PG 161Bessarion of Nicaea
Refutation of the Syllogistic Chapters of Mark of Ephesus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 11–12page 1 of 116
PG 161:11ΜΑΡΚΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ΚΕΦΑΛΑΙΑ ΣΥΛΛΟΓΙΣΤΙΚΑ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ ΑΠΟΚΡΙΣΙΣ ΔΕ ΠΡΟΣ ΤΑΥΤΑ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΥΡΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΣΧΟΛΑΡΙΟΥ ΕΞ ΑΙΤΗΣΕΩΣ ΤΟΥ ΜΑΚΑΡΙΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΝΕΟΥ ΟΜΟΛΟΓΗΤΟΥ. Λ Ο ἢ Ορα πῶς τίθεμεν πρῶτον τὰ τοῦ Ἐφέσου κεφάλαια, εἶτα κατὰ πόδα τὰς τοῦ Σχολαρίου ἀποκρίσεις ἢ ἀντιβ ῥήσεις. ΕΦΕΣΟΥ ΚΕΦ. Δ'. Ἐρόμεθα τοὺς Λατίνους· Εἰ πάντα τὰ τοῦ Πα τρὸς τὸν Υἱὸν ἔχειν βούλεσθε διὰ τί μὴ καὶ Πα τέρα τοῦτον ποιεῖτε; Οτι, φασὶν, ἀντίθεσιν ἔχει τοῦτο πρὸς τὸν Υἱόν, ἡ δὲ ἀντίθεσις διακρίνειν ο δε τὰ πρόσωπα, καὶ οὐχὶ συνάπτειν, ἵνα μὴ σύγχυσις ἐν αὐτοῖς γένηται. Εἰ οὖν ἀντίθεσις διακρίνει τὰ θεία πρόσωπα καθ᾽ ὑμᾶς, ὦ σοφώτατοι, καὶ ἄμφω τὰ ἀντικείμενα συνελθεῖν ἐφ' ἑκάστου τούτων ἀδύνα τον, οὐδ᾽ ἄρα τὸ αἴτιον καὶ αἰτιατὸν συνελεύσεται (καὶ ταῦτα γὰρ ἀντικείμενα), οὐδ᾽ ὁ Υἱὸς αἰτιατὸς ὁμοῦ καὶ αἴτιος ἔσται, καθάπερ οὐδ᾽ Υἱὸς ὁμοῦ καὶ Πατήρ. ᾿Αλλὰ τί καὶ πρὸς τοῦτο φήσουσιν; *Ην ἂν καὶ Πατήρ, εἰ εἶχε πρὸς ἐν ἀποδοθήσεται. Τῆς ἀτοπίας! Πάλιν ἡμῖν ἐπανήκει τὸ καταγέλαστον ἐκεῖνο σόφισμα, καὶ ταυτὸν ποιοῦσιν οἱ τοῦτο βούλεται. καὶ ὁ π.
col. 13–14page 2 of 116
PG 161:13λέγοντες, ὥσπερ ἂν εἴ τις ἀποφαινόμενος, πάντα 1 ἄνθρωπον γεννητὸν εἶναι ἔλεγεν, ὡς ἦν ἂν καὶ ὁ μ γεννητός, εἰ πατέρα εἶχεν. ΑΠΟΚΡΙΣΙΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΣΧΟΛΑΡΙΟΥ. Οι Λατίνοι τῶν ἱερῶν Εὐαγγελίων ἀκούοντες Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ πά λιν· Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πατήρ ἂν ἐσμεν οὔτε διὰ τὸ καθόλου τοῦτο πρότρημα, το πάντα καὶ υἱὸν εἶναι τὸν Πατέρα ἢ Πατέρα τὸν Υἱὸν ἀναγκάζονται λέγειν· οὐδὲ γὰρ αὐτὰ τὰ ῥητὰ τοῦτ' ἀναγκάζουσιν. μᾶλλον μὲν οὖν οἴεσθαι πείθουσι καὶ πιστεύειν, μένειν ἐν τῷ Υἱῷ τὴν ἰδιότητα ἀκίνητον, ὡσαύτως καὶ τῷ Πατρὶ, εἴ τις αὐτοῖς καλῶς ἐπιβάλ λοι οὔτε διὰ τὸ ἐξαιρεῖσθαι τοῦ λόγου τὰς ἰδιότητας συνεκβάλλουσι καὶ ἅπερ οὐδὲν ἀδύνατον, εἰ μὴ καὶ πᾶσα ἀνάγκη είναι κοινά. ᾿Αλλὰ καὶ τὰς ἰδιότη τις ἀκινήτους τηροῦσι καὶ τὴν κοινωνίαν ἀμείωτον, τουτέστι τήν τε προσωπικής διάκρισιν καὶ τὴν ενότητα τῆς θείας ουσίας ἀπαρασάλευτον ἐν τοῖς ἑαυτῶν διαφυλάττους: λόγοις. Ηγοῦνται δὲ ἐπίσης εἶναι μάταιον, εἴ τις ἀκούων πάντα συμπεριλαμβά νοι καὶ τὴν ἰδιότητα, ὅπερ ἐστὶν ἀδύνατον ἢ τινα ἀξ οὖν ἢ τὸ ῥητὸν βούλεσθαι, καὶ εἴ τις ἐξαιρῶν τοῦ λόγου τὸ ἀδύνατον νοεῖσθαι, ἅμα συνεξαιροίη καὶ ὅπερ εἰ μὴ ἀναγκαῖον ἐστιν, ἀλλ᾽ οὐδὲ ἀδύνατον όπωςοῦν· ἀλλὰ μὴν καὶ ἀναγκαῖον εἴ γε μὴ ἀδύ να τον ὅσον ἐπὶ τῶν θείων, ἐν οἷς οὐδεμίαν ἔχει χώραν τὸ ἐνδεχόμενον. Οὐδεὶς γὰρ ὑγιὴς λόγος ἂν οἴητα τῷ αὐτῷ τρόπῳ, τῷ ἀδυνάτῳ συνεκβάλλειν καὶ τὸ δυνάμενον εἶναι, οὐδὲ σοφὸς ὁ οὕτω λέγων, ὅπερ τολμηρόν ἐστι τῆς ἀληθείας καὶ τῶν αὐτῆς λογίων καταψεύδεσθαι. ᾿Αρχεῖ μὲν οὖν Λατίνοις ὅτι ἐντὸς τῶν ἔρων τοῦ διπλοῦ τούτου καὶ καθολικωτάτου τῆς ἀληθινῆς θεολογίας κεφαλαίου μένοντος ἀκλινῶς, τῆς τε ἑνότητας δηλονότι τῆς θείας ουσίας καὶ τῆς προσωπικής διακρίσεως, οὕτως ἀξιοῦσι τὰ επαγγε λικὰ ἐκεῖνα νοεῖν. ᾿Αλλὰ καὶ τοὺς διδασκάλους ἔχουσι τῇ ἑαυτῶν διανοίᾳ συμμάχους, ἢ μᾶλλον εἰ πεῖν, ἡγεμόνας αὐτῆς, ἔνθεν μὲν τοὺς ἐκ τοῦ Υἱοῦ λέγοντας προφανῶς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, οἵτινες οὐκ ἂν εἶπον τοῦτο, εἴ γε τῇ τοῦ γεννᾷν ιδιότητι καὶ ἡ τοῦ προβάλλειν ὡς ἑτέρα τις ιδιότης συνεξεβάλλετο· ἐκεῖθεν δὲ τοὺς τὸ ῥητὸν ἐκεῖνο ἐξηγουμένους, οἵτινες τὴν τοῦ γενναν ἰδιότη τα μόνην ἐκβάλλουσιν ἀπὸ τοῦ καθόλου τούτου προσφήματος, ἄλλαις λέξεσι τὸ αὐτὸ πάντες βου λόμενοι. Εἰ δὲ καὶ τὰ προβάλλεσθαι ή προβάλλειν (οὐ γὰρ δεῖ σφόδρα τοῦ Ἑλληνισμοῦ νῦν φροντίζειν ιδιότητα τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ᾔδεσαν, καὶ πάν τες μὲν ἂν δικαίως, ἀλλὰ τοὐλάχιστον εἷς τις εὑρέθη συνεκβάλλειν· νῦν δὲ οὐδείς ἐστιν. 'Αλλ' ὁ μὲν Κα ριλλός φησι· Συναΐδιον πιστεύομεν τῷ Πατρὶ τὸν Υἱὸν καὶ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα δίχα τοῦ τεκεῖν Καὶ ὁ αὐτὸς ἑτέρωθ:· Ἐν Υἱῷ
col. 15–16page 3 of 116
PG 161:15χωρὶς τῆς πατρότητας Καὶ Ἀθανάσιος· Τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα καὶ περὶ τοῦ Πατρὸς, χωρὶς τοῦ λέγεσθαι Πατήρ Καὶ πάλιν ὁ αὐτό; Τὰ ἐπὶ Πατρὸς λεγόμενα, ταῦτα καὶ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ Γραφαι, χωρὶς μόνον τοῦ λέγεσθαι αὐτὸν Πατέρα· καὶ οὐδεὶ; εἶπε· Πλην τοῦ προβάλλειν. Εἰ δὲ καὶ ὁ Θεολόγος εἶπε Πλὴν τῆς αἰτίας ἡ αἰτίαν τὴν πηγὴν νοεῖ καὶ τὴν ἀνά τιον αἰτίαν, ὥσπερ δοκοῦσι καὶ πάντες οἱ ᾿Ανατολικοὶ χρῆσθαι τῷ ὀνόματι τῆς αἰτίας ἢ τοῦ αἰτίου, ἡ αἰτίαν λέγει τὴν ἀντικειμένην τῷ Γιῷ, τουτέστι τὴν κατὰ τὸ γενναν. "Αλλως γὰρ οὐκ ἂν οὔτε τοῖς ἁγίοις τοῖς λέγουσιν ἐκ τοῦ Υἱοῦ ἐκε πορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον συνεφώνησεν, οὔτε τοῖς λέγουσι, πάντα πλὴν τῆς πατρότητος καὶ τοῦ εἶναι Πατὴρ καὶ τοῦ γενναν, καὶ οὐδαμοῦ τὸ προβάλλειν εἰποῦσιν· εἴ γε αὐτὸς αἰτίαν λέγει καὶ τὴν κατὰ τὸ προβάλλειν ὁμοῦ· ἀλλὰ πᾶσα ἀνάγκη πᾶσιν αὐτὸν συμφωνεῖν. μονογενεῖ κατὰ πάντα όμοῳ καὶ ἴσῳ τῷ Πατρὶ ἐσόμετρο. Ἡ δὲ πρὸς τὸ ἐπιχείρημα λύσις σαφής μὲν καὶ ἐκ τῶν προειρημένων γένοιτο δ᾽ ἂν καὶ ὧδε σαφεστέρα, οὐ καθ᾿ ἕκαστα ἐπεξιοῦσιν ἡμῖν, ἀλλὰ τί μὲν αὐτοῦ τὸ κινητὴν τιθεῖσι, ποῦ δὲ ἡ ἀπάτη, φω ρωσί τε καὶ ἐλέγχουσι· τοὺς δὲ πολλοὺς ἀφαιροῦσι λόγους, οἵτινες φιλοτίμως αὐτῷ ἢ οὐκ οἶδ' ὅπως καὶ οὐδὲν πρὸς τὸ προκείμενον συνάπτονται. Ἐκ γὰρ τῆς ὁμολογίας Λατίνων λαβών, ὅτι ἡ ἀντίθεσις δια κρίνει τὰ θεῖα πρόσωπα, συνάψας δὲ καὶ τὴν Λα τίνων ὑπόθεσιν, ὅτι ὁ Υἱός ἐστιν ἅμα αἰτιατὸς καὶ αἴτιος, τουτέστι τὰ ἀντικείμενα, συμπεραίνει, ὅτι ὁ Υἱὸς ἔσται διακεκριμένος ἑαυτοῦ τῆς τοιαύτης ἀν τιθέσεως, καὶ ἔσται δύο πρόσωπα, ἢ ἔσονται ἐν τῷ αὐτῷ θείῳ προσώπῳ ἅμα τὰ ἀντικείμενα. Αλλ' οὐδέτερόν ἐστιν ἀληθές. Τὸ μὲν γὰρ ἀδύνατον ταῖς θεολογικαῖς ὑποθέσεσι, τὸ δὲ δεύτερον τῇ κοινῇ πάντων ἀξιώσει· ὥστε καὶ ἡ ὑπόθεσις ἀδύνατος, τὸ τὸν Υἱὸν δηλονότι αἴτιον εἶναι, ὥσπερ καὶ αἰτια τόν. Αμα δὲ δείκνυσι μηδὲ τοῦτο ἀποδεχόμενος, ὅτι τῇ ἀναφορικῇ ἀντιθέσει τὰ θεία πρόσωπα δια κρίνονται· οὗτος γὰρ ὁ τρόπος τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. Φήσουσι τοίνυν οι Λατίνοι, ὅτι τῇ μὲν προσλήψει τοῦ ἐπιχειρήματος συγχωροῦμεν (ἀδύνα τον γὰρ ἐμολογουμένως, καὶ τὸν Υἱὸν ἑαυτοῦ διαχε κρίσθαι καὶ ἐν τῷ αὐτῷ ἅμα εἶναι τὰ ἀντικείμενα), τὴν δὲ ἀκολουθίαν ἀρνούμεθα, ὅτι εἰ ὁ Υἱὸς ἔσται αἴτιος καὶ αἰτιατὸς ταῦτα συμβήσεται τὰ ἀδύνατα οὐδεμία γὰρ ἀνάγκη. Καὶ ὅσον μὲν πρὸς τὸ πρῶτον ἀδύνατον λέγομεν, ὅτι ἡ ἀντίθεσις ἐν τοῖς θείοις αἰτία ἐστὶ προσωπικής διακρίσεως, ὅταν ἡ τοῦ αὐτ Πάντα ὅτα ὁ Πατήρ ἔχει, τοῦ Υἱοῦ ἐστιν πλὴν τῆς αἰτίας. αιτίας ἀγεννησίας.
col. 17–18page 4 of 116
PG 161:17τοῦ πρὸς τὸ αὐτό· ὅταν δὲ ᾗ τοῦ αὐτοῦ πρὸς ἄλλο ἡ καὶ ἄλλο, οὐκ ἔστιν αἰτία προσωπικής διακρίσεως ἐν τῷ τὴν ἀντίθεσιν ἔχοντι, οἱ μὴ πρὸς ἐκεῖνα, προς ὰ ἔχει τὴν τοιαύτην ἀντίθεσιν ἀνὰ μέρος. Εἰ γὰρ ἐν τῷ Υἱῷ ἐστι τὸ αἴτιον καὶ αἰτιατὸν, ἅπερ ἐστὶν ἀντικείμενα, οὐ τὸν Υἱὸν ἑαυτοῦ διακρίνουσιν, ἀλλὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ᾗ πρὸς μὲν τον Πατέρα τῇ ἀναφορὰ τοῦ αἰτιατοῦ τὴν ἀντίθεσιν ἔχει καὶ τὴν διάκρισιν, πρὸς δὲ τὸ Πνεῦμα τῇ τοῦ αἰτίου. Τοῦτο δὲ καὶ ἐπὶ πάντων ἐστὶν ἀληθές. Η γὰρ πατρότης καὶ ἡ υἱότης ἢ τὸ αἴτιον, εἰ βούλει, καὶ τὸ αἰτιπτὸν ἦν ἐν τῷ Ἰσαάκ, ἀλλὰ διότι πρὸς ἄλλο καὶ ἄλλο ταῦτ' εἶχεν (θάτερον μὲν γὰρ πρὸς τὸν ᾿Αβραάμ, θάτερον δὲ πρὸς τὸν Ἰακώβ), μία ην ἡ τοῦ Ἰσαὰκ ὑπόστασις· ἀλλ᾽ ἦν ἀδύνατον μίαν εἶναι αὐτὴν, εἰ πρὸς τὸν αὐτὸν ἦν αἴτιος καὶ αἰτιατός κατὰ τὸ αὐτὸ, λέγω δὲ κατὰ τὸ τῆς φύσεως εἶδος. Τὰ δ' αὐτὰ καὶ ὅσον πρὸς τὸ δεύτερον ἀδύνα τον δεῖ λέγεσθαι, ὅτι οἱ ἀξιοῦντες ἀδύνατον εἶναι ἐν τῷ αὐτῷ ἅμα ὑπάρχειν τὰ ἀντικείμενα, νοοῦσι, ὅτι καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ὅσα ἄλλα ἐν τοῖς περὶ ἐλέγχων δ φιλόσοφος διο ρίζεται, ὧν ἑνός τινο; ἀπέντο; οὔτε ἀδύνατόν τι Έπεται οὔτε ἔλεγχός ἐστι κατὰ τὸν φιλόσοφον. Αν τικείμενα μὲν οὖν εἰσι τὸ αἴτιον καὶ αἰτιατὸν, καὶ ἐν τῷ Υἱῷ εἶναι ταῦτά φασιν οἱ Λατίνοι καὶ ἅμα, ἀλλ᾽ οὐ πρὸς τὸ αὐτὸ οὐδ᾽ ὡσαύτως· τὸ μὲν γάρ ἐστι πρὸς τὸν Πατέρα, τὸ δὲ πρὸς τὸ Πνεῦμα, καὶ πρὸς μὲν τὸν Πατέρα γεννητῶς, πρὸς δὲ τὸ Πνεῦμα προβλητικῶς· οὕτω δὲ οὔτε ἀδύνατόν τι ἔπεται, οὔτε τὸ ἀξίωμα ἀναιρεῖται. Καὶ οὕτω μὲν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ αὐτοῦ λύεται Βεβαιοί δὲ ταύτην ὥσπερ καὶ παραδείγματι λέγων, ότι Ὥσπερ ἀδύνατον τὸν Υἱὸν εἶνα: Υἱὸν καὶ Πατέρα, οὕτως ἀδύνατον εἶναι αὐτὸν καὶ αἴτιον καὶ αἰτιατών. Καὶ οὐ καλῶς λέγει· οὐ γὰρ ἴσον ἐστί τὸ μὲν γὰρ Πατὴρ εἰδικὸν τρόπον αἰτίας σημαίνει, καὶ ἐπεὶ τοῦ μὲν Πατρὸς οὐ δύναται εἶναι Πατήρ διὰ τὸ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέ τειν πρὸς ἄλληλα, μηδὲ εἶναι ἐξ ἀλλήλων τὰ θεῖα πρόσωπα, ήγουν συγχεῖσθαι τὰς ἰδιότητας, ἀλλ᾽ οὐδ' ἐστὶν ἄλλος Υἱὸς ἐν τοῖς θείοις, οὗ ἂν εἴη Πατὴρ ὁ γιας, διὰ τοῦτο ὁ Πατὴς οὐ δύναται ὑπάρχειν τῷ Υἱῷ. Τὸ δὲ αἴτιον γενικὴν ὄνομά ἐστι, καὶ ἄμφω περιέχει τοὺς εἰδικούς τρόπους τῶν θείων προέδων, καὶ ἐπεὶ ἐστί τι ἐν τοῖς θείοις οὗ δύναται ὁ Υἱός αἴτιος εἶναι, τουτέστι προβολεὺς, ήγουν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἀδύνατον τὸν Υἱὸν εἶναι οὕτως αἴτιον, ήγουν προβολέα· ἦν δ᾽ ἂν ἀδύνατον, ὅσον μόνον πρὸς τὸν Υἱὸν αὐτὸν, εἰ ἀντέκειτο δηλονότι τοῦτο τῷ τοῦ Υἱοῦ λόγῳ· ἀλλ' οὐκ ἀντίκειται τῷ γεννα. σθαι τὸ προβάλλειν, ὥστε οὐδ᾽ ὅλως ἐστὶν ἀδύνατον δεν οὔτε ὅμοιος ὁ λόγος οὔτε καλῶς ἐπιλαμβάνεται τῆς τῶν Λατίνων ἀποκρίσεως. Πατέρα μὲν γάρ φα σ.ν ν εἶναι τοῦ γεγεννηκότος τὸν Υἱὸν ἀδύνατον. Εἰ δὲ ἦν τι πρόσωπον ἕτερον ἐν τοῖς θείοις, οὗ ἂν ἡδύ ναι, είναι Πατήρ, οὐδὲν ἂν ἐκώλυσεν αὐτὸν καὶ
col. 19–20page 5 of 116
PG 161:19Πατέρα εἶναι ἐκείνου. Καὶ καλῶς λέγουσι· νῦν μὲν γάρ ἐστιν ἀδύνατον τὸν Υἱὸν εἶναι Πατέρα, ὅτι οὐκ ἔστι πρὸς ὃν ἂν εἴη Πατήρ· ἀλλ' ὅσον πρὸς τὸ ἀξίωμα τὸ περὶ τῶν ἀντικειμένων οὐκ ἂν ἦν ἀδύνα των· οὐ γὰρ ἂν ἀνῄρητο τὸ ἀξίωμα τοῦ αὐτοῦ δυναμένου καὶ Υἱοῦ εἶναι καὶ Πατρὸς, πρὸς ἄλλο μέντοι καὶ ἄλλο. Νῦν δέ ἐστιν ἀδύνατον, οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ πρᾶγμα· ὥσπερ εἰ μὴ ἐγέννα δ Ἰσαάκ, ἀλλ' ἄγονος ἐτελεύτα, οὐκ ἂν ἦν ἀδύνατον αὐτὸν καὶ υἱὸν εἶναι καὶ πατέρα, εἰ μὴ διὰ τὸ ἅγια νον εἶναι, οὐ διὰ τὸ ἀξίωμα· ἀλλ' ἐπειδὴ γεγέννηκε τὸν Ἰακώβ, καὶ πατὴρ ἦν ὁ αὐτὸς καὶ υἱὸς, καὶ τὸ ἀξίωμα τῆς ἀντιθέσεως οὐκ ἀνῄρητο. Εστι δὲ καὶ παντάπασιν ἀπεμφαῖνον αὐτοῦ τὸ παράδειγμα οὐδὲ γὰρ λέγουσιν οἱ Λατίνοι, ὅτι πᾶν ἐν τοῖς Γείοις πρόσωπόν ἐστι Πατήρ· εἶτα αὐτοῦ ἐπάγοντας, Καὶ μὴν οὐκ ἔστι Πατὴρ ὁ Υἱὸς, ἀποκρίνοντα ὅτι Ην ἂν Πατὴρ, εἴπερ τι πρόσωπον ἦν, πρὸς 3 ἂν ἀναπεδίδοτο· οὕτω γήρ ἦν ὅμοιον τὸ παράδειγμα ἀλλὰ Πατέρα μὲν εἶναι τὸν Υἱὸν οὐδ᾽ αὐτοὶ λέγουσιν, ὥσπερ καὶ αὐτὸς τοῦτ᾽ ἀδύνατον εἶναι λέγει αἴτιον δὲ λέγουσι τοῦ ἁγίου Πνεύματος, ήγουν προς βολέα, οὐχ ὅτι οὐκ ἔστιν ἀδύνατον προαχθέντες, ἀλλ᾽ ὅτι οἴονται καὶ ἀνάγκην εἶναι. Ο δὲ βουληθεὶς δεί ξα: ταῦτα, ἀδύνατον οὐδὲν ἑπέρανεν. "Ωσπερ δέ τι ἥδυσμα τῇ λύσει τοῦ ἐπιχειρήματος καὶ τοῦτο προσθήσω, ὅτι οὐδὲ τὸ παράδειγμα αὐτοῦ ἐστι σόο φισμα σχολή γε τὸ προκείμενον, εἰ καὶ ὁμοίως εἶχε. Κατὰ γὰρ τὰς τῆς πίστεως ὑποθέσεις οὔτε ψεῦδός έστι, πάντα ἄνθρωπον γεννητὸν εἶναι, οὔτε εἴ τις ἐνίσταιτο ἀπὸ τοῦ ᾿Αδάμ, ψεῦδός ἐστιν ἀποκρίνασθαι, ὅτι ἦν ἂν καὶ ὁ Ἀδὰμ γεννητὸς, εἰ πατέρα εἶχε, τουτέστιν εἰ μὴ ἦν ἀρχή. Καθὸ μὲν γὰρ ἄν θρωπον δεῖ τοῦτον εἶναι γεννητόν, ἀλλὰ καθὸ ἀρχὴν ἀδύνατον· ὥσπερ εἴ τις λέγοι, ὅτι πᾶν συνεχὲς που σόν ἐστι διαιρετόν, εἶτα εἴ τις ἐνίσταιτο ἀπὸ τοῦ σημείου, ὅτι συνεχές ἐστι ποσόν, ἀλλ' ὅμως οὐκ ἔστι διαιρετόν, αὐτὸς πάλιν ἀποκρίνοιτο, ὅτι ἦν ἂν καὶ τὸ σημεῖον διαιρετόν ᾗ συνεχές ποσόν, εἰ μὴ ἦν ἀρχὴ τοῦ συνεχοῦς ποσοῦ· νῦν δέ ἐστιν ἀρχὴ, καὶ διὰ τοῦτό ἐστιν ἀδιαίρετον· τὴν γὰρ ἀρχὴν ἀδιαίρεσ τον εἶναι δεί, ὥσπερ καὶ τῶν ἀριθμῶν τὴν μονάδα. Εἴ τις τοίνυν ταῦτα λέγοι, οὐδαμοῦ ἂν ἁμαρτάνοι. Οὕτω καὶ ἡ πίστις ἡ ἀληθῆς ἀρχὴν τῶν ἀνθρώπων & τίθησι τὴν ᾿Αδαμ, καὶ ᾗ ἀρχὴν ἀγέννητον, διὰ δὲ δημουργίας εἰς τὸ εἶναι ἐλθόντα· ἀλλὰ τοῦτο οὐδὲν κωλύει πάντα ἄνθρωπον εἶναι, γεννητόν· ὥστε οὐδὲ έῤῥωται ἡ ἀπὸ τοῦ Ἀδὰμ ἔνστασι;, οὔτε ὁ ἐκεῖνος ἀποκρινόμενος κακῶς ἂν ἀποκρίνοιτο. διὰ τῆς ἀντιθέσεως. Μοιι. 27, Γ. 182 1, ΐδισμα. ἐκεῖνο, ΕΦΕΣΟΥ ΚΕΦ. Β' Εἰ τιμιώτερον Θεῷ τὸ αἰτίῳ τῆς θεότητος εἶναι, ἢ τὸ αἰτίῳ τῆς κτίσεως, πῶς τοῦ τιμιωτέρου αίτιον.
col. 21–22page 6 of 116
PG 161:21Πατρὶ καὶ Υἱῷ μὴ κοινωνοῦν κατὰ τοὺς Λατίνους Πνεῦμα τὸ ἅγιον οὐκ ἔλαττον ἔσται τῇ ἀξίᾳ καὶ τῇ θεότητι; Εἰ μὲν γὰρ ὅλως μεταδοτὸν τὸ τῆς θεό τητος αἴτιον, διὰ τί μὴ καὶ τὸ Πνεῦμα τούτου μετείληφεν; Εἰ δ᾽ ἀμετάδοτον ὅλως ὡς τοῦ Πατρὸς ἴδιον, ὥσπερ καὶ τὸ ἀναίτιον, οὐδ᾽ ὁ Υἱὸς ἄρα τούτου μεθέξει κατ' οὐδένα τρόπον, εἰ καὶ μάλα τοῦτο Λα τίνοι βούλονται. Ο ΣΧΟΛΑΡΙΟΣ. Οἱ Λατῖνος τὸν Υἱὸν δεύτερον καὶ ἐλάττω τοῦ Πατ τρὸς τῇ τάξει καὶ τῷ ἀξιώματι τῆς αἰτίας από τε Αθανασίου καὶ Βασιλείου καὶ πολλῶν ἄλλων διδα σκάλων είληφότες πιστεύουσι, καὶ τὸ Πνεῦμα δὲ τὰ ἅγιον ἐκ τοῦ Υἱοῦ προϊέναι ὥσπερ ἐκ τοῦ Πατρός ἀναγκαίως πιστεύοντες ἔκ τε τῶν κανονικῶν Γρα τῶν πολλὰ πρὸς τοῦτο εὐθὺς φέροντα προϊσχομένων, ἔκ τε τῶν διδασκάλων τῆς Ἐκκλησίας τῶν παρὰ σφίσι τοῦτο διαρρήδην θεολογούντων. Εἴ τις αὐτοὺς ἔροιτο· Οὐκοῦν καὶ τὸ Πνεῦμα τὸ ἅγιον δεύτερον τοῦ Υἱοῦ τῇ τάξει καὶ τῷ ἀξιώματι τῆς αἰτίας, καὶ τρίτον ἀπὸ τοῦ Πατρὸς λέγετε οὐκ ἂν ἀρνήσαιντο, εἰδότες οὐδὲν ἐντεῦθεν συμβαῖνον ἄτοπον. Εἰ γὰρ οὐδὲν τῷ φυσικῷ τοῦ Υἱοῦ ἀξιώματι προσέσταται τὸ δευτερεύειν τῇ τάξει καὶ τῷ τῆς αἰτίας ἀξιώματι, οὐδὲ τῷ τοῦ Πνεύματος ἐμποδὼν ἔσται τὸ τρίτον αὐτὸ εἶναι τῇ τάξει· εἰ δὲ τῷ Πνεύματι τοῦτ' αἰσχρὸν ἦν, κἀκεῖνο τῷ Υἱῷ οὐδὲν ἧττον αἰσχρὸν ἂν ἦν. Τούτο μόνον δεῖ φυλάττεσθαι τοὺς Λατίνου, εἰ τὰ αὐτοῖς δοκοῦντα λέγουσι, καὶ εἰ κακῶς ἐκ τῶν τῆς πίστεως ἀρχῶν ταῦτα συνάγουσι· ἕως δ᾽ ἂν ἐκ τοῦ Υἱοῦ προϊέναι τὸ Πνεῦμα οί τε διδάσκαλοι λέγω σιν αἱ σε αρχαὶ τῆς πίστεως εἰς τοῦτο φέρωσιν ἀναγκαίως. Ἴσως μὲν οὐδ᾽ ἐχρῆν ἀποκρίνεσθαι πρὸς τὰς τῶν ἀτόπων ἐπιφοράς· προσήκοι γὰρ ἂν μᾶλλον ἀπολογεῖσθαι τοῖς πρῶτον ταῦτα ἠξιωκόσιν· εἰ δὲ καὶ πρὸς τὰς ἄλλας, ἀλλ' οὐ πρὸς ταύτην· οὐ γάρ ἔστινἄτοπον καθ᾽ αὑτὸ τὸ τὸ Πνεῦμα τὸ ἅγιον τρίτον εἶναι τῷ τῆς αἰτίας ἀξιώματι καὶ τῇ τάξει, οὐδ᾽ ὑφεσίν τια τοῦτο ποιεῖ τῷ τῆς φύσεως ἀξιώματι, είγε μηδ' ἐπὶ τοῦ Υἱοῦ τὸ δευτερεύειν. Καὶ πάλιν εἴ τις αὐτ τοὺς ἔροιτο· Οὐκοῦν τὸ Πνεῦμα οὐκ ἔστι θεότητος αἴτιον. Καὶ μάλα, ἐροῦσι θαρρούντως· τίνος γὰρ καὶ ἔσται; Οὔτε γὰρ αἴτιον Εσται, ὧν αἰτιατὸν εἶναι πιστεύεται κατ' ἐπάνοδον (Οὐ γὰρ ἀντιστρέφει, φησὶν ὁ Διονύσιο, τὰ τῆς ὑπερουσίου θεογονίας), οὐδ᾽ ἑαυτοῦ οὐδ᾽ ἑτέρου τινός. Εἰ δὲ πᾶσαν ἀνάγκην εἶναί φασιν οἱ Γραικοὶ καὶ αὐτό τινος αἴτιον εἶναι, ἢ τιθέτωσαν αὐτοὶ καὶ τῆς καινοτομίας ὀφειλέτωσαν τὰς εὐθύνας, ἢ μηδὲ τοῖς Λατίνοις εγκαλείτωσαν. Εως γὰρ ἐκ τῶν τῆς πίστεως ἀρχῶν ἔπεται, καὶ ἐκ τῶν διδασκάλων κηρύττεται, τὸ Η νεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, κἂν τρίτον είναι συμβαί η τῇ τάξει καὶ τῷ ἀξιώματι τῆς αἰτίας, κἂν αὐτο μόνον μηδενός αἴτιον εἶναι, κἂν ὁτιοῦν τῶν τοιού Γρ λέγε: α:. 27, Γ. 185 λέγουσι,
col. 23–24page 7 of 116
PG 161:23των, ἅπερ άτοπα μὲν οὐδαμῶς οὐδὲ λυμαινόμενα που τοῖς δόγμασιν· ἔστω δὲ καὶ ἄτοπα ταῦτα εἶναι οὐδὲν μᾶλλον Λατίνοις ἢ τοῖς διδασκάλοις τῆς Ἐκκλησ σίας ταῦτα προσάπτουσι τὰ ἐγκλήματα, μᾶλλον δὲ κοινὰς ἀπορίας εἰς τὴν πίστιν κομίζουσιν, &ς λύειν μόνον ἂν ἔργον γένοιτο τοῦ πρώτου τὴν τοιαύτην πίστιν διδάξοντος. Οἱ μὲν οὖν Λατῖνοι ταῦτα ἂν εἴποιεν ὑπὲρ ἑαυτῶν· ἀλλὰ μὴν καὶ ἁγίους παράγειν ἂν ἔχοιεν, μείζονα τοῦ Πνεύματος τὸν Υἱὸν λέγοντας, καὶ τὸ Πνεῦμα τρίτον ἀπὸ Πατρὸς τῇ τάξει και τῷ ἀξιώματι τῆς αἰτίας δηλονότι. Αλλ' εἰ καὶ μηδένα παράγειν ἔχοιεν, αρκέσει τοσοῦτον αὐτοῖς, ὅτι ὁ Υἱὸς ἐλάττων ἐστὶ τοῦ Πατρὸς καὶ δεύτερος τῇ τάξει καὶ τῷ ἀξιώματι τῆς αἰτίας, ἀλλ' οὐδὲν ἧττον ὁμοούσιο; καὶ ὁμότιμο; τῷ Πατρὶ καὶ Θεὸς ἀληθινὸς εἶναι πιστεύεται. Η δὲ πρὸς τὸ ἐπιχείρημα λύσις σαφὴς μὲν καὶ ἐκ τῶν προειρημένων, μεθοδευθείη δ' ἂν καὶ οὕτως Εἰ τὸ Πνεῦμα, φησί, τὸ ἅγιον μὴ κοινωνοίη το Πατρὶ καὶ τῷ Υἱῷ τοῦ αἰτίου τῆς θεότητος, ἔσται ἔλαττον τῇ ἀξίᾳ καὶ τῇ θεότητι· ἀλλὰ τὸ ἑπόμενον ψεῦδος, καὶ τὸ ἡγούμενον ἄρα· ἢ τοίνυν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἀρχή εἰσι θεότητος, καὶ κοινωνεῖ τούτου καὶ τὸ Πνεῦμα· ἀλλὰ τοῦτο ἀδύνατον, ἢ οὐδὲ ὁ Πα τὴρ καὶ ὁ Υἱὸς ἀρχὴ εἰσι θεότητος. Οἴεται δὲ δε κνύναι τὴν ἀκουλουθίαν ἀπὸ τοῦ μᾶλλον οὕτως· Ε ἔλαττον ἂν ἦν τὸ Πνεῦμα, μὴ κοινωνοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῆς αἰτίας τῆς κτίσεως, ὅπερ ἐστὶν ἔλαττον τῷ Θεῷ, πολλῷ μᾶλλον ἂν εἴη μὴ κοινωνοῦν τοῦ αἰτίου τῆς θεότητος, ὅπερ ἐστὶ τῷ Θεῷ μείζον. Εἰ μὲν οὖν ἡ λεπτότης τῶν φρενῶν αὕτη κατὰ τὸν εἰπόντα ἐκβάλλει τῆς ἀρχῆς τῆς θεότητος καὶ τὸν Πατέρα, οὐ τὸν Υἱὸν μόνον, παρίημι τοῖς όπωσοῦν πεπειραμένοις περὶ τὰ αὐτὰ σκοπεῖν καὶ ἐλέγχειν. Ἵνα γὰρ μὴ ᾖ τὸ Πνεῦμα ἔλαττον τῇ ἀξίᾳ καὶ τῇ θεότητι, οὐδὲ τῷ Πατρὶ δεῖ μὴ κοινωνεῖν τοῦ αἰτίου τῆς θεότητος· κοινωνήσει ἄρα· ἢ τοίνυν καὶ τὸ Πνεῦ μα ἔσται ἀρχὴ θεότητος· ἀλλὰ τοῦτο ἀδύνατον, ἢ οὐδὲ ὁ Πατήρ ἐστιν· εἰ γάρ ἐστιν ὁ Πατὴρ ἀρχὴ θεό τητος, τὸ δὲ Πνεῦμα οὐκ ἔστι, κατ' αὐτὸν ἔλαττον ἔσται τῇ θεότητι τὸ Πνεῦμα τὸ ἅγιον. ᾿Αλλ' ἐρωτή σουσιν αὐτὸν οἱ Λατῖνοι καὶ μάλα εἰκότως, ὑπὸ τῆς ἀπορίας αὐτοῦ προβιβασθέντες· Εἰ τιμιώτερον Θεῷ τῷ αἰτίῳ θεότητος εἶναι ἢ τῷ αἰτίῳ τῆς κτίσεως. πῶς τοῦ τιμιωτέρου μὴ κοινωνῶν ὁ Υἱὸς τῷ Πατρὶ οὐκ ἐλάττων ἔσται τῇ ἀξίᾳ καὶ τῇ θεότητι; (ἶμαι, ἐρεῖ, ὅτι οὐκ ἀνάγκη πάντων ἁπλῶς τῶν ὑπαρχόν των τῷ Πατρὶ, κἂν τιμιώτατα ᾖ, τὸν Υἱὸν κοινωνεῖν ἀλλὰ τῶν μὲν ἄλλων καὶ πάνυ· ὅσα δὲ οὐχ οἷόν τε ὑπάρχειν τῷ Υἱῷ ᾗ Υἱῷ, τούτων εἰ μὴ κοινωνοίη 4 Υἱὸς τῷ Πατρὶ, οὐδέν ἐστιν ἄτοπον, οὐδ᾽ ἀναιρεῖται ἐντεῦθεν ἡ τοῦ Υἱοῦ θεότης καὶ τὸ ἀξίωμα. Ἐρεῖ δὲ καὶ τὸ αἴτιον τῆς θεότητος τοιοῦτον εἶναι αὐτός, τουτέστιν ἴδιον τοῦ Πατρὸς καὶ τῷ Υἱῷ μὴ δυνάμενον ὅλως προσεῖναι. ᾿Αλλὰ τοῦτο μὲν ἐῶμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, καὶ περὶ τοῦτο ἡ ἀμφισ ζήτησις. Τέως δὲ ἐρεῖ, τὸ μὴ δυνάμενον ὑπάρχειν τῷ Υἱῷ οὐδὲν λυμαίνεσθαι τῷ ἀξιώματι τοῦ Υἱοῦ, εἰ λέγοιτο μὴ ὑπάρχειν ἢ τοίνυν ἀρκέσει ἡ ἐμοία
col. 25–26page 8 of 116
PG 161:25καὶ περὶ τοῦ Πνεύματος ἀπόκρισίς τε καὶ λύσις, ἢ οὐδὲ περὶ τοῦ Υἱοῦ ἔσται ἱκανή· ἀλλ' οὐδὲ ἄλλο τι ἀποκρινεῖται πρὸς τὴν εἰρημένην ἐρώτησιν παρὰ τὸ εἰρημένον· εἰ δὲ ἄλλο τι ἀποκρινεῖται, ψεῦδος ἔσται καὶ οὐδὲ ἀκοπῖς ἀνεκτόν. Δεδομένου γὰρ τὸν Υἱὸν μὴ εἶναι ἀρχὴν θεότητος, αὕτη μόνη δύναται είναι ἀπόκρισις πρὸς τὸν ἀποροῦντα περὶ τοῦ ἀξιώματος καὶ τῆς θεότητος αὐτοῦ, ὥσπερ καὶ πρὸς τὸν ἀπο ρήσαντα ἂν, καὶ πῶς ἐστιν ὁ Υἱὸς ἀληθὴς Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ, εἴπερ οὐ κοινωνεί αὐτῷ τοῦ ἀνάρχου καὶ ἀγεννήτου, πράγματος τοσούτου, οὐκ ἂν ἦν ἑτέρως ἀποκρίνασθαι ἀληθῶς, ἢ ὂν προείρηται τρόπον. ᾿Αφελῶς δὲ εἶπε καὶ τιμιώτερον εἶναι τῷ Θεῷ τὸ αἰτίῳ θεότητος εἶναι ἢ τὸ αἰτίῳ τῆς κτί σεως· οὐδὲν γὰρ τῶν τῷ Θεῷ ἐνυπαρχόντων τιμιώτερον ἐστιν αὐτῷ τῷ Θεῷ ἡ ἕτερον· ἀλλὰ τοῦτο εἰ τοὺς βαθμούς τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν τῶν θείων καινοτομήσαντες μόνοι ἐτόλμησαν, καὶ εἴ τις ἀμαθέσιν ἐκείνοις ἀμαθὴς ὢν καὶ αὐτὸς προσκέοιτο. Τὸ δ' ἀληθὲς οὕτως ἔχει, ὅτι εἴ τι πρόσεστι τῷ Θεῷ καὶ Πατρὶ ᾗ Θεῷ, καὶ οὐ καθόσον διακέκριται τοῦ Υιού, τουτέστιν οὐ καθὴ Πατρὶ καὶ γεννώντι, τοῦτο δεῖ καὶ φύγει προσείναι τῷ Υἱῷ, καὶ εἴ τι μὴ προσ εἴη, οἷον ἄρα καὶ εἴη, ἐλάττων ἔσται ταύτῃ ὁ Υΐς τοῦ Πατρός. Ὁ δ' αὐτὸς καὶ περὶ τοῦ Πνεύματος λόγος τῇ πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀποβλέψει εἴ τι γαρ πρόσεστι Πατρὶ καὶ Υἱῷ καθὶ Θεῷ, καὶ οὐ καθὰ ἔχουσι σχέσιν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀναφοράν, τοῦτο δεῖ καὶ τῷ Πνεύματι προσεῖναι, καὶ εἰ μὴ πρόσεστιν, ἔλαττον ἔσται αὐτῶν τῇ φύσει ᾿Αλλὰ τὸ προβάλλειν πρόσεστιν αὐτοῖς καθὴ ἀναφέρονται πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄρα δεῖ καὶ τῷ Πνεύματι τοῦτο προσεῖναι, οὔτε διὰ τοῦτο ἀνάγκη ἕκαστον εἶναι τῇ φύσει ἐκείνων· εἰ δὲ μή, χώρα ἂν εἴη καὶ ᾿Αρειανοῖς διὰ τὸ τὸν Υἱὸν γεννητὸν εἶναι ἐλάττονα τοῦ Πατρὸς εἶναι τῇ φύσει τοῦτον ἀποφαινομένοις καὶ σύμμαχον πειρωμένοις ἔχειν τοῦ ψεύ δους τὸ Εὐαγγέλιον μείζον τοῦ Γιοῦ τὸν Πατέρα διαγορεύον. Ποντο γὰρ ἐκ τοῦ μὴ ἔχειν τὸν Υἱὸν την τοῦ Πατρὸς ἀγεννησίαν καὶ ἐκ τοῦ ἐλάττω εἶναι τοῦ Πατρὸς αὐτὸν τῷ τῆς αἰτίας ἀξιώματι, καὶ τῇ φύσει πάντως ἐλάττω τυγχάνειν καὶ ἄλλης οὐσίας εἶναι παρὰ τὸν Πατέρα· ἀλλ' οὐκ ἔστι ταῦτα. Ἐξ ἁπάντων τοίνυν τούτων δείκνυται, ὅτι τοῦ ἐπιχειρήματος τούτου καὶ ἡ ἀκολουθία καὶ ἡ ταύτης δείξις παντάπασιν ἀληθείας ἐστέρηται. ΕΦΕΣΟΥ ΚΕΦ. Γ' Τὰ τῷ Θεῷ προσόντα κυρίως καὶ μόνω; καὶ μόνῳ καὶ μένα καὶ ἀεὶ καὶ πάντη προσεῖναι ὀφείλουσι τόν. 27, 184 1, τῷ φύσει. Την μ. (α). Γ.
col. 27–28page 9 of 116
PG 161:27τὰ μὲν φυσικὰ καὶ κοινὰ τοῖς τρισὶ προσώποις, Ει Καὶ κοινά (..) Μονος, Μου. 27. 27, ούν. "Ολη μονὰς καὶ ὅλη Τριὰς ἡ θεότης· οὐ γὰρ το μὲν αὐτὴ μονας, τὸ δὲ οὐ μονάς· εἷς γὰρ μόνος και μόνον Πατηρ ο Πατήρ, καὶ εἰς μένος και μό τον Γιος ο Υιό,· καὶ ἓν καὶ μονον καὶ Πνεῦμα μέσ νον τὸ Πνεῦμα τὸ ἅγιον... Εἰ δὲ τὸ Πνευμα ἐκ τοῦ Πατρὸς καὶ ἐκ του Υιού έκπορεύεται, ουκέτι όλη μονας ή θεότης· ουκέτι γὰρ Πατηρ μόνος ο Πατήρ πως γαρ, ᾧ τὸ πατρικόν αίτιον ο Υιό, συμμετε ται; ουκετι μόνον Γιὸς ὁ Υἱός· πως γαρ ο και Μα την εν μέρει του Πνεύματος; οὐκέτι ἓν και μόνον το πνεύμα πως γαρ το μη ἐξ ἑνὸς μηδε μόνου; ούκετ. όλη Τριας η αύτη, αλλά Πατήρ αίελης καὶ παρα τούτον ούχ καλός παρ ὅσον ετερου οδίτης προς τελείαν του πνεύματα, προβολήν· και Γιο, να τῷ στον Γιος, ἀλλ' υιυτατων συνθετών όη τις ἐκ μετ μων ατέλων ουδέτερο, υπό και πνεύμα των εικό Το εκ δυο τοιούτων σκισμένο μένων μύριστα πανία τὰ δ᾽ ὑποστατικὰ καὶ προσωπικὰ τῶν τριῶν ἑκάστῳ οὐδὲν γὰρ ἐκεῖ συμβεβηκός, οὐδὲν ἐπίκτητον οὐδ᾽ ὕστερον προσγενόμενον, οὐδὲν οὐ κυρίως καὶ μένως. Καθάπερ οὖν ἀγαθὸς καὶ σοφὸς καὶ Θεὸς καὶ Βασιλεὺς καὶ Δημιουργός, ἔτι δὲ ἀόρατος καὶ ἀθάνατος καὶ ἀΐδιος ὁ Θεὸς λεγόμενος μόνως τε καὶ κυρίως ὡς πρὸς τὴν κτίσιν ἅπαντα ταῦτα λέγεται (λέγει γὰρ ὁ ᾿Απόστολος Τῷ δὲ βασι λεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτω, μόνῳ σοφῷ Θεῷ· καὶ αὖθις Ο μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρόσιτον), οὕτω καὶ ὅπερ ἂν λέγοιτο τῶν τριῶν ἕκαστον, μόνον τε καὶ κυρίως ἐστὶ πρὸς τὰ λοιπὰ τοῦθ᾽ ὅπερ λέγεται. Πατὴρ γοῦν ὁ Πατήρ καὶ μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνω, Υἱὸς ὁ Υἱὸς καὶ μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως· καὶ Πνεῦμα ὁμοίως τὸ Πνεῦμα τὸ ἅγιον, Οὕτω δὴ καὶ ἀναίτιος ὁ Πατὴρ εἴτουν ἀγέννητος μόνον καὶ μόνος καὶ κυρίως καὶ μόνως ἀλλὰ δὴ καὶ αἴτιος αὖθις ὁμοίως· καὶ τὰ λοιπὰ τῶν προσ ώπων ἄρα μόνον αἰτιπτὰ καὶ μόνα καὶ κυρίως καὶ μόνως. Δυοῖν γὰρ ὄντοιν αἰτίου καὶ αἰτιατοῦ, εἰ τὸ αἴτιον μόνος ὁ Πατήρ ἔχει, τὸ αἰτιατὸν ἄρα μόνα τὰ λοιπὰ τῶν προσώπων καὶ μόνον καὶ μόνω; σχε πτέον γάρ, ὅτι τὸ μόνον ἀεὶ πρὸς τὸ ἀντικείμενον λέγεται· μόνον γὰρ Πατὴρ ὁ Πατήρ, ἀλλ' οὐχὶ καὶ Υἱὸς, καὶ μόνον Υἱὸς ὁ Υἱός, ἀλλ' οὐ καὶ Πατὴρ; καὶ μόνον Πνεῦμα ἅγιον, ἀλλ᾽ οὐ Πατὴρ ἡ Υἱὸς, καὶ μόνον ἀναίτιος ὁ Πατὴρ, ἀλλ' οὐχὶ καὶ αἰτιατὲς καὶ αἰτίαν ἔχων οὕτω δὴ καὶ μόνον αἴτιος, ἀλλ' οὐκ αἰτιατός· καὶ τὰ λοιπὰ τῶν προσώπων ἄρα μόνον αἰτιατὰ καὶ οὐδὲν τούτων αίτιον. Εἰ γάρ τι τούτων καὶ αἴτιον εἴη, τὸ μόνον ἀναιρεθήσεται, καὶ ούτε μόνον καὶ κυρίως αἴτιον ἔσται, οὔτε μόνον καὶ κυ ρίως αἰτιατὸν, οὗ τοὐναντίον ἀνάγκην είναι προαποδέδεικται. Η γὰρ ἀντίθεσις διακρίσεως αἰτία καὶ κατ' αὐτοὺς τοὺς Λατίνους καὶ ἄμφω τὰ ἀντικείμενα συνδραμεῖν ἐφ᾽ ἑνὸς τῶν θεαρχικῶν προσώπων ἀδύ 27, μόνως. 27, μόνος. άρα μόνον αἰτιατὰ τῶν προσώπων, Καὶ αἰτίαν ἔχων καὶ ἀτελῆ καὶ τῆς μοναδικῆς ἀπλότητος Εκπτωτα. με
col. 29–30page 10 of 116
PG 161:29νατον. θάτερον γὰρ τούτων οὐ κυρίως ἔσται, καὶ διὰ τοῦτο πάντως οὐδ᾽ ἔσται. Τούτοις συμφωνεῖ καὶ τὰ τῶν ἁγίων ῥητά, τοῦ μὲν Δαμασκηνοῦ λέγοντος ἐν τοῖς Θεολογικοῖς κεφαλαίοις· Μόνος αἴτιος ὁ Πα τήρ Θεοδώρου δὲ τοῦ Στουδίτου ψάλλοντος Μόνου μονογεννήτορ μονογενούς Υἱοῦ Πατήρ, καὶ μόνον μόνον φῶς φωτός απαύγασμα, και μόνως μόνου Θεοῦ ἅγιον Πνεῦμα Κυρίου Κύριον, ὄντως όν. Οὐκ ἄρα τὸ αἴτιον ὁ Υἱὸς ἕξει, μόνον αἰτιατὸς ὀφείλων γε εἶναι, καὶ μόνον Υἱὸς, ὥσπερ καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μένου Πνεῦμα τοῦ θεοῦ καὶ Πατρός. Ο ΣΧΟΛΑΡΙΟΣ, Οἱ Λατίνοι τοσοῦτον ἀπέχουσι ἐπείσακτόν τι καὶ ὕστερον προσγενόμενον τῷ Θεῷ λέγειν, ὥστε ένα μη ἐν τοιοῦτον ἡ φρονεῖν λάθωσιν ἡ δόξωσι λέγειν πολλὰ πρὸς τὴν διπλήν τοῦ Πνεύματος προβολὴν ἢ προδν ἀπομάχονται, ἣν αὐτὸς διπλῆν τῷ πράγματι λέγεις, καὶ τῆς μὲν χρονικῆς μεταδίδως τῷ Υἱῷ, τὴν δὲ ἀΐδιον αὐτοῦ παντάπασιν ἀφαιρεῖς· καὶ ἔσα τῶν διδασκάλων τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ προϊέναι τιθέασιν, εἰς τὴν χρονικὴν ἀνάγεις πρόοδον μένην. ᾿Αλλὰ περὶ μὲν τῆς προόδου τοῦ Πνεύματος εἰ διπλῆ ἐστι μετὰ ταῦτα, καὶ εἰ κεχωρισμένα: εί σὰν ἀλλήλων τῷ πράγματι· ἀλλὰ νῦν ἀρκεῖ, ὅτι καὶ την χρονικὴν πρόοδον τὸ αὐτὸ πρᾶγμα μετὰ τῆς ἀιδίου προόδου εἶναι διισχυρίζονται, διαφερούσας κατὰ μόνον τὸν λόγον, ἵνα μὴ ἀναγκασθῶσι τιθέναι τι συμβεβηκὸς ἐν τῷ Θεῷ καὶ ἐπείσακτον. Οἱ δὲ τὸ χρονικῶς προϊέναι ἕτερόν τι πρᾶγμα ἐν τῷ ἁγίῳ Πνεύματι λέγοντες παρὰ τὴν ἀΐδιον αὐτοῦ πρόοδον, οὗτοι συμβαίνειν τι καὶ ὕστερον ἐπιγίνεσθαι τῷ Θεῷ λέγουσι, καν προσποιῶνται τοῦτο ἀρνεῖσθαι. Ἀλλὰ μὴν καὶ πάντα κυρίως τῷ Θεῷ προσεῖναι, μᾶλλον δὲ τὸν Θεὸν πάντα & λέγεται είναι, κυρίως ταῦτ᾽ εἶναι, καὶ κοινῶς καὶ ἰδίως ἑκάστην τῶν ὑπο στάσεων, τίνες μᾶλλον ἢ Λατίνοι διομολογοῦσι; Τὸ δὲ μόνως, καὶ μόνῳ, καὶ μόνον, καὶ τὰ λοιπὰ, πολ λῆς ἐρεύνης δέονται, ὅπως τε ἐπὶ τῶν φυσικῶν καὶ ὅπως ἐπὶ τῶν ὑποστατικῶν δύνανται λέγεσθαι. 'Αλλ' αὐτὸς ἀπεριμερίμνως ταῦτα ἀφιεὶς καὶ τῇ ἀληθείᾳ καὶ ἑαυτῷ πολλαχοῦ προσκόπτει. ᾿Αλλ' ἐπεὶ οὐ στό δρα ἐνταῦθα τῶν Λατίνων καθάπτεται, καὶ ἡμεῖς τῆς ὑπὲρ αὐτῶν ἀποστάντες ἀπολογίας, πρὸς τὴν λύ σιν ἐρχόμεθα τοῦ ἐπιχειρήματος. Τὸ τοίνυν ἐπιχείρημα αὐτὴ τοιοῦτόν ἐστι. Πᾶν τὸ προτεἶναι τῷ Θεῷ λεγόμενον, εἴτε ὡς φυσικὸν τοῖς τρισί προσώποις, εἴτε ὡς ὑποστατικὸν καὶ προσυ πικὸν ἑκάστῳ τῶν τριῶν, τοῦτο καὶ κυρίως καὶ μένως καὶ μόνῳ καὶ μόνον καὶ ἀεὶ καὶ πάντη προτεἶναι ὀφείλει. ᾿Αλλὰ τὸ αἰτιατὸν πρόσεστι τῷ Τῷ, μόνον ἄρα τὸ αἰτιατὸν πρόσεστιν αὐτῷ, οὐκ ἄρα τὸ αἴτιον. Τὸ γὰρ μόνον, φησί, πρὸς τὸ ἀντι ρ. και, Μάνος, 27. Τὸ ἅγιον μεταδίδωσι.
col. 31–32page 11 of 116
PG 161:31ἁγίου Πνεύματος· ὥσπερ καὶ τὸ αἴτιον πρόσεστι Πατρὶ καὶ ὑπάρχει μόνον, οὐκ ἄρα καὶ τὸ ἀντικε! μενον τούτῳ, τὸ αἰτιπτὸν, καὶ διὰ τοῦτο αίτιος μόνον ὁ Πατήρ, καὶ οὐκ αἰτιατός. Πρώτον τοίνυν, ἐπειδήπερ ἅτινα ἐν τῇ προτάσει προσόντα τῷ Θεῷ λέγει, ταῦτα εἰς φυσικά διαιρεῖ καὶ ὑποστατικά, εἴτουν προσωπικά· εἶτα ἐπάγει· Τὸ δὲ αἰτιατὸν πρόσεστι τῷ Υἱῷ, ἐρωτήσουσιν αὐτὸν οἱ Λατίνοι καὶ μάλα εὐλόγω;, τὸ αἰτιατὸν που τίθησι τῶν τῷ Θεῷ προς όντων, πότερον ἐν τοῖς φυσικοῖς ἢ ἐν τοῖς ὑποστατι κεῖς καὶ προσωπικοῖ;; Εἰ μὲν γὰρ ἐν τοῖς φυσικοῖς, δεῖ καὶ τῷ Πατρὶ τοῦτο προσἶναι· εἰ δὲ ἐν τοῖς προσωπικοῖς, ἑνὸς δεῖ εἶναι τοῦτο προσώπου, ἢ τοῦ Υἱοῦ ἢ τοῦ Πνεύματος· οὕτω γὰρ οἱ περὶ αὐτὸν ο κείμενον λέγεται· ὁ Υἱὸς ἄρα οὐκ ἔστιν αἴτιο; τοῦ ἀξιοῦσι, τὰ προσωπικὰ ἑνὶ μόνῳ προσώπῳ ἁρμόττειν. Εκάτερον δὲ τῶν προειρημένων ἐστὶν ἀδύνα τον, ὥστε ἢ ἡ πρότασίς ἐστιν οὐκ ἀληθὴς, ἢ ἡ διαί ρεσις οὐχ ἱκανὴ τῶν προσόντων είς τε τὰ φυσικὰ καὶ προσωπικά, ἢ θάτερον τῶν ἀδυνάτων ἔσται ἀληθὲς ἐξ ἀνάγκης. Σκεψάσθω τοίνυν τὴν ἀπολογίαν· ἡ γὰρ μὴ εὑρίσκων παύσεται καὶ αὐτὸς ἐρωτῶν Λατίνους, πότερον τὸ προβάλλειν φυσικὸν λέγουσι καὶ οὐσιῶν δε;, προσωπικὸν καὶ ὑποστατικὸν, καὶ ἀπάγων αὐ τοὺς εἰς ἄτοπα ἑκατέρωθεν, ἐπεὶ ὄψεται καὶ ἑαυτὸν τοῖς ὁμοίοις περιπίπτοντα, ἢ τῆς διαιρέσεως ὡς ἀτε λοῦς καταγνοὺς ἄλλως διελεῖται τὰ τῷ Θεῷ προσόντα, καὶ ἴσω; ὑπὲρ Λατίνων διελεῖται καὶ παύσεται πρὸς τούτους διαφερόμενος. Επειτα ἐροῦσι πρὸς αὐτὸν, ὡς "Αν ἀληθῆς ᾗ ἡ πρότασίς σου, ὦ σοφώτατε, κιν δυνεύσει ὁ Υἱὸς μόνος αἰτιατὸς εἶναι, καὶ ὁ Πατὴρ Πατὴρ μόνον, καὶ οὐδὲν ἔτερον. Οὐδὲ γὰρ ἐξέσται αὐτῷ, ἐν μὲν τῇ προτάσει πάντας τιθέναι τοὺς προς διορισμούς ἐκείνους, ἐν δὲ τῷ συμπεράσματι μὴ πάντας λαμβάνειν, ἀλλ' οὓς ἂν οἴηται αὐτῷ πρὸς τὸν σκοπὸν λυσιτελεῖν· οἷον, ὁπόταν βούληται συμπεραίνειν τῷ Πατρὶ τὸ αἴτιον, παραιτείσθαι τὸ μόνον, ὁπόταν δὲ συμπεραίνειν ἐθέλῃ τῷ Υἱῷ τὸ αἰτιατὸν, ἐκβάλλειν τὸ μόνῳ. Ταῦτα γὰρ σοφιζομένων ἂν εἴη ἢ ἀγνοούντων, ὅ τι καὶ λέγουσι καὶ ἑαυτοὺς καὶ ἀλ λους ἐξ ἀμαθείας βλαπτόντων· ὥσπερ οὐδὲν ἂν γέν νοιτο χεῖρον τοῦ τιθέντας μὲν τὴν μείζονα αὐτοῦ πρότασιν, ὡς αὐτὸς αὐτὴν ἀξιοῖ, τὴν δὲ ἐλάττω συνάπτοντας, ὅτι δηλονότι τῷ Πατρὶ πρόσεστι τὸ αἴτιον, καὶ τῷ Υἱῷ τὸ αἰτιατὸν, συμπεραίνειν, ὅτι τῷ Πατρὶ πρόσεστι τὸ αἴτιον κυρίως καὶ μόνως καὶ μή νῳ καὶ μόνον καὶ ἀεὶ καὶ πάντη, ὡσαύτως δὲ καὶ τῷ Υἱῷ τὸ αἰτιατόν. Ἴσως γὰρ τῷ Υἱῷ μόνον τὸ αἰτια τὴν ὑπάρχει, ἀλλ' οὐχὶ καὶ μόνῳ· ὑπάρχει γὰρ τῷ Πνεύματι· καὶ τῷ Πατρὶ δὲ ἴσως υπάρχει μόνῳ (τ) αἴτιον) ἀλλ' οὐχὶ καὶ μόνως· οὐ γὰρ ἐνὶ τρό πῳ τῶν ἐξ αὐτοῦ αἰτιός ἐστι, ἀλλὰ διχῶς ὡς Πατήρ τε καὶ προβολεύς· ἀλλ' οὔτε τὸ αἰτιατὸν ὑπάρχει τῷ Υἱῷ μόνῳ, οὔτε τῷ Πατρὶ μόνῳ τὸ αἴτιον, μᾶλλον ἐὲ οὔτε τὸ Πατὴρ ὑπάρχει τῷ Πατρὶ μόνον, ἀλλὰ καὶ τὸ προβολεύς, οὔτε τὸ αἴτιον μόνῳ αὐτῷ. Πώς γὰρ ἂν εἴη προβολεὺς ὁ Πατὴρ δὲ μὴ διὰ τοῦ Υἱοῦ;
col. 33–34page 12 of 116
PG 161:33᾿Αλλὰ τοῦτο μὲν ὕστερον· νῦν δὲ ἀρκεῖ ἡμῖν, ὅτι οὔτε ἡ πρότασίς ἐστιν ἀφ' ἑαυτῆς φανερά, ούτε απ τὸς τὴν ἀνάγκην ἔθηκε τῆς προτάσεως, ἀλλὰ μᾶλλον καὶ αὐτῆς τιθεμένης πολλὰ συνάγονται ψεύδη διὰ τὸ πολλοὺς αὐτὴν περιέχειν προσδιορισμούς, ἀφ᾽ ὧν ἐν ἑκάστῳ συμπεράσματι λαμβάνει κατ' ἐξουσίαν τὸν αὐτῷ χρησιμεύοντα. Ἐχρῆν δὲ πάντας λαμβάνειν, καὶ οὕτω κατεφαίνετο ἂν τὸ ψεῦδος τῆς προτάσεως ἐν τῷ ψεύδει τῶν συμπεραινομένων. Αφελῶς δὲ εἶπε καὶ ὅτι τὸ μόνον ἀεὶ πρὸς τὸ ἀντικείμενον λέγεται τὸ γὰρ πρὸς τὸ ἀντικείμενον λεγόμενον πρός τί ἐστι, ὥστε καὶ τὸ μόνον πρός τί ἐστι· τοῦτο δὲ οὐκ ἀλη θές· τὸ γὰρ μένον πρὸς οὐδὲν ἐστι, ἀλλὰ μᾶλλόνἐστιν ἀποκληρωτικὸν, ἄν τε περὶ προσώπων λέγηται, ἄν τε περὶ ἐνεργείας, ἄν τε περὶ ὁτουοῦν. Αλλ', ὡς ἔοικεν, οὐδεμίαν οἶδεν ἀναφορικοῦ καὶ ἀποκληρωτι τοῦ διαφορὰν ὀνόματος. Εξεστι δὲ σκοπεῖν καὶ ὅπως ὑπ᾽ ἑαυτοῦ συγκρούεται. Εἰπὼν γὰρ ὅτι τὸ μόνον πρὸς τὸ ἀντικείμενον λέγεται, επήγαγε· Μόνον γὰρ Πατὴρ ὁ Πατήρ, ἀλλ' οὐχὶ καὶ Υἱὸς, ὥστε ἐν ταῦθα τὸ Πατήρ ὡς ἀντικείμενον λαμβάνει τῷ Υἱός καὶ ἔστι ψεῦδος, ὅτι μόνον Πατήρ ἐστιν· οὐ γὰρ ἐστιν ὁ Πατὴρ ἐκεῖνο μόνον, καθ' δ ἀντίκειται τῷ Υἱῷ, ἀλλὰ καί τι ἕτερον, καθ' δ ἔχει ἀντίθεσιν πρὸς τὸ ἅγιον Πνεῦμα, ήγουν προβολεύς. Εἶτα ἐπάγει Καὶ μόνον Υιός. ἀλλ' οὐ καὶ Πατὴρ, ὥστε εἰ τὸ μόνον πρὸς τὸ ἀντικείμενον λέγεται, ὡς αὐτὸς οὔτ τω φησίν, οπόταν λέγῃ τὸν υἱὸν εἶναι μόνον Υιόν, ἀλλ' οὐ καὶ Πατέρα, οὐκ εἴργει τὸν Υἱὸν τοῦ προβάλο λειν. Τὸ γὰρ Πατήρ καθό ἐστιν ἀντικείμενον τῷ Υἱῷ, οὐ σημαίνει τὸν προβολές. ᾿Αλλὰ τί δεῖ πᾶσιν ἐπεξιέναι, ἅπερ ἐν τῷ παρόντι επιχειρήματι κακῶς λέγεται, διὰ τὸ σαθρὸν ὑποτεθεῖσθαι θεμέλιον τούτῳ τοὺς ἀναποδείκτους ἐκείνους τῆς προτάσεως προσ διορισμούς, καὶ μὴ πάντας ἐφαρμόζοντας όμοίως πᾶσι τοῖς περὶ Θεοῦ λεγομένοις, ὡς αὐτὸς ἀξιοῖ; Βεβαιοῖ δὲ τὰ τοῦ ἐπιχειρήματος συμπεράσματα, τό τε δηλονότι μόνον τὸν Πατέρα αἴτιον εἶναι, καὶ ἑπομένως τὸ τὸν Υἱὸν αἰτιατὸν εἶναι μόνον, οὐχὶ δὲ καὶ αἴτιον, ζητεῖς τοῦ θείου Δαμασκηνοῦ καὶ Θεο δώρου του Στουδίτου, οὓς οἶμαι πλείω χάριν ἂν ἔχειν αὐτῷ, εἴπερ ἐπειρᾶτο τοῖς τῶν διδασκάλων πλήθεσι συμφώνους δεικνύναι, ἢ εἰ μόνους αὐτοὺς ἀξιοίη τῷ βουλήματι συνηγοροῦντας αὐτοῦ τῶν ἄλ λων διδασκάλων πάντων κατεξανίστασθαι. Χάριεν γὰρ ἔτι καὶ ἀπὸ τῶν ᾀσμάτων πορίζεται τῆς διδα σκαλίας ἑαυτῷ τὴν βεβαίωσιν ἀλλαχόθεν, ὡς ἔοικεν, οὐ δυνάμενο;. ᾿Αλλὰ τοῖς φιλανθρωποτέροις τῶν δια δασκάλων και σοφωτέροις ἀκροαταῖς οὐδὲν ἂν ἔρ γον γένοιτο καὶ τούτους ἀμφοτέρους τοῖς πρώτοις ἐκείνοις καὶ μεγάλοις διδασκάλοις συνάπτειν. Ο μὲν γὰρ τοῦ Θεοῦ μόνον φησὶν εἶναι τὸ Πνεῦμα, τοῦ Πατρὸς δηλονότι καὶ τοῦ Υἱοῦ, ὧν εἶναι Πνεῦμα λέ γεται· οὐ γὰρ ἐκ μόνον φησὶ τοῦ Πατρὸς αὐτὸ εἶναι, ἀλλὰ μόνου τοῦ Θεοῦ εἶναι, δ πάμπολυ διαφέρει. Ο ἱε, εἰ καὶ ἀληθῶς τοῦτο τῆς ἐκείνου θεολογίας Ι, ι.
col. 35–36page 13 of 116
PG 161:35ὅτι μόνος ἀναίτιος αἴτιος, καθ' ὅ σημαινόμενον καὶ τῷ τῆς αἰτίας ονόματι καὶ τῇ ἐκ προθέσει τοὺς Ανατολικοὺς ὁρῶμεν πάντας χρωμένους, ἐξ οὗ δὴ καὶ πᾶσα ἡμῖν ἡ πρὸς Λατίνους ἀνίσχει διαφορά ἀλλ᾽ οὐ λέγει τὸν Υἱὸν παντάπασι πρὸς τὴν τοῦ ἁγίου Πνεύματος πρόοδόν τε καὶ ὕπαρξιν μὴ κοινωνεῖν τῷ Πατρί. Πῶς γὰρ ὅς ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ προϊέναι καὶ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ προ βάλλεσθαι τοῦτο κηρύττει; Οὕτως αὐτῷ τὸ συμπέρασμα ούτε βεβηκὸς οὐδαμοῦ δέδεικται τῆς προ τάσεως αὐτῷ σαλευθείσης, καὶ ἐξ ὧν ὕστερον βε βαιοῦν αὐτὸ βούλεται, οὐδὲν πλέον εἴληφεν εἰς βε βαίωσιν. ἐστὶν αἴτιον εἶναι βούλεται τὸν Πατέρα μόνον, 27, ἔσται; έστι. ΕΦΕΣΟΥ ΚΕΦ. Δ' Ἡμεῖς μὲν τὸν Υἱὸν ἀφαιροῦντες τῆς αἰτίας τοῦ Πνεύματος, οὐδὲν αὐτὸν ἐλαττοῦμεν τῆς τοῦ Θεοῦ καὶ Πατρὶς ἀξίας· οὐδὲ γὰρ ὅλως μεταδοτὸν τὸ τῆς θεότητος αἴτιον λέγομεν, ὥσπερ οὐδὲ τὸ ἀναίτιον τοῦ Πατρὸς, οὐδ᾽ αὐτὴν τὴν πατρότητα. Λατίνοι δὲ μεταδοτὸν τοῦτο φρονοῦντες, εἶτα τὸ Πνεῦμα τούτου λείπεσθαι λέγοντες, πάσαις ἀνάγκαις ἔλαττον αὐτὸ ποιοῦσι τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος καὶ ἀξίας. καὶ κατὰ τοῦτο βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ καὶ κατ' ἄλλα πολλαχῶς ἀναγκάζονται. Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι κανταῦθα πρὸς τὴν κατ' αὐτῶν βλασ φημίαν ἀπολογήσονται τὰ αὐτὰ, οἷα καὶ πρὸς τὸ τῶν ἐπιχειρημάτων ἀπελογήσαντο δεύτερον, ἐπειδὴ καὶ τοῦτο ταυτό ἐστιν ἐκείνῳ, οὐκ οἶδ' ὅπως καὶ τίν σοφίᾳ διαιρεθέν, καὶ ἡ πρὸς ἐκεῖνο δὲ λύσις καὶ πρὸς τοῦτο πάντως ἀρκέσει. Τοσοῦτον μόνον ἐνταῦθα και ρὸν ἂν ἔχοι λέγειν, ὡς εἰ τὸ τῆς τάξεως ἀγαθὸν ᾔδει καλῶς ὁ σοφώτατος ἐκεῖνος ἀνὴρ, εἰ μὲν ὅσον ἦν ἐπιχειρήμασι καὶ λόγοις, οὐκ ἂν ἔθηκεν ὡς δύο διη ρημένως τὰ παντάπασι τὴν αὐτὴν ἔχοντα δύναμι, εἰ δὲ ὅσον ἐν τοῖς θείοις, περὶ ὧν ὁ λόγος, οὐκ ἂν οὔτε τὸ δεύτερον ἐπιχείρημα τότε, οὔτε τὸ τέταρτον δῆθεν όλως ἔθηκε νῦν. Ἀπὸ γὰρ τοῦ τἀγαθὸν τῆς τάξεως ἀγνοεῖν, καὶ αὐτὸς μέγα τι χαρίζεσθαι δοκεῖ τῷ Πατρὶ μόνῳ τὴν αἰτίαν τοῦ Πνεύματος ἀποδιδούς, τὸν δὲ Υἱὸν αὐτῆς ἀφαιρῶν, καὶ τοὺς Λατίνους οίε ται βλασφημεῖν οὐ τὰ αὐτὰ τούτῳ τολμῶντας. Αλλ εἰ μὲν ὅλως τὸ μὴ μετέχον τῆς αἰτίας τῆς ἐν τῷ Πατρὶ ἐλαττόν ἐστι τῆς τοῦ Πατρὸς θεότητος καὶ ἀξίας, ὡς αὐτὸς ἀξιοῖ, Λατίνοί τε βλασφημοῦσιν εἰ; τὸ Πνεῦμα, καὶ αὐτὸς ὁμοίως εἰς τὸν Υἱὸν, καὶ τοσοῦτον αὐτὸς χεῖρον, ὅσον ἐκεῖνοι μὲν ἐξ ὧν τ μῶσι τὸν Υἱὸν ἁμαρτάνειν εἰς τὸ Πνεῦμα προάγινε ται, ὁ δὲ τὸν Υἱὸν τῆς προσηκούσης διὰ φιλονεικία, εἴργων τιμῆς ἅμα καὶ τὸ Πνεῦμα συνεκβάλλει· εἰ δὲ δοθέντος τοῦ τὴν αἰτίαν εἶναι κοινωνητὴν τῷ Υἱῷ, Έλα τον ἔπεσθαί φητι τὸ Πνεῦμα ταύτης λειπόμενον,
col. 37–38page 14 of 116
PG 161:37εἰ μὲν οὐδεὶς ἀξιοῖ τῶν ἁγίων ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ προϊέναι, καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν μίαν ἀρχὴν εἶναι τοῦ Πνεύματος (καὶ πρὸ πάντων αὐτὸς ὁ Υἱὸς πάντα λέγων τὰ τοῦ Πα τρὸς ὑπάρχειν αὐτῷ, καὶ προστιθέασι πάντες πλὴν τοῦ γεννᾶν καὶ πλὴν τῆς πατρότητος), πάντως ή βλασφημία μετὰ τῶν Λατίνων ἐστίν· εἰ δ᾽ ἐκ πολ λῶν καὶ πολλοῖς τρόποις ἀνάγκη δεδομένον εἶναι καὶ κείμενον τὸ τὸν Υἱὸν ἀρχὴν εἶναι τοῦ Πνεύματος,ὁ τὴν αἰτίαν τοῦ Πνεύματος ἀφαιρούμενος τοῦ Υἱοῦ πῶς οὐ πρὸς Θεὸν βλασφημεῖ μᾶλλον αὐτός; Εἰ δὲ τῶν διδα σκάλων ἐκ τοῦ Υἱοῦ λεγόντων εἶναι καὶ προϊέναι τὸ Πνεῦμα τὸ ἅγιον οίεται βλασφημεῖν τοὺς μὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχὴν θεότητος εἶναι λέγοντας, ἅτε τῆς πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ἰσοτιμίας τοῦτο χωρίζοντας, καὶ δὴ οὕτως ἤδη καὶ οὐδὲν ἔλαττον βλασφημήσει, τὸ τῆς βλασφημίας ἔγκλημα τοῖς δια δασκάλοις προσάπτων. Οὐ γὰρ ἐλάνθανεν αὐτοὺς τὸ σοφὸν τοῦτ' ἐπιχείρημα, καὶ ὅτι τὸν Υἱὸν ἀρχὴν τοῦ Ηνεύματος λέγοντες, τὸ δὲ Πνεῦμα μηδενὸς ἀρχὴν εἶναι ὁμολογοῦντες, Ελαττόν τε ποιήσουσι τὸ Πνεῦμα καὶ βλασφημήσουσιν. Αλλ' ὅμως οὔτε βλασφημοῦσι καὶ τὸν Υἱὸν ἀρχὴν τοῦ Πνεύματος λέγουσιν (οὐδ' ἄρα Λατίνοις πάσαις ἀνάγκαις έπεται βλασφημεῖν, τοὐναντίον δὲ μᾶλλον ὑπακούουσι τοῖς τῶν δίδα σκάλων λόγοις καὶ ταῖς τῆς πίστεως ὑποθέσεσιν, ὧν ἡ τῶν θείων προσώπων τάξις ἐστὶ καὶ τῶν προόδων αὐτῶν), οὔτε σφόδρα τιμῶσι τὸν Πατέρα, καθάπερ οὗτος, τὸν Υἱὸν ἀτιμάζοντες, καὶ τῷ Πνεύματι μη δεμίαν υπολείπειν ἡγοῦνται τιμῆς ὑπερβολὴν, ὅταν αὐτὸ λέγωσιν ἐκ τοῦ Πατρὸς προϊέναι καὶ τοῦ Υἱοῦ γνησίως καὶ φυσικῶς. Ταυτὸν γὰρ εἰ; τιμὴν τό τε ἐκ Θεοῦ προϊέναι φυσικῶς καὶ τὸ προάγειν οὕτω Θεόν· εἰ δὲ τὸ μὴ προάγειν Θεὸν ὑφεσίς τις ἔσται τῷ Πνεύματι, καὶ τὸ μὴ προάγεσθαι παρά Θεοῦ ὕφεσις ἔσται τῷ Πατρὶ, πάντως ἀμφοτέρων, ὅπερ εἶπον, ἴσον εἰς τιμὴν δυναμένων, τοῦ τε προάγειν, τοῦ τε προά γεσθαι· ἀλλὰ τὸ παρ' οὐδενὸς εἶναι καὶ τὸ ἀναίτιον, καὶ τὸ μηδενὸς αἴτιον εἶναι, καὶ τὸ παρ' ἄλλου μὲν εἶναι, ἄλλο δὲ προάγειν ἀφ' ἑαυτοῦ, ταῦτα τῷ ἀγαθῷ τῆς τάξεως έπεται, ἣν ἀνάγκη πολλῷ μᾶλλον ἐπὶ τῶν θείων εἶναι προσώπων· καὶ ἡ κατὰ ταῦτα δια φορὰ τάξεως ἐστι διαφορά, πρὸς δὲ τὴν ταυτότητα τῆς οὐσίας τοσοῦτον ἀπέχει τι παραβλάπτειν, ὥστε καὶ αὐτὰ μᾶλλον αὐτὴν δεικνύουσιν ἄντικρυς. Τὸ δὲ τῆς οὐσίας ταυτὸν, φησίν, ὁμολογοῦμεν, ὁ μέγας Βασίλειος, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱός. Καὶ πάν τε, ἵνα μὴ πολλὰ λέγωμεν, οὕτω φασὶν οἱ διδάσκα λει. Μήποτε οὖν ἀναιρεῖται τὸ τῆς οὐσίας ταυτόν ἐπεὶ καὶ οὐκ ἐκ τοῦ Υἱοῦ ὁ Πατήρ; Οὐδαμῶς· οὐκοῦν καὶ ἡ ταυτότης κατὰ τὴν οὐσίαν τοῦ Πνεύματος πρὸς τὴν Πατέρα καὶ τὸν Υἱὸν ἐκ τοῦ διὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς προϊέναι μάλιστ᾽ ἂν καταφαίνοιτο· εἰ δὲ μήθ' ὁ Πατὴρ μήθ' ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος, οὐκ ἂν ἀναι ροῖτο τὸ τῆς οὐσίας ταυτὸν διὰ τοῦτο, οὐδ᾽ ἔλαττον ἂν τὸ Πνεῦμα τῇ θεότητι γένοιτο, οὐδὲ προσίσταται τῷ ἐξ ἀλλήλων εἶναι ἢ ἄλλως πως εἶναι τὰ πρόσωπα ὑπὸ κανόνι, αὐτῷ.
