἔδει στηριχθῆναι παρ' αὐτῆς ὡς καὶ οἱ σοφώτεροι σου καὶ λογιώτερα έστηρίχθησαν. Ἐπὶ δὲ τὴν ἐξέ. τασιν μεταβῆναι τοῦ δόγματος οὐ παρεκάλουν Λατί νοι· ἀλλ᾽ ὅτι μῆνας είχετε δεκατέσσαρας διαλεγόμε και περὶ τοῦ. Οὐ δεῖ προσθεῖναι, δυοῖν μόνοιν ὄντοιν τοῖν ζητημάτοιν, ἐν οἷς ἱκανὰς ἀπολογίας παρέσχον ὑμῖν αὐτοί· διὰ τοῦτο ἔδει καὶ πρὸς τὸ ἕτερον μετα θεῖναι τὸν λόγον· να, δειχθέντος τοῦ δόγματος άλη Ο ῦς, ἀδίκως αὐτοὺς ἐπιδείξωσι παρ' ὑμῶν συκοφαν
col. 1043–1044page 44 of 75
PG 159:1043τουμένους ὡς παραχαράκτας τοῦ ἱεροῦ Συμβόλου. Ἔδειξαν οὖν ἡμῖν ἐμφανέστατα, ἐξουσίαν ἔχειν τὸν θεῖον θρόνον ἐκεῖνον ἐξετάζειν καὶ διορθοῦν τὰ περὶ τὴν πίστιν. Διὸ οὐκ ἐπὶ τὴ ἐπισκιάσαι τὸ τόλμημα, ὡς σὺ φῂς, τοῦ Συμβόλου ἐπὶ τὴν ἐξέτασιν ἐπεθύμουν μεταβῆναι τοῦ δόγματος, ἀλλ᾽ ἵνα δείξωσιν ὑμῖν, ὡς εὐσεβής ἐστιν ἡ, Ἐκ τοῦ Υἱοῦ, φωνὴ τε θεῖσα ἐν τῷ Συμβόλῳ, καὶ δόξα τῶν διδασκάλων καὶ τῆς Ἐκκλησίας, καὶ ὅτι μάτην αὐτοῖς ἐγκαλεῖτε καὶ μάχεσθε· διὰ τοῦτο πρὸς τὴν ἐξέτασιν τούτου ἔσπευδεν μεταβῆναι. ΕΦΕΣ. Αλλ' οἱ ἡμέτεροι οὐκ ἠνείχοντο, καὶ ἀμεταθέτως εἶχον πρὸς τὴν τῆς δόξης ἐξέτασιν, εἰ μὴ διορθωθείη πρότερον ἡ προσθήκη. ΑΠΟΛ. ᾿Αληθῶς οὐκ ἠνείχοντο μὲν οἱ ἡμέτεροι ἐλθεῖν ἐπὶ τὴν ἐξέτασιν τοῦ δευτέρου προβλήματος, τὸν ἀγῶνα δειλιώντες καὶ τρέμοντες, μή πως τὰ αὐτὰ τῷ δευ τέρῳ πάθωσιν. Εἰς δύο οὖν ὑμεῖς τὸ ζήτημα διαιρή σαντες, εἰς τὸ, Οὐ δεῖ προσθεῖναι τῷ Συμβόλῳ μήτε λέξιν μήτε συλλαβήν τὸ δὲ, ὡς Ἡ προστεθεῖσα ἐν τῷ Συμβόλῳ προσθήκη οὐκ ἔστιν εὐσεβὴς οὐδὲ ἀλη θής, προετείνατε τους λόγους. Τῶν δὲ Λατίνων ἐπὶ μὲν τὸ πρῶτον γενναίων φανέντων, καὶ τὴν ἀλήθειαν ἐπιδειξάντων, καὶ ὡς οὐ προσίστανται αὐτοῖς οἱ ὅροι καὶ τὰ κωλύματα, εἰ δὲ μὴ, καὶ οἱ τῆς δευτέρας συν όδου Πατέρες πάντως ὑπῆρχον ὑπὸ τῷ ἀναθέματα, ἄλλο ἐκδεδωκότες Σύμβολον ἢ ὅπερ ἡ πρώτη φθά σασα παραδέδωκεν· οἱ ὑμέτεροι ήττηθέντες ἐν τού τῳ, ἐδειλίων τὸν δεύτερον εἰσελθεῖν ἀγῶνα· εἰ ἐν αὐτῷ, ὅπερ αὐτοῖς ἰσχυρότερον εἶναι ἐδόκει, οὕτως ἰσχυρὰς καὶ γενναίας οἱ Λατῖνοι τὰς ἀπολογίας ἀπέ δωκαν, τί ἂν εἴπωμεν, ἔλεγον, ὅταν τοὺς ἁγίου; ἡμῖν ἐπιδείξωσι συμφωνοῦντας τῷ δόγματι; Διὰ τοῦτο ἀμεταθέτως εἶχον πρὸς τὴν ἐξέτασιν, καὶ ὥρ μησαν ἐκεῖθεν φυγεῖν· ὅμως προσβάλοντό σε ὑπὲρ αὐτῶν ἀπολογήσασθαι· καὶ εἶπες, φεύγων δῆθεν τοῦ δόγματος τὴν ἐξέτασιν, συγκαταβαίνων δ' ὅμως εγκεκαλυμμένως τῷ τῶν Λατίνων δόγματι, ὅτι Βι καὶ ἀληθὲς εὑρεθείη τὸ δίγμα ἐξεταζόμενον, ἀλλ' ἡμεῖς οὐ δυνάμεθα παραδέξασθαί ποτε τὴν φωνὴν ταύτην ἐν τῷ Συμβόλῳ, ἐπειδὴ τοὺς Πατέρας ἡμῶν εὐλαβούμεθα. Εμάχου οὖν τῇ ἀληθείᾳ καὶ σὺ ὡς ἐκεῖνος ὁ ὑπὲρ τῆς ὄνου σκιᾶς· καὶ τὴν διόρθωσιν τρόπῳ τοιούτῳ γενέσθαι ἔλεγες· ὅτι Εκβληθήτω ἀπὸ τοῦ Συμβόλου ή προσθήκη αὕτη, καὶ τεθήτω ἐν ἰδίῳ ὅρῳ· ὅτε καὶ γελοῖόν τι προσετρίβη τῷ γένει, σοῦ ταῦτα λέγοντος. Εἰ γὰρ βλάσφημος ἐστιν ἡ, Ελ τοῦ Υἱοῦ, φωνή, διὰ τί ζητεῖς αὐτὴν ἐν ἰδίῳ ὅρῳ τεθῆναι; καθὼς Ἰουλιανὸς ὁ σοφώτατος καρδινάλις πρός σε ἔφη. Εἰπόντος γὰρ σοῦ, ὅτι οὐ δυνάμεθα τὴν φωνὴν παραδέξασθαι ταύτην ἐν τῷ Συμβόλῳ τῆς πίσ στεως ὡς βλάσφημον αὐτὴν οὖσαν, ἀλλὰ θήσομεν ἐν ἰδίῳ ὄρῳ, ὥσπερ οἱ πάλαι τὴν τῆς Ἀειπαρθένου φωνὴν ἐν τῷ, Ο μονογενής Υιός· ὁ καρδινάλις ἀντέφη· Εξετασθήτω πρότερον, Πάτερ αἰδεσιμε, ή φωνή αὕτη, εἰ ἀληθῆς ἐστιν, ἢ ψευδής τε καὶ βλάσ φημος· καὶ εἰ μὲν βλάσφημο; ἀποδειχθή, οὔτε ἐν
col. 1045–1046page 45 of 75
PG 159:1045τῷ Συμβόλῳ μενεῖ, οὔτε ἀλλαχοῦ τεθήσεται· τὰ γὰρ βλάσφημα οὐδαμοῦ χρὴ λέγεσθαι· εἰ δ᾽ εὐσεβής, τί ἐν τῷ Συμβόλῳ, τί ἀλλαχοῦ; Μᾶλλον μὲν οὖν ἐν τῷ Συμβόλῳ δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν. Ταῦτα ἀκού σαντα τρόμος ἐπελάβετό σε καὶ τοὺς μετὰ σοῦ ἐπὶ τὴν ἐξέτασιν μεταβῆναι τοῦ δόγματος, καὶ ὡρμή σατε 'φυγεῖν, γλιχόμενοι τῆς ἐκεῖθεν ἐξελεύσεως. ΕΦΕΣ. Κἂν ἐνέμειναν διὰ τέλους τῇ ἐνστάσει ταύτῃ, κἂν διελύθησαν ἐκεῖθεν καλῶς ποιοῦντες, εἰ μὴ παραπει σθέντες ὑπό τινων αὖθις, ὡς ἀπρεπές ἐστι μηδὲν εἰ πόντας περὶ τοῦ δόγματος ἀπελθεῖν, ἐδέξαντο τὴν μετάβασιν, τοῦτο μὲν τὴν ἀπὸ τῆς προσθήκης ἐπὶ τὴν δόξαν, τοῦτο δὲ τὴν ἀπὸ Φερραρίας εἰς Φλωρεντίαν. ΑΠΟΛ. Ηθελον μέν τινες ἀσύνετο: διαμεῖναι τῇ ἐνστάσει, καὶ διαιρεθῆναι, καὶ διαλυθῆναι ἐκεῖθεν, ὧν σὺ πρῶτ τος ὑπῆρχες· οἱ δὲ τῆς σωτηρίας αὐτῶν ἐπιθυμηταὶ, καὶ τὸν κίνδυνον τῆς αἱρέσεως ὅσος ἐστὶ φοβη (έντες κατὰ τῶν διαιρουμένων ἀπὸ τῆς Ἐκκλησίας, οὐκ ἠθέλησαν τὴν μοχθηρίαν ταύτην νοσῆσαι· ἐξε τασθῆναι δὲ τὸ δόγμα καὶ τὴν ἀλήθειαν διατράνω θῆναι, καὶ ταύτην ἀσπάσασθαι μετὰ χαρᾶς ὑπεδέξαντο. Οθεν τῷ τοῦ δικαίου λόγῳ καὶ τοὺς ἄλλους πείσαντες, ἐδέξαντο μεταβῆναι ἐπὶ τὴν ἐξέτασιν τοῦ δευτέρου προβλήματος· ἐδέξαντο δὲ καὶ τὴν ἀπὸ Φεῤῥαρίας εἰς Φλωρεντίαν μετάβασιν, ἐπειδὴ ὁ τῆς ἐσίας μνήμη: Εὐγένιος ὁ 'Ρώμης ἀρχιερεὺς ὁ θειά τατος οὐκ εἶχεν ἔτι ἐν Φεῤῥαρίᾳ, οὔτε μὴν εὕρισκε διδόναι ὑμῖν ἑκάστῳ τὸ σιτηρέσιον, καὶ τοῖς Φλωρεν τίνοις μηνύτας δανεῖσαι αὐτῷ τεσσαράκοντα χιλιάδας χρυσίνων, ἀπέστειλεν αὐτοῖς τὴν μίτραν αὐτοῦ ἐνέχυρον· οἱ τὸ ἐνέχυρον λαβόντες, τὸ αἰτηθὲν ἀνε πλήρωσαν· σὺν ἐκείνοις δὲ καὶ ἄλλας τεσσαράκοντα ὑπέσχοντο χάριτι δοῦναι, εἰ εἰς τὴν πόλιν αὐτῶν μετ ταθήτοι τὴν σύνοδον, ἵνα δῆθεν ἡ πολιτεία αὐτῶν τὴν τοῦ ὅρου τιμὴν ἀπολάβοι. Διὰ τοῦτο οὖν ἡ μετά βασις ἀπὸ Φερραρίας εἰς Φλωρεντίαν γέγονεν. ΕΦΕΣ. Ενθα γενόμενοι τῶν περὶ τῆς δόξης διαλέξεων ἀπηξάμεθα, τῶν Λατίνων προενεγκόντων ῥητά, τὰ μὲν ἐξ ἀποκρύφων τινῶν καὶ ἀγνώστων βιβλίων, τὰ δὲ ἐκ νενοθευμένων τε καὶ διεφθαρμένων, ἐν οἷς ἰσχυρίζοντα τὴν ἑαυτῶν δόξαν συνίστασθαι. Πάλιν οὖν αὐτοῖς ἐγὼ συμπλεκόμενος, καὶ τὸ τῆς δόξης ἄτοπον διελέγχων, καὶ νενοθευμένας εἶναι τὰς βία όλους προφανώς παριστῶν, οὐδὲν ἤνυον εἰς πειθώ, πλὴν ὅσον τὸν καιρὸν ἀναλίσκειν εἰκῇ καὶ μάτην. ΑΠΟΛ. Περὶ τῆς δόξης πρῶτος ὁ ἐν θεολογίᾳ ὑψίνους Ἰωάννης, ὁ τοῦ σχήματος τοῦ ἁγίου Δομινίκου Επαρ χος, τὴν ἔναρξιν ἐποιήσατο· Μετὰ τῆς εὐλογίας τοῦ μακαριωτάτου Πατρὸς τὴν ἐξέτασιν, φήσας, ποιήσομαι πρὸς ὑμᾶς περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπο ρεύσεως· ὅτε οὐκ ἐξ ἀποκρύφων τινῶν βιβλίων καὶ ἀγνώστων ῥητὰ προήνεγκεν, οὐδὲ ἐκ νενοθευμένων
col. 1047–1048page 46 of 75
PG 159:1047τε καὶ διεφθαρμένων, ὡς σὺ φῇς· εἰ μή που ἀπό κρυφα σὺ νοεῖς τὰ τοῦ μεγάλου Βασιλείου καὶ ᾿Αθανασίου βιβλία, Επιφανίου τε καὶ Κυρίλλου τοῦ ἱεροῦ, ἐξ ὧν προέφερεν ὁ Ἰωάννης ὡς ἐκ προσώπου Λατί νων ῥητά, δι᾿ ὧν ἰσχυρίζετο τὴν ἀλήθειαν τοῦ δόγμα τις παραστῆσαι. Οὐ γὰρ ἤθελον οἱ ἱεροὶ ἄνδρες ἐκεῖ νοι διὰ δυτικῶν διδασκάλων τὸ δόγμα τοῦτο συστῆσαι, ἀλλ' ἐξ ἀνατολικῶν Πατέρων, ἵνα μὴ ἔχητε τοὐναντίον εἰπεῖν, ὅπερ καὶ γέγονε. Σὺ δὲ τὴν ἀλήθειαν μή δυνάμενος φέρειν, διεφθαρμένα τε καὶ νενοθευμένα τὰ τῶν διδασκάλων ἐκάλεις βιβλία· ὅτε καὶ μώμος προσετρίβη σοι μέγας παρὰ τῆς συνόδου ἁπάσης λέ γοντι οὕτως· καὶ μάλιστα οἱ τῆς ἐνδοτέρας Φραγκίας ἡγούμενοι ἀκούσαντες, ὅτι τὰ τῶν ἀνατολικῶν διδα σκάλων βιβλία διεφθαρμένα ἀποκαλεῖς, μεγάλη φωνή εξεβόησαν· Αἱρετικὸς οὗτός ἐστιν ὁ κατάρατος· αἰω νίως ἀφορισθήτω· τοὺς διδασκάλους γὰρ ἀποσείεται καὶ εἰ τοῖς αὐτοῦ διδασκάλοις τοῖς ἀνατολικοῖς οὐ πιστεύει, τι ἂν εἴποι περὶ τῶν δυτικῶν τε καὶ ἡμε τέρων; "Οθεν συγχύσεως γενομένης ἀνέστητε μηδὲν άλλο πράξαντες. Τῇ δὲ ἐφεξῆς συνελεύσει ἐν τοῖς τοῦ μεγάλου Κυρίλλου ῥητοῖς τὸν λόγον ποιησαμένων ἐκείνων, παντελῶς ἡρνήσω τὸν ἅγιον οὕτω λέγοντα. Ὁ δὲ Ἰωάννης τὸν Ἐπιφάνιον ἔφερε συνηγορούντα Κυρίλλῳ· καὶ αὐτὰ νενοθευμένα ἐκάλεσας. Είτα ἀναγκασθεὶς ὁ βαθὺς ἐκεῖνος καὶ ὑψηλὸς θεολόγος, τοῦ μεγάλου Βασιλείου ῥητὸν ἀπὸ τῶν κατ' Εύνομίου προσέφερε, συνηγοροῦν τοῖς πρότερον ενεχθεῖσι· σὺ δὲ καὶ τοῦτο νενοθευμένον ἐκάλεσας· καὶ πάσας τάς προενεχθείσας βίβλους διεφθαρμένας ἀποκαλῶν, μω ρία ἐνομίσθης τοῖς πᾶσιν· ὅτε καὶ τὸν ὑποτακτικὸν τοῦ Νικομηδείας ἀπεστείλατε τὸ βιβλίον κομίσαι του ἱεροῦ Βασιλείου, τὸ τὴν ῥῆσιν ἔχον τοιάνδε· Τίς γὰρ ἀνάγκη, καὶ τὰ ἑξῆς. Κἀκεῖνος οὖν τῇ κακίᾳ κινούμενος, ἢ καὶ παρ' ὑμῶν κινηθείς ἠβουλήθη τὴν ἀλή θειαν κρύψαι· καὶ λαβὼν ἀνὰ χεῖρας τὴν βίβλον, καὶ ἐλθὼν ἐπὶ τὸ θυρίδιον, ᾠκονόμησε τὸ ῥητὸν ἀποξέσαι. Καὶ στήσας τὸ φύλλον ὁ τὸ ῥητὸν εἶχεν ἀπῆλθε λαβεῖν τὸ σιδήριον τοῦ ἀπαλείψαι αὐτό. Τὸ δὲ τῆς ἀληθείας Πνεῦμα οὐκ ἠθέλησε τοῦτο γενέσθαι, ἵν μὴ σβεσθῇ ἡ ἀλήθεια, ἀλλὰ πνέει αέρα, ὁ δὲ ἀπ τρέπει τὸ φύλλου τὸ ῥητὸν ἔχον, καὶ ἕτερον ίστησιν ἐκεῖνος τῇ σπουδῇ ἐκκόπτει ἕτερον ἀνθ' ἑτέρου. Απ βὼν οὖν τὸ βιβλίον, καὶ σπουδαίως ἐν τῇ συνόδῳ ἐλε θών, ήρχετο μετὰ θάρσους τοὺς Λατίνους νικήσει ᾿Ανοίξας δὲ τὸ βιβλίον ὁ πατὴρ αὐτοῦ, καὶ ἰδὼν ἔπ τὸ ῥητὸν ὑγιὲς ὑπάρχον, στρεβλῷ τῷ ὀφθαλμῷ τοπ ὑποτακτικῷ ἐκβλέψας, ἐδείκνυεν· ὅς μετὰ δέου ἐβόησεν· Εἰς τὴν εὐχήν σου, Κύριε, ἔκοψα αύτο πῶς δὲ καὶ πάλιν ὑγιές ἐστιν, ἀπορῶ. Οὕτως οὗ τοῦ ῥητοῦ ὑγιοῦ; εὑρεθέντος ἀνεχωρήσατε· καὶ νῦ οὐκ αἰσχύνῃ λέγων, ὅτι ἤλεγξας τὸ ἄτοπον τῆς τῶν Λατίνων δόξης; Εδει οὖν σε αἰσχύνεσθαι ταῦτα λέ γοντα· οὐ γὰρ πρὸς ἀμαθεῖς ἢ εἰς τὴν ἄοικον ταῦτα ἐπέστελλες, ὅπως μὴ ἐντύχωσι τοῖς εἰδόσι· τὰ Πρα κτικὰ γὰρ δεικνύουσι τὴν ἀλήθειαν, ὅτι οὐδὲν ἄλλο ἐβόας, η Απόκρυφόν ἐστι τὸ προκομισθέν βιβλίον. Εφερον τοῦ Κυρίλλου ῥητὸν, διεφθαρμένον εκάλεις ἐκόμιζον τοῦ Βασιλείου, νενοθευμένον ὑπάρχειν ἔλε
col. 1049–1050page 47 of 75
PG 159:1049γες· καὶ τοῦτο μόνον ὑπῆρχε σοι τὸ γενναῖον τοῦ λόγου. Εἶτα εἰπόντων ἐκείνων, σὲ προκομίσαι τὸ ἀληθὲς, προθεσμίαν ἐζήτεις ἀπελθεῖν εἰς Κωνσταντινούπολιν καὶ εὑρεῖν. Τοιαῦτά σου τὰ γενναία βής ματα καὶ ἡ τοῦ λόγου ἰσχὺς, ἅπερ ἐπ᾽ ἀληθείας αἰσχύνη ἐστὶν ἀπαγγέλλειν αὐτά. Διὰ τοῦτο ἄλις ἐν τούτοις. ΕΦΕΣ. *Αλλων γὰρ ἄλλα ῥητῶν ῥητὰ διαδεχομένων, καὶ λόγου λόγον γεννώντος, ὡς ἐν τοιούτοις εἰκὸς, οὐδέν τι μᾶλλον ἡ ἀλήθεια τὴν ἑαυτῆς ἰσχὺν ἐπεδείκνυτο, πολὺ τὸ μέλαν ἐμούντων ἐκείνων πρὸ ἑαυτῶν, καὶ ταῖς μακρολογίαις αὐτὴν ἐπισκιαζόντων. ΑΠΟΛ. Ἐπειδὴ τὰ τοῦ μεγάλου Αθανασίου ῥητα διεφθαρμένα ἔλεγες, ἀνάγκη ἦν ῥητὰ ἑτέρων ἁγίων προκα μίσαι, καὶ προέφερον τοῦ Ἐπιφανίου τε καὶ Κυρίλλου· καὶ αὐτὰ ἀπόκρυφα, ἄγνωστά τε καὶ διεφθαρμένα ἐκάλεις. Οθεν ὁ λόγος τὸν λόγον γεννῶν, ὡς εἴωθεν ἐπὶ τούτοις ἀεὶ γίγνεσθαι, εχώρει εἰς ἄπειρον. Καὶ σοῦ μὲν ἐν καὶ γενναῖον ἦν ἀεὶ λέγοντος, ὅτι διε φθαρμένον τοῦτο, νενοθευμένον ἐκεῖνο· ἄγνωστον τοῦτο, ἀπόκρυφον τἄλλο. Οἱ δὲ προσδιαλεγόμενοι τῶν Λατίνων ἡγανάκτουν, καὶ θαυμάζοντες ἔλεγον Αἰδέσιμο πάτερ Ἐφέσου, ἡμεῖς μὲν ὅσα τῶν ὑμετέρων ἁγίων βιβλία δείξομεν, ὅλα διεφθαρμένα λέγεις & Ελληνικά εἰσιν. Εἰ μὲν οὖν τὰ Ἑλληνικὰ διεφθαρμένα καὶ νόθα εἰσὶ, Λατινικὰ δὲ ἡμεῖς οὐ θέλομεν ἐπιδεῖξαι διὰ τὸ ἀνύποπτον, πόθεν ἐπιδείξομεν τὴν ἀλήθειαν, ἵνα σὺ πιστωθείης; Δείξον σύ, Πάτερ αιω δέσιμε, τὴν ἀλήθειαν. Σοῦ δὲ ἄλλο τι μὴ ἔχοντος λέ γειν, ἢ ὅτι διεφθαρμένα καὶ νόθα εἰσὶν, ἀνάγκη ἦν ἐκείνους διὰ τῶν ἑπομένων τοῦ διδασκάλου ῥητῶν συμβιβάσαι τὸν νοῦν, καὶ μακροὺς ἀποτεἶναι λόγους εἰς ἀπόδειξιν καὶ ἐξήγησιν τοῦ ῥητοῦ. Μέλαν δὲ οὐκ ἐξέμεσαν ἐν ταῖς ἑαυτῶν ἀποκρίσεσιν οἱ Λατίνοι τὴν ἀλήθειαν ἐρευνῶντες, ἀλλ᾽ ἢ σὺ πάντοτε μεθ' ὕβρεως λέγων καὶ γράφων, καὶ τὸν ἰὸν ἐν τοῖς χείλεσιν ἔχων, ὅθεν καὶ κατεγνώθης ὡς δεισιδαίμων. ρίος ΕΦΕΣ. Αχρις οὗ πάλιν ἀπαγορεύσας, υπό τε τῆς συνή θους ἐνοχλούμενος ἀσθενείας, καὶ τὸ τῶν λόγων ἄκαρπον καθορῶν, ἀπέτεινα λόγον διὰ μακροῦ πρὸς αὐτοὺς ὅσον ἴσχυον· ἐγ ᾧ μαρτυρίαις πλείσταις αναντιρρήτοις παρέστησα τὴν ἀλήθειαν τοῦ ἡμετέρου δόγματος, δτιπερ ἐκ μόνου τοῦ Πατρὸς, οὐχὶ δὲ καὶ ἐκ τοῦ Υἱοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. ΑΠΟΛ. Απηγόρευσα; μὲν ἀληθῶς, ἔφης, μὴ δυνάμενος τοῖς γενναίοις τοῦ φρὰ Ἰωάννου συλλογισμοίς ἀντιλέγειν, ὅτε σοι τὸ τοῦ μεγάλου Βασιλείου ῥητὸν μετὰ συλλογισμῶν ἀντηρώτα, τὸ λέγον· Οὐ γάρ τινα λαμβάνομεν παρὰ τοῦ Πνεύματος, ὥσπερ παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα. Ἐν τούτῳ γὰρ τῷ ῥητῷ σε ἔδειξεν ἄπειρον θεολογίας τῆς ἱερᾶς· ὅτε καὶ ὡς ἀκροατήν σε ἐδίδασκε, πῶς δεῖ νοεῖν τὴν ἐκπόρευσιν τοῦ παναγίου Πνεύματος κατόπτρου γὰρ δίκην τὰ Πρακτικά εἰσι μαρτυροῦντα τὸ ἀληθές· οὐ γὰρ
