Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 531–532page 1 of 6
PG 161:531τις τῆς ὑπηρεσίας ἀκαίρως Εί τις ἐκδικήσει τις τετυπωμένον, ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΝΙΚΑΙΑΣ ΛΟΓΟΣ ΕΝ Ο ΕΓΚΩΜΙΟΙΣ ΕΤΙΜΗΣΕ ΤΗΝ ΣΥΝΟΔΟΝ ΚΑΙ ΕΜΑΚΑΡΙΣΕ ΤΟΥΣ ΕΞΑΡΧΟΥΣ ΑΥΤΗΣ ΟΣΟΝ ΤΟ ΙΚΑΝΟΝ. Τῶν μεγάλων πραγμάτων οὐ τὰ τέλη μόνον χωρή σαντα κατ' ἐλπίδας εὐφραίνοιεν ἂν τοὺς πονουμέ τους περὶ αὐτὰ, ἀλλ᾽ οὐδὲν ἧττον καὶ αἱ ἀρχαι ἐπιστᾶσαι. Τὴν γάρ τοι ἀρχὴν καὶ ἐπὶ πάντων μὲν ἴσως τῶν ἄλλων πολύ τι δύνασθαι ἀναγκαῖον, είπερ ἥμισυ τοῦ παντὸς ὑπὸ πάντων κοινῇ τῶν σοφῶν ὠνομάσθη· καὶ ῥᾷον ἀρξαμένους ἐφικέσθαι τοῦ τέ λους, ἢ ταύτης τὸ σύνολον ἅψασθαι τῇ ῥαστώνῃ χατ ριζομένους. Μάλιστα δ᾽ ἐπὶ τοῦ παρόντος ἡμῖν ἔργου τοῦ θείου καὶ μέγα τι δύνασθαι ἐλπιστέον, καὶ χρηστὸν ὑποτείνουσαν τέλος αὐτὴν νομιστέον ο τὸ μὲν τῇ θείᾳ πεποιθόσιν ἐπαγγελία διδούσῃ θαρ ῥεῖν, ἐν μέσῳ ἡμῶν σχήσειν ἐσόμενον τὸν Θεὸν, οὗ παρόντος οὐδὲν ὅλως ἀνέλπιστον, τὸ δὲ καὶ μέγα τεκμήριον τῶν ἐσομένων τὸ γενόμενον ποιουμένοις. Τὸ γὰρ τοσοῦτον ἤδη χρόνον τὰ τῆς Ἐκκλησίας μέλη ἀπ' ἀλλήλων διεῤῥωγότα μηδ' ἀνέχεσθαι συνελθεῖν, ἀλλὰ καὶ πρὸς μόνην ἴσως τὴν ἀκοὴν δυσχεραίνειν, καὶ μένειν τὸ οἰκεῖον ἀγαπῶντα κακόν· νῦν δὲ του σαύτην ἀμφοῖν τοῖν μεροῖν προθυμίαν ἐγγενέσθαι, ὥστε πολλῶν ὄντων τῶν κωλυμάτων, πάνθ' ὅμως ἐν δευτέρῳ θεμένους μόνον γενέσθαι τοῦ συντείνοντας πρὸς τὴν ἔνωσιν, πῶς οὐκ ἄν τις ἐπιγράψεις τῇ θείᾳ δυνάμει, καὶ ἀκολούθως παντὸς ἀγαθοῦ θεῖτο τεκμήριον; 'Ημέρα τοίνυν εὐφροσύνης ή σήμερον, καὶ παρέσται σκιρτᾷν ἀγαλλομένους τῷ πνεύματι· λαμ πρὰ λαμπρῶν τῶν τελῶν τὰ προοίμια, μεγάλαι μετ γάλων καρπῶν ἀπαρχαί. Τὰ μηχανήματα τοῦ ἐχθροῦ,
col. 533–534page 2 of 6