col. 39–40page 15 of 116
PG 161:39οὐδὲν ἕτερον ἢ τὸ ἀγαθὸν τῆς τάξεως μόνον, ὥστε 27, Γ. 189 ἐνθεωρεῖται. Προσώποις 27 189 διαρχία. Μόνον (α) δηλονότι καὶ τὸ ἀνάπαλιν τὸ ἄλλως πως εἶναι ἢ προϊέναι τὸ ἀγαθὸν τῆς τάξεως φθείρει. Τοσοῦτον ἀπέχουσι βλασφημεῖν οἱ μετὰ τοῦ μηδὲν τῶν ἄλλων σαλεύειν, καὶ τὸ τῆς τάξεως ἀγαθόν, ἐφ᾽ ὧν μάλιστα πᾶσα ἀνάγκη, διαφυλάττοντες. Ταύτην ὁπόταν καὶ ὁ γενναῖος οὗτος καὶ συνίδῃ καλῶς καὶ τηρεῖν βου ληθῇ, παύσεται λοιπὸν τοὺς ταύτην τηροῦντας βλασφημεῖν οἰόμενος. ΕΦΕΣΟΥ ΚΕΦ. Ε' Τῶν προσόντων τῇ θείᾳ φύσει τὰ μὲν ἐνικῶς μό νον ἀεὶ λέγεται, καν τοῖς τρισὶ προσώποις ἐνθεωρῆται καθάπερ τὸ Θεὸς καὶ δημιουργὸς καὶ βασι λεὺς καὶ ἀγαθὸς, καὶ εἴ τι τοιοῦτον· εἷς γὰρ Θεός, λέγομεν, καὶ εἶ; Δημιουργός, καὶ εἷς Βασιλεὺς, καὶ εἷς ἀγαθὸς ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τὰ δὲ πληθυντικῶς ἀεὶ, κάν τοῖς δυσὶ μόνοις, ὡς τὸ αἰτιατὸν ἐπὶ Υἱοῦ καὶ Πνεύματος· δύο γὰρ τὰ αἰτιατά, καὶ οὐχ ἐν λέγομεν. Τούτων οὕτως ἐχόντων, ἐπειδήπερ Λατῖνοι καὶ τὸ τῆς θεότητος αἴτιον δυσὶ προσώποις τῷ Πατρί τε καὶ τῷ Υἱῷ νέμουσιν, ἐρώμεθα τούτους, ὁποίᾳ τῶν εἰρημένων μερίδι τοῦτο συνάπτουσιν. Εἰ μὲν οὖν τῇ δευτέρα φήσουσιν, αὐτό θεν δῆλον τὸ ἄτοπον· δύο γὰρ ἔσται τὰ αίτια, καθά περ καὶ τὰ αἰτιατὰ δύο, καὶ οὕτως ἡ δυαρχία πάροδον ἕξει καὶ τὸ πολυύμνητον τῆς μοναρχίας έκποδὼν γενήσεται. Εἰ δὲ τῇ προτέρᾳ, πρῶτον μὲν πῶς; ἐκεῖνα γὰρ κοινά τε καὶ φυσικὰ, καὶ ταῖς τρισί προσώποις ὁμοίως ὑπάρχοντα· ἔπειτα καὶ οὕτω πά λιν εἰς τὸ αὐτὸ περιενεχθήσονται· τὸ γὰρ ἓν αἴτιον ᾗ γεννήτωρ καὶ προβολεὺς, ὅπερ ἐστὶν ὁ Πατὴρ με νος, οὐκ ἔστι ταυτὸν ἀριθμῷ τῷ ἑνὶ αἰτίῳ ᾗ προβολεύς μόνον, ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς αὐτοὶ λέγουσιν· δύο ἄρα καὶ οὕτω τὰ αἴτια καὶ ἀρχαι δύο, καὶ ἡ δυαρχία πανταχόθεν αὐτοὺς περιίστα και. Τὸ τῆς θεότητος αἴτιον, ὡς ἂν αὐτοὶ φαίεν Λατί νοι, διαφόρως τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρόσεστι, καὶ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τῷ Πατρὶ μὲν ᾗ γεννήτωρ καὶ προβολεὺς τῷ Υἱῷ δὲ ᾗ προβολεὺς μόνον. 'Η δὲ διαφορὰ κατὰ τοὺς Πατέρας ἀριθμὸν ἑαυτῇ συνεισάγει. Δύο ἄρα τῆς θεότητος αίτια, καὶ ἡ μα ναρχία κἀντεῦθεν τοῖς Λατίνοις ἐλήλαται Ο ΣΧΟΛΑΡΙΟΣ, Οι Λατίνοι την μίαν ἀρχὴν μάλιστα πάντων οίδασι σώζειν καὶ τὴν διπλὴν ἀρχὴν πανταχόθεν φυλάττονται ἔν τε ταῖς ὁμολογίαις αὐτῶν, ἔν τε δι δασκαλίαις, ἔν τε συγγράμμασι, καὶ τοῦτο παραδι Τ.
col. 41–42page 16 of 116
PG 161:41δόασιν ἐν τοῖς πρώτοις μαθήμασι τῆς πίστεως, οπό ταν αὐτὴν ὥσπερ τινὰ τῶν ἄλλων ἐπιστημῶν ἐν τά ξε: καὶ μεθ' ὑπερβαλλούσης ἐπιμελείας ἐκτιθῶνται τοῖς φοιτῶσιν, οἱ τῆς θεολογίας διδάσκαλοι· οὐ γὰρ ἐπὶ τοῦ πολλὰ τῶν διδασκάλων ἀναγνῶναι βιβλία μικρόν τι πρότερον ῥητορικοῖς μετασχόντες, ή σφί τιν αὐτοῖς τὸ τῶν διδασκάλων ἐπιφημίζουσιν ὄνομα ἢ παρὰ τοῦ δήμου καὶ τῆς τῶν ἀπαιδεύτων κρίσ σεως, μᾶλλον δ' εἰπεῖν ἀκρισίας τοῦτο λαμβάνουσιν, ἀλλ' ὥσπερ οὐδεὶς ἐστιν οὐδ᾽ εἶναι δύναται φιλοσοφίας διδάσκαλος μὴ τὴν ᾿Αριστοτελικήν φιλοσοφίαν καὶ τὰς ἐπ' αὐτῇ τῶν παλαιῶν ἐξηγήσεις καὶ τὰ τῶν νεωτέρων ζητήματα πρῶτον ἐξητακὼς καὶ δυ νάμενος ἀνασκευάσαι πάντα καὶ κατασκευάσαι κα λῶς καὶ λῦσαι πᾶσαν ἀντίθεσιν καὶ περὶ παντὸς ὑπέχειν λόγον ἑτοίμως εἰς φιλοσοφίαν ἀνήκοντος, " οὕτως οὐδὲ τὴν θεολογίαν τινὶ πιστεύουσιν, ἂν μὴ πολλοὺς πρότερον χρόνου; φοιτήσας καὶ πολλὰ δια λεχθεὶς καὶ τοῖς εἰς αὐτὴν ἀνήκουσι πᾶσιν ἐγγυμνασάμενος καὶ τοὺς ἐπὶ πολλῶν διδασκάλων ἐστὶ τούτῳ προκαθημένων πολλάκις πεῖραν τῆς ἐπιστήμης, ἣν δήπου συνείληφε, τοῦ διδάσκειν τὰ περὶ θεολογίας ἄξιος εἶναι δοκιμασθῇ. Καὶ τῇ τῶν εἰδότων κρίζει πᾶσι γνώριμος γένηται καὶ δεῖ πρῶτον μὲν φιλοσόφους εἶναι καὶ διαλεκτικούς, εἶτα θεολογίας ἅπτεσθαι. Οὕτω πολλοῦ ποιοῦνται τὴν θεολογία» Λατῖνος, οὕτω φροντίζουσι τοῦ μηδένα ἂν ἐξ ἀγνοίας ἑαυτῷ, καὶ ἄλλοις αἴτιον βλάβους γίνεσθαι, ἄνευ μεθόδου καὶ τέχνης της μεγίστης τῶν ἐπιστημῶν, θεολογία; απτόμενον. Πῶς γὰρ ἂν καὶ γένοιτό τινι τὰ Επόμενα ταῖς ἀρχαῖς θεωρεῖν καὶ ταύταις συνάπτειν, ἢ χωρίζειν τὰ μὴ ἑπόμενα καὶ ὅλως τοὺς τῆς ἀκο λουθίας λόγους εἰδέναι καλῶς δι' αὐτῶν κανονίζειν πάντα λόγον καὶ πᾶσαν δόξαν, μὴ πολλὰ μὲν ἐν διαλεκτικῇ τοιαῦτα μαθόντι, ταῦτα δὲ πολλάκις ἐν ταῖς ἄλλαις ἐπιστήμαις ἀσκήσαντι, πολλὰ δὲ καὶ ἐκ τῆς ἄλλης φιλοσοφία, συνειληχότι πρὸς τὸ εὖ εἶναι τῆς θεολογικῆς ἐπιστήμης, ἀλλ' οὐ πρὸς τὸ εἶναι συν τείνοντα; "Ολως γὰρ τὸ διαιρεῖν καὶ τοὺς τῶν ἀκου λουθιῶν λόγους, ὧν ἄνευ οὐκ ἔστι θεολογίας εἶναι Ειδάσκαλον, ὥσπερ οὐδ᾽ ἄλλης ἐπιστήμης Αστινος οὖν, ἀδύνατον ἄνευ διαλεκτικῆς καὶ τῆς ἄλλης φιλο σοφίας έχειν καλῶς. Αλλ' οἱ μηδὲν τούτων οὔτε σπουδάζοντε; οὔτε εἰδότες, ἀλλ᾽ ἄνευ μεθόδου πρὸς τὰ ζητήματα καὶ χωρὶς κανόνος ἐπὶ τὰς περὶ τῶν μεγίστων κρίσεις χωροῦντες, οὗτοι τὰ μὲν καθαρά τῶν δογμάτων ὡς κίβδηλα ἂν ἀπωθοῖντο καὶ ἀτιμάζομεν, ἀσπάζοιντο δὲ ῥᾳδίως, εἴ τίς τι προσάγοι καλόν τε καὶ ἀδόκιμον, καὶ ὑποπτεύοιεν μὲν τὰ ἀδεᾶ καὶ πάσης υποψίας ελεύθερα, λέγοιεν δ' ἂν θαρ Σούντως τὰ πολλῆς εὐλαβείας δεόμενα, καὶ πολλῷ οὐδὲ εἶς.
col. 43–44page 17 of 116
PG 161:43μᾶλλον ἐάν τις μηδὲν εἰδὼς εἰδέναι νομίσῃ τε καὶ ὑποληφθῇ. Τί τοίνυν τοιοῦτον ἔχων καταγνῶναι Λα τίνων, ἢ τίνος τῶν ἁρμοττόντων τοῖς καλῶς μέλο λουσι θεολογήσειν εἰδὼς αὐτοὺς ἐνδεῶς ἔχοντας οἴε ται παθεῖν ἂν ῥᾳδίως, ὅπερ αἰσχρόν ἐστι καὶ γεωμέτρην παθεῖν ἐν τοῖς διαγράμμασι, καὶ φυσικὸν ἐν τοῖς περὶ τῶν κινητῶν λόγοις, τουτέστιν ἀναι εῖν τὴν ἀρχήν. Πῶς δ᾽ ἄν τις εὐκόλως πιστεύσεις, γεωμέτρας μὲν ἀγαθοὺς εἶναι καὶ φυσικούς τους Λατίνους. καὶ πάσης ἐπιστήμης εμπεπλησμένους, θεολόγους δὲ εἶναι οὕτω ἀμαθεστάτους, ὥστε δι' ὧν δοξάζουσιν ἀναιρεῖν τινα τῶν τῆς θεολογίας ἀρχῶν, ἣν περὶ πολλοῦ ποιοῦνται φυλάττειν καὶ περὶ ἦς καθ᾿ ἑκά στὴν ἐν ταῖς κοιναῖς, ἐν ταῖς ἰδίαις ὁμιλίαις φιλοσοφοῦσι, καὶ ταῦθ᾽ ἡμῶν βοώντων αὐτοῖς προσέχειν τε καὶ φυλάττεσθαι, καὶ τοῦ πράγματος οὐκ απ σχροῦ μόνον ὄντος, ἀλλὰ καὶ λίαν ἐπικινδύνου; Τ γὰρ αἰσχρότερον ἅμα καὶ ἐπικινδυνότερον, ἢ θεοίσ γίας ἐπιστήμην ἐπαγγελλόμενόν τινα δι' ὧν δοξάζει τὰς τῆς θεολογίας ἀναιρεῖν ἀρχὰς καὶ μηδὲ συνορια καὶ τὴν σωτηρίαν ἀπολλύναι τὴν ἐν τῇ τῆς πίστεως ἀληθείᾳ μάλιστά γε προσγινομένην, τοῦ δὲ καὶ τοσούτους τοῦτο πάσχειν τι ἂν αἴσχιον γένοιτο; Ἐγὼ γὰρ μᾶλλον ἂν ἐπίστευσα Λατίνους οὐκ ἀνα καίαν ἐν τοῖς θείοις τὴν μοναρχίαν εἰδότας λέγειν τι καὶ δοξάζειν, δι' ὧν ταύτην σαλεύουσιν, ἢ ταύτην καὶ τιμῶντας καὶ φυλάττειν ἐθέλοντας εἴπερ τινά τῶν τῆς πίστεως ἀρχῶν, ὅμως ταύτην ἐξ ὧν ἄλλως λέγουσιν ἀναιρεῖν οὐκ εἰδότας, ὅτι πᾶσα ἀνάγκη τοὺς ἐκεῖνα λέγοντας διπλὴν εἰσάγειν ἀρχήν. Τὸ μὲν τῆς κατὰ ἀπόφασιν ἀγνοίας ἂν ἦν, ἣν εἰκός ἐστιν ἀνθρώπους ὄντας παθεῖν, τὸ δὲ τῆς κατὰ διάθεσι, ἁγνείας ἂν εἴη, ἣν οὔτ᾽ ἐν τοῖς θεολογικοῖς οὔτ' Εν τινι τῶν ὑλῶν δυνατόν ἐστι πάσχειν τους διαλεκτικῆς καὶ τῆς ἄλλης φιλοσοφίας οὕτω σφόδρα μετέ χοντας. Εἰ δὲ καὶ πολλοὺς ἄλλους πρότερον ἴσμεν μετὰ τῆς τοιαύτης σοφίας ἐπὶ τοὺς τῶν αἱρέσεων ἀπενεχθέντας κρημνούς, ἀλλ᾽ οὔτε πλῆθος τοσοῦτον οὔθ᾽ ὁμοίως ἦταν σοφοί, οὔτε τῶν τῆς πίστεως ζη τημάτων οὕτως ἐκκεκαθαρμένων ἁπάντων, οὔτε τοσούτων διδασκάλων πρὸς τὴν γνῶσιν τῆς ἀληθείας δυναμένων σφίσιν ἡγεῖσθαι· τὰς μὲν γὰρ ἄλλας αἱρέ σεις ς καὶ δι' ἀλογίαν μᾶλλον καὶ ἀμαθίαν ίσμεν συ στάσας. "Αρειον δὲ καὶ Νεστόριον καὶ Σαβέλλιον σου φοὺς μὲν ἴσως, ἀλλ' ἀπὸ τῶν Γραφῶν ἐπιχειρήσαντας μόνον. Οὔπω γὰρ οὐδενὶ τῶν διδασκάλων τοσοῦτον ἀπεδίδοσαν ἄνθρωποι σέβας, ὥστε ταῖς ἐκείνου ψή φοις ἀναμφισβητήτως προστίθεσθαι· ἴσως γὰρ οὐδὲ ἦν· ἀλλ' ἐν τοῖς πρὸς τοὺς αἱρετικοὺς ἐκείνους ἀγῶ σιν, ὥσπερ ἔν τινι τῶν κοσμικῶν γυμνασίων τῆς τε σοφίας καὶ πίστεως, καὶ τῆς ἐν τοῖς δόγμασιν ἀκριβείας πεῖραν ἕτεροι δεδωκότες καὶ τῆς ἐκκλησίας φωστῆρες ἄντικρυς γεγονότες οὕτως ὕστερον ἐσεβάσθησαν, ὥστε τὴν ἐκείνων θεολογίαν κανόνα καὶ τύπον ἅπασιν εἶναι καὶ νόμους τεθῆναι τοῦτ ἐπιτάττοντα;· καὶ οὕτως εἰσὶ πολλοὶ καὶ τοσαύτας ἕκαστος κατέλιπον βίβλους, ὥστε λοιπὸν περὶ οὐδε νὸς ἀναμφισβητεῖν δύνασθαι τῶν ἐν τῇ θεολογία της τημάτων τε καὶ δογμάτων, τοὺς ὅλως τὰ τοιαῦτα
col. 45–46page 18 of 116
PG 161:45κρίνειν εἰδότας ὑπὸ τοσούτων μὲν διδασκάλων, τοσούτων δὲ βιβλίων ἑκάστου φωτιζομένους· εἰ δέ τι κάν τούτοις διαφωνούν εὑρίσκοιτο, συμβιβάζειν τοῦτο καὶ συνάγειν καλώς ταῖς μεθόδοις ἐκείναις αἷς αὐτοὶ τῆς Ἐκκλησίας οἱ διδάσκαλοι της θείας Γραφὰς συνήγον καὶ συνεβίβαζον κατὰ τῶν διαιρεῖν αὐτὰς πειρωμένων, κάν τῇ διαιρέσει ταύτῃ τὸν τῆς κακοδοξίας ίδρυνόντων θεμένων. Τούτων τοίνυν ἁπάντων οὕτως ἐχόντων, τίς ἂν βαδίως πιστεύσεις Λατίνους δεινὸν μὲν ποιεῖσθαι τὴν δυαρχίαν ἐπὶ Θεοῦ, εἰς ταύτην δὲ συνελαύνεσθαι πάλιν ὡς ἀναγκαίως τῇ δόξῃ ταύτῃ συνεπομένην; η Οὔτε γὰρ αὐτοὶ σοφίας τινὶ τῶν ἁπάντων παραχωροῦσιν, οὔτ᾽ εἰκός ἐστι τοῦτο πάσχειν ὄντας σοφούς, ἀλλὰ μᾶλλον εὔλογόν ἐστι τοὺς οὐ σφόδρα τῆς Λατί νων σοφίας επαΐοντας τὴν πλάνην ταύτην ὑφίστασθαι καὶ νομίζειν ἔπεσθαι τῇ δόξῃ Λατίνων, & καθά παξ ταύτης κεχώρισται. Οτι δὲ οὐδ᾽ ὅλως οἷς ἀξιοῦσι Λατίνοι τὸ ἄτοπον ἐκεῖνο συμβαίνειν δύναται, ἁπλοῦς ἐστι λόγο; ὁ πείθων καὶ ἀληθῆς καὶ ὃν εἴ τις ἐλαύνοι, καὶ πολ λὰς τῆς θεολογίας ἀρχὰς ἀνάγκη τοῦτον συναπωθεῖσθαι. Μια γάρ φασι δυνάμει προβλητικῇ τὸ Πνεῦμα τὸ ἅγιον ὁ Πατήρ καὶ ὁ Υἱός προάγουσι διὰ τὸ τὴν δύναμιν ταύτην τῇ οὐσίᾳ ἕπεσθαι τοῦ Πατρὸ; καὶ τοῦ Υἱοῦ, οὐ ταῖς ἀναφοραἶ;, αἷς διακρίνονται καὶ ὥσπερ ἡ τοῦ γενναν καὶ τοῦ γεννᾶσθαι δύνα μέ; ἐστι μία ἐν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, οὕτω καὶ ἢ τοῦ προβάλλειν μία ἐστὶν ἐν αὐτοῖς· εἴ τις γὰρ δύνα μᾶς ἐστιν ἐν αὐτοῖς παρὰ τὴν τοῦ γεννᾶν καὶ γεννᾶσθαι, μίαν εἶναι ταύτην ἀνάγκη· ἡ δὲ μία δύναμις καὶ μίαν ἐνέργειαν καὶ μίαν πρόοδον καὶ μίαν ἀ χὴν τίθησιν ἐξ ἀνάγκης· οὔτε τοίνυν ἄτοπον μίαν εἶναι δύναμιν ἐν Πατρὶ καὶ Υἱῷ τὴν προβλητικήν, οὔτε ἔπεται ταύτης οὔσης μιᾶς τὴν ἀρχὴν ἐν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τοῦ Πνεύματος μὴ εἶναι μίαν, ἀλλὰ διπλὴν. Ολως δὲ ὁ Πατήρ καὶ ὁ Υἱὸς ἄνευ τῆς προς άλληλα αναφορικῆς ἀντιθέσεως τῆς κατὰ τὸ γεν ναν δηλαδὴ καὶ γεννᾶσθαι τὰ ἄλλα ἓν εἰσι καὶ ἓν διον καὶ ἐν ἀριθμῷ. Ωσπερ τοίνυν εἷς Θεός εἰσι καὶ εἰς δημιουργὸς καὶ εἰς πέμπων, οὕτω καὶ μία ἀρχὴ τοῦ ἁγίου Πνεύματος ἢ εἰς προβάλλων. Εἰ μὲν γὰρ οὐ δύναται κοινωνεῖν τῷ Πατρὶ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως ὁ Υἱὸς δι' ἄλλο τι, ἄλλο; ἂν εἴη λόγο;" εἰ δὲ οὐδὲν προσίσταται ἕτερον, περί γε τοῦ τὴν μοναρχίαν σαλεύεσθαι δέος οὐδέν· ὥσπερ εἰ μὴ ἡδύ κατο ὁ ς δημιουργὸς εἶναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἄστερ καὶ ὁ Πατὴρ, ἄλλος ἂν ἦν λόγος· ἕως δ' ἀνάγκη τὴν δημιουργίαν κοινὴν εἶναι τοῖς τρισί, περὶ τῆς μοναρχίας δέος οὐδέν· μια γὰρ δυνάμει δημιουργοῦσι καὶ ὡς Θεῷ πρόσεστιν ἑκάστῳ τούτων τὸ ἐπ μιου, γεῖν, ὥστε ἐπεὶ εἷς Θεός εἰσι καὶ ἕνα δημιουρ τὸν τούτους εἶναι ἀνάγκη. Εἰ δὲ θαῦμα, τὰς δύο ὑπο 191 α, οὐκ ἔστι.
col. 47–48page 19 of 116
PG 161:47στάσεις μίαν εἶναι ἀρχὴν καὶ μὴ συναλείφεσθαι, μεῖ ζεν ἂν εἴη θαῦμα, ὅτι οἱ τρεῖς ὑποστάσεις μία εἰσὶν ἀρχὴ καὶ οἱ συναλείφονται. ᾿Αλλὰ τοῦτο θαυμάζουσι μὲν πάντες, ὅσοι δήπου καὶ πιστεύουσιν, οὐδὲ ἧττον μέντοι πιστεύουσι, καὶ διὰ τοῦτο πιστεύουσιν ὅτι θαυμάζουσι. Δεῖ γὰρ τὰ θεῖα καὶ ὑπερφυά εἶναι καὶ νοῦ κρείττω καὶ ὑψηλότερα. Οὕτω δ' ἔχει καπι τοῦ προκειμένου. Θαυμαστὸν μὲν γὰρ καὶ θαύματος πλέον, δύο ὑποστάσεις τελείως διακεκριμένας ταῖς ἰδιότησι μίαν ἀρχὴν εἶναι τῆς λοιπῆς ὑποστάσεως καὶ ἀριθμῷ μίαν, καὶ μὴ συνειλήφθαι πρὸς ἑαυτὰς, ἢ μὴ φύσεώς τινι διαφορᾷ πρὸς τὴν ἐξ αὐτῶν προ τοῦσαν ὑπόστασιν διακρίνεσθαι· δεῖ μέντοι τοῦτε ταῖς ἄλλαις ἀρχαῖς τῆς πίστεως συμφωνεῖν καὶ τὴν ἀλήθειαν ἅμα τῷ παραδόξῳ μετ' ἐκείνων εἶναι καὶ ταύτῃ· οὐδὲ δεῖ ψέγειν Λατίνους, εἰ τοῖς τῶν δια σκάλων λόγοις ἑπόμενοι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ εἶναι καὶ μίαν ἀρχὴν αὐτοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν εἶναι πιστεύουσιν, εἶτα λογισμοῖς τισι τὴν ἀπορίαν παραμυθοῦνται τοῦ νοῦ, καθάπερ ἐν ἀπορίᾳ τῆς ἀκρι βείας, ἧς οὐκ ἔξεστιν ἐνταῦθα τυχεῖν, τῷ φανέντι λόγω χρησάμενοι, καὶ ταῦτα τῶν λογισμῶν ἡγεμόνας αὐτοὺς τούτους, παρ' ὧν καὶ τὴν δόξαν ταύτην ἔσχον, λαμβάνοντες· τοῦτο γὰρ οὐδεμίαν ἂν παρ' εξα γνώμοσι δικασταῖς μέμψιν δέχοιτο· ἀλλ' εἰ φιλονεικίας εἵνεκα τῆς πρὸς ἡμᾶς, δόξαν κρατύνειν ἐθέλοντες ξένην πάντη καὶ παρ' αὐτῶν πρώτων καὶ μόν νων ἐξευρημένην, εἰς τούτου; δὴ τοὺς λογισμούς ὑπὸ σοφίας ἀνθρωπίνης προήχθησαν, τὸ ψεῦδος τῆς δια νοίας καὶ τὴν ἀπάτην λόγοις εὐπρεπέσι συγκαλύπτειν πειρώμενοι, τοῦτ' ἂν ἔδει τούτων σφόδρα κατα ηγορεῖν μηδὲ βούλεσθαι συγχωρεῖν αὐτοῖς τὰ τοιαῦτα καινοτομοῦσι· πολλοῦ δὲ δεῖ τις ἀληθῶς Λατίνοις τοιαύτην μέμψιν ἐπάγειν. Οὐδὲ γὰρ ἐνὶ διδασκάλῳ οὐδ᾽ ἑκάστου ῥήσεσιν ὀλίγαις καὶ ἀσαφέσιν, ἀλλὰ πᾶσιν ὁμοῦ τοῖς ἰδίοις καὶ τῶν ἡμετέρων τισὶ πολ λαχοῦ καὶ ὥσπερ ἐπίτηδες περὶ τούτου διεξιούσι πι στεύσαντες οὕτως ἐπὶ τὴν δυνατὴν τοῦ τοῖς ἁγίοις δοκοῦντος ἦλθον συνηγορίαν καὶ ταύτην οὐκ ἀποδεικνύναι τὸ ζήτημα, ἀλλὰ τὴν ἀπορίαν σφίσι τε αυτ τοῖς καὶ τοῖς σκανδαλιζομένοις τῶν ἀδελφῶν παρα μυθεῖσθαι καὶ λύειν ἀμηγέπη πειρώμενοι, καθάπερ ἐπὶ τῶν ἄλλων ζητημάτων τῆς πίστεως, εἴποιεν ἂν καὶ πάνυ σπουδάζειν, εἴ τις αὐτῶν ἐγκαίρως πυνθάνοιτο. Καὶ ταῦτα μὲν εἴποιεν ἂν οἱ τοῖς Λατίνος συνηγορεῖν ἐθέλοντες ὑπὲρ τῆς μοναρχίας, μᾶλλον δὲ ὑπὲρ ἑαυτῶν καὶ σφόδρα δεήσονται τοῦ ἀνδρὸς μὴ δεδιέναι περὶ αὐτῶν, μήποτε πάροδον τῇ δυαρχία δῶσιν, ὡς αὐτὸς λέγει, δι' ὧν ὑποτίθενται καὶ πιο στεύουσιν· τὴν δὲ τοῦ ἐπιχειρήματος ἀνάγκην πολυ λοῦ δέουσιν αὐτοὶ δεδιέναι, μήποτε ισχυρά τις ἢ ἄλυτος ᾗ· οὕτω ῥᾳδίως ἔχουσι λύειν. Ἐρυσι τοίνυν πρῶτον μὲν πολλὰ καταγινώσκειν αὐτοῦ τῆς προτάσεως. Λαμβάνει τε γὰρ τὴν ἀνάγ κην ἀπὸ τοῦ λόγου του λεκτικοῦ, τὰ προσόντα τῇ θεία φύσει λέγων διττῷ τρόπῳ λέγεσθαι· τοῦτον δὲ
col. 49–50page 20 of 116
PG 161:49δήπου τὸν λεκτικὸν λόγον εἴ τις ἐν τοῖς περὶ της πίστεως βούλοιτο διασώζειν, πολλὰ μὲν άτοπα συγ χωρήσει· ἀνελεῖ δὲ οὐκ ὀλίγα τῶν ὁμολογουμένων αὐτίκα γὰρ τὸ Πνεῦμα Υἱοῦ λέγεσθαι σημεῖον ποιουμένων ἡμῶν τοῦ καὶ ἐκ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, ὑμεῖς ἀντιλέγετε, μηδεμίαν ἀναφορὰν ἐν τῷ λόγῳ τούτῳ δεῖν νοεῖν ἐξ ἀνάγκης ἀποφαινόμενοι, εἰ μὴ τὴν τῆς φύσεως ταυτότητα μόνην· ὅθεν καὶ τὸ Πνεῦμα Πατρὸς καὶ Πνεῦμα ἐκ Πατρὸς οὗ ταυ τὴν ἀξιοῦτε σημαίνειν· ἀλλ' ἐκεῖνο μὲν τὴν τῆς αἰτίας σχέσιν, τοῦτο δὲ τὴν τῆς φύσεως· οὐδὲ τοίνυν εἰ μὲν ὁ Πατὴρ ἐκ τοῦ Πνεύματος οὐ λέγεται, θαυ μάζειν οὐ δεῖ· τὰ γὰρ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα· εἰ δὲ μὴ λέγεται Πατὴρ Πνεύματος, ὅστις δὴ τρόπος τοῦ λόγου τὴν φυσι κὴν σημαίνει ταυτότητα, θαυμαστὸν ἂν εἴη· οὐ γὰρ Πατρὶ μὲν Πνεῦμα ταυτὸν τῇ φύσει, ὁ δὲ Πατέρ ἄλλως ἔχει πρὸς τὸ Πνεῦμα. Οὐκοῦν ὅσον ἔκ γε τῆς ἀληθείας τοῦ πράγματος καὶ τὸν Πατέρα τοῦ Πνεύ ματος ἐχρῆν λέγεσθαι· ἀλλ' οὐ λέγεται, ἵνα μή τις ὑπολάβοι τὸ Πνεῦμα γεννᾶσθαι· ἀλλ᾽ εἰ καὶ μὴ δύ ναται τοῦτο λέγεσθαι ταύτης ἕνεκα τῆς αἰτίας, ὅσον Εκ γε τοῦ πράγματος ἀληθές ἐστι τὸν Πατέρα εἶναι λέγειν τοῦ Πνεύματος, εἴ γε ἡ τοιαύτη ἀπόδοσις σχέσιν μόνην φύσεως, οὐδεμίαν δὲ ἀναφορὰν αἰτίας σημαίνειν δύναται, καθὼς ὑμεῖς ἀξιοῦτε· καὶ πολ λαχοῦ διαμάρτοι τις ἂν τῆς ἀληθείας τάχιστα καὶ τοῦ πρέποντος, ἂν πάντα τῷ λεκτικῷ λόγῳ διδοὺς ἐπί τε τῶν θείων ἐπί τε τῶν ἀνθρωπίνων τῆς ἀλη θείας θήραν ποιοῖτο. Επειτα καὶ λίαν ἀποδεχόμεθα, ὅτι συγχωρεῖς δυσί τισι προσώποις μόνοις ἔν τινι τῶν ἁπάντων εἶναι κοινωνίαν τινα οἷον Υἱῷ καὶ Πνεύματι τὸ αἰτιατὸν κοινὸν εἶναι λέγεις· οὐ γὰρ ἐξέσται σοι ἀρνεῖσθαι καθόλου καὶ Πατρὶ καὶ Υἱῷ μόνες ἐν ἄλλῳ πράγματι κοινωνίαν εἶναι τινά. Ερωτῶντι δέ σοι, τίνι μέρει τῆς σῆς διαιρέσεως την ἡμετέραν δόξαν φέροντες τιθέαμεν, δηλονότι τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀρχὴν εἶναι τοῦ Πνεύματος ἢ αἰτίαν ἡ αἴτιον ἢ ὅπως ἂν ἐθέλοις καλεῖν, ἀποκρινόμεθα, ὅτι τῷ δευτέρῳ μέρει συντάττομεν ὅσον κατὰ τὸ πρᾶγμα καὶ πάνυ. Εστι γὰρ ὥσπερ δυσ προσώποις κοινὸν τὸ ἐκ τῆς αἰτίας εἶναι, οὕτω καὶ Ευσὶ προσώποις τὸ τῆς ἀρχῆς πρᾶγμα καὶ ὄνομα· καὶ καθάπερ ἡ κοινωνία τοῦ αἰτιατοῦ οὔτε συναλείφει τὸν Υἱὸν καὶ τὸ Πνεῦμα οὔτε τῆς πρὸς τὸν Πατέρα η συμφυΐας ἐκβάλλει, ᾧ μὴ κοινωνοῦσι τῆς τοῦ αἰτια τοῦ προσηγορίας τε καὶ τοῦ πράγματος, οὕτω καὶ ἡ τῆς ἀρχῆς κοινωνία οὔτε τὸν Πατέρα συναλείφει καὶ τὸν Υἱόν, οἷς τοῦθ᾽ ὑπάρχει, οὔτε τοῦ Πνεύματ τος τούτους κατὰ φύσιν ἀποδιίστησιν, ἅτε μὴ μετα έχοντος τοῦ σφίσι κοινοῦ. Τούτων εἵνεκα τῷ δεν τέρω μέρει τῆς διαιρέσεως τὴν ἡμετέραν ἀποδιδόπ μεν δόξαν, ὅσον κατὰ τὸ πρᾶγμα, ἐπεὶ περὶ πραγ μάτων ἡμῖν ὁ λόγος καὶ ἡ σπουδή. Εἰ δ᾽ ἐστί τι καὶ ἀνόμοιον ἐν τῷ λέγεσθαι τούτων ἑκάτερον τῶν κοι νῶν, οὐκ ἀπὸ τῆς τοῦ πράγματος εἰδότε; φύσεως τὴν διαφορὰν ἀπαντώσαν, ἀλλ' ἐκ τῆς τῶν προσώπων οὔτε
col. 51–52page 21 of 116
PG 161:51ποιότητος, οὐ διαφερόμεθα. Τί γάρ, ὅτι ἐκεῖνα μέν πολλά μόνησεν. μόνη. 193 2, κειτοίη. δύο αἰτιατά, ταῦτα δὲ μία ἀρχὴ καὶ μία αἰτία λέ γονται; ἐκεῖνα μὲν γὰρ αἰτιατὰ λέγεσθαι δεῖ, ὅτι καθὸ δύο εἰσὶν αἰτιατά, ἐπειδὴ καὶ καθὸ αἰτιατά ούτωσί, τρόπῳ δηλαδή διαφέρω, τὸν ἀριθμὸν ἔχει καὶ τὴν δυάδα· ὁ δὲ Πατὴρ καὶ Υἱὸς οὐ καθὸ δύο, αρχή εἰσι τοῦ Πνεύματος, ἐπεὶ οὐδὲ καθὸ ἀρχὴ τοῦ Πνεύματος εἰσι δύο, ἀλλὰ καὶ ἄλλο τι. Εἰ γοῦν τὴν ομοιότητα τῆς προσφορᾶς τοῦ κοινοῦ ἄλλο τι κωλύει, οὐ δεῖ διὰ τοῦτο τὴν ἐν τῷ πράγματι ὁμοιότητα τῆς κοινωνίας ἐκβάλλειν, οὐδὲ τῆς διαιρέσεως τῆς σῆς Έξω τιθέναι παντάπασι, ἐξὶν ἐν ἑνὶ τῷ δευτέρω μέρει ταύτην τιθέναι, καὶ πάνυ καλῶς· οὐδ᾽ ἀνυπαρξίαν ταύτης κατηγορεῖν, ὅτι μὴ ὁμοίως ἄλλῃ τινὶ προφέρεσθαι δύναται· τὸν γὰρ αὐτὸν τρόπον καὶ ἡμῖν ἄλογον ἄλλο τι συμβαίνει, εἰ τὴν Πατέρα και τὸν Υἱὸν μίαν ἀρχὴν εἶναι τοῦ Πνεύματος πεπιστευκότες μηδεμίαν κοινωνίαν ἐν Υἱῷ καὶ Πνεύματι τοῦ ἐξ αἰτίας εἶναι τιθοῖμεν, ὅτι μὴ δύνανται ἐν αἰτα τὸν λέγεσθαι, ὥσπερ καὶ ὁ Πατήρ μετὰ τοῦ Υἱοῦ μία ἀρχή· οὐ γὰρ πρὸς τὸν λόγον, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀλήθειαν ἀφορῶντας ἡμᾶς τε καὶ σὲ καὶ πάντα νοῦν ἔχοντα περὶ τῶν τοιούτων ἀποφαίνεσθαι δεῖ τῆς κατὰ τὸν λεκτικὸν ἀνομοιότητος λόγον αἰτίαν, καὶ συνορῶντας καλῶς καὶ μηδὲν κώλυμα ταύτην ἡγουμένους εἶναι τῷ πράγματι. Χάριεν δὲ καὶ ὅτι καθάπερ ἀσθένειαν μόνῳ τῷ σῷ ἐπιχειρήματι καὶ τῷ τούτου συμπεράσματι συνειδὼς καὶ τὸ σοφὸν ἐκεῖνο τοῦ Καβάσιλα συνῆψας ἐνθύμημα, καθάπερ επεισόδιον τοῖς σαῖς αὐτὸ ποιησάμενος περὶ ὅπερ ἐκεῖνος πόλλ' ἐμόγησεν Τοῦτό σε μόνον ἴσως εξαιτιάσεται πρὸς τὸν ἄνδρα, ὅτι τοῖς ἐκείνου τὰ ἐκείνου συνάπτεις· ἐκ γὰρ τῶν ἐκείνου καὶ τὰ σὰ τυγχάνειν δοκοῦντα είληπται, συνθήκῃ μόνον καὶ φράσει, καὶ ἴσως οὐδὲ βελτίονι διαφέροντα. Αλλ' ἡμεῖς, ὅτι τε ἐγκαίρως συνήπται καὶ ὅτι πρὸς ἐκεῖ. νον χωρὶς ἀπολελογήμεθα, περιττὸν ἡγούμεθα νῦν τὴν προσθήκην ἐξετάζειν ἐκείνην ἀρκεῖ τοσοῦ τον εἰπεῖν ὅτι ἓν αἴτιον τοῦ Πνεύματος καὶ μίαν ἀρχὴν ᾗ προβολέα τὸν Πατέρα καὶ τὸν Υἱὸν ἡμεῖς θαρρούντως ἂν εἴποιμεν, ἐν δὲ αἴτιον ᾗ γεννήτορα καὶ προβολέα οὐκ ἂν εἴποιμεν, οὐδ᾽ οὕτω χυδαίας ἴσμεν θεολογεῖν, ὥστε μάτην ἄν τις ζητοίη πό τερον ἔν τι λέγομεν εἶναι καὶ ταυτὸν ἀριθμῷ ταῦτα ή μή λέγομεν· ὧν θάτερον οὐδὲ λέγομεν ὅλως. Οπόσα δὲ ἄλλα περιττά τῷ ἐπιχειρήματι τούτῳ τοῦ Και βάσιλα τῷ πρώτῳ κεφαλαίῳ τῆς καθ' ἡμῶν αὐτῷ συγγεγραμμένης βίβλου τυγχάνοντι σύνεσμεν, ἰδίως, ὡς εἴρηται, παρ' ἡμῶν ἐξητάσθη τε καὶ ἠλέγε χθη καλῶς ἐν ταῖς πρὸς αὐτὸν ἀντιῤῥήσεσιν. τοῦ πρώτου κεφαλαίῳ. 1. τοῦ πρώτου κεφαλαίου. ἀντιρρήσεις
col. 53–54page 22 of 116
PG 161:53ΕΦΕΣΟΥ ΚΕΦ. Γ. β Θωμᾶς ὁ τῶν Λατίνων διδάσκαλος, ἀξιῶν μιᾷ τῶν ἀντιθέσεων ἀνάγκην εἶναι τὰ θεαρχικά πρόσωπα διακρίνεσθαι, ἐπειδὴ, φησὶν, ἡ ὑλικὴ διάκρισις ἐν τοῖς θείοι; χώραν οὐκ ἔχει, τὴν κατὰ σχέσιν ἀντίθεσιν βού λεται μόνην εἶναι τὴν διακρίνουσαν, ὡς ἑτέρας τῶν ἀντιθέσεων οὐκ ἐχούσης χώραν. Δεικτέον οὖν ἡμῖν, ὡς μᾶλλον ἱκανὴ πρὸς διάκρισιν ἡ τῶν ἀντιθέσεων ἀντιφατικὴ, καὶ ταύτῃ μόνῃ κατὰ τοὺς θεολόγους ἀλλή λων πάντα τὰ θεῖα πρόσωπα διακρίνονται. Πρώτον μὲν οὖν ἐκεῖ ο δῆλον ἐπὶ τῶν θείων ὡς ὁ ἑκάστου τῆς ὑπάρξεως τρόπος αὐταρκέστατος πρὸς τὴν ἀφ' Ετέρου διάκρισιν τρόπους δὲ ὑπάρξεως ἐπὶ τῶν θείων προσώπων οἱ θεολόγοι τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτὸν λέγουσιν, ἤτοι καθολικώτερον φά να:, τὸ ἀναίτιον καὶ τὸ αἰτιατὸν, ἅπερ ἀλλήλοις δῆ λον ὡς ἀντιφατικῶς ἀντίκεινται· τὸ γὰρ ἔχον αἰτίαν καὶ τὸ μὴ ἔχον αἰτίαν ἀντίφασις. Ο μὲν οὖν Πατὴρ Υἱοῦ καὶ Πνεύματος τούτοις ἀντιφατικῶς διακρίνεται, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα πρὸς ἄλληλα τοῖς τῶν οἰκείων αὖθις ὑπάρξεων τρόποις· τὸ γὰρ γεννητῶς εἶναι καὶ τὸ μὴ γεννητῶς, ἀλλ' ἐκπορευτῶς τρόποι τε ύπάρ ξεων ἐπὶ τούτων εἰσὶ καὶ ἀλλήλοις ἀντιφατικῶς ἀν τίκεινται· καὶ τοῦτο περὶ τοῦ Πνεύματος ὁ Θεολόγος Γρηγόριος λέγει· Προϊὸν μὲν ἐκ τοῦ Πατρὸς, οὐχ υλικῶς δέ· οὐδὲ γὰρ γεννητῶς, ἀλλ' ἐκπορευτῶς. Αὕτη μὲν οὖν ἡ διάκρισις κατὰ τὴν ἀντίφασιν οὖσα καὶ τῇ ἀληθείᾳ σύμφωνος καὶ τοῖς θεολόγοις ἅπασι καὶ πάντα τὰ θεῖα πρόσωπα δύναται διακρίνειν· ἦν δὲ εἰσάγει Θωμᾶς ὡς μόνην ἱκανὴν οὖσαν, τὴν κατὰ σχέσιν λέγω, τὸν μὲν Πατέρα τῶν ἐξ αὐτοῦ προελθόντων, Υἱοῦ καὶ Πνεύματος διακρίνει, τὰ δὲ λοιπὰ τῶν προσώπων ἀλλήλων οὐδ᾽ ὁπωτοῦν· οὐδὲ γὰρ αἴτιον θατέρου θάτερον· οὐδὲ φαίνεται ταύτην οὐδεὶς τῶν θεολόγων την διάκρισιν εἰρηκώς, ἀλλὰ τοὐναντίον ἀπαν· Μόνος γὰρ αἴτιος ὁ Πατὴρ, φησὶν ὁ Δαμασκηνός· καὶ ὁ Νύσσης Γρηγόριος· Τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν ἄλλην φησὶ παρὰ τὴν εἰρημένην· ἡ δὲ ἦν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν δηλονότι καθόλου δὲ οὐ τολμη Τον εἰπεῖν ἢ ἐννοῆσαι παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα Διονύσιος ὁ κλεινὸς ἀπο φαίνεται. Ο ΣΧΟΛΑΓΙΟΣ, Οἱ Λατῖνοι πολλοῖς καὶ ἄλλοις χρώμενοι διδα σκάλοις, οὐ τῷ Θωμά μόνον, ο; ἐν τοῖς ὕστάται; Γ. Ἐπὶ τῶν θείων (α) Γάρ
col. 55–56page 23 of 116
PG 161:55(α), χρόνοις τούτους επλούτησαν πάντος μὲν ὁμοίως οὔτε. σέβονται καὶ τιμῶσιν, ὅτι σφίσι τῆς ἐπὶ τὴν τῆς πίστεως ἀλήθειαν καὶ τὸν μετ' ἀρετῆς βίον ὁδοῦ γε γόνασιν ἡγεμόνες, καὶ τοῖς ὑπ' ἐκείνων προτιθεμένοις μαθήμασιν ὡς καλοὶ προσέχουσι μαθηταί, ἀπλάνους διδασκάλους εἶναι τούτους πολλαῖς ἀπο δείξεσι καὶ πολλοῖς σημείοις πεισθέντες, ὧν μέγι στόν ἐστιν ἁπάντων καὶ φανερώτατον, ὅτι τῶν κοι νῶν τῆς Ἐκκλησίας σφίσι δογμάτων προέστησαν καὶ τῶν τῆς θεολογίας κανόνων ἔχονται πανταχού, τῶν τε θείων δηλονότι λογίων καὶ τῆς τῶν Πατέ ρων διδασκαλίας τῆς περὶ ταῦτα ἀκριβείας οὐδα μῶς ὑφιέντες. Πάντας μὲν οὖν, ὅπερ εἶπον, τιμῶ σιν ὁμοίως, τοὺς δὲ σοφωτέρους μᾶλλον θαυμάζου τες καὶ μᾶλλον αὐτοῖς προσέχουσι, κοινῇ μὲν πάν τες, μάλιστα δὲ ὁπόσοι παρακολουθοῦσι τούτοις καλῶς, νοῦν ἐπιστήμονα καὶ σπουδαῖον Θεοῦ χάρι τι καὶ σπουδῇ μακρᾷ καὶ παρακολουθεῖν δυνάμενον ἔχοντες. Εἰσὶ τοίνυν πολλοὶ τῶν ὑστέρων Θωμα μὴ σφόδρα τοῦτ' ἐπαινοῦντες, ὅτι νομίζει μὴ ἂν δύο νασθαι τοῦ Πνεύματος τὸν Υἱὸν διακρίνεσθαι, εἰ μὴ θάτερον ἐκ θατέρου προῖοι, ἀλλ' ἀρχεῖν ἡγοῦνται πρὸς τὴν τούτων διάκρισιν τὸ τῆς προόδου παν ρηλλαγμένον, καὶ μηδενὸς ἄλλου τῆς διαφορᾶς αι του παρόντος, καὶ τοῦτο συγχωροῦσι πᾶσι Γραι κοῖς οὐδὲ θέλουσιν ἀντιλέγειν. Ἀλλὰ καίτοι τῷ Θωμᾷ μεμφόμενοι τῆς ἐντεῦθεν ἐπιχειρήσεως, οὐ δὲ τοῦ συμπεράσματος όμως καταφρονοῦσι καὶ πολλοῖς αὐτοὶ λόγοις ἑτέροις τοῦτο δεικνύουσιν. Οὐδὲ γὰρ εἴ τις ἐν τούτῳ μὴ λέγοντα τὸν Θωμᾶν ἀναγκαῖα δείξει, ἢ τοὺς ἄλλους πρὸς τὸ αὐτὸ συμ πέρασμα λόγους αὐτοῦ περιόψεται σαφῆ τὴν ἀνάγ κην ἔχοντας, ἢ τὴν δόξαν αὐτὴν ἀτιμάσει, ἣν ἀλη θῆ τε οἶδεν οὖσαν αὐτὸς καὶ λόγοις πολλοῖς ἀπο δεικνύναι ταύτην ἀντιῤῥήτοις δυνήσεται. Αλογον γὰρ ἂν εἴη παντάπασιν ἀρνεῖσθαι βούλεσθαι τὴν συνεγνωσμένην ἀλήθειαν δι' ἀσθένειαν τῶν ταύτῃ συνηγορούντων, πολλῶν μὲν ταύτῃ πειρωμένων συνηγορεῖν, οὐχ ὁμοίως δὲ πάντων, ἀλλὰ τῶν μὲν ἀσθενέστερον, τῶν δὲ ἰσχυρότερον. Οὕτω γὰρ καὶ τὰ τῶν κοινῶν διδασκάλων ἡμῖν κρίνεται δήπου και ἡ τῶν ἐπιχειρημάτων καὶ λόγων διαφορά, οἷς τὰ τῆς πίστεως διδάσκουσί τε ἡμᾶς δόγματα καὶ διεκ δικοῦσιν ἔκ γε τῶν αὐτοῖς μαχομένων, οὐδένα ποιεῖ τῆς ἀληθείας ὑπερορᾷν. Ισμεν γὰρ οὐ μόνον ἄλλους ἄλλων περὶ τῶν αὐτῶν σοφώτερόν τε καὶ ἀκριβέστερον πραγματευσαμένους, ἀλλὰ καὶ αὐτοὺς ἑκάστου; πολλοῖς μὲν ἀναγκαίοις ἐπιχειρήματι χρον (α)
col. 57–58page 24 of 116
PG 161:57μένους τοὺς ἑκάστης ἀληθείας ἀπόδειξιν, καί τινα δ' ἐκ περιουσίας, ὡς οὕτως εἰπεῖν, προστιθέντας, ἴσως οὐ πρὸς ἀπόδειξιν, ἀλλὰ πρὸς βεβαίωσιν τοῦ προκειμένου ταῦτα συνάπτοντας, καὶ σοφίαν ἐπιο δεικνυμένους τοῖς ἀπὸ τῆς ἀνθρωπίνης σοφίας κατὰ τῆς ἀληθείας στρατευομένοις· καίτοι καὶ τῆς τοιαύ της ἄνευ ἀνάγκης οὐδὲν ἀπᾷδον ἦν ἀνθρώπους ἄνω τας καὶ λογισμοῖς τισιν ἀνθρωπίνοις ἀμέμπτως δου λεύειν καὶ σαφίαν τοῖς μαθηταῖς χρῆμά τι θεῖον καὶ μέγιστον ἐπιδείκνυσθαι. Εἰ γοῦν ταῦτα Θωμᾶ τις μέλλοι κατηγορεῖν, ἢ τῆς ἀληθείας θωμα χάριν, ἐξέσται καὶ πᾶσι τοῖς βουλομένοις τῶν κοινῶν τῆς Ἐκκλησίας διδασκάλων κατηγορεῖν, ἢ καὶ τὴν ὑπ' αὐτῶν διδασκομένην ἀλήθειαν ὀλίγου ποιεῖσθαι. ᾿Αλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ σὺ γὰρ, ένα τοὺς ἄλλους διδασκάλους παρῶ, ἐν οἷς ἔστι διαφορὰν καὶ βαθμὸν, ὅσον πρὸς τὴν τῆς ἀληθείας ἀπόδειξιν καὶ τὴν ἰσχὺν τῶν ὑπὲρ ταύτης λόγων, τιθέναι, οὐ πάντα ἂν ἐπαινέσειας τὰ τοῦ Καβάσιλα, οὐδ' ἂν πᾶσιν ὁμοίως ὡς μετ' ἀνάγκης εἰρημένοις τε θείης, ἀλλ' ἔστιν ὁ καὶ παρέλθοις ὡς ἐκ πολλῆς ερημένα περιουσίας (οὕτω γὰρ λέγειν βέλτιον) ἀλλ' οὐ διὰ τοῦτο καὶ τοῦ συμπεράσματος καὶ τῶν ἄλλων αὐτοῦ πρὸς τοῦτο λόγων καταφρονεῖς, ὑπὲρ ὧν καὶ τὴν ψυχὴν ἑτοίμως ἔχεις προέσθαι. Τούτων τοίνυν είνεκα τοῖς ἄλλοις ἐπιχειρήμασι καὶ λόγοις, δι' ὧν ὁ Θωμᾶς τῇ δόξῃ ταύτῃ συνηγορεί, τὴν ἀκρίβειαν καὶ τὴν ἀνάγκην μαρτυροῦντες οἱ μετ' ἐκεῖνον τὰ τοιαῦτα σκεψάμενοι τὸν περὶ τῆς δια κρίσεως τοῦτον λόγον οὐκ ἀποδέχονται, ἀλλ' οὐ διὰ τοῦτο καὶ τὴν τοιαύτην ἀποπέμπονται δόξαν, ἣν πολλαῖς, μᾶλλον δὲ πάσαις ἀνάγκαις ἀληθῆ τυγχά γειν καὶ πιστεύουσι καὶ δεικνύουσιν. Οὐδέ σοι τοί νυν μέγα λυσιτελήσει σαλευόμενος οὗτος ὁ λόγος, εἶτε καὶ σαλεῦσαι τοῦτον ἡδύνασο· νῦν γὰρ δήπου παντάπασιν ἀδυνάτως ἔχεις καὶ καθάπερ ὁ Θωμᾶς ἐν τούτῳ τῷ λόγῳ σαθρώς τε καὶ ἀνισχύρω; συνηγορεύσας ὤφθη τῇ δόξῃ, ἣν δι᾿ ἄλλων πολ λῶν ἰσχυρῶς ἀποδείκνυσιν, οὕτω καὶ σὺ σαθρῶς τε καὶ ἀνισχύρως νῦν ἐλέγχεις τὸ ψεῦδος, ἵνα μὴ μόν νον ἐν τοῖς κατὰ τῆς ἀληθείας ἀγῶσιν, ἀλλὰ δὴ κάν τοῖς τοῦ ψεύδους ἐλέγχοις φανῆς ὀλίγα δυνάμενος. Καίτοι καὶ τοῦτο σαθρότητος ἄν τις εἴποι δεῖγμα σαφέστατον, ὅτι σαπραίς τισι καὶ παλαιαῖς ἀντιλογίαις βούλει τοὺς Λατίνους ἐλέγχειν. "Α γὰρ φῂς πρὸς τὴν τοῦ Θωμᾶ ἀπὸ τῆς διακρίσεως ἐπιχείρησιν εἶπε μὲν ὁ Καβασίλας καὶ πολλοὶ πρὸ ἐκεί νου καὶ μετ' ἐκεῖνον, καὶ πάντες ταύτην μεμψάμενος φαίνονται. Κυδώνης δέ τις συνηγορίαν τῷ Θωμά χαριζόμενος οὐδέν τι δυναμένας τὰς ἀντιλογίας ταύτας ἱκανῶς ἀποδείκνυσιν, ὥστε καὶ μη 194 μέλοι. σαφώς, (α) ὁ Κυδώνη, συναγορεύσας. Μου., ἀπό τε τῆς διακρίσεως ἐπιχειρήμασιν.
col. 59–60page 25 of 116
PG 161:59δένα λοιπὸν εὑρεθῆναι μέχρι τοῦ νῦν τὴν συνηγορίαν ἐκείνην ἐλέγχοντα, ζήλῳ τῆς ἀληθείας ἢ φει δοῦ τῆς τοῦ Καβασιλα δόξης τοσαύτην συμφορὰν πεπονθυίας. Ταύταις τοίνυν ταῖς ἀρχαίαις καὶ ἀτι μωθείσαις ἀντιλογίαις πάλιν ὡς γενναίοις ὅπλοις θαῤῥῶν τοῖς πρώτως ἐξευροῦσι συγκινδυνεύεις. Εχρήν δέ σε μᾶλλον δεῖξαι τὴν Κυδώνην κατα σοφιζόμενον τούτων δὴ τῶν ἀντιλογιῶν, καὶ τότ' ἂν πρὸς τὴν μέμψιν Θωμᾶ καὶ τῶν ἐκείνου λόγων ἐπανῆλθες ἐγκαίρως· ὥστε σε λοιπὸν μηδ' ἀπολογίας ἀξιοῦν εἶναι χρείαν πρὸς ταῦτα. Αρκούσι γὰρ αἱ τοῦ Κυδώνη καὶ λίαν, πρὸς ἃς οὐκ ἂν ἔχοις ἀν τιβλέπειν, είπερ οὐδ᾽ ἔσχες ἄχρι τοῦ νῦν. 'Αλλ' ίνα, νῦν μάθοις, εἶναι τινας οὐ μόνον σου σοφωτέρους, ἀλλὰ καὶ τοῦ Κυδώνη πλέον εἰδότας, καίτοι σφόδρα τῶν σῶν ὑπερέχοντος διδασκάλων, συγχωρουμέν σοι ταῦτα τὸν Θωμᾶν οὐκ ἀναγκαίως εἰπεῖν καὶ τὸν ἐκείνῳ συμμαχοῦντα Κυδώνην ἐν μὲν τοῖς ἄλλοι; καὶ γενναίως καὶ μετὰ τῆς ἀληθείας τοῦτο ποιεῖν εἰ δὲ τούτῳ τῷ μέρει γενναίως μὲν καὶ ἀληθῶς πρός γε τὸν Καβασίλων Αγωνίσθαι, ὃς ᾤετο Θωμάν ἐλέγχειν μηδόλως τοῦτο δυνάμενος, πρὸς δὲ τὴν ἀλήθειαν ἥκιστα ἱκανῶς. Αλλ' οὐκ ἐντεῦθεν καὶ τὸ συμπέρασμα ἀνελοῦμεν δι' ἂς ἔφθημεν εἰπόντες αἰτίας. Ικανὴν γὰρ εἶναι διάκρισιν Υἱοῦ καὶ Πνεύματος τὴν ἐκ Πατρὸς διάφορον πρόοδον καὶ εἰ μετὰ Θωμᾶν συγχωροῦσι· τοῦτο δ' αὐτὸ καὶ μάλιστα τοῦ καὶ τὸν Υἱὸν ἀρχὴν εἶναι τοῦ Πνεύματος αἴτιον, πιστεύουσιν εἶναι, εἴπερ ἡ μὲν διαφορὰ τῆς προόδου τὴν τοιαύτην ἐν αὐτοῖς τάξιν ποιεῖ, τῇ δὲ τοιαύτῃ τάξει καὶ ἡ τοῦ Πνεύματος ἐκ τοῦ Υἱοῦ πρόοδος πε ται. Αρκεῖ μὲν οὖν διακρίνειν αὐτὰ τὸ διαφόρως ἐκ Πατρός προϊέναι, ἀλλὰ τῷ διαφόρως ἐκ Πατρὸς προϊέναι τὸ ἐκ θατέρου θάτερον προϊέναι ἔπεται ὥστε παρὰ τοτοῦτον οὐ διακρίνεται ὁ Υἱὸς τοῦ Πνεύματος τῇ κατ' αἰτίαν ἀναφορικῇ ἀντιθέσει, καθά φησιν ὁ Θωμᾶς, παρέσον οὐ ταύτῃ διακρίνεται πρώτως, ἀλλὰ διακρίνεται μὲν τῇ διαφόρῳ προσδι πρώτως· ταύτῃ δὲ καὶ ἡ κατ' αἰτίαν ἀντίθεσις ἕπεται. Ταῦτα μὲν οὖν ὅτι τε οὕτως ἔχει καλῶς καὶ ὅτι καὶ πρὸ τοῦ Καβάσιλα πολλοὶ τῶν Λατίνων, εὐλα βῶς ἀντιλέγουσι τῷ Θωμᾷ καί φασιν αὐτὸν ἁπλούστερον τῷ λόγῳ χρήσασθαι τούτῳ, ἄλλων ἀγωνισμάτων ἂν εἴη σκοπεῖν καὶ δεικνύναι· ὅτι δὲ οὔτε τὸ συμπέρασμα ἀναιρεῖς, εἰ καὶ Θωμῖν ἐλέγχειν ἔμελλες οὔτε ἱκανῶς ἐλέγχεις καὶ ἐπηδόλως, τὸ μὲν οἱ Λατίνοι δῆλον ποιοῦσιν, οὔτε τιθέμενοι τῷ Θωμᾷ λίαν ἐν τούτῳ τῷ μέρει, οὔτε τὴν θέσιν ἀρνούμενος, τὸ δὲ αὐτὸς ἔδειξας τοὺς ἐληλεγμένους ἐλέγχους αὖθις παράγων εἰ; μέσον, ου; εἰ καὶ μὴ Κυδώνης φθάσας ηὐτέλησεν, οὐδὲν χαλεπὸν ἦν καὶ ἄλλους ὁμοίως ἐκείνῳ τοῦτο ποιεῖν. 195 Εμελες. "Ισως έμελλες.
col. 61–62page 26 of 116
PG 161:61ΕΦΕΣΟΥ ΚΕΦ. Ζ' (!). Εἰ τὸ αἰτιατὸν διαφόρω; υπάρχει τῷ Υἱῷ καὶ τῷ Πνεύματι (τὸ μὲν γὰρ γεννητὸν, τὸ δ' ἐκπορευ τόν), ἡ δὲ διαφορὰ κατὰ τοὺς Πατέρας ἀριθμὸν ἑαυ τῇ συνεισάγει, δύο ἄρα τὰ αἰτιατά, ὁ Υἱὸς καὶ τὴ Πνεῦμα· κατὰ τὸν αὐτὸν δὴ τρόπον, εἰ τὸ τῆς θεότ τητο; αἴτιον διαφόρως Πατρὶ καὶ Υἱῷ πρόσεστιν (ἡ μὲν γὰρ γεννήτωρ καὶ προβολεύς, ὁ δὲ προβολείς μόνον), δύο ἔσται τὰ τῆς θεότητος αίτια, τῇ διαφορά τοῦ ἀριθμοῦ ἑπομένου, τουτέστι τῆς δυάδος κατά τὴν τῶν θεολόγων ἀπόφασιν σεν, Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι πάλιν ἐνταῦθα τὸ ἄτοπον τοῦτο καὶ ἀδύνατον, ᾧ περιβαλεῖν αὐτοὺς (δ) ἀνὴρ ἐπεχείρη καὶ συνερᾷν καὶ φεύγειν ἐροῦσι καὶ κατ᾽ οὐδέ να τρόπον είνεκα τῆς τοιαύτης δόξης αὐτῶν τοῖς τῆς ἀτοπίας ταύτης δικτύοις ἁλίσκεσθαι. Απλώς μὲν οὖν αὐτοῖς ἡ πρὸς τὸ τῶν ἐπιχειρημάτων πέμ στον ἀπολογία ἀρκέσει τοῦτο δεικνύουσιν· ἐν μέρει δὲ καὶ πρὸς τὸ παρὸν ἐπιχείρημα ἀπολογούμενοι ποιήσουσι τοῦτο καταφανές, ῥᾳδίως τὴν εἰς ἄτοπον ἀπαγωγὴν διαλύοντες Εστι δὲ ἡ τῆς ἀπαγωγής ταύτης δύναμις αὕτη· Εἰ τὸ τῆς θεότητος αυτον πρόσε στι Πατρὶ καὶ Υἱῷ, ἐπεὶ πρόσεστι τοῦτ' αὐτοῖς διαφόρως, δύο ἔσται τὰ τῆς θεότητος α τια· ἀλλὰ τὸ επόμενον ἀδύνατον, καὶ τὸ ἡγούμενον ἄρα. Ὅτι μὲν οὖν διαφόρως αὐτοῖς πρόσεστι, λαμβάνει λέγων· ὁ μὲν γὰρ γεννήτωρ καὶ προβολεύς, ὁ δὲ προβολείς μόν νον· τὴν δὲ ἀκολουθίαν ἐκ τοῦ τῶν ἁγίων ἀξιώματος δείκνυσι λεγόντων, ὅπου διαφορά τίς ἐστιν, ἐκεῖ καὶ ἀριθμὸν εἶναι. Τοῦτο δὲ καὶ ἐκ τινος ἐν τοῖς θείει; ὁμοίους πιστούται· Διότι γάρ, φησί, καὶ τὸ αἰτιατὸν Υῷ καὶ Πνεύματι ἐνυπάρχον διαφόρως ἔνεστι, διὰ τὸ τῶν διδασκάλων ἀξίωμα καὶ δύο εἶναι αἰτιατὰ ἀνάγκη τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. Η πρὸς ταῦτα τοίνυν λύ σις καὶ πάνυ σαφής ἐστι. Τὸ μὲν γὰρ προβάλλειν οὐ πρόσεστι Πατρὶ καὶ γιῷ διαφόρως, ὅσον προς τὸ τὸν μὲν Πατέρα είναι γεννήτορα καὶ προβολέα, τὸν δὲ Υἱὸν προβολέα μόνον· ταῦτα γὰρ οὐ ποιοῦσε διαφορὰν ἐν αὐτοῖς ὅσον πρὸς τὸ προβάλλειν· ἡ γὰρ τοῦ προβάλλειν ἐνέργεια, δι᾿ ἣν ἐστι καὶ ὑφέστηκε τὸ Πνεῦμα τὸ ἅγιον, μία καὶ ἡ αὐτή ἐστιν ἐν Πατρί καὶ Υἱῷ, κἂν ὁ μὲν Πατὴρ προάγῃ καὶ τὸν Υἱὸν κατὰ γέννησιν, ὁ δὲ Υἱὸς μηδὲν τοιοῦτον εἰ μὴ τὸ προβάλο λειν ἔχῃ. Αλλ' εἴ τι βούλοιτο λέγειν ἀληθῶς καὶ οἰο κείως, μᾶλλον ἂν λέγοι διαφόρως ὑπάρχειν Υἱῷ καὶ Πατρὶ τὸ προβάλλειν, ὅσον τῷ μὲν Πατρὶ δι' ἑαυτὸν, τῷ δὲ υἱῷ διὰ τὸν Πατέρα τοῦτο πρόσεστι, τουτέστιν ἐκείνῳ μὲν ἀναιτίως, τῷ δὲ Υἱῷ αἰτιατῶ;, ὑπερ ἀριθμὸν ἐπιδέχετα τουτέστι διαφόρως ὑπάρχει τῷ Υἱῷ και τῳ Πνεύματι 199, διαλύοντος. τ ἱτία.. των έπεται ἀριθμός ήτοι ανά; Έπεται διαφ με τῷ αἰτία της θεότητας.
col. 63–64page 27 of 116
PG 161:63ἔνιο: ἀρχοειδῶς καὶ οὐκ ἀρχοειδῶς λέγουσιν. Εἰ δὲ καὶ τοῦ διακεκρ. καὶ ἂν οὗτος τίθησι διαφορὰν ἐπὶ ταύτην ἔλκειν τις βουληθείη, οὐδὲν ἀδύνατον ἔψεται. Ερεῖ γὰρ διαφόρῳ; Υἱῷ καὶ Πατρὶ προσεἶναι τὸ προβάλλειν, ὅσον ὁ μὲν γεννήτωρ καὶ προβολεύς, οἷον ἐν τῷ γενναν προβολεὺς καὶ διὰ Λόγου προβολεύς· ταυτὸν δὲ εἰπεῖν πηγὴ καὶ ἀρχὴ τῆς θεότητος ὅλης, ὁ δὲ προβολεύς μόνον ήγουν προσεχὲς καὶ ἄμεσον τοῦ Πνεύ ματος αἴτιον. Ταῦτα δὲ ὅτι οὐ ποιοῦσι διαφοράν τοιαύτην, ὥστε καὶ ἀριθμὸν εἰσάγειν, δῆλον· τούν αντίον γὰρ μᾶλλον καὶ διὰ τὸ διακεκρίσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν τῷ γεννᾷν καὶ γεννᾶσθαι, καὶ εἴ τι κοινόν ἐστιν ἐν αὐτοῖς, μετά τινος νοείται διαφορᾶς. Δεῖ γὰρ ἅπαν ὑπάρχον ἐν αὐτοῖς τὸ αὐτὸ τῷ μὲν Πατρὶ ἀνάρχως εἶναι καὶ ἀναιτίως ὡς πηγή, τῷ δὲ Υἱῷ αἰτιατῶς, ὡς προείρηται, καὶ οὐχ ἐν δν τες ταύταις διακρίνονται ταῖς διαφοραῖς, ἀλλὰ δια κεκριμένοι ταῖς ὑποστατικαῖς ἰδιότησι τῶν προς να των αὐτοῖς κοινῶν τούτῳ κοινωνοῦσι τῷ τρόπῳ. Εἰ δὲ τὸ διαφόρως προβάλλειν οὕτως, ὡς εἴρηται, διαφορὰν ἐν αὐτοῖς ἐποίει καὶ διάκρισιν ἀριθμοῦ, ἦν ἂν καὶ τὸ εἶναι καὶ ἡ οὐσία καὶ ἡ θεότης καὶ πάντα ἁπλῶς τὰ κοινὰ ἀριθμῷ διακεκριμένα, ότι τῷ μὲν Πατρὶ ταῦτα ἀναιτίως καὶ παρ' οὐδενὸς, ἀλλὰ δι' ἑαυτὸν πρόσεστιν, Υἱῷ δὲ παρὰ τοῦ Πατρός καὶ διὰ τὸν Πατέρα· ἀλλ᾽ οὐκ ἔστι ταῦτα νοῦν ἔχω. τος ἀξιοῦν. "Οθεν καὶ τὸ ὑπὸ τῶν διδασκάλων λεγό μενον οὐχ ἁπλῶς δεῖ νοεῖν τε καὶ λύειν. Ἡ γὰρ διαφορά, φησί, καὶ ἀριθμὸν εἰσάγει· τοῦτο δὲ οὐ ταυτόν ἐστι καὶ τῷ· Η διαφορὰ ἀριθμὸν ποιεῖ τὸ μὲν γὰρ περὶ διαφορᾶς ἑπομένης τῇ κατὰ τὸν ἀριθμὲν διακρίσει, τὸ δὲ περὶ διαφορᾶς, ἥτις ποιη τική ἐστι τῆς τοιαύτης διακρίσεως· λέγεται ὥσπερ διαφορὰ μὲν ἀριθμοῦ ποιητικὴ ἐν τοῖς θείοις ἡ κατὰ τὸ γεννᾶν καὶ γεννᾶσθαί ἐστι, καὶ προβάλλειν καὶ προβάλλεσθαι, καὶ ἡ τοῦ γεννασθαί τε καὶ προ βάλλεσθαι· ἡ δὲ τοῦ προβάλλειν διαφορά, καθό μετά τινος τοῦτο διαστίξεως ἐν τῷ Πατρὶ καὶ τῷ γιῷ θεωρεῖται, επομένως δὲ προσωπικῇ τούτων Υἱῷ διακρίσει, σημεῖον ἂν εἴη μᾶλλον τοῦ ἀριθμοῦ, ὥστε παρὰ τὴν ὁμωνυμίαν τοῦ διαφέρω; ἐνυπάρχειν ὁ ἀνὴρ οὗτος σοφίζεται· τὸ γὰρ αἰτιατὸν διαφόρως ἐνυπάρχον Υἱῷ καὶ Πνεύματι ποιητικόν ἐστιν ἐν αὐτοῖς ἀριθμοῦ· ἐπειδὴ τῷ διαφόρως ἐκ Πατρίς προϊέναι διακρίνονται, τῷ γεννᾶσθαι δηλονότι καὶ ἐκπορεύεσθαι, καὶ οὐδενὶ ἄλλῳ καὶ κατ' αὐτόν τὸ δὲ αἴτιον διαφόρως ἐνυπάρχον Πατρὶ καὶ Υἱῷ οὐκ ἔστι ποιητικὸν ἀριθμοῦ καὶ διακρίσεως, ἀλλ ἐκ τῆς κατ' ἀριθμὸν αὐτῶν διακρίσεως μᾶλλον ἔπε ται· διότι γὰρ δύο ὑποστάσεις εἰσὶ τῇ τοῦ γενναν καὶ γεννᾶσθαι διαφορᾷ ἡ ἰδιότητι διακεκριμέναι καὶ ὅλως τῷ ἀνάρχῳ τε καὶ τῷ ἐξ ἀρχῆς, ἐντεῦθεν συμ βαίνει καὶ τὴν τοῦ προβάλλειν ἢ τοῦ αἰτίου κοινωνίαν μετά τινος διαστάξεως ἐν αὐτοῖς νοεῖσθαι, ὥσ (α)
col. 65–66page 28 of 116
PG 161:65περ δὴ καὶ τὴν τῶν ἄλλων κοινωνίαν, ἅπερ τὰ αὐτὰ φύσει πρόσεστιν. Ωσπερ οὖν τὸ εἶναι καὶ ἡ ἀγαθό της καὶ ἡ θεότης καὶ ἡ φύσις καὶ τὰ τοιαῦτα ἐν εἰσιν ἐν αὐτοῖς, οὕτω καὶ τὸ προβάλλειν καὶ εἷς εἰσι προβολεὺς καὶ ἐν αἴτιον καὶ μία ἀρχὴ τοῦ ἁγίου Πνεύματος. Οὐ ταυτὸν ἄρα δύναται τό τε διαφόρως αἰτιατὰ εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, καὶ τὸ δια φόρως προβάλλειν τὸν Πατέρα καὶ τὸν Υἱόν. Εκεί νη μὲν γὰρ ἡ διαφορὰ τὸν τῆς ὑπάρξεως τρόπων διάφορον ποιοῦσα καὶ πλῆθος ποιεῖ καὶ διάκρισιν αὕτη δὲ ἡ διαφορὰ τῷ διαφόρῳ τῆς ὑπάρξεως ἀπο μένη τρόπῳ οὐδὲν τοιοῦτον ποιεῖ. Καὶ καθόλου δὲ ὁ διάφορος τῆς προόδου τρόπος ἐν μὲν τοῖς προϊοῦσι πλῆθος ποιεῖ καὶ διάκρισιν, ἐν δὲ τῇ ἀρχῇ πολλοῦ γε καὶ δεῖ· ἡ γὰρ ἂν καὶ ὁ Πατὴρ ἐαυτοῦ διακρίνε το, ἄλλως προάγων ἐξ ἑαυτοῦ τὸν Υἱὸν καὶ ἄλλως τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ ὁ Πατήρ μία ἀρχὴ ἐστιν Υιοῦ καὶ Πνεύματος, καίτοι διάφορος οὖσα τούτων ἀρχὴ, ὅτι τοῦ μὲν γεννήτωρ, τοῦ δὲ προβολεύς, εξω δηλον ὅτι καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο εἶναι ἀρχὰς διὰ τὸ διαφόρως αὐτοῖς εἶναι ταυτὶ τὸ τῆς ἀρχή, πράγμα καὶ ὄνομα οὐδεμία ἀνάγκη. Εἰ γὰρ μηχανῇ τινι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἦν ἐν πρόσωπον, οὐκ ἂν διὰ τοῦ θ' ἑαυτοῦ διεκρίνετο ὅτι τὸ Πνεῦμα τὸ ἅγιον διαφόρῳ τρόπῳ προῆγε. Νῦν δὲ δύο μέν εἰσι καὶ πρόσωπα δύο ὁ Πατήρ καὶ ὁ Υἱὸς δι' άλλην αἰτίαν, τουτέστι διὰ τὸν διάφορον τῆς ὑπάρξεως ἐν αὐτοῖς τρόπον· ἀλλ᾽ οὐκ εἰσὶ δύο ἀρχαὶ τοῦ Πνεύματος διὰ τὸν διάφορον τῆς ἀρχῆς λόγον ἐν αὐτοῖς εὑρισκόμενον, ἀλλὰ μᾶλλον ἀρχὴ μία καὶ εἶ, προβολεὺς διὰ τὴν μίαν ἀριθμῷ δύναμιν καὶ ἐνέργειαν, ᾗ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἀναφέρονται, μὴ προσισταμένης τῆς ὑποστατικῆς αὐτῶν διακρίσεως. Ωσπερ οὐδὲ ἄλλο τι ἀνταίρει αὕτη τῶν κοινῶς καὶ ὡσαύτως καὶ ἐνικῶς ὑπαρχόντων αὐτοῖς, οὕτω ἔωλον αὐτῷ καὶ τοῦτ᾽ ἐστὶ τὸ ἐπιχείρημα. Ελελήθει γὰρ αὐτὸν ἐπὶ πᾶσιν, ὅτι τὸ μὲν δια φέρω; αἰτιατὸν ὑφίστησι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ὡς ὁ διάφορος τρόπος τῆς ὑποστατικῆς τούτων ὑπάρξεως, τὸ δὲ διαφόρως αἴτιον τὸν Πατέρα καὶ τὸν Υἱὸν οὐχ ὑφίστησιν, εἴπερ ἐκεῖνα μὲν οὐκ ἂν εἶεν δύο μὴ διαφόρως ὄντα αἰτιατά, τὰ δὲ καὶ ἅμα τοῦ διαφόρως προβάλλειν δύο ὑποστάσεις διακεκριμένας τυγχάνουσιν. ΕΦΕΣΟΥ ΚΕΦ. Η' Πνεῦμά φασιν οἱ θεολόγοι τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως. Εἰ δὲ τὸ αὐτὸ καὶ τῆς τοῦ Υἱοῦ ὑποστάσεως εκπορεύεται, τί γε άλλο ἢ ἐκ δύο ἐκπορεύεται ὑποστάσεων; Τὸ δὲ ἐκ δύο ὑποστά στων εκπορευόμενον τί γε ἄλλο ή δύο τὰς ἀρχὰς ἔχει τῆς ἑαυτοῦ ὑπάρξεως; Οὐκ ἄρα Λατῖνοι τὴν δυαρ χίαν ἐκφεύξονται, μέχρις ἂν καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον είναι λέγωσιν. 150, διακρίνοιτο. (5, φησιν ὁ Νισσεὺς θεολόγος.
