PG 160Matthaeus Camariotes
Matthew Camariota
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Synopsis of RhetoricSynopsis rhetoricae ...

col. 1019–1020page 1 of 26
Synopsis rhetoricæ ...
PG 160:1019ταύτης ἀποκλίσεως οὐ συνίης, καὶ ταῦτα μετὰ τὰ ἡ ἔχοι ἂν καλῶς. Εἰ δέ σε 8 γε τύφος ἔτι κατέχει, καὶ ἡμῖν ταῦτα οὕτω σαφῆ ὄντα εἰρημένα, καὶ λίαν γέ τις ἀσύνετος εἶ. Εἰ δὲ νῦν γοῦν ἐγνωκὼς ὅμως συγκαλύπτειν αὐτοῦ τὸ ἄθεον τοῖς σοῖς σαθροῖς σοφίσμασιν, ἐφ᾽ οἷσπερ καὶ ὑπὸ ἀμαθίας θρασύνῃ, διὰ σφόδρα φιλίαν διανοῇ, ἐκεῖνά σοι ἐν δίκῃ τὰ λαμβεία οὐ φαύλω; ἔχοντα ἔστιν εἰπεῖν Οστις δ' ὁμιλῶν ἤδεται κακοῖς ἀνὴρ, Οὐ πώποτ' ἠρώτησα γινώσκων, ὅτι Τοιοῦτός ἐστιν, οἷσπερ ἥδεται ξυνών Αλλ' ἡμῖν μὲν ἄχρι τοῦδε συγγραφέσθω, βραχέα δὴ ἅττα πρὸς μακρὰ τὰ σὰ τὰ γε καὶ ὡς ἡμᾶς ἥκοντα· οὐ γὰρ οὐδ᾽ ὁλόκληρα ἧκεν· ἡμῖν μέντοι καὶ ταῦτα ἀπέχρησεν ἐμφῆναι σου τὴν ἀμαθίαν καὶ ἅμα διανοίας τὸ φαῦλον. Πρὸς δὲ τὸ ἑξῆς τὸ περὶ τοῦ οὐ διττοῦ σοι τῆς κινήσεως ἡμεῖς μέν φαμεν οὐδὲν, ἄλλοις δὲ παρίεμεν αὐτοῖς καὶ τῶν Εκεί που καταγελάν. Σὺ μὲν γὰρ ἐξέλιπες ὑπ' ἐσχάτης ἀδυνασίας τὸ περὶ τῶν εἰδῶν ᾿Αριστοτέλει ἀμύναι, ἡμεῖς δ᾽ αὖ ὑπὸ τῆς ἄγαν καταφρονήσεως τὰ περὶ τούτου ἡμῖν αὐτοῖς. Εἰ μὲν οὖν ὤνησαί τι τοῖς παρ' ἡμῶν τουτοισὶ λόγοις, οὐ γὰρ οὐδ᾽ ἐπὶ σῷ κακῷ τάδε συνεγράψαμεν, ἀλλ' ὅπως καὶ σὺ τοῦ ἄγαν τύφου τι ύφεὶς ἀμείνων τι τὴν ψυχὴν γένοιο, ἤτοι Αριστοτέλους κηδομένῳ ἢ καὶ ὑπὸ βασκανίας τῆς πρὸς ἡμᾶς δοκεῖ σοι ἔτι καὶ πρὸς ταῦτα τὰ ἡμέτερα ἀντιγράφειν, καὶ δὴ ἀντίγραφε μάλα θαλέων, ὡς ἡμᾶς οὐκέτι οὐδ᾽ ὁτιοῦν πρός γε τὰ σὰ ἐκεῖνα ἀντιγράψοντας. Ισμεν γὰρ, ὡς ὅσῳ ἂν πλείω γράψῃς, τοσούτῳ καὶ μᾶλλον ἀσχημονήσεις. Εἰ δέ τισι καὶ δόξεις τι λέγειν, ὅτι οὐκ ἄλλοις ἢ ἀμαθέσι τε ὁμοῦ καὶ μωροῖς δόξεις, εὖ δὴ μάλα ἴσμεν, ομων ἡμῖν ἀνδρῶν τῆς δόξης οὐ πολύ τι μέλει. Οὐκ ὀλίγη δέ σοι ευπορία ἔσται λόγων· εἰ μὲν γὰρ ἡκρίβους τὰ λεγόμενα, παγχάλεπον ἄν σοι ἐγίγνετο τὸ ἀντιλέγειν ἡμῖν· ἐπεὶ δ᾽ ἀκριβοῦν μὲν οὔθ᾽ οἷός τ' εἶ, οὔτ᾽ ἴσως σοι πάνυ τοι μέλει, ἀγαπᾷ; δὲ καὶ τὰ ἐπιτυχόντε εἰκῇ ἐμῶν, τῶν γε τοιούτων οὐδὲ μία σα ἀπορία. Καὶ μὲν δὴ καὶ διάβαλλε ὅ τι βούλει, καὶ τῶν βλασφημιών εμφορον, ὥσπερ καὶ ἠπείλησας οὐ φείσεσθαι τῶν τοιούτων, καίπερ οὐδὲ νῦν πεφεισμέν νο;. Ο τι γὰρ ἂν βλασφημήσῃς, ἡμῶν μὲν οὐχ ἅψῃ οὐ γὰρ οὐδ᾽ ἡμῖν προσόντα ἐρεῖς, φλυαρήσεις δὲ τηνάλλως καὶ σαυτὸν μόνον αἰσχυνεῖς τὴν σαυτού σκαιότητα ἔτι καὶ μᾶλλον ἐπιδείξας. Ἡμῖν δέ σου τὰ τοιαῦτα ἴσα καὶ κυνιδίου Μελιταίου τινὸς ὑλακαῖς λελόγισταί τε ἤδη καὶ αὖθις λογισθήσεται.
col. 1021–1022page 2 of 26
PG 160:1021Συνοπτική παράδοσις τῆς ῥητορικῆς Ἀδή λου Ρητορικου λόγου τρία καθέστηκεν είδη Τούτων δὲ ἕκαστον διαιρεῖται εἰς δύο εἴδη τινά, καὶ εἰς τέλος, πρὸς ὁ ἀφορᾷ. Τὸ μὲν οὖν δικανικὸν διαι ρεῖται εἰς κατηγορίαν καὶ ἀπολογίαν· τέλο; δὲ τού του τὸ δίκαιον τὸ συμβουλευτικὸν εἰς προτροπήν καὶ ἀποτροπήν τέλος δὲ αὐτοῦ τὸ συμφέρον· τὸ δ' αὖ πανηγυρικὸν εἰς ἔπαινον καὶ ψόγον πρὸς δὲ τὸ καλὸν ἀφορᾷ. Ὑπὸ δὲ ταῦτα τὰ εἴδη ἀνάγονται τὰ ῥητορικά προγυμνάσματα, & εἰς δώδεκα περιέστησε πριν ὁ Ταρσεύς Ερμογένης (β)· εἰς ὕστερον δὲ Οἶμαι, Ματθαίου τοῦ Και μαριώτου τὸ σύγγραμα είναι, δύναμις τεχνική, Πανηγυρικόν. έγκωμιαστικόν, επι δικανικῷ εἰ συμβουλευτικῷ δικανικὴν τοὺς δικαστάς, εἰ συμβουλευτικὸν, τὴν βουλήν, πανηγυρικὸν ἐν πανηγύρει. ἐγκωμιαστικών, κατηγορική Πρὶν ὁ Ταρσεύς Ερμογένης.
col. 1023–1024page 3 of 26
PG 160:1023ταῦτα εἰς δέκα καὶ τέσσαρα παρεξέτεινεν ὁ ᾿Αν Εἰς ὕστερον δὲ ταῦτα. γένους τέχνην προγυμνάσματα. (*) Αἱ εἰδικαὶ στάσεις, αἱ δέκα καὶ τρεῖς. Νοι εἰδικές στάσεις, τιοχεύς Αφθόνιος. Ανασκευήν γὰρ καὶ κατασκευήν μια διδασκαλία τοῦ Ἑρμογένους περιλαβόντος, ὡς καὶ τὸ ἐγκώμιον καὶ τὸν ψόγον ἑτέρα, αὐτὸς διε λὼν τὰ δύο ταυτί, νομίζεσθαι πεποίηκε δέκα και τέσσαρα. Πάντα μὲν οὖν τὰ προγυμνάσματα Ἑρμογένους εἰδικά τε καὶ μερικά, ὥσπερ αἱ εἰδικα στα σεις αἱ δέκα καὶ τρεῖς, καὶ πᾶσαι τούτων εἰ μερικαὶ ὑπὸ τὰ τρία είδη ἀνάγονται. Ιστέον δὲ ὅτι τὰ προγυμνάσματα αὐτὰ μὲν καθ᾿ αὐτὰ πο θέμενα τὰ παρεπόμενα πάντα αὐτοῖς ἐπιδέχεται, ἃ καὶ κεφάλαια καταχρηστικώς λέ γονται· ἐν δὲ τελείοις εὑρισκόμενα λόγοις, ἢ οὐδὲν τῶν παρεπομένων ή σπάνια ἐξ αὐτῶν ἀποδί χεται. Τρία μὲν οὖν εἴδη λόγου ρητορικού, ύπ' καὶ τὰ προγυμνάσματα καὶ αἱ στάσεις ὡς ἔφην, ἀνάγονται. τὰς μερικάς τὰ μέρη τῶν επιχειρήματα οι ενθυμήματα. Μει, τοῖς τελείοις λόγοις, Η οὐδὲν τῶν παρεπομένων.
