PG 160Marcus Eugenicus, Ephesius Metropolita
Mark of Ephesus, Metropolitan of Ephesus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Historical and Literary NoteNotitia historica et litteraria

col. 1071–1072page 1 of 16
PG 160:1071λατινισμοῦ· Σὺ μὲν, ὦ θειότατε βασιλεῦ· — τῆς ἐκκλησιαστικῆς ἀκο Διάλεξις μετὰ τῶν πρέσβεων τοῦ πάπα·: 12, χρήσεων γραφικών γεγονυῖα παρὰ τοῦ Ἐφέσου, Ἐπειδὴ μετὰ τῆς τοῦ
col. 1073–1074page 2 of 16
PG 160:1073περὶ τοῦ δοξαζομένου παρ' αὐτοῖς μακάριε δέσποτα, τοῦ ζητουμένου τὴν λύσιν ἐξευρεῖν τε καὶ ἀποδοῦναι. — (π. 11, Τὸ μὲν προοίμιον τοῦ αἰδεσίμου. Οι τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντε;. 630.
col. 1075–1076page 3 of 16
PG 160:1075Εἰ δὲ καὶ τὸν μέγαν Κύριλλον συνηγορεῖν αὐτοῖς λέγουσιν Ιταλοί. μ ἐμφερομένων τῇ θείᾳ εὐχῃ βημάτων, ήγουν τοῦ, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησον; Ὅση μὲν ἡ τῆς εὐχῆς. - Ν. 20, ἐπιτελεύτιοι ὁμιλίας παρούσης τῆς τῶν ὀρθοδόξων συνάξεως. κοιμήσει ἀνεγνώσθη ἐπὶ τῷ ἐν τῷ λειψάνῳ ναῷ, Φεῦ νῦν, ὦ παρόντες. Τ. 13. Ὅτι οὐ μόνον ἀπὸ φωνῆς τῶν δεσποτικῶν ῥημάτων ἁγιάζονται τὰ θεῖα δώρα. τῆς ἐκκλησιαστικῆς ἀκολουθίας
col. 1077–1078page 4 of 16
PG 160:1077ἀγάπης; 7 Πολλῆς μὲν ὡς ἀληθῶς - 8, Ἐπειδὴ σαφέστερον. 251. Εγώ τῇ τοῦ Θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσιν. τοῦ ἀνατρέψαντος τὴν ἄθεσμον ἐν Φλωρεντίᾳ σύνοδον, ὁμολογία πίστεως· Ἐγὼ τῇ τοῦ Θεοῦ χάριτι 1. 4. Τοῦ αὐτοῦ ἑτέρα ὁμολογία πίστεως· Ἐγὼ τῇ τοῦ Θεοῦ χάριτι. 14, εἰς τάφον τοῦ διδασκάλου κυροῦ Ἰωσὴφ τοῦ Βρυεννίου; Μς. Οὐδέν τι καινόν;

WritingsScripta

col. 1079–1080page 5 of 16
PG 160:1079ΜΑΡΚΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΕΦΕΣΟΥ ΟΥ ΜΟΝΟΝ ΑΠΟ ΤΗΣ ΦΩΝΗΣ ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΡΗΜΑΤΩΝ ΑΓΙΑΖΟΝΤΑΙ ΤΑ ΘΕΙΑ ΔΩΡΑ, ΑΛΛ' ΕΚ ΤΗΣ ΜΕΤΑ ΤΑΥΤΑ ΕΥΧΗΣ ΚΑΙ ΕΥΛΟΓΙΑΣ ΤΟΥ ΙΕΡΕΩΣ ΔΥΝΑΜΕΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ἡμεῖς ἐκ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν διαδεξαμένων αὐτοὺς διδασκάλων τῆς Ἐκκλησίας, την τῆς μυστικῆς λειτουργίας Έκθεσιν παρειληφότες, παρ' οὐδενὶ τούτων εὕρομεν ὑπ' αὐτῶν τῶν δεσποτικῶν ῥημάτων καὶ μόνον ἁγιάζεσθαι καὶ τελειοῦσθαι τὸ τῆς εὐχαριστίας δῶρον, καὶ πρὸς αὐτὸ τὸ δεσποτικὸν σῶμα καὶ αἷμα μεταποιεῖσθαι· ἀλλὰ προλεγόμενα μὲν διηγηματικῶς τὰ ῥήματα παρὰ πᾶσι συμ φώνως ἡμᾶς τε ἀναφέροντας τὰ πρὸς τὴν μνήμην τοῦ τότε πραχθέντος καὶ δύναμιν ὥσπερ ἐνιέντα τοῖς προκειμένοις εἰς τὴν μεταβολήν· ἐπιγινομένην δὲ μετὰ ταῦτα τὴν εὐχήν τε καὶ εὐλογίαν τοῦ λε ρέως, ενεργεία μεταποιεῖν ἤδη τὰ δῶρα πρὸς αὐτὸ πρωτότυπον ἐκεῖνο σῶμα καὶ αἷμα τὸ Δεσποτικόν. Ταῦτα δὲ καὶ αἱ ἐκθέσεις αὐτοὶ μαρτυροῦσι, σύμ φωνοι παρ' ἡμῖν εὑρισκόμεναι, καὶ ὁ λόγος ἐπὶ ταύ ταις ἀποδοθήσεται· ἐν μὲν γὰρ τῇ συγγραφείσῃ διὰ Κλήμεντος λειτουργίᾳ τῶν ἱερῶν ἀποστόλων, μετά τὸ διηγήσασθαι τὰ Δεσποτικὰ θαύματα καὶ τὰς πρά ξεις, ἔτι δὲ τὰ περὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, οὕτω κεῖται ῥητῶς· «μεμνημένοι οὖν ὧν δι' ἡμᾶς ὑπέμεινεν, εὐχαριστοῦμέν σοι, Θεὶ παντοκράτορ, οὐχ ὅσον ὀφείλομεν, ἀλλ' ὅσον δυ νάμεθα, καὶ τὴν διάταξιν αὐτοῦ πληρούμεν· ἐν ᾗ γὰρ νυκτὶ παρεδίδοτο, λαβὼν ἄρτον ταῖς ἁγίαις καὶ ἀμώμοις αὐτοῦ χερσί, καὶ ἀναβλέψας πρὸς σὲ τὸν Θεὸν αὐτοῦ καὶ Πατέρα καὶ κλάσας ἔδωκεν ἡμῖν τοῖς μαθηταῖς αὐτοῦ εἰπών· Λάβετε ἐξ αὐτοῦ, φά γετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ περὶ πολλῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὡσαύτως καὶ Ο τὸ ποτήριον κεράτας ἐξ οίνου καὶ ὕδατος, καὶ ἁγιά
col. 1081–1082page 6 of 16
PG 160:1081σας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες τοῦτό ἐστι τὸ αἷμά μου τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Μεμνημένοι τοίνυν τοῦ πάθους αὐτοῦ καὶ τοῦ θανάτου, καὶ τῆς ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἐπανόδου, καὶ τῆς μελλούσης αὐτοῦ δευτέρας παρουσίας, ἐν ᾗ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφέρομέν σοι τῷ βασιλεῖ καὶ Θεῷ κατὰ τὴν αὐ τοῦ διάταξιν τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο, εὐχαριστοῦντές σοι δι' αὐτοῦ, ἐφ᾽ οἷς κατηξίωσας ἡμᾶς ἐστάναι ἐνώπιόν σου καὶ ἱερατεύειν σοι· καὶ ἀξιοῦμέν σε όπως εὐμενῶς ἐπιβλέψοις ἐπὶ τὰ προ κείμενα δῶρα ταῦτα ἐνώπιόν σου, σὺ ὁ ἀνενδεής Θεός. καὶ εὐδοκήσει; ἐπ' αὐτοῖς εἰς τιμὴν τοῦ Χρι στοῦ του καὶ καταπέμψοις τὸ ἅγιόν σου Πνεῦμα ἐπὶ τὴν θυσίαν ταύτην, τὸν μάρτυρα τῷ παθήματι τοῦ Κυρίου Ἰησοῦ, ὅπως ἀποφήναι τὸν ἄρτον τοῦτον σῶμα τοῦ Χριστοῦ σου, καὶ τὸ ποτήριον τοῦτο αἷμα τοῦ Χριστοῦ σου. Ταῦτα μὲν οἱ θεῖοι ἀπόστολοι διὰ τῆς συγγραφής του * μακαρίου Κλήμεντος τῇ Ἐκκλησίᾳ παραδεδώκασιν. Ο δέ γε θεῖος Ιάκωβος ὁ τῆς Ἱεροσολύμων πρῶτος ἐπίσκοπος καὶ τοῦ πρώτου καὶ μεγάλου ἀρχιερέως ἀδελφὸς ὁμοῦ καὶ διάδοχος, καὶ αὐτὸς τὴν μυστικὴν ἐκτιθέμενος