col. 67–68page 29 of 116
PG 161:67Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι τὴν ὑπόστασιν καὶ τὴν οὐσίαν εἰ καὶ ἁπλῶς διαφέρειν ἡγοῦνται, ὡς τὸ κοινὸν τοῦ ἰδίου, κατὰ τοὺς θεολόγους τῆς Ἐκκλησίας, ἀνθ' ὅτου καὶ τρεῖς μὲν ὑποστάσεις, μίαν δὲ οὐσίαν πιστεύουσιν, ἀλλ' ἐν ἑκάστῃ ὑποστάσει τοῦτ' αὐτὸ τὴν ὑπόστασιν καὶ τὴν οὐσίαν ταυτὸν εἶναι νομίζουσιν οὐδὲ διαφέρειν, εἴ τις λέγοι τε ἐκ τῆς οὐσίας τοῦ Πατρός γεννᾶσθαι τὸν Υἱὸν καὶ αὖθις ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς λέγοι τοῦτον γεννᾶσθαι (ἐν γὰρ τῷ Πατρὶ ἥ τε οὐσία αὐτοῦ καὶ ἡ ὑπόστασις ἓν ἐστι πράγμα), τοσαύτης μόνον ἐνυπαρχούσης αὐτοῖ; δια φορᾶς, ὅτι ἡ οὐσία τῷ λόγῳ τῆς ὑποστάσεως ἐγε κλείεται, είπερ ὑπόστασις ἐστιν ουσία μετὰ αναφορά, ἡ δὲ ὑπόστασις τῷ πράγματι τῆς οὐσίας ἐγκλείεται, ὡς ὑπ' αὐτῆς καὶ ἐν αὐτῇ μορφουμένη καὶ εἰδοποιουμένη, ἄλλως παντάπασιν ἡ ἐπὶ τῶν κτι στῶν ἔχουσι πραγμάτων, ἐν οἷς ἡ ουσία τὴν ἐνέρ γειαν καὶ τὸ εἶδος ἐν τῷ ἀτόμῳ καὶ ἐκ τοῦ ἀτόμου λαμβάνειν εἴωθεν. Οὐδ᾽ ἔστι χωρίζειν τὴν οὐσίαν τοῦ Πατρὸς λέγοντας καὶ τὴν πατρικὴν ὑπόστασιν ἡ γὰρ οὐσία τοῦ Πατρὸς ἡ ὑπόστασίς ἐστι τοῦ Πατρός, εἰ καὶ μὴ ἔστιν ἡ τοῦ Πατρὸς ὑπόστασις ἡ θεία οὐσία ἁπλῶς· ὥστε ὁ λέγων ἐκ τῆς πατρικής ὑποστάσεως ἐκπορεύεσθαι τὸ Πνεῦμα, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸ λέγειν δύναται, ὡσαύτως δὲ καὶ ὁ λέγων ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ εἶναι τοῦτο, καὶ ἐκ τοῦ Υἱοῦ πάντως ἐρεῖ καὶ τῆς υἱικῆς ὑποστάσεως· καὶ ὥσπερ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ οὐκ ἐξ ἀνάγκης τὴν διττὴν εἰσάγει ἀρχὴν, οὕτω καὶ τὸ ἐκ τῆς ὑποστάσεως τῆς τοῦ Πατρὸς καὶ τῆς ὑποστάσεως τῆς τοῦ Υἱοῦ οὐδὲν ταοῦτον εἰσάγει. Οἱ μὲν οὖν Λατίνοι ταῦθ' οὕτω λέγοντες καὶ μηδεμίαν εἶναι νομίζοντες διαφορὰν οὐσίας καὶ ὑποστάσεως ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑποστάσει κατὰ τὸ πρᾶγμα, ἀλλὰ λόγῳ μόνον αὐτὰ διαφέρειν, οὐδὲ εἰς τὸν τῆς δυαρχίας οίονται κατενεχθῆναι ἄν ποτε κρημνόν. Ἐπεὶ δὲ ὁ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως λόγος σχεδὸν ἅπας τῆς ἀληθινῆς πί στεως λόγος ἐστὶν, οὔτε τῇ παρούσῃ πραγματεί συμφέρων, οὔτε σφόδρα δυνατὸς ἂν εἴη νῦν πραγ ματεύεσθαι· ἀλλ' ἀρκεῖ ταύτην αὐτοῦ τὴν ἐπιχεί. ρησιν λύσασιν ἀπαλλάττεσθαι· πλὴν γὰρ τοῦ περὶ τῆς οὐσίας καὶ τῆς ὑποστάσεως λόγου οὐδ᾽ ἀντιλογίας ἀφορμὴν ἂν ῥᾳδίως παράσχοι· οὕτω σφόδρα 27, Γ. 197 λέγει ἐστὶν ἀφελής. Λέγει γὰρ ούτωσί· Οἱ θεολόγοι φασὶ τὸ Πνεῦμα τῆς πατρικῆς ἐκπορεύεσθαι ὑποστάσεως (αινίττεται δὲ δήπου τὸν Νύσσης Γρηγόριον)· ὥστε εἰ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀληθὲς ἂν εἴη λέ γειν ὁμοίως, ὅτι καὶ ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἐκπορεύεται· εἰ δὲ τοῦτ᾽ ἐστὶν, ἐκ δύο ἀρχῶν ἐκ. πορεύεται τὸ Πνεῦμα τὸ ἅγιον· τὸ γὰρ ἐκ δύο υπου στάσεων ἐκπορευόμενον ἀδύνατον μὴ καὶ ἐκ δύο ἀρχῶν ἔχειν τὴν ὕπαρξιν. Θαυμάσειε δ' ἄν τις καὶ λίαν, εἰ ταῦτ᾽ ἀληθῆ νομίζων εἶναι, καὶ ἀναγκαία, οὐχὶ καὶ τῆς κτίσεως τρεῖς ἀρχὰς εἶναι πιστεύει,
col. 69–70page 30 of 116
PG 161:69Στα ἐκ τριῶν ὑποστάσεων δημιουργουμένης· οὐ γὰρ δήπου τὸν μὲν ἕνα Θεόν δημιουργὸν ἐρεῖ τῆς κτί σεως εἶναι, ἑκάστην δὲ τῶν θείων ὑποστάσεων τοῦτο εἶναι ἀρνήσεται. Εἰ δὲ βοήσεται, καθώς οι πολλοί, τὴν διαφορὰν τῆς δημιουργίας καὶ τῶν θείων προόδων, μετὰ τῶν πολλῶν καὶ αὐτὸς τετάξεται· ἡ γὰρ διαφορά αὕτη οὐδὲν αὐτῷ βοηθήσει, ἕως ἂν ἀξιοίη τὸ ἐκ δύο ὑποστάσεων προϊόν δύο ἀρχὰς ἔχειν. Εἰ μὲν γὰρ ἐπὶ τῆς παρούσης μόνον ὑποθέσεως τοῦτ' ἀξιοῖ, λαμβάνει τὸ ζητούμενον· εἰ δ᾽ ἁπλῶς καὶ και θόλου, οὐδεμίαν ἀποφυγὴν ἕξει λοιπὸν τοῦ τρεῖς ὑπολαμβάνεσθαι τοῦτον ἀρχὰς λέγειν τῆς κτίσεως ἐξ ὧν ἀξιοῖ. Εἰ δ' αἱ τρεῖς ὑποστάσεις δημιουργού σαι τὴν κτίσιν εἷς εἰσι ταύτης δημιουργὸς καὶ μία ταύτης ἀρχὴ, μὴ προσισταμένης τῆς προσωπικῆς αὐτῶν διακρίσεως, ἐπεί τοί γε οὐ κατ' ἐκεῖνο καθό εἰσι τρία, ἀλλὰ κατ᾽ ἐκεῖνο, καθό εἰσιν ἐν τὴν κτι σιν δημιουργοῦσι, καὶ αἱ δύο ἄρα ὑποστάσεις εἷς εἰσι τοῦ Πνεύματος προβολεὺς τῷ αὐτῷ λόγῳ καὶ μία τούτου ἀρχή, μηδὲν ἐναντιουμένης τῆς ὑπου στατικῆς αὐτῶν διακρίσεως, διὰ τὸ οὐ κατ' ἐκεῖνο, καθό εἰσι δύο, ἀλλὰ κατ᾽ ἐκεῖνο, καθό εἰσιν ἓν, προάγειν ἐξ ἑαυτῶν τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ῥτον ἂν ἐνοῖντο κατά τι κοινῶς αὐταῖς ἐνυπάρχον αἱ τρεῖς ὑποπτάσεις ἢ αἱ δύο (τοὐναντίον γὰρ ἄν τις μᾶλλον ὑποπτεύσειε), οὐδὲ μᾶλλον ἐνοῦνται τῇ πρὸς τὴν κτίσιν ἀναφορὰ ἡ τῇ πρὸς ἑαυτὰς αἱ τῆς θεότητος ὑποστάσεις. Η δημουργὸς μὲν εἷς εἰσιν αἱ τρεῖς ὑποστάσεις, διότι ἔξω ἑαυτῶν ἐνεργοῦσιν, εἷς δὲ προβολεὺς οὐ δύνανται ὁ Πατήρ εἶναι καὶ ὁ Υἱὸς τοῦ ἁγίου Πνεύματος, διότι τὴν τοιαύτην ενέργειαν ἐν ἑαυτοῖς ἐκπληροῦσιν, ὁμοούσιον προάγοντες πρόσωπον; Χωρὶς γὰρ τοῦ ψεῦδος εἶναι τὸ τὴν ἑνότητα τῶν προαγόντων ἢ τὸ πλῆθος ἐκ τῆς τῶν προϊόντων λαμβάνεσθαι φύσεως, ἀλλ' ὅπως ἂν ἔχοι τὰ προϊόντα, εἴπερ ἐγχωρεῖ τὰς τρεῖς ὑποστάσεις ἕνα δημιουργόν εἶναι διὰ τὴν μίαν τοῦ δημιουργεῖν δύναμιν καὶ ἐνέργειαν, καὶ τὰς δύο ὑποστάσεις οὐδὲν κωλύει ένα προβολέα εἶναι διὰ τὴν μίαν τοῦ προς βάλλειν ἐνέργειάν τε καὶ δύναμιν. Χωρὶς τοίνυν του του πέρα ἂν αἰνίγματος εἴη, εἰ Θεὸς μὲν εἷς εἰσι διότι μια δυνάμει τὴν κτίσιν δημιουργοῦσιν, εἰς δὲ προβολεὺς οὐκ εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱός, καν μια δυνάμει τὸ Πνεῦμα προάγωσι, καὶ εἰ τῇ πρὸς τὴν κτίσιν ἀναφορᾷ τὴν ἑνότητα μᾶλλον ἔχουσιν ἢ τῇ πρὸς ἑαυτά. Αλλ' ἀφέντες αὐτὸν διαλεκτικῶς ἐξε τάζειν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν ἔλθωμεν καὶ τοὺς ἐκ ταύτης ἐλέγχους. Πρῶτον μὲν οὖν οἱ τὸ Πνεῦ μα τὸ ἅγιον ἐκ τῆς πατρικῆς ὑποστάσεως εἶναι λέ γοντες ἢ ἐκπορεύεσθαι ἴσον λέγουσι τῷ ἐκ τοῦ Πα τρὸς ἐκπορεύεσθαι· καὶ πατρικὴν ὑπόστασιν τὸν Πατέρα νοοῦσιν· ἄλλως γὰρ ἀδύνατον ἔχειν· ἐκ δὲ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν τοῦ Πατρὸς ὀνόματος οὐ κατὰ τὴν σημασίαν, αλλά γε κατὰ τὴν ὑπόθεσιν λαμβανομένου· ὑποτίθησι γὰρ τὴν ἀρχηγικὴν καὶ πρώτην ὑπόστασιν, σημαίνει δὲ τὸν γεννώντα. Εἰ δὲ καὶ κατὰ τὴν σημασίαν, οὗτοι γε τὴν εἰδικήν, ὡς Υιού Πατήρ λέγεται, ἀλλὰ κατὰ τὴν γενικὴν, ὡ, Πα
col. 71–72page 31 of 116
PG 161:71τὴρ φώτων λέγεται καθ' ήν ουδέποτε πρὸς τὸ Πνεῦμα εἰδικῶς ἀποδίδοται (Πατέρα γὰρ τοῦ Πνεύ ματος, ὁ Δαμασκηνός φησιν, οὐδέποτε λέγομεν) ὥστε καὶ ἐκ τῆς πατρικῆς ὑποστάσεως λέγοντες οὕτω τῷ ὀνόματι τῆς πατρικῆς ὑποστάσεως χρών ται. Τούτῳ τοίνυν τῷ τρόπῳ οὐδεμίαν ὁ Πατήρ ἀνα τίθεσιν ἔχει πρὸς τὸν Υἱόν, οὐδὲ δύο ὑποστάσεις εἰσὶ κατ' αὐτό γε τοῦτο· ὥστε τῷ ἐκ τῆς πατρικῆς ὑποστάσεως καὶ τῷ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἕπεται τὸ ἐκ δυοῖν ὑποστάσεων αὐτὸ προϊέναι· εἰ δὲ, καθά φησιν ὁ Νύσσης, ἐκ τῆς πατρικῆς ὑποστάσεως, οὐδὲν κωλύει καὶ ἐκ τῆς υλικῆς ὑποστάσεως λέγειν τοὺς ἐκ τοῦ Υἱοῦ λέ γοντας, ἀληθὴς μὲν ὁ λόγος, ἀλλ᾽ οὐδ᾽ ἐντεῦθεν ἕπεται ἐκ δύο ὑποστάσεων λέγειν εἶναι τὸ Πνεῦμα καὶ εἰ ἐκ δύο ὑποστάσεων ἔπεται, ἀλλ᾽ οὗτοι γε καὶ ἐκ δύο ἀρχῶν. Καὶ δῆλον ἐντεῦθεν. Τῷ ὀνόματι τῆς ὑποστάσεως σημαίνεται μὲν αὐτὴ ἡ ἰδιότης ἡ τῶν θείων προσώπων ἕκαστον ὑφιστᾶσα ἐν τῇ πρὸς ἕτερον θεῖον πρόσωπον ἀναφορά σημαίνεται δὲ καὶ αὐτὸ τὸ πρᾶγμα, ᾧ ἡ τοιαύτη πρόσεστιν ἰδιότης μὴ συμπεριλαμβανομένου τοῦ τῆς ἰδιότητο; λόγου κἂν γὰρ ὅτι μάλιστα ἡ ἰδιότης αὐτό ἐστι τὸ πράγ μα τῆς ὑποστάσεως, ἀλλ' ὁ νοῦς ὁ ἡμέτερος χωρίς ζειν δύναται τὰ ἀχώριστα φύσει καὶ τοῖς φύσει ταυ τοῖς λόγου προστιθέναι διαφοράν, ἄλλως οὐ δυνά μενος οὔτε τι τῶν ὄντων οὔτε τι τῶν ὑπερουσίων νοεῖν· καὶ πρὸς μὲν τὴν τῶν ὄντων. νόησιν χρῆται τῇ εὐπορίᾳ τῆς οἰκείας φύσεως, πρὸς δὲ τὴν νόησιν τῶν ὑπερουσίων ἀπὸ τοῦ τρόπου τῆς τῶν ὄντων νοήσεως ἔρχεται. Οὕτω τοίνυν ὁπόταν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς πατρικῆς ὑποστάσεως εκπορεύεσθαι λέγωμεν ἢ πάλιν ἐκ τῆς υἱικῆς ὑποστάσεως, τουνα μα τῆς ὑποστάσεως κατὰ τὸ δεύτερον λαμβάνομεν σημαινόμενον· ὁπόταν δὲ τὸν Υἱὸν λέγωμεν ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως προϊέναι ἢ τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο εἶναι ὑποστάσεις, τοὔνομα τῆς ὑποστάσεως τῷ προτέρῳ τρόπῳ νοοῦμεν. Οπόταν οὖν λέγῃ τις τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς καὶ τῆς τοῦ Υἱοῦ ὑποστάσεως έχε πορεύεσθαι, οὐ νοεῖ τὴν ὑπόστασιν ὑπὸ τῷ λόγῳ τῆς ιδιότητος, ἥτις ἔνθεν μὲν τὸ τοῦ Πατρὸς, ἐκεῖ θεν δὲ τὸ τοῦ Υἱοῦ ὑφίστησι πρόσωπον, ἀλλ' ὑπὸ τῷ λόγῳ τοῦ πράγματος, ᾧ ἡ τοιαύτη πρόσεστιν ιδιότης. Τοῦτο δὲ ἔν ἐστι καὶ ταυτὸν ἐν Πατρὶ καὶ Γίῳ, καὶ οὕτως οὔτ᾽ ἀληθές ἐστιν ἁπλῶς, ὅτι Εκ τῆς τοῦ Πατρὸς ὑποστάσεως καὶ ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως, ἐκ δύο ἄρα υποστάσεων, οὔτε· Εἰ καὶ ἐκ δύο ὑποστάσεων, ὅτι καὶ ἐκ δυοῖν ἀρχῶν. 'Αλλ' ὁπόταν λέγῃ τις τὴν τοῦ Πνεύ ματος ὑπόστασιν ἐκ τῆς πατρικῆς καὶ υἱικῆς ὑπο στάσεως εἶναι, τοὔνομα τῆς ὑποστάσεως ἐν τῷ Πνεύματι ὑπὸ τῷ λόγῳ τῆς ἰδιότητος λαμβάνεται οὐδεμίαν γὰρ ἄλλην ἰδιότητα ὑφιστῶσαν αὐτὸ πλὴν τῆς ἐκπορεύσεως ἔχει. Ο δὲ Πατὴρ ὑφίσταται τῇ τοῦ γενναν ἰδιότητι, καὶ ὁ Υἱὸς ὡσαύτως τῇ τοῦ γεν νᾶσθαι· ὧν ἄνευ ἀδύνατον νοεῖσθαι τὸν Πατέρα καὶ
col. 73–74page 32 of 116
PG 161:73τὸν Υἱὸν πρὸς ἀλλήλους ἀναφερομένους, ὡς όταν λέγῃ τις ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως τὴν τοῦ Υἱοῦ εἶναι ἢ γεννᾶσθαι ὑπόστασιν· ἀλλ᾽ ἄνευ τού των δυνατὸν νοεῖσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀνα φερομένους πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, εἰ κἀκεῖ νεῖται τις ἄλλη ιδιότης κοινῶς αὐτοῖς ἐνυπάρχουσα, ἄλλη παρὰ τὴν ἰδιότητα τοῦ γεννᾶν καὶ γεννᾶσθαι, δι' ἧς εἰσι δύο πρόσωπα. Καὶ τοῦτ' ἐστὶν ὅπερ ἀπέ καμον πανταχοῦ λέγοντες οἱ τὰ Λατίνων διεκδι ποῦντες, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορευόμενον οὐκ εἰς διπλὴν ὅμως ἀρχὴν ἀναφέρεται ἐπείπερ οὐ πρόεισιν ἐξ αὐτῶν, καθό Πατρὸς καὶ καθό Υἱοῦ, ἀλλὰ κατ' ἄλλο τι κοινῶς αὐτοῖ; ἐνυπάρχον, οὐδὲ καθό εἰσι δύο, ἀλλὰ καθό εἰσιν ἔν. Οὕτω καὶ τὸ σοφὸν τοῦτο ἐπιχείρημα τοῦ ἀνδρὸς, ἐκ τῶν τοῦ Καβασίλα καὶ τοῦτο ληφθέν, σαθρὸν ἐδείχθη καὶ πάντα μᾶλλον ἢ τῷ τῆς δυαρχίας ἐγκλήματι τὴν Λατίνων περιβάλλον ὑπόθεσιν. ΕΦΕΣΟΥ ΚΕΦ. Θ' Ε! ὥσπερ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, διὰ τί μὴ καὶ τὸ Πνεῦμα Υιός; "Οτι διαφέρει τῷ τῆς ὑπάρξεως τρόπω, κατὰ τοὺς θεολόγους, καὶ οὐχ υἱικῶς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς οὐδὲ γεννητῶς πρόεισιν. Εἰ τοίνυν μὴ ἔστι τὸ Πνεῦμα Υἱὸς ἐκ τοῦ Πατρὸς προϊόν, τίνα ταύτης ἔτι διάκρισιν ἀκριβεστέραν ζητήσομεν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος πρός τε τὸν Πατέρα καὶ πρὸς ἀλλήλου;; Εἰ γὰρ τοῦ αὐτοῦ τὸ μὲν Υἱὸς, τὸ δ' οὐχ Υἱός, ἀλλὰ ἄλλο τι, δῆλον ὅτι πρὸς μὲν τὸν Πατέρα τῷ τῆς σχέσεως διακρίνονται λόγῳ καὶ ὡς αἰτιατά πρὸς αἴτιον ἔχουσι, πρὸς ἄλληλα δὲ τῇ κατὰ τὴν ἀντίφασιν ἀντιθέσει. Τὸ γὰρ Υἱὸν εἶναι τῷ μὴ Υἱὸν εἶναι δῆλον ὡς ἀντιφατικῶς ἀντίκεινται. Οὐκ ἄρα καὶ ἐπὶ τούτων, Υἱοῦ λέγω καὶ Πνεύματος, ἀναγ καία ἡ κατὰ τὴν σχέσιν ἀντίθεσις πρὸς διάκρισιν, εἴπερ καὶ διὰ τῆς ἀντιφατικῆς ἀντιθέσεως δύο νανται διακρίνεσθαι. Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι καὶ πρὸς τὸ ἔννατον τῶν σῶν ἐπιχειρημάτων ὅσα δὴ καὶ πρὸς τὸ ἔκτον, ἀπολογήσονται, το τοῦτον προσθέντες, ὅτι νῦν ἤδη δεύτερον ἔλαβες τὸ αὐτὸ πάθος παθὼν καὶ ὡς διαφόροις λόγοις καὶ ἐπιχειρήμασι τοῖς αὐτοῖς χρησάμενος ὑπ' ἀπειρίας τοῦ διαιρεῖν. Τοιαῦτα δὲ ἐν τοῖς λόγοις ἐλεγχομένῳ, τίς ἂν εὐκόλως ἐν τοῖς δόγμασι καὶ τῇ τούτων και στι πιστεύσειεν; ΕΦΕΣΟΥ ΚΕΦ. Ι' Οι Λατίνοι μὴ θέλοντες ἔπεσθαι ταῖς κοινῇ παρὰ πᾶσιν ὁμολογουμέναις τῆς θεολογίας ἀρχαῖς, ἀλλ' ἑτέρας ἐπινοοῦντες αὐτοὶ πρὸς τὴν ἰδίαν ὑπόθεσιν συντεινούσας, οὐ καθάπερ ἡμεῖς διαιρούσι τὰ τῷ Θεῷ προσόντα, τὰ μὲν κοινὰ λέγοντες εἶναι, τὰ δὲ ἴδια 27, Γ. 199, ἀναφαίρετα.. 27, 200 ζητήσωμεν Χ. καί.
col. 75–76page 33 of 116
PG 161:75τῶν θεαρχικῶν προσώπων, ἀλλ᾽ ἕτερόν τινα και τερον τρόπον· τὰ μὲν ἰδιά φασιν εἶναι, τὰ δὲ κοινά, τὰ δὲ κοινότατα· τὰ μὲν ἑνὶ προσώπῳ προσ όντα λέγοντες ἴδια, τὰ δὲ δυσὶ κοινά, τὰ δ' ὁμοῦ τοῖς τρισὶ κοινότατα. Ὅτι μὲν οὖν ἀσυνήθη ταῦτα καὶ τοῖς Λατίνοις συνήθως κεκαινοτόμηται, δῆλον ἐξ αὐτῶν τῶν φωνῶν. ᾿Αλλ᾽ ἴδωμεν καὶ τίνα ἐστὶν ἄ φασιν εἶναι κοινὰ καὶ οὐχὶ κοινότατα. Τῷ μὲν Υἱῷ καὶ τῷ Πνεύματι λέγουσιν εἶναι κοινὸν τὸ ἐκ τοῦ Πατρὸς εἶναι, δηλαδὴ τὸ αἰτιατὸν, καὶ δὴ καὶ τὸ πέμπεσθαι παρ' αὐτοῦ καὶ ὅσα του τοῖς ὁμόστοιχα· τῷ δὲ Πατρὶ καὶ τῷ Υἱῷ τὸ πέμπειν τὸ Πνεῦμα καὶ προχεῖν καὶ πηγάζειν, καὶ εἴ τι τοιοῦτον, οἷς ταυτὸν εἶναι λέγουσι καὶ οὐτὸ τὸ προβάλλειν οὐσιωδῶς τὸ Πνεῦμα. Σκεπτέον οὖν ἄνω θεν. Εἰ μὲν τὸ αἰτιατὸν ἄλλο τι παρὰ τὸ γεν νητὸν καὶ ἐκπορευτὸν ἐδήλου περὶ Θεοῦ λεγόμενο, εἶχεν ἂν χώραν κοινὸν τοῖς δυσὶ τοῦτο λέγειν· εἰ δ᾽ οὐκ ἔστιν οὐδ᾽ ἐπινοίᾳ λαβεῖν τὸ αἰτιατὸν ἐφ' ἑκατέρου τούτων ἄνευ του τρόπου (τὸ μὲν γὰρ ἐστιν απο τιατὸν γεννητῶς, τὸ δ' ἐκπορευτῶς), φωνὴ μὲν ἔστι μία τὸ αἰτιατέν, πράγματα δὲ δύο, τὸ γεννητόν τε καὶ ἐκπορευτόν· αὐτὰ δὲ ταῦτα καὶ ἴδια λέγομεν ἑκατέρου τούτων· οὐκ ἄρα τι κοινὸν ἄλλο τοῖς δυσὶν ὑπάρχει πρό· τὸν Πατέρα παρὰ τὰ ἴδια τούτων, ἅπερ αὐτὰ καὶ τοῦ Πατρὸς διακρίνουσι καὶ ἀλλήλων. Τὸ δὲ δὴ πέμπεσθαι καὶ εἴ τι τοιοῦτον, μάλιστα μὲν τὴν εὐδοκίαν δηλοῖ κατὰ τὸν θεολόγον Γρηγόριον, καὶ τὸ πρὸς τὴν πρώτην αἰτίαν τὰ τῶν ἐξ αὐτῆς αναφέρεσθαι, καὶ ἵνα μὴ δοκῶσιν ἀντίθεοι. Επειτα καὶ χρονικὸν ἦν καὶ ποτὲ καὶ πρός τι γενόμενον, οὐκ ἂν εἰκότως προσλογίζοιτο τοῖς θείοις ἰδιώμασιν, ἀνάρχοις τε καὶ ἀϊδίοις ὀφείλουσιν εἶναι. Τὰ δ' αὐτὰ ταῦτα καὶ περὶ τοῦ πέμπειν ἐροῦμεν· ὅτι καὶ αὐτὸ χρονικὸν ἂν καὶ ποτὲ καὶ πρός τι καὶ διά τι γινόμε μον, οὐκ ἂν εὐλόγως ὡς ἴδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸς τὸ Πνεῦμα δοθείη· πολλοῦ γε καὶ δεῖ ταυ τὸν εἶναι τῇ ἀνάρχῳ καὶ ἀϊδίῳ προόδῳ τοῦ Πνεύμα της. Επειτά τ᾽ οὐδὲ τὸ Πνεῦμα τοῦ πέμπειν ἀφῇς ρηται· καὶ δῆλον ἐξ ὧν ὁ προφήτης φησὶν ἐκ προσ ώπου τοῦ Υἱοῦ λέγων· Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ Εἰ δὲ ὡς ἄνθρωπος ἀπεστάλθαι παρὰ τοῦ Πνεύματος λέγεται, πόθεν δῆλον; ἢ δεῖξον ἢ μὴ κατασοφίζου. Καίτοι γε ὁ θεῖος Χρυσ υ σόστομος ἐν ταῖς εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ομιλίαις ὡς παρὰ τοῦ Πατρὸς εἰρημένον τοῦ το δείκνυσιν ἐξ αὐτῶν τῶν ῥημάτων τῆς Ἡσαΐου προφητείας τό· Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ καὶ τοῦτον ἀπεστάλθαι παρά τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διατείνεται κοινότατον ημα (α), Είναι Τοῦ τῷ. Παρ' αὐτῷ Τῷ Μ. Τὸ μὲν, (α) 256, Γ. 292 Ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ παρὰ τοῦ Π. Τοῦτυ 256, τῶν τῆς 'Η. πρ. φ. ῥημάτων.
col. 77–78page 34 of 116
PG 161:77(α); ἄρα τὸ πέμπειν, καὶ οὐχὶ κοινὸν, ὡς δοκεῖ τοῖς Λα τίνοις. Οὐδ᾽ ἄρα τὸ προβάλλειν ἀϊδίως τὸ Πνεῦμα κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ. Πρὸς δὲ τούτοις τῷ μὲν Υἱῷ καὶ τῷ Πνεύματι θαυμαστὸν οὐδὲν, εἴ τι κοινὸν ὑπάρχει πρὸς τὸν Πατέρα. Ὁ μὲν γὰρ οὐκ ἀρχὴ μόνον, ἀλλὰ καὶ ἄναρχος καὶ ἀναίτιος· τὰ δ' ἀρχὴν ἔχουσι τὸν Πατέρα καὶ ἄμφω. Τῷ δὲ Πατρὶ καὶ Υἱῷ πόθεν κοινόν τι δώσομεν, δ καὶ μὴ τῷ Πνεύματι πρόσεστιν; Οὐδὲ γὰρ ἐφίησι τοῦτο Διονύσιος ὁ μέγας διαπρύσιον κεκραγώς· Τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ὁ θεαρχικὸς ἀνατίθησι λέ γος. Καὶ ὁ Θεολόγος Γρηγόριος Πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος πλὴν τῆς γεννήσεως. Ετι περὶ τῆς ἀποστολῆς ἀκριβέστερον ἐπι σκεπτέον. Έγνωστο μὲν ὁ Πατὴρ ἐν τῇ Παλαιά Δια θήκῃ· ἔδει δὲ καὶ τὸν Υἱὸν γνωσθῆναι ἐν τῇ Καιν τοῦτο οὖν ἐστι τὸ τὸν Υἱὸν ἀπεστάλθαι, τὸ οἱονεὶ πεφανερώσθαι παρὰ τοῦ Πατρὸς εἰς τὸν κόσμον. Πάλιν τοῦ Υἱοῦ γνωσθέντος ἔδει γνωσθῆναι καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ τοῦτο παρὰ Πατρὸ; καὶ Υἱοῦ τῶν ἤδη προεγνωσμένων ἀπεστάλθαι λέγεται, τουτέστι πεφανερώσθαι. Τις γὰρ ἑτέρα πέμψις καὶ ἀποστολὴ Θεοῦ τοῦ πανταχοῦ παρόντος καὶ μηδα μου μεταβαίνοντος; Διὰ τοῦτό φησιν· Ἐὰν που ρευθώ, πέμψω αὐτὸν πρὸς ὑμᾶς Τοῦτο δὲ οὐ τὴν ἀΐδιον πρόοδον δηλοῖ πάντως· οὐ γὰρ τοῦτο λέ γει· Ἐὰν ἐγὼ μὴ ἀπέλθω, οὐ προβαλῶ τὸν Παρά κλητον, ἐὰν δὲ πορευθῶ, τότε προβαλῶ· ἀλλ᾽ ὅτι, Ἐὰν αὐτὸς ἐξ ὀφθαλμῶν ὑμῶν γένωμαι την ἐκείνου χάριν καὶ δύναμιν ὑμῖν φανερώσω. Ετι εἰ τὸ μεταβαίνειν θεοῦ ἀλλότριον (σωμάτων γὰρ ἴδιον), εἰ μὲν περὶ τοῦ Υἱοῦ τὸ πέμπεσθαι λέγεται, τὴν σωμα τικὴν αὐτοῦ παρουσίαν εἰς τὸν κόσμον δηλοῖ· Ἐξαπ έστειλε γάρ, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν εἰς τὴν κόσ σμον γενόμενον ἐκ γυναικός εἰ δὲ περὶ τοῦ ἁγίου Πνεύματος, τὴν χάριν αὐτοῦ μηνύει" καὶ τὴν ἐνέρ γειαν, οὐκ αὐτὴν τὴν ὑπόστασιν. "Οτι δὲ διαφέρουσα ἐκείνης αὕτη, μάρτυς ὁ θεῖος Χρυσόστομο, ἐν ταῖς εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ὁμιλίαις οὕτω λέγων· τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτέ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνύουσα, ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα τὰ ὀνόματα, ἀλλ' ένερ γείας. Καὶ πάλιν· Πνεῦμα ἐνταῦθα τὴν ἐνέργειαν 27, Γ. 201 υπάρχοι.. Οἱ δ' Μου. 27, πρὸς τὸν Πατέρα. έχει, άγεννησίας. αἰτίας (α) αἰτίας άγεννησίας νο Τοῦ 154 Η, γένωμαι.
col. 79–80page 35 of 116
PG 161:79λέγει· αὕτη γὰρ ἐστιν ἡ μεριζομένη, αὕτη τοι γαροῦν καὶ ἡ πεμπομένη· πέμπεται δὲ παρὰ Πατρὶς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι κοινή τῆς Τριάδος οὖσα, μᾶλλον δὲ μία καὶ ἡ αὐτή. Οὐδὲν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ κοινὴν πρόσεστιν, περ μὴ καὶ τῷ Πνεύματι, καθά Διονύσιος ὁ κλεινὸς ἀπο φαίνεται. Θ ΣΧΟΛΑΡΙΟΣ. Οἱ Λατίνοι πρῶτον μὲν ἀποκρινοῦνται τῷ ἀνδρὶ πρὸς τὰς κατ' αὐτῶν βλασφημίας, ὅτι μετ' ἐξου σίας πολλῆς χρώμενος τοῖς λόγοις λανθάνει καὶ ἑαυ τὸν τοῖς κατὰ τῶν ἀδελφῶν ἐγκλήμασι περιβάλλων. Εἰ μὲν γὰρ ἔξεστι καὶ αὐτῷ διαιρεῖν ὡς βούλεται, τί μὴ καὶ Λατίνοις μᾶλλον ἐξέσται τὰ τοιαῦτα τολ μαν, πολλαχόθεν το συγκεχωρηκός ἔχουσιν; Εἰ δ' ἐκείνοις μηδόλως ἐξεῖναι λέγει, καὶ ἑαυτὴν προπετῆ δείκνυσιν ἐν οἷς ἀξιοῖ. Οὐκοῦν σκεψάσθω, τί ἂν ἐκείνοις ἀπολογήσαιτο προφέρουσιν αὐτῷ τὴν και νοτομίαν. Οτι δὲ καὶ αὐτὸς καινοτομεῖ, δῆλον ἐξ ὧν φησι μὴ διαιρεῖν τοὺς Λατίνους, καθάπερ ἡμεῖς, ἑαυτὸν λέγων καὶ τοὺς ταυτὰ φρονοῦντας αὐτῷ. Εἰ δὲ ἰδίαν διαίρεσιν εἴποι καλεῖν, ἣν παρὰ τῶν τῆς Εκκλησία; διδασκάλων εἰληφώς ἔχει, Αλλ' οὐδ' ἡμεῖς οὕτω σκαιοί, φήσουσιν, ἐσμέν, οἱ Λατίνοι, οὕτω τῆς ἡμετέρας σωτηρίας πολέμιοι, ὥστ᾽ εἰδότες οὕτω διαιρεῖν τοὺς ἁγίους ἄλλως οἴκοθεν ἀντιδιαι ρεῖν. Εἰ δὲ μηδ' αὐτὸς ἔχεις ούτωσι διαῤῥήδην λέ – γοντας δεῖξαι, ἀλλ' ἀρκεῖ σοι τὸ μετ᾿ ἀκριβείας ἁπάσης τῶν διδασκάλων στοχάζεσθαι καὶ οἷς ἐκεῖ ναι λέγουσι συμβαίνοντα ἀξιοῦν, ταῦτα καὶ ἡμῖν λέγουσιν ὑπὲρ ἑαυτῶν οὐκ ἂν μέμψαιο δίκαιος ὤν. Κείσθω δὲ τῇ μὲν σῇ διαιρέσει καὶ πόντας ἁγίους χρῆσθαι περιφανῶς, τῇ δ' ἡμετέρα μηδένα διαφο δεν χρώμενον φαίνεσθαι· εἰ μὲν δὴ μάχη τίς ἐστιν ἐν ἀμφοῖν καὶ ἀντίθεσις, εἶχες ἂν ἀντιλέγειν ἐγκαίρως· νῦν δὲ ἡ αὐτὴ πάντα τρόπον ἐστί. Καὶ ἡμεῖς γάρ φαμεν τῶν τῷ Θεῷ προσόντων τὰ μὲν εἶναι κοινά, τὰ δὲ ἴδια τῶν θεαρχικών προσώπων, καὶ οὕτως οὐδαμοῦ τῇ σῇ διαιρέσει μαχόμεθα· εἰ δ' ὑποδιαιρούμενοι, τῶν κοινῶν αὖθις τὰ μὲν δυσὶ προσ ώποις ἁρμόττειν, τὰ δὲ καὶ πᾶσιν ὑπάρχειν φα μὲν, ἢ τῶν ἰδίων τὰ μὲν ἁπλῶς ἴδια, τὰ δὲ πρός τι ίδια λέγωμεν, οὐ μᾶλλον κατὰ τῆς διαιρέσεως εκεί νης ἐρχόμεθα ἢ συνιστῶμεν αὐτήν· ὥσπερ οὐδ' εἰ τινος τὸ ζῶον εἰς λογικὸν καὶ ἄλογον διαιροῦντος, προσεπεξεργαζόμενός τις λέγοι, καὶ τοῦ λογικοῦ τὰ μὲν θνητὸν εἶναι, τὸ δὲ ἀθάνατον, ὑποδιαιρῶν μάτ χοιτ' ἂν τῷ κατ' ἐκεῖνον διαιροῦντι τὸν τρόπον· τούν αντίον γὰρ καὶ συνίστασθαι δόξεις καὶ συνιστών ἐκεῖνον δι' αὐτοῦ. Εἰ μὲν γὰρ ψευδής ἐστιν ὑποδιαί με τις πᾶσα, πολλὰ τῶν ὁμολογουμένων ἀναιρεθήσεται, καὶ ὁ περὶ τὰς ἐπιστήμας πόνος ἅπας μάταιος ἔσται, αἷς, εἴπερ ἄλλο τι, καὶ ἡ διαιρετικής συμ βάλλεται τρόπος. Εἰ δ᾽ οὐκ ἔξεστι ψευδῶς ὑποδιαι είχαν.
col. 81–82page 36 of 116
PG 161:81ρεῖν, ἐξεταστέον καὶ ταύτην τὴν ὑποδιαίρεσιν δή που, πότερον μετὰ τῆς ἀληθείας ἐστὶν ἢ τοὐναντίον κἂν ἀληθῶς φανῇ λεγομένη, καὶ συμβαίνουσαν δή που τοῖς διδασκάλοις ταύτην κριτέον ὡς ἐξ ὧν ἐκεῖ νοι διαιροῦσιν καλῶς ἀναθρώσκουσαν, καὶ χάριτας Ιστέον τοῖς ἐξευρίσκουσιν, οὗτοι γε τῷ μηδαμῶς ὑπ' ἐκείνων εἰρῆσθαι καταφρονητέον αὐτῆς καὶ μηδὲν ἐχούσης ἀπᾷδον πρὸς ἐκείνους καὶ τὴν ἀλήθειαν. Εἰ γὰρ ὁ Δαμασκηνός ή τις ἄλλος τῶν διδασκάλων λέγει, τῶν προσόντων τῷ Θεῷ τὰ μὲν κοινὰ εἶναι, τὰ δὲ ἴδια, καταλείπει πάντως ἡμῖν καὶ τῶν κοινῶν καὶ τῶν ἰδίων ἐξετάζειν τὴν φύσιν· καὶ εἴ τις ἐπυνθάνετο τούτου, Τὸ δ' αἰτιατὸν που τίθης, διδάσκαλε; τότ' ἂν ἐδεήθη τῆς ἡμετέρας διαιρέσεως ἀναγκαίως. Εἰ δὲ τὸ ἴδιον, ὡσαύτως δὲ καὶ τὸ κοι νὸν συνεσταλμένως ἐλάμβανεν, οὐκ ἂν εἶχεν ὅπως ἀποκρίναιτο δεξιῶς, ἀλλ' ἔδει τὴν διαίρεσιν ἀναιρεῖν αὐτὸν τὴν αὐτὴν, ἢ τὸ αἰτιατὸν μὲν λέγειν ἔν τι τῶν ὑπαρχόντων εἶναι Θεῷ, ἄνευ δὲ τῶν εἰρημένων ἁπάντων Οἱ Λατίνοι τὴν σφῶν αὐτῶν δόξαν οὐκ ἐκ ταύτης συνιστῶσι τῆς διαιρέσεως, οὐδ᾽ ἀκούσειας ἄν ποτε Λατίνου τινὸς ἐντεῦθεν ἐπιχειροῦντος, ἀλλὰ τῶν Γραικῶν ἐν τοῖς ἰδίοις κατὰ Λατίνων συγγράμμασιν ἀπὸ ταύτης τῆς διαιρέσεως ἀτόποις τισὶ περ ριβάλλειν πειρωμένων Λατίνους. Διττῶν γὰρ ὄντων, φασί, τῶν ὑπαρχόντων Θεῷ, τῶν μὲν ἰδίων, τῶν δὲ κοινῶν, εἰ μὲν τῶν κοινῶν καὶ οὐσιωδῶν τιθέασι τὸ προβάλλειν, ἀνάγκη καὶ τὸ Πνεῦμα τούτου μετέ χειν· εἰ δὲ τῶν ἰδίων τε καὶ προσωπικῶν, ἢ τῷ Πατρὶ μόνον ἀνάγκη τοῦτο προσεῖναι, ἢ καὶ τὸν Υἱὸν αὐτοῦ κοινωνοῦντα ἓν μετὰ τοῦ Πατρὸς πρόσ ωπον διὰ τὴν ἑνὸς προσωπικοῦ γίνεσθαι κοινωνίαν. Τοιαῦτα τοίνυν ἐπιχειρούντων αὐτῶν, οἱ Λατίνοις συνηγορούντες πλανᾶσθαι φασιν αὐτοὺς ἀπὸ τοῦ συνεπτυγμένου τῆς διαιρέσεως, καὶ τὰς ἀνάγκας, ἐν οἷς συγκλείειν ἡγοῦνται Λατίνους, οὐδὲν ἐοικὸς ἀνάγκαις ἔχειν δεικνύουσι, καὶ οὕτω τὴν ἀπαγωγὴν κενὴν καὶ σοφιστικὴν ἐλέγχουσι δήπου, τό τε κοινὸν καὶ τὸ ἴδιον διαιροῦντες, ὡσαύτως δὲ καὶ τούνομα τοῦ προσωπικοῦ διακρίνοντες. Περὶ ὧν λέ γειν ἔξω τῆς παρούσης είναι χρείας ἡγούμενοι, παραπέμπομεν τους βουλομένους μαθεῖν τοῖς ἐκεῖνα συγγραψαμένοις· ἀρκεῖ δὲ νῦν τοσοῦτον εἰπεῖν, ὡς οὐ κατασκευάζοντες τὴν ἑαυτῶν δόξαν Λατῖνοι τὴν διαίρεσιν ἐκείνην τιθέασιν, ἀλλ᾽ εἰς ἄτοπον λύοντες ἀπαγωγὴν καὶ τὴν ἀνάγκην οὐκ ἀνάγκην εἶναι δεικνύντες. Ὅθεν εἰ καὶ μὴ λίαν λέγουσιν ἀναγ καῖα, ἀρκεῖ σφίσιν, ὅτι διὰ τούτων ἀναιρούσι καλώς τοὺς κατ' ἐκείνων ἀναγκαῖα συμπεραίνειν νομίζου τας· ἔξεστι γὰρ δι' ἐνδεχομένων λύειν οὐκ οὗταν, ἀλλὰ φαινομένην ἀνάγκην. Αλλ' ὅμως καὶ ἀναγκαῖα λέγειν φαοὶ καὶ τοῖς διδασκάλοις οὐ μόνον ἑπόμενα, εἶναι Θεῷ (!ι ν. β. ουδέτερον δὲ ἐκείνων), ἄνευ δὲ (α) 10) Το συνεπτυγμένον συνεπτυχ χωρὶς δὲ τῶν εἰρημένων, Λατίνοι μέ ως συμπτύσσω)
col. 83–84page 37 of 116
PG 161:83ἀλλὰ καὶ διαβλήδην ὑπ' αὐτῶν εἰρημένα. Καὶ ταῦτα μὲν οὕτως. β μί άπαρ άλλακτον τό. Ἐπεὶ δὲ καὶ τὴν διαίρεσιν ελέγξαι προήχθη τὰ παραδείγματα τῶν δυσὶ προσώποις κοινῶν εἰς μέσσον τιθεὶς, καὶ γυμνάζων καὶ δεῖξαι βουλόμενος ὡς οὐδὲν οὕτω κοινὸν ἐν τοῖς θείοις, ἵνα καὶ τὸ προβάλλειν τῆς μοίρας ταύτης ἐκβαλεῖν δυνηθῇ, δεικτέον αὐτὸν κἀν τούτοις ὥσπερ δὴ κάν τοῖς ἄλλοις ἐξαμαρτάνοντα. Πρῶτον μὲν γάρ φητι περ τοῦ αἰτιατοῦ, μηδόλως εἶναι κοινὸν Υἱῷ τε καὶ Πνεύματι πρὸς τὸν Πατέρα· ἔδει δὲ αὐτὸν τὸ γον τοῦ Νύσσης λαβεῖν ἐπὶ νοῦν λέγοντος, ὅτι τὸ ἀπαρ ἀλλακτον τῆς φύσεως ὁμολογοῦντες, τὴν κατά τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀγνούμε θα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν· καὶ τοῦ ἐξ αἰτίας ὄν τος ἄλλην πάλιν διαφορὰν ἐννοοῦμεν. Ἐν ᾧ δὴ ῥητῷ καὶ αὐτὸς μετὰ πάντων τῶν ἀντιλεγόντων Λατίνοις τὸ ἕτερον τοῦ ἑτέρου οὐχ ἑκάστην ὑπό στασιν ἑκάστης ὑποστάσεως ἐξηγοῦνται, ἀλλὰ τὸν Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ἔτε ρων μὲν τὸν Πατέρα νοοῦντες, ἑτέρου δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ο δὴ κατ' ἐπανάληψιν ἐν τῇ ὑποδιαιρέσει τοῦ ἐξ αἰτίας ὄντος εἰπεῖν ἡγοῦνται τὸν ἅγιον. Ὅθεν καὶ κατ' αὐτοὺς τῷ αἰτιατῷ δια κρίνονται τοῦ Πατρὸς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ὡς κοινῶς αὐτοῖς ἐνυπάρχοντι, καὶ οὕτω σφόδρα κοι νῶς, ὥστε κατὰ ταύτην τὴν κοινωνίαν καὶ ὑφ' ένι κῇ πτώσει τὸν Υἱὸν καὶ τὸ Πνεῦμα σημαίνεσθαι οὕτω γάρ φασι, τοῦ ἑτέρου, ἤγουν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἀλλ᾽ ὁ ἀνὴρ οὐχ ὅπως τοῦτο συν ἧκεν, ἀλλὰ καὶ τὸ αἰτιατὸν φωνὴν εἶναι μόνον ἀπο φαίνεται μίαν, πράγματα δὲ δύο, καὶ ὥσπερ αἰτίαν. τίθησι τούτου τὸ μὴ οἷόν τε εἶναι μηδ' ἐπινοία λαβεῖν τὸ αἰτιατὴν ἄνευ τοῦ τρόπου, ἐπί γε τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Πρῶτον μὲν οὖν ἀμαθη τὸν Νύσσης ἀποφαίνει Γρηγόριον, εἴπερ ἐκεῖνος τὸ τῆς θείας φύσεως ἀπαράλλακτον ὁμολογών τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρ. νεῖται, ἐν ᾧ μόνον διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέ ρου καταλαμβάνεται. Ατοπος γὰρ εἴη βουλόμενος μὲν διακρίνειν τὰ θεῖα πρόσωπα, φωνῇ δὲ μόνον. διακρίνων αὐτά. Καὶ τί ὃν εἴη χείρων τοῦ Νύσα σης Σαβέλλιος, εἰ καὶ ὁ Νύσσης αὐτὸς μόνῳ μὲν διακρίνεσθαι τῷ αἰτίῳ καὶ τῷ αἰτιατῷ λέγει τὸν Πατέρα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, τοῦτο δέ, μόνῳ διακρίνεται, φωνήν τινα εἶναι καὶ οὐ πρᾶγ μα; Εἰ δὲ σοφός ἐστιν ὁ Νύσσης καὶ ἀληθὴς καὶ τῶν διδασκάλων ἂν οὐδενὶ σοφίας παραχωρήσειεν,. ὥσπερ οὐδ᾽ ἀληθείας, εὔδηλον, ὅτι καὶ τὸ αἰτιατὸν ἀληθῶς πράγμα ἓν ἐστιν ἐν τῷ Υἱῷ καὶ τῷ Πνεύ
col. 85–86page 38 of 116
PG 161:85ματι, ᾧ διακρίνονται μόνῳ τοῦ Πατρὸς ὁμολογουμένως. Οὐ γὰρ πρὸς τὸ διακρίνεσθαι ταῦτα τοῦ Πατρὸς ὁ διάφορος τρόπος τοῦ κοινοῦ τούτου ζη τείται πράγματος, ἀλλὰ τῷ μὲν ὅλως ἐξ αἰτίας εἶναι τοῦ Πατρὸς διακρίνονται· τῷ δὲ διαφόρως προσείναι τούτοις τουτὶ τὸ κοινὸν, ἐν ἀλλήλοις ἔχουσι τὴν διάκρισιν. Επειτα εἰ καὶ ἐν τοῖς ἄλλοις πράγ μασιν ἄλλως εἶχεν ὁ περὶ τῶν κοινῶν τούτων λό γος, οὐκ ἂν ἦν ἀνάγκη καὶ περὶ τῶν θείων οὕτως ἔχειν ἡγεῖσθαι. Νῦν δὲ περὶ μὲν τῶν θείων λαμ βάνει τοῦτο μηδενός συγχωριῦντας, καὶ οὕτως ἀπ' ἐναντίων τῶν κοινῶν τῆς πίστεως ὑποθέσεων ἀπό τε τῶν ἄλλων πραγμάτων οὐδεμίαν ἐπάγεται συμμαχίαν. Αλλ' εἰ διαλεκτικὴν ᾔδει καὶ τὴν ἄλ λην φιλοσοφίαν, ἐγίνωσκεν ἂν καλῶς ἐπί τε τῶν ἄλλων τόν τι τοῦ κοινοῦ καὶ τῆς ἐπινοίας λόγον, καὶ δὴ καὶ περὶ τῶν θείων αὐτῶν ἐκεῖθεν ἂν ὡδη γεῖτο πρὶς τὴν ἀλήθειαν. Ακούων γὰρ ἐπι νοίας εἶναι τὰ καθόλου τινάς, οὐ πράγματα ὑφεστῶτα τῶν Περιπατητικῶν ἀξιούντων, δ δή τινα τρόπον καὶ ἡ ἡμετέρα πίστις προσίεται, νομίζει τὰ καθόλου μηδενὶ τρόπῳ πράγματα είναι, μήτε ώς ἕκαστον ἔνεστιν ἐν αὐτῷ, μήτε ὡς συνάπτεται μεθ' ἑτέρου τινὸς ἐν τῷ αὐτῷ πράγματι κατ' ἀλή θειαν ὑφεστῶτι, καὶ τῆς οὐσία; ἐκείνου γίνεται μέρος. Τοῦτο δὲ παντάπασιν ἐστιν ἀνόητον Οὕτω γὰρ οὐδὲν ἦν ὑφεστηκὸς ἐν τοῖς οὖσιν, οὐδ' αὐτή γε ἡ πρώτη ουσία τὸ πάντων ἔσχατον ὑποκείμενον, εἴπερ τὰ ουσιώδη τῶν πραγμάτων μέρη, τα τα δέ ἐστι τὰ καθόλου, ἐπ!νοιαί τινες ἦσαν μόνον, καὶ καθώ; εἰσιν ἐν τοῖς πράγμασιν. Αλλ' ἵνα καὶ αὐτὸς ὀψὲ γοῦν μάθῃ καὶ πᾶς οὐκ εἰδὼς ὁμοίως αὐτῷ, ἅπαν καθόλου, καθὸ μὲν ἐν ἐστιν ἐν ἑαυτῷ, ἐπίνοιά τίς ἐστιν, οὐ πράγμα ἰδίως υπάρχον και ὑφεστώς, ὡς οἱ περὶ Πλάτωνα νενομίκασι. Καθὰ δὲ μέρος ἐστὶ τῆς οὐσίας τοῦ μερικού, πραγμά τα ἐστι καὶ ὑφεστὸς ἐν τῷ μερικῷ, καὶ ἔν ἐστι πράγ μα ἐν πᾶσι τοῖς τούτου μετέχουσιν. Οὐδὲ προσ ίσταται τὰ διαφόρως αὐτοῦ μετέχειν τῶν μετεχόν των ἕκαστον. Ἡ γὰρ διαφορὰ τοῦ κοινοῦ τούτου καὶ καθόλου οὐκ ἀπὸ τῆς αὐτοῦ πρόσεστι φύσεως, ἀλλ' ἀπὸ τῆς πρὸς τὸ μερικὸν ἐφαρμογῆς, ἐν ᾧ τὴν ὑπαρξιν ἔχει. Τὸ γὰρ ζῶον γένος ὃν ἀνθρώπου και ἵππου καὶ τῶν ἄλλων εἰδῶν τοῦ ζώου, καθόλου τέ ἐστι καὶ ἐπίνοια· καθὸ μὲν οὖν ἔν τι σημαίνει και μίαν ἐπίνοιαν πολλοῖς πράγμασιν ἐφαρμοττομένην, οὐδένα τρόπον ὑφέστηκεν ἐν τοῖς οὔσι τὸ ζῶον, οὐδ᾽ ἔστιν ἐν τοῖς οὖσι μία τις φύσις, ἣν ἔστιν εἰ πεῖν αὐτὸ τοῦτο, οὐσίαν ἔμψυχον, αἰσθητικὴν καὶ μηδὲν ἕτερον, ὅπερ ἐστὶν ὁ λόγος τοῦ ζώου· ἀλλὰ καθὴ διαφοραίς τισιν ἀποτεμνόμενον εἰς τὴν τοῦ μερικοῦ συνέχεται φύσιν, τοῦδε κἀκείνου δηλον ότι του είδους, πρᾶγμά ἐστιν· ὥσπερ ἐν τῷ ἀνθρώ πως τὸ ζῶον πραγμά ἐστιν εἰσκρινόμενον ἐν αὐτῷ διὰ τῆς τοῦ λογικοῦ καὶ θνητοῦ διαφορᾶς. Αλλ' εἰ καὶ ἀδύνατον τὸ καθόλου τοῦτο, τὸ ζώων, εἰς τὴν πραγματικὴν συνέλκεσθαι φύσιν, εἰ μὴ διὰ τῶν δέ.
col. 87–88page 39 of 116
PG 161:87διαφορών, ταυτὸ δὲ εἰπεῖν ἐκ τοῦ διαφόρου τῆς ὑπάρξεως τρόπου, οὐ μὴν ταυτόν ἐστιν αὐτό τε τὸ καθόλου καὶ ὁ τρόπος τῆς τούτου ὑπάρξεως. Οὐ γάρ ἐστι ταυτὸν τό τε ζῶον καὶ τὸ ζῶον λογικὸν θνητὸν ἐν τῷ ἀνθρώπῳ, ἐπεὶ εἴπερ ταυτὸν ἦν, ἤρκει τὸν ἄνθρωπον ὁριζομένοις ζώον λέγειν αὐτὸν, οὐδ᾽ ἂν τις χωρίσας του ζώου τὸ λογικὸν καὶ θνητὸν καὶ ὅλως τὸν τῆς ὑπάρξεως τρόπον θεωροίη τὸ ζῶον καθ' ἑαυτὸ (πλὴν ὡς ἐν ἀνθρώπῳ τὴν ἐπίνοιαν ἐκεί. την θεωρεῖ, τὴν οὐδαμῶς ἐν τοῖς πράγμασιν ὑφεστῶσαν), ἀλλὰ τὸ πρᾶγμα τὸ τῇ ἐπινοίᾳ ὑποκείμενον. Ἡ γὰρ ἐπίνοια οὐδένα τρόπον ἐστὶν ἐν τῷ ἀνθρώπῳ, εἴπερ τῇ ἐπινοίᾳ αἱ ἀντικείμεναι ἐνυπάρχουσι δυνάμει διαφοραί· τὸ δὲ ζῶον ἐν τῷ ἀνθρώ πως μετά τινων άφωρισμένων καὶ οὐκ ἐναντίων ἐστὶ διαφορῶν· ἄλλως γὰρ συνέβαινεν ἂν τὸν ἄνθρωπου καὶ λογικὸν καὶ ἄλογον εἶναι καὶ θνητὸν καὶ ἀθά νατον, καὶ ὅλως τὰ ἀντικείμενα. Καντεῦθεν ἔστιν, ὅτι τὰ διάφορα του ζώου είδη τῷ μὲν γένει πάνω των χωρίζονται τῶν ἑτερογενῶν, τοῖς δὲ διαφοραῖς ὧδέ πως ἢ ἄλλως συλλαμβανομέναις ἀλλήλων χω ρίζονται, καὶ πραγματικῶς ἡ τοιαύτη διάκρισις ἐν αὐτοῖς γίνεται διὰ τὸ πράγματα σημαίνειν τό τε γένος καὶ τὰς τούτων διαφοράς. Εἰ δὲ καὶ ὁ όρι σμὸς αὐτὸς ὁ ἐκ τούτων συγκείμενος ἐπίνοιά τις ἐστιν ἄλλον τρόπον ὅτι πλείοσιν ἁρμόζει, τοῦτο πρὸς τὸν λόγον οὐδέν· καθὴ γὰρ τὸ τί ἦν εἶναι σημαίνει τοῦ πράγματος καὶ ἀντιστρέφει τῷ πράγ ματι, οὔτε τὸν τοῦ καθόλου λόγον ἔχει, οὔτ᾽ ἐπίνειά ἐστι, καὶ τούτῳ τῷ τρόπῳ θεωρουμένου καὶ τὰ μέρη τοῦ ὁρισμοῦ πράγματά εἰσιν, εἰ καὶ ἕκαστον χωρίς καθόλου ἐστὶ καὶ ἐπίνοιά τις ἢ γένους ἢ διαφορᾶς. Ο δ' αὐτὸς σχεδὸν λόγος καὶ ἐπὶ παντὸς κοινοῦ καὶ καθόλου τῇ πρὸς τὸ μερικώτερον ἀποβλέψει, γένους τε τῇ πρὸς τὸ εἶδος, καὶ εἴδους τῇ πρὸς τὸ ἄτομον. Οὕτω τοίνυν καὶ τὸ αἰτιατὸν ἐπὶ τῶν θείων προσώπων, κοινὴν τυγχάνον Υἱῷ καὶ Πνεύματι, καὶ περὶ τού των λεγόμενον ἢ τούτων κατηγορούμενον τῷ και θόλου λόγῳ λαμβάνεται πάντως, καὶ ἐπίνοιά τίς ἐστιν, ὡς καὶ τούτῳ δοκεῖ· μᾶλλον δὲ αὐτὸς οὐδ' ἐπίνοιαν εἶναι τοῦτο βούλεται. Οι διακρίνεται δὲ τοῦτον τὸν τρόπον λαμβανομένῳ τῷ αἰτιατῷ τὰ θεῖα πρόσωπα· ἀλλ᾽ ἐπεὶ τὸ κοινὸν τοῦτο, καθὸ θεω ρεῖται ὡς ἐνυπάρχον ἐν Υἱῷ καὶ Πνεύματι, πρᾶγ μά ἐστι, τῷ κοινῷ τούτῳ πράγματι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς διακρίνονται, κατὰ τὸν Νύσ σης Γρηγόριος, μᾶλλον δὲ κατὰ τὴν ἀληθινὴν τῆς πίστεως ὑπόθεσιν· ὁ δὲ διάφορος αὐτοῦ τρόπος͵ ἐν ἑκατέρῳ διακρίνει ταῦτα πρὸς ἄλληλα· κἄν τις ἀφελὼν τὸν διάφορον τρόπον τοῦτον τὸν τοῦ αίτια τοῦ λόγον ὑπολείποι μόνον ἐν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τῷ αἰτιατῷ μόνον τοῦ Πατρὸς διακριθήσονται ὡς κοινῇ τινι διαφορά καὶ ὡς κοινῷ πράγματι· καὶ οὔτε ταυτόν ἐστιν ὅ τε διάφορος τρόπος τοῦ αἰτιατὸν εἶναι καὶ τοῦτ' αὐτὰ τὸ εἶναι αἰτιατὸν, οὔτε τοῦ τρόπου τούτου χωριζόμενον τὸ αἰτιπτὸν ἐπινοίᾳ καταληφθήσεται μόνον διὰ τὸ κοινόν τι εἶναι καὶ καθόλου. Αλλά καθό ἐστιν ἐν Υἱῷ καὶ Πνεύματι, πρᾶγμά ἐστιν, εἰ καὶ
col. 89–90page 40 of 116
PG 161:89καθ᾿ ἑαυτὸ ἐπίνοιά τις τοῦτ' ἐστί· διακρίνεται δὲ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς οὐ τῷ αἰτιατῷ, καθὶ καθ᾿ αὐτὸ θεωρεῖται καὶ ὡς ἐπίνοια, ἀλλὰ τῷ αἰτιατῷ, καθό ἐστιν ἐν αὐτοῖς. Εἰ γὰρ οὐδ᾽ ἐπὶ τῶν κτιστῶν ἄλλως ἔχειν τοῦτο δύναται, σχολῇ γε ἐπὶ τῶν θείων προσώπων, ὧν ἡ διάκρισις τελευ τάτη καὶ πραγματική ἐστιν, οὐκ ἐπινοίας καὶ λό γου κατὰ τὴν Σαβελλίου φλυαρίαν καὶ πλάνην. Τούτων τοίνυν οὕτως ἐχόντων θαρρούντως και Λατίνοι συμπερανοῦσιν, ὡς ἔστιν ἄρα τι κοινὸν δυσὶ μένων προσώποις, ὡς Υἱῷ καὶ Πνεύματι τὸ αιτιατόν. Ἐπεὶ δὲ καὶ τὸ πέμπειν τοῦ καταλόγου τῶν δυσὶ προσώποις κοινῶν ἐκβαλεῖν ἐπεχείρησεν, ἴδωμεν & φησι καὶ περὶ τούτου ἐπιδρομάδην, ὡς ἐγχωρεί, " ἵνα μὴ δόξῃ τι λέγειν γενναῖον καὶ κρεῖττον ἀντι λογίας, οὐχ ὅτι πολλὴ Λατίνοις ἀνάγκη καὶ περὶ τούτων ἀπολογεῖσθαι, ἐπεὶ, καθὼς εἴρηται, & περί τῶν κοινῶς δυσὶ προσώποις υπαρχόντων ἀξιοῦσι Λατίνοι, οὐ τὴν δόξαν κατασκευάζοντες, ἀλλὰ τὰς πρὸς αὐτὴν ἀντιθέσεις λύοντες λέγουσι. Πρόθεσιν τοίνυν ἔχων δεῖξαι, ὅτι τὸ πέμπειν οὐκ ἔστι τῶν δυσὶ προσώποις κοινῶν, ὥσπερ οὐδὲ τὸ αἰτιατὸν, ὡς μετο δείξαι, δείκνυσιν ἐκ τοῦ τρισὶν εἶναι τοῦτο κοινόν, και φησιν, ὅτι τὸ πέμπεσθαι τὴν εὐδοκίαν δηλοί, κατὰ τὸν θεῖον Γρηγόριον· ἡ δὲ εὐδοκία κοινή καὶ τὸ πέμπεσθαι ἄρα. Πρῶτον τοίνυν ἁμαρτάνει περὶ τοῦ πέμπειν προθέμενος, περὶ δὲ τοῦ πέμπεσθαι ἀποδεικνύς. Επειτα καὶ τὸν Πατέρα πέμπεα σθαι λέγων ὡς καὶ αὐτὸν εὐδοκοῦντα, ὅπερ οὐδεὶς εἶπεν, οὕτω φύρει πάντα καὶ συγχέει κακῶς. 'Αλλ' ὁ θεῖος Γρηγόριο; τὴν ἀποστολὴν εὐδοκίαν φησίν, οὐ τὴν ἐκ τοῦ ἀποστέλλεσθαι, ἀλλὰ τὴν ἐκ τοῦ ἀπο στέλλειν παραγενομένην· διὸ καί φησι· Τὴν εὐδο κίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἀποστολὴν δηλονότι τοῦ Πατρὸς ὡς ἀποστέλλοντος, ὡσαν εἰ λέγων· Τὸ ἀποστέλλειν τὸν Πατέρα ἀντὶ τοῦ εὐδοκεῖν αὐτὸν νόησον. Εἰ γοῦν τις διορθούμενος τὸν ἄνδρα λέγοι κατὰ Λατίνων· Εστω, τὸ πέμπειν τὴν εὐδοκίαν δηλοί ἡ δὲ εὐδοκία κοινὴ, καὶ τὸ πέμπειν ἄρα κοινήν, ὥστε οὐ μᾶλλον ἐστι δυσὶ προσώποις κοινὸν ἢ καὶ ταῖς τρισὶ θεαρχικαῖς ὑπο στάσεσιν· ἀλλὰ πρῶτον μὲν τῶν αἱρετικῶν λεγόν των, δεσποτείας ἀξίωμα τὸν Πατέρα πρὸς τὸν Υἱὸν ἔχειν, ότι πέμπειν αὐτὴν καὶ πεπομφέναι λέγεται, ὁ θεῖος Γρηγόριος θέλησιν εἶναι τὴν πέμψιν λέγει ὡς ἐάν τις ἀντὶ τοῦ, Πέμπει ὁ Πατὴρ τὸν Υἱόν, είπει μεταλαβών, ὅτι εὐδοκεῖ τοῦτον ἐλθεῖν εἰς τὸν κόσμον. Εἰ γοῦν ἡ θέλησις τῶν πρὸς τὴν κτίσιν χαρισμάτων κοινή ἐστιν, ἀλλ' ἡ θέλησις τοῦ διὰ τοῦ Γιοῦ ταύτην γίνεσθαι, τοῦ ἡμετέρου μεσίτου, ἰδίως ὑπάρχει τοῦ Πατρός· οὐ γάρ ἐστι καὶ αὕτη κοινή τε καὶ ἀντιστρέφουσα· εἰ γὰρ ἂν ἠθέλησε καὶ ὁ Υἱ; διὰ τοῦ Πατρός ταύτην γίνεσθαι, καὶ ἔπεμψεν ἂν ὁ Υἱὸς εἰς τὸν κόσμον τὸν Πατέρα· τοῦτο δὲ οὐκ ἐστι. Καὶ τί δεί λέγειν περὶ ταύτης τῆς θελήσεως, ῇ ὁ Θεὸς θέλει τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον ἐλθεῖν; Θέλει μὲν ὁ Πατήρ γενναν (οὐ γὰρ
col. 91–92page 41 of 116
PG 161:91ἄκων) θέλει δὲ ὁ Υἱδ: τῇ αὐτῇ θελήσει γε νᾶσθαι (οὐ γάρ ἄκων), ἀλλ' οὐχ οὕτω τῇ αὐτῇ, ὥστε τὸν μὲν Πατέρα θέλειν γεννᾶσθαι, ὃ θέλει ὁ γες, ἢ τὸν Υἱὸν θέλειν γεννᾷν, ὅπερ ὁ Πατήρ θέλει. Καὶ πάλιν ἐστὶ μὲν ὁ Υἱὸς ἐκ τῆς τοῦ Θεοῦ θελήσεως, κατὰ τοὺς θεολόγους· ἔστι δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔστι δὲ καὶ ἡ κτίσις· ἀλλὰ κατὰ διάφορον τρόπον, καίτοι τῆς αὐτῆς θελήσεως οὔσης ἐν τῷ Πατρί. "Οτι τοίνυν εἴ τις ἁπλῶς περὶ τῆς θείας λέγοι θελήσεως, ἐᾴδιόν ἐστιν αὐτὸν πολλοῖς ἀτόποις περιπεσεῖν, πρόδηλον δήπου. Εἰ γοῦν καὶ τὸ θέλειν καὶ τὸ εὐδοκεῖν κοινόν ἐστι τοῖς θείοις προσώποις πρὸς τὴν κτίσιν, ἀλλ' οὐ διὰ τοῦτο καὶ τὸ πέμπειν ἐστὶ κοινὸν, εἰ καὶ τὸ πέμ πειν τὸ εὐδοκεῖν καὶ τὸ θέλειν σημαίνειν εἶπεν ὁ θεῖος Γρηγόριος, οὐδ᾽ οἷς ἐστι κοινὸν, πάντη τὸν αὐτόν ἐστι τρόπον καινὸν ἐξ ἀνάγκης. Πέμπει γὰρ τὸν Υἱὸν ὁ Πατήρ, πέμπει δὲ τοῦτον καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ὁ μὲν Πατὴρ ὡς Θεὸν καὶ ὡς ἄνω θ ωπον (τὸ γὰρ, Θεότης οὐκ ἀποστέλλεται, περὶ τῆς κοινῆς ἐννοίας τῆς τοῦ ἀποστέλλεσθαι νοεῖται, ᾗ σύνεστιν ὅ τε τῆς δουλικῆς ὑπουργίας τρόπος καὶ ἡ κατά τε τρόπον καὶ χρόνον μετάβασις, οὐ μὴν περὶ τῆς ἐνεργείας αὐτῆς τοῦ ἀποστέλλεσθαι τούτων ἁπάντων ἀφαιρεθέντων αὐτῆς, ἅπερ ἐκ τῆς κοινῆς ἐννοίας λαμβάνεται). Πέμπει τοίνυν ὁ Πατὴρ τὸν Υἱὸν καὶ ὡς Θεὸν καὶ ὡς ἄνθρωπον, ἀλλὰ τὸ Πνεῦμα τὸν Υἱὸν πέμπει μόνως ὡς ἄνθρωπον. Εἰ δ' οἷόν τε ἦν καὶ ὡς Θεὸν πέμπειν αὐτόν, ἀλλ᾽ οὗτοι γε κατά τὴν τοῦ γεννᾷν ἐνέργειαν, ὥσπερ ὁ Πατὴρ (πέμπει γὰρ αὐτὸν γεννῶν), οὔτε κατ' ἄλλην τινὰ τοιαύτην ενέργειαν, ἀλλὰ κατά τινα ἁπλῆν εὐδοκίαν μόνον ἢ θέλησιν, ᾗ θέλει τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς πέμπεσθαι. Ὡσαύτως δὲ πέμπει μὲν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὁμολογουμένως τὸ Πνεῦμα τὸ ἅγιον καὶ ὡσαύτως, ὅτι κατὰ τὴν αὐτὴν τοῦ προβάλλειν ἐνέργειαν, καὶ εἰ τὸ πέμπειν τὸ εὐδοκεῖν ἐστι καὶ ἡ εὐδοκία κοινή, ἀλλ' οὐ καὶ ἑαυτὸ πέμπειν τὸ Πνεῦμα τὸ ἅγιον λέγε ται· κατ' οὐδεμίαν γὰρ ἐνέργειαν ἑαυτὸ πέμπει Θεῷ πρέπουσαν, εἴπερ οὐδενὶ τρόπῳ ἀρχὴ ἐστιν ἑαυτοῦ. 'Αλλ' ἔνιοί φασιν, ὅτι δύναται καὶ τὸ Πνεῦ μα λέγεσθαι πέμπεσθαι ὑφ' ἑαυτοῦ ἢ πέμπειν ἑαυτό· ἀλλὰ κατ' ἐκείνην δήπου την θέλησιν, τ θέλει ἑαυτὸ πέμπεσθαι ὑπ' ἐκείνων, ὑφ' ὧν πέμπεσθαι λέγεται· ὅτι δὲ ἁπλῶς ἑαυτὸ πέμπει, καθὼς ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πέμπεται, οὐδεὶς εἶπεν οὐδὲ ἐρεῖ. Εἰς τοῦτο δὲ φέρει καὶ τὸ μὴ δο κεῖν εἶναι ἀντίθεον. Τὴν γὰρ τοῦ πέμπεσθαι θέα λησιν καὶ αὐτὸ ἔχει, ὥσπερ καὶ ὁ Πατὴρ τὴν τοῦ πέμπειν αὐτό· οὐ μὴν, διότι τὸ πέμπειν τὸ ενδο κεῖν ἐστι, εὐδοκοῦν πέμπεσθαι καὶ ἑαυτὸ πέμπει, καθὼς ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πέμπεται. "Οτι δὲ τὸ πέμπεσθαι τὴν πρὸς τὴν αἰτίαν ἀνα ρὰν δηλοί, θαυμάζω ὅπως ἔλαβεν ἑαυτὸν ἐξειπών νοεῖται ᾗ σύνεστιν τοῦ ἀποστέλλεσθαι 205 208 (α) Θεὸς οὐκ ἀποστέλλεται, (διάστασις τυπική)
col. 93–94page 42 of 116
PG 161:93οὐ γὰρ δυνήσεται λέγειν, ὡς ἄρα τὸ πέμπεσθαι τον νατον, Υἱὸν καὶ τὸ Πνεῦμα παρὰ Πατρός δηλοῖ τὸ πρὸς τὴν πρώτην αἰτίαν τὰ τῶν ἐξ αὐτῆς ἀναφέρεσθαι πάντα, ἥτις ἐστὶν ὁ Πατὴρ, τὸ δὲ πέμπεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δηλώσει τὸ πρὸς τὴν αἰτίαν τὰ τῶν ἐξ αὐτῆς ἀναφέρεσθαι πάντα, ἥτις ἐστὶν ὁ Πατὴρ ἅμα καὶ ὁ Υἱὸς μιᾷ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλοντες. Εἰ δὲ τοῦτ' ἔστιν, ἀρκεῖ τὸ πέμπεσθαι τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Γιοῦ πρὸς τὸ καὶ πάντα τὰ τοῦ Πνεύματος πρὸς τὸν Γΐὸν ὡς ἀρχὴν ἀναφέρεσθαι, ἀρχὴν δὲ οὐκ ἄλλην παρὰ τὸν Πατέρα, ὡς εἴρηται. Επειτα ἀδύνατον εἶναι λέγει τὸ πέμπειν ἰδιότητα είναι Πατρὸς καὶ Υἱοῦ πρὸς τὸ Πνεῦμα, είπερ τὸ μὲν πέμπειν ἐστὶ χρονικόν, ουδεμία δὲ ἰδιότης τῶν θείων προσώπων ἐστὶ χρονικὴ, ἀλλ' ἀἴδιος καὶ ἄναρχος, καὶ εἰ ἀδύ εἶναι ἰδιότητα, πολλοῦ δεῖν φησιν εἶναι ταυ τὸν τῇ ἀνάρχῳ καὶ ἀἰδίῳ προόδῳ τοῦ Πνεύματος. Πρῶτον μὲν κακῶς λέγει μηδεμίαν είναι ιδιότητα χρονικήν. Εἰ γὰρ οὐδεμία ιδιότης ἐστὶ χρονική, καὶ οὐδὲν χρονικὸν ἰδιότης ἔσται· ἡ σάρκωσις ἄρα τοῦ Γιοῦ οὐκ ἔσται ἰδιότης τοῦ Υἱοῦ χρονική οὖσα· ἀλλὰ τοῦτο ἀδύνατον· οἵ τε γὰρ διδάσκαλοι τῆς ἐκκλησίᾳ; καὶ ταύτῃ διακρίνουσι τὸν Υἱὸν Πατρός τε καὶ Πνεύματος, καὶ ἄλλως, εἰ μὴ ἴδιον ἔσται, κοινὸν ἔσται, καὶ οὕτω σαρκωθεῖσα καὶ ἡ τοῦ Πατρὸς ὑπό στασις καὶ τοῦ Πνεύματος νοηθήσεται. Επειτα εἰ καὶ ἡ πέμψις χρονική ἐστιν, ἀλλὰ τὸ πέμπειν οὐκ ἔστι χρονικόν. Τῷ μὲν γὰρ πέμπειν ή ιδιότης τοῦ προσώπου τοῦ δυναμένου πέμπειν νοεῖται, ώσαύ τως δὲ καὶ τῷ πέμπεσθαι ἡ ἰδιότης τοῦ πέμπεσθαι δυναμένου. Ἡ δὲ πέμψις τὴν ἐνέργειαν αὐτὴν δηλοῖ τῆς τοιαύτης ιδιότητος· ἐπειδὰν διὰ τῆς ἔξω ἐνερ γείας ή τοιαύτη δύναμις ή ιδιότης φανερωθῇ. Ει δὲ καὶ ταυτὸν εἶναι δοθῇ τό τε πέμπειν καὶ ἡ πέμ ψις, ἀλλὰ τό τε πέμπειν καὶ τὸ ἀϊδίως προάγειν αὐτὸ τὰ πεμπόμενον πρόσωπον οὐδὲν διαφέρει κατὰ τὸ πράγμα· ὡσαύτως δὲ καὶ τὸ πέμπεσθαι καὶ τὸ ἀἱ δως προϊέναι, εἰ δὲ καὶ μὴ ἔστι ταυτὸν τῷ πράγ ματι, ἀλλὰ ἔπεται θατέρῳ θάτερον, ὥστε τῷ πεμ πομένῳ προσώπῳ καὶ τὸ ἀϊδίως προάγεσθαι ἁρμόττειν, καὶ εἴ τι μή παρά τινος ἀϊδίως προάγεται, μηδὲ πέμπεσθαι τοῦτο δύνασθαι· ἐντεῦθεν γὰρ ἀδύ νατον τὸν Πατέρα πέμπεσθαι διὰ τὸ μηδὲ παρά τι η; προϊέναι. Οπόταν τοίνυν καὶ τὰ ἄλλα πάντα συγχωρηθῇ, ἀλλ' ἐπειδὴ τῷ χρονικῶς προϊόντι καὶ τὸ ἀϊδίως προϊέναι ἁρμόττει, πρόεισι δε χρονικῶς ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον παρ' αὐτοῦ πεμπόμενον, καὶ ἀϊδίως ἐξ αὐτοῦ πρόεισι. Καντεῦθεν ἔστιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον οὐ λέγεται παρ' ἑαυτοῦ πέμπεσθαι, ὥσπερ οὐδὲ ἐξ αὐτοῦ προϊέναι, Μοι. ἀναφέρεται. "Ετι εἰ διότι πέμπεσθαι παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγε ται, διὰ τοῦτο καὶ ἐκπορεύεσθαι δεδικαίωται λέγε σθαι, ἐπειδὴ καὶ ὁ γιὸς πεπέμφθαι λέγεται παρὰ τοῦ Πατρὸς, λεγέσθω καὶ παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεσθαι, ἵνα μὴ μόνον τὸ τοῦ Πατρὸς ἰδίωμα, ἀλλὰ καὶ τὸ τοῦ Πνεύματος σφετερίσηται, καὶ εἰς ἓν ἡ ὅλη θεόης πρόσωπον συσταλῇ, κ. τ. λ.