col. 1025–1026page 4 of 26
PG 160:1025Εκαστος δὲ τέλειος λόγος ἑνὸς ὢν οιουδήτινος τῶν τριῶν τούτων ἰδεῶν, ὥσπερ καὶ ἑκάστη τῶν στάσεων ἐκ τεσσάρων μερῶν σύγκειται, προοιμίων, διηγήσεων, ἀγώνων καὶ ἐπιλόγων. Τι νὲς δὲ πέντε ταῦτά φασιν, ἀγῶνας μὴ ὀνομάζοντες, ἀντὶ ἀγώνων ἀντιθέσεις καὶ λύσεις ἕτεροι δὲ πίστεις και λύσεις, καὶ ἕτεροι ξέρως. Το πανηγυ φικόν και τέλειον προοίμιον ἐκ τεσσάρων σύγκειται μερῶν ἢ μορίων· ἐκ προτάσεως ἢ τῶν δύο ὁμοῦ, ἐκ τετάρτης τῆς βάσεως. Τῶν δὲ προσώπων και πραγμάτων, τὸ ἐξ υποδιαιρέσεως τὸ ἐκ περιουσίας καὶ τὸ ἀπὸ καιροῦ Τὰ πρόσωπα καὶ τὰ πράγματα διαιρούνται εἰς τέσσαρα, εἰς ἔνδοξα, άδοξα ἀμφίδοξε, καὶ πα οἷου δή τινος. προοίμιον, προκατάστασις, νεί προδιήγησις, διήγησις, προκατασκευή, κατασκευή, λύσις, 'Αντιθέσεις καὶ λύσεις. πολιτικῷ προοιμίω, Αξιώσεως ἢ ἀποδόσεως. σεως, ἥτις ἐστὶν ἀξίωσις, επ ἀποδόσει ἀξίωσις ἀπόδοσιν, τὸ προστ Εξ υπολήψεως. προοίμιον κατὰ τὴν πρόληψιν. Εξ υποδιαιρέσεως. (99; Τα πρόσωπα καὶ τὰ πράγματα. Ο
col. 1027–1028page 5 of 26
PG 160:1027Ενδιάσκευος. ὑποτυπώσεις Οὓς καὶ χαρακτῆρας.: Τρείς διη οἱ τρεῖς τρόποι διηγήσεων, Τρεῖς δὲ τρόποι τῶν διηγήσεων ἁπλοῦ; ἐγκατάσκευος καὶ ἐνδιάσκευος οὗ; καὶ χα ρακτῆράς τινες όνομάζουσι, χαλαρόν, ἀδ.ν. μέσον. Καὶ χαλαρὸς μὲν καὶ ἁπλοῦς χαρακτήρε ἄνευ κατασκευῶν τῷ πανηγυρικῷ ἐφαρμόττω, Τὸ γὰρ πανηγυρικὸν ἢ ἔπαινος ἢ ψόγος ἐστὶν ἐμε λογουμένων ἀγαθῶν ἢ πονηρῶν. Τι προφανὲς δὲ καὶ ὁμολογούμενον ἀποδείξεων οὐ δεῖται· ἀδρὸς δὲ καὶ σύντονος, ὁ ἐγκατάσκευος, ὁ πυκνοτέραις κεχρημένος ταῖς ἀποδείξεσι, προσφυής, τῷ δικανικῷ εἴδει τελῶν. Δεῖ γὰρ τὸ πίστιν έχειν τὸν πολιτικὸν καὶ δικανικὸν λόγον, καὶ μὴ ἀναπόδεικτον εἶναι. Μέσος δὲ τρόπος καὶ χαρακτὴρ ὁ ἐνδιάσκευος, ὁ μέσως καὶ μὴ κατακόρως κεχρημένος ταῖς ἀπωλεί ξεσι, μήτε πάντη αναπόδεικτα λέγων, μήτε μήν συνεχέστερον κεχρημένος, πῆ δὲ ἐγκατασκεύως καὶ ἀποδεικτικώς, πῇ δὲ ἐνδιασκεύως καὶ κατ' επ φρασιν, δς καὶ τοῖς τρισὶν εἰδεσιν έτσι προσφ καὶ μέσος καλεῖται εἰκότως. Μᾶλλον δὲ τῶν λοιπ τῷ συμβουλευτικῷ λόγῳ ἀνεῖται, καὶ λόγοις τὴν Ιστορίαν συντάττουσι. Τοῖς ἱστοροῦσι γὰρ τῇ μὲν ἁπλῶς διηγεῖσθαι, πῆ δὲ κατασκευάζειν δυστ στούμενα, πῆ δὲ πρόσωπά τε καὶ πράγματα, κα ρούς τε καὶ τόπους εκφράζειν, καὶ παντοίων ζώων Ιδέα.. Τοιαύτη μὲν ἡ ἑρμηνεία τῶν διηγήσεων. Τέσ
col. 1029–1030page 6 of 26
PG 160:1029σαρα μὲν εἴδη τῶν προοιμίων, ὡς τριών τρόπων ὧν προειρήκαμεν καὶ τρεῖς διηγήσεων τρόποι, οι καὶ χαρακτήρες καλούμενοι, προσφυείς οἷς ἔφημεν είδε σιν. Όμηρος δὲ καὶ τέταρτον τὸν δι' ἀλλη γορίας παρέδωκε, τῷ πανηγυρικῷ μὲν καὶ αὐτὴν ἐφαρμόττων· ἀρμοδιοφυέα δὲ τίθεσθαι, ὅταν αὐτέ λειαν λόγου πρὸς ὄγκον καὶ μέγεθος ἐξᾶραι βουλώμεθα. Οἱ ἀγῶνες δὲ διαιρούνται εἰς ἀντιθέσεις καὶ λύσεις. Αἱ ἀντιθέσεις δὲ καὶ αἱ λύσεις τὴν σύστασιν ἔχουσιν ἐκ κεφαλαίων ἐπιχειρημάτων, ἐργασιῶν καὶ ἐνθυμημάτων, καὶ ἐξ ἐπενθυμημάτων ἐνίοτε καὶ πλαστῶν. Καὶ τὸ μὲν οἰκεῖον κεφάλαιον δεῖ θετικῶς εἰσάγειν τὸν ῥητορεύοντα, εἶτα χρῆσθαι τοῖς ἐπιχειρήμασιν, ἐργασίαις καὶ τοῖς λογο της Τὸ δὲ τοῦ ἀντιθέτου κεφάλαιον πρῶτον χρὴ λύειν προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει καὶ λύσει. Εἶτα χρεών χρῆσθαι κἀκεῖ τῷ ἐπιχειρήματι καὶ τοῖς λοιποῖς, οἷσπερ ἔφημεν. Καὶ τὸ μὲν κεφάλαιον ἐξ ὧν γίγνεται εἶπο μεν· τὸ ἐπιχείρημα δὲ ἐκ τῶν περιστατικών ἢ πάντων ἅμα ή τινων κατασκευάζεται. Η έργα σία δὲ γίγνετα: ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μείζονος, ἀπὸ μικροτέρου, ἀπὸ ἴσου, καὶ ἀπὸ τοῦ ἐναντίου, ἢ πάντων, ἤ τινων. Τὸ ἐνθύ μημα σύγκρισις καὶ συμπέρασμά ἐστι τοῦ ἐπι Ὅμηρος δέ. προτάσει, υποφορά, Καὶ τοῖς λοιποῖς. ἐξ ὧν γίγνεται. μέρους, κόσμον κεφαλαίων Ἐκ τῶν περιστατικών. περιστάσεις. στοιχεία τοῦ πράγματος Τέταρτον. Η εργασία. ἐπιχειρημάτων Τὴν σύστασιν ἔχουσιν. Κεφαλαίων. Δεί θετικῶς εἰσάγειν. 4: Εαν μὲν οὖν ἡμεῖς εἰσά γωμεν κεφάλαιον, ἁπλῆς δεήσει τῆς θέσεως, καὶ τῆς εἰς τοῦτο κατασκευῆς εὐπο ήσομεν ἀπὸ τῶν ἐπιχειρημάτων μετὰ προτάσεως. ἐξεργασίαν, Τὸ ἐνθύμημα σύγκρισις. κατά σύγ κρίσιν, ελεγκτικόν, γνωμικών, δεικτικόν, παραδειγματικόν, συλλογιστικών.
col. 1031–1032page 7 of 26
PG 160:1031χειρήματος καὶ τῆς ἐργασίας Τὰ ἐπενθύμημα ἐστι δεύτερον ἐνθύμημα Πλαστὴν δέ έστι πᾶν τὸ μὴ γεγονός, ἐπιτιθέμενον δὲ καθ᾽ ὑπόθες:». Πρότασις νῦν ἐστι λόγος, ἐν ᾧ ἐλπίζεται ἡ ὑποφορά. Υποφορὰ δὲ ὁ τοῦ ἐχθροῦ λόγος. Αντι πρότασις δὲ ἡ τῆς λύσεως επαγγελία. Η λύσης δὲ γίγνεται κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν καὶ κατὰ τὸ βίαιον Ταῦτα περὶ ἀγώνων. Ο επίλογος δὲ διαιρεῖται εἰς αὔξησιν 60) ἀγαθῶν, ἢ καὶ τελείαν ἐκβολήν καὶ ἐξαίρεσιν, καὶ εἰς ἀνακεφαλαίωσιν τῶν κυριωτέρων, τὴν καὶ δευτερολογίαν Ἀλλὰ ταῦτα μὲν περὶ τῶν τεσσάρων λόγου με τῶν, προοιμίων, διηγήσεων, ἀγώνοιν, ἐπιλόγων ἐπεὶ δὲ πᾶς λόγος ῥητορικός, ὁποῖος ἂν τῶν τριῶν εἰδῶν εἴη, διά τίνων ἰδεῶν ἁρμοδίων αὐτῷ των τίθεσθαι είωθε, φέρε καὶ τὸν τῶν ἰδεῶν ἀριθμὸν Τοῦ ἐπιχειρήματος καὶ τῆς εργασίας. Εργασία επιχείρημα, εἰς ἐνθύμημα εργασίαν.: "Ωσπερ ή εργασία κατα σκευάζει τὸ ἐπιχειρηκε, οὕτω καὶ τὸ ἐνθύμημα και τασκευάζει τὴν ἐργασία». Πλαστόν. τοῦ ἐπιχειρήματος ὑμῖν διαγράψωμεν. Επτά δὲ εἰσιν ἰδέαι λόγου Καὶ δευτερολογίας. δευτέραν ἀπό δειξιν, δεν επεργασίαν. δευτερολογία έπα Αντιπαράστασιν. είδη χαρακτῆρα; συντίθεσθαι διά τινων
col. 1033–1034page 8 of 26
PG 160:1033λος γοργότης (β), ἦθος ἀλήθεια δεινό της Μάλλον δὲ ἐξ· ἡ γὰρ ἀλήθεια ὑπὸ τὸ ηθός ἐστι ταττομένη. Τρεῖς γὰρ τούτων εἰσὶ γενι καί· ἡ σαφήνεια, τὸ μέγεθος, καὶ τὸ ἦθος αἱ δὲ λοιπαὶ εἰδικαί. Τῶν γενικών τριῶν ἰδεῶν ἡ μὲν σαφήνεια δύο ἰδέας έχει υποβεβηκυίας αὐτὴν, ἐξ ὧν δὴ γίγνεται, τήν τε ευκρίνειαν τὴν καθαρότητα τὸ δὲ μέγεθος ἐξ· σεμνότητα περιβολὴν τραχύτητα λαμπρότητα ἀκμὴν καὶ σφοδρότητα τὸ δὲ ἦθος ἐπιείκειαν ἀφέλειαν ἀλήθειαν Καὶ τὴν καθαρότητα τοίνυν ἐν λόγοις ποιεῖ ἐπιείκεια, καὶ ἀσφέλεια, καὶ πρὸς τούτοις τὸ κατ' αὐτῶν ἐμφαινόμενον ἀληθές Σφοδρότητα.