col. 1051–1052page 48 of 75
PG 159:1051ἀκαρπίαν ἑώρας ἐν τοῖς ἐκείνου λόγοις, ἀλλ᾿ ἰσχύν τε καὶ δύναμιν. Ην δ' εἶχες ἐξ ἔθους ἀσθένειαν, εἴπομεν μὲν καὶ πρότερον, δηλώσομεν δὲ καὶ μετὰ μικρὸν, ἵνα γνῶσι πάντες τίς ἦν. Πρὸς δὲ τὴν δύναμιν καὶ ἰσχὺν τῶν τοῦ Ἰωάννου λόγων μὴ δυνάμενος ἀντιβλέψαι ἠβουλήθης ἀποδράσαι, τὸν ἀγῶνα δειλιάσας τῆς διαλέξεως· καὶ ἐξέτεινα; λόγον, μακρὸν μὲν, μηδένα δὲ καρπὸν ἔχοντα δια λέξεως, ἀλλὰ πάντα ἀπὸ τοῦ Καβασιλᾶ τε καὶ Πι λαμᾶ, καὶ τῶν κατ' αὐτοὺς σχισματικῶν ἀναλαβὼν ἔλεγες γυμνὰ ῥητὰ τοῦ Εὐαγγελίου, οιόμενος ἐξ ἐκείνων δεῖξαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου του Πατρός, οὐχὶ δὲ ἐκ τοῦ Υἱοῦ, ἐκπορεύεσθαι· ὅπερ προέθου μὲν ὁμολογουμένως δεῖξαι, οὐκ ἔδειξας δὲ, οὐδὲ προύργου τὰ ῥητὰ ἐκεῖνά σοι ἀπηντήκε σαν. Τὸ γὰρ εἰπεῖν, Ο παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεται, οὐ μόνον οὐ συνηγορεῖ τῷ σῷ λόγῳ, ἀλλὰ καὶ προδήλως ἐναντιοῦται· οὐ γάρ φησιν, "Ο παρά τοῦ Πατρὸς μόνου, ἢ παρὰ τοῦ Πατρὸς καὶ οὐκ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται. Καὶ τὸ λέγειν, "Οταν ἔλθῃ ὁ Παράκλητος, ὃν πέμψει ὁ Πατήρ, ουδεμίαν σα ἰσχὺν δίδωσιν· οὐ γὰρ λέγει, Ον πέμψει ὁ Πατὴρ μόνος, ἢ Ὃν ὁ Υἱὸς οὐ πέμπει. Καὶ τοῦ Παύλου δὲ, ὅ λέγει· Ἡμεῖς οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, οὐ συνηγορεῖ τῷ σῷ βουλήματι· οὐ γὰρ λέγει, Τὸ Πνεῦμα μόνου τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, ἀλλὰ, Το Πνεῦμα, φησί, τὸ ἐκ τοῦ Θεοῦ, Θεὸς δὲ ὁ Πατήρ καὶ ὁ Υἱός. Ἐκ ποίων οὖν ῥητῶν ἔδειξας ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα ἐν τῇ συνόδῳ, ὥσπερ λέγεις ἐνταῦθα ἐγκαυχώμενος; Ἐκ τῶν ἤδη (ηθέντων; Καὶ αὐτὰ οὐκ ἐκ μόνου φασὶν, ἀλλ᾽ ἁπλῶς ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ τούτοις τοῖς λόγο; Λατίνος συνομολογήσουσιν. Οὗτος γάρ ἐστιν ὁ νοῦς ἅπας ἐκείνου τοῦ λόγου ὅνπερ ἐξέτεινας. Ἀλλ' οὐκ ἀντίκεινται, φήσουσιν οἱ τῆς ἀληθείας συνήγοροι, τὰ ῥητὰ ταῦτα τοῖς λέγουσι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπο ρεύεσθαι. Εἰ γὰρ ἔφασαν, Ο παρὰ τοῦ Πατρὸς οὐκ ἐκ τοῦ Υἱοῦ· ἦ, Ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, οὐχὶ δὲ καὶ ἐκ τοῦ Υἱοῦ· ἢ, Ο Πατήρ μόνος προ βάλλει τὸ Πνεῦμα, οὐ μὴν δὲ καὶ ὁ Υἱὸς, καὶ ἀλλ᾽ ὅμοια, εἶχες ἂν σκιὰν ἐρίζειν τε καὶ φιλονεικεῖν. Ἀλλ᾿ οὐδὲ εἰ ἐκ μόνου τοῦ Πατρὸς ἔλεγον, ἦν ἱκανὰ πρὸς ὅ σὺ βούλει· πάρεστι γὰρ εἰδέναι καὶ ἐξ ἄλλ λων ευαγγελικῶν φωνῶν τοῦτο αὐτό. Φησὶ γὰρ ὁ Σωτήρ· Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐ δεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ μου μόνος. Καὶ αὖθις· Η ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. Ἐν τούτοις οὖν σαρῶς μὲν ἀπηρνήσατο, ὅτι οὐκ οἶδεν αὐτὸς ὁ Υἱός, εἰ μὴ μόνος ὁ Πατήρ· καὶ ἡ διδαχὴ αὐτοῦ οὐκ ἔστιν αὐτοῦ, ἀλλὰ τοῦ Πατρός. Ἡμεῖς δὲ καλῶς καὶ ἐπαινετώς πιστεύομεν πάν τοὐναντίον, καὶ τὴν ἡμέραν ἐκείνην καὶ ὥραν εἰδί ναι αὐτὸν ὥσπερ καὶ τὸν Πατέρα λέγομεν, καὶ τὴν
col. 1053–1054page 49 of 75
PG 159:1053διδαχὴν αὐτοῦ εἶναι τιθέμεθα. Εἰ οὖν ἐν οἷς φανε ρῶς ἀπηρνήσατο, ἡμεῖς ταναντία πιστεύομεν, καὶ ὀρθοδόξως ποιοῦμεν, διὰ τί ἐνταῦθα, ἔνθα οὐδεμίαν 10 ἄρνησιν τέθεικεν, οὐ πιστεύομεν ὅτι καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα ὑπάρχει, ὅπου γε ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις δι' ἄλλων ῥητῶν τὸ αὐτὸ ἡμῖν ὁ Σωτὴρ παρ ιστῇ; ὅς πού φησιν· "Οταν ἔλθῃ ὁ Παράκλητος, ἐν ἐγὼ πέμψω ὑμῖν. Οὗτός ἐστιν ὁ Παράκλητος ἐκεῖνος, δν ὁ Πατὴρ ἐκπορεύει· εἰ οὖν ἂν ὁ Πατήρ ἐκπορεύει, ὁ Υἱὸς ἐκπέμπει, τί διαφέρει τὸ πέμ πεσθαι τοῦ ἐξ αὐτοῦ ἐκπορεύεσθαι; Καὶ πάλιν ¨Οταν ἔλθῃ ἐκεῖνος, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν· πάντα γὰρ ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Διὰ τοῦτο εἶπον, ὅτι Ἐκ τοῦ ἐμοῦ λαμβάνει. Καὶ ἀλλαχοῦ φύσησε, καὶ εἶπε τοῖς μαθηταῖς, Λάβετε Πνεῦμα ἅγιον. "Απερ πάντα δεικνύουσιν, ὅτι καὶ ἐκ τοῦ; Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Πόθεν οὖν καὶ ἐκ ποίων ῥητῶν ἔδειξας σὺ τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρός; Ἐκ τῶν διδασκάλων τῆς Ἐκκλησίας; Καὶ πῶς ἐστι δυνατόν τοὺς αὐτοὺς ἐκ μόνου τοῦ Πατρὸς, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ λέγειν Εἰ γὰρ ἔλεγον οὕτως, ἑαυτοῖς περιέπιπτον, ἄλλα μὲν λέγοντες ἐν ἄλλοις, καὶ ἄλλα ἐν ἄλλοις. Δεῖ γὰρ ἢ ἐκ μόνου τοῦ Πατρὸς λέγειν αὐτοὺς, ἢ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ· ἀλλὰ τὸ ἐκ μόνου οὐδεὶς τῶν ἁγίων εἴρηκεν, εἰ μὴ μόνον Νεστόριος ὁ αἱρε τικός, τὸ δὲ ἐκ τοῦ Υἱοῦ πάντες οἱ διδάσκαλοι διαρρήδην κηρύττουσιν. Αὐτίκα γὰρ ὁ μέγας τῆς Ἐκκλησίας στῦλος, ὁ μέγας τῷ ὄντι καὶ ἱερὸς ᾿Αθανάσιος ἐν τῇ ὁμολογίᾳ τῆς ἑαυτοῦ πίστεώς φησιν· Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐ ποιητόν, οὐ κτιστὸν, οὐ γεννητόν, ἀλλ' ἐκπορευτόν. Ὁ αὐτὸς ἐν τῷ εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου λόγῳ οὕτω φησίν· Μὴ ὑπονοείτω τις, ὅτι μὴ ἔχων αὐτὸς ἐλάμβανεν· αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμπεν ὡς Θεὸς, καὶ αὐτὸς αὐτὸ κάτωθεν ὑπεδέχετο ὡς ἄνθρωπος· ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Βασίλεος δὲ ὁ θειότατος ἐν τῷ κατ' Ευνομίου τρίτῳ φησίν· «Τίς γὰρ ἀνάγκη, εἰ τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον ὑπάρχοι τὸ Πνεῦμα, τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει; Αξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ' αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως τῆς αἰτίας ἐκείνης ἐξημμένον παραδίδωσιν ὁ τῆς εὐσεβείας λόγος.» Ο δὲ Νύσσης θείος Γρηγόριος ὁ καὶ ἀδελφὸς τούτου ἐν πολλοῖς μὲν λόγοις αὐτοῦ τοῦτό φησι, μάλιστα δὲ ἐν τῇ εἰς τὸ, Πάτερ ἡμῶν, ὁμιλία τρίτῃ διατρανοῖ λέγων· Ὁ γὰρ μονογενής Υἱὸς ἐκ τοῦ Πατρὸς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ίστησιν ὁ λόγος αὐτοῦ τὴ ἰδίωμα τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς εἶναι λέγε ται, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται· Εἰ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ, φησὶν ὁ θεῖος Απόστολος. Κύριλλος δὲ ὁ τῆς Ἀλεξανδρέων Εκκλησίας φωστήρ ὁ μακάριος, ἐν τῇ πρὸς Νεστόριον ἐπιστολῇ, ἧς ἡ ἀρχὴ, Τοῦ Σωτῆρος ἡμῶν ἐνεργῶς λέγοντος, Ο
col. 1055–1056page 50 of 75
PG 159:1055φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος, φησίν· «Εἰ καὶ ἔστι τὸ Πνεῦμα ἐν ὑποστάσει ἰδικῇ, καὶ δὴ νοεῖται καθ' αὐτὸ καθὸ Πνεῦμά ἐστι καὶ οὐχ Υἱὸς, ἀλλ᾽ οὖν ἐστιν οὐκ ἀλλότριον τοῦ Υἱοῦ Πνεῦμα γὰρ ἀληθείας ὠνόμασται, καὶ ἔστι Χριστὸς ἡ ἀλήθεια, καὶ προχεῖται παρ' αὐτοῦ, καθάπερ ἀμέ λει καὶ ἐκ τοῦ Θεοῦ καὶ Πατρός.» Τὸ δὲ προχεῖται ἀντὶ τοῦ ἐκπορεύεται ὁ διδάσκαλος τίθησιν, ὡς ἐν τῇ ἐξηγήσει τοῦ θείου Συμβόλου ὁ αὐτὸς λέγει, ἔνθα φησί· «Καὶ προχεῖται, ἤγουν ἐκπορεύεται.» Ὁ αὐτὸς ἐν τῇ ἑρμηνείᾳ τῇ εἰ; τὸν προφήτην Ἰωὴλ τῇ, Εκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, φτ σίν·. Η μὲν γὰρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός, γεγέννηται γὰρ ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ἴδιον αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός. ο Ο αὐτὸς ἐν τοῖς πρὸς Παλλάδιον "Αντιῤῥητικοίς οὕτω λέγει· «Τρεπτὸν δὲ οὗ του που Πνεῦμά ἐστιν ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ' αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδρα μεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ, τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ήγουν ἐκ Πατρὸς δι' Υιού προχεόμενον Πνεῦμα.» ῾Ο αὐτὸς ἐν τῇ ἐξηγήσει τοῦ ἐννάτου ἀναθεματισμοῦ φησιν· «Ιδιον ἔχων ὁ Υἱὸς τὸ ἐξ αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκό; αὐτῷ Πνεῦμα ἄγιον εἰργάζετο τὰς θεοσημείας. Χρυσόστομος δὲ ὁ μακάριος ἐν τῇ ὁμιλίᾳ τῇ εἰς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου φησίν· ο Ηλθεν ὁ Χριστὸς εἰς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ Πνεῦ μα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα.» Τὸ δὲ, Ἐξ αὐτ τοῦ, τί δηλοῦν βούλεται, ἢ ὅτι τὸ ἐξ αὐτοῦ ἐκπο ρευόμενον Πνεῦμα δέδωκεν ἡμῖν; Καὶ Σιμεὼν δὲ ὁ νέος θεολόγος, ὁ καὶ μεταφραστὴς καλούμενος, τῇ τρίτῃ τοῦ Ὀκτωβρίου εἰς τὸν βίον τοῦ ἁγίου Διονυσίου τοῦ ᾿Αρειοπαγίτου οὕτω φάσκει·. Πέρας τὰ τῆς σωματικῆς ἐνδημίας δέχε ται, τὰ δὲ τοῦ πνεύματος ἄρχεται· καὶ εἰς οὐρανούς ὁ ἐμὸς Χριστὸς ἀναφέρεται, πρὸς τὸν πατρικὸν επάνεισι θρόνον, καὶ τὸ ἐκπορευόμενον αὐτοῦ Πνεῦμα ἐπὶ τῇ τῶν ἀπίστων ἐθνῶν καταπέμπει τοῖς μαθηταῖς ὁδηγίᾳ· ο συνῳδὲ λέγων τῷ μεγάλῳ πατρὶ Χρυσοστόμῳ, ήγουν τὸ ἐκπορευόμενον ἐξ αὐτοῦ. Ἐπιφάνιος δὲ ἀρχιεπίσκοπος Κύπρου ὁ μακά ριος, ο Αμφότερα κατοικεί, φησὶν, ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐκ τοῦ Πατρὸς πιστεύεται Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἡ παρ' ἀμφοτέρων, ὥς φησιν ὁ Χριστός· "Ο παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεται, καὶ οὕτως ἐξ ἐμοῦ λήψεται.» Καὶ ἐν τῷ Αγκυρωτῷ· «“Ον τρόπον οὐδεὶς ἔγνω τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὕτω τολμῶ λέγειν, οὐδὲ τὸ Πνεῦμα εἰ μὴ ὁ Πατὴρ καὶ ὁ Υἱός, παρ' οὗ ἐκπορεύεται καὶ παρ' οὗ λαμβάνε καὶ οὐδὲ τὸν Υἱὸν καὶ τὸν Πατέρα εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διδάσκον πάντα, τὸ δοξάζον ἀληθῶς, ὁ
col. 1057–1058page 51 of 75
PG 159:1057παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστι· ι καὶ κατωτέρω·. Τὸ Πνεῦμα δὲ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πνέει. Ταράσιος δὲ ὁ μακάριος πατριάρχης Κωνσταντινουπόλεως ἐν τῇ ἐπιστολῇ πρὸς τοὺς τῆς ἀνατολῆς ἀρχιερεῖς, ἧς ἡ ἀρχὴ, Πολλαῖς καὶ μεγάλαις προ νοίαις, οὕτω φησί· ι Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς δι' Υἱοῦ ἐκπορευόμενον, καὶ αὐτὸ Θεὸν εἶναι γνωριζόμενον.» Καὶ ὁ ἅγιος δὲ Ιλάριος ἐν τῷ λόγῳ τῷ μετὰ τὴν Πεντηκοστὴν οὕτω φησι· «Πιστεύομεν εἰς τὴν ἁγίαν Τριάδα, τουτέστι τὸν Πατέρα καὶ τὸν Υἱόν καὶ τὸ ἅγιον Πνεῦμα, ένα Θεὸν παντοδύναμον, μιας οὐσίας, μιᾶς ὑπάρξεως, μιᾶς ἐξουσίας, δημιουργὸν πάντων τῶν κτισμάτων· ἐξ οὗ πάντα, δι᾿ οὗ πάντα, ἐν ᾧ πάντα· Πατέρα ἀφ' ἑαυτοῦ, ἀλλ' οὐκ ἀφ᾿ ἑτέρου· Υἱὸν ἐκ τοῦ Πατρὸς γεννητὸν Θεὸν ἀληθι νὰν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἀληθινὸν ἐκ φωτός ἀληθινοῦ, οὐ μὴν δύο φῶτα, ἀλλ' ἓν φῶς· Πνεῦμα. ἅγιον παρὰ Πατρὸς καὶ Υἱοῦ ἐπίσης ἐκπορευόμενον.» Καὶ ᾿Αναστάσιος δὲ ὁ τοῦ ἁγίου όρους Σινᾶ ἐν τῷ λόγῳ τῷ Περὶ καθ' ἡμᾶς ὀρθῶν δογμάτων τῆς ἀληθείας, ἐπιγραφὴν ἔχοντι, Ἡ δὲ ἀρχὴ τοῦ λόγου τῶν περὶ τῆς ὑγιοῦς ἡμῶν πίστεως, οὕτω φησί Τοῦ δὲ σώματος τὸ ἰδίωμα λαβόντες ώ; παράδειγμα, τὴν ἀλληλουχίαν τῶν θείων παρεστήσαμεν διὰ τῆς τῶν μελῶν ἀναλογίας τε καὶ εἰκασίας· ταύτῃ δὲ καὶ πνεῦμα στόματος αὐτοῦ, δηλονότι τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον λέγεται, στόματος ὄντος τοῦ Μονογενοῦς. Καὶ Πνεῦμα, παλιν ἐξ αὐτοῦ ἐκπο ρευόμενον καὶ ἀποστελλόμενον, οὐ μόνον παρὰ τοῦ Πατρὸς, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ.» Καὶ μετά τινα πάλιν φησί· ι Καὶ γοῦν ὁ Κύριος ἐξ ἑαυτοῦ δεικνύς αὐτὸ ὑπάρχειν, ἐμφυσῶν τοῖς μαθηταῖς ἔλεγε· Λά σετε Πνεῦμα ἅγιον.» Καὶ Δαμασκηνὸς δὲ ὁ ἅγιος ἐν τῷ ιγ' τῶν Θεο λογικῶν οὕτω λέγει· Ἡ ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρὸς ἐκ Πατρός ἐστι δι' Υἱοῦ ἐκπορευομένη, ὡς οἶδεν.» Καὶ μικρὸν ἀνω τέρω· «Αὐτὸς μὲν οὖν ἐστι νοῦς, Λόγουἄβυσσος, Λόγου γεννήτωρ, καὶ διὰ Λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύματος.» Τὸ δὲ, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐ λέγομεν, ὅπερ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ ὁ αὐτὸς διδάσκαλος λέγει, ἵνα μή τις διστάσῃ· ἐλύσαμεν αὐτὸ ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ ὅρου, ὑπεραπολο γούμενο: τῶν πέντε κεφαλαίων. Καὶ Κύριλλος πάλιν ὁ μακάριος ἐν τῷ πρὸς Ερμείαν δευτέρῳ λέγει οὕτω;· «"Αγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Πατρὸς δι' Υἱοῦ προχεόμενον φυ σικῶς.» Οτι δὲ ἡ, διά, τῇ, ἐκ, ἰσοδυναμεῖ, καὶ τὴν αὐτὴν ἰσχὺν ἔχει, μετά μικρόν καὶ τοῦτό σοι δείξου μεν. Νῦν δὲ τί ἔχεις πρὸς ταῦτα εἰπεῖν; Οὐκ εἰσιν οὗτοι οἱ προλεχθέντες ἅγιοι καὶ τῆς Ἐκκλησίας διδάσκαλοι; Εἰ οὖν οὗτοι πάντες ἐν διαφόροις λέ ξεσι καὶ συλλαβαῖς ἐν τοῖς αὐτῶν συγγράμμασι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὁμολογοῦσι καὶ λέγουσι, πόθεν σοι τὸ ἐκ μόνου τοῦ Πα