λειτουργίαν, ἐν τῷ αὐτῷ μέρει μετὰ τὸ διηγήσασθαι τὰ Δεσποτικά ρήματα τοιάδε γράφει ο Μεμνημένοι οὖν καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τῶν ζωοποιῶν αὐτοῦ παθη μάτων, τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου, και τῆς ταφῆς, καὶ τῆς τριημέρου ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς δευτέρας ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ παρουσίας, ὅταν ἔλθη μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, ὅταν μέλλῃ ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφέ Ρομέν σοι, Δέσποτα, την φοβεράν ταύτην καὶ ἀναί μακτον θυσίαν.» Καὶ μετ' ὀλίγα· «Ελέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ ἐξαπόστειλον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ κύριον καὶ ζωο ποιόν, τὸ σύνθρονόν σοι τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ μονογενεῖ σου Υἱῷ, τὸ συμβασιλεῦον, τὸ ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ λαλῆσαν ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ καινῇ σου Διαθήκῃ, τὸ καταβὰν ἐν εἴδει περι στερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Ἰορδάνῃ ποταμῷ καὶ μεῖναν ἐπ' αὐτὸν, τὸ καταβάν ] ἐπὶ τοὺς ἁγίους σου ἀποστόλους ἐν εἴδει πυρίνων γλωσσῶν ἐν τῷ ὑπερῴῳ τῆς ἁγίας καὶ ἐνδόξου Σιών ἐν τῇ ἡμέρᾳ τῆς ἁγίας Πεντηκοστῆς· αὐτὸ τὸ Πνεῦμά σου τὸ πανάγιον κατάπεμψον, Δέσποτα, ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα ἅγια δῶρα ταῦτα, ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἁγιάσῃ, καὶ ποιήσῃ τὸν μὲν ἄρτον του τον σώμα ἅγιον τοῦ Χριστοῦ σου, καὶ τὸ ποτήριον τοῦτο αἷμα τίμιον τοῦ Χριστοῦ σου. Τούτοις ἀκολουθοῦντες καὶ οἱ μετὰ ταῦτα τὴν αὐτὴν λειτουργίαν ἐπιτεμόντες, ὅ τε μέγας Βασίλειος, καὶ μετ᾿ αὐτὸν ὁ Χρυσόστομος Ιωάννης, ὁ μὲν περὶ τοῦτο τι μέρος γενόμενος, καὶ αὐτὸς διηγούμενος τὴν πρώτην ἐκείνην ἱερουργίαν ὑπὸ τοῦ Δεσπότου παραδεδομένην,
col. 1083–1084page 7 of 16
PG 160:1083Α. Κατέλιπε, φησίν, ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου αὐτοῦ πάθους, ταῦτα & προτεθείκαμεν κατὰ τὰς αὐ τοῦ ἐντολάς· μέλλων γὰρ ἐξιέναι ἐπὶ τὸν ἐκούσιον καὶ ἀοίδιμον καὶ ζωοποιόν αὐτοῦ θάνατον, τῇ να κτί ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβών, ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράτ των χειρῶν, καὶ ἀναδείξας σοι τῷ Θεῷ καὶ Πα τρί, εὐχαριστήσας, εὐλογήσας, αγιάσεις, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπὼν, Λάβετε, φάγετε· τοῦτό μου ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶνο ὁμοίως καὶ τὸ ποτήριον ἐκ τοῦ γεννήματος της ἀμπέλου λαβὼν, περάσας, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών, Πίστε ἐξ αὐτοῦ πάντες Ὁ τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἀφι σιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνδ μνησιν. Καὶ μετ' ὀλίγα. Διὰ τοῦτο, Δέσποτα, πανάγιο, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοι σου, οι καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θα σιαστηρίῳ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διὰ τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου, οὕς ἐξέχεας πλουσίως ἐφ' ἡμᾶς, θαῤῥοῦντες προσεγγίζομεν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσθέντες τὰ ἀντίτυπα τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, Αγιε ἁγίων, εν δοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δώρα ταῦτα, καὶ εὐλογῆσαι αὐτὰ καὶ ἁγιάσαι, καὶ ἀνα › δεῖξαι, τὸν μὲν ἄρτον τοῦτον αὐτὸ τὸ τίμιον σώμα τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ δὲ ποτήριον τοῦτο αὐτὸ τὸ τίμιον αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ ἐκχυθὲν ὑπὲρ τῆς τοῦ κόσμου ζωής. Ο δέ γε θεῖος Χρυσόστομος τὰ αὐτὰ πάλιν ἐπιτομώτερον ἀπαγ γέλλων, ο Ελθὼν ὁ Κύριος, φησὶ, καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαι; αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐ τοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών· Λάβετε, τά Ει γετε· τοῦτό μου ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· Πίετε ἐξ απ τοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς και νῆς Διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς άφεσιν ἁμαρτιῶν. Καὶ μετὰ μικρὸν οὕτως ἐπι συνάπτει· Προσφερομέν σοι τὴν λογικὴν τοιαύτην καὶ ἀναίμακτον λατρείαν· καὶ παρακαλοῦμεν, και διήμεθα, καὶ ἱκετεύομεν, κατάπεμψον τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δώρα ταῦτα, καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου, τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ είμιον αἷμα τοῦ Χριστοῦ σου, μεταβαλών τῷ Πνεύματί σου τῷ ἁγίῳ.» Οὕτω μὲν ἅπαντες οὔτ ι συμφώνως προλέγουσι μὲν τα Δεσποτικὰ ῥήματα, καὶ δι' αὐτῶν εἰς ἀνάμνησιν ἡμᾶς ἄγουσι τοῦ τότε πραχθέντης, καὶ τὴν ἁγιαστικὴν δύναμιν ἐνιᾶς: τελουμένοις· ἐπεύχονται δὲ ὕστευαν.