col. 1035–1036page 9 of 26
PG 160:1035τὴν οὐ θεωρεῖται, ἐκ δὲ τῆς ἀφελείας καὶ τῆς ἐπιεικείας συνίσταται Εκάστη τῶν εἰδικῶν ἰδεῶν ἐξ ὀκτώ τινων μορίων συνίσταται, ἀγνοίας μεθόδου λέξεων σχημάτων κώλων συνθήκη; αναπαύσεως και ρυθμοῦ λόγο; ἐνδιάθετος. σεμνότητα, βαρύτητα δεινότητα Αὐτὴ καθ' ἑαυτήν. λείας ἢ ἐπιεικείας, ἤ τινος τῶν ἄλλων ἠθικῶν τι ἀφελείας εἰ ἐπιεικείας Καὶ τὰ μὲν λοιπά σύμπαντα τῶν ἰδεῶν μόρια Αριθμημένα καὶ γνώριμα· σχήματα δὲ Ἑρμογένες μὲν βραχέα τινὰ παραδέδωκεν αγωνιστικὰ μέθοδος, σχήμα διανοίας κι Συνθήκης. σύνθεσις. Ρυθμού. συνθήκη λόγου ἐπιχειρηματικοῦ, ἐργαστικοῦ, ἐνθυμη ματικοῦ ἀγωνιστικού,
col. 1037–1038page 10 of 26
PG 160:1037σπαράδην δὲ καὶ ἑτέρων εμνήσθη σχημάτων· ἡμεῖς & δέ σοι καὶ τὸν περὶ τούτων τρανώσομεν ἀριθμόν, ὡς Φοιβάμονι τῷ σοφιστῇ καὶ Μινουκιανῷ τῷ τεχνογράφῳ δοκεῖ καὶ τοῖς ἄλλοις τῶν ῥητόρων. Αρξώμεθα λέγειν κατὰ Φοιβάμονα τὸν ὅρον τοῦ σχήματος, ἔπειτα κατὰ Τιβέριον Σχημά ἐστιν ἐξάλλαξις κατά διάνοιαν ἢ λέξιν ἐπὶ τὸ κρεῖττον ἄνευ τροπής γιγνομένη. Τιβέριος οὕτωςί σχῆμά ἐστι τὸ μὲν κατὰ φύσιν τὸν νοῦν ἐκφέρον, μηδ' ἐπ᾿ εὐθείας, ἀλλ' ἐκτρέπον καὶ ἐξαλλάττον τὴν διάνοιαν κόσμου τινὸς τῇ πλάσει, ή χρείας ἕνεκα. Λέξεως δὲ σχῆμά ἐστιν ἐξάλλαξις τοῦ ἐν ἔθει κατά τινα πλάσιν κόσμου, ἢ χρείαν τινά παρέχουσα τοῖς λόγοις. ᾿Αλλὰ γὰρ τὸν ὁρισμὸν ἀποδόντες, φέρε καὶ τὸ κατ' ὄνομα τῶν σχημάτων διατρανώσω εν. Πάντα τὰ τῆς ἐννοίας καὶ τῆς λέξεως σχήματα κατὰ τέσ σαρας τρόπους γίγνεται ήτοι αἰτίας· κατὰ ἕνα δειαν κατὰ πλεονασμόν κατά μετάθεσιν καὶ κατὰ ἐναλλαγήν Αρκτέον δὲ ἀπὸ τῶν τῆς πίστιν, οἱ ἀπόδειξιν, ισχύν ει πά ἀξιωματικόν λόγου λέξεως διανοίας Φοιβάμονι τῷ σοφιστῇ. Μινουκιανῷ. Γαλιήνου αὐτοκράτορος, Γαληνού Γέγος νὼς ἐπὶ Γαληνού, Τεχνογράφω. Καὶ τοῖς ἄλλοις. Τιβέριον. Σχῆμά ἐστιν Σχῆμα ἔστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ κρεῖττον κατά λέξιν, ἢ κατὰ διάνοιαν ἄνευ τρόπου, γου. τροπῆς τρόπου, Σχῆμά ἐστιν τὸ μὲν κατὰ φύσιν. σχήμα διανοίας, Λέξεως δὲ σχῆμα. Ορίζοντα: δή τινὲς καὶ ἰδίᾳ ἐκά τερον τῶν σχημάτων, τὸ μὲν τῆς διανοίας οὕτω σχῆμά ἐστι διανοίας, μετάπλασις διανοήματος, ἐκ τοῦ κατὰ φύσιν πλάττουσα πρὸς τὸ χρησιμώτερον τὴν ἀναγκαίαν διάνοιαν· τὸ δὲ τῆς λέξεως χρείας χάριν. τῆς λέξεως, χρείας χάριν. τῆς λέξεων, τὴν λέξιν χρείας χάριν, τῆς δὲ λέξεως σχῆμα είναι με τί πλασιν, πλάττουσαν πρὸς τὸ χρησιμώτερον την λέξιν, τὴν διάνοιαν. Κατὰ τέσσαρας τρόπους. Κατὰ ἔνδειαν. Κατὰ πλεονασμόν. Κατὰ μετάθεσιν. Κατά εναλλαγήν. Ι:τέον,

Lamentable Narrative on the Capture of ConstantinopleNarratio lamentabilis de Cpoli capta ...

col. 1039–1040page 11 of 26
PG 160:1039λέξεως σχημάτων. Τῆς τοίνυν ἐνδείας εἴδη τρία ὅτι πάντα τὰ σχήματα κατὰ δ' γίνονται, ἤτοι αἰτίας, κατὰ ἔνδειαν, κατὰ πλεονασμόν, κατά μετάθεσιν, κατὰ ἐναλλαγὴν, κατὰ δ' τρό πους γίνονται, ήτοι, ὡς ὁ θεῖος ἀπόστολός φησι. Ἀπὸ κοινοῦ. Απλ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, πολλάκις δὲ νοουμένη καὶ συντασσομένη. Δίπλωσις. αναδίπλωσις. δίπλωσιν, …ος ἀναδίπλωσιν Επανάδοσις. επά νοδος Επίφρασις. Περίφρασίς ἐστι λόγος τινὶ ἡ τισιν ἐξαιρέτως ἐπιφωνούμενος, δ διχή γίνεται. προτασσομένου γὰρ τοῦ ὀνόματος κατ' ἐξοχὴν λέγεται· ὡς ἵνα εἴπω ὁ δεῖνα ὁ σχολαστικὸς ἦλθε, καὶ ὅλος ὁ φόρος. Υποτασσομένου δὲ ἰδίως επίφρασις· οἷον ὅλος ὁ φόρος ἦλθε, καὶ ὁ δεῖνα ὁ σχολαστικός. Επίτασις. Επίτασίς ἐστιν ἐπιμονῆς μὲν εἶδος, οὐκ ἐπίσης δὲ δηλοῦν τὸ πρᾶγμα, ἀλλ' ἐξαλλαγὴν ἔχον ἐπὶ τὸ μεῖζον· ὡς ἵνα εἴπω περὶ εὐσωματοῦν τος διαλεγόμενος καὶ μεγάλου, ὅτι κίων ἐστὶ τῷ μεγέθει, ὅτι ὅρος ἐστίν. Πρόληψις αἰτίας. ρεμβολὴν τῆς προφάσεως ὧν ἐροῦμεν, ἐν μέσῳ τῆς ἀρχῆς τοῦ λόγου ἐκ τῆς ἀρχῆς τοῦ λόγου, καὶ αὐτ τῶν οἷον, Έταιρε πάντα έχεις, σίτον, οἶνον, ἔλαιον, μὴ κλέψῃς, μὴ καταγνωσθῇς. ἀσύνδετον, ἀπὸ κοινοῦ Ελλειψις. Τοῦ πλεονασμοῦ εἴδη ἔνδεκα· ταυτολογία, δίπλωσις ἐπαναφορὰ, ἐπανάδοσις επανάληψις, περίφρασις, ἐπίφρασις παρονομασία, ἐπεξήγησις, ἐπιμονή, επίτασις Της μεταθέσεως είδη τέσσαρα υπερ βατὸν, ἀναστροφή, πρόληψις αἰτίας προεπίζευξις Τῆς δὲ ἐναλλαγῆς εἴδη ὀκτώ· ἑτερογενὲς ἑτεράριθμον Ετερόπτωτον έτι ροσχημάτιστον ἑτερόχρονον ετεροπρόσω που ἀποστροφή προσώπου καὶ ἀντιστροφὴ Τῶν τῆς διανοίας σχημάτων ἡ ἀποσιώπησις Προεπίζευξις. ἐπίζευξις, Ο δεῖνα ἐποίησε· καὶ ὁ δεῖνα, ἢ ὁ δεῖνα, ἢ ὁ δεῖνα, γενναῖοι εἰτι, καὶ ὁ δεῖνα. Ο δεῖνα ἐποίησε, καὶ ὁ δεῖνα, ἢ ὁ δεῖνα 'Ετερογενές. τὰ παρὰ θάλασσαν φοβερά ἐστιν, ἐρημίαι οὖσαι. Ετεράριθμον. τα παιδία παίζουσι, καὶ πί πτουσι. παίζει καὶ πίπτει. 'Ετερόπτωτον. "Αρχει τῆς πόλεως, ἄντι τοῦ ἄρχει τη πέλει 'Ετεροσχημάτιστον. Ἀντὶ τοῦ εἰπεῖν, Ἐπειδὴ ἔτρεχεν ὁ δεῖνα όδεῖνα, τόδε εγέ νετο, εἴπωι, Τρέχων τόδε ἐγένετο. Εσι 'Ετερόχρονor. 'Ετεροπρόσωπον. τις Αἰγύπτιοι τόδε λέγουσι περὶ ὑμῶν. Θηβαίου; εὑρὼν ἀτακτοῦντας, τόδε καὶ τόδε είπον. Η. Αποστροφή προσώπου. ἀποστροφὴν προσ Αντιστροφή.
col. 1041–1042page 12 of 26
PG 160:1041ΣΠΑΣ καὶ ὁ ἐπιτροχασμός τῆς ἐνδείας εἰσί·. πλεονασμοῦ δὲ ἐξ εἰσι σχήματα· προδιόρθωσις ἐπιδιόρθωσίς προκατάληψις παράληψις διατύπωσις, ἐπιμονή Δεῖ δὲ σημειώσασθαι, ὅτι τούτων τῶν σχημά των τῶν τῆς διανοίας, τῶν κατὰ πλεονασμὸν οὐδὲν ἐμπίπτει τοῖς ἀπὸ τῆς λέξεως, πλὴν τοῦ και λουμένου πλεονασμού ήτοι ταυτολογίας· καὶ τῶν κατὰ ἔνδειαν ἐν μόνον εἶδος ἐμπίπτει, ἡ ἔλλειψις. Κατὰ δὲ μετάθεσιν πάλιν ἐξ εἰσι τὰ τῆς δια νοίας σχήματα· προσωποποιία, ηθοποιία με κτόν Ερώτησις, πεύσις ἀπόκρισις Κατὰ ἐναλλαγὴν δὲ σχήματα τῆς διανοίας τέσσαρα ειρωνεία, διαπόρησις διασυρμός, καὶ ἀποστροφή· τοσαῦτα μὲν περὶ σχημάτων ῥητορικών. Ἐπεὶ δὲ ἐστι τὸν οὕτως ῥητορεύειν ἐθέλοντα είν δέναι χρῆσθαι μεθόδῳ δεινότητος ήτοι οἰκονομία ἐπιτηδειότητος τεχνικῆς, καὶ πάντα γράφειν δεόντως καὶ προσφυῶς, ἀλλὰ μὴ παραληρεῖν τε καὶ φύρειν τοὺς λόγους εἰδὼς ἀκριβῶς διδάσκειν δεινότητα, ἀλλ' οὐ καθ' Ερμογένην ὑποσχεθέντα διδάξαι δεδυνημένον, μηδαμοῦ περιπατοῦν τὴν ὑπόσχεσιν, προσποιησάμενον νενοσηκέναι τον λήθαργον Δεινότητος μέθοδός ἐστι τὸ εἰδέναι πᾶσι χρῆσθαι Ηχῶν ἐπέρατα, ἀντὶ τοῦ, Περῶν ἤχησα. επέσησα, ἐπέσασα. Επιτροχασμός. Επι τροχισμός ἐστιν ονομασία πραγμάτων κατά μόνην ἀπαρίθμησιν γενομένη, ἄνευ τῆς περὶ αὐτῶν διή γήσεως, ὡς ἵνα τις αιτιώμενός τινα ὡς πολλὰ κακὰ πεποιηκότα ἀπαριθμήσηται αὐτὰ λέγων· Τόδε καὶ τόδε πέπρακταί σοι τὸ δὲ πῶς μὴ λέγω. Προδιόρθωσις. διηγούμενός τινι ξένον πρᾶγμα προθεραπεύσω λέ γων, ότι θαυμάσεις μὲν ἀκούων καὶ ἴσως ἀπιστήσεις εἰ γέγονε τὸ πρᾶγμα· ἡ δεῖνα δὲ τόδε ἐποίησεν. Επιδιόρθωσις. Προκατάληψις. Παράληψις. ὑποσιώπησιν. Παράληψις δὲ ἤτοι ὑποσιώπησίς ἐστι, ὑποσιώπησις, Επιμονή. έξερ γασίαν. Τούτων τῶν σχημάτων. τούτων σχημάτων οὐδὲ ἂν συνεμπίπτει. Πάλιν ἔξ εἰσι. Εξέιτι Προσωποποιία ηθοποιία. Μικτόν. χαρακτήρι μικτῷ Πεῦσις. Διαφέρουσι δὲ ταῦτα τῆς ἐρωτήσεως καὶ τῆς πεύσεως πέψεως, ὅτι αὐτοῖς κατὰ ἀνάγκην ἀποκρίσεως περιτίθεμεν οἷς βουλόμεθα, λόγοις. ερωτήσει πεῦσι Απόκρισις. αποποίησις, Διαπόρησις. διαπόρρησις ζητήσεως προσποίησιν. ἀπορία. Μεθόδῳ δεινότητος. Νενοσηκέναι τὸν λήθαργον. περὶ δεινότητος
col. 1043–1044page 13 of 26
PG 160:1043οπερ δεῖ, προοιμίοις, διηγήσεσιν, ἀγῶσι, καὶ ἐπι Ενὶ, καὶ δυσὶ, καὶ πλείοσι. δυσὶ καὶ πλείοσι. διασκευάσα: προ καταστῆσαι. διασκευή Μηδὲ διηγήσασθαι. λόγοις· ποίαις ἰδέαις, ἐν ποίῳ είδει του λόγου, καὶ ποίαις ἐννοίαις, μεθόδοις, λέξεσι, σχήμασι καὶ ἐν ποίῳ δὲ προσώπῳ καὶ πράγματι. Δεῖ γὰρ εἰδέναι τὰς τούτων διαφορές, καὶ προσφυείς τοὺς λόγους εἰσάγειν. Ταῦτα διδάσκειν εἰδὼς ἀκριβῶς προοίμιον ὅτε, καὶ ὅπου, καὶ ὅπως, καὶ οἷον τίθεσθαι δέον, καὶ μέχρις ὅτου δέον πλατύνεσθαι, καὶ οὗ ἐνὶ, καὶ δισὶ καὶ πλείοσι προοιμίοις χρηστέον, καὶ οὗ μηδαμῶς, καὶ οὗ χρεών χρῆσθαι προκαταστάσει καὶ διηγήσει, καὶ οὗ μὴ μόνον οὐ διασκευάσαι ἀλλὰ μηδὲ διηγήσασθαι παραλείψει δὲ καὶ ἀποσιωπήσει τελείᾳ παραδραμεῖν κἂν ὁ γεωμέτρης ἐξ ὧν κατὰ τοῦ Σάρδεων γράφει ἐφάνη τοῦτο οὐκ ἔγνωκώς, καὶ λοιπὸς ἄλλος χορὸς ῥητόρων διωνύμως. Πρὸς τούτοις καὶ οὐ δέον ἐστὶν αγωνίσασθαι, καὶ ὅπως καὶ μέχρι πόσου, καὶ οὗ μηδαμώς καὶ οὐ μὴ ἐπιλογίσασθαι, καὶ οἷοις σχήμασιν ἐν οἷῳ εἶδει καὶ μέρει τοῦ λόγου χρῆσθαι χρεών, εἰδὼς ἀκριβῶς διὰ τοὺς ψευδορήτορας, νῦν οὐκ ἐρῶ τὰ ἀγοραία καθάρματα τοὺς κατειο μένους καὶ βδελυρούς, οἳ καὶ τοῦ αἰθέρος αὐτ τοὺς ὑπερτέρους είναι νομίζουσι, μειρακυλλίοις ἀμούσως περιθρυλλούμενοι. 'Αλλ' ἐκ προγυμνασμάτων μέχρι καὶ τῆς περὶ μεθόδου δεινότητος τὴν πᾶσαν ῥητορικὴν προβιβάσ σαντες δύναμιν, φέρε καὶ τούτων τινὸς ὁρισμούς ὑμῖν παραδόντες, και τινα ἕτερα, βραχέα προς τούτ Καὶ οὗ μηδαμώς. ἀγωνίσασθαι, Τὰ ἀγοραία καθάρματα. Ἐκ προγυμνασμάτων.
