PG 161Bessarion of Nicaea
Apology for the Inscriptions of Veccus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 243–244page 1 of 22
PG 161:243& νώμενος οὔτε καὶ ἡ ἑαυτὸν γεννᾷ ἡ ἀλλοτρίας ἐστὶ φύσεως. Πάντοθεν τοίνυν τῶν ἀραχνίων τούτων νημάτων καὶ πάντη διαλελυμένων, ἀνώτερα μὲν πάσης συκο φαντίας καὶ ἐπηρείας μετὰ τῆς ἀληθείας δὲ ἐστα μένη δείκνυται διαρρήδην ή Λατίνων, ταυτὸ δὲ εἰπεῖν, ἡ Χριστιανῶν ἀκηλίδωτος θεολογία καὶ πίστις. ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΡΔΙΝΑΛΕΩΣ ΚΥΡΟΥ ΒΗΣΣΑΡΙΩΝΟΣ ΠΡΟΣ ΤΑΣ ΤΟΥ ΠΑΛΑΜΑ ΚΑΤΑ ΤΟΥ ΒΕΚΚΟΥ ΑΝΤΙΡΡΗΣΕΙΣ. Τοῦ Βέκκου εἰς τὴν πρώτην συλλογὴν πρώτη ἐπιγραφή. Ρήσεις διάφοροι γραφικαὶ συλλεγεῖσαι εἰς ἀπό δειξιν τοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ. Μεθ' &ς ἕτεραι ρήσεις καταστρωννύονται ἐν τῇ παρούσῃ βίβλῳ εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός· καὶ ἐπειδὴ οἱ μὲν ἐκ τοῦ Υἱοῦ, αἱ δὲ διὰ τοῦ Υἱοῦ ἀποδεικνύουσιν εἶναι αὐτὸ, εἰς παράστασιν τοῦ ἰσοδυνάμου τῆς διὰ καὶ τῆς ἐκ, ἀκολούθως παρευθὺς ἕτεραι γραφικαὶ ῥήσεις καταστρωννύονται, δι᾽ ὧν τὸ τῶν προθέσεων τούτων Ισοδύναμον ἀποδείκνυται. Τοῦ Παλαμᾶ ἀντίῤῥησις πρὸς τὰς τοῦ Βέκκου ἐπιγραφάς. Οταν ἐπὶ τῆς θεολογίας ισοδυναμῶσιν ἀλλήλαις ἡ ἐκ καὶ ἡ διὰ, οὐ τὴν διαίρεσιν οὐδὲ τὴν διαφορὰν παριστῶσι τῆς ἁγίας Τριάδος, ἀλλὰ τὴν ἔνωσιν καὶ τὴν ἀπαραλλαξίαν, ἥτις ἐστὶ κατὰ τὴν φύσιν καὶ τὴν ὁμοβουλίαν· δείκνυται γὰρ ἐντεῦθεν της μιᾶς καὶ τῆς αὐτῆς εἶναι φύσεως, καὶ δυνάμεως,
col. 245–246page 2 of 22
PG 161:245καὶ ἐνεργείας, καὶ θελήσεως ὁ Πατήρ, ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ο δ' ἐνταῦθα καταγραψάμενος τὰ τῶν ἁγίων ῥητά, καὶ οὕτως ἐπιγράψας, την διαφορὰν κακῶς καὶ δυσσεβῶς τῶν θείων ὑποστάσεων ἐπιχειρεῖ δεικνύναι διὰ τοῦ τῶν τοιούτων προθέσεων ισοδυνάμου· καὶ ὅτι ἐκ τῶν δύο υπο στάσεων, καὶ παρ' ἑκατέρας τούτων διαφόρως έχει τὴν ὕπαρξιν ἡ μία τῶν τριῶν προσκυνητῶν ὑποστάσεων τὸ Πνεῦμα τὸ ἅγιον. Φανερόν οὖν ὡς αἱ μὲν τῶν ἁγίων ρήσεις έχουσιν εὐσεβῶς τε καὶ καλῶς· ἐκλαμβάνονται δὲ παρὰ τοῦ συνειληχότος καὶ καταγράψαντος ἐνταῦθα ταύτας κακῶς τε καὶ δυσσεβῶς. Ὅτι δὲ τὴν ἕνωσιν καὶ τὸ ἀπαράλλακτον ἐν πᾶσιν ἡ τοιαύτη δείκνυσι διὰ, ὅταν δηλονότι ἰσοδυναμῇ τῇ ἐκ, ὁ θεῖος Μάξιμος παρίστησι σαφῶς περί τινων εἰπόντων ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, γρά φων πρὸς Μαρίνον, ὡς οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας σφᾶς αὐτοὺς ἀπέδειξαν· μίαν γὰρ ἴσασιν Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν· ἀλλ᾽ ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφές τῆς οὐσίας, καὶ ἀπαράλλακτον παραστήσωσι. Σι φὲς οὖν ἐντεῦθεν ὡς ὁ Βέκκος οὗτος δυσσεβῶς ἐκλαμβάνει τὰς τοιαύτας βήσεις· οὐ γὰρ τὸ συναφές καὶ ἀπαράλλακτον, ἀλλὰ τὸ διάφορον τῶν ὑποστάσεων ἐκ τούτων ἐπιχειρεῖ συνάγειν. Οὐδὲ τῷ με γάλῳ Βασιλείῳ πειθόμενος. Καὶ οὗτος γὰρ ἐν ἑνὶ τῶν πρὸς Ἀμφιλόχιον κεφαλαίω, «Τὸ διὰ τοῦ Υἱοῦ, φησί, δημιουργεῖν τὸν Πατέρα οὔτε ἀτελῆ τοῦ Πα τρὸς τὴν δημιουργίαν συνίστησιν, οὔτε ἄτογον τοῦ Υιού παραδηλοῖ τὴν ἐνέργειαν· ἀλλὰ τὸ ἡνωμένον τοῦ θελήματος παρίστησιν.» Ωστε ή δι' Υἱοῦ φωνὴ τῆς προκαταρκτικῆς αἰτίας ὁμολογίαν ἔχει οὐκ ἐπὶ κατηγορίᾳ τοῦ ποιητικοῦ αἰτίου παρα λαμβάνεται. Ο γοῦν λέγων διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα προϊέναι κατὰ τὴν χορηγίαν τὴν ὁμοβουλίαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ παρίστησι καλῶς· εὐδοκία γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ αὐτοῦ συνευδοκοῦντος τοῦ ἁγίου Πνεύματος τοῖς ἀξίοις χορηγεῖται τὸ Πνεῦμα τὸ ἅγιον. Οι δὲ Λατινόφρονες οὗτοι συνάγοντες ἐκ παροινίας διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν, εὐδο κίας καὶ θελήσεως ἔργον καὶ κτίσμα ἐξ ἀνάγκης, ἀλλ' οὐ θείας φύσεως καρπὸν ὑπάρχειν, δυσσεβῶς παριστῶσι τὸ Πνεῦμα τὸ ἅγιον· κατὰ γὰρ τὸν ἱερὸν Δαμασκηνὸν ἔργον θείας θελήσεως ή κτίσις, ἀλλ' οὐχ ἡ θεότης, ἄπαγε. Οὐδὲ γὰρ τῆς θείας Θελήσεως, ἀλλὰ τῆς θείας φύσεως αὖθις κατὰ τὸν αὐτὸν ἡ προαιώνιος καὶ ἀΐδιος γέννησίς τε καὶ ἐκπόρευσις. Τοῦ σοφωτάτου κυροῦ Βησσαρίωνος ἀρχιεπισκόπου Νικαίας τοῦ νῦν Καρδινάλεως πρὸς τὰς κατὰ τοῦ Βέκκου ἀντιῤῥήσεις τοῦ Πα λαμά. Ο γενναῖος οὗτος ἀνὴρ πρὸς μὲν τὰς καὶ ἐκ τοῦ Υἱοῦ λεγούσας ζήσεις, καὶ δι' Υἱοῦ ἐκ Πατρὸς ἐκπο
col. 247–248page 3 of 22
PG 161:247ρεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ ἐξ αὐτῶν α καὶ Υἱοῦ εἶναι, καὶ μάλα πιστεύομεν· εἰ μὴ καὶ συναγόμενον, οὐδ᾽ ἀντιβλέψαι δύναται ὅλως. Πῶς γὰρ πρός γε τοσαύτην καὶ οὕτως ἐναργεστάτην ἀλήθειαν; τῷ δὲ ἰσοδυνάμῳ τῆς διὰ καὶ τῆς ἐκ, τούτῳ δὲ οὐ καλῶς οὔτε σὺν οὐδενὶ ἐπιφύεται λόγω καὶ ὕβρεσι τὸν ἴδιον ἔλεγχον ἀπαρτίζων, οίεταί τι προύργου ποιεῖν· κακῶς μὲν καὶ δυσσεβῶς τὴν τῶν ἁγίων διάνοιαν ἐκλαμβάνων, καὶ τὸν τὰς ῥήσεις συνειληχότα σοφὸν ἄνδρα, καὶ τὰς ἐπιγραφὰς ἐπισ γραψάμενον συκοφαντῶν, τὸν δὲ λόγον ἀποδοῦναι οὐκ ἔχων· ὑπείληφε δὲ τῆς διὰ τὴν ἔνωσιν καὶ τὴν ἀπαραλλαξίαν, καὶ τὸ ταυτὸν καὶ ὁμόβουλον παρι στανούσης ἐπὶ τῆς ἁγίας Τριάδος, ὅταν ἐπὶ τῆς θεολογίας Ισοδυναμούσα νοῆται τῇ ἐκ, μὴ δύνασθαί τινα κατὰ τοῦτο τὸ σημαινόμενον αὐτὴν ἐκλαμβάνειν κἀπὶ τῆς τοῦ Πατρὸς δι' Υἱοῦ ἐκπορεύσεως· ἡ μὴ τούτῳ τῷ λόγῳ καὶ ἡμᾶς τοῦτο νοεῖν, ἀλλὰ διά κρισιν καὶ διαίρεσιν μᾶλλον εἰσάγειν καὶ τὸ ἀντί θετον καὶ ἀσύμφωνον. Όπερ ἀμηγέπη κἀκ τῶν εἰρημένων αὐτῷ νοῶν φαίνεται, μᾶλλον δὲ καὶ φα νερῶς φάσκει, διὰ τούτου δηλοῦν ἡμᾶς βούλεσθαι, ὡς ἐκ τῶν δύο ὑποστάσεων τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διαφόρως ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν, οὐκ οἶδ' ὅθεν καὶ ὅτου τοῦτο τὸ διαφόρως ἀκηκοώς λέγοντος. Οὕτως ἄρα νομίζει ἡμᾶς τῇ θεολογία προσβάλλειν· ἴσως δὲ καὶ αὐτὸς τοῦτο νοεῖ, ἐκ Πατρὸς δι' Υἱοῦ λέγων ὑποστῆναι τὸν κόσμον. Οὐ γὰρ ὁρῶ τὴν ἀνάγκην, δι᾿ ἣν ἐπὶ μὲν τῆς κτίσεως ἡ διὰ ἰσοδυναμούσα τῇ ἐκ, τὴν ταυτότητα παρα στήσει, προσώπων δὲ ὅμως δηλοῦσα διάκρισιν, τοῦτο γὰρ οὐδὲ αὐτὸς ἀρνήσεται, ἐπὶ δὲ τοῦ Πνεύματος τὴν ἑτερότητα καὶ πάντη διάκρισιν. Καὶ οὐδὲ ἑαυ τὸν αἰσχύνεται, καθ᾿ ἑαυτοῦ προκομίζων μαρτυροῦντα τὸν μέγαν Βασίλειον, τὴν δι' Υἱοῦ φωνὴν τῆς προκαταρκτικῆς αἰτίας ἔχειν ὁμολογίαν. Αλλ' ἡμεῖς ἐκ μὲν τῶν δύο ὑποστάσεων Πατρὸς καὶ Υἱοῦ λέγειν τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὕπαρξιν ἔχειν, καὶ σφόδρα συνομολογήσομεν· οὐδὲν γὰρ ἐνεργεῖ, εἰ μὴ καθὸ τόδε τι καὶ ἄτομον· καθὸ δὲ τοιαῦτα ὁ Πατὴρ καὶ Υἱός εἰσι δύο, διαφόρως δὲ ἐξ αὐτῶν προϊέναι, τοῦτο δὲ οὐ συγχωρήσομεν, ἕως ἂν ἐνέρω γειαν μὲν ὥσπερ τοῦ Πατρὸς, οὕτω δὴ καὶ τοῦ Υἱοῦ ἐνέργειαν φυσικὴν λεγόντων τῶν ἁγίων ἀκούω μεν τὸ Πνεῦμα τὸ ἅγιον· μίαν δὲ ἐνέργειαν Πατρὸς αὐτὸς ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦ Πνεύματος, ἢ ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι λέγων ὑποστῆναι τὸν κόσμον, οὐκ ἐκ τριῶν μόνον ὑποστάσεων φάσκει δεδημιουργῆσθαι· τοῦτο γὰρ φαίη ἂν δήπου, ἀλλὰ καὶ διαφόρως ἐκ τῶν τριῶν. Εἰ δὲ θαυμάζει πως τὸ ταὐτὸν καὶ ὁμόβουλον τῆς διὰ παριστανούσης, ἡμεῖς αἴτιον διὰ ταύτης δηλοῦν τὸν Υἱὸν τῆς ὑπάρ ξεως τοῦ Πνεύματος τοῦ ἁγίου βουλόμεθα, θαυμαζέτω πρότερον ἑαυτὸν, ὅπως διὰ τοῦ Υἱοῦ γεγενῆσθαι λέγων τὸν κόσμον, ἔπειτα τοῦτον αἴτιον οίεται τῆς τοῦ κόσμου παραγωγῆς διὰ τῆς διὰ δείκνυσθαι. "Η εἰπάτω μὴ εἶναι τῶν ὄντων αἴτιον τὸν Υἱὸν, καὶ κακῷ τὸ κακὸν ἰασάσθω. Εἰσάγει δὲ καὶ μαρτυρίαν τοῦ θείου Μαξίμου οὐδὲν οὖσαν πρὸς τὸ
col. 249–250page 4 of 22