col. 1085–1086page 8 of 16
PG 160:1085καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπικαλοῦνται χάριν, ὥστε αὐτὴν ἐλθοῦσαν, τὰ εἰρημένα τότε τοῖς νῦν ἐφαρμόσαι, καὶ τὰ προκείμενα τελειώσαι, καὶ πρὸς τὸ δεσποτικὸν σῶμα καὶ αἷμα μεταποιῆσαι· αὕτη γὰρ καὶ ἐν τῇ μή τρᾳ τῆς Παρθένου τὴν θεοφόρον ἐκείνην συνεστήσατο σάρκα, κατὰ τὸ εἰρημένον πρὸς αὐτὴν ὑπὸ τοῦ ἀγω γέλου· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου ἐπισκιάσει σοι. Διὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος, μετὰ τὸ εἰπεῖν τὰ δεσποτικά βήματα διηγηματικῶς ὡς παρ' αὐτοῦ εἰρημένα ἐπὶ τοῦ ἁγίου σώματος καὶ αἷματος, ἀντίτυπα καλεῖ τὰ προκείμενα, δῆλον ὡς μήπω τετελεσμένα διὰ τῶν ῥημάτων ἐκείνων, ἀλλ᾽ ἔτι τύπον τινὰ καὶ εἰκόνα φέροντα. Καὶ οὕτως εὐθὺς ἐφεξῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐλθεῖν ἐπεύχεται, καὶ ἀναδείξαι τὸν μὲν ἄρτον αὐτὸ τὸ τίμιον σώμα, τὸ δὲ ποτήριον αὐτὸ τὸ τί μιον αἷμα. Καὶ τοῦτό γε λίαν εἰκότως· καθάπερ γὰρ ἐπὶ τῆς πρώτης εκείνης δημιουργίας ἔλαβε μὲν ἡ γῆ τὴν τοῦ βλαστάνειν τὰ ἐξ αὐτῆς δύναμιν διὰ τοῦ θείου προστάγματος, καὶ τὸ πρόσταγμα ἐκεῖνο, καθά φησιν ὁ αὐτὸς διδάσκαλος, ἐναπομείναν τῇ γῇ, τὴν τοῦ βλαστάνειν αὐτῇ διηνεκώς παρέχεται δύναμιν· χρεία δὲ ὅμως καὶ ἡμετέρας ἐπιμελείας, καὶ γεωργικῶν χειρῶν εἰς τὸ τελεσιουργεῖν τὰ φυσ μενα· τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος οὗτος, ἅπαξ ῥηθεὶς ὑπὸ τοῦ Σωτῆρος, ὡς καὶ ὁ θεῖός φησι Χρυ σόστομος, διὰ παντὸς ἐνεργεῖ· συνεργεῖ δὲ ὅμως καὶ ἡ τῆς θείας ἱερωσύνης δύναμις διὰ τῆς εὐχῆς καὶ τῆς εὐλογίας εἰς τὴν τῶν προκειμένων τελείωσιν· αὕτη γὰρ καὶ τὸ τοῦ βαπτίσματος ὕδωρ ἐν ἁπλῶς ἐκ τοῦ φαινομένου πάσης ἁμαρτίας καθαρτικών ἀπεργάζεται, τοῦ θείου Πνεύματος ἀθεωρήτως συν τρέχοντος· αὕτη καὶ τὸ χρίσμα τοῦ μύρου καὶ τοὺς ἱερεῖς αὐτοὺς καὶ τἆλλα πάντα τῆς Ἐκκλησίας μια στήρια τελεσιουργεῖ διὰ τῆς τοῦ παναγίου Πνεύ ματος χάριτος. Οὐ τοίνυν τῇ ἡμετέρᾳ εὐχή θαρ-. φούντες, οὐδὲ τῶν ῥημάτων ἐκείνων αδυναμίαν καταγινώσκοντες, επευχόμεθα τοῖς προκειμένοις, καὶ οὕτως αὐτὰ τελειοῦσθαι πιστεύομεν, ἀλλὰ καὶ τὰ βήματα τὴν οἰκείαν σώζειν ὁμολογοῦμεν ἰσχύν, καὶ τὴν τῆς θείας ἱερωσύνης ἐπιδείκνυμεν δύναμιν, τελειωτικὴν ούσαν παντὸς μυστηρίου τῇ ἐπικλήσει τοῦ δι' αὐτῆς ἐνεργοῦντος ἁγίου Πνεύματος· οὕτω γὰρ καὶ ὁ θεῖος Χρυσόστομος αὖθις ἐν τῷ Περὶ 18 ρωσύνης τρίτῳ περὶ αὐτοῦ τούτου τοιάδε φησίν Εστηκεν ὁ ἱερεὺς, οὐ πῦρ καταφέρων, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἱκετηρίαν ἐπιπολὺ ποιεῖται, οὐχ ἵνα τις λαμπάς, ἄνωθεν ἀφθεῖσα, καταναλώσῃ τὰ προκείμενα, ἀλλ᾽ ἵν᾿ ἡ χάρις, ἐπιπεσοῦσα τῇ θυσίᾳ, δ' ἐκείνης τὰς ἀπάντων ἀνάψη ψυχάς, καὶ ἀργυρίου λαμπροτέρας ἀποδείξῃ πεπυρωμένου. Αλλ' οὐδ᾽ ἀμφιβολίαν τινὰ καὶ ἀδηλίαν εὐχομένους ἡμᾶς ὁποπτεύειν χρεών, αὐτοῦ τοῦ θειουμένου καὶ μετα λαμβανομένου Δεσπότου κελεύσαντος τοῦτο ποιεῖν ἡμᾶς· Τούτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ ἐπαγγειλαμένου δώσειν Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸ ἅπασι, μήτι γε ἱερεῦσι, καὶ σφόδρα με βουλομένου τοῦτο καθ' ἑκάστην ἐπι τελεῖσθαι παρ' ἡμῶν, ὡς διὰ πάντων ἑξῆς ἀναγα! ΠΟΛ
col. 1087–1088page 9 of 16
PG 160:1087νεται. "Η σύ γε τυχὲν ἐκ τούτου, καὶ τὸ βάπτισμα ὑποπτεύσειας, δι᾿ εὐχῶν ὁμοίως καὶ ἐπικλήσεων τελειούμενον, καὶ τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, εἰ ἀληθῶς ἐδέξω, δισταγμόν τινα σχοίης διὰ τῆς ἱερα. τικῆς χάριτος ἐπιδιδομένην, καὶ τἆλλα πάνθ' ομοίως Εκκλησιαστικὰ μυστήρια διαγράψειας. Αλλ' ούκ ἔστι ταῦτα, οὐκ ἔστι· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, μεθ᾿ ἡμῶν ἔσεσθαι τὰς ἡμέρας ἁπάσης, ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Ἡμεῖς μὲν οὖν ταῦτα παρα τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἐκείνους ἐκδεξαμένων παραλαβόντες, καὶ κατέχομεν ἀμεταποιήτως, και τὸν γιγνόμενον ἐπ' αὐτοῖς ἀποδίδομεν λόγον· ὅτι δὲ ὁ τοῦ Κυρίου περὶ τῶν μυστηρίων λόγος, ἐν εἴδει διηγήσεως λεγόμενος, πρὸς ἁγιασμὸν δώρων ἀρκεῖ, οὐδεὶς οὔτε τῶν ἀποστόλων, οὔτε τῶν διδασκάλων εἰπὼν φαίνεται. Αλλ' ὅτι μὲν ἅπαξ ὑπ' ἐκείνου της θεὶς, αὐτῷ τῷ ὑπ' ἐκείνου ῥηθῆναι, καθάπερ ὁ δη μιουργικός Λόγος ἀεὶ ἐνεργεῖ, τούτό φησιν ὁ τὴν γλώτταν χρυσοῦς Ἰωάννης. Ὅτι δὲ νῦν ὑπὸ τοῦ ἱερέως λεγόμενος, διὰ τὸ ὑπ' αὐτοῦ λέγεσθαι τοῦτε δύναται, οὐδαμόθεν ἔστι μαθεῖν· ἐπεὶ οὐδ' αὐτὸς ὁ δημιουργικός