col. 1045–1046page 14 of 26
PG 160:1045της προσεπειπόντες, μεγάλην την λυσιτέλειαν πε ριέχειν δεδυνημένα τοῖς ῥητορεύειν ἐθέλουσι τεχνικῶς, τὸν τῶν ῥητορικῶν προεκθέσεων λόγον λοιπόν καταπαύσωμεν. ᾿Αλλὰ τίνες μὲν ῥητορικῆς ἐρισμοί καὶ καθολικοῦ καὶ ῥητορικοῦ προγυμνάσματος, εξ δατι· στάσις δὲ ἐστιν ἀμφισβήτησις λογικὴ καὶ ἐκ μιας φράσεως χαρακτηριζομένη τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ᾿ ἣν ἢ διαί. ρεσις γίγνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων. Εὔρεσίς ἐστιν ἐπίνοια νοημάτων ἁρμοδίων τῷ ὑποκειμένῳ πράγματι. Καὶ ἄλλως νοημάτων καὶ ἐπιχειρημάτων περιέχων εὐπορίαν ἁρμοδίων τῷ ὑποκειμένω πράγματι. Ιδέα ἐστὶ ποιότης λόγου ἁρμόδιος τοῖς ὑποκειμένοις προσώποις τι καὶ πράγμασι κατά τε έννοιαν καὶ λέξιν καὶ τὴν ὅλην τῆς ἁρμονίας διαπλοκήν Μέθο δός ἐστι διοίκησις καὶ ποιὸς σχηματισμὸς ἐξαι ρέτως περὶ τὴν ἔννοιαν, καὶ τἆλλα· ἢ τάξις εὔ Τακτος πρὸς τὸ οἰκεῖον συμφέρον οἰκονομουμένη. Καὶ ἄλλως μέθοδός ἐστι τρόπος επιστημονικός τοῦ πῶς δεῖ τὰ νοήματα ἐξάγειν· διὰ ποίων πτώσεων, ἐγκλίσεων, διαθέσεων, σχημάτων, προσώπων, καὶ τῶν ὁμοίων, πόρρωθεν ἄρχεσθαι ἢ ἐγγύθεν, ἐπει κι ὡς ἡ παῤῥησία. Κατὰ ποῖον πάθος καὶ ἦθος, καὶ καθ' ὅσους τρόπους ή φύσις τήν φωνήν προΐσχεται. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως καὶ οἰκείως τὴν ὑποκείμενον λόγον διατιθείς Διήγησίς 'Εκ μιᾶς φράσεως. Οι Αντιπροβολήν φράσει Ἐν τῷ πολιτικῷ ζητήματι. Αμφισβήτησις λογικὴ ἐπὶ μέρους, ἐκ τῶν παρ' ἑκάστοις κειμένων νόμων ἐθῶν, περὶ τοῦ νομισθέντος δικαίου, ἢ τοῦ καλοῦ ἢ τοῦ συμφέροντος, ἢ καὶ πάντων ἅμα, ή τινων. ζήτημα πολιτικόν, επι ζη τήματα φυσικά οι λογικά. 356; 'Η διαίρεσις. κεφάλαια 1, Αμφισβήτησιν τοῖς ἐπιγνοῦσι, ῥᾴδιον ἤδη τὰς διαιρέσεις συνιδεῖν τὰς εἰς τὰ κεφάλαια των ζητημάτων. Νοημάτων. καὶ ἐπιχειρημάτ των. ἔννοιας, 'Ιδέα. Κατά τε ἔννοιαν. Αρμονίας διαπλοκήν. Μέθοδος. μέθοδον δεινότητος. Τρόπος επιστημονικός. επιστημονικόν τι χρησιν ὀρθὴν πάντων εἰδεῶν, Ἔστι δὲ τοῦτο μεγάλης καὶ τελεωτάτης ἐπιστήμης, οἶμαι, τὸ χρῆσθαι τοῖς καιροῖς, εἰδέναι τε καὶ δύνασθαι. Την φωνήν. δεινότης φωνή Λόγος παρασκευάζων. Διατιθείς. διά θεσιν
col. 1047–1048page 15 of 26
PG 160:1047ἐστιν ἔκθεσις τῶν ἐν τῇ ὑποθέσει πραγμάτων, ἢ αὐτὸ τὸ πρᾶγμα ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. Αγών ἐστι πίστις καὶ ἀπόδειξις τῶν οἰκείων και φαλαίων, λύσις δὲ τῶν τοῦ ἀντιδίκου δι' ἐπιχειρημάτων καὶ ἐργασιῶν καὶ ἐνθυμημάτων γιγνομένη. Κεφάλαιόν ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ προκειμένου πράγματος ἐκ νοημάτων καὶ ἐπιχειρημάτων συγκείμενον. Ἐπιχείρημά ἐστιν ἐπινόημα, η προκατασκευάζει τὸ προκείμενον ζή τημα, ή λόγος ἔξωθεν παραλαμβανόμενος προς μοίωσίς τινος πράγματος πρὸς τὸ ὑποκείμενον επιχείρημα. Ενθύμημά ἐστι συνεστραμμένος ῥητορικές συλλογισμὸς ἀτελής καὶ ἄλλως, τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα Επενθύμημα δὲ ἔστιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ προβλήματι διπλή συγκριτικὴ ἐπίτασις, περιττοτέραν δριμύτητα χαριζομένη τῷ ἐνθυμήματι. ἐπίλογος ἐστι λόγος ἐπὶ προειρημέναις ταῖς ἀποδείξεσιν, ἀθροισμός πραγμάτων καὶ ἠθῶν καὶ παθῶν, περιέχων, η αύξησις καὶ δύναμις τῶν ἡγωνισμένων. Καὶ ἑτέρως δὲ μυριαχῶς τὰ προειρημένα πάντα ὁρίζονται. 'Αλλ' ἐκτέον τὰ περιττά. οἰκείως εἰς τὸν ὑποκείμενον λόγον διατεθείς διατεθείς τὸν ἀκροατήν, λόγον. επιχείρημα επινόημα ὁρισμός κεφαλαίου. Εξωθεν παραλαμβανόμενος. Κεφάλαιον. κατ' ἐξοχὴν κεφάλαιον γενικώτατον. Τοῦ προκειμένου πράγματος. ή γένεσις τῶν ἐπιχειρημάτων ἀπὸ πε όρισμόν ει νόημα χείρημα έργα ματα οι επιχειρήματα ἐνθυμήματι ἕτερον ἐπινοούμενον ἐνθύμημα
col. 1049–1050page 16 of 26
PG 160:1049Ταῦτα κατὰ τὴν Ἑρμογένους τεχνολογίαν τὴν πᾶσαν ῥητορικήν περιέχουσαν δύναμιν συνοπτικών τερον ἐξεθέμεθα, προσθέντες βραχέα τινὰ καὶ τοὺς ορισμούς. Φέρε δὴ κατὰ τὸν Θεοδέκτην Φασηλί την καὶ τὸν τεχνογράφον Μινουκίνην εν Ερμογένης ὁ σοφιστής διασύρει καίπερ την πᾶσαν ῥητορικήν δύναμιν ἐκ τοῦδε καὶ τοῦ Αψίνου σφετερισάμενος καὶ ὅμως οὐκ ἀκρι δώσας εἰς τέλος ἀλλὰ προσποιησάμενος νενοσηκέναι τὸν λήθαργον ὡς ἂν μὴ τὸ περὶ μετ θόδου δεινότητος γράφων, καταφανής 'Αψίνης φα νείς, ὡς ἐν παραλήψεως σχήματι πάλιν ἐπιτομώτερον ταῦτα περιληψόμεθα. Μινουκιανός ἂν ἔφη ἐκεῖ νος ὁ τεχνογράφος φύσεως θείας μετεσχηκώς, καθάπερ πρὸ τούτου καὶ Θεοδέκτης, ὀλίγοις πάνυ μιν, εἰπὼν ἔργα βήτορος εἶναι εὔρεσιν, τάξιν, οίκος νομίαν μνημοσύνην υπόκρισιν, έρμη Θεοδέκτην Φασηλίτην. Την πᾶσαν ῥητορικὴν δύναμιν. Αίνου τέχνη ρητορική θεῖος Βασιλικός κἀκεῖνο προσέθηκε, Οὐκ ἀκριβώσεις εἰς τέλος. περὶ δεινότητος Τάξιν, οικονομίαν. ερμηνεία, ὑπόκρισις, μνημο μοσύνην
col. 1051–1052page 17 of 26
PG 160:1051νείαν. Δεῖ γὰρ τὸν ῥήτορά τινος τῶν τριῶν εἰδῶν Η ὅλον, ἢ μέρος. τοῦ λόγου Στάσεις. ᾿Αρμόδια ή παρεπόμενα. ἁρμόδια ᾗ παρεπόμενα, προ οίμια, παρεπόμενα προγυμνάσματα, παρεπόμενα, με κεφάλαια, Νῷ. Τῶν μερῶν. Καὶ λοιποῖς. Αναμιμνήσκοντα. μνημοσύνης που μνημοσύνην, μίμησιν, Εσχηματισμένων. Τέσσαρες ἀρεταί. σαφήνεια, ἑλληνισμὸς, ἀξίωμα, πρεπον. και τῆς ῥητορικῆς, ὁ προκείμενος λόγος ἐστί, καὶ εἰ ὅλον, ή μέρος στάσεις, είτε προγυμνάσματα· εἶτα εὑρεῖν τὰ ἑκάστῳ τούτων αρμόδια ε παρεπόμενα προοίμια, διηγήσεις, κεφάλαια, ἤτοι ἀγῶνας, καὶ ἐπ᾿ αὐτοῖς ἐπιλόγους καὶ τάξιν τούτοις τηρῆσαι, καὶ οἰκονομικῶς καὶ δεόντως καὶ προτειῶς ταῦτα ἅπαντα νῷ καὶ λόγῳ ἐξαγαγεῖν, οἷοις τοῖς χαρακτήρσι καὶ ποίαις ἰδέαις Εκα στον τῶν μερῶν καὶ εἰδῶν ποίαις ἐννοίαις, με Ούδοις, λέξεσι, καὶ σχήμασι καὶ λοιποῖς Ποῦ δεῖ τοῖς τέσσαρσι τοῦ προοιμίου μέρεσι χρῆσθαι, και οὗ μὴ πᾶσιν, ἀλλὰ τισί. Καὶ ποῦ δὲ τοῦ λόγου τοῖς τέσσαρσι μέρεσι, καὶ πῶς καὶ μέχρι πόσου δε ταῦτα ἐκφέρειν. Καὶ οὗ δὲ τούτων τινά παροράν ὅπῃ μὲν τὸ προοίμιον, ετέρωσε δὲ τὴν διήγησιν, ἀλλαχοῦ δὲ ἀγῶνας, ἐν ἑταίροις δὲ τὸν ἐπίλογον. Πρὸς τούτοις δὲ τὸν ῥήτορα οὐ χρὴ τὸν λόγον ἀναλαμβάνειν ἀναμιμνήσκοντα καὶ ὑποκρίνεσθαι τῶν προκειμένων τὰ ἤθη καὶ πάθη καὶ λόγῳ, καὶ σχήματι, ὡς ὁ δαιμόνιος "Ομηρος καὶ ἑρμηνεύο σιν πάντα καλῶς, ὡς ἀπομιμεῖσθαι τὴν λέξιν, παν ἦθος καὶ πάθος καὶ πράγμα και λεγόμενόν τε καὶ ἐκφραζόμενον. Ερμηνεία, ἤτοι φράσεως λόγου τέσ σαρες ἀρεται, ἄνευ λέγω τῶν ἐσχηματισμένων καὶ αἰνιγματωδῶν λόγων, καὶ τῶν κατὰ μίμησιν γεγραμμένων ἀπαφογράφων τινῶν, ἡ μακρηγόρων ἐν τούτοις γὰρ ἀρετὴ γίγνεται ἡ τοῦ λόγου κακία. Αἱ δὲ τῆς ἑρμηνείας του λόγου τέσσαρες ἀρε τα μᾶλλον δὲ τοῦ διδασκαλικοῦ καὶ ἱστορικοῦ, μεθεστήκασιν αἴδε σαφήνεια, συντομία πιθανό της μεγαλοπρέπεια ὡς Ισοκράτει Συντομία. γοργότητα, Πιθανότης. του πρέ ποντος Μεγαλοπρέπεια. τὸ ἀ ξίωμα, μέγεθος, αξιώματος και Ισοκράτει.