PG 161:249προκείμενον. Καὶ ἡμεῖς γὰρ ἂν φαίημεν τὴν διὰ έκπορεύεσθαι, τὴν ἔνωσιν καὶ τὸ ἀπαράλλακτον τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ παριστάνειν. Ἴσμεν γὰρ τάξιν τινὰ καὶ σχέσιν ἀεὶ διὰ τῆς διὰ τοῦ ἐφ' οὗ αὕτη λέγεται, πρὸς τὸν ἐφ' οὗ τῇ ἐκ χρώμεθα καὶ μάλα δηλοῦσθαι· αὐτὸ μέντοι τοῦτο τὸ ταυτόν τε καὶ ἀπαράλλακτον αἴτιον εἶναι καὶ τοῦ ταυτὰ τῷ Πατρὶ τὸν Υἱὸν δύνασθαι, καὶ δι' αὐτοῦ προϊέναι τὸ Πνεῦμα. Κατὰ μὲν γὰρ τὸν θεῖον Κύριλλον ἐξ ἀμφοῖν, ἢ ἐκ Πατρὸς δι' Υἱοῦ, κατὰ δὲ τὸν αὐτὸν Μάξιμον ἐκ Πατρὸς καὶ Υἱοῦ, εἴτ' οὖν ἐκ Πατρὸς δι᾿ Υἱοῦ ἐκπορεύεται, τουτέστι τὴν ὕπαρξιν ἔχει. Τὸ γὰρ ἐκπορεύεσθαι καὶ αὐτὸς ἂν φαίη τὸ τὴν ὕπαρξιν ἔχειν σημαίνειν, καὶ μάλιστα κατὰ τοὺς τοῦτο τὸ ὄνομα ἀποκληροῦντας τῇ ὑπάρξει τοῦ Πνεύματος. Εἰ δὲ τὸν Υἱὸν μὴ ποιεῖν φησιν ὁ διδάσκαλος αἰτίαν τοῦ Πνεύματος, ἀλλὰ τὸν Πατέρα, μὴ θαυμάσῃς, εἰ τῆς Ἑλληνικῆς φωνῆς ἀναμνησθείης, καὶ ἐπὶ τίνος αὕτη κυρίως τῇ αἰτίᾳ καὶ τῷ ὀνόματι τούτῳ εἴωθε χρῆσθαι· δῆλον γὰρ δὴ τὴν προκαταρκτικὴν καὶ ἀρχοειδὴ αἰτίαν καὶ πηγὴν καὶ ῥίζαν ἑκάστου, ταύτην κυρίως αἰτίαν καλεῖσθαι, οἵαν μόνον τὸν Πατέρα ὑπάρχειν, τίς οὐκ ἂν συνθοῖτο; Καὶ δῆλονἐντεῦθεν· τῆς μὲν γὰρ κτίσεως καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα αἰτίαν ὑπάρχειν οὐδεὶς τῶν ἐν Χριστιανοῖς τελούντων ἀρνήσαιτο. Αλλ' ὁ Θεολόγος Γρηγόριος, Θεός, φησίν, ἐν τρισὶν ἵσταται τοῖς μεγίστοις, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ, τῷ Πατρὶ λέγω καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ακούων δὲ ἀρχοειδῆ τὸν Πατέρα αἰτίαν, μὴ νομίσῃς ἤδη καὶ μὴ θέλοντας διαφόρως λέγειν τὸν Υἱὸν προβάλλειν τὸ Πνεῦμα, μὴ ἀρχοειδῆ ὄντα αἰτίαν· τοῦτο γὰρ οὐδὲν ἧττον και ἐπὶ τῆς κτίσεως ἔπεται, καὶ πάντων ἁπλῶς ὧν ὁ Υἱὸς ἔχει. Οὐδὲ γὰρ ταύτης ἀρχοειδής αίτιος ο Υιός, εἴπερ αἰτιατῶν τε καὶ υἱἰκῶς ἅπαντα ἔχει, ὅσα καὶ ὁ Πατήρ πατρικῶς τε καὶ ἀναιτίως. Ἀλλ' ὅμως καὶ ὁ αὐτός ἐστιν αἴτιο:, καὶ μία μετὰ τοῦ Πατρὸς αἰτία τῶν ὄντων, καὶ τὸ ταυτὸν αὐτοῦ καὶ ὁμόβουλον, οὐδὲν δὴ ἧττον καὶ τὴν τῶν προσώπων διάκρισιν ἡ διὰ παριστάνει. "Α δέ φησιν, ὡς ἔργον θείας θελήσεως, καὶ διὰ τοῦτο καὶ κτίσμα τὸ Πνεῦμά φαμεν, διὰ τὸ τὴν διὰ τὸ ταυτὸν τῆς θελήσεως παριστάνειν, οὐκ οἶδ' εξ τινι ἄλλῳ πλὴν τούτου συνδόξειεν. Εἰ γὰρ διὰ τὸ τὴν διὰ τὸ ταυτὸν δηλοῦν τῆς θελήσεως κτίσμα κατ' αὐτὸν τὸ Πνεῦμα συνάγεται, πῶς οὐχὶ θεία φύσις ἔσται μᾶλλον καὶ δοξασθήσεται ὑφ᾽ ἡμῶν διὰ τὸ τὴν διὰ καὶ τὸ τῆς οὐσίας ταυτὸν παριστάνειν; καίτοι τῆς ῥήσεως, ἣν προήνεγκε τοῦ μεγάλου Μαξίμου, τὴν ταυτότητα μᾶλλον τῆς οὐσίας δηλοῦν διδασκούσης • • Ἵνα γάρ, φησί, τὸ συναφὲς τῆς οὐσίας καὶ απαράλλακτον παραστήσωσι.» Καίτοι καὶ εἰ τὸ τῆς θελήσεως μόνον ἐδήλου ταυτὸν ἡ διὰ, οἱ δὲν ἂν
col. 251–252page 5 of 22
PG 161:251& οὐδὲ οὕτως ἄτοπον εἴπετο, τῆς αὐτῆς καὶ θελήσεως καὶ οὐσίας ἐπὶ Θεοῦ νοουμένης. Ταύτην γὰρ εἶναι τὴν δύναμιν ἁπλουστέραν καὶ ὑψηλοτέραν πασῶν, οὐδεὶς ἂν, ὃς οὐ συμφήσειεν. Εκάστην δὲ δύναμιν το σούτῳ ἔχειν πρὸς πλείω, ὅσῳ ἂν ἀπλουστέρα ᾗ καὶ ὑψηλοτέρα, τίς ἀγνοεῖ; κἀντεῦθεν καὶ τὴν τοῦ Θεοῦ θέλησιν πρὸς μὲν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ἔχειν ὡς φύσιν, ὡς θέλησιν δὲ πρὸς τὴν κτίσιν. Δῆλον γὰρ ὡς πασά τε θέλησις καὶ ἡ θεία αὕτη πρὸς μὲν τὸ τέλος ὡς φύσις ἔχει, ὡρισμένως αὐτὸ θέλουσα, καὶ καθάπερ καὶ ἡ φύσις πρὸς ἐν ὡρισμένον δ ἔχει, τείνει τέ λο; δὲ τῆς θελήσεως τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός ἐστι καὶ τὸ Πνεῦμα, πρὸς ἃ αὐτὴν ἔχειν ἀνάγκη ὡς φύσιν· πρὸς δὲ τὰ πρὸς τὸ τέλος, καὶ μάλιστα τὰ καὶ ὧν ἄνευ δύναται τοῦ τέλους τυχεῖν, οἷα ὑπάρχει τὰ κτίσματα, οὐδὲν γὰρ αὐτὰ οὐκ εἰς τὸ εἶναι τοῦ Θεοῦ συντελεῖ, οὐκ εἰς τὸ βέλτιον εἶναι, πρὸς ταῦτα δὲ οὐχ ὡρισμένως, καὶ διὰ τοῦτο ὡς θέλησις ἔχει. Δύναται γὰρ αὐτὰ καὶ μὴ θέλειν καὶ θέλειν· ὅθεν καὶ τὰ τοῦ Δαμασκηνοῦ σώζεται, καὶ ἡμεῖς ἔξω πάσης αιτίας, καὶ ὁ καθ᾿ ἡμῶν λόγος οὐδέν φησιν ἀναγκαῖον· οὕτως ἄρα δοκῶν τι λέγειν, καθ᾿ ἑαυτοῦ συμπεραίνει. Βέκκου εἰς τὴν β'. Ἐπειδὴ εἰσί τινες ἀντιλέγοντες ταῖς γραφικαῖς βήσεσι, ταῖς δηλούσαις διὰ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, συνελέγησαν καὶ αἱ παροῦσαι γραφικαί ῥήσεις, αἱ δηλοῦσαι προσεχῶς καὶ ἀμέσως ἐκ Πατρὸς τὸν Υἱὸν εἶναι, εἰς συγκρότησιν τῶν δηλουσῶν διὰ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα· εἰ μὴ γὰρ ἦν τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ, διατί μὴ καὶ αὐτὸ ἀμέσως έρε ῥέθη ἐκ τοῦ Πατρός; Τοῦ Παλαμᾶς. Καὶ μὴν ἐῤῥέθη καὶ τὸ θεῖον Πνεῦμα ἐκ Πατρός ἀμέσως, καὶ ἀνῄρηταί σου παντάπασιν ἡ τῆς δυσ σεβείας πρόφασίς τε καὶ παράστασις· Γρηγόριος γὰρ ὁ τῆς θεολογίας επώνυμος δεύτερον ἐν τοῖς ἔπεσιν εἶναί φησιν ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον καθὰ καὶ τὸν Υἱόν. Ο δὲ Νύσσης σὺν πολλοῖς ἑτέροις πρὸς ἐν πρόσωπον τὸ πατρικὸν ὡσαύτως ἔχειν ἑκάτερόν φησιν, ἄνευ τοῦ τρόπου τῆς ὑπάρ ξεως. Τί δὲ οἱ λέγοντες ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι καὶ ἐν τῷ Υἱῷ διαμένειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ διήκειν, καὶ ἐκ τοῦ Πατρὸς εἶναι καὶ τῷ λόγῳ συμπαρομαρτείν; Ετι δὲ οἱ κοινωνίαν καὶ ἀγάπην εἶναι λέγοντες τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Πρὸς δὲ τούτοις οἱ πρὸς τὸ ἕτερον ἕκαστον ἔχειν τῶν προσώπων λέγοντες οὐχ ἧττον ἢ πρὸς ἑαυτό; Τί δὲ ὁ ψάλλων, Αἱ χεῖρες σου ἐποίησαν με καὶ ἔπλασαν με; 'Αρα οὐχ ἅπαντες οὗτοι ἀμέσως είναι δεικνύουσι καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός;
col. 253–254page 6 of 22
PG 161:253Του Νικαίας. Οὐδὲ ἡμεῖς ἀρνούμεθα παντάπασι μὴ καὶ ἀμέσως ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα, εἰ καὶ ῥητῶς οὕτω μηδαμή προήνεγκας εἰρημένον τοῖς διδασκάλοις εἰ οὖν καὶ αὐτὸς μεθ᾿ ἡμῶν τὸ καὶ ἐμμέσως εἶναι ὁμολογεῖς, πρὸς ἡμῶν ὁ λόγος· εἰ δὲ τοῦτο φυλάττει δεδιὼς τὸ ἑπόμενον, ὁ παρὰ τῶν διδασκάλων ἔλεγχος ἐγγύς· τόν τε Υἱὸν ἀμέσως ἐκ τοῦ Πατρὸς διδασκόν των καὶ μέσον τούτων εἶναι οὐδὲν, τό τε Πνεῦμα διὰ τοῦ Υἱοῦ εἶναι, καὶ μεσιτείαν Υἱοῦ μεταξύ Πατρός τε καὶ Πνεύματος τιθεμένων. Γίνεται δέ σοι ἡ ἀπάτη ἐνταῦθα παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν, ὅπως ἀμέσως ἂν εἴη τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὅπως δὲ καὶ ἐμμέσως. Εἰ μὲν γὰρ ἡ δυσὶ καὶ διαφόροις προς δοις ἐκ Πατρὸς καὶ Υἱοῦ ἐλέγομεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐκ μὲν τοῦ Πατρὸς ἀτελῶς, τελείως δ᾽ ἐξ Υἱοῦ προϊέναι, καὶ διὰ μέσου αὐτοῦ καὶ ἐκ τοῦ Πατρὸς ἔχειν τὸ τέλειον, ἢ ἐκ τοῦ Υἱοῦ μόνου ἐτιθέμεθα προϊέναι, μόνως ἂν ἐμμέσως ἐκ τοῦ Πατρὸς τότε προῄει. Νῦν δὲ, εἴ τις μὲν πρὸς τὴν μοναδικὴν προβολὴν καὶ τὸ ταυτὸν τῆς ἐξ ἀμφοῖν ἐπίδοι προσ δου, ἔτι δὲ καὶ τὸ τὸν Πατέρα τὴν αἰτίαν καὶ πηγὴν τῆς θεότητος εἶναι, ὡς αὐτοῦ μὴ ὄντος, μηδὲ τὸν Υιόν μήτε του αἴτιον εἶναι, μήτε ὅλως εἶναι, ἀμές σως ἐκ τοῦ Πατρὸς εὑρήσει τὸ Πνεῦμα· καὶ πρὸς τοῦτο φέρειν ἅπερ αὐτὸς εἰσάγεις ρητά. Εἰ δὲ θεω ροίη τὴν τάξιν, ἣν πράγματι εἶναι ἐν τῇ Τριάδι, οὐχ ἡμετέρα μόνον ἐπινοίᾳ συνεστηκέναι, ἀνάγκη ὁμολογεῖν· τὸν Υἱὸν ὄψεται μέσον, καὶ τρίτον ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα, καὶ δι' Υἱοῦ ἐκ Πατρὸς προϊόν, καὶ ἑαυτοῦ τὸν Υἱὸν προεπινοούμενον ἔχον, ὥσπερ ὁ Υἱὸς τὸν Πατέρα. υπερ αὐτὸς μὴ προσλογισάμενος συμπεραίνεις οὐκ ἀναγκαῖα. Τοῦ Βέκκου εἰς τὴν γ΄. Κατεστρώθησαν καὶ αἱ παροῦσαι γραφικαὶ ῥή σεις εἰς συγκρότησιν τῆς ἐννοίας τῶν δηλουσῶν ῥής σεων, μὴ ἀμέσως, ἀλλὰ διὰ τοῦ Υἱοῦ ἐκ Πατρὸς εἶναι τὸ Πνεῦμα. Εἰ γὰρ ἀμέσως ἦν τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, οὐκ ἂν ἐῤῥέθη ὁ μὲν Υἱὸς εἰκὼν τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ· καὶ ὁ μὲν Υἱὸς ἐνέργεια τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα ἐνέργεια τοῦ Υἱοῦ· καὶ ὁ μὲν Υἱὸς πρόσωπον τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα πρόσωπον τοῦ Υἱοῦ. Τοῦ Παλαμᾶ. Ανούστατε ὁ δυσσεβῶς ἐπιγράφων ὧδε τὰ παρὰ τῶν ἁγίων εὐσεβῶς εἰρημένα· πῶς οὐ συνορᾷς ὅτι τὰ κοινὰ καὶ φυσικὰ ἐπὶ τῆς ἁγίας Τριάδος οὐδεμίαν ἔχουσι διαφοράν; Εἷς γὰρ Θεὸς, μία εἰκών, μία θέλησις, μία ενέργεια Πατρός, Υἱοῦ καὶ ἁγίου Πνεύ ματος. Οὐκοῦν πρὸς τοῖς ἄλλοις καὶ πρόσωπον, ὅταν ἕτερον ἑτέρου τούτων λέγηται, φυσικόν, οὐχ ὑπο στατικὸν καὶ τῆς ἀπαραλλάκτου ὁμοιώσεως ἐστι Αι