Λόγος ἐνεργεῖ, ὅτι ἐφ' ἑκάστῳ τῶν γινομένων ὑπό τινος ἀνθρώπου λέγεται· ἀλλ' ὅτι ἐστὶν ἅπαξ ὑπὸ τοῦ Θεοῦ εἰρημένος. Καὶ μὴν οὐδ αὐτοὶ φήσουσιν ἐνεργεῖν τὸν δεσποτικόν λόγον, απο του τυχόντος ἁπλῶς λεγόμενος, οὐδ' ἄνευ θυσιαστηρίου. Ει τοίνυν Ιερέως δεῖ καὶ θυσιαστηρίου, καὶ τῶν ἄλλων ὅσα πρὸς τοῦτο συντείνει, διὰ τί μὴ καὶ εὐχῶν δεήσεις εὐλογίας, καὶ τῆς δι' αὐτῆς ἐπιφοι. τήσεως τοῦ ἁγίου Πνεύματος, ἥτις πάντα τελευ τὰ μυστήρια; Πρὸς τούτοις ὁ ἱερὸ; Διονύσιος ἐπι μαρτυρήσων παρίτω τοῖς παρ' ἡμῶν τελουμένοις ἐν γὰρ τῇ θεωρίᾳ τοῦ τῆς συνάξεως μυστηρίου, «Τις ἱερὰς, φησί, θεουργίας ὁ ἱεράρχης ὑμνήσας, ἐπὶ τὴν ἱερουργίαν ἔρχεται· καὶ πρότερον μὲν ὑπὲρ ταύτης ἀπολογεῖται καὶ ἀναβοᾷ, Σὺ εἶπας, Τοῦτο ποιείτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· εἶτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιος αἰτεῖ γενέσθαι, καὶ τῇ πρὸς Χριστὸν ἀφομοιώσει τὰ θεῖα πανάγνως τελέσαι καὶ διαδοῦναι, καὶ τοὺς μεθέξοντας ἱεροπρεπώς μετα σχεῖν. Εἶθ' οὕτως ἱερουργεῖ τὰ θειότατα, καὶ ὑπ' όψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων τὸν γὰρ ἐγκεκαλυμμένον καὶ ἀδιαίρετον ἄρτον ανα καλύψας, εἰς πολλὰ διελών, καὶ τὸ ἑνιαῖον τοῦ που τηρίου πάει καταμερίδας, συμβολικῶς τὴν ἑνότητα πληθύνει καὶ διανέμει·, καὶ μετ' ὀλίγα· «Μετασχὼν δὲ καὶ μεταδοὺς ὁ ἱεράρχης, εἰς εὐχαριστίαν ἱερὰν καταλήγει.» Ταῦτα συνορᾷν ἔξεστι τῷ βουλομένῳ παντί, τί σιν ἐστὶ σύμφωνα, τοῖς παρ' ἡμῶν τελουμένας, ἢ τοῖς παρὰ Λατίνων. Ἡμεῖς μὲν γὰρ ἀκολα θοῦντες τοῖς ἱεροῖς ἀποστόλοις καὶ διδασκάλοις, κατὰ τὰς ὑπ' αὐτῶν παραδεδομένας ἐκθέσεις, καὶ τούτῳ δὲ τῷ ἱεροφάντορι, τὰς ἱερὰς θεουργίας ὑμνοῦμεν, τουτέστιν, ὡς αὐτός φησι, τὴν δι' ἡμᾶς ένανθρώπησιν τοῦ Θεοῦ, τὸν ὑπὲρ ἡμῶν αὐτοῦ θά νατον, τὴν θεογενεσίαν τῶν βαπτιζομένων, τὴν θείαν υἱοθεσίαν, τὴν διὰ τῆς φυλακῆς τῶν ἐντολῶν θέωσιν εἶθ' οὕτως ἐπὶ τὴν ἱερουργίαν ἐρχόμενοι, πρότερον μὲν ὑπὲρ ταύτης ἀπολογούμεθα, καὶ ἀναξοῶμεν
col. 1089–1090page 10 of 16
PG 160:1089αὐτὰ τὰ δεσποτικὰ ῥήματα, τότε εἶπε· καὶ ἐπι λέγομεν, ὅτι αὐτὸς προσέταξε, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· εἶτα τῆς θεομιμήτου ταύτης Ιερουργίας άξιοι αἰτήσαντες γενέσθαι, καθά περιέχουσιν αἱ ἐκθέσεις, ἱερουργοῦμεν τὰ θειότατα διά τῆς εὐχῆς καὶ εὐλογίας, καὶ τῆς τοῦ θείου Πνεύματος ἐπιφοιτήσεως· καὶ τὸν ἐγκεκαλυμμένον τέως καὶ ἀδιαίρετον ἄρτον ἀνακαλύψαντες, εἰς πολλὰ διαιροῦμεν, καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου πάσι κατα μερίζομεν. Ο δὲ παρὰ Λατίνοις ἱερεὺς μέμνηται μὲν καὶ αὐτὸς διηγηματικῶς τῶν δεσποτικῶν ῥη μάτων, ὅτι αὐτὸς προσέταξε, Λάβετε, φάγετε, καὶ πίετε πάντες, καὶ, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ἱερουργεῖ δὲ οὐδὲν μᾶλλον, ἀλλ᾽ οἴεται τὴν διήγησιν αὐτὴν τῶν ῥημάτων πρὸς τὸν ἁγιασμὸν καὶ τὴν ἱερουργίαν ἀρκεῖν· εἶτα τὸν ἄζυμον ἄρτον ἐκεῖνον, οὐκ ἐγκεκαλυμμένον τέως, ἀλλ᾽ ὅθεν ἔτυχεν οὕτω λαβὼν καὶ ὑψώσας, μέρος μὲν ἀποῤῥήγνυσι, καὶ τῷ ποτηρίῳ ἐμβάλλει· τὸ δὲ λοιπὸν καθίησιν εἰς τὸ στόμα, καὶ τὸ ποτήριον ἐκπιὼν ὅλον ὁμοίως, ἀσπάζεσθαι αὐτὸν προτρέπεται τοὺς συλλειτουργοῦντας αὐτῷ διακόνους, μηδενὶ μηδὲν μεταδούς', ὁ τὸ, Λάβετε, φάγετε πάντες, και, Πίετε ἐξ αὐτοῦ πάντες, μεγαλαυχῶν. Ταῦτα οὐ πρόδηλον φέρει την ἐναντίωσιν καὶ πρὸς τὰς παραδεδομένας εκθέσεις καὶ ἐξηγήσεις πρὸς τὰ δεσποτικὰ ῥήματα, καὶ πρὸς αὐτὰς τὰς ἐκείνων φωνάς; Είτα τολμήσουσιν οὕτως ἔχοντες ἐγκαλεῖν ἡμῖν καὶ περιεργάζεσθαι τὰ ἡμέ τερα καὶ ἐφερμηνεύειν, οὕτως ἀκόλουθα τοῖς ἁγίοις ὄντα; 'Αλλ' ὁ Χρυσόστομος φησι τὸν δεσποτικὸν λό γον ἅπαξ ῥηθέντα τὴν θυσίαν ἀπηρτισμένην ἐρω γάζεσθαι· ἅπαξ ῥηθέντα φησὶν οὐ νῦν ὑπὸ τοῦ ιερέως λεγόμενον, ἀλλ᾽ ἅπαξ ὑπὸ τοῦ Σωτῆρος ῥη θέντα, τὴν τελειωτικὴν ἀεὶ δύναμιν ἐνιέναι τοῖς προκειμένοις, οὐκ ἤδη καὶ ἐνεργείᾳ τελειοῦν αὐτά τοῦτο γὰρ ἡ τοῦ ἁγίου Πνεύματος επιφοίτησις ἐργά ζεται διὰ τῆς τοῦ ἱερέως, καὶ δῆλον ἐξ ὧν αὐτὸς ὁ χρυσοῦς τὴν γλῶτταν, ὡς πρότερον ἐξεθέμεθα, μετὰ τὸ εἰπεῖν τὰ δεσποτικὰ ῥήματα, ο Κατάπεμψον, φησί, τὸ Πνεῦμά σου τὸ ἅγιον, καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου, τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον αἷμα τοῦ Χριστοῦ σου, μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ.» Ταῦτα εἰ μὴ πείθουσι τοὺς φιλονείκως ἔχοντας, ἐλεεῖσθαι ἂν εἶεν δίκαιοι τῆς διπλῆς ἀγνοίας, καὶ τῆς εἰς βάθος πωρώσεως.