col. 1053–1054page 18 of 26
PG 160:1053Ιαμβλίχῳ καὶ πᾶσι παλαιοῖς, καὶ τοῖς σορω τέροις τῶν νέων δοκεῖ, καὶ τῷ Ἑρμογένει ἐν ταῖς ἰδέαις. Ὁ τῶν ὀνομάτων γὰρ Ελληνισμός νεωτερικὸν ἐστιν 2), ὡς ἡ σαφήνεια εκ μυριολεξιῶν καὶ σαφηνισμοῦ γίγνεται. "Εστι δὲ τῆς ὡραιότητος καὶ τοῦ κάλλους Η συντομία δὲ τῆς μεγαλοφυΐας ἔργον τοῦ ρήτορος, ή πιθανό της δὲ τῆς τέχνης προέρχεται. Τὸ δὲ μεγαλοπρεπὲς τῆς πολυμαθίας ἐστί. Καὶ αἱ παρ' Ἑρμογένει δὲ ἰδέαι ἑπτὰ οὐδὲν ἕτερον δηλοῦσιν, ἢ ὅτι δεῖ τὸν ῥητορικὸν λόγον τὰς τέσσαρας ἔχειν ταύτας· καὶ δεινότητα ἤτοι πρέπουσαν ἑκάστῳ οικονομίαν καὶ μεταχείρησιν. Η σαφήνεια γὰρ καὶ τὸ κάλλος ρητορικού λόγου κεκαλλω ζητούμενα παρά τοῖς ῥήτορσι, εἰ ῥητορικὰς ἀφορμάς Ελληνισμός νεωτερικόν ἐστιν. Μυριόλεκτον πολύ θρύλλητου, γνώριμον, δήλον. καθα ἐκ λόγου καθαρότητος, μυριολεξιών σαφηνισμού σαφήνεια οι ἀπὸ νεὶ ἐκ τοῦ σαφηνισμού Τῆς ὡραιότητος καὶ τοῦ κάλλους. ἔργον τοῦ ῥήτορος. συντομίαν Τῆς πολυμαθείας. Αἱ παρ' Ερμογένει ιδέαι επτά. Καὶ τὸ κάλλος ῥητορικού λόγου. οὐκ ἰδιώτου καὶ ἀκαλλούς λόγου σαφήνειαν εἶναι,
col. 1055–1056page 19 of 26
PG 160:1055πισμένου δηλοῦσι σαφήνειαν, ἀλλ' οὐκ ἰδιώτου καὶ αναμβλυνόμενα καὶ οἷς ἄλλοις ο Σύρος ρήτωρ Γοργότης δὲ συντομία. Ηθος καὶ ἡ ἀλήθεια. Τὴν μερικὴν χρονικήν. κατὰ ρήτορα γράφοντα, ἀκαλλούς. Η γοργότης δὲ συντομία πάντως ἐστί. Τὸ ἦθος καὶ ἡ ἀλήθεια τὸν πιθανὸν λόγον ποιοῦσιν. Εἰ γὰρ μὴ προσφυώς τις μιμοῖτο τὰ ἤθη καὶ τῇ ἐμφάσει τοῦ ἀληθινοῦ λόγου χρῷτο τοῖς περ ριστατικοῖς, καὶ ταῖς ἐπιεικέσιν ἐννοίαις, καὶ τοῖς διστακτικοῖς σχήμασιν, ἀλλ' ἐναντίον ταῦτα ἐκφές ρει· οὐκ ἂν πιθανὸς δόξεις ῥήτωρ. Το μέγεθος δὲ, ὅτι ταυτόν έστι μεγαλοπρεπείᾳ, οὐδεὶς τερεῖ. Η δεινότης δέ, ὥσπερ ἔφημεν, τὸ εἰς τὸ δέον τούτοις πᾶσι χρῆσθαι. Τέσσαρες οὖν ἀρεται ῥητορικοῦ λόγου, σαφήνεια, συντομία, πιθανότης, μεγαλοπρέπεια, καὶ ἐπ' αὐταῖς ἡ δεινότης της τέχνης τὸ ἀκροκόρυφον Οράτω γοῦν πᾶς ὁ βουλόμενος καὶ τὴν βίβλον την μερικής χρο κὴν πρωτοτύπως μεν, ἢ τὰς τέσσαρας της διηγήσεως έχει ρητορικὰς ἀρετὰς, καὶ σὺν αὐτοῖς ἔπειτα τὴν δεινότητα κατὰ ῥήτορα γράφοντα δι τῶν Ἑρμαϊκῶν ἄντρων ὧν Ορφεὺς λέγει διαδραμόντα καὶ διὰ τῶν παρακρήμνων ἐκείνων ἀτραπιτῶν, ὃς Ισοκράτης καὶ Λυσίας, καὶ Δημο σθένης, καὶ οἱ ὁμόχρονοι τούτων, καὶ μετ' αυτούς ὀλίγοι τινὲς διέδραμον ρήτορες, ἀλλὰ μὴ κατὰ τὰ ἀγοραία καθάρματα τὰ τῷ ἄττα, καὶ τῷ κατα φησί, καὶ ταῖς σφῶν ὑποξύλοις συμμα φύσεως θείας μετεσχη τεχνογράφος, Τῷ ἄττα καὶ τῷ κατα ἐναμβλυνόμενα.
col. 1057–1058page 20 of 26
PG 160:1057ρίπες έξαγκυλόμεθα Δεῖ δὲ τοὺς ὀρθῶς βουλομένους μὴ τὸ πάντη δίκαιον ἐξακριβούν τας βλάπτεσθαι, ἀλλὰ καὶ τῷ ἐπιεικεῖ προσχρωμένους σώζεσθαι. Τὰ ἐπιχειρήματα λαμβάνονται ἐκ τῶν ἐξ περιστατικών. Προσωπικόν Μεγαλουργοί εἰσιν οἱ Βυζάντιοι, καὶ δέονται καὶ τὸν Ἰσθμὸν ὀρύξαι. Πράγμα· "Αλλως τε καὶ ἡ δρυξις πολλοῖς ἐν μέσ γει παιδείας καλέστηκε. Τόπος· Καὶ ταῦτα συμ φῆς οὔσης τῆς γῆς ταύτης καὶ χαυνώδους ἀλλ' οὐχὶ πετρώδους καὶ στεγανώδους. Χρόνος· Αλλ' οὐδὲ χειμὼν ἡμῖν ἐνοχλεῖ συστέλλων τὰς χεῖ ρας τῶν ὀρυσσόντων, ἀλλ' ἔαρ ἐσείν. Τρόπος Έτι τα ὀργάνοις σιδηρένοις χρησώμεθα πρὸς εὔ καιριν ὑπουργίαν. Αιτία· Ινα μὴ οἱ πολέμιοι διαβαίνοντες δι' ἐκείνου τοῦ Ἰσθμοῦ ληίζωνται τὰ ἡμέτερα. Αἱ ἐργασίαι λαμβάνονται ἐκ τούτων. Παράδειγμα· Καὶ γὰρ ὁ Ξέρξης πάλαι ποτέ τοιού του κατετόλμησεν ἔργου, ὅθεν καὶ τὸν ᾿Αθω διώ ρυξαν. Παραβολή· 'Ορᾶτε, ὡς ἑκάστοτε καὶ χθός για ζωα, καὶ πτηνὰ ὄρυξιν ἐργάζονται. Καὶ ὁ μὲν Τρεις κολάπτει δρύας. Εναντίον· Μῦς δὲ τὴν γῆν ἀναχώννυσι τὸ καινότερον, καὶ μύρμηξ. Μείζον· Εἴπερ γὰρ καὶ μέγα τούργον, ἀλλ' οὐκ αἰθέρα τέμνον, οὐδὲ γεωργοῦμεν ἀέρα. ὑπὲρ ἀν θρωπίνην τυγχάνον δύναμιν. Ἴσον· 'Αλλ' ἔμμε τρόν ἐστι πρὸς τὴν ἡμετέραν ἀναλογίαν. Ελαττον· Ελάττονες εἰσι Μιλήσιοι, ἀλλ' ὅμως καὶ αὐτοὶ τετολμήκασι τὸ τοιοῦτον ἔργον, καὶ εἰς πέρας ἐξέθεντο. Ει Τὰ ἐνθυμήματα ἐκ τῶν ἐξ περιστατικών. Πρόσ ωπον Καὶ μὲν ὁ Ξέρξης καὶ οἱ Πέρσαι ού μεγαλουργοὶ, οὐδὲ καινουργοί, καθάπερ Βυζάντιοι. Πράγμα· Εἶτα καὶ τὸ ἔργον εὐτελὲς καὶ οὐτιδανὸν ἐν ἀνδράσι καθέστηκε. Αιτία· Και τοι γε ἐκεῖνος μὲν ὁ Πέρσης κενοδοξία νικώμενος, ἡμεῖς δὲ ἵνα τὴν ἔφοδον τῶν ἐχθρῶν ἀποκρουσώμεθα. Τρόπος· Κἀκεῖνος οὐκ ὀργάνοις Αττσ τῷ κατα κάττα, καὶ άτα, Καὶ ταῖς σφῶν ὑποξύλοις συμμορίαις. ράδειγμα τούτου Δημοσθενικὸν μὲν οὐκ ἂν λάβοις, οὐ δὴ γάρ ἐστι· παρὰ δὲ τοῖς ὑποξύλοις τουτο:σί σοφισταῖς πάμπολλα εύροις. υπόξυλοι Συμμορί αις. συμμορίαι συμμερία πολιτικὸν σύστημα, πλῆθος, σύνταγμα πλή θος σύνταγμα). Εξαγκυλόμεθα. υποξύλοις, υποξύλου; τάφους εμψύχους σκληράν, παχείαν, Βουλευομένους. Εξακριβοῦντας. Τὰ ἐπιχειρήματα.