col. 95–96page 43 of 116
PG 161:95οὐδὲ πέμπειν ἑαυτὸ, ὥσπερ οὐδὲ προβάλλειν ἑαυτό. Εἰ δὲ καὶ πέμπει τὸν Υἱὸν, ἀλλὰ καθ', γέγονε σάρξ καὶ αὕτη ἡ ἀπόκρισις οὐκ ἔστι σοφιστική, ἀλλ' ἀλη θής. Ο γὰρ 'εολόγος καὶ ὑπὸ τοῦ Κυρίου πέμπεσθαι τὸν Υἱόν, προηγουμένως μὲν ὡς ἄνθρωπον, λέγει· εἰ δὲ καὶ ὡς Θεὸν συγχωρεῖ μὲν, ἀλλ᾽ οὐδὲν ἀδύνατον ἕπεσθαι λέγει, ἂν τὴν ἀποστολὴν εὐδοκίαν τις νοήσῃ· ὥστε καὶ ὁπόταν ὑπὸ τοῦ Πνεύματος πέμπηται, εἰ μὲν ὡς ἄνθρωπος, ὁ καὶ προηγουμένως λέγεσθαι δεῖ, οὐδὲν τοῦτο κατὰ Λατίνων ἐστίν εἰ δὲ ὡς Θεός, ἡ εὐδοκία τοῦ Πνεύματος αποστολή νοεῖται, καὶ οὐδὲ τοῦτο κατὰ Λατίνων ἐστὶν, ἐν τρό που έναγχος εἴρηται. 'Αλλ' είπερ ὁ μὴ δεικνύς και τασοφίζεται, κατασοφίζεται μᾶλλον ὁ μὴ δεικνύς ὅπως ὡς Θεὸν ἀποστέλλει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐδαμῶς γὰρ τοῦτο δεῖξαι δύναται λεγόμενον ὑπό τινος τῶν ἁγίων. Πρόσεστι δὲ ὅτι καὶ πολὺν τὸν παράλογον ἔχει· ἐπὶ πᾶσι δὲ τὴν μὲν ἐν τῷ αἰτια τῷ τοῦ Υἱοῦ καὶ Πνεύματος κοινωνίαν οὐδὲν εἶναι φησι θαυμαστὸν οὐδὲ παράδοξον, τὴν δὲ ἔν τινι κοι νωνίαν Πατρὸς καὶ Υἱοῦ παράδοξον ἀποφαίνεται. Πρῶτον μὲν οὖν οὐκ ἔδει τὴν τῆς πίστεως ἀλήθειαν ἐν τῷ μὴ θαυμαστῷ μηδὲ παραδόξῳ τοῦτον ὁρίζεσθαι· τοὐναντίον γὰρ πολλῆς ἐκπλήξεως καὶ ἀπο ρίας τὴν ἡμετέραν πίστιν γέμουσαν ίσμεν. ἀπορήσεις δ᾽ ἄν τις μᾶλλον εὐλόγως, πότερον ἡγεῖται θαυμαστὸν, εἰ τὸ προβάλλειν κοινόν ἐ:τι Υἱῷ καὶ Πατρὶ ἢ εἰ τὸ πέμπειν· οὐ γάρ ἐστι σαφές. Ει μὲν οὖν περὶ τοῦ προβάλλειν βούλεται λέγειν, καὶ μὴν περὶ τοῦ πέμπειν ἡ πρόθεσις ἦν· ἔδει γὰρ αὐτ τὸν δεῖξαι, ὅτι οὐδὲ τὸ πέμπειν ἐστὶ τῶν δυσὶ προσο ώποις κοινῶν, ὥσπερ οὐδὲ τὸ αἰτιατόν· εἰ δὲ περὶ τοῦ πέμπειν, οὐκ ἔδει θαυμάζειν αὐτὸν, εἰ κοινόν ἐστι Πατρὶ καὶ γιῷ. Ὅτι μὲν γὰρ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πέμπει τὸ Πνεῦμα τὸ ἅγιον, οὐδ᾽ ἔστιν ἀρνεῖσθαι, τῆς ἀληθείας άμφω λεγούσης· οὐκ ἄρα ενός ἐστι προσώπου· ὅτι δὲ καὶ τὸ Πνεῦμα ἑαυτὸ πέμ πει ἢ ὑφ' ἑαυτοῦ πέμπεται, οὐδαμοῦ τῆς Γραφῆς εὑρίσκεται κείμενον· οὐκ ἄρα καὶ τῶν τριῶν προσ ώπων ἐπὶ τὸ πέμπειν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ καὶ τὸ Πνεῦμα πνεῖ ὅπου θέλει ἀλλ᾽ οὐ δή που καὶ ἑαυτὸ πέμπει ἢ ὑφ' ἑαυτοῦ πέμπεται. Το γὰρ πέμπειν τάξιν ἑνὸς προσώπου δηλοῖ πρὸς ἔ:ε ρον, τουλάχιστον, ἣν αὐτὸς προϊὼν τίθησιν, ὅτι τοῦ (α); ἑνὸς θείου προσώπου ἀφανοῦς γινομένου θάτερον 207:, πνι, Πνεύματι. (α) Σιν, φανεροῦται· ἥντινα τάξιν ἀδύνατον τιθέναι τοῦ Πνεύματος πρὸς ἑαυτό· τὸ δὲ πνεῖν ὅπου θέλει την ἐξουσίαν καὶ αὐθεντίαν παριστάνει τοῦ Πνεύματο ἣν ἔχει παρὰ Πατρὸς καὶ Υἱοῦ πεμπόμενον· κοινὴν γὰρ θέλησιν καὶ μίαν ἔχον μετὰ Πατρὸς καὶ Υἱοῦ τὴν τοῦ πάντας ἁγιάζειν καὶ πάντας εὐεργετείν τοὺς ἀξίους καὶ τὴν αὐτὴν παντάπασι δύναμιν οὐδὲν αὐτῷ προσιστάμενον ἔχει, ἀλλὰ τὴν εὐεργεσίαν αὐτοῦ καὶ τὴν χάριν μετ' ἐξουσίας διανέμει τοῖς χρήζουσι. Καὶ ταῦτα μὲν, εἰ περὶ τῆς τοῦ πέμπειν κοινότητος
col. 97–98page 44 of 116
PG 161:97διηποροῦμεν. Εἰ δὲ περὶ τοῦ προβάλλειν, καίτοι γε πόρρω τό γε νῦν ἔχον τῆς προθέσεως ἦν, πρότερον μὲν ἴσως ευλόγως ηπόρει, ἀλλὰ νῦν ἀπάσης ἀπορίας ἐκτὸς ἔσται. Εἰ γὰρ τὸ πέμπειν τὸ Πνεῦμα τὸ ἅγιον κοινὸν ἐν Πατρὶ καὶ Υἱῷ οὐ πρόσεστι καὶ τῷ Πνεύματι, οὐδὲν θαυμαστὸν, εἰ καὶ τὸ προβάλο λειν κοινὸν ἐν αὐτοῖς οὐ προσέσται τῷ Πνεύματι. Εἰ δὲ τὴν ἐν τῷ προβάλλειν κοινωνίαν Υἱοῦ καὶ Πατρὸς υπό τε Διονυσίου καὶ τοῦ Γρηγορίου νομίζει κωλύεσθαι, ἵνα μὴ καὶ τὸ Πνεῦμα εἰς ταύτην τὴν κοινωνίαν εἰσάγηται, ἀλλὰ καὶ Λατῖνοι φήσουσι μετά πλείστης αδείας ἐξεῖναι σφίσι τὴν κοινωνίαν ταύτην συνάγειν ἐν Πατρὶ καὶ Υἱῷ ἐξ ὧν ὁ Κύριλλος λέγει ποῦ μέν· Συναΐδιον πιστεύομεν τῷ Πατρὶ τὸν Υἱὸν καὶ πᾶν ὁτιοῦν ἰσόμετρον ἔχοντα δίχα μόνον τοῦ τεκεῖν ποῦ δὲ, Ἐν Υἱῷ μονογενεῖ κατὰ πάντα ἐμοίῳ καὶ ἴσῳ τῷ Πατρὶ χωρὶς τῆς πατρότητος Ωσαύτως δὲ καὶ ᾿Αθανάσιος λέγει Τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα καὶ περὶ τοῦ Πατρὸς, πλὴν τοῦ λέγεσθαι Πατήρ. Καὶ πά λιν ὁ αὐτός· Τὰ ἐπὶ Πατρὸς λεγόμενα, ταῦτα καὶ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ Γραφαι, χωρίς μόνον τοῦ λέγεσθαι αὐτὸν Πατέρα Ουδέτερος γὰρ τούτων οὔτ᾽ ἄλλος τις εἶπε· Πλὴν τοῦ προβάλλειν. Οτι δὲ οὐδὲ τὸ τοῦ Διονυσίου προσίσταται, οὔτε μὴν τὸ τοῦ Θεολόγου, πολλὰ μὲν, ἔξεστι λέγειν, τοῦτο δεικνύουσιν, ἀλλ' ἀρκεῖ τοσοῦτον εἰπεῖν· περὶ μὲν Διονυσίου, ὅτι ἂν καὶ δῶμεν τὸ προβάλλειν μὴ εἶναι κοινὸν Υἱῷ καὶ Πατρί, διότι ἀδύνατον ὑπάρ χειν αὐτὸ καὶ τῷ Πνεύματι, τοῦ ἁγίου λέγοντος, τὰ ἐκείνοις κοινὰ καὶ τῷ Πνεύματι κοινὰ εἶναι, ἀλλὰ τὸ πέμπειν τὸ Πνεῦμα τὸ ἅγιον πρόσεστι μὲν οὐδαμῶς αὐτῷ τῷ Πνεύματι Πατρὶ μέντοι γε καὶ Γιῷ κοινόν ἐστιν, ὡς μηδ' ἐξεῖναι τοῦτο ἀρνεῖσθαι εὐκοῦν ἢ οὐ καλῶς ὁ Διονύσιος ἀξιοῖ καθόλου (ἔστι γὰρ ἀπὸ τοῦ πέμπειν ἐνστῆναι), ἢ πάντα δεῖ νοεῖν τὰ μὴ ἀντικείμενα τῷ λόγῳ τοῦ Πνεύματος· εἰ μένο του καλῶς ἀξιοῖ ὥσπερ καὶ τῷ πάντα τὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν, δεῖ προσεπινοεῖν· τὰ μὴ ἀντικείμενα τῷ τοῦ Υἱοῦ λόγῳ. Εἰ δὲ πάντα ὅσα δ γιές, τοῦ Πνεύματος πλὴν τῆς γεννήσεως, ὁ μέγας λέγει Γρηγόριος, τῇ γεννήσει καὶ τὴν προβολὴν συμ περιλαμβάνει, ὡς ἐκ τοῦ Πατρὸς διὰ τοῦ γεννητοῦ ἐπὶ τὸ Πνεῦμα περαίνουσαν, καὶ ὡς ἐν τῷ γεννᾶσθαι διδομένην αὐτῷ παρὰ τοῦ Πατρὸς τῷ τῆς γεννήσεως καὶ υἱότητος συμπεριλαμβάνονται λόγῳ, ὅτι γεννώμενος ἐκ τοῦ Πατρὸς ταῦτα λαμβάνει. 207 συνάγει. αὐτῷ. ἀξιοῦν. ή ἀξιοῦν τὰ τῆς προβολής. (α)
col. 99–100page 45 of 116
PG 161:99Α΄ Γ. Ἐξ ἧς, Εφεξῆς τὴν πέμψιν τοῦ Πνεύματος ἄλλο τι παρά τὴν ἀΐδιον εἶναι πρόοδον πειρᾶται δεικνύναι, καὶ τὸ πεμπόμενον Πνεῦμα ἅγιον οὐ τὴν ὑπόστασιν εἶναί φησιν, ἀλλὰ τὴν χάριν ἢ τὴν ἐνέργειαν, ὡς αὐτὸς λέγει, τοῦ Πνεύματος. Ἡμῖν δὲ περὶ μὲν τῆς πέμ ψεως καὶ τῆς ἐκπορεύσεως μετρίως είρηται πρότι ρον, ὅτι κἂν δοθῇ δύο ταύτας εἶναι πράγματα, ἀλλ' οὐδὲν ἧττον ἡ χρονικὴ ἀποστολή, ἡ πέμψις τοῦ Πνεύ ματος, τὴν ἀΐδιον αὐτοῦ πρόοδον ὑποτίθησιν· εἰ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ὁ Παράκλητος, τὸ τῆς ἀληθείας Πνεῦμα, 8 παρὰ τοῦ Πατρὸς ἐκπορεύεται καὶ ἂν ὁ Υἱὸς πέμπει, οὐκ ἔστιν ἡ ὑπόστασις τοῦ Πνεύματος, πόῤῥω καὶ νοῦ καὶ φρενῶν καὶ τῆς τῶν λόγων τέ χνης εἶναι δεῖ τὸν πείθεσθαι μέλλοντα. Τούτων τοί νυν ἁπάντων οὕτως ἐχόντων, μάτην ἐπιλαμβάνεται Λατίνων, κακῶς λύειν τὴν εἰς ἄτοπον ἐκείνην ἀπα γωγὴν ἐκ τῆς τῶν ὑπαρχόντων τῷ Θεῷ διαιρέσεως. Δέδεικται γὰρ δήπου, ὅτι τὸ αἰτιατὸν κοινόν ἐστιν Υἱῷ καὶ Πνεύματι, καὶ τὸ πέμπειν κοινὸν Πατρι καὶ Υἱῷ, καὶ οὕτως οὐκ ἀνάγκην είναι δείκνυται, πᾶν τὸ περὶ Θεοῦ λεγόμενον ἢ ἑνὸς εἶναι προσώπου ἢ καὶ τῶν τριῶν ὁμοῦ, ὡς τὸ κατὰ Λατίνων ἐπιχείρημα βούλεται· καὶ οἱ πρὸς τὴν λύσιν ταύτην λόγοι τοῦ ἀνδρὸς ἕωλοι παντάπασι καὶ οὐδὲν ὑγιές ἐδείχθησαν ἔχοντες. Ο ΕΦΕΣΟΥ ΚΕΡ. ΙΑ' Οι Λατίνοι τὸ τρίτον εἶναι μετὰ Πατέρα καὶ Υἱν τὸ Πνεῦμα τὸ ἅγιον ὡς ὁμολογούμενον ἔχοντες ἐκ τῆς τάξεως ταύτης οίονται δείκνυσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Εἰ γὰρ μὴ τάξιν εἶχε, φασί, καὶ πρὸς τὸν Υἱὸν κατὰ τὴν πρὸ; αὐτὸν σχέσιν, οὐκ ἂν ἐλέγετο τρίτον, οὐδὲ ἑξῆς μετ' αυτόν. Αλλ', ὦ γενναῖοι, φαίην ἂν πρὸς αὐ τοὺς, εἰ μετὰ τὸν Πατέρα δεύτερος ὁ ϊς (τοῦτο γὰρ ἡ σχέσις ἀπαιτεῖ), καὶ οὐκ ἂν ἄλλο τι μεταξύ παρεμπέσοι, τί ἂν ἄλλο εἴη τὸ Πνεῦμα τὸ ἅγιον ἢ τρίτον; Πρῶτος μὲν γὰρ οὐκ ἂν εἴη δήπουθεν· δεύ τερος δὲ ὁ Υἱὸς ἐξ ἀνάγκης· τρίτον ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἐστὶ συμπληρωτικὸν τῆς μακαρίας Τριάδος ἐκείνης. Διὰ τοῦτο δὲ καὶ ἡ τάξις, οἶμαι, τοῖς θεολόγοις παρείληπται, ἵνα μὴ Υἱὸς νομισθῇ μετὰ τὸν Πατέρα ταττόμενον· ἄλλως γὰρ καὶ ἀνα ροῦσι τὴν τάξιν. Οὐκ ἔχει γάρ, φασί, τάξιν ἡ ἁγία Τριάς, οὐχ ὡς ἄτακτος, ἀλλ' ὡς ὑπὲρ τάξιν· καὶ αὖθις· Τὰ αὐτὰ καὶ προαριθμοῦνται καὶ συναριθμοῦνται καὶ ὑπαριθμούνται Τί οὖν ὑμῖν ή τάξις συντελεῖ πρὸς τὴν ὑμετέραν ὑπόθεσιν, εἰ μὴ πᾶν τὸ ἐχόμενόν τινος κατά τάξιν καὶ ἐξ αὐτοῦ τὸ εἶναι ἔχειν ἀνάγκη Φέρε δὴ καὶ τὸν μέγαν ὑμῖν προθῶμεν Βασίλειον, ἵν᾿ εἰδῶ μεν οἷα περὶ τοῦ προκειμένου φθέγγεται. Επειδή, φησὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀφ' οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Γιοῦ μὲν ηρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένων ἀνάγνη Γ.
col. 101–102page 46 of 116
PG 161:101ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνω ριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος ση μεῖον ἔχει τὸ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνω ρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ακούεις τοῦ οὐρανοφάντορος, οἷα λέγει; Τοῦ Υἱοῦ, φησίν, ήρτηται, τουτέστιν ἔχεται, οὐχ ὅτι ἐξ αὐτοῦ ἐκπο ρεύεται, ἀλλ' ὅτι σὺν αὐτῷ ἀδιαστάτως ἐκ τοῦ Παν τρὸς τὸ εἶναι ἔχον καταλαμβάνεται, τῆς τοῦ Μονο γενοῦς μεσιτείας, ὦ φησιν ὁ ἀδελφὸς αὐτοῦ Γρηγόριος ὁ τῆς Νύσσης, καὶ ἑαυτῷ τὸ μονογενές φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπαλλοτριούσης. Καὶ πάλιν γνωριστικόν σημεῖον ἔχει, φησί, τὸ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Τούτων τί ἂν γένοιτο λευκότερον ἢ σαφές στερον, ἢ πρὸς τὴν ἡμετέραν δόξαν ομοφωνότε ρον; Ο ΣΧΟΛΑΡΙΟΣ. Οἱ Λατίνοι ἀναιροῦσι μὲν καὶ αὐτοὶ τὴν τάξιν ἀπὸ Θεοῦ, ἦν οἱ διδάσκαλοι τῆς ᾿Εκκλησίας ἐκβάλλουσιν· ἐκβάλλουσι δὲ ἐκεῖνοι τὴν τάξιν τὴν τοῦ προτέρου καὶ ὑστέρου, ἥτις δὴ καὶ κυρίως λέγεται τάξις ἐν τοῖς κτιστοῖς πράγμασι, καὶ ὅλως την τάξιν, ἥτις ἐπιγίνεται τοῖς πράγμασιν ἔξωθεν ἔκ τινὸς ἐν αὐτοῖς ταύτην ποιοῦντος. Ὑπὲρ γὰρ ταύ την τὴν τάξιν εἶναι βούλονται τὴν ἁγίαν Τριάδα. Ἀλλὰ καὶ ὅσον πρὸς ἡμᾶς, οὐδεμίαν τάξιν ἔχουσιν ἐν ἑαυτοῖς ὡρισμένην, ἀλλὰ κατὰ διαφόρους ἀπο βλέψεις τὰ αὐτὰ καὶ προαριθμεῖσθαι καὶ συναριθμεῖσθαι καὶ ὑπαριθμεῖσθαι δύνανται, εἰ καὶ τούτου τάξις ἄλλη γέγονεν αἴτιον. Καίτοι γὰρ κοινῶν ὄντων ὅλης τῆς Τριάδος τῶν εἰς ἡμᾶς εὐεργετημάτων, ὅμως ἡ τούτων ποικιλία προῆλθεν ἐκεῖθεν μετά τινος τάξεως ἀπὸ τῆς ἑκάστου τῶν θείων προσώπων ιδιότητος λαμβανομένης, ἀνθ' ὅτου δὴ καὶ ἄλλῳ Θείῳ προσώπῳ ἄλλης ιδίως εὐεργεσίας ἐπιγράφειν εἰώθαμεν. Καθώς ἂν τοίνυν ἡμῖν ἐπίῃ τῶν τοιού των εὐεργετημάτων μεμνήσθαι, οὕτω δὴ καὶ ἀριθ μεῖν καὶ τάττειν τὰ θεῖα εἰώθαμεν πρόσωπα, καὶ οὕτως πρὸς εὐχαριστίαν ἢ δοξολογίαν τῆς μακα ρίας ἀφικνεῖσθαι Τριάδος. Τὴν ἐκβαλλομένην τοί νυν ὑπὸ τῶν ἁγίων τάξιν ἀπὸ Θεοῦ καὶ οἱ Λατίνοι συνεκβάλλουσι δήπου· τὴν δὲ τάξιν, ἧς ἄνευ ἀδύνα τον καὶ Τριάδα λέγεσθαι την μακαρίαν Τριάδα, εν ὅ τε θεῖος Βασίλειος καὶ ὁ Νύσσης καὶ πρὸ τούτων αἱ κοιναὶ τῆς πίστεως υποθέσεις διδάσκουσιν, ἐκ τῶν ἰδιοτήτων μὲν τῶν θείων προσώπων καὶ τῶν προόδων ἀναγκαίως ἀνίσχουσαν, καὶ αὐτοῖς δὲ τοῖς ὀνόμασι τῶν θείων προσώπων σημαινομένην καλῶς οὐ τολμῶσιν ἀρνεῖσθαι, οὐδ' εἰς προοπτον ἑαυτοὺς ρίπτειν φιλονεικίας είνεκα κίνδυνον Αυσιτελεί δὲ αὐτοῖς ἡ τάξις οὐ πρὸς τὴν ὑπόθεσιν μόνον, περὶ ἧς ἡ διαφορὰ, ἀλλὰ πρὸς πᾶσαν ἀλήθειαν, ἣν οἴδασι καλῶς αὐτίκα τὰς ἑαυτῶν ψυχὰς ἀπολείψου σαν, ἂν αὐτοὶ τὴν τάξιν ἀρνήσωνται. Ἡ γὰρ περὶ 256, αὐτῷ, Γ. 209, κινδύνων.
col. 103–104page 47 of 116
PG 161:103τὴν τάξιν καινοτομία, φησὶν ὁ μέγας Βασίλειος, Οὐκ ἔδει σε Θεοδώρητον καὶ τὰ τούτου παρ ράγειν εἰς μέσον, ὅπου γε Θεοδώρητον μὲν ἐπιστρέ (α) νοι. κατά η αὐτῆς τῆς ὑπάρξεως αθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεως ἐστὶν ἄρνησις. Γέλοιον δὲ καὶ ὅτι τὴν ἐχομένων τάξιν ἀποδιδόναι τοῖς θείοις προσ ώποις τοὺς Λατίνους ενόμισεν. Οὐχ οὕτως ἀμαθεῖς εἰσιν οἱ Λατίνοι, ὥστε καθάπερ οἰκίας τρεῖς ἢ τινὰ τῶν οὕτως ἐχομένων τετάχθαι τὰ θεῖα πρός ωπα οἴεσθαι, εἰ καί τινες τῶν ἁγίων παχυλῶς οὕτω καὶ τύπῳ πρὸς μείζονα τῆς ἀληθείας φανέρωσιν ἔχεσθαι ἀλλήλων τὰ θεῖα πρόσωπα λέγουσι, τὸ τῆς φύσεως ἡνωμένον καὶ ἀδιάστατον ἐν τῇ τελείᾳ τῶν ὑποστάσεων διακρίσει παραστῆσαι τοῖς παχυτέρεις βουλόμενοι. Περὶ μὲν οὖν τῆς ἐν τοῖς θείοις προς ώποις τάξεως ἀρκεῖ τὰ ὑπὸ πολλῶν πρότερον περ πραγματευμένα· πρὸς δὲ τὸ παρὸν ἐπιχείρημα ἱκανὰ καὶ τὰ παρόντα παραιτήσεως ἕνεκα τῆς ὑπὲρ Λατίνων. Οὐδὲν γὰρ ἄλλο δεόμενον ἀποκρίσεως ὁ ἐνδέκατος οὗτος αὐτῷ προβάλλεται λόγος. Εἰ μὲν ἴσως, ὅτι φησὶ τῶν θείων προσώπων τάξιν μὴ φύσει τούτοις ἐγκεῖσθαι, μὴ παρὰ τοῦ κοινοῦ διδασκάλου, τοῦ ἑνὸς τῆς μακαρίας Τριάδος, ἐν τοῖς πρώτοις νενομοθετῆσθαι, ἀλλ᾽ ὑπὸ τῶν διδασκάλων παρα ληφθῆναι πρὸς ἀποφυγὴν ἀτόπου τινός· πρὸς τοῦτο δὲ βέλτιον ἂν εἴη σιγῇ μετά γέλωτος ἀποκρίνεσθαι. ΕΦΕΣΟΥ ΚΕΦ. ΙΒ΄ Πολύ τι δοκεί συμβάλλεσθαι τοῖς Λατίνοις προς τὴν οἰκείαν ὑπόθεσιν τὸ λέγεσθαι τοῦ Υἱοῦ Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον ἐγὼ δὲ προσθήσω τούτῳ καὶ ὅτι ἴδιον τοῦ Υἱοῦ καὶ οὐκ ἀλλότριον τοῦ Υἱοῦ, καὶ ὅσα τούτοις ὅμοια "Αρ' οὖν διὰ ταῦτα καὶ ἐξ αὐτοῦ ἐκπορεύεται; Αλλ' οὐκ ἐάσει τοῦτο πρῶτον μὲν Θεοδώρητος, βλασφημόν τε καὶ δυσ σεβῆ τὴν τοιαύτην δόξαν ἡγούμενος ἔπειτα καὶ αὐτὸς ὁ θειότατος Κύριλλος ἐν οἷς φησι Κατ' οὐδένα τρόπον σαλεύεσθαι ἀνεχόμεθα τὴν ορισθεῖσαν πίστιν παρὰ τῶν Πατέρων ἡμῶν ἤτοι τὸ τῆς πίστεως σύμβολον, οὔτε μὴν ἐπι τρέπομεν ἑαυτοῖς ἢ ἑτέροις λέξιν γοῦν μίαν Ο ψαντα τῇ τῆς συνόδου γνώμη, τὰ δὲ κεφάλαια αὐτοῦ οὐ πολλῷ πρότερον ἐλεγχθέντα παρὰ τοῦ ἁγιωτάτου Κυρίλλου καὶ παρὰ τῆς συνόδου ἀναθεματισθέντα τῆς αὐτῆς καὶ διὰ τῶν μετ' αὐτὴν ἁπασῶν διαρρήδην οὕτω καὶ σαφῶς εἴδομεν. 256, όρισθ. παρὰ τῶν Πατ. πίστιν. θέσιν
col. 105–106page 48 of 116
PG 161:105ἀμεῖναι τῶν ἐγκειμένων ἐκεῖσε· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ καλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἐκπορεύεται μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρίς, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὴν τῆς οὐσίας λόγον. Ακούεις, κατά τίνα λόγον τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγεται καὶ ἴδιον αὐτοῦ καὶ οὐκ ἀλλότριον; Κατὰ τὸν τῆς οὐσίας φησί λόγον, ὡς ὁμοούσιον αὐτῷ δηλονότι. Λέγει δὲ καὶ ὁ τῆς Νύσ της θείος Γρηγόριος· Τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υποῦ μὲν εἴρηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὶς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται Τίνα τοίνυν ἐξηγητὴν βελτίονα τῶν ἀποστολικῶν τε καὶ τῶν ἰδίων ῥημάτων δεξόμεθα παρὰ τοὺς θείους τουτουσί θεολόγους; Ο ΣΧΟΛΑΡΙΟΣ. (α). Οι Λατίνοι, καίτοι πολλὰ περὶ Θεοδωρήτου λέγειν ἔχοντες, ὡς ἐν τοῖς συγγράμμασι τῶν αὐτοῖς συνηγορούντων ἔστιν ἰδεῖν, καὶ δυνάμενοι μὲν αὐτ την παραγράψασθαι πρότερον, δυνάμενοι δὲ καὶ πάλιν συμβιβάζειν τοῖς ἄλλοις, ὁπότε τῆς ὑγιαινού της δόξης ἐγένετο, ὅμως τοσοῦτον ἂν εἴποιεν, ὅτι τὰ τοῦ Θεοδωρήτου πολλῆς ἀμφιβολίας γέμοντα οὐδὲ παράγειν εἰς μέσον χρή. Ενδέχεται μὲν γὰρ αὐτῶν, ἕως τῆς Νεστορίου λύμης ἀπέλανε καὶ αὐο τῆς, ὁμοίως ἐκείνῳ τὸ Πνεῦμα τῆς τοῦ Υἱοῦ οὐσίας ἀλλοτριοῦν καὶ διὰ τοῦτο ἀρνεῖσθαι αὐτὸ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ τὴν ὑπαρξιν ἔχειν, δι' ὧν εἴπερ τινὸς ἄλλου καὶ ἡ πρὸς τὸν Υἱὸν ὁμοουσιότης τοῦ Πνεύματος ἔμελλε δείκνυσθαι. Ενδέχεται δ' αὐτὸν καὶ μετὰ τῆς ἀληθείας γενόμενον ὕστερον μηδενί τρόπῳ φρονεῖν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα κτιζόμενον, ὡς οἱ τότε ἐφρόνουν αἱρετικοὶ, καὶ διὰ τοῦτο ἀρνεῖσθαι αὐτὸ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν· οὕτω γὰρ καὶ αὐτὸ μετὰ τῶν Άλλων κτισμάτων ἐξ Υἱοῦ καὶ δι' Υἱοῦ κτίζεσθαι, καὶ τὴν ὕπαρξιν, εἴτουν την γένεσιν, ἔχειν ἐφλυά μουν ἐκεῖνοι. Διὰ ταῦτα τοίνυν, ὅσον ἐν τοῖς περὶ τοῦ Πνεύματος λόγοις, οι σφόδρα χρή Θεοδωρήτῳ πιστεύειν, ἐξὴν πολλαχόθεν ἄλλοθεν τἀληθὲς μετὰ πολλῆς τῆς ἀκριβείας εὑρίσκειν. Οτι δὲ τὸ Πνεῦμα Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ἕτερον ἢ τὸ παρ' αὐτοῦ καὶ δι' αὐτοῦ προϊέναι δηλοί, δε κνύουσι μὲν πολλοῖς λόγοις ἐκ τῶν τῆς πίστεως υποθέσεων. "Ανευ γὰρ τοῦ μὴ δεῖν ἐπὶ τῶν θείων ἄλλην τινὰ σχέσιν πλὴν τῆς κατ' αἰτίαν νοεῖν, ἀπόταν ἕτερον ἑτέρου λέγηται εἶναι, ἥτις δὴ κατ' αἰτίαν σχέσις καὶ τὸ ταυτὸν τῆς οὐσίας ἐξ ἀνάγκης ήρτηται. Λέγει δὲ καὶ ὁ τῆς Νύσσης... ἐκπορεύεται, Λέγει (α) δὲ καὶ ὁ μέγας Βασίλειος ἐν τῷ ιη' τῶν πρὸς 'Ἀμφιλόχιον Πνεύμα Χριστοῦ λέγεται ὡς ᾠκειωμένου κατὰ φύσιν αὐτῷ. Τίνα τοίνυν..., Ετι
col. 107–108page 49 of 116
PG 161:107εισάγει (τοῦ μεγάλου Βασιλείου λέγοντος· Τὴν πρὸς τὸν Πατέρα οικειότητα νοῶ, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται Καὶ πάλιν· Τὸ δὲ τῆς οὐσίας ταυτὸν ὁμολογοῦμεν, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ὁ Υἱός)· ἀλλ' οὐκ αὐτὴ ταύτης εἰσαγω μένης ἐκβάλλεται, καθὼς ὑμεῖς ἀξιοῦτε, φασί. Τίς ἂν ἀγνοήσειεν, ὅτι Πνεῦμα μὲν Πατρὸς λέγεται τῷ ἐκ τοῦ Πατρὸς εἶναι ἢ προϊέναι; Αδύνατον δὲ ἄλλως Υἱοῦ Πνεῦμα λέγεσθαι, ἢ καθ' όν τρόπον καὶ τοῦ Πατρός εἶναι λέγεται, ἵνα μὴ τὸ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀπαράλλακτον λάθῃ διαπεσόν. 'Αλλ' οὐδε μίαν οὕτω φανεράν συνηγορίαν αὐτοῖς οἱ λόγο:, καίτοι παντάπασιν ἀληθεῖς ὄντες, ὁποίαν αἱ τῶν διδασκάλων ζήσεις παρέχονται. Τὸν μὲν γὰρ μέγαν Αθανάσιον παράγουσι λέγοντα· Τοῦτο τὸ Πνεῦμα πνοὴ τοῦ Υἱοῦ ἐστι· τὸν δὲ μακάριον Επιφάνιον, Καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ πνέει, φάσκοντα. "Οπερ γάρ φησιν ἐκεῖνος πνοὴν τοῦ Υἱοῦ, τοῦτο οὗτος ἐκ τοῦ Υἱοῦ πλέειν καὶ τοῦ Πα τρὸς ἀποφαίνεται. Ωσαύτως καὶ τὸν θεῖον προτείνουσι Μάξιμον λέγοντα· Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, ὥσπερ φύσει κατ' ουσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ τοῦ Υἱοῦ κατ' οὐ σίαν ἐστὶν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι' Υιου γεννηθέντος ἀφράστως ἐκπορευόμενον λέγει γὰρ ἐνταῦθα περιφανῶς, διὰ τοῦτο τοῦ Πα τρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγεσθαι, διότι ἐκ τοῦ Πατρὸς δι' Υἱοῦ οὐσιωδῶς πρόεισιν. Οὐ μὴν ἀλλὰ καὶ Κύριλλον τὰ αὐτὰ τοῖς ἄλλοις ἀξιοῦντα παρέχονται, ποῦ μὲν λέγοντα· Προτίν δι' αὐτοῦ φυσικῶς ὡς ἴδιον αὐτοῦ, ποὺ δὲ Ιδιον αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός. Ἐξ ὧν ἁπάντων ῥητῶν καὶ πολλῶν ἄλλων φανερῶς ἀποδείκνυσθαι λέγουσιν, ὡς τὸ Πνεῦμα Υἱοῦ λέγεσθαι καὶ ἴδιον Υἱοῦ οὐδὲν ἕτερον, ἢ τὸ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ προϊέναι παρίστησιν. Αλλ' οὐδὲ τὸν Κύριλλον ἡγοῦνται σφίσι προσίστασθαι, εἴ γε μηδ' ἑαυτῷ, λέγοντα τὸ Πνεῦμα οὐκ ἀλλότριον εἶναι, ἀλλὰ ἴδιον δηλονότι τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. Η γὰρ ἴδιον εἶναί φησι τοῦ Υἱοῦ, οὐχ ὡς κτῆμα οὐδ' ὥς τι τῶν ἔξωθεν ἐπεισιόντων αὐτῷ, ἀλλὰ κατά τὸν τῆς οὐσίας λόγον, ὡς τῆς οὐσίας τοῦ Πνεύματος τῆς αὐτῆς οὔσης τῇ ουσίᾳ τοῦ Υἱοῦ δηλαδή ἢ ἐκπορεύεσθαι μὲν ἐκ τοῦ Πατρὸς αὐτό φησιν, ἴδιο δὲ καὶ τοῦ Υἱοῦ εἶναι, δ ταυτόν ἐστι τῷ ἐξ αὐτοῦ προϊένας διά γε τὸν τῆς οὐσίας λόγον, ὃ καὶ Λατί ναι λέγουσι πανταχοῦ καὶ βοῶσιν, ὡς ἅμα τὸ Πνεῦμα τὸ ἅγιον ἔχει μὲν τὴν ὕπαρξιν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἀπὸ πηγῆς (πηγὴ γάρ ἐστι καὶ τῆς τοῦ Υἱοῦ καὶ τῆς τοῦ Πνεύματος θεότητος ὁ Πατής), διὰ δὲ τὸν τῆς οὐσίας λόγον διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ πρόεισιν, ὅς κοινωνεί πάντων (τῶν τοῦ Πατρὸς) πλὴν τῆς τοῦ γεννᾷν ἰδιότητας,
col. 109–110page 50 of 116
PG 161:109ἧς οὐχ οἷόν τε τούτῳ μεταδιδόναι. Εγώ γάρ, φησί, καὶ ὁ Πατὴρ ἐν ἐσμεν καὶ ἐν κατὰ τὴν οὐσίαν, ἐπεὶ κατά γε τὰς ἰδιότητας εἴτουν ὑποστάσεις δύο εἰσὶν, ὥστε εἰ ἔν εἰσι κατὰ τὴν οὐσίαν, καὶ κατὰ πάντα ἔν εἰσιν, ὅσα μὴ ἔπεται τῷ λόγῳ τῆς ἐν αὐτ τοῖς ἀντιθέσεως, ὥστε καὶ εἰς εἰσι προβολεύς, ὅπερ πολλάκις εἴρηται, καὶ εἰς πέμπων. Οὕτω καὶ τοῦ Πατρὸς λεγόμενον εἶναι τὸ Πνεῦμα καὶ τοῦ Υἱοῦ Πνεῦμα εἶναι λέγεται κατά γε τὸν τῆς οὐσία; λόγον, δηλονότι διὰ τὴν τῆς ουσίας ταυτότητα. Εἰς δὲ τὴν αὐτὴν ἔννοιαν φέρει καὶ τὸ τοῦ Νύσσης ῥητὸν ὑποτέρως ἂν ἔχοι· εἰ μὲν γὰρ ἤρτηται τοῦ Υἱοῦ, καὶ δὴ φανερώτατά ἐστιν ὑπὲρ Λατίνων ὁ λόγος· εἰ δὲ εἴρηται τοῦ Υἱοῦ, Πνεῦμα μεν, φησί, λέγεται τοῦ Υἱοῦ ὡς τῷ Υἱῷ συγκαταλαμβανόμενον· τοῦτο δὲ πάντως τὴν ἀναφορὰν σημαία νει (τὸ γὰρ συγκαταλαμβάνεσθαι τῶν ἀναφορικῶν ἐστιν ἢ τῶν ἄλλως ἀντικειμένων, καὶ μάλιστά γε τῶν ἀναφορικῶν)· ἐκπορεύεσθαι δὲ ἐκ τοῦ Πατρός λέγεται, ὡς τῆς τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχον τὸ εἶναι· ἔχει μὲν τὸ εἶναι, φησί, καὶ ἐκ τοῦ Υἱοῦ, οὗ Πνεῦμα λέγεται εἶναι, ἀλλ᾽ οὐκ ἐξημένον ἐκ τοῦ Υἱοῦ οὐ γὰρ πρόεισιν ὡς ἐκ πηγῆς τοῦ Υἱοῦ), ἀλλ᾽ ἐκ τῆς τοῦ Πατρὸς αἰτίας ἐξημμένον αὐτὴ ἔχει, καὶ διὰ τοῦ Υἱοῦ ἐπ' αὐτὸ καθάπερ διά τινος διήκον σειρᾶς· ὡς ἄν τις λέγοι, εἶναι μὲν τὴν θέρμην τῆς ἀκτῖνος ὡς ἐκ τῆς ἀκτῖνος προσεχῶς προσιούσαν, καὶ διὰ τοῦτο τῇ ἀκτῖνι συγκαταλαμβανομένην, ἔχειν δὲ τὸ εἶναι αὐτῆς ἐξημμένον τῆς τοῦ ἡλίου αἰτίας· ἡ γὰρ ἀρχὴ τοῦ εἶναι τὴν θέρμην ἐκεῖθεν πρώτως ἐστίν. Οὕτω τοίνυν ταυτὶ τὰ τῶν ἁγίων ρητὰ νοούμενα καὶ ταῖς τῆς πίστεως ὑποθέσεσι συμφωνοῦσι, καὶ τοῖς ἄλλοις τῶν διδασκάλων ῥητοῖς οὐδὲν ὑπεναντίον ἔχουσιν· ἄλλως δ᾽ ἀδύνατον τὸ εἰκὸς ἐν ἅπασι σώζεσθαι· ὥστε μὴ μόνον πρὸς ἀπος λογίαν ὑπὲρ Λατίνων, ἀλλὰ καὶ πρὸς λύσιν ὧν αὐτ τὰς ἐπιχειρεῖ κατὰ Λατίνων ἐνταῦθα ἀρκεῖν ταυτί μόνα τὰ τῶν διδασκάλων ρητά καλῶς λαμβανόμενα. ΕΦΕΣΟΥ ΚΕΦ. ΙΓ' Τὸ δι᾿ ἐμφυσήματος παρὰ τοῦ Κυρίου δεδόσθαι τὸ Πνεῦμα τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν σύμβο ον οἱ Λατίνο: ποιοῦνται τοῦ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι Ὅτι μὲν οὖν οὐχ ἡ μ. Οὐ χρή σε, ὦ λῷστε, ἐγκαλεῖν τοὺς Λατίνους, ὅτι οὐκ αὐτ τοὶ μόνοι ἢ οίκοθεν λέγουσιν, ἀλλὰ πολλοὺς ἁγίου; συμμάχους ἔχοντες τοῦτο, θαρρούντως ἀποφαίνον η (ἅλυσιν) (σε:ράν) (ἓν ήρτηται τοῦ ἐνὸς, ἡ χρυσή τις ται. Σὺ δὲ μηδένα ἅγιον ἔχων τὸν ἀντιλέγοντα μετ μονωμένως οίκοθεν μάταια καὶ καινὰ κατ' αὐτῶν συρράπτων προφανῶς ἐμφαίνῃ τῇ ἀληθείᾳ διαμαχός μένος. Οὖν, ὄντως σειρά και σωτήριος); ἁλύσεως ι, ι.
col. 111–112page 51 of 116
PG 161:111οὐσία τοῦ Πνεύματος ἦν ἡ δεδομένη τότε δι' έμψυ σήματος, δῆλον μὲν ἐξ ὧν οὐδέπω τότε τὸ Πνεῦμα τὸ ἅγιον παραγέγονεν. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησίν ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Μαρτυρεῖ δὲ καὶ ὁ θεῖος Χρυσόστομος ἐν τοῖς εἰς τὸ κατὰ Ἰωάννην Εισηγητικοῖς οὕτω λέγων Τινὲς μὲν οὖν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδω ἀλλ' ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν διὰ τοῦ ἐμφυσήματος κατεσκεύασεν. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων έξου σίαν τινὰ καὶ χάριν πνευματικὴν ὥστε ἀφιέ και ἁμαρτήματα· διὸ καὶ ἐπήγαγεν ἂν ἀν αφῆτε ἁμαρτήματα δεικνὺς ποῖον εἶδος ἐνερ γείας δίδωσι· καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ ἑωρεὰ, καὶ θαυμαστὸν οὐ δὲν, ὅπου γε καὶ παρὰ Μωσέως ὁ Θεὸς τοῦ Πνεύ ματος ἀφελών ἑτέροις μετέδωκεν ἐν δὲ τῷ Δεσπότη Χριστῷ πᾶσα ἡ τοῦ Πνεύματος χάρις ἐπαναπέπαυτο·· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς ἐκείνῳ τὸ Πνεῦμα» διὸ καὶ ἐξ αὐτῆς μετεδίδου καὶ δι' αὐτῆς τὰς θεοσημείας εἰργάζετο. Εν Πνεύματι γάρ Θεοῦ, φησὶν ἐκβάλλω τὰ δαιμόνια. Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι οὐκ αὐτοὶ τοῦτο ποιοῦνται τὸ σύμβολον, ἀλλ᾽ ἑτέροις πείθονται ποιουμένοις, οἷς οὐκ ἔξω εστιν ἀπιστεῖν. Ὁ μὲν γὰρ Αὐγουστῖνος φησιν, ἐκεῖνο τὸ εὐαγγελικὸν ἐξηγούμενος, ὅτι τὸ σωματικὸν ἐκεῖνο ἐμφύσημα οὐχ ἡ τοῦ ἁγίου Πνεύματος οὐσία ὑπῆρχεν, ἀλλ' ἀπόδειξις διὰ καταλλήλου ση μασίας, οὐ παρὰ τοῦ Πατρὸ; μόνον, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Κα! πάλιν ἐν τετάρτῳ τῶν περὶ Τριάδος φησίν· Οὔτε μὴν συνορῶ, τί ποτε ήβούλετο σημᾶναι, ἡνίκα ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν εἶπε Λάβετε Πνεῦμα ἅγιον, οὐδὲ γὰρ τὸ σωματικόν ἐκεῖνο ἐμφύσημα σὺν αἰσθήσει τοῦ σωματικῶς θιγγάνειν ἁπτόμενον καὶ προϊόν ἐκ τοῦ στόματ τος ἡ οὐσία τοῦ ἁγίου Πνεύματος ἦν, ἀλλ' ἔν δειξις διὰ καταλλήλου δηλώσεως, μὴ μόνον ἐκ τοῦ Πατρὸς, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ δὲ θεῖος Κύριλλος εἰς τὸ ῥητὸν τὸ, ο Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, ο φησι Διὰ γάρ τοι τοῦτο καὶ σωματικῶς αὐτὸ ἐνεφύσησε, δεικνύς, ὅτι ὥσπερ τὸ ἀνθρώπινον πνεῦμα 256 ἐπιτηδίους. 256. Εξ. τινὰ πνευματικὴν καὶ χάριν. Και (α) 66 81, 35: Ετι εἰ ὁ αὐτὸς ὁ Παράκλητος ἐδόθη τότε διὰ τῆς ἐμφυσήσεως, ἀλλὰ μὴ τὸ χάρι σμα τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, ὡς αὐτίκα δεδήλωκεν ἐπειπὼν ὁ Σωτήρ. "Αν τινων ἀφῆτε τὰς ἁμαρ τίας, ἀφίενται (οἶδε γὰρ ὁ λόγος καὶ τὰ χαρίσματα καλεῖν πνεύματα), τίνος ἡ κατὰ τὴν γῆν παρουσία; 256; Ἐν γὰρ Πνεύματι. Η γὰρ τοῦ αὐτοῦ, καὶ περιττή· ἢ ἑτέρου, καὶ ποῖον τοῦτο
col. 113–114page 52 of 116
PG 161:113ἐκ τοῦ ἀνθρωπίνου πρόεισι στόματος, οὕτω καὶ ἐκ τῆς θείας ουσίας θεοπρεπῶς προχεῖται τὸ ἐξ αὐτῆς Καὶ πάλιν ἐν τετάρτῳ τῶν πρὸς Ερω μείαν· "Ωσπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐγιείς τε καὶ λέγων· ο Λάβετε Πνεῦμα ἅγιον τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ ἐμφυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφών Τὰ αὐτὰ δ᾽ ἂν εὕροι τις καὶ Βασίλειον καὶ πάντας σχεδὲν τοὺς ἁγίους λέγοντας, καὶ τὰ τῆς σωματικῆς ἐκείνης εμφυσήσεως τύπον καὶ ἔνδειξιν καὶ ἀπόδειξιν διὰ καταλλήλου δηλώσεως καὶ σκιαγραφίαν καὶ δεῖξιν ἀποκαλοῦντας. Ο δὲ μακάριος Αὐγουστῖνος οὐδὲ δύναται συνορᾷν, εἴ τινα ἄλλον σχο τὸν εἶχεν ἡ ἐμφύσησις ἐκείνη, πλὴν τοῦ δηλῶσαι τὴν ἐκ τῆς τοῦ Υἱοῦ θεότητος ἀφανῆ τοῦ Πνεύματος πρόοδον. Ωστε Λατίνους προδήλως συκοφαντεῖ ὁ πρώτοις αὐτοῖς ἐπιγράφων τοῦτο τὸ νόημα. "Η καὶ τοὺς διδασκάλους πεπλανῆσθαι νομίζει ὁ νομίζων τοὺς τἀναντία λέγοντας ἀληθεύειν. Τοῦτο μὲν οὖν Λατίνοις ἀρκεῖ πρὸς ἀπολογίαν, ὅτι διδασκάλων του. οὕτων τε καὶ τοιούτων θέσιν διαφυλάττουσιν. Εἰ δ' ὁ ἀνὴρ οὗτος τὸ διὰ τοῦ ἐμφυσήματος σημαινόμενον τὴν κτιστὴν τοῦ Πνεύματος χάριν εἶναι νομίζει, ἀλλ᾽ οἱ Λατῖνοι φήσουσιν αὐτὸν ἠπατῆσθαι. Ο γὰρ Κύριλλος λέγει· Τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ ἐμφυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφῶν· ὥστε κατὰ τὸν Κύριλλον ἡ τοῦ Πνεύ ματος φύσις ἦν τότε δηλούμενον. Γέλοιον δὲ καὶ ὅτι (τ) τοῦ Χρυσοστόμου ῥητὸν ὑπεναντίον εἶναι τῇ κοινῇ τῶν διδασκάλων θέσει καὶ τῷ τῶν Λατίνων λόγῳ νενόμικεν. Ὁ γὰρ Χρυσόστομος οὐ περὶ τοῦ τότε τύπου καὶ τοῦ πράγματος, ὅπερ ὁ τύπος ἐκεῖνος ἢ τὸ σημεῖον ἐδήλου, πραγματεύεται, ἀλλὰ περὶ τοῦ τοῖς ἀποστόλοις δοθέντος, τί ποτε ἦν ἐκεῖνο, πότερον προπαρασκευή τις μόνη πρὸς τὴν μέλλουσαν τοῦ Πνεύματος ὑποδοχήν, ὡς ἔλεγον ἔνιοι, ἢ καὶ χάρις τις τοῦ Πνεύματος, οἷον ἡ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως. ἂν τὸ μὲν πρῶτον ἑτέρων δόξαν ὑπάρ χειν οὐδ᾽ αὐτὸς ἀπαναίνεται, ὡς δῆλον ἐξ ὧν φησιν Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων, καὶ τὰ ἐξῆς· τὸ δὲ δεύτερον ὡς ἰδίαν τίθησι δόξαν, καὶ ταύτην ἴσως μετά τινος ἐνδοιασμοῦ· ἀνθ' ὅπου καὶ πολλοῖς ἔδοξεν ἀλλότριον εἶναι τῆς τοῦ δι δασκάλου παρρησίας τε καὶ ἀσφαλείας ἐκεῖνο τὸ μέρος· ἀλλ' εἰ καὶ σφόδρα γνήσιόν ἐστιν, ἀλλ' οὐχ ὑπεναντίον τοῖς ἄλλοις τῶν διδασκάλων ῥητεί:. Δυ οἶν γὰρ ὄντων τῶν ζητημάτων, πότερον τὸ σωμα τικὸν ἐκεῖνο ἐμφύσημα τύπος ἦν ἢ ἔνδειξις τοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ προ τέναι ἢ μὴ, καὶ πότερον προπαρασκευή τις ἦν τό τε γινόμενον καὶ διδόμενον, ἢ χάρις τις ἐκ τῶν πολλῶν χαρίτων τοῦ Πνεύματος, ὃς ἔμελλεν ὕστερον ὁ Σω τὴρ ἀθρόας ἐκπέμπειν· πρὸς μὲν τὸ πρῶτον ἀπο χιν, Τοῦ
col. 115–116page 53 of 116
PG 161:115κρίνονται ζήτημα, καὶ τοῦτο λύουσιν οἵ τε παρα οὐδέ, Εμελε χθέντες εἰς μέσον ἔναγχος ἅγιοι καὶ πολλοὶ μετ' ἐκεί νων, ἐξ ἧς δὴ λύσεως καὶ ἡ τῶν Λατίνων πρὸς τὸ ζήτημα τοῦτο γέγονεν ἐπιχείρησις· ὁ δὲ Χρυσόστομος πρὸς τὸ δεύτερον ἀποκρίνεται καὶ λύει τοῦτο καλῶς. Ὥστε τὸ χάριν τινὰ τότε δεδόσθαι, καὶ μὴ προπαρασκευὴν εἶναι ψιλὴν τὸ γινόμενον, οὐκ ἔστιν ἐναντίον τῷ τὰ σωματικῶς τότε γινόμενα μείζονος τινος πράγματος ένδειξιν εἶναι, οὔτε τὸ ῥητὸν τοῖς ῥητοῖς ὑπεναντίον ἐστίν. Ὅτι δὲ καὶ σύμφωνα ἐστι, δῆλον παντὶ νοῦν ἔχοντι. Ο γὰρ Χριστὸς ἐμε φυσῶν ἐδίδου τὸ Πνεῦμα, οὐ τὸ ἐμφύσημα, ἀλλὰ τὸ διὰ τοῦ ἐμφυσήματος σημαινόμενον· οὐκ ἀπὸ τῆς ἀνθρωπότητος αὐτοῦ, ἀλλ' ἀπὸ τῆς θεότητος προϊόν φυσικῶς τοῦτο δὲ Πνεῦμα τὸ ἅγιον, ἐκ τοῦ Χριστοῦ προϊόν, χάριν τινὰ ἐν τοῖς ἀποστόλοις ἔκτιζ τότε τὴν τοῦ ἀφιέναι ἁμαρτήματα· ἀλλ᾽ οὔτε προπαρεσκεύαζε μόνον, οὔτε πάσας ἐνετίθει τὰς χάριτας (τοῦτο γὰρ ὕστερον ἔμελλε γίνεσθας ὅτε οὐσιωδῶς, τουτέστι σωματικῶς, ὡς οὕτως εἰσ πεῖν, καὶ πληρέστατα τὸ Πνεῦμα τὸ ἅγιον ἔμελλεν αὐτοῖς ἀφικνεῖσθαι καὶ τῶν αὐτοῦ χαρισμάτων πάν των πληροῦν). Καὶ προῄει μὲν ἡ τοῦ Πνεύματος ουσία τε καὶ ὑπόστασις ἐκ τοῦ Υἱοῦ καὶ τότε καὶ ὕστερον· ἐδέχοντο δὲ οὐ ταύτην οἱ μαθηταὶ τοῦ Χριστοῦ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα καὶ τὴν χάριν, τότε μὲν εὐθὺς μίαν τινὰ τὴν εἰρημένην, μετὰ δὲ ταῦτα καὶ σύμπασαν· οὐ γὰρ καθὼς ἐκ τοῦ Χρι στοῦ προῆλθε τὸ Πνεῦμα καὶ οἱ μαθηταὶ τοῦτον τὸν τρόπον ἀπαραλλάκτως ἐδέχοντο, ἀλλ' ἐκείνου μὲν προῄει καθὼς καὶ ἦν ἐν αὐτῷ, οὐσιωδῶς δῆλον καὶ φυσικῶς· οἱ δὲ τὴν τοῦ Πνεύματος λάμ βανον χάριν ἐν αὐτοῖς ὑπὸ τοῦ Πνεύματος κτιζομένην. Οὐ γάρ ἐστιν ἡ κτιστή φύσις τῆς θείας οὐσίας χωρητική, ἀλλὰ δέχεται ταύτην κατὰ τὸν ἑαυτῇ προσήκοντα τρόπον, τουτέστιν ἐν τῷ τῆς θείας οὐ σίας ἀποτελέσματι, ἐπεὶ καὶ ἁπλῶς ἕκαστόν ἐστιν ἐν ἑκάστῳ οὐ κατὰ τὸν ἑαυτοῦ τρόπον, ἀλλὰ κατὰ τὸν τοῦ ἐν ᾧ ἐστιν· ἔστι δὲ καὶ ἕκαστον ἐν ἑαυτῷ, ὡς εἶναι πέφυκε καθ' αὐτό· ὥσπερ τὸ εἶδος τοῦ λίθου ἐστὶ μὲν ὑλικῶς ἐν τῷ λίθῳ, πνευματικῶς δὲ ἐν ὀφθαλμῶν, ἐν δὲ τῇ ψυχῇ νοητῶς. Οὕτω δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον αὐτὸ μὲν ἔστιν ἐν ἑαυτῷ ὑπόστασις Πατρός καὶ Υἱοῦ διακεκριμένη ἐν μιᾷ μετ' εκείνων φύσει τε καὶ θεότητι, ἐν δὲ πατρὶ καὶ Υἱῷ ὡς ἐν ἀρχῇ καὶ πηγῇ μιᾷ, διὰ τὴν ἐν αὐτοῖς τῆς οὐσίας ταυτότητα, μετά τινος μέντοι διαστολῆς ἐκ τοῦ προσωπικοῦ τούτων λόγου λαμβανομένης, ὅτι ὁ μὲν Πατὴρ ἀρχή ἐστιν ἄναρχος, ὁ δὲ Υἱὸς ἀρχὴ ἐξ ἀρχῆς, καὶ τῷ μὲν Πατρὶ παρ' οὐδενὸς ἥκει τη Πνεῦμα, τῷ δὲ Υἱῷ παρὰ τοῦ Πατρός. Καὶ ἔστιν ἐν Πατρὶ καὶ Υἱῷ ὅλον ἐν ὅλοις, μᾶλλον δὲ καὶ ἐν αὐτοῖς ἐν ὅλῳ, καὶ καθώς ἐστιν ἐν αὐτῷ, πλὴν τῆς πρὸς ἐκείνους πραγματικῆς ἀναφορᾶς, ἣν οὐδ' ὅλως ἔχει πρὸς ἑαυτό. Τοῦτο δὲ τὸ Πνεῦμα τὸ ἅγιον καὶ προίει.
col. 117–118page 54 of 116
PG 161:117ἐν τοῖς μαθηταῖς ἦν τοῦ Χριστοῦ, καὶ ἐν ἅπασιν ἐστι τοῖς ἀξίοις· ἀλλ᾽ οὔτε ὡς ἔστιν ἐν ἑαυτῷ, οὔτε ὡς ἐν Πατρὶ καὶ Υἱῷ, τουτέστιν οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν φύσιν ἢ τὴν ὑπόστασιν, ἀλλ' ὡς ή φύσις ἀπαιτεῖ τῶν εἰσδεχομένων, τουτέστι κατά τι ἀποτέλεσμα αὐτοῦ, σοφίαν δῆλον ἢ λόγου χάριν ἢ βουλὴν ἤ τι τοιοῦτον, ἃ δὴ χαρίσματα του Πνεύμα το; ειώθασι λέγεσθαι. Ἔχοντες οὖν τὰ τοιαῦτα χα ρίσματα, αὐτὸ λέγονται ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, διότι ἀχωρίστως εἰσὶ τοῦ ταῦτα ἐν αὐτοῖς κτίζοντος Πνεύματος, ἀπείρου τὴν φύσιν καὶ παντοδυνάμου τυγχάνοντος· καὶ ὁ τὴν χάριν ἔχων τοῦ Πνεύματος αὐτὸ τὸ ταύτην δωρούμενον ἔχει. Αλλ' οὔτε ἡ χά ρις ἐστὶν αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε εἰ ταύτην τοῖς ἀνθρώποις ὁ Χριστὸς ἐνοικίζει διὰ τοῦ Πνεύ ματος, καὶ τὴν χάριν μόνην ταύτην προβάλλεται οὐδὲν γὰρ ἂν διήνεγκε τῶν ἀνθρώπων τούτῳ τῷ τρέπῳ. 'Αλλ' ὥσπερ ἡ τοῦ Πνεύματος χάρις ἔστι μὲν ἐν τῷ Πνεύματι ἀϊδίως, οὐχ ὡς ἀποτέλεσμα, ἀλλ᾽ ὡς οὐσιώδης Ενέργεια, ἔστι δὲ ἐν τοῖς δεχομέν νοις ὡς τῆς ἐνεργείας ἐκείνης αποτέλεσμα χρονι χῶς· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔστι μὲν ἐν τῷ Υἱῷ, καὶ ἐξ αὐτοῦ πρόεισιν ἀϊδίως, ἔστι δὲ καὶ ἐν τοῖς ἀνθρώποις ἐξ αὐτοῦ προϊόν, οὐ καθὼς ἐκεῖθεν πρόεισιν, ἀλλ' ὡς ἐγχωρεῖ λαμβάνειν αὐτὸ τοὺς λαμβάνοντας, τουτέστιν ἐν τῷ ἰδίῳ ἀποτελέσματι. Ἐκ τούτων τοίνυν ἁπάντων δῆν ἐν ἐστιν, ὡς ὁ θεῖος Χρυσόστομος χάριν τινὰ τοῦ Πνεύματος τότε λέγων τοῖς ἀποστόλοις δοθῆναι, οὐκ ἂν ἀρνήσαιτο καὶ τὴν χάριν ἀποτέλεσμα εἶναι τοῦ Πνεύματος, καθὼς ἔστιν ἐν τοῖς ἀνθρώποις, καὶ ὡς ἐν τῷ ἀποτελέσματι τούτῳ ἐνοικίζεσθαι τοῖς ἀνθρώποις τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐχ ὡς ἐν ἑαυτῷ καὶ τῇ ἰδίᾳ φύσει· καὶ τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι τὸν τὴν χάριν ἐνοικίζοντα ταύτην, τὸ Πνεῦμα τὸ ἅγιον προβαλλόμενον, οὗ ἡ χάρις ἐστί· καὶ τὸν μὲν τὸ Πνεῦμα τὸ ἅγιον ἀϊδίως προβάλλεσθαι, κἂν ἐν χρόνῳ φαίνηται προβαλλόμενος, οἷς δὲ γνωρίζεται προβαλλόμενος, τοῦτο καὶ οἷς τοῦτο προβάλλεται, τούτους τὴν τοῦ Πνεύματος εἰσδέχεσθαι χάριν· καὶ τὸ τῆς ἀἰδίου ἐνεργείας ἐκείνης χρονικὸν ἀποτέλεσμα, οὐκ αὐτὴν τὴν φύσιν ἢ τὴν ὑπόστασιν, ὡς ἐκεῖθεν προβάλλεται. Ταῦτα γὰρ καὶ ἀληθῆ εἰσι πάνυ, καὶ οὐδὲν ἔχουσιν ὑπεν * αντίον· καὶ οὔτ᾽ ἂν τῶν διδασκάλων οὐδεὶς, οὐδ' αὐτὸς ὁ θεῖος ἀρνηθείη Χρυσόστομος, οὐδ᾽ ἡμεῖς, εἰ μέλλοιμεν τῶν τε ἄλλων καὶ αὐτοῦ συνιέναι. Εἰ γὰρ καὶ, πῶς ἂν λαμβάνοιεν οἱ ἄνθρωποι τὸ ἐκ τοῦ Υἱοῦ προβαλλόμενον Πνεῦμα, διαπορεῖν χρή, ζη τουμένου τοῦ εἰ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀλλὰ, πῶς ἂν δέχοντο τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, σ'δ' ὅλως ἂν δέο: διαπορεῖν· αὐτό τε γὰρ προδήλως ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπο ρευόμενον Πνεῦμα οἱ ἄνθρωποι λαμβάνειν λέγονται καὶ λαμβάνουσιν. "Οταν γὰρ ἔλθῃ, φησὶν, ὁ Παρά κλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, δ παρὰ τοῦ Πατρὸς ἐκπο ρεύεται ἀλλ' οὐχ οὕτω λαμβάνουσιν, ὡς ἐκεῖθεν Ευ
col. 119–120page 55 of 116
PG 161:119πρόεισι, κἂν αὐτὸ λαμβάνειν λέγωνται, ἀλλ᾽ ἢ πάντως τρόποις τοῖς εἰρημένοις, οἳ καὶ τὴν ἀλή θειαν καὶ τὸ πρέπον διαφυλάττουσι καὶ οὐ πόρ ῥω τῆς τῶν διδασκάλων γνώμης εἰσί. Τὰ αὐτὰ τοί νυν καὶ περὶ τοῦ Υἱοῦ λέγειν δοκεῖ, καὶ οὕτως οὐδὲν οὐδαμή προσιστάμενον τὸ τοῦ Χρυσοστόμου φανεῖται ῥητὸν τῇ τε Λατίνων θέσει καὶ ταῖς τῶν διδασκάλων ἐννοίαις, ἐξ ὧν ἡ θέσις αὕτη λαμβάνεται. κιν, xνι, ἐπεὶ γὰρ ἐρεῖ (α) ΕΦΕΣΟΥ ΚΕΦ. ΙΔ' Πάλιν τὸ κατ' εἰκόνα λέγεσθαι τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἰς συνηγορίαν ἕλκουσι τοῦ οἰκείου δόγμα τοῖ. Λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὡς οὐ πάντως ἀνάγκη τὴν εἰκόνα τὸ εἰκονιζόμενων αἴτιον ἔχειν, οὔτε ἐπὶ τῆς τέχνης, οὔτε ἐπὶ τῆς φύσεως. Καὶ γὰρ ὁ Υἱὸς εἰκὼν τοῦ Πατρὸς λέγεται, οὐ τοσοῦτον ὡς πρὸς αὐτὸν κατ' αἰτίαν ἀναφερόμενος, ὅσον ὡς ἐν ἑαυτῷ τὸν Πατέρα προδεικνὺς καὶ εἰκονίζων· ὡς πού φησι πρὸς τὸν Φίλιππον· 'Ο εωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα Εἰκὼν τοίνυν καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς αἰτίου αὐτοῦ ὄντος, ἀλλ' ὅτι μὴ οἷόν τε γνῶναι τὸν Υἱὸν ἑτέρωθεν, εἰ μὴ διὰ τοῦ ἁγίου Πνεύματος· Οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύ ματι ἁγίῳ καὶ αὖθις· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν Οπερ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος, Τουτέστι, φησί, συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ· ἐπεὶ γὰρ τὰ ἐμπ ἐστι τὰ τοῦ Πατρὸς, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ Καθάπερ γὰρ ὁ Υἱός ἐλθὼν εἰς τὸ πληρῶσαι τὸν παλαιὸν νόμον τουτ ἐστι τελειῶσαι καὶ προσθεῖναι τὰ παραλελειμμένα διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, αὐτῷ τούτῳ τὸν Πατέρα ἐδόξασε τὸν τὸν νόμον ἐκεῖνον θέμενον, (Εγώ γάρ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα, ὁ δέδωκάς μοι ἵνα ποιήσω (8) οὕτω τὸ Πνεῦμα τὸ ἅγιον τὸ τοῦ Υἱοῦ ἔργον ἐτε λείωσεν αὖθις· Πολλά γάρ, φησίν ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ερχόμενα αναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ἐκ τοῦ ἐμοῦ, φησίν, ἔργου τὰς ἀφορμάς λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, τὰ λειπόμενα δηλονότι· ὃ ἔργον ταυτόν ἐστι τῷ τοῦ Πατρός· Πάντα γὰρ ὅσα έχει ὁ Πατὴρ, ἐμά ἐστι Διὰ τοῦτ' ἄρα καὶ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ ἀναγγέλλειν τὰ τοῦ Υἱοῦ καὶ τὸν Υἱὸν δοξάζειν ἐκ τοῦ ἔργου ν, ἐκεῖνος ἐμὲ ὑμῖν
col. 121–122page 56 of 116
PG 161:121αὐτοῦ λαμβάνον καὶ τελειοῦν αὐτὸ δὴ τὸ ἔργον, ὥσπερ ἐκεῖνος τὸ τοῦ Πατρός. Ο ΣΧΟΛΑΡΙΟΣ. Οἱ Λατίνοι τοῦ Υἱοῦ εἰκόνα τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ τὸν Υἱὸν τοῦ Πατρὸς, καὶ πρωτότυπον τὸν Υἱὸν τοῦ Πατρὸς ἀκούοντες τῶν διδασκάλων λεγόνο των καντεύθεν τὴν οἰκείαν βεβαιοῦσι δόξαν καλώς. Οὐ γὰρ οἴονται πρὸς ἄλλο τι φέρειν ταῦτα μᾶλλον ἢ πρὸς τὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἑαυτῷ δε κνύναι τὴν τοῦ Υἱοῦ οὐσίαν καὶ φύσιν, ἣν ὁ μὲν Υἱός λαμβάνων ἐκ τοῦ Πατρὸς εἰκὼν αὐτοῦ ἐστι καὶ λέ γεται· δι' αὐτοῦ δὲ πάλιν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα λαμβάνον καὶ εἰκὼν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἰκὼν ὑπὸ τῆς θείας ὁμολογεῖται Γραφῆς· καθάπερ καὶ τὸ τὸν Υἱὸν εἰκόνα εἶναι τοῦ Πατρὸς οὐδὲν ἄλλο ση μαίνει ἢ τὸ τὴν τοῦ Πατρὸς οὐσίαν καὶ φύσιν ἐν αὐτῷ διαφαίνεσθαι ὡς φύσει Υἱῷ καὶ ὑφεστῶτι Λόγῳ κοινοποιουμένην διὰ γεννήσεως. Ο δὲ σοφός οὗτος ἀνὴρ ὥσπερ ἀξιούντων Λατίνων, πᾶσαν εἰκόνα λόγον αἰτιατοῦ πρὸς αἰτίαν ἔχειν πρὸς ἐκεῖνο, οὗ εἰκὼν εἶναι λέγεται, ἐνίσταται μὴ πᾶσαν εἰκόνα τοιαύτην εἶναι. Οἱ δὲ οὐ περὶ πάσης εἰκόνος λέγουσιν, οὐδ᾽ ἀπὸ πάσης ἐπιχειροῦσιν, ἀλλά φασι, τὸ τῆς εἰκόνος δισμα μὴ δεῖν ἄλλως ἀπὸ τοῦ Πνεύμα τις πρὸς τὸν Υἱόν, ἢ ἀπὸ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα λαμβάνεσθαι. Εἰ δὲ ὁ Υἱὸς εἰκὼν τοῦ Πατρὸς διὰ τὸ τὴν τοῦ Πατρὸς οὐσίαν καὶ φύσιν ἐκ τοῦ Πατρὸς λαμβάνειν καὶ ἔχειν γεννώμενον λέγεται, ἀνάγκη πᾶσα καὶ τὸ Πνεῦμα εἰκόνα τοῦ Υἱοῦ λέγεσθαι διὰ τὰ τὴν τοῦ Υἱοῦ οὐσίαν καὶ φύσιν διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνειν καὶ ἔχειν ἐκπορευόμενον. Εἰ γὰρ μὴ τὸν ἴσον ὑπῆρχε τρόπον ἐνταῦθα κἀκεῖ τὸ τῆς εἰκόνος ὄνομα, ἀνηρεῖτο ἂν ἡ τῶν θείων προσώπων ισότης, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ὑπο ῆρχεν ἂν ἐν αὐτοῖς· ἡμάρτανε δ' ἂν καὶ Κύριλλος εἰκόνα τοῦ Υἱοῦ τὸ Πνεῦμα καλῶν, ὃν τρόπον καὶ ὁ Υἱὸ; εἰκών ἐστι τοῦ Πατρὸς ἐν ιγ' τοῦ β' τῶν θη σαυρῶν. Ἀπὸ τοῦ τῆς εἰκόνος τοίνυν ὀνόματος ἐπιχειροῦσι Λατῖνοι, καθὼς ἐπὶ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα λέγεται, οὐκ ἀπὸ πάσης εἰκόνος. Ο δὲ, ὡς ἐπὶ πάσης εἰκόνος ἀξιούντων, ἐνίσταται μὲν ἀπὸ τῶν κτιστῶν πραγμάτων, οὔτε ἐπὶ τῆς τέχνης οὔτε ἐπὶ τῆς φύσεως ἀνάγκην εἶναι τὸ παράδειγμα λό γον αἰτίου πρὸς τὴν ἰδίαν ἔχειν εἰκόνα φησί· τίνα δέ εἰσιν ἐκεῖνα, ἐφ᾽ ὧν οὕτως ἐστὶ, πολλοῦ δεῖ προστιθέναι· ἀλλ᾽ ἢ μηδὲν ἔχων εἰπεῖν, ἢ διαλεγόμενος ἀφυῶς ἐπὶ τὸν Υἱὸν ἔρχεται, καὶ δείκνυσι τοῦτον εἰκόνα λέγεσθαι τοῦ Πατρὸς οὐ τοσοῦτον ὡς πρὸς αὐτὸν κατ' αἰτίαν ἀναφερόμενον, ὅσον ὡς ἐν ἑαυτῷ τὸν Πατέρα προδεικνύντα καὶ εἰκονιζόμενον. Ψεύδεται γοῦν ὁ ἀνὴρ ἐν ἀμφοῖν· πρῶτον μὲν ἐν οἷς δοκεῖ ἀπὸ τῶν ἄλλων πραγμάτων ἐνί στα θα: βούλεσθαι· ἀνάγκη γὰρ πᾶσαν εἰκόνα προς τὰ παράδειγμα ὡς αιτιατόν πως αναφέρεσθαι πρὸς το
col. 123–124page 57 of 116
PG 161:123ἰδίαν αἰτίαν, εἴπερ εἰκὼν λέγεται διά τινα όμοια Ο 27 217 εἰ εἰσάγει. τητα ἐν αὐτῇ γινομένην τρόπῳ τινὶ παρὰ τοῦ πρω τοτύπου, εἴτουν τοῦ παραδείγματος ή φυσικῶς ἡ τεχνικῶς, ὡς ἐντεῦθεν πᾶσαν εἰκόνα διὰ τὸ πρωτότυπον εἶναι· δεύτερον δὲ ἁμαρτάνει ἐν οἷς τὸν γιν εἰκόνα λέγει τοῦ Πατρὸς εἶναι μᾶλλον ὡς ἐν ἑαυτῷ τὸν Πατέρα δεικνύντα καὶ εἰκονίζοντα ἢ ὡς πρὸς αὐτὸν κατ' αἰτίαν ἀναφερόμενον. Δοκεῖ γάρ τι λέ γειν λέγων οὐδέν. Τὸ γὰρ τὸν Υἱὸν ἐν ἑαυτῷ τὸν Πατέρα δεικνύναι καὶ εἰκονίζειν, τοῦτ' ἐστὶν αὐτὸ τὸ εἰκόνα τοῦ Πατρὸς αὐτὸν εἶναι· ὥστε λέγει τὸν Υἱὸν εἰκόνα τοῦ Πατρὸς εἶναι διὰ τὸ εἶναι αὐτὸν εἰκόνα, ὡς εἴ τις λέγοι, τὸν ἄνθρωπον λογικόν εξα ναι διὰ τὸ λογικὸν εἶναι αὐτόν· καὶ τὸ χεῖρον, ὅτι καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν οὕτω λέγεσθαι ἀξιοῖ, ἢ διὰ τὸ πρὸς τὸν Πατέρα ὡς αἴτιον ἀναφέρεσθαι ὁπότε καὶ δυοῖν ὄντων ὡς ἀληθῶς, ἅπερ ὡς δύο λαμβάνει, εἰκὼν μὲν ἂν ἦν ὁ Υἱὸς διὰ τὸ εἰκονίζειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἰκόνιζε δ' ἂν, διὰ τὸ πρὸς αὐτὸν ὡς αἴτιον ἀναφέρεσθαι καὶ φύσει Πατέρα ὥστε μᾶλλον ἂν ἦν εἰκὼν διὰ τὸ ἐκ τοῦ Πατρὸς εἶναι ἢ διὰ τὸ φανεροῦν τὸν Πατέρα. Καλῶς δὲ ποιεῖ μετὰ ταῦτα διὰ πάντων τὰς αὐτὰς αἰτίας δεικνὺς τοῦ τὸ Πνεῦμα εἰκόνα τοῦ Υἱοῦ λέγεσθαι καὶ τὸν Υἱὸν τοῦ Πατρός· διότι, φησί, λαμβάνει παρὰ τοῦ Υἱοῦ, καὶ διότι δοξάσει τὸν Υἱὸν καὶ τε λειοῖ τὸ τοῦ Υἱοῦ ἔργον, ὥσπερ δὴ καὶ περὶ τοῦ Υἱοῦ ταῦτα τῇ πρὸς τὸν Πατέρα ἀποβλέψει λέγεται. Εξηγεῖται γὰρ τὸ τῆς εἰκόνος ὄνομα καὶ καλῶς, πῶς ἐπὶ τῶν θείων προσώπων λαμβάνεται, ἀλλ' οὐ τὴν τῆς αἰτίας ἀναφορὰν διὰ τούτων ἐκβάλλει· εἰσ άγει μὲν οὖν πρῶτον μὲν, ὅτι εἰ τοῖς αὐτοῖς τρόποις ἐπὶ Υἱοῦ καὶ Πνεύματος τὸ τῆς εἰκόνος δνομα λέγεται, πρόσεστι δὲ τῷ Υἱῷ ὡς ἐκ τοῦ Πατ τρὸς προϊόντι, καὶ τῷ Πνεύματι ὡς ἐκ τοῦ Υἱοῦ προϊόντι προσέσται· ἔπειθ᾽ ὅτι τοῦ τὸν μὲν Γεν εἰκόνα τοῦ Πατρὸς εἶναι καὶ οὐκ ἀντιστρέφειν, ὡς αύτως δὲ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ τυγχάνειν εἰκόνα καὶ μὴ ἀντιστρέφειν, τί γ' ἂν αἴτιον εἴη, εἰ μὴ τὸ τὰ τῆς ὑπερουσίου θεογονίας κατὰ τὸν ἱερὸν διονύσιον οὐκ ἀντιστρέφειν πρὸς ἄλληλα; Οὐ γὰρ τά τε οἰκονομηθέντα περὶ τῶν θείων καὶ παρὰ τῶν θείων προσώπων, τά τε περὶ αὐτῶν λεγόμενα μάτην γέν γονέ τε καὶ λέγεται. ΕΦΕΣΟΥ ΚΕΦ. ΙΕ' Πνεῦμά φησιν ὁ Νυσσεὺς θεολόγος τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως. Τίνι δῆλον οὐκ ἔστιν ἐντεῦθεν, ὅτι τὸ προβάλλειν τὸ Πνεῦμα τοῦ Πατρός ἐστιν ὑποστατικὸν, εἴτουν προσωπικὸν ἰδίω μα; καθάπερ γὰρ τὴν τοῦ Μονογενοῦς ὑπόστασιν σαρκωθῆναι λέγοντες ἀκοινώνητον τοῦτο τῷ Πατρὶ καὶ τῷ Πνεύματι δείχνυμεν, οὕτω καὶ τὴν τοῦ Πα τρὸς ὑπόστασιν τὸ Πνεῦμα προβάλλειν εἰρηκότες τὸ ἅγιον οὐκέτ᾽ ἂν εἰκότως καὶ τῷ Υἱῷ τοῦτο δοίημεν. Η τοίνυν Λατίνοι δειξάτωσάν τινα τῶν θεολόγων
col. 125–126page 58 of 116
PG 161:125καὶ ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως τοῦτο λέγοντα, ἢ καθαρῶς ἐντεῦθεν ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ἀναφαίνεται. Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι καὶ πρὸς τοῦτον τὸν λόγον ἀποκρι νῦνται, ὅσα δὴ καὶ πρὸς τὸν η' καὶ τὸν ι', καὶ ἡ πρὸς ἐκείνους λύσις καὶ πρὸς τοῦτον ἀρκέσει. Οὔτε γὰρ ἐκείνοις προσῆν τι πιθανότητος γοῦν, μή ὅτι γε ἀνάγκης, οὔτε οὗτος ἔχει πλέον τι τῶν ἐκεῖ γεγραμμένων· μόνον ὅτι καθάπερ μετάμελον ἐφ' οἷς τότε ἐκαινοτόμησεν είληφώς νῦν φησι τὸ σαρκωθῆναι τῇ τοῦ Υἱοῦ ὑποστάσει ιδιόν τι εἶναι καὶ ἀκοινώνητον πρὸς τὸν Πατέρα τε καὶ τὸ Πνεῦμα. Καίτοι χρονια κόν ἐστι τὸ σαρκωθῆναι, ἐκεῖ δὲ οὐδὲν χρονικὴν ἔλεγε δύνασθαι εἶναι ίδιον προσώπου τινός, ὅτε καὶ ἡμεῖς ἐνέστημεν ἀπὸ τῆς σαρκώσεως, ὥσπερ προαισθανό. μενον τὸν ἄνδρα μέλλειν ἀντιλέγειν καὶ αὐτὸν ἑαυτῷ, ὁ δὴ καὶ περὶ πάντων οἶμαι ποιήσειν αὐτὸν καὶ οἶ; νῦν λέγει πάλιν ἀντερεῖν γενναίως, ὁπόταν ἀφιλονείκως καὶ μετ᾿ εὐπειθείας ἐπιστήσῃ τούτοις τὸν λογισμόν. Νῦν γὰρ ὑπὸ φιλονεικίας καὶ δόξης κινῆς δέος μή τι καὶ χεῖρον τούτων τολμήσειεν. Ζήτει δὲ καὶ Λατίνους ἕνα τινὰ τῶν ἁγίων αὐτῷ δεῖξαι λέγοντα ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Οἱ δὲ δεικνύουσιν αὐτῷ πλείους ἢ δέκα λέγοντας ἐκ τοῦ Υἱοῦ ἐκπο ρεύεσθαι, καὶ οὔπω συντιθέμενον ἔσχον, ἀλλ' ἀρνεῖ και περιφανῶς τὸ διαρρήδην ὑπὸ τῶν τῆς Ἐκκλησ σίας διδασκάλων λεγόμενον· ἴσως, ὅτι μὴ πάντες τοῦτό φασιν. Έδει δὲ μηδὲ τοῦ Νύσσης λίαν αὐτὸν περιέχεσθαι· μόνος γὰρ οὗτος ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐκπορεύεσθαι τὸ Πνεῦμά φησί, καὶ οὐ δεὶς ἕτερος· καίτοι πάντες ἐκ τοῦ Πατρὸς ἐκπο ρεύεσθαι λέγουσι, καὶ πρὸ πάντων αὐτὴ ἡ ἀλήθεια. Αμαρτάνει γοῦν καὶ περὶ τούτου τῷ Νύσσῃς μόνῳ πειθόμενος, εἴ γε πολλοῖς ἐκ τοῦ Υἱοῦ λέγουσιν ἐκε πορεύεσθαι διὰ τὸ μὴ καὶ πάντας τοῦτ' αὐτὸ λέγειν οὐ βούλεται πείθεσθαι. Δεινὸν δὲ ὅτι καὶ παρὰ τὸν Νύσσης ἐκινδύνευσεν ἂν, μηδὲ πιστεύειν ἐκ τῆς πα τρικῆς ὑποστάσεως ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ μόνος μὲν ἐκεῖνος τοῦτό φησιν, ἔτυχε δὲ μηδ' αὐτὸς οὗτος εἰπὼν, ἡρνεῖτ᾽ ἂν ὁ ἀνὴρ του σαύτην ἀλήθειαν. Ἀλλ᾿ οἱ νοῦν ἔχοντε; τοῦτο οὐκ ἂν ἔπαθον, ἀλλὰ καὶ τοῦ Νύσσης μὴ λέγοντος ἐκ τῆς πατρικῆς ὑποστάσεως ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ οὐδ᾽ ἄλλος τοῦτο λέγει τῶν διδα σκάλων οὐδεὶς, ἐπίστευσαν ἂν οὕτως, ἐκ μὲν τοῦ Πα τρὶς ἐκπορεύεσθαι καὶ λίαν μαθόντες· τὸ δὲ ἐκ τοῦ Πατρός εκπορεύεσθαι τοῦτ᾽ εἶναι τὸ ἐκ τῆς πατρικῆς ὑποστάσεως ἐκπορεύεσθαι μὴ ἀμφιβάλλοντες. Εἰ δὲ τὸ ἐκ τῆς πατρικῆς ὑποστάσεως εἶπε μόνος, τί θαυμαστὸν, εἰ καὶ τὸ ἐκ τῆς υἱικῆς ὑποστάσεω; οὐδεὶς ὅλως εἰπὼν φαίνεται; Οὐδὲ διὰ τοῦτο ἀρνεῖσθαι τοσαύτην ἀλήθειαν οἱ νοῦν ἔχοντες προαχθήσονται, εἴπερ ἀρκεῖ μὲν σφίσιν ἡ μαρτυρία τῶν τοσούτων ἁγίων λεγόντων, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, τὸ δὲ ἐκ τῆς υἱικῆς ὑποστάσεως έκ πορεύεσθαι τοῦτ᾽ εἶναι τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι μὴ ἀμφιβάλλουσι,
col. 127–128page 59 of 116
PG 161:127Που μὴν ΕΦΕΣΟΥ ΚΕΦ. 17' Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ προερχόμενον ἢ καθό εἰσι διακεκριμένοι τούτων πρόεισιν, ἢ καθό εἰσιν ἡνωμένοι. Εἰ μὲν οὖν καθό εἰσι διακεκριμένοι καὶ δύο, τούτων προέρχεται, δια κεκριμένοι δέ εἰσι κατὰ τὰς ὑποστάσεις καὶ δύο, ἐκ δύο ἄρα ὑποστάσεων τὸ Πνεῦμα τὸ ἅγιον πρόεισι, καντεῦθεν ἐκ δύο ἀρχῶν ἐξ ἀνάγκης. Εἰ δὲ καθό εἰσιν ἡνωμένοι, πρῶτον μὲν οὐκέτι τὸ αὐτό, καὶ καθό εἰσι διακεκριμένοι τούτων πρόεισιν· οὐκ ἄρα ἐκ τῶν ὑποστάσεων αὐτῶν πρόεισιν· οὔτ᾽ ἄρα ἐκ τῆς πατρικῆς ὑποστάσεως οὔτ' ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως· ἀλλὰ τὸ μὲν ἀληθὲς, τὸ δὲ ψεῦδος ὁ τῆς Νύσσης Γρηγόριος πῆ μὲν διελέγχει λέγει γὰρ ούτωσὶ ῥητῶς· Πνεῦμα τὸ τῆς πατρικῆς ἐκ πορευόμενον ὑποστάσεως. Επειτα καὶ τί ἂν εἴη τοῦτο, καθ᾽ ὅ εἰσιν ἡνωμένοι; Τὴν φύσιν ἐροῦσι τυ χὸν ἢ τὴν προβλητικὴν δύναμιν· ἀλλ᾽ εἰ μὲν ἐκ τῆς φύσεως πρόεισι, καὶ ἐξ ἑαυτοῦ προελεύσεται· κοινὸν γὰρ τοῖς τρισὶν ἡ φύσις· εἰ δ᾽ ἐκ τῆς προβλητικής δυνάμεως, καὶ ταύτην ὤφειλεν ἔχειν αὐτό· Τὰ γὰρ κοινὰ Πατρὶ καὶ Υἱῷ κοινὰ καὶ τῷ Πνεύματι, Διονύσιος φασι καὶ Βασίλειος οἱ μεγάλοι. ᾿Αλλὰ τίς ὁ σοφὸς αὐτῶν πρὸς τοῦτο καταγέλαστος λόγος; Εἶχεν ἄν, φησί, καὶ αὐτὸ ταύτην, εἰ μὴ ἀδύνατον ἦν ἑαυτὸ προβάλλειν. Τοῦτο μὲν οὖν ὅμοιον, ὡς εἴ τις ὁρῶν ἐκ τῶν ἑαυτοῦ συναγόμενον λόγων τὸν ἄντ θρωπον λίθον εἶναι, τὰ μὲν, ὅθεν τοῦτο συνάγεται, μηδ' οπωστιοῦν ἐπανορθοῦν πειρῷτο, λέγοι δὲ ὡς ἦν ἂν ὁ ἄνθρωπος λίθος, εἰ μὴ ἀδύνατον ἦν τὸ λο γικὸν ζῶον ἄψυχόν τε καὶ ἀκίνητον είναι. Ο ΣΧΟΛΑΡΙΟΣ. Οι Λατίνοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ πιστεύοντες, οὐδεμίαν εἰς ἄτοπον δεδίασιν ἀπαγωγήν. Οὐ γὰρ οἴκοθεν εὑρόντες τοῦτο πιο στεύουσιν, ἀλλ' ὑπὸ τῶν τῆς Ἐκκλησίας διδασκάλων μαθόντες, οὓς ἡγοῦντας μὴ ἄν ποτε πλανηθῆναι περὶ τοσαύτην ἀλήθειαν, καὶ ταῦτα τοσούτους όντας καὶ τηλικούτους, Ὅθεν οὐδὲ τοῖς ἐρωτῶσιν ούτωσὶ διαλεκτικῶς καὶ εἰς ἄτοπον βουλομένοις ἀπάγειν ἐξ ἀνάγκης ἄν τι καὶ ἀποκρίνοιντο· εἰ γάρ τι καὶ άτοπον ἐκ ταύτης ἠκολούθει τῆς δόξης (κείσθω γὰρ τὸ ἀδύνατον), τοῦτο καὶ συνορᾶν καὶ λύειν ἁρμόττειν τοῖς διδασκάλος, μᾶλλον νομίζουσιν· αὐτοὶ δὲ παντάπασιν ἔξω τῶν ἐγκλημάτων τούτων εστάναι φασί, πολλοῖς δὲ μᾶλλον ἐγκλήμασιν ὑποκεῖσθαι πιστεύουσι τοὺς ἀναιρεῖν βουλομένους τὴν τῶν ἁγίων θεολογίαν διὰ τὰ ἐκ τοῦ Λόγου ἐπισυμβαίνοντα ἴσως ἄτοπα καὶ ἀδύνατα. Οὕτω γὰρ καὶ τὴν ἀληθινὴν πίστιν ἅπασαν πολλῶν ἀποριῶν ἀναπλήσουσιν οἱ ταῦτα τολμῶντες, ᾗ πολλαχοῦ φυσικὸν ἐναντιούμενον λόγον ἔστιν ἰδεῖν, καὶ τὰς τῆς πίστεως όπου 27 1, 219: ή πολλαχοῦ φ. ἐναντιούμενοι.