col. 1059–1060page 52 of 75
PG 159:1059; τρός Πνεῦμα τὸ ἅγιον εὕρηται ἐκπορευόμενον ἐν τῇ ἱερᾷ Γραφῇ; Δεῖξον ἡμῖν, τίς τῶν διδασκάλων τὸ ἐκ μόνου φησί; τίς τῶν ἁγίων; ποία τῶν συν.. δων τοῦτ' ἔφησε; τί ὅτι ἐματαιώθης σύ, καὶ σπουδάζεις καὶ τοὺς ἄλλους ἐξαπατῆσαι; Οὐκ έσθης τὸν Κύριον, δς κρινεί ζῶντας καὶ νεκρούς; Πώς ἠρνήσω αὐτὸν μὴ εἶναι ὁμοούσιον καὶ ὁμέθρονον καὶ ὁμοδύναμον τῷ Πατρὶ καὶ συνάναρχον, καὶ πάντα ἔχοντα ὅσα καὶ ὁ Πατήρ, δίχα μόνου του εἶναι Πατέρα; Αὐτὸς γάρ φησι· Πάντα ὅσα έχει ὁ Πατήρ, ἐμά εἰσι· καὶ αὖ· Σύ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ· καί· Πάντα τἀμὰ σὰ ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ ἐν τῇ εὐχῇ· Δὸς αὐτοῖς, περὶ τῶν μαθητῶν λέγων, ἵνα ὦσιν ἔν, καθὼς ἡμεῖς ἔν ἐσμεν. Εἰ οὖν ἔν ἐστι μετὰ τοῦ Πατρὸς ὁ Υἱός, πῶς τὸ Πνεῦμα ἐκπορεύεται ἐκ μόνου τοῦ Πατρός, ὅπερ ἀχωρίστως πρόεισιν ἐκ Πατρὸς καὶ Υἱοῦ; Ταῦτα μὲν ἔδε: σε βλέπειν, καὶ μὴ τὰ Καβασιλά Παλαμᾶ τε, καὶ τοῦ Φουρνή, Καματηροῦ καὶ Μεσχάμπαρη; καὶ τῶν ἄλλων, ἵνα μὴ καθ᾽ ἕκαστον λέγω, ὧν ἐπακούσας, σχισματικός καὶ ἐχθρὸς τῆς ἀληθείας ἐγένου· καὶ ἐν τῇ συνόλῳ οὐ τὰ τῶν ἁγίων, ἀλλὰ τἀκείνων εἰπὼν ᾐσχύνθη;, ὅτε σοι τοὺς διδασκάλου; τῆς Ἐκκλησίας ἐκεῖνοι προήνεγκαν, καὶ μὴ δυνά μενος ἀναβλέψαι ἀπέδρας αἰσχυνθείς· καὶ νῦν οὐκ αἰσχύνῃ λέγων, ὅτι ἔδειξας ἐκεῖ ἐκ μόνου τοῦ Π τρὸς τὸ Πνεῦμα; Προέθου μὲν δείξαι, ὅτε σοι καὶ κράτους ποδῶν καὶ φωνῆς ἐποίησαν οἱ τῆς ἐνδο τέρας Φραγκίας ἡγούμενοι, μεγάλη φων, αἱρετικών καὶ κατηραμένον ἀποκαλοῦντές σε, εὔπω δὲ ἀπέ δειξας ἀλλ᾽ ἢ μόνον ἁπλῶς ῥητὰ εἶπες· “Ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τὰ ὅμοια ἅπερ καὶ διελύσαμεν ἤδη, καὶ οὐ δεῖ περαιτέρω λέγειν. ΕΦΕΣ. Παρὰ μὲν τῶν εὐαγγελικῶν ἀρξάμενος λόγων. διὰ δὲ τῶν ἀποστόλων καὶ τῶν διαδεξαμένων αυτούς κατελθὼν ἄχρι καὶ τῆς οἰκουμενικῆς τρίτης συνέ δου, κατά μέρος τε ἐξεργαζόμενος ἕκαστον τῶν ῥη τῶν, καὶ συλλογιζόμενος ἐφ' ἑκάστῳ, καὶ συμπερα! νων οπερ ἀποδεικνύναι προκείμενον εἶχον, ὡς πανταχού τοῦ καινοῦ τῶν Λατίνων δόγματος ἀπηγορευμένου. ΑΠΟΛ. Ήρξω μὲν, ὡς καὶ πρότερον ἔφην, ἐκ τῶν εὐαγ γελικῶν φωνῶν εἰς σύστασιν τοῦ σοῦ φρονήματος, οι μὴν δὲ τῇ καταστάσει ἐπηκολούθησας της διαλέξεως. Ἐστήσατε γὰρ, ἵνα ἀπὸ κεφαλαίου εἰς κεφά λαιον, καὶ ἀπὸ ἐπιχειρήματος εἰς ἐπιχείρημα μετα βαίνητε, ἵνα καὶ εὐσύνοπτοι καὶ σαφεῖς οἱ ἐρωτήσεις ἅμα καὶ ἀποχρίσεις γίνωνται. Ὅταν δὲ εἰς αὐτὸ ἤλθετε, καὶ ῥητὸν τὸ ῥητὸν διεδέξατο, καὶ συλλ γισμὸς κατόπιν ὡς ἐν συνάψει ἐπηκολούθει γενναίως παρὰ τοῦ φρὰ Ἰωάννου λεγόμενος, εστενοχωρήθης τῇ ἀποκρίσει, καὶ ἐξέφυγες, τὸν μακρὸν ἐκεῖνον ἀποτεινάμενος λόγον, μηδένα καρπὸν ἀληθείας ἔθως έχοντα διαλέξεως· ὅτε σοι ὁ προσδιαλεγόμενο; Ιωάννης ἔφη· Κύριε Εφέσου, φαίνεται ὅτι παρα
col. 1061–1062page 53 of 75
PG 159:1061θαίνεις τὴν τάξιν, ἄλλη γὰρ ἐστιν ἡ ἡμετέρα συμ φωγία, καὶ ἄλλως ποιεῖς· ἔτι τὸ τοῦ μεγάλου Βασι λείου ῥητὸν οὐκ ἔλαβε τέλος, καὶ σὺ προέφερες εἰς μέσον ἄλλας ὑποθέσεις καὶ ἄλλα κεφάλαια ἔξω τοῦ προκειμένου, διδάσκων, ὡς ἔοικε, τοὺς ἀκροατάς. Λέγε λοιπόν μακρὸν, ὅσον ἂν αὐτὸς βούλῃ· ἐπειδὴ ἐγὼ οὐκ ἔχω τιθέναι σο: νόμον, ἀλλ' ὁ γαληνότατος βασιλεύς. Ομως ἐγὼ τηρήσω την σεμνότητα καὶ τὴν τάξιν τῶν διαλέξεων, καὶ οὐδέποτε ἀποκριθήσομαι εἰς ὅσα λέγεις, ἔστ' ἂν ἀπολογηθῇς κατά τά ξιν τῶν προκομισθέντων ῥητῶν, καθ' δν ήρξάμεθα τρόπον τῆς διαλέξεως, ὅπως σαφηνισθέντος τοῦ ἑνὸς ἀρξώμεθα τοῦ ἑτέρου. Ακούσας οὖν ταῦτα ἐπιλη μία κατέσχε σε, καὶ ἐστενοχωρήθης ἐλθεῖν κατὰ πεῦσιν καὶ ἀπόκρισιν τῶν ῥητῶν· καὶ εὐθὺς ὀλίγα εἰπὼν, Σέκουλα σεχουλώρουμ εβόησας, τουτέσιν οὐ βούλομαι ἔτι λέγειν, τέλος ἐποίησα. "Οθεν καὶ ὁ μας καριώτατος πάππας ἔφησε· Δίκαιόν ἐστιν, ἐπὶ εἶπες ὅσα ἔχρηζες, ἵν᾿ ἀπολογηθῇς καὶ εἰς τὰ τελευταῖα Ιωάννου τοῦ προβιντζιαλίου. Μὴ θέλοντος δέ σου ἀποκριθῆναι, ἀλλ' ὀλίγους εἰπόντος λόγους, στρεβλούς και διεφθαρμένους καὶ ἔξω τοῦ προκειμένου, ελύθη ἡ συνέλευσις, καὶ πλέον οὐκ ἠθέλησας συνελθεῖν. Και νὸν δὲ καὶ ἀπηγορευμένον τὸ τῶν Λατίνων δόγμα οὔτε μὴν ἔδειξας οὔτε δείξεις ποτέ, οὔτε σὺ οὔτ᾽ ἄλ λος τις υψηλότερός σου καὶ λογιώτερος· ὅτι οὐ και νὸν τοῦτο τὸ δόγμα ὑπάρχει, ἀλλ' ἀπὸ τῆς δευτέρας συνόδου ἐστί τε καὶ ψάλλεται ἐν τῇ Ῥωμαϊκῇ Εχο κλησίᾳ· οὐδὲ Λατινικόν ἐστι ἢ Γραικικόν, οὐ γὰρ ἐν μέρει ἡ πίστις, ἀλλὰ Χριστιανικόν· πάντες γὰρ οἱ @ διδάσκαλοι Γραικοὶ καὶ Λατίνοι τὸ αὐτὸ φρονοῦσιν εἰ μὴ τοσοῦτον ἀτοπώτατος βούλει φανήναι, ὥστε καὶ τοὺς ἀνατολικοὺς ἁγίους καὶ διδασκάλους Λατί νους ἀποκαλεῖν. ΕΦΕΣ. Ἐπὶ τούτοις κατέλυσα τὰς πρὸς αὐτοὺς ὁμιλίας, ή μηκέτι συνελεύσεσθαι μετ᾿ αὐτῶν, ἢ γοῦν αὐτὸς σιωπήσειν βεβαιωσάμενος. 'Αλλ' ἐκεῖνοι προσεκαλοῦντο τοὺς ἡμετέρους ἑκόντας ἄκοντας εἰς τὴν τῶν εἰρημένων ἀντίρρησιν· καὶ τοῦτο διαπραξάμενοι μή παρόντος ἐμοῦ διὰ τὴν ἀσθένειαν, δύο ἐφεξῆς συνε λεύσεις ἀνήλωσαν αὐτοὶ μόνοι λέγοντες, μηδενὸς ἀπολογουμένου. ΑΠΟΛ. Ο δίκαιος λόγος ἀπῄτει, ἐπειδὴ σὲ ἀπὸ μέρους τῶν Γραικῶν εἶπες, καὶ οὕτω μακρούς κατέτεινας λόγους, ἵν᾿ ἀκούσῃς καὶ τὰς ἀποκρίσεις. Οὐ γὰρ δι καιον, τὸν διαλεγόμενον μόνον λέγειν μὲν, οὐκ ἀκούειν δὲ καὶ τοῦ ἀποκρινομένου. Καὶ σὺ μὲν τὸ, Σέκουλα σεκουλώρουμ, εἰπὼν, αἰσχυνθεὶς τῇ στενοχωρήσει τοῦ φρὰ Ἰωάννου ἀνεχώρησας, καὶ οὐκέτι ἐβούλου συνελθεῖν· οἱ δὲ Λατῖνοι οὐκ ἠνείχοντο σιωπῆσαι, καὶ τοῖς σοῖς λόγοις μὴ δοῦναι ἀπολογίαν. Οθεν ἐκά λουν κανονικῶς ὑμᾶς συνελθεῖν καὶ ἀκοῦσαι τὰς ἀποκρίσεις τῶν λόγων. Καί σου μὲν μὴ βουλομένου συνελθεῖν, ὁ βασιλεύς τε καὶ ὁ πατριάρχης καὶ οἱ ἐπίλοιποι τῆς ἀνατολικῆς Ἐκκλησίας λογάδες ψήθη σαν δίκαιον εἶναι συνελθεῖν, καὶ οὕτω συνῆλθον. Αποστείλασα οὖν ἡ σύνοδος ἐκάλει καὶ σὲ ἐλθεῖν,
col. 1063–1064page 54 of 75
PG 159:1063νος. Νοήσαντες οὖν οἱ δημόται σου τὴν φυσικὴν ἀσθέ νειαν, ήνπερ εἶχες, ἐσιώπησαν. Λατίνοι δὲ μόνοι ἦν ἔλεγον μηδενὸς ἀπολογουμένου, οὐ γὰρ χρεία ν ἀπολογεῖσθαι τοὺς ἡμετέρους, ὅτι ὁ τῶν Λατίνων λόγος ἀπολογία ὑπῆρχε πρὸς τὰ ὑμέτερα. ἀλλ' οὐκ ἠθέλησας, ἀσθένειαν ἰσχυρὰν ὑποκρινάμε ΕΦΕΣ. Κατὰ μὲν τὴν πρώτην τὰ ῥητὰ τῶν οἰκείων διδα σκάλων προενεγκόντες, ἐν οἷς ἐδείκνυσαν τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ τοῦ Υἱοῦ, καθὰ καὶ ἐκ τοῦ Πατρός. ΑΠΟΛ. Ἐν ταύτῃ τῇ συνελεύσει ἀπέστειλεν ἡ σύνοδος ζητοῦσά σε ἐλθεῖν πρὸς τὴν διάλεξιν· ἐπειδὴ ὁ προσ διαλεγόμενος φρὰ Ἰωάννης ἔλεγεν, Αγάγετε τον Εφέσου ὧδε, ἵνα ἀκούσῃ τὰς ἀποκρίσεις τῶν λόγων αὐτοῦ. Σὺ δὲ μὴ δυνάμενος ἀκούειν τὸν ἔλεγχον τῶν παρὰ σοῦ ῥητῶν, οὐκ ἠθέλησας ἐλθεῖν, ἀλλ' ὑπεκρί νου ἀσθένειαν. Διὸ καὶ ὁ διδάσκαλος Ἰωάννης τοὺς μὲν ἐλέγχους τῶν σῶν ἑάσας λόγων, τὰ τῶν οἰκείων διδασκάλων ῥητά προέφερε δεικνύων τοῦ δόγματος τὴν ἀλήθειαν, ἀναιρῶν, ἅπερ ἔλεγες, ὅτι οὐκ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα. ᾿Αλλὰ σὺ μὲν ἔλεγες, οὐκ ἐδε! κνυες δέ· ἐκεῖνος δὲ ἔλεγε, καὶ γενναίως ἐδείκνυε μετὰ τῶν δυτικῶν διδασκάλων. "Αρ' ὄντως δύνασαι ἀρνήσασθαι, ὅτι οὐκ εἰσιν οἱ δυτικοὶ διδάσκαλοι ἅγιοι; Εἰ εἴποις, αἱρετικὸς πάντων αίσχιστος δόξεις ὅτι ἡ πέμπτη οἰκουμενικὴ σύνοδος ἐν τῷ ἑαυτῆς ὄρῳ φησίν· Επόμεθα τοῖς ἁγίοις καὶ μακαρίοις Πατράσι καὶ διδασκάλοις, Γρηγορίῳ τῷ Διαλόγῳ, Αὐγουστίνῳ, Βασιλείῳ, Ιερωνύμων, Αμβροσίῳ καὶ τοῖς λοιποῖς. καὶ τὰς φωνὰς αὐτῶν στέργομεν καὶ ἀποδεχόμεθα Οὐκοῦν οὐ δύναται ἀντειπεῖν. Τούτους οὖν οὓς ἡ πέμπτη τῶν οἰκουμενικῶν σύνοδος ἁγίους καὶ διδα σκάλους ἐκήρυξεν, ὁ Ἰωάννης κομίσας ἔδειξεν έναρ γῶς τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ εἰς ἀναί ρεσιν τῶν σῶν λόγων, καὶ οὐ τῶν ἀνατολικῶν δι δασκάλων, διότι κἀκεῖνοι τὰ αὐτὰ τοῖς δυτικοῖς λέ γουσιν. Ἵνα δὲ ἡ ἀλήθεια δηλωθείη τοῖς βουλομέν νοις ἰδεῖν, εἴπερ ἀληθῆ λέγεις, ἡμεῖς καὶ τὰ ῥητά τῶν δυτικῶν διδασκάλων ἐνταῦθα θήσομεν, οὐ πάντα οὐδὲ πάντων, ἀλλ' ἐκ τῶν πολλῶν ὀλίγα, δεικνύντες σε πανταχοῦ διὰ τούτων αλαζόνα καὶ ματαιόφρονα. Εν πρώτοις γὰρ ὁ τῆς πρεσβυτέρας Ρώμης άρ χιερεὺς, ὁ μέγας, φημι, Γρηγόριος ὁ Διάλογος, ὃν καὶ ἡ ἀνατολική Εκκλησία διδάσκαλον καὶ ἅγιον ἔχει, οὕτω φησὶν ἐν τῇ ἐξηγήσει τοῦ ἱεροῦ εὐαγγελίου· Οθεν καὶ αὐτὴ ἡ ᾿Αλήθεια, ἵνα τοῖς μαθηταῖ; πίστιν προσθῇ, εἶπεν· Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Ἐπεὶ γάρ ἐστι δῆλον τὸν Παράκλητον τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἀεὶ καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, τίνος χάριν ἑαυτὸν ὁ Υἱὸς ἀποδημήσοντα εἴρηκεν, ἵν᾽ ἐκεῖνος ἔλθῃ, ὁ τοῦ Υἱοῦ μηδέποτε ἀφιστάμενος;
col. 1065–1066page 55 of 75
PG 159:1065Καὶ περαιτέρω εἰ; τὸ ῥητὸν τὸ, Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, φησίν· Ὅταν ἔλθῃ ὁ Παράκλητος, δε εγώ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός· εἰ γὰρ τὸ ἀποστέλλεσθαι τὸ σαρκοῦσθαι μόνον ὀφείλει νοεί σθαι, τὸ Πνεῦμα τὸ ἅγιον ἀναμφιβόλως οὐδένα ἂν τρόπον ἐλέγετο ἀποστέλλεσθαι, ὅπερ οὐδέποτε ἐσαρκώθη· ἀλλ' ἡ τούτου ἀποστολὴ αὕτη ἐστὶν, ἡ αὐτοῦ πρόοδος, ᾗ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύε Ὁ δὲ θεῖος ᾿Αμβρόσιος ἐν τῷ πρὸς Γρατιανόν τὴν βασιλέα πρώτῳ βιβλίῳ τῷ Περὶ τοῦ ἁγίου Πνεύματος οὕτω φησίν· Ἀλλ᾽ οὔτε ἐπειδὰν ἐκ τοῦ Πατρὸς ἐξέρχηται, ἀπὸ τόπου ἀναχωρεῖ, καὶ ὡσεὶ σώμα χωρίζεται ἀπὸ σώματος· οὐδὲ γὰρ ἐν τῷ Πα τρὶ ὡς δῆθεν ἐν σώματι ἅτε δὴ σῶμα ἐμπερικλείε καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἡνίκα ἐκ τοῦ τρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, οὐ χωρίζεται τοῦ Πατρός, οὐ χωρίζεται τοῦ Υἱοῦ· τίνα γὰρ τρόπον δύναται χωρίζεσθαι τοῦ Πατρός, Πνεῦμα στόματος αὐτοῦ ὄν; “Ο πάντως καὶ τῆς ἀϊδιότητος δειγμά ἐστι, καὶ τῆς θεότητος ἐμφαίνει τὴν ἑνότητα. ται Αὐγουστῖνος δὲ ὁ θειότατος πρὸς Ορώσιον ἐπιο στέλλων ἐν τῷ λόγῳ, οὗ ἡ ἀρχή, Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσεν ἑαυτὸν οὕτως ἐπελευσόμενον [ἀπελευσόμενον], ἐν πολλοῖς τόποις περὶ τού του λέγων, καὶ τοῦτό φησι· Διά τί τοίνυν μὴ πιστεύσωμεν, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ καὶ τοῦ Υἱοῦ ἐστιν αὐτὸ Πνεῦμα; Εἰ γὰρ μὴ παρ' αὐτοῦ ἐξεπορεύετο, οὐκ ἂν μετὰ τὴν ἀνάστασιν ἑαυτὸν ἐμφανίζων τοῖς μαθηταῖς, ἐνεφύσησεν αὐτοῖς λέγων· Λάβετε Πνεῦμα ἅγιον. Καὶ μετά τινα· Τί δὲ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται πρὸς τὸν Υἱόν, κἀκ τοῦ Τοῦ ἐκπορεύεται πρὸς τὸ ἁγιάζειν τὴν κτίσιν, ἀλλ' ὁμοῦ ἐξ ἀμφοτέρων εκπορεύεται, εἰ καὶ ὁ Πατήρ τοῦτο δέδωκε τῷ Υἱῷ, ἵν' ὥσπερ ἐξ αὐτοῦ οὕτω καὶ ἐξ ἐκείνου ἐκπορεύηται. Οὐδὲ γὰρ δυνάμεθα λέγειν, μὴ εἶναι ζωὴν τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ ὁ Πατήρ ζωή ἐστι καὶ ὁ Υἱός· καὶ διὰ τοῦτο ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ, καὶ οὕτως ἔδωσε ζωὴν ἐκπορεύεσθαι καὶ ἐξ ἐκείνου, ὥσπερ ἐκπορεύεται καὶ ἐξ αὐτ τοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς Πρὸς Πέτρον περὶ πίστεως κεφαλαίου ια'· Βεβαιότατα πίστευε, καὶ κατὰ μηδένα τρόπον ἀμφίβαλλε, αὐτὸ Πνεῦμα τὸ ἅγιον, ὁ Πατρός ἐστι Πνεῦμα καὶ Υἱοῦ, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Λέγει γὰρ ο Υιός. "Οταν ἔλθῃ δ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας δ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ὅπου Πνεῦμα ἑαυτοῦ εἶναι ἐδίδαξεν, ἐπεὶ αὐτός ἐστιν ἡ ἀλήθεια. Ἐκ τοῦ Υἱοῦ τε ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἡ προφητικὴ καὶ ἀποστολική διδασκαλία ἡμῖν παραδίδωσιν. Ησαΐας μὲν γάρ φησι περὶ τοῦ Υἱοῦ· Πατάξει τὴν γῆν τῇ ῥάβδῳ τοῦ στόματος αὐτοῦ, καὶ τῷ πνεύματι τῶν χειλέων αὐτοῦ ἀνελεῖ τὸν ἀσεβῆ. Περὶ οὗ φησι καὶ ὁ ᾿Απόστολος· Ον ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτ τοῦ.