col. 1091–1092page 11 of 16
PG 160:1091Επιστολὴ κυροῦ Μάρκου του Εφέσου πρὸς τὸν 95: Γεννάδιον τὸν Σχολάριον. κύριον Γεώργιον τον Σχολάριον. Ενδοξότατε, σοφώτατε, λογικώτατε καὶ ἐμοὶ το θεινότατε ἀδελφὲ καὶ κατὰ πνεῦμα υἱὲ, κῦρ Γεώρ γιος, εὔχομαι τῷ Θεῷ ὑγιαίνειν σὲ ψυχῇ τε καὶ συ ματι καὶ ἐπὶ πᾶσιν ἔχειν καλῶς, οὗ τῷ ἐλέει καὶ αὐτὸς ὑγιαίνω μετρίως τῷ σώματι. Οσης ἡμᾶς ἐνέπλησας ἡδονῆς, ἡνίκα τῆς ὀρθῆς δόξης εγένου καὶ τοῦ εὐσεβοῦς καὶ πατρίου φρονήματος καὶ τῇ καταψηφισθείσῃ παρὰ τῶν ἀδίκων κριτῶν συντ γορήσας ἀληθείᾳ, τοσαύτης ἐκ τοῦ ἐναντίου λύπης καὶ κατηφείας επλήσθημεν ἀκούσαντες μετατ θεῖσθαί σε πάλιν καὶ τἀναντία φρονεῖν τε καὶ λέγειν, καὶ τοῖς κακοῖς οἰκονόμοις συντρέχειν ἐπὶ τὰς μετ σότητας καὶ οἰκονομίας. Καλά γε ταῦτα καὶ φιλο σόφου ψυχῆς ἄξια; Καίτοι ἔγωγε τὰ ἐγκώμιά σου πλέκειν ἤδη διενοούμην, καὶ τὸν μέγαν Γρηγόριον ἐνενόουν τὸν τῆς θεολογίας ἐπώνυμον Ηρωνά τινα φιλόσοφον ἐπαινοῦντα τῇ τῶν Ἀρειανῶν ἐνιστά με νον πλάνῃ ὅτι, φησί, δορκαλίσ: τὸ καλὸν σῶμα και ταξανθεὶς παρεπέμφθη τῇ ἐξορίᾳ. Σὺ δὲ μηδενὸς εἰ; Δόξης καταδικασθείσῃ. ΑΙ. ένεπλ. 89. κατά γε. άξιον. ενοσάμενον δόξῃ.
col. 1093–1094page 12 of 16
PG 160:1093πεῖραν ἐλθὼν λυπηροῦ μόναις ἀπειλεῖς, ὡς ἔοικε, π οηθείς, ή δωρεῶν καὶ τιμῶν ἐπαγγελίαις ἀνα πεισθεὶς οὕτω ῥᾳδίως αὖθις προέδωκας τὴν ἁλής θειαν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, και κλαύσομαι την θυγατέρα Σιών, τὴν τοῦ φιλοσόφων λέγω ψυχήν Διπιζομένην καὶ μεταφερομένην, ὡς χοῦς ἀπὸ ἅλω νος θερινῆς. Αλλ' ἐρεῖς ἴσως, ὡς οὐκ ἐπὶ τὰ έναν τία γέγονεν ή μετάθεσις, μεσότητα δέ εινε καὶ οἶκονομίαν περισκοπούμεν. Οὐδέποτε διὰ μεσότητος, ἄνθρωπε, τὰ ἐκκλησιαστικά διωρθώθη μέ τον άλη θείας καὶ ψεύδους οὐδέν ἐστιν· ἀλλ' ὥσπερ τὸν τοῦ φωτό; Έξω γενόμενον ἐν τῷ σκότει εἶναι ἀνάγκη, ούτ τω τὸν τῆς ἀληθείας μικρὸν παρεκκλίναντα τῷ ψεύδει λοιπὸν ὑποκεῖσθαι φαίημεν ἂν ἀληθῶς· καίτοι γε φωτό; μὲν καὶ σκότους ἔστιν εἰπεῖν μεσότητα, τὰ καλούμενον λυκαυγές Ηλυκόφως, μεσότητα δὲ λυκόφως τῆς ἀληθείας και ψεύδους οὐδ' ἐπινοήσειν ἄν τις, εἰ καὶ πολλὰ κάμοι "Ακουσον, ὅπως ἐγκωμιάζει τὴν τῆς μεσότητο; σύνοδον ὁ πολὺς ἐν θεολογία Γρηγό ριο,· Εἶτε τὸν Χαλάνης πύργον ὃς καλώς τὰς γλώσσας ἐμέρισεν (ὡς ὠφελόν γε καὶ ταύτας ἐπὶ κακῷ γὰρ ἡ συμφωνία) εἴτε τὸ Κατο άρα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἢ πάντα ἀνέτρεψε καὶ συνέχει, τὸ μὲν εὐσεβές δόγμα καὶ παλαιὸν καὶ τῆς Τριάδος ομότιμον καταλύσασα τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι κατασείσαι τὸ ὁμοούσιον, τῇ δὲ ἀσεβεία θύραν ἀνοίξασα διὰ τῆς τῶν γεγραμμένων με σότητος· σοφοὶ γὰρ ἐγένοντο πρὸς τὸ κακο ποιῆσαι, τὸ δὲ καλοποιῆσαι οὐκ ἔγνωσαν. Δρ᾽ οὐ προσήκει ταῦτα καὶ τῇ νῦν ἡμετέρα συνόδῳ; Καὶ πάνυ μὲν οὖν, φαίην ἂν ἔγωγε. Πλὴν ὅσον οὐδὲ? πολλὰ βουλομένη τῇ μεσότητι καὶ τῇ διπλόῃ χρή σασθαι ἔσχε τοῖς μισθοδόταις κωλυομένη· διὰ τοῦτο καὶ φανερώς, ὡς ἐκείνοις ἐδόκει, την βλασφη; μίαν εξέρρηξε μᾶλλον δὲ, κατὰ τὸν προφήτην είσ πεῖν, ὡὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀραχνίας ὑφαί νουσι, καὶ ὄντως ἱστὸς ἀράχνης ὁ παρ' αὐτῶν συν; τεθεὶς καὶ ὀνομασθεὶς ἄρος. Μὴ οὖν ἀπατάτωσαν ἡμᾶς ἐπὶ μεσότητα καὶ διπλόην αὖθις ἀναχωροῦντες. Καταφαϊκὸν γὰρ εἰσι συνέδριον, ἄχρις ἂν ἡ γενομένη παρ' αὐτῶν ἕνωσις τὴν Ἐκκλησίαν ἐπισκοτῇ. Μέχρι τίνος, ὦ σχέτλιε, τὸ τῆς ψυχῆς εὐγενὲς ή τιμῶν. Α. ταναντία. &ν μὲν λιπαυγές. ΑΙΙ. και πολλὰ κάμῃ. (α) ὡς. κἀκείνας. τῷ. τό καταλύσαι. ἐγ. τοῦ. τὸ δὲ καλοπ. χρήσεσθαι. ὑμᾶς.