col. 129–130page 60 of 116
PG 161:129θέσεις εν προσχήματι ζητήσεως αναιρήσουσιν. 'Αλλ' ἵνα καὶ τὴν ἀλήθειαν αὐτὴν καὶ τὴν τῶν διδασκάλων τιμὴν ὑπ᾽ ἀνοίας καὶ φιλονεικίας οὕτω δο κοῦσαν σαλεύεσθαι ξεβαιώσωσιν οἱ Λατίνοι καὶ μὴ δέξωσιν ἀπορίᾳ τῶν ἀποκρίσεων ἐπὶ τὸ τῶν διδα σκάλων καταφεύγειν ἀξίωμα, καὶ μάλισθ' ότι γινώ σκουσί τινας προχείρους ὄντας καὶ κατὰ τῶν διδα σκάλων προπετές τι λέγειν καὶ ἄγνωμον, ἀποκρινοῦνται καὶ πρὸς ταύτην ὡς ἐν βραχεῖ τὴν ἐρώτησιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, καλό εἰσιν ἔν τι προσωπικῶς διακεκριμένον, ὥστε τὴν μὲν ἑνότητα μηδένα τρόπον ἐξν ἀρχὰς δύο νοεῖσθαι τοῦ Πνεύματος τὸν Πατέρα καὶ τὸν Υἱόν, ὑπὸ δὲ τῆς προσωπικής διακρίσεως τὴν σύγχυσιν αὐτῶν ἀνατρέπεσθαι. Καὶ οὕτως ἄχρη στος ἡ τοῦ ἀνδρὸς ἐρώτησις γίνεται. Οὔτε γὰρ καθό εἰσι διακεκριμένοι μόνον, οὔτε καθό εἰσιν ἡνωμένοι μόνον, ἵνα καὶ τὰς ἀτοπίας ἐκείνας ἐπισυνάψῃ Τῆς ἐρωτήσεως τοίνυν οὕτως ἐκβαλλομένης, οὔτε ἡ εἰς ἄτοπον απαγωγή χώραν έχει λοιπὸν αὐτῷ, ἣν ἐπὶ τῆς ἐρωτήσεως ταύτης ιδρύει, οὔθ᾽ ἡμᾶς δεῖ πονεῖν τὴν ἀκολουθίαν τῶν ἑκατέρωθεν ἀτοπιών ἐξετάζοντάς τε καὶ ἐλέγχοντας. Εἰ δέ τι καὶ λέγειν πρὸς ταῦτα ἐκ περιουσίας ἐχρῆν, καὶ τοῦτο κατα φανὲς ἂν ἐκ τῶν εἰς τὰ πρότερον ἐπιχειρήματα ἀπολογιῶν γένοιτο. Η γὰρ πρὸς τὸ ὄγδνον καὶ δέ κατον λύσις καὶ τῶν ἀκολουθιῶν ἔσται τούτων λυ τικὴ καὶ ἐλεγκτικὴ τοῖς ἐκεῖθεν ἐκλέγειν δυνησομένοις, ἐπεί τοί γε συντομίας φροντίζουσιν ἡμῖν καὶ ἅμα κόρον λαβοῦσι τῶν περιττῶν καὶ ἀσυναρτήτων τοῦ ἀνδρὸς λόγων περὶ τῶν αὐτῶν πολλάκις λέγειν οὐκ ἤρεσεν. Ἐμπαίζει δὲ τῇ τῶν Λατίνων ἀποκρίσει ὡς οὐκ ἀναιρούσῃ τὴν εἰς ἄτοπον ἀπα γωγὴν, ἀλλὰ τὸ ἀδύνατον δεικνύσῃ μόνον, ὅτι ἐστὶν ἀδύνατον, καὶ παρεικάζει ταύτῃ τινὰ ἀπόκρισιν, ὧν ὁπότον τι τὸ διάφορον πόρρωθεν τοῖς λογικῆς καὶ οπωσούν γεγευμένοις κατάδηλον. Οἶμαι, ὅτι καὶ πολλοῖς ἄλλοις ἐμπαίζει ἀληθεστάτων ῥᾳδίως. πιστευέτω γάρ τις, τὸν Υἱὸν σοφὸν ἢ ἀγαθὸν ἢ ἀληθῆ θεὸν εἶναι, καθάπερ καὶ τὸν Πατέρα· ἑρωτάτω δέ τις αὐτὸν, ὅτου χάριν τοῦτο πιστεύει, καὶ ἀποκρινέσθω, ὅτι διὰ τὸ ἀκούειν, ὅτι πάντα τὰ τοῦ Πατρὸς καὶ ὁ Υἱὸς ἔχει· ὁ δὲ ἀπαγέτω τοῦτον εἰς ἄτοπον. Εἰ διὰ τὸ πάντα τὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἔχειν νο μίζεις αὐτὸν καὶ ἀγαθὸν καὶ σοφὴν εἶναι, καὶ Πατὴρ ἔσται· καὶ τοῦτο γὰρ ἕν ἐστι τῶν ὑπαρχόντων Πα τρί· ἀποκρινεῖται τοίνυν, ὅτι ἦν ἂν καὶ τοῦτο δ Υἱός, εἰ μὴ ἀδύνατον ἦν· ἀδύνατον δὲ διὰ τὸ ἀντι κεῖσθαι τοῦτο τῷ τοῦ Υἱοῦ λόγῳ λαὶ διὰ τὸ ἐν τοῖς θείοις ἕνα Υἱὸν εἶναι. Καὶ ταύτης ἄρα τῆς ἀπο κρίσεως καταφρονήσει, εἴπερ ἐκείνης· τὴν αὐτὴν γὰρ ἔχουσι δύναμιν· ἀλλ' οὐ χαιρήσει κατηγορών, ἕως ἂν ᾖ τις ἐλέγχειν τὰ τοιαῦτα δυνάμενος.
col. 131–132page 61 of 116
PG 161:131Ἐπὶ τοῦ Υἱοῦ 27, 220 Ι, (α) Γ. 9: Τὸ ζωαρχικὸν Πνεῦμα ἐκπορεύεται μὲν ἐκ τοῦ Πατρὸς ἀῤῥήτως κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἅμα τῷ τὸν Υἱὸν γεννηθήναι χρόνῳ καὶ ὑπὲρ ἔννοιαν, κεχορήγηται δὲ δι᾽ Υἱοῦ τῷ κόσμῳ, οὐ μόνον, ὅτι καταλλάξας ἡμῖν τὸν Πατέρα καταφοιτῆσαι τοῦτο πεποίηκεν ὁ Μονογενής, ἀλλ' ὅτι καὶ τὴν ἐπίγνωσιν τούτου αὐτὸς οὗτος ἐνανθρωπήσας ἐξέφηνεν, ὥσπερ δὴ καὶ τὴν τοῦ Πατρὸς οὐκέτι ἀμυδρώς καὶ τισὶν, ἀλλὰ τρανῶς τε καὶ παντὶ τῷ κόσμῳ γινωσκομένην ΕΦΕΣΟΥ ΚΕΦ. ΙΞ' Ετι τὸ διὰ τοῦ Υἱοῦ προϊέναι ἢ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἰς ταυτὸν ἄγουσι τῷ ἐκ τοῦ Υἱοῦ τὴν διὰ λέγοντες ἰσοδυναμεῖν τῇ ἐκ παρὰ τῇ Γραφή. Ενθα μὲν οὖν ἰσοδυναμεῖ, περὶ δημουργίας ὁ λόγος, ὅτε καὶ χωρὶς τοῦ Πατρὸς ἐπὶ τοῦ Υἱοῦ τίθεται. Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο 'Η δὲ τοῦ Πνεύματος πρόοδος οὐδέποτ' ἄνευ τοῦ Πατρὸς τίθεται, ἀλλ᾽ ἐκ Πατρός φασι δι' Υἱοῦ. Δῆλον οὖν ὡς ἕτερόν τι τὸ δι' Υἱοῦ, καὶ οὐ τὸ ἐξ Υἱοῦ σημαίνει. Καίτοι γε οὐδ᾽ ἐπὶ τῆς ἐκπορεύσεως, ἀλλ᾽ ἐπὶ τῆς μετα δόσεως τοῦτο λέγεται. Λέγει γὰρ ὁ Δαμασκηνός Ἰωάννης, Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν δι' Υἱοῦ δὲ φανεροῦσθαι καὶ μετα δίδοσθαι ἡμῖν ὁμολογοῦμεν Αὕτη ἡ διαστολή προδήλως ἕτερόν τι τὸ δι' Υἱοῦ παρ' 8 βούλονται Λατίνοι καθαρῶς ἀποφαίνεται. Εἰ δέ ποτε καὶ ἐπὶ τῆς οὐσιώδους εἴρηται τοῦτο προόδου τοῦ Πνεύματ τος, πάλιν αὐτοὺς τοὺς θεολόγους ἐξηγητὰς ἑαυτῶν καλέσωμεν. Λέγει γὰρ ἐν τοῖς πρὸς Εὐνόμιον δ θεῖος Γρηγόριος ὁ τῆς Νύσσης· Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὥς ποτε τὸν Μονογενῆ δίχα τοῦ Πνεύματος νοηθῆναι, ἀλλ' ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν Ἐν τούτοις σαφῶς τὸ μὴ ὑστερίζειν κατὰ τὴν ὕπαρξιν τὸ διὰ τοῦ Υἱοῦ δη λοῦν βούλεται, ταυτὸν δὲ εἰπεῖν μετὰ τοῦ Υἱοῦ ὅπερ ἐν ἄλλοις διαρρήδην φησί. Δι' αὐτοῦ δὲ καὶ μετ' αὐτοῦ, πρίν τι καινὸν καὶ ἀνυπόστατον παρεμπεσεῖν νόημα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Καὶ ὁ Χρυσοῤῥήμων δὲ ἐξηγούμενος, τὸ ἀπου στολικὸν ἐκεῖνο ρητόν· "Ινα γνωρισθῇ νῦν ταῖς ἀρ χαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ τὸ διὰ τῆς Εκκλησίας ἀντὶ τοῦ μετὰ τῆς Ἐκκλησίας ἐξέ λαβεν· οὐ γὰρ δὴ ἡ Ἐκκλησία τοὺς ἀγγέλους ἐδί δαξεν. Οὕτως οὖν κανταῦθα τὸ διὰ τοῦ Υἱοῦ ληπτέον· ἔχει γὰρ οὕτως· Ἐπεὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς οὐσιωδῶς ἐκπορεύεσθαι λέγε ται, ἵνα μὴ Υἱὸς ἕτερος νομισθῇ (καὶ γὰρ ὁ Πατήρ πρὸς τὸν Υἱὸν ἀποδίδοται), διὰ τοῦτο τὸ δι' Υἱοῦ παρείληπται, τῆς τοῦ Υἱοῦ μεσιτείας, ὁ φησιν Γ. 465). 256, Κενὸν ἀνυπόστατον, καὶ διαλάμπουσαν.
col. 133–134page 62 of 116
PG 161:133αὖθις ὁ ἱερὸς Γρηγόριος ἐν ἑτέροις καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς φυσι κῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης Διὰ τοῦτο καὶ προσεχῶς μὲν ἐκ τοῦ πρώτου τὸν γιόν φησιν ἐν ἑτέροις, ὡς Υἱὸν ἐκ τοῦ Πατρός δηλονότι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐκ εἶπεν οὐ προσεχῶς· οὕτω γὰρ ὑστερίζον ἔσται κατὰ τὴν ὕπαρξιν, ἀλλὰ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου τοῦτο δὲ τὴν κοινωνίαν καὶ ἀλληλουχίαν, ὡς εἴρηται, παριστᾷ, καὶ τὸ ὁμοτίμως καὶ ὁμοφυῶς ἐκ τοῦ Πατρὸς προϊέναι. Οὕτω γὰρ εἰ καὶ ὁ Πατὴρ ἐλέγετο προβολεὺς, τὸ μὲν Πνεῦμα προσεχῶς ἂν ἦν ἐκ τοῦ προβολέως, ὁ δὲ Υἱὸς διὰ τοῦ προσεχῶς ἐκ τοῦ προβολέως, τουτέστι τοῦ Πνεύματος, ἐπείπερ όμο τίμως ἄμφω καὶ συνημμένως ἐκ τοῦ Πατρὸς προΐασιν. Οὐκ ἄρα πλέον οὐδὲν ἔσται Λατίνοις ἐκ τῆς διὰ πρὸς τὴν δόξαν τὴν ἑαυτῶν. Ὅτι δὲ καὶ τοὐναντίον ἐστὶν ἅπαν ἤπερ ἐκεῖνοι βούλονται, παρίτῳ πάλιν ἡμῖν μαρτυρήσων ὁ τῆς ἀληθείας μάρτυς καὶ ὁμολογητής ὁ θειότατος Μάξιμος. Λέγει γὰρ οὗτος ἐν τῇ πρὸς Μαρίνος Κύπρου πρεσβύτερον ἐπιστολῇ τοιάδε Τῶν τοῦ νῦν ἁγιωτάτου πάππα συνοδικῶν οὐκ ἐν τοσούτοις, ὅσοις γεγράφατα, κεφαλαίοις οἱ τῆς βασιλίδος ἐπελάβοντο, ουσι δὲ μόνοις, ὧν τὸ μὲν ὑπάρχει περὶ θεολογίας, ἔτιπερ εἶπε καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δὲ περὶ τῆς οἰκονομίας, ότιπερ εἶπε τὸν Κύριον μὴ είχα τῆς προπατορικῆς ἁμαρτίας εἶναι ὡς ἄνθρωπον. Καὶ τοῦ μὲν πρώτου ῥήσεις παρήγαγον Ρωμαίων Πα τέρων καὶ Κυρίλλου Αλεξανδρείας ἐκ τῆς πονη θείσης αὐτῷ πραγματείας εἰς τὸν ἅγιον Ιωάννην εὐαγγελιστήν. Ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως σφᾶς αὐτοὺς ἀπέδειξαν μίαν γάρ ίσασιν Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν, τοῦ μὲν κατὰ γέννησιν, τοῦ δὲ κατ' ἐκπόρευσιν), αλλ' ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσιν. Ενταῦθα τὴν ἐναντίαν ὥσπερ ἐπίτηδες οἱ Λατίνοι τῷ μεγίστῳ Μαξίμῳ βαδίζουσιν. Ο μὲν γὰρ μετὰ τῶν τότε Ῥωμαίων καὶ αὐτ τοῦ τοῦ πάππα τὴν ἐκ πρὸς τὴν διὰ μεταφέρει, καὶ ταύτην τὸ συναφὲς τῆς οὐσίας ἀπαράλλακτον παριστᾷν βούλεται· οἱ δὲ μικρὸν ἡγούμενοι τὸ μὴ πείθεσθαι τοῖς Πατράσιν, ἂν μὴ καὶ τἀναντία φρο νῶσι, τὸ δι' Υἱοῦ ταυτὸν ἡγοῦνται τῷ ἐξ Υἱοῦ, καὶ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδόασιν, ἧς ἐκεῖνοι καθάπαξ αὐτὸν ἀφείλοντο. Τί ἂν γένοιτο ταύτης τῆς μάχης αναισχυντότερον; Ο ΣΚΟΛΑΡΙΟΣ. Οι Λατίνοι χάριτας ὁμολογοῦσι τῷ ἀνθρώπῳ, ὅτι καὶ αὐτὸς Μαξίμῳ πειθόμενος τὴν ἐκ πρόθεσιν εἰς Ιμαι ὅ φησιν αὖθις ἐν ἄλλοι;, 256, 295,: ὅτι, φησίν, εἶπε. Μή
col. 135–136page 63 of 116
PG 161:135τὴν διὰ μεταφέρει. Οὐ γὰρ Γρηγορίῳ μὲν τῷ έπισιών. ἐπεισιών. μεταφέρει. λαμβ-εξηπλ. Νύσσης πειθήσεται λέγοντι, ἐκ τῆς πατρικῆς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ὑποστάσεως, καὶ τοῦτ' αὐτὸ πολλάκις ὥσπερ ἐπισείων ἐρεῖ, καὶ Μάξιμον δὲ ἀτιμάσει καὶ περιόψεται. Εἰ γὰρ καὶ ἡμεῖς τὴν διὰ εἰς τὴν ἐκ μεταφέρομεν, φήσουσι, τοῖς Πατράσιν ἀπειθοῦντες, ὡς λέγεις, ἀλλὰ τέως σὺ μὲν τὴν διὰ εἰς τὴν ἐκ μεταφέρεις τῷ Μαξίμῳ πειθόμενος· ἐκείνου φανερῶς τοῦτο ποιοῦντος, αὐτὸς οὐ τολμῶν ἀντιλέγειν· ὥστ᾽ οὐκ ἂν ἔχοις έγκαλεῖν ἡμῖν ἐκ τοῦ Υἱοῦ λέγουσιν ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐὰν διὰ τοῦ Υἱοῦ τοῦτο νοῶ μεν, ὅπερ οὐδὲ Μάξιμος τοῖς τότε Λατίνοις οὕτω φρονεῖν καὶ οὕτω λέγειν ἰσχυριζομένοις ἐμέμψατο. Εἰ δὲ τὴν διὰ πάλιν εἰς τὴν ἐκ μεταφέρομεν, ἡμέ τερόν ἐστι δεικνύναι λοιπόν, εἰ τῇ τε ἀληθεία συμφώνως καὶ τούτῳ δὴ τῷ Μαξίμῳ, εἴτε καὶ μὴ τοῦτο ποιοῦμεν. Ἐκεῖνος τοίνυν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγεσθαι συγχωρεῖ, τῆς ἐκ ἀντὶ τῆς διὰ προθέσεως νοουμένης· οὕτω γὰρ, φησίν, οὐκ ἂν τις ποιοίη τὸν Υἱὸν αἰτίαν τῆς τοῦ ἁγίου Πνεύματ το; ἐκπορεύσεως. Καὶ αἰτίαν ἐνταῦθα τὴν πρώτην αἰτίαν δηλοί, συνεσταλμένως λαμβάνων τὸ τῆς αἰ τίας ὄνομα, οὐκ ἐξηπλωμένως καὶ καθόσον ἔχει και τινα τρόπον σημασίας συνεζευγμένον· οὐ κατά μένην τὴν σημασίαν (ἄλλως γὰρ ἀδύνατον ἂν ἦν τὸν Μάξιμον ἀληθεύειν)· τὸ γὰρ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα συγχωρεῖν καὶ πάλιν ἀρνεῖσθαι καθόλου τὸν Υἱὸν αἰτίαν εἶναι τοῦ Πνεύ ματος, καὶ ἑαυτὸν ἀγνοοῦντος ἂν ἦν. Οὐ γὰρ ἐπι γινώσκει τὰς ἄλλας τοῦ ἀνδρὸς τούτου μεταλήψεις ἡ τῶν Ἑλλήνων φωνή, πρὸς τῷ καὶ παντάπασιν ἄλογον εἶναι, εἴ τις εἰς τὴν μετὰ τὴν διὰ μεταλά οι Εσται γὰρ καὶ ὁ Υἱὸς ἐκπορευόμενος μετά τοῦ Πνεύματος, ἢ καὶ τὸ Πνεῦμα γεννώμενον μετά τοῦ Υἱοῦ, εἴ τις λέγοι, τὸ Πνεῦμα ἐκπορεύεσθαι μετὰ τοῦ Υἱοῦ, ὡς ὁ ἀνὴρ ἀξιοῖ. Περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὸ ζήτημα συγγεγραμμένοι; μοι πεπραγμάτευται. Ότι δὲ τοῦτον ἔχει τὸν σκοπὸν ὁ Μάξιμος, καὶ ὅτι τῆς τοιαύτης αἰτίας ἐκβάλλει τὸν Υἱόν, δῆλον ἐξ ὧν οὐκ εἶπεν αἰτίαν τοῦ Πνεύματος, ἀλλ᾽ αἰτίαν τῆς τοῦ ἁγίου Πνεύματος ἐκπο ρεύσεως. Εστι μὲν γὰρ, φησὶν, ὁ Υἱὸς αἰτία τοῦ Πνεύματος ὡς δι' αὐτοῦ προϊόντος, καὶ ἄλλως έχειν ἀδύνατον, ἀλλ᾽ αἰτία τῆς τοῦ Πνεύματος ἐκπορεύσεως ὅλως οὐκ ἔστι τοῦ γὰρ δι' αὐτοῦ τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα καὶ τοῦ ὅλως ἐκπορεύεσθαι αἰτία μόνος ἐστὶν ὁ Πατήρ, δς καὶ Υἱοῦ καὶ Πνεύ ματός ἐστιν αἰτία καὶ τῶν ὑπαρχόντων αὐτοῖς παν των, ἀνθ᾽ ὅτου δὴ καὶ κυρίως αἰτία λέγεται καὶ τρόπῳ συνεσταλμένῳ. Εἰ γοῦν οὕτω τοῦ Μαξίμου νοοῦντος καὶ ἡμεῖς, φήσουσιν οἱ Λατῖνοι, τὸ διὰ τοῦ Υἱοῦ ἀντὶ τοῦ ἐκ τοῦ Υἱοῦ λαμβάνομεν, οὐ οὕτω γάρ φησιν — πεπραγμάτευται μεταβάλλοι. οὐδ' ὅλως ἐστί.
col. 137–138page 64 of 116
PG 161:137συνεσταλμένως τὴν ἐκ λαμβάνοντες, καθὼς εἴωθεν ἐπὶ τῆς πρώτης αἰτίας, ἀλλ' ἐξηπλωμένως καὶ καθό τὴν πρόοδον μόνον, οὐ καὶ τὴν τῆς προόδου τάξιν σημαίνει, οὐκ ἀπειθοῦμεν οὐδὲ τἀναντία φρονοῦμεν αὐτῷ· ἀλλ᾽ εἴπερ ἄλλοθί που, κἀνταῦθα καὶ πειθόμεθα καὶ συμβαίνομεν. Οπόταν δὲ καὶ τὴν τάξιν βουληθῶμεν ἐκφαίνειν, ἐκ Πατρὸς δι' Υἱοῦ λέγομεν ἐκπορεύεσθαι, ἀλλ' οὐδὲ τὴν διὰ εἰς τὴν ἐκ ἐξη γούμεθα· ἀλλὰ μᾶλλον ὁπόταν ἐγκαλώμεθα, σὺν ἡμῖν δὲ καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, λέγοντες ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ὡς ὑποπτευομένης ἐν τεῦθεν τῆς τοῦ προϊέναι ἀρχῆς καὶ τῆς ἀρχηγικῆς καὶ πρώτης αἰτίας, ἀπολογούμεθα κοινῶς ὑπὲρ πάντων, ὅτι οὕτως ἐκ τοῦ Υἱοῦ ὡς διὰ τοῦ Υἱοῦ λέγομεν, τῷ δὲ Μαξίμῳ συμφώνως ἐνταῦθα καὶ Κυρίλλῳ λέγοντι πρὸς Παλλάδιον τὸ οὐ σιωδῶς ἐξ ἀμφοῖν ἤγουν ἐκ Πατρὸς δι' Υἱοῦ προχεόμενον Πνεύμα, ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΡΔΗΝΑΛΕΩΣ ΚΥΡΙΟΥ ΒΗΣΣΑΡΙΩΝΟΣ ΑΠΟΚΡΙΣΙΣ ΠΡΟΣ ΤΑ ΤΟΥ ΕΦΕΣΟΥ ΚΕΦΑΛΑΙΑ ΑΙΤΗΣΕΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ. ΚΕΦΑΛ. Α' Ο Λατίνων τε καὶ Γραικῶν πρὸς ἀλλήλους περὶ τῶν μεγίστων τε καὶ θειοτάτων ἀκήρυκτος πόλεμος, ἀγιώτατέ μοι καὶ θειότατε Πάτερ καὶ δέσποτα, ὅσῳ περὶ μειζόνων ἐστὶ, τοσούτῳ καὶ χαλεπώτερος γέ γονέ τε καὶ ἔστιν. Η τε γὰρ περὶ τὸ Θεῖον ἀλήθεια μεῖζόν τε καὶ τιμιώτερον οὗ τις ἂν εἴποι, ὅ τε πόλε μας οὗτος και χαλεπώτατος ἅμα καὶ μακρότατος γέ Βησσαρίων καρδιναλις τῷ ἁγιωτάτω Πατρ. Γρηγορίῳ τῷ οἰκουμενικῷ πατριάρχη. 1 Όσα οὐκ ἔφθασεν ὁ Σχολάριος ἀνα τειπεῖν, ὁ Νικαίας ταῦτα ἀπελογήσατο.
col. 139–140page 65 of 116
PG 161:139οὗτον διήρκεσεν, οὔθ' ὅστις οὕτω τὰ μέρη κατ' ἀλλήλων ἐξέμηνεν. Οὐ γὰρ μόνον ἀσεβείας ἐγκαλοῦσιν ἀλλήλους, καίτοι ὑπὸ τὸν αὐτὸν τελοῦντες Σω τῆρά τε καὶ Δεσπότην, ἀλλὰ καὶ πολλάκις αὐτοῖς διαλύσεων γινομένων, δόξαντες συμβῆναι, αὖθις άλ λήλων διέστησαν, καὶ τὸ χεῖρον, μετὰ πλείονος τῆς μανίας κατ' ἀλλήλων ἐχώρησάν τε καὶ χωροῦσιν ἀσεβείας, ἀθεΐας, πλάνης, δυαρχίας, συναλοιφῆς καὶ μυρίων αἱρέσεων ενόχους ἀλλήλους δεικνύναι πειρώμενοι. ᾿Αλλὰ Λατίνοι μὲν καὶ Λατίνων οἱ παλαιότεροι ἅπαξ περὶ τούτων εἰπόντες ἐπαύσαντο καὶ τότε τῷ δόγματι καθ᾽ αὑτὸ μᾶλλον συνηγοροῦντες ἢ κατὰ τῶν ἀντιδοξούντων φερόμενοι - Γραικοί δὲ καὶ τούτων οἱ δόξαν θηρώμενοι, ἐπεὶ μὴ ἄλλοθεν δύνανται, τὴν τοῦ πλήθους κολακεύοντες ἀλογίαν, δημαγωγοῦσί τε αὐτοὺς καὶ τὴν ἐξ αὐτῶν εὐφημίαν καρποῦνται, οὐ παύονται τι βλάσφημον ἀπορρίπτου τις κατὰ Λατίνων ἀεὶ, καὶ ῥητὰ καὶ ἄῤῥητα κατ' αὐτῶν ἐμοῦντες γονε πάντων, οὐδ᾽ ἔστιν εὑρεῖν, οὔθ' ὅστις ἐπὶ τοσο κενός. 224 ἁλμιράν. Οἷυ; καὶ ὁ νῦν ἡμῖν ἐπιφυείς καινός οὗτος θεο λόγος, Μάρκος ὁ Εφέσου, ἀνὴρ οὔτ᾽ ἄλλως φρενήρης καὶ δοξοσοφίας ἀντὶ σοφίας εμπεπλησμένος, οὗ τὰ σαθρὰ ἐκεῖνα σοφίσματα, δι' ὧν τὴν ἀῤῥαγή τε καὶ ὀρθὴν Χριστιανῶν θεολογίαν ὑποσαλεύειν ἐπιχειρεῖ, οἷς ἀντειπεῖν με κελεύεις, καίτοι μᾶλλον αὐτὸς τοῦτο δυνάμενος, εἰ τινὰ σκανδαλίζει, καὶ μάλιστα τῶν ἄνωθέν τε καὶ ἐκ προγόνων τοῖς ὁμοίοις λόγοις προειλημμένων, καὶ μήπω τῶν ἀληθεστέρων ἀκη κοότων, θαυμαστὸν μὲν οὐδὲν, καὶ συγγνώμη τῷ πάθει· δεῖ δ' ὅμως, ὡς καὶ αὐτὸς κελεύεις, τοῖς ἀληθεστέροις τῶν λόγων τὴν ἁλμυρὰν αὐτῶν ἀκοὴν ἀποκλύζειν. Ἐπεὶ γοῦν ἐν οἷς ἄλλοτε μοι περὶ τοῦ παρόντος συγγέγραπται δόγματος, τούτων ἁπάντων, ἃ νῦν φησιν οὗτος, ἡψάμην (καὶ γὰρ εἰσε κοινοί τε καὶ τετριμμένοι λόγοι καὶ πᾶσιν ἐπὶ στό ματος, πάντας τε σὺν Θεῷ τῷ λογίῳ εἰπεῖν, ἱκανῶς ὑπόσαθρόν τε καὶ κίβδηλον ἠχοῦντας ἀπέδειξα τοῖς. τῶν φθασάντων ἡμᾶς μακαρίων ἀνδρῶν συγχρησάμενος λόγοις)· πέμπω σοι ταῦτα· καὶ μάλιστα τὸν πρὸς 'Αλέξιον τὸν Φιλανθρώπινον λόγον ἀντίδο τον τοῖς δηχθεῖσιν ἐσόμενον, ἱκανῶς κατ' ἐμὴν γνώ μην ἔχοντα πρὸς ἅπαντα· εἰσὶ μέντοι γε πολλὰ καὶ ἐν τῷ δογματικῷ ἢ περὶ ἑνώσεως ἡμῶν λόγῳ ἔτι γε μὴν καν τοῖς πρὸς Παλαμᾶν ὑπὲρ τοῦ σοφοῦ Βέκκου σοῦ κελεύσαντος ὑφ᾽ ἡμῶν εἰρημένοις πάντη τὸν Ἐφέσου τῶν λόγων συρφετὸν ἀποκλύζοντά τε καὶ παρασύροντα, & ζητήσας ο βουλόμενος ἐν ἐκεί 176: ὑπὲρ τοῦ σοῦ Β.
col. 141–142page 66 of 116
PG 161:141νοις εὑρήσει, καὶ οὐδὲν τῶν ἀραχνίων τούτων ἔσται νημάτων, δ μὴ δι' ἐκείνων ευχερέστατα λύσει. Καὶ νῦν δὲ ὅμως σὴν χάριν πρὸς τὸ πρῶτόν τε καὶ βιαιότατον αὐτοῦ τῶν ἐπιχειρημάτων ἐροῦμεν, ὅσα εἰκὸς, τὴν ἐκείνου ὑποδεικνύντες σαθρότητα, τάλλα τό γε νῦν εἶναι παραδραμόντες ὡς ὀλιγίστου ἄξια λό γου. Πρὸς μέντοι βοήθειάν τινα τοῦ κἀκεῖνά τε εύ χερέστερον λύειν καὶ τὰς ἐπιφερομένας τῷ ἀληθεῖ δόγματι ἀτοπίας ἀνατρέπειν τε καὶ ἀνασκευάζειν, κανόνα τινὰ διὰ βραχέων παραδώσομεν μετὰ ταῦτα, ἐξ ὧν αὐτοί τε ἐν ἄλλοις πλατύτερον ειρήκαμεν οὐκ ὀλίγοι τε τῶν πρὸ ἡμῶν ἐπὶ σοφίᾳ βοηθέντων ἐξέ θεντο. Δι' οὗ καὶ τὰ ἀδιανόητα ταῦτα κατὰ Λα τίνων, μᾶλλον δὲ κατὰ τῆς ἀληθείας επιχειρήματα λύοιτο ἂν καὶ ἡ ἀλήθεια δεῆσαν παντὸς φωτὸς ἀποδειχθείη τρανότερον. Εἰ μὲν οὖν ταῦτα ἱκανὰ ἔσται, εὖ ἔξει· εἰ δὲ καί τινων ἄλλων πρὸς τὰ παρ ρόντα δεήσει, λογύδρια, αντιγράψομεν μὲν σχολῆς λαβόμενοι, ἐροῦμεν δὲ τὰ αὐτὰ καὶ καινότερον οὐ δέν· οὐδὲ γὰρ ἔστιν ἄλλας εὑρεῖν λύσεις, εἴπερ ἁπλοῦς ἔφυ δ μῦθος τῆς ἀληθείας, καὶ ψευδόμενον μὲν καὶ καινοφωνοῦντα πολλὰ ληρεῖν ἔστι, ἀληθεύοντα δὲ ἐν καὶ ταυτὸν ἀεὶ λέγειν· παρ' δ καὶ Σωκράτης οὐ ταὐτὰ περὶ τῶν αὐτῶν μόνον, ἀλλὰ καὶ δι' αὐτῶν ηύχετο λέγειν ἀεί. ΕΦΕΣΟΥ (11') Α' Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον ἢ ὡς ἐκ δύο ὑποστάσεων πρόεισιν, ἢ ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, ἢ ἐκ τῆς προβλητικής δυνάμεως. Αλλ' εἰ μὲν ὡς ἐκ δύο ὑποστάσεων, δύο ἀρχαὶ προδήλως καὶ δύο τὰ αἴτια ἐπὶ τῆς θείας Τριά δος καὶ δύο οἱ προβολεῖς καὶ ἡ μοναρχία ἀνήρηται, καὶ τὸ μόνην εἶναι πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα. Εἰ δ᾽ ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, πρῶτον μὲν οὐδέπω καὶ νῦν ἤκουσται δυοῖν ὑπου στάσεων ἑτέραν ἐκπεφυκυίαν ὑπόστασιν μὴ ἐξ αὐτ τῶν εἶναι λέγειν, ἀλλ' ἐκ τῆς κοινῆς φύσεως ἔπειτα καὶ οὕτω πάλιν εἰς τὸ αὐτὸ περιενεχθήσον ται. Η γὰρ ὑπόστασις οὐδὲν ἔτερόν ἐστιν ἡ φύσις μετὰ τῶν ἰδιωμάτων, ὥστε τὸ ἐκ τῆς φύσεώς τινος ἢ τινῶν καὶ ἐκ τῆς ὑποστάσεως ἢ τῶν ὑποστάσεων εἶναι ἀνάγκη· πρὸς τῷ μηδ' ἁπλῶς εἶναι τῆς θείας φύσεως ἴδιον τὸ προβάλλειν· ἡ γὰρ ἂν καὶ τὸ Πνεῦμα προέβαλεν ἕτερον ἢ ἑαυτὸν τῆς αὐτῆς κοινωνοῦν Δι' ὦν. Ο μύθος ἔφυ. ὁ μ. ἔφη. 59 κενοφωνοῦντα. 225 3, παρό. λέγειν ἀε! Πρὸς τὸ α' τῶν Μάρκου Εφέτου επιχείρημα, ει Ταῦτά εἰσι τὰ ἐπίλοιπα Εφέσου κεφά λαια, ἃ καταλείψας ο Σχολάριος ἀντεῖπε Νικαίας. Τοῦτο πρὸς Νικαίας μὲν α', ἀπ' ἀρχῆς δὲ ιη'. Γ. υποστάσεων ἑτέραν είναι
col. 143–144page 67 of 116
PG 161:143ἑτέρα παρὰ τὴν φύσιν, ἢ ἡ αὐτή. Εἰ μὲν οὖν ἡ αὐτὴ φύσις, πάλιν οἱ αὐτοὶ λόγοι τὰς αὐτὰς ἐπιφέροντες ἀτοπίας· εἰ δὲ ἑτέρα παρὰ τὴν φύσιν, ἤδη μὲν συνε χώρησαν ἕτερόν τι τῷ Θεῷ προσείναι τῆς αὐτοῦ φύσ σεως, ὅπερ ἐν ἄλλοις διαλεγόμενοι μᾶλλον ἂν ἔλοιντο τὰς γλώσσας προέσθαι ἢ ὡς ὁμολογούμενον δέξασθαι ἔπειτα πῶς οὐκ ἄτοπον, ἕτερόν τι παρὰ τὴν θείαν φύσιν ἀποτελεστικὸν εἶναι φύσεως θείας, ήγουν ὑποστάσεως; ᾿Αλλὰ δὴ καὶ οὕτω πάλιν τὰς δύο ἀρχὰς οὐκ ἐκφεύξονται· καὶ γὰρ τὸ ἐκ πατρὸς καὶ μητρὸς γεννώμενον ἐκ τῆς γεννητικῆς αὐτῶν δυ νάμεως πρόεισιν, ἢ διὰ τῆς γεννητικῆς δυνάμεως, ἥτις ἐστὶν αὐτοῖς κοινή, κἂν διαφέρῃ τοῖς τρόποις ἀλλ' οὐδὲν ἧττον ἐκ δύο τέ ἐστιν ὑποστάσεων καὶ δύο τὰς ἀρχὰς ἔχει τῆς γεννήσεως. Καὶ οὐκ ἄν τις ὅλως ἀρνήσασθαι τοῦτο τολμήσειεν. Ὥστε καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ ἐκ Πατρὸς καὶ Υἱοῦ πρόεισι διὰ τῆς προβλητικῆς δυνάμεως, δύο τὰς ἀρω χὰς ἔξει τῆς ἑαυτοῦ ὑπάρξεως. Ἀλλ᾿ ἡ κτίσις, φα σὶν, ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος οὖσα, διὰ τῆς δημιουργικής τούτων δυνάμεως ἐξ ἑνός τέ ἐστι Θεοῦ καὶ Δημιουργοῦ, καὶ μίαν ἀρχὴν ἔχει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Τί οὖν κωλύει καὶ τὸ ἅγιον Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ προερχόμενον ὡς ἐξ ἑνός τε εἶναι Θεοῦ καὶ προβολέως, καὶ μίαν ἀρχὴν ἔχειν τὸν Πατέρα καὶ τὸν Υἱόν; Απήλλαξας ἡμᾶς πραγμάτων, ὦ βέλτιστε, φύσεως. Εἰ δὲ ἐκ τῆς προβλητικῆς δυνάμεως, ζη τητέον, τίς αὕτη ἡ προβλητική δύναμις, καὶ εἰ τοῖς κτίσμασι συντάξας τὸ Πνεῦμα τὸ ἅγιον καὶ Της Εαυ τοῦ Γ. Είναι Πνευματομάχου καθαρῶς σεαυτὸν ἀποφήνας. Εἰ γὰρ τὸν αὐτὸν τρόπον ἥ τε κτίσις ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ, τί γε ἄλλο ἢ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Αλλ' ἐγώ σοι τοὐναντίον ἀναστρέψας εὐσεβεστέρως ἐρῶ, ὡς, ἐπείπερ ἡ κτίσις οὕτως, οὐχ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ μὲν γὰρ δημιουργικῶς ἐκ δύο καὶ πολλῶν γενόμενον ἔστιν εἰπεῖν ὡς ἐξ ἑνὸς γεγονέναι πρὸς τὸν δημιουργικὸν ἀφορῶντας λόγον, οὐ μόνον ἐπὶ τῆς θείας δημιουργίας, καθ' ην μία καὶ ἡ αὐτὴ βουλὴ καὶ θέλησις καὶ σοφία καὶ δύο ναμις καὶ ἐνέργεια, ἀλλὰ καὶ ἐπὶ τῆς ἀνθρωπίνης καὶ καθ' ἡμᾶς. Εἷς γὰρ καὶ ὁ αὐτὸς ἐν διαφόροις τεχνίταις ὁ τεχνικός λόγος και ᾗ τεχνῖται ἐν εἰσι πάντες· καὶ κατὰ τοῦτο τὸ ἐκ πολλῶν γε νόμενον ἐξ ἑνὸς ἔστιν εἰπεῖν γεγονέναι καὶ μίαν ἀρ χὴν ἔχειν. Τὸ δὲ φυσικῶς ἐκ δύο τὴν ὕπαρξιν ἔχον οὐκ ἄν τις ὅλως ἐξ ἑνὸς εἶποι ποτέ· καὶ γὰρ ἀδύ νατον τὸν αὐτὸν τρόπον ἑκάτερον εἰς τὸ εἶναι συμ βάλλειν, καὶ αὐτοὶ δὲ Λατίνοι λέγουσι, διάφορου εἶναι τὴν ἐκ Πατρὸς τοῦ Πνεύματος πρόοδον τῆς ἐκ τοῦ Υἱοῦ, καὶ τὴν μὲν ἄμεσον εἶναι, τὴν δ᾽ ἔμε μεσον· ὥστ᾽ οὐκ ἂν ἐκφύγοιεν οὐδαμὴ οὐδαμῶς τὰς δύο ἀρχὰς, εἰ μὴ μέλλοιεν ἑτέροις πλείοσιν ἀτόπος περιπεσεῖσθαι. Καὶ τί κωλύει, φασί, δύο μὲν εἶναι
col. 145–146page 68 of 116
PG 161:145τὰς ἀρχὰς, τὴν μέντοι ἑτέραν αὐτῶν ὑπὸ τὴν ἑτέ ραν, ὥστε καὶ οὕτω μίαν εἶναι τὰς δύο; Τοῦτο δέ που καὶ ὁ Θεολόγος Γρηγόριος εὕρητα: λέγων· Ἡ ἐκ τῆς ἀρχῆς ἀρχή. Εἰ οὕτω τὰς ἀρχὰς λέγεις ὡς τὴν μὲν ἔγγιον εἶναι, τὴν δὲ ποῤῥώτερον, οὐκ οἶδ' εἰ μᾶλλον ἔσονται μία διὰ τὸ ὑπάλληλα εἶναι ἢ καὶ μάλα δύο, διότι καὶ μάλα διάφοροι. Σκόπει δέ· καὶ ἑκατέρα τούτων μᾶλλον ἀρχὴ τῆς ἑτέρας, καὶ ἧττον, πῆ μὲν μᾶλλον, πῆ δ᾽ ἧττον. Η μὲν ἔγγιον μᾶλλον ἀρχὴ δι' αὐτὸ τοῦτο τὸ ἔγγιον εἶναι, ἡ δὲ ποῤῥώτερον μᾶλλον διὰ τὸ περιέχειν τὴν ἔγγιον· αἱ οὖν οὕτω διάφοροι πῶς ἔσονται μία; Τίς δ᾽ ἂν εἴποι τὸν Ἀδὰμ καὶ τὸν Σΐθ μίαν ἀρ χὴν τοῦ Ἐγὼς εἶναι; Καίτοι γε ἑκάτερος τούτων ἀρχὴ ἡ μὲν ἔγγιον, ἡ δὲ ποῤῥωτέρω· πῶς οὖν αὗται μία; πῶς δὲ καὶ ἀνεκτὰ βλασφημοῦσιν, οὕτω τιθέντες τὸ Πνεῦμα πόρρω τῆς πατρικῆς ὑποστάσεως καὶ οἷον υἰωνὸν αὐτὸ λέγοντες; Καίτοι γε τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον εἴρηται καὶ Πνεύμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως. Αλλ' ὅπερ 6 Θεολόγος εἴρηκε, πρὸς τὰ κτίσματα βλέ πων εἴρηκε τοῦτο, καθάπερ ἂν εἰ εἶπε δημιουργὸν ἐκ δημιουργοῦ, ὥσπερ καὶ φῶς ἐκ φωτός, καὶ Θεὶν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ· ἅπερ ἅπαντα μετὰ τοῦ Πατρὸς ὢν εἷς ἐστι Θεὸς μετ᾿ αὐτοῦ καὶ ἂν φῶς καὶ ἀγαθὸς εἷς καὶ ἀρχὴ μία τῶν γεγονότων ἁπάντων. Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδ' ἂν 8 γέγονεν α; δ μὴ γέγονεν, οὐκ ἐξ αὐτοῦ δήπουθεν ὄν, οὐδὲ δι' αὐτοῦ· τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Ότι δ' οὕτως ἔχει τὸ εἰρημένον ὑπὸ τοῦ Θεολόγου, δῆλον ἐξ ὧν ἐν ἑτέροις φησίν· "Αναρχον καὶ ἀρχὴ καὶ τὸ μετὰ τῆς ἀρχῆς, εἰς Θεός οὐκ εἶπε, τὸ ἐκ τῆς ἀρχῆς, ἀλλὰ τὸ μετὰ τῆς ἀρχῆς [ἐκ τοῦ ἀνάρχου δηλαδή προϊόν. Καίτοι γε εἰ ὅπως ἐφρόνει τοῦ Πνεύματος ἀρχὴν τὸν Υἱόν, ποῦ ἂν μᾶλλον εἰς ρηκε τοῦτο, βιαιότατοι πάντων ἀνθρώπων; Αλλ' οὔθ᾽ οὗτος οὔθ᾽ ἕτερός τις τῶν καθ' ἡμᾶς θεολόγων τοῦτο φρονῶν φαίνεται, κἂν ὑμεῖς σοφιζόμενοι πάντα τὸν χρόνον καταναλώσητε (14)]. ΒΗΣΣΑΡΙΩΝΟΣ ΑΠΟΚΡΙΣΙΣ. Λέγομεν δὴ πρὸς τὸ πρῶτον αὐτοῦ τῶν ἐπιχειρημάτων, ἐν ᾧ κατὰ διαίρεσιν τὸν λόγον προάγων ἢ ὡς ἐκ δυοῖν φησιν ὑποστάσεων, Πατρὸς καὶ Υἱοῦ, ἢ λέγει. 256 υπάλληλοι. 27, τῷ τῷ. Οὐδὲν 27.
col. 147–148page 69 of 116
PG 161:147ὡς ἐκ τῆς κοινῆς αὐτῶν φύσεως, ἢ ἐκ τῆς προβλητι κῆς δυνάμεως προϊέναι τὸ Πνεῦμα, πάντοθεν ἡμᾶς οίμενος ἀφύκτοι; περιλαβεῖν ἔρχεσιν, ὡς ἐκ τῆς προβλητικῆς μὲν δυνάμεως τὸ Πνεῦμα τὸ ἅγιον ἐκπο ρεύεται, αὕτη μέντοι ή προβλητική δύναμις τοῦτο μὲν κοινή τέ ἐστι Πατρὶ καὶ Υἱῷ ἄτε μηδ' ὑποστατική οὖσα τοῦ προσώπου του πατρικοῦ, καὶ διὰ τοῦτο καὶ τῷ Υἱῷ κοινή, ὡς ἐν ἄλλοις δέδεικται τοῦτο δὲ ἡ αὐτή ἐστι πράγματι τῇ θείᾳ οὐσίᾳ, τῷ γε λόγῳ διαφέρουσα μόνον, καὶ οὗτος ὁ περιττός τε καὶ τοσοῦτος τῶν ἐκείνου λόγων ἑσμὸς μάτην ἀπέρ ῥιπται. Τὸ Πνεῦμα δὲ ἑαυτὸ οὐ προβάλλει, καίτοι τῆς αὐτῆς κοινωνοῦν φύσεως διὰ τὸ τῇ αὐτοῦ ἰδιό τητι ἀντιπίπτειν· ὥσπερ καὶ ὁ Υἱὸς ἐκ τῆς γενντ τικῆς γεννώμενος δυνάμεως, τῆς αὐτῆς πράγματι τῇ θείᾳ οὔσης οὐσίᾳ, οὐ καὶ ἑαυτὸν γεννα, καίτοι τῆς αὐτῆς κοινωνῶν φύσεώς τε καὶ οὐσίας. Οὐ δύο ναται γὰρ τὸ αὐτὸ ἑαυτοῦ αἴτιον ἅμα καὶ αἰτιατὸν εἶναι. Η προβλητική δ' αὕτη δύναμις μία καὶ ἡ αὐτὴ ἀριθμῷ οὖσα ἐν Πατρὶ καὶ Υἱῷ τὴν ἀσυλλόγιστον ἐκείνου δυαρχίαν ἀποφεύγει, καὶ μάτην αὐτ τὸν τοσαῦτα παρενείροντα καταλείπει, οὐδὲ συνιέναι δυνάμενον, ὅσον ἐστὶ τὸ διάφορον τῆς γεννητικῆς ἐν πατρὶ καὶ μητρὶ δυνάμεως καὶ τῆς προβλητικῆς ἐν πατρὶ καὶ υἱῷ, καὶ διὰ τοῦτο αίσχιστα περὶ τὰ με γιστα ἀπατώμενον. Η μὲν γὰρ διττὴ ἀριθμῷ, καὶ διὰ τοῦτο καὶ διπλοῦν, μᾶλλον δὲ καὶ πολλαπλούν ἀπογεννῇ· ἡ δὲ προβλητική δύναμις ἐν Πατρὶ καὶ Υἱῷ μία καὶ ἡ αὐτὴ τἀριθμῷ, καὶ διὰ τοῦτο μία ἀρχὴ καὶ ἓν ἄκρως προβάλλουσα. Τὴν δὲ τῆς αὐτοῦ ἀντιθέσεω; ὑπὸ Λατίνων επιφερομένην λύσιν μεμα φόμενος τὸν θεῖον Αὐγουστῖνον ίστω μεμφόμενος, οὗ τὸ ἐν Ἐκκλησίᾳ διὰ τὴν ἀπαράμιλλον σοφίαν τε καὶ ἀρετὴν ἀξίωμα ἱκανὸν αὐτὸν ἐπιστομίσαι ἐκεῖνος γάρ ἐστιν ὁ καὶ τὴν ἀντίθεσιν ταύτην πρώ τος εὑρὼν καὶ οὕτως ἐπιλυσάμενος. Μάρκος δὲ ού λέγει οὐδὲν μάτην πολλὰ συνείρων· οὐδὲ γὰρ ἔπε ται διὰ τοῦτο κτίσμα εἶναι τὸ Πνεῦμα, εἰ ἐκ παρα δείγματος καὶ εἰκόνος τῆς κτίσεως πάντη ὁμοίας τὸ ἐπιφυόμενον ὁ διδάσκαλός τε καὶ ἡμεῖς ἐπιλυόμεθα ἔγκλημα· όπου γε ταυτὸ τοῦτο καὶ οἱ ἡμέτερο: ἀνατολικοὶ Πατέρες τε καὶ διδάσκαλοι καὶ ἐπὶ μὴ πάντη ὁμοίων ποιοῦσιν, ἐκ ψυχῆς, νοῦ καὶ λόγου, εἴτε νοῦ, λόγου καὶ πνεύματος τοῦ ἡμετέρου καὶ ἀνθρωπίνου, Τε ἔτι δὲ ἡλίου, ἀκτῖνος καὶ φωτὸς, καὶ αὖθις ὀφθαλμοῦ, πηγῆς καὶ ποταμοῦ, ἃ μᾶλλον εἰσι τρία ἢ ἐν, τὴν Πατρός, Υἱοῦ τε καὶ Πνεύματος ἐν ἑνότητι φύσεως πραγματικὴν τῶν προσώπων Τριάδα παραμυθούμενοι. 'Ο δὲ καὶ φανερῶς τἀναντία λέγει τοῖς ἀλη θέσι φάσκων· Τὸ μὲν δημιουργικῶς ἐκ πολλῶν γε νόμενον καὶ ἐπὶ τῶν καθ' ἡμᾶς τε καὶ τέχνη τῶν εἶναι εἰπεῖν ἐξ ἑνὸς, τὸ δὲ φυσικῶς ἐκ δυοῖν οὐδαμῶς· τούναντίον γὰρ ἅπαν ἐστί. Τὸ γὰρ ἐκ δυοῖν τινοιν τεχνίταιν γεγονός, ἅτε καὶ τἀριθμα καὶ πάντη δυσῖν ὄντοιν, παντελῶς ἐστιν ἐκ δυοῖν, τὸ δ' ἐκ διοῖν τινων φύσεως καὶ μάλιστα οὕτω ν:ου τεχνίτων.
col. 149–150page 70 of 116
PG 161:149μένης ὡς ἐπὶ τῆς θείας λαμβάνεται φύσεως, ήντινα μίαν καὶ τὴν αὐτὴν τἀριθμῷ καὶ ὑφεστηκυῖαν ἐν Πατρὶ καὶ Υἱῷ ὁ ὀρθὸς δοξάζει λόγος, ὡς ἐξ ἑνός λέγειν ἀνάγκη. Ούτε μὴν διάφορον Λατίνοι τὴν ἐκ Πατρὸς τοῦ Πνεύματος πρόοδον τῆς ἐξ Υἱοῦ λέγου σεν (ἐκείνου γάρ ἐστι τοῦτο καὶ τῆς ἐκείνου διανοίας ἀνάπλασμα), ἀλλὰ μίαν καὶ τὴν αὐτὴν, ἀμέσως μέντοι γε καὶ ἐμμέσως ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμά φασι, τὸ μὲν διὰ τὴν ἑνότητά τε καὶ ταυτότητα τῆς προ βλητικής δυνάμεως, τὸ δὲ διὰ τὴν τάξιν, ᾗ προτέτακται μὲν ὁ Πατήρ, ἔπεται δὲ ὁ Υἱὸς καὶ μετ' ἐκεῖνον τὸ Πνεῦμα, ὀρθῶς διαιτῶντες τῷ λόγῳ, οὐχ ὡς ἐκεῖνός τε καὶ οἱ κατ᾽ αὐτὸν, μηδὲν ὅλως δια στέλλειν εἰδότες, ὡς ἐν ἄλλοις πρὸς τὸν αὐτοῦ διδά σκαλον Παλαμᾶν εἰρήκαμεν τελεώτερον. Τὸ δὲ τῶν ὑπαλλήλων ἀρχῶν αὐτοῦ, λύσιν τε καὶ ἀντίθεσιν δν (οὐ γὰρ Λατίνων ὁ λόγος) αὐτῷ καὶ εὐθύνειν κατα λείπομεν. Καίτοι καὶ ταύτην τοῖς αὐτοῖς ἄν τις λό γοις καλῶς ἔχουσαν δείξει. Η δ' ἀκριβὴς ἐκείνη τῶν αὐτοῦ λόγων ἀκολουθία οὐκ οἶδ' ὅθεν ἔπεται, ώς εἰ πάντα τὰ κτίσματα διὰ τοῦ Υἱοῦ τε καὶ ἐξ Υἱοῦ ἔκτισται (τοῦτο γὰρ σημαίνει τὸ γέγονεν), τὸ Πνεῦμα μὴ κτίσμα δν μηδὲ γεγονὸς οὔτε ἐξ Υἱοῦ οὔτε δι' Υἱοῦ ὅλως ἐστίν. Εἴτε γὰρ ἐν δευτέρω σχήματι τοῦτο συνάγει, ἐκ τοῦ τὰ μὲν κτίσματα γεγονέναι δι' Υἱοῦ, τὸ δὲ Πνεῦμα μὴ εἶναι κτίσμα, τὸ Πνεῦμα μὴ εἶναι διὰ τοῦ Υἱοῦ συμπεραίνων, ἀσυλλόγιστα συλλογίζεται, τὸν μέσον ἐκ τοῦ γεγονέναι εἰς τὸ εἶναι μεταμείβων, καὶ τὸ πῆ ἁπλῶς παρασυλ λογιζόμενος· εἴτε τῇ σὺν ἀντιθέσει αντιστροφῇ χρή ται, ἴστω πάνυ τῆς ἀκολουθίας ἐκείνης ἐκπίπτων. Εχει γὰρ οὕτως· εἰ διὰ τοῦ Υἱοῦ τὰ πάντα γέγονε, τὸ μὴ γεγονὸς οὐκ ἔστι διὰ τοῦ Υἱοῦ· τὸ δὲ Πνεῦμα οὐ γεγονὸς, οὐκ ἄρα διὰ τοῦ Υἱοῦ οὔτ᾽ ἐκ τοῦ Υἱοῦ ἐστιν. Ὡς εὖγε τῆς αὐτοῦ σοφίας ἀξίως! Εδει δέ γε τὸν τεχνικὸν εἰπεῖν· τὸ μὴ γεγονὸς οὐ γέγονε διὰ τοῦ Υἱοῦ, καὶ οὕτως ἐπαγαγεῖν· Οὐκ ἄρα διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα γέγονε (τὸ γὰρ μὴ γεγονός ὅλως μηδ' ὃν κτίσμα οὔτ᾽ ἐξ Υἱοῦ οὔτε δι' Υἱοῦ οὔτ᾽ ἐξ ἄλλου του ἢ δι᾽ ἄλλου γέγονεν), είναι μέντα καὶ προϊέναι κωλύει οὐδέν. Τούτῳ γὰρ αὐτοῦ τῷ λόγῳ οὐδὲ ὁ Υἱὸς ἔσται ἐκ τοῦ Πατρός· τὰ αὐτὰ γὰρ ἅπαντα τῶν ὅρων ὁμοίως τιθεμένων, ὡς ὁρᾷς, εἴτ' ἐν δευτέρῳ σχήματι εἴτε κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν συμβαίνει καὶ ἐπὶ τοῦ Υἱοῦ. Πάντα γὰρ ἐκ τοῦ Πατρὸς γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγές νετο οὐδὲν 8 γέγονεν. Επάξει οὖν τοῖ; σοφοί; αὐτ τοῦ τούτοις λόγοις, ὡς ὁ μὴ γέγονεν, οὐκ ἐξ αὐτοῦ δήπουθεν ὄν, τοῦτο δ᾽ ἐστὶν ὁ Υἱός Οὕτως ἀκο διὰ τὸ μέσον. τινός. Καὶ προϊέναι τα γεγονότα Π. διὰ τοῦ τὸ Υἱοῦ Πνεύμα Ἐκ τούτου τοῦ συλλογισμού συνάγεται τὸ Πνεῦμα μή γεγονέναι διὰ τοῦ Υἱοῦ. Ὁ δὲ
col. 151–152page 71 of 116
PG 161:151τοιούτων καὶ μάλα τὴν ὀφρὺν ἐπαίρων ἐγκαλῶν. Εἰ δὲ καὶ μετὰ τῆς ἀρχῆς ἤτοι μετὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐκ ἐκ τῆς ἀρχῆς ὁ Θεολόγος Γρηγόριος είν ρηκεν, οὐδὲν τῷ Λατίνων λυμαίνεται λόγῳ· καὶ μετ᾿ αὐτοῦ γὰρ ἐστι καὶ ἐξ αὐτοῦ, καὶ μαρτυροῦσιν οἱ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα εἰρηκότες, πρὸς οὓς αὐτὸς μὲν ἐκκεκώφηται, ἡμεῖς δ᾽ ἐν ἄλλοις ἱκανῶς ἀπεδείξαμεν. Καὶ ὁ Υἱὸς δὲ μετὰ τοῦ Πατρὸς οὐδὲν ἧττόν ἐστι, καίτοι ἐκ τοῦ Πατρὸς ὤν· οὗ πλήρης πᾶσα διδασκάλων γραφή, ὥστ᾽ οὐκ οὐδαμῆ οὐδαμῶς οὐκ ἂν ἐκφύγοιεν, ὡς Μάρκος αὐχεῖ, ἀλλὰ πάντη τε καὶ πάντως ἐκφύγοιεν τὴν δυαρχίαν Λατίνοι, καὶ μάτην αὐτὸν ἀποφήσειεν ῥητορεύοντα. ; λουθίας ἐπαισθάνεται ὁ ταύτης ἡμῖν ἑαυτὸν διδά σκαλον καθίσας, ἢ προϊὼν ἄγνοιαν Λατίνοις τῶν γε Καὶ ταῦτα μὲν πρὸς τὰ πρῶτά τε καὶ μέγιστα τοῦ Ἐφέσου ἀγωνίσματα. ὡς δ᾽ ἂν δὴ καὶ τὰ λοιπὰ αὐτοῦ τε καὶ τῶν ὁμοίων σοφίσματα εὐχερέστερον τις ἂν λύσειε, κανόνας τινὰς ὡς ἐν βραχέσι παραδώσομεν γενικούς οἷς τις χρώμενος, εἰ μόνον μὴ πάντη τῶν τοιούτων ἄπειρος εἴη, ἄρι στα ἂν ἀπαλλάξειεν αὐτός τε ἐπιχειρῶν καὶ τὰς ἐπιφερομένας ἀπορίας ἐκφεύγων τε καὶ ἐπιλυόμενος. Ἐπεὶ δ᾽ ὡς ἐπὶ τὸ πολὺ ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν συμβαίνει καὶ ποσαχώς ἕκαστον λέγεται ἀγνοεῖν, ὡς καὶ αὐτῷ ᾿Αριστοτέλει δοκεῖ, ἀνάγκη τινὰ διελέσθαι, καὶ ποσαχῶς λέγεται παρα διῦναι τὰ μέγιστα πρὸς τὸ προκείμενον συμβαλλόμενα συνάγει ψευδῶς μὴ εἶναι διὰ τοῦ Υἱοῦ. Ὅτι δὲ ψευδῶς συνάγεται, δῆλον ἐκ τοῦ καὶ ἐπὶ τῆς ἐκ Πατρὸς τοῦ Υἱοῦ γεννήσεως τὸ αὐτὸ συνάγεσθαι, τῶν ὅρων ὁμοίως κειμένων, οἷον τὰ γεγονότα οὐκ ἐκ τοῦ Πατρὸς Υιός οὐκ Συναχθήσεται γάρ, κατὰ τὸν Ἐφέσου, τὸν Υἱὸν μὴ εἶναι ἐκ τοῦ Πατρὸς, ὅπερ ἐστὶν ἀσεβές· τὸν μέντοι Υἱὸν μὴ γεγονέναι ἐκ τοῦ Πατρὸς, ἔστιν ἀληθές. Σὺν ἀντιθέσει ἀντιστροφή τοῦ Ἐφέσου ἡμαρτημένη. εἰ διὰ τοῦ Υἱοῦ τὰ πάντα γέγονε τὸ μὴ γεγονὸς οὐκ ἔστι δι' Υἱοῦ τὸ δὲ Πνεῦμα οὐ γέγονεν Ορα δὲ τὸ ὡς αὐτὸ ἄτοπον συνάγεται καὶ ἐπὶ Υἱοῦ, ὥστ᾽ ἀσυλλόγιστος ἡ ἔκθεσις. εἰ ἐκ Πατρὸς γέγονε τὰ πάντα τὸ μὴ γεγονὸς οὐκ ἔστιν ἐκ Πατρὸς Πα ράδοσις κανόνων. τῶν γε ὁ δὲ υἱὸς οὐ γέγονε οὐκ ἄρα ἐστὶ δι' Υἱοῦ. ὁ Υἱὸς ἄρα οὐκ ἔστιν ἐκ τοῦ Πατρός. Περὶ τῶν θείων ὀνομάτων καὶ ὁσαχῶς λέγονται, κανών πρῶτος. (α)
col. 153–154page 72 of 116
PG 161:153α΄. Δεῖ τοίνυν εἰδέναι τὴν ἀκριβῆ τε καὶ όρ θὴν τῶν Χριστιανῶν θεολογίαν ἐν τῇ θείᾳ Τριάδι μηδὲν ἄλλο παρὰ τὴν θείαν οὐσίαν καὶ τὰς ἀπο στάσεις εἴτουν πρόσωπα τιθέναι καὶ τὰς μὲν ὑπο στάσεις τρεῖς ἀριθμῷ καὶ πάντη διακεκριμένας ἀλλή λων, τὴν δὲ θείαν οὐσίαν μίαν μὲν καὶ τὴν αὐτὴν ἀριθμῷ, κοινήν τε καὶ ἐνικωτάτην ἐν τοῖς τρισὶν, ἐν ἑκάστῳ τε τῶν τριῶν προσώπων ὑφεστηκυίαν ὁμολογεῖν, τὴν αὐτήν τε πράγματι μεθ' ἑκάστης τῶν ὑποστάσεων οὖσαν λόγῳ διακρίνεσθαι μόνον, ἐναντίως ἡ ἐφ' ἡμῶν. Ἡ γὰρ κοινὴ ἐν τρισὶν ἀν θρώποις ἀνθρωπίνη οὐσία εἶτ᾽ ἀνθρωπότης μία τῷ εἴδει οὖσα τρεῖς ἐστι τἀριθμῷ, διὸ καὶ τρεῖς ἄνθρωποι· ἐκεῖ δὲ μία ἀριθμῷ καὶ ἄκρως μία ἡ θεία ού σία, εἴτουν θεύτης, καὶ διὰ τοῦτο εἷς Θεὸς τὰ τρία εἰσὶ πρόσωπα. Ουσίας δὲ καὶ προσώπων ἐν τῇ θείᾳ Τριάδι θεωρουμένων, ὡς εἴρηται, εἴ τι καὶ ἄλλο περὶ αὐτῆς καὶ μάλιστα πρὸς αὐτὴν λέγεται, τῇ οὐσίᾳ εἰς ταυτὸν ἥκειν καὶ ταυτὸν αὐτῇ πρᾶγμα σημαίνειν τῷ λόγῳ διαφέροντα μόνον. Τὰ μὲν γὰρ τῶν ὀνομάτων τῶν θείων ἀπολελυμένα τε εἶ και καὶ τελειότητα σημαίνοντα, & καὶ πρὸς τὰ εἴσω λέγεται, τὰ δι' αὖ λέγεται πρὸς τὰ ἔξω, οἷον ἀγαθὸν, σοφόν, ζωὴ καὶ προνοητής καὶ τὰ ἄλλα, ὅσα τελειότητα σημαίνει. Πρὸς ἑαυτὴν λέγεται ἡ μακαρία καὶ θεία οὐσία τε καὶ Τριάς, μηδεμιᾶς πρὸς τὰ ἔξω σχέσεως νοουμένης. ἂν τὰ μὲν εἰσὶν. οὐσιώδη, ὡς σοφία, ζωὴ καὶ τὰ ὅμοια, τὰ δὲ τῶν προσώπων γνωρίσματα, ὡς πατρίτης, ἀγεννησία καὶ εἴ τι τοῦ ὁμοίου σχήματος. Τῶν δ' οὐσιωδῶν τὰ μὲν θέσιν σημαίνειν, ὡς τὸ σοφό; τε καὶ ἀγαθὸς, τὰ δ' ἄρσιν ὡς τὸ ἄφθαρτος καὶ ἀθάνατος· καὶ τῶν σημαινόντων θέσιν ἃ μὲν ἀποδίδοσθαι μέν τινι προ ώπῳ ἰδίᾳ, οὐ μέντοι αὐτοῦ ἴδια εἶναι ἡ γὰρ σοσ φία ἀποδίδοται μὲν ἰδίᾳ τῷ Υἱῷ οὐ μέντοι αὐτοῦ ἐστιν ἴδιον, κοινὸν πάσῃ τῇ Τριάδι υπάρχον ὁμοίως καὶ ἡ ἀγάπη ἀποδιδο μένη τῷ Πνεύματι τῷ ἁγίῳ οὐδὲν ἧττον καὶ κατὰ πάσης λέγεται ἐδέναι. διαφέρον. δεῖ εἰδέναι. κη. (α), Καὶ πρὸν δέ. άρνησιν.