col. 1067–1068page 56 of 75
PG 159:1067Καὶ τί δεῖ πάντα καταλέγειν, ὅσα οἱ Δυτικοὶ δο δάσκαλοι τῆς Ἐκκλησίας φασίν; ᾿Αρχεῖν ἡγούμεθα καὶ ταῦτα εἰς παράστασιν τῆς ἀληθείας, καὶ ἱκανὰ πεῖσαι ψυχὴν μὴ βεβαπτισμένην τῇ ἀπυγνώσει τε καὶ προλήψει, ὥσπερ ἡ σὴ, αἰδέσιμο Εφέσου, έδε βάπτιστο· οὐ γὰρ ἠθέλησας ποτε συνιέναι τὸ ἀληθὲς καὶ ἐνωθῆναι τοῖς διδασκάλοι; τούτοις καὶ ἁγία, ἀλλ' ἐξελέξω μετὰ τοῦ Παλαμᾶ καὶ Καβασιλὰ καὶ τῶν λοιπῶν εἶναι, οἳ τὸν βίον κατέστρεψαν εἰλεῷ. “Ο δὲ φῂς, ὅτι ἐδείκνυσαν παρὰ τῶν οἰκείων διδα σκάλων ἐκπορευόμενον τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ καθάπερ ἐκ τοῦ Πατρὸς, θαυμάζω πολύ, εἰ καὶ σου; οὐ νομίζεις, οὓς αἱ σύνοδοι πᾶσι τοῖς χριστιαναὶ; διδασκάλους παρέθεσαν, οι συμφωνοῦσιν ἑαυ τοῖς καὶ τοῖς ᾿Ανατολικοῖς διδασκάλοις, καὶ μάλιστα ἐν τοῖς περὶ τῆς πίστεως δόγμασιν. ΕΦΕΣ. Ἐν δὲ τῇ δευτέρα συνελεύσει τὰ παρ' ἐμοῦ εἰ ρημένα διαστρέψαντες μᾶλλον ἢ ἀνατρέψαντες, καὶ χρήσεις εναντίας, ὡς ἐκείνοις ἐδόκει, τῶν παρ' ἡμῖν διδασκάλων ἐκτεθεικότες. ΑΠΟΛ. Ἐν ταύτῃ δὲ τῇ δευτέρα συνελεύσει μετὰ τὴν σὴν φυγὴν πάλιν ὁ φρὰ Ἰωάννης ἐθεολόγησε, καὶ πάλιν φωνῇ μεγάλῃ ἐβόησεν· ᾿Αγάγετε τὴν Ἐφέσου ὧδε· βούλομαι γὰρ ἀνατρέψαι τὰ αὐτῷ εἰρημένα. Καὶ πάλιν ἀπέστειλεν ἡ σύνοδος, ζητοῦσά σε συνελθεῖν. Οἱ δὲ ἀπεσταλμένοι ζητοῦντές σε, εὗρον μαι νόμενον, καὶ βοῶντα φωνὰς ἀσήμους. Καὶ καλούν των σε συνελθεῖν τῇ συνόδῳ, σὺ ἀντέφης Οὐ δύνα μαι ἐλθεῖν· τῇ γὰρ νυκτὶ ταύτῃ ἐλθόντες οἱ καρδινάλεις ἀπεστέγασαν τὸν ὄροφον τοῦ οἰκήματος, καὶ μετὰ ῥάβδων πυρίνων ἔδειράν μου τὰς σάρκας. ? Απέκτεινάν με οι καρδινάλεις, καὶ νῦν καλοῦσί με συνελθεῖν μετ' αὐτῶν; Οὐ δύναμαι. Η οὐχ ὁρᾶτε καὶ ὑμεῖς τὰς πληγάς; Καὶ ἐδείκνυες τὰς σάρκες σου λέγων· Βλέπετε, πῶς εἰμι ὅλος μεμελανωμένος τῶν ῥαβδισμῶν ἔνεκεν Ἐκεῖνοι δὲ ἐννοήσαντες τὴν ἀσθένειαν, ἀπῆλθον δηλοῦντες τῇ ἱερᾷ συνόδῳ, ὡς οὐ δύναται συνελθεῖν, ἀσθενεῖ γάρ. Οθεν ὁ φρά Ιωάννης πάλιν εἶπεν· Ἐβουλόμην εἶναι τὸν Ἐφέ σου ὧδε, καὶ συμπαρεῖναι ἡμῖν ἐν ταύτῃ τῇ συνε λεύσει· ἀλλ' ὡς ἔοικεν, ἡττηθεὶς ἀπέγνω. Διὸ φέρε πρὸς ὑμᾶς ποιήσωμαι τὴν ἀπόκρισιν. Καὶ προαγαγὼν τὰ τῶν ᾿Ανατολικῶν διδασκάλων ῥητά, ἅπερ καὶ ἡμεῖς πρότερον ἐξεθέμεθα, καὶ ἄλλα πλείστα, ; ἡμεῖς γὰρ ὀλίγα προετείναμεν, γενναίως ἀπέδειξε καὶ λαμπρότερον τοῦ ἡλίου, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· ἀνέτρεψέ τε ἀνδρείως τὰ παρὰ σοῦ πρότερον εἰρημένα, καὶ εἰς γῆν κατέ στρεψεν ὡς ψευδῆ καὶ διεστραμμένα, καὶ παντελῶς ἀλλότρια τῆς τῶν ἁγίων θεολογίας καὶ διανοίας. Καὶ ἐκτέθεικε τὰς χρήσεις τῶν ἡμετέρων διδασκάλων, τοῖς σοὶ μὲν ῥηθεῖσιν ἐναντίας, τῇ δὲ ἀληθείᾳ τῷ ὄντι συνηδούσας· οὐ μὴν δ᾽ ὡς σὺ διεστραμμένως ἐξηγοῦ καὶ ἐλάμβανες, ἀλλ᾽ ὡς ἐκεῖνοι συνέγραψαν καὶ ὡς ἡ ἐκείνων εἶχεν ὀρθὴ διάνοια· σὲ καταλιπών ἔνθα καὶ κατηδάφισε, πτῶμα γέλωτος ἄξιον, ὅθεν ἀνακύψαι ὅλω; οὐκ ἠδυνήθης.
col. 1069–1070page 57 of 75
PG 159:1069ΕΦΕΣ. Ἐπεὶ δέ μου σεσιωπηκότος, οὐδεὶς ἔτι τῶν ἡμετ τέρων πρὸς αὐτοὺς ἐθάρρησεν ἀντιτάξασθαι, τοῦτο μὲν τῶν ἀρχόντων οὕτω δέον εἶναι κρινόντων, τοῦτο δὲ καὶ ὀκνοῦντες ἅπαντες τὸν ἀγῶνα, καὶ μὴ εἰς ἔριδας καὶ ταραχὸς ἐμπέσωσι δεδιότες· ἐκεῖνοι τὴν ἡμετέραν σιωπὴν ὡς ἔρμαιον λογισάμενοι, καθάπερ τινὰς φυγάδας προεκαλοῦντο τοὺς ἡμετέρους πρὸς μάχην· καὶ μηδαμῶς ὑπακουόντων ἡμῶν, ἐπεκρότουν ὡς νικηταί, καὶ τὴν ἀλήθειαν μεθ᾿ ἑαυτῶν ἔχοντες. ΑΠΟΛ. Ἐπικρότουν οὐχ ὡς νικηταί, ἀλλ᾽ ὡς ἀθῶοι τῆς σῆς διαβολῆς· σὺ γὰρ καὶ οἱ κατὰ σὲ τοὺς Λατίνους αἱρετικοὺς εἴχετε διὰ τὸ λέγειν καὶ ἐκ τοῦ Υἱοῦ Πνεῦμα ἐκπορευόμενον, καὶ ἐνεκαλεῖτε αὐτοῖς, καὶ τολμητὰς τοῦ συμβόλου καὶ παραχαράκτας έκα λεῖτε· ἐκεῖνοι δὲ τοὺς ἁγίους τοὺς Ανατολικούς τε καὶ Δυτικούς προκομίσαντες συμφωνοῦντας τῷ ἑαυτῶν δόγματι, η βέλτιον φάναι τῇ ἀληθείᾳ, ἐπεκράτουν, ὡς οὐκ εἰσι τολμηταὶ τοῦ συμβόλου ἢ αἱρετικο!, ἀλλ' ὡς τὴν ἀλήθειαν λέγοντες, ἤδη τῆς ἀληθείας φανείσης διὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας. Προς καλοῦντο δὲ τοὺς ἡμετέρους, εἰ βούλονται ἀντε πεῖν τοῖς τῶν διδασκάλων ῥητοῖς. Οἱ ἡμέτεροι οὖν ἀντιλέγειν οὕτω πρὸς τὰ φανότατα οὐκ ἐθάρρησαν, οὐδὲ ἁπλῶς ἀντιτάξασθαι ἤθελον, οὐχ ὡς ὀκνοῦντες, ἢ δεδιότες, ὡς σὺ φῇς, ἀλλ' ὡς μωρίαν ἡγούμενοι ἀντιλέγειν τῇ ἀληθείᾳ, οὕτω φανερῶς δεικνυμένη διὰ τῶν ᾿Ανατολικῶν τε καὶ Δυτικῶν διδασκάλων, Σὺ δὲ ἐσιώπησας τεχνηέντως, οὐχ ὡς βουλόμενος σιωπάν, ἀλλ' ὡς μὴ δυνάμενος ἀντιλέγειν· τίς γὰρ διαλεγόμενος ἐν σταδίῳ σιωπῇ ἑκουσίως; ἡ γὰρ σιωπὴ νίκην εὐθὺς δείκνυσι· δεῖ οὖν τὸν διαλεγόμενον ἀεὶ λέγειν, ἔστ' ἂν νικήσῃ, ἢ νικηθῇ. Σὺ δὲ μὴ δυνάμενος ἔτι λέγειν, σιωπὴν ἀκούσιον ήσκησας, τὴν ἀσθένειαν ὑποκρινάμενος· καὶ τούτῳ τῷ τρόπῳ τοῦ ἀγῶνος ἐξέκλινας, δῆλον μετὰ τιμῆς, ὡς οὐκ ἐνικήθης ἐν τῇ συνόδῳ· τὴν γὰρ αἰσχύνην πρὸ ὀφθαλμῶν ἔχων οὐκ ἠβουλήθης συνελθεῖν. ΕΦΕΣ. Τοῦτο δὲ καὶ ἀεὶ ποιεῖν ἔμελλον, οὕτω καθάπαξ παρεσκευασμένοι πρὸς πᾶν τὸ λεγόμενον ἀντιλέγειν, καὶ ἑαυτοῖς τὴν νίκην ἐπιφημίζειν. ΑΠΟΛ. Παρεσκευασμένοι εἰσὶ πάντοτε οἱ τὴν ἀλήθειαν μεθ᾿ ἑαυτῶν ἔχοντες ἀντιλέγειν τῷ ψεύδει. Καὶ ἡμεῖς νῦν ἕτοιμοι καὶ παρεσκευασμένοι ἐσμεν τοῖς ἐχθροῖς τῆς ἑνώσεως ἀντιτάσσεσθαι. Καὶ οἱ Λατίνοι οὖν καὶ τότε καὶ νῦν καὶ ἀεὶ παρεσκευασμένοι εἰσὶ καὶ ἔσονται οὐ πρὸς τὸ καλῶς λεγόμενον ἀντιλέγειν, ἀλλὰ πρὸς τὸ κακῶς καὶ ψευδώς λεγόμενον γενναίως ἀνθίστασθαι καὶ ἀποσκορακί ζειν, οὐχ ὡς ἐπιφημίζοντες ἑαυτοῖς τὴν νίκην, ἀλλ' ὡς ἐκπληροῦντες τὸ χρέος, τουτέστιν ἀποδιώκειν τὸ ψεῦδος ἀπὸ τῆς ἀληθείας, ἵνα μὴ αὐτὴν ἀμαυρώσῃ. Καὶ σοῦ μὲν ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα λέ
col. 1071–1072page 58 of 75
PG 159:1071γοντος, οὐκ ἔκ τινος δ' ὅμως τῶν διδασκάλων λα βόντος, ἀλλ' ἐκ τῆς σῆς κοιλίας τοῦτο φρονοῦντος. οὐκ ἠδυνήθησαν αὐτοὶ σιωπῆσαι, ἀλλ᾽ ἔλεγον. Εστ' ἂν ἀπεδείχθη σαφέστατα, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ καὶ οὕτως ἐδίωξαν ἀπὸ τῆς ἀληθείας τὸ ψεῦδος. ΕΦΕΣ. Εντεῦθεν ἀρχὴν λαμβάνει τὰ τῆς οἰκονομίας καὶ συγκαταβάσεως ῥήματα· καί τις τῶν ἡμετέριος ἐπεχείρησε λέγειν, ὡς Καλόν ἐστι τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τοὺς ἁγίους συμφώνους ἀποδείξαι πρὸς ἑαυτοὺς, ἵνα μὴ δοκῶσιν οἱ Δυτικοὶ τοῖς Ανα τολικοῖς ἀντιφθέγγεσθαι. ΑΠΟΛ. Εντεῦθεν ἀρχὴν ἔλαβεν ἡ ἀλήθεια εμφυτευθῆναι ταῖς τῶν ἱερῶν Πατέρων ἐκείνων ψυχαίς, την διχή. νοιαν ἀποβαλλομέναις καὶ τὴν ματαίαν πρόληψιν, καὶ ἰδεῖν πρὸ; αὐτὴν τὴν ἀλήθειαν· τὸν ἀλάθητον ὀφθαλμὸν τοῦ Κυρίου πρὸ ὀφθαλμῶν θέντων, ἵνα μὴ λάθωσι φυγεῖν τὴν ἀληθῆ ἕνωσιν, καὶ σχίσωσι πάλιν τὸν τοῦ Χριστοῦ λαὸν ἀπὸ τῆς Ἐκκλησίας, εν αὐτὸς ὁ Χριστὸς τῷ ἰδίῳ ἐξηγόρασεν αἷματι, καὶ τοῖς ποιμέσιν ὡς πρόβατα ενεχείρισε, καὶ αὐτοὺς ἡγεῖσθαι αὐτῶν ὡ; ποιμένας κατέστησεν. Ο δ' εἰπὼν, ὡς καλὸν ἐστι τὴν εἰρημένην ἀσπάσασθαι, καὶ τὰ λοιπὰ, ὁ Ρωσίας Ισίδωρος οὗτος ἦν· συνηγόρησε δ' αὐτῷ καὶ Σχολάριος ὁ σοφὸς, δς καὶ λόγους τρεῖς ἐξέθετο περὶ τῆς ἐκκλησιαστικῆς εἰρή νης, καὶ τοὺς ἁγίους Ανατολικούς τε καὶ Δυτικούς ἐν αὐτοῖς τοῖς λόγοις μάλα γενναίως συμφωνοῦντας ἀλλήλοις ἀπέδειξεν. Χριστιανικώτατα δὲ εἶπε καὶ ἁγιώτατα, τὴν εἰρήνην λέγων ἀσπάσασθαι. Τοῦτο καὶ ὁ Σωτὴρ ἐνετείλατο ἐν Εὐαγγελίοις, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, λέγων, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Οὐ γὰρ δίκαιον, οὔτε μὴν ὅσιον ἀπο βάλλεσθαι ἀδελφοὺς ὁμοπίστους τε καὶ Χριστιανούς, ὑπὲρ ὧν ὁ Χριστὸς τὸ ἴδιον αἷμα ἐξέχεε, μισεῖν τε αὐτοὺς καὶ διώκειν, καὶ ὡς ἀλλοφύλους ἡγεῖ σθαι. ΕΦΕΣ. Ηδη δέ τις καὶ περὶ τῆς διὰ φιλοσοφείν ήρξα το, παρὰ τοῖς ἡμετέροις διδασκάλοις εὑρισκομένης ὡς ταυτὸν τῇ ἐκ δυναμένης, καὶ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδούσης. ΑΠΟΛ. Οὗτος ἦν ὁ Νικαίας ἀρχιερεὺς, ὁ περὶ τῆς διὰ καὶ τῆς ἐκ πολλοὺς καὶ καλούς φιλοσοφήσας λέ γους, καὶ λόγον ἱκανὸν ἐκθεὶς, Δογματικὸν ἢ Περί ἑνώσεως ἐπιγραφὴν ἔχοντα· ἐν ᾧ καὶ περὶ τῆς διὰς καὶ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως τῆς παρά τοῦ Υἱοῦ σαφέστατα καὶ κάλλιστα είπέ τε καὶ ἐθεο λόγησεν. Εἰ δὲ ἀρνῇ σὺ τὴν διὰ μὴ ταυτὸν τῇ ἐπ δύνασθαι, ἐνταῦθά σοι ἡμεῖς ἀποδείξομεν διὰ πολ τῶν τῶν παραδειγμάτων. Αὐτίκα γὰρ τίς δυνηθείη ἀρνήσασθαι τὴν διὰ μὴ σημαίνειν αιτίαν, καὶ ταυτὸν τῇ ἐκ δύνασθαι, ἔνθα ὁ Εὐαγγελιστής φησι· Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦ Υἱοῦ δηλον ότι; "Αρα δυνάμεθα ἀρνήσασθαι μὴ τὴν διὰ αἰτίαν
col. 1073–1074page 59 of 75
PG 159:1073σημαίνειν, καὶ ταυτὸν τῇ ἐκ δύνασθαι, καὶ τὸν Υἱὸν αἰτίαν εἶναι τῶν πάντων; ῞Οτι δὲ ταυτὸν ἡ διὰ τῇ ἐκ βούλεται, Βασίλειος και Χρυσόστομος τοῦτο βούλονται, ἐξηγούμενοι τὸ ἐν τῇ γενέσει εἰ ρημένον παρὰ τοῦ ᾿Αδάμ· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· ὡς ταυτὸν δηλονότι ἐστὶν εἰπεῖν τῷ, ἐκ τοῦ Θεοῦ. "Οθεν ὁ μὲν ἐν τῷ πρὸς ᾿Αμφι λόχιον κεφαλαιώδει λόγῳ οὕτω διασαφεῖ καί φη σιν· Ηδη δὲ καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίσταται ἡ διὰ τῇ ἐκ, ὅταν ἡ ἑτέρα τὴν τῆς ἑτέρας σημασίαν ἀντιλαμβάνῃ οἷον, Εκτησάμην ἄνθρωπον τοῦ Θεοῦ, ἴσον λέ γων τῷ, ἐκ τοῦ Θεοῦ. Ὁ δὲ, ἐν τῇ τοῦ κατὰ Ματθαῖον ὁμιλίᾳ νγ' φησίν· Ο δε γὰρ τὸ δι' οὗ τὸ ὑφ' οὗ λέγειν ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· οὐ τὸ δεύτερον απ τιον, ἀλλὰ τὸ πρῶτον μᾶλλον τιθεῖσα. Καὶ πάλιν Οὐχὶ ἐκ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι Καὶ Κύριλλος δὲ ὁ μακάριος ἐν τῇ πρὸς Νεστόριον ἐπιστολῇ, ἧς ἡ ἀρχή, Καταφλυαροῦσιν, ὡς μαν θάνω, τινές, φησίν· Αναγκαῖον ὁμολογεῖν, ὅτι καὶ γεγέννηται κατά σάρκα διὰ γυναικός. Καὶ μετ' ὀλίγα· Γεγέννηται καθ᾿ ἡμᾶς ἐκ γυναικός. Καὶ πολλάκις ἐν τῇ αὐτοῦ ἐπιστολῇ ὑπαλλαττομέναις εὕροι τις ἂν αὐτὸν ταῖς προθέσεσι ταύταις, ὅτε μὲν τῇ διὰ, ὅτε δὲ τῇ ἐκ, ὡς ἰσοδυναμούσαις άδια φόρως χρώμενον. Καὶ Παῦλος δὲ πρὸς Γαλάτας φησίν· 'Εξαπέστειλεν ο Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός. Ὁ δὲ Δαμασκηνὸς ὁ μακάριος ποτὲ μὲν λέγει ᾄδων πρὸς τὴν Θεοτόκον Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν· καὶ αὖ ὁ αὐτός Ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθεὶς· ποτὲ δέ· Διὰ σοῦ, Παρθένε, Θεὸς ἀνθρώποις ὡμίλησε· καὶ, Ο λυτρωτής διὰ σοῦ, Παρθένε, ἐπεδήμησεν. Ὅτι δὲ ἀληθὲς ὑπάρχει, ὅτι ἰσοδυναμεῖ ἡ διὰ τῇ ἐκ, καὶ μίαν ἰσχὺν ἔχουσιν, ἐντεῦθεν δῆλον. Θεοδώρητος ο Κύρου ἐπίσκοπος ἐπιλαμβάνεται τοῦ μεγάλου Κυρίλλου ἐν πολλοῖς τῶν ιβ' κεφαλαίων, & φθάσας ὁ ἅγιος ἐξέθετο κατὰ τοῦ Νεστορίου· καὶ ἐν τῷ θ' ἀναθεματισμῷ, ἐν ᾧ ὁ Κύριλλος φησιν· Ἴδιον ἔχων ὁ Υἱὸς τὸ ἐξ αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυχὲς αὐτῷ Πνεῦμα ἅγιον, εἰργάζετο τὰς θεοσημείας· ὁ Θεοδώρητος φησιν Εἰ μὲν ὡς ὁμοφυὲς ἔφη Κύριλλος καὶ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἴδε συνομολογήσομεν, καὶ ὡς εὐσεβῆ δεξόμεθα τὴν φωνήν· εἰ δ᾽ ὡς ἐξ Υἱοῦ, ἢ δι᾽ Υἱοῦ τὴν ὕπαρξιν ἔχον, ὡς βλάσφημον καὶ δυσσεβές ἀποῤῥίψομεν. Ἰδοὺ φανερῶς ἐδειλίασεν ὁ Θεοδώρητος εἰπεῖν καὶ τὴν διὰ μετὰ τῆς ἐκ, ἐν τῇ προόδῳ τοῦ Πνεύματος τῇ παρὰ τοῦ Υἱοῦ. Ἐκεῖνος γὰρ ἀρνούμενος παντελῶς τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ εἶναι, καθὼς καὶ ὑμεῖς, οὔτε ἐκ τοῦ Υἱοῦ οὔτε διὰ τοῦ Υἱοῦ κατεδέξατο· ὑμεῖς δὲ τὸ μὲν, δι' Υἱοῦ, ἐμολογεῖτε· τὸ δὲ, ἐξ Υἱοῦ, οὐδ᾽ ἀκοῦσαι ἀνέχεσθε. Αλλ', ὦ φίλος, τὸ αὐτὸ σημαίνει κατὰ τὸν Θεοδώ