col. 255–256page 7 of 22
PG 161:255ἄπαγε. Σὺ δὲ μὴ οὕτω πρόσωπον ἕτερον ἑτέρου λέ γων, ἀλλ' ὑποστατικῶς, οὐκέτ' ἔχεις εἶναι μύστης τῆς Τριάδος. Εἰ γὰρ τοῦ Πατρός ἐστιν ὁ Υἱὸς πρό σωπον ὡς ἐξ αὐτοῦ, καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὐκέτ' ἔσται λοιπὸν ὁ Πατὴρ πρόσωπον ἕτερον παρὰ τὸν Υἱὸν, οὐδὲ παρὰ τὸ Πνεῦμα ὁ Υἱός. Ορᾷς ὡς αἱ μὲν τῶν ἁγίων ῥήσεις ἔχουσιν εὐσεβῶς τε καὶ και λῶς. Παρὰ σοῦ δὲ ἐκλαμβάνονται δυσσεβῶς τε καὶ κακῶς. δηλωτικόν, ἀλλ' οὐχὶ τοῦ τρόπου τῆς ὑπάρξεως, Τοῦ σοφοῦ Νικαίας. Ω; δὴ σὺ καὶ τοῦ μακαρίου Παύλου τὸν Υἱὸν λέ γοντας εἰκόνα τοῦ ἀοράτου Θεοῦ, καὶ τῆς αὐτοῦ ὑπο στάσεως χαρακτῆρα, καὶ τῆς δόξης ἀπαύγασμα, οὕτως ἀκούσαις, ὡς τῆς αὐτῆς αὐτὸν τῷ Πατρὶ ὑποστάσεως λέγοντος, καὶ φύσεως μόνον δηλοῦντος ταυτότητα, οὐ μέντοι καὶ διάκρισιν ὑποστάσεων. ᾿Αλλ' ἡμεῖς εὐσεβῶς διαιτῶντες τῷ λόγῳ, καὶ ταυτό. τητα φύσεως διὰ τούτων τῶν ὀνομάτων νοοῦμεν εἰκόνος τε καὶ προσώπου καὶ ἐνεργείας, καθὰ καὶ δυναίμεθα ἂν φάναι μίαν εἶναι τὴν τῆς ἁγίας Τριά δος εἰκόνα τε καὶ θεότητα, ἀντὶ παραδείγματος τὴν εἰκόνα δεχόμενοι· ὁμοίως δὲ καὶ τὸ πρόσωπον τοῦ Πατρός λέγοντες τὴν τοῦ Πατρὸς οὐσίαν δηλώσαι μεν, καθόσον ἐν τῷ Θεῷ ἡ οὐσία ταυτόν ἐστι τῇ ὑποστάσει αὐτοῦ· οὐδὲν μέντοι ἧττον καὶ τὴν τῶν ὑποστάσεων δηλοῦμεν διάκρισιν. Πρόσωπά τε γὰρ τρία φαμὲν ἐπὶ τῆς ἁγίας Τριάδος. Δῆλον ὡς οὐ τὴν ταυτότητα διὰ τούτου, τὴν διάκρισιν δὲ παριστά νύντες. Η τε εἰκὼν φανερῶς οὐ πρὸ; ἑαυτὴν, ἀλλὰ πρὸς ἐκεῖνο λέγεται, οὗτινός ἐστι καὶ εἰκών. Καὶ διὰ τοῦτο σημαίνει ὑπόστασιν ἀναφορικόν γε όνομα ὄν, καὶ οἷον πρόσωπον υφιστάνειν. Σὺ δ᾽ οὐκ οἶδ' ὅ τι διανοῇ, φυσικῶς λέγεσθαι φάσκων οὐχ ὑποστατικῶς, ὅταν πρόσωπον ἕτερον ἑτέρου λέγηται. Καὶ ἄτοπον δὲ συνάγειν νομίζεις, δ κατὰ σοῦ φανερῶς ἐστιν. Εἰ δ᾽ ἀληθῶς, ἔξεστι σκέψασθαι. Τοῖς γὰρ λέγουσι τὸν μὲν Υἱὸν πρόσωπον τοῦ Πατρὸς, ὡς ἐξ αὐτοῦ προϊόντα, τοῦ δὲ Υἱοῦ αὖθις τὸ Πνεῦμα ὡς δν ἐξ αὐτοῦ, ἕπεσθαι οἴει μὴ λέγειν ἄλλο πρόσωπον τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἕτερον, καὶ τὸ Πνεῦμα. Εγώ δ' εἴ τι καλῶς τοῦ σοῦ λόγου συνίημι, τῇ μὲν στ θέσει καὶ πάνυ ἂν τοῦτο τὸ ἄτοπον ἔπεσθαι φαίην τῇ ἡμετέρᾳ δὲ πᾶν τοὐναντίον. Εἰ μὲν γὰρ τὸ πρός σωπον ἕτερον ἑτέρου λέγεσθαι, την ταυτότητα δηλοί μόνον, καὶ ἀπαράλλακτον ὁμοίωσιν, ὡς αὐτὸς τίθης, ἔστι δὲ πρόσωπον τοῦ Πατρὸς ὁ Υἱός, ὡς ταυτὸν αὐτῷ κατ᾽ οὐσίαν, καὶ αὐτοῦ Υἱοῦ τὸ Πνεῦμα, ὡς τῆς αὐτῆς αὐτῷ μόνον οὐσίας, ὁμολογουμένως οὐκ ἂν εἴη ἄλλο πρόσωπον ὁ Πατήρ τοῦ Υἱοῦ τε καὶ Πνεύματος, κἀκεῖνοι ἀλλήλων, οὐδὲ γὰρ ἄλλης ομο σίας. ᾿Αλλὰ πρόσωπον τοῦ Πατρὸς, ἢ πρόσωπον τοῦ Υἱοῦ ἀκούοντες, καὶ ἔτι τοῦ Πνεύματος, την ταυτότητα τῆς οὐσίας νοήσομεν· ὡς τό γε κατὰ σὲ ἀ ᾑρη ται ἡ Τριάς, εἰς μονώτην ἀντιπεριστᾶσα Θεόν. Εἰ δ' ὡς ἡμεῖς λέγομεν τὸ πρόσωπον ἕτερον ἑτέρου λέγετ σθαι τὸ ἐξ ἐκείνου. εἶναι σημαίνει, οὗ καὶ λέγεται
col. 257–258page 8 of 22
PG 161:257εἶναι, πρὸς τῷ καὶ τῆς αὐτῆς αὐτῷ εἶναι οὐσίας, ἐπεὶ τὸ ἔκ τινος ἂν ἕτερόν ἐστι φανερῶς τῇ γε γούν ὑποστάσει, καὶ τῷ προσώπῳ τοῦ ἐξ οὗ λέγεται εξ ναι, πῶς οὐκ ἔσται πρόσωπον ὁ Πατήρ ἄλλο, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα; Ωστ᾽ ἡμεῖς μὲν ταῦτα λέ. γοντες τὴν Τριάδα καὶ μάλα φυλάττομεν· αὐτὸς δὲ φύλαξαι με τοὐναντίον ποιῶν ἀδίκως εγκαλής ἄλλοις, ἡμῖν ἐπιτιθεὶς τὰ ὀνείδη τὰ ἴδια. Οτι δὲ τὸ λέγεσθαι πρόσωπον, ή δύναμιν, ἢ ἐνέργειαν τόδε τοῦδέ τινος, πρὸς τῷ ἄλλην σημαίνειν ὑπόστασιν καὶ τὸ ἐξ αὐτοῦ εἶναι σημαίνει, οὗ καὶ λέγεται εἰ ναι, τῶν λεγόντων ἄκουσον (οὗτοι δ' εἰσὶν οἱ διδάσκαλοι πάντες) Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν, καὶ αὖθις ζῶσαν καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς τὸν Υἱόν· καὶ πάλιν, τὸ Πνεῦ μα τὸ ἅγιον οὐκ ἀλλότριον τοῦ Υἱοῦ, ἀλλ᾽ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ, καὶ ὥσπερ ἐνέργειαν φυσικήν δῆλον γὰρ δὴ τὸν Υἱὸν, ἐνυπόστατον δύναμιν τοῦ Πατρὸς ὄντα, διαφέρειν αὐτοῦ καθό ἐστιν ὑπόστασις, καὶ κατὰ τοῦτο καὶ ἐξ αὐτοῦ ὄντα· καὶ τὸ Πνεῦμα ἐνέργειαν φυσικὴν τοῦ Υἱοῦ, οὐδὲ ταύτην ἀνυπόστατον, ἐξ αὐτοῦ τε εἶναι, καὶ τούτῳ αὐτοῦ. διακρίνεσθαι. ὥστ᾽ οὐ ταυτότητα μόνον φύσεως ταῦτα δηλοῖ τὰ ὀνόματα, καὶ τὸ τοῦδέ τινος λέγεσθαι τόδε, ἐφ᾽ ᾧ αὐτὸς ἰσχυρίζῃ, ἀλλὰ καὶ διάκρισιν ὑπο στάσεων. Τούτου δὲ τοῦ λόγου διασεσεισμένου, καὶ τὰ ἑπόμενα πάντα συγκαταβέβληται. Τοῦ Βέκκου εἰς τὴν δ'. Επειδή τινες μὴ καταδεχόμενοι τὴν ἐν Τριάδι μεσιτείαν τοῦ Υἱοῦ προδήλως παρὰ τῶν ἁγίων θεο λογουμένην ἀπαρνοῦνται καὶ τὸ ὅλως λέγειν ὄνομα τάξεως ἐν τῇ Τριάδι, συνελέγησαν αἱ παροῦσαι γραφικαί ῥήσεις εἰς δήλωσίν τε τοῦ τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ συνάπτεσθαι τῷ Πατρὶ, καὶ εἰς παρά στασιν τοῦ λέγεσθαι ἀριδήλω; τάξιν ἐν τῇ Τριάδι. Τοῦ Παλαμᾶ. Καταψεύδῃ τῶν εὐσεβῶν, ταλαίπωρε. Ισμεν γὰρ τάξιν ἐπὶ τῆς ἁγίας Τριάδος, ἀλλὰ τὴν εὐσεβή. Τὴν δὲ δεικνῦσαν τρίτον ἐξ ἀνάγκης ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς δυσσεβῶς ἔχουσαν, ἣν σὺ μετ' Ευνομίου στέργεις, οὐ καταδεχόμεθα. Καὶ τῶν γρα φικῶν καταψεύδῃ ῥήσεων. Οὐ γὰρ τὸν Υἱὸν μόνον, ἀλλ' ἔσθ' ὅτε καὶ τὸν Πατέρα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ ματος ἕνωσίν φασιν, ἄλλοτε δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τὸ Πνεῦμα μέσον καὶ κοινὸν αὐτοῖ;. Καὶ ἢν ἀριδήλως λέγεσθαι φῂς τάξιν, σαφὲς ὡς οὐ περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστι· στέργεται δὲ καὶ ἡ μεσιτεία τοῦ Υἱοῦ, ἀλλ' οὐ κατὰ τὴν ὕπαρξιν τοῦ Πνεύματος τοῖς τὰ θεῖα συνετοῖς, ἀλλὰ κατὰ τὴν ὁμολογίαν, μὴ προσεχῶς τὸ Πνεῦμα τὸ ἅγιον
col. 259–260page 9 of 22
PG 161:259αῦτα τοίνυν τοῖς ἁγίοις λέγεται καλῶς. Ὁ δὲ συν ειληχὼς ταῦτα καὶ προθεὶς ἐνταῦθα πρὸς τὴν οἰκείαν μεθέλκων κακοδοξίαν, κακῶς καὶ δυσσεβῶς αὐτοῖς χρῆται. τιθεῖσιν, ἵνα μὴ δόξῃ καὶ τοῦτο γεννητόν. Τὰ τοι ὁμολογίαν, Τοῦ Νικαίας. 