col. 155–156page 73 of 116
PG 161:155τῆς Τριάδος ἃ δὲ εἶναι ἁπλῶς κοινά, ὡς ἡ εργμένου. θεότης, ἡ ἐντότης καὶ τὰ παραπλήσια. Τῶν δέ γε προσωπικῶν γνωρισμάτων ἃ μὲν θέσιν, ὡς ἡ πατρό της, τὰ δὲ ἄρσιν σημαίνειν, ὡς ἐπὶ Πατρὸς τὸ ἀγέννητον. Τῶν δὲ θέσιν σημαινόντων εἶναι μὲν δ ἐνέ τινι προσώπῳ συμβαίνει καὶ αὐτοῦ ἐστιν ἴδιον, οὕτω τε ἴδιον, ὡς καὶ τὸ πρόσωπον υφιστάνειν, ὡς πατρότης, υἱότης, ἐκπόρευσις· εἶναι δ᾽ ὅ καὶ δυσὶν ἁρμόζει προσώποις, ὥσπερ τὸ ἐκπορεύειν, ίδιον μὲν τον δυοῖν ὅν, Πατρὸς καὶ Υἱοῦ, οὐχ οὕτω μέντοι ἴδιον, ὥστε καὶ πρόσωπον υφιστάνειν· τό τ' αίωνίως τε καὶ ἰδίως πέμπεσθαι ἴδιον Υἱῷ καὶ Πνεύματι, καθὸ ἐκ τοῦ Πατρὸς ἄμφω προάγονται. Οὕτω δὲ καὶ τῶν & πρὸς τὰ ἔξω τε λέγεται, ή θεία Τριας καὶ τὴν πρὸς τὴν κτίσιν σχέσιν ἐμφαίνει, τὰ μὲν τοῖς τρισὶν ἀνήκειν προσώποις ὡς τὸ δημιουργός, συνοχεύς, προνοητής, βασιλεύς, κύριος, τὰ δὲ δυοῖν μέσ νοιν, ὡς τὸ χρονικῶς πέμπεσθαι Υἱῷ τε καὶ Πνεύ ματι, τὰ δ' ἑνὶ μόνον, ὡς τὸ σεσαρκῶσθαι, ἐσταυρῶσθαι, καὶ ὅσα τῆς οἰκονομίας εἰσὶ, τῷ Υἱῷ, ἢ τῷ Πνεύματι τῷ ἁγίῳ τὸ ἐν εἴδει πυρὸς, ἐν εἴδει περιο στερᾶς ὀφθῆναι. Ἐπεὶ δὲ τὸ θεῖον ἀπλούστατον ὂν οὐκ ἂν τοσαῦτα ονόματα δέχοιτο, τούτων τὰ μὲν πρὸς τὰ εἴσω καὶ ἡ πρὸς ἑαυτὴν λέγεται ταὐτὸνεἶναι πράγματι τῇ θείᾳ ουσίᾳ, τὰ δὲ πρὸς τὰ ἔξω πράγματι τε τῆς οὐσίας διακεκρίσθαι, οὐδεμίαν τε θέσιν ἐν τῇ θείᾳ οὐσίᾳ δηλοῦν, ἀλλ᾽ ἢ ἄρα ἐν τῇ κτίσει. Δἱ γὰρ πρὸς τὰ ἀποτελέσματα αναφοραὶ τοῦ Θεοῦ οὐκ εἰσὶ πραγματικῶς ἐν τῷ Θεῷ, ἀλλ' ἢ κατὰ τὸν τρόπον μόνον τῆς ἐπινοίας, καθὸ τὰ ἄλλα πρὸς αὐτὸν ἀναφέρονται, ὥσπερ οὐδ' ἐν τῷ ἐπιστητῷ ἐστιν ἡ σχέσες ὡς πρᾶγμα, εἰ καὶ ἀναφορικώς λέγεται πρὸς τὴν ἐπιστήμην, ἀλλ' ἐν μόνῃ τῇ ἐπιστήμη. Ἐπεὶ γὰρ ἐκ νέου καὶ χρονικῶς πολλαί τινες τῶν πρὸς τὰ Έξω σχέσεων λέγονται κατὰ τοῦ Θεοῦ, ὥσπερ τὸ κύριον ἢ διοικητὴν τουτονὶ τοῦ πράγματος φέρε εἰπεῖν εἶναι τοῦ νῦν ἡργμένου εἴ τις τούτων τῶν σχέσεων ἦν ἐν τῷ Θεῷ πραγματικῶς ὑφεστώτα, εἴπετο ἄν τι ἐκ νέου τῷ Θεῷ ἐπιέναι καὶ οὕτω μετέβαλλεν ἂν ἡ καθ᾽ αὑτὸ ἢ κατὰ συμβεβηκός τοῦτο δὲ ἄτοπον εἶναι πολλαχώς δείκνυται. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων τοῦτον ἔχειν τὸν τρόπον & δέ γε πρὸς τὰ εἴσω λέγεται, ἃ καὶ ἀπολελυμένα καλεῖται καὶ τελειότητα σημαίνει, ταῦτα δὲ πάντα ταυτὸν εἶναι τῇ οὐσίς, πράγματι μὲν μηδὲν ἀλλήλων καὶ τῆς οὐσίας αὐτῆς διαφέροντα, λόγῳ δὲ μόνῳ διακρινόμενα· τῶν τε γὰρ οὐσιωδῶν τά τε θέσιν, τά τε ἄρσιν σημαίνοντα, τῶν τε θέσιν σημαινόντων, τά τε ἀποδιδόμενα ἑνί τις προσώπῳ, μὴ μέντοι αὐτοῦ ἴδια ὄντα, τά τε ἁπλῶς κοινά· καὶ τῶν γνωρισμάτων ὁμοίως τά τε θέσιν, τα τε ἄρσιν δηλοῦντα, καὶ τά τε συνιστώντα πρόσωπον, τά τε μή συνιστῶντα, ταῦτα πάντα ταὐτὸνεἶναι πράγματι τῇ θείᾳ οὐσίᾳ πλὴν ὅσον τὰ μὲν θες τικά τελειότητά τινα ἐν αὐτῇ τιθέναι, τὰ δ᾽ ἀφαιρεῖν ἀτελείας ἀπ' αὐτῆς (τὸ γὰρ ἄφθαρτον καὶ ἀθάνατον Έχει. μένον.
col. 157–158page 74 of 116
PG 161:157τιθέναι μὲν οὐδὲν, φθοράν μέντοι καὶ θάνατον ἀτε (α), λείας τινὰς ὄντα ἀφαιρεῖν ἀπ' ἐκείνης τῆς μακαρίας καὶ θείας οὐσίας)· οὕτως οὖν ἔν τι καὶ ταυτὸν ἅπαντα ταῦτα τὰ ὀνόματα σημαίνειν καὶ ταυτὸν ὄντα πράγ ματι τῇ θείᾳ οὐσίᾳ εἰς ταυτὸν αὐτῇ ἥκειν λόγῳ μέσ νον ἐκείνης διακρινόμενα, λέγεσθαι μέντοι περὶ Θεοῦ τὰ τοσαῦτα καὶ τοιαῦτα ὀνόματα οὐδ᾽ ὁμωνύμως οὔτε συνωνύμως οὔτε πολυωνύμως, ἀλλ' ἀναλογικῶς μόνον· οὐ καθ' δν τρόπον δύο τινὰ ἢ καὶ πλείω πρὸς ἔν τε κοινὴν ἀναφέρονται, ἀλλὰ καθ᾽ ἂν δύο τινῶν τάξις καὶ συστοιχία καταλαμβάνεται, οὐ πρὸς ἔτε ρίν τι, ἀλλὰ πρὸς τὸ ἕτερον αὐτῶν· ὥσπερ τὸ δν κατὰ τῆς οὐσίας καὶ τοῦ συμβεβηκότος κατηγορεῖται, καθόσον τὸ συμβεβηκός σύνταξιν ἔχει πρὸς τὴν οὐσίαν, οὐ καθόσον ἢ οὐσία καὶ τὸ συμβεβηκὸς ἀνα φέρονται πρὸς ἄλλο τι τρίτον. Τοῦ δὲ τοσούτοις ὀνόμασι τὸ ἐν ἐκεῖνο καὶ ἁπλούστατον καὶ ἄκρως ἐν ὀνομάζεσθαι, τήν τ' ἐκείνου απειρίαν, τήν τε τοῦ ἡμετέρου νοῦ ἀσθένειαν αἴτιον εἶναι ὅν οὐκ ἄλλως αὐτὸ ἢ διὰ τῶν ἀποτελεσμάτων γιγνώσκειν δυνάμενον ἀνάγκη διαφόροις ονόμασιν ἐκ τῶν ἐν τοῖς αἰσθηταῖς εὑρισκομένων τελειοτήτων τὴν ἐκείνου τελειότητα σημαίνειν. Εἰ γὰρ αὐτὴν τὴν θείαν οὐσίαν καθὼς ἐστὶν, ἡδυνάμεθα γιγνώσκειν, ἑνὶ μόνον ὀνό ματι ταύτην ἂν ἐξεφαίνομεν, δ δὴ καὶ ὑπεσχημένον ἐστὶ τοῖς κατ' οὐσίαν αὐτὸν ἦτοι πρόσωπον όψομέ νας· ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἐν, φησὶν ὁ θεῖος Ζαχαρίας Καὶ εἶδα μὲν ὅτι πρὸς ταῦτα κεκράξονταί τε καὶ βοῶν τες οἱ ἐναντίοι διαρραγήσονται, καὶ μάλιστ᾽ ὅταν τά τε εἰρημένα ονόματα λόγω μόνῳ, οὐ πράγματι τῆς θείας οὐσίας ἀκούωσι διακρίνεσθαι, αὐτοὶ καὶ πράγματι ἀθέως αὐτὰ διακρίνοντες, καὶ ὡς τὸ προ βάλλειν οὐ τοῦ Πατρός ἐστιν ἴδιον, οὐδὲ τὸ πρόσω του αὐτοῦ συνιστῶν, ἀλλὰ Πατρὸς καὶ Υἱοῦ, καὶ ὡς ἤδη τοῖς προσώποις ὑφεστῶσιν ἑπόμενον, αὐτοὶ Ιδιόν τε τοῦ Πατρὸς καὶ συστατικὸν αὐτὸ νομίζοντες καὶ ἡμᾶς τὸ ζητούμενον λαμβάνειν οἰόμενοι καὶ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι. Αλλ' οὐδεὶς αὐτῶν λόγος ἡμεῖς τε γὰρ ἐν ἄλλοις περὶ αὐτῶν ἱκανῶς διειλέγμεθα, οὐκ ὀλίγοι τε τῶν φθασάντων ἡμᾶς μακαρίων καὶ θείων ἀνδρῶν ἄριστά τε καὶ σαφέστατα ταῦτα, ὡς με δ' ἐνεῖναι ὅλως ἀντιβλέψαι, ἀποδεδείχασιν, ὁ ὁ βουλόμενος ζητήσας εὑρήσει. Ενταύθα γὰρ βρα χύν τινα κανόνα παραδοῦναι προηρημένοι ἐπίτη. δες τὸ μῆκος τῶν λόγων ἐκείνων ἐκφεύγοιμεν ὡς ὁμολογούμενα ταῦτα προϋποθέμενοι πλὴν ἢ παρα μυθίας καὶ μικράς τινος ἕνεκα περὶ μὲν τῶν θείων ὀνομάτων τοῦτο ῥητέον, ὡς τὰ ἕν τι καὶ ἁπλούστα τον πράγμα σημαίνοντα, οἷά ἐστιν ἡ θεία ουσία, ἄν τι καὶ αὐτὰ καὶ ταυτὸ πράγματι εἶναι ἀνάγκη καὶ ταυτὰ πράγματι εἶναι μετὰ τοῦ σημαινομένου ἄλλως γὰρ καὶ ἡ ουσία συμμερίζοιτο ἂν τοῖς πραγ ξυνάμενος. ν. (α) ρ. σε 6.4 ὀνομάζοντες. 223 ἐνταῦτα. προειρημένον.
col. 159–160page 75 of 116
PG 161:159ματικῶς ἀλλήλων διακεκριμένοις ονόμασι καὶ του σαῦτα ἂν εἴη, ὅσα καὶ τὰ σημαίνοντα· τοῦτο δὲ πᾶσαν ἀσέβειαν ὑπερβαίνει Περὶ δὲ τοῦ τοῦ προβάλλειν ἰδιώματος ὡς εἰ μὴ τὸ πρόσωπον συνι στα τοῦ Πατρός, κοινὸν ἔσται καὶ τῷ Υἱῷ· πλὴν γὰρ τῶν προσωπικῶν ἰδιοτήτων τἄλλα κοινὰ πᾶσιν εἰσιν, ὥστ᾽ ἦν ἂν καὶ τῷ Πνεύματι κοινὸν τὸ προβάλλεινα εἰ μὴ τῷ ἐκείνου ἀντέπιπτε λόγῳ· ἐπεὶ δ᾽ οὐ συνιστᾷ τὸ πατρικὴν πρόσωπον, λείπεται καὶ τῷ Υἱῷ εἶναι κοινόν. Ἐπεὶ γὰρ ἕκαστον πρόσωπον ἑνί τινι μόνον ἰδίωμά τι συνίσταται, ἢ τῇ τοῦ γεννᾷν ἢ τῇ τοῦ προ βάλλειν ιδιότητι συνίστασθαι τὸν Πατέρα ἀνάγκη ἀλλὰ Πατὴρ διὰ τὸ γενναν λέγεται καὶ ἔστιν, ὥστε οὐ τὸ προβάλλειν αὐτοῦ τὸ πρόσωπον συνιστῇ μὴ ἐν δὲ ἴδιον τοῦ Πατρὸς μόνου, μηδὲ συστατικὸν, καὶ τῷ Υἱῷ ἐστι κοινόν. Καὶ ταῦτα μὲν οὕτως. ὑπερβάλλει. 'Ως τὰ θεῖα πρόσο β'. Δεῖ δὲ μηδὲ τοῦτο τὸν φιλομαθῆ λανθάνειν ἀκροατήν ὡς τὰ θεῖα πρόσωπα τῆς Τριάδος, οὐ μᾶλλον ἐν ὄντα τῇ οὐσίᾳ ἡ τρία τοῖς προσώποις καὶ πραγματικῶς ἀλλήλων διακρινόμενα, κατ' ούτ δὲν τῶν καθ᾿ αὐτὰ λεγομένων εἴτουν ἀπολελυμένων τε καὶ οὐσιωδῶν ἀλλήλων διακρίνονται (μία γὰρ αὐτῶν οὐσία, δύναμις, ζωή, ἀγαθότης, σοφία καὶ ὅσα παραπλήσια)· ταῖς μέντοι· πρὸς ἄλληλα ἀναφοραῖς καὶ ὑφίστανται καὶ ἀλλήλων τὰ θεῖα διακρβα νονται πρόσωπα· ταῦτα δ' ἐστὶ τὰ αὐτῶν ἰδιώματα, ἀναφορικῶς τε καὶ ὡς τὰ πρός τι πρὸς ἄλληλα αν τικείμενα. Εἰ γὰρ τὰ συστατικά ιδιώματα ἀκοινώνητα εἶναι ἀνάγκη πρὸς ἄλληλα, καὶ ἀδύνατον τῷ αὐτῷ παρεῖναι, πάντως καὶ ἀντίκειται· ἃ γὰρ ἀδύνατον τῷ αὐτῷ παρεῖναι, διά τινα πάντως ἀντι θεσιν αὐτοῖς οὖσαν τοῦτ' ἔχει. Μήτε δὲ ὡς ἕξις καὶ στέρησις, μήτε ὡς τὰ ἐναντία, μήτε ὡς κατάφασις καὶ ἀπόφασις ἀντικείμενα (τοῦτο γὰρ πολλοῖς καὶ μακαρίοις ἀνδράσι διὰ πολλῶν δέδεικται)· λείπεται κατὰ τὰ πρός τι ἀντικεῖσθαι ἀλλήλοις τὰ προσωπικά ταῦτα ἰδιώματα καὶ αὐτὰ τὰ πρόσωπα πρὸς ἄλληλα αὐτά τε γὰρ τὰ θεῖα πρόσωπα ὑποστάντα αἱ ὑποστατικαί εἰσιν ἰδιότητες, αν τε ὑποστατικαὶ ιδιότητες ὑποστᾶσαι αὐτὰ τὰ θεῖα εἰσι πρόσωπα. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων πραγμάτων ταῖς οὐσίαις διαφερόντων ἀλλήλων αἱ μεταξὺ αὐτῶν θεωρούμε και αναφοραί οὐκ αὐτὰ ὑφιστῶσι τα πράγματα, ἀλλ' ὑποστᾶσι δι' ἄλλων ἐπιγίνονται· ὥσπερ Σωκρά τῆς καὶ Πλάτων, ὁ μὲν διδάσκαλο;, ὁ δὲ μαθητής ῶν, οὐ τῇ διδασκαλίᾳ καὶ μαθήσει ὑφίστανται προς ωτικῶς, ἀλλὰ πρότερον ἑκάτερος ἄνθρωπος ὢν καὶ ταῖς οὐσίαις ταῖς γε ἀτόμοι, ἀλλήλων διαφέροντες ωπα προς άλληλα ἀναφορὰν ἔχουσι καὶ ὑφίστανται, καὶ πρὸς ἄλληλα διακρίνονται. Κανὼν β'.
col. 161–162page 76 of 116
PG 161:161καὶ ταύταις δύο άνθρωποι ὄντες διδάσκαλος και μαθητής γίνονται. Τὰ δὲ θεῖα πρόσωπα ταῖς οὐ σίαις ἀλλήλων οὐ διαφέροντα (μία γάρ ἐστι καὶ ἀδιάκριτος ἐν αὐτοῖς καὶ ἡ αὐτὴ τἀριθμῷ) ταῖς Ιδιότησιν ὑποστάσι, τῇ πατρότητι δηλαδὴ καὶ υἱός τητι καὶ ἐκπορεύσει ἀλλήλων διακρίνονται, τοῦ προσώπου, καὶ τῆς ἰδιότητος τῷ τρόπῳ τῆς ἡμετέρας νοήσεως μόνῳ διαφερόντων, τῷ τὸ μὲν πρόσο ωπον ὡς ἔχον νοεῖσθαι, τὴν δὲ ἰδιότητα ὡς ἐχόμενον, πράγμα δὲ τὸ αὐτὸ ὄντων. Εἰ γὰρ καὶ ταῖς προόδοις τὰ πρόσωπά τις διακρίνεσθαι λέγοι, ὡς τὸν Πατέρα οὐ τῇ πατρότητι μόνον, ἀλλὰ καὶ τῇ ἐνεργητικῇ γεννήσει, καὶ τὸν Υἱὸν οὐ τῇ υἱότητι μόνον, ἀλλὰ καὶ τῇ παθητικῇ γεννήσει ἀλλήλων διακρίνεσθαι, ἀλλ᾽ ἴστω ὁ τοιοῦτος, μὴ ἄν οἰκείως τὰς εἰρημένας προόδους τὰ πρόσωπα διακρίνειν. Πατρός γὰρ καὶ τὸ αὐτό ἐστι κατὰ τὸ πρᾶγμα τὸ γεννᾶν καὶ ἡ πατρότης, καὶ τὸ γεννᾶσθαι καὶ ἡ υἱότης, ἀλλὰ κατὰ τὸν τρόπον τῆς ἡμετέρας νοήσεως διασ φέρει. Τὸ μὲν γὰρ γεννᾶσθαι οὐκ εἶδός τι σημαίνει ἐνὸν τῷ γεννωμένῳ, ἀλλ᾽ ἔστιν ὥσπερ τις ἐδὸς ἐπὶ τὸ γεννώμενον καὶ τὸν Υἱόν, ἡ δὲ υἱότης ὥσπερ τι εἶδός ἐστιν, ὅρος οὖσα τοῦ γεννᾶσθαι. Ετ: τε τὸ μὲν γεννᾷ, ἤδη προϋποτίθησι τὸ πατρικὸν πρόσ ωπον· τὸ δὲ γεννᾶσθαι σημαίνει μήπω τὸν Υἱὸν ὑφεστάναι· διὰ τοῦτο ἡ υἱότης οὐχὶ τὸ γεννᾶσθαι διακρίνει ἢ ὑφίστησι τὸν Υἱὸν, εἰ μὴ καθόσον ἐξ ἀνάγκης έπεται τούτῳ ἡ υἱέτης· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ προβάλλειν καὶ προβάλλεσθαι. Πρώτως οὖν καὶ κυρίως αἱ ἀναφοραὶ ὑφιστῶσι καὶ διακρίνουσιν, Επομένως δὲ καὶ αἱ πρόοδοι, καθόσον ταυτόν εἰσι πράγματι ταῖς ἀναφοραῖς. Ἐπεὶ δ᾽ εἰσὶν, οἳ τὸν Πατέρα καὶ Υἱὸν ταῖς ἀναφορικαῖς προόδοις ἀλλή λων διακρίνεσθαι συγχωροῦντες, τὸν Υἱὸν τοῦ Πνεύ ματος οὐκ ἀνέχονται τῷ αὐτῷ διακρίνεσθαι τρό πῳ, ἀλλὰ ταῖς ἀπὸ Πατρὸς διαφόροις προόδοις, καθ' ᾶς δηλονότι τὸ μὲν γεγέννηται, τὸ δὲ ἐκπορεύεται, ἐρωτητέον αὐτοὺς πῶς διάφοροι λέγονται αἱ παρά τοῦ Πατρὸς (2, ἀμφοτέρων πρόοδοι. Εἰ μὲν γὰρ διότι ἡ μὲν γέννησις παρὰ τοῦ Πατρὸς μόνου ἀμέ σως, ἡ δὲ προβολὴ διὰ τῆς γεννήσεως, καὶ τὸ Πνεῦ μα, διὰ τοῦ Υἱοῦ, πρὸς ἡμῶν ὁ λόγος· εἰ δ᾽ ὅτι Εκάτερα παρὰ τοῦ Πατρὸς μόνου, ἵστωσαν, τούτου ὑποκειμένου μὴ δύνασθαι ἀλλήλων διακρίνεσθαι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. Α' γὰρ διάφοροι τινων πρόοδοι ἢ παρὰ τὸ αἴτιον εἰσιν ἢ παρὰ τὸ αἰτιατὸν, καὶ παρὰ τὸ αἰτιατὸν διχῶς· ἡ γὰρ διὰ τὸ τὰ αἰ τιατά διαφόρων εἰδῶν εἶναι ἢ διὰ τὸ εἰς διάφορα ἐρίζεσθαι άτομα. Τὰ δὲ θεῖα ταῦτα πρόσωπα Υἱοῦ τε καὶ Πνεύματος παρὰ μὲν τὸ εἶδος οὐκ ἂν διαφέ ρντεν ἀλλήλων, μίαν καὶ τὴν αὐτὴν ἀριθμῷ φύσιν τε καὶ θείαν οὐσίαν παρὰ τοῦ Πατρὸς ἐν τῷ προϊέναι λαμβάνοντα· οὔτε μὴν παρὰ τὴν κατὰ τὰ άτομα διαφοράν πρῶτα μὲν διὰ τὸ μηδεμίαν ὕλην εἶναι ἐκεῖ μήτε τι ὕλῃ ἀναλογούν, ᾗ τὰ τῆς αὐτῆς φύσεως άτομα ἀλλήλων χωρίζονται· ἔπειθ᾽ ὅτι καὶ αἱ τῶν ἀτόμων ἐκ τῶν αὐτῶν αἰτίων πρόοδοι τῆς οὐσίας.
col. 163–164page 77 of 116
PG 161:163ὁμοειδεῖς εἰσιν, ἐνταῦθα δὲ οὔτ᾽ ἄμφω γεννήσεις (α). οὔτ᾽ ἄμφω ἐκπορεύσεις. Λείπεται τοίνυν παρὰ τὸν τοῦ αἰτίου λόγον εἶναι τὴν τῶν προόδων διαφοράν. Αλλ' εἰ μόνος ὁ Πατήρ αἴτιος ἔσται, οὐδὲ παρ' ἐκεῖνον ἔσται· οἰχήσεται ἄρα ἡ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος διάκρισις, καὶ οὐδεμία ἐν τού τοις ἔσται διαφορὰ, ἀλλ᾽ ἑνὸς ἔσονται ἄμφω προς ώπου· τοῦτο δὲ ἄτοπον καὶ τῇ πίστει μαχόμενον. Ανάγκη ἄρα, εἰ μέλλοιεν ἀλλήλων τὰ θεῖα διακρίνεσθαι πρόσωπα, ταῖς ὑποστατικαῖς ἀναφοραῖς ὑφο ἱστασθαί τε καὶ διακρίνεσθαι, καὶ τῇ ὡς τὰ πρός τι πρὸς ἄλληλα ἀντιθέσει, καὶ τούτων τῇ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν, καὶ τὸν μὲν Υἱὸν τοῦ Πατρὸς υἱότητι καὶ πατρότητι, τὸ δὲ Πνεῦμα ὥσπερ τοῦ Πατρὸς, οὕτω καὶ τοῦ Υἱοῦ τῇ τοῦ προβαλλομένου πρὸς τὸν προβάλλοντα ἀναφορᾷ, καὶ μὴ ἄλλως δια κρίνεσθαι εἶεν. γ΄. Διαλεκτέον δὲ πρὸς τούτους καὶ ὁσαχῶς ἡ ἑκάστου πράγματος ἀρχὴ καὶ αἰτία λαμβάνεται Ταύτην οὖν διττὴν εἶναι, καὶ τὴν μὲν ὡς τὸ ἐξ οὗ ἡ ὑφ' οὗ εἶναι, καὶ ὅλως ἡ ἀρχὴ ὅθεν τὸ πρᾶγ μα, ταυτὸ δ' εἰπεῖν, δ, οἷον ὅδε ὁ τεχνίτης καὶ ὅλως τὸ ποιοῦν· τὴν δ᾽ ὡς τὸ ᾧ, οἷον τὸ ἐνὸν τῇ τοῦ ποιο οῦντος ψυχῇ εἶδος, ᾧ ὅμοιον ποιεῖ τὸ ποιοῦν· πᾶν γὰρ ποιοῦν ὅμοιον ἑαυτῷ προάγει κατὰ τὸ εἶδος, ᾧ ποιεῖ. Λόγου χάριν τῆσδε τῆς εἰκόνος αἰτία καὶ αὐτὸς ὁ ζωγράφος, ὡς τὸ ἐξ οὗ καὶ ὅθεν ἡ ἀρχὴ, καὶ ὅλως τὸ δ καὶ τὸ ἐν τῇ ψυχῇ τοῦ ζωγράφου εἶδος ὡς τὸ ᾧ, ᾧ ὁμοίαν πεποίηκε τὴν εἰκόνα. Τῷ δ' αὐτῷ τρόπῳ καὶ ἐν τοῖς θείοις προσώποις τὸν μὲν Πατέρα, τουτέστι τὴν θείαν αὐτοῦ ὑπόστασιν αἰτίαν εἶναι ὡς τὸ δ, εἴτε ἐξ οὗ, τὴν δὲ θείαν αύ τοῦ οὐσίαν ὡς τὸ· αὕτη γάρ ἐστι τὸ εἶδος, ᾧ ὅμοια προάγεται τὰ ἐξ αὐτοῦ προαγόμενα· ὅθεν καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ὁμοούσια εἶναι αὐτῷ, διὰ τὸ πᾶν τὸ παράγον ὅμοιον παράγειν τῷ εἴδει, ᾧ παράγει. Τὸν δὲ Θεὸν καὶ Πατέρα τῇ θείᾳ οὐσίᾳ τον Υἱὸν καὶ τὸ Πνεῦμα προάγειν, καὶ διὰ τοῦτο ὁμοούσια ἑαυτῷ προάγειν, ὥστε συμβαίνειν, τῆς οὐσίας κοινῆς καὶ τῆς αὐτῆς τἀριθμῷ Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι οὔσης, ἔτι τε ἐν ἑκάστῃ τῶν θείων προσώπων υφεστηκυίας, ὡς εἴρηται, εἴ τι ἐξ ἀμε φοῖν προΐοι, οὐ μᾶλλον ὡς ἐκ δυοῖν ἢ ἐξ ἑνὸς προϊ έναι, διὰ τὸ τὴν ὡς εἶδο; ἀρχὴν μίαν εἶναι καὶ τὴν αὐτὴν ἀριθμῷ καὶ ἄκρως μίαν. 230, ἐνταῦτα. ὡς διχώς ἡ ἀρχὴ ὡς τὸ ὅ καὶ τὸ ᾧ. Κανών γ'. δ. Ταῦτα εἴρηται μὲν πρὸς σέ, θειότατε δέσποτα, τὸν μᾶλλον τε ἡμῶν εἰδότα καὶ πολλὰ ὑπὲρ τῆς ἀλη θείας ταύτης άσμενον πεπονθότα· εἴρ: ται δὲ ὑπακοῆς εἶνεκα καὶ τοῦ μὴ οἴεσθαι θεμιτόν όλω; υποστάσεων. ἐκά. στις. 67,: ἄσμενο;· ἀσμέ νωτ
col. 165–166page 78 of 116
PG 161:165τοῖς σοῖς προστάγμασιν ἀντιβαίνειν. Οίομαι δή, ώς Α εἴ τις αὐτὰ ἀνὰ χεῖρας ἔχων ἀκριβῶς μελετών, μηδὲ πάντη τῶν ἄλλως περὶ τοῦ ζητήματος λεγομένων ἔχων ἀπείρως μεγάλην ἔξει βοήθειαν· εἰρήσθω δὲ σὺν Θεῷ καὶ ταῖς σαῖς εὐλογίαις πρός τε τὸ διαφεύγειν τοὺς λόγους τῶν ἐναντίων, πρός τε τὸ δεικνύναι τὸ προκείμενον πρόβλημα καὶ παῤῥησιάζεσθαι τὴν ἀλήθειαν. Εὖ πράττοις (1), ἁγιώτατε πάτερ, τὸ γλυκύ μοι καὶ πρᾶγμα καὶ ὄνομα. 'Αλλ' ἡμεῖς μὲν, ἁγιώτατε πάτερ, ᾠόμεθα τὰ πρὸς τὸ πρῶτον τῶν ἐπιχειρημάτων τοῦ Ἐφέσου εἰρημένα ἱκανὰ εἶναι καὶ πρὸς τὴν τῶν ἄλλων αὐτοῦ λόγων λύσιν. Ἐπεὶ δ' αὐτὸς κελεύεις διὰ τοὺς ἁπλουστέρους καὶ τῶν ἄλλων αὐ τοῦ ἐπιχειρημάτων ἐξέτασιν ποιησαμένους εἰπεῖν τὰ δοκοῦντα, καὶ τοῦτο Θεοῦ συναιρομένου ποιήσομεν, πρὸς αὐτὸν ἤδη τρέψαντες τὸν λόνον. Καὶ δὴ πρὸς τὸ δεύτερον τάδε φαμέν. Φασὶν οἱ Λατίνοι μηδὲν διαφέρειν ἐπὶ τῶν θείων προσώπων (5) τὴν διὰ τῆς ἐκ παρὰ τῇ Γραφῇ, καὶ διὰ τοῦτο τὸ δι' Υἱοῦ προϊέναι λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸ ἐξ Υἱοῦ μεταφέρουσιν. Ἡμεῖς δὲ ἀπαιτήσωμεν αὐτοὺς ἀναγκαίως ἡμῖν ἐπιδεῖξαι, εἰ καὶ διὰ Πατρὸς προϊέναι ἢ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εὕρηταί που φερόμενον. Εἰ γὰρ ταυτὸν καὶ ἀδιάφορον ἦν, ἔδει καὶ τοῦτο λέγεσθαι, καθάπερ ἐπὶ τῆς κτίσεως εὕρηται πολλαχοῦ· Παῦλος ὁ (4) ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος C Θεοῦ (5)· καὶ πάλιν Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ (6)· καὶ πάλιν. Εκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ (7) • καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αύτ τῶν ἐστιν ; (8) Ολως (9) δὲ εἰ μὲν πάντα τὰ περὶ τοῦ θείου λεγόμενα Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοίως ἀνεφέρετο, εἶχεν ἂν χώραν κοινοποιεῖν ἅπαντα καὶ τὴν ἐξ ἑκατέρου ὁμοίως ὁμολογεῖν πρόοδον· εἰ δὲ τὰ μὲν τῷ Πατρὶ ἰδίως, τὰ δὲ τῷ Υἱῷ νενέμηται, τὰ δ' ἀμφοτέροις ἐπίσης, μὴ Εἰ δὲ καὶ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμά τινες λογοῦσιν. ΕΦΕΣΟΥ Β΄ (10') (2).
col. 167–168page 79 of 116
PG 161:167- μιγνύτωσαν ἐμοῦ πάντα χρήματα· δι' Υἱοῦ προτέ (α) και λέγεται, δι' Υἱοῦ χορηγεῖσθαι τῇ κτίσει, ἐν Υἱῷ μένειν, ἐν Υἱῷ ἀναπαύεσθαι, οὐδὲ (1) διὰ Παἐν Πατρὶ μένειν, οὔτε ἐν Πατρὶ ἀναπαύεσθαι, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι λεγέσθω τοίνυν τὰ κεκηρυγμένα, καὶ τὰ σεσιγημένα σιγάσθω, καὶ τὸ ἐξ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ὡς ἔκφυλόν τε καὶ ἄηθες ἀποσκορακίσθω. (ΤΟΥ) ΝΙΚΑΙΑΣ. "Α μὲν Λατῖνοί φασι, καὶ δεικνύουσι· σὺ δὲ μάτην αὐτοῖς ἐγκαλῶν περαίνεις οὐδέν. Ὅτι μὲν γάρ ἐστιν ἐφ᾽ ὧν ἡ διὰ ἀντὶ τῆς ἐκ λαμβάνεται πολλαῖς τε τῶν διδασκάλων μαρτυρίαις δείκνυται· καὶ Βασίλειό; ἐστιν ὁ Μέγας ὁ πρῶτος τοῦτο διανοησάμενος, κάν τοῖς πρὸς Ἀμφιλόχιον πολλάκις εἰπὼν οὐκ ἀεὶ τὰς προθέσεις ταύτας ἀλλήλαις ἀντιμεθίστασθαι. Οτι δ' ἡ σὴ ἐρώτησις οὐκ εὔλογος ἀπαιτοῦντος ἡμᾶς δεῖξαι, εἰ καὶ διὰ τοῦ Πατρὸς εὔρηταί που εἰρημένον τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, δῆλον ἐντεῦθεν. Οὐ γὰρ εἰ ἐπί τινων, καὶ ἐπὶ πάντων ἤδη· οὐδ' εἰ μὴ ἐπὶ πάντων, οὐδ᾽ ἐπί τινων ὅλως, εἴ γε κανόνων τῶν λογικῶν μέμνησαι. Ἡμῖν οὖν πρὸς γε τὸ προκείμενον ἱκανὸν ἐπί τινων τοῦθ᾽ οὕτως ἔχον εὑροῦσι καὶ ἐπὶ τὸ ζητούμενον αὐτὸ ἐφαρμόζειν, καὶ μάλισθ' ὅταν αὐτός τε τῶν λεγομένων ὁ νοῦς καὶ ὁ εἱρμὸς τῶν ῥημάτων, τῶν τε πραγμάτων ἡ ἀκολουθία τοῦτ᾽ αὐτὸ πείθῃ. "Η σὺ δι' Υἱοῦ προϊέναι λέγων τὸ Πνεῦμα τὸ ἅγιον πρόοδον την χρονικὴν ταύτην ἀπο στολὴν οἰόμενος οὐχὶ καὶ ἐξ Υἱοῦ τοῦτ' αὐτὸ προϊ ναι φαίης ἂν, πάντως γε τἀληθῆ πρεσβεύειν ἐθέλων. Καὶ ἡμεῖς οὖν δι' Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι τῶν ἁγίων ἀκούοντες, καὶ δι᾽ Υἱοῦ εἶναι, ἃ πάντων μάλιστα καὶ καθ' ὑμᾶς (2) τὴν ὑποστατικὴν αὐτοῦ καὶ ὑπαρκτε - κὴν δηλοῖ πρόοδον, ταυτὸν τῷ ἐξ Υἱοῦ εἶναι νομίζω. μεν, μάλιστα καὶ πολλῶν ἄλλων διδασκάλων ἐξ Υἱοῦ αὐτὸ εἶναι λεγόντων ἀκούοντες καὶ ἐκ Πατρὸς δι᾿ Υἱοῦ ἤγουν ἐξ ἀμφοῖν εἶναι. Σὺ δὲ καὶ ἄτοπός τις εἴ εὐθὺς ἐξ ἀρχῆς ἀπὸ συκοφαντίας ἀρχόμενος φασιν οἱ Λατίνοι ἐπὶ μέρους, αὐτὸς ὡς καθόλου αὐτ τοὺς λέγοντας διαβάλλων· μηδὲν μὲν γὰρ ἐπί τινων διαφέρειν τὰς προθέσεις ταύτας καὶ μάλα φασί, δηλοῖς δὲ καὶ αὐτὸ; οἷς κέχρησαι παραδείγμασι - μηδὲν δ' ὅλως διαφέρειν αὐτὸς ἁπλῶς τοῦ λόγου λαμβανομένου, τοῦτο δὲ (ἡ) σή προσθήκη ἐστί. Και γὰρ ἐπ' ἐκείνων τοῦτ᾽ ἀληθὲς μόνον, ἐφ᾽ ὧν και τις μεσιτεία δύναιτ' ἂν νοηθῆναι οὐκ ἐπὶ τῆς κτί σεως μὲν, ἐπὶ δὲ θεότητος οῦ, οὐδὲ τῆς θεότητος ἐπὶ τοῦ Υἱοῦ μὲν, ἐπὶ τοῦ Πατρὸς δ' ού (οὐχ αὕτη τῶν τὰ ὀρθὰ φρονούντων δόξα), ἀλλ' ἐφ᾽ ὧν εἴτε θεότητα είτε κτίσιν νοήσεια;, και τις μεσιτεία δύο ναιτ' ἂν παραληφθῆναι, ὡς τὰ παραδείγματα μαρ τυρεῖ. Καὶ δῆλον ἐντεῦθεν. Αὐτεξουσιότητι τετιμηκὼς ἡμᾶς ὁ Θεὸς, καὶ βουληθεὶς τῇ οἰκείᾳ ἀγαθότητι τῶν ὀρθῶς ἂν ἡμῖν πραχθησομένων ἀμοιβὰς ἀπο
col. 169–170page 80 of 116
PG 161:169δοῦναι, οἰκεῖον ἡμῖν ἐβουλήθη τἀγαθὸν εἶναί τε καὶ νομίζεσθαι, ἡμᾶς τε καὶ τὴν ἡμετέραν θέλησίν τε καὶ προαίρεσιν ἀρχήν πη εἶναι τῶν ἀγαθῶν πρά ξεων, καίτοι αὐτοῦ τῆς κυρίως καὶ πρώτης ἀρχῆς καὶ τοῦ βουληθῆναι ἡμᾶς τἀγαθὰ καὶ τοῦ πρᾶξαι ὄντος. "Εστι γάρ, φησίν, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλευῦντος Θεοῦ Καὶ αὖ· Οὐκ ἐξ ἔργων, ἀλλὰ χάριτι θείᾳ ἐσώθη μεν ἢ γὰρ οὐκ ἂν ἦν χάρις ή χάρις. Εὐδό κι σε δ' οὖν ὅμως, οὐ μόνον ὡς ἄρχων τε καὶ πρῶ τος κινῶν, ἀλλὰ καὶ ὡς συνεργῶν καὶ συλλαμβανόμενος ἡμῖν οἷόν τις μέσος νομισθήναι. Ενεργῶν γὰρ ἐν ἡμῖν τὸ θέλειν τἀγαθὸν, συνεργῶν ἔπειτα προς τὸ καὶ τελειῶσαι τὸ θελητὸν ἀγαθὸν ἐκεῖνο και ταδιώκοντος ἐφεπομένου τε ἡμῖν καὶ συνεργοῦντος, τοῦ ἐλέους αὐτοῦ κατὰ τὴν τοῦ ψαλμῳδοῦ Δαβίδου εὐχὴν ᾗ καὶ τῷ τῶν μαθητῶν περὶ αὐτοῦ συν Άργει κηρύγματι, διὰ τῶν παρακολουθούντων στην μείων τὸν κηρυττόμενον βεβαιῶν λόγον Διὸ τὰ παρ' ἡμῶν γινόμενα καὶ δι' αὐτοῦ ἂν γίνεσθαι νομισθῆναι κατεδέξατο· καὶ τοῦτο δηλοῦσιν & τῆς Γραφῆς προάγεις ρητά, τό τε διὰ θελήματος Θεοῦ τὸν Παῦλον γενέσθαι ἀπόστολον· καὶ αὖθις τὸ τὸν αὐτὸν τὸ αὐτὸ τοῦτο εἶναι καὶ καλεῖσθαι, οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· καὶ τὸ κτήσασθαι ἄνθρωπον διὰ Θεοῦ τὴν διασάφησιν τῶν ἐνυπνίων γενέσθαι· ταῦτα γὰρ ἅπαντα ἐξ ἀνθρώπων μὲν ὡς αὐτεξουσίων γενέσθαι, συν εργείᾳ δὲ ὅμως Θεοῦ, οὗ χωρίς ποιεῖν δυνάμεθα @ οὐδὲν καὶ διὰ τοῦτο διὰ Θεοῦ. Ἐπεὶ δὲ οὐ συνεργοῦν μόνον, ἀλλὰ καὶ πρῶτον κινοῦν ὁ Θεὸς ἔν γε δὴ τοῖς τοιούτοις τὴν διὰ ἐνταῦθα ταυτὸν τῇ ἐκ ση μαίνειν ἀνάγκη. Ἐπὶ δὲ τῆς τοῦ Πνεύματος ἐκ Πατρὸς ἐκπορεύσεως, ἐπεὶ μηδεμία τις τοιαύτη μεσιτείας ἔν γε δὴ τῷ προσώπῳ τῷ πατρικῷ ἔνα νοις οὐδὲ νοηθῆναι ὅλως δυνατὴ (ἐκεῖνος γὰρ τὸ πρῶτον αἴτιον, ἐκεῖνος ἐστιν ἡ πρώτη αρχή, φυσι κῶς τε καὶ οὐσιωδῶ; ἅμα καὶ ἀρχοειδῶς ἐξ ἑαυτοῦ καὶ ἀφ' ἑαυτοῦ τὸ Πνεῦμα προβάλλων), διὰ τοῦτο διὰ Πατρὸς ἐκπορεύεσθαι οὔτ᾽ ἂν εὕροις λεγόμενον οὐδαμή, οὔτ᾽ ἄν τις εἰπεῖν δύναιτο βουλόμενος εὐ σεβεῖν. Καὶ χωρὶς δὲ τούτων οὐδὲ πάντη ταυτὸ ση μαίνειν τὰς προθέσεις ταύτας, ἐφ᾽ ὧν καὶ συμβαίνουσιν, οὔτε Λατίνων οὔτε Γραικῶν τῶν Λατίνοις διὰ τὴν ἀλήθειαν προστεθέντων λεγόντων ἀκούειν ἔστι. Πῶς γὰρ ἂν ταυτὸ πάντη σημάνειε τὸ ἀρχοειδῆ τε καὶ πρώτην καὶ τὸ μεσιτεύουσαν αἰτίαν σημαῖνον; 'Αλλ' ὅτι Λατίνων μὲν οἱ θεολόγοι (εἰσ! δ' οἱ αὐτοὶ γοῦν καὶ ὑμέτεροι διδάσκαλοί τε καὶ Δαββίδου xνι, 232,: κτίσασθαι.
col. 171–172page 81 of 116
PG 161:171Πατέρες, εἰ τἀληθὲς ἐθέλοιτε λέγειν, ἅτε πρὸ τοῦ νοντας τοὺς ἁγίους ἀλλήλοις ἐδείξαμεν καὶ διὰ σχίσματος γεγονότες) σπανιώτατα δι' Υἱοῦ ἐκ Πατρὸς, ἀεὶ δ᾽ ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι (1) λέγουσι τὸ Πνεῦμα τὸ ἅγιον· οἱ δ᾽ ἀνατολικοὶ τῷ μὲν ἐξ Υἱοῦ σπανίως, τῷ δὲ δι' Υἱοῦ πλεονάκις χρῶνται, οὐκ ἀπεικότα ποιοῦμεν εἰς ταυτὸν ἥκειν ἐνταῦθα τῇ ἐκ τιθέμενοι τὴν διὰ τοῦτο μὲν καὶ αὐτοὺς ἔστιν ὅτε ἐξ Υἱοῦ αὐτὸ εἶναι λέγοντας, τοῦτο δὲ καὶ τοὺς ὁμόφρονας αὐτοῖς τοὺς Πlaτέρας τοὺς δυτικούς πλειστάκις οὕτω θεολογοῦντας εὑρίσκοντες, καὶ μάλιστα ὅταν φανερῶς ἐπὶ τῆς ὑποστατικῆς τε καὶ ὑπαρκτικῆς τοῦ Πνεύματος προόδου είτουν ἐκπορεύσεως τῇ διὰ χρωμένους εὑρίσκωμεν. Η τί σοι νοεῖ, ἵνα τάλλα πολλὰ ὄντα ἀφῶ, τὸ τοῦ θείου Δαμασκηνοῦ ἐν τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ (2) ; Ημῖν εἰς Θεός, φησίν, ὁ Πατὴρ, καὶ ὁ Λόγος αὐτοῦ, καὶ τὸ Πνεῦμα αὐτοῦ· Λόγος δὲ ἐνυπόστατον γέννημα, διὸ καὶ Υἱὸς (3), καὶ Πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα, δι' Υἱοῦ δὲ καὶ οὐκ ἐξ· Υἱοῦ· καὶ αἱ τὸ ἐν τῷ τρισκαιδεκάτῳ αὐτοῦ τῶν θεολογικῶν κεφα λαίων· Καὶ Υἱοῦ δὲ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ' ὡς δι' αὐτοῦ ἐκπορευόμενον μόνος γὰρ αἴτιος ὁ Πατήρ (4). Καὶ ἐπίτηδες ταύτας τέ σοι καὶ τὰς τούτου τοῦ διδασκάλου μαρτυρίας προήνεγκα, τοῦτο μὲν ὡς ἐπὶ τούτῳ σοῦ μᾶλλον ἰσχυριζομένου, τοῦτο δ' ὡς ταύτας μάλιστα τῶν αὐτοῦ ἡμῖν ἐπισείοντος· τούτων γὰρ πρὸς ἡμῶν εἶναι δειχθεισῶν, ἃς μάλιστα καθ' ἡμῶν αὐτὸς οἴ:ι, οὐδεὶς ἔτι σου λειφθήσεται λόγος. Τί τοίνυν ἡ διὰ δοκεῖ ποι σημαίνειν ἐνταῦθα, κἀπὶ τίνος παραλαμβάνεσθαι ; Η δῆλον, ὡς ἐπὶ τῆς ἀϊδίου τοῦ Πνεύματος ὑποστατικῆς ὑπάρξεώς τε καὶ ἐκπορεύσεως· οὐδεὶς γὰρ γὰρ οὕτως ἀναίσχυντος, ὡς τἀναντία εἰπεῖν. Τὸ γὰρ ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα δι' γιοῦ φησιν, οὐκ ἐξ Υἱοῦ. Μάτην οὖν αὐτῷ προσέῤῥιπται ἡ διά, ἢ καὶ τί σημαίνει· σημαίνει γε (5), κἂν αὐτὸς μὴ φαίης· τί δ' ἄλλο σημάνειεν ἢ καὶ τὸν Υἱὸν μετά τοῦ Πατρὸς αἰτίαν εἶναι τῆς τοῦ Πνεύματος ὑπάρ ξεως ; Τὸ δὲ μόνος αἴτιος ὁ Πατήρ καὶ τὸ μὴ ἐξ Υἱοῦ αὐτὸν εἰπεῖν εἶναι τὸ Πνεῦμα, ὅπως τε καὶ διὰ τίνα αἰτίαν εἴρηται, ἐν ἄλλοις ἱκανῶς διειλέγμεθα, κακεῖθεν ὁ βουλόμενος ἀναλεξάσθω, ὅπου τὰς τοιαύτας ἀντιθέσεις ἱκανῶς διαλυσάμενοι συμβαί (1) Λέγεσθαι ἁπάντων ἐν ἅπασι συμφωνοῦντας. "Α δὲ φῂς περὶ τοῦ μὴ πάντα τὰ περὶ τοῦ θείου λεγόμενα Πνεύματος ὁμοίως πρὸς Πατέρα καὶ Υἱὸν ἀναφέρεσθαι, χάριν τοὺς ἀκούοντας αἰτῶν λέγεις τὰ πλείω· οὐ γὰρ τὰ ἐπαγόμενα σοι μαρτύρια πάντα τοῦτο δείκνυσιν· ἔστι δ' & καὶ πᾶν τοὐναντίον διὰ μὲν γὰρ τοῦ Πατρὸς προϊέναι καὶ χορηγεῖσθαι, ὡς καὶ δι' Υἱοῦ, οὐκ ἂν ῥηθείη τὸ Πνεῦμα διὰ τὰ προειρημένα· ἐν Πατρὶ δὲ μένειν καὶ ἐν Πατρὶ ἀναπαύεσθαι, ὡς καὶ ἐν Υἱῷ, τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲν ἄτοπον λέγειν, εἴτ
col. 173–174page 82 of 116
PG 161:173περ τὴν ἐν ἀλλήλοις τῶν θείων τῆς Τριάδος προσώ των περιχώρησιν κἂν καὶ τοὺς ἄρτι θεολογίας ἡμμένους καὶ εἰδέναι καὶ ὁμολογεῖν ἀνάγκη. Τούτων Σ' οὕτως ἐχόντων τὰ μὲν ψευδῆ τε καὶ ἀληθείᾳ μπο χόμενα οἷα δὴ τὰ πλείω τῶν σῶν βλητέον εἰς κόσ ρακας, τὸ δ' ἐξ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἢ δι᾽ Υἱοῦ ἐκπορεύεσθαι, ὡς ἀληθές τε καὶ τοῖς ἁγίοις δοκοῦν τιμάσθω καὶ πιστευέσθω. ΕΦΕΣΟΥ Γ' (Κ') Οταν ἀποβλέψω πρὸς τὰς φωνὰς τῶν ἁγίων, αἷς κεχρημένοι περὶ τοῦ θείου φαίνονται Πνεύματος, οἶμαι τοὺς Λατινοφρονοῦντας μηδὲ λογικῆς γοῦν ἀκολουθίας καὶ συμφράσεως τεχνικῆς ἐπαισθάνεσθαι, μήπω γε θείων ἀκριβείας δογμάτων καὶ πα τρικῆς διανοίας μετὰ τοῦ Πνεύματος ζητούσης περὶ τοῦ Πνεύματος. Τί γὰρ καὶ φήσουσιν, ὅταν οἱ ἅγιοι μερίζωσι τοῖς συνδέσμοις τὴν εἰς Πατέρα καὶ Υἱὸν ἀναφορὰν τοῦ ἁγίου Πνεύματος; καὶ ὁ μὲν λέγῃ Ἐκ τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον, δι' Υἱοῦ δὲ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις, ὁ δὲ, Ἐκ τοῦ Πατρὸς μὲν ἐκπορευόμενον, ἐν δὲ τῷ Υἱῷ μένον· ὁ δὲ, Τοῦ Υἱοῦ μὲν ἤρ τηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· ὁ δὲ, Ἐκπορεύεται μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ἔστι δὲ οὐκ ἀλλά τριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. "Αρ' ἔτι τολμήσουσι φάναι, μίαν ἐξ ἀμφοῖν εἶναι τοῦ & Πνεύματος πρόοδον; Καὶ τί ποτε αὐτοῖς ὁ μερι-. σμὸς ἐβούλετο, βέλτιστοι, καὶ τὸ μὲν τούτῳ διδόναι, τὸ δὲ ἐκείνῳ; Τίς γὰρ εὐσεβῶν ἐρεῖ, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστῆναι τὴν κτίσιν, διὰ δὲ τοῦ Υἱοῦ κεκοσμῆθαι, τὴν καὶ παρ᾽ ἀμφοῖν ὁμοίως ὡς ἑνὸς Θεοῦ καὶ δημουργοῦ καὶ τὸ εἶναι λαβοῦσαν καὶ διακοσμηθεῖσαν; Πῶς δὲ οὐκ ἀδιανόητον εἰ ταυ τὸν αἱ λέξεις ἠδύναντο, μερίζειν αὐτὰς τοῖς συν δέσμοις, ὥσπερ ἂν εἴ τις ἔλεγε, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ἑστερεῶσθαι τοὺς οὐρανούς, διὰ δὲ τοῦ Υἱοῦ συμπεπῆχθαι; Αλλ' ὁ τοιούτῳ σχήματι μετ ρισμού χρώμενος ἀφαιρεῖ δήπου θατέρου θάτερον ὥσπερ ὁ λέγων, Παῦλος μὲν Ταρσεύς, Παλαιστίνος δὲ Πέτρος, οὐκ ἄμφω καὶ ἀμφοῖν δίδωσι, καὶ ὁ λέ γων, Εὐδοκίᾳ μὲν τοῦ Πατρός, αὐτουργίᾳ δὲ τοῦ Υἱοῦ, συνεργείᾳ δὲ τοῦ Πνεύματος τὴν οἰκονομίαν Κἂν καὶ (ΧΧ). λέγει. Μὲν Πρτηται είρηται 236. αδιανόητον. Μ. 27: ἀνόητον. ιν,
col. 175–176page 83 of 116
PG 161:175Α γενέσθαι, ἐν ἑκάστῳ δοὺς ἀφείλετο τὰ λοιπά. Δῆλον ἄρα καὶ ἐξ αὐτοῦ τοῦ κατὰ τὸν μερισμόν σχήματος, ὡς οὔτε τῷ Πατρὶ προσήκει τὸ δι' αὐτοῦ χορηγεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε τῷ Υἱῷ τὸ ἐξ αὐτοῦ ἐκπορεύεσθαι. ρῶν. Τοῦ θαυμαστοῦ καρδηνάλεως Νικαίας. Πότερα σὺ μᾶλλον ἢ Λατῖνοι καὶ οἱ τὰ Λατίνων φρονοῦντες συλλογιστικής τε μεθόδου καὶ λογικής επαίεις ἀκολουθίας ἱκανῶς ἐν τοῖς πρὸς τὸ πρῶτον τῶν σῶν ἐπιχειρημάτων ἐδείξαμεν, ὅτε σε περιφανῶς ἀπηλέγξαμεν αίσχιστα ἀπατώμενον καὶ σαυτὸν ἅμα καὶ τοὺς σοὶ προσέχοντας, παρασυλλογιζόμενον, καὶ οὐδὲν δεῖ περαιτέρω προσθεῖναι. Πρὸς δὲ τὰ σορά σου ταῦτα τὰ διανοήματα καὶ πρῶτα τῶν παιδαρίων μαθήματα γραμματιστὴν μὲν ἄν τινα ἐπισ καλέσασθαι δέοι τοὺς γραμματικούς τοι τούτους και νόνας ἐξηγησόμενον· ῥητέον δὲ καὶ ἡμῖν ὡς ἡ διαι ρετική σοι τῶν συνδέσμων τούτων δύναμις οὐδὲν πρὸς τὸν λόγον ἐστὶν, εἴ τις πρὸς τὸν τῶν λεγομένων ἀπίδοι σκοπόν. Τοῦτο καὶ ἐπὶ πάντων ἀνάγκη ποιεῖν, εἰ μέλλει τις ἀκριβῶς ἐπαίειν τῶν λεγομένων, κἀπὶ θεολογίας μάλιστα, ᾗ καὶ Κύριλλος ἐν Θησαυροῖς ὁ μακάριος βούλεται, Δεῖ, λέγων, τὸν εἰς ἔρευναν ἐμβαίνοντα τῶν θείων Γραφῶν τὸν καιρὸν (1) ἐπιτηρεῖν, καθ' δν λέγεται τὸ λεγόμε καὶ τὸ πρόσωπον, παρ' οὗ ἢ δι' οὗ ἢ περὶ οὗ λέγεται· οὕτω γὰρ ἂν ἀπλανὴς ἡ διάνοια φυλαχθείη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. Ταῦτα τοί νυν κἀνταῦθα σκοπούμενοι εὑρήσομεν τοὺς διδασκάλους κατὰ τῶν τῇ τε τοῦ Υἱοῦ τῇ τε τοῦ Πνεύ ματος θεότητι μαχομένων αἱρετικῶν ἐνισταμένους πάντα κακουργούντων καὶ διαστρεφόντων, καὶ πρὸς τὴν ἰδίαν πλάνην γραφικὰς ἑλκόντων μαρτυρίας, καὶ ταύτας μεταποιούντων, καὶ οὕτως ἑαυτούς τε καὶ τοὺς ἄλλους ἀπατώντων, καὶ τῶν μὲν τόν τε Υιόν, τό τε Πνεῦμα ἑτέρας παρὰ τὸν Πατέρα ουσίας εἶναι ληρούντων, τῶν δὲ τὸν μὲν Υἱὸν ὁμοούσιον τῷ Πατρί, τὸ δὲ Πνεῦμα ἑτέρας παρὰ τὸν Πατέρα καὶ τὸν Υἱὸν οὐσίας φλυαρούντων. Κατὰ τούτων οὖν ἐνιστάμενοι καὶ τούτοις οἱ θεῖο: Πατέρες τε καὶ διδάσκαλοι μαχόμενοι ταύτας τε καὶ τὰς ταύταις παραπλησίας ἀφῆκαν φωνάς, τηροῦντες μὲν τὴν ὀφειλομένην ταῖς ἐκ τῆς θείας Γραφῆς μαρτυρίαις εὐλάβειαν καὶ κατ' ίχνος ταῖς εὐαγγελικοῖ; τε καὶ ἀποστολικοῖς φωναῖς ἑπόμενοι, ἵνα μὴ ταῖς πάντα διαστρέφουσιν ἀφορμὴν δοῖεν μεταποιεῖν τὰ καλῶς κείμενα, δι᾿ ἄλλων δ' ὅμως ἰσοδυνάμων φωνῶν ἐκ τῆς Γραφῆς καὶ αὐτῶν εἰς λημμένων τὴν ἀλήθειαν οὐδὲν ἧττον τοῖς μὴ πάνω τη τὸν νοῦν ἐσκοτωμένοις ἀνακαλύπτοντες. Όταν οὖν φῶσιν ἐκπορεύεσθαι μὲν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, μένειν δὲ ἐν Υἱῷ, ἢ ἐκ τοῦ Θεοῦ μὲν τὸ δηλούμενον.
col. 177–178page 84 of 116
PG 161:177τῶν ὅλων τὴν ὕπαρξιν ἔχειν, χορηγεῖσθαι δὲ δι' Α Υἱοῦ, δηλαδὴ τοῖς ἀνθρώποις, ἢ ἐκπορεύεσθαι μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἀλλότριον δὲ εἶναι τοῦ Υἱοῦ ἡ προϊέναι καὶ ἀναβλύζειν δι' Υἱοῦ καὶ ὅσα τῆς ὁμοίας ἀκολουθίας, οὐχ ὅτι πάντη διάφορα ἀλλήλοις τὰ ῥήματα ταῦτα, διὰ τοῦτο, φασὶ, καὶ τοῖς συνδέσμοις τούτοις οὕτω τὸν λόγον μερίζουσιν· ἀλλὰ πρῶτον μὲν τὰς εὐαγγελικάς τε καὶ ἀποστολικὰς ἀμεταποιήτους τηρείν βουλόμενοι φωνάς, ὡς ἂν καὶ τοῖς ἄλλοις τὴν τοῦ μεταποιεῖν ὁδὸν ἀπο κλείσωσιν· ἔπειτα και πλείοσι ρήμασι τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος ὁμοουσιότητα δηλοῦντες. Μάλλον γὰρ ἂν δεικνύοιτο ὁμοούσιον Πατρὶ καὶ Υἱῷ, εἰ ἐκπορεύοιτο ἐκ Πατρὸς καὶ μένοι ἐν Υἱῷ, καὶ αὖ ἐκπορεύοιτο ἐκ Πατρὸς καὶ εἴη ἴδιον τοῦ Υἱοῦ καὶ ὅσα ὅμοια, ἢ εἰ μόνον λέγοιτο ἐκ Πα τρὸς ἐκπορεύεσθαι. Ἐκ Πατρὸς γὰρ καὶ Υἱοῦ ἐκε πορεύεσθαι λέγειν οὕτω σαφῶς, δ μᾶλλον ἂν ἐδήλου, τὸ προκείμενον, οὐκ ἠβούλοντο μὴ ἔχοντες ἐν τῇ θεία Γραφή ῥητῶς οὕτω κείμενον, ἄλλως τε καὶ διά τινα τῶν ῥημάτων τούτων διαφορὰν οὕτω τὸν λόγον προήνεγκαν· οὐ γὰρ δὴ πάντη ταυτὸ ταῦτα σημαίνειν οὐδ᾽ ἡμεῖς ἂν φαίημεν, ἀλλά πη καὶ διαφορεῖν. Καὶ γὰρ τὸ τὸν μὲν Πατέρα ἀφ' ἑαυτοῦ ἔχειν τὸ ἐξ αὐτοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, τὴν δὲ Υἱὸν ἐκ τοῦ Πατρὸς, ἡ τούτων τῶν ῥημάτων διαφορότης σημαίνει· οὔτε γὰρ πάντη ταυτὸ οὔτε πάντη διάφορον δηλοῦσιν· διὸ καὶ δι' ἑτέρων λέξεων τὸ αὐτὸ ὅμως οἱ Πατέρες δηλοῦσιν. Εἴρηται γὰρ δὴ καὶ πολλάκις ἐν ἄλλοις, καὶ νῦν αὖθις εἰρήσεται, ( ὡς ἀδύνατον δι' Υἱοῦ ἀναβλύζειν ἢ προχεῖσθαι ή πεφηνέναι μὴ καὶ δι᾽ αὐτοῦ ὑφιστάμενον· οὐ γὰρ δὴ ὑποστὰν ἤδη καὶ πάντη ἑαυτοῦ ἀπεσχοινισμένον, οὐδ᾽ ὡς δοῦλον αὐτὸ εἰς τὸν αἰσθητὸν πέμπει κόσ σμεν· πάνω γὰρ σωματικὰ ταῦτα καὶ τῆς θείας ἐκείνης ἀνάξια φύσεως. Σκόπει δὲ καὶ αὐτός· "Η ὡς δοῦλον αὐτὸ (συγγνοίη δὲ ἡμῖν αὐτὸ τὸ Πνεῦμα τῶν βημάτων τούτων) ἢ ὡς ὁμοφυὲς αὐτὸ πέμπει, ἀναβλύζει, προχεῖ καὶ ὅσα ὅμοια. ᾿Αλλὰ τὸ μὲν πρῶτον ἀσεβες καὶ μόνον ἐννοῆσαι. Εἰ οὖν ὡς ὁμοφυές, ή ἅτε δὴ ἔχων τι πρὸς αὐτὸ ἀξίωμα, ἢ μή· ἀλλ' εἰ ὡς μὴ ἔχων, καὶ τὸ Πνεῦμα ἂν ἔπεμπε τὸν Υἱὸν ᾖ Θεόν, ὁμοφυὲς ἂν αὐτῷ· ἀλλὰ τοῦτο οὐ λέγεται· τὸ γέλν, εὐαγγελίσασθαι πτωχοίς (2) διὰ τὴν σάρκα εἰρῆσθαι μᾶλλον δοκεῖ τοῖς Πατράσιν. Έχει ἄρα τι ἀξίωμα ὁ Υἱὸς πρὸς τὸ Πνεῦμα πέμπων αὐτό. Οθεν καὶ Γρηγόριος μὲν ὁ θεῖος τὸν Υἱὸν εἴρηκε πέμπειν τὸ Πνεῦμα, ἵνα δείξῃ τὸ οἰκεῖον ἀξίωμα (5)• Αθανάσιος δὲ ὁ μέγας τοῖς μαθηταῖς ὁ Κύριος, της!, τὴν θεότητα καὶ μεγαλειότητα δεικνύς ἑαυτοῦ οὐκ ἔτι ἐλάττονα ἑαυτὸν τοῦ Πνεύματος, ἀλλὰ μείζονα καὶ ἴσον ὄντα σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν. Ἐγὼ ἀποστέλλω (4). » Τοῦτο δὲ τοῦ Υἱοῦ ἀξίωμα οὐκ ἐπίκτητον, οὐδὲ δ: σπότου προς δοῦλον, ἀλλὰ φυσικὰν ἄν τι ἂν ἄλλο εἴη,
col. 179–180page 85 of 116
PG 161:179• Α ἢ τὸ αἰτίαν μετὰ τοῦ Πατρὸς τῆς τοῦ Πνεύματος ὑποστάσεως εἶναι καὶ ἅμα ὁμοούσιον αὐτῷ εἶναι τὸ Πνεῦμα; Ο διὰ τοῦ μείζονα καὶ ἴσον ὁ μέγας δη λοῖ ᾿Αθανάσιος, τὸ μὲν τῷ αἰτίῳ, τὸ δὲ οὐσίας σαφέστατα ἀποδιδούς. Παρὰ πάντα δὲ ταῦτα οἱ αὐτοὶ διδάσκαλοι καὶ σαφέστατα πολλαχοῦ τῶν ἑαυτῶν λόγων, ὅτε καὶ καθ' αὐτοὺς ἐξῆν ἄνευ ὑποστολῆς τὰ δοκοῦντα λέγειν, οἱ μὲν ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι, οἱ δὲ ἐκ Πατρὸς δι' Υἱοῦ εἶναι τὸ Πνεῦμα θεολογοῦσιν· οἱ δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, οὐκ ἂν μά την ταῦτα εἰρηκότες καὶ οὕτως ἁπλῶς ἀπολείψαντες, εἰ μή τι καὶ τὸν Υἱὸν ᾔδεισαν τῷ εἶναι τοῦ Πνεύματος σὺν τῷ Πατρὶ συμβαλλόμενον. Οταν οὖν τὰ δοκοῦντά σου τῇ δόξῃ συνηγορεῖν ἐκτίθης, δεῖ σε καὶ τῶν ἄλλων τοῖς διδασκάλοις ειρημένων μεμνήσθαι, καὶ πάντα πειρᾶσθαι σύμφωνα δεῖξαι ἀλλή λοις, ἀλλὰ μὴ τεμάχιά τινα τῶν ἐκείνων λόγων ἀπο λαμβάνοντα τὰ λοιπὰ κακούργως ἀποκρύπτεσθαι. Ἐκεῖνο μὲν γὰρ διδασκάλου, τοῦτο δὲ σοφιστού ἀναισχύντου ἔργον· κἀκεῖνο μὲν τὴν ἀλήθειαν έρευ Αλλ' ἀδιανόητον καὶ ἀδολεσχίαν φῂς εἶναι, παρὰ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστήναι λέγειν τὴν κτίσ σιν, κεκοσμῆθαι δὲ διὰ τοῦ Υἱοῦ, καὶ ὅσα ἔμεια. Γρηγόριος δὲ ὁ Θεολόγος (οὐ μικρόν τι πλέον ἐκεῖνος γε ὑπὲρ τὴν σὴν γραμματικὴν εἰδὼ;) οὐκ ἀδιανόητον τοῦτο οὐδ᾽ ἀδολεσχίαν ἡγήστο· ὥσπερ γὰρ εἴ ρηκε θεὸν ἐν τρισὶν ἴστασθαι τοῖς μεγίστοις, αἰτίῳ καὶ δημιουργῷ καὶ τελειοποιῷ, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι (2), οὕτως εἶπεν ἄν, εἰ οὕτω τὸν λόγον ἐδέησε προενεγκεῖν, τοῦ κόσμου τὸν μὲν θεὸν καὶ Πατέρα εἶναι αἰτίαν, τὸν δὲ Τϊόν δημιουργόν, τὸ δὲ Πνεῦμα τελειοποιόν· καίτοι τὸ αὐτὸ τῶν τριῶν τούτων σημαινόντων ονομάτων κατά γε τὸ καὶ τὰ τρία πρόσωπα ἅμα ἕνα τῆς κτίσεως αἰτίαν εἶναι πάντα γὰρ ἕκαστον τῶν τριῶν προσώπων ἐστὶν, ὅπερ οὐδ' ἂν αὐτὸς ἀρνήσαιο, οὐδ᾽ ἀφαιρεῖτα: θατε - ρου θάτερον διὰ τοῦ τῶν συνδέσμων τούτων μερ:- σμοῦ, ὡς αὐτὸς ὀνειρώττεις, ἀλλὰ πάντα πᾶσιν ἀρο μόζοντα ἕκαστον ἑκάστοις ἀποδίδωσι τῶν προσώπων, λόγοις δηλαδή διαφόροις. Τί δ' αὐτὸ τοῦτο καὶ τὸ σὸν ἐπὶ τέλει δείκνυσι παράδειγμα ὡς ἀπερισκέπτως, καὶ οὐκ οἶδ' ὅπως ἀμαθῶς εἰσαχθέν. Οἴει γέρ, ὡς ὅταν λέγωμεν, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργεία τοῦ Πνεύματος τὴν οἰκονομίαν τῆς σαρκώσεως γενέσθαι, διαφέρειν τε τὰ ῥήματα ταῦτα καὶ θάτερον ἀφαιρεῖσθαι θατέρου· τοῦτο δὲ καὶ ἐννοῆσαι γοῦν ἀπείη ὡς βλάσφημον. Καὶ γὰρ καὶ τοῦ Πνεύματος εὐδοκίᾳ οὐδὲν ἧττον ὡς τοῦ Πατρὸς καὶ ἔτι αὐτοῦ τοῦ Υἱοῦ τὸ τῆς σαρκώσεως μυστήριον ᾠκονόμηται· ἔξεστι δὲ ὅμως διαιροῦσι διὰ τῶν συνδέσμων εὐδο κίᾳ μὲν τοῦ Πατρὸς λέγειν, συνεργείᾳ δὲ τοῦ Πνεύ ματος γεγονέναι. Ωσπερ γοῦν ἐπὶ τούτων, οὕτω κἀπὶ τῶν προκειμένων· εἰ καὶ τοῖς συνδέσμοις οἱ διδάσκαλοι διαιροῦσι τὸν λόγον, οὐκ ἄλλο μέντοι καὶ ἄλλο πάντη φασί, πλὴν ὅσον τὴν μὲν Πατέρα ἀρχο ειδῆ καὶ πρώτην αἰτίαν, τὸν δὲ υἱὸν ἐκεῖθεν ἔχειν
col. 181–182page 86 of 116
PG 161:181δηλοῦντες, τὸ καὶ δι' αὐτοῦ προϊέναι τὸ Πνεῦμα. Ενὶ δὲ τεκμηρίω, μᾶλλον δ' ἀποδείξει σαφεστάτη τοῦτο γνῶθι. Κύριλλος ἐν τῷ δευτέρῳ τῶν θησαυρῶν, ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδεῖξαι προθέμενος ἐν τῷ λόγῳ, οὗ ἡ ἐπιγραφή· Αὐτὸ τοῦτ' ἐστὶ τὸ συμπέρασμα, ἐντεῦθεν φησιν εἶναι πρόδηλον τῆς ἀμφοῖν οὐσίας εἶναι τὸ Πνεῦμα, διότι ἐξ ἀμφοῖν πρόεισι. Δύναται δέ τις ὅμως εἰπεῖν διαιρῶν τοῖς συνδέσμοις, ἐκπορεύεσθαι μὲν ἐκ Πατρὸς τὸ Πνεῦμα, προϊέναι δὲ ἐξ Υἱοῦ, καὶ ὅμως οὐκ ἐρεῖ διάφορα· εἰ γὰρ τὸ προτέ ναι ἐνταῦθα μὴ τὸ ἐκπορεύεσθαι καὶ τὴν ὑπαρξιν ἔχειν σημαίνει, σοὶ σκοπεῖν ἐφίημι· πῶς γὰρ ἂν ἄλλως ὁμοούσια είναι δειχθείη Υιός τε καὶ Πνεῦμα, εἰ μὴ θάτερον ἐκ θατέρου εἴη; λέγοντος καὶ Βασι λείου τοῦ θείου Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ἀλλ' ὅταν τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου την ύπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχη φύσεως, ὁμοούσια λέγεται. ΤΟΥ ΕΦΕΣΟΥ ΚΕΦ. Δ' (ΚΑ') Ὁ ἐν τῇ θείᾳ Γραφῇ λαλήσας Θεός προειδὼς τῶν ἀνθρώπων τὸ φιλομόχθηρον καὶ τὰ παρὰ τοῦ ἐχθροῦ ἐπισπαρησόμενα ζιζάνια, τῇ αὐτοῦ διδασκαλία προαναστέλλων οὐδεμίαν ἀφῆκε λέξιν, ἣν ἐλλιπῶς ἔχειν δοκοῦσαν οὐκ ἀνεπλήρωσεν ἐν ἑτέροις ἢ λαβήν τινα παρέξειν μέλλουσαν οὐκ ἀπηύθυνεν ἀλλαχότε, ἵν᾿ ἐκεῖνο τοῦ σοφοῦ πληρωθῇ Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν Αὐτίκα τὸ, 'Ο Πατήρ μου μείζων μου ἐστιν ἐπειδὴ πολύ τι συμβάλλεσθαι ἔμελλε τοῖς τὸν Υἱὸν ἐλαττοῦσι τῆς πατρικῆς ἀξίας ἐπανίσωσεν ἐν ἑτέροις εἰπών· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν (θ). Καὶ αὖθις· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί Καί· 'Ο έωρακώς ἐμὲ ἑώρακε τὸν Πατέρα Καὶ ὁ Ἀπόστολος· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ Καὶ πάλιν ἐν ταῖς Παροιμίαις τὸν Κύριος έκτισέ με παρὰ τῆς Σοφίας λεγόμενον, ἐν τοῖς ἐφεξῆς διορ Θοῦτα:· λέγει γὰρ ὑποκατῦσα· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με διὰ μὲν ἐκείνου τὴν κατὰ σάρκα δηλοῦσα καὶ κτίσιν καὶ γένεσιν διὰ δὲ τούτου τὴν προαιώνιον γέννησιν. Πάλιν ἐπείπερ ἐν 27. 236 υπάρχει. (α) εκτή σατο, (ΧΧΙ). κιν, πολύ τις. χιν, γέννησιν.