col. 1075–1076page 60 of 75
PG 159:1075ρητον. "Οτι δὲ τὸ δι' Υἱοῦ ὁμολογεῖτε, Δαμασκηνός τήν τε τὴν εἰρήνην εἰρηκότα δέον ἀσπάσασθαι, φοῦντα. ἐν τῷ η' καὶ ιγ' διαρρήδην βοᾷ, Ἐκ Πατρὸς δι' Υἱοῦ καὶ ὑμεῖς μεγάλῃ τῇ φωνῇ ᾄδετε· Πνεῦμα μεταξο τικὸν ἀγαθότητος, ἐκ Πατρὸς διὰ σοῦ, Χριστέ, προερχόμενον. Καὶ ἐν τῷ κανόνι τῆς Πεντηκοστῆς Σὺ γὰρ ποταμὸς θεότητος, ἐκ Πατρὸς δι' Υἱοῦ προερχόμενον. ᾿Αλλ' εἰ καὶ ᾄδετε μέν, όμως οὐ γινώσκετε, ὅτι ταυτὸν ἢ διὰ τῇ ἐκ βούλεται· καὶ γὰρ μεῖζον ἢ ὑμεῖς Θεοδώρητος οἶδεν, ὅτι ἡ διὰ τῇ ἐκ ἰσοδυναμεῖ, διὰ τοῦτο ἀμφοτέρας τὰς προ θέσεις ταύτας ἀρνεῖται. Ἐπεὶ οὖν κατὰ τὰ εἰρη μένα συμφωνούσιν αἱ προθέσεις αὗται, καλῶς καὶ ὁ Νικαίας ἀρχιερεὺς Βησσαρίων ὁ μέγας φιλοσοφεί τοῦτο, καὶ τὴν αἰτίαν τοῦ Πνεύματος διὰ τῆς διὰ τῷ Υἱῷ δίδωσι· καὶ μάτην αὐτοὺς διασύρεις, καὶ τὸν τὴν διὰ τῇ ἐκ ταυτὸ δύνασθαι φιλοσο ΕΦΕΣ. Οὕτως κατὰ μικρὸν ὁ Λατινισμὸς ἐξεῤῥάγη· καὶ περὶ τοῦ τρόπου λοιπὸν τῆς ἑνώσεως ήρξαντο πραγ ματεύεσθαι, καί τινα μητὰ περιεργάζεσθαι, δι' ὧν ἐνωθήσονται, μέσην ἐπέχοντα χώραν, καὶ δυνά μενα κατ' αμφοτέρας τὰς δόξας λαμβάνεσθαι, καθάπερ τις κόθορνος. Τοῦτο γὰρ αὐτοῖς πρὸς τὴν ἐπίνοιαν ἔδοξε σφόδρα συμβάλλεσθαι, τῶν τε ἡμετέρων δι' αὐτῶν ῥᾷον προσαγομένων, καὶ τῶν ἐναντίων ελπιζομένων ἀνεξετάστως αὐτὰ παραδέξασθαι. ΑΠΟΛ. λαμπρύ Οὕτω κατὰ μικρὸν ὁ Χριστιανισμός νετο· πρότερον γὰρ ἡ μαύρωτο τῷ πάθει τοῦ σχίσματος, καὶ τὸν ἀρχαῖον σύνδεσμον λοιπὸν τῆς εἰρήνης ἐπραγματεύοντο ἀνακτήσασθαι οι Χριστοῦ ἱεράρ και θείῳ πυρούμενοι ζήλῳ, ἵνα μὴ διηρημένον καὶ πάλιν τὸ τῆς Ἐκκλησίας πλήρωμα μείνῃ, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία ἡ ἄσπιλος νύμφη τὴν τῶν οἰκείων τέκνων διαίρεσιν οδύροιτο γοερῶς, ἀλλ' εὐφραίνοιτο, ὡς εἰκὸς, ὁρῶσα τὰ ἑαυτῆς τέχνα ἡνωμένα πρὸς ἄλληλα. Διὰ τοῦτο καὶ τὰ ῥητὰ τῶν ἁγίων συμφωνοῦντα ἀλλήλοις ἐσπούδαζον δεῖξαι, οὐ περιέργως, ὡς σὺ φῂς, ἀλλ᾽ εὐσεβῶς τε καὶ καθε ρῶς αὐτὰ ἐξηγεῖσθαι. Ιδόντες τοίνυν καὶ καλῶς ἐννοήσαντες τὰ ῥητὰ, τὰ αὐτὰ τοῖς Δυτικοῖς λέγοντα διδασκάλοις, προθύμως ἡνώθησαν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, οὐ διὰ μεσότητός τινος· άπαγε ταύτης τῆς ἀτοπίας· οὐδὲ τὰ ῥητὰ τῶν ἁγίων μέσην επί χοντα χώραν πρὸς ἀμφοτέρας τάς δόξας ἡγήσαντ παντελῶς, οὐδὲ ἐπίνοιαν ἐκεῖνοι τοιαύτην ἔσχον, ὡς διὰ μεσότητος ῥητῶν τινων ἐνωθῆναι, ὥστε ἀνεξ τάστως αὐτὰ παραδέξασθαι τους Λατίνους, καὶ δι αὐτῶν πεπλασμένην τινὰ συστῆναι τὴν ἔνωσιν πόρρω τοῦτο τῆς ἐκείνων διανοίας ὑπῆρχε. Ποία γὰρ μεσότης ἔσται μέσον ἀληθείας καὶ ψεύδους; ποία δὲ κοινωνία φωτὶ πρὸς σκότος; "Η γὰρ τὸ ἐκ μόνου τοῦ Πατρὸς ἀληθές ἐστι, καὶ ψευδὲς τὸ ἐκ τοῦ Υἱοῦ· ἢ τὸ ἐκ τοῦ Υἱοῦ ἀληθὲς, καὶ ψευδὲς τὸ ἐκ μόνου, ὡς ἄμεσα ἐναντία· ἀμφότερα γὰρ οὐ θεμιτόν ίστασθαι. Ποίαν ἄρα μεσότητα τὰ ῥητά δύνανται δοῦναι, ἢ ὅπερ σὺ φῂς κόθορνον; και θορνος γάρ σὺ καὶ κοθόρνου ἐπίνοιαν εἶχες, οὔτε
col. 1077–1078page 61 of 75
PG 159:1077ψυχρὸς ὤν, οὔτε θερμός· καὶ διὰ τοῦτο ἐμίσησέ σε Θεὸς κατὰ τὸν Ἰωάννην ἐν τῇ ᾿Αποκαλύψει, καὶ ἐξέμεσέ σε· τὸ γὰρ ἀμφοτεροδέξιον ὑπόδημα, ὅπερ ἐστὶν ὁ κόθορνος, ἑκατέρῳ ποδὶ ἀχρεῖόν ἐστι. Καὶ σὺ τοίνυν παρόμοιος τῇ λέξει καὶ τῇ ἐπινοίᾳ σου ταύτῃ ὑπάρχων, ἀχρεῖος ἔδοξας τοῖς ἐχέφροσιν ἐν ἀμφοτέροις τοῖς μέρεσιν. Οἱ δὲ ἱεροὶ ἐκεῖνοι καὶ θεῖοι ἄνδρες τὰ ῥητὰ καλῶς ἐρευνήσαντες, ἐκ τοῦ Υἱοῦ προφανώς λέγοντα, τὸ δὲ ἐκ μένου τοῦ Πατρὸς παντελῶς ἀπηγορευμένον, ἐδέξαντο τοὺς ἁγίους καὶ τὰς αὐτῶν φωνὰς, καὶ τὴν ἔνωσιν λοιπὸν εἰκότως ἐπραγματεύοντο εὐσεβῶς τε καὶ εὐλαβῶς. ΕΦΕΣ. Και δή τι συνθέντες γραμμάτιον τοιαῦτά τινα περιέχον, τὴν ἐκείνων δὲ δόξαν ὅμως καθαρῶς ἐκτιθέμενον, ἐξαπέστειλαν αὐτοῖς, ὡς διὰ τούτου τὴν ἕνωσιν ποιησόμενοι. Τοῖς δὲ οὐκ ἀνεκτὸν ἐδόκει τὸ γραμμάτιον δέξασθαι χωρὶς ἐξετάσεως, ἀλλ᾽ ἢ πρὸς ἀπολογίαν αὐτοὺς προὐκαλοῦντο, καὶ λύσεις τῶν ἀμφισβητουμένων φωνῶν ἐν τῷ γράμματι, ή τὸ οἰκεῖον δέξασθαι παρηγγύων, ὅπερ αὐτοὶ φθά σαντες ἐξαπέστειλαν· ἦν δὲ ἐκεῖνο συμφώνησις παντελῆς περὶ τὸ δόγμα Λατίνων τε καὶ Γραικών, καὶ ὁμολογία τοῦ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. ΑΠΟΔ. Γραμμάτιον ἀπέδωκαν οἱ ἡμέτεροι τὰ τῶν ἁγίων ζητά συμβιβάζοντες κατὰ τὴν τοῦ Μαξίμου φωνὴν, ὅπερ ἀπέστειλαν πρὸς τὴν ἄκρον ἀρχιερέα, πρότερον τοῦτο ζητήσαντες παρὰ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ἐγγράφως, τίνι τρόπῳ γενήσεται ὁ ὅρος, καὶ πῶς τὸ δόγμα ἐν αὐτῷ ἐγγραφήσεται· ὅπερ ποιήσασα ἀπέστειλε τοῖς Γραικοῖς· οἱ λαβόντες ἔγνων αὐτὸ φανερῶς λέγον τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ. Εἶτ᾽ ἔγραψαν καὶ αὐτοὶ λέγοντες· Εἰ καὶ ἔστι τὸ ἐκ τοῦ Υἱοῦ ταυτὸν τῷ διὰ τοῦ Υἱοῦ, καὶ τὸ διὰ τοῦ Υἱοῦ ταυτὸν τῷ ἐκ τοῦ Υἱοῦ, καθὼς ὑμεῖς ἀπεδών κατε, ὅ ως ἡμεῖς ὁμολογοῦμεν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἀϊδίως ἐστίν. Η Ρωμαικὴ οὖν Ἐκκλησία οὐκ ἠθέλησε τὸ γραμμάτ τον δέξασθαι χωρὶς ἐξετάσεως, ἀλλ᾽ ἔλεγεν• Ημείς οὐ βουλόμεθα ἔνωσιν πεπλασμένην ποιήσασθαι, οὐδὲ τοὺς Γραικοὺς θέλομεν μεθ᾿ ἡμῶν ἐνωθῆναι μετά αἱρέσεως καὶ ἀπάτης· ἀλλ᾽ εἰδέναι βουλόμεθα τήν η ἐξήγησιν τοῦ γραμματίου τούτου, πῶς καὶ τίν τρόπῳ τὴν διὰ ἐννοοῦσιν. Οὐδὲ γὰρ δώσομεν τοῦτό ποτε, τὴν διὰ ἐννοεῖσθαι αἰτίαν ὀργανικήν, ή ὑπουργικήν. Η διὰ γὰρ ίσμεν ὅτι τρισσῶς νοεῖται, ὀργανική, ὑπουργική, και φυσική. Εἰ μὲν οὖν φυ σικῶς νοοῦσι, διὰ τί οὐ χρῶνται καὶ τῇ ἐκ ταυτὸν τῇ διὰ δυναμένῃ; εἰ δὲ ὀργανικῶς, ἡ ὑπηρετικῶς, ἡμεῖς τούτοις οὐ βουλόμεθα κοινωνῆσαι. Διὰ τοῦτο, αἰδέσιμο, ἐζήτουν ἐξήγησιν τοῦ γραμματίου· οὐ γὰρ ἐβούλαντα χωρὶς ἐξετάσεως ἔνωσιν οὐδεμίαν ποιή σασθαι· καὶ δικαίως· εἰ γὰρ νῦν μετὰ τοσαύτης ἐξετάσεως ἐγένετο, σπουδῆς τε καὶ ἀγρυπνίας, καὶ οἱ ἡμέτεροι αὐτῇ μάχονται ἀναιδῶς, τί ἂν ἔλεγον, εἰ χωρὶς ἐξετάσεως ἐγεγόνει; διὰ τοῦτο ἐζήτουν
col. 1079–1080page 62 of 75
PG 159:1079αὐτοὺς ἐξήγησιν εἰς τὸ γραμμάτιον. Εἰ δ᾽ οὐ βού λονται ἐξηγηθῆναι τὸ γραμμάτιον, δεξάσθωσαν, ἔλεγον, τὸ ἡμέτερον, ὅπερ διελάμβανε τὴν ἀληθῆ τῶν διδασκάλων ἔννοιαν, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. "Οτι δὲ τοῦτ᾽ ἀληθὲς, ἐδείξαμεν πρότερον διὰ τῶν ᾿Ανατολικῶν καὶ δυτικῶν ἁγίων, καὶ οὐ χρὴ περὶ τούτου παλιλλογεῖν. ΕΦΕΣ. Τρίβεται πολὺς ἐπὶ τούτοις χρόνος, καὶ οἱ ἡμ τεροι τὴν ἀναβολὴν ἐδυσχέραινον, καὶ τὴν πενίαν ὠδύροντο, καὶ πρὸς τὸν λιμὸν ἡγανάκτουν. Καὶ γὰρ δὴ καὶ τοῦτ' αὐτοῖς ἐπενοήθη, μηδενὶ μηδὲν διδόναι τῶν συγκειμένων ἀναλωμάτων, ἵνα ἀναγκασθέντες ἐκ τούτου κατὰ μικρὸν αὐτοῖς ὑποκύψωσιν. ΑΠΟΛ. Εν τούτοις σε παραστήσω τοῖς ἀκούουσι ψεύστην καὶ παντελῶς ἀσύνετον, ὡς τοιαῦτα λέγοντα. Αν θρωπε, οὐκ ᾔδέσθης οὔτε Θεὸν οὔτ᾽ ἀνθρώπους, λέγων τοιοῦτον φανερώτατον ψεῦδος; Τίς ἐστερήθη τῶν τεταγμένων χρυσίνων; τίς ἀφ᾿ ἡμῶν ἐλυπήθη, ἢ ἡγανάκτησεν; πῶς γὰρ ὤφειλε τοῦτο γενέ σθαι παρόντος βασιλέως, καὶ πατριάρχου, καὶ ἀρ χιερέων τε καὶ ἀρχόντων, καὶ τῶν λοιπῶν; Ούκ ἔχει λόγον γενέσθαι τοιοῦτόν τί ποτε. Εἰ γὰρ ἦν τοῦτο 5 σὺ λέγεις νῦν, ὁ βασιλεὺς τε καὶ ὁ πατριάρχης οὐκ ἐσιώπησαν, ἀλλὰ παῤῥησίᾳ εἶπον ἂν, ὅτι Βίᾳ θέλετε συμπερανθῆναι τὴν σύνοδον· τοῦτο οὐ νόμιμον. Εἶτα τίς ἐπείνασε; τίς διὰ τὴν πενίαν ἐλυπήθη; τίς διὰ τὸν λιμὸν ἡγανάκτησεν; οὐ γὰρ μόνον τὰ πρὸς τροφὰς ἐλάμβανον χρήματα, ἀλλὰ πολλῷ πλείω, ὥστ᾽ ἔχειν ποιεῖν καὶ ἐνδύματα, καὶ ζώνας, καὶ σκεύη ἀργυρᾶ, κἀκεῖθεν εἰς τὴν πατρίδα επανέστρεψαν πλούσιοι. Πῶς σὺ λέγεις, ὅτι ἠγανάκτουν, καὶ ὠδύροντο, καὶ οὐκ εἶχαν ἀγοράσαι βρώ ματα; Εἶτα τίνα ἐβίασαν ὑπογράψαι, ἢ ἑνωθῆναι; Πάντας ἀφῆκαν κυρίους τοῦ ἑαυτῶν θελήματος. Εἰ δὲ τριβὴ τοῦ καιροῦ καὶ ἀναβολὴ γέγονεν, οὐκ ἀπὸ τῶν Λατίνων ἐγένετο· φαίνεται γὰρ ἐν τοῖς Πρα κτικοῖς ἡ αἰσχύνη ὑμῶν, ὅτι ἀεὶ διήγειρεν ὑμᾶς ὁ ἄκρος ἀρχιερεὺς ἔρχεσθαι εἰς τὰς διαλέξεις, καὶ συνεχῶς τὰς διαλέξεις ποιεῖν, ὅπως εὐρεθῇ ἡ ἀλέ θεια· καὶ γὰρ ἔλεγεν· Οὐ δυνατόν ἐστιν εὑρεθῆ ναί ποτε τὴν ἀλήθειαν, εἰ μὴ ἐν τῇ διαλέξει. 'Αλλ' ὑμεῖς φοβούμενοι τὴν αἰσχύνην, ἣν οὐ λέγω διὰ τὴν τοῦ γένους τιμὴν, ὅτι τοῦ αὐτοῦ γένους καὶ ἔθνους κἀγὼ ὑπάρχω, οὐκ ἐβούλεσθε διαλέγεσθαι· καὶ νῦν φθο νοῦντες τῇ συνόδῳ καὶ τῇ εἰρήνῃ τῆς Ἐκκλησία; τοιαῦτα ἐρεύγεσθε. ΕΦΕΣ. Τί δεῖ πολλὰ λέγειν; οὐκ ἐπαύσαντο πάντα λίθον κινοῦντες οἱ τῆς ἑαυτῶν σωτηρίας καὶ εὐσεβείας προδόται, μέχρι διεπράξαντο συναγαγόντες τὴν σύνοδον ἐχρῆξαι τὸν Λατινισμὸν εἰς τὸ φανερόν, βα σιλέως τε καὶ πατριάρχου προκαθημένων, καὶ τοῦ δεσπότου τούτας συνεδριάζοντος. Τὰ γὰρ δοκοῦντα συνηγορεῖν τοῖς Λατίνοις ῥητὰ προαγαγόντες εἰς μέσον ἔκ τε τῶν διδασκάλων αὐτῶν ἐκείνων, καὶ τοῦ
col. 1081–1082page 63 of 75
PG 159:1081μεγάλου Κυρίλλου, πρότερον ἐμοὶ διαμαχεσάμενος, καὶ κατὰ ταυτὸν ἐκ διαδοχῆς ἀλλήλων ἐπιπηδήσαντες ἑταμῶς τοῖς σοφίσμασιν, οὕτως ἠρώτων τὴν σύνοδον, ήντινα γνώμην έχουσι περὶ τῶν ῥητῶν ἐκείνων, καὶ εἰ τὸν Υἱὸν αἴτιον ποιοῦσι τοῦ Πνεύ ματος. ΑΠΟΛ. Αὕτη ἡ σύνοδος γέγονε μὲν ἰδίᾳ καὶ μυστικώς, συνηγμένων τῶν ἀνατολικῶν τε καὶ ἡμετέρων με νον, προκαθημένων, ὡς φῂς, τοῦ τε βασιλέως και πατριάρχου, καὶ ἁπλῶς πάντων τῶν ἀνατολικῶν ἀρχιερέων. Συνῆξε δὲ ταύτην ὁ ἀοίδιμος βασιλεὺς ἐκεῖνος εἰς τὸ τοῦ πατριάρχου ταμεῖον, διὰ τὸ ἀσθε νεῖν ἐκεῖνον, οὐκ εἰς τὸ ἐχρῆξαι ὡς ἀσέβειαν, καθό σὺ ἡγῇ, τὸν Λατινισμὸν, ἀλλ᾽ εἰς τὸ ἀποδεῖξαι τὴν εὐσέβειαν εἰς τὸ φανερόν· εὐσεβεῖς μὲν γὰρ οἱ Λα. τῖνοι, οὐχὶ δὲ ἀσεβεῖ;· ἐν ᾗ ἑδημηγόρησεν ὁ βασι. λεὺς πρὸς ὑμᾶς πάντας, ὀνειδίζων δῆθεν ὡς ἀμε λοῦντας τοῦ θείου τῆς ἑνώσεως ἔργου, καὶ ῥᾳθύμως ἐν ἀλλοδαπῇ τὸν καιρὸν διατρίβοντας, εἰπών Δεσπόται ἀρχιερεῖς, τί ποιοῦμεν εἰς τὴν Ιταλών τοσοῦτον καιρὸν, καὶ οὐ σπουδάζομεν ἰδεῖν τὸ τέλος ταύτης τῆς ὑποθέσεως; Ορᾶτε, καὶ προσέχετε, μήποτε λάθωμεν καὶ ἀποτύχωμεν τούτου τοῦ ἀγα θοῦ. Ἐγὼ βασιλεὺς ὢν τῇ χάριτι τοῦ χρίσαντός με Θεοῦ οὐκ ἀφείλω δοῦνα: τῷ Θεῷ λόγον, ὅσον ὑμεῖς τὸ γὰρ χρέος τοῦ βασιλέως ἐστὶν ὑπερασπίζειν τῆς ἀποφάσεως τῆς συνόδου. Ὑμεῖς ἐστε ποιμένες τῆς Εκκλησίας· πρὸς ὑμᾶς οἱ Χριστιανοὶ πάντες άφη ρωσιν, ὡς ἡγήτορας τῶν ψυχῶν αὐτῶν· ὑμεῖς ὀφεί λετε ἀποδοῦναι λόγον τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν αὐτ τῶν. Οὐκοῦν βλέψατε καλῶς· σκέψασθε τὸ δίκαιον καὶ τὸ τῷ Θεῷ ἀρέσκον. Ἐνταῦθά εἰσι δύο τρόποι μεγάλοι καὶ ὄλεθροι ἐπικίνδυνοι, ενώσεώς τε καὶ διαστάσεω;. Ἔστι μὲν ὁ κίνδυνος, ἐὰν ἡ ἔνωσις ᾖ καλὴ καὶ ὀρθόδοξος, καὶ ἡμεῖς πλανηθώμεν μὴ δέ ξασθαι αὐτήν· ἔστι δὲ κίνδυνος διαιρέσεως, ἐὰν μὴ διαιρεθῶμεν δικαίως. Διὰ τοῦτο σκέψασθε τὸ κρεῖτ τον καὶ συμφέρον. Δότε γνώμας μὴ βλαπτούσας τὰς ὑμετέρας ψυχάς, Ἡ γὰρ ἔνωσις τῶν Ἐκκλησιῶν ἁγία ἐστίν, εἰ μόνον ἐπ᾿ εὐσεβείας. Η διαίρεσις πάλιν φρικτή τέ ἐστι καὶ λέγεται. Ωστε ἐὰν μὴ ἑνωθῶμεν εὐσεβῶς, βλάψομεν τὰς ἡμετέρας ψυχάς ἐὰν δὲ διαιρεθῶμεν ἀδίκως, πάλιν ταυτὸ πεισόμεθα. Λοι-ὸν βλέπετε, τί μέλλει γενήσεσθαι. στε γάρ, ὅσον κακὸν τὸ σχίσμα Ἐκκλησιῶν ἐποίησεν· ἀφ' οὗ γὰρ ἐγένετο ἕως τοῦ νῦν, οἱ Γραικοὶ τοὺς Λατί τους κύνας ἡγοῦνται, καὶ οἱ Λατίνοι ὁμοίως τοὺς Γραικούς. Οίμαι γοῦν, ὅστις δι᾿ ἀνθρωπαρέσκειαν ἐμποδίσει τὴν εὐσεβὴ τῆς Ἐκκλησίας ἕνωσιν, χείρω τύπον ἕξει τοῦ Ἰούδα. Αλλ' ὑμεῖς, Πατέρες αϊδέ σιμοι, σκέψασθε τὸ δίκαιον τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν ἔχοντες. Μη θελήσητε διὰ πρόσκαιρον διξαν ἢ τοῦ ἑνὸ; μέρους ἢ τοῦ ἄλλου βλάψαι τὰς ὑμετέρας ψυχὰς καὶ τὸ αἷμα τῶν ἐπιλοίπων Χρι στιανῶν, τῶν εἰς ὑμᾶς βλεπόντων ὡς ποιμένας καὶ ἡγουμένους αὐτῶν. Ταῦτα ἀκούσαντες οἱ ἀρχιερεῖς, μια φωνῇ πάντες εἶπον· Οστις ἐμποδίσει τὴν εὐσεβὴ τῶν Χριστιανῶν ἔνωσιν, ἔστω ὑπὸ ἀνάθεμα,