'Αλλ', ἄνθρωπε, ὅστις ποτὲ εἰ ὁ ταῦτα λέγων, αὕτη ἡ τάξις ἣν αὐτός τε εἰσάγεις καὶ διδάσκεις τοὺς πειθομένους τοι, οὐ τάξις μᾶλλον ἢ ἀταξία δια καιότερον ἂν καὶ λέγοιτο. Εἰ γὰρ διὰ τὴν ὁμολογίαν, ὡς φῂς, στέργεις τὴν τάξιν καὶ τὴν τοῦ Υἱοῦ μεσιτείαν, ἵνα μὴ τὸ Πνεῦμα τῆς προσεχῶς, καὶ γεννητὸν αὐτὸ νομίσαι ἀναγκασθῇς, ἔοικας μήτε πράγματι ἐν τῇ θείᾳ Τριάδι τὴν τάξιν δοξάζειν, ἀλλ αὐτὸς ἐπινοῶν τοῦτο χαρίζεσθαι· ἐπὶ σοί τε οἴεσθαι εἶναι ἐναλλάξαντι μεταθεῖναι τὴν τάξιν τῶν ὀνομά των· εἰ γὰρ διὰ τὸ Πατρὸς ὄνομα (τοῦτο γὰρ οἷμαι ὁμολογίαν καλεῖς), οὐκ ἐπιφέρεις προσεχῶς τὸ Πνεῦμα ἅγιον, ἵνα μὴ γεννητὸν δόξῃ· ἔξεστι προβολέα τοῦ τον· καλέσασι τὸ Πνεῦμα εὐθὺς ὀνομάσαι, καὶ διὰ τοῦ Πνεύματος τὸν Υἱὸν ἐκ τοῦ προβολέως ὑπάρχειν. Καὶ τὸν μὲν Υἱὸν ἐκ τοῦ Πατρὸς καθ᾿ αὐτό, κατά συμβεβηκὸς δὲ ἐκ τοῦ προβολέως· τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ μὲν τοῦ προβολέως καθ' αὐτὸ, ἐκ δὲ τοῦ Πατρὸς κατὰ συμβεβηκός· καὶ ἐφ' ἡμῖν ἐστιν, ἀναιροῦντας τὴν τάξιν ποτὲ μὲν μέσον τὸν Υἱόν θεῖναι Πατρός τε καὶ Πνεύματος, Πατέρα τὸ πρῶτ τον αἴτιον ὀνομάσασι, ποτὲ δὲ τὸ Πνεῦμα Πατρός καὶ Υἱοῦ τὸν προβολέα φαμένοις. "Α πάντα καὶ ἄτοπα καὶ ἀταξίας ποιητικὰ μᾶλλον ἢ τάξεω;. Ἀλλ᾿ ἡμεῖς τοιαύτην τάξιν οὐ λέγομεν, οὐδ᾽ ἦν αὐτὸς ἡμᾶς οίει μετ' Εύνομίου φρονεῖν, τρίτον ἐξ ἀνάγκης ἀπὸ τοῦ Πατρὸς τὸ Πνεῦμα νομίζοντας. Τρίτον μὲν γὰρ αὐτὸ καὶ μάλα νομίζομεν, καὶ τοῦτ' ἐξ ἀνάγκης, εἴπερ σοι τὸ ἐξ ἀνάγκη; μὴ τὸ φύσει δηλοίη, πιο στεύοντες τῷ τρίτον αὐτὸ παραδιδόντι ἐν τῇ τοῦ σω τηρίου βαπτίσματος τελετῇ, «Βαπτίζοντες, φάσκων, εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. • Τρίτον δέ γε τῇ φύσει οὐδέποτ' ἐμοῦμεν, οὐδὲ προελευσόμεθά ποτε εἰς θάτερον τῶν ἀντικειμένων, τὸ ἕτερον φεύγοντες, ὅπερ αὐτὸς πάσχεις. Τὸ γὰρ τρίτον φεύγων τῇ φύσει, οὐδόλως αὐτὸ τρίτον καλεῖς, καὶ τὴν τῶν ὑποστάσεων διακριτικὴν τάξιν ἀρνούμενος, καὶ μὴ δυνάμενος μένειν ἐπὶ τοῦ μέσου. Καίτοι βέλτιον ἦν ἀμφότερα φεύγοντα τὰ ἄκρα, ἵστασθαι ἐπὶ τοῦ μέσου, τοῦτο δὴ τὸ ἡμέ τερον μήτε παντάπασιν ἀρνουμένου; τὸ τρίτον, μήτε τὸ τρίτον δεχομένους τῇ φύσει, ἀλλὰ τιθεμένους μὲν αὐτὸ τρίτον οὐ λέγεσθαι μόνον, ἀλλὰ καὶ εἶναι, καὶ τάξιν δεχομένους τὴν τῶν ὑποστάσεων διακριτικήν, οὐ τῶν φύσεων. Ην καὶ αὐτὴν ἐξ ἀνάγκης εἶναι τίς ἀντερεῖ; κἂν αὐτὸς τὴν ὁπωσοῦν ἐξ ἀνάγκης τρίτον αὐτὸ δεικνῦσαν μὴ στέργῃς, μηδὲ τοῦ Βασιλείου Πατρὸς ἀκούων διδάσκοντος. Οὐκοῦν ἡ μὲν τῶν θείων ὑποστάσεων διακριτική τάξις τοῖς ἁγίοις και θέστηκε γνώριμος, ἡ δὲ φύσεως διακριτικὴ ἐπὶ τῆς ἁγίας Τριάδος ἀπόβλητος. Τὴν δὲ διακριτικὴν τῶν
col. 261–262page 10 of 22
PG 161:261προσώπων τάξιν φύσεως μὲν μὴ εἶναι· φύσει δὲ ὅμως εἶναι, πᾶς τις ἂν συγχωρήσειε, καὶ κατά τοῦτο εἶναι καὶ φυσικὴν, οὐ καθό φύσιν διακρίνει, ἀλλὰ καθὸ φύσει, οὐ θέσει τῇ ἡμετέρᾳ ἐστί. Τοῦτο δ᾽ ἂν φαίεν καὶ οἱ κορυφαῖοι τῆς Ἐκκλησίας διδά σκαλοι Αθανάσιος, καὶ Βασίλειος, ὁ μὲν τὴν μείζονα παραδοὺς τῶν προτάσεων, Αθανάσιος δ' ἐπάγων τὴν ἐλάσσονα· καὶ συλλογισμὸν ἄμφω πλέξαντες ἕνα φύσει πρὸς τὸν Υἱὸν τετάχθαι τὸ Πνεῦμα δεικνύντα πρὸς μὲν γὰρ τὸν Πατέρα τὸν Υἱὸν φύσει τετάχθαι, καὶ οὕτω φύσει, ὡς πᾶν αἰτιατὸν πρὸς τὸ ἴδιον αἴτιον, καὶ ὡς τὸ ἐκ τοῦ πυρὸς πρὸς τὸ πῦρ, διδάσκει Βασί. λειος· τὸ δὲ Πνεῦμα τοιαύτην φύσιν καὶ τάξιν πρὸς τὸν Υἱὸν ἔχειν, ἣν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, ὁ λέγων ἐστὶν ᾿Αθανάσιος, ἣν φυσικὴν οὖσαν οὐ καθὸ φύσιν διακρίνει (λεγέσθω γὰρ τοῦτο πολλάκις τὰ συκοφαντούντων ἐμφράττουσι στόματα), ἀλλ' ὅτι φύσει, οὐ θέσει τῇ ἡμετέρᾳ ἐστὶ, πράγμασί τε εἶναι, καὶ οὐ τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ, οὐδ᾽ εἶναι ἐναλλάττειν, ὡς αὐτὸς οἴει, ποτὲ μὲν οὕτω τάττοντας, ποτὲ δ' ἑτέρως, οὐδεὶς ὃς οὐχ ὁμολογήσειεν. Οὐκοῦν εἰ μὲν τοιαύτην ὁμολογεῖς καὶ αὐτὸς τάξιν, τῶν γραφικών οὐ καταψευδόμεθα ῥήσεων, ούκουν γε δόξει τοῖς γε συνιεῖσιν αὐτῶν. ᾿Αλλὰ καλῶς ὁ συνειληχὼς τὰς ῥήτ σεις συνέλεξε καὶ πρὸς ἡμῶν οἱ λόγοι. Εἰ δὲ ταύτην ἀρνῃ, ἀληθεύει λέγων ἡμᾶς αὐτὴν ἀρνουμένους, οὗτος δὲ οὐ ψεύδεται, ἀλλὰ καὶ βάλλει καιρίαν τοῖς συνειλεγμένοις λόγοις τῶν διδασκάλων. Πάνυ δὲ καὶ τοῦτο ποιεῖς ἀγενὲς ἐπ᾿ ἄλλοις εἰρημένας ῥήσεις συλλέγων, καὶ διὰ τούτων δοκῶν ἀνατρέπειν τὴν τῆς τάξεως χρυσῆν καὶ ἄλυτον ὄντως σειράν. Τὸ μὲν γὰρ Πνεῦμα μέσον Υἱοῦ καὶ Πατρὸς εἴρηται, ὡς ἀγεννήτου καὶ γεννητοῦ, αὐτὸ μήτε γεννητὸν ὑπάρχον, μήτε ἀγέννητον· ὁ δὲ Πατὴς Υἱοῦ καὶ Πνεύματος ἕνωσις ὡς αὐτὸς ὢν ἡ πηγή αὐτοῖς καὶ τοῦ εἶναι καὶ τοῦ ἡνῶσθαι. "Α μηδὲν ὄντα πρὸς τὸ προκείμενον οὐχ ἥκιστα τοῦ προάγοντος, ἢ καθ' ὧν προά γονται ἔλεγχον ἔχει, καὶ ἀμαθίας ἀπόδειξιν. Τοῦ Βέκκου εἰς τὴν ε. Επειδή εἰσί τινες μὴ καταδεχόμενοι ἐκεῖνο τὴν εὐαγγελικήν δύνασθαι ῥῆσιν, τὴν Πνεῦμα ἀληθείας τὸ ἅγιον λέγουσαν Πνεῦμα· ὅπερ δύναται καὶ ἡ ῥῆσις ή λέγουσα ἐκ τοῦ Πατρὸς αὐτὸ ἐκπορεύεσθαι ἔτι δὲ διενιστάμενοι μηδὲ εἰ; ἰσοδύναμον ἔννοιαν λέγεσθαι τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνειν τὸ Πνεῦμα τὸ ἅγιον· κατεστρώθησαν αἱ παροῦσαι γραφικαὶ ῥήσεις· εἰς ἀπό δειξιν τοῦ ἰσοδυνάμου τῶν τοιούτων εὐαγγελικῶν ῥήσεων.
col. 263–264page 11 of 22
PG 161:263Του Παλαμά. Τῆς ἀναισθησίας! Ισοδυναμοῦσαι γὰρ αἱ ρήσεις οικειότητα, ταυτὴν δ᾽ εἰπεῖν ὁμοουσιότητα τοῦ θείου Πνεύματος παριστῶσι. Διαφέρουσι δὲ ὡς μὴ παρ' ἀμφοτέρων Πατρός τε καὶ Υἱοῦ τὴν ὕπαρξιν τοῦ Πνεύματος δείκνυσθαι. Καὶ τοῦτο κατάδηλον ἀπ' αὐτ τῶν τῶν γραφικῶν ῥήσεών ἐστιν. Ο δὲ συνειληχὼς ταύτας οὕτως πρὸς τὴν διαφοράν τῶν ῥήσεων τού των ὥσπερ ἐκκεκώφηται. Τοῦ σοφοῦ Νικαίας. Τοῦτο ἔλεγχον μὲν οὐδὲ δοκοῦντα ἔχει, ᾧ μόνῳ χρῆται ἐπὶ τῶν ἄλλων τοῦ ὄντος ἢ ἀμελῶν, ἢ ἔχων ἀπείρως, ἐφ᾽ ὧν γε καὶ εὑρεῖν ἐνδέχεται. Ἐπὶ τού των γὰρ οὐδὲ σφόδρα βουλόμενος εὗρεν ἂν τόν γε μὴ ὄντα. Η γάρ ἀλήθεια οὐκ ἐλέγχεται. Λοιδορίαν δὲ φέρει καὶ μόνον ὥσπερ καὶ τὰ ἄλλα, καὶ θέσιν δέ τινα τίθεται, μηδεμίαν ἀνάγκην ἐπάγων. Τὴν γὰρ Πνεῦμα ἀληθείας λέγουσαν τὸ Πνεῦμα τὸ ἅγιον, Ισοδυναμοῦσαν τῇ ἐκ Πατρὸς αὐτὸ ἐκπορεύεσθαι τι θεμένῃ, ἢ λαμβάνειν ἐκ τοῦ Υἱοῦ, τὴν οἰκειότητά φησι καὶ ὁμοουσιότητα δηλοῦν τοῦ Πνεύματος, οὐ μέντοι τὴν αὐτοῦ ἐκπόρευσιν ἐκ Πατρὸς καὶ Υἱοῦ. Κατὰ τοῦτο γὰρ διαφέρειν. Τὸ δ᾽ ὅπως οὐ δείκνυσιν, ἀλλὰ μαρτύρεται μὲν τὰς ῥήσεις, αἱ δ' εἰς τούνο αντίον ὧν αὐτὸς βούλεται περιφανώς φέρουσιν· ὅτι μὲν γὰρ οἰκειότητά τινα καὶ ὁμοουσιότητα παριστάνουσαι, ἰσοδυναμοῦσιν ἀλλήλαις, τοῦτ' ἐστὶν ἀλη θές· ὅτι δὲ τὴν ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπόρευσιν τοῦ ἁγίου Πνεύματος οὐ δηλοῦσιν, τοῦτο δ' ἀπὸ σαυτοῦ προστίθης τοῖς ἀληθέσι μαχόμενος. Αὐτὸ γὰρ τοῦτο τὸ ὁμοούσιον αἴτιον τοῦ τὸ Πνεῦμα ἐξ Υἱοῦ, ἡ δι' Υἱοῦ προϊέναι. Καὶ δηλοί Κύριλλος ὁ μακάριος, ίδιον λέγων Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὡ; ὂν ἐκ Πατρὸς δι' Υἱοῦ διὰ τὴν ταυτότητα τῆς ουσίας, εἴτε Πατρὸς δηλαδὴ καὶ Υἱοῦ, εἴτε καὶ τούτων πρὸς τὸ Πνεῦμα. Καὶ οὕτως οὖν κἀκείνως πρὸς ἡμῶν οἱ λόγοι· ἡ γὰρ πρὸς Πατέρα καὶ Υἱὸν ὁμοουσιότης τοῦ Πνεύματος, καὶ τὸ ἴδιον αὐτῶν λέγεσθαι, οὐκ ἀποκλείει τὸ ἐξ Υἱοῦ, ἢ δι᾽ Υἱοῦ ἐκ Πατρὸς αὐτὸ εἶναι, ὅτι μὴ μᾶλλον καὶ συνάγει. Καὶ γοῦν ἀλλαχοῦ φησιν ὁ αὐτὸς εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ, τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν ἢ ὡς ἐκ 11 τρὸς δι' Υἱοῦ προχεόμενον Πνεῦμα. Εἰ γὰρ ἁπλῶς μόνον ἡ ὁμοουσιότης αἰτία ἦν τοῦ ἴδιον τοῦ Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα, ἐλέγετο ἂν καὶ ὁ Υἱὸς ἴδιος τοῦ Πνεύματος, ὁμοούσιος ὑπάρχων αὐτῷ. "Οπερ οὐδεὶς οὐδέπω φάναι τετόλμηκεν. Εἰ δὲ διὰ τὸ τὸν Υἱὸν ἀναφερόμενον προς Πατέρα μὴ δύνασθαι φαῖεν τοῦ Πνεύματος λέγεσθαι, μή Πατήρ αὐτοῦ δόξῃ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι, μαρτυρήσουσιν ἡμῖν ἐξ ἀνάγκης τὸν Υἱὸν πνέοντα ἢ προβάλλοντα εἶναι, διὰ τὸ καὶ τὸ Πνεῦμα ἀναφορικὸν ὄνομα ὂν Πατρὸς πρὸς τὸν πνέοντα ἀναφέρεσθαι, καὶ ἐξ ἐκείνου πνεῖσθαι, οὗτινος καὶ λέγεται εἶναι. Καὶ βάλλοντες ἑαυτοὺς εὐο ρεθήσονται, δοκοῦντες τοὺς ἐναντίους. Οτι δὲ οὐ μόνον τὸ λέγεσθαι τὸ Πνεῦμα ίδιον τοῦ Υἱοῦ εἰς τὴν αὐτὴν ἔννοιαν φέρει τῷ ἐκ Πατρὸς ἐκπορεύεσθαι, ἀλλ' οὐδὲν ἧττον καὶ τὸ λαμβάνειν ἐκ τοῦ Υἱοῦ, καὶ
col. 265–266page 12 of 22