PG 161:533καὶ ὃν καθ' ἡμῶν συνέῤῥαψε δόλον, ἐκπολεμοῦντα ἀλλήλοις τοὺς φίλους καὶ ἀδελφούς, μᾶλλον δὲ τὰ τῆς αὐτῆς κεφαλῆς μέλη καὶ μέρη, καὶ τοῦ αὐτοῦ ποιμένος τὸ ποίμνιον, ὑποῤῥεῖν ἄρχεται, καὶ διαρ ῥεῖν τε καὶ λύεσθαι. Δὴ πρὸς μὲν ἔνωσιν σπεύδει τὰ διεστῶτα, τὰ δὲ διεῤῥωγότα πρὸς σύνδεσμον, ὑπὸ τὴν αὐτὴν ἀμφότεροι γωνίαν συνέχεσθαι παντὸς μέλλον καὶ βουλόμενοι καὶ εὐχόμενοι. Συνεληλύθασι γὰρ ἄμφω μετὰ τοῦ ἴσου σκοποῦ καὶ τῆς αὐτῆς προθυμίας, τῷ μὲν νικᾷν ἢ νικᾶσθαι ζητεῖν ἐκ παν τὸς οὐδεμίαν ἀπονέμοντες χώραν· εἴη γὰρ ἂν οὐ μαθητῶν τοῦτο Χριστοῦ καὶ σωφρόνων ἀνδρῶν, ἀλλά τίνων ἐριστικῶν καὶ πάντα σφίσιν αὐτοῖς χα ριζομένων καὶ ταῖς ἰδίαις ορέξεσι· τὴν δ' ἀλήθειαν ἀνευρεῖν προθυμούμενος μόνον, καὶ μετὰ μὲν ταύ τῆς ἀγαπῶντες καὶ τὸ νικᾶσθαι, ταύτης δὲ ἄνευ καὶ τὸ νικᾶν ἀπωθούμενοι. Ὥστε τὴν μὲν ἀλήθειαν ἀναγκαῖον ἤδη παρρησιασθῆναι, καὶ πάντων κρατ τήσασαν περιγενέσθαι μὲν τῶν ἄλλως ενοχλούντων αὐτῇ, ταῖς δ᾽ ἀπάντων ἐνοικισθῆναι ψυχαῖς· τὸ δὲ ψεῦδος ἐλαθῆναι που μακράν, τὴν μετὰ τῶν τοῦ ψεύδους εκγόνων ειληχὸς χώραν, κακείνων κράτησον οἱ περὶ πλείονος τὸν τοῦ ψεύδους πατέρα ποι οῦνται, ὑπ' ἐκείνῳ ἡγεμόνι τοῦ βίου πάντα ποιοῦντες καὶ λέγοντες· Τί τις ἂν εἴποι τοῦ παρόντος ἀντάξιον; Τί τις ἂν ἕτερον τῶν φθασάντων εἰς ἴσον θεῖτο τοῖς ἐνεστῶσι; Πάντα τὰ πρότερον ἀποκρύπτεται τοῖς παροῦσι, λείπεται πάντα κατόπιν, πάντα δεύτερα τῶν νυνί γιγνομένων. Πάντες κροτήσωμεν, πάντες εὐφρανθῶμεν τῷ πνεύματι· πᾶσιν ὁ τοῦ Σωτήρος ὕμνος μελέτω, τὸ μὲν χάριτας ὁμολογοῦς σιν αὐτῷ τῶν ἐς δεῦρο, τὸ δὲ καὶ τέλος εὐχομένοις ἰδεῖν τοῖς προοιμίοις συμβαίνον. Οὐ μὴν ἀλλὰ καὶ συνεισφερέτω ἡμῶν ἕκαστος πάντα τὰ κατὰ δύνα μιν, καὶ ὅσα πρὸς τὸ τέλος ἐποίσουσι, καὶ τὴν ἐπὶ καλῷ καὶ συνοίσοντι ἱερὰν τῶν Χριστιανῶν ἔνωσιν. Πάντων ἁπτέον, πᾶσιν ἐγχειριστέον μηδὲν ἐλλελοιπότας, μὴ σπουδῆς, μὴ προθυμίας, μὴ ἀγώνων, μὴ πόνων, μεμνημένους ὅτι οὐκ εὔχεσθαι μόνον δέον, ἀλλὰ καὶ αὐτοὺς ὑπηρετεῖν τῷ Θεῷ· οὐδὲ πάντα ἐλπιστέον παρὰ τοῦ κρείττονος, μηδὲν αὐτοὺς που νουμένους. Είη γὰρ ἂν τοῦτό