col. 183–184page 87 of 116
PG 161:183Α τοῖς Εὐαγγελίοις μόνον ἀληθινὸν Θεὸν (1) τὸν ἐχυτοῦ Πατέρα φησί (λέγει γάρ· "Ινα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν) (2), ἵνα μὴ δόξῃ τῆς ἀληθινῆς θεότητος ἑαυτὸν ἀφορίζειν, αὐτὸς ὁ ταῦτα γράψας Ἰωάννης ἐν τῇ Ἐπιστολῇ περὶ τοῦ Υἱοῦ φησιν· Οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ἡ ζωὴ ἡ αἰώ γιος (3). Πάλιν ἐπειδὴ τὸ Πνεῦμα τοῦ Πατρὸς λέγεται κατὰ τὴν φυσικὴν οἰκείωσιν καὶ τὴν πρὸς ἡμᾶς δωρεάν (λέγει γάρ· Οὐκ ἐστὲ ὑμεῖς οἱ λα λοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν) (4), ἵνα μὴ δόξῃ τοῦ Υἱοῦ ἀλλό τριον εἶναι, καὶ μὴ ὁμοίως καὶ παρ' αὐτοῦ δίδοσθαι, Πνεῦμα καὶ τοῦ Υἱοῦ λέγεται· λέγει γὰρ ὁ Απόστολος· Εξαπέστειλεν ὁ Θεὸς τὸ Πνε μα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν (5). Εί τοίνυν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τοιοῦτον ἦν, ὡς συνεπινοεῖσθαι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐκ ἂν παρέλειψεν ἐν ἑτέροις εἰπεῖν τοῦτο καὶ διορθῶσαι ὁ τῆς τῶν ἀνθρώπων κηδόμενος σωτηρίας, ἀλλ᾽ ἢ δι᾽ ἑαυτοῦ πάντως ἢ διὰ τῶν αὐτοῦ μα θητῶν ἔμελλε τοῦτο σαφῶς ἐκκαλύψειν. Ἐπεὶ δὲ οὐκ είρηκε, δῆλον, ὡς τὸ μὴ ὂν οὐκ εἴρηκε. Διὰ τοῦτο ὁ Δαμασκηνὸς Ἰωάννης φησί· Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν (6). Ο δὲ θεῖός φησιν Απόστολος· Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ' ὅ παρελάβετε, ἀνάθεμα έστω (7). Καὶ μὴν καὶ ἐνταῦθα προνοήσατο τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς μὴ πάνυ τοι ἁγνώμονας προσφε λίσατο, τοῦτο μὲν Πνεῦμα Υἱοῦ καὶ εἰκόνα Υἱοῦ (1) Θεόν. omitt. Mon. 27. ἑαυτὸ ὀνομάσαν, τοῦτο δὲ ἐκ τοῦ Υἱοῦ πέμπεσθαι, ἐκ τοῦ Υἱοῦ ἐμφυσᾶσθαι, ἐκ τοῦ Υἱοῦ λαμβάνειν, καὶ ὅσα τοιαῦτα. Πάντα γὰρ ταῦτα τοῖς εὐγνωμόνως ἀκούουσι δι᾿ ἄλλων ῥημάτων ταυτό σημαίνει, ὡς ἂν εἰ ἔλεγεν ἐξ Υἱοῦ ἐκπορεύεσθαι, ὡς ἐν ἄλλοις πολλοῖς τε ἄλλοις τὰ θεῖα σοφοῖς καὶ δὴ καὶ ἡμῖν πλατύτερον δέδεικται. Τὸ δὲ, Ο έωρακώς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ τὸ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, καὶ τοῦ Υἱοῦ εἶναι, ἡ δὲ παρὰ τῇ Αποκαλύψει δίστομος ῥομφαία ἡ ἐκ τοῦ στόματος τοῦ Χριστοῦ ἐκπορευομένη (8) (ἐκεῖνος γάρ ἐστιν ὁ ἐπὶ τοῦ ἵππου καθήμενος) (9), ὁ δ᾽ ἐν τῇ αὐτῇ λαμπρὸς ὡς κρύσταλλος τῆς ζωῆς ποταμὸς ὁ ἐκ τοῦ Θεοῦ καὶ τοῦ ἀργίου ἐκπορευόμενος (10), εἰς τί σοι δοκούσιν, ὦ βέλτιστε, φέρειν, ἢ ἵνα σε πιστεύειν ποιῶσι, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθα: Η οὐκ ἂν εἶεν ταυτὶ οὕτως ἱκανὴ τοῦ προκειμένου παραμυθία, ὡς τὸ, Πρὸ Πάντων τῶν βουνῶν γεννᾷ με, τῆς ἀπὸ τοῦ, Κύριος ἔκτισέ με, πλάνης, τότε μὲν μελλούσης, μετέπειτα δὲ ἀναφθείσης ; Καὶ πάνω γε. Καὶ γὰρ ταῦτα ἐκείνου τρανότερα και σαφέ (α) τοῖς Εὐαγγελίοις μόνον ἀληθινὸν Θεὸν (4) τὸν ἐπυτοῦ Πατέρα φησὶ (λέγει τάρ" “να γινώσχωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας "ησοῦν Χριστὸν) (3). ἵνα μὴ ἔόξῃ τῆς ἀληθινῆς θεότητος ἑαυτὸν ἀφορίζειν, αὐτὸ; ὁ ταῦτα γράψας Ἰωάννης ἐν τῇ Ἐπιοτολῇ περὶ τοῦ ΥἹοῦ φησιν" Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώγιος (8). Πάλιν ἐπειδὴ τὸ Πνεῦμα τοῦ Πατρὸς λέγεται κατὰ τὴν φυσικὴν οἰκείωσιν καὶ τὴν πρὸς ἡμᾶς δωρεὰν (λέγει γάρ" Οὐκ ἐστὲ ὑμεῖς οἱ αΔοῦγτες, ἀλλὰ τὸ Πγεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ “μαλοῦν ἐν ὑμῖν) (4), ἵνα μὴ δόξῃ τοῦ Υἱοῦ ἀλλόπριὸν εἶναι, καὶ μὴ ὁμοίως καὶ παρ᾽ αὐτοῦ δίδοαθαι, Πνεῦμα καὶ τοῦ ΥἹοῦ λέγεται " λέγει γὰρ ὁ "Ἀπόστολος" ᾿Ἐξαπέστειλεν, ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ. αὐτοῦ εἰς τὰς καρδίας ὁμῶν (6). Εἰ ποίνυν καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐχπορεύεσθαι τοιοῦτον ἦν, ὡς συνεπινοεῖσθαι καὶ ἐκ τοῦ ΥἹοῦ ἐχπορεύεὅθαι, οὐκ ἂν παρέλειψεν ἐν ἑτέροις εἰπεῖν τοῦτο καὶ διορθῶσαι ὁ τῆς τῶν ἀνθρώπων κηλόμενός σωτηρίας, ἀλλ' ἢ δι᾽ ἑαντοῦ πάντως ἢ διὰ τῶν αὐτοῦ μαθητῶν ἔμελλε τοῦτο σαφῶς ἐκχαλύψειν. Ἐπεὶ δὲ οὔκ εἴρηκε, δῆλον, ὡς τὰ μὴ ὃν οὐκ εἴρηκε. Διὰ τοῦτο ὁ Δαμασχηνὸς Ἰωάννης φῃσί- Πγεῦμα ΥἹοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὗ Λέγομεν (8). Ὃ δὲ θεῖός φη-
col. 185–186page 88 of 116
PG 161:185στερα· τὸ γὰρ πρὸ πάντων τῶν βουνῶν γεννᾶσθαι, εἰ μή τις καὶ λίαν εύγνωμόνως ἀκούσειεν, οὐκ ἂν τὴν ἀΐδιον δηλοίη γέννησιν, ἕως ἂν μηδ' οἱ βουνοὶ ἀΐδιοι ὦσι· δύναται γάρ τι καὶ πρὸ αὐτῶν γεννηθῆναι, καὶ ὅμως μὴ εἶναι ἀΐδιον· καὶ τὸ γεν νᾶσθαι δέ τις κακουργῶν ἐπὶ τοῦ γεγενῆσθα: ἂν ἐκλάξοι, ὁμωνύμου τοῦ ὀνόματος ὄντος. Τὸ δὲ, Εγώ καὶ ὁ Πατὴρ ἔν ἐσμεν, καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· οὕτως ἀμνήμων εἶ, ὡς μὴ ἐνθυμεῖσθαι, ὡς ἀντὶ ὠφελῆσαι καὶ ἐσκανδάλισε τους ἀγνώμονας; πολλοὶ γὰρ ἐντεῦθεν εἰς μίαν ὑπόστασιν τὴν Τριάδα συνήλασαν. Πίστεως δεῖ καὶ εὐγνωμοσύνης, οὐκ ἀνεπτυγμένων ἐν τῇ θείᾳ Γραφῇ ῥημάτ των, ὥστε αὐτῆς συνεἶναι· 'Ἐὰν, γὰρ, μὴ πιστεύσητε, οὐ μὴ συνῆτε "Α δὲ ἡμεῖς ὅμως εἰρή χαμεν, καὶ μᾶλλον εἰσιν ἀνεπτυγμένως εἰρημένα ή ἐστιν ἃ τῶν σῶν παραδειγμάτων. Μετέπειτα δὲ οὐδ᾽ ἀληθῆς ἐστιν ἐν λέγεις λόγος, οὐδὲ πάντα ἀνεπτυγ μένως τὸ Πνεῦμα τὸ ἅγιον ἀνεπλήρωσεν. Αὐτίκα, ἵνα τοῖς σοῖς πτεροῖς ἁλῷς, τὸν Πατέρα καὶ τὸν Υἱὸν ἀληθινὸν Θεὸν ἀκούομεν ἐν τῇ θείᾳ Γραφῇ, τὸ Πνεῦμα δὲ οὐδαμῶς· οὐδαμῇ γὰρ τῆς Γραφῆς αὐτὸ κείμενον οὕτω ῥητῶς εὑρήσεις. Ηδει μέντοι ὁ τῆς ἡμῶν προνοούμενος σωτηρίας, ὅσαι περὶ τοῦτο ἀνα φυήσονται αἱρέσεις, καὶ ὅσα τὴν Ἐκκλησίαν ταρά ξουσιν· οὐδ᾽ ἐγένοντο οὔτε μείζους οὔτε χείρους οὔτε μᾶλλον διαρκέσαται ἐν Ἐκκλησίᾳ Θεοῦ ταραχαί Αρκέσθη δὲ ὅμως τὸ Πνεῦμα δι' άλλων ισοδυνάμων φωνῶν συνεπτυγμένως καὶ τοῖς εὐγνώμοσί τε καὶ πιστοῖς ἀρκούντως ταυτὸ τοῦτο δηλῶσαι. Η δὲ ἐν μιᾷ ὑποστάσει τοῦ Χριστοῦ τῶν φύσεων ἀσύγχυτος δυάς ποῦ σοι τῆς Γραφῆς κείται; Αὐτὸ δὲ τὸ ὁμοού στον τὸ τοσοῦτον τὴν Ἐκκλησίαν κυμήναν, ὡς ἀνα ριθμήτους κατ' αὐτοῦ συστῆναι συνόδους, τοσοῦτον δὲ ὅμως ἀναγκαῖον τῇ πίστει ὂν, οὐχ ὡς ἄγραφον διεβάλλετο, οὐχ ὡς ἄηθες καὶ καινὸν ἐπολεμεῖτο; Κατὰ δὲ τῶν τοσούτων αἱρέσεων, &ς Επιφάνιος και ταλέγει, κρείττους ἀριθμοῦ σχεδὸν οὔσας, ἔχομεν ἐκ τῆς Γραφῆς μαρτυρίας ανεπτυγμένως καὶ ῥητῶς οὕτω κειμένας προενεγκεῖν; Οὐδαμῶς. Ορᾷς, ὡς λίαν ἀτημελῶς καὶ τῷ βούλεσθαι χαριζόμενος μόνονκατὰ πολλὴν ἐξουσίαν λέγεις & φής; 'Αρκεῖ γὰρ τὰ μὲν συνεπτυγμένω;, τὰ δ᾽ ἀνεπτυγμένως τῶν ἀναγ καίων τῇ πίστει ἐν τῇ θείᾳ Γραφῇ περιέχεσθαι· ὅθεν οὐδ' εὕροι τις ἂν οὐδὲν οὐ μικρόν, οὐ μέγα τῶν δογ μάτων τῆς Ἐκκλησίας, ὁ μὴ ἐν αὐτῇ περιέχοιτο δυνάμει, κἀκεῖθεν τὰς ἀρχὰς ἔχοι· ἀνεπτυγμένως δὲ πάντα καὶ οὕτω σαφῶς ὡς μηδ' ίχνος ἀμφιβολίας οὐδεν: λείπεσθαι οὐκ ἀναγκαῖον ἐκεῖσε εὑρίσκεσθαι οὕτω γὰρ ἂν ἡμῖν καὶ ὁ τῆς πίστεως μισθός Αλατο τοῦτο.
col. 187–188page 89 of 116
PG 161:187δ. επόμενον. ΤΟΥ ΕΦΕΣΟΥ ΚΕΦ. Ε' (ΚΒ') Τὸ Πατὴρ ἐπὶ Θεοῦ λεγόμενον όνομα περιλαμβάνει πάντα τὰ αὐτοῦ ἰδιώματα· τό τε γὰρ ἀγέννητον ἐν ἑαυτῷ περιέχει κατὰ τὸν μέγαν Βασίλειον· ὁ γὰρ κυρίως καὶ μόνον Πατὴρ ἐξ οὐδενὸς ἄλλου γεγέννηται· καὶ πρὸς τὸ Πνεῦμα Πατὴρ ὡς προβολεὺς λέ γεται κατὰ τὴν Γραφὴν τὴν λέγουσαν, Τοῦ Πατρὸς τῶν φώτων Εἰ τοίνυν πατρικοῦ ὀνόματος οὐ μεταδίδωσι τῷ Υἱῷ, οὐδὲ τῆς προβλητικής ιδιότητος αὐτῷ μεταδώσει, ἵνα μὴ υἱοπάτωρ ἀναφανῇ ὁ Υἱὸς καθ' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ τὸ Πνεῦμα ἐντεῦθεν ὑἱωνὸς νομισθῇ. ΤΟΥ ΝΙΚΑΙΑΣ. Εἰ μὲν ᾗ Πατὴρ προβολεύς ἐστιν ὁ Πατήρ, καὶ ταυτόν σοι πάντη τούτων εκάτερον δύναται, οὐχ 8 φῂς μόνον, ἀλλὰ καὶ ἕτερόν τι καὶ μάλα κατὰ σοῦ ἄτοπον ἕπεται, κἂν αὐτὸς μὴ συνορᾷς. Ο τε γὰρ Υἱὸς ἔσται Πνεῦμα, καὶ τὸ Πνεῦμα Υιός. Εἰ δὲ ταῦτα, συγχέοντος καὶ πάντ᾽ ἄνω καὶ κάτω ποιοῦντος. Καὶ τὸ μὲν Πατὴρ συστατικὸν ὄνομα τῆς τοῦ Πατρός ἐστιν ὑποστάσεως, καὶ διὰ τοῦτο καὶ ἀκοι νώνητον· τὸ δὲ προβολείς φυσικὴ δύναμις τῷ Πα τρὶ συστάντι ἑπομένη καὶ διὰ τοῦτο καὶ τῷ Υἱῷ κοινή, ὡς ἐν ἄλλοις δέδεικται. Προβαλεῖ μὲν τὸ Πνεῦμα καὶ ὁ Υἱὸς, ἔσται δὲ τὸ Πνεῦμα οὐχ υἱωνής, προβολέως πρόβλημα, οὐχ Υἱοῦ Υἱὸς ἐν. Ἀλλ᾿ αὐτὸ τοῦτο Πνεῦμα καὶ πνοὴ Υἱοῦ· τοῦτο γὰρ τὸ Πνεῦμα πνοή ἐστι τοῦ Υἱοῦ, ὁ μέγας φησίν Αθανάσιος. Εἰ δὲ τὸ Πατὴρ ὄνομα καὶ αἰτίαν καθόλου σημαίνον ἀμφοῖν τοῖν φώτοιν Πατὴρ λέγεται, οὐ δεῖ ἐκ τῶν κοινῶς τε καὶ μεταφορικώς λεγομένων τὰ κυρίως καὶ ἰδιαιτάτως ίδια θηράσθαι. Λέγομεν γὰρ καὶ τοὺς ἀνωτέρους ἡμῶν, εἴτε ἄῤῥενας, εἴτε θηλέας, πατέρας κοινῶς· οὐ διὰ τοῦτο μέντοι κυρίως ἡ μήτηρ κληθείη Πατήρ. ΕΦΕΣΟΥ ΚΕΦ. Γ' (ΚΓ') Ο Πατὴρ καὶ ὁ Υἱὸς ἐν αἴτιον τοῦ ἁγίου Πνεύ ματος οι Λατίνοί φασιν· Ἐρωτήσωμεν οὖν αὐτ τοὺς, (*) ώσπερ ὁ Πατὴρ μόνος ἓν αἴτιον τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν αἴτιον, ή άλλως Εἰ μὲν οὖν οὕτω φήσουσιν, ὁ δὲ Πατὴρ Ο μόνος ἓν πρόσωπον, ἔσται καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν πρόσωπον, καὶ συναλοιφή Σαβέλλειος ἐπεισῆλθεν. Εἰ δὲ ἄλλως μὲν ὁ Πατήρ μόνος ἓν αἴτιον, άλ λως δὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, μὴ λανθανέτωσαν ἑλυ τοὺς δύο αἴτια καὶ ἀρχὰς δύο, κἂν μὴ θέλωσιν ἐπεισάγοντες. 271, ἄλλος. (γ) Μένος θέλοντες.
col. 189–190page 90 of 116
PG 161:189τῶν, καὶ τῶν ἄλλων ὑπερουρανίων. Ἑνδεχάτηι περὶ τῆς τῶν ἐντὸς οὐρανοῦ θεῶν γενέσεως. Εἴτα, περὶ ψυχῆς καὶ ἄστρων, καὶ τῆς τῶν ἄστρων ψυχῆς (9), καὶ περὶ δαιμόνων ἄλλα τε, καὶ ὡς οὐ πονηροί εἶσι, καὶ ἔλεγχον τῶν κατὰ τῶν δαιμόνων διαδολῶν, καὶ περὶ αἰσθήσεων, καὶ περὶ θηρίων, καὶ τοιαῦτα προσθεὶς, εἰκοστὴν καὶ ἐδόόμην ἐπῆγε, περὶ τῆς τοῦ παντὸς ἀϊδιότητος " αὕτη δὲ, ἡ τεευπαία τῶν ὑποθέσειυν τοῦ δεντέρου. Τοῦ τρίτον δὲ ὑποθέσεις, πρῶτη μὲν ἀνάληψις τοῦ “περὶ εἰμαρμένης λόγου, Ταύτῃ δὲ εἵπετο, περὶ ψυχῆς, Εἶτα, περὶ τέλους τοῦ βίου, Εἴτα, περὶ φρονήσεως. Εἴτα περὶ παίδων ἀγωγῆς. Εἶτα, περὶ τοῦ τῆς πολιτείας . σχήματος. Εἶτα, περὶ ἀνδρείας, καὶ ἄλλα ἐφεξῆς τοιαῦτα προσθεὶς, δεχάτην χαὶ τετάρτην ἐπῆγε, ᾿ περὶ τῆς γονέων ἐχγόνοις οὐ μίξεως, Εἶταν περὶ θεῶν γενέσεως. Εἶτα, περὶ τῆς ἀνδρὶ ἑν: τυνχϊχῶν πλεώνων συνοικήσεως, Εἶτα, περὶ τῆς τῶν κοινῶν γυναιχῶν χρήσειος, Τούτοις, περὶ κρεῶν ἐδωδῆς, καὶ τοιαῦτα ἄλλα ἐπαγαγὼν, εἰκοστὴν καὶ δευτέραν ὑπόθεσιν ποιεῖται περὶ Διὸς, ὡς οὐδὲ λόγῳ διάκρισίς τίς ἔστιν ἐν αὐτῷ, Ταύτῃ ἐπισυνάψας ἡθικάς πινᾶς ὑπαθέπεις, καὶ πολιτείᾳ ἄλλας πρεπούσας, τριακοστὴν ἐπάγει καὶ δευτέραν, περὶ τῶν τῶν θεῶν ὀνομάτων, ἧ τὰ κχεφάλχιλ τῶν ὑποθέσεων χαὶ ὁ προὐργιαίτατον (8) τῆς νομοθεσίας ταύτης σκοπὸς συνῆπτο εὐθύς. Τριακοστὴ γὰρ καὶ τρίτη ὑπόθεσις ἦν, περὶ προσευχῆς, Μετὰ ταύτην, εἰς θεοὺς. προσρήσεις. Εἶτα, ὕμν», εἰς θερύ;, Εἴτα προτρή- ; σεών τε χαὶ ὕμνων χρήσεως διάταξις. Εἶτα, τίσι θεῶν τίνα θυτέα. Εἴτα, ἐπὶ τίσι πράξεσι, τίσι τὰ θεῶν χαὶ ὅπως ϑυτέα, “δπειτα, ὅπως ἔχουσι τῶν θυσιῶν μεταληπτέα, Εἴτα, περὶ ἀχριδείας τῶν πρὸς θεούς. Εἶτα, κατὰ τίνινν εὐχτέα τοῖς θεοῖς, Ἐπὶ πᾶσι, περὶ μαντειῶν. Ἐπινομὶς δὲ ἦν ἢ τευ λευταία τῶν ὑποθέσεων, τεσσαρακοστὴ καὶ τρίτη οὖσα τοῦ τρίτου βιθλίου, Ἑχάστῳ δὲ τῶν βιδλίων ἐπεγέγρτπτο, Πλήθωνος νόμων συγγρτφῆς βιδλίον πρῶτον, καὶ τοῖς λοιποῖς ὀκολούθως. ᾿Αρχὴ δὲ τοῦ παντὸς βιδ)ίου τοιάδε ἦν" Τάδε συγγέγραπται περὶ νόμων τε καὶ πολιτείας τῆς ἀρίστης, ἦ ἂν διανουύμενοι ἄνθρωποι, καὶ ἄττ᾽ ἂν καὶ ἰδίᾷ καὶ κοινῇ ματιύντες τε καὶ ἐπιτηδεύοντες, δὶς δυνατὸν ἀυθρώπῳ, κάλλιστά τε καὶ ἄριστα βιῷεν, καὶ ἐς ὅσον Ὁ οἷόν τε, εὐδαιμονέστατα, Τοιούτων συμφορῶν πλῆρες τὸ βιθλίον. ᾿Απ᾿ αὖτῶν δὲ πρώτων τῶν ἐπιγραφῶν χαὶ ὑποθέσεων γνόντες, ἐδουλόμεθα μὲν εὐθὺ; μηδ᾽ ἐπιέναι λοιπόν. Ἐπεὶ δὲ ἦν ἀνάγκη πᾶτα τοιοῦτον ὃν ἀφανίζεσθαι, ἔδοξεν ἡμῖν δίκαιον εἶναι, καθάπερ ἂν παρόντι, τῷ γεγραφότε χαρίσασθαι τὸ μὴ ἐρήμην καταψηφίσασθαι τοῦ βιδλίον, ἀλλὰ τὸν ἐν ἡμῖν ἐκ Θεοῦ λόγον χαὶ τὴν τῆς ἀληθείας συνείδητιν δικαστὰς καθίσαν τῇ τὸ γνώμῃ τοῦ ἀνθρώπου καὶ τῇ σπουδῇ, καὶ οἱ ἂν ἄγοιεν ἔπεσθαι, καὶ ὅπῳς ἂν Ψηφίσαιντο πράτἄπ προ, ἀν ὦ ὟΝ ρέει, Οὕτω. φαμὲν τὸν Πατέρα καὶ τὸν ΥἹὸν ἅμα ἕν αἴτιον τοῦ Πνεύματος, ὡς καὶ τὸν Πατέρα μένον ἰδίᾳ, ἢ ὅσον ὁ Πατὴρ μὲν ἀφ' ἑαυτοῦ, ὁ ΥἹὸς δ᾽ ἐκ ποῦ Πατρὸς τοῦτ' ἔχει λαδών. Οὐχ ἕπεται δὲ διὰ τοῦτο ἐν πρόσωπον. τὸν Πατέρα καὶ τὸν ΥἹὸν εἶναι " οὐ άρ ἐστι προσωπικὸν τὸ προδάλλειν, ὡς ἔν τε ἄλλοις καὶ ἐν τοῖς πρὸς τὸ πρῶτόν σου ἐπιχείρημα λέλεκται " ὥστ᾽ οὔδ' ἐνταῦθα λέγεις οὐδὲν, μέγα τι καὶ δυσνόητον οἰάμενος σὐμπεραίνειν. TOY ΕΦΈΣΟΥ ΚΕΦ. Z' (KA') (4). ὑπ δἐα πώ Ἰὰν ὦ ΝσΑ͂Νι. ἘΡΠΕΒ., Ὁ. ΥἹΙ (ΧΧΙΝ).
col. 191–192page 91 of 116
PG 161:191σώμασιν ἡ ἐνέργεια, οὔτε τῇ ὕλῃ τὸ (1) διακρίνειν, καίτοι γε κατ' αὐτὴν ἡ διάκρισις τοῖς συνθέτοις · οὐκ ἄρα τὴν ὕλην ἀποδιδόντες αἰτίαν τῆς διακρίσ σεως ὑγιῶς ἂν ἀποδεδωκότες εἴημεν, ἀλλὰ τὴν κατὰ τὴν ὕλην διαίρεσιν, ἐφ' ὧν ἡ ὕλη τὴν χώραν ἔχει· πάλιν δὲ ἐφ᾽ ὧν ἡ ὕλη μὴ ἔστι, σκεπτέον, εἰ ἀναγκαία πρὸς τὴν διάκρισιν ἡ ἀντίθεσις. Τὰ ἀλλήλοις λέγεται, πάντα μὲν ἴσως, μάλιστα δὲ τὰ πλεῖστον ἀλλήλων διεστηκότα ἢ τὰ πλεῖστον διεστηκόσιν ἀφοριζόμενα· οἷον ἀπὸ μὲν τοῦ χρώσ λαν· ταῦτα δὲ καὶ ἐναντία καλεῖται· ἀπὸ δὲ τοῦ ζώου τοῖς πλεῖστον διεστηκόσιν ἀφοριζόμενα, τῷ λογικῷ φημι καὶ ἀλόγῳ, ἄνθρωπός τε καὶ ἵππος. τούτων καὶ σὺν αὐτοῖς διαιρούμενα; Πάντως δήπου κέκριται δὲ τοῖς ἀφοριστικοῖς ἕκαστον δηλονότι καὶ θατέρου τῶν ἐναντίων μᾶλλον μετέχει· τίς γὰρ τίς δὲ ἵππου πρὸς βοῦν ἐν τῷ ζώῳ; ᾿Αλλ' ἐπειδὴ ἡμεῖς ἀποδιδόναι ῥᾳδίως Εχομέν. Οὐκ ἄρα τὴν ἀντίθεσιν αἰτιατέον τῆς διακρίσεως οὐδ᾽ ἐνταῦθα (πῶς γὰρ ἥτις ἐπὶ τῶν πλείστων οὐδ᾽ ἔχει χώραν ;), ἀλλὰ πρὸ αὐτῆς τὴν διαίρεσιν, ἥτις ἀπὸ τοῦ αὐτοῦ (5) τοῖς ἰδίοις λόγοις ἕκαστον διαιρεῖ· ταύτην δὲ καὶ τῆς ἀντιθέσεως αἰτίαν ἀποδιδόναι πανάληθες. Αλλά καὶ ἐπὶ τῶν ἀτόμων ὁ αὐτὸς δήπου τῆς διακρίσεως λόγος. Τί γάρ, εἰ μὴ κἀκεῖνα ὕλης μετέχει; τί δὲ, εἰ μηδ' ἀντίθεσιν ἔστιν εὑρεῖν ἐν αὐτοῖς ; 'Αρα διὰ τοῦθ᾽ ἡμῖν ἀδιάκριτα ἔσται καὶ ἐν ἀριθμῷ πάντα γενήσεται ; Πολύ γ' ἂν οὕτω τερατουργήσειεν ἡ τῶν Λατίνων τεχνολογία. 'Αλλ' ἡ ἀπὸ τοῦ αὐτοῦ εἴδους κἀκεῖ διαίρεσις τοῖς οἰκείοις ἔκαστον ἀφορίζουσα λόγοις τὴν διάκρισιν ἀπεργάζεται. Εἰ δὲ τοὺς λόγους ἡμεῖς ἀγνοοῦμεν, θαυμαστὸν οὐδὲν, ὅπου γε καὶ τῶν πλειόνων εἰδῶν τοὺς λόγους οὐκ ἂν ἔχοιμεν ἀποδοῦναι ῥᾳδίως· ἐκεῖνό γε μὴν ὡμολογημέν τοῦτο δὲ ἀδύνατον ἦν, εἰ μὴ ἀλλήλων τε καὶ τοῦ ἐξ πρώτως ἡ διαίρεσις αἰτία τῆς διακρίσεως, οὐχ ἡ ὕλη ἢ ἡ (8) ἀντίθεσις· οὔτε γὰρ ἐπὶ πάντων, οὔτε κυρίως αὗται διακρίνειν πεφύκασι· καὶ μὴν καὶ αὐτὸ τοὔνομα συγγενές ή διαίρεσις ἔχουσα τῇ. διακρίσει δῆλον ἡμῖν καθίστησιν, ὡς αὐτὴ τὴν αἰ τίαν αὐτῇ παρέχεται. Τί ἔτι τὴν τῶν πρός τι άνὁμολογημένον. •
col. 193–194page 92 of 116
PG 161:193τίθεσιν, ἣν ἀναφορικὴν καλοῦσι, διακρίνειν φασιν Α Ικανωτάτην εἶναι; καὶ τοῦτο δὲ, ὅτι κενόν ἐστιν ὅλον, οὐδὲ λόγου δεῖται δεικνύναι. Πρῶτον μὲν γὰρ ὑστερογενής αὕτη τῆς φύσεως. Πρῶτον γάρ τις άνθρωποι, εἶτα πατήρ, καὶ πρῶτον μέγεθος, εἶτα διπλάσιον· ἔπειτα (1) καὶ συνεισάγειν ἄλληλα τὰ πρός τι πεφύκασι· τοῦτο δὲ συνάπτειν μᾶλλον ἢ διακρίνειν ἐστίν· ἔπειτ' ἐν τῷ αὐτῷ καὶ ἄμφω, καν μὴ πρὸς τὸ αὐτό, συνδραμεῖν ἐνδέχεται, ταῦτα δὲ πάντα διακρίσεως πόρρω. Μάτην ἄρα καὶ εἰκῆ τοῖς Λατίνοις ὁ πολυθρύλλητος λόγος τῆς διακρίσεως κατὰ τὴν ὕλην ἢ τὴν ἀντίθεσιν ἐκτετόξευται. Φέρε δὴ μεταγάγωμεν τὸν ἡμέτερον λόγον ἐπὶ τὰ θεῖα τάχα γὰρ ἂν αὐτοῖς ἁρμόσεις μᾶλλον οὗτος ἢ ὂν οἱ Λατίνοι λέγουσιν. Ἡ ἀπὸ τοῦ αὐτοῦ διάφορος πρόοδος ἔοικε καὶ μάλα τῇ διαιρέσει· πρόοδος γάρ τις καὶ ἡ διαίρεσις, καὶ καθάπερ ἐκεῖ τὰ ἀπὸ τοῦ αὐτοῦ διαιρούμενα, κἂν μήπω πρὸς τὴν ἀντικειμένην ἀποστῇ χώραν, εὐθὺς οἱ ἀφοριστικοί λόγοι παραλαβόντες ἀλλήλων τε διακρίνουσι καὶ τοῦ ἐξ οὗ διηρέθησαν (ἄλλως γὰρ οὐκ ἂν διῃρέθησαν), οὕτω κἀνταῦθα, λέγω δὲ ἐπὶ τῶν θείων προσώπων, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῦ αὐτοῦ Πατρὸς προελθόντα κατὰ διάφορον τρόπον, αὐτῷ τούτῳ καὶ τοῦ Πατρὸς διακέκριται καὶ ἀλλήλων· ἐκείνου μὲν, ὅτιπερ ἐξ ἐκείνου (πᾶν γὰρ τὸ προϊὸν ἔκ τινος τοῦ ἐξ οὗ προῆλθεν ἕτερον δήπουθεν)· ἀλλήλων δὲ, ὅτι κατὰ διάφορον τρόπον, εἰ καὶ ἄγνωστος ἡμῖν οὗτός ἐστι καὶ ἀπόῤῥητος. Οὐκ ἄρα δεῖ τῆς ἀντιθέσεως· ἡμῖν πρὸς διάκρισιν Υἱοῦ καὶ Πνεύματος, ὡς ὁ Θωμᾶς ἀξιοῖ, ἧς οὐδὲ ἐπὶ τῶν καθ' ἡμᾶς ὄντων ἔδει· ἱκανὴ γὰρ ἡ διάφορος πρόοδος αὐτὰ διακρίνειν. Καὶ τοῦτο καὶ τοῖς οὖσι σύμφωνον καὶ τοῖς τῶν ἁγίων δόγμασιν, εἴπερ ἐκεῖνοι τὴν διάκρισιν πλήρη παραδεδώκασι. Λέγει γὰρ ὁ Δαμασκηνὸς θεολόγος ἐν ὀγδόῳ τῶν Θεολογικῶν· Εἰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ᾽ οὐ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς· ἄλλος τρόπος υπάρξεως οὗ τος, ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις (2). Καὶ ὁ θεολόγος Γρηγόριος Αἱ δὲ ἰδιότητες Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις (3). Κατὰ τοῦ περὶ διακρίσεως τῶν ὄντων κατὰ Θω μᾶν καί τινας τοῦτο μὲν Λατίνων, τοῦτο δὲ καὶ πρ. μέγεθος ἔπειτα desunt in Mon. 27.
col. 195–196page 93 of 116
PG 161:195Ελλήνων ἔστιν ὧν λόγου, πολλοὶ μὲν καὶ ἄλλοι (α) 17, Κυδόνης. πλεῖν, πρὸ σοῦ πόλεμον ἤρξαντο, καὶ μάλιστα Βαρλαάμ ὁ Καλαβρὸς καὶ Νεῖλος ὁ Καβασιλας, ἀφ᾽ ὧν καὶ αὐτὸς εἰληφώς γράφεις & γράφεις. Πλὴν ὅσον ἐκεῖ. νοι μὲν σοφώτερόν τε καὶ σοῦ μᾶλλον ἐπεξειργάσαντο τοῦτο τὸ ζήτημα, σὺ δὲ πολλῷ χεῖρόν τε καὶ ἀσθενέστερον ἐκθέμενος τοὐναντίον οὗ βούλει ποιεῖς καὶ σαυτὸν καὶ τοὺς πρὸ σοῦ ἐλέγχων. Επει δ' ὁ σοφώτατος Δημήτριος ὁ Κυδώνης ἐπιγινόμενος ἄριστά τε καὶ σοφώτατα Καβασίλᾳ καὶ τοῖ; ἐκείνου λόγοις ἀντεῖπέ τε καὶ ἱκανῶς ἀπήλεγξε μη δὲν πρὸς ἔπος λέγοντα, καίτοι μετὰ Βαρλαάμ γινό μενον καὶ πρὸς τοῖς ἐκείνου καὶ ἄλλα τὰ ἀφ' ἑαυτοῦ προσθέντα, τὰς τῶν σῶν τούτων λόγων δύσεις ὁ βουλόμενο; ἐκ τῶν τοῦ Κυδώνη ζητείτω· καὶ γὰρ ἱκανῶς ἐν ἐκείνοις εὑρήσει πάντα ἐληλεγμένα. Ἡμεῖς δὲ τό γε νῦν εἶναι πρὸς μὲν τὸ καθόλου ζήτημα ἐροῦμεν οὐδέν· μάταιον γὰρ ταυτὰ περὶ τῶν αὐτῶν λέγειν, καὶ μάλιστα παρὰ τῶν φθασάν των ἡμᾶς ἄριστα εἰρημένων· ὥσπερ καὶ σὺ πλέον ἢ μάτην επόνησας τὰ τοῖς πρὸ σοῦ βέλω τιον εἰρημένα ἐπὶ τὸ χεῖρον ἐκθέμενος. Πρὸς ἃ δ' ἀπὸ σαυτοῦ ἐνταῦθα εἴρηκας βουλόμενος λαθεῖν τοὺς ἀκούοντας, ὡς παρ' ἐκείνων πάντα είληφας, πρὸς ταῦτα ἐροῦμέν τινα, δεικνύντες, ὅσον φιλοσοφίας ὠλιγώρησας. Αὐτίκα 8 φῂς περὶ τῆς ὕλης, ὡς ἄποιός τε καὶ ἄποσος, κἀντεῦθεν ἀδιαίρετος οὖσα οὐκ ἂν εἴη αἰτία τισὶ διακρίσεως, ἴσθι μὴ πρὸς τὸ προκείμενον εἰρημένον εἶναι. Οἱ γὰρ λέγοντες τῇ ὕλῃ ἔστιν ἀ διακρίνεσθαι, τὰ ἐν οἷς δηλονότι χώραν ἔχει ἡ ὕλη, οὐ τὴν πρώτην ταύτην καὶ πάντη ἀνείδεον ύλην φασὶν, ἀλλὰ τὴν τῶν εἰδῶν ἑκάστῳ προσεχώς υπου κειμένην, καὶ πρὸς μὲν τὸ ὅλον ὕλης ἔχουσαν λόγον, οὐ μέντοι ἄνευ είδους οὖσαν, ἣν Αριστοτέλης μὲν ἐσχάτην τε καὶ προσεχῆ ύλην, Λατίνοι δ᾽ ἐπὶ τὸ σαφέστερον μετάγοντες δευτέραν καλοῦσιν, ἣν καὶ κατ' ἀναλογίαν όλην καλεῖσθαι Αριστοτέλης φησίν· ὥσπερ τὸ ξύλον μὴ ὕλην ὂν (ἐστὶ γὰρ μετά σχήματος καὶ μορφῆς), ὕλην όμως εἶναι τῆς κλίνης. Κατὰ ταύτην οὖν Αριστοτέλει ἑπόμενοι τὰ διακρινόμενα φασι διακρίνεσθαι, δηλονότι οὐχ ἁπλῶς πάντα τὰ ὄντα, ἀλλὰ τὰ ἐν οἷς χώραν ἔχει ἡ ὕλη νοοῦντες. Σὺ δὲ καὶ τοῦτο λίαν ή συκοφαντικῶς ἡ ἀμαθῶς εἰς τὸν σοφόν τε καὶ ἅγιον ἄνδρα τὸν θω μᾶν ἀπέρριψας εἰπῶν, τὸ μὴ καθόλου αὐτὸν ἀποδοῦναι ὡς καθόλου· οὐ γὰρ κατὰ πάντων ἁπλῶς τοῦτό φησιν, ἀλλ᾽ ἐν οἷς χώραν ἔχει ἡ ὕλη, αὐτοῖς βήμασιν οὕτως εἰπὼν, καὶ τοῦθ', ὡς ἔφην, Ἀριστοτέλει ἑπόμενος, ὃς πολλαχοῦ τῶν ἑαυτοῦ λόγων καὶ μάλιστα τῶν μετὰ τὰ φυσικὰ ἐν μὲν τῷ τε ἀνείδεόν τε καὶ ἄποσον.
col. 197–198page 94 of 116
PG 161:197τάρτῳ φησίν· Αριθμῷ εἶναι ἓν, ὧν ἡ ὕλη μία· ὡς τῶν γε ἀριθμῷ διαφερόντων δηλαδή καὶ τὴν ὕλην ἄλλην εἶναι καὶ κατ' αὐτὴν αὐτὰ διαφέρειν· καὶ αὖθις ἐν τῷ αὐτῷ· Ταυτά, φησί, λέγεσθαι εἶναι, ὧν ἡ ὕλη μία ἢ εἴδει ἢ ἀριθμῷ καὶ αὖ· "Ετερα λέγεσθαι, ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη· ἐν δὲ τῷ ἑβδόμῳ· Καθέκαστον δ' ἐκ τῆς ἐσχάτης ὕλης ὁ Σωκράτης ἤδη ἐστίν· ἐν δὲ τῷ δεκάτῳ· Διὸ ἅπαν πρὸς ἅπαν ἢ τὸ αὐτὸ ἢ ἄλλο τὸ δὲ, ἂν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος εἰς· διὸ σὺ καὶ ὁ πλησίον ἕτερος· ἐν δὲ τῷ τριακοστῷ Απορήσειε δ' ἄν τις, ἐκ ποιοῦ μὴ ὄντος ἡ γένεσις τριχῶς γὰρ τὸ μὴ ὂν [μὴ ὂν δυνάμει, μὴ ὃν ἐνερ γία καὶ μὴ ὂν μήτε δυνάμει μήτε ἐνεργεία](3). Εἰ δή τί ἐστι δυνάμει, ἀλλ' ὅμως οὐ τοῦ τυχόντος, ἀλλ᾽ ἕτερον ἐξ ἑτέρου· οὐδ᾽ ἱκανὸν, ὅτι ὁμοῦ πάντα χρήματα· διαφέρει γὰρ τῇ ὕλῃ. Επεὶ διὰ τί ἄπειρα ἐγένετο, ἀλλ' οὐχ ἔν; Ο γὰρ τοὺς εἰς, ὥστε εἰ καὶ ἡ ὕλη μία, ἐκεῖνο έγ νετο ἐνεργείᾳ, οὗ ἡ ὕλη ἦν δυνάμει. Τούτοις δ' ὅμοια καὶ ὁ τῆς Ἀριστοτέλους φιλοσοφίας ἐν τοῖς καθ᾽ αὑτὸν προστὰς χρόνοις ᾿Αλέξανδρος ὁ Αφροδισιεύς πολλαχοῦ φησιν· ἐν μὲν γὰρ κεφα λαίῳ, ὅπου ζητεῖ, τίνων εἰσὶν οἱ ὁρισμοί, Τὸ γὰρ ζώον λογικὸν θνητόν, φησὶν, εἰ μὲν λαμβάνοιτο μετὰ τῶν ὑλικῶν περιστάσεών τε καὶ διαφορῶν, μεθ' ὧν ἡ ὑπόστασις αὐτῶν, δηλαδὴ τῶν καθέ καστα, αἱ εἰσιν ἄλλον ἄλλαι, ποιεῖ τὸν Σωκρά την καὶ τὸν Καλλίαν καὶ τοὺς καθέκαστα ἀν θρώπους· εἰ δὲ χωρὶς τούτων λαμβάνοιτο, κοι- @ τὸν γίνεται. Ἐν ἄλλῳ δὲ, ὅπου περὶ προνοίας ποιεῖται τὸν λόγον, Ἐπὶ μὲν γὰρ τῶν ἐνύλων τῷ εἴδει τὰ αὐτὰ, οὐ τῷ ἀριθμῷ γίνεται τὰ τοῦ αὐτοῦ εἴδους κεκοινωνηκότα, παρὰ τῆς ὕλης τὴν κατὰ τὸν ἀριθμὸν διαφορὰν ἔχοντα· ἐν δὲ τῷ, "Οτι κατὰ τὰ ἀσώματα ποιεῖ καὶ πάσχει τὰ σώματα· ᾿Αρχή, φησὶ, καὶ ἡ προσεχὴς ἑκάστῳ τῶν γινομένων ὕλη, ὥστε καὶ ταῖς ταύτης τῆς ὕλης διαφοραῖς τὴν τῶν γινομένων ἐπ' αὐταῖς εἰδῶν διαφορὰν εὔλογον ἔπεσθαι· οὐ γὰρ πᾶσα ὕλη τῆς αὐτῆς τελειότητός ἐστιν ἐπιδεκτική Καὶ αὖ ἐν τῷ περὶ τοῦ ἐν ἕξει νοῦ διαῤῥήδην φησίν Ἡ γὰρ τῶν καθέκαστα ἀνθρώπων πρὸς ἀλλή λους διαφορὰ παρὰ τῆς ὕλης γίνεται. "Ετι κάν τῷ, "Οτι μὴ ἕτερον τὸ θῆλυ καὶ τὸ ἄῤῥεν· Οἱ καθέκαστα, φησὶν, ἄνθρωποι, καίτοι διαφέροντες ἀλλήλων, οὐκ εἰσὶν ἕτεροι κατὰ τὸ εἶδος, ὑλικοῖς γὰρ πάθεσι διαφέρουσιν ἀλλήλων, ἀλλ' οὐ κατὰ τῶν λόγον καὶ τὴν ἐν τούτῳ διαφοράν· ποιότητι ἐν τῷ δέλτα, δ'. λάβδα λάμβδα, λ'. ὥστε ἡ ὕλη. (α) (α) μ. ἦν δυνάμει Αριστ. "Οτι οὐ πᾶσα ὕλη δεκτική ἐστι τῆς αὐτῆς τελειότητος. (ἐναντίωσιν),
col. 199–200page 95 of 116
PG 161:199Α γὰρ σαρκῶν καὶ ποσότητι καὶ τοῖς τοιούτοις. Καὶ Θεμίστιος δὲ ἐν τῷ περὶ ψυχῆς ζητῶν, εἰ εἶ; ὁ ποιητικὸς νοῦς ἢ πλείω, Εἰ πολλοί, φησίν, εἶεν, πόθεν ἀλλήλων διοίσουσιν ; Ἐπὶ γὰρ τῶν αὐτ τῶν τῷ εἴδει κατὰ τὴν ὕλην ό μερισμός. Και ἐπίτηδες τοσαύταις Αριστοτέλους καὶ τῶν ᾿Αριστο τελικῶν ἐχρησάμην μαρτυρίαις, ὅτι καὶ τῶν Ελλή νων καὶ τῶν Λατίνων οὐκ ὀλίγοι οὐ ταύτης τῆς δόξης εἰσιν. Αλλ' ἐκεῖνοι μὲν ἄλλως τιθέμενοι τού τους τε τοὺς λόγους λύειν ἐπιχειροῦσι καὶ ἄλλοις τὴν ἑαυτῶν συνιστῶσι δόξαν· σὺ δὲ οὐ μόνον οὐδὲν πρὸς ταῦτα ἀντειπεῖν ἔχων, ἀλλ᾽ ἴσως οὐδὲ ἰδών ποτε οὐδὲ ἀναγνοὺς εἰκῆ κατατρίβεις σαυτόν, ἀνδρὶ σοφωτάτῳ μαχόμενος τῷ Θωμᾷ καὶ τῆς ᾿Αριστοτε λικῆς σχολῆς τῷ ὄντι διαδόχῳ. Ὡς (1) πάρεργον τοῦ λόγου καὶ περὶ τοῦ εἴδους δεικνύεις σαυτὸν ψευδῆ τε καὶ ἄτοπον ἔχοντα δόξαν, τοῦ ἐνεργεῖν μὴ τὸ εἶδος φάσκων αἴτιον τοῖς σώμασιν εἶναι. Οὗ τί μὲν αἴσχιον, τί δ' ἀνοητότερον γένοιτ' ἄν; Καὶ ὁ λόγος, ὅτι καθ' αὐτὸ φῂς τὸ εἶδός ἐστιν ἀνένέργητον. Καὶ εἰ μὲν ἐπί τινων καὶ τῶν τῆς ὕλης ἠρτημένων εἰδῶν τοῦτ' ἔφασκες (2), εἶχεν ἄν τινα λόγον· νῦν δ᾽ ἁπλῶς ἐπὶ παντὸς εἴδους τὸν λόγον ποιούμενος ὅρα, μὴ τὴν σαυτοῦ ψυχὴν παντελῶς ἀνενέργητον ποιῇς μετὰ τὸν ἀπὸ τοῦ σώματος αὐτῆς χωρισμόν. Καίτοι καὶ τὸ ἀχώριστον εἶδος ᾗ εἶδος, αὐτό τε τῆς ἐνεργείας ἀρχὴ καὶ αἰτία, καὶ τῷ συνθέτῳ τοῦ ἐνεργεῖν αἴτιον πᾶσι δοκεῖ τοῖς σοφοίς. Ἕκαστον γὰρ ἔστι κατὰ τὸ εἶδος καθ᾽ ὁ δ᾽ ἔστιν έκαστον, κατὰ τοῦτο καὶ ἐνεργεῖ. Καὶ τούτου πολ καὶ μὲν Πλάτωνος καὶ τῶν Πλάτωνι επομένων, πολ λαὶ δ' Αριστοτέλους καὶ τῶν Αριστοτελικῶν εἰσι μαρτυρίαι, τὸ εἶδος τάττειν τε καὶ κοσμεῖν καὶ ορίζειν τὴν ὕλην φασκόντων καὶ τὴν ὕλην αὐτοῦ ἅτε κακοποιὸν ἠθείου (3) τινὸς ἐφίεσθαι, καὶ ὅσα οὕτως ἄτοπον περὶ τοῦ εἴδους ἀφῆκας φωνὴν, καὶ συμπεραινόμενος οὔτε τὸ εἶδος τοῦ ἐνεργεῖν αἴτιον φῂς, οὔτε τὴν ὕλην τῆς διακρίσεως, ἀλλὰ τὴν κατὰ τὴν ὕλην διαίρεσιν, οὐκ οἶδα, τί κατὰ τὴν ὕλην τε καὶ δόγματα φθέγγῃ, διάκρισιν διακρίσεως φά καὶ προϊὼν φῂς διαρρήδην, την διαίρεσιν αἰτίαν τῆς διακρίσεως εἶναι · διαίρεσις δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ διάκρισις · ὥστε διάκρισις αιτία κατὰ σὲ διακρί υλικῆς διακρίσεως τρόπαιον, καὶ ἐπὶ τὴν κατ' ἀνα τίθεσιν διάκρισιν μετὰ σοβαροῦ χωρείς (6) τοῦ φρονήματος, μηδὲ ταύτην ἀναγκαίαν εἶναι δεικνύναι πειρώμενος, εἰ καὶ μὴ δύνῃ· ἐν ᾗ περὶ μὲν ὧν ἄλλων φῂς, Κυδώνης ήδη φθάσας πρὸς Καβασίλων ἀντεῖπε, καὶ λίαν ἱκανῶς πρὸς ἐκεῖνα οὖν τους ἀκροατὰς ἀναπέμπομεν. Εν δέ σου ἐνταῦθα καὶ μάλα θαυμάζω, ὅτι τά τινων ἐναντίων μέσα αλλη λων διακρινόμενα μὴ κατὰ τὴν κατ' ἐναντία ἀντίθεσ •
col. 201–202page 96 of 116
PG 161:201σιν διακρίνεσθαι ἀλλήλων φῂς, καὶ διὰ τοῦτο τὸν λίγον ἐμαρτήσθαι τὴν φάσκοντα, τὰ διακρινόμενα αντιθέσει τινὶ διακρίνεσθαι. Τίς γάρ, φῂς, κίρρου πρὸς ἐρυθρὸν ἀντίθεσις ἐν τῷ χρώματι; Οὕτως εἰ τῶν ᾿Αριστοτέλους λόγων ἀνήκοος, οὗ ἐκ τῶν λόγων πολλαχοῦ συνάγεσθαι δύναται τὰ τῶν ἐμμέσων ἐναντίων μέσα καὶ πρὸς ἄλληλα ἀντικείμενά πη καὶ οἷον ἐναντία εἶναι, τῇ θατέρου δηλαδὴ τῶν ἄκρων μᾶλλόν τε καὶ ἧττον μετοχῇ, καὶ διὰ τοῦτο καὶ ἐκ τῶν μέσων ὡς ἐξ ἀντικειμένων τὰ γινόμενα γίνεσθαι. Λευκὸν μὲν γὰρ, φησὶν ἐν τῷ πρώτῳ τῶν φυσικῶν, ἐξ οὐ λευκοῦ καὶ τούτου οὐκ ἐκ παντὸς, ἀλλ᾽ ἐκ μέλανος καὶ τῶν μεταξύ. Καὶ μουσικὸν οὐκ ἐκ μουσικοῦ, πλὴν οὐκ ἐκ παντὸς, ἀλλ' ἐξ ἀμούσου ἢ εἴ τι αὐτοῖς έστι μεταξύ. Καὶ αὖ συμπεραινόμενος, "Απαν ἂν, φησί, γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμε γον, ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ· τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν οἶυν χρώματα ἐκ λευκοῦ καὶ μέλανος. Ἐν δὲ τῷ πέμπτῳ τῶν Φυσικῶν. Τὰς δ' εἰς τὸ μεταξὺ κινή σεις, φησὶν, ὅσοις τῶν ἐναντίων τί ἐστι με ταξύ, ὡς εἰς ἐναντία πως θετέον· ὡς ἐναντίῳ γὰρ χρῆται τῷ μεταξὺ ἡ κίνησις, ἐφ᾽ ὁπότερα ἂν μεταβάλλοι οἷον ἐκ φαιοῦ μὲν εἰς τὸ λευκὸν ὡς ἐκ μέλανος, καὶ ἐκ τοῦ λευκοῦ εἰς φαιὸν ὡς εἰς μέλαν, ἐκ δὲ μέλανος εἰς φαιὶν ὡς εἰς λευ κὸν τὸ φαιόν· τὸ γὰρ μέσον πρὸς ἑκάτερον λέ γεταί πως τῶν ἄκρων. Ἐν δὲ τῷ δεκάτῳ τῶν μετὰ τὰ φυσικὰ, Ἐπεὶ δέ, φησί, τῶν ἐναντίων ἐν δέχεται εἶναι τι μεταξὺ καὶ ἐνίων ἔστιν, ἀνάγκη ἐκ τῶν ἐναντίων εἶναι τὰ μεταξύ. Τοῦτο δ' οὐκ ἐπὶ τῶν μέσων τῇ πρὸς τὰ ἄκρα παραβολῇ λέγεται μόνον, ἀλλὰ καὶ τῇ πρὸς ἄλληλα αὐτῶν συγκρίσει. Επεὶ γὰρ ἑκατέρου τῶν ἄκρων τὰ μέσα μετέχει, εἰ μὲν ἐπίσης αὐτῶν πάντα μετεῖχεν, οὐκ ἂν οὔτε πολλὰ ἦσαν, οὔτ᾽ ἀλλήλων διῄρηντο, ἀλλ' ἐνί τε πάντ' ἂν ἐκαλεῖτο ὀνόματι, ἔν τε πάντ' ἂν ἦσαν νῦν δὲ τῷ μᾶλλόν τε καὶ ἧττον τῶν ἄκρων μετέχειν πλείω τέ εἰσι καὶ πλείοσι καλοῦντας ὀνόμασι· μᾶλ λον δὲ καὶ ἧττον τῶν ἄκρων μετέχοντα, ὥσπερ ἕκα στον αὐτῶν πρὸς ἑκάτερον τῶν ἄκρων ὡς ἐναντίον λέγεται, οὕτω καὶ πρὸς ἄλληλα ἐναντία τε καὶ ἀντι κείμενά πη λέγεται, καὶ ταύτῃ ἀλλήλων διακρίνεται. Καὶ διαρήδην γὰρ ἐν τῷ τετάρτῳ τῶν μετά φυσικά φησιν Αριστοτέλης ἀντικεῖσθαι καὶ ταῦτα. "Οσα μὴ ἐνδέχεται ἅμα παρεῖναι τῷ ἀμ τοῖν δεκτικῷ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν· ἐξ ὧν μέν ἐστι λέγων τὰ ἄκρα, αὐτὰ δὲ τὰ μέσα δηλαδὴ τῶν ἄκρων. Εἰ οὖν μὴ δύναιτο τὸ αὐτὸ ὑποκείμενον ὥσπερ φαιὸν καὶ λευκὸν ἢ λευκὸν καὶ μέλαν, οὕτως οὐδὲ κιῤῥὸν ἅμα καὶ ἐρυθμὸν εἶναι τοῦτο γὰρ ἂν καὶ αὐτὸς φαίης), καὶ κιῤῥὸν ἄρα καὶ ἐρυθρὸν κατ' οὐκ ἐκ λευκοῦ. αὐτῶν, Τι Ελ. μεταβάλλῃ. ἱῶτα. δέλτα. (α)
col. 203–204page 97 of 116
PG 161:203τὴν μίαν τῷ ἀριθμῷ προβλητικὴν ἐνεργείαν τε καὶ Δ Ιδιότητα τῷ Πατρὶ καὶ τῷ Υἱῷ διδόασιν (1). ΤΟΥ ΝΙΚΑΙΑΣ. Οὗτος ἀνὴρ ὑπὸ τοῦ μὴ ἔχειν μὲν ὅ τι εἶποι, βού λεσθαι δὲ πολλὰ λέγειν καὶ τούτῳ τοὺς ἀμαθεῖς καταπλήττειν, οἱ ἐν τῷ πολλὰ συνείρειν ἀκαίρως τὴν σοφίαν ὁρίζονται, τὰ αὐτὰ λέγει πολλάκις ἢ βήμασιν ἄλλοις ή καί τινα μικρά μεταλλάττων, ὡς δοκεῖν τοῖς ἀκούουσιν ἄλλα τινὰ νεώτερα λέγειν, καίτοι ταυτὰ λέγων καὶ τῷ ὄντι ἀδολεσχῶν· ἴσως δὲ καὶ αὐτὸς οὕτως ὑπ' ἀμαθίας οἴεται. ᾿Αλλ' ἡμεῖς κατὰ τοῦ πρώτου τῶν αὐτοῦ ἐπιχειρημάτων ἐνι- 13 στάμενοι, ὅπου ταυτά πλατύτερον λέγει, ἱκανῶς ταῦτά τε κἀκεῖνα διελυσάμεθα, κἀκεῖ τὸν ἀκροατήν παραπέμπομεν. Οὐ γὰρ ἐπαινετὸν πρὸς ἄκαιριν ἐσμὸν λόγων καὶ αὐτοὺς μῆκος ἀντιπαρατείνειν μάταιον λόγων. Τοῦτο δὲ ὑπομνήσομεν τοὺς φιλομαθεῖς μόνον, ὡς πᾶν ποιοῦν ποιεῖ μὲν ᾗ τόδε τι καὶ άτομον, ποιεῖ δ' όμως κατὰ τὴν ἑαυτοῦ φύσιν ἢ τέτ χνην· διὸ καὶ τὸν Πατέρα καὶ Υἱὸν προάγειν μὲν Η ὑποστάσεις τὸ Πνεῦμα τὸ ἅγιον, προάγειν δὲ κατὰ τὴν θείαν αὐτῶν φύσιν, κοινήν τε καὶ μίαν καὶ τὴν αὐτὴν τἀριθμῷ οὖσαν ἀμφοῖν καὶ ὑφεστηκυίαν ἐν αὐτοῖς· οὔτε δὲ τὴν φύσιν μόνον οὔτε τὰ πρόσο ωπα μόνον αἴτια τῆς τοῦ Πνεύματος είναι προς δου. Καὶ ἐπειδὴ ἐν αὐτοῖς ἡ φύσις οὐχ ὡς ἐν ἡμῖν τοῖς ἀνθρώποις ἄλλη καὶ ἄλλη ἐστὶ τἀριθμῷ, οὐδὲ μὴ ὑφεστηκυῖα ἐν αὐτοῖς, ἀλλὰ καὶ μία καὶ ἡ αὐτὴ καὶ τἀριθμῷ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ὑφεστηκυία, ὡς εἴρηται, διὰ τοῦτο καὶ μία ἄμφω εἰσιν ἀρχὴ ἐνέργεια μία δυοῖν, ᾗ εἰσιν ἕν. Οὕτως αὐτῷ τό τε ἑνὸς δεῖν εἶναι προσώπου ενέργειαν τὴν προβλητικὴν δύναμιν, Εἴ γε αὐτὴν προσωπικήν θείημεν, ή τε δυαρχία εἰς τὸ μηδὲν ἀπιοῦσα γέγονεν ἄφαντος· καὶ τὸ ἀντιστρέφειν τε καὶ ἐξισάζειν τὴν φύσιν τε καὶ τὸ αἴτιον ποιεῖ οὐδὲν πρὸς ὁ βούλεται, τοῦ Πνεύματος μὴ δυναμένου καὶ ἑαυτὸ προάγειν, κἂν καὶ φυσικὴ ἐνέρο γεια ᾗ τὸ προβάλλειν, καὶ τῆς αὐτῆς ἢ καὶ αὐτὸ φύσεως ὥσπερ οὖν καὶ ἔστι. Ἡ μία τῷ ἀριθμῷ καὶ ἁπλῆ ἐνέργεια καὶ πρὸς ἐν ἐνέργημα τείνουσα καὶ πρὸς ἐν ἀριθμῷ τὸ ἐνα εργοῦν ἀναφέρεται. Εστω τὸ ἐνεργοῦν ἐφ' οὗ Α, τὸ Τοῦτο καὶ ὁ ᾿Αριστοτέλης ἐν τῷ πέμπτῳ τῆς φυσικῆς ἀκροάσεως ῥητῶς ἀποφαίνεται · λέγει γάρ Μία ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ. Καὶ ἔτι ἐν τῷ ἐννάτῳ τοῦ αὐτοῦ βιβλίου • Μία κίνησις ἡ ὑφ ἑνός τε τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γάρ τι ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ
col. 205–206page 98 of 116
PG 161:205αὐτὸν τρόπον οὐδὲ πρὸς τὴν ἀλλήλων ὕπαρξιν οὐδὲν τὴν τοῦ Υἱοῦ γέννησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὔθ᾽ ὁ πλήρης γὰρ ἡ γεννητικὴ καὶ προβλητική ενέργεια καὶ μία παρ' ἑνὸς ἑκατέρα πρὸς τὴν ἑνὸς ὕπαρξιν. Διὰ τί δὲ, εἰ μὴ πρὸς τὴν ἑαυτῶν ὕπαρξιν συντε θατέρου θάτερον αὐτῶν συντελέσει; Πόθεν ἡ τοῦ λόγου αὕτη ἀνάγκη έπεται; Καινή τις αὕτη καὶ θεολογία καὶ φιλοσοφία ἐστὶν, ὡς εἴ τι ἑαυτοῦ μὴ εἴη αἴτιον, οὐδ᾽ ἄλλου αἴτιον ἔσται. Αλλ', ὦ τάν, ἑαυ- Β τοῦ μὲν εἶναί τι αἴτιον καὶ ταυτὸ αἴτιον καὶ αἰτιατὸν εἶναι πρὸς τὸ αὐτὸ πάντη ἀδύνατον, ἄλλων δέ τινων αἴτιον εἶναι, καὶ μάλα συμβαῖνον (2), ἄν τε τῶν συνωνύμως, ἄν τε τῶν ὁμωνύμως προαγόντων ᾗ τὸ παράγον. Πόθεν οὖν ἐκ τοῦ πάντη ἀδυνάτου τὸ μάλιστα δυνατὸν ἀναιρεῖς, κἀκ τοῦ μηδαμῶς ὄντος τὸ ἄν τε καὶ γινόμενον οσημέραι; ᾿Αλλὰ μὴ πάντη τὴν τῶν ὄντων φύσιν ἀγνοούντων ᾖ ταῦτα. Ο γὰρ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ τῷ μὲν ἑαυτοῦ εἶναι οὐδὲν συμβαλεῖται· οὐ δύναται γὰρ ἑαυτοῦ αἴτιος εἶναι • τῷ δὲ τοῦ Πνεύματος καὶ μάλα· οὐχ ὅτι ἀτελής ή ἐκ τοῦ Πατρὸς προβολὴ τοῦ Πνεύματος, καὶ διὰ τοῦτο καὶ τῆς ἐξ Υἱοῦ δεομένη (ἅπαγε τῶν σωματικῶν τούτων καὶ παχέων ἐννοιῶν), ἀλλ' ὅτι ἐν τῷ ἐκ Πατρὸς ὁ Υἱὸς γεννᾶσθαι πάντα τὰ φυσικὰ τοῦ Πατρὸς λαβὼν ἀγαθὰ καὶ τοῦτο μετὰ πάντων ἔσχε τῶν ἄλλων, τὸ καὶ ἐξ αὐτοῦ ἢ δι' αὐτοῦ ἐκ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ ἔσχεν ἂν καὶ τὸ Πνεῦμα, εἰ μὴ τῷ ἑαυτοῦ λόγῳ ἀντικείμενον ἦν. Προβάλλει δὲ οὐ πρότερον ὁ Πατήρ, εἶτα ὁ Υἱός, οὐδ᾽ ἄλλῃ καὶ ἄλλῃ προβολῇ, οὐδ' ἄλλο (3) καὶ ἄλλο, οὐδ᾽ ἄλλως (4) καὶ ἄλλως, ἀλλ᾽ ἅμα καὶ τῇ αὐτῇ καὶ τὸ αὐτὸ καὶ ὡσαύτως· διὸ καὶ μία καὶ ἡ αὐτὴ καὶ πλήρης ἡ παρ' ἑκατέρου προβλητική ενέργεια οὐδὲν ἧττον ἢ ἡ παρὰ Πατρὸς μόνου. Ὥσπερ τὸ ἐνεργοῦν ὡρισμένως ὡρισμένην εἰσάγει D καὶ τὴν ἐνέργειαν, οὕτω καὶ ἡ ὡρισμένη ενέργεια πρὸς ὡρισμένον (6) τὸ ἐνεργοῦν ἀναφέρεται. Εἰ τοί νυν τὸ γεννᾷν ὁμοῦ καὶ προβάλλειν ἑνός ἐστι τοῦ Πατρὸς ὡρισμένη ενέργεια, τὸ δὲ προβάλλειν μόνον, οὐ μὴν καὶ γεννᾷν, ἑνός ἐστι προβολέως ὡρισμένη ενέργεια τοῦ Πατρὸς καὶ Υἱοῦ κατὰ τοὺς Λατίνους, τὸ δὲ γεννᾶσθαι τοῦ Υἱοῦ αὖθις ὡρισμένη ενέργεια, καὶ τὸ ἐκπορεύεσθαι τοῦ ἁγίου Πνεύματος, τέσσαρα ἔσται τὰ ὡρισμένως ἐνεργοῦντα ἐν τοῖς θείοις προσώποι; "
col. 207–208page 99 of 116
PG 161:207Α εἷς Πατήρ, εἷς προβολεὺς, ἕτεροι ἀλλήλων τῷ ἀριθμῷ ὡρισμένως καὶ διαφόρως ἐνεργοῦντα τί ἄλλο ἡ τετράδα προσώπων ἀντὶ Τριάδος εἰσάγει; Μάτην ἄρα Λατίνοι τὴν εἰς Τριάδα πίστιν αὐλοῦσιν, οὕτως αυτ τὴν τοῖς οἰκείοις δόγμασι καθυβρίζοντες. Οία σαυτόν, ἄνθρωπε, κατασοφίζῃ! Πρῶτα μὲν δὶς τὸν Υἱὸν λαμβάνων, προβολέα τε αὐτὸν καὶ Υἱὸν ὀνομάζων, δὶς δὲ καὶ τὸ προβάλλειν καὶ ἀπεσχοινισμένον τοῦ Πατρὸς οἰόμενος τὸν Υἱὸν, κἀντεῦθεν συμπεραίνων τετράδα ἀντὶ Τριάδος ἐν τῇ θεότητι, δέον πεντάδα κατὰ τὴν σὴν σοφίαν εἰσάγειν. Επειτα τὸ γεννᾶσθαι καὶ προβάλλεσθαι ἐνέργειαν ὀνομάζων, καίτοι τῆς ἐν ᾗ σαυτόν ( μάτην, ὡς ὁρῶ κατατέτρι φας γραμματικῆς τῶν παθητικῶς ἐκφερομένων τὰ πλείω πάθος σημαίνειν κανονιζούσης, οἷα είναι καλ τὸ γεννᾶσθαι καὶ τὸ ἐκπορεύεσθαι οὐδεὶς ἀντερεῖ. Αλλ' ἴσθι σύ τε καὶ οἱ τοῖς σοῖς τούτοις δὴ προσέχοντες λόγοις, ὡς ὁ Πατὴρ ἀγέννητος ὢν καὶ παρ' ουδε νὸς ἔχων τὸ εἶναι, πρόσωπόν τε θεῖον ἐν τῇ Τριάδι καὶ ὧν καὶ ὑφεστώς, τῇ μὲν τοῦ γεννᾶν ὡρισμένη ενεργείᾳ ὑφίστησι τὸν Υἱόν, σὺν αὐτῷ δὲ ἡ δι' αὐτοῦ τοῦ προβάλλειν ἐνεργείᾳ. Καὶ οὕτως ἡμῖν ἡ Τριάς περισώζεται προσκυνουμένη τε καὶ ἀξίως ὑφ᾽ ἡμῶν τιμωμένη, ὑπὸ σοῦ δὲ δι᾽ ἄγνοιαν, οὐ γὰρ ἂν εἴποιμι μοχθηρίαν, καὶ μάλα ὑβριζομένη. ΕΦΕΣΟΥ ΚΕΦ. 1' (ΚΖ) (Ι). Τὸ τῆς θεότητος αἴτιον ἢ τῶν ὑποστάσεών ἐστιν ἴδιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κατὰ τοὺς Λατίνους, ἢ τῆς αὐτῶν φύσεως ἢ ἐνεργείας. Εἰ μὲν οὖν τῶν ὑποστάσεών ἐστιν ἴδιον, πῶς οὐ δύο τὰ αἴτια (δύο γὰρ καὶ αἱ ὑποστάσεις)· καθάπερ καὶ τὸ αἰτιατὸν δυσὶ προσὴν ὑποστάσεσι δύο καὶ τὰ αἰτιατὰ πάντως εἰσάγει ; Εἰ δὲ τῆς αὐτῶν φύσεως, ἐξισάσει πάντως αὐτῇ καὶ οὐκ ἐπὶ πλέον ἔσται· τὸ γὰρ Πνεῦμα οὐκ ἔστιν αἴτιον. Εἴ τι ἄρα Πατρὸς καὶ Υἱοῦ φύσις, τοῦτο θεότητος αἴτιον· καὶ εἴ τι θεότητος αἴτιον, τοῦτα Πατρὸς καὶ Υἱοῦ φύσις· ἀλλότριον ἄρα τὸ Πνεῦμα μὲν δύο, δύο πάλιν ἐξ ἀνάγκης ἔσται τὰ αἴτια· εἰ δὲ φυσική. Καὶ εἰ μὲν φυσική, φυσικής τινος ενεργείας ἔσται τὸ Πνεῦμα ἀλλότριον, κάντεῦθεν δὴ καὶ τῆς φύσεως. Εἰ δὲ προσωπική, πρὸς ἓν πρόσωπον ὡρισμένως ἀνενεχθήσεται· μία γὰρ τῷ ἀριθμῷ προσω π.κὴ ἐνέργεια πάσαις ἀνάγκαις ἑνὸς ἔσται προσώπου πρὸς ἓν ἐνέργημα τείνουσα. Μάτην ἄρα Λατίνοι -
col. 209–210page 100 of 116
PG 161:209τὴν μίαν τῷ ἀριθμῷ προβλητικὴν ἐνεργείαν τε καὶ Δ Ιδιότητα τῷ Πατρὶ καὶ τῷ Υἱῷ διδόασιν (1). ΤΟΥ ΝΙΚΑΙΑΣ. Οὗτος ἀνὴρ ὑπὸ τοῦ μὴ ἔχειν μὲν ὅ τι εἶποι, βού λεσθαι δὲ πολλὰ λέγειν καὶ τούτῳ τοὺς ἀμαθεῖς καταπλήττειν, οἱ ἐν τῷ πολλὰ συνείρειν ἀκαίρως τὴν σοφίαν ὁρίζονται, τὰ αὐτὰ λέγει πολλάκις ἢ βήμασιν ἄλλοις ή καί τινα μικρά μεταλλάττων, ὡς δοκεῖν τοῖς ἀκούουσιν ἄλλα τινὰ νεώτερα λέγειν, καίτοι ταυτὰ λέγων καὶ τῷ ὄντι ἀδολεσχῶν· ἴσως δὲ καὶ αὐτὸς οὕτως ὑπ' ἀμαθίας οἴεται. ᾿Αλλ' ἡμεῖς κατὰ τοῦ πρώτου τῶν αὐτοῦ ἐπιχειρημάτων ἐνι- 13 στάμενοι, ὅπου ταυτά πλατύτερον λέγει, ἱκανῶς ταῦτά τε κἀκεῖνα διελυσάμεθα, κἀκεῖ τὸν ἀκροατήν παραπέμπομεν. Οὐ γὰρ ἐπαινετὸν πρὸς ἄκαιριν ἐσμὸν λόγων καὶ αὐτοὺς μῆκος ἀντιπαρατείνειν μάταιον λόγων. Τοῦτο δὲ ὑπομνήσομεν τοὺς φιλομαθεῖς μόνον, ὡς πᾶν ποιοῦν ποιεῖ μὲν ᾗ τόδε τι καὶ άτομον, ποιεῖ δ' όμως κατὰ τὴν ἑαυτοῦ φύσιν ἢ τέτ χνην· διὸ καὶ τὸν Πατέρα καὶ Υἱὸν προάγειν μὲν Η ὑποστάσεις τὸ Πνεῦμα τὸ ἅγιον, προάγειν δὲ κατὰ τὴν θείαν αὐτῶν φύσιν, κοινήν τε καὶ μίαν καὶ τὴν αὐτὴν τἀριθμῷ οὖσαν ἀμφοῖν καὶ ὑφεστηκυίαν ἐν αὐτοῖς· οὔτε δὲ τὴν φύσιν μόνον οὔτε τὰ πρόσο ωπα μόνον αἴτια τῆς τοῦ Πνεύματος είναι προς δου. Καὶ ἐπειδὴ ἐν αὐτοῖς ἡ φύσις οὐχ ὡς ἐν ἡμῖν τοῖς ἀνθρώποις ἄλλη καὶ ἄλλη ἐστὶ τἀριθμῷ, οὐδὲ μὴ ὑφεστηκυῖα ἐν αὐτοῖς, ἀλλὰ καὶ μία καὶ ἡ αὐτὴ καὶ τἀριθμῷ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ὑφεστηκυία, ὡς εἴρηται, διὰ τοῦτο καὶ μία ἄμφω εἰσιν ἀρχὴ ἐνέργεια μία δυοῖν, ᾗ εἰσιν ἕν. Οὕτως αὐτῷ τό τε ἑνὸς δεῖν εἶναι προσώπου ενέργειαν τὴν προβλητικὴν δύναμιν, Εἴ γε αὐτὴν προσωπικήν θείημεν, ή τε δυαρχία εἰς τὸ μηδὲν ἀπιοῦσα γέγονεν ἄφαντος· καὶ τὸ ἀντιστρέφειν τε καὶ ἐξισάζειν τὴν φύσιν τε καὶ τὸ αἴτιον ποιεῖ οὐδὲν πρὸς ὁ βούλεται, τοῦ Πνεύματος μὴ δυναμένου καὶ ἑαυτὸ προάγειν, κἂν καὶ φυσικὴ ἐνέρο γεια ᾗ τὸ προβάλλειν, καὶ τῆς αὐτῆς ἢ καὶ αὐτὸ φύσεως ὥσπερ οὖν καὶ ἔστι. ΕΦΕΣΟΥ ΚΕΦ. ΙΑ' (ΚΗ') (2). Ἡ μία τῷ ἀριθμῷ καὶ ἁπλῆ ἐνέργεια καὶ πρὸς ἐν ἐνέργημα τείνουσα καὶ πρὸς ἐν ἀριθμῷ τὸ ἐνα εργοῦν ἀναφέρεται. Εστω τὸ ἐνεργοῦν ἐφ' οὗ Α, τὸ Τοῦτο καὶ ὁ ᾿Αριστοτέλης ἐν τῷ πέμπτῳ τῆς
col. 211–212page 101 of 116
PG 161:211Α πρὸς ὁ ἡ ἐνέργεια ἐφ' ου Γ', μεταξὺ δὲ αὐτῶν ἐνέρ γεια μία τῷ ἀριθμῷ ἡ ΑΓ· λέγω ὅτι καὶ τὸ ἐνεργοῦν Α ἓν ἐστιν ἀριθμῷ. Μὴ γὰρ ἀλλ' ἔστω δύο τὰ ΑΒ, τὸ δὲ Β ἤτοι μέρος ἐστὶν αὐτοῦ τοῦ Α ἢ χωρὶς αὐτοῦ κείμενον. Εἰ μὲν οὖν μέρος ἐστὶν αὐτοῦ, οὐκ ἄλλο παρ' αὐτή ἐστιν, ἀλλ᾽ ἐν μετ' αὐτοῦ, καὶ οὕτω πάλιν ἔσται τὸ ὅλον ἓν ἀριθμῷ. Εἰ δὲ χωρὶς αὐτοῦ κεῖται, κείσθω κάτ τωθεν πρῶτον· ἡ δὲ ἀπὸ τοῦ Α πρὸς τὸ Γ ἐνέργεια ἤτοι ὁμαλὴ καὶ συνεχής ἐστιν ἢ ἀνώμαλος. Εἰ μὲν οὖν ὁμαλὴ καὶ συνεχής ἐστι μία τῷ ἀριθμῷ οὖσα, δῆλον ὅτι οὐδὲν αὐτῇ συμβαλεῖται τὸ Β μεταξύ κείμενον, ἀλλ᾽ ἤτοι οὐκ ἐνεργήσει ἢ οὐ πρὸς τὸ Γ, καθάπερ τὸ Α. Εἰ δ᾽ ἀνώμαλός ἐστι, δῆλον, ὅτι ἐπίστασίν τινα δέξεται κατὰ τὸ Β, καὶ σφοδρωτέρα εαυτῆς ἔσται καθάπερ τις ποταμὸς προσλαμβάνων ἔτερον ῥεῦμα. Τοῦτο δ' οὐκ ἔστι μιᾶς ἐνεργείας καὶ συνεχούς ἴδιον· διακοπὴ γάρ τις μεταξύ γενήσεται καὶ συμβολὴ τῆς ἀπὸ τοῦ Β ἐνεργείας, καὶ οὕτω δι πλῆ ἡ ἐνέργεια ἔσται, καὶ οὐχ ἁπλῆ, οὐδὲ μία. Τὰ δ᾽ αὐτὰ καὶ εἰ (1) ἄνω τοῦ Α τὸ Β κεῖται, συμβήσεται. ᾿Αλλὰ δὴ κείσθω ἐκ πλαγίου τοῦ Α δῆλον δὴ ἐνταῦθα πολλῷ μᾶλλον, ὅτι δύο εἰσὶν αἱ ἐνέργειαι, μία μὲν ἡ ἀπὸ τοῦ Α πρὸς τὸ Γ, ἑτέρα δὲ ἡ ἀπὸ τοῦ Β πρὸς τὸ αὐτὸ Γ. 'Αδύνατον ἄρα μίαν τῷ ἀριθμῷ ἐνέργειαν πρὸς δύο τὰ ἐνεργοῦντα τὴν ἀναφορὰν ἔχειν, καθάπερ ἀδύνατον μιᾶς γραμμής ἐκ θατέρου μέρους δύο τὰ πέρατα εἶναι. Μία δρα τῷ ἀριθμῷ ἐνέργεια πρὸς ἐν ἀριθμῷ τὸ ἐνεργοῦν ἀναφέρεται. Εστω τὸ ἐνεργοῦν Α, Πατήρ τε καὶ προβολεὺς, τὸ πρὸς ὅ ἡ ἐνέργεια Γ, ἡ τοῦ ἁγίου • Πνεύματος ὕπαρξις· μεταξὺ δὲ αὐτῶν ἡ προβλητικὴ τοῦ Πνεύματος μία καὶ ἁπλῆς καὶ ἀΐδιος ένα έργεια· τὸ Β δὲ ὁ Υἱός. Πρὸς μόνον ἄρα τὸν Πατέρα - καὶ οὐ πρὸς τὸν Υἱὸν ἀναφέρεται ἡ προβλητική τοῦ Πνεύματος μία προσωπική ενέργεια (2). Επεισί μοι καὶ σφόδρα γελᾷν, ὅταν σὲ καὶ γραμμικαῖς ἀποδείξεσιν ὁρῶ περὶ τῶν ὑπὲρ νοῦν οἱονεί συλλογιζόμενον, καὶ τὰ ὑπὲρ πάντα λόγον γεωμετ τρικαῖς ἀνάγκαις περιλαμβάνειν πειρώμενον, καὶ ὅταν μὲν μηδενὸς εὐπορῇς λόγου, τῆς Ἐκκλησίας τους συλλογισμοὺς ὡς δὴ οὐ θεμιτόν ἐν αὐτοῖς χρι σθαι λαμπρῶς ἐξορίζοντα· ὅταν δὲ μικρᾶς τινος ἐπιλαμβάνῃ ἀφορμῆς, μεγάλα φρονοῦντα ἐπὶ τῷ ' Πνεῦμα ἅγιον Πατήρ Υιός ΤΟΥ ΝΙΚΑΙΑΣ.