PG 161:265τοῦτο πάλιν πρὸς πολλοῖς ἄλλοις Κύριλλος μαρτυρήσει. Ως γὰρ προϊόν δι' αὐτοῦ φυσικῶς, οἷα δη ἴδιον αὐτοῦ φησι, μετὰ πάντων ὧν ἔχει, τελείως λαμβάνειν λέγεται τὰ αὐτοῦ. Τοῦ Βέκκου εἰς τὴν ς'. Επειδή εἰσί τινες λέγοντες διαφέρειν ἀλλήλων τὸ πρόεισι καὶ προχεῖται καὶ ἐκπορεύεται, ἐξελέγησαν εἰς ἀναντίῤῥητον ἀπόδειξιν τοῦ ἰσοδυνάμου αὐτῶν αἱ προκείμεναι ρήσεις τοῦ ἁγίου Κυρίλλου, καὶ μετ' αὐτὰς αἱ ὑποτεταγμέναι αὐταῖς ἕτεραι βήσεις τῶν ἄλλων Πατέρων τῶν θεολογούντων ἐκ Πατρὸς προϊέναι τε καὶ ἐκπέμπεσθαι καὶ προχεῖσθαι τὸ Πνεῦμα, ἐν ἐκείναις ταῖς περικοπαῖς, ἐν αἴ; ἔμελλον λέγειν ἐκ Πατρὸς αὐτὸ ἐκπορεύεσθαι. Τοῦ Παλαμᾶ. Τῆς ἀναισθησίας! τὶς γὰρ οὐκ οἶδεν ὅτι τὸ πρόεισι λέγεται καὶ ἐπὶ τοῦ Υἱοῦ· τὸ δὲ ἐκπορεύεται, ἢ προχεῖται οὐδέποτε; καθάπερ καὶ τὸ προχεῖται κυρίως ἐπὶ τῆς χορηγίας, ἔστι δ' ὅτε καὶ περὶ τῆς ἐκπορεύσεως λέγεται. Βέκκος δὲ οὗτος καὶ οἱ κατ' αὐτὸν μηδὲν διαφέρειν ἀλλήλων διατείνονται ταῦτα δυσσεβῶς ὁμοῦ καὶ ἀναιδῶ;. Αἱ γὰρ συλλεγείσαι τῶν ἁγίων ἐνταῦθα ῥήσεις, ἐφ᾽ ὧν ἔσθ' ὅτε ταῦτα συντρέχουσι δεικνῦσαι, τὴν πρὸς ἄλληλα τούτων διαφορὰν ἀναιροῦσιν οὐδαμῶς. Τοῦ σοφοῦ Νικαίας. Αλλ' εἰ καλῶς ἐφίστας Κυρίλλῳ τῷ μακαρίῳ, εὗρες ἂν καὶ τὸ ἐκπορεύεσθαι ἐπὶ τοῦ Υἱοῦ λέγοντα ἐν τῇ εἰς τὸ κατὰ Ἰωάννην αὐτοῦ πραγματεία εἰς τὸ ῥητὸν τὸ, Οταν οὖν ἔλθῃ ὁ Παράκλητος· εἰ γὰρ οὐκ ἐκ τοῦ Πατρός, φησίν, ἐκπορεύεται, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ καθ᾿ ἡμᾶς· καὶ πρὸ τούτου αὐτὸν τὸν Σωτῆρα περὶ ἑαυτοῦ λέγοντα· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. "Οθεν καὶ Κύριλλος διδαχθεὶς, ἐκ τοῦ Πατρός φησι τὸν Υἱὸν ἐκπορεύεσθαι. Εἰ δὲ μὴ καὶ τὸ προχεῖσθαι λέγεται, λεγόμενον ἐπὶ τοῦ Πνεύματος, οὐδὲν θαυμαστὸν, τῷ μὲν σχηματισμῷ τοῦ Πνεύματος ὀνόματος ἁρμοζούσης με ταύτης τῆς λέξεως, οὐ μέντο: καὶ τοῦ Υἱοῦ, ὥσπερ οἶμαι, καὶ τῷ μὲν τοῦ Υἱοῦ τῆς γεννήσεως και μάλα πρεπούσης, τῷ δὲ τοῦ Πνεύματος οὐ συμβαινούσης. Οὐ διὰ τοῦτο μέντο: δικαίως ἐρεῖ τις, ὡς ἐπεὶ τὸ γεννᾶσθαι τὸ ἐξ αἰτίου εἶναι σημαίνει, τὸ δὲ Πνεῦμα οὐ γεννᾶται ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ ἐκπορεύεται, τὸ ἐκπορεύεσθαι οὐ σημαίνει τὸ ἐξ αἰτίου ὑπάρχειν, οὗ ἐκπορεύεται. Τοῦτο γὰρ ἀδιανόητα λεγόντων ἐστίν. Ὥστε σοι διασάσειστα: τό γε ἐντεῦθεν δεικνύναι τὸ τῶν λέξεων τούτων διάφορον. Ἐπεὶ δ᾽ ἐπὶ Υἱοῦ τε καὶ Πνεύματος ὁμοίως λέγεται ταῦτα, καὶ προσέτι ἡ τοῦ Πνεύματος πρόοδος καὶ ἐκπόρευσις καλεῖται, καὶ πρόχυσις, καὶ πρόοδος, ὡς ταυτὸν τούτων δυο ναμένων ἁπάντων, οὐδὲν ἔοικε διαφέρειν ἀλλήλων περικοπαῖς, τον
col. 267–268page 13 of 22
PG 161:267τὰ ὀνόματα ταῦτα. Εἰ δὲ μὴ διαφέρει, ὁμοίως ἄρα ἐκπόρευσιν αὐτῶν ἀκουστέον ἐπὶ τῆς ἐξ Υἱοῦ, ἢ δι' Υἱοῦ προς δου τοῦ Πνεύματος, ὥσπερ ἐπὶ τῆς ἐκ Πατρός. Αλλ' ἐπὶ τῆς ἐκ Πατρὸς νοοῦμεν δηλαδὴ τὴν ἐξ αὐτοῦ ἐκπόρευσιν. Τὴν αὐτὴν ἄρα καὶ ἐπὶ τῆς ἐξ Υἱοῦ, ἢ δι᾽ Υἱοῦ νοητέον. Προχεῖται γάρ, ἂν φαίη Κύριλλος, τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ, καθάπερ ἀμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός, μηδεμιᾶς ίχνος ἀμφιβολίας καταλιπών. Η σύ γε δείξας, ἢ ὅτι οὐ ταυτὸν σημαίνουσι τὰ ὀνόματα ταῦτα, ἢ εἰ καὶ ταυτὸν, ἀλλ᾽ ἄλλως μὲν ἐπὶ τοῦ Υἱοῦ, ἄλλως δ' ἐπὶ τοῦ Πατρὸς νοοῦνται, καίτοι τοῦ διδασκάλου βοῶντος, ὡς ἔφημεν, οὕτω παρὰ τοῦ Υἱοῦ προχεῖσθαι, καθάπερ καὶ ἐπ᾿ αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνεύθυνος ἔσο τῆς ἀδίκου τα της βλασφημίας τῆς εἰς τὸν Βέκκον, καὶ ἧς αὐτῷ ἐγκαλεῖς, μὴ ἐπαισθανόμενος ἀναισθησίας. Τοῦ Βέκκου εἰς τὴν ζ. Επειδή τινες ἀκούοντες τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ ὑπάρχον, καὶ ἀναβλύζον, καὶ προϊόν, οὐχὶ τὴν θείαν φύσιν τοῦ Πνεύματος ἐκ τῆς θείας ού σίας καὶ φύσεως τοῦ Υἱοῦ πηγάζειν, καὶ ἀναβλύς. ζειν τερατολογοῦσιν, ἀλλὰ τὸ πνευματικὸν χάρισμα, τὸ τοῖς ἀξίοις ἐπιγινόμενον, διὰ τὸ τὴν ἐγγινομένην αὐτοῖς ἐνοίκησιν τῆς πανταχού παρούσης θεότητος σχετικῶς γίνεσθαι, οὕτω τὸ τοιοῦτον ἐκλαμβάνοντες χάρισμα, ὥσπερ ἂν εἰ ἀποδιῃρημένον καὶ ἀποδες σπασμένον τῆς θείας ουσίας νοοῖτο τοῦ Πνεύματος, συνελέγησαν αἱ παροῦσαι γραφικαὶ ῥήσεις· ἐξ ὧν έχει τις διαγνώναι, ὡς ἂν καὶ ἡ ἐγγινομένη τοῖς ἀξίοις ἐνοίκησις τοῦ παναγίου Πνεύματος σχετική ἐστιν ἀῤῥήτως καὶ ὑπὲρ λόγον. Αλλ' ἐπεὶ ἐκεῖ τὰ χαρίσματα τοῦ Πνεύματος προχέονται, ὅπου ἡ θεία φύσις αὐτοῦ σχετικῶς ἐνοικήσει, αὐτὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῆς Τριάδος, και συμπληρωτικών αὐτῆς, ὅπερ ἐστὶ θεία φύσις, καὶ τέλειος Θεὸς, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, δηλοῦται, ὅταν τις λέγῃ τὸ Πνεῦμα τὸ ἅγιον προϊόν, καὶ ἀναβλύζον, καὶ ὑπάρ χον ἐκ τοῦ Υἱοῦ. Τοῦ Παλαμᾶ. Όντως οὐκ οἶδεν ἃ λέγει, οὔτε περὶ τίνων διαβ βαιοῦται, ὁ καὶ ταυτὴν τὴν γραφήν συνθείς. Ούλες γὰρ τῶν εὐσεβεῖν αἱρουμένων διεσπασμένην εἶναι νομίζει τῆς θείας φύσεως τὴν θείαν χάριν, καὶ τὴν ενέργειαν. Οὐ μὴν ὅτι ἀχωριστός ἐστι τῆς θείας φύσεως ἡ θεία ενέργεια, παρὰ τοῦτο καὶ φύσις ἐστὶν ἡ ἐνέργεια, ταύτης μηδὲν διαφέρουσα. Η μὲν γὰρ θεία ενέργεια ἐκ τῆς φύσεώς ἐστι, καὶ ἐνθεωρεῖται ταύτῃ κατὰ τοὺς θεολόγους, ἀλλ' οὐκ ἔστι καθ' αὐτήν· ἡ δὲ θεία φύσις οὐκ ἐκ τῆς ἐνεργείας ἐστὶ, καὶ καθ᾿ ἑαυτήν ἐστι καὶ τῶν θείων ενεργειών ἐστι πηγή. ᾿Αλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τῆς ὑποστάσεως είναι τοῦ Υἱοῦ φαμεν. Οὗτος δὲ λέγων εἶναι τοῦτο ἐκ τῆς φύσεως, ἡμῖν ἀντιλέγειν οἴεται, καὶ τἀναντια ἡμῶν κατασκευάζειν, μηδὲν διαφέρειν, ὡς ἔοικε, νομίζων τὴν φύσιν τῆς ὑπου
col. 269–270page 14 of 22
PG 161:269στάσεως, ἢ καὶ διαφορὰν ἀφρόνως εἰσάγων φύσεως ἐπὶ τῆς ἁγίας Τριάδος, ἐπεὶ διαφορά ἐστιν ὑποστάσεων. Του Νικαίας. Εἰ οὖν μὴ διεσπασμένην τὴν θείαν χάριν τοῦ Πνεύματος τῆς αὐτοῦ φύσεως νομίζεις καὶ ὑποστάσεως, τί ποτε ἄρα νοεῖς ἀκούων ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον πέμπεσθαι; δῆλον γὰρ, ὅτι τὴν ἐκείνου καὶ μὴ θέλων ὑπόστασιν. Χάρις γὰρ ἀνυ πόστατος οὐ πέμπεται. Ότι μηδ' ἀνυποστάτου κατὰ τὸν Κύριλλον μετέχομεν χάριτος· ἀλλὰ τοῦτ' αὐτό ἐστι τὸ πεμπόμενον, ἡ θεία φύσις καὶ ἐνυπόστατος, τὸ συμπληρωτικὸν τῆς Τριάδος τοῦ Πνεύματος πρόσωπον. Πῶς δὲ ἄρα καὶ τὸν Υἱὸν πέμπειν τοῦτο νοήσεις; οὐ γὰρ ἄλλως ἢ ὁ Πατήρ, ἐπεὶ καὶ ἄλλης ἔσται δυνάμεως· δῆλον· οὖν ὅτι καθάπερ καὶ ὁ Πα τήρ. 'Αλλ' ὁ Πατήρ πέμπει προβάλλων καὶ αὐτὴν τὴν ὑπόστασιν. Καὶ ὁ Υἱὸς ἄρα πέμπει προβάλλων αὐτό· εἰ μὴ ὑπουργικήν τινα τάξιν αὐτὸν φαίης ἀποπληροῦντα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ύστερον πέμπειν αὐτόν. Εστω γὰρ μὴ ταὐτὸνεἶναι τῇ θείᾳ ουσίᾳ τὴν θείαν ενέργειαν. Τί μετέ πειτα συμπεραίνεις ἐκ τούτου; εἴπερ τοῦ Πνεύματος πεμπομένου, οὐκ ἀνυπόστατον χάριν, ἀλλ' αὐτὴν τὴν θείαν φύσιν τὴν ἐνυπόστατον πέμπεσθαι καὶ αὐτὸς συγχωρείς. Δῆλον ὅτι κἂν αὐτὸς ἀγνοεῖν προσποιῇ, τὸ τὴν τοῦ Πνεύματος ὑπόστασιν ἐξ Υἱοῦ ὑπάρχειν καὶ ἀναβλύζειν καὶ πέμπεσθαι, ὥσπερ καὶ ἐκ Πατρὸς, ὁ δεῖξαι προέκειτο τῷ τὰς τῶν ειδα σκάλων ζήσεις συνειληχότι. Εἰ δὲ θαυμάζεις όπως ἐκ τῆς φύσεως τοῦ Υἱοῦ λέγοντες τὸ Πνεῦμα πη γάζειν, καὶ ἀναβλύζειν, καὶ ἐκ τῆς ὑποστάσεως αυτ τοῦ εἶναι αἰόμεθα, ὡς ἂν εἰ διὰ τὴν ταυτότητα τῆς φύσεως καὶ προσώπων ταυτότητα ἐτίθεμεν, ἢ διὰ τὴν τούτων διαφορὰν καὶ φύσεως εἰσήγομεν ἑτερότητα, πολλῷ πλέον ἡμεῖς σου θαυμασόμεθα, εἰ φύσ σιν ἀκούων Υἱοῦ, ἔπειτ' ἀπολελυμένον ταύτην νοεῖς, καὶ οὐ μετὰ τοῦ Υἱοῦ ἰδιώματος, οὐδὲ τοῦτο δυνά μενος συνιδεῖν, ὅτι φύσις καθ᾿ ἑαυτὴν ἀπολελυμένως καὶ κοινῶς εἰλημμένη, οὔτε δύναται πέμπειν, οὔτε προβάλλεσθαι, οὔτε τοῦ τὸ σύνολον ὑπάρχειν αἰτία, μὴ μετά τινος ιδιώματος ειλημμένη προσώπου ὑφιστῶντος. Τῶν γὰρ ἀτόμων εἶναι τὰς ἐνερ γείας κοινῶς πάσης φιλοσοφίας ἀκούομεν. Τοῦ Βέκκου εἰς τὴν ἢ. Εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ συνελέγησαν καὶ αἱ παροῦσαι γραφικαί ῥήσεις, αἱ δηλοῦσαι εἶναι αὐτὸ ποιότητα τῆς Πατρὸς καὶ Υἱοῦ οὐσίας· ἔτι δὲ εὐωδίαν, πνοὴν, καὶ ὀσμήν. Εγγὺς δὲ τῶν τοιούτων ῥήσεων ἕτεραι και ταστρωνύονται ῥήσεις, εἰς τὴν αὐτὴν συμβάλλουσα: ἔννοιαν. Αἴτινες καὶ τὸν Πατέρα πηγὴ τοῦ Πνεύματος, καὶ τὸν Υἱὸν πηγὴν θεολογοῦσι τοῦ Πνεύματος.