γε ἐναντίον οἷς δεό μεθα, εἰ συλλήπτορα μὲν αὐτὸν σχήσειν εὐχοίμεθα, ἡμεῖς δὲ μηδὲν ἡμῶν αὐτῶν ἔργον παρασχοίμεθα ἄξιον λόγου, ᾧ καὶ συλλήψαιτο· οὕτω γὰρ ἂν αὐτόν τε μᾶλλον ἔξομεν ἡμῖν συλλαμβανόμενον, εμόν τε πρὸς τὸ τέλος καὶ εὐοδώτερον ἀφιξόμεθα. Ο καὶ γένοιτο, θεὸ Σῶτερ, ἐπιστάντας τῇ ἡμέρᾳ ἐκείνῃ προτῆσαί σοι τὸ ἐπινίκιον καὶ χαρμόσυνον, ὑφ᾽ ἑνὶ μὲν ὑπηχουμένους καὶ τῷ αὐτῷ πνεύματι, ταυτό δὲ μέλος ἀποδιδόντας, καὶ τὴν αὐτὴν ἡρμοσμένους ἁρμονίαν, ὑπὸ σοὶ μιᾷ καὶ τῇ αὐτῇ κεφαλῇ καὶ ζῆν, καὶ κινεῖσθαι, καὶ πνεῖν, ταυτό φρονούντας, ταυτό φθεγγομένους, ἀλλήλοις ὄντας ταυτό. Χριστέ βασι λεῦ, ἕνα ἐφ' ἡμᾶς βασιλέα καὶ τὸν αὐτόν σε καὶ θέ λομεν καὶ εὐχόμεθα, οὗ τῷ τιμίῳ ἐξηγοράσθημεν αίματι, δ; λύτρον ἀνθ' ἡμῶν πεπραμένων ὑπὸ τὴν ἁμαρτίαν σαυτὸν ἔδωκας, ὅς ἡμᾶς κατεχομένου; ὑπὸ τοῦ τυράννου ἀφήρπασας. Εν οὖν καὶ ἡμᾶς
col. 535–536page 3 of 6
PG 161:535αὐτὸς ἄμφω σαυτῷ ποίμνιον ἔργασαι, μὴ ἀνέχω διῃρημένων τῶν σῶν, μηδὲ πρόει πολεμοῦντας λ λήλοις· μᾶλλον δὲ μὴ θατέρους μὲν πρόει, ἀντιποιοῦ δὲ θατέρων· ὑπὲρ εκατέρων προῆκας σαυτόν, τὸ τίμιον αἷμά σου τὸ χυθὲν ἀμφοῖν ἐγεγόνει λουτή ριον. Κοινὴν οὖν ἡμῖν καὶ τὴν παρὰ σαυτοῦ ροπὴν τανῦν χάρισαι, κοινῶς ἀμφοτέροις προσθέμενος, καὶ πρὸς αὐτὸν ἑλκύσας ἡμᾶς ἀμφοτέρους, πρὸς ἐν μὲν καὶ τὸ αὐτὸ τέλος τάξας σαυτόν, ἐν ἀναλογίᾳ δὲ ἀλη λήλους ἡμᾶς καὶ σχέσει τῇ πρὸς ἀλλήλους, μὴ συγ χωρήσας ἀπαρτεῖς ἀλλήλων εἶναι καὶ διεστῶτας, κἀντεῦθεν ἐξ ἀνάγκης καὶ τοῦ τέλους ἀποτυγχάνοντας πάντως γε τοὺς ἑτέρους. Τὸ Πνεῦμα τὸ ἅγιον, ἡ τῶν χαρισμάτων πηγή, πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα φόβου Θεοῦ, ὑπὲρ οὗ καὶ μεθ᾽ οὐ ὁ προκείμενος ταῖς Ἐκκλησίαις ἀγὼν, ἀπελάσεις μὲν ἀφ' ἡμῶν πάντα λογισμὸν ὑπερήφανον, φόβον δὲ Θεοῦ ταῖς ἡμετέραις ἁπάντων ἐνθείης ψυχαῖς, σύνεσίν τε καὶ σοφίαν ἡμῖν χαρισάμενον, καὶ μεθ' ἡμῶν ἅμα πάντων τὸν ὑπὲρ σαυτοῦ διενεγκόν