col. 1083–1084page 64 of 75
PG 159:1083ματος, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως, ἀρξάμενοι ἀπὸ τοῦ ἱεροῦ πατριάρχου. "Οθεν εἷς ἐκ τῆς συνόδου άγιο σύνῃ κεκοσμημένος καὶ ἀρετῇ, ἔφη· Δικαίον ἐστι συμβιβάσαι τὰ ῥητὰ τῶν ἁγίων ἡμῶν, ἐπεὶ σύμφωνα εἰσι· τὸ γὰρ αὐτὸ Πνεῦμα ἐλάλησεν ἐν αὐτοῖς, καὶ οὐκ ἔστι διαφωνία, καὶ ἑνωθῆναι ἡμᾶς τῇ τῶν Ρω μαίων Ἐκκλησίᾳ. Ενθ᾽ ἀπεκρίθης καὶ σὺ λέγων, ὅτι οἱ Λατίνοι οὐ μόνον εἰσὶ σχισματικοί, ἀλλὰ καὶ αἱρετικοί· διὸ οὐδὲ πρέπει ὅλως ἐνωθῆναι αὐτοῖς, εἰ μὴ ἐκβάλωσι τὴν προσθήκην ἀπὸ τοῦ συμβόλου, καὶ ὁμολογήσωσι τὸ σύμβολον ὡς καὶ ἡμεῖς. Τοῦτο ἀκούσας ὁ Νικαίας ἀρχιερεὺς ἀντέφη σοι· Καὶ λοι πὸν οἱ λέγοντες, τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υιού, αἱρετικοί εἰσι; Καὶ εὐθὺς σὺ ἀπεκρίθης, Καὶ οὕτως ἔδωκαν γνώμας ἔκαστο; αὐτῶν ἀπὸ στό Ναί κἀκεῖνο;· Ιλεώς μοι, Θεέ· καὶ οἱ ἅγιοι οι τοῖς τῶν ἁγίων ῥητοῖς, καὶ τὸν Υἱὸν ἔδωκαν εἶναι τίνους ἀρχὴν τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως λέγοντες τοῦτο αἱρετικοί εἰσιν; "Αλαλα γενηθήτω τὰ χείλη τὰ λαλοῦντα κατὰ τῶν ἁγίων. Καὶ οὕτως προσήνεγκε τὰ ῥητὰ τῶν ἀνατολικῶν διδασκάλων, καὶ ἀνέγνω πάσῃ τῇ συνόδῳ· & σὺ οὐδέποτε ἔγνως ἢ οἶδας, ἀλλ᾽ ἢ τὰ τοῦ Καβασιλά τε καὶ Παλαμά. Ιδόντες δὲ οἱ Πατέρες τὰ ῥητὰ τῶν ἁγίων τῶν ἀνα τολικῶν, καὶ ἀναγνώσαντες καὶ ἐκ τῶν δυτικῶν διδα σκάλων, καὶ εὑρόντες αὐτὰ συμφωνοῦντα ἐκείνοι;, ἐπείσθησαν ἅπαντες τῇ ἀληθείᾳ ἀναφανείσῃ· οὐ γὰρ δίκαιον τοῦ φωτὸς δειχθέντος καμμύειν τὰ ὄμματα. Καὶ οὕτως ἔδωκαν γνώμας ὁμοφωνοῦντες κατὰ μὲν τοὺς Γραικούς αἰτίαν, κατὰ δὲ τοὺς Δ ὥσπερ καὶ τὸν Πατέρα. ΕΦΕΣ. Περὶ μὲν τῶν ῥητῶν οὐκ ἀμφιβάλλειν ἔφασαν, εἰ γνήσια τῶν διδασκάλων εἰσ!, παρὰ τῆς ἐπιστολῆς τοῦ θείου Μαξίμου τοῦτο πιστούμενοι· τὴν αἰτίαν μέντοι τοῦ Πνεύματος τῷ Υἱῷ διδόναι παντελῶς ἀπηγόρευσαν οι γε πλείονες· οὕτως γὰρ καὶ τὸν σοφὸν διορίζεσθαι Μάξιμον. ΑΠΟΛ. Περὶ τῶν ῥητῶν ἔτι οὐκ ἀμφιβάλλοντες ἦσαν, ἐπειδὴ ἔγνωσαν αὐτὰ συμφωνοῦντα ἀλλήλοις, ὡ; γνήσια ὄντα τῶν διδασκάλων· καὶ ὅτι ἔγνωσαν, ταύ την τὴν δόξαν εἶναι ἐν τῇ Ῥωμαϊκῇ Ἐκκλησία πρό παλαι. Ο γὰρ ἅγιος Μάξιμος πρὸ τῆς ἔκτης ὢν οἰκουμενικῆς συνόδου, μαρτυρεῖ τῇ Ῥωμαϊκῇ Ἐκ κλησίᾳ τοῦτο ἀδούσῃ, καὶ συμφώνους ἐν τούτῳ προ κομίζει 'Ρωμαίους Πατέρας, ἔτι γε μὴν καὶ Κύ ριλλον τὸν ᾿Αλεξανδρείας. Τὸ δὲ ἰσχυρότερόν στ τῶν λόγων ἐστὶν, ὡς οὐκ αἰτίαν ποιοῦντας τὸν Υἱόν, ἔφη Μάξιμος, σφᾶς αὐτοὺς οἱ Πατέρες ἐκεῖνοι ἀπέ δειξαν, ἀλλ᾽ ἵνα τὸ δι' αὐτοῦ προϊένας δηλώσωσι τοῦτο γὰρ καὶ οὗτοι νῦν, ὡς φῂς, δειλιάσαντες τοῖς μὲν ῥητοῖς συνεφώνησαν καὶ αὐτοὶ κατὰ τὸν Μάξιμον, τὴν δὲ αἰτίαν τῷ Υἱῷ διδόναι παντελῶς ἀπη γόρευσαν οι γε πλείονες αὐτῶν. Ἡμεῖς δὲ καὶ πρὸς ταῦτα ὀλίγα ἐροῦμεν· ὅτι τὸ τοῦ σεπτοῦ Μαξίμου οὕτω νοεῖται, ὡς οὐκ ἀρχοειδῶς οὐδὲ προκαταρτικῶς αἰτίαν τὸν Υἱὸν εἶναι νομίζει τοῦ Πνεύματος, οὐδ᾽ ἀρχὴν ἄναρχον, οὐδ᾽ αἰτίαν ἀναίτιον· τοῦτο γὰρ τῷ Πατρὶ μόνῳ πρόσεστι, τῷ δὲ Υἱῷ οὐχ οὕτως, ἀλλ ἔχει ὁ Υἱός, παρὰ τοῦ Πατρὸ; λαβὼν ἔχει καὶ αὐτὸ
col. 1085–1086page 65 of 75
PG 159:1085τὸ εἶναι. Οθεν εἰ λέγοιτο καὶ ὁ Υἱός αἰτία καὶ ἀρχὴ τοῦ ἁγίου Πνεύματος, ἐκ τοῦ Πατρὸς τοῦτ' ἔλαβε δυνάμεθα γὰρ καὶ ἡμεῖς εἰπεῖν κατὰ τὸν ἐν θεολογία μέγαν Γρηγόριον· Ἡ ἐκ τῆς αἰτίας αἰτία, τὸ ἐκ τοῦ φωτός φῶς, ὁ ἐκ Θεοῦ Θεὸς, ὥσπερ ἐκεῖνός φησιν, Ἡ ἐκ τῆς ἀρχῆς ἀρχή. Ωστε εἰ καὶ ὁ Υἱὸς αἰτία λέγεται, ἀλλ' οὐκ ἀφ' ἑαυτοῦ ἀρχοειδῶς, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς μὲν ἀρχοειδῶς, διὰ τοῦ Υἱοῦ δὲ καὶ ἐκ τοῦ Υἱοῦ ὡς διὰ τοῦ Υἱοῦ. Καὶ τοῦτό ἐστιν ὅ φησι Μά ξιμος· οὐκ αἰτίαν ἀρχοειδῆ τὸν Υἱὸν ποιοῦντας τοῦ Πνεύματος σφᾶς αὐτοὺς ἀπέδειξαν, ἀλλ᾽ ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι. Καὶ οὗτοι οὖν οὕτω νοή σαντες δοῦναι τῷ Υἱῷ τὴν μὴ προκαταρτικὴν αἰτίαν, καλῶς καὶ εὐσεβῶς ἐποίησαν. Καὶ γὰρ οὐδ᾽ ἡμεῖς λέγομεν ἀρχοειδή ή προκαταρτικὴν τὸν Υἱὸν αἰτίαν τοῦ Πνεύματος, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ὡς πρώτης ἀρο χῆς ἀνάρχου καὶ ἀρχοειδοῦς, ἐκ τοῦ Υἱοῦ δὲ καὶ διὰ τοῦ Υἱοῦ ὡς δι' αὐτοῦ ἐκ τοῦ Πατρός. Καὶ οὕτω πιο στεύομεν, καὶ γενναίως κηρύττομεν. ΕΦΕΣ. 'Αλλ' οἱ τολμηροὶ τὴν δυσσέβειαν, καὶ ὅσοι τού τοις παρὰ τὴν ἀρχὴν ἠκολούθησαν, ἐπαγγελίαις λαμπραῖς ὑπαχθέντες καὶ δόμασιν, γυμνῇ τῇ κεφα λῇ τὸν Υἱὸν ἀπεφήναντο τοῦ Πνεύματος αἴτιον· 8 μηδ' ἐν τοῖς τῶν Λατίνων ῥητοῖς εὕρηταί που φανε ρῶς κείμενον. ΑΠΟΛ. Οὐ τολμηροὶ τὴν δυσσέβειαν, ἀλλ᾽ εὐλαβεῖς τὴν εὐσέβειαν ἦσαν ἐκεῖνοι, οὓς σὺ συκοφαντεῖς. Οὐ γὰρ ἐβουλήθησαν διαμεῖναι καὶ ἔτι τῷ σχίσματι καὶ τῇ κακίᾳ διαιρούμενοι τῶν ἀδελφῶν καὶ τῆς ἐκκλησίας· οὐδ᾽ ἦσαν οὕτω μωροὶ ἀρνήσασθαι τὴν ἀλή θειαν, ὅς ἐστιν ὁ Χριστὸς, ἔμπροσθεν τῶν ἀνθρώπων. Διὸ καὶ γυμνῇ τῇ κεφαλῇ ἀνεκήρυξαν, ἐκ τοῦ σκότους τῆς κακίστης προλήψεως ανανήψαντες, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀνεκλήθησαν, σὲ κάτω κείμενον ἐλεεινῶς καταλιπόντες μετὰ τῶν ἀπ' αἰῶν νος ἁπάντων σχισματικῶν εἶναί σε. Οὐχ ὑπαχθέντες δὲ δώροις τε καὶ ἐπαγγελίαις, ὡς σὺ φῇς, ἀλλὰ φοβηθέντες τὸν ἀλάθητον ὀφθαλμόν, ὃ ἔγνωσαν δί καιον, ὡμολόγησαν. Οτι δὲ οὐχ εὕρηται ὁ Υἱός αἴτιος τοῦ Πνεύματος ἐν τοῖς τῶν Λατίνων ῥητοῖς φανερῶς κείμενον, ἐδείξαμεν πρότερον, τὰ ῥητὰ θέντες τῶν δυτικῶν διδασκάλων. Οὐκ οἶδα δὲ, εἰ καὶ ἄλλως σὺ νοεῖς τὸ εἶναι αἴτιον τοῦ Πνεύματος, ἄλλως τὸ ἐξ αὐτοῦ ἐκπορευόμενον. Ἐγὼ δὲ ὅταν ἀκούσω, Παρὰ τοῦ Υἱοῦ τὸ εἶναι ἔχει, καὶ παρ' αὐ τοῦ ἐκπορεύεται, τὸ αὐτοῦ αἴτιον ἐννοῶ· εἰ δὲ ἄλ λο ἐστὶ τὸ εἶναι ἔχειν παρ' αὐτοῦ, ἄλλο δὲ τὸ εἶναι αἴτιον, δεῖξον σὺ τοῦτο, καὶ ἡμεῖς σιγήσομεν· ἀλλ' οὐ δυνήσῃ τοῦτο δεῖξαί ποτε, ἀλλὰ μάτην πτερυγί ζεις πολλὰ κάμνων. ΕΦΕΣ. Τούτοις δὲ καὶ ὁ πατριάρχης ἐπεψηφίσατο, προ διεφθαρμένος ήδη καὶ αὐτὸς ὁ τάλα;, καὶ ἅμα διψῶν
col. 1087–1088page 66 of 75
PG 159:1087τὴν ἐκεῖθεν ἀπαλλαγήν, εἰ καὶ τὸ χρεὼν αὐτὸν συνήλαυνε πρὸς τὸν θάνατον. ΑΠΟΛ. Ο ἱερὸς πατριάρχης εψηφίσατο πρῶτος, ὅτι οἱ ἀνατολικοὶ ἅγιοι τοῖς δυτικοῖς συμφωνοῦσι, καὶ μετὰ τοῦτον οἱ λοιποί συνήνεσαν θεῖοι άνδρες· ὃς εἴπερ έξη, οὐκ ἂν σὲ τοιαῦτ' ἔλεγες, οὔτε μὴν ἔπραττες· ἀλλὰ οὐδὲ τολμῆσαι εἶχες εἰπεῖν προδιεφθαρμένον αὐτὸν, ἂν τὴν σκιὰν αὐτοῦ μόνον ἔβλεπες· ὃς οὐ διὰ φόβον τινά, οὐδὲ διὰ δόξαν, οὐδὲ διψῶν τὴν ἐκεῖθεν ἀπαλλαγήν, τὴν ἱερὰν ἐγλίχετο ἕνωσιν, ἀλλ' ὅτι εἶδεν ἀκριβῶς, 8 πολλοὶ πρὸ αὐτοῦ πατριάρχαι ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον· εἶδε γὰρ τὴν εἰρήνην τῆς ἐκκλησίας, τὰ μέλη τοῦ δεσποτικοῦ σώματος ηνωμένα, ἠγαλλιάσατο τῷ πνεύματι, καὶ ὑπέγραψεν εὐλαβῶς, ὁμολογήσας τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ ΥΙ, τὴν κάθαρσιν τῶν ψυχῶν, τὸν Ῥώμης αρχιερές κεφαλὴν πάντων τῶν ἱερέων· καὶ οὕτω, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἄρας τὰς χεῖρας εἰς οὐρα νὸν εὐχαρίστησε τῷ Θεῷ, καὶ οὕτως ἀπέδωκε τὴν ἁγίαν αὐτοῦ ψυχήν. Σὺ δὲ ὁ ἀναιδῶς συκοφαντών αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ, οὐχ οὕτως, ἀλλ' ὁμοῦ σὺν τῇ κόπρῳ τοῦ ἀφεδρῶνος ἐξέπνευσας· μαρτυρεί τοῦτο πᾶσα ἡ πόλις. Οὕτως οἶδεν ἡ θεία δίκη ταλαντεύειν ἕκαστον κατὰ τὴν ἑαυτοῦ πίστιν, ὡς πάλαι τὸν τῆς μανίας ἐπώνυμον "Αρειον, ὃς κάτω τὰ ἔγω κατα ἔπεμψεν, σὺ δὲ ἄνω τὴν κόπρον. ΕΦΕΣ. Ἐγὼ δὲ τὴν ἐμαυτοῦ γνώμην ἅμα καὶ ὁμολογίαν τῆς πίστεως συγγεγραμμένην έχων· οὕτω γάρ που διείρητο πρότερον, ἐγγράφως ἐπιδοῦναι τὴν ἑαυτοῦ γνώμην ἕκαστον· ὡς εἶδον αὐτοὺς ἐκθύμως ήδη πρὸς τὴν ἕνωσιν ώρμημένους, καὶ τοὺς ἐμοὶ συνε στῶτας πρότερον ἄρτι συμπεπτωκότας ἐκείνοις, ἐγγράφων δὲ οὐδὲ μεμνημένους, επέσχον καὶ αὐτὸς τὴν γραφὴν, ἵνα μὴ πρὸς ὀργὴν αὐτοὺς ἐρεθίσας, εἰς προΰπτον ἤδη τὸν κίνδυνον ἐμαυτὸν ἐμβάλω. ΑΠΟΛ. Εἴρητο μὲν πρότερον, ἕκαστον τὴν ἑαυτοῦ δοῦναι ὁμολογίαν, ἐγγράφως δηλονότι, πρὸ τοῦ ἰδεῖν τὰ ῥητὰ τῶν ἁγίων· ἰδόντες δ᾽ αὐτὰ καὶ συμφωνήσαντες πρὸς ἐκεῖνα, οὐκ ἦν ἀνάγκη ἐγγράφου; διδό και ομολογίας, τῶν ἁγίων διὰ τῶν ῥητῶν δῆλα τὰ πάντα ποιούντων. Διὰ τοῦτο οὐδεὶς ἔδωκε γνώμην ἐγγράφως ἐκεῖ, ἀλλ' ἀπὸ στόματος ὀλίγοι τινές, άρχομένου τοῦ βασιλέως καὶ τῶν πρώτων τεσσάρων ἢ πέντε, οἱ δ' ἄλλοι ἄπειροι ὄντες γραμμάτων έγνω μοδότησαν μόνον εἰς τὰ ῥητὰ τῶν ἁγίων. Καὶ σὺ μὲν τὴν ὁμολογίαν σου ἔχων εγγεγραμμένην, πλήρη αἱρέσεων καὶ ἀδολεσχίας, ἐδειλίασας δοῦναι, ἵνα μὴ ὀφλήσῃς ἀντὶ τιμῆς γέλωτα· εἶδες δὲ καὶ τοὺς πρό τερον μετὰ σοῦ ἐλεεινῶς κατακειμένους εἰς τὸ τοῦ ᾅδου βάραθρον γενναίως ἀναστάντας, καὶ ἀνανή ψαντας ἐκ τοῦ σχίσματος, καὶ ἐλθόντας εὐλαβῶς εἰς τὸν σύνδεσμον τῆς εἰρήνης, καὶ μετὰ σπουδής ώρμημένους πρὸς τὴν ἱερὰν ἔνωσιν· καὶ οὐκ ἔφερες
col. 1089–1090page 67 of 75