col. 1059–1060page 21 of 26
PG 160:1059τυχὸν ἰσχυροῖς, ἡμεῖς δὲ πολυχειρείᾳ καὶ σιδη ροῖς ὀργάνοις. Χρόνος· "Αλλως τε καὶ χειμώνος ἐκεῖνος ὤρυξε, καὶ πολέμου τυχὼν ἐπικειμένου, ἡμεῖς δὲ ἔαρος ὄντος. Τόπος· Εἀκεῖνος μὲν ἄρες λιθώδες, ἡμεῖς δὲ γῆν ψαμμώδη. Τὰ ἐπενθυμήματα ὁμοίως ἐκ τῶν ἐξ περιστα κῶν. Πρόσωπον· Ο μέν τῶν μειζόνων αὐτῷ. λέμων καθεστώτων, ὅμως ἔνεκα του πλεονεκτείν ἐπεχείρει τὰ φαυλότατα· ἡμεῖς δὲ οὐδενὸς ἢ τοῦ μὴ ζημιωθῆναι τὰ ἡμέτερα τοῦτον τὸν πέπετ ὑπεστησάμεθα. Πράγμα· Εἶτα ἐκεῖνος μὲν μεί ζον ἡμῶν ἔργον ἐπεχείρησεν ἡμεῖς δὲ οὐδὲ του λάχιστον ὑποίσομεν. Τρόπος· Εκείνός τε φιλάς γυρον γνώμην ἔχων αὐτίκα διεμποδίζετο ήμες δὲ ἔχοντες ἐλευθερίαν ταχέως τελέσωμεν. Τε πος· "Αλλως τε κἀκεῖνος μὲν ἐν ἀποδημία και ἀπουσίᾳ τῶν ἀναγκαίων τυγχάνων· ἡμεῖς δὲ ἐνο δημοῦντες οίκοι. Χρόνος· Κἀκεῖνος μὲν ὑπὲ χειμῶνος ἐμποδιζόμενος οὐκ ἤνισε τουργον ῥᾳδίως· ἡμεῖς δὲ ἔαρος ὄντος ἀνύσομεν. Αίας Καίτοι γε οὗτος μὲν ἵνα τοῖς ἀλλοτρίοις ἐπιθήκη χάρακα, ἡμεῖς δὲ, ἵνα τὰ ἡμέτερα φυλάξωμεν. Οὐ θρηνήσω μου τον πατέρα. Τῆς γὰρ τελευτής ἡγοῦμαι τε καὶ ὀνομάζω μακάριον. Εθρήνησε ἄν αὐτὸν, καὶ μάλα ευλόγως, εἰ τοῖς βαρβάρους, τῆς πατρίδος ἐκπολιορκηθείσης, ζῶν τε περιελέλειπτο, καὶ γεγενημένος αἰχμάλωτος, τοῖς λοιποῖς είλκετο παραπλησίως τῶν πολιτῶν· ἐκεῖνα ὁρᾷ, τε καὶ ὑπομένειν ἀναγκαζόμενος, & τίνα οὐκ ἂν καὶ λιθίνην ἔχοντα ψυχήν, ἀνέπειθεν ἥδιον μυρίους και χαλεπωτάτους αἱρεῖσθαι θανάτους, ἢ ζῆν οὕτω; ἀτίμως καὶ δυστυχῶς; Εἰ δὲ μαχαίρας ἔργον γεγέ νηται, καὶ σφαγεὶς ᾤχετο, καὶ τοῖς πεσοῦσι συνηρεθε μήθη· οὔπω τοῦτο σφόδρα δεινὸν, ἀλλ' ἐκεῖνα, καὶ πάνδεινον, τὸ ζῆν, ὡς ἔμελλε τὸ ἑκάστοτε παριστάν μενον αὐτῷ, τὸ συνεχὲς ἐπὶ μείζον αἱρειν τῆς λύο πης, καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὔξειν, καὶ ἀεὶ τὴ πάθος ποιεῖν χαλεπώτερον· οὐ τῇ μνήμῃ τῶν τρ πολλυμένων τερπνῶν μόνον, ἢ τῶν προγεγενημένων ἐξ αἰχμαλωσίας δεινῶν αὐτῷ τε καὶ τοῖς αὐτοῦ, ἀλλὰ καὶ τῇ αἰσθήσει τῶν ἑκάστοτε γινομένων τε βλέπειν εἶχεν ἂν, ὡς εἰκὸς ἄλλοις γινόμενα, καὶ ἅπερ ἂν ὑπέμεινεν αὐτὸς, αθρόον οὕτω τοιαύτης πειραθείς τοῦ βίου μεταβολῆς, οὐ τῆς ψυχῆς καλ
col. 1061–1062page 22 of 26
PG 160:1061κιούμενα μόνον, ἀλλὰ καὶ τὸ σῶμα κόπτοντα, καὶ μυρίαις αὐτὸ ταλαιπωρίαις καθυποβάλλοντα, νύο κτωρ καὶ μεθημέραν. Οὐ δὴ θρηνώ μου τὸν πατέρα, ἅμα μὲν πατρίδι συνεπλωκότα, καὶ δούλιον ἦμαρ ἰδόντα, ποιητικώς εἰπεῖν, ἅμα δὲ τῇ αἰσθήσει τῆς ἀδοκήτου καὶ χαλεπωτάτης εκείνης δουλείας πολε μία χειρὶ τὸ ζῆν ἀπολελοιπότι, πρὶν τῶν μετὰ ταῦτα πεῖραν λαβεῖν δεινῶν, ἀπομένων πολλῶν τε καὶ μεγάλων· ἀλλὰ καὶ παραμυθίας αὐτὸ δὲ τοῦτο ποιοῦμαι ὑπόθεσιν ἐν ταῖς κατειληφυίαις ἡμᾶς συμ φοραῖς. Εἰ δέ τῳ πικρὸν δοκεῖ τὸ βίᾳ τῆς παρούσης ζωῆς ὑπεξελθεῖν, πολεμίους] πολεμούς τε ἰδεῖν ἐσπασμένους μαχαίρας, φονικὸν καὶ πνέοντας καὶ ἐρῶντας, καὶ πληγὰς ἐντείνοντας, ἢ κατὰ τῶν καιριωτάτων, ἵνα δὴ θᾶττον ἀπολίτῃ β ζήν ὁ πληττόμενος ἢ τῶν ἧττον τοιούτων, ἵν᾽ ἐπιπλέον αἰσθανόμενος τὸ θνήσκειν, οδυνηρότερον γίνοιτο, φιλανθρωπίας μὲν ὁ τοιοῦτος λογισμὸς, καὶ τὸν τοιαῦτα διανοούμενον τῆς πρὸς τὴν φύσιν ἀποδέχομαι συμπαθείας. Τὸ μέντοιοὐκ ἄμισθον, οὐδ᾽ ἀκερδὲς τοῦ τοιούτου θανάτου, πείθει, μὴ μᾶλλον οδύρεσθαι ταῦτα, ἢ πράως φέ ρειν, περ εἰκὸς μεταχωρῆσαι τὸν οὕτω τῆς ζωῆς ὑπεχστάντα διανοούμενον, καὶ μάλιστα, εἰ μετιών ἐτύγχανεν ἀρετὴν καὶ παρ' ὅλον τὸν αὐτῷ μετρη δέντα βίον αὐτὴν αὐτῷ προστησάμενος. Οἷός μας ὁ πατὴρ μυρία συνεσχηκὼς ἀρετῇ, καὶ μετὰ ταύτης ἀποθανών. Πολλὰ δὲ αὐτῷ τῆς ἀρετῆς τὰ μαρτύρια, καὶ τοῖς αὐτὸν εἰδόσι γνώριμα πάντα. Καί μοι πε ρίεργον ἀπαριθμεῖσθαι πάντα όσα τε ἐν πτωχοτρο φίαις, ὅσα ἐν ὑποδοχή ξένων, συμπαθείᾳ δεομένων, καὶ ἅπερ ἁπλῶς τὸν ἐλεήμονα χαρακτηρίζει, καὶ δίκαιον, εὐλαβουμένῳ τὸ δοκεῖν τὰ οἰκεῖα θαυμάζειν, εἰ πατρικὸν διὰ μακροῦ διεξέλθοιμι ἔπαινον. (Καὶ εἶχεν ἔτι ἐγκώμιον εἶτα, ὅτι ἱερεὺς ἦν Θεοῦ ἄξιος· μεθ' δ, ότι καί τινες ἀναξίως ἐτόλμων ἱερᾶσθαι, καὶ λειτουργεῖν Θεῷ, καὶ ἔλεγεν· Ο πρὸς τοῖς ἄλλοις ατοπήματι πολλοῖς καὶ μεγάλοις ὑπάρξαι τότε, οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὴν σιδηρᾶν ἡμῖν ὡς ἀστραπὴν παρώξυνέ τε καὶ ἀνα στίλβωσε ῥάβδον, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργίσαντος ἡμᾶς τοῦ Θεοῦ, καὶ τὴν τῶν ἀνομιῶν ἡμῶν ἐπίσκεψιν ἐργασαμένου ἐν μάστιξιν, ὅτι ἐξεκαύθημεν ἐν ταῖς ἐπιθυμίαις ἡμῶν, καὶ ἀπέστημεν τοῦ μόνουδυναμένου σώζειν ἡμᾶς. Καὶ εἶτα, μετὰ τὸ ἐξειπεῖν καὶ ἄλλα περὶ τοῦ πατρὸς αὐτῷ, ἐπάγει Τοιούτου τείνων ὄντος μας τοῦ πατρός· εἰ σφαγείς ᾤχετο, εἰ ἄταφος ἔῤῥιπται, εἰ μὴ τῆς νενομισμένης τετύχηκεν ἐσίας, εἰ μὴ τὰ εἰκότα τεθρήνηται, ταῦτα δὴ τὰ τῶν μικρολόγων καὶ μικροψύχων, τί τῆς θείας ἐκείνης ψυχῆς καὶ μεγαλοψυχίας; Ούκουν οὐδ᾽ ἤκουσέ μου τις, οὐδ᾽ ἀκούσεται, τὸν τοιοῦτον ὀδυρομένου, οὐδ᾽ ἐν δεινῷ τιθεμένου τὸν τρόπον τῆς τελευτῆς. 'Αλλ' ἐκεῖνον μὲν ἐπὶ πᾶσι ἡγοῦμαι τε καὶ ὀνομάζω μακάριον, καὶ μνήμης μαρτυρικῆς ἀξιῶ, οὕτως ὑπὲρ εὐσεβείας ἀπολελοι
col. 1063–1064page 23 of 26
PG 160:1063νηπότα τῆς τελευτῆς τῷ πατρὶ, μηδὲ ἄξιον κρι θέντα, παραπλησίως ἐκείνῳ τοῦ ζῆν ἔξω γενέσθαι, ἵνα δὴ μὴ ἄμισθος ὁ τρόπος μοι τῆς τελευτῆς ἦν, τοῦ τε φορτίου τῶν παθῶν ὑποτεμνόμενος, καὶ τῶν ἀλγεινῶν τῶν μετὰ ταῦτα ἀπαλλαττόμενος, & τε υπέστην ἐς δεῦρο, καὶ ἅπερ ἐν τοιούτῳ καιρῷ ὑπο στήσομαι. Οὐ γὰρ οὐδ᾽ ἐλπὶς ἡμῖν λοιπὸν οὐδενὸς τεύξεσθαι χρηστοτέρου. Οὕτω τὰ Χριστιανῶν ἄγαν νοσεῖ, ὅτι τὸ Χριστιανῶν ὄνομα περικείμενοι, τὴν τοῦ ὀνόματος παντάπασιν ήρνηνται δύναμιν, ἐκεῖνα πάντες τολμώντες & τὴν τοῦ Θεοῦ κινεῖ ἀγανάκτησιν, ἵνα, ἐν εὐεργετοῦντα, καὶ ποικίλως θεραπεύον τα, οὐκ ἐπέγνωσαν, τοῦτον δίκας εἰσπραττόμεναι ἐπιγνοῖεν, ὧν ἀμεταμελήσως πλημμελούντες οὐκ πίτα τὸ ζῆν. Ἐμαυτὸν δὲ ἀποδύρομαι, μὴ κεκοίνω έπεστρέφοντο· οὐδ' ἐν τῷ μαστίζειν πατρικῶς τοῦ Ο λυσιτελοῦς ἀφιστάμενον· ὅς δὴ καθόλου λόγος, πά σης μάστιγος κινουμένης, θεόθεν, ή περιαιρούσης τὴν κακίαν, ἢ τοὺς πλημμελοῦντας ἐπανορθούσης τε καὶ ἀνακτωμένης. Καίτοι οὐδὲ μαστιζόμενοι ε πλείονες, οὐχ αἱροῦνται σωφρονέστεροι γενέσθαι, καθάπαξ ἑαυτοῦ τῷ τοῦ πάθους ἀνιάτῳ ἐκδεδωχή. τες. Διὸ καὶ τῶν τοιούτων ἔστιν όσημέραι, καὶ το σούτων πειρᾶσθαι δεινῶν. Εμαυτὸν μὲν οὖν εἰκό τως ἀποκλαίομαι ἐπὶ τούτοις· τὸν δὲ πατέρα τοῖς μαρτυρικῶς ἀπολελοιπότι τὸν βίον ἐντάττω οὐ τῷ τρόπῳ μόνον τῆς τελευτῆς, ἀλλὰ καὶ τῇ καθαρότητι τοῦ βίου, καὶ τῇ πρὸς αὐτὴν ἐκ μακροῦ κα ρασκευῇ τῆς ψυχῆς. Καὶ οὕτως αὐτοῦ μνήμην ποι οῦμαι, καὶ τὴν ἡμέραν τιμῶ, ἥτις ἐκεῖνον εἶδε μαχαίρας έργον γεγενημένον μαχαίρας, ή δεινών ἀφορήτων ἀπήλλαξεν, ἢ τοῖς μάρτυσι συνηρίθμη. σεν, ήπερ, ὡς εἰκὸς, περιέστεψεν αἰωνίως, καὶ ἱερές καὶ ἱερεῖον τῷ ἀληθινῷ καὶ μόνῳ ἀρχιερεῖ Χριστῷ τῷ Θεῷ παρέστησεν· ὃν ἐπόθει καὶ ἔπνει, ᾧπερ ἔξη, οὗπερ τέθνηκεν· πρὸς ὃν ἀνέλυσεν, ᾧ σύνεστι θύτης πρότερον, καὶ θῦμά τε τελευταῖον, ὁ αὐτὸς γεγονώς. ᾿Αλλὰ τῷ μὲν τοιούτῳ πάνυ καλῶς ἡ μεταφοίτησις εἰς τὰ ἐκεῖσε ἀγαθά· ἡμῖν δὲ, ὅσοι περίεσμεν, ὅτι τὴν πικρὰν φέροντες δουλείαν, πάντα πάντη δυστυχῶς ἔχει. Καὶ τὰ μὲν κοινὰ πᾶσιν, ὅσα ἔκαστος ἔπαθεν, ἐν τῷ παρόντι οδύρεσθαι, καὶ ἐπεκδιηγεί σθαι περιττόν· εἰ δὲ τὰ οἰκεῖα ποιήσομαι θρήνον, κοινὰ καὶ ταῦτα πᾶσιν εἶναι συμβαίνει· ὅτι δὴ τη αὐτὸ κοινῇ πάντε; πεπόνθαμεν πένθος. Πάντα ἡμῖν ἁθρόον ᾤχετο τὰ καλά. Ἡ πατρὶς ἐάλω, πόλι; οὐ κατὰ τὰς ἐν γῇ πόλεις ἁπάσας, ἀλλὰ σχεδόν ἀνθρωπίνης κρείττων χειρός. Η αὐτή, μεγάλη τε καὶ καλὴ θέσει καὶ χάρισι διαλάμπουσα, καὶ εἰπεῖν τῶν ἐν γῇ πασῶν μεγίστη τε καὶ καλλίστη· ἢν μόνην πάντες δι' αἰῶνος ἤλπιζόν τε καὶ ἐπίστευον ἀνάλωτον ἐκ πάντων διαγενήσεσθαι· ᾗ μετὰ Θεὸν τὴν ἑαυτῶν σω τηρίαν ἐπίστευον ἅπαντες. ἣν ὀφθαλμόν τις προτει πὼν τῆς γῆς, ἡ καρδίαν τοῦ προσήκοντος οὐκ ἀπε νεχθήσεται· ἐφ' ᾗ πᾶσι μέγα φρονείν ἦν· καὶ ἧς τὸ κληθῆναι πολίτην οὐχ ἡ τυχοῦσα ὑπόθεσις εἰς λό γον φιλοτιμίας· ἡ τοιαύτη τοίνυν ἡμῖν ἐάλω, καὶ
col. 1065–1066page 24 of 26
PG 160:1065τηλικαύτη, πατρίς· ἡ Ῥωμαίων ἐκποδὼν βασιλεία βασιλεία, τὸ σεμνὸν καὶ πρᾶγμα καὶ ὄνομα. Τὸ τῆς Εκκλησίας Ενθεόν τε καὶ ὑψηλὸν καταβέβληται σχῆμα· ὁ ἀπὸ γῆς ὕμνος Θεῷ ἀναπεμπόμενοι, τῇ ἀγγελικῇ προσαμιλλώμενος πολιτεία καὶ μελωδία, κατεσιγάσθη. Οἱ ναοὶ οἱ θεῖοι κατεστράφησαν, τὰ θυσιαστήρια βεβεβήλωται, καταπατήθη τὰ ἱερά. Η πολιὰ καταπεφρόνηται, ή νεότης διέφθαρται. Τῶν ἐν ἡλικίᾳ τὸ πλέον μαχαίρας (φεύ!) έργου γεγόνασιν· οἱ δὲ δουλεία διακαρτερούσιν αἰσχρᾷ. Δί γυναῖκες, ἐν ἀτιμίᾳ· τῶν παίδων, οὐ τὸ θῆλυ μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ ἄῤῥεν, ανασελγαίνειν αὐτῷ τοὺς βαρβάρους ἐκδέδοται. Τὸ δὲ καὶ πρὸς τὴν ἀσέβειαν ἐλεεινῶς μετατέθειται. Τὰ πάντα ἐν ἀπωλείᾳ, ἐν ἀτιμίᾳ τὰ τίμα. Ο βοηθήσων οὐδείς. Ἡ σύμπασα πλήρης τῶν ἐκ τῆς ἡμετέρας πόλεως προσαιτούντων, καὶ πᾶσιν ἐν ὀφθαλμοῖς ἡμῖν τὰ δεινά. Πάντες ἡμῶν τὰς συμφορὰς ἐλεοῦντε;, οδύρονται· οὐ δύναται δὲ παραμυθήσεσθαι ὅμως οὐδείς. Επιχαίρουσιν οἱ βάρ βαροι τῇ ἀπωλείᾳ ἡμῶν· τρυφήν ποιοῦνται τὰξ ἡμῶν συμφορά;· έγκαυχῶνται τῇ ἑαυτῶν ἀσεβείᾳ τῆς ἡμετέρας εὐσεβείας κατεξανίστανται· ενυβρίζοντ ἡμῶν τοῖς σεμνοίς. Τὸ τοῦ Θεοῦ διὰ τὴν ἡμῶν και κίαν όνομα βλασφημεῖται. ᾿Αλαλάζουσι κατὰ τῆς ἡμετέρας θρησκείας. Οὗ τῷ ἀληθινῷ Θεῷ τὴν ἀλη θινὴν λατρείαν ἐκτελοῦμεν ἡμεῖς, ἐνταῦθα νῦν ἑστὼς τὸ τῆς ἐρημώσεως βδέλυγμα καθορᾶται. Η Χριστιανών πόλις ἤδη τῶν ἀσεβῶν· οὐκ ἔτι με γάλη ἐπ' ἀγαθοῖς, ἀλλὰ μεγίστη ἐν συμφοραῖς. Οσῳ λαμπροτέρα ἦν, τοσούτῳ νῦν ἀθλία καθέστη ο κεν. Οὐδὲν αὐτῆς μακαριώτερον πρότερον, οὐδὲν ἐλεεινότερον νῦν ἐξὴν αὐτὴν καὶ οὐρανῷ παραβάλλειν· ὡς ἥλιον, καὶ σελήνην, καὶ ἀστέρας, τὰ ποικίλα τῶν ναῶν, καὶ τῶν ἄλλων περιβλέπτων οικημάτων προβαλλομένην κάλλη τε καὶ μεγέθη, πάντων ἀσύγ κριτα άλλων. Ἀλλὰ νῦν οὐκ οἶδ', ὅ τι τις αὐτὴν εἰπὼν, οὐκ ἀπενεχθήσεται τοῦ προσήκοντος. Πάντα γὰρ αὐτῇ λοιπὸν ἁρμόζει τὰ χείρω. Αμείνω ἂν ἦν, εἰ πύρ αὐτὴν κατανεμήθη, ἡ ὕδωρ ἐπέκλυσεν, ἢ σεισμές κατηδάφισεν, αὐτοῖς πολίταις, καὶ πᾶσιν ἅμα τιμίοις τε καὶ σεμνοῖς, ἢ σωζομένη τε ἔτι, καὶ ἐπὶ γῆς ὁρωμένη, ἄνευ ὧν εἶχε τιμίων τε καὶ και λῶν. Μέγα Χριστιανοῖς ὄνειδος, ὅσῳ πρὶν φιλοτιμία μεγάλη. Πάσης ἐλπίζουσι καταδραμείσθαι τῆς οἰ κουμένης οἱ ταύτην ἐκπολιορκήσαντες, καὶ εἰκότως. “ν γὰρ μόνην δι' αἰῶνος ἡγοῦντο ἀνάλωτον ἔσεσθαι, ὡς κρείττω ἢ κατὰ τὰς ἐν γῇ πόλεις ἁπάσας, ἃς ἀνθρωπίνη χεὶρ ἤγειρεν, εἰ αὕτη νῦν αὐτοῖς ἤδη παρὰ πᾶσαν ἐλπίδα πεπόρθηται, τί λοιπὸν τῶν πάντων ἀνέλπιστον; Οθεν καὶ μέγα κατὰ πάντων φρονοῦσι, καὶ μετὰ φρονήματος μεγάλου και φορᾶς ἀνυποίστου πᾶσιν ἐπίασιν. Η ταύτης κατάπτωσις τὸ πάντων καταβέβληκε φρόνημα· καὶ περὶ ἑαυτῶν λοιπὸν δεδίασι πάντες. Οὐκέτι οὐδεὶς τῇ ἑαυτοῦ ἐλευθερίᾳ θαῤῥεῖ· πάντες αὐτοὺς ἐπιδραμεῖσθαι τὸν βάρβαρον προσδοκῶσιν. Οθεν καὶ οἱ μὲν τῷ δέει φόρους τελοῦσιν αὐτῷ, οὐδ' οὕτω πάνυ θαῤῥεῖν ἔχιν τες· οἱ δ' ἔτοιμοι τοῦτο ποιεῖν, εἰ μή προανάρπα σθεῖεν τῆς γῆς. Ως πυρὸς ῥύμην, ὕλην πολλὴν καὶ