ἀγῶνα, ἀναφήναις τὴν ἀλήθειαν ἅπασιν, ἅτε μὴ τῆς ἀληθείας ἐν μόνον καὶ καλούμενον Πνεῦμα, ἀλλὰ καὶ πᾶσαν ἡμῖν τὴν ἀλήθειαν ἀναγγέλλειν ἔργον περ ποιημένον, κατὰ τὴν τῆς ἀληθείας φωνὴν τὴν ἀληθῆ τε καὶ ἀπαράγραπτον. Ὁ Θεὸς ἡ Τριάς, ἡ πάντα μὲν παραγαγοῦσα λόγοις ἀῤῥήτοις, πάντα δὲ συνέ χουσα, καὶ προνοουμένη, καὶ κυβερνώσα, σὺν ἄν θρωπο; ἔργον, μετὰ πάντα μὲν ἴσως τὰ ἄλλα, πρὸ πάντων δὲ ὅμως τῶν ὁρωμένων ὑπάρξας, ἐξαίρετον καὶ τοῦτο σχὼν καὶ βασιλικὸν οἶμαι, ἑτοίμοις καὶ προκειμένοις τοῖς ἀγαθοῖς εἰσελθεῖν εἰς τὸν βίον. Τούτου πολλάκις μὲν ἢ μᾶλλον ἀεὶ τὰ σωματικὰ δὴ ταῦτα καὶ συντείνοντα τῇ παρούσῃ ζωῇ προνος, οὐχ ἧττον δὲ καὶ ὅσα εἰς τὴν ψυχῆς κατάστασιν ἀφορᾷ καὶ βελτίωσιν· ἧς ἴδιον ἀγαθὸν ἡ ἀλήθεια, καὶ τὸ μὴ πλανᾶσθαι περὶ τὰ καίρια, ὡς τοῦτο δν, ὧν ἔχομέν τε καὶ ἔξομεν, τὸ ἄριστον καὶ θειότα τον. Τοῦτο δὴ καὶ νῦν ἡμῖν πρυτανεύσαις, χορηγήσας συνείναί τε αὐτὴν, καὶ ἀναφανείσαν ἀσπάσασθαι, συγγνοὺς μὲν, εἴ τι αὐτῆς ἁμαρτάνομεν οὐχ ἑκόντες, καὶ μάλιστα ἐν τοῖς περὶ σαυτοῦ λόγους, ὃς οὐκ αὐτὸς μόνον ἀνεξιχνίαστός τε καὶ ἀνεξερεύνητος ὑπάρχεις, ἀλλὰ καὶ τῶν σῶν δημιουργημάτ των τούτων τὰ πλείονα, καίτοι ἀμυδρὰ ὄντα τῆς σῆς θείας εἰκόνος ἀπηχήματα, καὶ οἷον σκια! τε καὶ εἴδωλα· ἐπινεύσαις δὲ δεομένοις, καὶ τῆς εἰς σὲ φερούσης τὸν μόνον ἀληθινὸν Θεὸν ἡγούμενος ἑπομένοις. Καὶ ὥσπερ αὐτὸς τρία ταῖς ὑποστάσεσιν ὢν εἴτε προσώποις, μίαν καὶ τὴν αὐτὴν σώζει; οὐ σίαν καὶ φύσιν, οὐδὲν τῇ ταυτότητι ταύτῃ προσ ισταμένου τοῦ ἀριθμοῦ τῶν προσώπων, οὕτως ἡμᾶς, πολλοὺς μὲν ὄντας καὶ διαφόρων γενῶν, ἤδη δὲ τοῦ ἐχθροῦ ὑποσπείραντος, οἴμοι! καὶ δόξης καὶ πιο στεως, ταύτην μὲν ἀνέλοις τὴν διαφοράν, ἐν δὲ καὶ ταυτὸν ἐσομένους ἀποδείξαις τῇ πίστει καὶ τῇ δόξῃ τῇ περὶ σοῦ, οὐδενὸς πρὸς τὸ ἓν εἶναι καὶ ταυτά φρονεῖν περὶ σοῦ προσισταμένου, οὐ τῆς τῶν γενῶν ἑτερότητος, οὐ τοῦ τῶν σωμάτων ἀριθμοῦ τε καὶ πλήθους.