col. 1095–1096page 13 of 16
PG 160:1095ποῦ τὰ ἐνύπνια; Καὶ ἡ ἀλήθειά ποτε σπουδεσθήτων σοι. Φεῦγε Αἴγυπτον αμεταστρεπτί, φεύγε Σόδομα καὶ Γόμορρα· πρὸς τὸ ὄρος σώζου, μὴ συμπαραλης φθῇς 'Αλλὰ κατέχει σε τὸ κενὸν δοξάριον καὶ ὁ ψευδώνυμος πλοῦτος καὶ τὰ κομψὰ καὶ εὐανθή χλανισκίδια καὶ τἆλλα, οἷς ή κοσμική ευημερία τὴν σύστασιν ἔχει. Φεῦ τῆς ἀφιλοσόφου διανοίας του φιλοσόφου! Περίβλεψον τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Αύριον και ταβήσῃ καὶ αὐτὸς εἰς ᾅδου, πάντα καταλιπών ὑπὲρ τῆς γῆς· τὸν δὲ τῶν βεβιωμένων λόγον ἀπαιτηθήσῃ μετὰ πολλῆς ἀκριβείας, ὥσπερ ή ψευδώνυμος σύνοδος ἀπαιτηθήσεται τὸ αἷμα τῶν ἀπολλυμένων ψυχῶν τῶν σκανδαλισθέντων ἐπὶ τῷ ? καὶ φιλότιμον ἐν τοῖς ματαίοις ἀπασχολεῖς; Μέχρι μυστηρίῳ τῆς πίστεως, τῶν τὴν ἀφόρητον βλασφη των. μίαν καὶ ἀσυγχώρητον ταῖς ψυχαῖς ὑποδεξαμένων τὴν κατὰ τοῦ ἁγίου Πνεύματος καὶ εἰς δύο τολμών των ἀρχὰς ἀναφέρειν τὴν αὐτοῦ ὕπαρξιν, τῶν ὑπα χθέντων τοῖς ἀθέσμοις καὶ καταγελάστοις λατινικούς ἔθεσι, τῶν τὰς ἀρὰς καὶ τὰ ἀναθέματα τῆς καινοτ μίας τῆς πίστεως ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς ἐλκυσάν Αλλ᾽ εἰς σύστασιν ἔσται τοῦ γένους καὶ εἰς ἐπίδοσιν ἡ γενομένη παρ' αὐτῶν ἔνωσις. Πάνυ μὲν οὖν. Οὐχ ὁρᾷς τοὺς ἐχθροὺς τοῦ σταυροῦ φεύγοντας καὶ ἕνα ἡμῶν χιλίους διώκοντα καὶ δύο μυριάδας μετακι νοῦντα;; Τοὐναντίον μὲν οὖν ἅπαν ὁρῶμεν. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ τὴν ἡμετέραν ἀρχὴν, εἰς μάτην εκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ τὴν ἡμετέραν πόλιν, εἰς μάτην ηγρύπνησαν οἱ διὰ τῶν χρυσίων του Πάπα ταύτην φυλάσσοντες. ᾿Αλλὰ δεῦρο λοιπὸν ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸ νῦν· ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν με κρού;· ἄφες τὰ Καίσαρος Καίσαρι· δὸς τῷ Θεῷ τὴν παρ' αὐτοῦ κτισθεῖσαν καὶ κοσμηθείσαν ψυχήν. Εν νόησον, ὅσων ὀφειλέτης αὐτῷ τυγχάνεις· ἀπόδο; τὰς ἀμοιβάς. Ναὶ παρακαλώ, φίλτατε καὶ σοφώ τατε, δός μοι χαρῆναι ἐπὶ σοὶ, δός μοι Θεῷ δίξαν ἀνενεγκεῖν, ὅς σε διαφυλάττοι ἀνώτερον παντός ανιαροῦ συναντήματος. Ο ταπεινός μητροπολίτης Εφέσου καὶ πάσης Ασίας Μάρκο:. Επιστολὴ κυροῦ Μάρκου τοῦ Ἐφέσου πρὸς Επισκοτεί. καταληφθείς. κατέσχε. καινόν. χλανιδίσκια. περίβλεψαι. πρός. καταδύσει. Τῆς τῶν. Θεοφάνην (α). Τιμιώτατε ἐν ἱερομονάχοις καὶ ἐμοὶ ἐν Κυρίῳ ποθεινότατε καὶ αἰδεσιμώτατε πάτερ καὶ ἀδελφέ. Οὖν ὑποδεξάμενον. μετακινοῦντα. ΑΙΓ. ἅπαν οὖν. χρυσίνων. ἐπὶ τὸν κύριον. Οσων καί. διαφυλάττει.