col. 271–272page 15 of 22
PG 161:271Τοῦ Παλαμᾶ. Αν συνειλεγμέναι παροῦσαι ῥήσεις διὰ παραδειγμάτων τὸ πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοούσιον παριστῶσι τοῦ ἁγίου Πνεύματος κατὰ τὸ ἐγχωροῦν. Οὐ γὰρ ἔστιν ἐπὶ Θεοῦ εὑρεῖν παράδειγμα πάντη κατάλληλον. Ἐπεὶ δὲ καὶ ὕδωρ ζῶν καλεῖται τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν χάριν καὶ τὴν ἐνέργειαν, τούτου τοῦ ὕδατος καλεῖται πηγὴ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός, ἔστι δ' ὅτε καὶ αὐτὸ τὸ ἅγιον Πνεῦμα. Ὁ δὲ τὰς ῥήσεις ταύτας ἐνταῦθα προενεγκών, τὰς μὲν παρῆκε τούτων, ταῖς δὲ παραχρῆται. Καὶ οὕτω δ' αὐταῖς οἴεται κλέπτειν πρὸς τὴν οἰκείαν κακό νοιαν τοὺς ἐντυγχάνοντας, Τοῦ Νικαίας. Δηλοῦσι μὲν καὶ τὴν ὁμοουσιότητα πρὸς Υἱὸν καὶ Πατέρα τοῦ Πνεύματος αὗται αἱ ρήσεις· οὐ τοῦτο μέντοι γε μόνον, ἀλλὰ καὶ τὸ ἐξ αὐτῶν ὑπάρ χειν, καὶ προϊέναι. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς γοῦν ὑπάρχειν καὶ αὐτὸς συγχωρεῖς σημαίνειν. Τοῦτο δὲ δούς, οὐχ ἕξεις εἰπεῖν, διατί τὰ αὐτὰ πρὸς μὲν τὸν Πατέρα οὐ τὴν ὁμοουσιότητα μόνον, ἀλλὰ καὶ τὸ ἐξ αὐτοῦ εἶναι παρίστησι, πρὸς δὲ τὸν Υἱὸν τὴν ὁμουσιότητα μόνην· καὶ ταῦτα μηδ᾽ ἀντιστρεφόντων τού των τῶν ὀνομάτων, ἀλλ᾽ ὄντος μὲν καὶ τοῦ Υἱοῦ ὁμοουσίου τῷ Πνεύματι, μορφῆς δὲ ἡ εὐωδίας, 1 πνοῆς αὐτοῦ μηδαμῶς λεγομένου. Ωσπερ οὖν τὸν Υἱὸν μορφὴν τοῦ Πατρὸς, ἢ εὐωδίαν, ἡ ποιότητα ἀκούοντες, οὐχ ὁμοούσιον μόνον αὐτῷ νοοῦμεν αὐ τὸν, ἀλλὰ καὶ ἐξ αὐτοῦ προϊόντα· οὕτω καὶ τὸ Πνεῦμα πνοὴν καὶ μορφὴν, εὐωδίαν τε καὶ ἐνέρ γειαν τοῦ Υἱοῦ, καὶ δι᾿ ἄμφω ταῦτα νομιοῦμεν εἰ ρῆσθαι. Τίς γὰρ ἡ ἀποκλήρωσις, ἄλλως μὲν ἐπὶ Πα τρὸς πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἄλλως δ' ἐπὶ Υἱοῦ πρὸς τὸ Πνεῦμα ταῦτα νοεῖν; Σὺ δὲ καὶ τῶν πρὸς τούτου ὡμολογημένων ἐπιλαθόμενος, πάλιν το Πνεῦμα φῂς κατὰ τὴν χάριν ζῶν ὕδωρ καλεῖσθαι, καὶ τούτου τὸν Υἱὸν εἶναι πηγήν. Αλλ' εἰ ἡ χάρις αὕτη μὴ διέσπασται τῆς οὐσίας, καὶ ὑποστάσεως, τοῦτο γὰρ συνεχώρησας, πῶς οὐχὶ καὶ τὴν τοῦ Πνεύματος θείαν ὑπόστασιν μετὰ τῆς χάριτος ταύ της πηγάσειεν ἂν ὁ Υἱός; τίς ἡ ἀποκλήρωσις, Τοῦ Βέκκου εἰς τὴν θ. Αἱ παροῦσαι γραφικαὶ ῥήσεις, ἐν αις οἱ Πατέρες ἐθεολόγησαν, πάντα τὰ τοῦ Πατρὸς ἴδια φυσικῶς δια βαίνειν ἐπὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υιόν, κατεστρώθησαν ἐνταῦθα εἰς ἀπόδειξιν τοῦ ὑπάρχειν, καὶ προϊέναι, καὶ πηγάζειν τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ, καθάπερ ἀμέλει καὶ ἐκ τοῦ Πατρὸς κατὰ τὸν ἅγιον Κύριλλον. Εἰ γὰρ τὴν πατρότητα καὶ τὸ γενναν μόνον ἀφαιροῦνται ἀπὸ τοῦ Υἱοῦ οἱ τῶν ῥηθησομένων ῥήσεων προσδιωρι σμοί, εὔδηλον ὡς ὁ Υἱὸς μὲν ὡς Πατὴρ καὶ γεννήτωρ οὐκ ἔσται, Πνεῦμα δὲ τὸ ἐκ τῆς πατρικῆς ἀναβλύζον
col. 273–274page 16 of 22
PG 161:273οὐσίας, καὶ ἐκ τῆς μὴ γεννώσης οὐσίας τοῦ Υἱοῦ ἀναβλύζον ἔσται, καὶ προχεόμενον. Τοῦ Παλαμᾶ. Οντως ἀσυλλόγιστον ἡ δυσσέβεια. Διαβαίνειν γὰρ ἀκούων ὁ Βέκκος οὗτος ἐπὶ τὸν Υἱὸν τὰ τοῦ Πατρὸς ίδια φυσικῶς τὰ καὶ οὐσιωδῶς, τὰ τῆς πατρικῆς ὑποστάσεως ενόμισεν ἴδια, ἀλλ' οὐχὶ τὰ τῆς φύσεως. Οὐκοῦν κατὰ τὴν αὐτοῦ σύνεσιν, ἣν ἐν ταῖς τῶν θεοφόρων κέκτηται θεολογίαις, τοῦ θείου Κυρίλλου γράφοντος ἐν τοῖς Θησαυροῖς, Πῶς οὐκ ἔσται Θεὸς τὸ Πνεῦμα, ὅλην ἔχον οὐσιώδη τὴν ἰδιότητα τοῦ Πα τρὸς καὶ τοῦ Υἱοῦ, τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἕξει, γέννημά τε καὶ γεννήτωρ ἔσται καὶ πατὴρ τῶν φώτων, τὸ γεννᾷν καὶ ἐκπορεύειν ἔχον, οὗ τι ἂν ἀκουσθείη δυσσεβέστερόν τε καὶ και νότερον; Τὸ αὐτὸ δὲ πείσεται πάλιν ὁ αὐτὸς σχεδόν, καὶ ὅταν ἀκούσῃ τοῦ μὲν ἱεροῦ Δαμασκηνοῦ λέγοντος ἐν τῷ ἡ τῶν Δογματικῶν· Πάντα ὅσα ἔχει ὁ Πατὴρ καὶ τοῦ Πνεύματός ἐστι, πλὴν τῆς ἀγεννησίας· καὶ τοῦ τῆς θεολογίας επωνύμου Γρηγορίου γράφοντος ἐν τῷ πρὸς τοὺς ἐπ' Αἰγύπτου πλεύσαντας, Πάντα όσα τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος. Πόσης δὲ ἀνοίας πάλιν τὸ ἐκ τῆς οὐ σίας ἀκούειν, καὶ ἐκ τῆς τοῦ Υἱοῦ ὑποστάσεως δου ξάζειν; ὥσπερ εἰ μία ἦν καθάπερ ουσία, οὕτω καὶ ὑπόστασις ἐπὶ Θεοῦ· πρὸς δὲ καὶ τὸ μὴ συνορᾷν ὡς ἐπεὶ Πατρὸς καὶ ἐκ Πατρὸς λέγεται τὸ Πνεῦμα, οἱ Πατέρα εἶναι τὸν Υἱὸν ἀπαγορεύοντες συναπαγορεύουσι καὶ τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα κοινωνίαν, κατὰ τὴν ἐκπορευτικὴν ἰδιότητα. Τοῦ Νικαίας. Μὴ οὕτως ἐκεῖνον οἷου τὸν σοφὶν ἄνδρα περὶ τὰ θεολογικὰ ἀμσθαίνειν, ὡς τὰ τοῦ Πατρὸς ὑποστατικά διαβαίνειν κἀπὶ τὸν Υἱὸν οἴεσθαι. Τὸ μέντοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύειν, οὐχ ᾗ πατὴρ ὁ Πατὴρ ἔχει, ᾗ γὰρ τοιοῦτος πρὸς τὸν Υἱὸν ἀναφέ μεται, ἀλλ' ᾗ προβολεύς. Τὸ δὲ προβολεὺς μὴ ὑπο στατικὸν τοῦ Πατρὸς ὄνομα εἶναι, καὶ διὰ τοῦτο μὴ ἀδύνατον εἶναι καὶ τῷ Υἱῷ συνελθεῖν· εἴπερ Κυρίλλῳ πειστέον βέλτιον ἢ καθ᾿ ἡμᾶς τεθεολογηκότι Πάντα γάρ έστιν, εἰπὼν, ὁ Υἱὸς ὅσα καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ, εἶτα ἐπάγει, ο Ιδιον ἔχων τὸ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ἐμπεφυκός ἅγιον Πνεῦμα.» Καὶ οὐκ ἐνόμισε μάχεσθαι τὸ μήτε Πα τέρα τὸν Υἱὸν εἶναι, καὶ ἐξ αὐτοῦ εἶναι τὸ Πνεῦμα, δηλονότι ἕτερον εἶναι νομίζων, καθὶ Πατήρ ἐστιν ὁ Πατήρ, καὶ ἄλλο καθὸ προβολεύς, κἀκεῖνο μὲν τῷ Υἱῷ ἀκοινώνητον εἶναι, τοῦτο δὲ καὶ μάλα συμβαίνειν. Αλλαχοῦ δὲ καὶ σαφέστερον τοῦτο ποιῶν, οὐ δίχα μόνου τοῦ εἶναι Πατὴρ λέγει, ἀλλὰ δίχα μόνου τοῦ τεκεῖν, δῆλον ὡς τὸ τεκεῖν μόνον αὐτοῦ, καὶ τὴν πατρότητα ἀφαιρῶν, οὐ μέντοι γε τὸ προσ βάλλειν. Σὺ δὲ καὶ πειρᾷ παραλογίζεσθαι οὐκ οἶδ' ἡμᾶς εἴτε σαυτόν διά τινο; ῥητοῦ τοῦ θείου Κυρίλλου, δοκοῦντος μέν τι ὅμοιον ἔχειν τοῖς προκειμένοις, πολὺ δὲ ὅμως τὸ ἀνόμοιον περιφέροντος. Πάμ πολυ γὰρ διαφέρει τὴν φυσικὴν ἰδιότητα τοῦδέ τινος.
col. 275–276page 17 of 22
PG 161:275λέγειν έχειν τὸν δεῖνα, ἢ τὰ αὐτοῦ ἰδιώματα φυσιο κῶς. Τὸ μὲν γὰρ πρὸς τὴν τῆς οὐσίας μόνον φέρει ταυτότητα· τὸ δὲ τὴν τινῶν μὲν προσωπικῶν γνώ ρισμάτων κοινωνίαν σημαίνει φυσικῶς μέντοι γε ταύτην καὶ οὐσιωδῶς οὖσαν, ἵνα μὴ τῷ συμβεβηκότι, καὶ τῷ κατὰ μετοχήν χώρα δοθείη. Τὸ δὲ πάντα τὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, πλὴν τῆς ἀγεννησίας, ἢ πάντα τὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος εἶναι πλὴν τῆς υἱότητος, οὐκ οἶδ' ὅτου χάριν τῷ λόγῳ παρέρ ῥιπτα:· ἡμεῖς μὲν γὰρ εὐσεβῶς ταῦτα·νοοῦμεν ἂν δέ τις ἢ μὴ αὐτὸς ὑγιαίνῃ περὶ τὴν τῶν ἁγίων διάνοιαν, ἢ ἑτέρους συκοφαντῇ, ἐκείνου τὸ ἔγκλημα. Αφελών γάρ τις τοῦ Πνεύματος τὸ ἀγέννητον ἰδίωμα τοῦ Πατρὸς, τοῦτο δέ ἐστι τὸ ἀναίτιον εἶναι, αὐτὸν δὲ αἴτιον εἶναι τῶν ἄλλων προσώπων, ποῖον ἔτι ὑποστατικὸν ἰδίωμα τοῦ Πατρὸς αὐτῷ καταλεί ψε: Ομοίως ἄν τις τὸν Υἱὸν πρὸς τὸ Πνεῦμα συγκρίνων, καὶ ταῦτα μόνα πρὸς ἄλληλα παραβάλλων τὸν Υἱὸν εἶναι τὸ Πνεῦμα ἀρνοῖτο, τἄλλα πάντα κατὰ τὸν Υἱὸν εἶναι πιστεύων αὐτό· τίνος ἔτι αὐτῷ μεταδώσει υποστατικοῦ ἰδιώματος; πατρικοῦ μὲν γὰρ οὐκ ἂν μεταδοίη. Οὔτε γὰρ περὶ Πατρὸς ἦν ὁ λόγος, οὐδὲ πρὸς τοῦτον ἡ παραβολή· οὔτε καὶ εἰ πρὸς τοῦτον ἦν, οὐδ' οὕτως αὐτῷ οὐδὲν ἰδίωμα λει φθήσεται τοῦ Πατρός, πλὴν τοῦ Υἱὸς εἶναι, τάλλα πάντα κατὰ τὸν Υἱὸν ὄντι, καὶ αἰτιατῷ τοῦ Πατρὸς πάντως ὡς Υἱὸς ὄντι ἀλλὰ μὴν οὐδὲ υἱικοῦ, τίνος γάρ; εἴπερ τοῦτ᾽ ἐστὶ τῷ Υἱῷ ὑποστατικόν, τὸ είναι Υιός· ὁ φθάσαντες ἀφαιροῦμεν τοῦ Πνεύμα ? τος. Πρὸς δὲ τὸ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ ἀκούοντας ἐκ τῆς ὑποστάσεως αὐτοῦ νοεῖν μὴ θαυμαστὸν εἶναι, ἱκανῶς εἴρηται πρότερον. Ο δὲ καὶ πολλῆς ἀνοίας εἶναί φησι τὸ μὴ συνορᾷν, ὡς ἐπεὶ Πατρὸς καὶ ἐκ Πατρὸς λέγεται τὸ Πνεῦμα, οι Πατέρα εἶναι τὸν Υἱὸν ἀπαγορεύοντες συναπαγορεύουσι καὶ τὴν κατὰ τὸ προβάλλειν τῷ Υἱῷ κοινωνίαν πρὸς τὸν Πατέρα, ἴτως ἢ καὶ ἑαυτῷ τὴν ἴσην ἐγκαλῶν ἄνοιαν, τάχα δὲ καὶ μείζονα, ὅσον συνιείς τὸ ἄτοπον δέχεται ὅμως, διὰ τὸ Πνεῦμα Πνεῦμα λέγεσθαι Υἱοῦ. Εἰ γὰρ Πατρὸς καὶ ἐκ Πατρὸς κατ' αὐτὸν λέγεται τὸ Πνεῦμα, οι Πατέρα εἶναι τὸν Υἱὸν ἀπαγορεύοντες οὐ τὴν κατὰ τὸ προβάλλειν τῷ Υἱῷ πρὸς τὸν Πατέρα κοινωνίαν συναπαγορεύουσι μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα Υἱοῦ λέγεσθαι. Η ταύτην φεύγων τὴν ἄνοιαν, εἰς ἑτέραν πολλῷ μείζονα εμπεσεῖται, μὴ λέγειν, μηδὲ φρονεῖν τὸ Πνεῦμα Πνεῦμα Υἱοῦ. Καὶ οὕτως ἀπάσῃ Γραφῇ τἀναντία ἐρεῖ. Οὕτω καὶ οὗτος ὁ λόγος ἐλήλεγκται πολὺ τὸ ἀνεπίστατον περιφέρων. Του Βέκκου εἰς τὴν ι. Αἱ παροῦσαι γραφικαὶ ῥήσεις, ἐν αἶ; οἱ Πατέρες ἐθεολόγησαν ἴδιον τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ δ:τα, καὶ ἐξ αὐτοῦ εἶναι ὡς ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ, κατεστρώθησαν ἐνταῦθα ἵν' εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώσκειν, ὡ; καὶ τὸ Πνεῦμα διὰ τοῦτο ἴδιον τοῦ Υἱοῦ λέγεται