col. 537–538page 4 of 6
PG 161:537᾿Αλλὰ ταῦτα μὲν ἡμῖν ηὔχθω. Ὑμεῖς δὲ τί φατε, οἱ τὴν ἱερὰν ταύτην σύνοδον συγκροτοῦντες, οἱ τοῦ πράγματος ἡγεμόνες, οἱ πολλὰ μὲν ἡγωνισμένοι, πολλὰ δὲ καὶ πολλάκις εὐξάμενοι ταύτην ἰδεῖν τὴν ἡμέραν, ὡς ἤδη καὶ τῶν μελλόντων ἐσομένην προάγγελον, τὴν αὐτὴν καὶ ἀρχὴν τῶν πραγμάτων, καὶ τοῦ τέλους κήρυκα διαπρύσιον; Τίς ἀξίως ὑμᾶς μακαρίσοι; τίς δ' εὐφημήσει δεόντως, ἤδη τῶν πόλ νων ὑμῶν ὁρῶντας τοὺς καρποὺς ἀναθάλλοντας; Μακαριώτατε Πάτερ, νῦν ὄντως υπάρχεις μακά ριος, καὶ ἔτι μᾶλλον ἔσῃ, ἐπειδὰν Θεοῦ ἡγουμένου εἰς τέλος καταντήσωμεν, οἱ ἂν ἐκεῖνος ἡμῖν ἡγή σπιτο. Πολλά σοι παρὰ Θεοῦ κείσεται ἆθλα τὴν ἁγίαν αὐτοῦ Ἐκκλησίαν ἐνώσαντι. Μέγα ἔσῃ πεποιηκὼς ἔργον, εἰ διαγένοιο μέχρι τέλους εγκαρτερῶν, καὶ πάντα μὲν ἐξαίρων ἐκ μέσου τὰ σκάνδαλα, εἰρήνην δὲ καὶ ὁμόνοιαν ἀντεισάγων. Πολὺν ἔθου ζῆλον, πολύ τὴν μέριμναν, μεγάλην ἀγρυπνίαν τε καὶ φροντίδα, συναγαγεῖν μὲν τὰ τοῦ Χριστοῦ πάντοθεν τέκνα, συνδιασκεψαμένους δ' ἀλλήλοις ἀδελφικώς τε καὶ πνευματικῶς συνελθεῖν εἰς ταυτό περιγενομένης τῆς ἀληθείας. Οὐδεὶς ἄλλως ἐρεῖ, πάντες ἴσασιν, ἐγώ σοι καὶ πάντες μάρτυρες τούτου. ᾿Αλλὰ δεῖ καὶ πρὸς τὸ τέλος ἀποσκοπούντα, πάντα πρὸς ἐκεῖνο καὶ τάξαι καὶ πρᾶξαι προμηθούμενον, ὅπως ἂν ἦν ἐν ἀρχαῖς εὐφροσύνην καρπούμεθα, καθ' ὁδὸν αὐτ ξανομένη τε καὶ προβαίνουσα πολλαπλασιασθῇ που περὶ τὰ τέλη, καὶ εἰς τὸν ἔσχατον ἀφίκοιτο δρον. Ει λαμπραί αἱ ἀρχαί, καὶ τοιαῦτά γε τὰ προοίμια, λόγισαι ποῖον ἔσται τὸ τέλος συμβαίνον τοιαύταις ἀρχαῖς. Πόσου δὲ τεύξεται μακαρισμοῦ καὶ ἐπαί νων, ὅσης εὐφημίας, όσων στεφάνων, ὃς καὶ τοσαύτας μὲν προκατεβάλετο φθάσας ἀφορμὰς τῶν πρα γμάτων, τοσαῦτα δ' ἔτι καταβαλεῖται; Εχεις ἐνταῦθα συλληψόμενόν τε καὶ ἐψόμενον, ἐφ᾽ οἷς ἅπασι δέον, τὸν υἱόν τε καὶ βασιλέα τὸν εὐσεβέστατον καὶ γαληνότατον καὶ φιλόχριστον· δς πολλῶν ὄντων οἷς κεκόσμηκεν ἑαυτὸν ἀγαθοῖς, ἐξαίρετον ἔχει τὸν περί Θεοῦ καὶ τοῦ καλοῦ ζῆλον καὶ τὸν ὑπὲρ τῆς εὐσε βείας ἀγῶνα· ὃς ἡλικιῶτιν ἔχων τὴν ἱερὰν ταύτην τῆς ἁγίας τῶν Ἐκκλησιῶν ἑνώσεως