PG 159:1089βλέπειν γενέσθαι μὲν αὐτοὺς καὶ ὀνομασθῆναι Πα τέρας καὶ διδασκάλους τῆς Ἐκκλησίας, σὲ δὲ αὐτῶν ἀλλότριον καὶ ἐχθρόν. ΕΦΕΣ. Διὰ στόματος μέντοι τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα παρρησίᾳ, μὴ ἂν ἄλλως δύνασθαι τὰ ῥητὰ τῶν δυτικῶν καὶ ἀνατολικῶν συμφωνήσαι Πατέρων, εἰ μὴ κατὰ τὴν ἐξήγησιν τῆς ἐπιστολῆς τοῦ σεπτοῦ Μαξίμου τὸν Υἱὸν μὴ φαίημεν αἴτιον εἶναι τοῦ Πνεύματος - προσεπισημηνάμενος ἅμα καὶ περὶ τῆς προσθήκης, ὡς οὐδὲ ταύτην συγχωρῶ τοῖς Λατίνοις, ἅτε μὴ καλῶς μηδ' εὐλόγως κατὰ τοὺς εἰρημένους λόγους γεγενημένην. Εντεῦθεν οἱ μὲν τὰ ἑαυτῶν ἔπραξαν, καὶ πρὸς τὴν συνθήκην τοῦ ὅρου καὶ τὰ λοιπὰ τῆς ἑνώσεως ἔβλεψαν. ΑΠΟΛ. Διὰ στόματος μὲν σὺ ἐξέμεσας αἱρέσεις καὶ βλασ φημίας Εμπροσθεν βασιλέως καὶ πατριάρχου καὶ ἁπάσης τῆς ἀνατολικῆς συνάξεως, εἰπὼν τοὺς Λαύ είνους σχισματικούς καὶ αἱρετικούς· ἔνθα κατεγέλασαν σε ἅπαντες, ἀκούσαντες τους τοιούτους λόγους. Ποία γὰρ σύνοδος ἔφη ποτὲ τοὺς Λατίνους αἱρετικοὺς; Πῶς οὐκ ἐτόλμησας εἰπεῖν τοῦτο ἔμπροσθεν τῶν Λατίνων; διότι οὐκ ἴσχυες ἀποδείξαι. Οτε δὲ καὶ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς ἀναιδῶς ἐξεβόησας, οἱ Πατέρες ἀκούσαντες συνετρίβοντο, καὶ πρὸς ἀλλή λους ἐμβλέψαντες συνέσχον τὰ ὦτα αὐτῶν, καὶ τὰς βίβλους καὶ τὰ ῥητὰ τῶν ἁγίων κομίσαντες ἐδείκνυον τὴν ἀλήθειαν· ἅπερ ἰδὼν ἀβλεψία κατεσχέθης. Ὅτε δὲ καὶ μωρῶς ἐφθέγξω, ὅτι οὐ συγκοινωνήσεις Λατίνοις ποτέ, ἐὰν μὴ τὴν προσθήκην ἐκβάλωσιν ἀπὸ τοῦ συμβόλου, ὅτι αἱρετικοί εἰσιν οἱ λέγοντες καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἤκουσας· "Αλαλα γενη θήτω τὰ χείλη τὰ λαλοῦντα κατὰ τῶν ἁγίων· οἱ ἅγιοι γὰρ τῆς Ἐκκλησίας λέγουσι τοῦτο· καὶ ᾐσχύνο θης, καὶ ἐσιώπησας. Οἱ δὲ λοιποὶ Πατέρες συμφωνήσαντες τοῖς ῥητοῖς τῶν ἀνατολικῶν καὶ δυτικῶν Πατέρων κατὰ τὸν νοῦν τοῦ σεπτοῦ Μαξίμου, ἡνώ θησαν πρῶτον μὲν τοῖς ἁγίοις, εἶτα καὶ πρὸς ἀλλή λους· ἔπειτα δὲ καὶ πρὸς τὴν συνθήκην τοῦ ὄρου ἔβλεψαν, ὡς εἰκὸς, καὶ τὰ λοιπὰ τῆς εἰρήνης ἔπρα ξαν, ἵνα λάβῃ τέλος τὸ θεῖον ἔργον τοῦτο καὶ ἅγιον τῆς τῶν Χριστιανῶν ὁμονοίας τε καὶ ἑνώσεως. ΕΦΕΣ. Ἐγὼ δὲ χωρισθεὶς αὐτῶν ἔκτοτε ἐμαυτῷ σχο λάσας, ἵνα τοῖς ἁγίοις μου Πατράσι καὶ διδασκάλοις διατελώ συνημμένος, πᾶσι καταφανή ποιῶ τὴν ἐμαυτοῦ γνώμην διὰ τῆσδέ μου τῆς γραφῆς· ὡς ἂν ἐξῇ δοκιμάζειν τῷ βουλομένῳ, πότερον ὑγιέσι δόγ ματι χαίρων, ή διεστραμμένοις τισί, τήν γεγενημένην ἔνωσιν οὐ παρεδεξάμην. ΑΠΟΑ. Καὶ σὺ μὲν χωρισθεὶς ἀπὸ τῶν Πατέρων τῆς ἱε ρα; - συνόδου, κεχωρισμένος εἰ καὶ τῆς ἱερᾶς τοῦ Χριστοῦ ποίμνης· κεχωρισμένος οὖν τῆς τοῦ Χρι στοῦ μάνδρας, ἔξω εἰ τῆς σωστικῆς κιβωτοῦ· τὸν δὲ ἔξω τῆς νηὺς ὄντα ἀνάγκη βασανίζεσθαι ὑπὸ τῶν κυμάτων τῆς μοχθηρᾶς αἱρέσεως. Πᾶς γὰρ ὁ τῆς οἰκουμενικῆς συνόδου χωρισθεὶς ἐχθρὸς ἀποδείκνυται
col. 1091–1092page 68 of 75
PG 159:1091ταύτης· οἱ δὲ τῶν οἰκουμενικῶν συνόδων έχθρας οὐκ ἄλλο λαμβάνουσιν ὄνομα, ἢ αἱρετικοὶ ὀνομάζονται. Ημεῖς δὲ ἵνα μὴ τὴν ἀνίατον ταύτην νοσή σωμεν, καὶ αἱρετικοὶ καὶ ἐχθροὶ διὰ ταύτης γενώ μεθα τῆς τοῦ Χριστοῦ ᾿Εκκλησίας, τῇ ἱερᾷ ταύτῃ καὶ ἁγίᾳ συνόδῳ ὑποτασσόμεθα, καὶ ἐν ἑνώσει ἐσμέν. Καὶ σὺ μὲν σχολάσας μωρίαις, καὶ δοξοφανίαις, καὶ τιμαῖς τῶν κοινῶν ἀνθρώπων, καὶ ταύταις ἐντρυφῶν καθ᾿ ἑκάστην, βλασφήμους ἀπέρριπτες λόγους κατὰ τῆς ἱερᾶς καὶ ἁγίας συνόδου· ἡμεῖς δὲ σχο λάσαντες τοῖς τῶν ἁγίων ῥητοῖς τιμῶμεν αὐτὴν, καὶ αὐτῆς ὑπερασπίζομεν καθ᾿ ἑκάστην. Οπως οὖν καὶ τὸ ἀναιδές σου στόμα, τὸ λαλῆσαν ἀδικίαν εἰς τὸ ὕψος καὶ βλασφημίαν, ἐπληρώθη αἰσχύνης ἐν τῷ καιρῷ τῆς σῆς πικρᾶς ἀναλύσεως, ἴσασιν ο τἀληθῆ λέγειν μεμαθηκότες. Καὶ σὺ μὲν συνήφθης, ὡς φῂς, τοῖς ἁγίοις σου Πατράσι καὶ διδασκάλοις, Φωτίῳ τῷ πρώτῳ σχισματικῷ, μᾶλλον δὲ αὐτουργί καὶ δημιουργῷ τοῦ σχίσματος καὶ τῆς διαιρέσεις, Καβασιλα, Παλαμᾷ, Καματηρῷ, Φουρνή, Τελλί, Μοσχάμπαρι, Βουλγαρία, Νικολάῳ Μεθώνης, Πανα ρέτῳ, καὶ τοῖς λοιποῖς, τοῖς μετὰ τὸ σχίσμα καὶ τὴν πολλὴν ἔριν κατὰ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας εἰποῦσι, καὶ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα ἀμαθῶς τε καὶ ἀναιδῶς φλυαρήσασι, Νεστορίῳ τῷ φρενοβλαβεί κατὰ πάντα ομονοοῦσιν, εἰπόντι κἀκείνῳ ἐκ μόνου τοῦ Πατρός· χωρισθεὶς πρῶτον πάντων τῶν θείων καὶ ἁγίων Πατέρων τῶν ἐν ταῖς οἰκουμενικαῖς δια πρεψάντων συνόδοις, εἶτα πάντων τῶν συγγράμματα θεῖα καταλιπόντων, δι' ὧν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα διαρρήδην ἐμ φαίνεται· καὶ δι' Υἱοῦ, καὶ ἐξ Υἱοῦ, καὶ ἐξ ἀμφο τέρων, καὶ τὰ λοιπὰ θεολογούντων ἀναφανδόν· οἱ τινές εἰσιν, Ιλάριος, Αθανάσιος, Αὐγουστίνος, Βα σίλειος, Ιερώνυμος, Αμβρόσιος, Γρηγόριος ὁ Διά λογος, Γρηγόριος ὁ Θεολόγος, ὁ μέγας Χρυσόστομος, Επιφάνιος, Κύριλλος, Λέων ο μέγας, Μάξιμος, ᾿Αναστάσιος, Ταράσιος, Δαμασκηνὸς, καὶ ἕτεροι. Ἡμεῖς δὲ, ὧν μὲν σὺ συνήφθης, παντελώς χωρι ζόμεθα, καὶ οὐδεμίαν κοινωνίαν βουλόμεθα ή θέλο μεν μετ᾿ αὐτῶν ἔχειν· ὧν δὲ σὺ ἐχωρίσθης, ἡμεῖς εὐλαβῶς συναπτόμεθα· καὶ σὺ μὲν μετὰ τῶν ἐκ μόνου τοῦ Πατρὸς εἰπόντων τὸ Πνεῦμα ἐν τῇ δευ τέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ ευρεθείης συντεταγμένος, ἡμεῖς δὲ μετὰ τῶν θεολογησάντων αὐτὸ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι εὑρεθείη μεν συνημμένοι. Καὶ σὺ μὲν ὧδε ἐχθρὸς τῆς συνό δου καὶ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ὑπάρχων, κἀκεῖ εὑρεθήσῃ ἐχθρὸς αὐτῆς· ἡμεῖς δὲ ὧδε φίλοι καὶ ὑποτακτικοὶ τῆς καθολικῆς τοῦ Χριστοῦ ᾿Εκκλησία; καὶ τῆς οἰκουμενικῆς ὄντες συνόδου, κἀκεῖ εὐχόμεθα ἵν' εὑρεθῶμεν οὕτως. Τὴν δὲ σαυτοῦ γνώμην ταύ την, ἣν καταφανῆ πᾶσι ποιεῖς, ἡμεῖς ἤδη τῇ τοῦ Θεοῦ χάριτι ἀνετρέψαμεν, πῆ μὲν τὸ ἄτοπον ταύτης ἐλέγχοντες, πῆ δὲ τοὺς λόγους ψευδεῖς δεικνύντες διὰ μαρτυριῶν τῶν τῆς Ἐκκλησίας διδασκάλων ὅπως ἐξῇ δοκιμάζειν ἕκαστον, πότερον ἀλήθειαν φῂς ή ψεῦδος· καὶ ἵνα γνῶσι πάντες, ὅτι τοῖς διεστραμμένοι; τῶν προειρημένων του διδασκάλων δόγμασιν Ει
col. 1093–1094page 69 of 75
PG 159:1093ἐξακολουθήσας, τὴν ὀρθόδοξον, καὶ αμώμητον, καὶ ἀληθῆ, καὶ ἀθόλωτον, καὶ ἁγίαν ἔνωσιν ὑποδέξασθαι οὐκ ἠθέλησας, ἐν ἡμεῖς τιμῶμεν, καὶ εὐλαβῶς ἐπαινοῦμεν ὡς ἀληθῆ δογματίσασαν· καὶ τὰ ἐν αὐτῇ δὲ κηρυχθέντα οὐ διεστραμμένα, ὡς σὺ φλυαρείν, ἀλλ᾽ ὡς ὀρθὰ καὶ ὑγιῆ στέργομεν καὶ ἀποδεχόμεθα Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, τὴν ἁγίαν Τριάδα ὁμολογοῦντες μίαν ἀρχὴν, μίαν βασιλείαν, μίαν δύναμιν, μίαν θεότητα, μίαν θέλησιν καὶ ἐνέργειαν Πατέρα ἀπ᾿ οὐδενὸς, ἀγέννητον, ἄναρχον, παντοδύναμον· Υἱὸν ἐκ τοῦ Πατρὸς μόνου γεννητὸν, συνάναρχον, ὁμοδύναμον Πνεῦμα ἅγιον συνάναρχον, συναΐδιον, ὁμοούσιον, ὁμοδύναμον, Πατρὸς καὶ Υἱοῦ Πνεῦμα, ἐξ ἀμφοτέρων ἀϊδίως ἐπίσης ἐκπο γευόμενον ὡς ἐκ μιᾶς ἀρχῆς καὶ ἑνὸς προβολέως. Οὕτω πιστεύομεν, οὕτω κηρύττομεν, οὕτως ὁμολογοῦμεν, καὶ οὕτως εὐχόμεθα διαμεἶναι ἡμᾶς μέχρι καὶ τῆς τελευταίας ἀναπνοῆς ἐξερχομένους τοῦ παρόντος βίου· ἐν δὲ τῇ φρικτῇ τοῦ Σωτῆρος παρ ρουσίᾳ, ὅταν ἔλθῃ κρῖναι τὴν οἰκουμένην, μετὰ ταύ της τῆς ὁμολογίας τῷ ἐρχομένῳ ἐν νεφέλαις ἀπαν τῆσαι. Οτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αιώνων. Αμήν.

Acrostic Canon on the Council of Florence, from Pasini's Turin CodexCanon per acrostichidem in synodum Florentinam, ex Pasini Cod. Taurin

col. 1095–1096page 70 of 75
PG 159:1095ΚΑΝΩΝ ΤΗΣ ΟΓΔΟΗΣ ΣΥΝΟΔΟΥ ΤΗΣ ΕΝ ΦΛΩΡΕΝΤΙΑ ΓΕΝΟΜΕΝΗΣ ΠΟΙΗΜΑ ΙΕΡΕΩΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΛΟΥΣΙΑΔΗΝΟΥ Οὗ ἡ ἀκροστιχίς ο Επεσι τερπνοῖς τὴν σύνοδον γεραίρω Ιωάννης. Ἐκ τῶν περάτων θεαρχίῳ νευματι συναθροισθέντες εἰς ἐν ἐν τῇ λαμπρᾷ πόλει Φλωρεντίων σήμερον οἱ ἱεροὶ διδάσκαλοι, δυαρχίας τὸ ψεῦδος συναλοιφῆς τὸ παλίμφημον δόγμα ἐκποδὼν ἀπεδίωξαν. Παρὰ Χριστοῦ τοῦ βασιλέως ἄνωθεν μεμνημένος σαφῶς. ὡς ἀῤῥαγείς στύλοι, γεγονότες ὤφθησαν οι Ἐκκλησίας πρόεδροι, οι Χριστοῦ στρατιῶται, τῆς ἀσεβείας ἀντίπαλοι, καὶ τῆς εὐσεβείας διδάσκαλοι, Εὐσεβοφρόνως οἱ πιστοὶ συνδράμωμεν, χεῖρας κροτοῦντες πιστῶς, καὶ τὴν λαμπράν ταύτην, καὶ ἁγίαν σύνοδον, ὕμνοις ἀνευφημήσωμεν, τὸν συν άψαντα πάντας ἐν ὁμοίᾳ τῆς πίστεως, Ἰησοῦν Χρι στὸν μεγαλύνοντες. Συναπτικὴ τῶν διεστώτων Ένωσις, Παρθενομήτωρ ἁγνὴ, τοῦ Ἰησοῦ Μήτηρ, σὺ ὑπάρχεις Δέσποινα, τοῦ Δαβὶδ ἀπόγονος, Θεοτόκε Μαρία, καὶ τῶν ἀγγέ γων ἀγλάϊσμα καὶ τῶν γηγενῶν ἀγαλλίαμα. Ἱερῶς ἀθροισθεῖσα ἡ ἱερὰ σύνοδος, καὶ τῆς Ἐχε κλησίας λογάδες πάντες συνήχθησαν ἐν τῇ ἐνώσει, Χριστέ, τῆς θειοτάτης σου ποίμνης ἣν τῷ σῷ ἐστή ριξας αἵματι, Δέσποτα. Τῶν Πατέρων ἁπάντων ἡ κορωνίς σήμερον καὶ τῶν θεολόγων, ἀκρότης πᾶσα συνέδραμε, καὶ πρὸς δυσμὰς ἐν ταυτῷ συναθροισθεῖσα ἐν τάχει, σκότος ἐξηφάνισε τῆς διαστάσεως. Εὐσεβείας οι πύργοι, ἐκκλησιῶν πρόμαχαι, καὶ τῆς οἰκουμένης ποιμένες τε καὶ διδάσκαλοι, οἱ θεο
col. 1097–1098page 71 of 75
PG 159:1097λόγοι λαμπρῶς, ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ τε εὐσεβῶς ἐκήρυξαν τὸ Πνεῦμα σήμερον. Ῥῦσαι πάσης ἀνάγκης καὶ πειρασμῶν ἅπαντας τοὺς προσκαλουμένους τὸ θεῖον ὄνομα, Δέσποινα, σοῦ τὸ πανάγιον νῦν Θεοτόκον κυρίως, εὐσεβῶς δη ξάζοντας καὶ μεγαλύνοντας. Παρὰ Χριστοῦ τὴν ἐξουσίαν εἰλήφατε τὰς αἱρέσεις πάσας καὶ τὰ σχίσματα ἐκ τῆς αὐτοῦ ποίμνης άλη θῶ; Πνεύματος Ισχύϊ ἐκτέμνειν καὶ ἀποκρούεσθαι, Πατέρες θεοφόροι, συνελθόντες· διόπερ κατὰ χρέος ὑμᾶς μεγαλύνομεν. Νέα Σιὼν ἡ Φλωρεντία εγένετο, τοὺς Πατέρας πάντοθεν συνάψασα πρὸς ἑαυτὴν καὶ τὸν ἱερὸν ὅρον θεοφρόνως εἰς πᾶσιν γῆν ἐξαπέστειλεν, πολλῇ θεο λογίᾳ καὶ σοφίᾳ συνθεῖσα, τὴν ὀρθόδοξον πίστιν κηρύττοντα. Ὁ ἱερὸς καὶ πανσεβάσμιο; ὅμιλος τῶν Πατέρων πᾶσαν τὴν δυσχέρειαν τῶν πονηρῶν ἤλεγξε σαφῶς, καὶ τὸ θεῖον δόγμα τὸ τῆς Τριάδος ἐξέδωκεν, ὀρθῇ ὁμολογία καὶ σοφῇ διανοίᾳ τὸ τῆς πίστεως ἅγιον Σύμβολον. Ἵνα τὴν σὴν θεολογῶμεν θειότητα ὀρθοδόξως, πάντας θείῳ νεύματι τοὺς ἀρχηγοὺς τῶν ἐκκλησιῶν ἐν τῇ Φλωρεντία συνάψας πάντα τὰ σκάνδαλα ηφά νισας ἐκ μέσου· δι᾿ αὐτῶν τὴν εἰρήνην, καὶ ὁμό νοιαν πᾶσιν ἐχώρισας. Σὺ τῶν βροτῶν ὤφθης, Παρθένε, τὸ καύχημα, καὶ ἀγγέλων πέλεις ἀγαλλίαμα, ὡς τὸν Χριστὸν τέξασα σαρκί, τὸν παμβασιλέα, καὶ ποιητὴν πάσης κτίσεω;. Διδ, Παρθενομήτωρ, διὰ σοῦ οἱ σωθέντες εὐλογοῦμεν ἀπαύστως τὸν Τόκον σου. Την σεβάσμιον ταύτην καὶ ἁγίαν σύνοδον πιστώς γεραίρομεν τὴν ἐν Φλωρεντίᾳ ἱερῶς συναχθείσαν ἐν Πνεύματι, καὶ τὰς Ἐκκλησίας διερρηγμένας ἀνιάτως ἐν ἑνώσει αὐτὰς κατευθύνασαν. Ἡ φωνὴ τοῦ Σωτῆρος ἀληθῶς πεπλήρωται, ἡ πάλαι φήσασα ἱερῶς τῷ Πέτρῳ· Επιστρέψας στηρίξεις εἰς ἕνωσίν σου τοὺς ἀδελφούς σου. Ἐγὼ γὰρ, Πέτρε, ἐδεήθην, ἵνα μήποτε λείψῃ ἡ πίστις σου. Νῦν ὁ Ρώμης προστάτης, ὁ κλεινὸς Εὐγένιος, πάντας συνήθροισε ἐν τῇ Φλωρεντίᾳ ὡς τὴν πίστιν κατέχων ἀκλόνητον, καὶ στηρίξας πάντας, καὶ πρὸς αὐτὴν καθοδηγήσας, τοῦ Σωτῆρος τὸν λόγον ἐπλή ρωσε. Συνελθόντες ἐν πίστει, πάντες μακαρίζομέν σε τὴν πανάμωμον, τὴν τὰ διεστῶτα παραδόξως, Παρ θένε, συνάψασαν τῷ σεπτῷ σου Τόκῳ, ἀλλὰ καὶ νῦν ταῖς ἐκκλησίαις τὴν εἰρήνην καλῶς προξενήσασαν. Υψιστα Παμβασιλεῦ, τῶν ἁπάντων παντεπόπτα καὶ κτίστα· σὸν ἀληθῶς γὰρ ἔργον τὸ παρὸν, Παν τοδύναμε, τοῦ ἐνῶται τὰ μακρὰ καὶ πρὸ πολλοῦ διεστῶτα δύο, Σωτήρ μου, γένη κάλλιστα. Νῦν ἐπέλαμψε φαιδρῶς ἡ χαρμόσυνος ἡμέρα Κυ ρίου, ἐν ᾗ τὸν θεῖον ὅρον τῆς εἰρήνης τὸν σύνδεσμον, τῶν Πατέρων ὁ χορὸς συνέθετο ὀρθοδόξως, καὶ θεο φρόνως επαγάλλεται. Οἰήματα αἱρετικῶν καὶ κακία καὶ διάστασις πᾶσα Θεολογούντων ήρθη, ἐκ ποδὼν καὶ ἡφάνισται, τῶν
col. 1099–1100page 72 of 75