col. 1097–1098page 14 of 16
PG 160:1097Γίνωσκε, ὅτι μετὰ τὸ ἀπελθεῖν ἡμᾶς εἰς τὴν Κων σταντινούπολιν, ἀναβάντος εἰς τὸ πατριαρχεῖον ἑνὸς τῶν ὑπογραψάντων λατινοφρόνων καὶ ἐνοχλοῦντος ἡμᾶς, ἀπῆλθον εἰς τὴν ἐκκλησίαν μου. Ἐκεῖ δὲ πά λιν μηδεμίαν εὑρὼν ἀνάπαυσιν καὶ χαλεπῶς νοσήσας καὶ ζημιούμενος παρὰ τῶν ἀσεβῶν καὶ πειραζόμενος, διότι μὴ εἶχον ὁρισμὸν αὐθεντικόν, ἐξῆλθον κάτ κεῖθεν ἐπὶ σκοπῷ τοῦ ἀπελθεῖν εἰς τὸ ἅγιον ὅρο Διαπεράσας οὖν εἰς τὴν Καλλίπολιν καὶ διερχόμενος διὰ τῆς Λήμνου ἐκρατήθην ἐνταῦθα καὶ περιωρί. στην παρὰ τοῦ βασιλέως. Αλλ' ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ τῆς ἀληθείας δύναμις οὐ δέδεται, τρέχει δὲ μᾶλλον καὶ εὐοδοῦται, καὶ οἱ πλείονες τῶν ἀδελφῶν τῇ ἐμῇ ἐξορίᾳ θαῤῥοῦντες βάλλουσι τοῖς ἐλέγχοις τοὺς ἀλιτηρίου; καὶ παραβάτας τῆς ὀρθῆς πίστεως καὶ τῶν πατρικῶν θεσμῶν, καὶ ἐλαύνουσι πανταχόθεν αὐτοὺς ὡς καθάρματα, μήτε συλλειτουργεῖν αὐτ τοῖς ἀνεχόμενοι, μήτε μνημονεύειν ὅλως αὐτῶν ὡς Χριστιανῶν. Μανθάνω δὲ, ὅτι ἐχειροτονήθη παρά τῶν λατινοφρόνων μητροπολίτης ᾿Αθηνῶν κοπελύ δριόν τι τοῦ Μονεμβασίας, ὅπερ αὐτόθι διάγον συλ λειτουργεί τοῖς Λατίνοις ἀδιακρίτως καὶ χειροτονεί παρανόμως ὅσους ἂν εὔρῃ καὶ οἴους. Ἀξιῶ οὖν τὴν ἁγιωσύνην σου, ἵνα τὸν ὑπὲρ Θεοῦ ζῆλον ἀναλαβὼν, ὡς ἄνθρωπος τοῦ Θεοῦ καὶ τῆς ἀληθείας φίλος καὶ τοῦ ἁγίου Ἰσιδώρου γνήσιος μαθητής παραινέσης τοῖς τοῦ Θεοῦ ἱερεῦσιν, ἐκφεύγειν ἅπασι τρόποις τὴν κοινωνίαν αὐτοῦ καὶ μήτε συλλειτουργεῖν αὐτῷ μήτε μνημονεύειν ὅλως αὐτοῦ, μήτε ἀρχιερέα του τον, ἀλλὰ λύκων καὶ μισθωτὸν ἡγεῖσθαι, μήτε λει τουργεῖν ὅλως ἐν ταῖς λατινικαῖς ἐκκλησίαις, ἵνα μὴ ἔλθῃ καὶ ἐφ' ὑμᾶς ἡ ἐπελθοῦσα ὀργὴ τοῦ Θεοῦ τῇ Κωνσταντινουπόλει διὰ τὰς ἐκεῖ γινομένας πα ρανομίας. Γίνωσκε δὲ ὅτι ἡ ψευδοένωσις ὅτον οὔπω τῇ τοῦ Θεοῦ χάριτι καὶ δυνάμει διαλυθήσεται καὶ τὸ δόγμα τῶν Λατίνων ἀντὶ τοῦ βεβαιωθῆναι διὰ τῆς ψευδούς συνόδου, ὅπερ ἀεὶ ἐσπούδαζον, ἔτι μᾶλλον ἀνετράπη καὶ ἐλέγχθη καὶ ὡς βλάσφημον καὶ δυσ σεδὲς πανταχού στηλιτεύεται, καὶ οἱ τοῦτο κυρώ σαντες οὐδὲ διᾶμαι στόμα τολμῶσιν ὑπὲρ αὐτοῦ. ῾Ο γοῦν καλόγηρος αὐτοῦ τοῦ ὑμετέρου μισθωτοῦ, καὶ οὐχὶ ποιμένος, ὁ ἄνους Μονεμβασίας λαβὼν παρά τοῦ βασιλέως τὸ τοῦ προδρόμου ἡγουμενείον οὔτε μνημονεύεται παρὰ τῶν καλογήρων αὐτοῦ οὔτε θυ-. μιᾶται όλως ὡς Χριστιανός· ἀλλ' ἔχουσιν αὐτὸν εἰς τὰ πράγματα μόνον ὥσπερ τινὰ κόνσουλον· καὶ ὁ βασιλεὺς ταῦτα μανθάνων οὐδένα λόγον ποιεῖται, ἀλλὰ καὶ μετανοεῖν ὁμολογεῖ φανερῶς ἐπὶ τῷ γε γονότι καὶ ἐπὶ τοὺς καταθεμένους καὶ ὑπογράψαντας μετατίθησι τὴν αἰτίαν. Φεύγετε οὖν καὶ ὑμεῖς, ἀδελφοί, τὴν πρὸς τοὺς ἀκοινωνήτους κοινωνίαν καὶ τὸ μνημόσυνον τῶν ἀμνημονεύτων. Ιδε ἐγὼ Μάρκος ὁ ἁμαρτωλός λέγω ὑμῖν, ὅτι ὁ μνημονεύων τοῦ πάππα ὡς ὀρθοδόξου ἀρχιερέω; ἔνοχός ἐστι πάντα τῶν Λατίνων ἐκπληρῶσαι μέχρι καὶ αὐτῆς τῆς κου μᾶς τῶν γενείων, καὶ ὁ λατινοφρονῶν μετὰ τῶν Λατί (α) καλόγερος. καλογέ ρους καλούς γέροντας,
col. 1099–1100page 15 of 16
PG 160:1099γισθήσεται. Αἱ ἅγιαί σου εὐχαὶ εἴησαν μεθ' ἡμῶν Τῷ εὐλογησαμένῳ ἄρχοντι Κωνσταντίνῳ τῷ Κοντι πετρῇ καὶ τοῖς λοιποῖς πᾶσιν ἄρχουσι τοῖς ξενοδόχοις ἡμῶν μετάνοιαν καὶ τὴν ἀπὸ Θεοῦ εὐλο ίαν. νων κριθήσεται καὶ ὡς παραβάτης τῆς πίστεως λα οι Ο Εφέσου Μάρκος. Ίουν. ις' Μάρκου τοῦ μητροπολίτου Εφέσου "Απολογία ῥηθεῖσα ἐπὶ τῇ τελευτῇ αὐτοῦ αὐτοσχεδίως. Μάρκου τοῦ ῾Εφέσου Διάλογος, οὗ ἡ ἐπιγραφὴ ΛΑΤΙΝΟΣ, ἢ περὶ τῆς ἐν τῷ Συμβόλῳ προσθήκης ΛΑΤΙΝΟΣ. Θαυμάζω πῶς ἡμῖν ἐγκαλεῖτε περὶ τῆς ἐν τῷ Συμβόλῳ προσθήκης, ὅπου γε ἡ δευτέρα τῶν οικουμενικῶν σύνοδος ὅλον τὸ τῆς πρώτης σύμβολον ἐναλλάξασα παραδέδωκε προσθήκαις τε ἐπαυξήσασα καὶ ἄλλα πρὸς τὸ σαφέστερον ἀναπτύξασα· ὥστε οὐδὲν ἢ περὶ τὴν λέξιν ἐναλλαγὴ λυμαίνεται ταῖς σώζουσι τὴν ἀκρίβειαν