col. 1067–1068page 25 of 26
PG 160:1067συνηρεφή νεμηθέντος, οὕτως οὐδὲ τὴν βαρβαρικήν κατὰ πάντων ἔφοδον οὐ δύναται οὐδεὶς ἐπισχεῖν. 'Δεὶ μείζοσι βάρβαρος έγχειρεί, καὶ τὴν ἐπιθυμίες εἰς τὰ γῆς πέρατα παρατείνει· καὶ ὄρος αὐτῷ τοὺς ἐπὶ τῷ πάντα κατατρέχειν οὐδείς. Πάντες δὲ κα επτήχασι· καὶ τοῦ καθ' ἑαυτὸν φροντίζων έκαστος, κάθηνται, τὸ μέλλον ἀποσκοπούντες, δέον ὁρμα, σύστημα γενομένους ἕν, αὐτὸν κοινῇ πάντας ἀμέ νασθαι, καὶ δίκην παρ' αὐτοῦ λαβεῖν, ὧν εἰς Χρισ στιανοὺς καὶ τὸ Χριστοῦ ὄνομα, καὶ ύβριζε καὶ ὑβρίζων καθεκάστην οὐ παύεται. ᾿Αλλὰ τοῦτό γε οὔτ᾽ ἐμέλησέ πω οὐδενὶ, οὔτε μελήσει, πλὴν εἰ θεός θελήσει, ἀξίων γινομένων ἡμῶν. Καὶ ἔκαστος τοῦτο παρακερδαίνει, τὸ τοῖς δεινοῖς ὕστερος ἡγεῖσθαι ταμιευθήσεσθαι, ἐξαπατῶν ἑαυτὸν τῇ ιδιοπραγία, καὶ τῇ ἀπωλείᾳ τῶν ἄλλων, ἢ καὶ τῷ μὴ ἂν ἤξειν ποτὲ καὶ εἰς αὐτὸν οἴεσθαι τὰ δεινά· ἢ τότε δια νοούμενος διεγερθῆναι τε καὶ ἀμύνασθαι, ὅτε καὶ ἐπ' αὐτὸν ὁ βάρβαρος ἴῃ· πρὶν δὲ τοῦτο γενέσθαι, μηδ' ἂν εἴ τι καὶ γένοιτό ποτε διεγερθησόμενο οὐδὲ τοῦτον γοῦν οὐδενὸς λογιζομένου, μὴ προαναρπασθῆναι φθάσαι, πρίν τινα σχεδόν λαβεῖν αίσθησιν τῶν δεινῶν. Τοῦτο δ' ἑκάστοις ποιεῖ ἡ τε ἄλλη πᾶσα, ᾗ συζῶσιν, ἀβελτηρία, καὶ τὸ δι' αὐτὴν τὴν τῶν πολλῶν ἀγάπην ψυγῆναι, καὶ ἐξαφανίσαι τὸν ἐπὶ τῆς πίστεως ζῆλον. Εἰ δ' ἕκαστος, ἀποστρεφόμενος τὰ πονηρὰ ἔργα, τὰ τῶν Χριστιανῶν ἑκάστου ὑπὸ τῶν ἀσεβῶν πάθη ίδια ελογίζετο, καὶ ζῆλον ὑπὲρ τοῦ Χριστοῦ ὀνόματος ἀνελάμβανε πρέποντα, μὴ ἄλλα ἄλλοις ἐγκαλῶν, οἷς οὐ θέμις· οὐ μόνον οὐκ ἂν αὐτοὶ τὸν βάρβαρον ἐδεδίεσαν, ἀλλ' οὐδ᾽ ἂν᾿ ἡμεῖς γε τηλικαύτη περιεπεπτώκει μεν συμφορά, καὶ δίκην τὴν ἀξίαν πάλαι ἂν ὁ βάρβαρος ἐδεδώκει. Νῦν δὲ διὰ τὸ μηδένα τοῦ προσήκοντος ἐθελῆσαι γενέσθαι, καὶ τὴν θείαν ἐγκαταλιπεῖν ἡμᾶς πρόνοιαν, εκόντας ἀποσχοινισθέντας αὐτῆς, ἐπὶ πολλῆς τε τοῦ κωλύ σοντο; ἐρημίας, ἢ καὶ ὅλως τοῦ ἀμυνομένου, τήν τε πόλιν ἡμῶν (εἴη δὲ καὶ κοινὴν πατρίδα τῶν Χρι στιανῶν ἁπάντων εἰπεῖν ὁ βάρβαρος κατεστρέψατο, ἡμᾶς τε ἐξηνδραποδίσατο, καὶ πάντα διέθηκε τα δεινότατα, καὶ τοῖς λοιποῖς μετά πολλοῦ τοῦ θρά σους καὶ μεγάλου ἐπέρχεται. Διὰ ταῦτα καὶ ὀδύρομαι, καὶ δακρύω, καὶ τοῦ δακρύειν οὐ παύσομαι, ἕως ἂν τὴν τῶν ἀσεβῶν κατὰ Χριστιανῶν εὐημερίες ὁρῶ. Επιτείνει δέ μοι τὸ πάθος καὶ τὸ ἐπὶ τοῖς οἰκείοις καὶ συγγενέσι γεγενημένον. "Αλλος γὰρ ἄλλῃ, οὐκ οἷς όπη γῆς, διεσπάρησαν ἕκαστος. Οἱ δὲ καὶ τὴν ἀμώμητον πίστιν ἤμειψαν, ἐπὶ τὴν ἀσέβειαν μετα θέντες. Καὶ τοὺς μὲν ἄλλους ἅπαντας καθ᾽ ἕκαστον λέγειν οὐκ ἂν οἷός τε ἦν· ἀλλ᾽ ἀδελφιδῶν μοι τεσ σάρων, τῶν τριῶν, φεύ! μεταθεμένων δεινῶς, τῷ
col. 1069–1070page 26 of 26
PG 160:1069σφόδρα νεαρῷ τῆς ἡλικίας, καὶ ἄλλου ἄλλῃ ἀπενεχθέντος, μόλις εἷς μοι περισέσωσται, ώνιος αργυ ρίοις, καὶ ταλαιπωρία πολλῇ· οὐκ ἂν ἴσως τοῦτο συμβάν οὕτως, εἰ ὁ πατὴρ μὲν αὐτοῖς, ἐμοὶ δὲ ἀδελ φὸς περιἦν. Ταχὺ γὰρ ἂν αὐτοὺς ἀναζητήσας περιεσώσατο, τοῦ πόνου μοι συναράμενος. Νῦν δὲ τὸ ἐκεί νους μὲν ἐξ ἀνθρώπων γενέσθαι, ἐμὲ δὲ μόνον πρὸς πάντα μὴ ἐξαρχεῖν, ἄλλως τε καὶ ἀπραγμοσύνῃ συνεζηκότα πολλῇ (δι᾿ ἣν πρὸς πάντα πόνον καὶ πράξιν, πλὴν τοῦ κατὰ τοὺς λόγους, συνέβαινεν ἔχειν ἀπείρως) αἴτιον αὐτοῖς τῆς τοιαύτης μεταβολῆς. Οὔτε γὰρ εὑρεῖν αὐτοὺς, ὅπη γῆς, ῥᾴδιον ἦν, οὐδὲ τῶν ἄλλων οὐδένα συγγενῶν, πάντων ἐλεεινῶς τοῖς βαρβάροις ἀπ' ἀλλήλων γεγενημένων, καὶ ἄλο λου ἄλλῃ ἀπενεχθέντος· καὶ ὁ ἑκάστοτε δὲ σὺν πολλῇ ταλαιπωρία μοι ευρισκόμενος εἶχε πρὸς ἑαυτόν. Πρῶτον οὖν περιτυγχάνω τῇ ἀδελφῇ, εἶτα τῇ μητρὶ ἀλλαχοῦ, τῷ ἀδελφιδῷ ὕστερον· καὶ τούτοις τὴν ἐλευ θερίαν ὑπὸ Θεῷ αἰτίῳ περιποιοῦμαι, τάξιν ὑπηρέτου σώζων αὐτὸς, καὶ τὸ σφόδρα χαλεπὸν τῆς τῶν λύ τρων εὑρέσεως· ἦν ἐλέῳ μόνῳ Θεοῦ ἐκτώμεθα, δι' ἦν τῶν παρεχόντων καὶ ἐλεούντων ἡ θεία ἀντίδοσις μυριοπλασίας ἀποδοθήσεται. Μόνον νῦν εἰμι, συγ γενέσι πολλοῖς πολλαχή διεσπαρμένοις, καὶ οὐδαμοῦ οὐδὲ σύνδυο ευρισκομένοις, ἐν ἀπορίᾳ πολλῇ καὶ ταλαιπωρία μεγάλη. Τοῦτό με καὶ λίαν ἀλγύνει, τοῦτο ποιεῖ τὸ ζῆν ἀπολέγεσθαι. Αὕτη μοι συμφορά, παραμυθίας ὑπόθεσιν οὐδεμίαν ὑποφαίνουσα. Μία μας μόνον παραμυθία, τὸ τοὺς ἀδελφιδούς ἀνακληθέντας ἰδεῖν, καὶ πρὸς τὸ πάτριον σέβας έπανελ θέντας. Ο γένοιτο, καὶ μεῖζον εἰς παραμυθίας μας λόγον οὐδὲν ἢ καὶ τοῦ ζῆν ἔξω γενοίμην, ἵνα καὶ τοῦ ἀλγεῖν. Ἀλλὰ δέδοικα, μὴ καὶ τούτου γινομένου, μειζόνως ἀλγήσω ἢ κατὰ τὴν νῦν συμφοράν, κολά σεσιν ἀτελευτήτοις ὑποβληθεὶς, δι᾿ ὃν ἐπίκειμαι τῆς ψυχῆς μολυσμόν. ᾿Αλλὰ καὶ τῶν νῦν συμφορῶν, καὶ τῶν εἰς τὸ μέλλον ἀπαλλαγείην κολάσεων, τοῦ Θεοῦ μοι λεω νῦν ἰδόντος, καὶ τῷ πατρὶ συγγενοίμην καὶ ἀδελφῷ, εἰ καὶ μὴ τῆς καθαρότητος αὐτοῖς κοινωνώ. Είθε δὲ ἡ Χριστοῦ χάρις τῇ ἐμοὶ μετανοία καὶ ροπῇ τῇ πρὸς τὰ καλὰ τῶν ἐκεῖσε ἀπαλλάξεις κολαστηρίων, τὸν τῶν παθῶν ἐσμόν, ὃν περίκειμαι, παριδοῦσα. Ζήσομαι τοίνυν, ἕως ἂν ἐξῇ ζῇν, ἀλγῶν καὶ δακρύων εἰ μή τι χρηστότερον ἐξ ἀνελπίστων ἀναφανείη ποθὲν, τιμὴν ἅπασαν τιθέμενος παρ' ού δὲν τῶν οὐκ ἐφ' ἡμῖν οὖσαν, καὶ οὐδὲν πρὸς ἐμέ κάν τινες ταναντία ψηφίζοιντο, καμοῦ μέλλοιεν ἐσχάτ την καταγινώσκειν ἀδελτηρίαν, τοῦτό γε αὐτοῖς οὐ συνάδοντος.
Page scan enlarged

Notebook

Full View