col. 277–278page 18 of 22
PG 161:277εἶναι, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι. Καὶ αὖ διά τοῦτο ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγεται εἶναι, διὰ τὸ τῆς τοιαύτης ουσίας ἴδιον ἀγαθὸν εἶναι αὐτό. Οπερ ἐμφαίνει καὶ τὴν πρὸς τὸν Υἱὸν τοῦ Πνεύ ματος ὁμοουσιότητα. Εἰ γὰρ κατ' ἄλλον τινὰ λόγον ὁμοουσιότητας, ὁποῖος ἐστιν ὁ περὶ δύο τινῶν ὁμο ουσίων λεγόμενος, ἐν οἷς οὐκ ἔστι διὰ τοῦ ἑτέρου τὸ ἕτερον, ἣν ἂν τὸ Πνεῦμα ἴδιον τοῦ Υἱοῦ καὶ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ, ἦν ἂν καὶ ὁ Υἱὸς ἴδιος τοῦ Πνεύ ματος, καὶ ἐκ τῆς οὐσίας τοῦ Πνεύματος, διὰ τὸ ἀν τίστροφον τῆς τοιαύτης ὁμοουσιότητος. "Οπερ οὔτε ἐῤῥέθη παρά τινος τῶν ἁγίων, οὔτε ῥηθήσεται ποτέ παρά του τῶν εὐσεβεῖν καὶ ὀρθοδοξείν αἱρουμένων. Ἡ δὲ τοιαύτη ὁμοουσιότης οὐδὲ κυρίως ὁμοουσιό τῆς ἐστὶν, ἀλλ' ἡ συνάπτουσα τὸ ἕτερον τῷ ἑτέρῳ, ὡς δι' αὐτοῦ ἢ ἐξ αὐτοῦ ὑπάρχον φυσικῶς τε καὶ οὐ σιωδῶς. Καὶ μαρτυρήσει τοῦτο ἡ ἐνταῦθα κατεστρωμένη τοῦ μεγάλου Βασιλείου ῥῆσις, ἡ προδήλως λέγουσα μὴ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεσθαι. Προστίθενται δὲ ταῖς τοιαύταις ρήσεσι καὶ ἕτεραι ρήσεις, αἱ δηλοῦσαι διὰ τοῦτο εἶναι τὸν Υἱὸν ὁμοού στον τῷ Πατρὶ, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, ἵν᾽ εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώσκειν, ὡς καὶ τὸ Πνεῦμα διὰ τοῦτό ἐστι τῷ Υἱῷ ὁμοούσιον, ὅτι ἐκ τῆς αὐτοῦ οὐσίας ἐστίν. Ἔτι δὲ προσεπενεί. ρονται ταύταις καὶ ἕτεραι ρήσεις, αἱ δηλοῦσαι τὸ τοῦ Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοούσιον, διὰ τὸ ἐκ τοῦ Πατρὸς δι᾿ Υἱοῦ εἶναι αὐτό. Τοῦ Παλαμᾶ. διός ἐστιν ὁ Υς τοῦ Πατρὸς ὡς ἐξ αὐτοῦ γεν νηθεί;· ὡς δ' αὕτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον, καθὰ καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Ευνομιανούς φησι κεφαλαίοις, γράφων, Τὴν πρὸς τὸν Πατέρα οίκει τητα νοῦ τοῦ Πνεύματος, ἐπειδὴ παρὰ τοῦ Πατρός ἐκπορεύεται. Λέγεται δὲ τοῦ Υἱοῦ Πνεῦμα, καθά περ ὁ αὐτὸς ἐν η κεφαλαίῳ τῶν πρὸς Ἀμφιλόχιον φησιν, ὡς κατὰ φύσιν εκειωμένον αὐτῷ. Εστι δὲ τῶν ἀδυνάτων τὰ τῇ φύσει ταυτὰ μὴ καὶ ἀλλήλοις οἰκεῖα εἶναι. Οὐ λέγεται δὲ ὁ Υἱὸς τοῦ Πνεύματος, ἵνα μὴ δόξῃ Πατὴρ τὸ Πνεῦμα τὸ ἅγιον, ἅτε τοῦ Υἱοῦ Πατέρα δεικνύντες τὸν οὔπερ ἂν λέγοιτο ὁ Υἱός. Ὁ δὲ Βέκκος οὗτος ἐκ τῶν ὑγιῶς ἐνταῦθα κατεστρωμένων ζήσεων οὐδὲν συνάγει υγιές. ἐξελέγχεται μέντοι καὶ παρ' αὐτοῦ λέγων, διὰ τὸ ὁμού σιον ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα. Οὐ γὰρ ἔσται διὰ τοῦτο καὶ ἐκ τῆς ὑποστάσεως. Συμβήσεται γὰρ ἐξ ἀλλήλων εἶναι ταῦτα. Διο ού δεὶς οὐδέποτε τῶν ἁπάντων τὸ Πνεῦμα τὸ ἅγιον εἴρηκεν ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ, ἀλλ' ἐκ τοῦ Πατρός. Τοῦ Νικαίας. Οὐκ ἀρκεῖ μόνον τὸ φάναι· δεῖ δὲ καὶ τὴν ἀνάγε την προσθεῖναι. Τίς γὰρ ἡ ἀποκλήρωσις, ἴδιον μὲν τοῦ Πατρὸς λέγοντας τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Πατρὸς εἶναι αὐτὸ ἀκούειν, ἴδιον δὲ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἀκούοντας, μὴ τὸν αὐτὸν νοεῖν τρόπον, ὡς ἐξ Υἱοῦ δηλαδὴ ἔχον τὸ εἶναι, ἀλλ' ἂν αὐτὸς ἕτερον ἀναπλάτα
col. 279–280page 19 of 22
PG 161:279γάλου Βασιλείου επάγεις ὑπὲρ ἡμῶν μᾶλλον, καὶ κατὰ σαυτοῦ λέληθας προκομίζων. Ἑνὸς γὰρ τοῦ αὐτοῦ τοῦ κατὰ φύσιν ᾠκειῶσθαι Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδείξεις ζητῶν ὁ διδάσκαλος, τό τε ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, καὶ τοῦ Υἱοῦ λέγεσθαί τε καὶ εἶναι, προάγει, εἰς ταυτὸ φέρειν, καὶ ταυτὸ δύνασθαι καὶ ἄμφω οιόμενος. Οὐ γὰρ λέ γεται Πνεῦμα, ἐξ ἐκείνου δήπου καὶ πνεῖται. Σὺ δὲ τὸ ἑπόμενον ἄτοπον καὶ τὴν ἀναγκαίαν ἀντιστροφήν τοῖς σοῖς λόγοις ἀκολουθοῦσαν ἐκφεύγειν πειρώμενος, καὶ μὴ σφόδρα βουλόμενος τοῖς ἐναντίοις συνηγορεῖς. Οὐ γὰρ λέγεται, φῂς, τοῦ Πνεύματος ὁ Υἱός, ἵνα μὴ Πατὴρ αὐτοῦ δόξῃ τὸ Πνεῦμα, ὁμολογῶν καὶ αὐτὸς τὰ ἀναφορικὰ πρὸς ἀντιστρέφοντα λέγεσθαι, ὡς καὶ τὸ τοῦ Πνεύματος ὄνομα ἀναφορικὸν ὄν, ὡς καὶ αὐτὸς ἢ ἑκὼν ἢ ἄκων ὁμολογήσεις, πρὸς τὸν πνέοντα ἀναφέρεσθαι, πνεῖσθαί τε ἐξ ἐκείνου, οὗ καὶ λέγεται Πνεῦμα. Τὸ δ' ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγειν εἶναι τὸ Πνεῦμα μὴ ἀναγκάζειν οιόμενος καὶ ἐκ τῆς ὑποστάσεως εἶναι αὐτοῦ, καὶ ἄτοπόν τι συνά γειν δοκεῖς, οὐκ οἶδ' ὅθεν εἰς τὴν τούτου παράστασιν οὕτω γὰρ ἔσονται, φῂς, ἐξ ἀλλήλων, ὡς ἐγχωρούν δηλαδὴ καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πνεύματος οὐσίας λέγεσθαι, καὶ διὰ τοῦτο καὶ ἐκ τῆς αὐτοῦ ὑποστάσεως, εἴ τι τῆς σῆς διανοίας ἐγὼ στοχάζομαι. Οὐδὲν γὰρ αὐτὸς ἀποσαφεῖς. Καίτοι τοῦτ' αὐτὸ τοῦ ἡμετέρου λόγου μέγα μαρτύριον. Οὐδέποτε γοῦν οὐδαμοῦ τὸν Υἱὸν ἢ τὸν Πατέρα ευρήσεις, οὐ παρὰ τῇ Γραφή, οὐ παρὰ τοῖς διδασκάλοις ἐκ τῆς τοῦ Πνεύματος ού σίας είναι λεγόμενον, διὰ τὸ μηδ' ἐκ τῆς ὑποστάσεως αὐτοῦ δήπουθεν εἶναι. Καίτοι εἰ τὸ ὁμοούσιον μόνον, ὡς ὑμεῖς βούλεσθε, αὕτη ἡ λέξις, τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Υἱοῦ ἢ τοῦ Πατρὸς λέγω, ἐσήμαινεν, οὐ δὲν, ἂν ἐκώλυε καὶ τοῦτο ῥηθῆναι. Εἰ δὲ μηδεὶς τῶν ἁγίων ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα ἐκήρυξεν, ἀλλ' εἶπον ἐκ τοῦ Υἱοῦ εἶναι, καὶ ὑπάρχειν ἐκ τοῦ Υἱοῦ· ἃ μάλιστα τῶν ῥημάτων τὴν τοῦ Πνεύ ματος σημαίνουσιν ὕπαρξιν. Οἱ δὲ δυτικοὶ Πατέρες τε καὶ διδάσκαλοι, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Ἐκ τοῦ Υἱοῦ δ' ἂν ἀκούων, εἰ μὴ τὴν τοῦ Υἱοῦ νοή σαις ὑπόστασιν, θαῦμα ἂν εἴη. "Η σύ γε οὐδ᾽ ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως εἶπες ἂν εἶναι τὸ Πνεῦμα, εἰ μὴ ὁ Νύσσης Γρηγόριος μόνος, καὶ οὗτος ἅπαξ ; τεις ὡς ἐν ὀνείροις κατ᾽ ἐξουσίαν. “Ο γὰρ τοῦ μετ που τῶν ἑαυτοῦ λόγων, Πνεῦμα τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως είρηκεν. ᾿Αλλὰ τὸ ἐκ Πατρὸς ἀκούων, οὗ πλήρης πᾶσα Γραφὴ, πάντα ἂν μᾶλλον ἢ τὴν τοῦ Πατρὸς ἐνόεις ὑπόστασιν, ὡς σφό δρα γε ταυτί παιδικής διανοίας. Πότερος οὖν ὑμῶν οὐδὲν ὑγιὲς συνάγει εἴτε αὐτὸς, εἴτε Βέκκος, ὁ λόγος ἀρκεῖ παραστῆσαι. Τοῦ Βέκκου εἰς τὴν ια'. Ἐπειδὴ ἀκούοντές τινες τὸ Πνεῦμα ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ, λέγουσιν ἄλλο εἶναι τὸ ἐκ τῆς οὐσίας, καὶ ἄλλο τὸ ἐκ τῆς ὑποστάσεως, μὴ δυνάμενο: συνιδείν ὡς τὸ Υἱὸς ὄνομα υποστατικόν ἐστιν ὄνομα, καὶ ὁ λίγων ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ, ὅλον δηλοῖ τὸν Υἱόν,
col. 281–282page 20 of 22