PG 159:1099Πατέρων καὶ πιστοὶ συνήλθοσαν ἐν ἑνώσει τῆς ἀλη θοῦς καὶ θείας πίστεως. Ο Δεῦτε ᾄσωμεν, πιστοὶ τὴν ὑπέραγνον μητέρα Κυρίου, τὴν φωταυγή νεφέλην, τὴν οὐράνιον κλί μακα, τὴν παστάδα την χρυσήν, σκήνωμα φέρτερον τοῦ Ὑψίστου, ἐν ᾧ ὁ Λόγος σὰρξ εγένετο. Ομιλος ὤφθη τῶν Πατέρων, ἐκ περάτων άθρο σθεὶς ἐν Φλωρεντίᾳ ὁπλοφόρος στρατός, κατὰ τῶν ἀντιπάλων, καὶ τούτων καταβέβληκε τὴν ἀφρίν γενναιοφρόνως. Νεύσει Κυρίου πανταχόθεν συνηθροίσθησαν Πα τέρες θεηγόροι, τοῦ ἐνῶσαι τὰ πρὶν κακῶς διεξρω γάτα καὶ μελῳδοῦντες ᾄσωσιν ᾆσμα θεῖον τῷ Δε σπότῃ. Γέγονεν ὄρος τῆς συνόδου, καὶ κατᾔσχυνεν ἐχθρῶν τὰς φληναφίας· καὶ τὸ δόγμα σαφῶς ἐδίδαξε την σέβειν, τὸ Πνεῦμα ἐκπορεύεσθαι ἐκ Πατρὸς καὶ δι' Υἱοῦ τε. Ἐν ἀμφοτέρωθεν ἡγεῖται. Τὸ γινόμενον ἡ σύνοδος ἡ θεία δι' ἀζύμου αὐτὸ ἄρτου καὶ δι' ἐνζύμου σῶμα σεπτὸν καὶ ἅγιον τοῦ Κυρίου παραδόξως. Ῥῦται κινδύνων, Θεοτόκε, τοὺς ὑμνοῦντάς σου τὸν Τόκον, Παναγία· καὶ ἐξ ὅλης ψυχῆς βοῶσι του τὸν ὕμνον καὶ τὴν ᾠδήν σοι μέλπουσιν εἰ; ἀεί.... Επ' ἄκρων γῆς εἰς πέρατα συνεξέλαμψε σήμερον ἡ ἐν Φλωρεντία παναγία σύνοδος πιστοὺς ἐκδιδάσκουσα τὴν τῶν ψυχῶν ἀπόλαυσιν νῦν τῶν ἐν τῷ παρόντι ἱκανῶς δουλευσάντων προθύμως τῷ Σωτῆρι καὶ αὐτῷ μελῳδούντων τῷ τῶν ψυχῶν νυμφίῳ, τον ὕμνον εἰς αἰῶνας. Ινα λυθῇ μεσότοιχον, τὸ τοῦ σχίσματος κάκιστον, καὶ ἀφανισθῇ ἡ αὐχμηρὰ διάστασις, ἑνώσεως Ελε ψεν ἡ φωταυγής πανήγυρις νῦν, καὶ τὴν τῶν ψυχῶν καθαρτικήν τιμωρίαν δοξάζουσα διδάσκει τους πιο στῶς δεχομένους τὸν δρον τῆς συνόδου ὡς ἀληθείας τόμον. Ῥῦσαι λιμοῦ καὶ στάσεως καὶ κινδύνων τοὺς δού λους σου, τοὺς τὸν ἱερὸν καὶ ἀληθῆ διδάσκαλον, τοῦ Πέτρου διάδοχον, τῆς Ἐκκλησίας καθηγητήν, και τῆς οἰκουμένης ὁδηγὸν καὶ ποιμένα, καὶ θεῖον περι φαῖον ἱερέων ἁπάντων, ὅλῃ ψυχῇ τιμώντων, ὡς ἐπηγγείλω... Ως θαυμαστὰ τὰ ἔργα σου, Ἰησοῦ παντοδύναμε, τοῖς θεοσεβέτιν θαυμασίως δέδωκας ἰδεῖν τὸ μι ατήριον τῆς ἱερᾶς ἑνώσεως· καὶ γὰρ πρὸς ἡμῶν ἐπιθυμήσαντες ἄλλοι σοφοί, καὶ πατριάρχαι, ἀλλ' οὐκ ἔτυχεν τούτου. Ἡμεῖς δὲ οἱ ἰδόντες δοξάσομέν σε, Σώτερ. Ἵνα συνάψῃ, Πανάγιε, τὰ οὐράνια ἅπαντα μετά τῶν γηίνων, σάρκα ἀνελάβετο, καὶ μήτραν κατώ κησε τὴν σὴν, Παρθενομήτωρ ἁγνή, ὁ μονογενῆς ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων. Ὡς ἄνθρωπος ἐφάνη, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων μονογενῆς ἐκλήθη ἀτρέπτως, ἀσυγχύτω;. *Ω κτίστα τῶν ἁπάντων καὶ ποιητὰ ὁρατῶν ἀκρά των, καὶ Κύριε πάσης σαρκός, δόξαν σοι προσάγο μεν, Βασιλεῦ, τὴν ἡμῶν μετάνοιαν καὶ τὴν σωτηρίαν

Synaxarion of the Council of Florence, or Brief Narrative of its ProceedingsSynaxarium synodi Florentinae, sive brevis narratio eorum quae in ea gesta sunt

col. 1101–1102page 73 of 75
Synaxarium synodi Florentinæ, sive brevis narratio eorum quæ in ea gesta sunt
PG 159:1101ἐπιζητῶν καὶ θέλων ἡμᾶς εἶναι πιστοὺς ἐν ὁμονοίᾳ καὶ ἐν ἀλλήλοις εἰρηνεύοντας. Ανέβητε εἰς ὕψος τῆς ἱερᾶς καὶ ἁγίας καθέδρας Μακάριοι, τὸ ἱερὸν χρίσμα περικείμενοι εὐσεβῶς καὶ τοὺς πιστοὺς διδάσκετε λόγον εὐσεβείας παν αληθῆ, Πατέρες θεηγόροι· ὅθεν ὑμᾶς τιμῶμεν εὐσεβοφρόνως καὶ γεραίρομεν. Νῦν, θεῖοι δεμάρχαι, παρὰ Χριστοῦ ἐπαξίως τῶν πίνων ειλήφατε τὰς ἀμοιβάς, ὧν εὐσεβοφρόνως ἐπὶ τῆς γῆς μεγάλως ηγωνίσασθε, καὶ σκιὰν ἐκθέμενοι τῆς σαρκὸς οἰκεῖτε σὺν ἀγγέλοις, χορεύοντες ἀπαύστως περὶ τὸν θρόνον τοῦ παντάνακτος. Νῷ κεκαθαρμένῳ τὴν εὐσεβῆ οἱ Πατέρες ἐξέθεντο σήμερον δρον σαφως, πάντοθεν κοσμούμενον ἱεροῖς καὶ ὀρθοδόξοις δόγμασι. Αἰσχυνέσθω δη.... σχι σματικῶν τὸν τοῦτον μὴ τιμώντων μηδὲ ὁμολογούν των, ὥσπερ ἡ σύνοδος ἐκήρυξεν. Πλίου λαμπροτέρα ἡ ἑορτὴ τῆς συνόδου τῆς θείας ἐπέλαμψε πᾶσαν τὴν γῆν αἱρέσεως σκοτού μένην καὶ πονηροῦ σχίσματος τοῦ πρὶν ἐξαίρουσα τὴν πλάνην, καὶ πάντας διεγείρει πρὸς τὴν ἑνότητα τῆς πίστεως. Συναξάριον τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου. Ἡ ἁγία αὕτη και μεγάλη σύνοδος γέγονεν τῷ αυλόν ἔτσι ἀπὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ἐν ταῖς ἡμέραις Ἰωάννου Παλαιολόγου τοῦ τελευταίου βασιλέως τῶν Ῥωμαίων καὶ Ἰωσὴφ πατριάρχου Κωνσταντινουπόλεως. Συνήθροισε δὲ αὐτὴν ὁ τῆς πρεσβυτέρας Ρώμης ἀρχιερεὺς, ὁ μέγας Εὐγένιος, ἀνὴρ ὡς ἄλλος τις τῶν μακαρίων ἀνδρῶν, θεοφόρος τῷ ὄντι καὶ μέγας θεῖος ἱεράρχης, καὶ τὴν ἕνωσιν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πνέων ἀπὸ ψυχῆς, ἐπὶ καθαιρέσει τῶν ἀρνουμένων τὸν Υἱὸν τοῦ Θεοῦ μὴ ἔχειν πάντα τὰ φυσικὰ τοῦ Πατρὸς ἀγαθά. Οἱ γὰρ ἀρνούμενοι τὸν Υἱὸν μὴ ἐκπορεύειν τὸ Πνεῦμα ἀρ νοῦνται μὴ ἔχειν τὰ φυσικὰ τοῦ Πατρὸς ἀγαθά. Καὶ τοῦτο γὰρ φυσικόν ἐστι τοῦ Πατρὸς ἀγαθὸν, ἐκπο ρεύειν τὸ Πνεῦμα· ἔτι κατὰ τῶν ἀμαθῶς φλυαρούν των ὡς τὸ δι' ἀζύμου θυόμενον οὐκ ἔστι σῶμα Χριστοῦ· πρὸς δὲ καὶ τῶν εὐσεβῶς ἀρνουμένων μὴ ἔχειν τὰς ψυχὰς τῶν ἐν μετανοίᾳ κεκοιμημένων βοήθειαν μετά θάνατον μηδὲ καθαίρεσθαι αὐτάς ἔτι μηδὲ τὰς τῶν ἁγίων ψυχὰς μὴ ἀπολαμβάνειν νῦν καθ᾽ ὅσον εἰσὶ ψυχαί. Ετι καὶ πρὸς τοὺς μὴ βουλομένους κλίναι τὴν κεφαλὴν, καὶ δοῦναι τῷ Ρώμης ἀρχιερεῖ τὴν αἰδώ τε καὶ ὑποταγὴν, ὡς ἄνωθεν καὶ προπαραδότως ἐξεδόθη καὶ ἐτυπώθη ἐν τοῖς ἱεροῖς κανότι. Συνήχθη μὲν οὖν ἡ εἰρημένη ἁγία σύνοδος ἐν Φεραρίᾳ καὶ Φλωρεντία, πόλεσιν ἀξιολόγοις τῆς Ἰταλίας. Παρῆσαν δὲ ἐν αὐτῇ πολλοὶ εξ καὶ καλοί, σοφίᾳ καὶ ἀρετῇ διαλάμποντες ἐξ ἀμφοτέρων τῶν μερῶν. Ἐπλήρουν γὰρ τὸν ἱερὸν τοῦτον θίασον πλείονες ἢ ω' ἄνδρες· ἀπὸ μὲν τοῦ μέρους τῶν Ἰταλῶν ὁ τῆς ὁσίας μνήμης Ευγένιος ὁ Ρώμης ἀρχιερεὺς μέγιστος σὺν πάσῃ τῇ κατ'
col. 1103–1104page 74 of 75
PG 159:1103αὐτὸν ἁγίᾳ Ἐκκλησία, δηλονότι ἱερεῦσι καρδινάλε σιν, ἀρχιεπισκόποις, ἐπισκόποις, ἀβάσιν, ἱερομονάχοις καὶ μοναχοῖς, ἱερεῦσι καὶ διακόνοις, πλείοις ἢ ἑξακοσίοις, χωρὶς τῶν τοποτηρητῶν, καὶ τῶν ἄλ λων ἀρχόντων τῆς Ἰταλίας· ἀπὸ δὲ τοῦ μέρους τῶν Ανατολικῶν ὁ γαληνότατος βασιλεὺς Ῥωμαίων Ἰωάννης ὁ Παλαιολόγος, Ἰωσὴφ ὁ φρονιμώτατο; καὶ φοβερώτατος πατριάρχης σὺν πάσῃ τῇ κατ' αὐτὸν Ἐκκλησίᾳ, ἀρχιεπισκόποις ἐπισκόποις καὶ τοῖς α λοις ἐκκλησιαστικοῖς σταυροφόροις, ἡγουμένοις, ρεῦσιν, ἱερομονάχοις και μοναχοῖς· ἔτι δὲ καὶ ἡ τοῦ βασιλέως σύγκλητος πλεῖστοι καὶ εὐγενεῖς ἄνδρες έκόσμει γὰρ καὶ αὐτὸν ἡ βασιλική σύνταξις ὡς εἰκός. Ηλθεν οὖν ὁ καιρὸς τῆς διαλέξεως, καὶ συν ήλθον ἅπαντες ἐν τῇ διαλέξει ἰδεῖν τὴν διαφοράν. ἀρχόντων. Διεφέροντο γὰρ πέντε καὶ 'μόνοι: κεφα λαίοις, ἕως. τὸ περὶ τῆς θείας ἐκπορεύσεως του ἁγίου Πνεύματος, τὸ περὶ τοῦ ἀζύμου καὶ τοῦ ἐν ζύμου περὶ τοῦ καθαρτηρίου πυρός, περὶ τῆς ἀπ λαύσεως τῶν ψυχῶν τῶν ἁγίων, καὶ περὶ τῆς ἀρχῆς τοῦ πάππα. Ταῦτα γὰρ ἀκούσας ὁ Ἐφέσου, εἷς ἐν καὶ αὐτὸς τῆς ἱερᾶς ἐκείνης διαλέξεως, Οὐ περὶ πάντων ἡ διάλεξις γενήσεται, ἔφη, ἐπειδὴ οὐ δια φερόμεθα περί πάντων ἁπλῶς· ἀλλ᾽ ἑνὸς καὶ μόνο ἡ ἔρευνα γενέσθω καὶ ὁ ἀγὼν, τὸ περὶ τῆς ἐκτη. ρεύσεως τοῦ ἁγίου Πνεύματος, περὶ τούτου γάρ βούλομαι εἰδέναι τοῦ δόγματος· τὰ δ᾽ ἄλλα πάντα, μιᾶς ὥρας ἀρκέτες σπουδή. "Οθεν καὶ περὶ τούτου ἡ διάλεξις ήρξατο. Καὶ ἡ ἀγὼν ηὐτρεπίζετο· καὶ ἡγρύπνουν ἐπὶ τοῦτο πάνυ τε καὶ ἐσπούδαζον ἔχα στὸς ὑπὲρ τοῦ μέρους αὐτοῦ ἀγωνίζεσθαι. Ηρξατο τοίνυν ἡ σύνοδος διαλέγεσθαι ᾿Απριλλίῳ θ' τῷ πυλη ἔτει ἀπὸ Χριστοῦ. Καὶ διελέγοντο μῆνας ιδ' μέχρι καὶ τοῦ λθ' ἔτους Ἰουλίου ς'· καὶ οὐχ ἡσυχίαν εἶχον τὰ μέρη, ἀλλ' ἡγωνίζοντο ἀμφότεροι σπουδή με γάλῃ· καὶ ὁ ἀγὼν τὸν ἀγῶνα διεδέχετο, καὶ ἡ λεξις τήν διάλεξιν, ἕως οὗ ὁ Εφέσου Μάρκος μὴ δυνάμενος ἀντιλέγειν πρὸς τὰ φανότατα, ἀπέδρα των ἀγῶνα δειλιάσας τῆς διαλέξεως. Οἱ δὲ λοιποὶ Πατέρες ἀρξάμενοι ἀπ' αὐτοῦ τοῦ ἱεροῦ πατριάρχου, καὶ του μεγαλωτάτου κυρίου τοῦ βασιλέως, πάντες συνή νεσαν ἐν τῇ ἑνώσει τῆς πίστεως. Ερευνήσαντες γὰρ τοὺς ἱεροὺς θεολόγους τῆς Ἐκκλησίας, καὶ εὑρόντε; 'Ησαν δὲ καὶ αὐτοὶ ὑπὲρ τοὺς διακοσίους, ἐκτὸς τῶν ῃ αὐτοὺς συμφωνοῦντας τῷ δόγματι, ἔκριναν δίκαιν εἶναι ἐνωθῆναι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἧς χωρίς οὐκ ἔστιν ἐλπὶς σωτηρίας, ἢ μένειν ἐν τῷ χωρισμῷ καὶ τῷ σχίσματι, ἔνθα οὐδεμία ἐστὶ σωτηρία. Ήν ώθησαν τοίνυν ὥσπερ ἐν τῷ δόγματι οὕτω καὶ ἐν τοῖς λοιποῖς κεφαλαίοις. Πάντα γὰρ διὰ μαρτυριών τῶν τῆς Ἐκκλησίας διδασκάλων συστήταντες, ὅροι ἐξεφώνησαν τῇ Ἐκκλησίᾳ χαρμόσυνον, «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, λέγοντες. Οὕτως οὖν τὸν ὅρον τελέσαντες ἐν αὐτῷ τὴν ἐκπλ ρευσιν τοῦ παναγίου Πνεύματος ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ σαφηνίζουσι· καὶ τὴν δι' ἀζύμου θυσίαν μίαν καὶ τὴν αὐτὴν εἶναι τὴν μετὰ τοῦ ἐνζύμου γινομένην, καὶ τὴν τῶν ψυχῶν κάθαρσιν, καὶ την τῶν ἁγίων ἀπόλαυσιν καὶ τὸν ἄκρον ἀρχιερέα της
col. 1105–1106page 75 of 75
PG 159:1105Ῥώμη; διάδοχον τοῦ μακαρίου Πέτρου είναι σαφῶς περιστάσι. "Ον σημάναντες ἀποστολικοῖς τε καὶ ἐρυθροῖς γράμμασι εἰ; ἅπασαν οἰκουμένην ἀπέ στειλαν· καὶ πάντες ἐστήριξαν καὶ ὡμολόγησαν καὶ συνεφώνησαν καὶ ἱερούργησαν ὁμοῦ μετὰ τοῦ Ῥώμη; ἀρχιερέως. Καὶ αὐτὸς δὲ ὁ Ἐφέσου συν εφώνησεν ἐν τῇ ἀναγνώσει τοῦ ὅρου. Οὐκ ἠθέλησε δὲ ἀπογράψαι, προφασιζόμενος διωρίαν. Ησχύνετο γὰρ ἀντιλέγειν οὕτω σφοδρῶ;. Τῆς ἱερουργίας οὖν τελεσθείσης ἀνεγνώσθη ὁ ὄρος ἐν τῇ μεγάλη Εκκλη σα της Φλωρεντίας Ρωμαϊστὶ καὶ Ἑλληνιστί καὶ ἔδωκαν ἀμφότερα τὰ μέρη ὅρκον εἰς τοῦ Χρι στοῦ τὸ σῶμα, ὅτι οὕτω στέργουσιν, ὥσπερ ὁ ὅρος διαλαμβάνει. Καὶ οὕτως ἔλαβε τέλος ή σύνοδος. Αλλ' ὑποστρέψας ἐν Κωνσταντινουπόλει, συνέχεε καὶ σ νετάραξε πᾶσαν τὴν ᾿Ανατολήν γράφων καὶ λέ γων ἐναντία κατὰ τῆς ἱερᾶς συνόδου. ᾿Αλλ' οὐκ ἡμέλησε καὶ περὶ τούτου ἡ Ἐκκλησία τῆς Ῥώμης φροντίσαι. Απέστειλε τὸν Κορώνης ἐπίσκοπον ἄνο δρα πάσης σοφίας πεπαιδευμένον καὶ θεολόγον ἄριστον ἐν Κωνσταντινουπόλει διαλεχθῆναι μετὰ τοῦ Εφέσου, ἵνα μὴ ἔχῃ λέγειν ὅτι διὰ φόβον τινὰ οὐκ ἠδύνατο λέγειν ἐν Ἰταλίᾳ· ἀλλὰ κἀκεῖσε μίαν καὶ δευτέραν διάλεξιν ποιήσας προστάξει τοῦ βασιλέως, ἐξέφυγε τὴν διάλεξιν. Ενθα γὰρ ἐξῃτεῖτο, οὐκ ἤθελε διαλέγεσθαι, καὶ κατὰ μόνας ἐν ταῖς γωνίαις συνε ετάραττε πᾶσαν τὴν πόλιν, ἔτι γε μὴν καὶ τὰς νήσ σους· καὶ ἀπ' ἐκείνου μέχρι τοῦ νῦν ἡ ἐκείνου λύμη πολλούς διέφθειρε, καὶ μάλιστα την περίφημον ταύτην νῆσον. Αλλ' ἐκεῖνος μὲν ἐπίχειρα τῆς αὐτοῦ δεισιδαιμονίας τε καὶ ἀλαζονείας ἔλαβεν ἐπαξίως τῆς αὐτοῦ βλασφημίας καὶ ἀναιδείας· ὅτι εἰς ὢν τῇ οἰκουμενικῇ συνέδῳ ἐμάχετο· τῇ γὰρ ὥρα τῆς αὐτ τοῦ ἀναλύσεως ἐλεῷ τὸν βίον κατέστρεψε. Οἱ δὲ ἐκείνου μιμηταί τε καὶ ὀπαδοί, ευχόμενοι ὁμοίῳ τέλει ἐκείνου χρήσασθαι, ὦ τῶν κριμάτων σου, Χριστέ Βασιλεῦ! καθ᾿ ἑκάστην ἐρῶμεν αὐτοὺς τούτῳ τῷ τρόπῳ τοῦ τῇδε βίου ἀπερχομένους. Ἡμεῖς δὲ, τοῖς αὐτοῦ λόγοις ἀποστραφέντες, τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ ἡνώθημεν, καὶ εὐχόμεθα ίνα μέχριτέλους διαμείνωμεν οὕτω. Ταῖς τῶν θεοφόρων σου Πατέρων πρεσβείαις, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Page scan enlarged

Notebook

Full View