col. 213–214page 102 of 116
PG 161:213συλλογίζεσθαι. Ινα δὲ εἰδῇς, ὡς οὔτε ἡ ἐκ πλαγίου σοι οὔτε ἡ ἄνω οὔτε ἡ κάτω τοῦ δευτέρου ποιοῦντος θέσις οὐδὲν πρὸς τὸν προκείμενον λόγον, ἀλλὰ πάντα μάταιά τε καὶ σωματικά ἐστι καὶ διανοίας μηδαμή τὴν αἴσθησιν ὑπερβαινούσης φαντάσματα, φαμέν, εἰ καὶ πολλάκις εἰρήκαμεν, ὡς μία καὶ ἡ αὐτὴ ἐν Πατρὶ καὶ Υἱῷ τοῦ προβάλλειν ἐστὶν ἐνέργεια, καὶ εἷς εἰσι προβολεὺς ἄμφω καὶ ἐν ἀριθμῷ ἐνεργοῦν, εἴ τις δηλαδὴ τὴν φύσιν αὐτὴν ὁρῴη, καθ᾽ ἣν ἄμφω ἐνεργοῦσι, τὴν αὐτὴν καὶ μίαν ἀριθμῷ καὶ ὑφεστηκυῖαν ἐν ἀμφοῖν οὖσαν. Τὰ γὰρ καὶ δύο πρόσωπα εἶναι, καὶ δύο τους προβάλλοντας ᾖ ὑποστάσεις, οὐδὲν τῷ λόγῳ λυμαίνεται· οὔτε δυαρχία διὰ τοῦτο εἰσάγεται, οὔτε ἐνέργειαι δύο, ἕως ἂν ἡ φύσις, καθ' ὴν ἄμφω προβάλλουσι, μία καὶ ἡ αὐτὴ ἀριθμῷ καὶ ὑφεστηκυία ᾗ ἐν ἀμφοῖν, ὡς εἴρηται. Οὐ μέντοι διὰ τοῦτο καὶ τὸ Πνεῦμα ἢ ἑαυτὸ προβάλλειν ἀνάγκη διὰ τὸ κατὰ τὴν κοινὴν προβάλλεσθαι φύσιν, ή άλ λης φύσεως εἶναι μὴ ἑαυτὸ προβάλλον (1), τὸ μὲν διὰ τὸ μὴ δύνασθαι καὶ προβάλλειν καὶ προβάλλεσθαι, τὸ δὲ ὅτι οὐδὲ τὸν Υἱὸν ἄλλης φύσεως εἶναι φήσεις εἶναι ἢ ὁ Πατὴρ, καίτοι γε κατὰ τὴν κοινὴν μὲν φύσιν γεννώμενον, οὐ μέντοι γε ἑαυτὸν γεννώντα. Η τε οὖν τοῦ προβάλλειν Πατρός τε καὶ Υἱοῦ ἐνέργεια μία καὶ ἡ αὐτὴ τἀριθμῷ, καὶ οὐχ ἥττων μὲν ἐκ Πατρὸς μόνου, μείζων δὲ ἡ ἐκ Πατρὸς καὶ Υἱοῦ, οὔτε μέρος ἡ ἐξ Υἱοῦ τῆς ἐκ τοῦ Πατρὸς, ἢ τὸ ἀνάπαλιν, οὔτε ἀνώμαλος πρότερόν τε καὶ ὕστερον, ἀλλ' ὁμαλὴ καὶ συνεχὴς, ἐπεὶ μηδὲ πρότερόν τι καὶ ὕστερόν ἐστιν ἐν αὐτῇ, οὐδ᾽ ἐπίστασιν @ καὶ ἄνεσιν ἐπιδεχομένη· ὅ τε σὺς τῶν λόγων ἐσμὸς οὐδὲν οὐδ᾽ ἐνταῦθα περαίνει. Τὸ ἐκ Πατρὸς εἶναι κοινὸν Υἱῷ καὶ Πνεύματι Γρηγόριος ὁ Θεολόγος ἀπέδωκεν (3). Εἰ δὲ ὁ μὲν Υἱὸς ἀμέσως ἐκ τοῦ Πατρὸς καὶ μηδένα ἕτερον απ τιον, ἔχων, τὸ δὲ Πνεῦμα οὐκ ἀμέσως, ἀλλὰ συναίτιον ἑαυτοῦ τὸν Υἱὸν ἔχον, οὐκέτι κοινὸν αὐτοῖς Εσται τὸ ἐκ Πατρός, οὗ μὴ ἐπίσης μετέχουσιν. "Η τοίνυν τὸν Θεολίγον ἀνάγκη ψεύδεσθαι, ἢ εἰ μὴ τούτο, πάντη τε καὶ πάντως Λατίνοι ψεύδονται (4) τῷ Υἱῷ τὴν αἰτίαν διδόντες τοῦ Πνεύματος. ΤΟΥ ΣΟΦΟΥ ΝΙΚΑΙΑΣ. Πρῶτα μὲν τὸ ἀμέσως καὶ ἐμμέσως ἐνταῦθα οὐ ποιεί διαφορὰν οὐδεμίαν, ἢ ὅτι ὁ μὲν γεννητῶς, ὁ δ᾽ ἐκπορευτῶς ἐκ Πατρὸς πρόεισι· τοῦτο δὲ κατὰ σοῦ ἐστιν οὐδὲν ἧττον, εἴ γε καθ᾽ ἡμῶν ἰσχύει. Αλλος γὰρ ὁ τῆς γεννήσεως καὶ κατὰ σὲ τρόπος τοῦ τρόπου τῆς ἐκπορεύσεω;, καὶ οὕτως ἄλλος, ὡς καὶ ἱκα τὸς εἶναι διακρίνειν ἀλλήλων Υἱόν τε καὶ Πνεῦμα, ὡς καὶ αὐτὸς οἴει καί τινες τῶν Λατίνων τίθενται. Εἰ οὖν διὰ τὸ ἀμέσως καὶ ἐμμέσως οὐκέτι αὐτοῖς
col. 215–216page 103 of 116
PG 161:215κοινήν ἔσται τὸ ἐκ Πατρὸς εἶναι (οὐ γὰρ ἐπίσης, φως, αὐτοῦ μετέχουσιν)· εἰ μὲν ταυτὸν εἰσὶ ταῦτα τῷ γεννητῶς καὶ ἐκπορευτῶς, καὶ σοὶ μεθ᾿ ἡμῶν οὐδὲν ἧττον σκεπτέον, ὅπως σου τοῦτον λύσῃς τὸν λόγον (καὶ κατὰ σαυτοῦ γὰρ αὐτὸν ἐξέθου)· εἰ δὲ τὸ γεννητῶς καὶ ἐκπορευτῶς μείζονα τινα πρὸς ἄλληλα διαφορὰν ἢ τὸ ἀμέσως καὶ ἐμμέσως· ἔχει, καὶ μᾶλλον σοι σκεπτέον, ὅπως σοῦ τοὺς λαβυρίνθους τῶν λόγων τούτων ἐκφεύξῃ. Έπειτα μὴ κατὰ Λατίνων, ἀλλὰ κατὰ τοῦ ἱεροῦ Γρηγορίου τοῦ Νύσ σης πρῶτον τοῦτο τὸ ἄτοπον συναγε· ὑμῖν γὰρ καὶ τοιαῦτα κατὰ τῶν Πατέρων ἔξεστι τολμᾷν. Ἐκεῖνος γὰρ ἐστὶν ὁ τὸν μὲν Υἱὸν προσεχῶς ἐκ τοῦ πρώ του τὸ δὲ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώ του, θεολογήσας. "Αλλως τε μηδὲ τοῦτή σε λανθανέτω, ὡς εἰ καὶ ἐμμέσως εἰσὶν οἱ τῶν διδασκάλων τὸ Πνεῦμα ἐκ Πατρὸς ἐκπορεύεσθαι λέγουσιν, οὐκ ἂν οὐδὲ τὸ καὶ ἀμέσως ἐξ αὐτοῦ εἶναι ἀρνήσαιντο ἐκεῖνο μὲν, πρὸς τὴν ἐν τῇ θείᾳ Τριάδι τάξιν ἀπο βλέποντες, καθ᾽ ἣν ὁ μὲν Υἱός ἐστι μέσος, καὶ τρί τον ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα καὶ δι' Υἱοῦ πρόεισιν ἐκ Πατρός· τοῦτο δὲ διὰ τὴν μοναδικήν τε καὶ Ενιαίων ἐξ ἀμφοῖν αὐτοῦ πρόοδον, καὶ διὰ τὸ τὸν Πατέρα πηγήν τε καὶ αἰτίαν τῆς θεότητος εἶναι, ὡς αὐτοῦ μὴ ὄντος, μηδὲ τὸν Υἱἐν μήτε του ἂν αἴτιον ὄντα μήθ' ὅλως ὄντα. Ὥστε καὶ ὁ θεολόγος Γρηγόριος ἄριστα θεολογεί, κοινὸν Υἱῷ καὶ Πνεύ ματι τὸ ἐκ Πατρὸς εἶναι τιθέμενος· καὶ ὁ ὁμώνυμο; αὐτῷ τῆς Νυσσέων φωστήρ σύμφωνα αὐτῷ φθέγγεται· καὶ Λατῖνοι σφόδρα ἀληθεύουσι τοῖς τε διδασκάλοις καὶ τοῖς ἀπὸ τῶν λόγων συμβαίνουσι μάλα εὐμαθῶς τε καὶ εὐσεβῶς ἅμα ἐπόμενοι. του τινος). Εκκλησίας. Γ. τις. (α) ΕΦΕΣΟΥ ΚΕΦ. ΙΓ (Α') Τρόπον ὑπάρξεως καὶ ἰδιότητα τοῦ ἁγίου Πνεύ ματος οἱ θεολόγοι φασὶν οὐ τὸ ἐκπορεύεσθαι ἁπλῶς, ἀλλὰ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Εἰ δὴ τοῦτο τρόπος αὐτῷ ὑπάρξεως καὶ ἰδιότης ἐστὶ, τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἢ μάτην αὐτῷ πρόσεστιν ἢ προστίθησί τι τῇ ὑπάρξει, καὶ διπλῆν ποιεῖ τὴν αὐτοῦ ιδιότητα· καὶ ἔστιν, εἰ τὸ ἴδιον ἀντιστρέφειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν ἴδιον, καὶ οὔτε πλεο νάζειν οὔτε ἐλλείπειν καὶ αὐτὸ διπλοῦν. Ἐκ τοῦ Πατρὸς ἄρα μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπο ρεύεται. ΤΟΥ ΣΟΦΟΥ ΝΙΚΑΙΑΣ. Τὸ ἐκ Πατρὸς ἐκπορεύεσθαι οὐκ ἄλλο τοῦ ἐκ Πατρὸς καὶ Υἱοῦ ἢ ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι, οὔτ' ἔστιν οὔτε φασὶν οἱ Λατίνοι. Καὶ οἱ λόγος ιδιότητα
col. 217–218page 104 of 116
PG 161:217πολλάκις προείρηνται. Εν γὰρ τῷ ἐκ Πατρὸς ἐκπορεύεσθαι καὶ τὸ ἐξ Υἱοῦ ἢ δι' Υἱοῦ περιέχεται, εἴπερ μὴ ᾖ Πατρὸς ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ ᾖ προβολέως ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· εἷς δὲ προβολεὺς ὁ Πατὴρ μεθ' Υἱοῦ, καὶ διὰ τοῦτο καὶ μία ἡ ἐξ ἀμφοῖν πρόοδος. Ωστ᾽ οὔτε μάτην αὐτῷ πρόσεστιν τὸ ἐξ Υἱοῦ, οὔτε τι τῇ ὑπάρξει προστίθησιν, οὔτε διπλόην εἰσάγει, ὡς αὐτὸς οἴει, ἀλλ' ἀνώτερός τε πάσης συκοφαντίας ὁ λόγος, καὶ τἆλης θὲς ἑαυτοῦ πανταχοῦ σύμφωνον, καὶ τὸ ἴδιον πρὸς τὸ οὗ ἴδιον ἀντιστρέφον κἀνταῦθα (τὸ γὰρ πρόβλημα πρὸς τὸν προβολέα, καὶ ὁ προβολεὺς πρὸς τὸ πρόσ βλημα ἀναφέρεται), τὸν Λατινικὸν ἄριστα συνιστ λόγον. Όταν μίαν ἀρχὴν τῶν κτισμάτων λέγωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, δήλον, ὅτι τὴν θείαν φύσιν πρὸς τὰς λοιπὰς συγκρίνοντες τοῦτο λέγομεν, ἥτις ἐστὶ μία πολλῶν ἐκείνων καὶ διαφόρων οὐσῶν. Κατὰ τὸν αὐτὴν δὴ τρόπον καὶ ὅταν μίαν ἀρχὴν θεότητος λέγωμεν, ἐν πρόσωπον δῆλον, ὅτι πρὸς τὰ λοιπὰ συγκρίνοντες τοῦτο φαμέν. Καὶ ὥσπερ οὐδὲν τῶν κτισμάτων εἰς τὴν μίαν ἀρχὴν κατὰ τὴν δημιουργίαν παραλαμβάνεται, οὕτως ούτ δέτερον τον δυοῖν προσώποιν εἰς τὴν μίαν ἀρχὴν κατὰ τὴν θεότητα παραληπτέον ἐστί. Τὸ γὰρ ἐν τῶν πλειόνων ἀρχὴν εἶναι μᾶλλον εἰκὸς, ἢ τὰ πλείονα τοῦ ἑνός. Μόνο; ἄρα (2) ὁ Πατήρ ἀρχὴ μία τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μόνη ἡ Τριὰς ἀρχὴ μία πάσης τῆς κτίσεως. Τοῦτο δὲ καὶ ὁ θεῖος Δια νύσιος διαρρήδην φησί. Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ (3). Τίνας μὲν ἐνταῦθα λαμβάνεις προτάσεις, δι᾿ ὧν ἄν σοι τὸ προκείμενον συναχθείη, ἐγὼ μὲν οὐκ οἶδα· θαῦμα δὲ, εἰ αὐτὸς συνίης, ὧν λέγεις· ὅτι δὲ ἀδιανόητα της, καν αὐτὸς βέλτιον σκεψάμενος φαίης. Δέον γάρ σε εἰπεῖν· Διὰ τοῦτο την Τριάδα μίαν ἀρχὴν τῆς κτίσεως εἶναι φαμὲν, διότι μία αὐτῶν καὶ ἡ αὐτὴ ἀριθμῷ θέλησις, καθ᾽ ἣν τὴν κτίσιν προάγουσι. Σὺ δ' οὐκ οἶδ' ὅ τι συνείρεις καὶ ἥντινα πρὸς τὴν κτίσιν παραβολὴν τῆς Τριάδος ποιῇ. 'Αλλ' D ἡμεῖς σοι φαμέν, ἄνθρωπε, ὡς ἂν τρόπον διὰ τὴν ὁμοβουλίαν καὶ τὸ ταυτὸν τῆς θελήσεως μία ἀρχὴ κτίσεως ἡ Τριάς, καίτοι τρία πρόσωπα ὄντες, οὔ τω; καὶ διὰ τὴν τῆς προβλητικῆς δυνάμεως ἐν Πατρὶ καὶ Υἱῷ ταυτότητα ἢ μᾶλλον ἑνότητα μία τοῦ Πνεύματος ἀρχὴ, καὶ ἡ αὐτὴ τἀριθμῷ ὁ Πατήρ ἐστ: καὶ Υἱός. Οταν δὲ καὶ ἀκολουθίαν εἰσάγεις πλὴν σου οὐδενί τῳ δόξουσαν ἄλλῳ ; Τὸ μὲν γὰρ μηδὲν τῶν κτισμάτων ἑαυτοῦ ἀρχὴν εἶναι μετὰ τῆς Τριάδος ὁμοῦ, ἀναγκαῖον (πῶς γὰρ ἂν εἴη κτίστης τὸ κτίσ σμα), ὅτι δὲ διὰ τοῦτο οὐδὲ τοῖν θείοιν προσώπο οὐδέτερον μία θατέρου ἀρχὴ μετὰ θατέρου ἐστὶν,
col. 219–220page 105 of 116
PG 161:219Α πόθεν ἔπεται ἡ τίσιν ἀνάγκαις τοῦτο συνάγεται ; Ισθι οὖν, ὡς καὶ ἡμεῖς ἐν ἑνὸς ἢ καὶ τῶν πλειόνων φαμὲν αἴτιον, καὶ τὸν Πατέρα μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος οὐκ ἀρνούμεθα, μόνην αὐτὸν πηγὴν οὐκ ἐκ πηγῆς, καὶ ἀρχὴν οὐκ ἐξ ἀρχῆς εἶναι εἰδότες τε καὶ πιστεύοντες, καὶ οἷς ἄλλοις ἀλλαχοῦ πλατύτερόν τε καὶ σαφέστερον εἰρήκαμεν λόγοι;, καὶ πρὸ ἡμῶν οἱ φθάσαντες ἡμᾶς μακάριοι καὶ σου φώτατοι άνδρες. • ὅτι καὶ τὸ Γ διαφέρον ἔσται τοῦ Β. Εἰ γὰρ τὸ αὐτὸ εἶναι δύο καὶ πρὸς ἀλλήλας διάφοροι· καὶ τὸ Γ' ἄρα διαφέρον ἔσται τοῦ Β. Εστω τὸ μὲν ἡ ὁ Πατήρ, ὁ ἀϊδίως καὶ φυσικῶς ἐνεργῶν· τὴ Β δὲ ὁ Υἱὸς, τὸ δὲ ἀλλήλας ἡ πρὸς τὸ Β μὲν ἡ τοῦ Υἱοῦ γέννησις, ή δὲ πρὸς τὸ Γ ἡ τοῦ θείου Πνεύματος ἐκπόρευσις. Διαφέρον ἄρα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ διαφέρουσι· καὶ οὐκ ἂν ἡμῖν ἔτι δέοι διακρίσεως ἑτέρας τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, αὐτῶν τῶν διπ Τοῦτο μὲν πρόβλημά ἐστι κείμενον ἐν μέσῳ, πότερον ὁ Υἱὸς τοῦ Πνεύματος τῇ ἐκ Πατρὸς διαφόρῳ προόδῳ διακρίνοιτο, ἢ τῷ θάτερον ἐκ θατέρου εἶναι. Καὶ τοῖς μὲν τοῦτο, τοῖς δ᾽ ἐκεῖνο δοκεῖ, καὶ αὐτῶν τῶν Λατίνων. Καὶ γὰρ εἰσιν οἱ καὶ τῶν Λατινικών διδασκάλων τῇ ἐκ Πατρὸς διαφόρῳ προόδῳ Υιόν τε καὶ Πνεῦμα ἱκανῶς ἀλλήλων διαφέρεσθαι οίονται, οὐ μέντοι διὰ τοῦτο καὶ μὴ εἶναι ἐξ Υἱοῦ τὸ Πνεῦμα τίθενται· ἀλλ᾽ ἐν μὲν τῷ συμπεράσματι πάντες ὁμοφωνοῦσι καὶ πάντες συμφώνως ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι διατείνονται, περὶ τὰ (α) 33. ΠΑΤΗΡ γέννησις ἐκπόρευσις
col. 221–222page 106 of 116
PG 161:221μέσα δὲ καὶ τὰς τοῦτο δεικνυούσας προτάσεις εἰσὶν οι καὶ διαφέρονται. Τοῦτο δὲ καὶ ἐν παντὶ ζητή ματι γίνεται. Ἐπὶ οιουδήποτε γὰρ συμπεράσματος γνωρίμου τε καὶ ὁμολογουμένου πᾶσι πολλαὶ τοῖς σοφεῖς ἀμφισβητήσεις περὶ τὰς τούτου ἀποδείξεις γίνονται, τῶν μὲν δι᾽ ἄλλων, τῶν δὲ δι' ἄλλων μέσων τὸ αὐτὸ δεικνυόντων· ὅθεν εἴ τις ἀναιρεῖν ἱκανῶς βούλοιτο τὸ προκείμενον, οὔτε τὰς ἰδίας ἀποδείξεις ἐχθεῖναι μόνον ἀρκεῖ, εἰ μὴ καὶ τὰς τοῦ ἄλλως λέγοντος ἀνέλοι, οὔτε τοῦτο ποιῆσαι καταλείποντα θάτερον· ἀλλ᾽ ἅμα καὶ τοὺς ἐναντίους λῦσαι λόγους καὶ τοὺς ἰδίους ἀνάγκη προαγαγεῖν. Καὶ σὺ τοίνυν, ὅτε σοὶ (1) καὶ τοῦτο δοθείη ἀληθὲς εἶναι, τὸ τῇ διαφόρῳ προόδῳ ἱκανῶς ἀλλήλων τὸν Υἱὸν καὶ τὸ Πνεῦμα διακρίνεσθαι, οὐδὲν πλέον ἔχεις λαβὼν, ἕως ἂν τὸ συμπέρασμα καὶ δι᾿ ἄλλων πολλών δεικνύοιτο, καὶ οὕτω δεικνύοιτο, ὡς μηδέν σε ἀντειπεῖν ἔχειν. Κανταῦθα δὲ ὅμως ἐξ ἡμισείας & βούλει ποιεῖς, τὰ σαυτοῦ μὲν ἐκτιθέμενος, τοὺς δὲ δεικνύντας λό γους, μὴ δύνασθαι ἀλλήλων διακρίνεσθαι, εἰ μὴ θάτερον ἐκ θατέρου εἴη, διὰ τὸ μὴ δύνασθαι πάντως οὐ διαλυόμενος· ὥστε σοὶ τὸν λόγον ἀμφίβολον κατα λείπεσθαι. Τί γὰρ ἂν καὶ φαίης πρὸς τοὺς λέγοντας, τὰ μὲν διακρινόμενα ἀλλήλων ἢ τῇ ἀρχῇ ἢ τοῖς ὅροις διακρίνεσθαι, τὸν δὲ Υἱὸν καὶ τὸ Πνεῦμα τοῖς μὲν ὅροις οὐκ ἂν διακρίνεσθαι ἀλλήλων, εἴπερ τὰ τοῖς ὅροις διακρινόμενα ἢ τῇ ύλη διακρίνεσθαι δεῖν, ἢ τῆς ἀτομότητός ἐστιν αἰτία (ἐκεῖ δὲ οὐδεμία ἐστὶν ὕλη), ἢ τῷ εἴδει (ἐκεῖ δὲ ταυτὸ εἶδος τὴν θείαν οὐσίαν ἐν ἀμφοῖν εἶναι)· ὥστε λείπεσθαι τῇ ἀρχῇ αὐτοὺς διακρίνεσθαι· κἀντεῦθεν εἰ ἄμφω ἐκ Πατρὸς εἶεν (2) μόνου, οὐκ ἂν ἀλλήλων διακρίνεσθαι· λείπεσθαι τοίνυν τὸν μὲν Υἱὸν ἐκ Πατρὸς, τὸ δὲ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ εἶναι ; Εἴ τις οὖν ταῦτα φαίη, τί αὐτὸς ἀπολογήσῃ; οἶδα μὲν ὡς οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἐρεῖς. Λατίνοι δὲ ἄνδρες σοφοί τε καὶ διαλεκτικοὶ πρὸς τὰς Λατίνων ταύτας επιχειρήσεις σοφῶν τε καὶ διαλεκτικῶν καὶ αὐτοῦ πολλὰ μὲν καὶ καλὰ ἐροῦσί τε καὶ εἰρήκασιν, οὐ μέντοι γε παρά τοῦτο τῷ συμπεράσματι μάχονται, ἀλλὰ πολλαῖς τε καὶ γενναίαις άλλαις ἀποδείξεσι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ εἶναι καὶ μάλα ισχυρίζονται. Σὺ δὲ ἴσθι, ὡς καὶ τὴν διάφορον ταύτην σοι τῶν φώ τοῖν ἐκ Πατρὸς πρόοδον εἰς ταυτὸ τοῖς ἑαυτῶν λόγοις εἰσὶν οἱ τῶν Λατίνων ἀπάξουσι καὶ ταυτό δη- D λοῦν ἀποδείξουσι τῷ τὸν μὲν Υἱὸν ἐκ Πατρὸς, τὸ δὲ Πνεῦμα ἐξ ἀμφοῖν προϊέναι. Τὸ γὰρ τὸν μὲν Υἱὸν γεννητῶς, ἐκπορευτῶς δὲ τὸ Πνεῦμα ἐκ Πατρός προϊέναι, οὐδὲν ἄλλο είναι πολλοῖς τε καὶ καλοῖς λόγοις πείσουσιν,ἢ τὸν μὲν ἀμέσως ἐκ Πατρὸς προϊέκαι τῷ τῆς γεννήσεως τρόπῳ, τὸ δὲ Πνεῦμα διὰ τοῦ ἐκ Πατρὸς γεννηθέντος ἀφράστως ἐκπορευόμενον, καὶ τὴν ἐκπόρευσιν διὰ τῆς γεννήσεως, ὡς καὶ οἱ ἡμέτεροι θεολόγοι φασίν, προϊέναι. Πρὸς οὓς αὐτὸςοὐκ ἂν οὐδ᾽ ἀντιβλέψαι δυνησόμενος μάτην ἐνταῦθα πονεῖς ταῖς γραμμικαῖς σου μέγα φρονῶν ἀποδείξεσι, καὶ ταύτῃ τοὺς ἀμαθεῖς ἐκπλήττων. Τί δ' ἂν
col. 223–224page 107 of 116
PG 161:223μίαν συστέλλειεν, καὶ τὸν Πατέρα τοῦ Υἱοῦ θέμενος αἰτίαν, εἶτ᾽ ἐξ ἀμφοῖν εἴποι προϊέναι τὸ Πνεῦμα; Δῆλον ὡς οἱμώξεις παρὰ μίαν γραμμὴν ἀπολωλεκὼς τὸ καὶ γεωμέτρης τοῖς ἀμαθέσι δοκεῖν. Καί τοι τοῦτο καὶ τοῖς διδασκάλοις μᾶλλον ὁμόλογον. Μονὰς γὰρ, φησὶν ὁ Θεολόγος Γρηγόριος, ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι Τριάδος ἔστη ὡς δῆλον εἶναι, ὡς ἐπὶ μιᾶς γραμμῆς αὐτὸν τὴν κίνη σιν ταύτην τεθεωρηκέναι. Φήσει; ἴσως, ὡς ἀνώμαλος ἡ ἐνέργεια ἔσται, καὶ μείζων ἡ ἐκ Πατρὸς καὶ Υἱοῦ πρὸς τὸ Πνεῦμα τῆς ἐκ Πατρὸς πρὸς Υἱόν, ή ἐξ ἀμφοῖν πρὸς τὸ Πνεῦμα τῆς ἐκ θατέρου πρὸς τὸ αὐτὸ Πνεῦμα, ὥσπερ τινές βοὴ ποταμοῦ καὶ ἄλλο ῥεῦμα ἐν τῷ μέσῳ προσλαβομένου· καὶ γὰρ ἄλλοτε τοῦτ' ἔφης. Αλλά σοι μὲν ταῦτα λέγειν ἁρμόζει ο δὲν ὑψηλότερον νοεῖν δυναμένῳ, τοῖς δὲ σωματικοῖς ἐναπομένοντι μόνον· ἡμεῖς δ' ἃ πρὸς ἐκεῖνα εἰρή και μεν, καὶ πρὸς ταῦτα ἀντιθήσομεν, καὶ τὴν ἐκ Πα τρὸς Υἱοῦ γέννησιν οὔτε μείζω οὔτε ἐλάττω τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ Πνεύματος προόδου φήσομεν, ἀλλ᾽ ἄμφω τελείας, τήν τ᾽ ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ Πνεύματος εκπόρευσιν τὴν αὐτὴν καὶ μίαν τῇ ἐκ Πατρὸς ἢ Υἱοῦ ἐκπορεύσει τοῦ αὐτοῦ Πνεύματος. Καὶ οἱ λόγοι πολλάκις εἰρημένοι μάτην ἂν ἐν ταῦθα λέγοιντο. καὶ φαίης, εἴ τίς σοι τὰς δύο ταύτας γραμμὰς εἰς 86: οιμώξας. ή ΕΦΕΣΟΥ ΚΕΦ. 17' (ΚΓ') Ερωτῶσιν ἡμᾶς οἱ τὰ Λατίνων φρονοῦντες, εἰ μετὰ τῆς ἑαυτοῦ δυνάμεως καὶ σοφίας ὁ Πατήρ προ βάλλει τὸ Πνεῦμα τὸ ἅγιον, ἢ ἀσόφως καὶ ἀδυνά των, ἵν᾽ εἰ τὸ δεύτερον φεύγοντες τὸ πρῶτον· ἀποκρινούμεθα, πρὸς τὴν ἑαυτῶν ἡμᾶς ἀπαγάγωσε δόξαν, ὅτι εἰ σοφία καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υιός μετὰ τοῦ Υἱοῦ ἄρα προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον ὁ Πατήρ, καὶ οὐ μόνος αὐτός. Ὅτι μὲν οὖν μετὰ τοῦ Υἱοῦ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον & Πατήρ, είτουν μετὰ τοῦ λόγου καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως, οὐδ᾽ ἡμεῖς ἀρνησόμεθα· συμπρόεισι γὰρ τῷ λόγῳ τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τοὺς θείους Πατέρας καὶ συμπαρομαρτεῖ καὶ συναναφαίνει αὐτὸν, καὶ οὔτε Λόγος ἐστὶν ἄνευ Πνεύματος, οὔτε τὸ Πνεῦμα πρόεισιν ἄνευ τοῦ Λόγου. Πλὴν οὐχ οὔτ τως, ὥστε καὶ τὸν Υἱὸν αἴτιον τῆς τοῦ Πνεύματος ὑπάρξεως εἶναι, καθάπερ οὐδὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ αἴτιον· τὰ γὰρ ὁμοῦ κατὰ ταὐτὸν ἐκ τινος προϊόντα καί. Μου. 256. Θ. Πατ. τὸ Πνεῦμα τὸ ἅγιον.
col. 225–226page 108 of 116
PG 161:225καὶ ἀλλήλων αἴτια εἶναι ἀδύνατον· οὐ τοίνυν εἰ μετά τοῦ Υἱοῦ πρόεισι, καὶ ἐκ τοῦ Υἱοῦ προϊέναι ἀνάγκη τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ μή, τῶν κτισμά των οὐδὲν διοίσει τῶν διὰ λόγου Θεοῦ καὶ δυνάμεως καὶ σοφίας γεγενημένων. Πάντα γάρ, φησί, δι' αὐ τοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν δ γέγονεν "Ο ἄρα μὴ γέγονεν, οὐδὲ δι' αὐτοῦ τὸ εἶναι ἔχειν ἀνάγκη. Επειτα οὐχ οὕτω σοφία καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, ὡς Υἱὸς ἢ Λόγο; Υἱὸς μὲν γὰρ καὶ Λόγος οὕτως ἐστὶ τοῦ Πατρὸς, ὡς μὴ ὄντος αὐτοῦ Υἱοῦ μηδὲ Λόγου (πρὸς τὸν Πατέρα γὰρ ὁ Υἱὸς ἀναφέρεται καὶ πρὸς τὸν λέγοντα ὁ λό γος)· σοφία δὲ καὶ δύναμις οὕτως ἐστὶ τοῦ Πατρός, ὡς καὶ αὐτοῦ σοφίας καὶ δυνάμεως ὄντος, καὶ οὐ σοφοῦ καὶ δυνατοῦ μόνου· σοφία γάρ ἐστιν ἐκ σου φίας καὶ δύναμις ἐκ δυνάμεως, ὥσπερ Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτός· λέγεται δὲ τοῦ Πατρὸς σοφία καὶ δύναμις, ὡς ὅλην αὐτοῦ τὴν σοφίαν καὶ δύναμιν ἔχων, ὡς ἂν εἰκὼν ἀρχετύπου. ᾿Αλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ἧττον σοφία καὶ δύναμις καὶ τοῦτο οὐδεὶς ἀντερεῖ τῶν τὰς Γραφὰς εἰδότων καὶ ὅτι κοινὰ καὶ ουσιώδη τῶν θείων εἰσὶ προσώπων ταῦτα τὰ ὀνόματα, καὶ ὁ θεῖος δὲ Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος βιβλίῳ τούτοις συμμαρτυρεῖ· ΕΙ τοίνυν σοφία καὶ δύναμις ἐκ σοφίας καὶ δυνάμεως τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, περιτ τόν ἐστι καὶ μάταιον ἐρωτᾷν, εἰ μετὰ τῆς ἑαυτοῦ σοφίας καὶ δυνάμεως ὁ Πατήρ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μή τις αὐτὸ κτίσμα βούλοιτο κατασκευάζειν, καθάπερ εἴρηται· ῾Ο Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. 'Αλλ' οὔτε διὰ μέσης σοφίας καὶ δυνάμεως ὁ Πατὴρ ἦλθεν ἐπὶ τὴν τοῦ Πνεύματος ἐκπόρευσιν, ὥσπερ οὐδ᾽ ἐπὶ τὴν τοῦ Υἱοῦ γέννησιν, οὔτε διὰ μέ σης θεότητος όλως. Τῶν γὰρ κτισμάτων ἴδιον τὸ τοιοῦτον οἱ θεολόγοι φασίν. Αμέσως ἄρα καὶ ἐξ αὐτ τῆς τῆς οὐσίας τοῦ Πατρὸς ἐπίσης ἄμφω προϊασιν, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μετ' ἀλλήλων μὲν, οὐκ ἐξ ἀλλήλων δὲ, οὐδ᾽ ὅλως ἐκ θατέρου θάτερον. ΤΟΥ ΝΙΚΑΙΑΣ. Η σοφία ἐστὶ μὲν οὐσιῶδες καὶ κοινὸν ὄνομα τῇ Τριάδι· ἔστι δ' ὅμως καὶ τῶν ἰδίᾳ τῷ Υἱῷ ἀπο διδομένων. Τὸ δ' αὐτὸ καὶ ἡ δύναμις. Διὸ καὶ φα μὲν, ἐν σοφίᾳ τὰ πάντα τὸν Πατέρα δεδημιουργηκέ Υἱοῦ (α) η εἰ
col. 227–228page 109 of 116
PG 161:227Α ναι, ἢ διὰ τῆς σοφίας τὸν κόσμον προαγαγεῖν, τὸν Λόγον τε καὶ Υἱὸν διὰ τούτων τῶν ὀνομάτων νοοῦντες. Οὐδὲ ἔστιν ὅτε Θεοῦ σοφίαν ἀκούοντες ἄλλο τι εἰπὼν ὅλην αὐτὴν τὴν Τριάδα δηλώσειεν, Θεοῦ δὲ σοφίαν φθεγξάμενος τὸν Υἱὸν πάντως ἐσήμανεν· ὥσπερ καὶ Θεὸν μὲν ἀγάπην τὰ τρία φαμὲν πρόσο ωπα, Θεοῦ δὲ ἀγάπην τὸ Πνεῦμα τὸ ἅγιον· ὥστε όταν Λατίνοι φῶσι τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ εἶναι ὁμολογεῖν δεῖν, διὰ τὸ τὸν Πατέρα μετὰ τῆς ἑαυτοῦ σοφίας καὶ σὺν αὐτῇ ἅμα τὸ Πνεῦμα προγαγεῖν, οὐ σοφίαν τὴν κοινὴν ταύτην νοεῖν δεῖ, ἀλλὰ τὴν ἰδίαν τῷ Υἱῷ ἀποδιδομένην. Καὶ μάτην σου τὰ ἐν τῷ δευτέρω μέρει τούτου τοῦ ἐπιχειρήματος εἰρημένα ἀπέρριπται, οὐδὲν ὅλως ποιοῦντα πρὸς τὸ προκείμενον. "Α δὲ φῂς, ἐκπορεύεσθαι μὲν τὸ Πνεῦμα μετὰ τῆς σοφίας ήτοι τοῦ Υἱοῦ, οὐ μέντοι ἐξ αὐτοῦ, θέσιν τινὰ τιθέμενος λέγεις, οὐδεμίαν ἀνάγκην εἰσάγων. Τίς γὰρ ἀνάγκη, εἰ μὴ τὸ Πνεῦ μα τοῦ Υἱοῦ αἴτιον, μηδὲ τὸν Υἱὸν εἶναι τοῦ Πνεύ ματος ἀρχήν; "Οτι, φήσεις, τὰ ὁμοῦ καὶ κατὰ ταυτὸν ἔκ τινος προϊόντα καὶ ἀλλήλων αἴτια εἶναι ἀδύνατον. ᾿Αλλὰ τί μὲν σὺ διὰ τοῦ ἀλλήλων αίτια νοεῖ;, αὐτὸς ἂν εἰδείης· ἡμεῖς δὲ ἀλλήλων αἴτια εἶναι οὐ φαμέν. Οὐ γὰρ δυνατὸν ἑκάτερον ἑκατέρου αἴτιόν τε καὶ αἰτιατὸν εἶναι· τοῦτο γὰρ λόγος ὁ Ελλην διὰ τοῦ ἀλλήλων αἴτια δηλοῦν βούλεται - θάτερον δὲ θατέρου αἴτιον εἶναι, κἂν καὶ κατὰ ταυτὸν ἔκ τινος ἄλλου προάγοιντο, οὐδὲν κωλύει (1). "Η τε γὰρ ἀκτὶς τότε φῶς, ἅμα καὶ κατὰ ταυτὸν ἐξ ἡλίου ὄντα, ὅμως τὸ φῶς διὰ τῆς ἀκτῖνος καὶ τινὰ τρόπον ἐκ τῆς ἀκτῖνος ἐστι καὶ διὰ τῆς βροντῆς ἡ ἀστραπὴ, καίτοι βροντή τε καὶ ἀστραπὴ τὴν νε φῶν πυκνότητά τε καὶ ἅμα πρὸς ἀλλήλας σύντριψιν αἴτιον ἔχοντα. Δεῖ γὰρ τοῖς παχέσι τούτοις καὶ οπωσοῦν ὁμοίοις παραδείγμασι τὰ ὑπὲρ φύσιν διὰ τοὺς τὴν διάνοιαν παχυτέρους ὑπάγειν. Σὺ δὲ καὶ δὶς περὶ τὸ εὐαγγελικὸν ῥητὸν τό· Πάντα δι' αὐτ τοῦ ἐγένετο, ἁμαρτάνεις, μὴ συνιείς, τί ἐντεῦθεν συμπεραίνεις. Ἡμεῖς δ᾽ ἐν τῷ πρώτῳ σου ἐπιχειρήματι ἱκανῶς σε ἐλέγξαντες ἀπατώμενοι ἐκείνοις ἀρκούμεθα. Οτι δ' εἰ διὰ σοφίας, τοῦ Υἱοῦ δηλαδή, τὸ Πνεῦμα προάγοιτο, οὐδὲν ἂν διενέγκοι τῶν κτισμάτων, καὶ τὸ διὰ μέσης θεότητός τι προαχθῆναι τῶν κτισμάτων ἴδιον εἶναι, οὐκ οἶδα μὲν, εἰ καὶ μηδενὶ τῶν σοφῶν συνδοκεῖν· δηλοῖ δὲ καὶ ἡ πίστις Θεὸν μὲν τὸν Πατέρα πρεσβεύουσα, καὶ Θεὸν δὲ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογοῦσα, καὶ ὅμως αὐτοὺς οὐ μετὰ τῶν κτισμάτων (άπαγε τῆς βλα σφημία; !) τιθεμένη. Τί (3) γὰρ μᾶλλον τὸ Πνεῦμα κτίσμα, εἰ ἐξ Υἱοῦ, ἡ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, εἰ ἐκ Πατρός; Τὸ ἐξ οὐσίας καὶ μὴ οὐσίας Θεοῦ εἶναι ἴσμεν τοὺς διδασκάλους, κτίσματος καὶ μὴ κτίσματος αἴτιον τιθεμένους, οὐ τὸ ἐκ Πατρὸς μόνου ἢ ἐκ Πατρὸς καὶ Υἱοῦ εἶναι. Τὰ μὲν οὖν κτίσματα τὸ μὴ ἐκ τῆς θείας οὐσίας εἶναι, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς
col. 229–230page 110 of 116
PG 161:229τὸ εἶναι παρηγμένα, αὐτὸ τοῦτο κτίσματα είναι Δ ποιεῖ καὶ τῆς θείας ἀπαλλοτριοι φύσεως· Πνεῦμα δὲ τὸ ἅγιον ἐκ τῆς Πατρὸς καὶ Υἱοῦ οὐσίας δν, ὁμοούσιόν τε αὐτοῖς καὶ Θεός ἐστι, κἂν καὶ ἐκ Πα τρὸς καὶ Υἱοῦ εἴη. Καὶ οὐδὲν ὅλως τῇ ἀληθείᾳ οἱ σοὶ λόγοι μηδὲν ἰσχυρὸν ἔχοντες λυμανεῖσθαι δύναιντ' ἄν. ΕΦΕΣΟΥ ΚΕΦ. ΙΖ' (ΛΔ') (1). Εἴ τι ἐπὶ πλειόνων ἐνικῶς ἐν τοῖς θείοις προσο ώποις λέγεται, ἢ οὐσία πάντως ἢ οὐσιῶδές ἐστιν. Ὥσπερ γὰρ ἔν ἐστι πάντη, καθ᾽ ὁ τῶν λοιπῶν ἕκα στον τῶν προσώπων χωρίζεται, οὕτω καὶ ἔν ἐστι πάντη, καθ᾿ ὃ τὰ τρία ἑνίζονται. Τοῦτο δ' ἐστὶν ἡ μία τῷ ἀριθμῷ οὐσία ή τι τῶν οὐσιωδῶς αὐτῇ προσόντων, οἷον ή μία θέλησις ἢ ἡ μία δύναμις ἢ ἡ μία ενέργεια. Λέγομεν γὰρ Θεὸν ἐκ Θεοῦ τὸν Υἱόν, καὶ ἄμφω Θεὸν ἕνα φῶς ἐκ φωτός, καὶ ἄμφω ἐν φῶς, σοφίαν ἐκ σοφίας, καὶ ἄμφω μίαν σοφίαν, δύναμιν ἐκ δυνάμεως καὶ ἄμφω μίαν δύναμιν. Καὶ οὐδὲν ἄρα δύνανται ἂν εἶναι τὰ θεῖα πρόσωπα, εἰ μὴ καθὰ ἐστὶν ἐν αὐτοῖς ἕν. Τοῦτο δ' ἐστὶν οὐσιῶδες. Εἰ τοίνυν καὶ τὸ προβάλλειν ἕν ἐστιν ἐν Πατρὶ καὶ Υἱῷ, ἡ κοινωνήσει τούτου καὶ τὸ Πνεῦμα τὸ ἅγιον ουσιώδους γε ὄντος, καὶ ἔσται καὶ αὐτὸ προβάλλον ἕτερον δήπου πρόσωπον, η οὐσιώδους τινὸς ἀλλότριον δν, οὐκ ἄδηλον ὅτι καὶ τῆς οὐσίας ἀλλότριον ἔσται. Τούτων ὁπότερον ἂν βούλοιντο τοῖν βαράθροιν, ἐλέσθωσαν οἱ Λατίνοι, C καὶ ἄμφω δέ ἐκτρεπόμενοι τὴν ἑαυτῶν δόξαν ἀπο λιπέτωσαν πρότερον, ἥτις ἐξ ἀνάγκης ἐπὶ ταῦτα ΤΟΥ ΝΙΚΑΙΑΣ. Ως εὐδαίμονες οἱ σὲ αὐχοῦντες διδάσκαλον ! Όσοις αὐτοὺς ἐπιχειρήμασιν ἀσφαλίζῃ· ὅσοις λόγοις αὐτοὺς καταφράττεις! Δύναιντ᾽ ἂν καὶ μάλα γαυριώντες (2), φεῦ τῶν συλλογισμῶν τῆς ἀνάγ πης! φεῦ τῶν ἐπιχειρημάτων τοῦ πλήθους 1 φεύ τῆς πυκνότητος τῶν νοημάτων τοῦ σοφοῦ τούτου διδασκάλου ! βοᾷν. Οὕτω πολλὰ τὸ ἓν ποιεῖς καὶ γῶν, τὰ αὐτὰ λέγων πολλάκις, οἰόμενος άλλα. Δεί γὰρ, ὡς οἶμαι, ἀγνοίας σε μᾶλλον ἢ μοχθηρίας ἐγκαλεῖν ταληθή λέγειν βουλομένους. Αλλ' ἡμεῖς πρὸς ταῦτα ἀρκούντως ἔν τε τῷ πρώτῳ, ἔν τε τῷ δεκάτῳ καὶ ἑνδεκάτῳ σου τῶν ἐπιχειρημάτων είν πόντες (ταυτὰ γὰρ ἐν ἐκείνοις εἰπὼν ἔφθασας), ἐκεῖ τοὺς ἀκροατάς παραπέμπομεν, οὓς πειθομένους ἡμῖν τε καὶ τῇ ἀληθείᾳ ἀμφοῖν σοι τούτοιν ἀπαλλάττομεν τοῖν βαράθροιν, σὲ κάτω κείμενο» ἐλεεινῶς ἐκεῖ καταλείποντες, μὴ δύναμενον ἐκεῖθεν πρὸς τὸ τῆς ἀληθείας φῶς διῖδεῖν (4), ἴσως δὲ καὶ η
col. 231–232page 111 of 116
PG 161:231μὴ βουλόμενον· ὡς εἴ γε ἠβουλήθης τῶν ἀληθεστέ (α) οὐ τὰ αὐτὰ Π ρων ἀκροάσασθαι λόγων, κἂν καὶ ἀντιβλέψας καὶ τοῦ βαράθρου καὶ αὐτὸς ἂν ἀπηλλάγης. ἀναγκάζεις γάρ με νῦν σε μοχθηρίας αιτιάσθαι μικρῷ πρόσθεν ἀγνοίας εγκεκληκότα. ΕΦΕΣΟΥ ΚΕΦ. ΙΗ' (ΛΕ) Εἰ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς καὶ τὸ Πνεῦ μα, ἐκ δὲ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα μόνον κατὰ τοὺς Λατίνους, οὐκ ἄρα τῶν αὐτῶν αἰτία ἡ οὐσία τοῦ Πατρὸς καὶ ἡ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· τὰ δὲ μὴ τῶν αὐτῶν αἰτία οὐδὲ τὰ αὐτὰ πάντω;· ἄλλο ἄρα ἡ οὐσία τοῦ Πατρὸς, καὶ ἄλλο ἡ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἐξ ἀνάγκη; δὲ καὶ ἡ τοῦ Πνεύματος ἄλλο. Πολλαὶ ἄρα οὐσίαι ἐν τῇ θείᾳ Τριάδι τοῦτο δὲ βλάσφημον καὶ παρά λογον ΤΟΥ ΝΙΚΑΙΑΣ. Ηδέως ἂν σε ἐροίμην πῶς τὸν μέσον σου τοῦτον δρον τὸ τῶν αὐτῶν αἴτια νοεῖς, τὰ μὴ τῶν αὐτῶν αἴτια οὐ τὰ αὐτὰ εἶναι λέγων. Εἰ μὲν γὰρ ταυτά τῷ ἀριθμῷ φῂς, ἡ μείζων ψευδής δύναται γάρ τινα μὴ τῶν αὐτῶν τἀριθμῷ αἴτια εἶναι καὶ ὅμως εἶναι ταυτὰ κἀπὶ τῶν κτιστῶν τούτων πραγμάτων. "Αλ λος γὰρ ἀριθμῷ Σωκράτης Πλάτωνος καὶ ὅμως Σωφρονίσκος καὶ ᾿Αρίστων ταυτὰ ἀλλήλοις ᾗ ἄν θρωποι· ἥ τε ἐν σοὶ γραμματική τούτους δὴ τοὺς γενναίους τεκοῦσα λόγους οὐ ταυτὸν ἀριθμῷ ὄντας ἀλλήλοις ὅμως ἡ αὐτή ἐστιν ἀριθμῷ ἑαυτῇ· τοῦτο δὲ καὶ μᾶλλον τοῦ προτέρου παραδείγματος τῷ προκειμένῳ ἁρμόζει. Εἰ δὲ μὴ ταυτὰ τῷ εἴδει νοεῖς, ἡ ἐλάττων ψεύδεται· Υιός γὰρ καὶ Πνεῦμα ταυτὰ τῷ εἴδει εἰσίν. Ὥστε σοὶ καὶ οὗτος ὁ παρα συλλογισμὸς αὐτὸ τοῦθ᾽ ὅπερ ἔστιν ὧν ἐφάνη παρασυλλογισμός τε καὶ μάταιος λόγος. "Η τί καὶ ἡμᾶς κωλύει τοῖς σοῖς ἀκολουθοῦντας λό γοις.. Εἰ ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστι, λέ γειν, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ὁ δὲ Υιος καὶ τὸ Πνεῦμα οὐ ταυτά, οὐκ ἄρα τῶν αὐτῶν ἐστιν αἰτία ἡ τοῦ Πατρὸς οὐσία· τὰ δὲ μὴ τῶν αὐτῶν αἴτια οὐ ταυτά· ἡ τοῦ Πατρὸς ἄρα ουσία οὐχ ἡ αὐτή ἐστιν ἑαυτῇ; ᾿Αλλὰ μὴ πρὸς τῷ ἀσεβεῖ καὶ ἀδιανόητον ᾖ ταῦτα λέγειν; Τί δέ σοι καὶ δυναται τὸ τὴν θείαν οὐσίαν εἰς οὐσίαν Πατρὸς καὶ (οὐσίαν) Πατρὸς καὶ 256: ἄτοπον. οὐ τῶν αὐτῶν αἴτια Η ἡ οὐσία τοῦ Πατρὸς καὶ Π τοῦ Πατρὸς καὶ του ἡ ουσία Γιου
col. 233–234page 112 of 116
PG 161:233Υἱοῦ διαιρεῖν, καὶ τὴν μὲν Υἱοῦ, τὴν δ᾽ Υἱοῦ καὶ Πνεύματος αἰτίαν τίθεσθαι; Οὐκ ἀκούεις τῶν θεο λόγων βοώντων, οὐσίαν μήτε γεννᾷν μήτε γεννᾶσθαι; Κατ' αὐτὴν μέντοι τὸν Πατέρα γεννᾶν καὶ τὸν Πατέρα τε καὶ τὸν Υἱὸν προβάλλειν τὸ Πνεῦμα εὐσεβῶς τε καὶ ἁρμοζόντως λέγεται. Σὺ δὲ ταῦτα διαστέλλειν μὴ δυνάμενος τηνάλλως ἅπερ ἂν ἐπέλθοι σο! φθέγγῃ. ΤΟΥ ΕΦΕΣΟΥ ΚΕΦ. 10' (Λ) Εἰ ὁ μὲν Πατὴρ αἴτιος Υἱοῦ καὶ Πνεύματος, ὁ δὲ Υἱὸς τοῦ Πνεύματος μόνον, τὰ δὲ μὴ τῶν αὐτῶν αἴτια οὐδὲ τὰ αὐτὰ πάντως, οὐκ ἄρα ἐν καὶ τὸ αὐτὸ αἴτιον ἐπὶ τῆς θείας Τριάδος, ἀλλὰ δύο τὰ αίτια, καὶ μάτην οι Λατίνοι τὰς δύο ἀρχὰς φεύγουσι ΤΟΥ ΝΙΚΑΙΑΣ. Καὶ τοῦτο τῆς αὐτῆς λεπτότητος ἔχεται τῷ πρὸ ἑαυτοῦ καὶ τῶν πολλάκις μὲν ὑπὸ σοῦ εἰρημένων, πολλάκις δὲ ὑφ᾽ ἡμῶν ἐληλεγμένων ἐστίν· ἀσυλλόγιστος δὲ καὶ οὗτος, ὡς ὁ πρὸ αὐτοῦ λόγος. Τὸ γὰρ ταυτὸν ἐν τῷ μέσῳ, εἰ μὲν τἀριθμῷ λαμβάνοιτο, τὴν μείζω, εἰ δὲ τῷ εἴδει, τὴν ἐλάττω ψευδή ποιεῖ καὶ τὰ παραδείγματα ἐξεθήκαμεν ἀνωτέρω. Δυαρ χίαν δὲ οὐδαμῶς συμπεραίνει, κἂν εἰ ἐπὶ πᾶσιν Αλήθευεν. Εἰ γὰρ καὶ μὴ εἶεν ἐν αἴτιον ὁ Πατὴρ – καὶ ὁ Υἱὸς ᾗ Πατὴρ καὶ Υἱὸς, ἀλλ᾽ εἰσὶν ἐν τῇ εἰ δικῇ ἀρχῇ, ἥτις ἐστὶν ἡ θεία οὐσία, καθ' ἣν μίαν καὶ τὴν αὐτὴν ἀριθμῷ ἐν ἀμφοῖν οὖσαν τὸ Πνεῦμα προάγουσι· καὶ τοῦτ' ἀρκεῖ πρὸς τὸ μίαν ἀρχὴν εἶναι θεότητος, ὥσπερ καὶ μία ἀρχὴ κτίσεως ή Τριάς, καίτοι Τριὰς οὖσα, διὰ τὴν μίαν καὶ τὴν (α) ΙΧ, λαβώς. άρμοζόντος. ἐπέλθῃ. οὐχ ἐν αἴτιον οὐ τῶν αὐτῶν αἴτια ὁ Πατὴρ καὶ ὁ Υἱὸς Π Π
col. 235–236page 113 of 116
PG 161:235αὐτὴν τῶν τριῶν θέλησιν. Καὶ οὐδὲν περαιτέρω τοῖς εὐσεβέσι πολυπραγμονείται. ΤΟΥ ΕΦΕΣΟΥ ΚΕΦ. Κ' (ΛΖ'). Ἡ τοῦ Υἱοῦ προσηγορία δύο ταῦτα σημαίνει τήν τε πρὸς τὸν Πατέρα σχέσιν, καθ᾽ ἦν τὸ εἶναι παρ' αὐτοῦ ἔχει, καὶ τὰ πρὸς αὐτὸν ὁμοούσιον· πᾶς γὰρ υἱὸς τῷ πατρὶ ὁμοούσιος. Ωσαύτως δὲ καὶ ἐκ τῆς γεννήσεως· τήν τε γὰρ αἰτίαν ὅθεν ἔχει τοῦ εἶναι, καὶ τὴν ὁμοουσιότητα παρίστησιν ἱκανῶς. Οὐχ οὕτω δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος οὔτε μὴν ἡ τῆς ἐκπορεύσεως· ἀλλ᾽ ὅταν μὲν ἀκούσωμεν Πνεῦμα Πατρός, δωρόν τι τοῦ Πατρὸς ἐνοήστε μεν εἰς ἡμᾶς φθάνον καὶ ἡμᾶς ἁγιάζον καὶ ἐν Τοῦ, προσηγορία. ἐννοήσαμεν. ἡμῶν. του. τῇ νοήσει νοεῖσθαι. ἡμῖν ἐνεργοῦν. Λέγει γὰρ ὁ Κύριος· Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν Οθεν καὶ Υἱοῦ Πνεῦμα τὸ αὐτὸ λέγεται κοινὸν γάρ ἐστι δῶρον ἀμφοῖν, ὡς καὶ ὁ μακάριός φησιν Αὐγουστῖνος. Ὅταν δὲ ἀκούσωμεν, Πνεῦμα ἐκ Πα τρὸς ἐκπορευόμενον, ἐνταῦθα τὴν μὲν αἰτίαν ὅθεν ἔχει τοῦ εἶναι, καὶ τὴν ὑπόστασιν αὐτὴν ἐξελάδο μεν· οὐ μέντοι καὶ τὸ ὁμοούσιον· οὔτε γὰρ ἡ τοῦ Πνεύματος φωνή; οὔτε μὴν ἡ τῆς ἐκπορεύσεως τοῦτο δύναται. Διὰ τοῦτο οἱ θεολόγοι ὅταν μὲν τὴν αἰτίαν ἁπλῶς ὅθεν ἔχει τοῦ εἶναι παραστῆσαι βού λωνται, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευόμενον λέ γουσιν, ἐξ αὐτοῦ τοῦ Κυρίου τοῦτο παρειληφότες, οὐχ ἡμιτελῶς θεολογοῦντες, οὐδὲ τὸ ἐγγύτερον αι των παραλιμπάνοντες (άπαγε τῆς ἀτοπίας!)· ὅταν δὲ ὁμοῦ καὶ τὴν ὁμοουσιότητα δηλοῦν ἐθέλωσι, τότε καὶ τὸ δι' Υἱοῦ προστιθέασι καὶ ἐκ Πατρὸς δι Υἱοῦ ἐκπορευόμενον λέγουσιν, ώσανεί λέγοντες Οὐκ ἄνευ τοῦ Υἱοῦ, οὐχ ετεροφυῶς παρὰ τὸν Υἱόν, ἀλλ᾽ ἅμα τῇ γεννήσει νοεῖται καὶ ἡ ἐκπόρευσις. Οθεν καὶ ὁ θεῖος φησι Μάξιμος δι' Υἱοῦ γεν νηθέντος αφράστως ἐκπορευόμενον οὐκ ἂν προσθεὶς τοῦ γεννηθέντος, εἰ μὴ τοῦτο νοεῖν ἡδού λετο. Οτι δὲ καὶ οἱ λοιποὶ τοῦτο νοοῦσι, μάρτυς αὐτὸς ἐν τῇ πρὸς Μαρίνος Κύπρου πρεσβύτερον Επιστολῇ τοὺς τότε Ῥωμαίους λέγων οὐκ αι τίαν τοῦ Πνεύματος τὸν Υἱὸν ποιεῖν, ἀλλ' ίνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παρ ραστήσωσιν. Ἡ δὲ νῦν καταγέλαστος τῶν Λατίνων θεολογία τὸ ἐγγύτερον αἴτιον ἐκ τοῦ δι'. Υιου νοοῦσα καὶ τὸν Πατέρα πορρώτερον αἴτιον καὶ οὐ προσεχὲς τιθεῖσα τῆς τοῦ ἁγίου Πνεύματος ὑπο στάσεως, ὥσπερ δὴ τὸν Ἐνώς διὰ τοῦ Σήθ ἐκ τοῦ Ἀδὰμ λέγομεν, τῆς μὲν τοῦ σεπτοῦ Γρηγορίου τοῦ μάρτις.
col. 237–238page 114 of 116
PG 161:237Νύσσης φωνῆς οὐκ ἀκούει. λεγούσης, ὅτι ἡ τοῦ Υἱοῦ μεσιτεία καὶ αὐτῷ (1) τὸ μονογενὲς φυλάττει καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως οὐκ ἀπείργει (2) • βαθμούς δὲ καὶ ὑποβάσεις ἐπὶ τῆς ἁγίας Τριάδος εἰσάγει, καὶ τὸν μὲν Πατέρα τίθησιν ἀνώτατόν τε καὶ πρῶτον αἴτιον, τὸν δὲ Υἱὸν κατώτερόν τε καὶ δεύτερον αἴτιον, ὥσπερ τι διατείχισμα μέσον τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τὸ δὲ ἅγιον Πνεῦμα κατώτατον καὶ αἰτιατὸν μόνον· καὶ οὕτως εἰς τὸ τῆς τριθείας βάραθρον και ταπίπτει, καὶ τὰ θεῖα πρόσωπα περιγράφει, καὶ τὸ Πνεῦμα ὥσπερ υἱωνὸν ἀπεργάζεται. ΤΟΥ ΝΙΚΑΙΑΣ. Σὺ μὲν τὸ Πατρὸς λέγεσθαι Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον ἄλλο σημαίνειν οἰόμενος ἢ τὸ ἐκ Πατρὸς Β λίας φθέγγη, μηδεμίαν μήτ' ἐκ τοῦ λόγου ἀνάγκην, μήτε τῶν διδασκάλων παράγων ἀξίωμα· διὸ καὶ εἰκότως οὐδείς σοι προσέξει τὸν νοῦν. Ἡμεῖς δὲ τοὺς διδασκάλους ἅπαντας ἔχοντες ταυτὸ οἰομένους τό το Πνεῦμα Πατρὸς εἶναι λέγεσθαι καὶ ἐκ Ματρὸς ἐκπορεύεσθαι, καὶ τὸ δὴ μεῖζον, τὸ Υἱοῦ εἶναι αὐτὸ ὁ βουλόμενος Τλάριον, Ἱερώνυμον, Αμβρόστον, Αὐγουστῖνον, Γρηγόριον Διάλογον λέγοντας διαρρήδην, καὶ τῶν ἡμετέρων δὲ καὶ ᾿Ανατολικῶν Βασίλειον, τὸν Νύσσης Γρηγόριον, Κύριλλον, Επιφάνιον καὶ τοὺς ἄλλους, εἰ καὶ μὴ οὕτω σαφῶς)· ταῦτ᾽ οὖν αὐτοὶ ἔχοντες καὶ τοὺς λόγους δὲ πολλάτις εἰπόντες ἐν ἄλλοις τῶν σῶν οὐκ ἐπιστρεφόμεθα λόγων. Επιμαρτυρεῖ δὲ καὶ ὃν οὐ πάνυ τοι νοεῖς Αὐγουστῖνον· δῶρον Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα λέγοντα· οὐδὲ οἶδας, ὡς δῶρον μὲν ἐκεῖνος ἀμφοῖν σιωδῶς εἶναι, καὶ διὰ τοῦτο ἀμφοῖν δῶρον εἶναι, ὅτι ἐξ ἀμφοῖν ἀιδίως ἐκπορεύεται, οὕτω καὶ τῷ βήματι λέγων. Καίτοι τίς ἂν ἄλλον τῶν ἐκείνου φωνῶν βελτίω ἐξηγητὴν ζητήσειεν, ἐκεῖνον καταλιπών ; Ε' δὲ καὶ ὅτι τὴν σωτήριον περὶ τοῦ Πνεύ γατος διδασκαλίαν ἀτελῆ κατὰ σὲ οὖσαν οἱ Πατέ Εκπορεύεσθαι φάμενοι. Ως καταγέλαστα καὶ παι βαριώδη τῷ ὄντι φθέγγῃ! Ωστ' εἰ μή με ἢ πρὸς τὸν αίτησάμενον τούτοις σου τοῖς λογυδρίοις ἀντειπεῖν τοῦτο μὲν αἰδὼς, τοῦτο δὲ ἐπαγγελία κατεί πρήσας ταυτί σου τὰ γραμματεῖα ἀπηλλάγην πραγμάτων. Τὸ μὲν γὰρ ἐκ Πατρός εκπορεύεσθαι τὸ Πνεῦμα μὴ σημαίνειν τὴν ὁμοουσιότητα φῇς, τὸ δ' ἐκ · Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι τοῦτο καὶ μάλα δηλοῦν· ὥστε ἀναίτιοι μένοι περὶ τὸν ᾿Αρειον κατὰ σὲ, αναίτιοι δὲ (6) οἱ περὶ Μακεδόνιον καὶ Εὐνόμιον καὶ 'Αέτιον, Ελλης οὐσίας παρὰ τὸν Πατέρα τὸ Πνεῦμα οιόμενοι, μήπω μὲν τῶν διδασκάλων τὸ δι' Υιοῦ προσθέντων διάρρηξαι.
col. 239–240page 115 of 116
PG 161:239ἀκηκοότες (νεώτεροι γὰρ ἐκείνων εἰσὶν οἱ τοῦτο εἰπόντες), μόνον δὲ τοῦ Εὐαγγελίου τὸ ἐκπορεύεσθαι ἀκηκοότες. Τὸ γὰρ καὶ αὐτὸν τὸν Υἱὸν αὐτὸ πέμπειν, τὸ παρὰ τοῦ Υἱοῦ λαμβάνειν τὸ Πνεῦμα, τὸ ὅσα ἂν ἀκούσῃ διδάξειν, τὸ καὶ Πνεῦμα ἀληθείας λέγεσθαι καὶ Πνεῦμα Υἱοῦ, οὐδέν σοι οὔτε πρὸς τὴν ὁμοουσιότητα Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, οὔτε πρὸς τὸ καὶ τὸν Υἱὸν εἶναι αἱ τίαν τοῦ Πνεύματος φέρειν δοκεῖ· καίτοι τοῖς δια δασκάλοις σου πολλῷ γε βελτίοσιν, ὡς κἂν αὐτὸς φαίης, δοκοῦν. Μαρτυρῇ δὲ καί τινα Μαξίμου προς Μαρἶνον ἐπιστολὴν μηδαμοῦ τῶν ἀρχαίων βιβλίων εὑρισκομένην (οὐ γὰρ ἔχεις αὐτὴν ἐγγεγραμμένην πῇ τοῖς Μαξίμου βιβλίοις δείξαι), οὖσαν δὲ ὅμως καὶ αὐτὴν πρὸς ἡμῶν. Αἰτίαν γὰρ μὴ εἶναι τὸν Υἱὸν τοῦ Πνεύματος καὶ αὐτοὶ φαίημεν ἂν τὴν αἰτίαν στενώτερον κατὰ τὴν Ἑλλήνων φωνὴν ἐκλαμβάνοντες, ᾗ παρ' αὐτοῖς ἀεὶ τὴν ἀρχοειδῆ αἰτίαν σημαίνει· τὸ δὲ ὁμοούσιον τὴν διὰ σημαίνουσαν καὶ τὸ ἐξ Υἱοῦ ἡ δι' Υἱοῦ εἶναι τὸ Πνεῦμα προσμαρτυρεῖ είπερ έκείνης τῆς τοῦ θεοῤῥήμενος Βασι λείου μεμνήμεθα φωνῆς λέγοντος· Οὐ γὰρ τὰ ἀδελ φὰ ἀλλήλοις ὁμοούσια λέγεται· ἀλλ' ὅταν τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον, τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγε ται "Ωστε σοι καὶ οὗτος ὁ λόγος διασέσεισται καὶ μάτην πολλῶν ἐγκαλεῖς ἀτοπημάτων Λατίνους, αὐτὸς ὢν ὁ τούτοις αίσχιστα περιπίπτων. ΤΟΥ ΕΦΕΣΟΥ ΚΕΦ. ΚΑ' (ΛΗ). Ἐνέτυχόν τινι τῶν Λατινικῶν διδασκάλων ὑπὲρ αὐτῶν γράφοντι, ὅτι οὐ χρὴ λέγειν ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον (οὕτω γὰρ δύο τὰ αίτια καὶ διαφέροντα ἔσται· τὸ μὲν ἐγγύτερον, τὸ δὲ πορ φώτερον), ἀλλ' ἐκ Πατρὸς καὶ Υἱοῦ, καθάπερ οὖν καὶ ἐν τῷ συμβόλῳ προστέθειται, ἵνα ὡς ἐν αἴτιον ὁ Πατὴρ καὶ ὁ Υἱὸς νοῆται τοῦ ἁγίου Πνεύματος. Εἰ οὖν οὕτως ἔχει, καθάπερ ἐκεῖνός φησιν, πρῶτον μὲν αὐτοῖς διέπεσεν ἡ σπουδαζομένη δῆθεν συμφωνία πρὸς τοὺς παρ' ἡμῖν διδασκάλους, καὶ οὐκέτι λοιπὸν ἐκ τοῦ δι' Υἱοῦ τὸ προσεχές αἴτιον νοητέον, οὐδὲ τὴν διὰ ληπτέον ἀντὶ τῆς ἐκ, ὥς τινες τῶν ἐξ ἡμῶν ἐκπεσόντων ἐλήρησαν. Επειτα καὶ οὕτως, εἰ διακεκριμένα πρόσωπα τὸ Πνεῦμα τὸ ἅγιον προ άγουσι καὶ τὸ μὲν παρ' ἑαυτοῦ τοῦτ' ἔχει, τὸ δ' ἐκ τοῦ ἑτέρου λαβόν, δύο πάντως αἴτια κάντεῦθεν ἔσται, καὶ τὴν διὰ παρ' ἑαυτῶν ἀπολέσαντες τὰς δύο ἀρχὰς οὐδ' οὕτως ἐξέφυγον· ἀλλὰ καὶ τὸ τοῦ δόγματος αὐτῶν ἀσύμφωνον καὶ πρὸς ἑαυτὸ μαχόμενον καὶ πανταχόθεν ἀσύστατον ἔδειξαν. προσμαρτυρεῖν. ὑπάρχει. (α) 254 νοεῖται. προάγουσι
col. 241–242page 116 of 116
PG 161:241ΤΟΥ ΝΙΚΑΙΑΣ. η Οἱ μὲν Λατίνοι, ὡς καὶ ἐν ἄλλοις ἡμῖν πλατύτερον εἴρηται, πρὸς τὴν ἰσότητά τε καὶ ὁμοιότητα, μᾶλλον δὲ ταυτότητα τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ ἁγίου Πνεύματος προβολῆς ἀφορῶντες τὴν ἐκ πρόθεσιν μᾶλλον τῆς διὰ δοκιμάζουσιν, ἐκείνην φεύγοντες, οὐ διὰ τὸ δύο ἀρχὰς εἰσάγειν, ὡς φῂς, ἀλλὰ διὰ τὴν ἀτέλειαν καὶ τὸ ὀργανικήν τινα σημαίνειν αἰτίαν. Εἰσὶ μέντοι γε οἳ καὶ αὐτῇ χρῶνται, σπανιώτατα μέντοι· καὶ μάρτυς ο μέγας Ιλάριος ἀρχαιότατός τε καὶ σοφώτατος τῶν Λατινικῶν διδασκάλων και Πα τέρων γενόμενος. Γραῖκοὶ δὲ καὶ Γραϊκῶν οἱ Πατέ ρες τε καὶ διδάσκαλοι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ σχέσιν καὶ τάξιν καὶ τὸ ἐκεῖθεν αὐτὸν πάντα ἔχειν δηλοῦν περὶ πλείονος ποιησάμενοι τῇ διὰ ὡς ἐπὶ τὸ πλεῖστον χρῶνται, οὐδ᾽ αὐτοὶ ὅμως παντελῶς τὴν ἐκ ἐξορίσαντες. Καὶ παρίημι παραγαγεῖν μαρτυρίας ὡς πᾶσι γνωρίμους. Οθεν εἰκότως τῶν Γραϊκῶν οἱ πρὸς τὴν ἀλήθειαν ἀποκλίναντες ὡς Χριστιανοί τε καὶ εὐγνώμονες τοὺς διδασκάλους ἀλλήλοις συμφωνοῦντας δείκνυμεν· ὡς τοῦτο ἀναγκαιότατον ἐν τῇ πίστει καὶ οὗ ἄνευ πᾶσαν ἂν ἡμῶν τὴν εὐσέβειαν οἰχομένην· καὶ τὴν διὰ τῇ ἐκ ταυτὸν φαμὲν δύνα σθαι ἐπὶ τοῦ προκειμένου, καὶ τὸν μέγαν Βασίλειον ἔχοντες τοῦτο βουλόμενον, ὡς ἐν τοῖς ἀνωτέρω ἐδεί ξαμεν. Οὐδὲ καινὸν οὐδὲν, εἰ Λατῖνοι μὲν πρὸς ἄλλο βλέποντες ἄλλο φασί, τῶν Γραϊκῶν δ᾽ οἱ διδάσκαλοι άλλων είνεκα λόγων ἕτερα, μὴ μέντοι ἐναντία, ἀλλὰ πρὸς τὸ αὐτὸ συμπέρασμα φέροντα άμφω. "Α καλῶς ποιοῦντες οἱ ἐκ σοῦ καὶ τῶν σοὶ ὁμοίως εσκοτισμένων εὐτυχῶς ἐκπεσόντες, μᾶλλον δὲ ἀναστάντες (ἡ ἐκ τοῦ σκότους γὰρ καὶ τοῦ ψεύδους ἔκπτωσις πρὸς τὴν ἀλήθειαν καὶ τὸ φῶς ἐστιν ἀπόκλισις καὶ ἀπό βλεψις καὶ εὐτυχής ὄντως ἀνάστασις)· καλῶς οὖν οὗτοί γε καὶ εὐσεβῶς ποιοῦντες συμβαίνοντά τε καὶ ὁμόφωνα ἀλλήλοις ἔκ τε τοῦ λόγου αὐτοῦ, ἔκ τε τοῦ τῶν ἁγίων ἀξιώματος ορμώμενοι ταῦτα δεικνύουσιν. Οθεν ἡμεῖς μὲν οὔτε τὴν διὰ καὶ τὸ μετὰ τῆς ἐκ ἔστιν ἐφ᾽ ὧν ἰσοδύναμον αὐτῆς ἀπόλλυμεν, οὔτε εἰς δυαρχίαν ἐκπίπτομεν. Εἰ γὰρ καὶ δύο πρόσωπα δ Πατήρ καὶ ὁ Υἱός, ἀλλὰ τὸ εἰδικὸν αἴτιον, ἡ θεία ούτ σία δηλαδή, καθ᾽ ἣν μίαν καὶ τὴν αὐτὴν ἐν αὐτοῖς οὖσαν ἄμφω τὸ Πνεῦμα τὸ ἅγιον προβάλλουσιν, ἐν καὶ ταυτὸ ἀριθμῷ, καὶ διὰ τοῦτο μία ἐστὶν ἀρχή, ὥσπερ καὶ τῆς κτίσεως ἡ Τριάς οὖσα αἰτία, οὐ τρία ὅμως εἰσὶν αἴτια, καίτοι τρία τῷ ἀριθμῷ οὖσα, ἀλλ᾽ ἔν τε καὶ πάντη ἓν διὰ τὸ ταυτόν τε καὶ ἑνιαῖον τῆς θείας θελήσεως (δεῖ γάρ με πολλάκις ταυτὰ λέγειν πρὸς τὸν ἀεὶ τὰ αὐτὰ ἀνακυκλοῦντα). Οὔτε δὲ διὰ τοῦτο ἔψεται κτίσμα εἶναι τὸ Πνεῦμα, ὡς εἴωθας ἐπιφέρειν, καὶ οἱ λόγοι εἴρηνται, οὔτε καὶ ἢ ἑαυτὸ προβάλλειν τὸ Πνεῦμα, ἡ ἄλλης φύσεως εἶναι. Καὶ τούτους γὰρ τοὺς ἀσθενεῖς ἐλύσαμεν λόγους· καὶ γὰρ καὶ ὁ Υἱὸς ἐκ Πατρὸς κατὰ τὴν θείαν οὐσίαν γεν (α)
Page scan enlarged

Notebook

Full View