τῶν δογμάτων. ΓΡΑΙΚΟΣ. Τοῦτο μὲν οὕτως ἔχειν ὁμολογοῦμεν καὶ τὸ τῆς δευτέρας συνόδου σύμβολον ἐνηλλαγμένον εἶναι πρὸς τὸ τῆς πρώτης κατὰ τὴν λέξιν οὐκ ἀγνοοῦ μεν· οὐ μὴν ὅτι γε ἐκείνοις τοῖς Πατράσιν ἐξῆν ἐναλλάξαι τὸ σύμβολον, ἤδη καὶ σοὶ τοῦτο ἐξεῖναι φαμεν. ΛΑΤ. Διὰ τί δή; ΓΡ. Πρῶτον μὲν ὅτι ἐκεῖνοι σύνοδος οἰκουμενική ἦσαν, σοὶ δὲ τοῦτο οὐ πρόσεστι, κἂν ὅτι μάλιστα τὴν Πάπαν αὐχῆς καὶ τὸ ἐκείνου πρωτεῖον. Επειτα τότε μὲν ἐξῆν· οὐ γάρ πω κεκώλυτο· σοὶ δὲ μετὰ τὸ κεκωλῦσθαι τὴν προσθήκην τολμήσαντι λόγος οὐδεὶς συγχωρεῖ τὸ μὴ οὐχ ὑπεύθυνον εἶναι ταῖς ἐκφωνηθεί σαις ὑπὸ τῶν Πατέρων ἀραῖς. ΛΑΤ. Πότε γὰρ δὴ κεκώλυτο καὶ διὰ ποίαν αἱ τίαν; ΓΡ. Εγώ σοι ἐρῶ τὸ πᾶν ἀκριβῶς. Μετὰ τὴν παρὰ τῆς πρώτης συνόδου τῆς πίστεως ἔκθεσιν πολλαὶ καὶ διάφοροι πίστεως ἐκθέσεις γεγόνασιν ὑπὸ διαφόρων συνόδων περιαιροῦσαι τὸ ὁμούσιον· ἀλλ' ὑμῶν. ἐκεῖναι μὲν ἡκυρώθησαν· ἡ δὲ δευτέρα σύνοδος οι κουμενική τε οὖσα καὶ τὴν τῆς πρώτης έννοιαν ἀκριβῶς φυλάξασα ἔκθεσιν ἰδίαν πεποίηται ταύτην, ᾗ νῦν ἡμεῖς μὲν ἄνευ προσθήκης χρώμεθα, ὑμεῖς δὲ μετὰ τῆς προσθήκης· οὐδετέρα δὲ ὅμως ἀμφοῖν ταῖν συνήδοιν οὐδεμίαν κώλυσιν διωρίσατο τῆς μετα ποιήσεως. Ὅθεν ἐπὶ τῆς τρίτης οικουμενικής συνο
col. 1101–1102page 16 of 16
PG 160:1101δου σύμβολον πίστεως προηνέχθη παρὰ τῶν τὰ Νε στορίου φρονούντων ἐκδιδόμενον, ἔχον τὴν τῆς αἱρέ σεως δόξαν, δι' οὗ καὶ βαπτίζειν ἐτόλμων ἐν τῇ Λυδίᾳ τινάς· τοῦτο οἱ Πατέρες ἀνεγνωσμένον ἀκού σαντες καὶ οὐκ ἀνεκτὴν ἔτι κρίναντες ὑπὸ τοῦ βου λομένου μεταποιεῖσθαι τὸ σύμβολον, δρον εὐθὺς ἐξής νεγκαν, μηκέτι μηδένα τολμᾷν ἀναλλάττειν τὴν ὑπὸ τῶν Πατέρων ἐκτεθεῖσαν πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον. Οθεν καὶ ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς τὸν ᾿Αντιοχείας Ιωάννην ἐπιστολῇ τὴν οἰκείαν εἰδὼς ἀπόφασιν (αὐτό; γὰρ ἦν ὁ τῆς μεγάλης εκείνης συνόδου πρόεδρος), Κατ' οὐδένα, φησι τρόπον σαλεύεσθαι ἀνεχόμεθα τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν Πατέρων ἡμῶν πίστιν ἤτοι τὸ τῆς πίστεως σύμ βολον· οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε, ἢ μίαν γοῦν παραδῆναι συλλαβὴν, μεμνημένοι τοῦ 18 γοντος· Μὴ μέταιρε ὅρια αιώνια, ο ἔθεντο οι πατέρες σου· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὁ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. Ακούεις ὡς οὐ τὴν διά νοιαν μόνον, ἀλλὰ καὶ (τήν) λέξιν καὶ συλλαβὴν κω λύει μεταποιεῖν τε καὶ παραβαίνειν. Οὐκ ἐπιτρέπο μεν, φησίν, ἑαυτοῖς ἢ ἑτέροις, ὡς ἐκ προσώπου τῆς συνόδου πάσης· καίτοι γε οικουμενική σύνοδος ἦσαν· ἀλλ' αὐτοὶ τὸν ὅρον ἔθεντο τῆς κωλύσεως. ΛΑΤ. Ούκ. Αλλ' ἑτέραν, φησί, πίστιν, τὴν ἐναντίαν, τὴν ἀλλότρια τῆς Ἐκκλησίας δόγματα ἔχου σαν· ἐπεὶ ἡ ἀνάπτυξιν καὶ σαφήνειαν ἔχουσα πί στις οὐκ ἂν εἴη πάντως ἑτέρα, κάν μιξ, κἂν πολ λαῖς διαφέρῃ λέξεσιν. ΓΡ. θαυμάζω πῶς οὐκ ἀπὸ τῶν λέξεων δοκιμάζεις τὴν διάνοιαν τῶν εἰπόντων, ἀλλὰ μᾶλλον τὰς λέξεις έλκεις πρὸς τὸ σαυτοῦ βούλημα. Τὸ γὰρ τὸ ἕτερον οἴεσθαι τὸ ἐναντίον δηλοῦν ἀνδρός ἐστιν ἀσόφου οὐδὲ εἰδότος ἐφαρμόζειν τῇ τῶν πραγμάτων φύσει τὴν ἑκάστῳ κατάλληλον λέξιν. Ἐπὶ πλέον γὰρ δήπου τοῦ ἐναντίου τὸ ἕτερον καὶ οὐ πᾶν τὸ ἑτερόν τινος ἤδη καὶ ἐναντίον· ἄνθρωπος γὰρ ἵππου ἕτερον μὲν τῷ εἴδει, ἐναντίον δὲ οὐδαμῶς· τῇ γὰρ οὐσία οὐδὲν ἐναντίον. Οὐκ ἂν οὖν διὰ τῆς ἑτέρας πίστεως τὴν ἐναντίαν ἐδήλουν, ὥσπερ οὐδεὶς διὰ τοῦ ζώου δηλοῖ τὸν ἄνθρωπον.. ΛΑΤ. Ἐγὼ μὲν οὐδέπω μέχρι καὶ νῦν ἔφθην τα τοιαῦτα μεμαθηκώς· θαυμάζω δὲ νῦν ἤδη τοὺς τὴν προσθήκην ἐξ ἀρχῆς τολμήσαντας, εἰ τοσούτων ὄνο των τῶν κωλυμάτων οὐκ ἠδέσθησαν ὅμως αὐτήν ἐξειπεῖν καὶ τοῖς μετ' αὐτοὺς παραδούναι. (α)
Continue reading PG 160: Addenda →≣ entire volume
Page scan enlarged

Notebook

Full View