Εφεσιν, οὐ διελίμπανε σπουδῇ μὲν ἀνερευνῶν τοὺς καιροὺς οἱ πρὸς τοῦτο συνοίσουσι, σοφίᾳ δὲ γνοὺς καὶ εὑρὼν καὶ φα νέντα ἁρπάσας, καὶ ἐς τόδε δὴ τὸ ὁρώμενον προα γαγὼν τὰ τοῦ πράγματος· δ; πρὸς ἐν τοῦτο τὸ αγαθὸν ἀποβλέπων, καὶ ταύτης όλος γεγονώς τῆς ἐφέσεως, κατεφρόνησε μὲν κινδύνων, ὑπερείδε δὲ τρυφῆς καὶ ἀνέσεως, κατεφρόνησε δὲ τοσούτου περ λάγους τε καὶ κυμάτων ἴσα κορυφουμένων καὶ δρεσι, προήκατο δέ γε ζωήν τε καὶ βίον καὶ αὐτὴν τὴν πατρίδα ὑπὲρ τοῦ γενέσθαι συνεργὸς τῷ Θεῷ, καὶ τῇ Ἐκκλησίᾳ πρυτανεύσαι εἰρήνην, ἧς οὐ τρό φιμος μόνον, ἀλλὰ καὶ πρόβολος εἶναι καὶ σπουδάζει καὶ ἐπηγγείλατο. Οὐκ ἀπολειφθήσεται τῆς ἴσης σοι προθυμίας οὐδ' ὁ ἱερὸς καὶ σεβάσμιος πατριάρχης, ὁ γῆρας μὲν ὑποφαίνων βαθύ, καὶ κεκμηκὼς ἤδη τῷ σώματι, ψυχὴν δὲ πλουτῶν νεάζουσαν τοῖς και λοῖς καὶ τῷ πνεύματι ζέουσαν, καὶ πολλὰ μὲν ἔφισ μένην, πολλὰ δ' εὐχομένην ἀξιωθῆναι ὑπουργῆσαι ίμες
col. 539–540page 5 of 6
PG 161:539τῷδε τῷ ἔργῳ, καὶ διὰ τοῦτ᾽ ἴσως χαίρουσαν τοῖς παροῦσι, καὶ ἐνασμενίζουσαν τῷ σώματι, ἵνα τέλος ἐπενέγκοι τῷ θείῳ τούτῳ ἔργω χρηστόν, ὡς ἄνευ γε τούτου καὶ πάνω ἂν ἀχθεσθησομένην τῷ σκήνει ὡς ἤδη καμόντι. Πάντες σοι συλλήψονται τοῦ σκοποῦ καὶ τοῦ παρόντος ἀγῶνος· οὐδεὶς ἄλλο τι μᾶλλον ἐπιθυμεῖ τοῦ ἐφετοῦ τούτου τέλους· πρὸς τοῦτο βλέπομεν πάντες· ἐκείνου πάντων τὰς ψυχὰς ἔρως ἀναφλέγει σφοδρός· διὰ τοῦτο μακρόθεν πάντες συν ἤλθομεν διὰ τοῦτο ἐπ᾽ ἀλλοδαπῆς διατρίβομεν, ἄν θρωποι οἱ μὲν ἐκ μέσης αὐτῆς τῆς Ἑλλάδος, οἱ δ' ἐκ βορειοτάτων τε καὶ ἀνατολικωτάτων τῆς οἰκουμένης πεπλευκότες εἰς Ἰταλίαν αὐτήν. Μὴ δὲ τοσούτων σπουδῆς ὁ ἐχθρὸς περιγένοιτο, μή, θεὸ Σῶτερο μὴ ματαιώσεις τὴν τοσαύτην ἡμῶν πολυετή, οὕτω πολλοῖς πόνοις καὶ πολλῇ σπουδή κατορθωθεῖσαν συνέλευσιν. Οὐ πρὸς ἀνδρῶν τοῦτο σοφῶν τε καὶ θείων, οὐδὲ τοὺς λόγους εὐθύνειν εἰ δότων ἐν κρίσει. Αλλοις ὁ ἐχθρὸς ἐπεμβαινέτω, ἄλ λοις ἐπιχαιρέτω νικῶν, ἡμῶν δὲ μὴ προσάψαιτο. Τοῖς πνευματικοῖς ὅπλοις ἡμᾶς αὐτοὺς καθοπλίσω μεν ἀντιστησόμενοι τῷ πολεμίῳ· ἀναλαβώμεθα θώρακα δικαιοσύνης, καὶ περικεφαλαίαν τοῦ πνεύ ματος, καὶ τοῦ τοῦ Θεοῦ ῥήματος ἡμῖν ἡγουμένου ἐπίωμεν κατὰ τῶν πολεμούντων· καταπαύσωμεν δὲ οἱ ἂν ἡμῖν αὐτὸ ὑφηγοίτο, καθαιρούντες πᾶν ύψωμα ἐπαιρόμενον κατὰ τῆς τοῦ Θεοῦ δόξης, πάντα λογι σμὸν ὑπερήφανον καὶ κενόδοξον. Ταπεινώσει δὲ καὶ φόβῳ Θεοῦ χρώμενοι συνεργῷ πρὸς τοὺς ἄθλους, κἀκεῖνον πρὸ ὀφθαλμῶν θέμενοι, καὶ πρὸς ἐκεῖναν επειγόμενοι φθάσας· ἔστιν οὗ καὶ νικᾶσθαι καλῶς μᾶλλον ἐθέλοντες, ἢ νικᾶν ἐν πᾶσι κακῶς· ἅτε δὴ μὴ τοῦ περιγίνεσθαι μόνον, ὅταν μεθ' ἑαυτοῦ τἀληθὲς ἔχῃ, τὸν ἀγαθοῦ σώζοντος λόγον, ἀλλ᾽ οὐδὲν ἦτ τον καὶ τοῦ ἡττᾶσθαι καλῶς ταυτὸ τοῦ καλοῦ σώ ζόντος μέτρον, καὶ ἐν ἴσῳ τοῦ κρατεῖν κρινομένου. Καίτοι φαίη τις ἂν ἴσως καὶ μεῖζον ἀγαθὸν εἶναι τοῦτο τοῦ πρότερον, είπερ λυσιτελέστερον τῷ παντί αὐτὸν ἀγαθόν τι παθεῖν ἢ ἄλλον ποιῆσαι· καὶ μᾶλο λον ἀκοῦσαι ἡ φάναι ἑτέροις· καὶ πλάνης ἀπαλλαγῆναι ἡ ἀπαλλάξαι. Κράτιστε βασιλεῦ, ἐπ' αὐτῆς τῆς ἀκμῆς ἧκε τὰ πράγματα, καὶ ἂν ἐκ μακρού χρόνο, επόθεις, ἐπέστη. Λοιπὸν δὸς δόξαν τῷ Θεῷ, τοσούτων γε ὄντων, οὕτω μεμεριμνημένην, οὕτω αἶνον ἀπόδος αὐτῷ· ἐκείνου τοῦτ' ἔργον· ἐκεῖνος γάρ σοι κατὰ νοῦν τοῦτ' ἐνέθηκε τὸν τοσοῦτον ἐνεὶς ἔρωτα· ἐκείνου καὶ συλλαβομένου ἐς τόδε ἀφίκετο. Εἰ δὴ τὴν μὲν ἀξίαν αὐτῷ χάριν περὶ τῶν φθασάν των εἰσόμεθα, περὶ δὲ τῶν μελλόντων πάση ψυχή δεησόμεθα, άξια δράσομεν καὶ ἡμῶν αὐτῶν καὶ τοῦ ἔργου τοῦ προκειμένου, καὶ μᾶλλον ἐλεωσήμεθα ἀξίους ἡμᾶς αὐτοὺς τῶν ηὐγμένων δεικνύντες, οἷς τε περὶ τὰ φθάσαντα οὐκ ἀγνωμονήσομεν, οἷς τε ἡμᾶς αὐτοὺς καὶ τοῦ ἔργου τὸ πᾶν εἰς αὐτὸν ἀναθήσομεν, πάσας ἡμῶν ἐπ' αὐτὸν ἐπιῤῥίπτοντες τὰς ἐλπίδας τε καὶ μερίμνας, ὡς αὐτοῦ ὄντος τοῦ ἡμᾶς διαθρέ ψοντος τροφὴν τὴν θείαν τε καὶ οὐράνιον, ἧς ἄνευ οὐ ζήσεται ἄνθρωπος. Ὥσπερ δὲ διατετέλεκας μέχρι τοῦ νῦν, τὸ μέν τι εὐχόμενος τῷ Θεῷ καὶ τῆς αὐτοῦ
col. 541–542page 6 of 6