PG 161:281οὐσίαν δηλαδὴ ἐνυπόστατον, εἰς λαμπρὸν ἔλεγχον τῆς ἀτόπου αὐτῶν ἐπινοίας, συνελέγησαν αἱ παροῦσαι Γραφικαὶ ῥήσεις, αἱ δηλοῦσαι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεννᾶσθαι. ὡμολογημένου γὰρ μίαν εἶναι τὴν ἐκ Πατρός γέννησιν τοῦ Υἱοῦ, πῶς ἔστι διαφέρειν τὸ ἐκ τῆς οὐσίας, καὶ τὸ ἐκ τῆς ὑποστάσ σεως; εἰ μή τις βλασφημῶν προδήλως ἐθέλοι λέγειν ἄλλην μὲν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γέννησιν τοῦ Υἱοῦ, ἄλλην δ' ἐκ τῆς ὑποστάσεως. Προστίθενται δὲ ταῖς τοιαύταις ῥήσεσιν εἰς συγκρότησιν τῆς τοιαύ της ἐννοίας καὶ ῥήσεις ἕτεραι, δηλοῦσαι τελείαν ούτ σίαν, καὶ τέλειον Θεὸν λέγεσθαι τὸν Πατέρα, καὶ τελείαν οὐσίαν τὸν Υἱὸν, καὶ τελείαν οὐσίαν τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦ Παλαμᾶ. Οταν τι μιᾶς οὐσίας ᾗ καὶ ὑποστάσεως, τὸ ἐκ τῆς οὐσίας ἐκείνης φυσικῶς ἔχον ὅπως δήποτε τὴν ὕπαρξιν, καὶ ἐκ τῆς ὑποστάσεως ἐκείνης ταύτην ἔχει. Καὶ ἀντιστρόφως πάλιν· ὁ γὰρ ἂν ἐκ τῆς ὑπο στάσεως εκείνης ᾖ, καὶ ἐκ τῆς οὐσίας ἐκείνης ἐστίν. Οταν δὲ μιᾶς μὲν οὐσίας ᾖ, οὐδεμιᾶς δὲ ὑποστάσεως, ἀλλὰ πλειόνων, τὸ ἐκ τῆς μιᾶς ἐκείνης ουσίας οὐκ ἐκ τῶν λοιπῶν ὑποστάσεών ἐστιν, ἀλλ᾽ ἐκ μιᾶς τινος αὐτῶν. Ἐπεὶ οὖν ἡ ἀνωτάτη καὶ προσκυνητή Τριάς ἡμῶν μία φύσις ἐστὶν ἐν ὑποστάσεσι τρισὶν, οὐ πᾶν τὸ ἐκ τῆς οὐσίας τὴν ὑπόστασιν ἔχον ἐκ τῶν λοιπῶν ὑποστάσεων ἐστιν, ἀλλ᾽ ἐκ μιᾶς τινος αὐτῶν, δηλαδή τῆς πατρικῆς· ἐκ ταυτης γὰρ μὴ εἶναι οὐκ ἐνδέχεται. Οὐκοῦν οὐχὶ καὶ ἐξ ἑτέρας, ἀλλ' ἐκ μόνης, εἴπερ ἐκ μιᾶς. Καὶ τοῦτο δῆλον ἐπὶ τῶν ἀνθρώπων· ἔκα στος γὰρ ἡμῶν ἐκ τῆς οὐσίας τοῦ Ἀδάμ, οὐκέτι δὲ καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ· διότι μία μὲν οὐσία ἡ τῶν ἀνθρώπων ἦν, πολλαὶ δὲ ὑποστάσεις. ἀνθρωπίνης δὲ τὴν ἀρχὴν μιᾶς οὔσης ουσίας τε καὶ ὑπο στάσεω;, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὁ Κάϊν ἀνδρικῆς εὐσίας τε καὶ ὑποστάσεως ὑπῆρχε τοῦ ᾿Αδάμ. Δυοῖν δὲ ἀνδρῶν ἤδη καθ᾽ ὑπόστασιν τελούντων, ὁ Ενώχ ἐκ τῆς οὐσίας μὲν ὑπῆρχε τοῦ ᾿Αδάμ, ἀλλ' οὐχὶ καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ, ἀλλ' ἐκ μόνης τοῦ Κάϊν. Ὁ οὖν Βέκκος οὗτος διατεινόμενος ἐνταῦθα καὶ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα, εἴπερ εἶναι θεολογεῖται ἐκ τῆς φύσεως, μίαν είναι δείκνυσι φρονῶν ὥσπερ οὐσίαν οὕτω καὶ ὑπόστασιν ἐπὶ Θεοῦ, τὸν Υἱὸν ἢ τὸν Πατέρα τελείως ἀθετῶν ὁ τάλας πρὸς δὲ τούτῳ καὶ ἐκ μόνου τοῦ Υἱοῦ τὴν ὕπαρξιν εἶναι τοῦ θείου Πνεύματος δεικνύς. ᾿Αλλὰ καὶ ἀπὸ τῶν ῥητῶν, ὦ τελείαν θεολογοῦσιν οὐσίαν εἶναι τὸν Πατέρα, καὶ τελείαν οὐσίαν τὸν Υἱὸν, ὡσαύτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐ τὸ ἑνιαῖον καὶ ἀπαράλλα στον τῆς οὐσίας ἐπιγινώσκει τῶν τριῶν, ἀλλ' ἐνθεωρεῖν πειρᾶται πληθυσμόν τινα, καὶ διαφορὰν κατ' αὐτὴν ἀφρόνως. Τοῦ σοφοῦ Νικαίας. Ως σφόδρα γε εοικότα εἰς τὴν θεολογίαν εἰσάγετε παραδείγματα! Τοῦτο ὑμῖν ὁμολογουμένως τῆς πλά
col. 283–284page 21 of 22
PG 161:283Ανη; τὸ αἴτιον, ὅτι περὶ τῶν θείων φρονεῖτε ἀνθρώ τινα, κἀκεῖ τὰ ἐνταῦθα κατὰ πᾶν ἕλκετε τὸ νοού μενον. ᾿Αλλὰ μὴ οὐ θεμιτόν ᾗ τοιαῦτα περὶ τῆς ἀπορήτου Τριάδος ἐκείνης φρονείν. Δεῖ γὰρ αὐτῇ καὶ τὴν μονάδα φυλάττειν, καὶ τὸ ἑνικὸν τῆς θεότητος πρὸς τῇ τῶν προσώπων Τριάδι, ἀλλὰ μὴ εἰς τρ:θεῖαν ἐκπίπτειν· ὅ τούτοις ὑμεῖς τοῖς λόγοις και τασκευάζετε. Οὐ γὰρ ὥσπερ οἱ τρεῖς ἄνθρωποι τῆς κοινῆς αὐτῶν οὐσίας τῆς ἀνθρωπότητος κοινωνοῦσιν ἀλλήλοις, οὕτω καὶ τὰ θεῖα τῆς Τριάδος πρός ωπα τῆς θείας οὐσίας· ἀλλ' ἐκείνων μὲν εἴδει, οὐκ ἀριθμῷ ἡ αὐτὴ ἀνθρωπότης ἐστί· διὸ καὶ τρεῖς εἰσι τῷ ἀριθμῷ ἄνθρωποι· τῇ δὲ θείᾳ Τριάδι ἡ αὐτὴ ἀριθμῷ ἐστιν ἡ θεία οὐσία εἴτουν θεότης· καὶ διὰ τοῦτο καὶ μία οὐσία καὶ Θεός εἰσιν εἷς ἀριθμῷ. Καὶ αὕτη μὲν ὑφεστῶσα ἐν ταῖς θείαις ἐστὶν ὑποστάσεσιν, καὶ ἐν ὑφεστώς μεθ᾿ ἑκάστης τῶν ὑποστάσεων ἡ δὲ ἀνθρωπότης οὔτε ὑφεστῶσα ἐν τοῖς κατὰ μέσ ρος ἀνθρώποις, οὔτε ἓν ὑφεστώς ἐστι μεθ᾿ ἑκάστου ἀτόμου. Οθεν τὸ ἐκ τῆς οὐσίας αὐτῶν ὂν οὐ καὶ ἐκ τῆς πάντων ἐστὶν ὑποστάσεως· Καῖν γὰρ ἐκ τῆς τοῦ Ἀδὰμ καὶ τοῦ ᾿Αβελ οὐσίας ἢ φύσεως ὢν ἐκ μὲν τοῦ Ἀδὰμ εἴη ἂν καὶ τῆς ὑποστάσεως, οὐχ ὅτι ἐκ τῆς αὐτοῦ οὐσίας, ἀλλ' ὅτι ὅλως ἐκ τῆς αὐτοῦ ἐστιν ὑποστάσεως, αὐτὸν ἐσχηκώς αἴτιον· ἐκ δὲ τοῦ *Αβελ τῆς οὐσίας ὧν οὐκ ἔστι καὶ ἐκ τῆς αὐτοῦ ὑπο στάσεως, εἴπερ ἡ τοῦ ᾿Αβελ ὑπόστασις οὔτ᾽ ἀριθμῷ ἀλλ᾽ εἴδει μόνον τῆς αὐτῆς κοινωνεῖ τῷ ᾿Αδάμ οὐ σίας. Οὔτε δὲ ὑφεστῶσαν ἔχει ἐν ἑαυτῷ τὴν οὐσίαν αὐτοῦ, οὔτε ἐν ὑφεστώς μετὰ τῆς ἑαυτοῦ ὑποστάσ σεως. Τὸ δὲ ἐκ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας, καὶ ἐκ τῆς αὐτῶν ὑποστάσεως, οὐδὲν κωλύει. Μάλ λον δὲ καὶ πᾶσα ἀνάγκη εἶναι, ταύτης τῆς οὐσίας ἀριθμῷ τῆς αὐτῆς καὶ κοινῆς οὔσης τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἀλλ᾽ οὐκ εἴδει μόνον κατὰ τὸ τῶν ἀνθρώπων παράδειγμα, καὶ ἔτι ὑφεστηκυίας ἐν ταῖς θείαις ὑποστάσεσι ταύταις, τῇ πατρότητι καὶ υἱότητι, λέγω. Ωστ᾽ ἂν καὶ ἐκ τῆς ἑαυτοῦ οὐσίας καὶ ὑποστάσεως ἦν τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μὴ τῇ τούτου ἀντέπιπτεν ἰδιότητι, τῆς αὐτῆς τἀριθμῷ καὶ κατὰ τούτου τῆς οὐσίας κατηγορουμένης ἐκείνης, καὶ ὑφεστώσης ὁμοίως κάν τούτῳ. Οὐκ οἶδα οὖν τί τὰ ἀνόμοια ταῦτα παραδείγματα βούλεται· ἢ τί δυνατὸν συμπεραίνειν ἐκ τούτων; Αλλ᾽ ἴσως τοιοῦτόν ἐστιν ἅπαξ ερίζειν προθεμένη ψυχή· καὶ πρὸς τὰ δῆλα ἐνίσταται, καὶ τὴν ἀλήθειαν δυσχεραίνει, οὐκ ὀκνοῦσα καὶ κατά μεγάλων κρημνών κυβιστᾷν, ἂν μόνον τι δραν οἴηται κατ' ἐκείνων, οὓς αὐτῇ μαχομένους ἡγεῖται οἷός ἐστι καὶ ὁ παρὼν λόγος, εἰς τριθεῖαν προδήλως ἐκπίπτων οἷς ἐνταῦθά φησιν. Ὁ δὲ καὶ ἄνευ τοῦ αἰ σχύνεσθαι ἑτέροις τὸ ἴδιον ἔγκλημα επιγράφεται φέρων. Καὶ οἱ μὲν πρὶν μαχόμενοι τῷ Πνεύματι τῷ ἁγίῳ, ἐκ τοῦ Πατρὸς αὐτὸ ἀκούοντες, ἢ τοῦ Υἱοῦ, τὸ μὲν ἐκ τῆς ὑποστάσεως ἀπεδέχοντο, τὸ δὲ ἐκ τῆς φύσεως αὐτῶν, τοῦτο δὲ ἀπηρνοῦντο· νῦν δὲ πόλε μον τοῦτον ἕτερον αὐτῷ πολεμοῦσι, τὸ μὲν ἐκ τῆς οὐσίας δεχόμενοι, ἀρνούμενοι δὲ τὸ ἐκ τῆς αὐτῶν ὑποστάσεως. Οὕτως οὐδέποτε διαλείπει σκάνδαλα ὁ ἐχθρὸς τῇ Ἐκκλησίᾳ ἐγείρων· ἃ ἀνάγκη μὲν ἐλε
col. 285–286page 22 of 22
PG 161:285θεῖν, οὐαὶ δὲ ὅμως δι' οὗ ἔρχεται! Καίτοι ἐκείνοις μὲν καί τις ὑπῆρχε ἴσως συγγνώμη, μᾶλλον δ' ἴχνος συγγνώμης, ἔχουσι τινα προάγειν εἰς μαρτυρίαν, ἐκ μὲν τῶν θείων ὑποστάσεων ὄντα, μὴ μέντοι καὶ τῆς οὐσίας· τούτοις δὲ ποία ἔσται παραίτησις, ἐκ μὲν τῆς οὐσίας ὁμολογοῦσιν, ἀρνουμένοις δὲ τὸ ἐκ τῆς ὑποστάσεως εἶναι, ὧν τὴν αὐτὴν τἀριθμῷ οὐσίαν συντίθενται; Οὕτως ἀσύμβατα καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ φασί. Τοῦ Βέκκου εἰς τὴν ιβ'. Επειδή εἰσί τινες ἀποτολμῶντες λέγειν, τὸ ἀνα βλύζειν, καὶ προϊέναι, καὶ ἐκλάμπειν, καὶ πεφηνε και ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα, μὴ δηλοῦν τὸ οὐσιωδῶς καὶ ἐνυποστάτως ὑπάρχειν αὐτὸ ἐκ τοῦ Υἱοῦ, ἀλλὰ τὴν ἐξ αὐτοῦ τῶν Πνευματικῶν χαρισμάτων διανομὴν εἰς ἔλεγχον τῆς τοιαύτης ἀνοίας ἐξελέγησαν αἱ παροῦσαι γραφικαὶ ῥήσεις, αἱ δηλοῦσαι ἀναβλύζειν, καὶ ἐκλάμπειν καὶ περηνέναι τὸν Υἱὸν ἐκ Πατρός οὐ γὰρ δή τις ἐρεῖ, ὡς οὐχ ὁ Υἱός ἐστιν ὁ ἀναβλύζων καὶ ἐκλάμπων, καὶ πεφηνὼς ἐκ τοῦ Πατρὸς οὐ σιωδῶς καὶ ἐνυποστάτως, ἀλλὰ τὰ χαρίσματα. Τοῦ Παλαμᾶ. Τὸ γεννητῶς ἔκ τινος, ἢ ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχον ἐξ αὐτοῦ καὶ προϊέναι λέγεται καὶ ἐκπέμπεσθαι καὶ ἐκλάμπειν, εἴπερ φῶς ἐστι, καὶ ὅσα παρα πλήσια τούτοις. Οὐ μὴν πᾶν τὸ προϊόν, ἢ ἐκπεμπόμενον, ἢ ἐκλάμπον ἔκ τινος, καὶ ἐξ ἐκείνου γεννητῶς, ἡ ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχει, καὶ ἐν ἰδίᾳ ὑποστάσει ἐστίν. Οὗτος δὲ ὁ τὰς ἐπιγραφὰς ταύτας συγγραψάμενος τόλμαν ἐγκαλεῖ τοῖς εὐσεβῶς καὶ νουνεχῶς φρονοῦσι τολμητίας ὢν περὶ τὸ δυσσεβεῖν αὐτός. Τοῦ Νικαίας. Φάθι καὶ τὴν ἀνάγκην, δι' ἣν ἐπὶ μὲν τῆς ἐκ Παρ τρὸς προόδου Υἱοῦ τε καὶ Πνεύματος ταυτὸν ταῦτα δύναται τὰ ὀνόματα, τό τε γεννητῶς ἡ ἐκπορευτῶς προϊέναι, καὶ τὸ ἀναβλύζειν, ἢ πηγάζειν καὶ τἆλλα ἐπὶ δὲ τῆς ἐκ τοῦ Υἱοῦ τοῦ Πνεύματος προαγωγῆς οὐ ταυτὸν τὸ πηγάζειν καὶ τἆλλα τῷ ἐκπορεύεσθαι. Η διατί τὸ μὲν ἐκπορευόμενον καὶ πηγάζει, οὐ μένο τοι καὶ τὸ ἀνάπαλιν; ᾿Αλλὰ μὴ οὕτως ἁπλῶς συμ πέραινε χάριν τοὺς ἀκροωμένους αἰτῶν. Εἰ δ' αὐτὸς ἄνευ ἀποδείξεως λέγων οἴει τι γενναῖον ποιεῖν, ἐμοῦ μεν καὶ ἡμεῖς ἁπλῶς οὕτως, ὧν σὺ φῂς τἀναντία καὶ ἴσως πιστευθησόμεθα μᾶλλον, καθόσον ἐροῦμεν καὶ βέλτιον. Ἐπὶ μὲν γὰρ τῶν κτισμάτων ἴσως τοῦ εὑρεθήσεται, τὸ πεμπόμενον ἔκ τινος, ἢ προ των, ἢ πηγάζον, ἢ ἀναβλύζον, μὴ ἐξ ἐκείνου τὴν ὕπαρξιν ἔχειν· ἐφ᾽ ὧν ἄλλο ἐστὶ πρᾶγμα τὸ εἶναι, καὶ τὸ πέμπεσθαι ἕτερον. Καίτοι γε οὐδὲ διὰ πάν των εφαρμόζει τοῦτο τῶν ὀνομάτων. Τὸ γὰρ ἔκ του πηγάζον, ἢ ἀναβλύζον, μὴ καὶ ἐξ ἐκείνου ὑπάρχειν, οὐκ οἶδ' ὅπως ἂν εἴποιμεν. Ἐπὶ δὲ τῆς θείας Τριά Εις τίς ὁ λόγος, τὸ μὲν ἔχον ἔκ τινος τὸ εἶναι καὶ ἐξ ἐκείνου πηγάζειν, τὸ δὲ πηγάζον μὴ καὶ ἐκ τούτου ὑπάρχειν; ἐφ' ἧς τὸ πηγάζειν καὶ προϊέναι, καὶ ἐκπορεύεσθαι, ἔτι δὲ καὶ τὸ πέμπεσθαι ἓν πρᾶγμα
Page scan enlarged

Notebook

Full View