PG 161:541συμμαχίας δεόμενος, τὸ δέ τι πράττων καὶ αὐτὸς τὰ εἰκότα, οὕτω καὶ τὸ ἀπὸ τοῦδε πολλῷ μᾶλλον, ὅσῳ φθάνομεν πρὸς τὸ τέλος, προθυμότερός τε σαυ τοῦ φάνηθι, καὶ τὸ μέν τι ἐπικαλοῦ τὸν Θεὸν, τὸ δέ τι καὶ αὐτὸς πρᾶττε, μὴ νύκτωρ, μὴ μεθ' ἡμέ ραν παυόμενος, ἕως ἂν εἰς ἀγαθὸν κανταντήσειας τέλος, καὶ τοῖς λογισμοῖς εὕροις ἀνάπαυσιν. Τὰ βία που φερόμενα καὶ ὅσα τὸ ἐνδόσιμον τῆς κινή σεως ειλήχασιν ἔξωθεν, σχολαιότερον φέρεται περὶ τὸ τέλος γενόμενα· ὅσα δὲ φύσει καὶ οἴκοθεν, ταῦτά γε θάττον κινεῖται πλησιάζοντα πρὸς τὸ τέλος. Καὶ σὺ δὲ περὶ τἀγαθὰ, ὧν κεφάλαιον ή παροῦσα ὑπό θεσις, οἴκοθεν καὶ ὥσπερ φύσει κεκινημένος, μὴ τὴ πρότερον πάθῃς, ἀλλὰ θᾶττον τυχεῖν ἐφιέμενος τοῦ οἰκείου σοι τέλους· οἰκεῖον γὰρ τἀγαθῷ τὸ χρηστὸν ἐπὶ τοῖς ἀγαθοῖς τέλος· σαυτόν τε καὶ ἡμᾶς πάντας ποίοι προθυμοτέρους, παρακελευόμενός τε καὶ ἐπι κελευόμενος ἅπασι· καὶ τὸν μακαριώτατον δὲ πα τέρα, εἴ τι τῷ γήρᾳ κάμοι, ἐνδιδοὺς καὶ τῷ χρόνῳ καὶ τοῖς νοσήμασιν, ὑπομίμνησκε καὶ διανίστα το μὲν λόγοις προτρεπτηρίας, τὸ δ' ἔργοις αὐτοῖς σαυτὸν ἐνεργὸν παρεχόμενος. Πάντως αιδέσεται βα σιλέα προτρέποντα, τῶν πραγμάτων ἐπιμελέστερον ἀνθαψάμενος σύν τε τῷ θειοτάτῳ ἡμῶν καὶ ἱερῷ πατριάρχῃ, τοῖς τ᾽ αἰδεσιμωτάτοις τῆς ἁγίας Ρωσ μαίων Ἐκκλησίας λογάσι, καὶ πᾶσι τοῖς ἄλλοις, τέλος ἀγαθὸν ἐπιθήσουσιν ὑφ᾽ ἡγεμόνι Θεῷ. Ο γέ νοιτο πάντας ἰδόντας ἡμᾶς, καὶ τῆς τελεωτέρας ἀπολαύσαντας εὐφροσύνης, καὶ πνευματικῆς ἐμφορηθέντας χαρᾶς καθαρώτερον ἐπί τε τὸν τοῦ μακα ριωτάτου πατρὸς αἶνον, καὶ τὴν τῆς ἁγίας σου βα σιλείας εὐφημίαν διαναστῆναι, ἀγαμένους τε καὶ κροτήσαντας τὰ εἰκότα καὶ τόν τε ἁγιώτατον πατ τριάρχην, καὶ τὸν ἱερὸν τοῦτον καὶ ἅγιον [σ. καὶ εἰς τε τὸν ἁγιώτατον] σύλλογον ἅπαντα, μετὰ τὸν τῷ Θεῷ ὀφειλόμενον ὕμνον, κοινὸν καὶ ὑμῖν τὸν ἀπὸ τῶν λόγων πλέξαντας στέφανον. Δοίητε δή μοι τοῦτον τελευταῖον ἀγῶνα, κοινὴν ὑμῖν εὐφημίαν κροτήσαι· τιμήσαιτέ με τούτῳ πόνῳ· κάμοιμι τοῦτον τελευταῖον τὸν ἄθλον, ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν Θεόν Λόγον ἐν πᾶσι τετελεκότας δεσπότην, ἐνὶ καὶ ταυτῷ λόγῳ ὑμᾶς κοσμῆσαι κοινῇ, τὰ δυνατὰ τῶν οφειλομένων ὑμῖν ἀπονείμαντα ἐν Χριστῷ τῷ Θεῷ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας.
Continue reading PG 161: Oratio Dogmatica →≣ entire volume